---
title: Hecuba
title_greek: Ἑκάβη
author: Euripides
eul_wid: cbm-ba
eul_aid: cbm
canonical: "https://eulogikon.org/works/euripides-hecuba-cbm-ba"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Hecuba

*Ἑκάβη*

**Author:** Euripides

**eul_wid:** `cbm-ba` · [HTML page](https://eulogikon.org/works/euripides-hecuba-cbm-ba)

## Text

### 1

ΠΟΛΥΔΩΡΟΥ ΕΙΔΩΛΟΝ

### 1.1

Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας

### 1.2

λιπών, ἵν’ Ἅιδης χωρὶς ὤικισται θεῶν,

### 1.3

Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως

### 1.4

Πριάμου τε πατρός, ὅς μ’, ἐπεὶ Φρυγῶν πόλιν

### 5.1

κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῶι,

### 5.2

δείσας ὑπεξέπεμψε Τρωϊκῆς χθονὸς

### 5.3

Πολυμήστορος πρὸς δῶμα Θρηικίου ξένου,

### 5.4

ὃς τήνδ’ ἀρίστην Χερσονησίαν πλάκα

### 5.5

σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.

### 10.1

πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθραι

### 10.2

πατήρ, ἵν’, εἴ ποτ’ Ἰλίου τείχη πέσοι,

### 10.3

τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.

### 10.4

νεώτατος δ’ ἦ Πριαμιδῶν, ὃ καί με γῆς

### 10.5

ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα

### 15.1

οὔτ’ ἔγχος οἷός τ’ ἦ νέωι βραχίονι.

### 15.2

ἕως μὲν οὖν γῆς ὄρθ’ ἔκειθ’ ὁρίσματα

### 15.3

πύργοι τ’ ἄθραυστοι Τρωϊκῆς ἦσαν χθονὸς

### 15.4

Ἕκτωρ τ’ ἀδελφὸς οὑμὸς εὐτύχει δορί, καλῶς παρ’ ἀνδρὶ Θρηικὶ πατρώιωι ξένωι

### 20.1

τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην τάλας·

### 20.2

ἐπεὶ δὲ Τροία θ’ Ἕκτορός τ’ ἀπόλλυται

### 20.3

ψυχὴ πατρώια θ’ ἑστία κατεσκάφη

### 20.4

αὐτός τε βωμῶι πρὸς θεοδμήτωι πίτνει

### 20.5

σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,

### 25.1

κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν

### 25.2

ξένος πατρῶιος καὶ κτανὼν ἐς οἶδμ’ ἁλὸς

### 25.3

μεθῆχ’, ἵν’ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχηι.

### 25.4

κεῖμαι δ’ ἐπ’ ἀκταῖς, ἄλλοτ’ ἐν πόντου σάλωι,

### 25.5

πολλοῖς διαύλοις κυμάτων φορούμενος,

### 30.1

ἄκλαυτος ἄταφος· νῦν δ’ ὑπὲρ μητρὸς φίλης

### 30.2

Ἑκάβης ἀίσσω, σῶμ’ ἐρημώσας ἐμόν,

### 30.3

τριταῖον ἤδη φέγγος αἰωρούμενος,

### 30.4

ὅσονπερ ἐν γῆι τῆιδε Χερσονησίαι

### 30.5

μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.

### 35.1

πάντες δ’ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι

### 35.2

θάσσους’ ἐπ’ ἀκταῖς τῆσδε Θρηικίας χθονός.

### 35.3

ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς

### 35.4

κατέσχ’ Ἀχιλλεὺς πᾶν στράτευμ’ Ἑλληνικόν,

### 35.5

πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·

### 40.1

αἰτεῖ δ’ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην

### 40.2

τύμβωι φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.

### 40.3

καὶ τεύξεται τοῦδ’ οὐδ’ ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δ’ ἄγει

### 40.4

θανεῖν ἀδελφὴν τῶιδ’ ἐμὴν ἐν ἤματι.

### 45.1

δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται

### 45.2

μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.

### 45.3

φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,

### 45.4

δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίωι.

### 45.5

τοὺς γὰρ κάτω σθένοντας ἐξηιτησάμην τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.

### 45.6

τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν

### 45.7

ἔσται· γεραιᾶι δ’ ἐκποδὼν χωρήσομαι

### 45.8

Ἑκάβηι· περᾶι γὰρ ἥδ’ ὑπὸ σκηνῆς πόδα

### 45.9

Ἀγαμέμνονος, φάντασμα δειμαίνους’ ἐμόν.

### 55

φεῦ·

### 55.1

ὦ μῆτερ, ἥτις ἐκ τυραννικῶν δόμων

### 55.2

δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς

### 55.3

ὅσονπερ εὖ ποτ’· ἀντισηκώσας δέ σε

### 55.4

φθείρει θεῶν τις τῆς πάροιθ’ εὐπραξίας.

### 55.5

ΕΚΑΒΗ

### 59

ἄγετ’, ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,

### 60

ἄγετ’ ὀρθοῦσαι τὴν ὁμόδουλον, Τρωιάδες, ὑμῖν, πρόσθε δ’ ἄνασσαν,

### 62-63

[λάβετε φέρετε πέμπετ’ ἀείρετέ μου]

### 64

γεραιᾶς χειρὸς προσλαζύμεναι·

### 65.1

κἀγὼ σκολιῶι σκίπωνι χερὸς

### 65.2

διερειδομένη σπεύσω βραδύπουν

### 65.3

ἤλυσιν ἄρθρων προτιθεῖσα.

### 65.4

ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ,

### 65.5

τί ποτ’ αἴρομαι ἔννυχος οὕτω

### 70.1

δείμασι φάσμασιν; ὦ πότνια Χθών,

### 70.2

μελανοπτερύγων μᾶτερ ὀνείρων,

### 70.3

ἀποπέμπομαι ἔννυχον ὄψιν

### 73-74

[ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σωιζομένου κατὰ Θρήικην

### 75

ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς δι’ ὀνείρων

### 77.1

εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην].

*[crux: εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην]*

### 77.2

ὦ χθόνιοι θεοί, σώσατε παῖδ’ ἐμόν,

### 80.1

ὃς μόνος οἴκων ἄγκυρ’ ἔτ’ ἐμῶν

### 80.2

τὴν χιονώδη Θρήικην κατέχει ξείνου πατρίου φυλακαῖσιν.

### 80.3

ἔσται τι νέον·

### 80.4

ἥξει τι μέλος γοερὸν γοεραῖς.

### 85.1

οὔποτ’ ἐμὰ φρὴν ὧδ’ ἀλίαστον

### 85.2

φρίσσει ταρβεῖ.

### 85.3

ποῦ ποτε θείαν Ἑλένου ψυχὰν

### 85.4

καὶ Κασσάνδραν ἐσίδω, Τρωιάδες,

### 85.5

ὥς μοι κρίνωσιν ὀνείρους;

### 90.1

[εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾶι

### 90.2

σφαζομέναν, ἀπ’ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.

### 90.3

καὶ τόδε δεῖμά μοι·

### 90.4

ἧλθ’ ὑπὲρ ἄκρας τύμβου κορυφᾶς

### 90.5

φάντασμ’ Ἀχιλέως· ἤιτει δὲ γέρας

### 95.1

τῶν πολυμόχθων τινὰ Τρωϊάδων.

### 95.2

ἀπ’ ἐμᾶς οὖν ἀπ’ ἐμᾶς τόδε παιδὸς

### 95.3

πέμψατε, δαίμονες, ἱκετεύω.]

### 95.4

ΧΟΡΟΣ

### 98.1

Ἑκάβη, σπουδῆι πρὸς ς’ ἐλιάσθην τὰς δεσποσύνους σκηνὰς προλιποῦς’, ἵν’ ἐκληρώθην καὶ προσετάχθην

### 98.2

δούλη, πόλεως ἀπελαυνομένη

### 98.3

τῆς Ἰλιάδος, λόγχης αἰχμῆι

### 98.4

δοριθήρατος πρὸς Ἀχαιῶν,

### 98.5

οὐδὲν παθέων ἀποκουφίζους’

### 105.1

ἀλλ’ ἀγγελίας βάρος ἀραμένη

### 105.2

μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.

### 105.3

ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδωι

### 105.4

λέγεται δόξαι σὴν παῖδ’ Ἀχιλεῖ

### 105.5

σφάγιον θέσθαι. τύμβου δ’ ἐπιβὰς

### 110.1

οἶσθ’ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,

### 110.2

τὰς ποντοπόρους δ’ ἔσχε σχεδίας

### 110.3

λαίφη προτόνοις ἐπερειδομένας,

### 110.4

τάδε θωύσσων· Ποῖ δή, Δαναοί,

### 110.5

τὸν ἐμὸν τύμβον

### 115.1

στέλλεσθ’ ἀγέραστον ἀφέντες;

### 115.2

πολλῆς δ’ ἔριδος συνέπαισε κλύδων,

### 115.3

δόξα δ’ ἐχώρει δίχ’ ἀν’ Ἑλλήνων

### 115.4

στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι

### 115.5

τύμβωι σφάγιον, τοῖς δ’ οὐχὶ δοκοῦν.

### 120.1

ἦν δὲ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν

### 120.2

τῆς μαντιπόλου Βάκχης ἀνέχων

### 120.3

λέκτρ’ Ἀγαμέμνων· τὼ Θησείδα δ’,

### 120.4

ὄζω Ἀθηνῶν, δισσῶν μύθων

### 120.5

ῥήτορες ἦσαν, γνώμηι δὲ μιᾶι

### 125.1

συνεχωρείτην τὸν Ἀχίλλειον

### 125.2

τύμβον στεφανοῦν αἵματι χλωρῶι, τὰ δὲ Κασσάνδρας λέκτρ’ οὐκ ἐφάτην

### 125.3

τῆς Ἀχιλείας

### 125.4

πρόσθεν θήσειν ποτὲ λόγχης.

### 130.1

σπουδαὶ δὲ λόγων κατατεινομένων

### 130.2

ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων

### 130.3

κόπις ἡδυλόγος δημοχαριστὴς

### 130.4

Λαερτιάδης πείθει στρατιὰν

### 130.5

μὴ τὸν ἄριστον Δαναῶν πάντων

### 135.1

δούλων σφαγίων οὕνεκ’ ἀπωθεῖν,

### 135.2

μηδέ τιν’ εἰπεῖν παρὰ Φερσεφόνηι

### 135.3

στάντα φθιμένων ὡς ἀχάριστοι

### 135.4

Δαναοὶ Δαναοῖς τοῖς οἰχομένοις

### 135.5

ὑπὲρ Ἑλλήνων

### 140.1

Τροίας πεδίων ἀπέβησαν.

### 140.2

ἥξει δ’ Ὀδυσεὺς ὅσον οὐκ ἤδη

### 140.3

πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν

### 140.4

ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.

### 140.5

ἀλλ’ ἴθι ναούς, ἴθι πρὸς βωμούς,

### 145.1

[ἵζ’ Ἀγαμέμνονος ἱκέτις γονάτων,]

### 145.2

κήρυσσε θεοὺς τούς τ’ οὐρανίδας

### 145.3

τούς θ’ ὑπὸ γαίας. ἢ γάρ σε λιταὶ

### 145.4

διακωλύσους’ ὀρφανὸν εἶναι

### 145.5

παιδὸς μελέας ἢ δεῖ ς’ ἐπιδεῖν τύμβωι προπετῆ φοινισσομένην

### 145.6

αἵματι παρθένον ἐκ χρυσοφόρου δειρῆς νασμῶι μελαναυγεῖ.

### 154

Εκ. οἲ ἐγὼ μελέα, τί ποτ’ ἀπύσω;

### 155.1

ποίαν ἀχώ, ποῖον ὀδυρμόν,

### 155.2

δειλαία δειλαίου γήρως

### 155.3

〈καὶ〉 δουλείας τᾶς οὐ τλατᾶς,

### 155.4

τᾶς οὐ φερτᾶς; ὤμοι μοι.

### 155.5

τίς ἀμύνει μοι; ποία γενεά,

### 160.1

ποία δὲ πόλις; φροῦδος πρέσβυς,

### 160.2

φροῦδοι παῖδες.

