eul_wid: wus-as
DOI 10.5281/zenodo.20335422

Suda Lexicon, Letter Τ in Greek

The tau section of the Suda (Σοῦδα, Στοιχεῖον Τ) contains 1,240 entries ranging from simple glosses to extended biographical and lexical notices. Legal and administrative vocabulary appears early, including ταβελλίων, defined as the civic contract-writer known to the general public as a νομικός. Proverbial expressions are also documented, such as τὰ ἀπὸ Ναννάκου, referring to things admired for their antiquity and traced to a legendary Phrygian king before the age of Deucalion.

Biographical entries grow prominent toward the middle of the letter. Three distinct figures named Τιμόθεος receive separate articles: the Athenian comic poet of Middle Comedy; the lyric poet Timotheus of Miletus, credited with adding the tenth and eleventh strings to the lyre; and Timotheus of Gaza, a grammarian active under the emperor Anastasius. The letter closes with proper names and a brief terminological note distinguishing βαλεῖν, οὐτάσαι, νύξαι, and τύψαι as different modes of striking or wounding.

This section is useful for research into Byzantine lexicography, Greek proverbial tradition, musical history, and the careers of late-antique grammarians and poets.

τ 1 Τά: ταῦτα.
τ 2 Τὰ ἀπὸ Ναννάκου: ἐπὶ τῶν ἐπὶ παλαιότητι θαυμαζομένων· Νάννακος γὰρ Φρυγῶν βασιλεὺς πρὸ τῶν τοῦ Δευκαλίωνος χρόνων.
τ 3 Ταβελλίων: ὁ τὰ τῆς πόλεως γράφων συμβόλαια, ὁ παρὰ τοῖς πολλοῖς νομικὸς λεγόμενος. ἅπαντα ἐπιτελῶν τὰ τῶν πολιτῶν γραμματεῖα, ἕκαστον αὐτῶν οἰκείοις ἐπισφραγίζων γράμμασι.
τ 4 Ταβερνεῖα: καπηλεῖα, πανδοκεῖα.
τ 5 Τάβεια: ὄνομα πόλεως καὶ τόπου.
τ 6 Ταβηθά: ὄνομα κύριον.
τ 7 Τάβλα: ὄνομα παιδιᾶς. ταύτην ἐφεῦρε Παλαμήδης εἰς διαγωγὴν τοῦ Ἑλληνικοῦ στρατοῦ σὺν φιλοσοφίᾳ πολλῇ· τάβλα γάρ ἐστιν ὁ γήϊνος κόσμος, ιβʹ δὲ κάσοι ὁ ζωδιακὸς ἀριθμός, τὸ δὲ ψηφοβόλον καὶ τὰ ἐν αὐτῷ ζʹ κοκκία τὰ ζʹ ἄστρα τῶν πλανητῶν, ὁ δὲ πύργος τὸ ὕψος τοῦ οὐρανοῦ· ἐξ οὗ ἀνταποδίδοται πᾶσι πολλὰ καὶ κακά. ἄλλοι δὲ λέγουσι ....
τ 8 Τὰ γὰρ ἐς σωφροσύνην αὐτὸς δικαιότατος κἂν τῷ Βελλερο‐ φόντῃ σωφροσύνης ἀμφισβητήσειεν.
τ 9 Τὰ γὰρ περιττὰ κἀνόνητα σώματα πίπτει βαρείαις πρὸς θεῶν δυσπραξίαις. οἷος ὁ Αἴας.
τ 10 Ταγήν: ὄνομα ὀρνέου.
τ 11 Ταγηνοκνισοθήρας: ὁ Ἰούνιος ἦν.
τ 12 Τάγηνον: τὸ τηγάνιον.
τ 13 Ταγός: ἡγεμών. ὦ τῶν Ἀθηναίων ταγὲ τῶν εὐδαιμόνων. ἀντὶ τοῦ ἀρχηγέ. Ὅμηρος· παρὰ δ’ οἱ ταγοὶ ἄμμι μενόντων. καὶ αὖθις· ἢν δ’ ἐσορῇς ἐπ’ ἐμεῖο βοόστρυχον εἰκόνα θήρης, ἔννεπε τοῦ ταγοῦ μνῆμα Λεωνίδεω.
τ 14 Τάγυρι: τὸ βραχύτατον καὶ ἐλάχιστον οἷον ψιλὰ λέγουσιν. Εὔπο‐ λις Αἰξίν· καὶ ζῆν μαθόντι μηδὲ τάγυρι μουσικῆς.
τ 15 Τάδε ἐκ τοῦ τρίποδος: τίθεται ἐπὶ τῶν πάνυ ἀληθῶν· Ἀρι‐ στοκλείᾳ γὰρ τῇ Πυθίᾳ γενομένῃ μιχθῆναι τὸν Δελφόν, καὶ τῶν ὑπ’ αὐτῆς μαντευμάτων παρασημειοῦσθαι, ὅσα ἔχρα ἔνθεος γενομένη· καὶ ταῦτα ὡς ἀληθῆ παρασημειοῦσθαι, ὡς ἐκ τοῦ τρίποδος. περὶ Ἀπολ‐ λωνίου τοῦ Τυανέως· οὐδὲ διῆγε τοὺς λόγους οὐδὲ εἰρωνευομένου τις ἤκουσε, περιπατοῦντος ἐς τοὺς ἀκροωμένους, ἀλλ’ ὥσπερ ἐκ τρίποδος, ὅτε διαλέγοιτο, οἶδα, ἔλεγε, καί, δοκεῖ μοι.
τ 16 Τάδε Μῆδος οὐ φυλάξει: κατὰ τὴν τοῦ Ξέρξου ἔφοδον τοὺς Ἕλληνας ἀπειρηκότας τὰ ἑαυτῶν ἀναλίσκειν καὶ δαπανᾶν, ἐπιλέγοντας, τάδε Μῆδος οὐ φυλάξει.
τ 17 Τὰ δὲ πρὶν ἔργα χερσὶ μέγιστ’ ἀρετᾶς, ἄφιλα παρ’ ἀφίλοις: τουτέστι τὰ πρότερα μέγιστα τῆς ἀρετῆς τῶν χειρῶν αὐτοῦ ἔργα, ἤγουν τοῦ Αἴαντος, ἐν ὀλιγωρίᾳ εἰσὶ τοῖς Ἀτρείδαις. Σοφοκλῆς.
τ 18 Τάδ’ οὐ παρὰ Κενταύροισι: λεγόμενόν τι ἦν. Τηλεκλείδης τισί· τῶν δυνατῶν τι κέλευ’· οὐ γὰρ παρὰ Κενταύροισι.
τ 19 Τὰ ἐκ τῶν ἁμαξῶν σκώμματα: ἐπὶ τῶν ἀπαρακαλύπτως σκωπτόντων· Ἀθήνησι γὰρ ἐν τῇ τῶν Χοῶν ἑορτῇ οἱ κωμάζοντες ἐπὶ τῶν ἁμαξῶν τοὺς ἀπαντῶντας ἔσκωπτόν τε καὶ ἐλοιδόρουν. τὸ δ’ αὐτὸ καὶ τοῖς Ληναίοις ὕστερον ἐποίουν. ὅτι ἐπὶ τῆς ἁμάξης ὀχούμεναι αἱ γυναῖκες αἱ τῶν Ἀθηναίων, ἐπὰν εἰς Ἐλευσίνια ἐβάδιζον εἰς τὰ μεγάλα μυστήρια, ἐλοιδόρουν ἀλλήλας ἐν τῇ ὁδῷ· τοῦτο γὰρ ἦν ἔθος αὐταῖς. ὅτι οἱ Ἀλεξανδρεῖς τὸ παλαιὸν καθαρμὸν ἐποι‐ οῦντο ψυχῶν· ἐν γὰρ ταῖς ὡρισμέναις ἡμέραις ἐφ’ ἁμαξῶν φερομέ‐ νους ἀνθρώπους αὐτὸ τοῦτο προστεταγμένους ἐπιπαριέναι τὴν πόλιν ἅπασαν καὶ στάντας ὅπου ἂν ἐθέλωσι, καὶ οἴκῳ παραστάντας ὅπου δὴ βουληθῶσιν, ᾄδειν τῷ ὄντι τὰ ἐξ ἁμάξης, οὐ τὰ ψευδῆ λοιδοροῦν‐ τας, ἀλλὰ τἀληθῆ ὀνειδίζοντας. ἐπιμελὲς γὰρ εἶναι σφίσιν ἀκριβῶς ἐξετάζειν τὰ ὀνείδη τῶν πολιτῶν καὶ ταῦτα ἀδεκάστως προφέρειν μετὰ ἀληθείας, ὥστε διὰ τοῦτο πάντας ἀποδιδράσκειν τὴν πονηρίαν.
τ 20 Τὰ ἐκ τρίποδος: τρίποδι χρῆται ὁ Ἀπόλλων μαντευόμενος διὰ τοὺς τρεῖς καιροὺς τῶν πραγμάτων. Ὅμηρος· ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσόμενα πρό τ’ ἐόντα. φασὶ δὲ οὕτω κτήσασθαι τὸν Ἀπόλλωνα τὸν τρίποδα· ἁλιεῖς μισθῷ βόλον ἐρρίπτουν, ἵνα τὸ ἀναφερόμενον ᾖ τοῦ ἀγοράσαντος τὸν βόλον. ἠγόρασαν οὖν τινες, εἶτα ἀνηνέχθη τρί‐ πους χρυσοῦς. ἐφιλονείκουν οὖν περὶ αὐτοῦ, καὶ ἔλεγον οἱ ἁλιεῖς, ὡς ἰχθῦς πεπράκαμεν. οἱ δὲ ἀγοράσαντες ἔλεγον, ὡς πᾶν τὸ ἀνιὸν ἠγο‐ ράσαμεν τῇ ἑαυτῶν τύχῃ. οὕτως οὖν αὐτῶν φιλονεικούντων, ἔδοξεν ἐρωτῆσαι τὸν Ἀπόλλωνα. ὁ δὲ ἔχρησε δοθῆναι αὐτὸν τῷ σοφῷ. προσήγαγον οὖν αὐτὸν τοῖς ἑπτὰ σοφοῖς. ἕκαστος δὲ τούτων παρῃ‐ τεῖτο, σοφὸς εἶναι μὴ λέγων, ἔχειν δὲ σοφώτερον ἑαυτοῦ. ἔδοξεν οὖν ἀναθεῖναι αὐτὸν τῷ Ἀπόλλωνι ὡς σοφωτέρῳ πάντων.
τ 21 Τὰ ἐν ποσί: τὰ παρόντα ἐν μέσῳ.
τ 22 Τὰ ἐπὶ κοσκίνου: ἐπὶ τῶν διὰ κοσκίνου καὶ τρίποδος ἢ δάφνης μαντευομένων.
τ 23 Τὰ ἐπίχειρα: ὁ μισθός, ἡ ἀμοιβή. τὰ ἐπιχειρήματα. τὰ ἐπι‐ τηδεύματα.
τ 24 Ταηπόλεμος: ὄνομα κύριον.
τ 25 Ταΐφαλοι: ὄνομα ἔθνους.
τ 26 Τακερά: κατηψυγμένη.
τ 27 Τα’κ κόκκου: τὰ ἐκ κόκκου. κατὰ κρᾶσιν. τα’κ κόκκου βαφέντα καὶ ὑστίνοιο θέριστρα.
τ 28 Τακτικῶς: στρατιωτικῶς.
τ 29 Τἄλλα καὶ φιλώμεθα: λεγόμενόν τι, οἷον τἄλλα καὶ φίλοι ὦμεν.
τ 30 Ταλανίζει· αἰτιατικῇ. θρηνεῖ, ἄθλιον ἀποκαλεῖ.
τ 31 Τάλαντα: τὰ ζυγά, καὶ τὰ ἱστάμενα.
τ 32 Ταλαντεύει· αἰτιατικῇ. σταθμίζει. τὰ δὲ τῆς τύχης νίκαις καὶ ἥτταις τῇδε καὶ τῇδε ταλαντευόμενα διέμεινε. καὶ τῷ μέτρῳ τῶν κινδύνων τὴν ἀμοιβὴν ἐταλάντευεν· οἷς μὲν γὰρ ἀξία ἆθλον εὐτολμίας ἐγίνετο, ἄλλῳ ἵππος.
τ 33 Τάλαντον: πολλὰ μὲν σημαίνει· ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθ’ ὃ σημαινόμενον Δημοσθένης φησί· πεντήκοντα τάλαντα. ἢ σταθμοῦ τι ὄνομα· ὥσπερ Ἀριστοφάνης· ἀλλ’ ἢ ταλάντῳ μουσικὴ κριθήσεται. καὶ Ὁμηρικόν· χρύσεια πατὴρ ἐτίταινε τάλαντα. τρίτον σημαινόμενον ἡ ῥοπή· τέταρτον ἀριθμοῦ τι ὄνομα· ὡς καὶ πολυτάλαντος, ὁ πλούσιος. καὶ τὸ Ὁμηρικόν· κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα. καὶ διτάλαντον δὲ καὶ τριτάλαντον καὶ ἡμιτά‐ λαντον λέγεται. ἀρχαία δὲ ἡ χρῆσις καὶ ἡ τοῦ τρίτον ἡμιτάλαντον καὶ πέμπτον ἡμιτάλαντον καὶ ἕβδομον ἡμιτάλαντον. ἔστι δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον δύο ἥμισυ τάλαντα, τὸ δὲ πέμπτον ἡμιτάλαντον τέσσαρα ἥμισυ καὶ τὸ ἕβδομον ἡμιτάλαντον ἓξ ἥμισυ. καὶ ὅλως, οὗ τινος ἀριθμοῦ παρωνύμῳ μέρει ἐπονομάσει τις τὸ ἡμιτάλαντον, τούτου ὁ προηγούμενος ἀριθμὸς ἐφαρμόσει τοῖς ταλάντοις· οἷον, ἂν μὲν ὄγ‐ δοον, ἑπτά· ἂν δὲ ἔννατον, ὀκτώ· συναριθμουμένου δηλονότι καὶ τοῦ ἥμισυ. φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτά‐ λαντα λέγειν· ὡς καὶ τρία ἡμίμναια, τὴν μίαν ἥμισυ μνᾶν.
