πέντʼ εἰσὶν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει·
τούτων ἁπασῶν κυριωτάτη μία,
ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἐστιν σοφός
οὐδʼ ἁψάμενος οὐδʼ ὀσφρόμενος οὐδʼ εἰσιδὼν
τὸ λυσιτελὲς …
ἐκ τοῦ δʼ ἀκούειν μανθάνειν τε τἀγαθὰ
πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν
ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον
ὥσπερ δικαστὴν ἢ κριτὴν ἢ κύριον.
οὔτε φύσις ἱκανὴ γίγνεται τέχνης ἄτερ
πρὸς οὐδὲν ἐπιτήδευμα παράπαν οὐδενί,
οὔτε πάλι τέχνη μὴ φύσιν κεκτημένη.
τούτων ὁμοίως τοῖν δυοῖν συνηγμένων
εἰς ταὐτόν, ἔτι δεῖ προσλαβεῖν χορηγίαν,
ἔρωτα, μελέτην, καιρόν, εὐφυῆ χορόν,
κριτὴν τὸ ῥηθὲν δυνάμενον συναρπάσαι.
ἐν ᾧ γὰρ ἂν τούτων τις ἀπολειφθεὶς τύχῃ,
οὐκ ἔρχετʼ ἐπὶ τὸ τέρμα τοῦ προκειμένου.
φύσις θέλησις ἐπιμέλειʼ εὐταξία
σοφοὺς τίθησι κἀγαθούς· ἐτῶν δέ τοι
ἀριθμὸς οὐδὲν ἄλλο πλὴν γῆρας ποιεῖ.
κοινῶς ποιητὰς πάντας ἔθος ἐστὶν καλεῖν
καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς·
ἔδει δὲ κρίνειν.