### 160.3

ποίαν ἢ ταύταν ἢ κείναν

### 160.4

στείχω; ποῖ δὴ σωθῶ; ποῦ τις

### 160.5

θεῶν ἢ δαίμων ἐπαρωγός;

### 165.1

ὦ κάκ’ ἐνεγκοῦσαι

### 165.2

Τρωιάδες, ὦ κάκ’ ἐνεγκοῦσαι

### 167-168

πήματ’, ἀπωλέσατ’ ὠλέσατ’· οὐκέτι μοι βίος

### 169

ἀγαστὸς ἐν φάει.

### 170.1

ὦ τλάμων ἅγησαί μοι πούς,

### 170.2

ἅγησαι τᾶι γηραιᾶι

### 170.3

πρὸς τάνδ’ αὐλάν. ὦ τέκνον, ὦ παῖ

### 170.4

δυστανοτάτας ματέρος, ἔξελθ’

*[crux: δυστανοτάτας]*

### 170.5

ἔξελθ’ οἴκων, ἄιε ματέρος αὐδάν.

### 175.1

ἰὼ τέκνον [ὡς εἰδῆις οἵαν οἵαν

### 175.2

ἀίω φάμαν περὶ σᾶς ψυχᾶς].

### 175.3

ΠΟΛΥΞΕΝΗ

### 177.1

μᾶτερ μᾶτερ, τί βοᾶις; τί νέον

### 177.2

καρύξας’ οἴκων μ’ ὥστ’ ὄρνιν

### 177.3

θάμβει τῶιδ’ ἐξέπταξας;

### 180.1

Εκ. οἴμοι τέκνον.

### 180.2

Πο. τί με δυσφημεῖς; φροίμιά μοι κακά.

### 180.3

Εκ. αἰαῖ σᾶς ψυχᾶς.

### 180.4

Πο. ἐξαύδα· μὴ κρύψηις δαρόν.

### 180.5

δειμαίνω δειμαίνω, μᾶτερ,

### 185.1

τί ποτ’ ἀναστένεις.

### 185.2

Εκ. τέκνον τέκνον μελέας ματρός ...

### 185.3

Πο. τί τόδ’ ἀγγέλλεις;

### 185.4

Εκ. σφάξαι ς’ Ἀργείων κοινὰ

### 185.5

συντείνει πρὸς τύμβον γνώμα

### 190.1

Πηλείαι γένναι.

### 190.2

Πο. οἴμοι, μᾶτερ, πῶς φθέγγηι;

### 190.3

ἀμέγαρτα κακῶν μάνυσόν μοι,

### 190.4

μάνυσον, μᾶτερ.

### 190.5

Εκ. αὐδῶ, παῖ, δυσφήμους φήμας,

### 195.1

ἀγγέλλους’ Ἀργείων δόξαι

### 195.2

ψήφωι τᾶς σᾶς περὶ μοίρας.

### 195.3

Πο. ὦ δεινὰ παθοῦς’, ὦ παντλάμων,

### 195.4

ὦ δυστάνου, μᾶτερ, βιοτᾶς,

### 195.5

οἵαν οἵαν αὖ σοι λώβαν ἐχθίσταν ἀρρήταν τ’

*[crux: ἐχθίσταν]*

### 195.6

ὦρσέν τις δαίμων. οὐκέτι σοι παῖς ἅδ’ οὐκέτι δὴ

### 195.7

γήραι δειλαία δειλαίωι

### 195.8

συνδουλεύσω.

### 205.1

σκύμνον γάρ μ’ ὥστ’ οὐριθρέπταν

### 205.2

μόσχον δειλαία δειλαίαν

### 206.1

〈 〉 ἐσόψηι

### 206.2

χειρὸς ἀναρπαστὰν

### 206.3

σᾶς ἄπο λαιμότομόν θ’ Ἅιδαι

### 206.4

γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα

### 210.1

τάλαινα κείσομαι.

### 210.2

[καὶ σοῦ μέν, μᾶτερ, δυστάνου

### 210.3

κλαίω πανδύρτοις θρήνοις,

### 210.4

τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τ’

### 210.5

οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι

### 215.1

ξυντυχία κρείσσων ἐκύρησεν.]

### 215.2

Χο. καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῆι ποδός, Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.

### 215.3

ΟΔΥΣΣΕΥΣ

### 218.1

γύναι, δοκῶ μέν ς’ εἰδέναι γνώμην στρατοῦ

### 218.2

ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλ’ ὅμως φράσω.

### 220.1

ἔδοξ’ Ἀχαιοῖς παῖδα σὴν Πολυξένην

### 220.2

σφάξαι πρὸς ὀρθὸν χῶμ’ Ἀχιλλείου τάφου.

### 220.3

ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης

### 220.4

τάσσουσιν εἶναι· θύματος δ’ ἐπιστάτης

### 220.5

ἱερεύς τ’ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.

### 225.1

οἶσθ’ οὖν ὃ δρᾶσον· μήτ’ ἀποσπασθῆις βίαι

### 225.2

μήτ’ ἐς χερῶν ἅμιλλαν ἐξέλθηις ἐμοί,

### 225.3

γίγνωσκε δ’ ἀλκὴν καὶ παρουσίαν κακῶν

### 225.4

τῶν σῶν· σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.

### 225.5

Εκ. αἰαῖ· παρέστηχ’, ὡς ἔοικ’, ἀγὼν μέγας,

### 230.1

πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.

### 230.2

κἄγωγ’ ἄρ’ οὐκ ἔθνηισκον οὗ μ’ ἐχρῆν θανεῖν,

### 230.3

οὐδ’ ὤλεσέν με Ζεύς, τρέφει δ’ ὅπως ὁρῶ

### 230.4

κακῶν κάκ’ ἄλλα μείζον’ ἡ τάλαιν’ ἐγώ.

### 230.5

εἰ δ’ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους

### 235.1

μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια

### 235.2

ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,

*[crux: σοὶ μὲν εἰρῆσθαι]*

### 235.3

ἡμᾶς δ’ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.

### 235.4

Οδ. ἔξεστ’, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.

### 235.5

Εκ. οἶσθ’ ἡνίκ’ ἦλθες Ἰλίου κατάσκοπος

### 240.1

δυσχλαινίαι τ’ ἄμορφος ὀμμάτων τ’ ἄπο φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;

### 240.2

Οδ. οἶδ’· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.

### 240.3

Εκ. ἔγνω δέ ς’ Ἑλένη καὶ μόνηι κατεῖπ’ ἐμοί;

### 240.4

Οδ. μεμνήμεθ’ ἐς κίνδυνον ἐλθόντες μέγαν.

### 245.1

Εκ. ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;

### 245.2

Οδ. ὥστ’ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρ’ ἐμήν.

### 249

Εκ. τί δῆτ’ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε; Οδ. πολλῶν λόγων εὑρήμαθ’ ὥστε μὴ θανεῖν.

### 247.1

Εκ. ἔσωσα δῆτά ς’ ἐξέπεμψά τε χθονός;

### 247.2

Οδ. ὥστ’ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.

### 251.1

Εκ. οὔκουν κακύνηι τοῖσδε τοῖς βουλεύμασιν,

### 251.2

ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἶα φὴις παθεῖν,

### 251.3

δρᾶις δ’ οὐδὲν ἡμᾶς εὖ, κακῶς δ’ ὅσον δύναι;

### 251.4

ἀχάριστον ὑμῶν σπέρμ’, ὅσοι δημηγόρους

### 255.1

ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,

### 255.2

οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,

### 255.3

ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.

### 255.4

ἀτὰρ τί δὴ σόφισμα τοῦθ’ ἡγούμενοι

### 255.5

ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;

### 260.1

πότερα τὸ χρή σφ’ ἐπήγαγ’ ἀνθρωποσφαγεῖν

### 260.2

πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;

### 260.3

ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων ἐς τήνδ’ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;

### 260.4

ἀλλ’ οὐδὲν αὐτὸν ἥδε γ’ εἴργασται κακόν.

### 265.1

Ἑλένην νιν αἰτεῖν χρῆν τάφωι προσφάγματα·

### 265.2

κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τ’ ἄγει.

### 265.3

εἰ δ’ αἰχμαλώτων χρή τιν’ ἔκκριτον θανεῖν

### 265.4

κάλλει θ’ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·

### 265.5

ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,

### 270.1

ἀδικοῦσά θ’ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.

### 270.2

τῶι μὲν δικαίωι τόνδ’ ἁμιλλῶμαι λόγον·

### 270.3

ἃ δ’ ἀντιδοῦναι δεῖ ς’ ἀπαιτούσης ἐμοῦ

### 270.4

ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φήις, χερὸς

### 270.5

καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·

### 275.1

ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ

### 275.2

χάριν τ’ ἀπαιτῶ τὴν τόθ’ ἱκετεύω τέ σε,

### 275.3

μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσηις

### 275.4

μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.

### 275.5

ταύτηι γέγηθα κἀπιλήθομαι κακῶν·

### 280.1

ἥδ’ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,

### 280.2

πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.

### 280.3

οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεὼν

### 280.4

οὐδ’ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί· κἀγὼ γὰρ ἦ ποτ’ ἀλλὰ νῦν οὐκ εἴμ’ ἔτι,

### 285.1

τὸν πάντα δ’ ὄλβον ἦμαρ ἕν μ’ ἀφείλετο.

### 285.2

ἀλλ’, ὦ φίλον γένειον, αἰδέσθητί με,

### 285.3

οἴκτιρον· ἐλθὼν δ’ εἰς Ἀχαιικὸν στρατὸν

### 285.4

παρηγόρησον ὡς ἀποκτείνειν φθόνος

### 285.5

γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε

### 290.1

βωμῶν ἀποσπάσαντες ἀλλ’ ὠικτίρατε.

### 290.2

νόμος δ’ ἐν ὑμῖν τοῖς τ’ ἐλευθέροις ἴσος

### 290.3

καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.

### 290.4

τὸ δ’ ἀξίωμα, κἂν κακῶς λέγηις, τὸ σὸν

### 290.5

πείσει· λόγος γὰρ ἔκ τ’ ἀδοξούντων ἰὼν

### 295.1

κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.

### 295.2

Χο. οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις

### 295.3

ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων

### 295.4

κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.

### 295.5

Οδ. Ἑκάβη, διδάσκου, μηδὲ τῶι θυμουμένωι τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.

### 295.6

ἐγὼ τὸ μὲν σὸν σῶμ’ ὑφ’ οὗπερ εὐτύχουν σώιζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·

### 295.7

ἃ δ’ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,

### 295.8

Τροίας ἁλούσης ἀνδρὶ τῶι πρώτωι στρατοῦ

### 305.1

σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένωι.

### 305.2

ἐν τῶιδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,

### 305.3

ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ

### 305.4

μηδὲν φέρηται τῶν κακιόνων πλέον.

### 305.5

ἡμῖν δ’ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,

### 310.1

θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ’ ἀνήρ.

### 310.2

οὔκουν τόδ’ αἰσχρόν, εἰ βλέποντι μὲν φίλωι

### 310.3

χρώμεσθ’, ἐπεὶ δ’ ὄλωλε μὴ χρώμεσθ’ ἔτι;

### 310.4

εἶἑν· τί δῆτ’ ἐρεῖ τις, ἤν τις αὖ φανῆι

### 310.5

στρατοῦ τ’ ἄθροισις πολεμίων τ’ ἀγωνία;

### 315.1

πότερα μαχούμεθ’ ἢ φιλοψυχήσομεν,

### 315.2

τὸν κατθανόνθ’ ὁρῶντες οὐ τιμώμενον;

### 315.3

καὶ μὴν ἔμοιγε ζῶντι μὲν καθ’ ἡμέραν

### 315.4

κεἰ σμίκρ’ ἔχοιμι πάντ’ ἂν ἀρκούντως ἔχοι·

### 315.5

τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον

### 320.1

τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.

### 320.2

εἰ δ’ οἰκτρὰ πάσχειν φήις, τάδ’ ἀντάκουέ μου·

### 320.3

εἰσὶν παρ’ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι

### 320.4

γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,

### 320.5

νύμφαι τ’ ἀρίστων νυμφίων τητώμεναι,

### 325.1

ὧν ἥδε κεύθει σώματ’ Ἰδαία κόνις.

### 325.2

τόλμα τάδ’. ἡμεῖς δ’, εἰ κακῶς νομίζομεν

### 325.3

τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·

### 325.4

οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους ἡγεῖσθε μήτε τοὺς καλῶς τεθνηκότας

### 330.1

θαυμάζεθ’, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῆι,

### 330.2

ὑμεῖς δ’ ἔχηθ’ ὅμοια τοῖς βουλεύμασιν.

### 330.3

Χο. αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκ’ ἀεὶ

### 330.4

τολμᾶι θ’ ἃ μὴ χρή, τῆι βίαι νικώμενον.

### 330.5

Εκ. ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα

### 335.1

φροῦδοι μάτην ῥιφθέντες ἀμφὶ σοῦ φόνου·

### 335.2

σὺ δ’, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,

### 335.3

σπούδαζε πάσας ὥστ’ ἀηδόνος στόμα

### 335.4

φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.

### 335.5

πρόσπιπτε δ’ οἰκτρῶς τοῦδ’ Ὀδυσσέως γόνυ

### 340.1

καὶ πεῖθ’ (ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα

### 340.2

καὶ τῶιδε) τὴν σὴν ὥστ’ ἐποικτῖραι τύχην.

### 340.3

Πο. ὁρῶ ς’, Ὀδυσσεῦ, δεξιὰν ὑφ’ εἵματος

### 340.4

κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν

### 340.5

στρέφοντα, μή σου προσθίγω γενειάδος.

### 345.1

θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·

### 345.2

ὡς ἕψομαί γε τοῦ τ’ ἀναγκαίου χάριν

### 345.3

θανεῖν τε χρήιζους’· εἰ δὲ μὴ βουλήσομαι,

### 345.4

κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.

### 345.5

τί γάρ με δεῖ ζῆν; ἧι πατὴρ μὲν ἦν ἄναξ Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου. ἔπειτ’ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο

### 345.6

βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων

### 345.7

ἔχους’, ὅτου δῶμ’ ἑστίαν τ’ ἀφίξομαι.

### 345.8

δέσποινα δ’ ἡ δύστηνος Ἰδαίαισιν ἦ,

### 355.1

γυναιξὶ παρθένοις τ’ ἀπόβλεπτος μέτα,

### 355.2

ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον.

### 355.3

νῦν δ’ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα

### 355.4

θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·

### 355.5

ἔπειτ’ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας

### 360.1

τύχοιμ’ ἄν, ὅστις ἀργύρου μ’ ὠνήσεται,

### 360.2

τὴν Ἕκτορός τε χἀτέρων πολλῶν κάσιν,

### 360.3

προσθεὶς δ’ ἀνάγκην σιτοποιὸν ἐν δόμοις

### 360.4

σαίρειν τε δῶμα κερκίσιν τ’ ἐφεστάναι

### 360.5

λυπρὰν ἄγουσαν ἡμέραν μ’ ἀναγκάσει·

### 365.1

λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν

### 365.2

χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.

### 365.3

οὐ δῆτ’· ἀφίημ’ ὀμμάτων ἐλευθέρων

### 365.4

φέγγος τόδ’, Ἅιδηι προστιθεῖς’ ἐμὸν δέμας.

### 365.5

ἄγ’ οὖν μ’, Ὀδυσσεῦ, καὶ διέργασαί μ’ ἄγων·

### 370.1

οὔτ’ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ

### 370.2

θάρσος παρ’ ἡμῖν ὥς ποτ’ εὖ πρᾶξαί με χρή.

### 370.3

μῆτερ, σὺ δ’ ἡμῖν μηδὲν ἐμποδὼν γένηι

### 370.4

λέγουσα μηδὲ δρῶσα, συμβούλου δέ μοι θανεῖν πρὶν αἰσχρῶν μὴ κατ’ ἀξίαν τυχεῖν.

### 375.1

ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν

### 375.2

φέρει μέν, ἀλγεῖ δ’ αὐχέν’ ἐντιθεὶς ζυγῶι·

### 375.3

θανὼν δ’ ἂν εἴη μᾶλλον εὐτυχέστερος

### 375.4

ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.

### 375.5

Χο. δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς

### 380.1

ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται

### 380.2

τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.

### 380.3

Εκ. καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῶι καλῶι

### 380.4

λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῶι Πηλέως

### 380.5

χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν

### 385.1

ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,

### 385.2

ἡμᾶς δ’ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως

### 385.3

κεντεῖτε, μὴ φείδεσθ’· ἐγὼ ’τεκον πάριν,

### 385.4

ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.

### 385.5

Οδ. οὐ ς’, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως

### 390.1

φάντασμ’ Ἀχαιοὺς ἀλλὰ τήνδ’ ἠιτήσατο.

### 390.2

Εκ. ὑμεῖς δέ μ’ ἀλλὰ θυγατρὶ συμφονεύσατε,

### 390.3

καὶ δὶς τόσον πῶμ’ αἵματος γενήσεται

### 390.4

γαίαι νεκρῶι τε τῶι τάδ’ ἐξαιτουμένωι.

### 390.5

Οδ. ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος

### 395.1

ἄλλος πρὸς ἄλλωι· μηδὲ τόνδ’ ὠφείλομεν.

### 395.2

Εκ. πολλή γ’ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ. Οδ. πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.

### 395.3

Εκ. ὅμοια· κισσὸς δρυὸς ὅπως τῆσδ’ ἕξομαι.

### 395.4

Οδ. οὔκ, ἤν γε πείθηι τοῖσι σοῦ σοφωτέροις. Εκ. ὡς τῆσδ’ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.

### 395.5

Οδ. ἀλλ’ οὐδ’ ἐγὼ μὴν τήνδ’ ἄπειμ’ αὐτοῦ λιπών.

### 395.6

Πο. μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,

### 395.7

χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,

### 395.8

σύ τ’, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.

### 405.1

βούληι πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν

### 405.2

γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη

### 405.3

ἀσχημονῆσαί τ’ ἐκ νέου βραχίονος

### 405.4

σπασθεῖς’, ἃ πείσηι; μὴ σύ γ’· οὐ γὰρ ἄξιον.

### 405.5

ἀλλ’, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα

### 410.1

δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·

### 410.2

ὡς οὔποτ’ αὖθις ἀλλὰ νῦν πανύστατον

### 410.3

ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψομαι.

### 410.4

τέλος δέχηι δὴ τῶν ἐμῶν προσφθεγμάτων·

### 410.5

ὦ μῆτερ ὦ τεκοῦς’, ἄπειμι δὴ κάτω.

### 417.1

Εκ. οἰκτρὰ σύ, τέκνον, ἀθλία δ’ ἐγὼ γυνή.

### 417.2

Πο. ἐκεῖ δ’ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.

### 417.3

Εκ. οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;

### 420

Πο. δούλη θανοῦμαι, πατρὸς οὖς’ ἐλευθέρου ...

### 415.1

Εκ. ὦ θύγατερ, ἡμεῖς δ’ ἐν φάει δουλεύσομεν.

### 415.2

Πο. ἄνυμφος ἀνυμέναιος ὧν μ’ ἐχρῆν τυχεῖν.

### 421.1

Εκ. ἡμεῖς δὲ πεντήκοντά γ’ ἄμμοροι τέκνων.

### 421.2

Πο. τί σοι πρὸς Ἕκτορ’ ἢ γέροντ’ εἴπω πόσιν;

### 421.3

Εκ. ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.

### 421.4

Πο. ὦ στέρνα μαστοί θ’, οἵ μ’ ἐθρέψαθ’ ἡδέως.

### 425.1

Εκ. ὦ τῆς ἀώρου θύγατερ ἀθλία τύχης.

### 425.2

Πο. χαῖρ’, ὦ τεκοῦσα, χαῖρε Κασσάνδρα τέ μοι ...

### 425.3

Εκ. χαίρουσιν ἄλλοι, μητρὶ δ’ οὐκ ἔστιν τόδε.

### 425.4

Πο. ὅ τ’ ἐν φιλίπποις Θρηιξὶ Πολύδωρος κάσις.

### 425.5

Εκ. εἰ ζῆι γ’· ἀπιστῶ δ’· ὧδε πάντα δυστυχῶ.

### 430.1

Πο. ζῆι καὶ θανούσης ὄμμα συγκλήισει τὸ σόν.

### 430.2

Εκ. τέθνηκ’ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.

### 430.3

Πο. κόμιζ’, Ὀδυσσεῦ, μ’ ἀμφιθεὶς κάραι πέπλους,

### 430.4

ὡς πρὶν σφαγῆναί γ’ ἐκτέτηκα καρδίαν

### 430.5

θρήνοισι μητρὸς τήνδε τ’ ἐκτήκω γόοις.

### 435.1

ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομ’ ἔξεστί μοι,

### 435.2

μέτεστι δ’ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους

### 435.3

βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.

### 435.4

Εκ. οἲ ’γώ, προλείπω, λύεται δέ μου μέλη.

### 435.5

ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,

### 440.1

δός, μὴ λίπηις μ’ ἄπαιδ’. ἀπωλόμην, φίλαι.

### 440.2

[ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν

### 440.3

Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων αἴσχιστα Τροίαν εἶλε τὴν εὐδαίμονα.]

### 440.4

Χο. αὔρα, ποντιὰς αὔρα,

### 445.1

ἅτε ποντοπόρους κομί‐

### 445.2

ζεις θοὰς ἀκάτους ἐπ’ οἶδμα λίμνας,

### 445.3

ποῖ με τὰν μελέαν πορεύ‐

### 445.4

σεις; τῶι δουλόσυνος πρὸς οἶ‐

### 445.5

κον κτηθεῖς’ ἀφίξομαι; ἢ Δωρίδος ὅρμον αἴας,

### 445.6

ἢ Φθιάδος ἔνθα τὸν

### 445.7

καλλίστων ὑδάτων πατέρα

### 445.8

φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν,

### 455.1

ἢ νάσων, ἁλιήρει

### 455.2

κώπαι πεμπομέναν τάλαι‐

### 455.3

ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,

### 455.4

ἔνθα πρωτόγονός τε φοῖ‐

### 455.5

νιξ δάφνα θ’ ἱεροὺς ἀνέ‐

### 460.1

σχε πτόρθους Λατοῖ φίλον ὠ‐

### 460.2

δῖνος ἄγαλμα Δίας;

### 460.3

σὺν Δηλιάσιν τε κού‐

### 464

ραισιν Ἀρτέμιδος θεᾶς

### 465.1

χρυσέαν τ’ ἄμπυκα τόξα τ’ εὐλογήσω;

### 465.2

ἢ Παλλάδος ἐν πόλει

### 465.3

τὰς καλλιδίφρους Ἀθα‐ ναίας ἐν κροκέωι πέπλωι

### 465.4

ζεύξομαι ἆρα πώ‐

### 470.1

λους ἐν δαιδαλέαισι ποι‐

### 470.2

κίλλους’ ἀνθοκρόκοισι πή‐

### 470.3

ναις ἢ Τιτάνων γενεάν,

### 470.4

τὰν Ζεὺς ἀμφιπύρωι κοιμί‐

### 470.5

ζει φλογμῶι Κρονίδας;

### 475.1

ὤμοι τεκέων ἐμῶν,

### 475.2

ὤμοι πατέρων χθονός θ’,

### 475.3

ἃ καπνῶι κατερείπεται

### 475.4

τυφομένα δορί‐

### 475.5

κτητος Ἀργεΐων· ἐγὼ

### 480.1

δ’ ἐν ξείναι χθονὶ δὴ κέκλη‐

### 480.2

μαι δούλα, λιποῦς’ Ἀσίαν,

### 480.3

Εὐρώπας θεραπνᾶν ἀλλά‐

### 480.4

ξας’ Ἅιδα θαλάμους.

### 480.5

ΤΑΛΘΥΒΙΟΣ

### 484

ποῦ τὴν ἄνασσαν δή ποτ’ οὖσαν Ἰλίου

### 485.1

Ἑκάβην ἂν ἐξεύροιμι, Τρωιάδες κόραι;

### 485.2

Χο. αὕτη πέλας σοῦ νῶτ’ ἔχους’ ἐπὶ χθονί, Ταλθύβιε, κεῖται συγκεκληιμένη πέπλοις.

### 485.3

Τα. ὦ Ζεῦ, τί λέξω; πότερά ς’ ἀνθρώπους ὁρᾶν

### 485.4

ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην

### 490.1

[ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος],

### 490.2

τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;

### 490.3

οὐχ ἥδ’ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,

### 490.4

οὐχ ἥδε Πριάμου τοῦ μέγ’ ὀλβίου δάμαρ;

### 490.5

καὶ νῦν πόλις μὲν πᾶς’ ἀνέστηκεν δορί,

### 495.1

αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ

### 495.2

κεῖται, κόνει φύρουσα δύστηνον κάρα.

### 495.3

φεῦ φεῦ· γέρων μέν εἰμ’, ὅμως δέ μοι θανεῖν

### 495.4

εἴη πρὶν αἰσχρᾶι περιπεσεῖν τύχηι τινί.

### 495.5

ἀνίστας’, ὦ δύστηνε, καὶ μετάρσιον πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.

### 495.6

Εκ. ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾶι

### 495.7

κεῖσθαι; τί κινεῖς μ’, ὅστις εἶ, λυπουμένην;

### 495.8

Τα. Ταλθύβιος ἥκω, Δαναϊδῶν ὑπηρέτης

### 495.9

[Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα].

### 505.1

Εκ. ὦ φίλτατ’, ἆρα κἄμ’ ἐπισφάξαι τάφωι

### 505.2

δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλ’ ἂν λέγοις.

### 505.3

σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.

### 505.4

Τα. σὴν παῖδα κατθανοῦσαν ὡς θάψηις, γύναι,

### 505.5

ἥκω μεταστείχων σε· πέμπουσιν δέ με

### 510.1

δισσοί τ’ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.

### 510.2

Εκ. οἴμοι, τί λέξεις; οὐκ ἄρ’ ὡς θανουμένους

### 510.3

μετῆλθες ἡμᾶς ἀλλὰ σημανῶν κακά;

### 510.4

ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖς’ ἄπο,

### 510.5

ἡμεῖς δ’ ἄτεκνοι τοὐπὶ ς’· ὦ τάλαιν’ ἐγώ.

### 515.1

πῶς καί νιν ἐξεπράξατ’; ἆρ’ αἰδούμενοι;

### 515.2

ἢ πρὸς τὸ δεινὸν ἤλθεθ’ ὡς ἐχθράν, γέρον,

### 515.3

κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.

### 515.4

Τα. διπλᾶ με χρήιζεις δάκρυα κερδᾶναι, γύναι,

### 515.5

σῆς παιδὸς οἴκτωι· νῦν τε γὰρ λέγων κακὰ

### 520.1

τέγξω τόδ’ ὄμμα πρὸς τάφωι θ’ ὅτ’ ὤλλυτο.

### 520.2

παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ

### 520.3

πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς,

### 520.4

λαβὼν δ’ Ἀχιλλέως παῖς Πολυξένην χερὸς

### 520.5

ἔστης’ ἐπ’ ἄκρου χώματος, πέλας δ’ ἐγώ·

### 525.1

λεκτοί τ’ Ἀχαιῶν ἔκκριτοι νεανίαι,

### 525.2

σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,

### 525.3

ἕσποντο. πλῆρες δ’ ἐν χεροῖν λαβὼν δέπας

### 525.4

πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως

### 525.5

χοὰς θανόντι πατρί· σημαίνει δέ μοι

### 530.1

σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῶι.

### 530.2

κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·

### 530.3

Σιγᾶτ’, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,

### 530.4

σίγα σιώπα. νήνεμον δ’ ἔστης’ ὄχλον.

### 530.5

ὁ δ’ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δ’ ἐμός,

### 535.1

δέξαι χοάς μοι τάσδε κηλητηρίους,

### 535.2

νεκρῶν ἀρωγούς· ἐλθὲ δ’, ὡς πίηις μέλαν

### 535.3

κόρης ἀκραιφνὲς αἶμ’ ὅ σοι δωρούμεθα

### 535.4

στρατός τε κἀγώ· πρευμενὴς δ’ ἡμῖν γενοῦ

### 535.5

λῦσαί τε πρύμνας καὶ χαλινωτήρια

### 540.1

νεῶν δὸς ἡμῖν πρευμενοῦς τ’ ἀπ’ Ἰλίου

*[crux: πρευμενοῦς]*

### 540.2

νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.

### 540.3

τοσαῦτ’ ἔλεξε, πᾶς δ’ ἐπηύξατο στρατός.

### 540.4

εἶτ’ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν

### 540.5

ἐξεῖλκε κολεοῦ, λογάσι δ’ Ἀργείων στρατοῦ

### 545.1

νεανίαις ἔνευσε παρθένον λαβεῖν.

### 545.2

ἡ δ’, ὡς ἐφράσθη, τόνδ’ ἐσήμηνεν λόγον·

### 545.3

Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,

### 545.4

ἑκοῦσα θνήισκω· μή τις ἅψηται χροὸς

### 545.5

τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως. ἐλευθέραν δέ μ’, ὡς ἐλευθέρα θάνω,

### 545.6

πρὸς θεῶν, μεθέντες κτείνατ’· ἐν νεκροῖσι γὰρ

### 545.7

δούλη κεκλῆσθαι βασιλὶς οὖς’ αἰσχύνομαι.

### 545.8

λαοὶ δ’ ἐπερρόθησαν Ἀγαμέμνων τ’ ἄναξ

### 545.9

εἶπεν μεθεῖναι παρθένον νεανίαις.

### 555.1

[οἱ δ’, ὡς τάχιστ’ ἤκουσαν ὑστάτην ὄπα,

### 555.2

μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.]

### 555.3

κἀπεὶ τόδ’ εἰσήκουσε δεσποτῶν ἔπος,

### 555.4

λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος

### 555.5

ἔρρηξε λαγόνας ἐς μέσας παρ’ ὀμφαλὸν

### 560.1

μαστούς τ’ ἔδειξε στέρνα θ’ ὡς ἀγάλματος

### 560.2

κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ

### 560.3

ἔλεξε πάντων τλημονέστατον λόγον· Ἰδού, τόδ’, εἰ μὲν στέρνον, ὦ νεανία,

### 560.4

παίειν προθυμῆι, παῖσον, εἰ δ’ ὑπ’ αὐχένα

### 565.1

χρήιζεις πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.

### 565.2

ὁ δ’ οὐ θέλων τε καὶ θέλων οἴκτωι κόρης

### 565.3

τέμνει σιδήρωι πνεύματος διαρροάς·

### 565.4

κρουνοὶ δ’ ἐχώρουν. ἡ δὲ καὶ θνήισκους’ ὅμως

### 565.5

πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,

### 570.1

κρύπτους’ ἃ κρύπτειν ὄμματ’ ἀρσένων χρεών.

### 570.2

ἐπεὶ δ’ ἀφῆκε πνεῦμα θανασίμωι σφαγῆι,

### 570.3

οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον,

### 570.4

ἀλλ’ οἱ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν

### 570.5

φύλλοις ἔβαλλον, οἱ δὲ πληροῦσιν πυρὰν

### 575.1

κορμοὺς φέροντες πευκίνους, ὁ δ’ οὐ φέρων

### 575.2

πρὸς τοῦ φέροντος τοιάδ’ ἤκουεν κακά·

### 575.3

Ἕστηκας, ὦ κάκιστε, τῆι νεάνιδι

### 575.4

οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;

### 575.5

οὐκ εἶ τι δώσων τῆι περίσς’ εὐκαρδίωι

### 580.1

ψυχήν τ’ ἀρίστηι; τοιάδ’ ἀμφὶ σῆς λέγων παιδὸς θανούσης εὐτεκνωτάτην τέ σε

### 580.2

πασῶν γυναικῶν δυστυχεστάτην θ’ ὁρῶ.

### 580.3

Χο. δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν

### 580.4

πόλει τε τἠμῆι θεῶν ἀνάγκαισιν τόδε.

### 585.1

Εκ. ὦ θύγατερ, οὐκ οἶδ’ εἰς ὅτι βλέψω κακῶν,

### 585.2

πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,

### 585.3

τόδ’ οὐκ ἐᾶι με, παρακαλεῖ δ’ ἐκεῖθεν αὖ

### 585.4

λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.

### 585.5

καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος

### 590.1

οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός·

### 590.2

τὸ δ’ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι

### 590.3

γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ

### 590.4

τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,

### 590.5

χρηστὴ δ’ ἁμαρτοῦς’ ὧν χρεὼν αὐτὴν τυχεῖν

### 595.1

κακὸν δίδωσι καρπόν, ἄνθρωποι δ’ ἀεὶ

### 595.2

ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,

### 595.3

ὁ δ’ ἐσθλὸς ἐσθλὸς οὐδὲ συμφορᾶς ὕπο

### 595.4

φύσιν διέφθειρ’ ἀλλὰ χρηστός ἐστ’ ἀεί;

### 595.5

[ἆρ’ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί; ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς

### 595.6

δίδαξιν ἐσθλοῦ· τοῦτο δ’ ἤν τις εὖ μάθηι, οἶδεν τό γ’ αἰσχρὸν κανόνι τοῦ καλοῦ μαθών.]

### 595.7

καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·

### 595.8

σὺ δ’ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,

### 605.1

μὴ θιγγάνειν μοι μηδέν’ ἀλλ’ εἴργειν ὄχλον

### 605.2

τῆς παιδός. ἔν τοι μυρίωι στρατεύματι

### 605.3

ἀκόλαστος ὄχλος ναυτική τ’ ἀναρχία

### 605.4

κρείσσων πυρός, κακὸς δ’ ὁ μή τι δρῶν κακόν.

### 605.5

σὺ δ’ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,

### 610.1

βάψας’ ἔνεγκε δεῦρο ποντίας ἁλός,

### 610.2

ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,

### 610.3

νύμφην τ’ ἄνυμφον παρθένον τ’ ἀπάρθενον,

### 610.4

λούσω προθῶμαί θ’—ὡς μὲν ἀξία, πόθεν;

### 610.5

οὐκ ἂν δυναίμην· ὡς δ’ ἔχω (τί γὰρ πάθω;),

### 615.1

κόσμον γ’ ἀγείρας’ αἰχμαλωτίδων πάρα,

### 615.2

αἵ μοι πάρεδροι τῶνδ’ ἔσω σκηνωμάτων

### 615.3

ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας

### 615.4

λαθοῦς’ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.

### 615.5

ὦ σχήματ’ οἴκων, ὦ ποτ’ εὐτυχεῖς δόμοι,

### 620.1

ὦ πλεῖστ’ ἔχων μάλιστά τ’ εὐτεκνώτατε

### 620.2

Πρίαμε, γεραιά θ’ ἥδ’ ἐγὼ μήτηρ τέκνων, ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος

### 620.3

τοῦ πρὶν στερέντες. εἶτα δῆτ’ ὀγκούμεθα,

### 620.4

ὁ μέν τις ἡμῶν πλουσίοισι δώμασιν,

### 625.1

ὁ δ’ ἐν πολίταις τίμιος κεκλημένος;

### 625.2

τὰ δ’ οὐδέν, ἄλλως φροντίδων βουλεύματα

### 625.3

γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος

### 625.4

ὅτωι κατ’ ἦμαρ τυγχάνει μηδὲν κακόν.

### 625.5

Χο. ἐμοὶ χρῆν συμφοράν,

### 630.1

ἐμοὶ χρῆν πημονὰν γενέσθαι,

### 630.2

Ἰδαίαν ὅτε πρῶτον ὕλαν

### 630.3

Ἀλέξανδρος εἰλατίναν

### 630.4

ἐτάμεθ’, ἅλιον ἐπ’ οἶδμα ναυστολήσων

### 635.1

Ἑλένας ἐπὶ λέκτρα, τὰν

### 635.2

καλλίσταν ὁ χρυσοφαὴς

### 635.3

Ἅλιος αὐγάζει.

### 635.4

πόνοι γὰρ καὶ πόνων

### 635.5

ἀνάγκαι κρείσσονες κυκλοῦνται·

### 640.1

κοινὸν δ’ ἐξ ἰδίας ἀνοίας

### 640.2

κακὸν τᾶι Σιμουντίδι γᾶι

### 643.1

ὀλέθριον ἔμολε συμφορᾶι τ’ ἔπ’ ἄλλων,

### 643.2

ἐκρίθη δ’ ἔρις, ἃν ἐν Ἴ‐

### 645.1

δαι κρίνει τρισσὰς μακάρων παῖδας ἀνὴρ βούτας,

### 645.2

ἐπὶ δορὶ καὶ φόνωι καὶ ἐμῶν μελάθρων λώβαι· στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν

### 645.3

Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,

### 654

πολιόν τ’ ἐπὶ κρᾶτα μάτηρ τέκνων θανόντων

### 655.1

τίθεται χέρα δρύπτεταί τε 〈 〉 παρειάν,

### 655.2

δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.

