ΑΔΕΛΦΟΙ
ἀπραγμόνως ζῆν ἡδύ· μακάριος βίος
καὶ σεμνός, ἂν ᾖ μεθʼ ἑτέρων ἀπραγμόνων
ἐν θηρίοις δὲ καὶ πιθήκοις ὄντα δεῖ
εἶναι πίθηκον· ὢ ταλαιπώρου βίου.
ΑΦΑΝΙΖΟΜΕΝΟΣ
. . στρατιώτην ἔργον ἄχρι γήρως λαβεῖν
ἔστιν διηυτυχηκότʼ, ἂν μὴ δειλὸς ᾖ.
ΓΑΛΑΤΑΙ
τοῖς γὰρ μεριμνῶσίν τε καὶ λυπουμένοις
ἅπασα νὺξ ἔοικε φαίνεσθαι μακρά.
ΔΙΑΜΑΡΤΑΝΩΝ
ὅτε μειράκιον ἦν, τοὺς ἀώρους ἠλέουν,
νυνὶ δʼ ὅταν γέροντος ἐκφορὰν ἴδω,
κλάω· πρὸς ἐμὲ γάρ ἐστι τοῦτʼ, ἐκεῖνο δʼ οὔ.
καθίσω
ΚΙΘΑΡΩΙΔΟΣ
οὐ πανταχοῦ Φρύξ εἰμι· τοῦ ζῆν ἢν ὁρῶ
κρεῖττον τὸ μὴ ζῆν, χρήσομαι τῷ κρείττονι.
ΛΑΚΑΙΝΑ
μὴ καταφρόνει, Φιλῖνʼ, ἐθῶν γεροντικῶν,
οἷς ἔνοχος, εἰς τὸ γῆρας ἂν ἔλθῃς, ἔσει.
ἀλλὰ μέγα τοῦθʼ οἱ πατέρες ἠλαττώμεθα·
ὑμεῖς μὲν ὠνειδίσατʼ, ἐάν τι μὴ ποιῇ
ὁ πατὴρ προθύμως, «οὐ γέγονας αὐτὸς νέος;»
τῷ δὲ πατρὶ πρὸς τὸν υἱόν, ἂν ἀγνωμονῇ,
οὐκ ἔστιν εἰπεῖν «οὐ γέγονας αὐτὸς γέρων;»
φυσικόν γε τοῦθʼ· ἕκαστος ἐν ταῖς ἀτυχίαις
ἥδιστα πρὸς τοὺς ὁμοπαθεῖς ὀδύρεται.
ΠΑΙΔΙΟΝ
οὐδέποτʼ ἀθυμεῖν τὸν κακῶς πράττοντα δεῖ,
ἄνδρες, τὰ βελτίω δὲ προσδοκᾶν ἀεί.
ταχύ γε στρατιώτης γέγονας ἀντʼ ἐλευθέρου.
ΠΑΡΑΛΟΓΙΖΟΜΕΝΟΙ
οὐ δεῖ λέγειν γὰρ μακάριον τὸν χρήματα
ἔχοντα πλεῖστα, τὸν δὲ μὴ λυπούμενον.
ΣΥΝΕΦΗΒΟΙ
σχιστὸν χιτωνίσκον τινʼ ἐνδέδυκας;
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
δεῖ τὸν ἀκροατὴν καὶ συνετὸν ὄντως κριτὴν
πρὸ τῶν λεγομένων τὸν βίον διασκοπεῖν,
ποῖός τις ὁ λέγων καὶ πόθεν, καὶ τὴν ἀκμὴν
ἐκ παιδὸς αὐτοῦ πρὸς τί καταθέμενος.
αὑτοῦ προδότης κακός τε τῆς ὥρας φύλαξ·
μάλισθʼ ὁ τοιοῦτος ἀνατρέπει πᾶσαν πόλιν.
οὐδὲν γὰρ αἰσχρόν ἐστιν αὐτὸν ἀποτυχεῖν.
πράττουσι πάντα· τὴν γὰρ αἰσχύνην πάλαι
πᾶσαν ἀπολωλέκασι καθʼ ἑτέρας θύρας.
ὅθεν ἐπιχειρεῖ πάντʼ ἀπηρυθριακότως
ἕκαστος αὐτῶν, πρὸς δὲ πάντʼ ἐστὶν θρασύς,
ψεύδετʼ, ἐπιορκεῖ, μαρτυρεῖ, δικορραφεῖ,
κλέπτει, τελωνεῖ, ῥᾳδιουργεῖ· τὸ δὲ πέρας,
οὐ πόλιν ὅλην φυλὴν δὲ μαλακὸς ἀνατρέπει·
ἐπεὶ κατὰ μέρος τὰς πόλεις, ὦ φίλε, θεῶ,
ὑπὸ Λαισποδιῶν γάρ εἰσιν ἀνατετραμμέναι,
σκόπει· νεῶν δὲ κατάλογον δόξεις μʼ ἐρεῖν.
εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου,
ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν τοῦ φίλου
εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας.
ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων
ἔσηνε καὶ προσῆλθʼ, ὑπαντήσας δέ τις
δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ
μηδέν.
μισῶ τύχην συνοῦσαν ἀτυχεῖ σώματι·
ὅστις γὰρ εὐπορῶν, παρὸν ζῆν ἡδέως,
κακῶς διάγει, τί ἄν τις ἄλλʼ ἢ τῇ τύχῃ
μέμφοιτο, διότι δυστυχεῖ συνδυστυχεῖ.
οὐκ οἶδʼ ὅτῳ πέποιθας· ἀργυρίῳ, πάτερ;
ὃ καιρὸς ὁ τυχὼν τοῖς μὲν οὐ κεκτημένοις
ἔδωκε, τῶν κεκτημένων δʼ ἀφείλετο;
χαλεπὸν τύχη ʼστὶ πρᾶγμα, χαλεπόν· ἀλλὰ δεῖ
αὐτὴν φέρειν κατὰ τρόπον ὥσπερ φορτίον.
χρόνον γὰρ εἰς τὰ πράγματʼ ἂν λάβῃς,
ἅπαντα λήξει καὶ κατασταλήσεται.
μάστιγος οὔσης ὅρκον οἰκέτῃ δίδως;
ἐργοδοτῶν
μέλασμα
ῥάξαι
συντύχημα
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ
ἐγὼ γὰρ οὐ τὸν πλοῦτον ἴδοιμι ὅσος ἐστίν,
ἀλλʼ ὅστις αὐτὸν κέκτηται, εἰ ὑπέρτερός ἐστιν ὧν ἔχει.