eul_wid: ggs-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Comic Fragments on Dining and Excess by Theophilus the Comic Poet

Comic Fragments on Dining and Excess is a modern compilation of 42 fragmentary verses attributed to the Athenian comic poet Theophilus, a contemporary of Aristophanes active in the late 5th century BCE. The fragments do not constitute a continuous text but are quotations preserved within the works of later authors, most notably Athenaeus in his Deipnosophistae, who cited them for their linguistic peculiarities or their illustration of ancient customs. The collection is organised thematically around the twin motifs of dining and licentiousness, core subjects of Old Comedy. The verses engage with sympotic culture and banquet scenes, using gluttony and drunkenness as sources of both comedy and social critique. They satirize decadence and specific social types, contain detailed references to food and culinary practice, and depict scenes of unrestrained behaviour. Like the vast majority of Old Comedy aside from the preserved plays of Aristophanes, the complete works of Theophilus are lost. These fragments survive solely through their citation by later grammarians, lexicographers, and antiquarians, with Athenaeus being the principal source. While Theophilus’s direct literary influence is untraceable, the fragments are a principal source for reconstructing the broader landscape of Greek comedy. They provide evidence for the genre’s thematic range, Attic dialect, and metrical practice, while also offering insight into Athenian social customs, moral anxieties, and the details of daily life in the classical period.

ΑΠΟΔΗΜΟΙ
καί τοι τί φημι καὶ τί δρᾶν βουλεύομαι;
προδοὺς ἀπιέναι τὸν ἀγαπητὸν δεσπότην,
τὸν τροφέα, τὸν σωτῆρα, διʼ ὃν εἶδον νόμους
Ἕλληνας, ἔμαθον γράμματʼ, ἐμυήθην θεοῖς;
ΒΟΙΩΤΙΣ
τετρακότυλον δὲ κύλικα κεραμεᾶν τινα
τῶν Θηρικλείων, πῶς δοκεῖς; κεραννύει
καλῶς, ἀφρῷ ζέουσαν· οὐδʼ ἂν Αὐτοκλῆς
οὕτως μὰ τὴν γῆν εὐρύθμως τῇ δεξιᾷ
ἄρας ἐνώμα.
ΕΠΙΔΑΥΡΙΟΣ
Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν,
ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν.
ΙΑΤΡΟΣ
πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων . .
. . . . ἐγχέλειον· παρατέθεικε τῷ πατρί.
«τευθὶς ἦν χρηστή, πατρίδιον»· «πῶς ἔχεις πρὸς κάραβον;»
ψυχρός ἐστιν, ἄπαγε, φησί· ῥητόρων οὐ γεύομαι.
ΚΙΘΑΡΩΙΔΟΣ
μέγας
θησαυρός ἐστι καὶ βέβαιος μουσικὴ
ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε.
ΝΕΟΠΤΟΛΕΜΟΣ
οὐ συμφέρον νέα ʼστὶ πρεσβύτῃ γυνή·
ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται
ἑνὶ πηδαλίῳ, τὸ πεῖσμʼ ἀπορρήξασα δὲ
ἐκ νυκτὸς ἕτερον λιμένʼ ἔχουσʼ ἐξευρέθη.
πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα
ἔστιν μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους·
οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος.
ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ
ἑφθῶν μὲν σχεδὸν
τρεῖς μνᾶς. Β. λέγʼ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας
τέτταρας ὑείους. Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς,
ὄρνιθʼ. Β. Ἄπολλον. λέγʼ ἕτερον. Α. σύκων δύο
μνᾶς. Β. ἐπέπιες δὲ πόσον; Α. ἀκράτου δώδεκα
κοτύλας. Β. Ἄπολλον, Ὧρε καὶ Σαβάζιε.
εἶτʼ ἐν χάρακι μὲν ταῦτα καὶ παρεμβολῇ
ΠΡΟΙΤΙΔΕΣ
καὶ κύλικʼ ἀκράτου Θηρίκλειον εἰσφέρει
πλέον ἢ κοτύλας χωροῦσαν ἕπτʼ. Β. ἀγαθῇ τύχῃ.
ΦΙΛΑΥΛΟΣ
τοῦ μή ποτʼ αὐτὸν ἐμπεσεῖν εἰς Λαΐδα
φερόμενον ἢ Μηκωνίδʼ ἢ Σισύμβριον
ἢ Βάραθρον ἢ Θάλλουσαν, ἢ τούτων τινὰ
ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί,
ἢ Ναννάριον ἢ Μαλθάκην.
τίς φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος·
εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
καταλείπετʼ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν,
παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς·
ἥν ἐστʼ ἰδεῖν ἥδιον ἢ τὸ θεωρικὸν
ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε.