eul_wid: cbm-bb
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Helen by Euripides

Euripides' Helen is a tragedy first performed in Athens in 412 BCE. The play presents a radical revision of the Trojan War myth, written in Attic Greek verse. According to this version, the gods created a phantom likeness of Helen, which was taken to Troy by Paris, while the virtuous Helen herself was transported to Egypt under the protection of the prophet-king Proteus. The plot centres on her long wait for her husband, Menelaus, their joyful yet comical reunion after he is shipwrecked in Egypt, and their clever joint deception of the tyrannical king Theoclymenus, who desires to marry Helen. Their successful escape reunites the legitimate couple and restores Helen's reputation.

The complete text survives through medieval manuscript transmission, most notably as part of a Byzantine triad of Euripidean plays used for educational purposes. Helen is frequently classified alongside other late Euripidean works characterized as tragicomedies or romances, due to their adventurous plots, romantic elements, and relatively happy resolutions. It is widely interpreted as a work for an Athenian audience weary from the protracted Peloponnesian War, offering both entertainment and a profound critique of the futility of waging war over an illusion. The play's exploration of themes such as mistaken identity, female aretē, and persuasive rhetoric influenced later comic playwrights and contributed to the thematic development of the ancient novel.

ΕΛΕΝΗ
Ἑλένη Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν,
ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ,
Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ.
τίκτει δὲ τέκνα δισσὰ τοῖσδʼ ἐν δώμασιν,
Θεοκλύμενον ἄρσενʼ
εὐγενῆ τε παρθένον
Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος·
ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ
τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο,
προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.
ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ
λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν
Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών,
ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ
δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·
Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ
λέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα,
Ἥρα Κύπρις τε διογενής τε παρθένος,
μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ,
νικᾶι. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις
Σπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος.
Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾶι θεὰς
ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρωι λέχη,
δίδωσι δʼ οὐκ ἔμʼ ἀλλʼ ὁμοιώσασʼ ἐμοὶ
εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο
Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν,
κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸς
βουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς·
πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν
πλήθους τε κουφίσειε μητέρα χθόνα
γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.
Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,
τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
νεφέληι καλύψας—οὐ γὰρ ἠμέλησέ μου
Ζεύς—τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο,
πάντων προκρίνας σωφρονέστατον βροτῶν,
ἀκέραιον ὡς σώσαιμι Μενέλεωι λέχος.
κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσις
στράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
θηρᾶι πορευθεὶς Ἰλίου πυργώματα.
ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼ
κατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸν
πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
τί οὖν ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔπος
Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον
οὐκ ἦλθον, ἢν μὴ λέκτρʼ ὑποστρώσω τινί.
ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν
Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς
σκότωι κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος
θηρᾶι γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιν
τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασώσηι λέχη,
ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω,
μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφληι.
Τεῦκρος τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος;
Πλούτωι γὰρ οἶκος ἄξιος προσεικάσαι
βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι.
ἔα·
ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστης ὁρῶ
γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν
πάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχεις
Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένηι
γαίαι πόδʼ εἶχον, τῶιδʼ ἂν εὐστόχωι πτερῶι
ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.
Ἑλένη τί δʼ, ὦ ταλαίπωρʼ, ὅστις εἶ μʼ ἀπεστράφης
καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;
Τεῦκρος ἥμαρτον· ὀργῆι δʼ εἶξα μᾶλλον ἤ μʼ ἐχρῆν·
μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι.
Ἑλένη τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον;
Τεῦκρος εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων ...
Ἑλένη οὔ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
Τεῦκρος φυγὰς πατρώιας ἐξελήλαμαι χθονός.
Ἑλένη τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας;
Τεῦκρος Τελαμὼν ὁ φύσας· τίνʼ ἂν ἔχοις μᾶλλον φίλον;
Ἑλένη ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.
Τεῦκρος Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίαι θανών.
Ἑλένη πῶς; οὔ τί που σῶι φασγάνωι βίου στερείς;
Τεῦκρος οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος.
Ἑλένη μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν;
Τεῦκρος τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον;
Ἑλένη ναί· μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.
Τεῦκρος θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις.
Ἑλένη καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν;
Τεῦκρος ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου.
Ἑλένη σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;
Τεῦκρος ὁθούνεκʼ αὐτῶι γʼ οὐ ξυνωλόμην ὁμοῦ.
Ἑλένη ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν;
Τεῦκρος καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.
Ἑλένη ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;
Τεῦκρος ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές.
Ἑλένη ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες.
Τεῦκρος καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά.
Ἑλένη πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;
Τεῦκρος ἑπτὰ σχεδόν τι καμπίμους ἐτῶν κύκλους.
Ἑλένη χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίαι πόσον;
Τεῦκρος πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
Ἑλένη ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;
Τεῦκρος Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης.
Ἑλένη εἶδες σὺ τὴν δύστηνον, ἢ κλυὼν λέγεις;
Τεῦκρος ὥσπερ σέ γʼ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.
Ἑλένη σκόπει δὲ μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν.
Τεῦκρος ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.
Ἑλένη ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;
Τεῦκρος οὔκουν ἐν Ἄργει γʼ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς.
Ἑλένη αἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις.
Τεῦκρος ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλήιζεται.
Ἑλένη οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;
Τεῦκρος ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν.
Ἑλένη ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;
Τεῦκρος μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.
Ἑλένη κἀκ τοῦδε Μενέλεων οὔτις οἶδʼ ἀφιγμένον;
Τεῦκρος οὐδείς· θανὼν δὲ κλήιζεται καθʼ Ἑλλάδα.
Ἑλένη ἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη;
Τεῦκρος Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.
Ἑλένη οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;
Τεῦκρος φασίν, βρόχωι γʼ ἅψασαν εὐγενῆ δέρην.
Ἑλένη οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;
Τεῦκρος τεθνᾶσι κοὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω.
Ἑλένη πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν.
Τεῦκρος ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ.
Ἑλένη καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;
Τεῦκρος σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον.
ἅλις δὲ μύθων· οὐ διπλᾶ χρήιζω στένειν.
ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους,
τὴν θεσπιωιδὸν Θεονόην χρήιζων ἰδεῖν,
σὺ προξένησον, ὡς τύχω μαντευμάτων
ὅπηι νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸν
ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισεν
οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.
Ἑλένη πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼν
γῆν τήνδε φεῦγε, πρίν σε παῖδα Πρωτέως
ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ
κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·
κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβηι ξένον.
ὅτου δʼ ἕκατι μήτε σὺ ζήτει μαθεῖν
ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;
Τεῦκρος καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι
ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
Ἑλένηι δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρένας
ἔχεις ὁμοίας ἀλλὰ διαφόρους πολύ.
κακῶς ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰς
ἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι.
Ἑλένη ὦ μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον
ποῖον ἁμιλλαθῶ γόον ἢ τίνα μοῦσαν ἐπέλθω
δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.
πτεροφόροι νεάνιδες,
παρθένοι Χθονὸς κόραι,
Σειρῆνες, εἴθʼ ἐμοῖς
γόοις μόλοιτʼ ἔχουσαι Λίβυν
λωτὸν ἢ σύριγγας ἢ
φόρμιγγας αἰλίνοις κακοῖς
τοῖς ἐμοῖσι σύνοχα δάκρυα,
πάθεσι πάθεα, μέλεσι μέλεα,
μουσεῖα θρηνήμα-
σι ξυνωιδά, πέμψαιτε
Φερσέφασσα φονία χάριτας
ἵνʼ ἐπὶ δάκρυσι παρʼ ἐμέθεν ὑπὸ
μέλαθρα νύχια παιᾶνα
νέκυσιν ὀλομένοις λάβηι.
Χορός κυανοειδὲς ἀμφʼ ὕδωρ
ἔτυχον ἕλικά τʼ ἀνὰ χλόαν
φοίνικας ἁλίωι
πέπλους χρυσέαισιν αὐγαῖς
θάλπουσʼ
ἀμφὶ δόνακος ἔρνεσιν·
ἔνθεν οἰκτρὸν ὅμαδον ἔκλυον,
ἄλυρον ἔλεγον, ὅτι ποτʼ ἔλακεν
… αἰάγμα-
σι στένουσα νύμφα τις
οἷα Ναῒς ὄρεσι φυγάδα
γάμων ἱεῖσα γοερόν, ὑπὸ δὲ
πέτρινα γύαλα κλαγγαῖσι
Πανὸς ἀναβοᾶι γάμους.
Ἑλένη ὦ θήραμα βαρβάρου πλάτας,
Ἑλλανίδες κόραι,
ναύτας Ἀχαιῶν τις
ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων·
Ἰλίου κατασκαφαὶ
πυρὶ μέλουσι δαΐωι
διʼ ἐμὲ τὰν πολυκτόνον,
διʼ ἐμὸν ὄνομα πολύπονον,
Λήδα δʼ ἐν ἀγχόναις
θάνατον ἔλαβεν αἰσχύ-
νας ἐμᾶς ὑπʼ ἀλγέων,
ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς
πόσις ὀλόμενος οἴχεται,
Κάστορός τε συγγόνου τε
διδυμογενὲς ἄγαλμα πατρίδος
ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-
λοιπε δάπεδα γυμνάσιά τε
δονακόεντος Εὐρώ-
τα, νεανιᾶν πόνον.
Χορός αἰαῖ δαίμονος πολυστόνου
μοίρας τε σᾶς, γύναι.
αἰὼν δυσαίων τις
ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθεν
χιονόχρωι κύκνου πτερῶι
Ζεὺς πρέπων διʼ αἰθέρος.
τί γὰρ ἄπεστί σοι κακῶν;
τί δʼ ἀνὰ βίοτον οὐκ ἔτλας;
μάτηρ μὲν οἴχεται,
δίδυμά τε Διὸς οὐκ εὐ-
δαιμονεῖ τέκεα φίλα,
χθόνα δὲ πάτριον οὐχ ὁρᾶις,
διὰ δὲ πόλιας ἔρχεται
βάξις ἅ σε βαρβάροισι,
πότνια, παραδίδωσι λέχεσιν,
ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-
λοιπε βίοτον, οὐδέ ποτʼ ἔτι
πάτρια μέλαθρα καὶ τὰν Χαλκίοικον ὀλβιεῖ.
Ἑλένη φεῦ φεῦ, τίς ἢ Φρυγῶν
ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς
ἔτεμε τὰν δακρυόεσσαν
Ἰλίωι πεύκαν;
ἔνθεν ὀλόμενον σκάφος
συναρμόσας ὁ Πριαμίδας
ἔπλευσε βαρβάρωι πλάται
τὰν ἐμὰν ἐφʼ ἑστίαν
ἅ τε δόλιος ἁ πολυκτόνος Κύπρις
Δαναΐδαις ἄγουσα θάνατον·
ὦ τάλαινα συμφορᾶς.
ἁ δὲ χρυσέοις θρόνοισι
Διὸς ὑπαγκάλισμα σεμνὸν
Ἥρα τὸν ὠκύπουν ἔπεμψε Μαιάδος γόνον·
ὅς με χλοερὰ δρεπομέναν ἔσω πέπλων
ῥόδεα πέταλα Χαλκίοικον ὡς Ἀθάναν μόλοιμʼ
ἀναρπάσας διʼ αἰθέρος
τάνδε γαῖαν εἰς ἄνολβον
ἔριν ἔριν τάλαιναν ἔθετο
Πριαμίδαισιν Ἑλλάδος.
τὸ δʼ ἐμὸν ὄνομα παρὰ Σιμουντίοις ῥοαῖσι
μαψίδιον ἔχει φάτιν.
Χορός ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι
ὡς ῥᾶιστα τἀναγκαῖα τοῦ βίου φέρειν.
Ἑλένη φίλαι γυναῖκες, τίνι πότμωι συνεζύγην;
ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας;
τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου,
τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιν
αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
ἔσωιζον ὥσπερ τὰς κακὰς σώιζουσί μου.
ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως·
ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
πρῶτον μὲν οὐκ οὖσʼ ἄδικός εἰμι δυσκλεής·
καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆς
ἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένη
δούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο·
τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη,
πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν,
ἐπεὶ τέθνηκεν οὗτος, οὐκέτʼ ἔστι δή.
μήτηρ δʼ ὄλωλε καὶ φονεὺς αὐτῆς ἐγώ,
ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν.
ἣ δʼ ἀγλάισμα δωμάτων ἐμόν τʼ ἔφυ,
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται.
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
οὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ
τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ.
τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην;
γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγὰς
μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου, πρὸς πλουσίαν
τράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸς
ξυνῆι γυναικί, καὶ τὸ σῶμʼ ἐστὶν πικρόν.
ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
γυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν.
Χορός Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος,
μὴ πάντʼ ἀληθῆ δοξάσηις εἰρηκέναι.
Ἑλένη καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν.
Χορός πόλλʼ ἂν λέγοιτο καὶ διὰ ψευδῶν σαφῆ.
Ἑλένη καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείας ἔπι.
Χορός ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρηι.
Ἑλένη φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει.
Χορός πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις;
Ἑλένη πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.
Χορός οἶσθʼ οὖν ὃ δρᾶσον· μνήματος λιποῦσʼ ἕδραν ...
Ἑλένη ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;
Χορός ἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται
τῆς ποντίας Νηρῆιδος ἐκγόνου κόρης
πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτι
εἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖ
πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε.
πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
λυπουμένηι γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ.
θέλω δὲ κἀγώ σοι συνεισελθεῖν δόμους
καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·
γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.
Ἑλένη φίλαι, λόγους ἐδεξάμαν·
βᾶτε βᾶτε δʼ ἐς δόμους,
ἀγῶνας ἐντὸς οἴκων
ὡς πύθησθε τοὺς ἐμούς.
Χορός θέλουσαν οὔ με δὶς καλεῖς.
Ἑλένη ἰὼ μέλεος ἁμέρα.
τίνʼ ἄρα τάλαινα τίνα λόγον
δακρυόεντʼ ἀκούσομαι;
Χορός μὴ πρόμαντις ἀλγέων
προλάμβανʼ, ὦ φίλα, γόους.
Ἑλένη τί μοι πόσις μέλεος ἔτλα;
πότερα δέρκεται φάος τέ-
θριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων
ἢ ʼν νέκυσι κατὰ χθονὸς
τὰν χρόνιον ἔχει τύχαν;
Χορός ἐς τὸ φέρτερον τίθει
τὸ μέλλον ὅτι γενήσεται.
Ἑλένη σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα
τὸν ὑδρόεντι δόνακι χλωρὸν
Εὐρώταν, θανόντος
εἰ βάξις ἔτυμος ἀνδρὸς
ἅδε μοι τί τάδʼ ἀσύνετα,
φόνιον αἰώρημα
διὰ δέρας ὀρέξομαι,
ἢ ξιφοκτόνον διωγμὸν
αἱμορρύτου σφαγᾶς
αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
θῦμα τριζύγοις θεαῖσι
τῶι τε σήραγγας Ἴ-
δας ἐνίζοντι Πριαμί-
δαι ποτʼ ἀμφὶ βουστάθμους.
Χορός ἄλλοσʼ ἀποτροπὰ κακῶν
γένοιτο, τὸ δὲ σὸν εὐτυχές.
Ἑλένη ἰὼ τάλαινα Τροία,
διʼ ἔργʼ ἄνεργʼ ὄλλυσαι μέλεά τʼ ἔτλας.
τὰ δʼ ἐμὰ δῶρα Κύπριδος ἔτεκε
πολὺ μὲν αἷμα, πολὺ δὲ δάκρυον
ἄχεά τʼ ἄχεσι δάκρυα δάκρυσιν ἔλαβε πάθεα,
ματέρες τε παῖδας ὄλεσαν,
ἀπὸ δὲ παρθένοι κόμας ἔ-
θεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
ἀμφὶ Φρύγιον οἶδμα.
βοὰν βοὰν δʼ Ἑλλὰς αἶʼ
ἐκελάδησεν ἀνοτότυξεν,
ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
ὄνυχι δʼ ἁπαλόχροα γένυν
ἔδευσεν φοινίαισι πλαγαῖς.
ὦ μάκαρ Ἀρκαδίαι ποτὲ παρθένε
Καλλιστοῖ, Διὸς ἃ λεχέων ἀπέ-
βας τετραβάμοσι γυίοις,
ὡς πολὺ κηρὸς ἐμᾶς ἔλαχες πλέον,
ἁ μορφᾶι θηρῶν λαχνογυίων
ὄμματι λάβρωι σχῆμα λεαίνης
ἐξαλλάξασʼ ἄχθεα λύπας·
ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατο
χρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούραν
καλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμας
ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας
ὀλομένους τʼ Ἀχαιούς.
Μενέλαος ὦ τὰς τεθρίππους Οἰνομάωι Πῖσαν κάτα
Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
εἴθʼ ὤφελες τόθʼ
ἐν θεοῖς λιπεῖν βίον,
πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,
ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
Ἀγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν.
πλεῖστον γὰρ οἶμαι—καὶ τόδʼ οὐ κόμπωι λέγω—
στράτευμα κώπηι διορίσαι Τροίαν ἔπι,
τύραννος οὐδὲ πρὸς βίαν στρατηλατῶν,
ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις.
καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα,
τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν.
ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸς
τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
πύργους ἔπερσα, κἀς πάτραν χρήιζων μολεῖν
οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
Λιβύης δʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰς
πέπλευκα πάσας· χὤταν ἐγγὺς ὦ πάτρας,
πάλιν μʼ ἀπωθεῖ πνεῦμα κοὔποτʼ οὔριον
ἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν.
καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτραις
πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.
τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων,
ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστωι τύχηι
Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.
ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼ
οὐκ οἶδʼ· ὄχλον γὰρ ἐσπεσεῖν ἠισχυνόμην,
κρύπτων ὑπʼ αἰδοῦς τὰς τύχας. ὅταν δʼ ἀνὴρ
πράξηι κακῶς ὑψηλός, εἰς ἀηθίαν
πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάρα
οὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαι
πάρεστι ναὸς ἐκβόλοις ἁμπίσχομαι.
πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματα
χλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς
κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
ἄρξασαν ἥκω, τούς γε περιλελειμμένους
φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη.
μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω.
ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινὸς
προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμων
λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ʼχόντων βίον
οὐδʼ εἰ θέλοιεν ὠφελεῖν ἔχοιμεν ἄν.
ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά;
Γραῦς τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξηι δόμων
καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῆι
Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.
Μενέλαος ὦ γραῖα, ταῦτα ταῦτʼ ἔπη καλῶς λέγεις
ἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες χόλου.
Γραῦς ἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις.
Μενέλαος ἆ, μὴ πρόσειε χεῖρα μηδʼ ὤθει βίαι.
Γραῦς πείθηι γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος.
Μενέλαος ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς ...
Γραῦς πικρῶς ἂν οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους.
Μενέλαος ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.
Γραῦς οἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι.
Μενέλαος οὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.
Γραῦς ὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσηι βίαι.
Μενέλαος αἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα;
Γραῦς οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε.
Μενέλαος ὦ δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα.
Γραῦς τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ;
Μενέλαος πρὸς τὰς πάροιθε συμφορὰς εὐδαίμονας.
Γραῦς οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;
Μενέλαος τίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;
Γραῦς Πρωτέως τάδʼ ἐστὶ δώματʼ, Αἴγυπτος δὲ γῆ.
Μενέλαος Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα.
Γραῦς τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;
Μενέλαος οὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.
Γραῦς πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
Μενέλαος ἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ;
Γραῦς τόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός.
Μενέλαος ποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις;
Γραῦς οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.
Μενέλαος τίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;
Γραῦς Ἑλένη κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός.
Μενέλαος πῶς φήις; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον.
Γραῦς ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν.
Μενέλαος πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον;
Γραῦς Λακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο.
Μενέλαος πότʼ; οὔ τί που λελήισμεθʼ ἐξ ἄντρων λέχος;
Γραῦς πρὶν τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν.
ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοις
τύχη, τύραννος ἧι ταράσσεται δόμος.
καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότης
λάβηι σε, θάνατος ξένιά σοι γενήσεται.
εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺς
λόγους ἔδωκα δεσπότην φοβουμένη.
Μενέλαος τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας
ἐκ τῶν πάροιθε τὰς παρεστώσας κλύω,
εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
ἥκω δάμαρτα καὶ κατʼ ἄντρα σώιζεται,
ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
δάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις.
Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι·
ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρ
Νείλου παρʼ ὄχθας; εἶς γὰρ ὅ γε κατʼ οὐρανόν.
Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
διπλοῦν δὲ Τυνδάρειον ὄνομα κλήιζεται,
Λακεδαίμονος δὲ γαῖά τις ξυνώνυμος
Τροίας τʼ; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῆι χθονὶ
ὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλει
γυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον.
οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·
ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας
ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
κακῶν τόδʼ ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
βίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει.
λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφῶν δέ του,
δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
Χορός ἤκουσα τᾶς θεσπιωιδοῦ κόρας
ἃ χρήιζουσʼ ἐπλάθην τυράννοις δόμοισιν,
ὡς Μενέλαος οὔ-
πω μελαμφαὲς οἴχεται
διʼ ἔρεβος χθονὶ κρυφθείς,
ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον
τρυχόμενος οὔπω λιμένων
ψαύσειεν πατρίας γᾶς,
ἀλατείαι βιότου
ταλαίφρων, ἄφιλος φίλων,
παντοδαπᾶς ἐπὶ γᾶς πέδον
χριμπτόμενος εἰναλίωι
κώπαι Τρωιάδος ἐκ γᾶς.
Ἑλένη ἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλιν
στείχω, μαθοῦσα Θεονόης φίλους λόγους.
ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι
Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
οὐχ ὡς δρομαία πῶλος ἢ βάκχη θεοῦ
τάφωι ξυνάψω κῶλον; ἄγριος δέ τις
μορφὴν ὅδʼ ἐστὶν ὅς με θηρᾶται λαβεῖν.
Μενέλαος σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην
τύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας,
μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν
ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.
Ἑλένη ἀδικούμεθʼ, ὦ γυναῖκες· εἰργόμεσθα γὰρ
τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλει
δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.
Μενέλαος οὐ κλῶπές ἐσμεν οὐδʼ ὑπηρέται κακῶν.
Ἑλένη καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις.
Μενέλαος στῆσον, φόβον μεθεῖσα, λαιψηρὸν πόδα.
Ἑλένη ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τάφου.
Μενέλαος τίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι;
Ἑλένη σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
Μενέλαος οὐπώποτʼ εἶδον προσφερέστερον δέμας.
Ἑλένη ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
Μενέλαος Ἑλληνὶς εἶ τις ἢ ʼπιχωρία γυνή;
Ἑλένη Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Μενέλαος Ἑλένηι σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι.
Ἑλένη ἐγὼ δὲ Μενέλεώι γε σʼ· οὐδʼ ἔχω τί φῶ.
Μενέλαος ἔγνως ἄρʼ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Ἑλένη ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
Μενέλαος ποίας δάμαρτος; μὴ θίγηις ἐμῶν πέπλων.
Ἑλένη ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
Μενέλαος ὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ.
Ἑλένη οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾶις.
Μενέλαος οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις.
Ἑλένη ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
Μενέλαος ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
Ἑλένη οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή.
Μενέλαος οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ;
Ἑλένη οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς;
Μενέλαος τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές γʼ ἀποστατεῖ.
Ἑλένη σκέψαι· τί σοι δεῖ πίστεως σαφεστέρας;
Μενέλαος ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι.
Ἑλένη τίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα;
Μενέλαος ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω.
Ἑλένη οὐκ ἦλθον ἐς γῆν Τρωιάδʼ, ἀλλʼ εἴδωλον ἦν.
Μενέλαος καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται;
Ἑλένη αἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη.
Μενέλαος τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.
Ἑλένη Ἥρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι.
Μενέλαος πῶς οὖν; ἅμʼ ἐνθάδʼ ἦσθʼ ἄρʼ ἐν Τροίαι θʼ ἅμα;
Ἑλένη τοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ.
Μενέλαος μέθες με· λύπης ἅλις ἔχων ἐλήλυθα.
Ἑλένη λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη;
Μενέλαος καὶ χαῖρέ γʼ, Ἑλένηι προσφερὴς ὁθούνεκʼ εἶ.
Ἑλένη ἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν.
Μενέλαος τοὐκεῖ με μέγεθος τῶν κακῶν πείθει, σὺ δʼ οὔ.
Ἑλένη οἲ ʼγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα;
οἱ φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαι
Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.
Θεράπων Μενέλαε, μαστεύων σε κιγχάνω μόλις,
πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,
πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
Μενέλαος τί δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο;
Θε. θαυμάστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον.
Μενέλαος λέγʼ· ὡς φέρεις τι τῆιδε τῆι σπουδῆι νέον.
Θε. λέγω πόνους σε μυρίους τλῆναι μάτην.
Μενέλαος παλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί;
Θε. βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς
ἀρθεῖσʼ ἄφαντος· οὐρανῶι δὲ κρύπτεται
λιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσώιζομεν,
τοσόνδε λέξασʼ· Ὦ ταλαίπωροι Φρύγες
πάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνήισκετε,
δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν.
ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον μʼ ἐχρῆν,
τὸ μόρσιμον σώσασα πατέρʼ ἐς οὐρανὸν
ἄπειμι· φήμας δʼ ἡ τάλαινα Τυνδαρὶς
ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.
ὦ χαῖρε, Λήδας θύγατερ· ἐνθάδʼ ἦσθʼ ἄρα.
ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς
ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον
δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν
ἡμᾶς τόδʼ αὖθις, ὡς ἅδην ἐν Ἰλίωι
πόνους παρεῖχες σῶι πόσει καὶ συμμάχοις.
Μενέλαος τοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσί μοι λόγοι
οἱ τῆσδʼ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,
ἥ σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
Ἑλένη ὦ φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος
παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.
ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,
περί τʼ ἐπέτασα χέρα φίλιον ἐν μακρᾶι
φλογὶ φαεσφόρωι.
Μενέλαος κἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσωι λόγους ἔχων
οὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.
Ἑλένη γέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείρας
ἀνεπτέρωσα καὶ δάκρυ σταλάσσω,
περὶ δὲ γυῖα χέρας ἔβαλον ἡδονάν,
ὦ πόσις, ὡς λάβω.
Μενέλαος ὦ φιλτάτα πρόσοψις, οὐκ ἐμέμφθην·
ἔχω τὰ τοῦ Διὸς λέκτρα Λήδας τε.
Ἑλένη ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι
ξυνομαίμονες ὤλβισαν ὤλβισαν ...
Μενέλαος τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦ
πρὸς ἄλλαν ἐλαύνει
θεὸς συμφορὰν τᾶσδε κρείσσω.
Ἑλένη τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγεν, ὦ πόσι,
χρόνιον, ἀλλʼ ὅμως· ὀναίμαν τύχας.
Μενέλαος ὄναιο δῆτα· ταὐτὰ δὲ ξυνεύχομαι·
δυοῖν γὰρ ὄντοιν οὐχ ὁ μὲν τλήμων, ὁ δʼ οὔ.
Ἑλένη φίλαι φίλαι,
τὰ πάρος οὐκέτι στένομεν οὐδʼ ἀλγῶ.
πόσιν ἔχομεν ἔχομεν ἐμὸν ἐμὸν ὃν ἔμενον
ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.
Μενέλαος ἔχεις, ἔχω τε σʼ· ἡλίους δὲ μυρίους
μόλις διελθὼν ἠισθόμην τὰ τῆς θεοῦ.
Ἑλένη ἐμὰ δὲ χαρμονᾶι δάκρυα πλέον ἔχει
χάριτος ἢ λύπας.
Μενέλαος τί φῶ; τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε;
Ἑλένη ἀδόκητον ἔχω σε πρὸς στέρνοις.
Μενέλαος κἀγὼ σέ, τὴν δοκοῦσαν Ἰδαίαν πόλιν
μολεῖν Ἰλίου τε μελέους πύργους.
πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;
Ἑλένη ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις·
ἒ ἔ· πικρὰν δʼ ἐρευνᾶις φάτιν.
Μενέλαος λέγʼ, ὡς ἀκουστά· πάντα δῶρα δαιμόνων.
Ἑλένη ἀπέπτυσα μὲν λόγον οἶον
οἷον ἐσοισόμεθα.
Μενέλαος ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.
Ἑλένη οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία
πετομένας κώπας, πετομένου δʼ ἔρω-
τος ἀδίκων γάμων ...
Μενέλαος τίς … σε δαίμων ἢ πότμος συλᾶι πάτρας;
Ἑλένη ὁ Διὸς ὁ Διὸς ὦ πόσι με παῖς Μαίας τʼ
ἐπέλασεν Νείλωι.
Μενέλαος θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.
Ἑλένη κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω
δάκρυσιν· ἁ Διός μʼ ἄλοχος ὤλεσεν.
Μενέλαος Ἥρα; τί νῶιν χρήιζουσα προσθεῖναι κακόν;
Ἑλένη ὤμοι ἐγὼ κείνων λουτρῶν καὶ κρηνᾶν,
ἵνα θεαὶ μορφὰν ἐφαίδρυναν, εὖτʼ
ἔμολον ἐς κρίσιν.
Μενέλαος τὰ δʼ εἰς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν;
Ἑλένη Πάριν ὡς ἀφέλοιτο ... Μενέλαος πῶς; αὔδα.
Ἑλένη Κύπρις ὧι μʼ ἐπένευσεν ... Μενέλαος ὦ τλᾶμον.
Ἑλένη τλάμονα τλάμονʼ ὧδʼ ἐπέλασʼ Αἰγύπτωι.
Μενέλαος εἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω.
Ἑλένη τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-
τερ, οἲ ʼγώ. Μενέλαος τί φήις;
Ἑλένη οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον
διʼ ἐμὰν κατεδήσατο δύσγαμον αἰσχύναν.
Μενέλαος ὤμοι· θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν λόγος;
Ἑλένη ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει
γάμον ἄγαμον αἰσχύνα.
Μενέλαος ὦ πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις.
Ἑλένη τάδε καὶ σὲ διώλεσε μυριάδας τε
χαλκεόπλων Δαναῶν.
ἐμὲ δὲ πατρίδος ἀποπρὸ κακόποτμον ἀραῖ-
ον ἔβαλε θεὸς ἀπὸ πόλεος ἀπό τε σέθεν,
ὅτε μέλαθρα λέχεά τʼ ἔλιπον οὐ λιποῦσʼ
ἐπʼ αἰσχροῖς γάμοις.
Χορός εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος
τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.
Θε. Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,
ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω.
Μενέλαος ἀλλʼ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.
Θε. οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίωι βραβεύς;
Μενέλαος οὐχ ἥδε· πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι.
Θε.
νεφέλης ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι;
Μενέλαος Ἥρας τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις.
Θε. τί δʼ; ὡς ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;
Μενέλαος αὕτη· λόγοις ἐμοῖσι πίστευσον τάδε.
Θε. ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον
καὶ δυστέκμαρτον, εὖ δέ πως πάντα στρέφει.
οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω
ἤισχυνας οὐδʼ ἔδρασας οἷα κλήιζεται.
νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν
καὶ λαμπάδων μεμνήμεθʼ ἃς τετραόροις
ἵπποις τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροις
σὺν τῶιδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον.
κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν
καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.
Μενέλαος ἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδα
μοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί,
καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
τάδʼ ὡς ἔχονθʼ ηὕρηκας οὗ τʼ ἐσμὲν τύχης,
μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖν
ἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν,
εἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός,
φρουρεῖν θʼ ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.
Θε. ἔσται τάδʼ, ὦναξ, ἀλλά τοι τὰ μάντεων
ἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα.
Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῶι
νεφέλης ὑπερθνήισκοντας εἰσορῶν φίλους
οὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
Χορός ἐς ταὐτὸ κἀμοὶ δόξα μάντεων πέρι
χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν
φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.
Ἑλένη εἶἑν· τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει.
ὅπως δʼ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο
κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις.
Μενέλαος ἦ πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγωι μιᾶι θʼ ὁδῶι.
τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίωι φθορὰς
τὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματα
Κρήτης τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις
σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ἂν
μύθοις, λέγων δʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι.
Ἑλένη καὶ πλείονʼ εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ.
ἓν δʼ εἰπὲ τἄλλα παραλιπών· πόσον χρόνον
πόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;
Μενέλαος ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίαι δέκα
ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
Ἑλένη φεῦ φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνον·
σωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς.
Μενέλαος πῶς φήις; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι.
Ἑλένη
θανῆι πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα.
Μενέλαος τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
Ἑλένη ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
Μενέλαος ἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη;
Ἑλένη ὕβριν γʼ ὑβρίζων ἐς ἐμέ, κἂν ἔτλην ἐγώ.
Μενέλαος ἰδίαι σθένων τις ἢ τυραννεύων χθονός;
Ἑλένη ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
Μενέλαος τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω.
Ἑλένη ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
Μενέλαος τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.
Ἑλένη οὔ που προσήιτεις βίοτον; ὦ τάλαινʼ ἐγώ.
Μενέλαος τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε.
Ἑλένη πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων.
Μενέλαος οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες, τόδʼ οὐκ ἔχω.
Ἑλένη ἄθικτον εὐνὴν ἴσθι σοι σεσωμένην.
Μενέλαος τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.
Ἑλένη ὁρᾶις τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς;
Μενέλαος ὁρῶ, τάλαινα, στιβάδας· ὧν τί σοι μέτα;
Ἑλένη ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.
Μενέλαος βωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις;
Ἑλένη ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν.
Μενέλαος οὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν σʼ ἔξεστί μοι;
Ἑλένη ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.
Μενέλαος οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.
Ἑλένη μή νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός.
Μενέλαος λιπὼν σέ; Τροίαν ἐξέπερσα σὴν χάριν.
Ἑλένη κρεῖσσον γὰρ ἤ σε τἄμʼ ἀποκτεῖναι λέχη.
Μενέλαος ἄνανδρά γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια.
Ἑλένη οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.
Μενέλαος οὕτω σιδήρωι τρωτὸν οὐκ ἔχει δέμας;
Ἑλένη εἴσηι· τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ.
Μενέλαος σιγῆι παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας;
Ἑλένη ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.
Μενέλαος δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.
Ἑλένη μίʼ ἔστιν ἐλπὶς ἦι μόνηι σωθεῖμεν ἄν.
Μενέλαος ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;
Ἑλένη εἰ μὴ τύραννός σʼ ἐκπύθοιτʼ ἀφιγμένον.
Μενέλαος οὐ γνώσεταί μʼ ὅς εἰμʼ, ἐγὦιδʼ· ἐρεῖ δὲ τίς;
Ἑλένη ἔστʼ ἔνδον αὐτῶι ξύμμαχος θεοῖς ἴση.
Μενέλαος φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;
Ἑλένη οὔκ, ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν.
Μενέλαος χρηστήριον μὲν τοὔνομʼ· ὅτι δὲ δρᾶι φράσον.
Ἑλένη πάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνωι παρόντα σε.
Μενέλαος θνήισκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.
Ἑλένη ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν ...
Μενέλαος τί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα;
Ἑλένη παρόντα γαίαι μὴ φράσαι σε συγγόνωι.
Μενέλαος πείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;
Ἑλένη κοινῆι γʼ ἐκείνηι ῥαιδίως, λάθραι δʼ ἂν οὔ.
Μενέλαος σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.
Ἑλένη ὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν.
Μενέλαος φέρʼ, ἢν δὲ δὴ νῶιν μὴ ἀποδέξηται λόγους;
Ἑλένη θανῆι· γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίαι.
Μενέλαος προδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις.
Ἑλένη ἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα ...
Μενέλαος τί φήις; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη;
Ἑλένη ταὐτῶι ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.
Μενέλαος ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.
Ἑλένη ψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος.
Μενέλαος κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.
Ἑλένη πῶς οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν;
Μενέλαος τύμβου ʼπὶ νώτοις σὲ κτανὼν ἐμὲ κτενῶ.
πρῶτον δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθα
λέκτρων ὑπὲρ σῶν· ὁ δὲ θέλων ἴτω πέλας.
τὸ Τρωϊκὸν γὰρ οὐ καταισχυνῶ κλέος
οὐδʼ Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον,
ὅστις Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως,
Τελαμωνίου δʼ Αἴαντος εἰσεῖδον σφαγὰς
τὸν Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν
οὐκ ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ;
μάλιστά γʼ· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,
εὔψυχον ἄνδρα πολεμίων θανόνθʼ ὕπο
κούφηι καταμπίσχουσιν ἐν τύμβωι χθονί,
κακοὺς δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.
Χορός ὦ θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένος
τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.
Ἑλένη οἲ ʼγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω·
Μενέλαε, διαπεπράγμεθʼ· ἐκβαίνει δόμων
ἡ θεσπιωιδὸς Θεονόη· κτυπεῖ δόμος
κλήιθρων λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον;
ἀποῦσα γάρ σε καὶ παροῦσʼ ἀφιγμένον
δεῦρʼ οἶδεν. ὦ δύστηνος, ὡς ἀπωλόμην.
Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς
ἐς βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῆι.
Θεονόη ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας
θείου τε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,
ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·
σὺ δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ
στείβων ἀνοσίωι, δὸς καθαρσίωι φλογί,
κροῦσόν τε πεύκην, ἵνα διεξέλθω, πάρος·
νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάλιν
ἐφέστιον φλόγʼ ἐς δόμους κομίζετε.
Ἑλένη, τί τἀμά—πῶς ἔχει; —θεσπίσματα;
ἥκει πόσις σὸς Μενέλεως ὅδʼ ἐμφανής,
νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.
ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,
οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς·
ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι
ἔσται πάρεδρος Ζηνὶ τῶιδʼ ἐν ἤματι.
Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,
νῦν ἐστιν εὔνους κἀς πάτραν σῶσαι θέλει
ξὺν τῆιδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους
δώρημα Κύπριδος ψευδονύμφευτον μάθηι·
Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,
ὡς μὴ ʼξελεγχθῆι μηδὲ πριαμένη φανῆι
τὸ κάλλος Ἑλένης οὕνεκʼ ἀνονήτοις γάμοις.
τέλος δʼ ἐφʼ ἡμῖν εἴθʼ, ἃ βούλεται Κύπρις,
λέξασʼ ἀδελφῶι σʼ ἐνθάδʼ ὄντα διολέσω
εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον,
κρύψασʼ ὅμαιμον, ὅς με προστάσσει τάδε
εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχηις.
Ἑλένη ὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα
ὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲ
λαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν·
μή μοι κατείπηις σῶι κασιγνήτωι πόσιν
τόνδʼ εἰς ἐμὰς ἥκοντα φίλτατον χέρας,
σῶσον δέ, λίσσομαί σε· συγγόνωι δὲ σῶι
τὴν εὐσέβειαν μὴ προδῶις τὴν σήν ποτε,
χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.
μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοὶ
Ἑρμῆς ἔδωκε πατρὶ σῶι σώιζειν πόσει
τῶιδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.
πότερον ὁ δαίμων χὠ θανὼν τὰ τῶν πέλας
βούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν;
δοκῶ μέν. οὔκουν χρή σε συγγόνωι πλέον
νέμειν ματαίωι μᾶλλον ἢ χρηστῶι πατρί.
εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένη
τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,
τῶι δʼ οὐ δικαίωι συγγόνωι δώσεις χάριν,
αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι
τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.
τὴν δʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς,
ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς δίκης.
Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·
ἣ κλήιζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸν
πόσιν Φρυγῶν ὤικησα πολυχρύσους δόμους.
ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης πάλιν,
κλυόντες εἰσιδόντες ὡς τέχναις θεῶν
ὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ ἦ φίλων,
πάλιν μʼ ἀνάξουσʼ ἐπὶ τὸ σῶφρον αὖθις αὖ,
ἐδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ,
τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰν
ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.
κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾶι κατεσφάγη,
πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων·
νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι;
μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε·
δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους
πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε
κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς
ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.
Χορός οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσωι λόγοι,
οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ
λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.
Μενέλαος ἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυ
οὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν
δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς
ἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν.
ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,
αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας.
ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῶσαι ξένον
ζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν,
ἀπόδος τε καὶ πρὸς σῶσον· εἰ δὲ μὴ δοκεῖ,
ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις
ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῆι.
ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθα
καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,
λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πεσών·
Ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σώιζειν ἐμοί.
οἶδʼ οὕνεχʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών·
ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.
ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματα
πεσόντα τὠμῶι φασγάνωι, μισθὸν δʼ ἔχεις·
ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν
ἢ τήνδʼ ἀνάγκασόν γʼ ἔτʼ εὐσεβοῦς πατρὸς
κρείσσω φανεῖσαν τἄμʼ ἀποδοῦναι λέχη.
εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων φράσω.
ὅρκοις κεκλήιμεθʼ, ὡς μάθηις, ὦ παρθένε,
πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῶι συγγόνωι,
κἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.
ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῆι ποδί,
λιμῶι δὲ θηρᾶι τύμβον ἱκετεύοντε νώ,
κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν
πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
τύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶ
τάφου καταστάζωσι· κεισόμεσθα δὲ
νεκρὼ δύʼ ἑξῆς τῶιδʼ ἐπὶ ξεστῶι τάφωι,
ἀθάνατον ἄλγος σοί, ψόγον δὲ σῶι πατρί.
οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθεν
οὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι
εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ ἀλλὰ πρὸς νεκρούς.
Χορός ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·
οὕτω δὲ κρῖνον ὡς ἅπασιν ἁνδάνηις.
Θε. ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι
φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς
οὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνωι χάριν
δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.
ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα
ἐν τῆι φύσει· καὶ τοῦτο Νηρέως πάρα
ἔχουσα σώιζειν, Μενέλεως, πειράσομαι.
Ἥραι δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν,
ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δέ μοι
ἵλεως μὲν εἴη, συμβέβηκε δʼ οὐδαμοῦ.
ἃ δʼ ἀμφὶ τύμβωι τῶιδʼ ὀνειδίζεις πατρός,
ἡμῖν ὅδʼ αὑτὸς μῦθος· ἀδικοίημεν ἄν,
εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων
ἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτηι δὲ σέ.
καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροις
καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς
τῶν κατθανόντων ζῆι μὲν οὔ, γνώμην δʼ ἔχει
ἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών.
ὡς οὖν περαίνω μὴ μακράν, σιγήσομαι
ἅ μου καθικετεύσατʼ οὐδὲ μωρίαι
ξύμβουλος ἔσομαι τῆι κασιγνήτου ποτέ.
εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως,
ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.
αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε,
ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι.
ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἰκετεύετε
τὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,
Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῶι μένειν
ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.
σὺ δʼ, ὦ θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω,
οὔποτε κεκλήσηι δυσσεβὴς ἀντʼ εὐσεβοῦς.
Χορός οὐδείς ποτʼ ηὐτύχησεν ἔκδικος γεγώς,
ἐν τῶι δικαίωι δʼ ἐλπίδες σωτηρίας.
Ἑλένη Μενέλαε, πρὸς μὲν παρθένου σεσώμεθα·
τοὐνθένδε δʼ εἰς ἓν τοὺς λόγους φέροντε χρὴ
κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.
Μενέλαος ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας
καὶ συντέθραψαι προσπόλοισι βασιλέως.
Ἑλένη τί τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας
ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῶιν.
Μενέλαος πείσειας ἄν τινʼ οἵτινες τετραζύγων
ὄχων ἀνάσσουσʼ ὥστε νῶιν δοῦναι δίφρους;
Ἑλένη πείσαιμʼ ἄν· ἀλλὰ τίνα φυγὴν φευξούμεθα
πεδίων ἄπειροι βαρβάρου γʼ ὄντες χθονός;
Μενέλαος ἀδύνατον εἶπας. φέρε, τί δʼ εἰ κρυφθεὶς δόμοις
κτάνοιμʼ ἄνακτα τῶιδε διστόμωι ξίφει;
Ἑλένη οὐκ ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂν
μέλλοντʼ ἀδελφὴ σύγγονον κατακτανεῖν.
Μενέλαος ἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν ἧι σωθεῖμεν ἂν
φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει.
Ἑλένη ἄκουσον, ἤν τι καὶ γυνὴ λέξηι σοφόν.
βούληι λέγεσθαι μὴ θανὼν λόγωι θανεῖν;
Μενέλαος κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγε.
ἕτοιμός εἰμι μὴ θανὼν λόγωι θανεῖν.
Ἑλένη καὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθα
κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.
Μενέλαος σωτηρίας δὲ τοῦτʼ ἔχει τί νῶιν ἄκος;
παλαιότης γὰρ τῶι λόγωι γʼ ἔνεστί τις.
Ἑλένη ὡς δὴ θανόντα σʼ ἐνάλιον κενῶι τάφωι
θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.
Μενέλαος καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς
σωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας;
Ἑλένη δοῦναι κελεύσω πορθμίδʼ, ἧι καθήσομεν
κόσμον τάφωι σῶι πελαγίους ἐς ἀγκάλας.
Μενέλαος ὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσωι ταφὰς
θεῖναι κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει.
Ἑλένη ἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδα
χέρσωι καλύπτειν τοὺς θανόντας ἐναλίους.
Μενέλαος τοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαι
καὶ συγκαθήσω κόσμον ἐν ταὐτῶι σκάφει.
Ἑλένη σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς
πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.
Μενέλαος καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω,
ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος.
Ἑλένη σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον
λαίφει πνοαὶ γένοιντο χἴλεως δρόμος.
Μενέλαος ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.
ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη;
Ἑλένη σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον
Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν.
Μενέλαος καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη
ξυμμάρτυρές σοι ναυτικῶν ἐρειπίων.
Ἑλένη ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο·
τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι.
Μενέλαος πότερα δʼ ἐς οἴκους σοι συνεισελθεῖν με χρὴ
ἢ πρὸς τάφωι τῶιδʼ ἥσυχοι καθώμεθα;
Ἑλένη αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾶι,
τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν.
ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ
πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι
παρῆιδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός.
μέγας γὰρ ἁγὼν καὶ βλέπω δύο ῥοπάς·
ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη,
ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῶσαι δέμας.
ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις
Ἥρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων,
αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν
ῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα.
σύ θʼ, ἣ ʼπὶ τὠμῶι κάλλος ἐκτήσω γάμωι,
κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσηι.
ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάρος
τοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις.
θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις,
ἐν γῆι πατρώιαι. τί ποτʼ ἄπληστος εἶ κακῶν,
ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματα
ἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ σωμάτων;
εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶν
πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.
Χορός σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις
μουσεῖα καὶ θάκους ἐνί- ζουσαν ἀναβοάσω,
τὰν ἀοιδοτάταν
ὄρνιθα μελωιδὸν
ἀηδόνα δακρυόεσσαν,
ἔλθʼ ὦ διὰ ξουθᾶν γενύων ἐλελιζομένα
θρήνων ἐμοὶ ξυνεργός,
Ἑλένας μελέους πόνους
τὸν Ἰλιάδων τʼ ἀει-
δούσαι δακρυόεντα πότμον
Ἀχαιῶν ὑπὸ λόγχαις,
ὅτʼ ἔδραμε ῥόθια πολιὰ βαρβάρωι πλάται
ὃς ἔμολεν ἔμολε μέλεα Πριαμίδαις ἄγων
Λακεδαίμονος ἄπο λέχεα
σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος
πομπαῖσιν Ἀφροδίτας.
πολλοὶ δʼ Ἀχαιῶν δορὶ καὶ πετρίναις
ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι-
δαν μέλεον ἔχουσιν,
ταλαινᾶν ἀλόχων
κείραντες ἔθειραν,
ἄνυμφα δὲ μέλαθρα κεῖται·
πολλοὺς δὲ πυρσεύσας φλογερὸν σέλας ἀμφιρύταν
Εὔβοιαν εἷλʼ Ἀχαιῶν
μονόκωπος ἀνὴρ πέτραις
Καφηρίσιν ἐμβαλών,
Αἰγαίαις ἐνάλοις δόλιον
ἀκταῖς ἀστέρα λάμψας·
ἀλίμενα δʼ ὅρια μέλεα βαρβάρου στολᾶς
τότʼ ἔσυτο πατρίδος ἀποπρὸ χειμάτων πνοᾶι
γέρας οὐ γέρας ἀλλʼ ἔριν
Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων
εἴδωλον ἱερὸν Ἥρας.
ὅτι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον
τίς φησʼ ἐρευνάσας βροτῶν;
μακρότατον πέρας ηὗρεν ὃς τὰ θεῶν ἐσορᾶι
δεῦρο καὶ αὖθις ἐκεῖσε καὶ πάλιν ἀμφιλόγοις
πηδῶντʼ ἀνελπίστοις τύχαις.
σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ·
πτανὸς γὰρ ἐν κόλποις σε Λή-
δας ἐτέκνωσε πατήρ·
κἆιτʼ ἰαχήθης καθʼ Ἑλλανίαν
προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδʼ ἔχω
τί τὸ σαφὲς ὅτι ποτʼ ἐν βροτοῖς τὸ τῶν θεῶν
ἔπος ἀλαθὲς εὗρον.
ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμωι
λόγχαισί τʼ ἀλκαίου δορὸς
κτᾶσθʼ, ἀμαθῶς θανάτωι πόνους καταλυόμενοι.
εἰ γὰρ ἅμιλλα κρινεῖ νιν αἵματος, οὔποτʼ ἔρις
λείψει κατʼ ἀνθρώπων πόλεις·
αἳ Πριαμίδος γᾶς ἔλιπον θαλάμους,
ἐξὸν διορθῶσαι λόγοις
σὰν ἔριν, ὦ Ἑλένα.
νῦν δʼ οἱ μὲν Ἅιδαι μέλονται κάτω,
τείχεα δὲ φλογερὸς ὥστε Διὸς ἐπέσυτο φλόξ,
ἐπὶ δὲ πάθεα πάθεσι φέρεις ἀθλίοις
συμφοραῖς αἰλίνοις.
Θεοκλύμενος ὦ χαῖρε, πατρὸς μνῆμʼ· ἐπʼ ἐξόδοισι γὰρ
ἔθαψα Πρωτεῦ σʼ ἕνεκʼ ἐμῆς προσρήσεως·
ἀεὶ δέ σʼ ἐξιών τε κἀσιὼν δόμους
Θεοκλύμενος παῖς ὅδε προσεννέπω, πάτερ.
ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,
δμῶες, κομίζετʼ ἐς δόμους τυραννικούς.
ἐγὼ δʼ ἐμαυτὸν πόλλʼ ἐλοιδόρησα δή·
οὐ γάρ τι θανάτωι τοὺς κακοὺς κολάζομεν.
καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ
ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,
ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον
Ἑλένην· θανεῖται δʼ, ἤν γε δὴ ληφθῆι μόνον.
ἔα· ἀλλʼ, ὡς ἔοικε, πάντα διαπεπραγμένα
ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσʼ ἕδρας
ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.
ὠή, χαλᾶτε κλῆιθρα, λύεθʼ ἱππικὰς
φάτνας, ὀπαδοί, κἀκκομίζεθʼ ἅρματα,
ὡς ἂν πόνου γʼ ἕκατι μὴ λάθηι με γῆς
τῆσδʼ ἐκκομισθεῖσʼ ἄλοχος ἧς ἐφίεμαι.
