---
title: Orestes
title_greek: Ὀρέστης
author: Euripides
eul_wid: cbm-ay
eul_aid: cbm
canonical: "https://eulogikon.org/works/euripides-orestes-cbm-ay"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Orestes

*Ὀρέστης*

**Author:** Euripides

**eul_wid:** `cbm-ay` · [HTML page](https://eulogikon.org/works/euripides-orestes-cbm-ay)

## Text

### 1

ΗΛΕΚΤΡΑ

### 1.1

Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ’ εἰπεῖν ἔπος

### 1.2

οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,

### 1.3

ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος ἀνθρώπου φύσις.

### 1.4

ὁ γὰρ μακάριος (κοὐκ ὀνειδίζω τύχας)

### 5.1

Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος

### 5.2

κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον

### 5.3

ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην,

### 5.4

ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὤν,

### 5.5

κοινῆς τραπέζης ἀξίωμ’ ἔχων ἴσον,

### 10.1

ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.

### 10.2

οὗτος φυτεύει Πέλοπα, τοῦ δ’ Ἀτρεὺς ἔφυ, ὧι στέμματα ξήνας’ ἐπέκλωσεν θεὰ

### 10.3

Ἔρις Θυέστηι πόλεμον ὄντι συγγόνωι

### 10.4

θέσθαι· τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ;

### 15.1

[ἔδαισε δ’ οὖν νιν τέκν’ ἀποκτείνας Ἀτρεύς.]

### 15.2

Ἀτρέως δέ (τὰς γὰρ ἐν μέσωι σιγῶ τύχας)

### 15.3

ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ

### 15.4

Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.

### 15.5

γαμεῖ δ’ ὁ μὲν δὴ τὴν θεοῖς στυγουμένην

### 20.1

Μενέλαος Ἑλένην, ὁ δὲ Κλυταιμήστρας λέχος

### 20.2

ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ·

### 20.3

ὧι παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,

### 20.4

Χρυσόθεμις Ἰφιγένειά τ’ Ἠλέκτρα τ’ ἐγώ,

### 20.5

ἄρσην δ’ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,

### 25.1

ἣ πόσιν ἀπείρωι περιβαλοῦς’ ὑφάσματι

### 25.2

ἔκτεινεν· ὧν δ’ ἕκατι, παρθένωι λέγειν

### 25.3

οὐ καλόν· ἐῶ τοῦτ’ ἀσαφὲς ἐν κοινῶι σκοπεῖν.

### 25.4

Φοίβου δ’ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;

### 25.5

πείθει δ’ Ὀρέστην μητέρ’ ἥ σφ’ ἐγείνατο

### 30.1

κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον·

### 30.2

ὅμως δ’ ἀπέκτειν’ οὐκ ἀπειθήσας θεῶι,

### 30.3

κἀγὼ μετέσχον οἷα δὴ γυνὴ φόνου [Πυλάδης θ’, ὃς ἡμῖν συγκατείργασται τάδε].

### 30.4

ἐντεῦθεν ἀγρίαι συντακεὶς νόσωι νοσεῖ

*[crux: νόσωι]*

### 35.1

τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις

### 35.2

κεῖται, τὸ μητρὸς δ’ αἷμά νιν τροχηλατεῖ

### 35.3

μανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς

### 35.4

Εὐμενίδας, αἳ τόνδ’ ἐξαμιλλῶνται φόβον.

### 35.5

ἕκτον δὲ δὴ τόδ’ ἦμαρ ἐξ ὅτου σφαγαῖς

### 40.1

θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας,

### 40.2

ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,

### 40.3

οὐ λούτρ’ ἔδωκε χρωτί· χλανιδίων δ’ ἔσω

### 40.4

κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῆι νόσου

### 40.5

ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο

### 45.1

πηδᾶι δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.

### 45.2

ἔδοξε δ’ Ἄργει τῶιδε μήθ’ ἡμᾶς στέγαις,

### 45.3

μὴ πυρὶ δέχεσθαι, μηδὲ προσφωνεῖν τινα

### 45.4

μητροκτονοῦντας· κυρία δ’ ἥδ’ ἡμέρα

### 45.5

ἐν ἧι διοίσει ψῆφον Ἀργείων πόλις, εἰ χρὴ θανεῖν νὼ λευσίμωι πετρώματι

### 45.6

[ἢ φάσγανον θήξαντ’ ἐπ’ αὐχένος βαλεῖν]. ἐλπίδα δὲ δή τιν’ ἔχομεν ὥστε μὴ θανεῖν·

### 45.7

ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,

### 45.8

λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτηι

### 55.1

ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον

### 55.2

ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολυκτόνον

### 55.3

Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν

### 55.4

μεθ’ ἡμέραν στείχουσαν ὧν ὑπ’ Ἰλίωι

### 55.5

παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθηι βολάς,

### 60.1

προύπεμψεν ἐς δῶμ’ ἡμέτερον· ἔστιν δ’ ἔσω

### 60.2

κλαίους’ ἀδελφὴν συμφοράς τε δωμάτων.

### 60.3

ἔχει δὲ δή τιν’ ἀλγέων παραψυχήν·

### 60.4

ἣν γὰρ κατ’ οἴκους ἔλιφ’, ὅτ’ ἐς Τροίαν ἔπλει,

### 60.5

παρθένον ἐμῆι τε μητρὶ παρέδωκεν τρέφειν

### 65.1

Μενέλαος, ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,

### 65.2

ταύτηι γέγηθε κἀπιλήθεται κακῶν.

### 65.3

βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότ’ ὄψομαι

### 65.4

Μενέλαον ἥκονθ’· ὡς τά γ’ ἄλλ’ ἐπ’ ἀσθενοῦς

### 65.5

ῥώμης ὀχούμεθ’, ἤν τι μὴ κείνου πάρα

### 70.1

σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.

### 70.2

ΕΛΕΝΗ

### 71.1

[ὦ παῖ Κλυταιμήστρας τε κἀγαμέμνονος] παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,

### 71.2

πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σός

### 71.3

[τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔφυ];

### 75.1

προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,

### 75.2

ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.

### 75.3

καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,

### 75.4

ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον

### 75.5

ἔπλευς’ ὅπως ἔπλευσα θεομανεῖ πότμωι,

### 80.1

οὐκ εἶδον, ἀπολειφθεῖσα δ’ αἰάζω τύχας.

### 80.2

Ηλ. Ἑλένη, τί σοι λέγοιμ’ ἂν ἅ γε παροῦς’ ὁρᾶις

### 80.3

[ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος γόνον];

### 80.4

ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίωι νεκρῶι

### 80.5

(νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς)

### 85.1

θάσσω· τὰ τούτου δ’ οὐκ ὀνειδίζω κακά.

### 85.2

σὺ δ’ ἡ μακαρία μακάριός θ’ ὁ σὸς πόσις

### 85.3

ἥκετον ἐφ’ ἡμᾶς ἀθλίως πεπραγότας.

### 85.4

Ελ. πόσον χρόνον δὲ δεμνίοις πέπτωχ’ ὅδε;

### 85.5

Ηλ. ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.

### 90.1

Ελ. ὦ μέλεος, ἡ τεκοῦσά θ’ ὡς διώλετο.

### 90.2

Ηλ. οὕτως ἔχει τάδ’ ὥστ’ ἀπείρηκεν κακοῖς. Ελ. πρὸς θεῶν, πίθοι’ ἂν δῆτά μοί τι, παρθένε;

### 90.3

Ηλ. ὅς’ ἄσχολός γε συγγόνου προσεδρίαι.

### 90.4

Ελ. βούληι τάφον μοι πρὸς κασιγνήτης μολεῖν ...

### 95.1

Ηλ. μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;

### 95.2

Ελ. κόμης ἀπαρχὰς καὶ χοὰς φέρους’ ἐμάς;

### 95.3

Ηλ. σοὶ δ’ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;

### 95.4

Ελ. δεῖξαι γὰρ Ἀργείοισι σῶμ’ αἰσχύνομαι.

### 95.5

Ηλ. ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦς’ αἰσχρῶς δόμους. Ελ. ὀρθῶς ἔλεξας, οὐ φίλως δέ μοι λέγεις.

### 95.6

Ηλ. αἰδὼς δὲ δὴ τίς ς’ ἐς Μυκηναίους ἔχει;

### 95.7

Ελ. δέδοικα πατέρας τῶν ὑπ’ Ἰλίωι νεκρῶν.

### 95.8

Ηλ. δεινὸν γὰρ Ἄργει γ’ ἀναβοᾶι διὰ στόμα.

### 95.9

Ελ. σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.

### 105.1

Ηλ. οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.

### 105.2

Ελ. αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.

### 105.3

Ηλ. τί δ’ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;

### 105.4

Ελ. ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.

### 105.5

Ηλ. καὶ μὴν τίνοι γ’ ἂν τῆι τεθνηκυίαι τροφάς.

### 110.1

Ελ. [ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη·]

### 110.2

ναί, πέμψομέν γε θυγατέρ’· εὖ γάρ τοι λέγεις.

### 110.3

ὦ τέκνον, ἔξελθ’, Ἑρμιόνη, δόμων πάρος

### 110.4

καὶ λαβὲ χοὰς τάσδ’ ἐν χεροῖν κόμας τ’ ἐμάς,

### 110.5

ἐλθοῦσα δ’ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον

### 115.1

μελίκρατ’ ἄφες γάλακτος οἰνωπόν τ’ ἄχνην,

### 115.2

καὶ στᾶς’ ἐπ’ ἄκρου χώματος λέξον τάδε·

### 115.3

Ἑλένη ς’ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,

### 115.4

φόβωι προσελθεῖν μνῆμα σόν, ταρβοῦσά γε

### 115.5

Ἀργεῖον ὄχλον. πρευμενῆ δ’ ἄνωγέ νιν

### 120.1

ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν

### 120.2

τοῖν τ’ ἀθλίοιν τοῖνδ’, οὓς ἀπώλεσεν θεός.

### 120.3

ἃ δ’ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,

### 120.4

ἅπανθ’ ὑπισχνοῦ νερτέρων δωρήματα.

### 120.5

ἴθ’ ὦ τέκνον μοι σπεῦδε καὶ χοὰς τάφωι

### 125.1

δοῦς’ ὡς τάχιστα τῆς πάλιν μέμνης’ ὁδοῦ.

### 125.2

Ηλ. ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγ’ εἶ κακόν

### 125.3

[σωτήριόν τε τοῖς καλῶς κεκτημένοις]. ἴδετε γὰρ ἄκρας ὡς ἀπέθρισεν τρίχας,

### 125.4

σώιζουσα κάλλος· ἔστι δ’ ἡ πάλαι γυνή.

### 130.1

θεοί σε μισήσειαν, ὥς μ’ ἀπώλεσας

### 130.2

καὶ τόνδε πᾶσάν θ’ Ἑλλάδ’. ὦ τάλαιν’ ἐγώ·

### 130.3

αἵδ’ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασιν

### 130.4

φίλαι ξυνωιδοί· τάχα μεταστήσους’ ὕπνου

### 130.5

τόνδ’ ἡσυχάζοντ’, ὄμμα δ’ ἐκτήξους’ ἐμὸν

### 135.1

δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.

### 135.2

ὦ φίλταται γυναῖκες, ἡσύχωι ποδὶ

### 135.3

χωρεῖτε, μὴ ψοφεῖτε, μηδ’ ἔστω κτύπος·

### 135.4

φιλία γὰρ ἡ σὴ πρευμενὴς μὲν ἀλλ’ ὅμως

### 135.5

[τόνδ’ ἐξεγεῖραι συμφορὰ γενήσεται].

### 140

ΧΟΡΟΣ

### 140

σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλας τίθει, μὴ κτύπει [μηδ’ ἔστω κτύπος].

### 142-143

Ηλ. ἀποπρὸ βᾶτ’ ἐκεῖς’ ἀποπρό μοι κοίτας.

### 144

Χο. ἰδοὺ πείθομαι.

### 145.1

Ηλ. ἆ ἆ σύριγγος ὅπως πνοὰ

### 145.2

λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.

### 145.3

Χο. ἴδ’ ἀτρεμαῖον ὡς ὑπόροφον φέρω

### 145.4

βοάν. Ηλ. ναί, οὕτως·

### 145.5

κάταγε κάταγε, πρόσιθ’ ἀτρέμας, ἀτρέμας ἴθι·

### 150-151

λόγον ἀπόδος ἐφ’ ὅτι χρέος ἐμόλετέ ποτε.

### 152.1

χρόνια γὰρ πεσὼν ὅδ’ εὐνάζεται.

### 152.2

Χο. πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα·

### 152.3

τίνα τύχαν εἴπω; [τίνα δὲ συμφοράν;]

### 155-156

Ηλ. ἔτι μὲν ἐμπνέει, βραχὺ δ’ ἀνασθμαίνει.

### 157.1

Χο. τί φήις; ὦ τάλας.

### 157.2

Ηλ. ὀλεῖς, εἰ βλέφαρα κινήσεις

### 157.3

ὕπνου γλυκυτάταν φερομένωι χάριν.

### 160.1

Χο. μέλεος ἐχθίστων θεόθεν ἐργμάτων, τάλας. Ηλ. φεῦ μόχθων.

### 160.2

ἄδικος ἄδικα τότ’ ἄρ’ ἔλακεν ἔλακεν, ἀπό‐

### 163-164

φονον ὅτ’ ἐπὶ τρίποδι Θέμιδος ἄρ’ ἐδίκασε

### 165.1

φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.

### 165.2

Χο. ὁρᾶις; ἐν πέπλοισι κινεῖ δέμας.

### 165.3

Ηλ. σὺ γάρ νιν, ὦ τάλαινα,

### 165.4

θωύξας’ ἔλασας ἐξ ὕπνου.

### 165.5

Χο. εὕδειν μὲν οὖν ἔδοξα.

### 170.1

Ηλ. οὐκ ἀφ’ ἡμῶν, οὐκ ἀπ’ οἴκων

### 170.2

πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις

### 170.3

μεθεμένα κτύπου;

### 170.4

Χο. ὑπνώσσει. Ηλ. λέγεις εὖ.

### 170.5

πότνια πότνια Νύξ,

### 175-176

ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,

### 177

Ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος

### 179

τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.

### 180-181

ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς

### 182.1

διοιχόμεθ’ οἰχόμεθ’. ἆ,

### 182.2

κτύπον ἀγάγετ’· οὐχὶ σῖγα

### 182.3

σῖγα φυλασσομένα

### 185.1

στόμα τὸ σὸν ἀκέλαδον ἀποπρὸ λέχεος ἥ‐

### 185.2

συχον ὕπνου χάριν παρέξεις, φίλα;

### 185.3

Χο. θρόει τίς κακῶν τελευτὰ μένει.

### 185.4

Ηλ. θανεῖν 〈θανεῖν〉, τί δ’ ἄλλο;

### 185.5

οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.

### 190.1

Χο. πρόδηλος ἆρ’ ὁ πότμος.

### 190.2

Ηλ. ἐξέθυς’ ὁ Φοῖβος ἡμᾶς

### 190.3

μέλεον ἀπόφονον αἶμα δοὺς

### 190.4

πατροφόνου ματρός. Χο. δίκαι μέν. Ηλ. καλῶς δ’ οὔ.

### 195

ἔκανες ἔθανες, ὦ

### 196-197

τεκομένα με μᾶτερ, ἀπὸ δ’ ὤλεσας

### 198-199

πατέρα τέκνα τε τάδε σέθεν ἀφ’ αἵματος· ὀλόμεθ’ ἰσονέκυες ὀλόμεθα.

### 201-202

ὅδε γὰρ ἐν νεκροῖς τό τ’ ἐμὸν οἴχεται

### 203.1

βίου τὸ πλέον μέρος ἐν

### 203.2

στοναχαῖσί τε καὶ γόοισι

### 205.1

δάκρυσί τ’ ἐννυχίοις

### 205.2

ἄγαμος ἐπὶ δ’ ἄτεκνος ἅτε βίοτον ἁ

*[crux: ἐπὶ δ’ ἄτεκνος ἅτε βίοτον]*

### 205.3

μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.

### 205.4

Χο. ὅρα παροῦσα, παρθέν’ Ἠλέκτρα, πέλας,

### 205.5

μὴ κατθανών σε σύγγονος λέληθ’ ὅδε·

### 210.1

οὐ γάρ μ’ ἀρέσκει τῶι λίαν παρειμένωι.

### 210.2

ΟΡΕΣΤΗΣ

### 211.1

ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου, ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί τε.

### 211.2

ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ

### 211.3

καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.

### 215.1

πόθεν ποτ’ ἦλθον δεῦρο; πῶς δ’ ἀφικόμην;

### 215.2

ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.

### 215.3

Ηλ. ὦ φίλταθ’, ὥς μ’ ηὔφρανας εἰς ὕπνον πεσών.

### 215.4

βούληι θίγω σου κἀνακουφίσω δέμας;

### 215.5

Ορ. λαβοῦ λαβοῦ δῆτ’, ἐκ δ’ ὄμορξον ἀθλίου

### 220.1

στόματος ἀφρώδη πελανὸν ὀμμάτων τ’ ἐμῶν.

### 220.2

Ηλ. ἰδού· τὸ δούλευμ’ ἡδύ, κοὐκ ἀναίνομαι

### 220.3

ἀδέλφ’ ἀδελφῆι χειρὶ θεραπεύειν μέλη.

### 220.4

Ορ. ὑπόβαλε πλευροῖς πλευρὰ καὐχμώδη κόμην

### 220.5

ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.

### 225.1

Ηλ. ὦ βοστρύχων πινῶδες ἀθλίων κάρα,

### 225.2

ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.

### 225.3

Ορ. κλῖνόν μ’ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῆι νόσος

### 225.4

μανιάς, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.

