eul_wid: bhm-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of Epicharmus by Epicharmus of Syracuse

The Fragments of Epicharmus constitute a modern compilation of passages attributed to the pioneering comic playwright Epicharmus of Syracuse, who was active in the early 5th century BCE. No complete play of his survives. Instead, scholars have assembled 317 fragments and testimonia from quotations found in later authors, grammatical treatises, and a handful of papyrus discoveries. Written in the Doric Greek dialect, these verses offer glimpses into his comedies, which parodied mythological subjects, featured characters drawn from daily life, and included elements of philosophical banter. Epicharmus was a pioneer of comic plot structure, and his work influenced the later development of Athenian comedy.

The fragments were transmitted indirectly and incompletely. They are preserved primarily through the works of later writers such as Athenaeus and Plutarch, as well as by scholars interested in his distinctive dialect. A significant complication in the study of his legacy is the existence of a separate, spurious tradition. In later centuries, many philosophical maxims were forged under his name, creating a false impression of Epicharmus as a serious moral philosopher distinct from his authentic identity as a comic dramatist.

ΑΓΡΩΣΤΙΝΟΣ
ὡς ταχὺς
Κόλαφος περιπατεῖ δῖνος.
ΑΛΚΥΟΝΕΥΣ
αὐτότερος αὐτῶν.
ΑΜΥΚΟΣ
Ἄμυκε, μὴ κύδαζέ μοι
τὸν πρεσβύτερον ἀδελφεόν.
εἴ γε μὲν ὅτι
ἐγκεκόμβωται καλῶς.
ΑΡΠΑΓΑΙ
ὡσπεραὶ πονηραὶ μάντιες,
αἵ θʼ ὑπονέμονται γυναῖκας μωρὰς ἂμ πεντόγκιον
ἀργύριον, ἄλλαι δὲ λίτραν, ταὶ δʼ ἀνʼ ἡμιλίτριον
δεχόμεναι, καὶ πάντα γινώσκοντι τῶι ... λόγωι.
ἐγὼ γὰρ τό γα βαλάντιον· λίτρα
καὶ δεκάλιτρος στατήρ, ἑξάντιόν τε πεντόγκιον.
ἁ δὲ Σικελία πέποσχε.
ΑΤΑΛΑΝΤΑΙ
ΒΑΚΧΑΙ
καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόωι.
ΒΟΥΣΕΙΡΙΣ
πρᾶτον μὲν αἰκ ἔσθοντʼ ἴδοις νιν, ἀποθάνοις·
βρέμει μὲν ὁ φάρυγξ ἔνδοθʼ, ἀραβεῖ δʼ ἁ γνάθος,
ψοφεῖ δʼ ὁ γομφίος, τέτριγε δʼ ὁ κυνόδων,
σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δʼ οὔατα.
ΓΑ ΚΑΙ ΘΑΛΑΣΣΑ
πόλτον ἕψειν ὄρθριον.
οὐδʼ ἀμαμαξύας φέρει.
ναὶ μὰ τὰν κράμβαν.
ὅκχʼ ὁρῆι βῶκάς τε πολλοὺς καὶ σμαρίδας ..
κἀστακοὶ γαμψώνυχοι.
κουρίδες τε ταὶ φοινίκιαι.
ΔΙΟΝΥΣΟΙ
χύτρα δὲ φακέας ἥψετο
ΕΛΠΙΣ Η ΠΛΟΥΤΟΣ
ἀλλʼ ἄλλος ἔστειχʼ ὧδε τοῦδε κατὰ πόδας,
τὸν ῥαιδίως λαψῆι τὺ κὰτ τὸ νῦν γά θην
εὔωνον ἀείσιτον· ἀλλʼ ἔμπας ὅδε
ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον.
συνδειπνέων τῶι λῶντι, καλέσαι δεῖ μόνον,
καὶ τῶι γα μὴ λεῶντι, κοὐδὲν δεῖ καλεῖν.
τηνεὶ δὲ χαρίεις τʼ εἰμὶ καὶ ποιέω πολὺν
γέλωτα καὶ τὸν ἱστιῶντʼ ἐπαινέω·
καἴ κα τις ἀντίον τι λῆι τήνωι λέγειν,
τήνωι κυδάζομαί τε κἀπʼ ὦν ἠχθόμαν.