τ 34 Τάλαντον: ὥς φησι Διόδωρος ἐν τῷ Περὶ σταθμῶν, μνῶν ἐστιν ξʹ, ἡ δὲ μνᾶ δραχμῶν ρʹ, ἡ δὲ δραχμὴ ὀβολῶν ϛʹ, ὁ δὲ ὀβολὸς χαλκῶν ϛʹ, ὁ δὲ χαλκοῦς λεπτῶν ζʹ. τὸ τάλαντον δέ, τὸ νῦν λεγό‐ μενον Ἀττικόν· παρὰ Σικελιώταις τὸ μὲν ἀρχαῖον ἦν μνῶν κδʹ, νυνὶ δὲ ιβʹ. ὁ δὲ Ὅμηρος λέγει· δύο χρυσοῖο τάλαντα. ὡς μὴ εἶναι ἶσον τὸ καθ’ ἡμᾶς τάλαντον τῷ παρὰ τοῖς ἀρχαίοις. ὡς γὰρ ἶσον τοῦ τρίποδος καὶ τοῦ λέβητος καὶ τοῦ ἵππου τίθεται. Τάλαντον δὲ παρὰ τῇ θείᾳ γραφῇ ἡ ἄνωθεν πεμπομένη ἑκάστῳ θεία χάρις. σύνταξις. Ἀριστοφάνης· καίτοι ταλάντου τοῦτ’ ἔμαθεν Ὑπέρβολος. τούτεστι χαύνωσιν ἀναπειστηρίαν. ὅτι τὸ τάλαντον παρά τισιν ἔχει λίτρας ρκεʹ. καὶ Ταλαντιαῖοι λίθοι. ταλαντιαῖοί γε μὴν ἦσαν οἱ βαλλόμενοι πέτροι· δύο δὲ καὶ πλέον ἀπῄεσαν σταδίους. ἡ πληγὴ δ’ οὐ τοῖς προστυχοῦσι μόνον, ἐπιπολὺ δὲ καὶ τοῖς μετ’ ἐκείνους ἦν ἀνυπόστατος. αἰτιώμενοι δὲ τὸν Περικλέα πεντήκοντα ταλάν‐ τοις ἐζημίωσαν.
τ 35 Ταλαντουμένην· Πλάτων ἐν Τιμαίῳ· τὴν δὲ γῆν ταλαντου‐ μένην ἀνωμάλως σείεσθαι μὲν ὑπ’ ἐκείνων, κινουμένην δὲ αὖ πάλιν ἐκεῖνα σείειν. μεταφορικῶς ἀπὸ τῶν ζυγῶν· ἐπεὶ τὸ ζυγὸν τάλαντον λέγεται. καὶ ὑπερταλαντᾶν, τὸ ὑπερβαρεῖν.
τ 36 Ταλάντωσις: στῆσις, στάθμησις.
τ 37 Ταλαπείριος: ὁ ταλαίπωρος.
τ 38 Τάλαρος: καλαθίσκος, κόφινος μικρός. ἐν Ἐπιγράμμασι· ἁ τρίτατα δ’ εἰροχαρῆ τάλαρον. καὶ Ταλαρίσκος. Δημὼ μὲν ταλα‐ ρίσκον ἐΰπλοκον. μέλαν δέ οἱ αἷμα ταυρινοῦ διὰ χρωτὸς ξέσς’· ἐπὶ δ’ ἀργαλέαν βῶλον ἔδευσε φόνῳ.
τ 39 Τάλαρος: καλαθίσκος. καὶ τάλαρον σχοίνοις ὑφασμένον, ὅν ποτ’ ὀδόντι ἐπλήρου τολύπη πᾶσα καθαιρομένη.
τ 40 Τάλας: ἄθλιος.
τ 41 Ταλασήϊον ἔργον: ἡ ἐριουργία.
τ 42 Ταλάσῃς: ὑπομείνῃς.
τ 43 Ταλασίαν: ἐριουργίαν. καὶ Ταλάσιον, ἐριουργόν.
τ 44 Ταλασιουργία: ἡ τῶν ἐρίων ἐργασία. ὁ δὲ τὰς θυγατέρας ἐπειρᾶτο ποιεῖν ταλασιουργοὺς καὶ χερνήτιδας. καὶ αὖθις· οὐκ ὄντος ἀπρεποῦς τοῖς ἐπιχωρίοις, ὥστε τοὺς ἄνδρας ταλασιουργεῖν παρ’ αὐτοῖς.
τ 45 Ταλασίφρονα: ὑπομνητικόν.
τ 46 Ταλαοί: τληπαθεῖς. οἱ δὲ διαιροῦσιν, ὥστε εἶναι τ’ ἀλαοί. Ἀρι‐ στοφάνης Ὄρνισι.
τ 47 Ταλαύρινος: ὑπομονητικός, καρτερικὸς ἐν τῇ μάχῃ.
τ 48 Ταλαπαθές: ταλαίπωρε.
τ 49 Ταλαίπωρος: ὁ ἄθλιος. παρὰ τὸ τλῆναι καὶ τὸν πῶρον, ὅ ἐστι πάθος. ὅτι δὲ πῶρος πάθος τί ἐστιν, Ἀντίμαχός φησι· πῶρόν τιν’ ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἔθεντο. καὶ πωρεῖν Ἠλεῖοι τὸ πενθεῖν φασί. καὶ Ἀντίμαχος αὖθις· πωρητὸν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος. παρὰ τοῦτο οὖν τὸ ταλαίπωρος ἐτυμολογεῖται.
τ 50 Τάλεσιν: ἀναλώμασιν.
τ 51 Τἀληθὲς γὰρ ἰσχύον τρέφω: ἀντὶ τοῦ ἔχω.
τ 52 Τάλιγγις· ὁ δὲ Τάλιγγις ὅπλων μὲν καὶ μαχίμων ἀνδρῶν ἔκρινεν ἀλογεῖν, πόρναις δὲ καὶ ἀθυρογλώττοις ὁμοδίαιτος ὑπάρχειν.
τ 53 Τὰ Μαγνητῶν κακά: ἐπὶ τῶν μεγίστων καὶ ἀλγεινοτάτων κα‐ κῶν· παρόσον οὗτοι ἀσεβήσαντες εἰς θεὸν πολλῶν κακῶν ἐπειράθησαν.
τ 54 Ταμεσίχροα: τέμνοντα τὸ σῶμα.
τ 55 Ταμεῖον: θησαυρός. καὶ ταμιεῖον.
τ 56 Τάμῃ: αὐθυπότακτον.
τ 57 Ταμίας: ἀρσενικόν. Ταμία δὲ θηλυκόν.
τ 58 Ταμίαι: ἄρχοντές εἰσιν Ἀθήνησι κληρωτοὶ ἀπὸ τῶν πεντακοσιο‐ μεδίμνων, οἳ τὰ ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς ἐν ἀκροπόλει χρήματα ἱερά τε καὶ δημόσια φυλάττουσιν, ἀλλὰ καὶ αὐτὸ τὸ ἄγαλμα τῆς Ἀθηνᾶς. εἰσὶ δὲ καὶ ἄλλοι ταμίαι ἄρχοντες χειροτονητοὶ ἐπὶ τὰς ἱερὰς καὶ δημοσίας τριήρεις, ὁ μὲν ἐπὶ τὴν Πάραλον, ὁ δὲ ἐπὶ τὴν τοῦ Ἄμμωνος.
τ 59 Ταμίαι: ἀρχή τις παρ’ Ἀθηναίοις ἦν οἱ ταμίαι, ιʹ τὸν ἀριθμόν. παραλαμβάνουσι δὲ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα, ἐναντίον τῆς βουλῆς, ὡς Ἀριστοτέλης. εἰσὶ δέ τινες καὶ τῶν τριήρων ταμίαι, ὡς ὁ αὐτός. ὅτι δὲ καὶ τοῖς τριηράρχοις παρείποντο ταμίαι, δέδωκεν Εὔπολις.
τ 60 Ταμίαι: ἔφοροι, φύλακες, ταμιοῦχοι, διοικηταί.
τ 61 Ταμιεύεται: διοικεῖται, ἀποκρύπτει, φυλάττει. καὶ ὅτι σωφρό‐ νων ἐστὶν ἀνθρώπων, ὅταν μὲν εὐδοκεῖν πράττωσι, ταμιεύεσθαι τὰς τύχας· ὅταν δ’ εἰς ταπεινὰς καὶ φαύλας ἔλθωσι, μηθὲν ὑπομένειν ἀγεννές.
τ 62 Ταμιευόμενον: φυλάττοντα.
τ 63 Ταμιεύω· αἰτιατικῇ. καὶ σώματα μὲν προκαθαίρειν, ψυχῆς δὲ κάθαρσιν ταμιεύεσθαι.
τ 64 Ταμιεῖον: κοιτῶνα. καὶ Ταμιείδιον, ὑποκοριστικῶς.
τ 65 Ταμίης: δεσποίνης.
τ 66 Ταμύναι: πόλις ἐν Εὐβοίᾳ, ἐν τῇ χώρᾳ τῇ Ἐρετριέων· ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, ὡς Αἰσχίνης φησὶ καὶ οἱ τὰ Εὐβοϊκὰ γράψαντες.
τ 67 Τάν: ἑταῖρε· ἢ σύ. καὶ Ὦ τάν, μετὰ τοῦ ἄρθρου.
τ 68 Ταναγραία: πόλις.
τ 69 Ταναγραῖοι ἀλεκτορίσκοι: οἱ μαχηταὶ καὶ θυμικοί, ὡς ἄνθρωποι. Βάβριος· ἀλεκτορίσκων ἦν μάχη Ταναγραίων, οἷς φασιν εἶναι θυμὸν ὥσπερ ἀνθρώποις. καὶ παροιμία· ἀλεκτρυόνα καὶ ἀθλητὴν Ταναγραῖον. ᾄδονται δὲ εὐγενεῖς οὗτοι. καὶ ζήτει ἐν τῷ ἀλεκτρυόνα τὸ λεῖπον.
τ 70 Ταναή: μακρά. ἐν Ἐπιγράμμασι· οὕτω τοι μελία ταναὰ ἀντὶ κίονα μακρὸν ἧσο.
τ 71 Τὰ Ναννάκου κλαύσομαι: τὸν Νάννακον φασὶ βασιλέα γε‐ νέσθαι πρὸ τοῦ Δευκαλίωνος· ὃς προειδὼς τὸν μέλλοντα κατακλυσμόν, συναγαγὼν πάντας εἰς τὸ ἱερὸν μετὰ δακρύων ἱκέτευε.
τ 72 Ταναϋφῆ: λεπτοϋφῆ.
τ 73 Τανάχαλκος: πολύχαλκος. τανάχαλκόν τε λέβητα σὺν πελέκει.
τ 74 Τὰν ἐτνοδόνον τορύναν.
τ 75 Τανηλεγές: σκληρόν.
τ 76 Τάνις: ὄνομα τόπου. ἔνθα ἦσαν τοῦ Φαραὼ τὰ βασίλεια. ἐν πεδίῳ Τάνεως.
τ 77 Τανταλεία ψυχή: τοῦ Ταντάλου.
τ 78 Ταντάλειοι: τρομικοί. καὶ παροιμία· Ταντάλειοι τιμω‐ ρίαι· ἐπὶ τῶν ἀγαθὰ μὲν ἐχόντων, μὴ συγχωρουμένων δὲ ἀπολαύειν αὐτῶν· ὡς οἱ Βυζάντιοι, μὴ τολμῶντες ἔξω τοῦ ἄστεος διάγειν.
τ 79 Τάνταλος· τοῦ Διὸς ἦν υἱός. ἀξιωθεὶς δὲ τραπέζης τῶν θεῶν ἐδημοσίευσεν αὐτῶν τὰ μυστήρια· καὶ διὰ τοῦτο κολάζεται ἐν τοῖς ὑπὸ γῆν δικαιωτηρίοις, πέτρον ἔχων ἐφύπερθεν αὐτοῦ ἠρτημένον καὶ κάτω ὕδωρ πολὺ καὶ βλαστήματα καρποφόρα. ἐὰν οὖν ἠθέλησε πιεῖν τοῦ ὕδατος, ἔπιπτεν ὁ λίθος ἐπ’ αὐτόν. δίψει δ’ ἐτήκετο, ὁρῶν μὲν ἀφ’ ὧν ἔδει φαγεῖν καὶ πιεῖν, μὴ δυνάμενος δέ. ἐπὶ γενείοις δὲ ὅτε ἥψατο τῆς λίμνης τὸ γένειον ἐξηραίνετο.
τ 80 Ταντάλου κήπους τρυγᾶν· Ἰσαίου τοῦ ῥήτορος νεωτέρου ἀσωτευομένου, ὕστερον δὲ σωφρονήσαντος, ἤρετο αὐτόν τις, τίς ἄρι‐ στος τῶν ἰχθύων καὶ τῶν ὀρνέων εἰς βρῶσιν. πέπαυμαι, ἔφη ὁ Ἰσαῖος, ταῦτα σπουδάζων· ξυνῆκα γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν. ἐν‐ δεικνύμενος δήπου τῷ ἐρομένῳ ταῦτα, ὅτι σκιὰ καὶ ὀνείρατα αἱ ἡδοναὶ πᾶσαι. καὶ αὖθις· τὸν Ταντάλου λίθον οἴεσθαι ὑπὲρ κεφαλῆς λεπτοῖς καλῳδίοις ἠρτῆσθαι. ἐπὶ τῶν ἀμηχάνων.
τ 81 Ταντάλου τάλαντα τανταλίζεται: διεβεβόητο ὁ Τάνταλος ἐπὶ πλούτῳ, ὡς καὶ εἰς παροιμίαν δοθῆναι. ζήτει πλατύτερον ἐν τῷ τὰ Ταντάλου.
τ 82 Τανυγλώχιν: μακρὰς ἀκίδας ἔχων.
τ 83 Τανυήκεας. καὶ Τανύηκες, τεταμένην ἔχον τὴν ἀκμήν, ἢ αἰχμὴν ἠκονημένην.
τ 84 Τανυμήκεες: αἱ μῆκος ἄπειρον ἔχουσαι. ἐν Ἐπιγράμμασι· καὶ αἱ τανυμήκεες αὗται ἰτέαι.
τ 85 Τανύποδας: ταχείας τὰς Ἐρινῦς φασι· τὸ γὰρ τεῖναι τοὺς πόδας ἐστὶ τὸ βαδίσαι. τουτέστι τὰς πανταχοῦ τεινούσας τοὺς πόδας.
τ 86 Τανύπεπλος: ἐπιμήκη πέπλον ἔχουσα· ἐξ οὗ καὶ τὴν φοροῦσαν εὐμήκη εἶναι δηλοῖ.
τ 87 Τανύπτερος: παρατεταμένα πτερὰ ἔχουσα.
τ 88 Τανύφλοιον: μακρὸν φλοιὸν ἔχον.
τ 89 Τανχοσδρώ: οὗτος στρατηγὸς ἦν τοῦ Χοσρόου. Μένανδρος· ὁ δὲ Τανχοσδρώ, ὁ τοῦ Χοσρόου στρατηγός, οὐχὶ ἐλέφαντάς τε καὶ ἀγροίκων ὅμιλον καὶ ἕτερα ἄττα φόβητρα κόμπῳ μὲν ἁρμόδια, ἐνεργὰ δὲ καὶ ἐμβριθῆ οὐδα‐ μῶς, ἀλλὰ τοὺς μαχιμωτάτους τε καὶ εὐοπλοτάτους ἀγείρας πλήθους τε ἀγεν‐ νοῦς ἀντάλλαγμα τοὺς τὰ πολέμια δεινοὺς ἀποκρίνας.
τ 90 Ταξεώτης.
τ 91 Ταξείδιον.
τ 92 Ταξιαρχῆσαι.
τ 93 Ταξίαρχος: ἡγεμών, στρατοπεδάρχης.
τ 94 Ταξίλης: ὄνομα κύριον.
τ 95 Τάξις: ἡ τάξις διττή ἐστιν· ἡ μὲν ἐν τῷ στρατηγῷ, ἡ δὲ ἐν τοῖς στρατιώταις. καὶ ἐκ τῆς ἐν τῷ στρατηγῷ τάξεως γίνεται ἡ ἐν τοῖς στρατιώταις.
τ 96 Τάξις: αἱ βʹ τετραρχίαι, ἄνδρες ρκηʹ. καὶ ὁ ἡγούμενος πάλαι μὲν ταξίαρχος, νῦν δὲ ἑκατοντάρχης. Τάξεων ψιλῶν ὀνομασίαι καὶ ποσότης αὐτῶν· λόχος ἀνδρῶν ηʹ. σύστασις δʹ λόχοι, ἀνδρῶν λβʹ. πεντηκονταρχίαι βʹ συστάσεις, ἀνδρῶν ξδʹ. ἑκατονταρχία βʹ πεντη‐ κονταρχίαι, ἀνδρῶν ρκηʹ. ἑκάστη ἑκατονταρχία ἐκτάτους ἔχει εʹ, σημειοφόρον, οὐραγόν, σαλπιστήν, ὑπηρέτην, στρατοκήρυκα. ψιλαγία βʹ ἑκατονταρχίαι, ἀνδρῶν σνϛʹ. ξεναγία βʹ ψιλαγίαι, ἀνδρῶν φιβʹ. σύστρεμμα βʹ ξεναγίαι, ἀνδρῶν ͵ακδʹ. ἐπιξεναγία βʹ συστρέμματα, ἀνδρῶν ͵βμηʹ. στῖφος βʹ ἐπιξεναγίαι, ἀνδρῶν ͵δϞϛʹ. ἐπίταγμα βʹ στίφη, ἀνδρῶν ͵ηρϞβʹ. τούτου ἕκαστοι ἄνδρες ηʹ, ἐπιξεναγοὶ μὲν δʹ, συστρεμ‐ ματάρχαι δὲ οἱ λοιποί. ζήτει πλατυτερὸν ἐν τῷ τέλει τοῦ βιβλίου.
τ 97 Ταονθαρύζειν: τρέμειν.
τ 98 Ταὧς: ὁ Τηρεύς. παρὰ τὸ τηρεῖν τὴν Ἰώ. δασύνεται δὲ καὶ περισπᾶται.
τ 99 Ταὼς εὐπήληξ: ὁ Μηδικός, καὶ χρυσόπτερος, καὶ ἀλαζονικὸς ὄρνις.
τ 100 Τὰ ὦτα ἐπὶ τῶν ὤμων ἔχοντες: ἐπισείοντες τὴν κεφαλήν· ὃ ποιοῦσιν οἱ ἐκλελυμένοι. καὶ αὖθις· τῶν τὰ ὦτα κατεαγότων καὶ διεφθαρμένων τὰς διανοίας εἰς κωμῳδίαν ἐτράπη καὶ γέλωτα τὰ τῆς φιλοσοφίας ἀπόρρητα.
τ 101 Ταπεινός. καὶ Ταπεινῶ· αἰτιατικῇ.
τ 102 Τάπητες: ἐπιβόλαια, ἢ στρώματα. οὕτως Ἀριστοφάνης.
τ 103 Τἀπὶ κοσκίνῳ: λεγόμενόν τι. οἷον τἀληθῆ πάντα.
τ 104 Τἀποτίμια: τοὺς μισθούς. Σοφοκλῆς· δεῖξον ἀνθρώποισι, τἀποτίμια τῆς δυσσεβείας οἷα δωροῦνται θεοί.
τ 105 Τἀπίχειρα: τὸν μισθόν, τὰς ἀμοιβάς. ἀμείνονα ἔχων τἀπίχειρα τῆς ἥττης. ἐν Μυθικοῖς.
τ 106 Τὰ πλείστου ἄξια τῷ Πομπηΐῳ ὑπηρετοῦντα Μηνᾶν τὸν πειρατήν.
τ 107 Τὰ πολλά: ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πολύ, ὡς ἐπὶ τὸ πλεῖστον.
τ 108 Τὰ πρῶτα Ἄρης εἰς τοὺς παῖδας ἐπῃνεῖτο: ἐπὶ τῶν ἐν ἀρχῇ κοσμίων, μετὰ δὲ ταῦτα ἀσελγαινόντων.
τ 109 Τὰ πρῶτ’ ἀρίστους παῖδας Αἴγιν’ ἐκτρέφει: παροιμία. ἐν ἀκμῇ γάρ, φασί, μεταβάλλουσιν ἐπὶ τὸ χεῖρον οἱ Αἰγινῆται ἀπὸ Ἀχιλλέως, Πατρόκλου, Αἴαντος, Νεοπτολέμου.
τ 110 Ταρρακῶν: πόλις. καὶ κλίνεται Ταρρακῶνος.
τ 111 Ταραντενίδιον: λεπτὸν καὶ διαφανὲς ἱμάτιον, οὐ πάντως πορφυροῦν, ὥς τινες ὑπέλαβον. οὕτως Νικόστρατος. ἡ δὲ τὸ διά‐ δημα, ὅπερ οὖν ἐπὶ τῆς κεφαλῆς εἶχε σύμβολον δὴ καὶ μαρτύριον ἀρχῆς, περισπάσασα, εἶτα μέντοι τῷ τραχήλῳ περιβαλοῦσα (τὸ δὲ ἦν ταραντενίδιον λεπτόν τε καὶ ἀσθενές), ἐπεὶ μόνον ἐτάθη, κᾆτα ἀπορρήγνυται. ἡ δὲ περιαλγεῖ.
τ 112 Ταραντῖνος: ὄνομα κύριον.
τ 113 Ταραντῖνοι: τάξις τις ἱππέων οὕτως καλουμένη.
τ 114 Ταραξίας· ὁ δὲ ὡς ταραχώδης καὶ ταραξίας ἐπέσκηψε τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ λαίλαπος δίκην ἢ θυέλλης.
τ 115 Ταραξικάρδιον: τὸ δάκνον τὴν καρδίαν. τοῦτο τοὖπος δεινὸν ἤδη καὶ ταραξικάρδιον. αὐξήσει κέχρηται, εἰπὼν ταραξικάρδιον. ἔστι γάρ τι δεινόν, ὃ μὴ οὕτως ἐστὶ δεινόν, ὡς δάκνειν καὶ ταράττειν καρδίαν. ὅπερ δὲ τῇ καρδίᾳ ταραχὴν ἐμποιήσειεν ἄν, τοῦτο ἀναμφι‐ λόγως δεινότατον νομίζοιτο.
τ 116 Ταράσσω· αἰτιατικῇ.
τ 117 Ταρβεῖ: φοβεῖται. καὶ παρὰ Σοφοκλεῖ ταρβεῖν, ἀντὶ τοῦ τιμᾶν. ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα πολλή ’στ’ ἀνάγκη τἀπὸ σοῦ. καὶ μὴν ἔνεστι τοῖς εὖ σκοπουμένοις ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτέ.
τ 118 Τάρβη καὶ Τάρβος: εὐλάβεια, φόβος. ᾧ μή ’στι δρῶντι τάρβος, οὐδ’ ἔπος φοβεῖ. τουτέστιν ὁ μὴ τὸ ἔργου δεδοικὼς οὐδὲ τὸν λόγον.
τ 119 Τάριχα. ὄψα πολυτελῆ. καὶ ταρίχη συχνά. καὶ παροιμία· ἂν μὴ παρῇ κρέα, ταρίχῃ στερκτέον. παρεγγυᾷ, ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι.
τ 120 Ταριχαῖοι: ὄνομα ἔθνους.
τ 121 Ταριχεύει: τήκει, ξηραίνει.
τ 122 Ταριχεύειν, ταριχεύσειν: ὥσπερ οἱ τὰ ᾠὰ τέμνοντες καὶ μέλλοντες ταριχεύειν. σημαίνει δὲ καὶ τὸ ξηραίνειν. καὶ οἷον εἰς γάρον ἐξιχωρίζεσθαι, γάριχός τις ὤν. λέγεται καὶ Ταριχηρά. Ἀρριανός· ὁ δὲ ἔδωκε σῖτόν τε καὶ οἶνον καὶ κρέα ταριχηρὰ κατὰ σκηνήν.
τ 123 Ταριχεία.
τ 124 Τάριχος: τὸ τάριχος οὐδετέρως. Ἀριστοφάνης Βατράχοις· τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω. ἔστι δὲ κρέας ἁλσὶ πεπασμένον. παρὰ τὸ εἰς γάρον ἐξιχωρίζεσθαι.
τ 125 Ταρκύνιος Σούπερβος· οὗτος τῆς ἀρχῆς ἐπιλαβόμενος τῶν Ῥωμαίων μετεκαίνισεν ἐπὶ τὸ αὐθαδέστερον καὶ βαρυτέραν τὴν πολι‐ τείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν εἰς τὴν ἡγεμονίαν δραμάτων, τούς τε νόμους μεταθεὶς καὶ ἄρχοντας παρὰ τὸ σύνηθες προβαλλόμενος καὶ δι’ αὐτῶν τὸν δῆμον αἰκιζόμενος· φιλοπόλεμός τε, εἰ καί τις ἄλλος, γεγονὼς ὑπερόπτης τε καὶ ἀλαζών. ὅθεν καὶ τὴν ἐπωνυμίαν ταύτην ἀπηνέγκατο· σουπέρβους γὰρ τοὺς ὑπερηφάνους ὠνόμαζον Ῥωμαῖοι.
τ 126 Ταρκυΐνιος.
τ 127 Τάρπεια: ὄνομα.
τ 128 Τάρπημεν: ἐκορέσθημεν.
τ 129 Ταρσός: ὁ τάλαρος· τὸ καλάθιον παρ’ ἡμῖν.
τ 130 Ταρσός: ἐκ μέρους· ἢ τὸ πλάτος τοῦ ποδός, ἢ τὸ ἄκρον τῆς χειρός. καὶ πλέγμα. Θουκυδίδης· οἱ δὲ Πελοποννήσιοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες ἐσέβαλλον ἐς τὸ διῃρημένον τοῦ τείχους.
τ 131 Ταρσός: πόλις Κιλικίας, ἣν ἔκτισεν ἐν μιᾷ ἡμέρᾳ Σαρδανάπαλος, βασιλεὺς Ἀσσυρίων.
τ 132 Ταρσός: κυρίως τῶν ὀρνίθων ἡ πτέρωσις· ἀφ’ οὗ καὶ τῶν κωπῶν ὅμοιος ὁ σχηματισμός. οὕτως Ἡρόδοτος.
τ 133 Ταρσοί: τὰ ἀγγεῖα τῶν τυρῶν· καὶ τὰ ἔξω τῶν κωπῶν. καὶ ταρσοῖς, πτεροῖς ἄκροις. ὁ δὲ τὴν παράταξιν αὐτῶν διέλυσεν, ἃς μὲν τιτρώσκων, ὧν δὲ τοὺς ταρσοὺς παρασύρων.
τ 134 Ταρσοὶ καλάμων. οἱ δὲ Λαζοὶ βόθρους ὀρύξαντες καὶ δόρατα τοῖς βόθροις ἐγκαταπήξαντες ταρσοῖς καλάμων καὶ ὕλῃ μὴ βεβαίαν ἐχούσῃ βάσιν, ἀλλὰ πρὸς τὸ ἐπιφερόμενον ἄχθος ὀλισθαινούσῃ, τὰ στόματα τῶν ὀρυγμάτων ἐκάλυψαν· καὶ χοῦν ἐπιβαλόντες τά τε παρ’ ἑκάτερα χωρία γεωργήσαντες καὶ πυροὺς σπείραντες ἐτροπώσαντο τοὺς Ῥωμαίους. Ταρσοὶ καλάμων παρ’ Ἡροδότῳ ἡ πρασιά, οὗ ἐξήραινον τὴν πλίνθον.
τ 135 Τάρταρος: ὁ κατώτερος τοῦ ᾅδου τόπος. καὶ Τάρταρον, τὸν περὶ τὰ νέφη τόπον οὕτω λέγουσι. Περὶ ψυχῆς. καὶ Ταρτάρειος βόθρος.
τ 136 Ταρτησία μύραινα: ὡς ἐκεῖ γινομένων μεγίστων.
τ 137 Ταρτησσός: Ἰβηρικὴ πόλις πρὸς τῷ ὠκεανῷ, ἐκτετοπισμένη παρὰ τὴν Ἄορνον λίμνην. τῆς δὲ Ταρτησσοῦ Ἀγαθώνιος ἐβασί‐ λευσεν. Ἀριστοφάνης Ταρτησίαν μύραιναν λέγει. καὶ οὐδετέρως Ταρτήσιον.
τ 138 Ταρροί: τάλαροι καὶ ταρσοί. καὶ τὰ πλατύσματα τῶν κωπῶν. αὐτὸ τὸ πτέρωμα. καὶ Θουκυδίδης οὕτως.
τ 139 Ταρροί: Ἀττικῶς τὰ ἐκ σχοίνων πλέγματα. τοὺς γοῦν καλά‐ μους τοὺς γεωργικοὺς ταλάρους καλοῦσι. τὴν δὲ κρεμάθραν Ἀριστο‐ φάνης οὕτως ἐκάλεσεν. ἔπειτ’ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς; ἐφ’ ἧς ὁ Σωκράτης ἐκρέματο. ἢ ταρρός, μετέωρόν τι ἰκρίον, ἐφ’ οὗ αἱ ἀλεκτορίδες κοιμῶνται. τοιαύτην δή τινα ὑποληπτέον τὴν κρεμάθραν ἐσκευάσθαι.
τ 140 Ταρφειαί: πυκναί.
τ 141 Ταρχύσωσι: θάψωσι.
τ 142 Τὰ Σαμίων ὑποπτεύεις: παροιμία αὕτη λέγεται ἐπὶ τῶν δε‐ διότων τινὰς ἀνηκέστους κακῶν προδοσίας. παρῆλθε δὲ ἀπὸ τῶν γενομένων ὑπὸ Ἀθηναίων εἰς Σαμίους αἰκισμῶν· ἑλόντες γὰρ αὐτοὺς οἱ Ἀθηναῖοι τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἔστιξαν τῇ καλουμένῃ σάμῃ, ἥ ἐστιν εἶδος πάθους Σαμιακοῦ· ἀνθ’ ὧν καὶ οἱ Σάμιοι τοὺς ἁλόντας μετὰ ταῦτα Ἀθηναίων ἔστιξαν.
τ 143 Τὰς ἐν ᾅδου τριακάδας: ἐπὶ τῶν περιέργων καὶ τὰ ἀπο‐ κεκρυμμένα γινώσκειν ζητούντων.
τ 144 Τάσις: ἔκτασις· καὶ δρόμος.
τ 145 Τὰς ὁδοὺς οἶδεν, ἅσπερ Εὐκράτης ἔφευγε τῶν κυ‐ ρηβίων εὐθύ: ἔνθα δὴ κάχρυς ἀλήθονται· κυρήβια γὰρ αἱ ἀλη‐ λεσμέναι κριθαί. διαβάλλει δὲ τὸν Εὐκράτη ὡς τοιαύτην τέχνην ἔχοντα· ὃς καὶ Στύππαξ ἐκαλεῖτο. Ἀριστοφάνης· εὐλαβοῦ δὲ μὴ δια‐ φύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς, ἅσπερ Εὐκράτης ἔφυγεν εὐθὺ τῶν κυρηβίων. εἴρηται ἐπὶ τῶν φευγόντων.
τ 146 Τὰς ὀφρῦς ἀνεσπακώς, ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται: ἀντὶ τοῦ ἐσκυθρωπακώς.
τ 147 Τὰ Ταντάλου τάλαντα ταλαντίζεται: διεβεβόητο ὁ Τάν‐ ταλος ἐπὶ πλούτῳ, ὡς καὶ εἰς παροιμίαν διαδοθῆναι. οὗτος γὰρ πλούσιος Φρὺξ ἐπὶ ταλάντοις διεβεβόητο, Πλουτοῦς καὶ Διὸς λεγόμενος. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Ἀνακρέων ἐν τρίτῳ. γέγονε δὲ παρὰ τὸ ὄνομα τάλαντα, ὡς καὶ παρὰ τῷ κωμικῷ εἴρηται· Ταντάλου τά‐ λαντα τανταλίζεται. αὕτη οὖν ἡ παροιμία παρὰ τὴν ὁμοιό‐ τητα τῶν ὀνομάτων εἴρηται· ἐπείπερ παίζοντες πολλὰ τοιαῦτα καὶ ἄλλα πεποιήκασιν, οἷον ἀγαθῶν ἀγαθίδες, καὶ σοφώτερος σοφοῦ παρ’ Ἐπιχάρμῳ.
τ 148 Τατιανός· οὗτος ἐπὶ τοῦ Παραβάτου Ἰουλιανοῦ ἐμαρτύρησε. καὶ ζήτει ἐν τῷ Ἀμάχιος.
τ 149 Τατίκιος: ὄνομα κύριον.
τ 150 Τάτιος: ὄνομα κύριον. ἡ δὲ τὸν πατέρα φυλάξασα ἀποδη‐ μοῦντα ὑπισχνεῖται Τατίῳ προδώσειν τὸ φρούριον.
τ 151 Τάττουσα: ἐν τάξει τιθεῖσα. Δαμάσκιος· ἡ δὲ ὅσα πάθη τῆς ψυχῆς τάττουσα ταῦτα καὶ διακοσμοῦσα. περὶ κοσμιότητος καὶ σωφρο‐ σύνης ὁ λόγος.
τ 152 Τὰ τῷ αὐτῷ τὰ αὐτά, καὶ ἀλλήλοις εἶναι δεῖ τὰ αὐτά: γεωμετρικός ἐστιν ὅρος τοῦτο ἀξιῶν, ἐπειδὴ σὲ μὲν ὁ τρόπος ἐποίησε φίλον, τὸν δὲ ὁ δεῖνα καὶ ἡ φύσις, ἄμφω δὲ ἑνὸς ἐστὲ φίλοι· δεῖ δὴ καὶ ἀλλήλων ὑμᾶς ἐξηρτῆσθαι, καθάπερ ἐμοῦ τοῦ μέσου. καθάπτω τοιγαρ‐ οῦν ὑμᾶς ἀλλήλοις.
τ 153 Τὰ τῶν φόρων κρείττω: παροιμία ἐστὶ λεγομένη κατὰ τῶν πλείω φερομένων ὧν ἠδίκησαν.
τ 154 Τὰ τρία τῶν εἰς θάνατον: ὅτι τοῖς εἰς θάνατον κατακριθεῖσι τρία παρετίθουν, ξίφος, βρόχον, κώνειον. τὰ τρία τὰ εἰς τὸν θά‐ νατον· οἱ δὲ τὰ τρία τὰ παρὰ τῇ αὐλῇ. τοῖς ἐπὶ θάνατον ἀγομένοις μετῆν παρρησίας, ὥστε τροφῆς καὶ οἴνου πληρωθεῖσι τρία λέγειν, ἃ βούλονται· μεθ’ ὃ ἐφιμοῦντο. τὸ δὲ νῦν ἀρχεῖον καλούμενον αὐλὴ ἐλέγετο, καὶ οἱ ὑπηρετικοὶ αὐλικοί. ἄλλως· τὰ τρία τὰ εἰς τὸν θάνα‐ τον· μέμνηται Ἄλεξις ἐν Αἰπόλοις. ὅτι ὁ μαντευόμενος ἐν Δελφοῖς σεσημασμένους ἐλάμβανε τοὺς χρησμούς, καὶ προείρητο αὐτῷ, εἰ λύσει, ζημία μία τῶν τριῶν· ἢ γὰρ τῶν ὀφθαλμῶν αὐτὸν ἔδει στερηθῆναι ἢ τῆς χειρὸς ἢ τῆς γλώττης.
τ 155 Ταυρέας: ὄνομα κύριον.
τ 156 Ταυρείη φωνή: τοῦ ταύρου. καὶ Ταύρειον αἷμα.
τ 157 Ταυρηδόν: ὡς ταῦρος. Ἀριστοφάνης περὶ Αἰσχύλου· ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω. τοιοῦτος γὰρ τῷ σχήματι ὀργιζόμενος ὁ Αἰσχύλος.
τ 158 Ταυρίδιον: ὁ μικρὸς ταῦρος. καὶ Ταύριος Ποσειδῶν. ὅτι ἵπποι σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν.
τ 159 Ταυρική: τόπος.
τ 160 Ταυρίωνος.
τ 161 Ταυροβόλος: ἡ Ἀθηνᾶ.
τ 162 Ταυροκέρκουροι: ποτάμια πλοῖα.
τ 163 Ταυρομένειον: πολίχνιον. καὶ Ταυρομενείτης.
τ 164 Ταυροπόλα: ἡ Ἄρτεμις ἡ ἐν Ταύροις τῆς Σκυθίας τιμωμένη. ἢ ἀπὸ μέρους, τῶν ποιμνίων ἐπιστάτις. ἢ ὅτι ἡ αὐτὴ τῇ σελήνῃ ἐστὶ καὶ ἐποχεῖται ταύροις· ἣν καὶ Ταυρωπὸν ὀνομάζουσιν. ἦ ῥά σε Ταυ‐ ροπόλος ὥρμησεν ἐπὶ βοῦς ἀγελαίας. τοὺς πολλοὺς γὰρ τῶν μαινο‐ μένων ἐκ σελήνης νοσεῖν ὑποτίθενται, διὰ τὸ τῶν νυκτερινῶν δεσπόζειν φαντασμάτων.
τ 165 Ταυροπόλον: τὴν Ἄρτεμιν· ὅτι ὡς ταῦρος περίεισι πάντα, ὡς Ἀπολλόδωρος· Ἴστρος δ’ ἐν γʹ Ἀτάκτων, ὅτι τὸν ὑπὸ Ποσειδῶνος ἐπι‐ πεμφθέντα Ἱππολύτῳ ταῦρον ἐξοίστρησεν ἐπὶ πᾶσαν γῆν. οἱ δ’ ὅτι ἔβαλε, διὸ καὶ ταυροβόλον. καὶ Ἀθηνᾶ δὲ Ταυροβόλος ἐν Ἄνδρῳ· ὁ γὰρ Ἄνιος δοὺς ταῦρον τοῖς Ἀτρείδαις ἐκέλευσεν, ὅπου ἂν ἐκ τῆς νεὼς ἅλληται, ἱδρύσασθαι Ἀθηνᾶν· καὶ οὕτως εὐπλοήσειν. ὁ δὲ ἐν Ἄνδρῳ ἐξήλατο.
τ 166 Ταῦρος, Βηρύτιος, φιλόσοφος Πλατωνικός, γεγονὼς ἐπὶ Ἀντω‐ νίνου τοῦ Εὐσεβοῦς. ἔγραψε Περὶ τῆς τῶν δογμάτων διαφορᾶς Πλά‐ τωνος καὶ Ἀριστοτέλους, Περὶ σωμάτων καὶ ἀσωμάτων· καὶ ἄλλα πλεῖστα.
τ 167 Ταῦρος: τὸ αἰδοῖον τοῦ ἀνδρός. καὶ ἀταυρώτη, ἡ ἄμικτος, ἁγνή. οἴκαδ’ ἀταυρώτη διάξω τὸν βίον.
τ 168 Ταῦρος: ὄνομα ὄρους. ταύρῳ γάρ ἐστι συμφυῶς εἰκασμένος σκιρτῶντι καὶ ῥιπτοῦντι τοὺς ὀπισθίους πόδας πρὸς ὕψος· εἶτα δὴ τὸν αὐχένα κυρτῶς ὑπεξαιροῦντι.
τ 169 Ταυροφάγον: τὸν Διόνυσον. Σοφοκλῆς ἐν Τυροῖ. ἀντὶ τοῦ ὅτι τοῖς τὸν διθύραμβον νικήσασι βοῦς ἐδίδοτο. ἢ τὸν ὠμηστήν. ἀφ’ οὗ καὶ ἐπὶ τὸν Κρατῖνον μετήνεγκε τοὔνομα Ἀριστοφάνης. ὅστις ἢ γενναίων ὄργια Μουσῶν μήτ’ εἶδεν μήτ’ ἐχόρευσε, μήτε Κρατίνου τοῦ ταυροφάγου γλώττης βακχεῖ’ ἐτελέσθη. τοὺς περὶ Ἀρίσταρχον οἰομέ‐ νους ὅτι ταῦρος ἦν αὐτοῖς ἔπαθλον· ψευδῶς. εἴρηται δὲ παρὰ τὸ Σοφοκλέους ἐκ Τυροῦς· Διονύσου τοῦ ταυροφάγου. καὶ ὅτι φίλοινος ἦν· καὶ διὰ τοῦτο ἐπίθετον τοῦ Διονύσου αὐτῷ περιτιθέασιν. οἱ δὲ ἔτι περιεργότερον τὸν λόγον ἀποδιδόασι μητέρα Κρατίνου, ἥτις Βακ‐ χεῖα ἐτελέσθη, ἅ εἰσι τοῦ μοσχοφάγου Διονύσου. ἢ τολμηρά, ἀπὸ τῶν Βακχῶν.
τ 170 Ταυρωπόν: τὴν Ἄρτεμιν λέγουσι.
τ 171 Ταυταγί· παρ’ Ἀριστοφάνει ἐν Ὄρνισιν· ἔσται ταυταγί.
τ 172 Ταῦτα ληρεῖς, ὥσπερ ἀπὸ τύμβου πεσών. νὴ τὸν Δί’, αὐτὴ ποῦ ’στι τοίγ’ ἡ Δαρδανίς.
τ 173 Ταῦτα πράσσων, φάσκ’ ἀνὴρ οὐδὲν ποιῶν· Κρατῖνος Ὥραις. ἡ γὰρ παροιμία ἐπὶ τῶν μηδὲν ποιούντων.
τ 174 Ταῦτα πρὸς ἀνδρός ἐστι νοῦν ἔχοντος καὶ φρένας καὶ πολλὰ περιπεπλευκότος, μετακυλινδεῖν αὐτὸν ἀεὶ πρὸς τὸν εὖ πράτ‐ τοντα τοῖχον μᾶλλον ἢ γεγραμμένην εἰκόν’ ἑστάναι, λαβόνθ’ ἓν σχῆμα: ἀντὶ τοῦ μηδὲν ἀνύοντα. διότι ἀκίνητον τὸ ἐπιγεγραμμένον τῇ εἰκόνι. περιπεπλευκότος δὲ ἀντὶ τοῦ εἰς πάντα τετριμμένου. ὅμοιον τῷ ἐν Ἀλκμήνῃ Εὐριπίδου· οὐ γάρ ποτ’ εἴων Σθένελον εἰς τὸν εὐτυχῆ χω‐ ροῦντα τοῖχον, τῆς δίκης ἀποστερεῖν.
τ 175 Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια: ἐπὶ τῶν τὰ τελευταῖα ποιούντων. Πολυκράτης γὰρ ὁ Σάμου τύραννος Ῥήνιαν ἑλὼν καὶ ἀναθεὶς αὐτὴν τῷ Ἀπόλλωνι καὶ ἐν Δήλῳ θεὶς ἀγῶνα κάλλιστον ἠρώτα πέμψας εἰς Δελφούς, πῶς δεῖ καλεῖν τὸν ἀγῶνα, Δήλια ἢ Πύθια. ὁ δὲ χρησμὸς εἶπε· ταῦτά σοι καὶ Πύθια καὶ Δήλια· σημαίνων, ὅτι εὐθέως ἀποθανεῖται.
τ 176 Ταῦτά τοι καὶ θαρρῶν αὐτὸς κατά τι ἔθος ἀρχαῖον ἐκέλευσε δι’ ἡμέρας τὴν ἱερουργίαν τὴν τεταγμένην δρᾶσαι τῷ θεῷ: ἀντὶ τοῦ ἕνεκεν τούτου. καὶ αὖθις· ταῦτά τοι καὶ τεθνεῶτα ἔθαψεν αὐτὸν ὁ βασιλεὺς ταφῇ θαυμαστῇ. ἀντὶ τοῦ διὰ τοῦτο.
τ 177 Ταύτῃ: τούτου ἕνεκεν, ἢ οὕτως. ταύτῃ τοι οὐ πολὺ ὕστερον παρελύθη τῆς ἀρχῆς. καὶ αὖθις· ταύτῃ τοι καὶ οὔ τι εὐλαβούμενος εἴποιμι. καὶ αὖθις· καὶ ἐδόκει ταύτῃ γε τοῦ ἀδελφοῦ διαφέρειν. καὶ αὖθις· ὁ δὲ Βροῦτος ταύτῃ οὐδὲ ἐπείρασε διαβῆναι, ἑτέραν δέ τινα μακροτέραν περιελθόντες.
τ 178 Ταυτηΐ: ταύτῃ.
τ 179 Ταυτηνί: ταύτην.
τ 180 Ταυτί: ταῦτα.
τ 181 Ταυτίζω: ἰδιοποιοῦμαι.
τ 182 Ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς: Ἀριστοφάνης. ἐπὶ τῶν δοκούντων ἐκφοβεῖν.
τ 183 Ταυτὶ μὲν εἰκάσμεσθα κατὰ τὸν Αἰσχύλον, τὰ δ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς: ὁ γὰρ Αἰσχύλος Λι‐ βυστικὴν αὐτὴν καλεῖ παροιμίαν. ὁ δέ ἐστι μύθων τῶν Λιβυστικῶν λόγος, πληγέντα ἀτράκτῳ τοξικῷ τὸν αἰετὸν εἰπεῖν ἰδόντα μηχανὴν πτερώματος· τάδ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκό‐ μεθα. καὶ ἡμεῖς οὖν, φησίν, οὐχ ὑπ’ ἄλλων πάσχομεν ταῦτα, ἀλλὰ τῇ αὑτῶν γνώμῃ. τοῖς αὑτῶν πτεροῖς, ἀντὶ τοῦ ἑαυτοῖς ταῦτα πε‐ ποιήκαμεν.
τ 184 Ταυτοέπεια. καὶ Ταυτοεπεῖν, ταυτολογεῖν.
τ 185 Ταὐτόν: τοῦτο τριχῶς διαιρεῖ Ἀριστοτέλης ἐν τοῖς Τοπικοῖς. πρὸς δὲ τούτοις τοῖς τρισὶ καὶ τέταρτόν τινα προστίθεται, κατ’ ἀνα‐ λογίαν, πορρώτερον ὄντα τῶν τριῶν. οἱ δὲ τρεῖς εἰσιν οὗτοι· ταὐτὸν γὰρ τὸ μὲν κατ’ ἀριθμὸν λέγεται, τὸ δὲ κατ’ εἶδος, τὸ δὲ τῷ γένει. ἀριθμῷ ταὐτά ἐστιν ἀλλήλοις ὧν ὀνόματα πλείω, τὸ δὲ πρᾶγμα τὸ ὑπ’ αὐτῶν σημαινόμενον ἕν, οἷά ἐστι τὰ πολυώνυμα· ἀριθμῷ γὰρ ἓν τὸ λώπιον καὶ ἱμάτιον, ὅτι τοῦ αὐτοῦ καὶ ἑνὸς κατ’ ἀριθμόν ἐστι δηλωτικά. κἂν λόγος δὲ κἂν ὄνομα ταυτὸν σημαίνῃ, ἓν κατ’ ἀριθμὸν καὶ τοῦτο· κἂν λόγοι πλείους σημαίνωσι ταὐτό, καὶ ταῦτα ἀριθμῷ ταυτά· τῷ γὰρ ἀριθμῷ τοῖς αὐτοῖς εἶναί ἐστιν, οὐ τοῖς ὀνόμασι ση‐ μαντικοῖς. συνελόντι φάναι, κατ’ ἀριθμόν, ὡς τὰ πολυώνυμα, λῶπος, ἱμάτιον. κατ’ εἶδος, ὡς Σωκράτης καὶ Πλάτων. κατὰ γένος, οἷον ἄν‐ θρωπος, ἵππος· ζῷα γὰρ ἄμφω. κατ’ ἀναλογίαν, ὡς καρδία καὶ πηγὴ καὶ μονάς· ὡς γὰρ ἔχει ἡ πηγὴ πρὸς ποτόν, οὕτω καὶ μονὰς ἐν ἀριθμῷ, καρδία ἐν ζῴῳ. ὄψις ἐν ὀφθαλμοῖς· νοῦς ἐν ψυχῇ. νηνεμία καὶ γαλήνη ἡ αὐτή· ὃ γὰρ γαλήνη ἐν θαλάσσῃ, τοῦτο νηνεμία ἐν ἀέρι· ἡσυχία γὰρ ἄμφω.
τ 186 Ταυτὸν πέπονθα τῷ τῆς παροιμίας, τὸ σὸν ὄναρ σοι διηγούμενος· ὅτι μὲν οὐχ ἑκόντες (ὀκνῶ γὰρ εἰπεῖν ὡς ἄκοντες), τὸν καλόν τε καὶ ἀγαθὸν πρὸς ὀλίγον ἡμῶν ἐπετρέψαμεν χωρισθῆναι, τεκμαίρῃ δήπουθεν. ἴσως δ’ ἄν μοι καὶ σοὶ γένοιτο καὶ αὐτῷ δὲ πρὸς παραμυθίαν μικρόν, εἰ σοὶ μὲν ἐκεῖνος, ἡμεῖς δὲ δι’ ἐκείνου σοῦ τύχω‐ μεν. ἔστι δέ μοι τούτων οὐδὲν ὑπὲρ αὐτοῦ πλέον πρός σε καθήκει λέγειν, οἶσθα δήπουθεν. εἰ γὰρ ἐγώ σοι νῦν αὐτὸν γνωρίζω, πέπονθα τὸ τῆς παροιμίας, τὸ σὸν ὄναρ σοι διηγούμενος.
τ 187 Ταὐτὸν ἐποίησε τοῖς θηρῶσι τὰς ἐγχέλυς· οἳ τῷ θρίῳ τῆς κράδης προσχρώμενοι καὶ τὸν βόρβορον ἀναταράξαντες τῆς θήρας τυγχάνουσι. κἀκεῖνος συγχεῖ τὰ δημοσία καὶ ἀναφυρᾷ, βουλόμενος τούς τε ἀδελφοὺς καὶ τοὺς προεστηκότας εἰς ταὐτὸ συμβαλεῖν.
τ 188 Ταυτότης: ἡ ὁμοιότης. Πισίδης· τῇ ταυτότητι συγχυθεὶς τῶν δακρύων. καὶ τὴν χαρὰν γὰρ πολλάκις χαρὰ τρέφει· καὶ δάκρυσίν τις ἐξεγείρει δάκρυα.
τ 189 Ταυτότητος: ἀπαραλλάκτου φύσεως.
τ 190 Ταφήϊον: ἐντάφιον.
τ 191 Τάφιος: ἐθνικόν. ὁ λῃστής.
τ 192 Τάφος: καὶ τὸ παρὰ τοῖς θύταις σημεῖον. καὶ τὸ περί‐ δειπνον. Ὅμηρος· τάφον Ἕκτορος ἱπποδάμοιο. οὐ τὸν τύμβον.
τ 193 Ταφόσιρις: ὄνομα κύριον.
τ 194 Ταφρεῦσαι: διορύξαι, περισκάψαι.
τ 195 Τάφρος: τὸ περὶ τὸ τεῖχος ὄρυγμα. καὶ Τάφρη θηλυκὸν παρ’ Ἡροδότῳ. ὀρύξαντες τάφρην εὐρέην ἐπέτειναν ξύλα ἀσθενέα ἐπ’ αὐτῆς.
τ 196 Τάχα: ἴσως, ἢ ταχέως, ἢ τυχόν.
τ 197 Ταχεῖα.
τ 198 Ταχινός: ὁ ταχύς.
τ 199 Τάχιον: ταχύ.
τ 200 Ταχύ: ἀντὶ τοῦ ταχέως ἔστι παρὰ πολλοῖς τῶν παλαιῶν. παρ’ Ὁμήρῳ δὲ Τάχιστα, ἀντὶ τοῦ ταχέως. καί, λῦσαν δ’ ἀγορὴν αἰψηρήν. ἀντὶ τοῦ αἰψηρῶς, ταχέως.
τ 201 Ταχυβάμονας ὅρκους: Ἀρίσταρχος κατ’ ἀντίφρασιν ἀκούει, ἀντὶ τοῦ βραδεῖς. βέλτιον δὲ τοὺς ἐν ἑτέρῳ τινὶ γενομένους νοεῖν· ἀβλαβεῖς γὰρ οἱ ἐπιορκήσαντες. ὅθεν καὶ παροιμία· Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος.
τ 202 Ταχυβούλοις: ἀντὶ τοῦ ταχέως μεταβαλλομένοις, προπετέσιν, ἀπερισκέπτοις. κωμῳδοῦνται δὲ οἱ Ἀθηναῖοι ὡς τοιοῦτοι, καὶ ὅτι ταχέως μετανοοῦσιν ἐν οἷς βουλεύονται.
τ 203 Ταχυναυτεῖ: ταχέως πλεῖ. αὗται ἱεραὶ τριήρεις δημόσιαι, ἐπὶ τὰς τῆς πόλεως χρείας πεμπόμεναι καὶ ταχυναυτοῦσαι.