### 655.3

ΘΕΡΑΠΑΙΝΑ

### 657.1

γυναῖκες, Ἑκάβη ποῦ ποθ’ ἡ παναθλία,

### 657.2

ἡ πάντα νικῶς’ ἄνδρα καὶ θῆλυν σπορὰν

### 660.1

κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται.

### 660.2

Χο. τί δ’, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;

### 660.3

ὡς οὔποθ’ εὕδει λυπρά μοι κηρύγματα.

### 660.4

Θε. Ἑκάβηι φέρω τόδ’ ἄλγος· ἐν κακοῖσι δὲ

### 660.5

οὐ ῥάιδιον βροτοῖσιν εὐφημεῖν στόμα.

### 665.1

Χο. καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπο

### 665.2

ἥδ’, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.

### 665.3

Θε. ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,

### 665.4

δέσποιν’, ὄλωλας κοὐκέτ’ εἶ, βλέπουσα φῶς,

### 665.5

ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.

### 670.1

Εκ. οὐ καινὸν εἶπας, εἰδόσιν δ’ ὠνείδισας.

### 670.2

ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης

### 670.3

ἥκεις κομίζους’, ἧς ἀπηγγέλθη τάφος

### 670.4

πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;

### 670.5

Θε. ἥδ’ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην

### 675.1

θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.

### 675.2

Εκ. οἲ ’γὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα

### 675.3

τῆς θεσπιωιδοῦ δεῦρο Κασσάνδρας φέρεις;

### 675.4

Θε. ζῶσαν λέλακας, τὸν θανόντα δ’ οὐ στένεις

### 675.5

τόνδ’· ἀλλ’ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,

### 680.1

εἴ σοι φανεῖται θαῦμα καὶ παρ’ ἐλπίδας.

### 680.2

Εκ. οἴμοι, βλέπω δὴ παῖδ’ ἐμὸν τεθνηκότα,

### 680.3

Πολύδωρον, ὅν μοι Θρὴιξ ἔσωιζ’ οἴκοις ἀνήρ.

### 680.4

ἀπωλόμην δύστηνος, οὐκέτ’ εἰμὶ δή.

### 680.5

ὦ τέκνον τέκνον,

### 685.1

αἰαῖ, κατάρχομαι νόμον

### 685.2

βακχεῖον, ἐξ ἀλάστορος

### 685.3

ἀρτιμαθὴς κακῶν.

### 685.4

Χο. ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;

### 685.5

Εκ. ἄπιστ’ ἄπιστα, καινὰ καινὰ δέρκομαι.

### 690.1

ἕτερα δ’ ἀφ’ ἑτέρων κακὰ κακῶν κυρεῖ,

### 690.2

οὐδέ ποτ’ ἀστένακτος ἀδάκρυτος ἁ‐ μέρα ’πισχήσει.

### 690.3

Χο. δείν’, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.

### 690.4

Εκ. ὦ τέκνον τέκνον ταλαίνας ματρός,

### 695

τίνι μόρωι θνήισκεις, τίνι πότμωι κεῖσαι,

### 697.1

πρὸς τίνος ἀνθρώπων;

### 697.2

Θε. οὐκ οἶδ’· ἐπ’ ἀκταῖς νιν κυρῶ θαλασσίαις.

### 697.3

Εκ. ἔκβλητον ἢ πέσημα φοινίου δορὸς ἐν ψαμάθωι λευρᾶι;

### 697.4

Θε. πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.

### 697.5

Εκ. ὤμοι αἰαῖ,

### 697.6

ἔμαθον ἐνύπνιον ὀμμάτων

### 697.7

ἐμῶν ὄψιν (οὔ με παρέβα φάντα‐

### 705.1

σμα μελανόπτερον),

### 705.2

ἃν ἐσεῖδον ἀμφὶ σοῦ,

### 705.3

ὦ τέκνον, οὐκέτ’ ὄντος Διὸς ἐν φάει.

### 705.4

Χο. τίς γάρ νιν ἔκτειν’; οἶσθ’ ὀνειρόφρων φράσαι;

### 709-710

Εκ. ἐμὸς ἐμὸς ξένος, Θρήικιος ἱππότας,

### 711

ἵν’ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.

### 713.1

Χο. οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;

### 713.2

Εκ. ἄρρητ’ ἀνωνόμαστα, θαυμάτων πέρα,

### 715.1

οὐχ ὅσι’ οὐδ’ ἀνεκτά. ποῦ δίκα ξένων;

### 715.2

ὦ κατάρατ’ ἀνδρῶν, ὡς διεμοιράσω

### 718

χρόα, σιδαρέωι τεμὼν φασγάνωι

### 720.1

μέλεα τοῦδε παιδὸς οὐδ’ ὤικτισας.

### 720.2

Χο. ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν

### 720.3

δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.

### 724

ἀλλ’ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας

### 725.1

Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.

### 725.2

ΑΓΑΜΕΜΝΩΝ

### 726.1

Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφωι

### 726.2

ἐλθοῦς’ ἐφ’ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι

### 726.3

μὴ θιγγάνειν σῆς μηδέν’ Ἀργείων κόρης;

### 726.4

ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδ’ ἐψαύομεν·

### 730.1

σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.

### 730.2

ἥκω δ’ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ

### 730.3

πεπραγμέν’ ἐστίν, εἴ τι τῶνδ’ ἐστὶν καλῶς.

### 730.4

ἔα· τίν’ ἄνδρα τόνδ’ ἐπὶ σκηναῖς ὁρῶ

### 730.5

θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι

### 735.1

δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.

### 735.2

Εκ. δύστην’, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,

### 735.3

Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ

### 735.4

Ἀγαμέμνονος τοῦδ’ ἢ φέρω σιγῆι κακά;

### 735.5

Αγ. τί μοι προσώπωι νῶτον ἐγκλίνασα σὸν

### 740.1

δύρηι, τὸ πραχθὲν δ’ οὐ λέγεις; τίς ἔσθ’ ὅδε;

### 740.2

Εκ. ἀλλ’ εἴ με δούλην πολεμίαν θ’ ἡγούμενος

### 740.3

γονάτων ἀπώσαιτ’, ἄλγος ἂν προσθείμεθ’ ἄν.

### 740.4

Αγ. οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων

### 740.5

ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.

### 745.1

Εκ. ἆρ’ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς

### 745.2

μᾶλλον φρένας τοῦδ’, ὄντος οὐχὶ δυσμενοῦς

### 745.3

Αγ. εἴ τοί με βούληι τῶνδε μηδὲν εἰδέναι,

### 745.4

ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδ’ ἐγὼ κλύειν.

### 745.5

Εκ. οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε;

### 745.6

τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω.

### 745.7

Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων

### 745.8

καὶ σοῦ γενείου δεξιᾶς τ’ εὐδαίμονος.

### 745.9

Αγ. τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον

### 755.1

αἰῶνα θέσθαι; ῥάιδιον γάρ ἐστί σοι. [Εκ. οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη

### 755.2

αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.]

### 759

Εκ. οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ.

### 758

Αγ. καὶ δὴ τίν’ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;

### 760.1

Εκ. ὁρᾶις νεκρὸν τόνδ’ οὗ καταστάζω δάκρυ;

### 760.2

Αγ. ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.

### 760.3

Εκ. τοῦτόν ποτ’ ἔτεκον κἄφερον ζώνης ὕπο.

### 760.4

Αγ. ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;

### 760.5

Εκ. οὐ τῶν θανόντων Πριαμιδῶν ὑπ’ Ἰλίωι.

### 765.1

Αγ. ἦ γάρ τιν’ ἄλλον ἔτεκες ἢ κείνους, γύναι;

### 765.2

Εκ. ἀνόνητά γ’, ὡς ἔοικε, τόνδ’ ὃν εἰσορᾶις.

### 765.3

Αγ. ποῦ δ’ ὢν ἐτύγχαν’, ἡνίκ’ ὤλλυτο πτόλις;

### 765.4

Εκ. πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.

### 765.5

Αγ. ποῖ τῶν τότ’ ὄντων χωρίσας τέκνων μόνον;

### 770.1

Εκ. ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.

### 770.2

Αγ. πρὸς ἄνδρ’ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;

### 770.3

Εκ. ἐνταῦθ’ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.

### 770.4

Αγ. θνήισκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;

### 770.5

Εκ. τίνος γ’ ὑπ’ ἄλλου; Θρήιξ νιν ὤλεσε ξένος.

### 775.1

Αγ. ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν;

### 775.2

Εκ. τοιαῦτ’, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.

### 775.3

Αγ. ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν;

### 775.4

Εκ. ἥδ’, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι. Αγ. τοῦτον ματεύους’ ἢ πονοῦς’ ἄλλον πόνον;

### 780.1

Εκ. λούτρ’ ὤιχετ’ οἴσους’ ἐξ ἁλὸς Πολυξένηι.

### 780.2

Αγ. κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.

### 780.3

Εκ. θαλασσόπλαγκτόν γ’, ὦδε διατεμὼν χρόα.

### 780.4

Αγ. ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.

### 780.5

Εκ. ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.

### 785.1

Αγ. φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή;

### 785.2

Εκ. οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.

### 785.3

ἀλλ’ ὧνπερ οὕνεκ’ ἀμφὶ σὸν πίπτω γόνυ

### 785.4

ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,

### 785.5

στέργοιμ’ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ

### 790.1

τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,

### 790.2

ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω

### 790.3

δείσας δέδρακεν ἔργον ἀνοσιώτατον

### 790.4

[κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοὶ

### 790.5

ξενίας τ’ ἀριθμῶι πρῶτα τῶν ἐμῶν φίλων·

### 795.1

τυχὼν δ’ ὅσων δεῖ καὶ λαβὼν προμηθίαν

### 795.2

ἔκτεινε· τύμβου δ’, εἰ κτανεῖν ἐβούλετο,

### 795.3

οὐκ ἠξίωσεν ἀλλ’ ἀφῆκε πόντιον].

### 795.4

ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·

### 795.5

ἀλλ’ οἱ θεοὶ σθένουσι χὠ κείνων κρατῶν νόμος· νόμωι γὰρ τοὺς θεοὺς ἡγούμεθα

### 795.6

καὶ ζῶμεν ἄδικα καὶ δίκαι’ ὡρισμένοι·

### 795.7

ὃς ἐς ς’ ἀνελθὼν εἰ διαφθαρήσεται

### 795.8

καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους

### 795.9

κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν,

### 805.1

οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποισι σῶν.

### 805.2

ταῦτ’ οὖν ἐν αἰσχρῶι θέμενος αἰδέσθητί με,

### 805.3

οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τ’ ἀποσταθεὶς

### 805.4

ἰδοῦ με κἀνάθρησον οἷ’ ἔχω κακά.

### 805.5

τύραννος ἦ ποτ’ ἀλλὰ νῦν δούλη σέθεν,

### 810.1

εὔπαις ποτ’ οὖσα, νῦν δὲ γραῦς ἄπαις θ’ ἅμα,

### 810.2

ἄπολις ἔρημος ἀθλιωτάτη βροτῶν.

### 810.3

οἴμοι τάλαινα, ποῖ μ’ ὑπεξάγεις πόδα;

### 810.4

ἔοικα πράξειν οὐδέν· ὦ τάλαιν’ ἐγώ.

### 810.5

τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα

### 815.1

μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν,

### 815.2

πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην

### 815.3

οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν

### 815.4

μισθοὺς διδόντες μανθάνειν, ἵν’ ἦν ποτε

### 815.5

πείθειν ἅ τις βούλοιτο τυγχάνειν θ’ ἅμα;

### 820.1

τί οὖν ἔτ’ ἄν τις ἐλπίσαι πράξειν καλῶς;

### 820.2

οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτ’ εἰσί μοι,

### 820.3

αὐτὴ δ’ ἐπ’ αἰσχροῖς αἰχμάλωτος οἴχομαι, καπνὸν δὲ πόλεως τόνδ’ ὑπερθρώισκονθ’ ὁρῶ.

### 820.4

καὶ μήν (ἴσως μὲν τοῦ λόγου ξένον τόδε,

### 825.1

Κύπριν προβάλλειν, ἀλλ’ ὅμως εἰρήσεται)

### 825.2

πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται

### 825.3

ἡ φοιβάς, ἣν καλοῦσι Κασσάνδραν Φρύγες.

### 825.4

ποῦ τὰς φίλας δῆτ’ εὐφρόνας λέξεις, ἄναξ;

### 825.5

ἦ τῶν ἐν εὐνῆι φιλτάτων ἀσπασμάτων

### 830.1

χάριν τιν’ ἕξει παῖς ἐμή, κείνης δ’ ἐγώ;

### 830.2

[ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων

### 830.3

φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.]

### 830.4

ἄκουε δή νυν. τὸν θανόντα τόνδ’ ὁρᾶις;

### 830.5

τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν

### 835.1

δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.

### 835.2

εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσιν

### 835.3

καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει

### 835.4

ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,

### 835.5

ὡς πάνθ’ ἁμαρτῆι σῶν ἔχοιτο γουνάτων

### 840.1

κλαίοντ’, ἐπισκήπτοντα παντοίους λόγους.

### 840.2

ὦ δέσποτ’, ὦ μέγιστον Ἕλλησιν φάος,

### 840.3

πιθοῦ, παράσχες χεῖρα τῆι πρεσβύτιδι

### 840.4

τιμωρόν, εἰ καὶ μηδέν ἐστιν ἀλλ’ ὅμως.

### 840.5

ἐσθλοῦ γὰρ ἀνδρὸς τῆι δίκηι θ’ ὑπηρετεῖν

### 845.1

καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.

### 845.2

Χο. δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει

### 845.3

καὶ τῆς ἀνάγκης οἱ νόμοι διώρισαν,

### 845.4

φίλους τιθέντες τούς γε πολεμιωτάτους

### 845.5

ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι. Αγ. ἐγώ σε καὶ σὸν παῖδα καὶ τύχας σέθεν,

### 845.6

Ἑκάβη, δι’ οἴκτου χεῖρά θ’ ἱκεσίαν ἔχω,

### 845.7

καὶ βούλομαι θεῶν θ’ οὕνεκ’ ἀνόσιον ξένον

### 845.8

καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,

### 845.9

εἴ πως φανείη γ’ ὥστε σοί τ’ ἔχειν καλῶς

### 855.1

στρατῶι τε μὴ δόξαιμι Κασσάνδρας χάριν

### 855.2

Θρήικης ἄνακτι τόνδε βουλεῦσαι φόνον.

### 855.3

ἔστιν γὰρ ἧι ταραγμὸς ἐμπέπτωκέ μοι·

### 855.4

τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,

### 855.5

τὸν κατθανόντα δ’ ἐχθρόν· εἰ δὲ σοὶ φίλος

### 860.1

ὅδ’ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῶι.

### 860.2

πρὸς ταῦτα φρόντιζ’· ὡς θέλοντα μέν μ’ ἔχεις

### 860.3

σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι, βραδὺν δ’, Ἀχαιοῖς εἰ διαβληθήσομαι.

### 860.4

Εκ. φεῦ.

### 864

οὐκ ἔστι θνητῶν ὅστις ἔστ’ ἐλεύθερος·

### 865.1

ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης

### 865.2

ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ

### 865.3

εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.

### 865.4

ἐπεὶ δὲ ταρβεῖς τῶι τ’ ὄχλωι πλέον νέμεις,

### 865.5

ἐγώ σε θήσω τοῦδ’ ἐλεύθερον φόβου.

### 870.1

σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν

### 870.2

τῶι τόνδ’ ἀποκτείναντι, συνδράσηις δὲ μή.

### 870.3

ἢν δ’ ἐξ Ἀχαιῶν θόρυβος ἢ ’πικουρία

### 870.4

πάσχοντος ἀνδρὸς Θρηικὸς οἷα πείσεται

### 870.5

φανῆι τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.

### 875.1

τὰ δ’ ἄλλα—θάρσει—πάντ’ ἐγὼ θήσω καλῶς.

### 875.2

Αγ. πῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶ

### 875.3

λαβοῦσα γραίαι φῶτα βάρβαρον κτενεῖς

### 875.4

ἢ φαρμάκοισιν ἢ ’πικουρίαι τίνι;

### 875.5

τίς σοι ξυνέσται χείρ’ πόθεν κτήσηι φίλους;

### 880.1

Εκ. στέγαι κεκεύθας’ αἵδε Τρωιάδων ὄχλον.

### 880.2

Αγ. τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν; Εκ. σὺν ταῖσδε τὸν ἐμῶν φονέα τιμωρήσομαι.

### 880.3

Αγ. καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;

### 880.4

Εκ. δεινὸν τὸ πλῆθος σὺν δόλωι τε δύσμαχον.

### 885.1

Αγ. δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι σθένος.

### 885.2

Εκ. τί δ’; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα

### 885.3

καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξώικισαν;

### 885.4

ἀλλ’ ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον,

### 885.5

πέμψον δέ μοι τήνδ’ ἀσφαλῶς διὰ στρατοῦ

### 890.1

γυναῖκα. καὶ σὺ Θρηικὶ πλαθεῖσα ξένωι

### 890.2

λέξον· Καλεῖ ς’ ἄνασσα δή ποτ’ Ἰλίου

### 890.3

Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,

### 890.4

καὶ παῖδας, ὡς δεῖ καὶ τέκν’ εἰδέναι λόγους

### 890.5

τοὺς ἐξ ἐκείνης. τὸν δὲ τῆς νεοσφαγοῦς

### 895.1

Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,

### 895.2

ὡς τώδ’ ἀδελφὼ πλησίον μιᾶι φλογί,

### 895.3

δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.

### 895.4

Αγ. ἔσται τάδ’ οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῶι

### 895.5

πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν· νῦν δ’, οὐ γὰρ ἵης’ οὐρίους πνοὰς θεός,

### 895.6

μένειν ἀνάγκη πλοῦν ὁρῶντας ἡσύχους.

### 895.7

γένοιτο δ’ εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε,

### 895.8

ἰδίαι θ’ ἑκάστωι καὶ πόλει, τὸν μὲν κακὸν κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.

### 905.1

Χο. σὺ μέν, ὦ πατρὶς Ἰλιάς,

### 905.2

τῶν ἀπορθήτων πόλις οὐκέτι λέξηι·

### 908.1

τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει

### 908.2

δορὶ δὴ δορὶ πέρσαν.

### 910.1

ἀπὸ δὲ στεφάναν κέκαρ‐

### 910.2

σαι πύργων, κατὰ δ’ αἰθάλου

### 910.3

κηλῖδ’ οἰκτροτάταν κέχρωσαι.

### 910.4

τάλαιν’, οὐκέτι ς’ ἐμβατεύσω.

### 910.5

μεσονύκτιος ὠλλύμαν,

### 915

ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπ’ ὄσσοις

### 917.1

σκίδναται, μολπᾶν δ’ ἄπο καὶ χοροποιὸν

### 917.2

θυσίαν καταπαύσας

### 917.3

πόσις ἐν θαλάμοις ἔκει‐

### 920.1

το, ξυστὸν δ’ ἐπὶ πασσάλωι,

### 920.2

ναύταν οὐκέθ’ ὁρῶν ὅμιλον Τροίαν Ἰλιάδ’ ἐμβεβῶτα.

### 920.3

ἐγὼ δὲ πλόκαμον ἀναδέτοις

### 920.4

μίτραισιν ἐρρυθμιζόμαν

### 925.1

χρυσέων ἐνόπτρων λεύσσους’ ἀτέρμονας εἰς αὐγάς,

### 925.2

ἐπιδέμνιος ὡς πέσοιμ’ ἐς εὐνάν.

### 925.3

ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·

### 925.4

κέλευσμα δ’ ἦν κατ’ ἄστυ Τροίας τόδ’· Ὦ

### 930.1

παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν

### 930.2

Ἰλιάδα σκοπιὰν

### 930.3

πέρσαντες ἥξετ’ οἴκους;

### 930.4

λέχη δὲ φίλια μονόπεπλος

### 930.5

λιποῦσα, Δωρὶς ὡς κόρα,

### 935

σεμνὰν προσίζους’ οὐκ ἤνυς’ Ἄρτεμιν ἁ τλάμων·

### 937.1

ἄγομαι δὲ θανόντ’ ἰδοῦς’ ἀκοίταν

### 937.2

τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος·

### 937.3

πόλιν τ’ ἀποσκοποῦς’, ἐπεὶ νόστιμον

### 940.1

ναῦς ἐκίνησεν πόδα καί μ’ ἀπὸ γᾶς

### 940.2

ὥρισεν Ἰλιάδος,

### 940.3

τάλαιν’ ἀπεῖπον ἄλγει,

### 940.4

τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν Ἰδαῖόν τε

### 940.5

βούταν

### 945.1

αἰνόπαριν κατάραι διδοῦς’, ἐπεί με γαίας

### 945.2

ἐκ πατρίας ἀπώλεσεν

### 945.3

ἐξώικισέν τ’ οἴκων γάμος οὐ γάμος ἀλλ’

### 945.4

ἀλάστορός τις οἰζύς· ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν

### 952.1

μήτε πατρῶιον ἵκοιτ’ ἐς οἶκον.

### 952.2

ΠΟΛΥΜΗΣΤΩΡ

### 953.1

ὦ φίλτατ’ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,

### 953.2

Ἑκάβη, δακρύω ς’ εἰσορῶν πόλιν τε σὴν

### 955.1

τήν τ’ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.

### 955.2

φεῦ·

### 956.1

οὐκ ἔστιν οὐδὲν πιστόν, οὔτ’ εὐδοξία

### 956.2

οὔτ’ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.

### 956.3

φύρουσι δ’ αὐτὰ θεοὶ πάλιν τε καὶ πρόσω

### 956.4

ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίαι

### 960.1

σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ

### 960.2

θρηνεῖν, προκόπτοντ’ οὐδὲν ἐς πρόσθεν κακῶν;

### 960.3

σὺ δ’, εἴ τι μέμφηι τῆς ἐμῆς ἀπουσίας,

### 960.4

σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρήικης ὅροις ἀπών, ὅτ’ ἦλθες δεῦρ’· ἐπεὶ δ’ ἀφικόμην,

### 965.1

ἤδη πόδ’ ἔξω δωμάτων αἴροντί μοι

### 965.2

ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν,

### 965.3

λέγουσα μύθους ὧν κλύων ἀφικόμην.

### 965.4

Εκ. αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,

### 965.5

Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.

### 970.1

ὅτωι γὰρ ὤφθην εὐτυχοῦς’, αἰδώς μ’ ἔχει

### 970.2

ἐν τῶιδε πότμωι τυγχάνους’ ἵν’ εἰμὶ νῦν,

### 970.3

κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις·

### 970.4

ἀλλ’ αὐτὸ μὴ δύσνοιαν ἡγήσηι σέθεν

### 970.5

[Πολυμῆστορ· ἄλλως δ’ αἴτιόν τι καὶ νόμος,

### 975.1

γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον].

### 975.2

Πο. καὶ θαῦμά γ’ οὐδέν. ἀλλὰ τίς χρεία ς’ ἐμοῦ;

### 975.3

τί χρῆμ’ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα;

### 975.4

Εκ. ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι

### 975.5

καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι

### 980.1

χωρὶς κέλευσον τῶνδ’ ἀποστῆναι δόμων.

### 980.2

Πο. χωρεῖτ’· ἐν ἀσφαλεῖ γὰρ ἥδ’ ἐρημία.

### 980.3

φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε

### 980.4

στράτευμ’ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σε χρή·

### 980.5

τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ

### 985.1

φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμ’ ἐγώ.

### 985.2

Εκ. πρῶτον μὲν εἰπὲ παῖδ’ ὃν ἐξ ἐμῆς χερὸς

### 985.3

Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,

### 985.4

εἰ ζῆι· τὰ δ’ ἄλλα δεύτερόν ς’ ἐρήσομαι.

### 985.5

Πο. μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.

### 990.1

Εκ. ὦ φίλταθ’, ὡς εὖ κἀξίως λέγεις σέθεν. Πο. τί δῆτα βούληι δεύτερον μαθεῖν ἐμοῦ;

### 990.2

Εκ. εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί που.

### 990.3

Πο. καὶ δεῦρό γ’ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.

### 990.4

Εκ. χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;

### 995.1

Πο. σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.

### 995.2

Εκ. σῶσόν νυν αὐτὸν μηδ’ ἔρα τῶν πλησίον.

### 995.3

Πο. ἥκιστ’· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.

### 995.4

Εκ. οἶσθ’ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;

### 995.5

Πο. οὐκ οἶδα· τῶι σῶι τοῦτο σημανεῖς λόγωι. Εκ. ἔστ’, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῆι ...