κἤπειτα πολλὰ καταφαγών, πόλλʼ ἐμπιὼν
ἄπειμι· λύχνον δʼ οὐχ ὁ παῖς μοι συμφέρει,
ἕρπω δʼ ὀλισθράζων τε καὶ κατὰ σκότος
ἔρημος· αἴ κα δʼ ἐντύχω τοῖς περιπόλοις,
τοῦθʼ οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς, ὅτι
οὐ λῶντι πλεῖον ἀλλὰ μαστιγοῦντί με.
ἐπεὶ δέ χʼ εἵκω οἴκαδις καταφθερείς,
ἄστρωτος εὕδω· καὶ τὰ μὲν πρᾶτʼ οὐ κοῶ,
ἇς κά μʼ ἔχων ὥκρατος ἀμφέπηι φρένας ..
ἐκάλεσε γάρ τύ τις
ἐπʼ αἶκλον ἀέκων· τὺ δὲ ἑκὼν ὤιχεο τρέχων.
οὔτʼ ὦν Πάλαιρος οὔτε βοιαυτοῦ
τὸν τοῦ γείτονος καλιόν.
ΕΟΡΤΑ ΚΑΙ ΝΑΣΟΙ ΕΠΙΝΙΚΙΟΣ
ΗΒΑΣ ΓΑΜΟΣ. ΜΟΥΣΑΙ
ἄγει δὲ παντοδαπὰ κογχύλια,
λεπάδας, ἀσπέδους, κραβύζους, κικιβάλους, τηθύνια,
κτένια, βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα,
τὰ διελεῖν μέν ἐντι χαλεπά, καταφαγῆμεν δʼ εὐμαρέα,
μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια,
τὰ γλυκέα μέν ἐντʼ ἐπέσθειν, ἐμπαγῆμεν δʼ ὀξέα,
τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε
κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν εστρισώνια·
θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες,
ταὶ κακοδόκιμοί τε κηὔωνοι, τὰς ἀνδροφυκτίδας
πάντες ἄνθρωποι καλέονθʼ, ἁμὲς δὲ λεύκας τοὶ θεοί.
κόγχος, ἃν τέλλιν καλέομες· ἐστὶ δʼ ἅδιστον κρέας.
μύες .. ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες,
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τʼ, ἐνῆν δὲ σκιαθίδες
πίονες χἰππίδια λεῖα ψύχειπαλο κουρίδες.
λαμβάνοντι γὰρ
ὄρτυγας στρουθούς τε κορυδαλλάς τε φιλοκονίονας
τέτραγάς τε σπερματολόγους κἀγλαὰς συκαλλίδας.
ἦν δʼ ἐρωιδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
τέτραγές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες.
κομαρίδας τε καὶ κύνας κέστρας τε πέρκας τʼ αἰόλας.
χαλκίδας τε καὶ κύνας κέστρας τε πέρκας τʼ αἰόλας.
σκορπίοι τε ποικίλοι σαῦροί τε, γλαῦκοι πίονες.
σκορπίοι τε ποικίλοι γλαῦκοί τε, σαῦροι πίονες.
κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες.
καρκίνοι θʼ ἵκοντʼ ἐχῖνοί θʼ, οἳ καθʼ ἁλμυρὰν ἅλα
νεῖν μὲν οὐκ ἴσαντι, πεζᾶι δʼ ἐμπορεύονται μόνοι.
αὐτὸς ὁ Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς
εἷκε καλλίστους αδητατήγανος ἁγεμὼν σπάρους
καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θέμιτον ἐκβαλεῖν θεοῖς.
αἰ δὲ λῆις, σαργοί τε χαλκίδες τε καὶ τοὶ πόντιοι ..
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε καὶ ταὶ φίνταται
ταινίαι, λεπταὶ μὲν ἁδεῖαι δὲ κὠλίγου πυρός.
ἐντὶ δʼ ἀστακοὶ κολύβδαιναί τε χὠς τὰ πόδιʼ ἔχει
μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τοὔνομα.
καὶ σκιφίας χρόμις θʼ, ὃς ἐν τῶι ἦρι κὰτ τὸν Ἀνάνιον
ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι.
ἦν δὲ νάρκαι, βατίδες, ἦν δὲ καὶ ζύγαιναι, πρήστιες,
κἀμίαι τε καὶ βάτοι ῥῖναί τε τραχυδέρμονες.
ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι,
βαμβραδόνες τε καὶ κίχλαι, λαγοὶ δράκοντές τʼ ἄλκιμοι.
πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες
χἀ δυσώδης βολβιτὶς γραῖαί τʼ ἐριθακώδεες.
καὶ χελιδόνες τε μύρμαι θʼ, οἵ τε κολιᾶν μέζονες
ἐντὶ καὶ σκόμβρων, ἀτὰρ τᾶν θυννίδων γα μείονες.
ἀόνες φάγροι τε λάβρακές τε καὶ ταὶ πίονες
σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δʼ ἐν τῶι θέρει.
ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.
ἦν δʼ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
τρυγόνες τʼ ὀπισθόκεντροι καὶ μάλʼ ἁδροὶ κωβιοί.
μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστρους ὄνους.
χαλκίδες θʼ ὕες τε ἱέρακές τε χὠ πίων κύων.
συαγρίδας μαζούς τε συνόδοντάς τʼ ἐρυθροποικίλους.
λεκίδα κἠμβάφια δύο.
τόν τε πολυτίματον ἔλοφʼ, ὁ δʼ αὐτὸς χαλκὸς ὤνιος,
ἕνα μόνον· καὶ κῆνον ὁ Ζεὺς ἔλαβε κἠκελήσατο
κατθέμειν αὐτῶι τε οἱ καὶ τᾶι δάμαρτι θωτέρω.
οὔτε οἱ γόγγρων τι παχέων οὔτε μυραινᾶν ἀπῆς.
ΗΡΑΚΛΗΣ Ο ΕΠΙ ΤΟΝ ΖΩΣΤΗΡΑ
ὁ Πυγμαρίων λοχαγὸς ἐκ τῶν κανθάρων
τῶν μεζόνων, οὕς φαντι τὰν Αἴτναν ἔχειν.
ΗΡΑΚΛΗΣ Ο ΠΑΡΑ ΦΟΛΩΙ
ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω·
οἴομαι δʼ οὐδεὶς ἑκὼν πονηρὸς οὐδʼ ἄταν ἔχων.
ΘΕΑΡΟΙ
κιθάραι, τρίποδες, ἅρματα, τράπεζαι χάλκιαι,
χειρόνιβα, λοιβάσια, λέβητες χάλκιοι,
κρατῆρες, ὀδελοί· τοῖς γα μὰν ὑπωδέλοις
καιλωτε βαλλίζοντες σιοσσον χρῆμα εἴη.
ὀσφύος τε πέρι κἠπιπλόου.
ΚΥΚΛΩΨ
ναὶ τὸν Ποτιδᾶν, κοιλότερος ὁλμοῦ πολύ.
χορδαί τε ἁδύ, ναὶ μὰ Δία, χὠ κωλεός.
φέρʼ ἐγχέας εἰς τὸ σκύφος.
ΚΩΜΑΣΤΑΙ Η ΑΦΑΙΣΤΟΣ
σηπίας τʼ ἆγον νεούσας πέρδικάς τε πετομένους.
οὐδὲ ποτθιγεῖν ἐγὼν τεῦς ἀξιῶ.
ΛΟΓΟΣ ΚΑΙ ΛΟΓΙΝΑ
— ὁ Ζεύς μʼ ἐκάλεσε, Πέλοπί γʼ ἔρανον ἱστιῶν.
— ἦ παμπόνηρον ὄψον, ὦ ʼτάν, ὁ γέρανος.
— ἀλλʼ οὔτι γέρανον, ἀλλʼ ἔρανόν γά τοι λέγω.
οἱ τοὺς ἰάμβους καὶ τὸν ἄριστον τρόπον,
ὃν πρᾶτος εἰσαγήσαθʼ ὡριστόξενος.
ἀφύας τε κωρίδας τε καμπύλας.
ΜΕΓΑΡΙΣ
τὰς πλευρὰς οἷόνπερ βατίς,
τὰν δʼ ὀπισθίαν ἔχεις, Θεάγενες, οἷόνπερ βάτος,
τὰν δὲ κεφαλὰν ὀστέων οἷόνπερ ἔλαφος οὐ βατίς,
τὰν δὲ λαπάραν σκορπίος παῖς ἐπιθαλάττιος τεοῦ.
εὔυμνος καὶ μουσικὰν ἔχουσα πᾶσαν, φιλόλυρος.
ΜΗΝΕΣ
ΝΑΣΟΙ
ΟΔΥΣΣΕΥΣ ΑΥΤΟΜΟΛΟΣ
τῆλʼ ἀπενθὼν τεῖδε θωκησῶ τε καὶ λεξοῦμʼ ὅπως
πιστά κʼ εἴμειν ταῦτα καὶ τοῖς δεξιωτέροις δοκῆι.
«τοῖς θεοῖς ἐμὶν δοκεῖτε πάγχυ καὶ κατὰ τρόπον
καὶ ἐοικότως ἐπεύξασθʼ, αἴ τις ἐνθυμεῖν γα λῆι,
ὅσσʼ ἐγώνγʼ ὤφειλον ἐνθὼν ὗσπερ ἐκελήσασθʼ ἐμὲ
τῶν παρʼ ὑμέων ἀγαθικῶν κακὰ προτιμάσαι θʼ ἅμα
ἅμα τε κίνδυνον τελέσσαι καὶ κλέος θεῖον λαβεῖν,
πολεμίων μολὼν ἐς ἄστυ, πάντα δʼ εὖ σαφανέως
πυθόμενος δίοις τʼ Ἀχαιοῖς παιδί τʼ Ἀτρέος φίλωι
ἂψ ἀπαγγεῖλαι τὰ τηνεῖ καὐτὸς ἀσκηθὴς μολεῖν.»
δέλφακά τε τῶν γειτόνων
τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα,
οὐχ ἑκών· καὶ ταῦτα δή με συμβολατεύειν ἔφα
τοῖς Ἀχαιοῖσιν προδιδόμειν τʼ ὤμνυέ με τὸν δέλφακα.
ἁ δʼ Ἁσυχία χαρίεσσα γυνά,
καὶ Σωφροσύνας πλατίον οἰκεῖ.
ποτιφόριμον τὸ τέμαχος ἦς,
ὑπομελανδρυῶδες ..
ΟΔΥΣΣΕΥΣ ΝΑΥΑΓΟΣ
ΟΔΥΣΣΕΥΣ
ἀλλὰ καὶ ῥέζει τι χρῶμα.
ΟΡΥΑ
ΠΕΡΙΑΛΛΟΣ
Σεμέλα δὲ χορεύει,
καὶ ὑπαυλεῖ σφιν σοφὸς κιθάραι παριαμβίδας· ἃ δὲ γεγάθει
πυκινῶν κρεγμῶν ἀκροαζομένα.
ἐκάλεσε γάρ τύ τις
ἐπʼ αἶκλον ἀέκων· τὺ δὲ ἑκὼν ὤιχεο τρέχων.
ΠΕΡΣΑΙ
χρυσὸν καὶ χαλκὸν ὀφείλων.
ΠΙΘΩΝ
ἢ θύλακον βόειον ἢ κόιν φέρει
ἢ κωρυκίδα.
ΠΟΛΙΤΑΙ
ΠΥΡΡΑ ΚΑΙ ΠΡΟΜΑΘΕΥΣ
τὰν τέλλιν μάν, τὸν ἀναρίταν θᾶσαι δή, καὶ λεπὰς ὅσσα.
τοῦ Ποτειδᾶνος δὲ χρηστὸν υἱὸν ἱπποκάμπιον.
πολλοὶ στατῆρες, ἀποδοτῆρες οὐδαμεῖ.
Πύρραν γα μῶται Λευκαρίων.
κύλικα, μαγίδα, λύχνον.
ΣΕΙΡΗΝΕΣ
λαοὶ τοξοχίτωνες, ἀκούετε Σειρηνάων.
πρωὶ μέν γʼ ἀτενὲς ἀπʼ ἀοῦς ἀφύας ἀπεπυρίζομες
στρογγύλας, καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους,
καὶ γλυκύν γʼ ἐπʼ ὦν ἐπίομες οἶνον. — οἰβοιβοῖ τάλας.
περί γα μὰν αἴκλου τί κά τις καὶ λέγοι. — φοῦ τῶν κακῶν.
ὃ καὶ πάρα τρίγλα τε μία παχεῖα κἀμίαι δύο
διατετμαμέναι μέσαι, φάσσαι τε τοσσαῦται παρῆν
σκορπίοι τε.
ΣΚΙΡΩΝ
— τίς ἐστι μάτηρ; — Σακίς. — ἀλλὰ τίς πατήρ;
— Σακίς. — τίς ἀδελφεὸς δέ; — Σακίς.
ΣΦΙΓΞ
καὶ τὸ τᾶς Χιτωνέας αὐλησάτω τίς μοι μέλος.