τ 204 Ταχὺς δ’, ὅταν εἰς ἄπορον ἐμπέσῃς, ἐπ’ ἄλλο πήδα νόημα φρενός. οὗ πόρον οὐκ ἔστιν εὑρεῖν ἄπορον λέγει. σκώπτειν διὰ τούτων βούλεται τὸν Σωκράτην, ὡς χλευαζόμενον ἐν ταῖς συζητήσεσι καὶ μεθιστάμενον ὑπὸ στενοχωρίας. διδάσκει δὲ αὐτόν, ὅτι, ἐὰν ἀπο‐ ρήσῃς εἴς τι, ταχέως ἐπ’ ἄλλο πήδα νόημα. ὁ δὲ ὑποτιθέμενος ἄλλῳ δηλονότι, αὐτὸς ἐν πείρᾳ γενόμενος τῶν ὅσα λέγεται, ὑποτίθεται.
τ 205 Ταινάριον κακόν: τὸ μέγα καὶ παρανομούμενον εἰς ἱκέτας· οἱ γὰρ Λακεδαιμόνιοι καταφυγόντας τοὺς Εἵλωτας εἰς Ταίναρον ἀπέκτει‐ ναν. καὶ Ταιναρίτης, ὁ πολίτης.
τ 206 Ταίναρον: ἀκρωτήριον τῆς Λακωνικῆς, ἐν ᾧ στόμιον ἦν κατ‐ άγον εἰς ᾅδου. ἔνθα καὶ Ποσειδῶνος ἱερὸν Ἀσφαλείου. ἐκεῖσε δὲ τοὺς Εἵλωτας ἱκέτας καθεσθέντας ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος οὐδὲν δεί‐ σαντες ἀνεῖλον οἱ Λακεδαιμόνιοι· καὶ διὰ τοῦτο ἐδόκουν ἐναγεῖς εἶναι. καὶ Ἀριστοφάνης· αὐτοῖς ὁ Ποσειδῶν, οὑπὶ Ταινάρῳ θεός, σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας.
τ 207 Ταινίαι: ἐπὶ μὲν ἀνθρώπων τὰ πεζίτια, στέμματα, στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων τὰ κυμάτια. καὶ Ταινίδιον, τὸ στέμμα. Αἰλιανός· ὁ δὲ ἐκρυέντος τοῦ αἵματος περιτραπεὶς ἐντάφιον ἑαυτῷ τρόπον τινὰ τὸ δυστυχὲς ταινίδιον ἐπήγετο. περὶ Μαξίμου λέγει τοῦ Ῥωμαίων στρατηγοῦ, τοῦ ἀποσπάσαντος ἀπὸ τῆς κεφαλῆς Ἀννίβου τὸ στέμμα.
τ 208 Ταινίαι: λίνα εἰς λεπτὰ διακεκομμένα. Αἰλιανός· τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήσει ταινίαις. ἢ διάδημα ἱματίου.
τ 209 Ταινία· ὁ δὲ Μίλων ὁ παγκρατιαστὴς περιεδεῖτο τῷ μετώπῳ χορδὴν καθάπερ ταινίαν ἢ στέφανον· κατέχων δὲ ἐντὸς χειλέων τὸ ἆσθμα καὶ ἐμπιπλὰς αἵματος τὰς ἐν τῇ κεφαλῇ φλέβας διερρήγνυεν ὑπὸ ἰσχύος τῶν φλεβῶν τὴν χορδὴν καθάπερ πάπυρον. καὶ τῆς δεξιᾶς χειρὸς τὸ μὲν ἐς τὸν ἀγκῶνα ἐκ τοῦ ὤμου παρ’ αὐτὴν καθίει τὴν πλευράν, τὸ δὲ ἀπὸ τοῦ ἀγκῶνος ἔτεινεν ἐς εὐθὺ τῶν δακτύλων, τὸν μὲν ἀντίχειρα ἀντιστρέφων ἐς τὸ ἄνω, τῶν λοιπῶν δὲ ἀλλήλοις ἐπι‐ κειμένων κατὰ στοῖχον. τὸν ἐλάχιστον οὖν τῶν δακτύλων κάτω γινό‐ μενον οὐκ ἀπεκίνησεν ἄν τις βιαζόμενος. ἀπέθανε δὲ οὗτος ἐπιτυχὼν ξύλῳ ξηρῷ, σφῆνας ἔχοντι διϊστῶντας αὐτό· ὁ δὲ ὑπὸ φρονήματος καθίησι τὰς χεῖρας ὡς διαρρήξων. ὀλισθαίνουσί τε δὴ οἱ σφῆνες, κἀκεῖνος ἐχόμενος ὑπὸ τοῦ ξύλου λύκων ἐγένετο εὕρημα.
τ 210 Ταινιοῦντος: στεφανοῦντος. προσιόντες δὲ αὐτῷ ἐταινίαζον οἱ στρατιῶται καὶ ἀνέδουν.
τ 211 Τεγέα: πόλις. καὶ Τεγεάτης, ὁ πολίτης.
τ 212 Τέγγε: βρέχε. οἴνῳ πνεύμονα τέγγε, φίλης δ’ ἀπέχου Κυθε‐ ρείης.
τ 213 Τέγγεσθαι: εἴκειν, ἐνδιδόναι. καὶ Τέγγει, βρέχει, μαλάττει. ἐν Ἐπιγράμμασι· νῆά σοι, ὦ πόντου βασιλεῦ καὶ κοίρανε γαίης, ἀντί‐ θεμαι μηκέτι τεγγομένην.
τ 214 Τέγξω: βρέξω.
τ 215 Τεγεσταῖοι: ὄνομα ἔθνους. καὶ θηλυκὸν Τεγέστη, ὄνομα πόλεως.
τ 216 Τέγος: στέγη· ἢ ὑπερῷον, δωμάτιον, οἰκία πρόσγειος.
τ 217 Τεγχάρων· δραχμῆς μὲν αὐλεῖ, τεγχάρων δὲ παύεται. ζήτει ἐν τῷ Ἀράβιος ἄγγελος.
τ 218 Τεήν: τὴν σήν. τεὴν διφῶσα καλιήν.
τ 219 Τεΐν: σοί, Δωρικῶς. ἐν Ἐπιγράμμασι· νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.
τ 220 Τεθέντων: ἀντὶ τοῦ ληφθέντων, ὁμολογηθέντων, συγχωρηθέν‐ των· φησὶ γὰρ Ἀριστοτέλης· συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν.
τ 221 Τεθεωρημένη: ζητητικὴ τῆς ἀληθοῦς γνώσεως. ὁ μὲν οὖν Ἀρκεσίλαος ὁ φιλόσοφος νωθρὸς ἦν τὴν φύσιν καὶ χασμώδης, ἐν δὲ τῇ τέχνῃ τεθεωρημένος, εἰπὼν τὴν γεωμετρίαν αὐτοῦ χάσκοντος εἰς τὸ στόμα ἐμπτῆναι.
τ 222 Τεθεικότες: ἀποβαλόντες. Ἰώσηπος· οἱ δὲ πρὸς τὸ ἔργον διῃρη‐ μένοι, τὰ πολλὰ τεθεικότες τῶν ὅπλων.
τ 223 Τεθηγμένον: ἠκονημένον.
τ 224 Τεθηλότα: θάλλοντα. ἐστεφανωμένοι κλῶνάς τε δάφνης τεθηλότας σείοντες.
τ 225 Τεθηλυμμένων καὶ ἐκτεθηλυμμένων.
τ 226 Τέθηπα: καταπέπληγμαι.
τ 227 Τεθηπότες: ἐπτοημένοι, δειλιάσαντες.
τ 228 Τέθμια: νόμος. καὶ Τέθμια, νόμιμα.
τ 229 Τεθνάναι.
τ 230 Τέθνασο: προστακτικόν.
τ 231 Τεθνειῶτος.
τ 232 Τεθνήσῃ: διὰ τοῦ ς οἱ Ἀττικοί. οἴμ’, ὡς τεθνήσῃ.
τ 233 Τεθνεῶτα.
τ 234 Τεθνία: γαστριμαργία πολλή.
τ 235 Τεθνεῶτα. καὶ Τεθνώντων, ἀποθανόντων. τεθνώντων δὲ πολλῶν καὶ σαλευόντων ὑπὲρ τοῦ ζῆν ἐπὶ λεπταῖς ταῖς ἐλπίσι.
τ 236 Τεθολωμένος: καὶ ἐπὶ χαρᾶς· Φερεκράτης Μυρμηκανθρώποις· γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον. καὶ ἐπὶ λύπης· ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθ’ ἡ καρδία.
τ 237 Τέθρια· ἄγονα καὶ ἄγρια φυτά.
τ 238 Τέθριππον: ἐκ τεσσάρων ἵππων ἅρμα.
τ 239 Τεθυκώς: εὐχαριστήσας.
τ 240 Τεθυμμένος: ὑπὸ πυρὸς ἐκκεκαυμένος, ἢ κεκακωμένος.
τ 241 Τεθυωμένοι: τεθυμιαμένοι, εὐώδεις.
τ 242 Τέκεα: τέκνα. καὶ Τεκόντες, οἱ γεννήτορες. τοῖς τεκοῦσι γὰρ οὐδ’ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν. τουτέστιν ὅταν τις ὑπὲρ γονέων πονῇ, μὴ ἡγείσθω πόνον εἶναι τὸν κάματον.
τ 243 Τεκμαιρόμενος: στοχαζόμενος. ψευδῆ τεκμαιρόμενος ἀληθέσι καὶ οὐ γενησόμενα εἰκάζων γενησομένοις.
τ 244 Τεκμήρασθαι· γενικῇ. Τεκμηριῶ δὲ αἰτιατικῇ καὶ δοτικῇ.
τ 245 Τεκμήριον: ἀληθινὸν σημεῖον. ἢ τὸ ἄλυτον. καὶ Τεκμηριώ‐ δης ἀπόδειξις λέγεται τὸ ἐκ τοῦ καπνοῦ τὸ πῦρ εὑρεῖν καὶ κατα‐ νοῆσαι. καὶ ἂν μὲν πάντως ἕπηται τὸ αἰτιατὸν τῷ αἰτίῳ, τεκμήριον τοῦτο λέγεται· ἂν δὴ μὴ πάντως ἕποιτο, σημεῖον ἂν λέγοιτο, τεκμή‐ ριον δὲ οὐκέτι· διότι μηδὲ ἄλυτόν ἐστιν. οἷον ὡς τὸ ὠχρά ἐστιν, ἐπειδὴ τέτοκε. καὶ αὖθις· ὅτι δὲ δαίμων ἦν ἀνθρωπόμορφος ἡ Θεοδώρα, τεκμηριώσαιτο ἄν τις τῷ μεγέθει σταθμώμενος, ὧν ἐς τοὺς ἀνθρώπους κακῶν ἔδρασεν. ἐν γὰρ τῷ ὑπερβάλλοντι τῶν πεπραγμέ‐ νων καὶ ἡ τοῦ δεδρακότος δύναμις ἔνδηλος γίνεται. καὶ αὖθίς φησι Δαμάσκιος· ὅρους δὲ ἐτίθετο καὶ τεκμήρια τῶν θείων ἀφωρισ‐ μένα στοιχείων πρὸς τὴν τῶν ἀνθρωπείων διάκρισιν· τῆς μὲν φιλο‐ πονίας τὸ ἀνύσιμον ὑπὲρ πάντα λόγον, τῆς δὲ εὐσυνέτου γνώμης τὸ ἐξιστάμενον τῆς ἐμφανοῦς καὶ συνήθους τοῖς πολλοῖς ἀκολουθίας, τοῦ δὲ ἔρωτος αὐτοῦ τὸ παρηρεθισμένον εἰς τὴν τοῦ νοητοῦ κάλλους ἀπό‐ λαυσιν. ὁ δὲ κατέδεισεν, ἐπειδὴ ἔγνω τὴν ὁρμὴν αὐτοῦ, καὶ ὅτι τοῖς ἔργοις τὰς ἀπειλὰς ἐτεκμηρίου.
τ 246 Τέκμησσα: ὄνομα κύριον. ἡ τοῦ Αἴαντος γυνή. καὶ ὄνομα πόλεως. καὶ Τεκμησσεύς, ὁ πολίτης.
τ 247 Τέκμωρ: τέλος, μόρον, θάνατον.
τ 248 Τέκος: τέκνον.
τ 249 Τεκταινόμενος: κατασκευάζων.
τ 250 Τεκτήνατο: κατεσκεύασε.
τ 251 Τέκτων: κοινῶς τεχνίτης, ὁ λαοξόος, καὶ ὁ τῶν ξύλων. εἰδήμων.
τ 252 Τελαμών: ὁ ἀναφορεὺς τοῦ ξίφους καὶ τῆς ἀσπίδος. Ἰάμ‐ βλιχος· περιβαλὼν δὲ περὶ τὰς χεῖρας αὐτοῦ τοὺς τελαμῶνας προσ‐ έδησε τῇ κλίνῃ. καὶ ἡ εἰς λεπτὰ κατακεκομμένη ὀθόνη. Ἡρό‐ δοτος· οἱ δὲ Πέρσαι περὶ πλείστου ἐποιήσαντο, σμύρνῃσί τε ἰώμενοι τὰ ἕλκεα καὶ σινδόνος βυσσίνης τελαμῶσι κατειλίσσοντες.
τ 253 Τελαμώνιος: ὁ Αἴας.
τ 254 Τελέας ἐρεῖ ταδί. Ἀριστοφάνης Ὄρνισι· ἄνθρωπος ἀστάθμητος, πετόμενος, ἀτέκμαρτος, οὐδὲν οὐδέποτ’ ἐν αὐτῷ μένων. διαβάλλει τὸν Τελέαν ὡς πλανήτην. ἀντὶ τοῦ περὶ τῶν πετομένων ἐὰν ἐρωτήσῃς. ἦν δὲ ὁ Τελέας σκωπτικὸς ἄνθρωπος καὶ εὐμετάβλητος τοὺς τρόπους· πρὸς γὰρ τῇ κιναιδίᾳ καὶ δειλίᾳ καὶ ὀψοφαγίᾳ καὶ νοσφισμῷ καὶ πο‐ νηρίᾳ διεβάλλετο. καὶ Πλάτων ἐν Σύρφακι περὶ τοῦ Τελέου φησί· νοεῖ μὲν ἕτερα, ἕτερα δὲ τῇ γλώττῃ φθέγγεται. ἢ ὅτι τελέας ὄρνεον. τοὺς πετομένους ὄρνεις οὗτος ὁ Τελέας, Ἀριστοφάνης φησίν, ἐρεῖ.
τ 255 Τελέθει: γίνεται.
τ 256 Τελέθουσι: γίνονται, θάλλουσι.
τ 257 Τελενικῆσαι: ἐν Σερίφοις τὸ κενῶσαι. ἀπὸ Τελενίκου τινός, ὡς τὸ εἰκός, πένητος παντελῶς. καὶ λέγεταί τις Τελενίκιος ἠχώ, ἐκ μεταφορᾶς ἀπὸ τῶν κενῶν ἀγγείων.
τ 258 Τελεώτερον: τὸ τέλειον.
τ 259 Τελεσθῆναι: τὸ ἀναλωθῆναι. οὕτως Ἀντιφῶν.
τ 260 Τελέσιλλα, ποιήτρια. ἐπὶ στήλης τὰ μὲν βιβλία ἀπέρριπτε, κράνος δὲ τῇ κεφαλῇ περιέθηκε. καὶ γὰρ ὅτε Λακεδαιμόνιοι τοὺς ἐν τῷ ἱερῷ τοῦ Ἄργους καταφυγόντας διέφθειρον καὶ πρὸς τὴν πόλιν ᾔεσαν ὡς αἱρήσοντες, τότε Τελέσιλλα τὰς ἐν ἡλικίᾳ γυναῖκας ὁπλίσασα ὑπήντησεν οἷ προσῄεσαν. ὅπερ ἰδόντες οἱ Λακεδαιμόνιοι ἐς τοὐπίσω ὑπέστρεψαν, αἰσχρὸν νομίσαντες γυναιξὶ πολεμεῖν, ἃς καὶ τὸ νικᾶν ἄδοξον καὶ ἡττᾶσθαι μέγα ὄνειδος. ἐς τοῦτο καὶ ὁ χρησμὸς πεπλή‐ ρωτο, Ἀργείοις λέγων· ἀλλ’ ὅταν ἡ θήλεια τὸν ἄρρενα νικήσασα ἐξελάσῃ καὶ κῦδος Ἀργείοισιν ἄρηται, πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.
τ 261 Τελεσιουργήσας: εἰς τέλος ἀγαγών, ἐργασάμενος. Πολύβιος· περὶ τὸ τῆς τάφρου χεῖλος τελεσιουργήσας τὴν πρᾶξιν. καὶ αὖθις· ἐπ’ αὐτήν που τὴν τελεσιουργὸν κατεβακχεύοντο πρᾶξιν χωρεῖν, σώ‐ φρονι μανίᾳ τινὶ ἐς συμπλοκὴν ἐξοιστρούμενοι.
τ 262 Τελεσιουργόν: τελείως ἀπηρτισμένον. διὸ καὶ ὅσα ἔγραψεν, εὕροι τις ἂν τὸ μὲν ὑψηλόνουν τε καὶ τελεσιουργὸν ἔχοντα, τοῖς δὲ ἔπεσιν οὐ πάνυ συνηρμοσμένα.
τ 263 Τελεσκόμενος: τελειούμενος, πληρούμενος, ἐνθουσιῶν.
τ 264 Τελέσωνος.
τ 265 Τελέστης, κωμικός. τούτου δράματά ἐστιν Ἀργὼ καὶ Ἀσκλη‐ πιός, ὥς φησιν Ἀθήναιος ἐν τῷ ιδʹ τῶν Δειπνοσοφιστῶν.
τ 266 Τελεσφόρος: τέλειος, μάντις, ἐγγαστρίμυθος.
τ 267 Τελετή: θυσία μυστηριώδης. ἡ μεγίστη καὶ τιμιωτέρα. ἀπὸ τῶν γινομένων εἰς αὐτὰς δαπανημάτων· τελεῖν γάρ φαμεν τὸ δα‐ πανᾶν. καὶ πολυτελεῖς, τοὺς πολλὰ ἀναλίσκοντας· καὶ εὐτελεῖς, τοὺς ὀλίγα.
τ 268 Τελευταῖον: ἔσχατον.
τ 269 Τελευτῆσαι: τελέσαι.
τ 270 Τελεῖν: ἐπιτελεῖν, ποιεῖν, ἢ τὸ δαπανᾶν. ἔνθεν καὶ τελετή.
τ 271 Τελεία: Ἥρα Τελεία καὶ Ζεὺς Τέλειος ἐτιμῶντο ἐν τοῖς γάμοις, ὡς πρυτάνεις ὄντες τῶν γάμων. τέλος δὲ ὁ γάμος. διὸ καὶ προτέ‐ λεια ἐκαλεῖτο ἡ θυσία ἡ πρὸ τῶν γάμων γινομένη. ὅτι διττὴ ἡ κατὰ φύσιν ἐπιβάλλουσα τῷ ἀνθρώπῳ τελειότης· [Start of a diagram][Start of a diagram section]μὲν γνωστική, ἣν ἐπιστήμην καλοῦμεν.[End of a diagram section] [Start of a diagram section]ἡ δὲ ὀρεκτική, ἣν ἀρετὴν ἐπονομάζομεν.[End of a diagram section][End of a diagram]
τ 272 Τελλίας· ὅτι Τελλίας ὁ Ἀκραγαντῖνος φιλόξενος ὢν καταλύσασι ποτὲ πεντακοσίοις ἱππεῦσιν ὥρᾳ χειμῶνος ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον.
τ 273 Τελική· ζήτει ἐν τῷ ἀρχή.
τ 274 Τελλίνη: ὄνομα πόλεως.
τ 275 Τέλθειν: ἐν ᾠδῇ τέρπειν.
τ 276 Τέλμινα καὶ Τέλμισσα: ὀνόματα πόλεων.
τ 277 Τέλμα: τόπος πηλώδης, ὕδωρ ἔχων. μέλει μοι περὶ τῶν τοιούτων οὐδὲν ἧττον ἢ τῶν ἐν τοῖς τέλμασι βατράχων. καὶ Πισίδης· χερσοῖ τὰ ῥεῖθρα, τελματοῖ δὲ τοὺς λίθους.
τ 278 Τέλματα: τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος. ἢ βάθρα. Ἰσαῖος δὲ εἶπε τὰ γεωργήσιμα χωρία. Ἀριστοφάνης· ὄμβριον ὕδωρ ἂν εἴχετ’ ἐν τοῖς τέλμασι. τουτέστι τοῖς φρέασι.
τ 279 Τελμισσεῖς: οὗτοι οἰκοῦσιν ἐν Καρίᾳ, ἀπέχοντες ξʹ στάδια Ἁλικαρνασσοῦ, ὡς Πολέμων. Τελμισσὸς δὲ πόλις ἐν Λυκίᾳ, ἀπὸ Τελ‐ μισσοῦ τοῦ Ἀπόλλωνος καὶ μιᾶς τῶν Ἀντήνορος θυγατέρων, ᾗ ἐμίγη εἰς σκύλακα μεταβαλών, διὸ καὶ τερατοσκόπον αὐτὸν ἐποίησεν· ὡς Διονύσιος ἐν Κτίσεσι.
τ 280 Τελμιεύς: ὁ πολίτης.
τ 281 Τέλος: ἀρχή, πρᾶξις. τέλος καὶ τὸ διδόμενον τοῖς βασιλεῦσι. τέλος καὶ τὸ δαπάνημα· ὅθεν πολυτελές, τὸ πολυανάλωτον. τέλος καὶ τὸ πέρας. καὶ ὁ γάμος· ὅθεν καὶ τὰ προτέλεια.
τ 282 Τέλος· ὅτι τὸ οὗ ἕνεκα, τουτέστι τὸ τέλος, διττόν· τὸ μὲν οὗ, τὸ δὲ ᾧ· οἷον τῷ οἰκοδόμῳ τέλος ἐστὶ οὗ ἕνεκα, ποιῆσαι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων, ᾧ δὲ ἡμῖν· τὸ γὰρ σκέπασμα ἡμῖν ποιεῖ. ἐσμὲν οὖν ἡμεῖς τοῦ οἰκοδόμου τέλος τὸ ὡς ᾧ. ὡσαύτως δὲ θεωρεῖν ἐστι καὶ ἐπὶ πάντων τῶν φύσει συνεστώτων· οἷον ἡ μὲν ἔφεσις τοῦ θείου, δι’ ἣν ἕκαστον τῶν ἐμψύχων ποιεῖ ἄλλο οἷον αὐτό, τέλος ἐστὶ τὸ οὗ· τούτου γὰρ ἕνεκεν ἡ γένεσις· ἐπειδὴ δὲ τὰ σώματα ὄργανα γίνονται ταῖς ψυχαῖς, αἱ ψυχαί εἰσι τέλη ὡς ᾧ. ἀναλογεῖ οὖν τῷ μὲν τεχνίτῃ τῷ οἰκοδόμῳ ἡ φύσις, τῷ δὲ ἀνθρώπῳ τῷ ἐπιτάτ‐ τοντι γενέσθαι τὸ σκέπασμα ἡ ψυχή, τῷ σώματι δὲ ἡ οἰκία. οὐ μόνον δὲ ἐπὶ τῶν ζῴων τέλος ἐστὶ διττόν, τό τε οὗ καὶ τὸ ᾧ, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν· καὶ γὰρ ἐν τούτοις ἡ φύσις ὀργανικὸν ποιεῖ τὸ σῶμα πρὸς τὴν χρείαν τῆς ἐν αὐτοῖς ψυχῆς ἀναφερόμενον· ὀργανικὰ γὰρ τὰ τῶν φυτῶν μέρη, ῥίζα, φλοιός, ἐντεριώνη καὶ φύλλα καὶ τὰ τοιαῦτα. ὅτι ἐπὶ μὲν τῶν ἐμψύχων διττὸν τὸ τέλος, ὥσπερ εἴρηται, ἐπὶ δὲ τῶν λοιπῶν οὐκ ἔστιν εὑρεῖν τὸ τέλος διττόν· μέταλλα γὰρ καὶ λίθοι καὶ ἁπλῶς τὰ ἄψυχα προσεχῶς ὑπὸ ψύξεως καὶ θερμότητος γινόμενα, ἐξῃρημένως δὲ ὑπὸ τῆς ὅλης δημιουργίας, ἓν τέλος ἔχει, τὸ οὗ· ἕνεκα γὰρ τῆς κοσμοποιΐας· οὐκέτι μέντοι καὶ τὸ ὡς ᾧ τέλος ἐστὶν ἐν τούτοις· οὐ γάρ εἰσιν ὄργανα τινῶν, οὐδὲ εἰς χρείαν ψυχῶν τινῶν κατασκευάζεται. σημαίνει δὲ τὸ τέλος ἕξ. Ἀρίστων δὲ ὁ Χῖος τέλος ἔφησεν εἶναι, τὸ ἀδιαφόρως ἔχοντα ζῆν πρός τι μεταξὺ ἀρετῆς καὶ κακίας, μηδὲ ἡντινοῦν ἐν αὐτοῖς παραλλαγὴν ἀπολείποντα, ἀλλ’ ἐπίσης ἐπὶ πάντων ἔχοντα. εἶναι γὰρ ὅμοιον τὸν σοφὸν ἀγαθῷ ὑποκριτῇ. διαφέρει δὲ τέλος καὶ ὑποτελίς· τῆς μὲν γὰρ καὶ τοὺς μὴ σοφοὺς στοχάζεσθαι, τοῦ δὲ μόνον τὸν σοφόν. τὰ δὲ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα εἶναι. οἱ δὲ εἶπον τέλος εἶναι τὴν ἐπιστήμην τὸ μετ’ ἐπιστήμης ζῆν, καὶ μὴ τῇ ἀγνοίᾳ διαβεβλημένον.
τ 283 Τέλος εὐδαιμονίας διαφέρει. τέλος μὲν γάρ ἐστιν ἡ κατὰ μέρος ἡδονή, εὐδαιμονία δὲ τὸ ἐκ τῶν μερικῶν ἡδονῶν σύστημα, αἷς συναριθμοῦνται καὶ αἱ παρῳχηκυῖαι καὶ αἱ μέλλουσαι. σύνταξις· τέλος εἶναι διαγρυπνεῖν ἡμᾶς ἠνάγκαζον. ὅτι ἐντελέχειά ἐστιν ἡ ψυχή, ὡς τελειοῦσα καὶ κυβερνῶσα καὶ οἰκονομοῦσα τὸ σῶμα καὶ κινοῦσα τὰ ὄργανα τούτου πάντα· ἧς ἄνευ ἀτελές, μᾶλλον δὲ ἄχρηστον, καὶ παντελῶς οὐδέν.
τ 284 Τέλλος: ὄνομα κύριον.
τ 285 Τελοῦμαι· δοτικῇ.
τ 286 Τελεοῦντα: τεταγμένα.