ἐπίσχετʼ· εἰσορῶ γὰρ οὓς διώκομεν
παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.
αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς
λευκῶν ἀμείψασʼ ἔκ τε κρατὸς εὐγενοῦς
κόμας σίδηρον ἐμβαλοῦσʼ ἀπέθρισας
χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα
κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη
στένεις ὀνείροις ἢ φάτιν τινʼ οἴκοθεν
κλυοῦσα λύπηι σὰς διέφθαρσαι φρένας;
Ἑλένη ὦ δέσποτʼ—ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος—
ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμʼ ἔτι.
Θε. ἐν τῶι δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη;
Ἑλένη Μενέλαος—οἴμοι, πῶς φράσω; —τέθνηκέ μοι.
Θε.
πῶς οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε;
Ἑλένη κείνη τε φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο.
Θε. ἥκει γὰρ ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ;
Ἑλένη ἥκει· μόλοι γὰρ οἷ σφʼ ἐγὼ χρήιζω μολεῖν.
Θε. τίς ἐστι; ποῦ ʼστιν; ἵνα σαφέστερον μάθω.
Ἑλένη ὅδʼ ὃς κάθηται τῶιδʼ ὑποπτήξας τάφωι.
Θε. Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφωι πρέπει.
Ἑλένη οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδʼ ἔχειν πόσιν.
Θε. ποδαπὸς δʼ ὅδʼ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;
Ἑλένη Ἕλλην, Ἀχαιῶν εἷς ἐμῶι σύμπλους πόσει.
Θε. θανάτωι δὲ ποίωι φησὶ Μενέλεων θανεῖν;
Ἑλένη οἰκτρόταθʼ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.
Θε. ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;
Ἑλένη Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.
Θε. καὶ πῶς ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης;
Ἑλένη ἐσθλῶν κακίους ἐνίοτʼ εὐτυχέστεροι.
Θε. λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;
Ἑλένη ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.
Θε. ὄλωλʼ ἐκεῖνος. ἦλθε δʼ ἐν ποίωι σκάφει;
Ἑλένη ναῦταί σφʼ ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει.
Θε. ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίαι κακόν;
Ἑλένη νεφέλης λέγεις ἄγαλμʼ; ἐς αἰθέρʼ οἴχεται.
Θε. ὦ Πρίαμε καὶ γῆ Τρωιάς, ὡς ἔρρεις μάτην.
Ἑλένη κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.
Θε. πόσιν δʼ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί;
Ἑλένη ἄθαπτον· οἲ ʼγὼ τῶν ἐμῶν τλήμων κακῶν.
Θε. τῶνδʼ οὕνεκʼ ἔτεμες βοστρύχους ξανθῆς κόμης;
Ἑλένη φίλος γάρ ἐστιν ὅς ποτʼ ἐστὶν ἐνθάδʼ ὤν.
Θε. ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται.
Ἑλένη
Θε.
Ἑλένη ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.
Θε. οὐ δῆτα. πῶς οὖν; τόνδʼ ἐτʼ οἰκήσεις τάφον;
Ἑλένη πιστὴ γάρ εἰμι τῶι πόσει φεύγουσα σέ.
Θε. τί κερτομεῖς με, τὸν θανόντα δʼ οὐκ ἐᾶις;
Ἑλένη ἀλλʼ οὐκέτʼ· ἤδη δʼ ἄρχε τῶν ἐμῶν γάμων.
Θε. χρόνια μὲν ἦλθεν, ἀλλʼ ὅμως αἰνῶ τάδε.
Ἑλένη οἶσθʼ οὖν ὃ δρᾶσον· τῶν πάρος λαθώμεθα.
Θε. ἐπὶ τῶι; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.
Ἑλένη σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.
Θε. μεθίημι νεῖκος τὸ σόν, ἴτω δʼ ὑπόπτερον.
Ἑλένη πρός νύν σε γονάτων τῶνδʼ, ἐπείπερ εἶ φίλος ...
Θε. τί χρῆμα θηρῶσʼ ἱκέτις ὠρέχθης ἐμοῦ;
Ἑλένη τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.
Θε. τί δʼ; ἔστʼ ἀπόντων τύμβος; ἢ θάψεις σκιάν;
Ἑλένη Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντωι θάνηι ...
Θε. τί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.
Ἑλένη κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.
Θε. κτέριζʼ· ἀνίστη τύμβον οὗ χρήιζεις χθονός.
Ἑλένη οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν.
Θε. πῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων.
Ἑλένη ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν.
Θε. τί σοι παράσχω δῆτα τῶι τεθνηκότι;
Ἑλένη ὅδʼ οἶδʼ, ἐγὼ δʼ ἄπειρος, εὐτυχοῦσα πρίν.
Θε. ὦ ξένε, λόγων μὲν κληδόνʼ ἤνεγκας φίλην.
Μενέλαος οὔκουν ἐμαυτῶι γʼ οὐδὲ τῶι τεθνηκότι.
Θε. πῶς τοὺς θανόντας θάπτετʼ ἐν πόντωι νεκρούς;
Μενέλαος ὡς ἂν παρούσης οὐσίας ἕκαστος ἦι.
Θε. πλούτου λέγʼ οὕνεχʼ ὅτι θέλεις ταύτης χάριν.
Μενέλαος προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις.
Θε. τίνος; σύ μοι σήμαινε, πείσομαι δʼ ἐγώ.
Μενέλαος αὐτὸς σὺ γίγνωσκʼ· ἀρκέσει γὰρ ἃν διδῶις.
Θε. ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος.
Μενέλαος διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου.
Θε. οὐ τῶνδʼ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν.
Μενέλαος καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.
Θε. ἔσται· τί δʼ ἄλλο προσφέρειν νομίζεται;
Μενέλαος χαλκήλαθʼ ὅπλα· καὶ γὰρ ἦν φίλος δορί.
Θε. ἄξια τάδʼ ἔσται Πελοπιδῶν ἃ δώσομεν.
Μενέλαος καὶ τἄλλʼ ὅσα χθὼν καλὰ φέρει βλαστήματα.
Θε. πῶς οὖν; ἐς οἶδμα τίνι τρόπωι καθίετε;
Μενέλαος ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας.
Θε. πόσον δʼ ἀπείργειν μῆκος ἐκ γαίας δόρυ;
Μενέλαος ὥστʼ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.
Θε. τί δή; τόδʼ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;
Μενέλαος ὡς μὴ πάλιν γῆι λύματʼ ἐκβάληι κλύδων.
Θε. Φοίνισσα κώπη ταχύπορος γενήσεται.
Μενέλαος καλῶς ἂν εἴη Μενέλεώι τε πρὸς χάριν.
Θε. οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;
Μενέλαος μητρὸς τόδʼ ἔργον ἢ γυναικὸς ἢ τέκνων.
Θε. ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.
Μενέλαος ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν.
Θε. ἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.
ἐλθὼν δʼ ἐς οἴκους, ἐξελὼν κόσμον νεκρῶι
καί σʼ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,
δράσαντα τῆιδε πρὸς χάριν· φήμας δʼ ἐμοὶ
ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας
ἐσθῆτα λήψηι σῖτά θʼ, ὥστε σʼ ἐς πάτραν
ἐλθεῖν, ἐπεὶ νῦν γʼ ἀθλίως σʼ ἔχονθʼ ὁρῶ.
σὺ δʼ, ὦ τάλαινα, μὴ ʼπὶ τοῖς ἀνηνύτοις
τρύχουσα σαυτήν …
Μενέλεως δʼ ἔχει πότμον,
κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν γόοις.
Μενέλαος σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν
στέργειν πόσιν χρή, τὸν δὲ μηκέτʼ ὄντʼ ἐᾶν·
ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.
ἢν δʼ Ἑλλάδʼ ἔλθω καὶ τύχω σωτηρίας,
παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένηι
οἵαν γενέσθαι χρή σε σῶι ξυνευνέτηι.
Ἑλένη ἔσται τάδʼ· οὐδὲ μέμψεται πόσις ποτὲ
ἡμῖν· σὺ δʼ αὐτὸς ἐγγὺς ὢν εἴσηι τάδε.
ἀλλʼ, ὦ τάλας, ἔσελθε καὶ λουτρῶν τύχε
ἐσθῆτά τʼ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς
εὐεργετήσω σʼ· εὐμενέστερον γὰρ ἂν
τῶι φιλτάτωι μοι Μενέλεωι τὰ πρόσφορα
δρώιης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.
Χορός ὀρεία ποτὲ δρομάδι κώ-
λωι Μάτηρ ἐσύθη θεῶν
ἀνʼ ὑλᾶντα νάπη
ποτάμιόν τε χεῦμʼ ὑδάτων
βαρύβρομόν τε κῦμʼ ἅλιον
πόθωι τᾶς ἀποιχομένας
ἀρρήτου κούρας.
κρόταλα δὲ βρόμια διαπρύσιον
ἱέντα κέλαδον ἀνεβόα,
θηρῶν ὅτε ζυγίους
ζεύξασα θεὰ σατίνας
τὰν ἁρπασθεῖσαν κυκλίων
χορῶν ἔξω παρθενίων
μετὰ κουρᾶν δʼ
… ἀελλόποδες,
ἁ μὲν τόξοις Ἄρτεμις, ἁ δʼ
ἔγχει Γοργῶπις πάνοπλος.
αὐγάζων δʼ ἐξ οὐρανίων
ἄλλαν μοῖραν ἔκραινεν.
δρομαῖον δʼ ὅτε πολυπλάνη-
τον μάτηρ ἔπαυσε πόνον
ματεύουσα πόνους
θυγατρὸς ἁρπαγὰς δολίους,
χιονοθρέμμονάς τʼ ἐπέρασʼ
Ἰδαιᾶν Νυμφᾶν σκοπιὰς
ῥίπτει τʼ ἐν πένθει
πέτρινα κατὰ δρία πολυνιφέα.
βροτοῖσι δʼ ἄχλοα πεδία γᾶς
οὐ καρπίζουσʼ ἀρότοις,
λαῶν δὲ φθείρει γενεάν,
ποίμναις δʼ οὐχ ἵει θαλερὰς
βοσκὰς εὐφύλλων ἑλίκων·
πόλεων δʼ ἀπέλειπε βίος,
οὐδʼ ἦσαν θεῶν θυσίαι,
βωμοῖς δʼ ἄφλεκτοι πελανοί·
παγὰς δʼ ἀμπαύει δροσερὰς
λευκῶν ἐκβάλλειν ὑδάτων
πένθει παιδὸς ἀλάστωι.
ἐπεὶ δʼ ἔπαυσʼ εἰλαπίνας
θεοῖς βροτείωι τε γένει,
Ζεὺς μειλίσσων στυγίους
Ματρὸς ὀργὰς ἐνέπει·
Βᾶτε, σεμναὶ Χάριτες,
ἴτε, τὰν περὶ παρθένωι
Δηὼ θυμωσαμέναν
λύπαν ἐξαλλάξατʼ ἀλαλᾶι
Μοῦσαί θʼ ὕμνοισι χορῶν.
χαλκοῦ δʼ αὐδὰν χθονίαν
τύπανά τʼ ἔλαβε βυρσοτενῆ
καλλίστα τότε πρῶτα μακά-
ρων Κύπρις· γέλασεν δὲ θεὰ
δέξατό τʼ ἐς χέρας
βαρύβρομον αὐλὸν
τερφθεῖσʼ ἀλαλαγμῶι.
ὧν οὐ θέμις οὔθʼ ὅσια
ἐπύρωσας ἐν θαλάμοις,
μῆνιν δʼ ἔχεις μεγάλας
Ματρός, ὦ παῖ, θυσίας
οὐ σεβίζουσα θεᾶς.
μέγα τοι δύναται νεβρῶν
παμποίκιλοι στολίδες
κισσοῦ τε στεφθεῖσα χλόα
νάρθηκας εἰς ἱεροὺς
ῥόμβου θʼ εἱλισσομένα
κύκλιος ἔνοσις αἰθερία
βακχεύουσά τʼ ἔθειρα Βρομί-
ωι καὶ παννυχίδες θεᾶς.
εὖ δέ νιν ἄμασιν
ὑπέρβαλε σελάνα
μορφᾶ μόνον ηὔχεις.
Ἑλένη τὰ μὲν κατʼ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι·
ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη
πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη
οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.
κάλλιστα δῆτʼ ἀνήρπασεν ἐν τύχη πόσις·
ἃ γὰρ καθήσειν ὅπλʼ ἔμελλεν εἰς ἅλα,
ταῦτʼ ἐμβαλὼν πόρπακι γενναίαν χέρα
αὐτὸς κομίζει δόρυ τε δεξιᾶι λαβών,
ὡς τῶι θανόντι χάριτα δὴ συνεκπονῶν.
προύργου δʼ ἐς ἀλκὴν σῶμʼ ὅπλοις ἠσκήσατο,
ὡς βαρβάρων τροπαῖα μυρίων χερὶ
θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος.
πέπλους δʼ ἀμείψασʼ ἀντὶ ναυφθόρου στολῆς
ἐγώ νιν ἐξήσκησα καὶ λουτροῖς χρόα
ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.
ἀλλʼ, ἐκπερᾶι γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς
γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,
σιγητέον μοι· καὶ σὲ προσποιούμεθα
εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα
σωθέντες αὐτοὶ καὶ σὲ συσσῶσαί ποτε.
Θε. χωρεῖτʼ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος,
δμῶες, φέροντες ἐνάλια κτερίσματα.
Ἑλένη, σὺ δʼ, ἤν σοι μὴ κακῶς δόξω λέγειν,
πείθου, μένʼ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε
πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῆις.
δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος
πείσηι μεθεῖναι σῶμʼ ἐς οἶδμα πόντιον
τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην·
ἄγαν γὰρ αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις.
Ἑλένη ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει
τὰ πρῶτα λέκτρα νυμφικάς θʼ ὁμιλίας
τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν
καὶ ξυνθάνοιμʼ ἄν· ἀλλὰ τίς κείνωι χάρις
ξὺν κατθανόντι κατθανεῖν μʼ; ἔα δέ με
αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῶι.
θεοὶ δέ σοί τε δοῖεν οἷʼ ἐγὼ θέλω
καὶ τῶι ξένωι τῶιδʼ, ὅτι συνεκπονεῖ τάδε.
ἕξεις δέ μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασιν
γυναῖκʼ, ἐπειδὴ Μενέλεων εὐεργετεῖς
κἄμʼ· ἔρχεται γὰρ δή τινʼ ἐς τύχην τάδε.
ὅστις δὲ δώσει ναῦν ἐν ἧι τάδʼ ἄξομεν,
πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.
Θε. χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντερον
Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.
Ἑλένη οὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;
Θε. μάλιστʼ· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.
Ἑλένη αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.
Θε. αὖθις κελεύω καὶ τρίτον γʼ, εἴ σοι φίλον.
Ἑλένη ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.
Θε. μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξηις χρόα.
Ἑλένη ἥδʼ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.
Θε. τὰ τῶν θανόντων οὐδὲν ἀλλʼ ἄλλως πόνος.
Ἑλένη ἔστιν τι κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω.
Θε. οὐδὲν κακίω Μενέλεώ μʼ ἕξεις πόσιν.
Ἑλένη οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.
Θε. ἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῶις.
Ἑλένη οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.
Θε. βούληι ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;
Ἑλένη ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.
Θε. ἀλλʼ εἷα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·
καθαρὰ γὰρ ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδε
ψυχὴν ἀφῆκε Μενέλεως. ἴτω δέ τις
φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων
ἀγάλματʼ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ
γαῖαν βοᾶσθαι μακαρίαις ὑμνωιδίαις,
ὑμέναιος Ἑλένης κἀμὸς ὡς ζηλωτὸς ἦι.
σὺ δʼ, ὦ ξένʼ, ἐλθὼν πελαγίους ἐς ἀγκάλας
τῶι τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε
πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων,
ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ
στέλληι πρὸς οἴκους ἢ μένων εὐδαιμονῆις.
Μενέλαος ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλήιζηι θεός,
βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.
ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς
σπουδῆι σύναψαι· κἂν ἄκραι θίγηις χερί,
ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης.
ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.
κέκλησθέ τοι, θεοί, πόλλʼ ἄχρηστʼ ἐμοῦ κλύειν
καὶ λύπρʼ· ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς,
ὀρθῶι δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν
δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.
Χορός Φοίνισσα Σιδωνιὰς ὦ
ταχεῖα κώπα, ῥοθίοισι Νηρέως
εἰρεσία φίλα,
χοραγὲ τῶν καλλιχόρων
δελφίνων, ὅταν αὐ-
ρᾶν πέλαγος ἀνήνεμον ἦι,
γλαυκὰ δὲ Πόντου θυγάτηρ
Γαλάνεια τάδʼ εἴπηι·
Κατὰ μὲν ἱστία πετάσατʼ, αὔ-
ρας λιπόντες εἰναλίας,
λάβετε δʼ εἰλατίνας πλάτας,
ὦ ναῦται ναῦται,
πέμποντες εὐλιμένους
Περσείων οἴκων Ἑλέναν ἐπʼ ἀκτάς.
ἦ που κόρας ἂν ποταμοῦ
παρʼ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ
Παλλάδος ἂν λάβοι
χρόνωι ξυνελθοῦσα χοροῖς
ἢ κώμοις Ὑακίν-
θου νύχιον ἐς εὐφροσύναν,
ὃν ἐξαμιλλασάμενος
τροχῶ τέρμονι δίσκου
ἔκανε Φοῖβος, τᾶ Λακαί-
ναι γᾶι βούθυτον ἁμέραν
ὁ Διὸς εἶπε σέβειν γόνος·
μόσχον θʼ ἃν λίποιτʼ οἴκοις
ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.
διʼ αἰθέρος εἴθε ποτανοὶ
γενοίμεθʼ ὅπαι Λιβύας
οἰωνῶν στιχάδες
ὄμβρον χειμέριον λιποῦ-
σαι νίσονται πρεσβυτάτου
σύριγγι πειθόμεναι
ποιμένος, ἄβροχά θʼ ὃς
πεδία καρποφόρα τε γᾶς
ἐπιπετόμενος ἰαχεῖ.
ὧ πταναὶ δολιχαύχενες,
σύννομοι νεφέων δρόμωι,
βᾶτε Πλειάδας ὑπὸ μέσας
Ὠρίωνά τʼ ἐννύχιον,
καρύξατʼ ἀγγελίαν
Εὐρώταν ἐφεζόμεναι,
Μενέλεως ὅτι Δαρδάνου
πόλιν ἑλὼν δόμον ἥξει.
μόλοιτέ ποθʼ ἵππιον οἶμον
διʼ αἰθέρος ἱέμενοι,
παῖδες Τυνδαρίδαι,
λαμπρῶν ἀστέρων ὑπʼ ἀέλ-
λαις οἳ ναίετʼ οὐράνιοι,
σωτῆρε τᾶς Ἑλένας,
γλαυκὸν ἐπʼ οἶδμʼ ἅλιον
κυανόχροά τε κυμάτων
ῥόθια πολιὰ θαλάσσας,
ναύταις εὐαεῖς ἀνέμων
πέμποντες Διόθεν πνοάς,
δύσκλειαν δʼ ἀπὸ συγγόνου
βάλετε βαρβάρων λεχέων,
ἃν Ἰδαιᾶν ἐρίδων
ποιναθεῖσʼ ἐκτήσατο, γᾶν
οὐκ ἐλθοῦσά ποτʼ Ἰλίου
Φοιβείους ἐπὶ πύργους.
Ἄγγελος ἄναξ, τὰ κάκιστʼ ἐν δόμοις ηὑρήκαμεν·
ὡς καίνʼ ἀκούσηι πήματʼ ἐξ ἐμοῦ τάχα.
Θε. τί δʼ ἔστιν; Ἄγγελος ἄλλης ἐκπόνει μνηστεύματα
γυναικός· Ἑλένη γὰρ βέβηκʼ ἔξω χθονός.
Θε. πτεροῖσιν ἀρθεῖσʼ ἢ πεδοστιβεῖ ποδί;
Ἄγγελος Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,
ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.
Θε. ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία
ἐκ τῆσδʼ ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις.
Ἄγγελος ἥν γε ξένωι δίδως σύ· τοὺς δὲ σοὺς ἑλὼν
ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθηις.
Θε. πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων
ἔσω βέβηκε μίαν ὑπερδραμεῖν χέρα
τοσούσδε ναύτας ὧν ἀπεστάλης μέτα.
Ἄγγελος ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους
ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη,
σοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενεν
πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.
ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων,
Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν
ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα
ἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο·
ὁ μὲν γὰρ ἱστόν, ὁ δὲ πλάτην καθίστατο
ταρσόν τε χειρὶ λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν
πηδάλιά τε ζεύγλαισι παρακαθίετο.