ἀλλʼ οὐχ ὁμοῖα τάδε γʼ ἐρινοῖς οὐδαμῶς.
ΤΡΙΑΚΑΔΕΣ
ΤΡΩΕΣ
Ζεὺς ἄναξ, ἀνʼ ἄκρα ναίων Γαργάρων ἀγάννιφα.
ἐκ παντὸς ξύλου
κλοιός τε κα γένοιτο κἠκ τωὐτοῦ θεός.
ΦΙΛΟΚΤΗΤΑΣ
οὐκ ἔστι διθύραμβος ὅκχʼ ὕδωρ πίηις.
οὔτʼ ἐν κάδωι δηλοίμην οὔτʼ ἐν ἀμφορεῖ.
ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο.
ΧΟΡΕΥΟΝΤΕΣ
ΧΥΤΡΑΙ
ἀλλʼ ὅμως καλαὶ καὶ πῖοι ἄρνες εὑρησοῦντί μοι
δέκα νόμους· πωλατιᾶς γάρ ἐντι τᾶς ματρός ...
κᾶρυξ ἰὼν
εὐθὺς πρία μοι δέκα νόμων μόσχον καλάν.
θωσούμεθα·
ὁ Ζεὺς ἀναρρύει.
ἀγλευκές ἐσθʼ ἄνθρωπος.
ἐκ πονηροῦ θαμένους.
τόκα μὲν ἐν τήνων ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών.
ἐκ μὲν θυσίας θοῖνα,
ἐκ δὲ θοίνας πόσις ἐγένετο. — χαρίεν, ὥς γʼ ἐμὶν δοκεῖ.
ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δʼ ἐγένεθʼ ὑανία,
ἐκ δʼ ὑανίας δίκα .., ἐκ δίκας δὲ καταδίκα,
ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία.
τί δὲ τόδʼ ἐστί; — δηλαδὴ τρίπους. — τί μὰν ἔχει πόδας
τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλʼ ἐστὶν οἶμαι τετράπους.
ἔστιν ὄνομʼ αὐτῶι τρίπους, τέτοράς γα μὰν ἔχει πόδας.
Οἰδίπους τοίνυν ποτʼ ἦν αἴνιγμά τοι νοεῖς.
καπυρὰ τρώγων κάρυʼ, ἀμυγδάλας ..
καὶ φασήλους φῶγε θᾶσσον, αἴ χʼ ὁ Διόνυσος φιλῆι.
ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν.
πραύτερος ἐγών γα μολόχας.
ὑγιώτερόν θήν ἐστι κολοκύντας πολύ.
οἷον αἰ μύκαι ἄρʼ ἐξεσκληκότες πνιξεῖσθέ με.
τάς τʼ ἐλαιοφιλοφάγους κιχήλας.
θρίδακος ἀπολελεμμένας τὸν καυλόν.
μακωνίδες,
μάραθα, τραχέες τε κάκτοι, τοὶ σὺν ἄλλοις μὲν φαγεῖν
ἐντὶ λαχάνοις εἰς τοπιον, αἴ κα τις ἐκτρίψας καλῶς
παρατιθῆι νιν, ἁδύς ἐστʼ· αὐτὸς δʼ ἐπʼ αὐτοῦ χαιρέτω.
θρίδακας, ἐλάταν, σχῖνον ... ῥαφανίδας, κάκτους ...
ὃ δέ τις ἄγροθεν ἔοικε μάραθα καὶ κάκτους φέρειν,
ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδʼ, ἀτράκτυλον,
πτέριν, κάκτον ὀνόπορδον.
κἀγλαοὶ κόκκυγες, οὓς παρσχίζομες
πάντας, ὀπτᾶντες δὲ χἀδύνοντες αὐτοὺς χναύομες.
ἀλλὰ καὶ σιγῆν ἀγαθόν, ὅκκα παρέωντι κάρρονες.
σκῶπας, ἔποπας, γλαῦκας.
οἵαπερ ἁ δέσποινα, τοία χἀ κύων.
ἀγρὸν τὰν πόλιν ποιεῖς.
ἀλλʼ ἀεὶ τοὶ θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα,
τάδε δʼ ἀεὶ πάρεσθʼ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί.
ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν.
πῶς δέ κα; μὴ ἔχον γʼ ἀπό τινος ἐνθὲν ὅ τι πρᾶτον μόλοι.
