eul_wid: lcw-ab
DOI 10.5281/zenodo.20418549

Nicander of Colophon Alexipharmaca in Greek

The Alexipharmaca ("Counter-Poisons") is a didactic poem by the Hellenistic poet-physician Nicander of Colophon, composed in the 2nd century BCE. Written in Homeric Greek hexameter verse, its 630 lines systematically catalog various poisons, including plants such as hemlock and aconite, as well as minerals like lead and arsenic. For each toxic substance, the work provides detailed recipes for corresponding antidotes and treatments. It functions as a companion piece to Nicander's Theriaca, which addresses venomous animals, and together these poems constitute a major contribution to ancient toxicological literature.

The Alexipharmaca survives in its complete form through a continuous manuscript tradition, preserved alongside the Theriaca. Its endurance is attributed to its dual status as both a technical manual and a self-consciously literary work. Modern scholarship interprets the poem as a sophisticated blend of utilitarian pharmacology and artistic composition, crafted for an educated Hellenistic audience that valued the systematization of specialized knowledge within an elegant poetic framework. Reflecting the period's broader intellectual currents, the Alexipharmaca remained an authoritative reference on poisons for centuries, cited by Roman encyclopedists like Pliny the Elder and later medical writers.

1 Εἰ καὶ μὴ σύγκληρα κατ’ Ἀσίδα τείχεα δῆμοι
2 τύρσεσιν ἐστήσαντο τέων ἀνεδέγμεθα βλάστας,
3 Πρωταγόρη, δολιχὸς δὲ διάπροθι χῶρος ἐέργει,
4 ῥεῖά κέ τοι ποσίεσσιν ἀλέξια φαρμακοέσσαις
5 αὐδήσαιμ’ ἅ τε φῶτας ἐνιχριμφθέντα δαμάζει.
6 ἦ γὰρ δὴ σὺ μὲν ἄγχι πολυστροίβοιο θαλάσσης
7 Ἄρκτον ὑπ’ ὀμφαλόεσσαν ἐνάσσαο ἧχί τε Ῥείης
8 Λοβρίνης θαλάμαι τε καὶ ὀργαστήριον Ἄττεω·
9 αὐτὰρ ἐγὼ τόθι παῖδες ἐυζήλοιο Κρεούσης
10 πιοτάτην ἐδάσαντο γεωμορίην ἠπείρου
11 ἑζόμενοι τριπόδεσσι πάρα Κλαρίοις Ἑκάτοιο.
12 [para]Ἀλλ’ ἤτοι χολόεν μὲν ἰδὲ στομίοισι δυσαλθές
13 πνυθείης ἀκόνιτον, ὃ δή ῥ’ Ἀχερωίδες ὄχθαι
14 φύουσιν τόθι χάσμα δυσέκδρομον Εὐβουλῆος
15 ἄστυρά τε Πριόλαο καταστρεφθέντα δέδουπε.
16 τοῖο δὲ πάντα χαλινὰ καὶ οὐρανόεσσαν ὑπήνην
17 οὖλά θ’ ὑποστύφει χολόεν ποτόν, ἀμφὶ δὲ πρώτοις
18 εἰλύεται στέρνοισι κακῇ ἀλάλυγγι βαρῦνον
19 φῶτ’ ἐπικαρδιόωντα· δύῃ δ’ ἐπιδάκνεται ἄκρον
20 νειαίρης, ἄκλειστον ἀειρόμενον στόμα γαστρός,
21 τεύχεος ἣν κραδίην ἐπιδορπίου οἱ δὲ δοχαίην
22 κλείουσι στομάχοιο, πύλη δ’ ἐπικέκλιται ἀρχαῖς
23 πρῶτα κόλων ὅθι πᾶσα βροτῶν ἅλις ἐμφέρεται δαίς.
24 αἰεὶ δ’ ἐκ φαέων νοτέων ὑπολείβεται ἱδρώς,
25 ἡ δὲ κυκαομένη τὰ μὲν ἔβρασεν ἤλιθα νηδύς
26 πνεύματα, πολλὰ δ’ ἔνερθε κατὰ μέσον ὀμφαλὸν ἵζει·
27 κράατι δ’ ἐν βάρος ἐχθρόν, ὑπὸ κροτάφοισι δὲ παλμός
28 πυκνὸς ἐπεμφέρεται, τὰ δὲ διπλόα δέρκεται ὄσσοις
29 οἷα χαλικραίῃ νύχιος δεδαμασμένος οἴνῃ.
30 ὡς δ’ ὁπότ’ ἀγριόεσσαν ὑποθλίψαντες ὀπώρην
31 Σιληνοὶ κεραοῖο Διωνύσοιο τιθηνοί
32 πρῶτον ἐπαφρίζοντι ποτῷ φρένα θωρηχθέντες
33 ὄθμασι δινήθησαν ἐπισφαλεροῖσι δὲ κώλοις
34 Νυσαίην ἀνὰ κλιτὺν ἐπέδραμον ἀφραίνοντες,
35 ὣς οἵγε σκοτόωσι κακῇ βεβαρηότες ἄτῃ.
36 τὴν μέν τε κλείουσι μυοκτόνον, ἦ γὰρ ἀνιγρούς
37 παμπήδην ὕρακας λιχμήμονας ἠρήμωσεν·
38 οἱ δέ τε παρδαλιαγχές, ἐπεὶ θήρεσσι πελώροις
39 πότμον βουπελάται τε καὶ αἰγινομῆες ἔθεντο
40 Ἴδης ἐν νεμέεσσι Φαλακραίῃ ἐνὶ βήσσῃ,
41 πολλάκι θηλυφόνον καὶ κάμμαρον· ἐν δ’ Ἀκοναίοις
42 δηλήειν ἀκόνιτον ἐνεβλάστησεν ὀρόγκοις.
43 τῷ καί που τιτάνοιο χερὸς βάρος ἔσσεται ἄρκος
44 πιμπλαμένης ὅτε νέκταρ ἐύτριβι κιρρὸν ἀφύσσῃς
45 μετρήδην—κοτύλη δὲ πέλοι καταμέστιος οἴνης—
46 σὺν δὲ καὶ ἁβροτόνοιο ταμὼν ἄπο καυλέα θάμνου
47 ἢ χλοεροῦ πρασίοιο τὸ δὴ μελίφυλλον ὑδεῦσι·
48 καί τε σὺ ποιήεντος ἀειθαλέος χαμελαίης
49 βλάστην πηγάνιόν τε πόροις, ἐν βάμματι σίμβλων
50 σβεννὺς αἰθαλόεντα μύδρον γενύεσσι πυράγρης,
51 ἠὲ σιδηρήεσσαν ἄπο τρύγα τήν τε καμίνων
52 ἔντοσθεν χοάνοιο διχῆ πυρὸς ἤλασε λιγνύς·
53 ἄλλοτε δὲ χρυσοῖο νέον βάρος ἐν πυρὶ θάλψας
54 ἠὲ καὶ ἀργυρόεν θολερῷ ἐνὶ πώματι βάπτοις.
55 πολλάκι δ’ ἡμιδαὲς χειρὸς βάρος αἴνυσο θρίων
56 παῦρα χαμαιπίτυος, τότ’ ὀνίτιδος αὖον ὀρείης
57 ἠὲ νέον ῥάδικα πολυκνήμοιο κολούσας,
58 τέτρασιν ἐν κυάθοισι χαδεῖν μελιανθέος οἴνης·
59 ἢ ἔτι μυελόεντα χαλικρότερον ποτὸν ἴσχοις
60 ὄρνιθος στρουθοῖο κατοικάδος εὖθ’ ὑπὸ χύτρῳ
61 γυῖα καταθρύπτῃσι βιαζομένη πυρὸς αὐγή·
62 καί τε βοὸς νέα γέντα περιφλίοντος ἀλοιφῇ
63 τηξάμενος κορέσαιο ποτῷ εὐχανδέα νηδύν.
64 ναὶ μὴν βαλσάμοιο τότ’ ἐν σταγόνεσσι γάλακτος
65 θηλυτέρης πώλοιο χέαις ὀπόν, ἄλλοτε νύμφαις,
66 ἔστ’ ἂν ὑπὲκ φάρυγος χεύῃ παναεργέα δόρπον.
67 πολλάκι δ’ ἢ σκίνακος δερκευνέος ἢ ἀπὸ νεβροῦ
68 πυετίην τμήξαιο πόροις δ’ ἐν νέκταρι φύρσας·
69 ἄλλοτε καὶ μορέης ἄπο ῥίζεα φοινηέσσης
70 ὅλμου ἐνὶ στύπεϊ προβαλὼν καὶ ὁμήρεα κόψας
71 οἴνῳ, ἐνεψηθέντα πόροις καμάτοισι μελίσσης·
72 καί κεν ἐπικρατέουσαν ἀπεχθέα νοῦσον ἀλάλκοις
73 φωτός, ὁ δ’ ἀσφαλέεσσι πάλιν μετὰ ποσσὶν ὁδεύοι.
74 [para]Δεύτερα δ’ αἰγλήεντος ἐπιφράζευ πόσιν ἐχθρήν
75 κιρναμένην ὀλοοῦ ψιμυθίου ἥ τε γάλακτι
76 πάντοθεν ἀφρίζοντι νέην εἰδήνατο χροιήν
77 πελλίσιν ἐν γρώνῃσιν ὅτ’ εἴαρι πῖον ἀμέλξαις.
78 τοῦ μὲν ὑπὲρ γένυάς τε καὶ ᾗ ῥυσαίνεται οὖλα
79 ἀφρὸς ἐπιστύφων ἐμπλάσσεται, ἀμφὶ καὶ ὁλκός
80 τέτρηχε γλώσσης, νέατος δ’ ὑποκάρφεται ἰσθμός,
81 ξηρὰ δ’ ἐπιλλύζων ὀλοῇ χελλύσσεται ἄτῃ,
82 ἀβλεμὲς ἦ γὰρ κεῖνο πέλει βάρος· αὐτὰρ ὁ θυμῷ
83 ναυσιόεις ὀλοοῖσιν ὑποτρύει καμάτοισι·
84 πολλάκι δ’ ἐν φαέεσσιν ἄλην ἑτερειδέα λεύσσων
85 ἄλλοτε δ’ ὑπναλέος ψύχει δέμας, οὐδ’ ἔτι γυῖα
86 ὡς τὸ πάρος δονέει, καμάτῳ δ’ ὑποδάμναται εἴκων.
87 τῷ καὶ πρημαδίης ἢ ὀρχάδος εἶαρ ἐλαίης
88 ἢ ἔτι μυρτίνης σχεδίην δεπάεσσιν ὀρέξαις
89 ὄφρ’ ἂν ὀλισθήνασα χέῃ κακὰ φάρμακα νηδύς·
90 ἠὲ σύ γ’ οὐθατόεντα διοιδέα μαζὸν ἀμέλξας
91 ῥεῖα πόροις, φιαρὴν δὲ ποτοῦ ἀποαίνυσο γρῆυν.
92 καί τε σύ γ’ ἢ μαλάχης ῥαδάμους ἢ φυλλάδα τήξας
93 χυλῷ ἔνι κλώθοντι κακηπελέοντα κορέσσαις.
94 πολλάκι σήσαμα κόπτε, πόροις δ’ ἐν νέκταρι καὶ τά·
95 ἠὲ σὺ κληματόεσσαν ἐν ὕδατι πλύνεο τέφρην
96 θαλπομένην, τὸ δὲ ῥύμμα νεοπλεκέος καλάθοιο
97 κόλποις ἰκμήνειας, ὁ γάρ τ’ ἀναδέξεται ἰλύν.
98 καί τε κατατριφθέντα μετ’ ἀργήεντος ἐλαίου
99 σκλήρ’ ἀπὸ περσείης κάρυα βλάβος οὖλον ἐρύξει,
100 Περσεὺς ἥν ποτε ποσσὶ λιπὼν Κηφηίδα γαῖαν,
101 αὐχέν’ ἀποτμήξας ἅρπῃ γονόεντα Μεδούσης,
102 ῥεῖα Μυκηναίῃσιν ἐνηέξησεν ἀρούραις,
103 Κηφῆος νέα δῶρα, μύκης ὅθι κάππεσεν ἅρπης,
104 ἄκρον ὑπὸ πρηῶνα Μελανθίδος ἔνθα τε Νύμφη
105 Λαγγείης πόμα κεῖνο Διὸς τεκμήρατο παιδί.
106 πολλάκι δ’ ἐνθρύψειας ἐν ὀπταλέῃσιν ἀκοσταῖς
107 Γερραίης λιβάνοιο χύσιν περιπηγέα θάμνοις·
108 καί τε σύ γ’ ἢ καρύης ἄπο δάκρυον ἢ ἀταλύμνου,
109 ἢ πτελέης ὅ τε πολλὸν ἀεὶ καταλείβεται ὄσχαις,
110 κόμμινά τε χλιόεντι ποτῷ ἐπαρωγέα τήξαις,
111 ὄφρα τὰ μέν τ’ ἐρύγῃσι τὰ δ’ ἑψητοῖσι δαμασθείς
112 ἀλθήσῃ ὑδάτεσσιν ὅτ’ ἰκμήνῃ δέμας ἱδρώς.
113 καί κεν ὅγ’ ἄλλοτε δόρπα δεδεγμένος ἄλλοτε δ’ οἴνης
114 πιοτέρης κορέοιτο, καὶ ἀκλέα πότμον ἀλύξαι.
115 Μὴ μὲν κανθαρίδος σιτηβόρου εὖτ’ ἂν ὀδώδῃ
116 κεῖνο ποτὸν δέξαιο χυτῇ ἐναλίγκια πίσσῃ·
117 πίσσης γὰρ ῥώθωσιν ἄγει βάρος, ἐν δὲ χαλινοῖς
118 οἷά τε δὴ καρφεῖα νέον βεβρωμένα κέδρου.
119 αἱ δ’ ὁτὲ μὲν πλαδόωντι ποτῷ ἐπὶ χείλεσι δηχμόν
120 τεύχουσιν τοτὲ δ’ αὖτε περὶ στόμα νείατα γαστρός·
121 ἄλλοτε καὶ μεσάτη ἐπιδάκνεται ἄλγεσι νηδύς
122 ἢ κύστις βρωθεῖσα· περιψαύουσι δ’ ἀνῖαι
123 θώρηκος τόθι χόνδρος ὑπὲρ κύτος ἕζετο γαστρός·
124 αὐτοὶ δ’ ἀσχαλόωσιν, ἄλη δέ φιν ἤθεα φωτός
125 ἄψυχος πεδάει, ὁ δ’ ἀελπέα δάμναται ἄταις,
126 οἷά τε δὴ γήρεια νέον τεθρυμμένα κάκτου
127 ἠέρ’ ἐπιπλάζοντα διαψαίρουσι πνοῇσι.
128 τῷ δὲ σὺ πολλάκι μὲν γληχὼ ποταμηίσι νύμφαις
129 ἐμπλήδην κυκεῶνα πόροις ἐν κύμβεϊ τεύξας,
130 νηστείρης Δηοῦς μορόεν ποτὸν ᾧ ποτε Δηώ
131 λαυκανίην ἔβρεξεν ἀν’ ἄστυρον Ἱπποθόωντος
132 Θρηίσσης ἀθύροισιν ὑπὸ ῥήτρῃσιν Ἰάμβης.
133 δήποτε δ’ ἢ σιάλοιο καρήατος ἠὲ καὶ ἀμνοῦ
134 ἀμμίγδην σπεράδεσσιν ἐυτροχάλοισι λίνοιο,
135 ἠὲ νέον κορσεῖα ταμὼν κερόεντα χιμαίρης,
136 ἢ ἔτι που χηνὸς μορόεν ποτὸν αἴνυσο χύτρου,
137 ἐς δ’ ἔμετον κορέσαιο, τὰ δ’ ἀθρόα νειόθι βράσσοι
138 ἐμματέων ἔτ’ ἄπεπτα πύλῃ μεμιασμένα δόρπα.
139 πολλάκι δ’ ἐν κλυστῆρι νέον γλάγος οἰὸς ἀμέλξας
140 κλύζε, τὰ δ’ ἤλιθα γαστρὸς ἀφόρδια κεινώσειας·
141 ἄλλοτ’ ἀλυσθαίνοντι ποθὲν γάλα πῖον ἀρήξει·
142 ἠὲ σύ γ’ ἀμπελόεντα γλυκεῖ ἔνι καυλέα κόψαις
143 χλωρά, νέον πετάλοισι περιβρίθοντα κολούσας·
144 ἠὲ μελισσάων καμάτῳ ἔνι παῦρα μορύξαις
145 σκορπιόεντα χαδὼν ψαθυρῆς ἐκ ῥίζεα γαίης
146 αἰὲν κεντρήεντα· πόη γε μὲν ὕψι τέθηλεν
147 οἵη περ μολόθουρος, ἔνισχνα δὲ καυλέα βάλλει.
148 καί τε σὺ δραχμάων πισύρων βάρος αἴνυσο γαίης
149 Παρθενίης τὴν Φυλλὶς ὑπὸ κνημοῖσιν ἀνῆκεν,
150 Ἰμβρασίδος γαίης χιονώδεος ἥν τε κεράστης
151 ἀμνὸς Χησιάδεσσι νέον σημήνατο Νύμφαις
152 Κερκέτεω νιφόεντος ὑπὸ σχοινώδεσιν ὄχθαις·
153 ἢ καὶ σειραίοιο πόσιν διπλήθεα τεύξαις,
154 σὺν δέ τε πηγανόεντας ἐνιθρύψειας ὀράμνους
155 ὀργάζων λίπεϊ ῥοδέῳ θρόνα· πολλάκι χραίνοις
156 ἰρινέῳ τό τε πολλὸν ἐπαλθέα νοῦσον ἔτευξεν.
157 [para]Ἤν γε μὲν οὐλόμενόν γε ποτὸν κορίοιο δυσαλθές
158 ἀφραδέως δεπάεσσιν ἀπεχθομένοισι πάσηται,
159 οἱ μέν τ’ ἀφροσύνῃ ἐμπληγέες οἷά τε μάργοι
160 δήμια λαβράζουσι παραπλῆγές θ’ ἅτε Βάκχαι
161 ὀξὺ μέλος βοόωσιν ἀταρμύκτῳ φρενὸς οἴστρῳ.
162 τῷ μέν τ’ ἐξ ἑδανοῖο πόροις δέπας ἔμπλεον οἴνης,
163 Πράμνιον αὐτοκρηές, ὅπως ὑπετύψατο ληνοῦ,
164 ἢ νύμφαις τήξαιο βαλὼν ἁλὸς ἔμπλεα κύμβην,
165 πολλάκι δ’ ὀρταλίχων ἁπαλὴν ὠδῖνα κενώσας
166 ἀφρὸν ἐπεγκεράσαιο, θοοῦ δορπήια κέπφου·
167 τῷ γὰρ δὴ ζωήν τε σαοῖ, καὶ πότμον ἐπισπεῖ
168 εὖτε δόλοις νήχοντα κακοφθόρα τέκν’ ἁλιήων
169 οἰωνὸν χραίνωσιν, ὁ δ’ ἐς χέρας ἔμπεσε παίδων
170 θηρεύων ἀφροῖο νέην κλύδα λευκαίνουσαν.
171 καί τε σύ γ’ ἀγλεύκην βάψαις ἰόεντα θάλασσαν,
172 ἥν τε καὶ ἀτμεύειν ἀνέμοις πόρεν Ἐννοσίγαιος
173 σὺν πυρί· καὶ γὰρ δὴ τὸ πνοαῖς συνδάμναται ἐχθραῖς.
174 πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ
175 ἀργέστας· καί ῥ’ ἡ μὲν ἀκοσμήεσσα φιλοργής
176 δεσπόζει νηῶν τε καὶ ἐμφθορέων αἰζηῶν,
177 ὕλη δ’ ἐχθομένοιο πυρὸς κατὰ θεσμὸν ἀκούει.
178 ναὶ μὴν ἀτμένιόν τε κεραιόμενον λίπος οἴνῃ
179 ἢ χιόνι γλυκέος μίγδην πόσις ἄλγος ἐρύξει,
180 ἦμος ὑπὸ ζάγκλῃσι περιβρίθουσαν ὀπώρην
181 ῥυσαλέην ἑδανοῖο καὶ ἐκ ψιθίης ἑλίνοιο
182 κείροντες θλίβωσιν, ὅτε ῥοιζηδὰ μέλισσαι,
183 πεμφρηδών, σφῆκές τε καὶ ἐκ βέμβικες ὄρειαι
184 γλεῦκος ἅλις δαίνυνται ἐπὶ ῥαγέεσσι πεσοῦσαι,
185 πιοτέρην ὅτε βότρυν ἐσίνατο κηκὰς ἀλώπηξ.
186 [para]Καί τε σὺ κωνείου βλαβόεν τεκμαίρεο πῶμα·
187 κεῖνο ποτὸν δὴ γάρ τε καρήατι φοινὸν ἰάπτει
188 νύκτα φέρον σκοτόεσσαν· ἐδίνησεν δὲ καὶ ὄσσε,
189 ἴχνεσι δὲ σφαλεροί τε καὶ ἐμπλάζοντες ἀγυιαῖς
190 χερσὶν ἐφερπύζουσι· κακὸς δ’ ὑπὸ νείατα πνιχμός
191 ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον·
192 ἄκρα δέ τοι ψύχει, περὶ δὲ φλέβες ἔνδοθι γυίων
193 ῥωμαλέαι στέλλονται· ὁ δ’ ἠέρα παῦρον ἀτύζει
194 οἷα κατηβολέων, ψυχὴ δ’ Ἀιδωνέα λεύσσει.
195 τὸν μέν τ’ ἢ λίπεος κορέοις ἢ ἀμισγέος οἴνης
196 ὄφρα κεν ἐξερύγῃσι κακὴν καὶ ἐπώδυνον ἄτην,
197 ἠὲ σύ γε κλυστῆρος ἐνεὶς ὁπλίζεο τεῦχος·
198 πολλάκι δ’ ἢ οἴνης ἀμιγῆ πόσιν, ἢ ἀπὸ δάφνης
199 Τεμπίδος ἢ δαυχμοῖο φέροις ἐκ καυλέα κόψας
200 ἣ πρώτη Φοίβοιο κατέστεφε Δελφίδα χαίτην,
201 ἢ πέπερι κνίδης τε μίγα σπερμεῖα λεήνας
202 νείμειας, τοτὲ νέκταρ ὀπῷ ἐμπευκέι χράνας·
203 δήποτε δ’ ἰρινέου θυέος μετρηδὸν ὀρέξαις
204 σίλφιά τ’ ἐνθρυφθέντα μετ’ ἀργήεντος ἐλαίου·
205 ἐν δὲ μελιζώρου γλυκέος πόσιν, ἐν δὲ γάλακτος
206 ἀφριόεν νέμε τεῦχος ὑπὲρ πυρὸς ἠρέμα θάλψας.
207 [para]Καί κεν λοιγήεντι παρασχεδὸν ἄχθος ἀμύνοις
208 τοξικῷ, εὖτ’ ἀχέεσσι βαρύνηται ποτῷ ἀνήρ.
209 τοῦ καὶ ἔνερθε γλῶσσα παχύνεται, ἀμφὶ δὲ χείλη
210 οἰδαλέα βρίθοντα περὶ στομάτεσσι βαρύνει,
211 ξηρὰ δ’ ἀναπτύει, νεόθεν δ’ ἐκρήγνυται οὖλα·
212 πολλάκι δ’ ἐς κραδίην πτοίην βάλε, πᾶν δὲ νόημα
213 ἔμπληκτον μεμόρηκε κακῇ ἐσφαλμένον ἄτῃ·
214 αὐτὰρ ὁ μηκάζει μανίης ὕπο μυρία φλύζων,
215 δηθάκι δ’ ἀχθόμενος βοάᾳ ἅ τις ἐμπελάδην φώς
216 ἀμφιβρότην κώδειαν ἀπὸ ξιφέεσσιν ἀμηθείς,
217 ἢ ἅτε κερνοφόρος ζάκορος βωμίστρια Ῥείης,
218 εἰνάδι λαοφόροισιν ἐνιχρίμπτουσα κελεύθοις,
219 μακρὸν ἐπεμβοάᾳ γλώσσῃ θρόον, οἱ δὲ τρέουσιν
220 Ἰδαίης ῥιγηλὸν ὅτ’ εἰσαΐωσιν ὑλαγμόν·
221 ὣς ὁ νόου λύσσῃ ἐσφαλμένα βρυχανάαται
222 ὠρυδόν, λοξαῖς δὲ κόραις ταυρώδεα λεύσσων
223 θήγει λευκὸν ὀδόντα παραφρίζει δὲ χαλινοῖς.
224 τὸν μὲν καὶ δεσμοῖσι πολυπλέκτοισι πιέξας
225 νέκταρι θωρήξαιο, καὶ οὐ χατέοντα κορέσκων
226 ἦκα βιησάμενος· διὰ δὲ στόμα βρῦκον ὀχλίζοις
227 ὄφρ’ ἂν ὑπεξερύγῃσι δαμαζόμενος χερὶ λώβην·
228 ἠὲ σὺ βοσκαδίης χηνὸς νέον ὀρταλιχῆα
229 ὕδασιν ἐντήξαιο πυρὸς μεμορημένον αὐγαῖς·
230 καί τε σὺ μηλείης ῥηχώδεος ἄγρια κάρφη
231 οὔρεσιν ἐνθρεφθέντα πόροις ἀπὸ σίνεα κόψας,
232 ἢ ἔτι καὶ κλήροισιν ἐπήβολα τοῖά περ ὧραι
233 εἰαριναὶ φορέουσιν ἐνεψιήματα κούραις,
234 ἄλλοτε δὲ στρούθεια, τοτὲ βλοσυροῖο Κύδωνος
235 κεῖνο φυτὸν Κρήτηθεν ὃ δή ῥ’ ἐκόμισσαν ἄναυροι·
236 πολλάκι δὴ σφύρῃσιν ἅλις ἐναολλέα κόψας
237 ὕδασιν ἐμβρέξαιο, νέην δ’ ὀσμήρεα γληχώ
238 σπέρμασι μηλείοισι βάλοις ἐνομήρεα φύρων·
239 καί τε σύ γε ῥοδέης θυόεν μαλλοῖσιν ἀφύσσων
240 παῦρα λίπος στάξειας ἀνοιγομένοις στομάτεσσιν,
241 ἠὲ καὶ ἰρινέοιο· μόλις δέ κε μυρί’ ἐπιτλάς
242 ἤμασιν ἐν πολέεσσιν ἀκροσφαλὲς ἴχνος ἰήλαι
243 ἀσφαλέως πτοιητὸν ἔχων ἑτεροπλανὲς ὄθμα.
244 τῷ μὲν Γερραῖοι νομάδες χαλκήρεας αἰχμάς
245 οἵ τε παρ’ Εὐφρήταο ῥόον πολέοντες ἀρούρας
246 χραίνουσιν· τὰ δὲ πολλὸν ἀναλθέα τραύματα τεύχει
247 σάρκα μελαινομένην, πικρὸς δ’ ὑποβόσκεται Ὕδρης
248 ἰός, σηπόμενον δὲ μύδῳ ἐκρήγνυται ἔρφος.
249 [para]Ἢν δὲ τὸ Μηδείης Κολχηίδος ἐχθόμενον πῦρ,
250 κεῖνό τις ἐνδέξηται ἐφήμερον, οὗ περὶ χείλη
251 δευομένου δυσάλυκτος ἰάπτεται ἄμμιγα κνηθμός
252 οἷά τ’ ὀπῷ νιφόεντι κράδης ἢ τρηχέι κνίδῃ
253 χρῶτα μιαινομένοις ἢ καὶ σπειρώδεϊ κόρσῃ
254 σκίλλης ἥ τ’ ἔκπαγλα νέην φοινίξατο σάρκα.
255 τοῦ καὶ ἐπισχομένοιο περὶ στόμαχον βάρος ἵζει
256 πρῶτον ἐρεπτόμενον, μετέπειτα δὲ λοιγέι συρμῷ
257 ῥιζόθεν ἑλκωθέντα, κακὸν δ’ ἀποήρυγε δειρῆς,
258 σὺν δέ τε καὶ νηδὺς μεμιασμένα λύματα βάλλει
259 ὡς εἴ τε κρεάων θολερὸν πλύμα χεύατο δαιτρός.
260 ἀλλὰ σὺ πολλάκι μὲν χαίτην δρυὸς οὐλάδα κόψας,
261 πολλάκι καὶ φηγοῖο πόροις ἀκύλοισιν ὁμαρτῇ,
262 ἠὲ σύ γε βδήλαιο νέον γλάγος ἔνδοθι πέλλης·
263 αὐτὰρ ὁ τοῦ κορέοιτο καὶ ἐν στομάτεσσιν ἐρύξας.
264 ἦ μὴν πουλυγόνοιο τοτὲ βλαστήματ’ ἀρήξει,
265 ἄλλοτε δὴ ῥιζεῖα καθεψηθέντα γάλακτι.
266 σὺν δὲ καὶ ἀμπελόεις ἕλικας ἐνθρύπτεο νύμφαις,
267 ἴσως καὶ βατόεντα περὶ πτορθεῖα κολούσας.
268 καί τε σὺ γυμνώσειας ἐυτρεφέος νέα τέρφη
269 καστηνοῦ, καρύοιο λαχυφλοίοιο κάλυμμα,
270 νείαιραν τόθι σάρκα περὶ σκύλος αὖον ὀπάζει
271 δυσλεπέος καρύοιο τὸ Καστανὶς ἔτρεφεν αἶα.
272 ῥεῖα δὲ νάρθηκος νεάτην ἐξαίνυσο νηδύν
273 ὅς τε Προμηθείοιο κλοπὴν ἀνεδέξατο φωρῆς·
274 σὺν δὲ καὶ ἑρπύλλοιο φιλοζώοιο πέτηλα
275 εὐφίμου τ’ ἀπὸ καρπὸν ἅλις καταβάλλεο μύρτου·
276 ἢ καί που σιδόεντος ἀποβρέξαιο κάλυμμα
277 καρπείου, μιγάδην δὲ βαλὼν ἐμπίσεο μήλοις
278 ὄφρ’ ἂν ἐπῇ στῦφόν τι ποτῷ, νοῦσον δὲ κεδάσσεις.
279 [para]Ἰξιόεν δέ σε μή τι δόλῳ παρὰ χείλεσι πῶμα
280 οὐλόμενον λήσειεν ὅ τ’ ὠκιμοειδὲς ὄδωδε.
281 τοῦ μὲν ὑπὸ γλώσσης νέατος τρηχύνεται ὁλκός
282 νέρθεν ἐπιφλεγέθων, τὸ δέ οἱ ἐμπλάζεται ἦτορ·
283 λυσσηθεὶς γλῶσσαν δὲ καταπρίει κυνόδοντι,
284 δὴ γὰρ ὅγ’ ἔμπληκτος φρένα δάμναται· ἀμφὶ δὲ δοιούς
285 εἰκῆ ἐπιφράσσουσα πόρους τυφλώσατο νηδύς
286 ὑγρῶν τε βρωτῶν τε, καταπνίγουσα δὲ πνεῦμα
287 ἐντὸς ὑποβρομέει, ὀλίγῳ δ’ ἐνελίσσεται ὄγμῳ
288 πολλάκι δὴ βροντῇσιν ἀνομβρήεντος Ὀλύμπου
289 εἰδόμενον, τοτὲ δ’ αὖτε κακοῖς ῥόχθοισι θαλάσσης
290 οἵοις πετραίῃσιν ὑποβρέμεται σπιλάδεσσι.
291 τῷ καὶ στρευγομένῳ περ ἀνήλυθεν ἐκ καμάτοιο
292 πνεῦμα μόλις, πόσιες δὲ παραυτίκα λύματ’ ἔχευαν
293 φαρμακόεις ᾠοῖσιν ἀλίγκια τοῖά τε βοσκάς
294 ὀρταλὶς αἰχμητῇσιν ὑπευνασθεῖσα νεοσσοῖς
295 ἄλλοτε μὲν πληγῇσι νέον θρομβήια γαστρός
296 ἔκβαλεν ἐν μήνιγξιν ἀνόστρακα, πολλάκι νούσῳ
297 δαμναμένη δύσποτμον ὑπὲκ γόνον ἔκχεε γαίῃ.
298 τῷ μέν τ’ εὐβραχέος ἀψινθίου ἄλγος ἐρύξει
299 ἐνστῦφον πόμα κεῖνο νεοθλίπτῳ ὑπὸ γλεύκει·
300 καί ποτε ῥητίνην τερμινθίδα, πολλάκι πεύκης,
301 πολλάκι καὶ πίτυος γοερῆς ἀπὸ δάκρυα τμήξαις
302 Μαρσύου ἧχί τε Φοῖβος ἀπὸ φλόα δύσατο γυίων·
303 ἡ δὲ μόρον πολύπυστον ἐπαιάζουσα κατ’ ἄγκη
304 οἴη συνεχέως ἁδινὴν ἀναβάλλεται ἠχήν.
305 ἆσαι δ’ ἢ πολίοιο μυοκτόνου ἀργέος ἄνθην,
306 ἢ ἔτι καὶ ῥυτῆς πεδανὰς ἀπαμέργεο βλάστας,
307 νάρδον, λιμναίου τε χαδὼν ἀπὸ κάστορος ὄρχιν·
308 ἢ ὀδελὸν κνηστῆρι κατατρίψαιο χαρακτῷ
309 σιλφίου, ἄλλοτε δ’ ἶσον ἀποτμήξειας ὀποῖο·
310 πολλάκι δ’ ἀγροτέρης τραγοριγάνου ἠὲ γάλακτος
311 πηγνυμένου κορέοιτο νεημέλκτῃ ἐνὶ πέλλῃ.
312 [para]Ἢν δέ τις ἀφροσύνῃ ταύρου νέον αἷμα πάσηται,
313 στρευγεδόνι προδέδουπε δαμαζόμενος καμάτοισιν
314 ἦμος πιλνάμενον στέρνοις κρυσταίνεται εἶαρ
315 ῥεῖα θρομβοῦται δὲ μέσῳ ἐνὶ τεύχεϊ γαστρός·
316 φράσσονται δὲ πόροι, τὸ δὲ θλίβεται ἔνδοθι πνεῦμα
317 αὐχένος ἐμπλασθέντος, ὁ δὲ σπαδόνεσσιν ἀλύων
318 δηθάκις ἐν γαίῃ σπαίρει μεμορυχμένος ἀφρῷ.
319 τῷ μέν τ’ ἢ ὀπόεντας ἀποκραδίσειας ἐρινούς
320 ὄξει δ’ ἐμπίσαιο, τὸ δ’ ἀθρόον ὕδατι μίξαις
321 συγκεράων νύμφας τε καὶ ἐνστῦφον ποτὸν ὄξευς·
322 ἠὲ καὶ ἐκβδήλαιο καταχθέος ἕρματα γαστρός.
323 καί τε σὺ πυετίην ὀθόνης πολυωπέι κόλπῳ
324 φύρσιμον ἠθήσαιο, τοτὲ προκός, ἄλλοτε νεβροῦ
325 ἢ ἐρίφου, τοτὲ δ’ ἂν σὺ καὶ εὐσκάρθμοιο λαγωοῦ
326 αἰνύμενος μογέοντι φέροις εὐαλθέ’ ἀρωγήν.
327 ἠὲ λίτρου στήδην ὀδελοῦ πόρε τριπλόον ἄχθος
328 εὐτριβέος, κίρνα δὲ ποτῷ ἐν δεύκεϊ Βάκχου,
329 ἐν καὶ σιλφιόεσσαν ὀποῖό τε μοιρίδα λίτρην,
330 καὶ σπέραδος κραμβῆεν ἄδην μεμορυχμένον ὄξει·
331 ἆσαι δὲ ῥάδικα κακοχλοίοιο κονύζης,
332 ἢ πέπεριν τά τε βλαστὰ κατασμώξαιο βάτοιο,
333 καί κεν πηγνυμένοιο χύσιν διὰ ῥεῖα κεδάσσαις
334 ἠὲ διαθρύψειας ἐν ἄγγεσιν ἑστηυῖαν.
335 Μὴ μὲν ἐπαλγύνουσα πόσις βουπρήστιδος ἐχθρῆς
336 λήσειεν, σὺ δὲ φῶτα δαμαζόμενον πεπύθοιο.
337 ἡ δ’ ἤτοι λίτρῳ μὲν ἐπιχρώζουσα χαλινά
338 εἴδεται ἐμβρυχθεῖσα βαρύπνοος· ἀμφὶ δὲ γαστρός
339 ἄλγεα δινεύοντα περὶ στομάτεσσιν ὄρωρεν,
340 οὖρα δὲ τυφλοῦται, νεάτη δ’ ὑπὸ κύστις ὀρεχθεῖ,
341 πᾶσα δέ οἱ νηδὺς διαπίμπραται ὡς ὁπόθ’ ὕδρωψ
342 τυμπανόεις ἀνὰ μέσσον ἀφυσγετὸς ὀμφαλὸν ἵζει,
343 ἀμφὶ δέ οἱ γυίοις τετανὸν περιφαίνεται ἔρφος.
344 ἡ καί που δαμάλεις ἐριγάστορας ἄλλοτε μόσχους
345 πίμπραται ὁππότε θῆρα νομαζόμενοι δατέονται,
346 τούνεκα τὴν βούπρηστιν ἐπικλείουσι νομῆες.
347 τῷ δὲ καὶ εὐκραδέος τριέτει ἐν νέκταρι μίξαις
348 συκέης αὐανθεῖσαν ἅλις πόσιν ὀμφαλόεσσαν,
349 ἢ ἔτι καὶ σφύρῃ μιγάδην τεθλασμένα κόψας
350 ἐν πυρὶ τηξάμενος πορέειν ἀλκτήρια νούσων.
351 καί κε μελιζώροιο νέον κορέσαιο ποτοῖο
352 ἀνέρα λαιμάσσοντα, τοτὲ γλάγος εἰν ἑνὶ χεύας·
353 πολλάκι φοίνικος ψαφαρὸν καταμίσγεο καρπόν,
354 ἄλλοτε δ’ αὐαλέας δὴν ἀχράδας, ἢ ἀπὸ βάκχης,
355 ἢ ἀπὸ μυρτίνης, ὁτὲ μυρτίδας οἰνάδι βάλλων.
356 ἢ ὅγε καὶ θηλῆς ἅτε δὴ βρέφος ἐμπελάοιτο
357 ἀρτιγενές, μαστοῦ δὲ ποτὸν μοσχηδὸν ἀμέλγοι,
358 οἵη τ’ ἐξ ὑμένων νεαλὴς ὑπὸ οὔθατα μόσχος
359 βράσσει ἀνακρούουσα χύσιν μενοεικέα θηλῆς.
360 ἄλλοτε πιαλέης πόσιος χλιαροῖο κορέσκοις,
361 ἐς δ’ ἔμετον βιάοιο καὶ οὐ ποθέοντά περ ἔμπης
362 χειρὶ βιαζόμενος ἠὲ πτερῷ, ἢ ἀπὸ βύβλου
363 στρεβλὸν ἐπιγνάμψαιο ταμὼν ἐρυτῆρα φάρυγγος.
364 [para]Ἢν δ’ ἐπιτυρωθῇ νεαρὸν γάλα τεύχεϊ γαστρός,
365 δὴ τοτὲ τόνδε πνιχμὸς ἀθροιζομένοιο δαμάζει.
366 τῷ δ’ ἤτοι τρισσὰς πόσιας πόρε, μέσσα μὲν ὄξευς
367 δοιὰς δὲ γλυκέος, στεγανὴν δ’ ὑποσύρεο νηδύν·
368 ἢ ἔτι καὶ Λιβύηθε ποτῷ ἐγκνήθεο ῥίζας
369 σιλφίου, ἄλλοτ’ ὀποῖο, νέμοις δ’ ἐν βάμματι τήξας·
370 πολλάκι δὲ θρύπτειραν ἐπεγκεράσαιο κονίην,
371 ἠὲ νέον βρυόεντα θύμου στάχυν· ἄλλοτ’ ἀμύνει
372 βότρυς ἐυκνήμοιο μίγα βρεχθέντος ἐν οἴνῃ·
373 ἐν καί που ταμίσοιο ποτὸν διεχεύατο θρόμβους,
374 καὶ χλοεραὶ μίνθης ἄπο φυλλάδες ἠὲ μελίσσης
375 ἠὲ καὶ ἐνστύφοντι ποτῷ μεμορυχμέναι ὄξευς.
376 [para]Ἀλλ’ ἄγε δὴ φράζοιο δορύκνιον, οὗ τε γάλακτι
377 ὠπή τε βρῶσίς τε παρὰ στομάτεσσιν ἔικται·
378 τῷ δ’ ἤτοι λυγμοὶ μὲν ἀηθέσσοντες ὁμαρτῇ
379 αὐχέν’ ἀνακρούουσιν, ὁ δ’ ἀχθόμενος στόμα γαστρός
380 πολλάκι μὲν δαίτην ἀπερεύγεται αἱματόεσσαν,
381 ἄλλοτε νηδυίων θολερὴν μυξώδεα χεύει
382 τηνεσμῷ ὡς εἴ τε δυσέντερος ἀχθόμενος φώς·
383 δήποτε τειρόμενος καμάτοις κάρφουσι δέδουπε
384 γυῖα δαμείς· οὐ μὲν ποθέει ξηρὸν στόμα δεῦσαι.
385 τῷ δὲ σὺ πολλάκι μὲν γλάγεος πόσιν, ἄλλοτε μίγδην
386 ῥεῖα γλυκὺ νείμειας ἀλυκρότερον δεπάεσσι·
387 καί τε καὶ ὄρνιθος φιαρῆς πυρὶ τηκομένη σάρξ
388 θωρήκων ἤμυνεν ἐυτρεφέων βρωθεῖσα·
389 ἤμυνεν καὶ χυλὸς ἅλις κύμβῃσι ῥοφηθείς,
390 ὅσσα τε πετρήεντος ὑπὸ ῥόχθοισι θαλάσσης
391 κνώδαλα φυκιόεντας ἀεὶ περιβόσκεται ἀγμούς·
392 ὧν τὰ μὲν ὠμὰ πάσαιτο, τὰ δ’ ἑφθέα, πολλὰ δὲ θάλψας
393 ἐν φλογιῇ. στρόμβων δὲ πολὺ πλέον, ἢ ἔτι κάλχης,
394 κηραφίδος, πίνης τε καὶ αἰθήεντος ἐχίνου
395 δαῖτες ἐπαλθήσουσιν ἰδὲ κτένες· οὐδέ τι κῆρυξ
396 δὴν ἔσεται τήθη τε γεραιρόμενα μνίοισι.