### 225.5

Ηλ. ἰδού· φίλον τοι τῶι νοσοῦντι δεμνίων

### 230.1

ἀνιαρὸν ὂν τὸ κτῆμ’, ἀναγκαῖον δ’ ὅμως. Ορ. αὖθίς μ’ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·

### 230.2

δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.

### 230.3

Ηλ. ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,

### 230.4

χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.

### 235.1

Ορ. μάλιστα· δόξαν γὰρ τόδ’ ὑγιείας ἔχει·

### 235.2

κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῆι.

### 235.3

Ηλ. ἄκουε δή νυν, ὦ κασίγνητον κάρα,

### 235.4

ἕως ς’ ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.

### 235.5

Ορ. λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·

### 240.1

εἰ δ’ ἐς βλάβην τιν’, ἅλις ἔχω τοῦ δυστυχεῖν.

### 240.2

Ηλ. Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,

### 240.3

ἐν Ναυπλίαι δὲ σέλμαθ’ ὥρμισται νεώς.

### 240.4

Ορ. πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς

### 240.5

ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;

### 245.1

Ηλ. ἥκει (τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου)

### 245.2

Ἑλένην ἀγόμενος Τρωϊκῶν ἐκ τειχέων.

### 245.3

Ορ. εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·

### 245.4

εἰ δ’ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα. Ηλ. ἐπίσημον ἔτεκε Τυνδάρεως εἰς τὸν ψόγον γένος θυγατέρων δυσκλεές τ’ ἀν’ Ἑλλάδα.

*[crux: εἰς τὸν ψόγον]*

### 245.5

Ορ. σύ νυν διάφερε τῶν κακῶν, ἔξεστι γάρ,

### 245.6

καὶ μὴ μόνον λέγ’ ἀλλὰ καὶ φρόνει τάδε.

### 245.7

Ηλ. οἴμοι, κασίγνητ’, ὄμμα σὸν ταράσσεται,

### 245.8

ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.

### 255.1

Ορ. ὦ μῆτερ, ἱκετεύω σε, μὴ ’πίσειέ μοι

### 255.2

τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας·

### 255.3

αὗται γὰρ αὗται πλησίον θρώισκους’ ἐμοῦ.

### 255.4

Ηλ. μέν’, ὧ ταλαίπωρ’, ἀτρέμα σοῖς ἐν δεμνίοις·

### 255.5

ὁρᾶις γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’ εἰδέναι.

### 260.1

Ορ. ὦ Φοῖβ’, ἀποκτενοῦσί μ’ αἱ κυνώπιδες

### 260.2

γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.

### 260.3

Ηλ. οὔτοι μεθήσω· χεῖρα δ’ ἐμπλέξας’ ἐμὴν σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.

### 260.4

Ορ. μέθες· μί’ οὖσα τῶν ἐμῶν Ἐρινύων

### 265.1

μέσον μ’ ὀχμάζεις, ὡς βάληις ἐς Τάρταρον.

### 265.2

Ηλ. οἲ ’γὼ τάλαινα, τίν’ ἐπικουρίαν λάβω,

### 265.3

ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;

### 265.4

Ορ. δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,

### 265.5

οἷς μ’ εἶπ’ Ἀπόλλων ἐξαμύνεσθαι θεάς,

### 270.1

εἴ μ’ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.

### 270.2

βεβλήσεταί τις θεῶν βροτησίαι χερί,

### 270.3

εἰ μὴ ’ξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.

### 270.4

οὐκ εἰσακούετ’; οὐχ ὁρᾶθ’ ἑκηβόλων

### 270.5

τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;

### 275

ἆ ἆ·

### 275.1

τί δῆτα μέλλετ’; ἐξακρίζετ’ αἰθέρα

### 275.2

πτεροῖς, τὰ Φοίβου δ’ αἰτιᾶσθε θέσφατα.

### 275.3

ἔα·

### 277.1

τί χρῆμ’; ἀλύω, πνεῦμ’ ἀνεὶς ἐκ πλευμόνων.

### 277.2

ποῖ ποῖ ποθ’ ἡλάμεσθα δεμνίων ἄπο;

### 277.3

ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν’ ὁρῶ.

### 280.1

σύγγονε, τί κλαίεις κρᾶτα θεῖς’ ἔσω πέπλων;

### 280.2

αἰσχύνομαί σοι μεταδιδοὺς πόνων ἐμῶν

### 280.3

ὄχλον τε παρέχων παρθένωι νόσοις ἐμαῖς.

### 280.4

μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·

### 280.5

σὺ μὲν γὰρ ἐπένευσας τάδ’, εἴργασται δ’ ἐμοὶ

### 285.1

μητρῶιον αἷμα· Λοξίαι δὲ μέμφομαι,

### 285.2

ὅστις μ’ ἐπάρας ἔργον ἀνοσιώτατον

*[crux: ἔργον ἀνοσιώτατον]*

### 285.3

τοῖς μὲν λόγοις ηὔφρανε τοῖς δ’ ἔργοισιν οὔ.

### 285.4

οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατ’ ὄμματα

### 285.5

ἐξιστόρουν νιν μητέρ’ εἰ κτεῖναί με χρή,

### 290.1

πολλὰς γενείου τοῦδ’ ἂν ἐκτεῖναι λιτὰς μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,

### 290.2

εἰ μήτ’ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς

### 290.3

ἐγώ θ’ ὁ τλήμων τοιάδ’ ἐκπλήσειν κακά.

### 290.4

καὶ νῦν ἀνακάλυπτ’, ὦ κασιγνήτη, κάρα

### 295.1

ἐκ δακρύων τ’ ἄπελθε, κεἰ μάλ’ ἀθλίως

### 295.2

ἔχομεν. ὅταν δὲ τἄμ’ ἀθυμήσαντ’ ἴδηις,

### 295.3

σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν

### 295.4

ἴσχναινε παραμυθοῦ θ’· ὅταν δὲ σὺ στένηις,

### 295.5

ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα· ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.

### 295.6

ἀλλ’, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω

### 295.7

ὕπνωι τ’ ἄυπνον βλέφαρον ἐκταθεῖσα δὸς

### 295.8

σίτων τ’ ὄρεξαι λουτρά τ’ ἐπιβαλοῦ χροΐ.

### 295.9

εἰ γὰρ προλείψεις ἢ προσεδρίαι νόσον

### 305.1

κτήσηι τιν’, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην

### 305.2

ἐπίκουρον, ἄλλων, ὡς ὁρᾶις, ἔρημος ὤν.

### 305.3

Ηλ. οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι

### 305.4

καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνηις,

### 305.5

γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,

### 310.1

ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ,

### 310.2

δρᾶν χρὴ τάδ’. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,

### 310.3

καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν ς’ ἐκ δεμνίων

### 310.4

ἄγαν ἀποδέχου, μένε δ’ ἐπὶ στρωτοῦ λέχους.

### 310.5

κἂν μὴ νοσῆι γὰρ ἀλλὰ δοξάζηι νοσεῖν,

### 315.1

κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.

### 315.2

Χο. αἰαῖ,

### 315.3

δρομάδες ὦ πτεροφόροι

### 315.4

ποτνιάδες θεαί,

### 315.5

ἀβάκχευτον αἳ θίασον ἐλάχετ’ ἐν

### 320.1

δάκρυσι καὶ γόοις,

### 320.2

μελάγχρωτες Εὐμενίδες, αἵτε τὸν

### 320.3

ταναὸν αἰθέρ’ ἀμπάλλεσθ’, αἵματος

### 320.4

τινύμεναι δίκαν, τινύμεναι φόνου,

### 320.5

καθικετεύομαι καθικετεύομαι,

### 325.1

τὸν Ἀγαμέμνονος γόνον ἐάσατ’ ἐκ‐

### 325.2

λαθέσθαι λύσσας μανιάδος φοιτα‐

### 325.3

λέου. φεῦ μόχθων οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις,

### 325.4

τρίποδος ἄπο φάτιν ἃν ὁ Φοῖ‐

### 330.1

βος ἔλακεν ἔλακε δεξάμενος ἀνὰ δάπεδον

### 330.2

ἵνα μεσόμφαλοι λέγονται μυχοί.

### 330.3

ὦ Ζεῦ,

### 330.4

τίς ἔλεος, τίς ὅδ’ ἀγὼν

### 330.5

φόνιος ἔρχεται

### 335.1

θοάζων σε τὸν μέλεον; ὧι δάκρυα

### 335.2

δάκρυσι συμβάλλει

### 335.3

χορεύων τις ἐς δόμον ἀλαστόρων,

### 335.4

ματέρος αἷμα σᾶς ὅς ς’ ἀναβακχεύει.

### 335.5

κατολοφύρομαι κατολοφύρομαι.

### 340.1

ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς·

### 340.2

ἀνὰ δὲ λαῖφος ὥς τις ἀκάτου θοᾶς

### 340.3

τινάξας δαίμων κατέκλυσεν δεινῶν

### 340.4

πόνων ὡς πόντου λάβροις ὀλεθρίοι‐ σιν ἐν κύμασιν.

### 345.1

τίνα γὰρ ἔτι πάρος οἶκον ἄλ‐

### 345.2

λον ἕτερον ἢ τὸν ἀπὸ θεογόνων γάμων,

### 345.3

τὸν ἀπὸ Ταντάλου σέβεσθαί με χρή;

### 345.4

καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει

### 345.5

Μενέλαος ἄναξ, πολὺς ἁβροσύνηι, δῆλος ὁρᾶσθαι τοῦ Τανταλιδῶν

### 345.6

ἐξ αἵματος ὤν. ὦ χιλιόναυν

### 352-353

στρατὸν ὁρμήσας ἐς γῆν Ἀσίαν,

### 354

χαῖρ’· εὐτυχίαι δ’ αὐτὸς ὁμιλεῖς,

### 355.1

θεόθεν πράξας ἅπερ ηὔχου.

### 355.2

ΜΕΝΕΛΑΟΣ

### 356.1

ὦ δῶμα, τῆι μέν ς’ ἡδέως προσδέρκομαι

### 356.2

Τροίαθεν ἐλθών, τῆι δ’ ἰδὼν καταστένω·

### 356.3

κύκλωι γὰρ εἱλιχθεῖσαν ἀθλίοις κακοῖς

### 356.4

οὐπώποτ’ ἄλλην μᾶλλον εἶδον ἑστίαν.

### 360.1

Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην [καὶ θάνατον οἵωι πρὸς δάμαρτος ὤλετο],

### 360.2

Μαλέαι προσίσχων πρῶιραν· ἐκ δὲ κυμάτων

### 360.3

ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι

### 360.4

Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,

### 365.1

ὅς μοι τόδ’ εἶπεν ἐμφανῶς κατασταθείς·

### 365.2

Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,

### 365.3

λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.

### 365.4

δακρύων δ’ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς

### 365.5

πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός

### 370.1

[ἤδη δάμαρτος ἐνθάδ’ ἐξορμωμένης],

### 370.2

δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος

### 370.3

φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,

### 370.4

ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς

### 370.5

τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.

### 375.1

καὶ νῦν ὅπου ’στὶν εἴπατ’, ὦ νεάνιδες,

### 375.2

Ἀγαμέμνονος παῖς, ὃς τὰ δείν’ ἔτλη κακά.

### 375.3

βρέφος γὰρ ἦν τότ’ ἐν Κλυταιμήστρας χεροῖν

### 375.4

ὅτ’ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,

### 375.5

ὥστ’ οὐκ ἂν αὐτὸν γνωρίσαιμ’ ἂν εἰσιδών.

### 380.1

Ορ. ὅδ’ εἴμ’ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.

### 380.2

ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά· τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω

### 380.3

ἱκέτης, ἀφύλλους στόματος ἐξάπτων λιτάς·

### 380.4

σῶσόν μ’ (ἀφῖξαι δ’ αὐτὸν ἐς καιρόν) κακῶν.

### 385.1

Με. ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;

### 385.2

Ορ. εὖ γ’ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δ’ ὁρῶ.

### 385.3

Με. ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.

### 385.4

Ορ. οὐχ ἡ πρόσοψίς μ’ ἀλλὰ τἄργ’ ἀικίζεται.

### 385.5

Με. δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.

### 390.1

Ορ. τὸ σῶμα φροῦδον, τὸ δ’ ὄνομ’ οὐ λέλοιπέ με.

### 390.2

Με. ὦ παρὰ λόγον μοι σὴ φανεῖς’ ἀμορφία.

### 390.3

Ορ. ὅδ’ εἰμί, μητρὸς τῆς ταλαιπώρου φονεύς.

### 390.4

Με. ἤκουσα· φείδου δ’, ὀλιγάκις λέγων κακά.

### 390.5

Ορ. φειδόμεθ’· ὁ δαίμων δ’ ἐς ἐμὲ πλούσιος κακῶν.

### 395.1

Με. τί χρῆμα πάσχεις; τίς ς’ ἀπόλλυσιν νόσος; Ορ. ἡ σύνεσις, ὅτι σύνοιδα δείν’ εἰργασμένος.

### 395.2

Με. πῶς φήις; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.

### 395.3

Ορ. λύπη μάλιστά γ’ ἡ διαφθείρουσά με ...

### 395.4

Με. δεινὴ γὰρ ἡ θεός, ἀλλ’ ὅμως ἰάσιμος. Ορ. μανίαι τε, μητρὸς αἵματος τιμωρίαν.

### 395.5

Με. ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότ’ ἦν;

### 395.6

Ορ. ἐν ἧι τάλαιναν μητέρ’ ἐξώγκουν τάφωι.

### 395.7

Με. πότερα κατ’ οἴκους ἢ προσεδρεύων πυρᾶι;

### 395.8

Ορ. ἐκτός, φυλάσσων ὀστέων ἀναίρεσιν.

### 405.1

Με. παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;

### 405.2

Ορ. Πυλάδης γ’, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.

### 405.3

Με. φαντασμάτων δὲ τάδε νοσεῖς ποίων ὕπο;

### 405.4

Ορ. ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.

### 405.5

Με. οἶδ’ ἃς ἔλεξας, ὀνομάσαι δ’ οὐ βούλομαι.

### 410.1

Ορ. σεμναὶ γάρ· εὐπαίδευτα δ’ ἀπετράπου λέγειν.

### 410.2

Με. αὑταί σε βακχεύουσι συγγενῆ φόνον. Με. οἴμοι διωγμῶν οἷς ἐλαύνομαι τάλας.

### 410.3

Με. οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.

### 410.4

Ορ. ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ τῆς ξυμφορᾶς ...

### 415.1

Με. μὴ θάνατον εἴπηις· τοῦτο μὲν γὰρ οὐ σοφόν.

### 415.2

Ορ. Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.

### 415.3

Με. ἀμαθέστερός γ’ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.

### 415.4

Ορ. δουλεύομεν θεοῖς, ὅτι ποτ’ εἰσὶν οἱ θεοί.

### 415.5

Με. κἆιτ’ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;

### 420.1

Ορ. μέλλει· τὸ θεῖον δ’ ἐστὶ τοιοῦτον φύσει.

### 420.2

Με. πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;

### 420.3

Ορ. ἕκτον τόδ’ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.

### 420.4

Με. ὡς ταχὺ μετῆλθόν ς’ αἷμα μητέρος θεαί.

### 420.5

Ορ. οὐ σοφός, ἀληθὴς δ’ ἐς φίλους ἔφυς κακός.

*[crux: οὐ σοφός, ἀληθὴς δ’ ἐς φίλους ἔφυς κακός.]*

### 425.1

Με. πατρὸς δὲ δή τί ς’ ὠφελεῖ τιμωρία;

### 425.2

Ορ. οὔπω· τὸ μέλλον δ’ ἴσον ἀπραξίαι λέγω.

### 425.3

Με. τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;

### 425.4

Ορ. μισούμεθ’ οὕτως ὥστε μὴ προσεννέπειν.

### 425.5

Με. οὐδ’ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;

### 430.1

Ορ. ἐκκλήιομαι γὰρ δωμάτων ὅποι μόλω.

### 430.2

Με. τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;

### 430.3

Ορ. Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.

### 430.4

Με. συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.

### 430.5

Ορ. οὖ γ’ οὐ μετῆν μοι· διὰ τριῶν δ’ ἀπόλλυμαι.

### 435.1

Με. τίς δ’ ἄλλος; ἦ που τῶν ἀπ’ Αἰγίσθου φίλων;

*[crux: τῶν ἀπ’]*

### 435.2

Ορ. οὗτοί μ’ ὑβρίζους’· ὧν πόλις τὰ νῦν κλύει.

### 435.3

Με. Ἀγαμέμνονος δὲ σκῆπτρ’ ἐᾶι ς’ ἔχειν πόλις;

### 435.4

Ορ. πῶς, οἵτινες ζῆν οὐκ ἐῶς’ ἡμᾶς ἔτι;

### 435.5

Με. τί δρῶντες; ἦ καὶ σαφὲς ἔχεις εἰπεῖν τί μοι;

### 440.1

Ορ. ψῆφος καθ’ ἡμῶν οἴσεται τῆιδ’ ἡμέραι.

### 440.2

[Με. φεύγειν πόλιν τήνδ’; ἢ θανεῖν ἢ μὴ θανεῖν;

### 440.3

Ορ. θανεῖν ὑπ’ ἀστῶν λευσίμωι πετρώματι.]

### 440.4

Με. κἆιτ’ οὐχὶ φεύγεις γῆς ὑπερβάλλων ὅρους;

### 440.5

Ορ. κύκλωι γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.

### 445.1

Με. ἰδίαι πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός;

### 445.2

Ορ. πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος. Με. ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.

### 445.3

Ορ. ἐς ς’ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.

### 445.4

ἀλλ’ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,

### 445.5

καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,

### 445.6

ἀλλ’ ἀντιλάζου καὶ πόνων ἐν τῶι μέρει,

### 445.7

χάριτας πατρώιας ἐκτίνων ἐς οὕς σε δεῖ.