### 995.6

Πο. τί χρῆμ’ ὃ κἀμὲ καὶ τέκν’ εἰδέναι χρεών;

### 995.7

Εκ. χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.

### 995.8

Πο. ταῦτ’ ἔσθ’ ἃ βούληι παιδὶ σημῆναι σέθεν;

### 995.9

Εκ. μάλιστα, διὰ σοῦ γ’· εἶ γὰρ εὐσεβὴς ἀνήρ.

### 1005.1

Πο. τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;

### 1005.2

Εκ. ἄμεινον, ἢν σὺ κατθάνηις, τούσδ’ εἰδέναι.

### 1005.3

Πο. καλῶς ἔλεξας· τῆιδε καὶ σοφώτερον.

### 1005.4

Εκ. οἶσθ’ οὖν Ἀθάνας Ἰλιάδος ἵνα στέγαι;

### 1005.5

Πο. ἐνταῦθ’ ὁ χρυσός ἐστι; σημεῖον δὲ τί;

### 1010.1

Εκ. μέλαινα πέτρα γῆς ὑπερτέλλους’ ἄνω.

### 1010.2

Πο. ἔτ’ οὖν τι βούληι τῶν ἐκεῖ φράζειν ἐμοί;

### 1010.3

Εκ. σῶσαί σε χρήμαθ’ οἷς συνεξῆλθον θέλω.

### 1010.4

Πο. ποῦ δῆτα; πέπλων ἐντὸς ἢ κρύψας’ ἔχεις;

### 1010.5

Εκ. σκύλων ἐν ὄχλωι ταῖσδε σώιζεται στέγαις.

### 1015.1

Πο. ποῦ δ’; αἵδ’ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.

### 1015.2

Εκ. ἴδιαι γυναικῶν αἰχμαλωτίδων στέγαι.

### 1015.3

Πο. τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;

### 1015.4

Εκ. οὐδεὶς Ἀχαιῶν ἔνδον ἀλλ’ ἡμεῖς μόναι.

### 1015.5

ἀλλ’ ἕρπ’ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν

### 1020.1

λῦσαι ποθοῦσιν οἴκαδ’ ἐκ Τροίας πόδα·

### 1020.2

ὡς πάντα πράξας ὧν σε δεῖ στείχηις πάλιν

### 1020.3

ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ὤικισας γόνον.

### 1020.4

Χο. οὔπω δέδωκας ἀλλ’ ἴσως δώσεις δίκην·

### 1025.1

ἀλίμενόν τις ὡς ἐς ἄντλον πεσὼν

### 1025.2

λέχριος ἐκπεσῆι φίλας καρδίας,

### 1028

ἀμέρσας βίον. τὸ γὰρ ὑπέγγυον

### 1030.1

Δίκαι καὶ θεοῖσιν οὗ ξυμπίτνει,

### 1030.2

ὀλέθριον ὀλέθριον κακόν.

### 1030.3

ψεύσει ς’ ὁδοῦ τῆσδ’ ἐλπὶς ἥ ς’ ἐπήγαγεν

### 1030.4

θανάσιμον πρὸς Ἀίδαν, ὦ τάλας,

### 1030.5

ἀπολέμωι δὲ χειρὶ λείψεις βίον.

### 1035

Πο. (ἔνδοθεν)

### 1035.1

ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.

### 1035.2

Χο. ἠκούσατ’ ἀνδρὸς Θρηικὸς οἰμωγήν, φίλαι; Πο. ὤμοι μάλ’ αὖθις, τέκνα, δυστήνου σφαγῆς.

### 1035.3

Χο. φίλαι, πέπρακται καίν’ ἔσω δόμων κακά.

### 1035.4

Πο. ἀλλ’ οὔτι μὴ φύγητε λαιψηρῶι ποδί·

### 1040.1

βάλλων γὰρ οἴκων τῶνδ’ ἀναρρήξω μυχούς.

### 1040.2

ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.

### 1040.3

Χο. βούλεσθ’ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ

### 1040.4

Ἑκάβηι παρεῖναι Τρωιάσιν τε συμμάχους.

### 1040.5

Εκ. ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·

### 1045.1

οὐ γάρ ποτ’ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις,

### 1045.2

οὐ παῖδας ὄψηι ζῶντας οὓς ἔκτειν’ ἐγώ.

### 1045.3

Χο. ἦ γὰρ καθεῖλες Θρῆικα καὶ κρατεῖς ξένον,

### 1045.4

δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;

### 1045.5

Εκ. ὄψηι νιν αὐτίκ’ ὄντα δωμάτων πάρος τυφλὸν τυφλῶι στείχοντα παραφόρωι ποδί,

### 1045.6

παίδων τε δισσῶν σώμαθ’, οὓς ἔκτειν’ ἐγὼ

### 1045.7

σὺν ταῖσδ’ ἀρίσταις Τρωιάσιν· δίκην δέ μοι

### 1045.8

δέδωκε. χωρεῖ δ’, ὡς ὁρᾶις, ὅδ’ ἐκ δόμων.

### 1045.9

ἀλλ’ ἐκποδὼν ἄπειμι κἀποστήσομαι

### 1055.1

θυμῶι ζέοντι Θρηικὶ δυσμαχωτάτωι.

### 1055.2

Πο. ὤμοι ἐγώ, πᾶι βῶ, πᾶι στῶ, πᾶι κέλσω,

### 1055.3

τετράποδος βάσιν θηρὸς ὀρεστέρου

### 1059

τιθέμενος ἐπὶ χεῖρα καὶ ἴχνος; ποίαν

### 1060.1

ἢ ταύταν ἢ τάνδ’ ἐξαλλάξω, τὰς

### 1060.2

ἀνδροφόνους μάρψαι χρήιζων Ἰλιάδας,

### 1060.3

αἵ με διώλεσαν;

### 1060.4

τάλαιναι κόραι τάλαιναι Φρυγῶν,

### 1060.5

ὦ κατάρατοι,

### 1065.1

ποῖ καί με φυγᾶι πτώσσουσι μυχῶν;

### 1065.2

εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον

### 1065.3

ἀκέσαι’ ἀκέσαιο, τυφλόν,

### 1065.4

Ἅλιε, φέγγος ἀπαλλάξας.

### 1065.5

ἆ ἆ,

### 1069

σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι

### 1070.1

τάνδε γυναικῶν. πᾶι πόδ’ ἐπάιξας

### 1070.2

σαρκῶν ὀστέων τ’ ἐμπλησθῶ,

### 1070.3

θοίναν ἀγρίων τιθέμενος θηρῶν,

### 1070.4

ἀρνύμενος λώβας λύμας τ’ ἀντίποιν’

### 1070.5

ἐμᾶς, ὦ τάλας;

### 1075.1

ποῖ πᾶι φέρομαι τέκν’ ἔρημα λιπὼν

### 1075.2

Βάκχαις Ἅιδα διαμοιρᾶσαι

### 1075.3

σφακτά, κυσίν τε φοινίαν δαῖτ’ ἀνή‐ μερόν τ’ ὄρειον ἐκβολάν;

### 1075.4

πᾶι στῶ, πᾶι κάμψω, [πᾶι βῶ]

### 1080.1

ναῦς ὅπως ποντίοις πείσμασιν λινόκροκον

### 1080.2

φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς

### 1083

τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;

### 1085.1

Χο. ὦ τλῆμον, ὥς σοι δύσφορ’ εἴργασται κακά·

### 1085.2

δράσαντι δ’ αἰσχρὰ δεινὰ τἀπιτίμια

### 1085.3

[δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς].

### 1088-1089

Πο. αἰαῖ ἰὼ Θρήικης λογχοφόρον ἔνο‐

### 1090.1

πλον εὔιππον Ἄρει κάτοχον γένος.

### 1090.2

ἰὼ Ἀχαιοί, ἰὼ Ἀτρεῖδαι·

### 1090.3

βοὰν βοάν, ἀυτῶ βοάν·

### 1090.4

ὦ ἴτε μόλετε πρὸς θεῶν.

### 1090.5

κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε;

### 1095.1

γυναῖκες ὤλεσάν με,

### 1095.2

γυναῖκες αἰχμαλωτίδες·

### 1095.3

δεινὰ δεινὰ πεπόνθαμεν.

### 1095.4

ὤμοι ἐμᾶς λώβας.

### 1095.5

ποῖ τράπωμαι, ποῖ πορευθῶ; ἀμπτάμενος οὐράνιον ὑψιπετὲς ἐς μέλαθρον, Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίησιν

### 1105.1

ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἅιδα

### 1105.2

μελάγχρωτα πορθμὸν ἄιξω τάλας;

### 1105.3

Χο. συγγνώσθ’, ὅταν τις κρείσσον’ ἢ φέρειν κακὰ

### 1105.4

πάθηι, ταλαίνης ἐξαπαλλάξαι ζόης.

### 1105.5

Αγ. κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος

### 1110.1

πέτρας ὀρείας παῖς λέλακ’ ἀνὰ στρατὸν

### 1110.2

Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν

### 1110.3

πύργους πεσόντας ἦισμεν Ἑλλήνων δορί,

### 1110.4

φόβον παρέσχ’ ἂν οὐ μέσως ὅδε κτύπος.

### 1110.5

Πο. ὦ φίλτατ’, ἠισθόμην γάρ, Ἀγάμεμνον, σέθεν

### 1115.1

φωνῆς ἀκούσας, εἰσορᾶις ἃ πάσχομεν;

### 1115.2

Αγ. ἔα·

### 1116.1

Πολυμῆστορ ὦ δύστηνε, τίς ς’ ἀπώλεσεν;

### 1116.2

τίς ὄμμ’ ἔθηκε τυφλὸν αἱμάξας κόρας

### 1116.3

παῖδάς τε τούσδ’ ἔκτεινεν; ἦ μέγαν χόλον

### 1116.4

σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.

### 1120.1

Πο. Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν

### 1120.2

ἀπώλεσ’—οὐκ ἀπώλες’ ἀλλὰ μειζόνως.

### 1120.3

Αγ. τί φήις; σὺ τοὔργον εἴργασαι τόδ’, ὡς λέγει;

### 1120.4

σὺ τόλμαν, Ἑκάβη, τήνδ’ ἔτλης ἀμήχανον;

### 1120.5

Πο. ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που;

### 1125.1

σήμηνον, εἰπὲ ποῦ ’σθ’, ἵν’ ἁρπάσας χεροῖν διασπάσωμαι καὶ καθαιμάξω χρόα.

### 1125.2

Αγ. οὗτος, τί πάσχεις; Πο. πρὸς θεῶν σε λίσσομαι,

### 1125.3

μέθες μ’ ἐφεῖναι τῆιδε μαργῶσαν χέρα.

### 1125.4

Αγ. ἴσχ’· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον

### 1130.1

λέγ’, ὡς ἀκούσας σοῦ τε τῆσδέ τ’ ἐν μέρει

### 1130.2

κρίνω δικαίως ἄνθ’ ὅτου πάσχεις τάδε.

### 1130.3

Πο. λέγοιμ’ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,

### 1130.4

Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ

### 1130.5

πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,

### 1135.1

ὕποπτος ὢν δὴ Τρωϊκῆς ἁλώσεως.

### 1135.2

τοῦτον κατέκτειν’· ἄνθ’ ὅτου δ’ ἔκτεινά νιν

### 1135.3

ἄκουσον, ὡς εὖ καὶ σοφῆι προμηθίαι.

### 1135.4

ἔδεισα μή σοι πολέμιος λειφθεὶς ὁ παῖς

### 1135.5

Τροίαν ἀθροίσηι καὶ ξυνοικίσηι πάλιν,

### 1140.1

γνόντες δ’ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα

### 1140.2

Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,

### 1140.3

κἄπειτα Θρήικης πεδία τρίβοιεν τάδε

### 1140.4

λεηλατοῦντες, γείτοσιν δ’ εἴη κακὸν

### 1140.5

Τρώων, ἐν ὧιπερ νῦν, ἄναξ, ἐκάμνομεν.