397 [para]Μηδέ σέ γ’ ἐχθομένη λήθῃ πόσις—οὐ γὰρ ἄιδρις—
398 Φαρικοῦ, ἣ γναθμοῖσιν ἔπι βαρὺν ὤπασε μόχθον.
399 τὴν ἤτοι γευθμῷ μὲν ἰσαιομένην μάθε νάρδῳ,
400 ἤνυσε δὲ σφαλερούς, ὁτὲ δ’ ἄφρονας, ἐν δὲ μονήρει
401 ῥηιδίως ἀκτῖνι βαρὺν κατεναίρεται ἄνδρα.
402 ἀλλὰ σὺ πολλάκι μὲν σταδίην εὐανθέα νάρδου
403 ῥιζίδα θυλακόεσσαν ὀπάζεο τήν τε Κίλισσαι
404 πρηόνες ἀλδαίνουσι παρὰ πλημμυρίδα Κέστρου,
405 ἄλλοτε δὲ σμυρνεῖον ἐυτριβές. αἴνυσο δ’ αὐτήν
406 ἴριδα λειριόεν τε κάρη τό τ’ ἀπέστυγεν Ἀφρώ,
407 οὕνεκ’ ἐριδμαίνεσκε χρόης ὕπερ, ἐν δέ νυ θρίοις
408 ἀργαλέην μεσάτοισιν ὀνειδείην ἐπέλασσε
409 δεινὴν βρωμήεντος ἐναλδήνασα κορύνην.
410 πολλάκι δὲ σκύλαιο κάρη, περὶ δ’ αἴνυσο λάχνην
411 κέρσας εὐήκει νεόθεν ξυρῷ, ἐν δέ νυ θάλψαις
412 ἤια κριθάων νεοθηλέα φυλλάδα τ’ ἰσχνήν
413 πηγάνου ἥν τ’ ὤκιστα βορῇ ἐπεσίνατο κάμπη,
414 βάμματι δ’ ἐνδεύσαιο καὶ εὖ περὶ κόρσεα πλάσσοις.
415 Μηδὲ συοσκυάμῳ τις ἀιδρήεντα κορέσκοι
416 νηδύν, οἷά τε πολλὰ παρασφαλέες τεύχονται,
417 ἠὲ νέον σπείρημα καὶ ἀμφίκρηνα κομάων
418 κοῦροι ἀπειπάμενοι ὀλοήν θ’ ἑρπηδόνα γυίων,
419 ὀρθόποδες βαίνοντες ἄνις σμυγεροῖο τιθήνης
420 ἠλοσύνῃ βρύκουσι κακανθήεντας ὀράμνους,
421 οἷα νέον βρωτῆρας ὑπὸ γναθμοῖσιν ὀδόντας
422 φαίνοντες τότε κνηθμὸς ἐνοιδέα δάμναται οὖλα.
423 τῷ δ’ ὁτὲ μὲν καθαρὴν γλάγεος πόσιν ἄλθεα πίσαις,
424 ἄλλοτε βουκέραος χιληγόνου ὅ ῥα κεραίας
425 εὐκαμπεῖς πετάλοισιν ὑπηνεμίοισιν ἀέξει,
426 ἀτμενίῳ μέγ’ ὄνειαρ ὅτ’ ἐμπλώῃσιν ἐλαίῳ.
427 ἠὲ σύ γ’ αὐαλέον κνίδης σπόρον, ἄλλοτε δ’ αὐτήν
428 νείμαις ὠμόβρωτον ἄδην ἀνὰ φυλλάδ’ ἀμέλξαι,
429 κίχορα καρδαμίδας τε καὶ ἣν Περσεῖον ἔπουσιν,
430 ἐν δέ τε νάπειον ῥάφανόν θ’ ἅλις, ἐν δέ τε λεπτάς
431 ἄμμιγα κρομμύων γηθυλλίδας· ἤρκεσε δ’ ἄτην
432 εὐάγλις κώδεια νέον σκορόδοιο ποθεῖσα.
433 [para]Καί τε σὺ μήκωνος κεβληγόνου ὁππότε δάκρυ
434 πίνωσιν, πεπύθοιο καθυπνέας· ἀμφὶ γὰρ ἄκρα
435 γυῖα καταψύχουσι, τὰ δ’ οὐκ ἀναπίτναται ὄσσε
436 ἀλλ’ αὔτως βλεφάροισιν ἀκινήεντα δέδηεν·
437 ἀμφὶ καὶ ὀδμήεις καμάτῳ περιλείβεται ἱδρώς
438 ἀθρόος, ὠχραίνει δὲ ῥέθος, πίμπρησι δὲ χείλη,
439 δεσμὰ δ’ ἐπεγχαλάουσι γενειάδος, ἐκ δέ τε παῦρον
440 αὐχένος ἑλκόμενον ψυχρὸν διανίσσεται ἄσθμα·
441 πολλάκι δ’ ἠὲ πελιδνὸς ὄνυξ μόρον ἢ ἔτι μυκτήρ
442 στρεβλὸς ἀπαγγέλλει, ὁτὲ δ’ αὖ κοιλώπεες αὐγαί.
443 ἅσσα σὺ μὴ δείδιχθι, μέλοιο δὲ πάμπαν ἀρωγῆς
444 οἰνάδι καὶ γλυκόεντι ποτῷ κεκαφηότα πιμπλάς
445 τινθαλέῳ· τοτὲ δ’ ἔργα διαθρύψαιο μελίσσης
446 ἄμμιγα ποιπνύων Ὑμησσίδος αἵ τ’ ἀπὸ μόσχου
447 σκήνεος ἐξεγένοντο δεδουπότος ἐν νεμέεσσιν·
448 ἔνθα δὲ καὶ κοίλοιο κατὰ δρυὸς ἐκτίσσαντο
449 πρῶτόν που θαλάμας συνομήρεες, ἀμφὶ καὶ ἔργων
450 μνησάμεναι Δηοῖ πολυωπέας ἤνυσαν ὄμπας
451 βοσκόμεναι θύμα ποσσὶ καὶ ἀνθεμόεσσαν ἐρείκην.
452 δήποτε δ’ ἢ ῥοδέοιο νέον θύος εὔτριχι λήνει,
453 ἠὲ καὶ ἰρινόεν, τοτὲ δ’ αὖ μορόεντος ἐλαίης,
454 ὀχλίζων κυνόδοντα, τότ’ ἠμύουσι χαλινοῖς,
455 ἐνθλίβοις, μαλλὸν δὲ βαθὺν κεκορημένον ἕλκοι.
456 αἶψα δὲ τόν γ’ ἑκάτερθε διὰ ῥέθος ἔγρεο πλήσσων,
457 ἄλλοτε δ’ ἐμβοόων, τοτὲ δὲ κνώσσοντα σαλάσσων,
458 ὄφρα κατηβολέων ὀλοὸν διὰ κῶμα κεδαίῃ,
459 τῆμος δ’ ἐξερύγῃσιν ἀλεξόμενος κακὸν ἄλγος.
460 σπεῖρα δ’ ἐνὶ χλιαρῷ λίπεϊ, πρὸ δὲ νέκταρι, βάπτων
461 τρῖβε καὶ ἐκθέρμαινε ποτῷ ἐψυγμένα γυῖα,
462 ἄλλοτε δ’ ἐν δροίτῃ κεράων ἐμβάπτεο σάρκας,
463 αἶψα δὲ τινθαλέοισιν ἐπαιονάασθε λοετροῖς
464 αἷμ’ ἀναλυόμενοι τετανόν τ’ ἐσκληκότα ῥινόν.
465 Εἰδείης δὲ λαγοῖο κακοφθορέος πόσιν αἰνήν,
466 οὐλομένην, τὸν κῦμα πολυστίου τέκεν ἅλμης.
467 τοῦ δ’ ἤτοι λοπίδων μὲν ἰδὲ πλύματος πέλει ὀδμή,
468 γευθμὸς δ’ ἰχθυόεις νεπόδων ἅτε σαπρυνθέντων,
469 ἠὲ καὶ ἀρρύπτων ὁπόταν λοπὶς αὐξίδα χραίνῃ.
470 ὃς δ’ ἤτοι ῥυπόεις μὲν ὑπ’ ὀστλίγγεσσιν ἀραιαῖς
471 τευθίδος ἐμφέρεται νεαλὴς γόνος ἢ ἅτε τεύθου,
472 οἷά τε σηπιάδος φυξήλιδος ἥ τε μελαίνει
473 οἶδμα χολῇ δολόεντα μαθοῦς’ ἀγρώστορος ὁρμήν.
474 τῶν ἤτοι ζοφόεις μὲν ἐπὶ χλόος ἔδραμε γυίοις
475 ἰκτερόεις, σάρκες δὲ περισταλάδην μινύθουσι
476 τηκόμεναι, ὁ δὲ δόρπα κατέστυγεν· ἄλλοτε ῥινός
477 ἄκρον ἐποιδαίνων σφυρὰ πίμπραται, ἀμφὶ δὲ μήλοις
478 ἄνθε’ ἅτε βρυόεντα κυλοιδιόωντος ἐφίζει.
479 δὴ γὰρ ἐφωμάρτησεν ὀλιζοτέρη ῥύσις οὔρων,
480 ἄλλοτε πορφυρέη, τότ’ ἐπὶ πλέον αἱμάσσουσα.
481 πᾶς δὲ παρὰ δρακέεσσι φανεὶς ἐχθαίρεται ἔλλοψ,
482 αὐτὰρ ὁ ναυσιόεις ἁλίην ἐμυσάξατο δαῖτα.
483 τῷ μὲν Φωκήεσσαν ἅλις πόσιν ἐλλεβόροιο
484 νείμειας, τοτὲ δάκρυ νεοβλάστοιο κάμωνος,
485 ὄφρα ποτὸν νέποδός τε κακοῦ ἐκ φύρματα χεύῃ·
486 ἄλλοτε βρωμήεντος ἀμελγόμενος γάλα πίνοι,
487 ἠὲ χύτρῳ τήξας μαλάχης λιπόωντας ὀράμνους·
488 καί ποτε κεδρινέης πελάνου βάρος ἔμμορε πίσσης,
489 βρύκοι δ’ ἄλλοτε καρπὸν ἅλις φοινώδεα σίδης
490 Κρησίδος, οἰνωπῆς τε καὶ ἣν Προμένειον ἔπουσι,
491 σὺν δὲ καὶ Αἰγινῆτιν, ὅσαι τ’ ἐσκληκότα κάρφη
492 φοίνι’ ἀραχνήεντι διαφράσσουσι καλύπτρῃ·
493 ἄλλοτε δ’ οἰνοβρῶτα βορὴν ἐν κυρτίδι θλίψαις
494 ὡς εἴ περ νοτέουσαν ὑπὸ τριπτῆρσιν ἐλαίην.
495 Ἢν δέ τις ἀζαλέῃ πεπιεσμένος αὐχένα δίψῃ
496 ἐκ ποταμοῦ ταυρηδὸν ἐπιπροπεσὼν ποτὸν ἴσχῃ
497 λεπτὰ διαστείλας παλάμῃ μνιώδεα θρῖα,
498 τῷ μέν τε ῥοιζηδὰ φιλαίματος ἐμπελάουσα
499 ῥύμῃ ἅλις προὔτυψε ποτοῦ μέτα χήτεϊ βρώμης
500 βδέλλα πάλαι λαπαρή τε καὶ ἱμείρουσα φόνοιο.
501 ἢ ὅθ’ ὑπὸ ζοφερῆς νυκτὸς κεκαλυμμένος αὐγάς
502 ἀφραδέως κρωσσοῖο κατακλίνας ποτὸν ἴσχῃ
503 χείλεσι πρὸς χείλη πιέσας, τὸ δὲ λαιμὸν ἀμείψῃ
504 κνώδαλον ἀκροτάτοισιν ἐπιπλῶον ὑδάτεσσι,
505 ταὶ μὲν ἵνα πρώτιστον ὀχλιζομένας ῥόος ὤσῃ
506 ἀθρόα προσφύονται ἀμελγόμεναι χροὸς αἷμα,
507 ἄλλοτε μέν τε πύλῃσιν ἐφήμεναι ἔνθα τε πνεῦμα
508 αἰὲν ἀθροιζόμενον στεινοῦ διαχεύεται ἰσθμοῦ,
509 ἄλλοτε δὲ στομίοισι πέριξ ἐπενήνοθε γαστρός
510 ἀνέρα πημαίνουσα, νέην δ’ ἐπενείματο δαῖτα.
511 τῷ σὺ τότ’ ἐν δεπάεσσι κεραιόμενον ποτὸν ὄξευς
512 νείμειας, ποτὲ δαῖτα συνήρεα χιονόεσσαν,
513 πολλάκι κρυστάλλοιο νέον βορέῃσι παγέντος.
514 ἠὲ σὺ γυρώσαιο καθαλμέα βώλακα γαίης
515 ναιομένην, θολερὴν δὲ πόσιν μενοεικέα τεῦχε·
516 ἢ αὐτὴν ἅλα βάπτε, τότ’ ἠελίοισι δαμάζων
517 εἶθαρ ὀπωρινοῖσι, τότ’ ἠνεκὲς ἐν φλογὶ θάλψας.
518 πολλάκι δ’ ἢ ἅλα πηκτὸν ὁμιλαδόν, ἢ ἁλὸς ἄχνην
519 ἐμπίσαις τήν τ’ αἰὲν ἀνὴρ ἁλοπηγὸς ἀγείρει
520 νειόθ’ ὑφισταμένην ὁπόθ’ ὕδασιν ὕδατα μίξῃ.
521 [para]Μὴ μὲν δὴ ζύμωμα κακὸν χθονὸς ἀνέρα κήδοι
522 πολλάκι μὲν στέρνοισιν ἀνοιδέον, ἄλλοτε δ’ ἄγχον,
523 εὖτ’ ἐπὶ φωλεύοντα τραφῇ βαθὺν ὁλκὸν ἐχίδνης
524 ἰὸν ἀνικμαῖνον στομίων τ’ ἀποφώλιον ἄσθμα.
525 κεῖνο κακὸν ζύμωμα τὸ δή ῥ’ ὑδέουσι μύκητας
526 παμπήδην, ἄλλῳ γὰρ ἐπ’ οὔνομα κέκριται ἄλλο.
527 ἀλλὰ σύ γ’ ἢ ῥαφάνοιο πόροις σπειρώδεα κόρσην,
528 ἢ ῥυτῆς κλώθοντα περὶ σπάδικα κολούσας·
529 πολλάκι καὶ χαλκοῖο πάλαι μεμογηότος ἄνθην,
530 ἄλλοτε κληματόεσσαν ἐν ὄξεϊ θρύπτεο τέφρην·
531 δήποτε ῥιζάδα τρῖβε πυρίτιδα βάμματι χραίνων
532 ἠὲ λίτρον, τοτὲ φύλλον ἐναλδόμενον πρασιῇσι
533 καρδαμίδος, Μῆδόν τε καὶ ἐμπρίοντα σίνηπυν·
534 σὺν δὲ καὶ οἰνηρὴν φλογιῇ τρύγα τεφρώσαιο
535 ἠὲ πάτον στρουθοῖο κατοικάδος· ἐκ δὲ βαρεῖαν
536 χεῖρα κατεμματέων ἐρύγοι λωβήμονα κῆρα.
537 [para]Ἢν δὲ λιπορρίνοιο ποτὸν δυσάλυκτον ἰάψῃ
538 φαρμακίδος σαύρης πανακηδέος ἣν σαλαμάνδρην
539 κλείουσιν, τὴν οὐδὲ πυρὸς λωβήσατο λιγνύς,
540 αἶψα μὲν ἐπρήσθη γλώσσης βάθος, ἂψ δ’ ὑπὸ μάλκης
541 δάμνανται, βαρύθων δὲ κακὸς τρόμος ἅψεα λύει·
542 οἱ δὲ περισφαλόωντες ἅτε βρέφος ἑρπύζουσι
543 τετραποδί· νοεραὶ γὰρ ἀπὸ φρένες ἀμβλύνονται·
544 σάρκα δ’ ἐπιτροχόωσαι ἀολλέες ἄκρα πελιδναί
545 σμώδιγγες στίζουσι κεδαιομένης κακότητος.
546 τῷ δὲ σὺ πολλάκι μὲν πεύκης ἀπὸ δάκρυ’ ἀμέρξας
547 τενθρήνης ἀνάμιγδα πόροις ἐν πίοσιν ἔργοις,
548 ἠὲ χαμαιπίτυος βλαστήμονος ἄμμιγα κώνοις
549 φύλλα καθεψήσειας ὅσους ἐθρέψατο πεύκη·
550 ἄλλοτε δὲ σπέραδος κνίδης μυλοεργέι μίσγων
551 τερσαίνοις ὀρόβοιο παλήματι· καί ποτε κνίδην
552 ἑψαλέην κρίμνοισι παλυνάμενος ψαθυροῖσιν
553 εὖ λίπεϊ χραίνοιο, βορῆς δ’ ἀέκοντα κορέσκοις.