### 445.8

ὄνομα γάρ, ἔργον δ’ οὐκ ἔχουσιν οἱ φίλοι

### 455.1

οἱ μὴ ’πὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.

### 455.2

Χο. καὶ μὴν γέροντι δεῦρ’ ἁμιλλᾶται ποδὶ

### 455.3

ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος

### 455.4

κουρᾶι τε θυγατρὸς πενθίμωι κεκαρμένος.

### 455.5

Ορ. ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε

### 460.1

στείχει πρὸς ἡμᾶς, οὗ μάλιστ’ αἰδώς μ’ ἔχει

### 460.2

ἐς ὄμματ’ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.

### 460.3

καὶ γάρ μ’ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ

### 460.4

φιλήματ’ ἐξέπλησε, τὸν Ἀγαμέμνονος

### 460.5

παῖδ’ ἀγκάλαισι περιφέρων, Λήδα θ’ ἅμα,

### 465.1

τιμῶντέ μ’ οὐδὲν ἧσσον ἢ Διοσκόρω·

### 465.2

οἷς, ὦ τάλαινα καρδία ψυχή τ’ ἐμή,

### 465.3

ἀπέδωκ’ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον

### 465.4

λάβω προσώπωι; ποῖον ἐπίπροσθεν νέφος θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;

### 470

ΤΥΝΔΑΡΕΩΣ

### 470.1

ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,

### 470.2

Μενέλαον; ἐπὶ γὰρ τῶι Κλυταιμήστρας τάφωι

### 470.3

χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν

### 470.4

ἥκοι σὺν ἀλόχωι πολυετὴς σεσωμένος.

### 470.5

ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω

### 475.1

στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.

### 475.2

Με. ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.

### 475.3

Τυ. ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμ’ ἐμόν.

### 475.4

ἔα· [τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.]

### 475.5

ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων

### 480.1

στίλβει νοσώδεις ἀστραπάς, στύγημ’ ἐμόν.

### 480.2

Μενέλαε, προσφθέγγηι νιν, ἀνόσιον κάρα;

### 480.3

Με. τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.

### 480.4

Τυ. κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;

### 480.5

Με. πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.

### 485.1

Τυ. βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.

### 485.2

Με. Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.

### 485.3

Τυ. καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.

### 485.4

Με. πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ’ ἐν τοῖς σοφοῖς. Τυ. κέκτησό νυν σὺ τοῦτ’, ἐγὼ δ’ οὐ κτήσομαι.

### 490.1

Με. ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.

### 490.2

Τυ. πρὸς τόνδ’ ἀγών τις σοφίας ἥκει πέρι.

*[crux: πρὸς τόνδ’ ἀγών τις σοφίας ἥκει πέρι.]*

### 490.3

εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,

### 490.4

τούτου τίς ἀνδρῶν ἐγένετ’ ἀσυνετώτερος;

### 490.5

ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο

### 495.1

οὐδ’ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον.

### 495.2

ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον,

### 495.3

κάρα θυγατρὸς τῆς ἐμῆς πληγεὶς ὕπο,

### 495.4

αἴσχιστον ἔργον (οὐ γὰρ αἰνέσω ποτέ), χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην

### 495.5

ὁσίαν διώκοντ’, ἐκβαλεῖν τε δωμάτων

### 495.6

μητέρα· τὸ σῶφρόν τ’ ἔλαβ’ ἂν ἀντὶ συμφορᾶς

### 495.7

καὶ τοῦ νόμου τ’ ἂν εἴχετ’ εὐσεβής τ’ ἂν ἦν.

### 495.8

νῦν δ’ ἐς τὸν αὐτὸν δαίμον’ ἦλθε μητέρι·

### 505.1

κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,

### 505.2

αὐτὸς κακίων μητέρ’ ἐγένετο κτανών.

### 505.3

ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε· εἰ τόνδ’ ἀποκτείνειεν ὁμόλεκτρος γυνή,

### 505.4

χὠ τοῦδε παῖς αὖ μητέρ’ ἀνταποκτενεῖ,

### 510.1

κἄπειθ’ ὁ κείνου γενόμενος φόνωι φόνον

### 510.2

λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;

### 510.3

καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·

### 510.4

ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν

### 510.5

οὐδ’ εἰς ἀπάντημ’ ὅστις αἷμ’ ἔχων κυροῖ,

### 515.1

φυγαῖσι δ’ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.

### 515.2

ἀεὶ γὰρ εἷς ἔμελλ’ ἐνέξεσθαι φόνωι,

### 515.3

τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.

### 515.4

ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,

### 515.5

πρώτην δὲ θυγατέρ’, ἣ πόσιν κατέκτανεν·

### 520.1

Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτ’ αἰνέσω

### 520.2

οὐδ’ ἂν προσείποιμ’· οὐδὲ σὲ ζηλῶ κακῆς

### 520.3

γυναικὸς ἐλθόνθ’ οὕνεκ’ ἐς Τροίας πέδον.

### 520.4

ἀμυνῶ δ’ ὅσονπερ δυνατός εἰμι τῶι νόμωι,

### 520.5

τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον

### 525.1

παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυς’ ἀεί.

### 525.2

ἐπεὶ τίν’ εἶχες, ὦ τάλας, ψυχὴν τότε,

### 525.3

ὅτ’ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακὰ

### 525.4

δακρύοις γέροντ’ ὀφθαλμὸν ἐκτήκω τάλας.

### 530.1

ἓν γοῦν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ·

### 530.2

μισῆι γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,

### 530.3

μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων

### 530.4

ἄλλων ἀκούειν δεῖ μ’, ἅ γ’ εἰσορᾶν πάρα;

### 530.5

ὡς οὖν ἂν εἰδῆις, Μενέλεως, τοῖσιν θεοῖς

### 535.1

μὴ πρᾶσς’ ἐναντί’, ὠφελεῖν τοῦτον θέλων,

### 535.2

ἔα δ’ ὑπ’ ἀστῶν καταφονευθῆναι πέτροις

### 535.3

[ἢ μὴ ’πίβαινε Σπαρτιάτιδος χθονός].

### 535.4

θυγάτηρ δ’ ἐμὴ θανοῦς’ ἔπραξεν ἔνδικα·

### 535.5

ἀλλ’ οὐχὶ πρὸς τοῦδ’ εἰκὸς ἦν αὐτὴν θανεῖν.

### 540.1

ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ’ ἀνὴρ

### 540.2

πλὴν ἐς θυγατέρας· τοῦτο δ’ οὐκ εὐδαιμονῶ.

### 540.3

Χο. ζηλωτὸς ὅστις ηὐτύχησεν ἐς τέκνα

### 540.4

καὶ μὴ ’πισήμους συμφορὰς ἐκτήσατο.

### 540.5

Ορ. ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν

### 545

[ὅπου σε μέλλω σήν τε λυπήσειν φρένα]·

### 548.1

ἀπελθέτω δὲ τοῖς λόγοισιν ἐκποδὼν τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μ’ ἐκπλήσσει λόγου, καὶ καθ’ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.

### 548.2

τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν·

### 548.3

πατὴρ μὲν ἐφύτευσέν με, σὴ δ’ ἔτικτε παῖς,

### 548.4

τὸ σπέρμ’ ἄρουρα παραλαβοῦς’ ἄλλου πάρα.

### 548.5

[ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτ’ ἄν.

### 555.1

ἐλογισάμην οὖν τῶι γένους ἀρχηγέτηι

### 555.2

μᾶλλόν μ’ ἀμῦναι τῆς ὑποστάσης τροφάς.]

### 546.1

ἐγὼ δ’ ἀνόσιός εἰμι μητέρα κτανών,

### 546.2

ὅσιος δέ γ’ ἕτερον ὄνομα, τιμωρῶν πατρί.

### 557.1

ἡ σὴ δὲ θυγάτηρ (μητέρ’ αἰδοῦμαι λέγειν)

### 557.2

ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν

### 557.3

ἐς ἀνδρὸς ἤιει λέκτρ’· ἐμαυτόν, ἢν λέγω

### 560.1

κακῶς ἐκείνην, ἐξερῶ, λέξω δ’ ὅμως·

### 560.2

[Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις·]

### 560.3

τοῦτον κατέκτειν’, ἐπὶ δ’ ἔθυσα μητέρα,

### 560.4

ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.

### 560.5

ἐφ’ οἷς δ’ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,

### 565.1

ἄκουσον ὡς ἅπασαν Ἑλλάδ’ ὠφελῶ.

### 565.2

εἰ γὰρ γυναῖκες ἐς τόδ’ ἥξουσιν θράσους,

### 565.3

ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι

### 565.4

ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,

### 565.5

παρ’ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις,

### 570.1

ἐπίκλημ’ ἐχούσαις ὅτι τύχοι. δράσας δ’ ἐγὼ

### 570.2

δείν’, ὡς σὺ κομπεῖς, τόνδ’ ἔπαυσα τὸν νόμον.

### 570.3

μισῶν δὲ μητέρ’ ἐνδίκως ἀπώλεσα,

### 570.4

ἥτις μεθ’ ὅπλων ἄνδρ’ ἀπόντ’ ἐκ δωμάτων

### 570.5

πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην

### 575.1

προύδωκε κοὐκ ἔσως’ ἀκήρατον λέχος·

### 575.2

ἐπεὶ δ’ ἁμαρτοῦς’ ἤισθετ’, οὐχ αὑτῆι δίκην

### 575.3

ἐπέθηκεν, ἀλλ’, ὡς μὴ δίκην δοίη πόσει,

### 575.4

ἐζημίωσε πατέρα κἀπέκτειν’ ἐμόν.

### 585.1

σύ τοι φυτεύσας θυγατέρ’, ὦ γέρον, κακὴν

### 585.2

ἀπώλεσάς με· διὰ τὸ κείνης γὰρ θράσος

### 585.3

πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.

### 579

πρὸς θεῶν—ἐν οὐ καλῶι μὲν ἐμνήσθην θεῶν,

### 580.1

φόνου δικαστῶν· εἰ δὲ δὴ τὰ μητέρος

### 580.2

σιγῶν ἐπήινουν, τί μ’ ἂν ἔδρας’ ὁ κατθανών;

### 580.3

οὐκ ἄν με μισῶν ἀνεχόρευ’ Ἐρινύσιν;

### 580.4

ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,

### 580.5

τῶι δ’ οὐ πάρεισι, μᾶλλον ἠδικημένωι;

### 588.1

[ὁρᾶις; Ὀδυσσέως ἄλοχον οὐ κατέκτανεν

### 588.2

Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,

### 590.1

μένει δ’ ἐν οἴκοις ὑγιὲς εὐνατήριον.]

### 590.2

ὁρᾶις Ἀπόλλων’, ὃς μεσομφάλους ἕδρας

### 590.3

ναίων βροτοῖσι στόμα νέμει σαφέστατον;

### 590.4

[ὧι πειθόμεσθα πάνθ’ ὅς’ ἂν κεῖνος λέγηι.]

### 590.5

τούτωι πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.

### 595.1

ἐκεῖνον ἡγεῖσθ’ ἀνόσιον καὶ κτείνετε·

### 595.2

ἐκεῖνος ἥμαρτ’, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;

### 595.3

ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι

### 595.4

μίασμα λῦσαι; ποῖ τις οὖν ἔτ’ ἂν φύγοι,

### 595.5

εἰ μὴ κελεύσας ῥύσεταί με μὴ θανεῖν; ἀλλ’ ὡς μὲν οὐκ εὖ μὴ λέγ’ εἴργασται τάδε,

### 595.6

ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.

### 595.7

[γάμοι δ’ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,

### 595.8

μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ, τά τ’ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.]

### 605.1

Χο. ἀεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς

### 605.2

ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυσχερέστερον.

### 605.3

Τυ. ἐπεὶ θρασύνηι κοὐχ ὑποστέλληι λόγωι,

### 605.4

οὕτω δ’ ἀμείβηι μ’ ὥστε μ’ ἀλγῆσαι φρένα,

### 605.5

μᾶλλόν μ’ ἀνάψεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·

### 610.1

καλὸν πάρεργον δ’ αὐτὸ θήσομαι πόνων

### 610.2

ὧν οὕνεκ’ ἦλθον θυγατρὶ κοσμήσων τάφον.

### 610.3

μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον

### 610.4

ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν

### 610.5

σοὶ σῆι τ’ ἀδελφῆι, λεύσιμον δοῦναι δίκην.

### 615.1

μᾶλλον δ’ ἐκείνη σοῦ θανεῖν ἐστ’ ἀξία,

### 615.2

ἣ τῆι τεκούσηι ς’ ἠγρίως’, ἐς οὖς ἀεὶ

### 615.3

πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,

### 615.4

ὄνειδος ἀγγέλλουσα τἀγαμέμνονος

### 615.5

καὶ τοῦθ’ ὃ μισήσειαν Αἰγίσθου λέχος

### 620.1

οἱ νέρτεροι θεοί (καὶ γὰρ ἐνθάδ’ ἦν πικρόν),

### 620.2

ἕως ὑφῆψε δῶμ’ ἀνηφαίστωι πυρί.

### 620.3

Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·

### 620.4

εἰ τοὐμὸν ἔχθος ἐναριθμῆι κῆδός τ’ ἐμόν, μὴ τῶιδ’ ἀμύνειν φόνον, ἐναντίον θεοῖς,

### 625.1

[ἔα δ’ ὑπ’ ἀστῶν καταφονευθῆναι πέτροις,]

### 625.2

ἢ μὴ ’πίβαινε Σπαρτιάτιδος χθονός.

### 625.3

τοσαῦτ’ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς

### 625.4

ἕληι, παρώσας εὐσεβεστέρους φίλους·

### 625.5

ἡμᾶς δ’ ἀπ’ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.

### 630.1

Ορ. στεῖχ’, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος

### 630.2

πρὸς τόνδ’ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.

### 630.3

Μενέλαε, ποῖ σὸν πόδ’ ἐπὶ συννοίαι κυκλεῖς,

### 630.4

διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;

### 630.5

Με. ἔασον· ἐν ἐμαυτῶι τι συννοούμενος

### 635.1

ὅπηι τράπωμαι τῆς τύχης ἀμηχανῶ.

### 635.2

Ορ. μή νυν πέραινε τὴν δόκησιν, ἀλλ’ ἐμοὺς

### 635.3

λόγους ἀκούσας πρόσθε βουλεύου τότε.

### 635.4

Με. λέγ’· εὖ γὰρ εἶπας· ἔστι δ’ οὗ σιγὴ λόγου

### 635.5

κρείσσων γένοιτ’ ἄν, ἔστι δ’ οὗ σιγῆς λόγος.

### 640.1

Ορ. λέγοιμ’ ἂν ἤδη· τὰ μακρὰ τῶν σμικρῶν λόγων

### 640.2

ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλυεῖν.

### 640.3

ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,

### 640.4

ἃ δ’ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.

### 640.5

[οὐ χρήματ’ εἶπον, χρήματ’, ἢν ψυχὴν ἐμὴν

### 645.1

σώσηις, ἅπερ μοι φίλτατ’ ἐστὶ τῶν ἐμῶν.] ἀδικῶ· λαβεῖν χρή μ’ ἀντὶ τοῦδε τοῦ κακοῦ

### 645.2

ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ

### 645.3

ἀδίκως ἀθροίσας Ἑλλάδ’ ἦλθ’ ὑπ’ Ἴλιον,

### 645.4

οὐκ ἐξαμαρτὼν αὐτὸς ἀλλ’ ἁμαρτίαν τῆς σῆς γυναικὸς ἀδικίαν τ’ ἰώμενος·

### 652.1

ἀπέδοτο δ’, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,

### 652.2

τὸ σῶμ’ ἀληθῶς, σοὶ παρ’ ἀσπίδ’ ἐκπονῶν,

### 652.3

ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.

### 655.1

ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτ’ ἐκεῖ λαβών,

### 655.2

μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ

### 655.3

σωτήριος στάς, μὴ δέκ’ ἐκπλήσας ἔτη.

### 651

ἓν μὲν τόδ’ ἡμῖν ἀνθ’ ἑνὸς δοῦναί σε χρή·

### 658.1

ἃ δ’ Αὐλὶς ἔλαβε σφάγι’ ἐμῆς ὁμοσπόρου,

### 658.2

ἐῶ ς’ ἔχεν ταῦθ’· Ἑρμιόνην μὴ κτεῖνε σύ·

### 660.1

δεῖ γάρ ς’ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν

### 660.2

πλέον φέρεσθαι κἀμὲ συγγνώμην ἔχειν.

### 660.3

ψυχὴν δ’ ἐμὴν δὸς τῶι ταλαιπώρωι πατρί

### 660.4

[κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον]·

### 660.5

θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.

### 665.1

ἐρεῖς· Ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλους

### 665.2

ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·

### 665.3

ὅταν δ’ ὁ δαίμων εὖ διδῶι, τί δεῖ φίλων;

### 665.4

ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.

### 665.5

φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·

### 670.1

κοὐχ ὑποτρέχων σε τοῦτο θωπείαι λέγω·

### 670.2

ταύτης ἱκνοῦμαί σ’—ὦ μέλεος ἐγώ, κακὸν

### 670.3

ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ·

### 670.4

ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.

### 670.5

ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς

### 675.1

θανόντ’ ἀκούειν τάδε δόκει, ποτωμένην

### 675.2

ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἁγὼ λέγω.

### 675.3

[ταῦτ’ εἴς τε δάκρυα καὶ γόους καὶ συμφορὰς]

### 675.4

εἴρηκα κἀπήιτηκα, τὴν σωτηρίαν

### 675.5

θηρῶν, ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.

### 680.1

Χο. κἀγώ ς’ ἱκνοῦμαι καὶ γυνή περ οὖς’ ὅμως

### 680.2

τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δ’ εἶ.

### 680.3

Με. Ὀρέστ’, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα

### 680.4

καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·

### 680.5

καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ

### 685.1

συνεκκομίζειν, δύναμιν ἢν διδῶι θεός,

### 685.2

θνήισκοντα καὶ κτείνοντα τοὺς ἐναντίους.