κἀν τῶιδε μόχθωι, τοῦτʼ ἄρα σκοπούμενοι,
Ἕλληνες ἄνδρες Μενέλεωι ξυνέμποροι
προσῆλθον ἀκτὰς ναυφθόροις ἠσκημένοι
πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν.
ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος
προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·
Ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε
Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;
ἀλλʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε,
ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ.
οἱ δʼ ἐκβαλόντες δάκρυα ποιητῶι τρόπωι
ἐς ναῦν ἐχώρουν Μενέλεωι ποντίσματα
φέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψία
λόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν
ὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμως
τοὺς σοὺς λόγους σώιζοντες· ἄρχειν γὰρ νεὼς
ξένον κελεύσας πάντα συνέχεας τάδε.
καὶ τἄλλα μὲν δὴ ῥαιδίως ἔσω νεὼς
ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς
οὐκ ἤθελʼ ὀρθὸς σανίδα προσβῆναι κάτα,
ἀλλʼ ἐξεβρυχᾶτʼ ὄμμʼ ἀναστρέφων κύκλωι,
κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων
μὴ θιγγάνειν ἀπεῖργεν. ὁ δʼ Ἑλένης πόσις
ἐκάλεσεν· Ὦ πέρσαντες Ἰλίου πόλιν,
οὐχ εἷʼ ἀναρπάσαντες Ἑλλήνων νόμωι
νεανίαις ὤμοισι ταύρειον δέμας
ἐς πρῶιραν ἐμβαλεῖτε φάσγανόν θʼ ἅμα
πρόχειρον ὤσει σφάγια τῶι τεθνηκότι;
οἱ δʼ ἐς κέλευσμʼ ἐλθόντες ἐξανήρπασαν
ταῦρον φέροντές τʼ εἰσέθεντο σέλματα.
μονάμπυκος δὲ Μενέλεως ψήχων δέρην
μέτωπά τʼ ἐξέπεισεν ἐσβῆναι δόρυ.
τέλος δʼ, ἐπειδὴ ναῦς τὰ πάντʼ ἐδέξατο,
πλήσασα κλιμακτῆρας εὐσφύρωι ποδὶ
Ἑλένη καθέζετʼ ἐν μέσοις ἑδωλίοις
ὅ τʼ οὐκέτʼ ὢν λόγοισι Μενέλεως πέλας·
ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τʼ ἴσοι
ἀνὴρ παρʼ ἄνδρʼ ἕζονθʼ, ὑφʼ εἵμασι ξίφη
λαθραῖʼ ἔχοντες, ῥόθιά τʼ ἐξεπίμπλατο
βοῆς, κελευστοῦ φθέγμαθʼ ὡς ἠκούσαμεν.
ἐπεὶ δὲ γαίας ἦμεν οὔτʼ ἄγαν πρόσω
οὔτʼ ἐγγύς, οὕτως ἤρετʼ οἰάκων φύλαξ·
Ἔτʼ, ὦ ξένʼ, ἐς τὸ πρόσθεν—ἢ καλῶς ἔχει;—
πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.
ὁ δʼ εἶφʼ· Ἅλις μοι. δεξιᾶι δʼ ἑλὼν ξίφος
ἐς πρῶιραν εἷρπε κἀπὶ ταυρείωι σφαγῆι
σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,
τέμνων δὲ λαιμὸν ηὔχετʼ· Ὦ ναίων ἅλα
πόντιε Πόσειδον Νηρέως θʼ ἁγναὶ κόραι,
σώσατέ μʼ ἐπʼ ἀκτὰς Ναυπλίας δάμαρτά τε
ἄσυλον ἐκ γῆς· αἵματος δʼ ἀπορροαὶ
ἐς οἶδμʼ ἐσηκόντιζον οὔριαι ξένωι.
καί τις τόδʼ εἶπε· Δόλιος ἡ ναυκληρία·
πάλιν πλέωμεν ἀξίαν κέλευε σύ,
σὺ δὲ στρέφʼ οἴακʼ. ἐκ δὲ ταυρείου φόνου
Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·
Τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα,
σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄπο
ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς
βοᾶι κελευστὴς τὴν ἐναντίαν ὄπα·
οὐχ εἷʼ ὁ μέν τις λοῖσθον ἀρεῖται δόρυ,
ὁ δὲ ζύγʼ ἄξας, ὁ δʼ ἀφελὼν σκαλμοῦ πλάτην
καθαιματώσει κρᾶτα πολεμίων ξένων;
ὀρθοὶ δʼ ἀνῆιξαν πάντες, οἱ μὲν ἐν χεροῖν
κορμοὺς ἔχοντες ναυτικούς, οἱ δὲ ξίφη·
φόνωι δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δʼ ἦν
πρύμνηθεν Ἑλένης· Ποῦ τὸ Τρωϊκὸν κλέος;
δείξατε πρὸς ἄνδρας βαρβάρους. σπουδῆς δʼ ὕπο
ἔπιπτον, οἱ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένους
νεκροὺς ἂν εἶδες. Μενέλεως δʼ ἔχων ὅπλα,
ὅπηι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,
ταύτηι προσῆγε χειρὶ δεξιᾶι ξίφος,
ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ
σῶν ναυβατῶν ἐρέτμʼ· ἐπʼ οἰάκων δὲ βὰς
ἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ.
οἱ δʼ ἱστὸν ἦραν, οὔριαι δʼ ἧκον πνοαί·
βεβᾶσι δʼ ἐκ γῆς. διαφυγὼν δʼ ἐγὼ φόνον
καθῆκʼ ἐμαυτὸν εἰς ἅλʼ ἄγκυραν πάρα·
ἤδη δὲ κάμνονθʼ ὁρμιατόνων μέ τις
ἀνείλετʼ, ἐς δὲ γαῖαν ἐξέβησέ σοι
τάδʼ ἀγγελοῦντα. σώφρονος δʼ ἀπιστίας
οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.
Χορός οὐκ ἄν ποτʼ ηὔχουν οὔτε σʼ οὔθʼ ἡμᾶς λαθεῖν
Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών.
Θε. ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας·
ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμος
ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους·
νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,
ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.
τοιγὰρ οὔποτʼ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.
Θεράπων Β οὗτος, ὦ, ποῖ σὸν πόδʼ αἴρεις, δέσποτʼ, ἐς ποῖον φόνον;
Θε. οἷπερ ἡ δίκη κελεύει μʼ· ἀλλʼ ἀφίστασʼ ἐκποδών.
Θεράπων Β οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα γὰρ σπεύδεις κακά.
Θε. ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν; Θεράπων Β φρονῶ γὰρ εὖ.
Θε. οὐκ ἔμοιγʼ, εἰ μή μʼ ἐάσεις ... Θεράπων Β οὐ μὲν οὖν σʼ ἐάσομεν.
Θε. σύγγονον κτανεῖν κακίστην ... Θεράπων Β εὐσεβεστάτην μὲν οὖν.
Θε. ἥ με προύδωκεν ... Θεράπων Β καλήν γε προδοσίαν, δίκαια δρᾶν.
Θε. τἀμὰ λέκτρʼ ἄλλωι διδοῦσα. Θεράπων Β τοῖς γε κυριωτέροις.
Θε. κύριος δὲ τῶν ἐμῶν τίς; Θεράπων Β ὃς ἔλαβεν πατρὸς πάρα.
Θε. ἀλλʼ ἔδωκεν ἡ τύχη μοι. Θεράπων Β τὸ δὲ χρεὼν ἀφείλετο.
Θε. οὐ σὲ τἀμὰ χρὴ δικάζειν. Θεράπων Β ἤν γε βελτίω λέγω.
Θε. ἀρχόμεσθʼ ἄρʼ, οὐ κρατοῦμεν. Θεράπων Β ὅσια δρᾶν, τὰ δʼ ἔκδικʼ οὔ.
Θε. κατθανεῖν ἐρᾶν ἔοικας. Θεράπων Β κτεῖνε· σύγγονον δὲ σὴν
οὐ κτενεῖς ἡμῶν ἑκόντων ἀλλʼ ἔμʼ· ὡς πρὸ δεσποτῶν
τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.
Κάστωρ ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρηι,
Θεοκλύμενε, γαίας τῆσδʼ ἄναξ· δισσοὶ δέ σε
Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ
ἔτικτεν Ἑλένην θʼ, ἣ πέφευγε σοὺς δόμους.
οὐ γὰρ πεπρωμένοισιν ὀργίζηι γάμοις,
οὐδʼ ἡ θεᾶς Νηρῆιδος ἔκγονος κόρη
ἀδικεῖ σʼ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν
τιμῶσα πατρός τʼ ἐνδίκους ἐπιστολάς.
ἀλλʼ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,
νόμιζε δʼ αὐτὴν σωφρόνως πράσσειν τάδε.
πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,
ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·
ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμα
καὶ τῶν θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν.
σοὶ μὲν τάδʼ αὐδῶ, συγγόνωι δʼ ἐμῆι λέγω·
πλεῖ ξὺν πόσει σῶι· πνεῦμα δʼ ἕξετʼ οὔριον·
σωτῆρε δʼ ἡμεῖς σὼ κασιγνήτω διπλῶ
πόντον παριππεύοντε πέμψομεν πάτραν.
ὅταν δὲ κάμψηις καὶ τελευτήσηις βίον,
θεὸς κεκλήσηι
ξένιά τʼ ἀνθρώπων πάρα
ἕξεις μεθʼ ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται.
οὗ δʼ ὥρμισέν σε πρῶτα Μαιάδος τόκος
Σπάρτης ἀπάρας τὸν κατʼ οὐρανὸν δρόμον,
κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,
φρουρὸν παρʼ Ἀκτὴν τεταμένην νῆσον λέγω,
Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,
ἐπεὶ κλοπαίαν σʼ ἐκ δόμων ἐδέξατο.
καὶ τῶι πλανήτηι Μενέλεωι θεῶν πάρα
μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον·
τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες,
τῶν δʼ ἀναριθμήτων μᾶλλον εἰσιν οἱ πόνοι.
Θε. ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος
νείκη μεθήσω σφῶιν κασιγνήτης πέρι·
κείνη δʼ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ,
ἐγὼ δʼ ἀδελφὴν οὐκέτʼ ἂν κτάνοιμʼ ἐμήν.
ἴστον δʼ ἀρίστης σωφρονεστάτης θʼ ἅμα
γεγῶτʼ ἀδελφῆς ὁμογενοῦς ἀφʼ αἵματος.
καὶ χαίρεθʼ Ἑλένης οὕνεκʼ εὐγενεστάτης
γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.