554 ναὶ μὴν ῥητίνη τε καὶ ἱερὰ ἔργα μελίσσης
555 ῥίζα τε χαλβανόεσσα καὶ ὤεα θιβρὰ χελύνης
556 ἀλθαίνει τότε νέρθε πυρὸς ζαφελοῖο κεραίῃς·
557 ἀλθαίνει καὶ γέντα συὸς φλιδόωντος ἀλοιφῇ
558 ἀμμίγδην ἁλίοιο καθεψηθέντα χελύνης
559 γυίοις ἥ τ’ ἀκιρῇσι διαπλώει πτερύγεσσιν,
560 ἄλλοτε δ’ οὐρείης κυτισηνόμου ἥν τ’ ἀκάκητα
561 αὐδήεσσαν ἔθηκεν ἀναύδητόν περ ἐοῦσαν
562 Ἑρμείης· σαρκὸς γὰρ ἀπ’ οὖν νόσφισσε χέλειον
563 αἰόλον ἀγκῶνας δὲ δύω παρετείνατο πέζαις.
564 καί τε σύ γ’ ἢ γερύνων λαιδροὺς δαμάσαιο τοκῆας
565 ἄμμιγα δὲ ῥίζας ἠρυγγίδας, ἢ καὶ ἐπαρκές
566 θάλπε βαλὼν χύτρῳ σκαμμώνιον. οἷσι κορέσκων
567 ἀνέρα καὶ θανάτοιο πέλας βεβαῶτα σαώσεις.
568 [para]Ἤν γε μὲν ἐκ φρυνοῖο θερειομένου ποτὸν ἴσχῃ,
569 ἢ ἔτι καὶ κωφοῖο λαχειδέος ὅς τ’ ἐνὶ θάμνοις
570 εἴαρι προσφύεται μορόεις λιχμώμενος ἔρσην,
571 τῶν ἤτοι θερόεις μὲν ἄγει χλόον ἠύτε θάψου,
572 γυῖα δὲ πίμπρησιν, τὸ δὲ συνεχὲς ἀθρόον ἄσθμα
573 δύσπνοον ἐκφέρεται παρὰ χείλεσι δ’ ἐχθρὸν ὄδωδεν.
574 αὐτὰρ ὅ γ’ ἄφθογγός τε καὶ ἐν δονάκεσσι θαμίζων
575 πολλάκι μὲν πύξοιο χλόον κατεχεύατο γυίοις,
576 ἄλλοτε δ’ ὑγραίνει χολόεν στόμα· καί ποτε λυγμοί
577 ἀνέρα καρδιόωντα θαμειότεροι κλονέουσι·
578 δὴν δὲ κατικμάζων ἄγονον σπόρον ἄλλοτε φωτός,
579 πολλάκι θηλυτέρης, σκεδάων γυίοισι τέλεσκε.
580 ἀλλὰ σὺ τῷ βατράχοιο καθεφθέον ἠὲ καὶ ὀπτήν
581 σάρκα πόροις, ὁτὲ πίσσαν ἐν ἡδέι μίγμενος οἴνῃ·
582 καί τε σπλὴν ὀλοοῖο κακὸν βάρος ἤρκεσε φρύνης,
583 λιμναίης φρύνης πολυηχέος ἥ τ’ ἐπὶ φύκει
584 πρῶτον ἀπαγγελέουσα βοᾷ θυμάρμενον εἶαρ.
585 ναὶ μὴν τοῖς ὁτὲ νέκταρ ἀφυσγετὸν ἐν δεπάεσσι
586 χεύαις εἰς ἔμετον δὲ καὶ οὐ χατέοντα πελάζοις,
587 ἠὲ πίθου φλογιῇ θάλψας κύτος αἰὲν ἐναλθῆ
588 ἀνέρα θερμάσσαιο, χέαι δ’ ἀπὸ νήχυτον ἱδρῶ·
589 καί τε καὶ αὐξηρῶν δονάκων ἀπὸ ῥιζέα κόψας
590 οἴνῃ ἐπεγκεράσαιο, τὰ δή ῥ’ ὑποτέτροφε λίμνη
591 οἰκείη τόθι λεπτὰ διὲκ ποσὶν ἑρπετὰ νήχει,
592 ἠὲ φιλοζώοιο κυπείριδος ἠὲ κυπείρου,
593 αὐτόν τ’ ἠνεκέεσσι τρίβοις πανάπαστον ἐδωδῆς
594 καὶ πόσιος ξήραινε, κατατρύσαιο δὲ γυῖα.
595 [para]Ἐχθραλέον δέ σε μή τι λιθάργυρος ἀλγινόεσσα
596 λήσειεν τότε γαστρὶ πέσῃ βάρος, ἀμφὶ δὲ μέσσον
597 πνεύματ’ ἀνειλίσσοντα κατ’ ὀμφάλιον βρομέῃσιν,
598 οἷά περ εἰλίγγοιο δυσαλθέος ὅς τε δαμάζει
599 ἀνέρας ἀπροφάτοισιν ἐνιπλήσσων ὀδύνῃσιν.
600 οὐ μὲν τῶν γ’ οὔρων ἄνυται ῥύσις, ἀμφὶ δὲ γυῖα
601 πίμπραται, αὐτάρ που μολίβῳ εἰδήνατο χροιή.
602 τῷ δ’ ὁτὲ μὲν σμύρνης ὀδελοῦ πόρε διπλόον ἄχθος,
603 ἄλλοτε δ’ ὁρμίνοιο νέην χύσιν, ἄλλοτε κόψαις
604 οὐρείην ὑπέρεικον, ὅθ’ ὑσσώπου ὀροδάμνους,
605 πολλάκι δ’ ἀγριόεντα κράδην, σπέραδός τε σελίνου
606 Ἴσθμιον, ᾧ θ’ ὑπὸ κοῦρον ἁλίβλαπτον Μελικέρτην
607 Σισυφίδαι κτερίσαντες ἐπηέξησαν ἀέθλους.
608 ἠὲ σύ γ’ ἐν πέπεριν ῥυτῇ συνομήρεα φώξας
609 οἴνῳ ἐνιτρίψαιο, κακῆς δ’ ἀπερύκεο νούσου·
610 κύπρου τε βλαστεῖα νεανθέα, πολλάκι σίδης
611 πρωτόγονον κυτίνοιο πόροις ἀνθήμονα καρπόν.
612 [para][Μὴ μὲν δὴ σμῖλον σὺ κακὴν ἐλατηίδα μάρψαις
613 Οἰταίην, θανάτοιο πολυκλαύτοιο δότειραν,
614 ἥν τε καὶ ἐμπλείουσα χαλικροτέρη πόσις οἴνης
615 οἴη ἐπαλθήσειε παρὰ χρέος ἡνίκα φωτός
616 ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον.
617 [para]Καὶ τὰ μὲν οὖν Νίκανδρος ἑῇ ἐνικάτθετο βίβλῳ
618 μοχθήεντα μύκητα παρ’ ἀνέρι φαρμακόοντα.
619 πρὸς δ’ ἔτι τοῖς Δίκτυννα τεῆς ἐχθήρατο κλῶνας
620 Ἥρη τ’ Ἰμβρασίη μούνη στέφος οὐχ ὑπέδεκτο,
621 κάλλεος, οὕνεκα Κύπριν, ὅτ’ εἰς ἔριν ἠέρθησαν
622 ἀθάναται, κόσμησεν ἐν Ἰδαίοισιν ὄρεσσι—
623 τῆς σύ γ’ ἀπ’ εὐύδροιο νάπης, εὐαλθὲς ὄνειαρ,
624 καρπὸν πορφυρόεντα συναλδέα χειμερίῃσιν
625 ἠελίου θαλφθέντα βολαῖς δοίδυκι λεήνας,
626 χυλὸν ὑπὲρ λεπτῆς ὀθόνης ἢ σχοινίδι κύρτῃ
627 ἐκθλίψας πορέειν κυάθου κοτυληδόνα πλήρη—
628 ἢ πλεῖον, πλεῖον γὰρ ὀνήιον· οὐ γὰρ ἀνιγρόν
629 πῶμα βροτοῖς—τόδε γάρ τε καὶ ἄρκιον αἴ κε πίῃσθα.]
630 [para]Καί κ’ ἔνθ’ ὑμνοπόλοιο καὶ εἰσέτι Νικάνδροιο
631 μνῆστιν ἔχοις, θεσμὸν δὲ Διὸς ξενίοιο φυλάσσοις.