### 685.3

τοῦ δ’ αὖ δύνασθαι πρὸς θεῶν χρήιζω τυχεῖν·

### 685.4

ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ

### 685.5

ἔχων, πόνοισι μυρίοις ἀλώμενος,

### 690.1

σμικρᾶι σὺν ἀλκῆι τῶν λελειμμένων φίλων.

### 690.2

μάχηι μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις

### 690.3

δυναίμεθ’, ἐνταῦθ’ ἐλπίδος προήκομεν.

### 690.4

[σμικροῖσι μὲν γὰρ τὰ μεγάλα πῶς ἕλοι τις ἂν

*[crux: μὲν γὰρ τὰ]*

### 695.1

πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε.]

### 695.2

ὅταν γὰρ ἡβᾶι δῆμος εἰς ὀργὴν πεσών,

### 695.3

ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·

### 695.4

εἰ δ’ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν

### 695.5

χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος, ἴσως ἂν ἐκπνεύσειεν· ἢν δ’ ἀνῆι πνοάς,

### 695.6

τύχοις ἂν αὐτοῦ ῥαιδίως ὅσον θέλεις.

### 695.7

[ἔνεστι δ’ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,

### 695.8

καραδοκοῦντι κτῆμα τιμιώτατον.]

### 695.9

ἐλθὼν δ’ ἐγώ σοι Τυνδάρεων πειράσομαι

### 705.1

πόλινθτε πεῖσαι τῶι λίαν χρῆσθαι καλῶς.

### 705.2

[καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ ἔβαψεν, ἔστη δ’ αὖθις ἢν χαλᾶι πόδα.]

### 705.3

μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,

### 705.4

μισοῦσι δ’ ἀστοί· δεῖ δέ μ’ (οὐκ ἄλλως λέγω)

### 710.1

σώιζειν σε σοφίαι, μὴ βίαι τῶν κρεισσόνων.

### 710.2

ἀλλῆι δέ ς’ οὐκ ἄν, ἧι σὺ δοξάζεις ἴσως,

### 710.3

σώσαιμ’ ἄν· οὐ γὰρ ῥάιδιον λόγχηι μιᾶι

### 710.4

στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.

### 710.5

[οὐ γάρ ποτ’ Ἄργους γαῖαν εἰς τὸ μαλθακὸν

### 715.1

προσηγόμεσθα· νῦν δ’ ἀναγκαίως ἔχει

### 715.2

δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης.]

### 715.3

Ορ. ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν

### 715.4

τἄλλ’ οὐδέν, ὦ κάκιστε, τιμωρεῖν φίλοις,

### 720.1

φεύγεις ἀποστραφείς με, τὰ δ’ Ἀγαμέμνονος

### 720.2

φροῦδ’; ἄφιλος ἦσθ’ ἄρ’, ὦ πάτερ, πράσσων κακῶς.

### 720.3

οἴμοι, προδέδομαι, κοὐκέτ’ εἰσὶν ἐλπίδες

### 720.4

ὅπηι τραπόμενος θάνατον Ἀργείων φύγω·

### 720.5

οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.

### 725.1

ἀλλ’ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν

### 725.2

Πυλάδην δρόμωι στείχοντα Φωκέων ἄπο,

### 725.3

ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.

### 725.4

ΠΥΛΑΔΗΣ

### 729

θᾶσσον ἤ μ’ ἐχρῆν προβαίνων ἱκόμην δι’ ἄστεως,

### 730.1

σύλλογον πόλεως ἀκούσας ὄντ’, ἰδὼν δ’ αὐτὸς σαφῶς

### 730.2

[ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα].

### 730.3

τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθ’ ἡλίκων ἐμοὶ

### 730.4

καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδ’ εἶ σύ μοι.

### 730.5

Ορ. οἰχόμεσθ’, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.

### 735.1

Πυ. συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.

### 735.2

Ορ. Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν ...

### 735.3

Πυ. εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.

### 735.4

Ορ. ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.

### 735.5

Πυ. ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδ’ ἀφιγμένος χθόνα;

### 740.1

Ορ. χρόνιος· ἀλλ’ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.

### 740.2

Πυ. καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;

### 740.3

Ορ. οὐκ ἐκεῖνος ἀλλ’ ἐκείνη κεῖνον ἐνθάδ’ ἤγαγεν. Πυ. ποῦ ’στὶν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;

### 740.4

Ορ. ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδ’ ἐμοὺς καλεῖν χρεών.

### 745.1

Πυ. σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτωι πατρός;

### 745.2

Ορ. μή μ’ ἰδεῖν θανόνθ’ ὑπ’ ἀστῶν καὶ κασιγνήτην ἐμήν.

### 745.3

Πυ. πρὸς θεῶν, τί πρὸς τάδ’ εἶπε; τόδε γὰρ εἰδέναι θέλω.

### 745.4

Ορ. ηὐλαβεῖθ’, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.

### 745.5

Πυ. σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντ’ ἔχω μαθών. Ορ. οὖτος ἦλθ’, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.

### 745.6

Πυ. Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος.

### 745.7

Ορ. αἰσθάνηι· τὸ τοῦδε κῆδος μᾶλλον εἵλετ’ ἢ πατρός.

### 745.8

Πυ. κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;

### 745.9

Ορ. οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δ’ ἄλκιμος.

### 755.1

Πυ. ἐν κακοῖς ἄρ’ εἶ μεγίστοις· καί ς’ ἀναγκαῖον θανεῖν;

### 755.2

Ορ. ψῆφον ἀμφ’ ἡμῶν πολίτας ἐπὶ φόνωι θέσθαι χρεών.

### 755.3

Πυ. ἣ κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι.

### 755.4

Ορ. ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι. Πυ. φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτηι σέθεν.

### 760.1

Ορ. οὐχ ὁρᾶις; φυλασσόμεσθα φρουρίοισι πανταχῆι.

### 760.2

Πυ. εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφαργμένας.

### 760.3

Ορ. ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.

### 760.4

Πυ. κἀμὲ νῦν ὅρα τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.

### 760.5

Ορ. πρὸς τίνος; τοῦτ’ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.

### 765.1

Πυ. Στρόφιος ἤλασέν μ’ ἀπ’ οἴκων φυγάδα θυμωθεὶς πατήρ.

### 765.2

Ορ. ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;

### 765.3

Πυ. ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.

### 765.4

Ορ. ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.

### 765.5

Πυ. οὐχὶ Μενέλεω τρόποισι χρώμεθ’· οἰστέον τάδε.

### 770.1

Ορ. οὐ φοβῆι μή ς’ Ἄργος ὥσπερ κἄμ’ ἀποκτεῖναι θέληι;

### 770.2

Πυ. οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῆι.

### 770.3

Ορ. δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.

### 770.4

Πυ. ἀλλ’ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύους’ ἀεί. Ορ. εἶἑν· ἐς κοινὸν λέγειν χρή. Πυ. τίνος ἀναγκαίου πέρι;

### 775.1

Ορ. εἰ λέγοιμ’ ἀστοῖσιν ἐλθών ... Πυ. ὡς ἔδρασας ἔνδικα;

### 775.2

Ορ. πατρὶ τιμωρῶν ἐμαυτοῦ; Πυ. μὴ λάβωσί ς’ ἄσμενοι.

### 775.3

Ορ. ἀλλ’ ὑποπτήξας σιωπῆι κατθάνω; Πυ. δειλὸν τόδε.

### 775.4

Ορ. πῶς ἂν οὖν δρώιην; Πυ. ἔχεις τιν’, ἢν μένηις, σωτηρίαν;

### 775.5

Ορ. οὐκ ἔχω. Πυ. μολόντι δ’ ἐλπίς ἐστι σωθῆναι κακῶν;

### 780.1

Ορ. εἰ τύχοι, γένοιτ’ ἄν. Πυ. οὔκουν τοῦτο κρεῖσσον ἢ μένειν;

### 780.2

Ορ. ἀλλὰ δῆτ’ ἔλθω; Πυ. θανὼν γοῦν ὧδε κάλλιον θανῆι.

### 783

Ορ. εὖ λέγεις· φεύγω τὸ δειλὸν τῆιδε. Πυ. μᾶλλον ἢ

### 783

μένων.

### 782

Ορ. καὶ τὸ πρᾶγμά γ’ ἔνδικόν μοι. Πυ. τοῦ δοκεῖν ἔχου

### 782

μόνον.

### 784

Ορ. καί τις ἄν γέ μ’ οἰκτίσειε ... Πυ. μέγα γὰρ ηὑγένειά σου.

### 785

Ορ. θάνατον ἀσχάλλων πατρῶιον. Πυ. πάντα ταῦτ’ ἐν

### 785.1

ὄμμασιν.

### 785.2

Ορ. ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν. Πυ. αἰνῶ τάδε.

### 785.3

Ορ. ἦ λέγωμεν οὖν ἀδελφῆι ταῦτ’ ἐμῆι; Πυ. μὴ πρὸς θεῶν.

### 785.4

Ορ. δάκρυα γοῦν γένοιτ’ ἄν. Πυ. οὔκουν οὗτος οἰωνὸς

### 788.1

μέγας;

### 788.2

Ορ. δηλαδὴ σιγᾶν ἄμεινον. Πυ. τῶι χρόνωι γε κερδανεῖς.

### 790

Ορ. κεῖνό μοι μόνον πρόσαντες ... Πυ. τί τόδε καινὸν αὖ

### 790.1

λέγεις;

### 790.2

Ορ. μὴ θεαί μ’ οἴστρωι κατάσχως’. Πυ. ἀλλὰ κηδεύσω ς’ ἐγώ.

### 790.3

Ορ. δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός. Πυ. οὐκ ἔμοιγε σοῦ.

### 790.4

Ορ. εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς. Πυ. τὸ δ’ οὖν ἴτω.

### 790.5

Ορ. οὐκ ἄρ’ ὀκνήσεις; Πυ. ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.

### 795

Ορ. ἕρπε νυν οἴαξ ποδός μοι ... Πυ. φίλα γ’ ἔχων

### 795.1

κηδεύματα.

### 795.2

Ορ. καί με πρὸς τύμβον πόρευσον πατρός. Πυ. ὡς τί δὴ τόδε;

### 795.3

Ορ. ὥς νιν ἱκετεύσω με σῶσαι. Πυ. τό γε δίκαιον ὧδ’ ἔχει.

### 795.4

Ορ. μητέρος δὲ μὴ ’σίδοιμι μνῆμα. Πυ. πολεμία γὰρ ἦν.

### 795.5

ἀλλ’ ἔπειγ’, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕληι, περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσωι·

### 795.6

ὡς ἐγὼ δι’ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,

### 795.7

οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος, εἴ σε μὴ ’ν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;

*[crux: σε μὴ ’ν δειναῖσιν ὄντα]*

### 795.8

Ορ. τοῦτ’ ἐκεῖνο· κτᾶσθ’ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον·

### 805.1

ὡς ἀνὴρ ὅστις τρόποισι συντακῆι, θυραῖος ὤν,

### 805.2

μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.

### 805.3

Χο. ὁ μέγας ὄλβος ἅ τ’ ἀρετὰ

### 805.4

μέγα φρονοῦς’ ἀν’ Ἑλλάδα καὶ

### 805.5

παρὰ Σιμουντίοις ὀχετοῖς

### 810.1

πάλιν ἀνῆλθ’ ἐξ εὐτυχίας Ἀτρείδαις

### 810.2

πάλιν παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,

### 810.3

ὁπότε χρυσέας ἔρις ἀρ‐

### 810.4

νὸς ἤλυθε Τανταλίδαις

*[crux: ἤλυθε]*

### 810.5

οἰκτρότατα θοινάματα καὶ

### 815.1

σφάγια γενναίων τεκέων·

### 815.2

ὅθεν πόνωι πόνος ἐξαμεί‐

### 815.3

βων δι’ αἵματος οὐ προλεί‐

### 815.4

πει δισσοῖσιν Ἀτρείδαις.

### 815.5

τὸ καλὸν οὐ καλόν, τοκέων

### 820.1

πυριγενεῖ τεμεῖν παλάμαι

### 820.2

χρόα, μελάνδετον δὲ φόνωι ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι·

### 820.3

τὸ δ’ εὖ κακουργεῖν ἀσέβεια ποικίλα

### 820.4

κακοφρόνων τ’ ἀνδρῶν παράνοι‐

### 825.1

α. θανάτου γὰρ ἀμφὶ φόβωι

### 825.2

Τυνδαρὶς ἰάχησε τάλαι‐

### 825.3

να· Τέκνον, οὐ τολμᾶις ὅσια

### 825.4

κτείνων σὰν ματέρα· μὴ πατρώι‐

### 825.5

αν τιμῶν χάριν ἐξανά‐

### 830.1

ψηι δύσκλειαν ἐς αἰεί.

### 830.2

τίς νόσος ἢ τίνα δάκρυα καὶ

### 830.3

τίς ἔλεος μείζων κατὰ γᾶν

### 830.4

ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;

### 830.5

οἷον ἔργον τελέσας

### 835.1

βεβάκχευται μανίαις,

### 835.2

Εὐμενίσι θήραμα, φόβον

### 835.3

δρομάσι δινεύων βλεφάροις, Ἀγαμεμνόνιος παῖς.

### 835.4

ὦ μέλεος, ματρὸς ὅτ’ ἐκ

### 840.1

χρυσεοπηνήτων φαρέων

### 840.2

μαστὸν ὑπερτέλλοντ’ ἐσιδὼν

### 840.3

σφάγιον ἔθετο ματέρα, πατρώι‐

### 840.4

ων παθέων ἀμοιβάν.

### 840.5

Ηλ. γυναῖκες, ἦ που τῶνδ’ ἀφώρμηται δόμων

### 845.1

τλήμων Ὀρέστης θεομανεῖ λύσσηι δαμείς;

### 845.2

Χο. ἥκιστα· πρὸς δ’ Ἀργεῖον οἴχεται λεών

### 845.3

[ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι

### 845.4

δώσων, ἐν ὧι ζῆν ἢ θανεῖν ὑμᾶς χρεών].

### 845.5

Ηλ. οἴμοι· τί χρῆμ’ ἔδρασε; τίς δ’ ἔπεισέ νιν; Χο. Πυλάδης· ἔοικε δ’ οὐ μακρὰν ὅδ’ ἄγγελος

### 845.6

λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.

### 845.7

ΑΓΓΕΛΟΣ

### 852.1

[ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου]

### 852.2

Ἀγαμέμνονος παῖ, πότνι’ Ἠλέκτρα, λόγους

### 852.3

ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.

### 855.1

Ηλ. αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγωι.

### 855.2

[κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.] Αγ. ψήφωι Πελασγῶν σὸν κασίγνητον θανεῖν

### 855.3

καὶ ς’, ὦ τάλαιν’, ἔδοξε τῆιδ’ ἐν ἡμέραι.

### 855.4

Ηλ. οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη

### 860.1

πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.

### 860.2

ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι

### 860.3

καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;

### 860.4

λέγ’, ὦ γεραιέ· πότερα λευσίμωι χερὶ

### 860.5

ἢ διὰ σιδήρου πνεῦμ’ ἀπορρῆξαί με δεῖ,

### 865.1

κοινὰς ἀδελφῶι συμφορὰς κεκτημένην;

### 865.2

Αγ. ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω

### 865.3

βαίνων, πυθέσθαι δεόμενος τά τ’ ἀμφὶ σοῦ

### 865.4

τά τ’ ἀμφ’ Ὀρέστου· σῶι γὰρ εὔνοιαν πατρὶ

### 865.5

ἀεί ποτ’ εἶχον, καί μ’ ἔφερβε σὸς δόμος

### 870.1

πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.

### 870.2

ὁρῶ δ’ ὄχλον στείχοντα καὶ θάσσοντ’ ἄκραν,

### 870.3

οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτωι δίκας

### 870.4

διδόντ’ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.

### 870.5

ἀστῶν δὲ δή τιν’ ἠρόμην ἄθροισμ’ ἰδών·

### 875.1

Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα

### 875.2

ἄγγελμ’ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;

### 875.3

ὁ δ’ εἶπ’· Ὀρέστην κεῖνον οὐχ ὁρᾶις πέλας

### 875.4

στείχοντ’, ἀγῶνα θανάσιμον δραμούμενον;

### 875.5

ὁρῶ δ’ ἄελπτον φάσμ’, ὃ μήποτ’ ὤφελον,

### 880.1

Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθ’ ὁμοῦ,

### 880.2

τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσωι, τὸν δ’ ὥστ’ ἀδελφὸν ἴσα φίλωι λυπούμενον,

### 880.3

νόσημα κηδεύοντα παιδαγωγίαι.

### 880.4

ἐπεὶ δὲ πλήρης ἐγένετ’ Ἀργείων ὄχλος,

### 885.1

κῆρυξ ἀναστὰς εἶπε· Τίς χρήιζει λέγειν,

### 885.2

πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,

### 885.3

μητροκτονοῦντα; κἀπὶ τῶιδ’ ἀνίσταται

### 885.4

Ταλθύβιος, ὃς σῶι πατρὶ συνεπόρθχι Φρύγας·

### 885.5

ἔλεξε δ’, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,

### 890.1

διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,

### 890.2

σὸν δ’ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς

### 890.3

λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους

### 890.4

ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δ’ ὄμμ’ ἀεὶ

### 890.5

φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.

### 895.1

[τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ

### 895.2

πηδῶς’ ἀεὶ κήρυκες· ὅδε δ’ αὐτοῖς φίλος,

### 895.3

ὃς ἂν δύνηται πόλεος ἔν τ’ ἀρχαῖσιν ἦι.]

### 895.4

ἐπὶ τῶιδε δ’ ἠγόρευε Διομήδης ἄναξ·

### 895.5

οὗτος κτανεῖν μὲν οὔτε ς’ οὔτε σύγγονον εἴα, φυγῆι δὲ ζημιοῦντας εὐσεβεῖν.

### 895.6

ἐπερρόθησαν δ’ οἱ μὲν ὡς καλῶς λέγοι, οἱ δ’ οὐκ ἐπήινουν. κἀπὶ τῶιδ’ ἀνίσταται

### 895.7

ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει·

### 895.8

[Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,

### 905.1

θορύβωι τε πίσυνος κἀμαθεῖ παρρησίαι,

### 905.2

πιθανὸς ἔτ’ αὐτοὺς περιβαλεῖν κακῶι τινι.

### 905.3

ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς

### 905.4

πείθηι τὸ πλῆθος, τῆι πόλει κακὸν μέγα·

### 905.5

ὅσοι δὲ σὺν νῶι χρηστὰ βουλεύους’ ἀεί,

### 910.1

κἂν μὴ παραυτίκ’, αὖθίς εἰσι χρήσιμοι

### 910.2

πόλει. θεᾶσθαι δ’ ὧδε χρὴ τὸν προστάτην

### 910.3

ἰδόνθ’· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται

### 910.4

τῶι τοὺς λόγους λέγοντι καὶ τιμωμένωι.]

### 910.5

ὃς εἶπ’ Ὀρέστην καὶ ς’ ἀποκτεῖναι πέτροις

### 915.1

βάλλοντας, ὑπὸ δ’ ἔτεινε Τυνδάρεως λόγους

### 915.2

[τῶι σφὼ κατακτείνοντι τοιούτους λέγειν].

### 915.3

ἄλλος δ’ ἀναστὰς ἔλεγε τῶιδ’ ἐναντία,

### 915.4

μορφῆι μὲν οὐκ εὐωπός, ἀνδρεῖος δ’ ἀνήρ,

### 915.5

ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,

### 920.1

αὐτουργός, οἵπερ καὶ μόνοι σώιζουσι γῆν, ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,

### 920.2

ἀκέραιον ἀνεπίπληκτον ἠσκηκὼς βίον·

### 920.3

ὃς εἶπ’ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος

### 920.4

στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,

### 925.1

κακὴν γυναῖκα κἄθεον κατακτανών,

### 925.2

ἣ κεῖν’ ἀφήιρει, μήθ’ ὁπλίζεσθαι χέρα

### 925.3

μήτε στρατεύειν ἐκλιπόντα δώματα,

### 925.4

εἰ τἄνδον οἰκουρήμαθ’ οἱ λελειμμένοι

### 925.5

φθεροῦσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.

### 930.1

καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.

### 930.2

κοὐδεὶς ἔτ’ εἶπε· σὸς δ’ ἐπῆλθε σύγγονος,

### 930.3

ἔλεξε δ’· Ὦ γῆν Ἰνάχου κεκτημένοι

### 930.4

[πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον],

### 930.5

ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ

### 935.1

ἔκτεινα μητέρ’· εἰ γὰρ ἀρσένων φόνος

### 935.2

ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτ’ ἔτ’ ἂν

### 935.3

θνήισκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών.

### 935.4

[τοὐναντίον δὲ δράσετ’ ἢ δρᾶσαι χρεών· νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρ’ ἐμοῦ πατρὸς

### 940.1

τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτ’ ἐμέ,

### 940.2

ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνήισκων τις ἄν·

### 940.3

ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.]

### 940.4

ἀλλ’ οὐκ ἔπειθ’ ὅμιλον, εὖ δοκῶν λέγειν·

### 940.5

νικᾶι δ’ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει χερῶν,

### 945.1

ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.

### 945.2

μόλις δ’ ἔπεισε μὴ πετρούμενος θανεῖν

### 945.3

τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῆι

### 945.4

ὑπέσχετ’ ἐν τῆιδ’ ἡμέραι λείψειν βίον

### 945.5

σὺν σοί. πορεύει δ’ αὐτὸν ἐκκλήτων ἄπο Πυλάδης δακρύων, σὺν δ’ ὁμαρτοῦσιν φίλοι

### 945.6

κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι

### 945.7

πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.

### 945.8

ἀλλ’ εὐτρέπιζε φάσγαν’ ἢ βρόχον δέρηι,

### 945.9

ὡς δεῖ λιπεῖν σε φέγγος· ηὑγένεια δὲ

### 955.1

οὐδέν ς’ ἐπωφέλησεν, οὐδ’ ὁ Πύθιον

### 955.2

τρίποδα καθίζων Φοῖβος, ἀλλ’ ἀπώλεσεν.

### 955.3

[Χο. ὦ δυστάλαινα παρθέν’, ὡς ξυνηρεφὲς

### 955.4

πρόσωπον ἐς γῆν σὸν βαλοῦς’ ἄφθογγος εἶ, ὡς ἐς στεναγμοὺς καὶ γόους δραμουμένη.]

### 960.1

Χο. κατάρχομαι στεναγμόν, ὦ Πελασγία,

### 960.2

τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηΐδων,

### 960.3

αἱματηρὸν ἄταν,

### 960.4

κτύπον τε κρατός, ὃν ἔλαχ’ ἁ κατὰ χθονὸς

### 960.5

νερτέρων Περσέφασσα καλλίπαις θεά.

*[crux: Περσέφασσα καλλίπαις θεά]*

### 965

ἰαχείτω δὲ γᾶ

### 966a

Κυκλωπία, σίδαρον ἐπὶ

### 966b

κάρα τιθεῖσα κούριμον,

### 967.1

πήματ’ οἴκων.

### 967.2

ἔλεος ἔλεος ὅδ’ ἔρχεται

### 967.3

τῶν θανουμένων ὕπερ,

### 970.1

στρατηλατᾶν Ἑλλάδος ποτ’ ὄντων.

### 970.2

βέβακε γὰρ βέβακεν, οἴχεται τέκνων

### 970.3

πρόπασα γέννα Πέλοπος ὅ τ’ ἐπὶ μακαρίοις

### 970.4

ζῆλος ὤν ποτ’ οἴκοις·

### 970.5

φθόνος νιν εἷλε θεόθεν ἅ τε δυσμενὴς

### 975.1

φοινία ψῆφος ἐν πολίταις.

### 975.2

ἰώ, ὦ πανδάκρυτ’

### 977a

ἐφαμέρων ἔθνη πολύπο‐

### 977b

να, λεύσσεθ’ ὡς παρ’ ἐλπίδας

### 978.1

μοῖρα βαίνει.

### 978.2

ἕτερα δ’ ἕτερον ἀμείβεται

### 980.1

πήματ’ ἐν χρόνωι μακρῶι·

### 980.2

βροτῶν δ’ ὁ πᾶς ἀστάθμητος αἰών.

### 982a

〈Ηλ.〉 μόλοιμι τὰν οὐρανοῦ

### 982b

μέσον χθονός 〈τε〉 τεταμέναν

### 983a

αἰωρήμασιν

### 983b

πέτραν ἁλύσεσι χρυσέαις,

### 984a

φερομέναν δίναισι,

### 984b

βῶλον ἐξ Ὀλύμπου,

### 985.1

ἵν’ ἐν θρήνοισιν ἀναβοάσω

### 985.2

γέροντι πατέρι Ταντάλωι, ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμήθεν, δόμων

### 985.3

ἃς κατεῖδον ἄτας·

### 985.4

ποτανὸν μὲν δίωγμα πώλων,

### 990

τεθριπποβάμονι στόλωι

### 991a

Πέλοψ ὅτ’ ἐπὶ πελάγεσι διε‐

### 991b

δίφρευσε Μυρτίλου φόνον

### 992.1

δικὼν ἐς οἶδμα πόντου,

### 992.2

λευκοκύμοσιν πρὸς Γεραιστίαις

### 992.3

ποντίων σάλων

### 995.1

ἀϊόσιν ἁρματεύσας·

### 995.2

ὅθεν δόμοισι τοῖς ἐμοῖς

### 995.3

ἦλθ’ ἀρὰ πολύστονος,

### 995.4

[λόχευμα ποιμνίοισι Μαιάδος τόκου]

### 999a

τὸ χρυσόμαλλον ἀρνὸς ὁπό‐

### 999b.1

τε γένετο τέρας ὀλοὸν Ἀτρέως ἱπποβότα·

*[crux: ὀλοὸν Ἀτρέως ἱπποβότα]*

### 999b.2

ὅθεν Ἔρις τό τε πτερωτὸν

### 999b.3

Ἁλίου μετέβαλεν ἅρμα,

### 999b.4

τὰν πρὸς ἑσπέραν κέλευθον

### 1004a

οὐρανοῦ προσαρμόσας

*[crux: προσαρμόσας]*

### 1004b

μονόπωλον ἐς Ἀῶ,

### 1005.1

ἑπταπόρου τε δραμήματα Πλειάδος

### 1005.2

εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει

### 1005.3

τῶιδέ τ’ ἀμείβει θανάτους θανά‐

*[crux: τῶιδέ τ’ ἀμείβει]*

### 1005.4

των τά τ’ ἐπώνυμα δεῖπνα Θυέστου

### 1005.5

λέκτρα τε Κρήσσας Ἀερόπας δολί‐

### 1010

ας δολίοισι γάμοις· τὰ πανύστατα δ’

### 1011a

εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε

### 1011b

δόμων πολυπόνοις ἀνάγκαις.

### 1012.1

Χο. καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπει

### 1012.2

ψήφωι θανάτου κατακυρωθείς,

### 1012.3

ὅ τε πιστότατος πάντων Πυλάδης,

### 1015.1

ἰσάδελφος ἀνήρ,

### 1015.2

ἰθύνων νοσερὸν κῶλον Ὀρέστου,

*[crux: ἰθύνων νοσερὸν κῶλον Ὀρέστου]*

### 1015.3

ποδὶ κηδοσύνωι παράσειρος.

### 1015.4

Ηλ. οἲ ’γώ· πρὸ τύμβου γάρ ς’ ὁρῶς’ ἀναστένω,

### 1015.5

ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.

### 1020.1

οἲ ’γὼ μάλ’ αὖθις· ὥς ς’ ἰδοῦς’ ἐν ὄμμασιν

### 1020.2

πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.

### 1020.3

Ορ. οὐ σῖγ’ ἀφεῖσα τοὺς γυναικείους γόους

### 1020.4

στέρξεις τὰ κρανθέντ’; οἰκτρὰ μὲν τάδ’, ἀλλ’ ὅμως

### 1020.5

[φέρειν ς’ ἀνάγκη τὰς παρεστῶσας τύχας].

### 1025.1

Ηλ. καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦ τόδ’ οὐκέθ’ ἡμῖν τοῖς ταλαιπώροις μέτα.

### 1025.2

Ορ. σὺ μή μ’ ἀπόκτειν’· ἅλις ὑπ’ Ἀργείας χερὸς

### 1025.3

τέθνηχ’ ὁ τλήμων· τὰ δὲ παρόντ’ ἔα κακά.

### 1025.4

Ηλ. ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου

### 1030.1

θανάτου τ’ ἀώρου· ζῆν ἐχρῆν ς’, ὅτ’ οὐκέτ’ εἶ.

### 1030.2

Ορ. μὴ πρὸς θεῶν μοι περιβάληις ἀνανδρίαν,

### 1030.3

ἐς δάκρυα πορθμεύους’ ὑπομνήσει κακῶν.

### 1030.4

Ηλ. θανούμεθ’· οὐχ οἷόν τε μὴ στένειν κακά·

### 1030.5

πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.

### 1035.1

Ορ. τόδ’ ἦμαρ ἡμῖν κύριον· δεῖ δ’ ἢ βρόχους

### 1035.2

ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.

### 1035.3

Ηλ. σύ νύν μ’, ἀδελφέ, μή τις Ἀργείων κτάνηι,

### 1035.4

ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος δόμον.

### 1035.5

Ορ. ἅλις τὸ μητρὸς αἷμ’· ἐγὼ δέ ς’ οὐ κτενῶ,

### 1040.1

ἀλλ’ αὐτόχειρι θνῆισχ’ ὅτωι βούληι τρόπωι.

### 1040.2

Ηλ. ἔσται τάδ’· οὐδὲν σοῦ ξίφει λελείψομαι·

### 1040.3

ἀλλ’ ἀμφιθεῖναι σῆι δέρηι θέλω χέρας.

### 1040.4

Ορ. τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε, θανάτου πέλας βεβῶσι περιβαλεῖν χέρας.

### 1045.1

Ηλ. ὦ φίλτατ’, ὦ ποθεινὸν ἥδιστόν τ’ ἔχων

### 1045.2

τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.

*[crux: τῆς σῆς ἀδελφῆς ὄνομα]*

### 1045.3

Ορ. ἔκ τοί με ἔτηξας· καί ς’ ἀμείψασθαι θέλω

### 1045.4

φιλότητι χειρῶν· τί γὰρ ἔτ’ αἰδοῦμαι τάλας;

### 1045.5

[ὦ στέρν’ ἀδελφῆς, ὦ φίλον πρόσπτυγμ’ ἐμόν, τάδ’ ἀντὶ παίδων καὶ γαμηλίου λέχους

### 1045.6

προσφθέγματ’ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα.]

### 1045.7

Ηλ. φεῦ·

### 1052.1

πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι

### 1052.2

καὶ μνῆμα δέξαιθ’ ἕν, κέδρου τεχνάσματα;

### 1052.3

Ορ.δ ἥδιστ’ ἂν εἴη ταῦθ’· ὁρᾶις δὲ δὴ φίλων

### 1055.1

ὡς ἐσπανίσμεθ’, ὥστε κοινωνεῖν τάφου.

### 1055.2

Ηλ. οὐδ’ εἶφ’ ὑπὲρ σοῦ μὴ θανεῖν σπουδὴν ἔχων

### 1055.3

Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;

### 1055.4

Ορ. οὐδ’ ὄμμ’ ἔδειξεν, ἀλλ’ ἐπὶ σκήπτροις ἔχων

### 1055.5

τὴν ἐλπίδ’ ηὐλαβεῖτο μὴ σώιζειν φίλους.

### 1060.1

ἀλλ’ εἷ’ ὅπως γενναῖα κἀγαμέμνονος

### 1060.2

δράσαντε κατθανούμεθ’ ἀξιώτατα.

### 1060.3

κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει, παίσας πρὸς ἧπαρ φασγάνωι· σὲ δ’ αὖ χρεὼν

### 1060.4

ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.

### 1065.1

Πυλάδη, σὺ δ’ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,

### 1065.2

καὶ κατθανόντοιν εὖ περίστειλον δέμας

### 1065.3

θάψον τε κοινῆι πρὸς πατρὸς τύμβον φέρων.

### 1065.4

καὶ χαῖρ’· ἐπ’ ἔργον δ’, ὡς ὁρᾶις, πορεύομαι.

### 1065.5

Πυ. ἐπίσχες· ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω,

### 1070.1

εἰ ζῆν με χρήιζειν σοῦ θανόντος ἤλπισας.

### 1070.2

Ορ. τί γὰρ προσήκει κατθανεῖν ς’ ἐμοῦ μέτα;

### 1070.3

Πυ. ἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;

### 1070.4

Ορ. οὐκ ἔκτανες σὺ μητέρ’, ὡς ἐγὼ τάλας.

### 1070.5

Πυ. σὺν σοί γε κοινῆι· ταὐτὰ καὶ πάσχειν με δεῖ.

### 1075.1

Ορ. ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνηισκέ μοι.

### 1075.2

σοὶ μὲν γάρ ἐστι πόλις, ἐμοὶ δ’ οὐκ ἔστι δή,

### 1075.3

καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν·

### 1075.4

γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδ’ ἐσφάλης,

### 1075.5

ἥν σοι κατηγγύης’ ἑταιρίαν σέβων·

### 1080.1

σὺ δ’ ἄλλο λέκτρον παιδοποίησαι λαβών·

### 1080.2

κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτ’ ἔστι δή.

### 1080.3

ἀλλ’, ὦ ποθεινὸν ὄμμ’ ὁμιλίας ἐμῆς, χαῖρ’· οὐ γὰρ ἡμῖν ἐστι τοῦτο, σοί γε μήν·

### 1080.4

οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.

### 1085.1

Πυ. ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων.

### 1085.2

μήθ’ αἷμά μου δέξαιτο κάρπιμον πέδον,

### 1085.3

μὴ λαμπρὸς αἰθήρ, εἴ ς’ ἐγὼ προδούς ποτε

### 1085.4

ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ.

### 1085.5

καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,

### 1090.1

καὶ πάντ’ ἐβούλευς’ ὧν σὺ νῦν τίνεις δίκας·

### 1090.2

καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῆιδ’ ὁμοῦ·

### 1090.3

ἐμὴν γὰρ αὐτήν, ἦς 〈γε〉 λέχος ἐπήινεσα,

### 1090.4

κρίνω δάμαρτα. τί γὰρ ἐρῶ καλόν ποτε

### 1090.5

γῆν Δελφίδ’ ἐλθών, Φωκέων ἀκρόπτολιν,

### 1095.1

ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ,

### 1095.2

νῦν δ’ οὐκέτ’ εἰμὶ δυστυχοῦντί σοι φίλος;

### 1095.3

οὐκ ἔστιν· ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει·

### 1095.4

ἐπεὶ δὲ κατθανούμεθ’, ἐς κοινοὺς λόγους

### 1095.5

ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῆι. Ορ. ὦ φίλτατ’, εἰ γὰρ τοῦτο κατθάνοιμ’ ἰδών.

### 1095.6

Πυ. πιθοῦ νυν, ἀνάμεινον δὲ φασγάνου τομάς.

### 1095.7

Ορ. μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.

### 1095.8

Πυ. σίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ. Ορ. μηδὲν τρέσηις τάσδ’· ὡς πάρεις’ ἡμῖν φίλαι.