### 1145.1

Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον

### 1145.2

λόγωι με τοιῶιδ’ ἤγαγ’, ὡς κεκρυμμένας

### 1145.3

θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίωι

### 1145.4

χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μ’ εἰσάγει

### 1145.5

δόμους, ἵν’ ἄλλος μή τις εἰδείη τάδε. ἵζω δὲ κλίνης ἐν μέσωι κάμψας γόνυ·

### 1145.6

πολλαὶ δέ, χειρὸς αἱ μὲν ἐξ ἀριστερᾶς,

### 1145.7

αἱ δ’ ἔνθεν, ὡς δὴ παρὰ φίλωι Τρώων κόραι

### 1145.8

θάκους ἔχουσαι κερκίδ’ Ἠδωνῆς χερὸς

### 1145.9

ἤινουν, ὑπ’ αὐγὰς τούσδε λεύσσουσαι πέπλους·

### 1155.1

ἄλλαι δὲ κάμακε Θρηικίω θεώμεναι

### 1155.2

γυμνόν μ’ ἔθηκαν διπτύχου στολίσματος.

### 1155.3

ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι

### 1155.4

τέκν’ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς

### 1155.5

γένοιντο, διαδοχαῖς’ ἀμείβουσαι χερῶν.

### 1160.1

κἆιτ’ ἐκ γαληνῶν πῶς δοκεῖς προσφθεγμάτων

### 1160.2

εὐθὺς λαβοῦσαι φάσγαν’ ἐκ πέπλων ποθὲν

### 1160.3

κεντοῦσι παῖδας, αἱ δὲ πολυπόδων δίκην

### 1160.4

ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας

### 1160.5

καὶ κῶλα· παισὶ δ’ ἀρκέσαι χρήιζων ἐμοῖς,

### 1165.1

εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμὸν

### 1165.2

κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας

### 1165.3

πλήθει γυναικῶν οὐδὲν ἤνυτον τάλας.

### 1165.4

τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,

### 1165.5

ἐξειργάσαντο δείν’· ἐμῶν γὰρ ὀμμάτων

### 1170.1

πόρπας λαβοῦσαι τὰς ταλαιπώρους κόρας κεντοῦσιν αἱμάσσουσιν· εἶτ’ ἀνὰ στέγας

### 1170.2

φυγάδες ἔβησαν. ἐκ δὲ πηδήσας ἐγὼ

### 1170.3

θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,

### 1170.4

ἅπαντ’ ἐρευνῶν τοῖχον, ὡς κυνηγέτης

### 1175.1

βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν

### 1175.2

πέπονθα τὴν σήν, πολέμιόν γε σὸν κτανών,

### 1175.3

Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,

### 1175.4

εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς

### 1175.5

ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,

### 1180.1

ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω·

### 1180.2

γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει

### 1180.3

τοιόνδ’· ὁ δ’ αἰεὶ ξυντυχὼν ἐπίσταται.

### 1180.4

Χο. μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς

### 1180.5

τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψηι γένος.

### 1185.1

[πολλαὶ γὰρ ἡμῶν· αἱ μέν εἰς’ ἐπίφθονοι,

### 1185.2

αἱ δ’ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.]

### 1185.3

Εκ. Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε

### 1185.4

τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον·

### 1185.5

ἀλλ’ εἴτε χρήστ’ ἔδρασε χρήστ’ ἔδει λέγειν,

### 1190.1

εἴτ’ αὖ πονηρὰ τοὺς λόγους εἶναι σαθρούς,

### 1190.2

καὶ μὴ δύνασθαι τἄδικ’ εὖ λέγειν ποτέ.

### 1190.3

σοφοὶ μὲν οὖν εἰς’ οἱ τάδ’ ἠκριβωκότες,

### 1190.4

ἀλλ’ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,

### 1190.5

κακῶς δ’ ἀπώλοντ’· οὔτις ἐξήλυξέ πω.

### 1195.1

καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει·

### 1195.2

πρὸς τόνδε δ’ εἶμι καὶ λόγοις ἀμείψομαι·

### 1195.3

ὃς φὴις Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν

### 1195.4

Ἀγαμέμνονός θ’ ἕκατι παῖδ’ ἐμὸν κτανεῖν.

### 1195.5

ἀλλ’, ὦ κάκιστε, πρῶτον οὔποτ’ ἂν φίλον τὸ βάρβαρον γένοιτ’ ἂν Ἕλλησιν γένος

### 1195.6

οὐδ’ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν

### 1195.7

πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ

### 1195.8

ἢ συγγενὴς ὢν ἢ τίν’ αἰτίαν ἔχων;

### 1195.9

ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα

### 1205.1

πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;

### 1205.2

ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,

### 1205.3

ἔκτεινε τὸν ἐμὸν παῖδα καὶ κέρδη τὰ σά.

### 1205.4

ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτ’ εὐτύχει

### 1205.5

Τροία, πέριξ δὲ πύργος εἶχ’ ἔτι πτόλιν,

### 1210.1

ἔζη τε Πρίαμος Ἕκτορός τ’ ἤνθει δόρυ,

### 1210.2

τί οὐ τότ’, εἴπερ τῶιδ’ ἐβουλήθης χάριν

### 1210.3

θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων

### 1210.4

ἔκτεινας ἢ ζῶντ’ ἦλθες Ἀργείοις ἄγων; ἀλλ’ ἡνίχ’ ἡμεῖς οὐκέτ’ ἦμεν ἐν φάει,

### 1215.1

καπνὸς δ’ ἐσήμην’ ἄστυ πολεμίοις ὕπο,

### 1215.2

ξένον κατέκτας σὴν μολόντ’ ἐφ’ ἑστίαν.

### 1215.3

πρὸς τοῖσδε νῦν ἄκουσον ὡς φαίνηι κακός·

### 1215.4

χρῆν ς’, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,

### 1215.5

τὸν χρυσὸν ὃν φὴις οὐ σὸν ἀλλὰ τοῦδ’ ἔχειν

### 1220.1

δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον

### 1220.2

πολὺν πατρώιας γῆς ἀπεξενωμένοις·

### 1220.3

σὺ δ’ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς

### 1220.4

τολμᾶις, ἔχων δὲ καρτερεῖς ἔτ’ ἐν δόμοις.

### 1220.5

καὶ μὴν τρέφων μὲν ὥς σε παῖδ’ ἐχρῆν τρέφειν

### 1225.1

σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος·

### 1225.2

ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι

### 1225.3

φίλοι· τὰ χρηστὰ δ’ αὔθ’ ἕκαστ’ ἔχει φίλους.

### 1225.4

εἰ δ’ ἐσπάνιζες χρημάτων, ὁ δ’ εὐτύχει,

### 1225.5

θησαυρὸς ἄν σοι παῖς ὑπῆρχ’ οὑμὸς μέγας·

### 1230.1

νῦν δ’ οὔτ’ ἐκεῖνον ἄνδρ’ ἔχεις σαυτῶι φίλον

### 1230.2

χρυσοῦ τ’ ὄνησις οἴχεται παῖδές τε σοὶ

### 1230.3

αὐτός τε πράσσεις ὧδε. σοὶ δ’ ἐγὼ λέγω,

### 1230.4

Ἀγάμεμνον· εἰ τῶιδ’ ἀρκέσεις, κακὸς φανῆι·

### 1230.5

οὔτ’ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,

### 1235.1

οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον·

### 1235.2

αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σε φήσομεν τοιοῦτον ὄντα· δεσπότας δ’ οὐ λοιδορῶ.

### 1235.3

Χο. φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα

### 1235.4

χρηστῶν ἀφορμὰς ἐνδίδως’ ἀεὶ λόγων.

### 1240.1

Αγ. ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,

### 1240.2

ὅμως δ’ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει

### 1240.3

πρᾶγμ’ ἐς χέρας λαβόντ’ ἀπώσασθαι τόδε.

### 1240.4

ἐμοὶ δ’, ἵν’ εἰδῆις, οὔτ’ ἐμὴν δοκεῖς χάριν

### 1240.5

οὔτ’ οὖν Ἀχαιῶν ἄνδρ’ ἀποκτεῖναι ξένον,

### 1245.1

ἀλλ’ ὡς ἔχηις τὸν χρυσὸν ἐν δόμοισι σοῖς.

### 1245.2

λέγεις δὲ σαυτῶι πρόσφορ’ ἐν κακοῖσιν ὤν.

### 1245.3

τάχ’ οὖν παρ’ ὑμῖν ῥάιδιον ξενοκτονεῖν·

### 1245.4

ἡμῖν δέ γ’ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.

### 1245.5

πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον; οὐκ ἂν δυναίμην. ἀλλ’ ἐπεὶ τὰ μὴ καλὰ

### 1245.6

πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.

### 1245.7

Πο. οἴμοι, γυναικός, ὡς ἔοιχ’, ἡσσώμενος

### 1245.8

δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.

### 1245.9

Εκ. οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;

### 1255.1

Πο. οἴμοι τέκνων τῶνδ’ ὀμμάτων τ’ ἐμῶν τάλας.

### 1255.2

Εκ. ἀλγεῖς; τί δ’; ἦ ’μὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;

### 1255.3

Πο. χαίρεις ὑβρίζους’ εἰς ἔμ’, ὦ πανοῦργε σύ.

### 1255.4

Εκ. οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;

### 1255.5

Πο. ἀλλ’ οὐ τάχ’, ἡνίκ’ ἄν σε ποντία νοτίς ...

### 1260.1

Εκ. μῶν ναυστολήσηι γῆς ὅρους Ἑλληνίδος;

### 1260.2

Πο. κρύψηι μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.

### 1260.3

Εκ. πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;

### 1260.4

Πο. αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσηι ποδί.

### 1260.5

Εκ. ὑποπτέροις νώτοισιν ἢ ποίωι τρόπωι;

### 1265.1

Πο. κύων γενήσηι πύρς’ ἔχουσα δέργματα.

### 1265.2

Εκ. πῶς δ’ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;

### 1265.3

Πο. ὁ Θρηιξὶ μάντις εἶπε Διόνυσος τάδε.

### 1265.4

Εκ. σοὶ δ’ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;

### 1265.5

Πο. οὐ γάρ ποτ’ ἂν σύ μ’ εἷλες ὧδε σὺν δόλωι.

### 1270.1

Εκ. θανοῦσα δ’ ἢ ζῶς’ ἐνθάδ’ ἐκπλήσω βιον;

*[crux: βιον]*

### 1270.2

Πο. θανοῦσα· τύμβωι δ’ ὄνομα σῶι κεκλήσεται ...

### 1270.3

Εκ. μορφῆς ἐπωιδὸν μή τι τῆς ἐμῆς ἐρεῖς;

### 1270.4

Πο. κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.

### 1270.5

Εκ. οὐδὲν μέλει μοι, σοῦ γέ μοι δόντος δίκην.

### 1275.1

Πο. καὶ σήν γ’ ἀνάγκη παῖδα Κασσάνδραν θανεῖν.

### 1275.2

Εκ. ἀπέπτυς’· αὐτῶι ταῦτα σοὶ δίδωμ’ ἔχειν.

### 1275.3

Πο. κτενεῖ νιν ἡ τοῦδ’ ἄλοχος, οἰκουρὸς πικρά.

### 1275.4

Εκ. μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.

### 1275.5

Πο. καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρας’ ἄνω.

### 1280.1

Αγ. οὗτος σύ, μαίνηι καὶ κακῶν ἐρᾶις τυχεῖν; Πο. κτεῖν’, ὡς ἐν Ἄργει φόνια λουτρά ς’ ἀμμένει.

### 1280.2

Αγ. οὐχ ἕλξετ’ αὐτόν, δμῶες, ἐκποδὼν βίαι;

### 1280.3

Πο. ἀλγεῖς ἀκούων; Αγ. οὐκ ἐφέξετε στόμα;

### 1280.4

Πο. ἐγκλήιετ’· εἴρηται γάρ. Αγ. οὐχ ὅσον τάχος

### 1285.1

νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ ποι,

### 1285.2

ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;

### 1285.3

Ἑκάβη, σὺ δ’, ὦ τάλαινα, διπτύχους νεκροὺς

### 1285.4

στείχουσα θάπτε· δεσποτῶν δ’ ὑμᾶς χρεὼν

### 1285.5

σκηναῖς πελάζειν, Τρωιάδες· καὶ γὰρ πνοὰς

### 1290.1

πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.

### 1290.2

εὖ δ’ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις

### 1290.3

ἔχοντ’ ἴδοιμεν τῶνδ’ ἀφειμένοι πόνων.

### 1290.4

Χο. ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,

### 1290.5

τῶν δεσποσύνων πειρασόμεναι

### 1295

μόχθων· στερρὰ γὰρ ἀνάγκη.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cbm-ba`.