οὐκ ἄρʼ ἔμολε πρᾶτον οὐδέν; — οὐδὲ μὰ Δία δεύτερον,
τῶνδε γʼ ὧν ἁμὲς νὺν ὧδε λέγω μέλλει τάδʼ εἶν
αἰ πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις, πὸτ ἄρτιον
ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν,
ἦ δοκεῖ κά τοί γʼ ἔθʼ ωὑτὸς εἶμεν; — οὐκ ἐμίνγα κα.
οὐδὲ μὰν οὐδʼ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν
λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθʼ ἐόντος ἀποταμεῖν,
ἔτι χʼ ὑπάρχοι κεῖνο τὸ μέτρον; — οὐ γάρ. — ὧδε νῦν ὅρη
καὶ τὸς ἀνθρώπους· ὃ μὲν γὰρ αὔξεθʼ, ὃ δέ γα μὰν φθίνει,
ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον.
ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκʼ ἐν ταὐτῶι μένει,
ἕτερον εἴη κα τόδʼ ἤδη τοῦ παρεξεστακότος.
καὶ τὺ δὴ κἠγὼ χθὲς ἄλλοι καὶ νὺν ἄλλοι τελέθομες,
καὖθις ἄλλοι κοὔποχʼ ωὑτοὶ κὰτ τὸν αὐτὸν αὖ λόγον.
ἆρʼ ἔστιν αὔλησίς τι πρᾶγμα; — πάνυ μὲν ὦν.
ἄνθρωπος ὦν αὔλησίς ἐστίν; — οὐδαμῶς.
φέρʼ ἴδω, τί δʼ αὐλητάς; τίς εἶμέν τοι δοκεῖ;
ἄνθρωπος, ἢ οὐ γάρ; — πάνυ μὲν ὦν. — οὐκῶν δοκεῖς
οὕτως ἔχειν καὶ περί γα τὠγαθοῦ; τό γα
ἀγαθὸν τὸ πρᾶγμʼ εἶμεν καθʼ αὕθʼ, ὅστις δέ κα
εἰδῆι μαθὼν τῆνʼ, ἀγαθὸς ἤδη γίνεται.
ὥσπερ γάρ ἐστʼ αὔλησιν αὐλητὰς μαθὼν
ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν,
ἢ πᾶν γʼ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῆις,
οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν.
Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθʼ ἓν μόνον,
ἀλλʼ ὅσσαπερ ζῆι, πάντα καὶ γνώμαν ἔχει.
καὶ γὰρ τὸ θῆλυ τῶν ἀλεκτορίδων γένος,
αἰ λῆις καταμαθεῖν, ἀτενὲς οὐ τίκτει τέκνα
ζῶντʼ, ἀλλʼ ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν.
τὸ δὲ σοφὸν ἁ φύσις τόδʼ οἶδεν ὡς ἔχει
μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο.
θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθʼ οὕτως λέγειν
καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν
καλῶς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνὶ
κάλλιστον εἶμεν φαίνεται, καὶ βῶς βοί,
ὄνος δʼ ὄνωι κάλλιστον, ὗς δέ θην ὑί.
ἅμα τε καὶ λόγων ἀκούσας ἁδύμων ..
καρκίνος .. ἦνθʼ ἐκ βυθοῦ θαλασσίου.
ἀλλὰ χρὴ εἴμειν ἕν τε λῆμα πᾶσι καὶ λῆσιν μίαν.
ἀλλὰ τᾶς κλεινᾶς Συρακοῦς.
βάσσον τὸ χωρίον.
τρὶς ἀπεδόθη ζόος.
μόρων νέον τὸ φυτόν.
ὅκκʼ ἀργύριον ἦι, πάντα θεῖ κἠλαύνεται.
ὅ τοι κακὸς θαρσεῖ μάλʼ αὐτόθεν.
γυναικάνδρεσσι ποθεινοί.
αἴ κά τυ βλείης σφενδόναι.
ἔνθα δέος, ἐνταῦθα καἰδώς.
ἱαρὸν ἁ συμβουλία ἐστὶ χρῆμα.
ἐν πέντε κριτῶν γούνασι κεῖται.
μέγα τὸ στόμα τοῦ ἐνιαυτοῦ.
ἀεὶ γεωμόρος εἰς νέωτα πλούσιος.
γέρρα Νάξια
ἁ Κορινθία, ἔοικας χοιροπωλήσειν.
Σικελὸς ὀμφακίζεται.