### 1105.1

Πυ. Ἑλένην κτάνωμεν, Μενέλεωι λύπην πικράν.

### 1105.2

Ορ. πῶς; τὸ γὰρ ἕτοιμόν ἐστιν, εἴ γ’ ἔσται καλῶς.

*[crux: τὸ γὰρ ἕτοιμόν ἐστιν, εἴ γ’ ἔσται καλῶς]*

### 1105.3

Πυ. σφάξαντες· ἐν δόμοις δὲ κρύπτεται σέθεν.

### 1105.4

Ορ. μάλιστα· καὶ δὴ πάντ’ ἀποσφραγίζεται.

### 1105.5

Πυ. ἀλλ’ οὐκέθ’, Ἅιδην νυμφίον κεκτημένη.

### 1110.1

Ορ. καὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας.

### 1110.2

Πυ. τίνας; Φρυγῶν γὰρ οὐδέν’ ἂν τρέσαιμ’ ἐγώ.

### 1110.3

Ορ. οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.

### 1110.4

Πυ. τρυφὰς γὰρ ἥκει δεῦρ’ ἔχουσα Τρωϊκάς;

### 1110.5

Ορ. ὡς Ἑλλὰς αὐτῆι σμικρὸν οἰκητήριον.

### 1115.1

Πυ. οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος.

### 1115.2

Ορ. καὶ μὴν τόδ’ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.

### 1115.3

Πυ. ἀλλ’ οὐδ’ ἐγὼ μήν, σοί γε τιμωρούμενος.

### 1115.4

Ορ. τὸ πρᾶγμα δήλου καὶ πέραιν’, ὅπως λέγεις.

### 1115.5

Πυ. ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.

### 1120.1

Ορ. ἔχω τοσοῦτον, τἀπίλοιπα δ’ οὐκ ἔχω.

### 1120.2

Πυ. γόους πρὸς αὐτὴν θησόμεσθ’ ἃ πάσχομεν.

### 1120.3

Ορ. ὥστ’ ἐκδακρῦσαί γ’ ἔνδοθεν κεχαρμένην.

### 1120.4

Πυ. καὶ νῶιν παρέσται ταὔθ’ ἅπερ κείνηι τότε.

### 1120.5

Ορ. ἔπειτ’ ἀγῶνα πῶς ἀγωνιούμεθα;

### 1125.1

Πυ. κρύπτ’ ἐν πέπλοισι τοισίδ’ ἕξομεν ξίφη.

### 1125.2

Ορ. πρόσθεν δ’ ὀπαδῶν τίς ὄλεθρος γενήσεται;

### 1125.3

Πυ. ἐκκλήισομέν σφας ἄλλον ἄλλοσε στέγης.

### 1125.4

Ορ. καὶ τόν γε μὴ σιγῶντ’ ἀποκτείνειν χρεών.

### 1125.5

Πυ. εἶτ’ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών.

### 1130.1

Ορ. Ἑλένην φονεύειν· μανθάνω τὸ σύμβολον.

### 1130.2

Πυ. ἔγνως· ἄκουσον δ’ ὡς καλῶς βουλεύομαι.

### 1130.3

εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν

### 1130.4

ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος·

### 1130.5

νῦν δ’ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην,

### 1135.1

ὦν πατέρας ἔκτειν’, ὧν δ’ ἀπώλεσεν τέκνα,

### 1135.2

νύμφας τ’ ἔθηκεν ὀρφανὰς ξυναόρων.

### 1135.3

ὀλολυγμὸς ἔσται, πῦρ τ’ ἀνάψουσιν θεοῖς,

### 1135.4

σοὶ πολλὰ κἀμοὶ κέδν’ ἀρώμενοι τυχεῖν,

### 1135.5

κακῆς γυναικὸς οὕνεχ’ αἷμ’ ἐπράξαμεν.

### 1140.1

ὁ μητροφόντης δ’ οὐ καλῆι ταύτην κτανών,

### 1140.2

ἀλλ’ ἀπολιπὼν τοῦτ’ ἐπὶ τὸ βέλτιον πεσῆι,

### 1140.3

Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς.

### 1140.4

οὐ δεῖ ποτ’, οὐ δεῖ Μενέλεων μὲν εὐτυχεῖν,

### 1140.5

τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν,

### 1145.1

μητέρα τ’ ... ἐῶ τοῦτ’· οὐ γὰρ εὐπρεπὲς λέγειν· δόμους δ’ ἔχειν σοὺς δι’ Ἀγαμέμνονος δόρυ

### 1145.2

λαβόντα νύμφην· μὴ γὰρ οὖν ζώιην ἔτι,

### 1145.3

εἰ μὴ ’π’ ἐκείνηι φάσγανον σπάσω μέλαν.

### 1145.4

ἢν δ’ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον, πρήσαντες οἴκους τούσδε κατθανούμεθα.

### 1145.5

ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος,

### 1145.6

καλῶς θανόντες ἢ καλῶς σεσωμένοι.

### 1145.7

Χο. πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ

### 1145.8

ἡ Τυνδαρὶς παῖς, ἣ κατήισχυνεν γένος.

### 1155

Ορ. φεῦ·

### 1155.1

οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής,

### 1155.2

οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τοι

### 1155.3

τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.

### 1155.4

σὺ γὰρ τά τ’ εἰς Αἴγισθον ἐξηῦρες κακὰ

### 1155.5

καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί,

### 1160.1

νῦν τ’ αὖ δίδως μοι πολεμίων τιμωρίαν

### 1160.2

κοὐκ ἐκποδὼν εἶ· παύσομαί ς’ αἰνῶν, ἐπεὶ

### 1160.3

βάρος τι κἀν τῶιδ’ ἐστίν, αἰνεῖσθαι λίαν.

### 1160.4

ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν

### 1160.5

δράσας τι χρήιζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,

### 1165.1

ἵν’ ἀνταναλώσω μὲν οἵ με προύδοσαν, στένωσι δ’ οἵπερ κἄμ’ ἔθηκαν ἄθλιον.

### 1165.2

Ἀγαμέμνονός τοι παῖς πέφυχ’, ὃς Ἑλλάδος

### 1165.3

ἦρξ’ ἀξιωθείς, οὐ τύραννος, ἀλλ’ ὅμως

### 1165.4

ῥώμην θεοῦ τιν’ ἔσχ’· ὃν οὐ καταισχυνῶ

### 1170.1

δοῦλον παρασχὼν θάνατον, ἀλλ’ ἐλευθέρως

### 1170.2

ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.

### 1170.3

ἑνὸς γὰρ εἰ λαβοίμεθ’, εὐτυχοῖμεν ἄν·

### 1170.4

κεἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία

### 1170.5

κτανοῦσι μὴ θανοῦσιν, εὔχομαι τάδε.

### 1175.1

ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα

### 1175.2

πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.

### 1175.3

Ηλ. ἐγώ, κασίγνητ’, αὐτὸ τοῦτ’ ἔχειν δοκῶ,

### 1175.4

σωτηρίαν σοι τῶιδέ τ’ ἐκ τρίτων τ’ ἐμοί.

### 1175.5

Ορ. θεοῦ λέγεις πρόνοιαν· ἀλλὰ ποῦ τόδε;

### 1180.1

ἐπεὶ τὸ συνετόν γ’ οἶδα σῆι ψυχῆι παρόν.

### 1180.2

Ηλ. ἄκουε δή νυν, καὶ σὺ δεῦρο νοῦν ἔχε.

### 1180.3

Ορ. λέγ’· ὡς τὸ μέλλειν ἀγάθ’ ἔχει τίν’ ἡδονήν;

### 1180.4

Ηλ. Ἑλένης κάτοισθα θυγατέρ’; εἰδότ’ ἠρόμην.

### 1180.5

Ορ. οἶδ’, ἥν 〈γ’〉 ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.

### 1185.1

Ηλ. αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον ... Ορ. τί χρῆμα δράσους’; ὑποτίθης τίν’ ἐλπίδα;

### 1185.2

Ηλ. χοὰς κατασπείσους’ ὑπὲρ μητρὸς τάφωι.

### 1185.3

Ορ. καὶ δὴ τί μοι τοῦτ’ εἶπας ἐς σωτηρίαν;

### 1185.4

Ηλ. συλλάβεθ’ ὅμηρον τήνδ’, ὅταν στείχηι πάλιν.

### 1190.1

Ορ. τίνος τόδ’ εἶπας φάρμακον τρισσοῖς φίλοις;

### 1190.2

Ηλ. Ἑλένης θανούσης ἤν τι Μενέλεώς σε δρᾶι

### 1190.3

ἢ τόνδε κἀμέ (πᾶν γὰρ ἓν φίλον τόδε),

### 1190.4

λέγ’ ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴ

### 1190.5

δέρηι πρὸς αὐτῆι παρθένου σπάσαντ’ ἔχειν.

### 1195.1

κἂν μέν σε σώιζη μὴ θανεῖν χρήιζων κόρην

### 1195.2

[Μενέλαος Ἑλένης πτῶμ’ ἰδὼν ἐν αἵματι],

### 1195.3

μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας·

### 1195.4

ἢν δ’ ὀξυθύμου μὴ κρατῶν φρονήματος

### 1195.5

κτείνηι σε, καὶ σὺ σφάζε παρθένου δέρην. καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῆι,

### 1195.6

χρόνωι μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺς

### 1195.7

οὔτ’ ἄλκιμος πέφυκε. τήνδ’ ἡμῖν ἔχω

### 1195.8

σωτηρίας ἔπαλξιν· εἴρηται λόγος.

### 1195.9

Ορ. ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,

### 1205.1

τὸ σῶμα δ’ ἐν γυναιξὶ θηλείαις πρέπον,

### 1205.2

ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς. Πυλάδη, τοιαύτης ἆρ’ ἁμαρτήσηι τάλας

### 1205.3

γυναικὸς ἢ ζῶν μακάριον κτήσηι λέχος.

### 1205.4

Πυ. εἰ γὰρ γένοιτο, Φωκέων δ’ ἔλθοι πόλιν

### 1210.1

καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.

### 1210.2

Ορ. ἥξει δ’ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;

### 1210.3

ὡς τἄλλα γ’ εἶπας, εἴπερ εὐτυχήσομεν,

### 1210.4

κάλλισθ’, ἑλόντες σκύμνον ἀνοσίου πατρός.

### 1210.5

Ηλ. καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ·

### 1215.1

τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.

### 1215.2

Ορ. καλῶς· σὺ μέν νυν, σύγγον’ Ἠλέκτρα, δόμων

### 1215.3

πάρος μένουσα παρθένου δέχου πόδα,

### 1215.4

φύλασσε δ’ ἤν τις, πρὶν τελευτηθῆι φόνος,

### 1215.5

[ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός,]

### 1220.1

ἐλθὼν ἐς οἴκους φθῆι, γέγωνέ τ’ ἐς δόμους,

### 1220.2

ἢ σανίδα παίσας’ ἢ λόγους πέμψας’ ἔσω·

### 1220.3

ἡμεῖς δ’ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον

### 1220.4

ἀγῶν’ ὁπλιζώμεσθα φασγάνωι χέρας

### 1220.5

[Πυλάδη· σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους].

### 1225.1

ὦ δῶμα ναίων Νυκτὸς ὀρφναίας πάτερ,

### 1225.2

καλῶ ς’ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν

### 1225.3

[τοῖς δεομένοισι· διὰ σὲ γὰρ πάσχω τάλας ἀδίκως, προδέδομαι δ’ ὑπὸ κασιγνήτου σέθεν,

### 1225.4

δίκαια πράξας· οὗ θέλω δάμαρθ’ ἑλὼν

### 1230.1

κτεῖναι· σὺ δ’ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ].

### 1230.2

Ηλ. ὦ πάτερ, ἱκοῦ δῆτ’, εἰ κλύεις ἔσω χθονὸς

### 1230.3

τέκνων καλούντων, οἳ σέθεν θνήισκους’ ὕπερ.

### 1230.4

Πυ. ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,

### 1230.5

Ἀγάμεμνον, εἰσάκουσον, ἔκσωσον τέκνα.

### 1235.1

Ορ. ἔκτεινα μητέρ’ ... Ηλ. ἡψάμην δ’ ἐγὼ ξίφους ...

### 1235.2

Πυ. ἐγὼ δέ γ’ ἐπεκέλευσα κἀπέλυς’ ὄκνου.

### 1235.3

Ορ. σοί, πάτερ, ἀρήγων. Ηλ. οὐδ’ ἐγὼ προύδωκά σε.

### 1235.4

Πυ. οὔκουν ὀνείδη τάδε κλυὼν ῥύσηι τέκνα;

### 1235.5

Ορ. δακρύοις κατασπένδω ς’. Ηλ. ἐγὼ δ’ οἴκτοισί γε.

### 1240.1

Πυ. παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα·

### 1240.2

εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζους’ ἀραί,

### 1240.3

κλύει. σὺ δ’, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,

### 1240.4

δότ’ εὐτυχῆσαι τῶιδ’ ἐμοί τε τῆιδέ τε·

### 1240.5

τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία

### 1245.1

[ἢ ζῆν ἅπασιν ἢ θανεῖν ὀφείλεται].

### 1245.2

Ηλ. Μυκηνίδες ὦ φίλιαι,

### 1245.3

τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων.

### 1245.4

Χο. τίνα θροεῖς αὐδάν, πότνια; παραμένει

### 1249-1250

γὰρ ἔτι σοι τάδ’ ἐν Δαναϊδᾶν πόλει.

### 1251.1

Ηλ. στῆθ’ αἱ μὲν ὑμῶν τόνδ’ ἁμαξήρη τρίβον,

### 1251.2

αἱ δ’ ἐνθάδ’ ἄλλον οἶμον ἐς φρουρὰν δόμων.

### 1251.3

Χο. τί δέ με τόδε χρέος ἀπύεις;

### 1251.4

ἔνεπέ μοι, φίλα.

### 1255.1

Ηλ. φόβος ἔχει με μή τις ἐπιδὼν κάσιν

### 1255.2

σταθέντ’ ἐπὶ φοίνιον αἷμα

### 1255.3

πήματα πήμασιν ἐξεύρηι.

### 1255.4

Χο. χωρεῖτ’, ἐπειγώμεσθ’· ἐγὼ μὲν οὖν τρίβον

### 1255.5

τόνδ’ ἐκφυλάξω τὸν πρὸς ἡλίου βολάς.

### 1260

— καὶ μὴν ἐγὼ τόνδ’, ὃς πρὸς ἑσπέραν φέρει.

### 1261-1262

Ηλ. δόχμιά νυν κόρας διάφερ’ ὀμμάτων.

### 1263-1264

Χο. ἐκεῖθεν ἐνθάδ’ εἶτα πάλιν σκοπιὰν

### 1265.1

ἔχομεν, ὡς θροεῖς.

### 1265.2

Ηλ. ἑλίσσετέ νυν βλέφαρον,

### 1265.3

κόρας διάδοτε πάνται διὰ βοστρύχων.

### 1268-1269

Χο. ὅδε τις ἐν τρίβωι προσέρχεται· τίς ὅδ’ ἄρ’ ἀμ‐

*[crux: προσέρχεται]*

### 1270.1

φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ;

### 1270.2

Ηλ. ἀπωλόμεσθ’ ἄρ’, ὦ φίλαι· κεκρυμμένας

### 1270.3

θήρας ξιφήρεις αὐτίκ’ ἐχθροῖσιν φανεῖ.

### 1270.4

Χο. ἄφοβος ἔχε· κενός, ὦ φίλα,

### 1270.5

στίβος ὃν οὐ δοκεῖς.

### 1275.1

Ηλ. τί δέ; τὸ σὸν βέβαιον ἔτι μοι μένει;

### 1275.2

δὸς ἀγγελίαν ἀγαθάν τιν’,

### 1275.3

εἰ τάδ’ ἔρημα τὰ πρόσθ’ αὐλᾶς.

### 1275.4

Χο. καλῶς τά γ’ ἐνθένδ’· ἀλλὰ τἀπὸ σοῦ σκόπει·

### 1275.5

ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται.

### 1280

— ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδὲ τῆιδ’ ὄχλος.

### 1281-1282

Ηλ. φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω.

### 1283-1284

Χο. τί μέλλεθ’ οἱ κατ’ οἶκον ἐν ἡσυχίαι

### 1285.1

σφάγια φοινίσσειν;

### 1285.2

Ηλ. οὐκ εἰσακούους’· ὦ τάλαιν’ ἐγὼ κακῶν·

### 1285.3

ἆρ’ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;

### 1288-1289

Χο. τάχα τις Ἀργείων ἔνοπλος ὁρμάσας

### 1290-1291

ποδὶ βοηδρόμωι μέλαθρα προσμείξει.

### 1292.1

Ηλ. σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών·

### 1292.2

ἀλλ’ αἱ μὲν ἐνθάδ’, αἱ δ’ ἐκεῖσε λεύσσετε.

### 1294-1295

Χο. ἀμείβω κέλευθον σκοπεύουσα πάνται.

### 1296

Ελ. (ἔσωθεν)

### 1296.1

ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.

### 1296.2

Ηλ. ἠκούσαθ’; ἅνδρες χεῖρ’ ἔχουσιν ἐν φόνωι·

### 1296.3

Ἑλένης τὸ κώκυμ’ ἐστίν, ὡς ἀπεικάσαι.

### 1296.4

Χο. ὦ Διὸς ὦ Διὸς ἀέναον κράτος, ἔλθ’ ἐπίκουρος ἐμοῖσι φίλοισι πάντως.

### 1296.5

Ελ. (ἔσωθεν)

### 1301.1

Μενέλαε, θνήισκω· σὺ δὲ παρών μ’ οὐκ ὠφελεῖς.

### 1301.2

Ηλ. καὶ Χο.

### 1302.1

φονεύετε καίνετε θείνετ’

### 1302.2

ὄλλυτε, δίπτυχα δίστομα φάσγαν’

### 1302.3

ἐκ χερὸς ἱέμενοι,

### 1305.1

τὰν λιποπάτορα λιπογάμετον, ἃ πλείστους

### 1305.2

ἔκανεν Ἑλλάνων δορὶ παρὰ ποταμὸν ὀλομένους,

### 1308-1309

ὅθι δάκρυα δάκρυσι πέσε σιδαρέοις

### 1310.1

βέλεσιν ἀμφὶ τὰς Σκαμάνδρου δίνας.

### 1310.2

Χο. σιγᾶτε σιγᾶτ’· ἠισθόμην κτύπον τινὸς

### 1310.3

κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα.

### 1310.4

Ηλ. ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον

### 1310.5

ἥδ’ Ἑρμιόνη πάρεστι· παύσωμεν βοήν.

### 1315.1

στείχει γὰρ ἐσπαίσουσα δικτύων βρόχους·

### 1315.2

καλὸν τὸ θήραμ’, ἢν ἁλῶι, γενήσεται.

### 1315.3

πάλιν κατάστηθ’ ἡσύχωι μὲν ὄμματι,

### 1315.4

χροιᾶι δ’ ἀδήλωι τῶν δεδραμένων πέρι·

### 1315.5

κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας,

### 1320.1

ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα.

### 1320.2

ὦ παρθέν’, ἥκεις τὸν Κλυταιμήστρας τάφον

### 1320.3

στέψασα καὶ σπείσασα νερτέροις χοάς;

### 1320.4

ΕΡΜΙΟΝΗ

### 1323.1

ἥκω λαβοῦσα πρευμένειαν. ἀλλά μοι

### 1323.2

φόβος τις εἰσελήλυθ’, ἥντιν’ ἐν δόμοις

### 1325.1

τηλουρὸς οὖσα δωμάτων κλύω βοήν.

### 1325.2

Ηλ. τί δ’; ἄξι’ ἡμῖν τυγχάνει στεναγμάτων.

### 1325.3

Ερ. εὔφημος ἴσθι· τί δὲ νεώτερον λέγεις;

### 1325.4

Ηλ. θανεῖν Ὀρέστην κἄμ’ ἔδοξε τῆιδε γῆι.

### 1325.5

Ερ. μὴ δῆτ’, ἐμούς γε συγγενεῖς πεφυκότας.

### 1330.1

Ηλ. ἄραρ’· ἀνάγκης δ’ ἐς ζυγὸν καθέσταμεν.

### 1330.2

Ερ. ἦ τοῦδ’ ἕκατι καὶ βοὴ κατὰ στέγας;

### 1330.3

Ηλ. ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾶι ...

### 1330.4

Ερ. τίς; οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγηις.

### 1330.5

Ηλ. τλήμων Ὀρέστης, μὴ θανεῖν, ἐμοῦ θ’ ὕπερ.

### 1335.1

Ερ. ἐπ’ ἀξίοισί τἄρ’ ἀνευφημεῖ δόμος.

### 1335.2

Ηλ. περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις;

### 1335.3

ἀλλ’ ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις,

### 1335.4

σῆι μητρὶ προσπεσοῦσα τῆι μέγ’ ὀλβίαι,

### 1335.5

Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν.

### 1340.1

ἄγ’, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς,

### 1340.2

οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν.

### 1340.3

ἴθ’ εἰς ἀγῶνα δεῦρ’, ἐγὼ δ’ ἡγήσομαι·

### 1340.4

σωτηρίας γὰρ τέρμ’ ἔχεις ἡμῖν μόνη.

### 1340.5

Ερ. ἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα.

### 1345.1

σώθηθ’ ὅσον γε τοὐπ’ ἔμ’. Ηλ. ὦ κατὰ στέγας φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθ’ ἄγραν;

### 1345.2

[Ερ. οἲ ’γώ· τίνας τούσδ’ εἰσορῶ; Ορ. σιγᾶν χρεών·

### 1345.3

ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία.]

### 1345.4

(Ηλ.) ἔχεσθ’ ἔχεσθε, φάσγανον δὲ πρὸς δέρηι βαλόντες ἡσυχάζεθ’, ὡς εἰδῆι τόδε

### 1345.5

Μενέλαος, οὕνεκ’ ἄνδρας, οὐ Φρύγας κακούς,

### 1345.6

εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.

### 1353a

Χο. ἰὼ ἰὼ φίλαι,

### 1353b

κτύπον ἐγείρετε, κτύπον καὶ βοὰν

### 1354

πρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνος

### 1355.1

μὴ δεινὸν Ἀργείοισιν ἐμβάληι φόβον,

### 1355.2

βοηδρομῆσαι πρὸς δόμους τυραννικούς,

### 1355.3

πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνον

### 1355.4

καθαιμακτὸν ἐν δόμοις κείμενον,

### 1355.5

ἢ καὶ λόγον του προσπόλων πυθώμεθα·

### 1360.1

τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δ’ οὐ σαφῶς. διὰ δίκας ἔβα θεῶν

### 1360.2

νέμεσις ἐς Ἑλέναν·

### 1360.3

δακρύοισι γὰρ Ἑλλάδα πᾶσαν ἔπλησε 〈—〉

### 1360.4

διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον

### 1365.1

Πάριν, ὃς ἄγαγ’ Ἑλλάδ’ εἰς Ἴλιον.

### 1365.2

[ἀλλὰ κτυπεῖ γὰρ κλῆιθρα βασιλείων δόμων,

### 1365.3

σιγήσατ’· ἔξω γάρ τις ἐκβαίνει Φρυγῶν,

### 1365.4

οὗ πευσόμεσθα τἀν δόμοις ὅπως ἔχει.]

### 1369a

ΦΡΥΞ

### 1369a

Ἀργέιον ξίφος ἐκ θανάτου

### 1369b

πέφευγα βαρβάροις ἐν εὐ‐

### 1370.1

μάρισιν κεδρωτὰ πα‐

### 1370.2

στάδων ὑπὲρ τέραμνα

### 1370.3

Δωρικάς τε τριγλύφους,

### 1370.4

φροῦδα φροῦδα, Γᾶ Γᾶ, βαρβάροισι δρασμοῖς.

### 1375.1

αἰαῖ· πᾶι φύγω, ξέναι, πολιὸν αἰ‐

### 1375.2

θέρ’ ἀμπτάμενος ἢ

### 1375.3

πόντον, Ὠκεανὸς ὃν

### 1375.4

ταυρόκρανος ἀγκάλαις

### 1375.5

ἑλίσσων κυκλοῖ χθόνα;

### 1380.1

Χο. τί δ’ ἐστίν, Ἑλένης πρόσπολ’, Ἰδαῖον κάρα;

### 1380.2

Φρ. Ἴλιον Ἴλιον, ὤμοι μοι,

### 1380.3

Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ‐

### 1380.4

δας ὄρος ἱερόν, ὥς ς’ ὀλόμενον στένω

### 1380.5

[ἁρμάτειον ἁρμάτειον μέλος]

### 1385.1

βαρβάρωι βοᾶι διὰ τὸ τᾶς ὀρνιθόγονον

*[crux: διὰ]*

### 1385.2

ὄμμα κυκνόπτερον καλλοσύνας Λήδας

*[crux: Λήδας]*

### 1385.3

σκύμνον Δυσελέναν Δυσελέναν, ξεστῶν

### 1385.4

περγάμων 〈τῶν〉 Ἀπολ‐

### 1389a

λωνίων Ἐρινύν.

### 1389b

ὀτοτοτοῖ

### 1390.1

ἰαλέμων ἰαλέμων·

### 1390.2

Δαρδανία τλάμων,

### 1390.3

Γανυμήδεος ἱπποσύνα, Διὸς εὐνέτα.

### 1390.4

Χο. σαφῶς λέγ’ ἡμῖν αὔθ’ ἕκαστα τἀν δόμοις.

### 1390.5

[τὰ μὲν γὰρ οὐκ εὔγνωστα συμβαλοῦς’ ἔχω.]

### 1395.1

Φρ. αἴλινον αἴλινον ἀρχὰν θρήνου

### 1395.2

βάρβαροι λέγουσιν,

### 1395.3

αἰαῖ, Ἀσιάδι φωνᾶι, βασιλέων

### 1395.4

ὅταν αἷμα χυθῆι κατὰ γᾶν ξίφεσιν

### 1395.5

σιδαρέοισιν Ἅιδα.

### 1400a

ἦλθον ἐς δόμους,

### 1400b

ἵν’ αὔθ’ ἕκαστά σοι λέγω,

### 1401a

λέοντες Ἕλλανες

### 1401b

δύο διδύμωι 〈ῥυθμῶι〉·

### 1402a

τῶι μὲν ὁ στρατηλάτας

### 1402b

πατὴρ κλήιζεται,

### 1403.1

ὁ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,

### 1403.2

οἷος Ὀδυσσεύς, σιγᾶι δόλιος,

### 1405.1

πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν,

### 1405.2

ξυνετὸς πολέμου, φόνιός τε δράκων·

### 1407a

ἔρροι τᾶς ἡσύχου

### 1407b

προνοίας κακοῦργος ὤν.

### 1408.1

οἱ δὲ πρὸς θρόνους ἔσω

### 1408.2

μολόντες ἇς ἔγημ’ ὁ το‐

### 1410.1

ξότας Πάρις γυναικός, ὄμ‐

### 1410.2

μα δακρύοις πεφυρμένοι,

### 1412a

ταπείν’ ἕζονθ’, ὁ μὲν

### 1412b

τὸ κεῖθεν, ὁ δὲ τὸ κεῖθεν, ἄλ‐

### 1413.1

λος ἄλλοθεν δεδραγμένοι,

### 1413.2

περὶ δὲ γόνυ χέρας ἱκεσίους

### 1415.1

ἔβαλον ἔβαλον Ἑλένας ἄμφω.

### 1415.2

ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον

### 1415.3

ἀμφίπολοι Φρύγες·

### 1415.4

προσεῖπεν δ’ ἄλλος ἄλ‐ λον πεσὼν ἐν φόβωι,

### 1420.1

μή τις εἴη δόλος·

### 1420.2

κἀδόκει τοῖς μὲν οὔ,

### 1420.3

τοῖς δ’ ἐς ἀρκυστάτων

### 1420.4

μηχανὰν ἐμπλέκειν

### 1424a

παῖδα τὰν Τυνδαρίδ’ ὁ

### 1424b

ματροφόντας δράκων.

### 1425.1

Χο. σὺ δ’ ἦσθα ποῦ τότ’; ἢ πάλαι φεύγεις φόβωι;

### 1425.2

Φρ. Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις

### 1425.3

παρὰ βόστρυχον αὔραν αὔραν

### 1425.4

Ἑλένας Ἑλένας εὐπᾶγι κύκλωι

### 1425.5

πτερίνωι πρὸ παρῆιδος ἀίσσων

### 1430.1

[βαρβάροις νόμοισιν].

### 1430.2

ἁ δὲ λίνον 〈λίνον〉 ἠλακάται

### 1430.3

δακτύλοις ἕλισσεν,

### 1430.4

νῆμα δ’ ἵετο πέδωι,

### 1430.5

σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ‐

### 1435.1

ματα συστολίσαι χρήιζουσα λίνωι,

### 1435.2

φάρεα πορφύρεα, δῶρα Κλυταιμήστραι,

### 1438.1

προσεῖπεν δ’ Ὀρέστας

### 1438.2

Λάκαιναν κόραν· Ὦ Διὸς παῖ,

### 1440.1

θὲς ἴχνος πέδωι δεῦρ’ ἀποστᾶσα κλισμοῦ

### 1440.2

Πέλοπος ἐπὶ προπάτορος ἕδρανα

### 1440.3

παλαιᾶς ἑστίας,

### 1440.4

ἵν’ εἰδῆις λόγους ἐμούς.

### 1440.5

ἄγει δ’ ἄγει νιν, ἁ δ’ ἐφεί‐

### 1445

πετ’ οὐ πρόμαντις ὧν ἔμελ‐

### 1446a

λεν· ὁ δὲ συνεργὸς ἄλλ’ ἔπρασς’

### 1446b

ἰὼν κακὸς Φωκεύς·

*[crux: ἰὼν κακὸς Φωκεύς]*

### 1447

Οὐκ ἐκποδὼν ἴτ’; ἀλλ’ ἀεὶ κακοὶ Φρύγες.

*[crux: ἀλλ’ ἀεὶ]*

### 1448a

ἔκληισεν δ’ ἄλλον ἄλ‐

### 1448b

λοσε στέγας, τοὺς μὲν ἐν

### 1449.1

σταθμοῖσιν ἱππικοῖσι, τοὺς δ’ ἐν ἐξέδραισι, τοὺς δ’ ἐκεῖς’

### 1449.2

ἐκεῖθεν [ἄλλον ἄλλοσε] διαρμόσας

### 1449.3

ἀποπρὸ δεσποίνας.

### 1449.4

Χο. τί τοὐπὶ τῶιδε συμφορᾶς ἐγίγνετο;

### 1454a

Φρ. Ἰδαία μᾶτερ μᾶτερ,

### 1454b

ὀβρίμα ὀβρίμα Ἀνταία,

### 1455.1

φονίων παθέων ἀνόμων τε κακῶν

### 1455.2

ἅπερ ἔδρακον ἔδρακον ἐν δόμοις τυράννων.

### 1457a

ἀμφιπορφύρων πέπλων

### 1457b

ὑπὸ σκότου ξίφη σπάσαν‐

### 1458

τες ἐν χεροῖν ἄλλος’ ἄλ‐

### 1459a

λοθεν δίνευον ὄμ‐

### 1459b

μα, μή τις παρὼν τύχοι.

### 1460.1

ὡς κάπροι δ’ ὀρέστεροι

### 1460.2

γυναικὸς ἀντίοι σταθέν‐

### 1460.3

τες ἐννέπουσι· Κατθανῆι κατθανῆι·

### 1460.4

κακός ς’ ἀποκτείνει πόσις,

### 1460.5

κασιγνήτου προδοὺς

### 1465

ἐν Ἄργει θανεῖν γόνον.

### 1465.1

ἁ δ’ ἀνίαχεν ἴαχεν· Ἰώ μοί μοι.

### 1465.2

λευκὸν δ’ ἐμβαλοῦσα πῆχυν στέρνοις κτύπησε κρᾶτα μέλεον πλαγάν,

*[crux: κτύπησε κρᾶτα]*

### 1465.3

φυγάδι δὲ ποδὶ τὸ χρυσεοσάμβαλον ἴχνος

### 1465.4

ἔφερεν ἔφερεν· ἐς κόμας δὲ δακτύλους

### 1470

δικὼν Ὀρέστας, Μυκηνίδ’ ἀρβύλαν

### 1471a

προβάς, ὤμοις ἀρι‐

### 1471b

στεροῖσιν ἀνακλάσας δέραν,

### 1472a

παίειν λαιμῶν ἔμελ‐

### 1472b

λεν εἴσω μέλαν ξίφος.

### 1473.1

Χο. ποῦ δ’ ἦτ’ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;

### 1473.2

Φρ. ἰαχᾶι δόμων θύρετρα καὶ σταθμοὺς

### 1475.1

μοχλοῖσιν ἐκβαλόντες, ἔνθ’ ἐμίμνομεν,

### 1475.2

βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγας,

### 1475.3

ὁ μὲν πέτρους, ὁ δ’ ἀγκύλας,

### 1475.4

ὁ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.

### 1475.5

ἔναντα δ’ ἦλθεν Πυλάδας ἀλίαστος,

### 1480a

οἷος οἷος Ἕκτωρ

### 1480b

ὁ Φρύγιος ἢ 〈καὶ〉 τρικόρυθος Αἴας,

### 1481.1

ὃν εἶδον εἶδον ἐν πύλαις Πριαμίσι· φασ‐

### 1481.2

γάνων δ’ ἀκμὰς συνήψαμεν.

### 1481.3

τότε δὴ τότε διαπρεπεῖς

### 1481.4

ἐγένοντο Φρύγες ὅσον Ἄρεος ἀλκὰν

*[crux: ἐγένοντο Φρύγες ὅσον Ἄρεος ἀλκὰν]*

### 1485.1

ἥσσονες Ἑλλάδος ἐγενόμεθ’ αἰχμᾶς,

### 1485.2

ὁ μὲν οἰχόμενος φυγάς, ὁ δὲ νέκυς ὤν,

### 1485.3

ὁ δὲ τραῦμα φέρων, ὁ δὲ λισσόμενος,

### 1488a

θανάτου προβολάν·

### 1489

νεκροὶ δ’ ἔπιπτον, οἱ δ’ ἔμελλον, οἱ δ’ ἔκεινθ’·

### 1488b

ὑπὸ σκότον δ’ ἐφεύγομεν.

### 1490

ἔμολε δ’ ἁ τάλαιν’ Ἑρμιόνα δόμους

### 1491a

ἐπὶ φόνωι χαμαιπετεῖ ματρὸς ἅ

### 1491b

νιν ἔτεκεν τλάμων.

### 1492

ἄθυρσοι δ’ οἷά νιν

### 1493a

δραμόντε βάκχαι σκύμνον ἐν χεροῖν

*[crux: δραμόντε βάκχαι σκύμνον ἐν χεροῖν]*

### 1493b

ὀρείαν ξυνήρπασαν·

### 1494a

πάλιν δὲ τᾶς Διὸς κόρας

### 1494b

ἐπὶ σφαγὰν ἔτεινον· ἁ δ’ [ἐκ θαλάμων]

### 1495.1

ἐγένετο διαπρὸ δωμάτων ἄφαντος,

### 1495.2

ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς καὶ Νύξ,

### 1497a

ἤτοι φαρμάκοις

### 1497b

ἢ μάγων τέχναις ἢ θεῶν κλοπαῖς.

### 1498.1

τὰ δ’ ὕστερ’ οὐκέτ’ οἶδα· δραπέταν γὰρ ἐξ‐

### 1498.2

έκλεπτον ἐκ δόμων πόδα. πολύπονα δὲ πολύπονα πάθεα Μενέλας

### 1498.3

ἀνσχόμενος ἀνόνατον 〈ἀνόνατον〉 ἀπο‐

### 1498.4

〈πρὸ〉 Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.

### 1498.5

Χο. καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε·

### 1498.6

ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων

### 1505.1

βαίνοντ’ Ὀρέστην ἐπτοημένωι ποδί.

### 1505.2

Ορ. ποῦ ’στιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;

### 1505.3

Φρ. προσκυνῶ ς’, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.

### 1505.4

Ορ. οὐκ ἐν Ἰλίωι τάδ’ ἐστὶν ἀλλ’ ἐν Ἀργείαι χθονί.

### 1505.5

Φρ. πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.

### 1510.1

Ορ. οὔτι που κραυγὴν ἔθηκας, Μενέλεων βοηδρομεῖν;

### 1510.2

Φρ. σοὶ μὲν οὖν ἔγωγ’ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ. Ορ. ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλλυτο;

### 1510.3

Φρ. ἐνδικώτατ’, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θενεῖν.

### 1510.4

Ορ. δειλίαι γλώσσηι χαρίζηι, τἄνδον οὐχ οὕτω φρονῶν.

### 1515.1

Φρ. οὐ γάρ, ἥτις Ἑλλάδ’ αὐτοῖς Φρυξὶ διελυμήνατο;

### 1515.2

Ορ. ὄμοσον (εἰ δὲ μή, κτενῶ σε) μὴ λέγειν ἐμὴν χάριν.

### 1515.3

Φρ. τὴν ἐμὴν ψυχὴν κατώμος’, ἣν ἂν εὐορκοῖμ’ ἐγώ.

### 1515.4

Ορ. ὧδε κἀν Τροίαι σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;

### 1515.5

Φρ. ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.

### 1520.1

Ορ. μὴ πέτρος γένηι δέδοικας ὥστε Γοργόν’ εἰσιδών;

### 1520.2

Φρ. μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δ’ οὐ κάτοιδ’ ἐγὼ κάρα.

### 1520.3

Ορ. δοῦλος ὢν φοβῆι τὸν Ἅιδην, ὅς ς’ ἀπαλλάξει κακῶν;

### 1520.4

Φρ. πᾶς ἀνήρ, κἂν δοῦλος ἦι τις, ἥδεται τὸ φῶς ὁρῶν.

### 1520.5

Ορ. εὖ λέγεις· σώιζει σε σύνεσις. ἀλλὰ βαῖν’ ἔσω δόμων.

### 1525

Φρ. οὐκ ἄρα κτενεῖς μ’; Ορ. ἀφεῖσαι. Φρ. καλὸν

### 1525.1

ἔπος λέγεις τόδε.

### 1525.2

Ορ. ἀλλὰ μεταβουλευσόμεσθα. Φρ. τοῦτο δ’ οὐ καλῶς λέγεις.

### 1525.3

Ορ. μῶρος, εἰ δοκεῖς με τλῆναί ς’ ἂν καθαιμάξαι δέρην·

### 1525.4

οὔτε γὰρ γυνὴ πέφυκας οὔτ’ ἐν ἀνδράσιν σύ γ’ εἶ.

### 1525.5

τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκ’ ἐξῆλθον δόμων·

### 1530.1

ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.

### 1530.2

Μενέλεων δ’ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους·

### 1530.3

ἀλλ’ ἴτω ξανθοῖς ἐπ’ ὤμων βοστρύχοις γαυρούμενος. [εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,

### 1530.4

τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σώιζειν θέληι

### 1535

σύγγονόν τ’ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυν‐

### 1535.1

δρῶντά μοι,

### 1535.2

παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.]

### 1537a

Χο. ἰὼ ἰὼ τύχα,

### 1537b

ἕτερον εἰς ἀγῶν’ ἕτερον αὖ δόμος

### 1538.1

φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.

### 1538.2

τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε

### 1540.1

ἢ σῖγ’ ἔχωμεν; ἀσφαλέστερον, φίλαι.

### 1540.2

ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει

### 1540.3

θοάζων ὅδ’ αἰθέρος ἄνω καπνός.

### 1540.4

ἅπτουσι πεύκας ὡς πυρώσοντες δόμους

### 1540.5

τοὺς Τανταλείους οὐδ’ ἀφίστανται φόνου.

### 1545a

τέλος ἔχει δαίμων βροτοῖς,

### 1545b

τέλος ὅπαι θέληι.

### 1546.1

μεγάλα δέ τις ἁ δύναμις καὶ ἀλαστόρων·

### 1546.2

ἔπες’ ἔπεσε μέλαθρα τάδε δι’ αἱμάτων

### 1546.3

διὰ τὸ Μυρτίλου πέσημ’ ἐκ δίφρου.

### 1546.4

ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλας ὀξύπουν, ἠισθημένον που τὴν τύχην ἣ νῦν πάρα.

### 1546.5

οὐκέτ’ ἂν φθάνοιτε κλῆιθρα συμπεραίνοντες μοχλοῖς,

### 1546.6

ὦ κατὰ στέγας Ἀτρεῖδαι. δεινὸν εὐτυχῶν ἀνὴρ

### 1546.7

πρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.

### 1546.8

Με. ἥκω κλυὼν τὰ δεινὰ καὶ δραστήρια

### 1555.1

δισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρ’ αὐτὼ καλῶ.

### 1555.2

[ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον

### 1555.3

ὡς οὐ τέθνηκεν ἀλλ’ ἄφαντος οἴχεται,

### 1555.4

κενὴν ἀκούσας βάξιν, ἣν φόβωι σφαλεὶς

### 1555.5

ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου

### 1560.1

τεχνάσματ’ ἐστὶ ταῦτα καὶ πολὺς γέλως.]

### 1560.2

ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγω

### 1560.3

ὠθεῖν πύλας τάσδ’, ὡς ἂν ἀλλὰ παῖδ’ ἐμὴν

### 1560.4

ῥυσώμεθ’ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων [καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτ’ ἐμὴν

### 1565.1

λάβωμεν, ἧι δεῖ ξυνθανεῖν ἐμῆι χερὶ

### 1565.2

τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον].

### 1565.3

Ορ. οὗτος σύ, κλήιθρων τῶνδε μὴ ψαύσηις χερί·

### 1565.4

Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει·

### 1565.5

ἢ τῶιδε θριγκῶι κρᾶτα συνθραύσω σέθεν,

### 1570.1

ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.

### 1570.2

μοχλοῖς δ’ ἄραρε κλῆιθρα, σῆς βοηδρόμου

### 1570.3

σπουδῆς ἅ ς’ εἴρξει, μὴ δόμων ἔσω περᾶν.

### 1570.4

Με. ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,

### 1570.5

δόμων δ’ ἐπ’ ἄκρων τούσδε πυργηρουμένους,

### 1575.1

ξίφος δ’ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρηι.

### 1575.2

Ορ. πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;

### 1575.3

Με. οὐδέτερ’· ἀνάγκη δ’ ὡς ἔοικέ σου κλύειν.

### 1575.4

Ορ. μέλλω κτανεῖν σου θυγατέρ’, εἰ βούληι μαθεῖν.

### 1575.5

Με. Ἑλένην φονεύσας ἐπὶ φόνωι πράσσεις φόνον;

### 1580.1

Ορ. εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.

### 1580.2

Με. ἀρνῆι κατακτὰς κἀφ’ ὕβρει λέγεις τάδε;

### 1580.3

Ορ. λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον ...

### 1580.4

Με. τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.

### 1580.5

Ορ. τὴν Ἑλλάδος μιάστορ’ εἰς Ἅιδου βαλεῖν.

### 1585.1

Με. ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφωι.

### 1585.2

Ορ. θεοὺς ἀπαίτει· παῖδα δὲ κτενῶ σέθεν.

### 1585.3

[Με. ὁ μητροφόντης ἐπὶ φόνωι πράσσεις φόνον;

### 1585.4

Ορ. ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.]

### 1585.5

Με. οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;

### 1590.1

Ορ. οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.

### 1590.2

Με. ἦ καὶ σύ, Πυλάδη, τῶιδε κοινωνεῖς φόνου;

### 1590.3

Ορ. φησὶν σιωπῶν· ἀρκέσω δ’ ἐγὼ λέγων.

### 1590.4

Με. ἀλλ’ οὔτι χαίρων, ἤν γε μὴ φύγηις πτεροῖς.

### 1590.5

Ορ. οὐ φευξόμεσθα, πυρὶ δ’ ἀνάψομεν δόμους.

### 1595.1

Με. ἦ γὰρ πατρῶιον δῶμα πορθήσεις τόδε;

### 1595.2

Ορ. ὡς μή γ’ ἔχηις σύ, τήνδ’ ἐπισφάξας πυρί.

### 1595.3

Με. κτεῖν’· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.

### 1595.4

[Ορ. ἔσται τάδ’. Με. ἆ ἆ, μηδαμῶς δράσηις τάδε.]

### 1595.5

Ορ. σίγα νυν, ἀνέχου δ’ ἐνδίκως πράσσων κακῶς.

### 1608.1

Με. ἄπαιρε θυγατρὸς φάσγανον. Ορ. ψευδὴς ἔφυς.

### 1608.2

Με. ἀλλὰ κτενεῖς μου θυγατέρ’; Ορ. οὐ ψευδὴς ἔτ’ εἶ.

### 1610.1

Με. οἴμοι, τί δράσω; Ορ. πεῖθ’ ἐς Ἀργείους μολών ... Με. πειθὼ τίν’; Ορ. ἡμᾶς μὴ θανεῖν αἰτοῦ πόλιν.

### 1610.2

Με. ἢ παῖδά μου φονεύσεθ’; Ορ. ὧδ’ ἔχει τάδε. Με. ἦ γὰρ δίκαιον ζῆν σε; Ορ. καὶ κρατεῖν γε γῆς.

### 1610.3

Με. ποίας; Ορ. ἐν Ἄργει τῶιδε τῶι Πελασγικῶι.

### 1610.4

Με. εὖ γοῦν θίγοις ἂν χερνίβων ... Ορ. τί δὴ γὰρ οὔ;

### 1610.5

Με. καὶ σφάγια πρὸ δορὸς καταβάλοις. Ορ. σὺ δ’ ἂν καλῶς;

### 1610.6

Με. ἁγνὸς γάρ εἰμι χεῖρας. Ορ. ἀλλ’ οὐ τὰς φρένας.

### 1605.1

Με. τίς δ’ ἂν προσείποι ς’; Ορ. ὅστις ἐστὶ φιλοπάτωρ.

### 1605.2

Με. ὅστις δὲ τιμᾶι μητέρ’; Ορ. εὐδαίμων ἔφυ.

### 1605.3

Με. οὔκουν σύ γ’. Ορ. οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.

### 1613.1

Με. ὦ τλῆμον Ἑλένη ... Ορ. τἀμὰ δ’ οὐχὶ τλήμονα;

### 1613.2

Με. σφάγιον ἐκόμισά ς’ ἐκ Φρυγῶν ... Ορ. εἰ γὰρ τόδ’ ἦν.

### 1615.1

Με. πόνους πονήσας μυρίους. Ορ. πλήν γ’ εἰς ἐμέ.

### 1615.2

Με. πέπονθα δεινά. Ορ. τότε γὰρ ἦσθ’ ἀνωφελής.

### 1615.3

Με. ἔχεις με. Ορ. σαυτὸν σύ γ’ ἔλαβες κακὸς γεγώς.

### 1615.4

ἀλλ’ εἷ’, ὕφαπτε δώματ’, Ἠλέκτρα, τάδε,

### 1615.5

σύ τ’, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε,

### 1620.1

Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.

### 1620.2

Με. ὦ γαῖα Δαναῶν ἱππίου τ’ Ἄργους κτίται, οὐχ εἷ’ ἐνόπλωι ποδὶ βοηδρομήσετε;

### 1620.3

πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν

### 1620.4

ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.

### 1625

ΑΠΟΛΛΩΝ

### 1625.1

Μενέλαε, παῦσαι λῆμ’ ἔχων τεθηγμένον·

### 1625.2

Φοῖβός ς’ ὁ Λητοῦς παῖς ὅδ’ ἐγγὺς ὢν καλῶ·

### 1625.3

σύ θ’ ὃς ξιφήρης τῆιδ’ ἐφεδρεύεις κόρηι,

### 1625.4

Ὀρέσθ’, ἵν’ εἰδῆις οὓς φέρων ἥκω λόγους.

### 1625.5

Ἑλένην μέν, ἣν σὺ διολέσαι πρόθυμος ὢν

### 1630.1

ἥμαρτες, ὀργὴν Μενέλεωι ποιούμενος,

### 1630.2

[ἥδ’ ἐστὶν ἣν ὁρᾶτ’ ἐν αἰθέρος πτυχαῖς,

### 1630.3

σεσωμένη τε κοὐ θανοῦσα πρὸς σέθεν.]

### 1630.4

ἐγώ νιν ἐξέσωσα χὐπὸ φασγάνου

### 1630.5

τοῦ σοῦ κελευσθεὶς ἥρπας’ ἐκ Διὸς πατρός.

### 1635.1

Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών,

### 1635.2

Κάστορί τε Πολυδεύκει τ’ ἐν αἰθέρος πτυχαῖς

### 1635.3

σύνθακος ἔσται, ναυτίλοις σωτήριος.

### 1635.4

[ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών.]

### 1635.5

ἐπεὶ θεοὶ τῶι τῆσδε καλλιστεύματι

### 1640.1

Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον θανάτους τ’ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς

### 1640.2

ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.

### 1640.3

τὰ μὲν καθ’ Ἑλένην ὧδ’ ἔχει· σὲ δ’ αὖ χρεών,

### 1640.4

Ὀρέστα, γαίας τῆσδ’ ὑπερβαλόνθ’ ὅρους

### 1645.1

Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον·

### 1645.2

κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον

### 1645.3

[Ἀζᾶσιν Ἀρκάσιν τ’ Ὀρέστειον καλεῖν].

### 1645.4

ἐνθένδε δ’ ἐλθὼν τὴν Ἀθηναίων πόλιν

### 1645.5

δίκην ὑπόσχες αἵματος μητροκτόνου Εὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆς

### 1645.6

πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην

### 1645.7

ψῆφον διοίσους’, ἔνθα νικῆσαί σε χρή.

### 1645.8

ἐφ’ ἧς δ’ ἔχεις, Ὀρέστα, φάσγανον δέρηι,

### 1645.9

γῆμαι πέπρωταί ς’ Ἑρμιόνην· ὃς δ’ οἴεται

### 1655.1

Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε·

### 1655.2

θανεῖν γὰρ αὐτῶι μοῖρα Δελφικῶι ξίφει,

### 1655.3

δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.

### 1655.4

Πυλάδηι δ’ ἀδελφῆς λέκτρον, ὧι ποτ’ ἤινεσας,

### 1655.5

δός· ὁ δ’ ἐπιών νιν βίοτος εὐδαίμων μένει.

### 1660.1

Ἄργους δ’ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν,

### 1660.2

ἐλθὼν δ’ ἄνασσε Σπαρτιάτιδος χθονός,

### 1660.3

φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις

### 1660.4

πόνοις διδοῦσα δεῦρ’ ἀεὶ διήνυσεν.

### 1660.5

τὰ πρὸς πόλιν δὲ τῶιδ’ ἐγὼ θήσω καλῶς,

### 1665.1

ὅς νιν φονεῦσαι μητέρ’ ἐξηνάγκασα.

### 1665.2

Ορ. ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων

### 1665.3

οὐ ψευδόμαντις ἦσθ’ ἄρ’ ἀλλ’ ἐτήτυμος.

### 1665.4

καίτοι μ’ ἐσήιει δεῖμα, μή τινος κλύων

### 1665.5

ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.

### 1670.1

ἀλλ’ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις·

### 1670.2

ἰδού, μεθίημ’ Ἑρμιόνην ἀπὸ σφαγῆς,

### 1670.3

καὶ λέκτρ’ ἐπήινες’, ἡνίκ’ ἂν διδῶι πατήρ.

### 1670.4

Με. ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σε

### 1670.5

θεῶν κατοικήσουσαν ὄλβιον δόμον.

### 1675.1

Ὀρέστα, σοὶ δὲ παῖδ’ ἐγὼ κατεγγυῶ,

### 1675.2

Φοίβου λέγοντος· εὐγενὴς δ’ ἀπ’ εὐγενοῦς

### 1675.3

γήμας ὄναιο καὶ σὺ χὠ διδοὺς ἐγώ.

### 1675.4

Απ. χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν

### 1675.5

νείκους τε διαλύεσθε. Με. πείθεσθαι χρεών.

### 1680.1

Ορ. κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς,

### 1680.2

Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.

### 1680.3

Απ. ἴτε νυν καθ’ ὁδόν, τὴν καλλίστην

### 1680.4

θεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δ’ Ἑλένην Ζηνὸς μελάθροις πελάσω,

### 1685.1

λαμπρῶν ἄστρων πόλον ἐξανύσας,

### 1685.2

ἔνθα παρ’ Ἥραι τῆι θ’ Ἡρακλέους

### 1685.3

Ἥβηι πάρεδρος θεὸς ἀνθρώποις

### 1685.4

ἔσται σπονδαῖς ἔντιμος ἀεί,

### 1685.5

σὺν Τυνδαρίδαις τοῖς Διὸς ὑγρᾶς

### 1690.1

ναύταις μεδέουσα θαλάσσης.

### 1690.2

[Χο. ὦ μέγα σεμνὴ Νίκη τὸν ἐμὸν

### 1690.3

βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσα.]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cbm-ay`.