τ 287 Τελώνης. προτέλεια. Ἰάμβλιχος· ἔδωκε τὸν ὅρμον ὁ τελώνης τῷ ἐμπόρῳ. οὐκ ἤδη καὶ λύκοι θήσουσιν ἄρνας ἐκ τῶν στομάτων καὶ λέοντες ἀπὸ τῶν ὀδόντων ἀπολύσουσι νεβροὺς ταῖς μητράσιν, ὁπότε καὶ τελώνης ἀφῆκεν ἄγραν τηλικαύτην;
τ 288 Τελώνης: ὁ τῶν τελῶν ἐταστής. ὁ δὲ Σόλων τῆς παρούσης τῷ Κροίσῳ τύχης κατεφρόνησεν ἐκέλευσέ τε τοῦ βίου παντὸς τὸ τέλος ἀναμένειν, μηδὲ προπηδᾶν, μηδὲ ἐπειγόμενον τοῖς εὐδαίμοσιν ἑαυτὸν ἐγκαταγράφειν· ἀτέκμαρτα γὰρ καὶ ἄδηλα τὰ ἀνθρώπινα.
τ 289 Τελώνης· διεβέβλητο παρὰ τοῖς παλαιοῖς τὸ τοῦ τελώνου ὄνομα· καὶ τοῦ Κλέωνος ὄντος τελώνου καὶ ὑπὲρ τὸ τέλος τελωνοῦντος· ὥς φησιν Ἀριστοφάνης.
τ 290 Τελώνης: ἀλλοτρίων πραγμάτων μεριστής, πεπαρρησιασμένη βία, ἀνεπιτίμητος ἁρπαγή, ἀναίσχυντος πλεονεξία, πραγματεία λόγον μὴ ἔχουσα, ἀναιδὴς ἐμπορία.
τ 291 Τελωνεῖον: προπερισπωμένως, ἐν ᾧ καθέζεται ὁ τελώνης.
τ 292 Τελώνιον: προπαροξυτόνως, διὰ τοῦ ι γραπτέον. Πισίδης· ἠβου‐ λόμην δὲ πᾶν τὸ τοῦ λόγου πλάτος ἐν τῷ στενῷ σου προσβαλεῖν τε‐ λωνίῳ.
τ 293 Τελχῖνες: πονηροὶ δαίμονες. ἢ ἄνθρωποι φθονεροὶ καὶ βάσκα‐ νοι. δύο ἐγένοντο Τελχῖνες, Σίμων καὶ Νίκων. ὑπερίσχυσε δὲ ὁ Νίκων τὴν ἐπὶ Σίμωνι φήμην ἀπαλεῖψαι. καὶ παροιμία· οἶδα Σίμωνα καὶ Σίμων ἐμέ. ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων. καὶ Τελχίνειος.
τ 294 Τελχιταίνει: ἀντερίζει, σκληροτραχηλεῖ.
τ 295 Τεμάχη: ἐπὶ κρεῶν καὶ ἰχθύων καὶ ἐπὶ πλακούντων, ἐπὶ δὲ πισῶν οὐκέτι. Ἀριστοφάνης Νεφέλαις· κεστρῶν τεμάχη μεγάλων. ἐπὶ δὲ τῶν ἄλλων, οἷον τυροῦ, τόμος. ἡ εὐθεῖα τὸ τέμαχος.
τ 296 Τεμαχί: ἐπίρρημα.
τ 297 Τεμένη: ναοί, ἱερά, ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία.
τ 298 Τεμενίτης.
τ 299 Τέμνειν: πείθειν, τιμᾶν, ἡγεῖσθαι. Τέμνειν καὶ ὑποτέμνειν διαφέρει· τέμνειν μὲν γάρ ἐστι τὸ ὀρθὴν ποιεῖσθαι τὴν τομήν, ὑπο‐ τέμνειν δὲ τὸ λοξώδη, ἵνα παχέα φαίνηται. τὸ γὰρ ἀνώμαλον τῆς τομῆς παχύτητος δόξαν ἐργάζεται· ὅπερ ποιοῦσιν οἱ βυρσοδέψαι.
τ 300 Τέμνω: τὸ κόπτω. αἰτιατικῇ.
τ 301 Τέμνουσι φάρμακον: τιμῶσιν, ἡγοῦνται. οὕτως ἄλλοι τε καὶ Ἱεροκλῆς.
τ 302 Τέμπεα: τὰ κοιλώματα.
τ 303 Τέμπη: μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν στενά· καθόλου δὲ καὶ ἐν πᾶσι τοῖς ὄρεσι στενόταται διεκβολαί. καὶ οἱ σύνδενδροι τόποι. ἰδίως δὲ Μακεδονικὰ ὄρη οὕτω καλούμενα, καὶ οἱ στενοὶ τόποι. Ἡρόδοτος. ὅτι μετὰ τὴν ἐν Μαρα‐ θῶνι μάχην Θετταλοὶ ἐμήδισαν, δείσαντες τὴν ἀπόφραξιν τῶν Τεμπῶν.
τ 304 Τέμπλα: ἐπίσημα.
τ 305 Τενάγη: διάβροχοι, κάθυγροι τόποι, πηλώδη πελάγη· ἢ ἰλύς, ἐπιπολάζοντος ὕδατος οὐ πολλοῦ καὶ βοτάνης ἐπιφαινομένης τῷ ὕδατι. Πολύβιος· κατὰ τὴν εἰς θάλατταν ἐκβολὴν τοῦ Βουκάρα ποταμοῦ συνθεωρήσας κατά τινας ἀνέμων στάσεις ἀποθινούμενον τὸ στόμα καὶ τεναγώδη γινομένην τὴν παρὰ τὸ στόμα πάροδον, τηρήσας τὸ προειρημενὸν σύμπτωμα διεβίβασε τὴν στρατιάν. τὰ δὲ δὴ πλείω τῶν πλοίων μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευε.
τ 306 Τέναρος: κακοῦργος, συκοφάντης.
τ 307 Τένδα: παρ’ ἡμῖν οἰκία ἐκ λίνων.
τ 308 Τένδει: ἐσθίει. Ἡσίοδος· ὅτ’ ἀνόστεος ὃν πόδα τένδει.
τ 309 Τενέδιος ἄνθρωπος: ἐπὶ τῶν φοβερὰς ὄψεις ἐχόντων· ὁ γὰρ Τένης ἐνομοθέτησεν ἐν Τενέδῳ ἄνθρωπον πέλεκυν ἔχοντα ἵστασθαι κατὰ νῶτον τοῦ κριτοῦ καὶ τὸν μάτην λέγοντα ἁλισκόμενον πλήττειν.
τ 310 Τενέδιος ἄνθρωπος: Κύκνον τὸν Ποσειδῶνος γενόμενον πατέρα Ἡμιθέας καὶ Τέννου ἐπιγῆμαι τούτοις· καὶ κατηγορηθῆναι τὸν Τέννην ὑπὸ τῆς μητρυιᾶς, ὡς πειρῶντα αὐτήν. πεισθέντα δὲ Κύκνον εἰς λάρνακα βαλεῖν τὸν νεανίαν. ἑλομένης δὲ τῆς Ἡμιθέας συγκιν‐ δυνεύειν τῷ ἀδελφῷ, ἑκατέρους κατεπόντωσεν. ἡ δὲ λάρναξ ἠνέχθη ἐπὶ τὴν πρότερον καλουμένην Λεύκοφρυν, ὕστερον δὲ Τένεδον ἀπ’ ἐκείνου. ὃς καὶ βασιλεύσας τῆς νήσου ἐνομοθέτησε τοῖς τὰ ψευδῆ κατηγοροῦσιν ὄπισθεν παρεστάναι τὸν δήμιον πέλεκυν ἐπῃρμένον, ὡς ἐλεγχθέντας παραχρῆμα ἀναιρεῖσθαι. ἀπὸ δὲ τοῦ φοβεροῦ θεάματος ἐκείνου λέγεσθαι Τενέδιος ἄνθρωπος. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν φοβερῶν τὰς ὄψεις.
τ 311 Τενέδιος ξυνήγορος: ἀντὶ τοῦ ἀπότομος· δύο γὰρ πελέκεις ἐν ἀναθήμασι τιμῶσι Τενέδιοι. καὶ παροιμία· Τενέδιος πέλεκυς. Ἀρι‐ στοτέλης μέντοι, ὅτι βασιλεὺς Τενέδιος μετὰ πελέκεως δικάζων τὸν ἀδικοῦντα εὐθέως ἀνῄρει. ἢ ὅτι Ἀσσερίνα τόπος ἐν Τενέδῳ, ἔνθα ποταμίσκος, ἐν ᾧ καρκίνοι τὰ χελώνια διηρθρωμένα ἐπὶ πλεῖον ἔχοντες καὶ πελέκει ἐμφερῆ. ἢ ὅτι βασιλεύς τις νόμον θεὶς πελέκει τοὺς μοιχοὺς ἄμφω καρατομεῖν καὶ ἐπὶ τοῦ υἱοῦ ἐτήρησε τοῦτο. καθ’ ὃ καὶ ἐν τῷ νομίσματι, ἐφ’ οὗ μὲν πέλεκυς, ἐφ’ οὗ δὲ δύο πρόσωπα ἐξ ἑνὸς αὐχένος. οἱ δ’, ὅτι Τέννης δι’ ἃ ἔπαθεν ὑπὸ τῆς μητρυιᾶς, μετὰ πελέκεως τὰς φοινικὰς ἔκρινε δίκας.
τ 312 Ταινίαι: ζῶναι.
τ 313 Τένθαις: λίχνοις. τένθειν γὰρ τὸ ἐσθίειν. ὅτ’ ἀνόστεος ὃν πόδα τένθει. διὰ τοῦ θ γραπτέον.
τ 314 Τενθεία: σιναμωρία, λιχνότης. Ἀριστοφάνης· πολλήν γε τενθείαν λέγεις. Τενθεία οὖν ἡ γαστριμαργία πολλή.
τ 315 Τένθης: ὁ γαστρίμαργος.
τ 316 Τένοντας: τραχήλους, τὰ διατεταμένα νεῦρα. ταύρου βαθυ‐ τένοντα. ὁ δὲ ταῦρος πληγεὶς καὶ διακοπεὶς τοὺς τένοντας ἡσυχῇ καὶ κοσμίως κατηνέχθη. καὶ αὖθις· ἐκ δὲ τενόντων ἔνθους ῥομβη‐ τὴν ἐστροφάλιξε φόβην.
τ 317 Τέο: ἀντὶ τοῦ τίνος.
τ 318 Τεόν: τὸ σόν.
τ 319 Τέω· Ἀνακρέων Τήϊος, λυρικός, ὁ μελοποιός, διὰ τὴν Ἱστιαίου ἐπανάστασιν ἐκπεσὼν Τέω ᾤκησεν Ἄβδηρα ἐν Θρᾴκῃ.
τ 320 Τέως: ἀντὶ τοῦ πρὸ τοῦ. πρίν. ἕως τινός. ἐπὶ τοσοῦτον. ἕως.
τ 321 Τέως: τηνικαῦτα. ἢ τότε. Σοφοκλῆς δὲ ἀντὶ τοῦ πρότερον, ἢ πρὸ μικροῦ. καὶ Ἀριστοφάνης ἀντὶ τοῦ πρότερον· τέως μὲν οὖν, ἀλλ’ ἡμικάκως ἐβοσκόμην.
τ 322 Τέως: οἱ ῥήτορες ἐπὶ τοῦ προτέρου, ἢ πάλαι. μέχρι τοῦ. τέως, Ἀντιφῶν· τέως μὲν γὰρ ὁ πολὺς χρόνος τοῦ ὀλίγου πιστότερος ἦν. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. καὶ αὖθις· ἀποκαλύψαντες τὰ ὅπλα τέως ἐσκεπασμένα. καὶ αὖθις· καὶ διέφθειρε τοὺς τέως νενικηκότας. καὶ ἐν τῇ Ἀπολογίᾳ τῆς δωροδοκίας· δέομαι ὑμῶν τὴν αὐτὴν γνώμην περὶ ἐμοῦ ἔχειν καὶ ἐν τῷ τέως. καὶ ἐν τῷ πρώτῳ περὶ τοῦ Δικαιο‐ γένους κλήρου· Δικαιογένης δὲ τέως μὲν ᾤκει παρ’ ἡμῖν, δοκιμασθεὶς δὲ ἔγημε. καὶ ἐπὶ τοῦ ἐν τοσούτῳ. Ἰσαῖος ἐν τῷ πρὸς Ἀνσίβιον· ἡγούμεθα γὰρ ἐκείνῃ μὲν τὸν ἐγγύτατα γένους συνοικεῖν δεῖν, τὸ δὲ χρῆμα τέως τῆς ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ ἡβήσωσιν, ἐκείνους αὐτῶν κρατεῖν. καὶ ἐπὶ τοῦ ἕως, ὡς παρὰ Δημοσθένει ἐν βʹ τῶν Φιλιππικῶν· ὥσπερ γὰρ ἐν τοῖς σώμασι, τέως μὲν ἂν ἐρρωμένα ᾖ, οὐδὲν ἐπαισθά‐ νεται τῶν καθέκαστα σαθρῶν. καὶ ἐν τῷ κατὰ Διονυσοδώρου· τοὺς δὲ εἰς Ῥόδον τόκους μὴ καθομολογεῖν, τέως ἂν διακριθῶμεν. καὶ ἐν τῷ Περὶ τῆς παραπρεσβείας· ἀντὶ τοῦ τὸν Ὠρωπὸν ὑμῖν παραδοθῆναι περὶ τοῦ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθ’ ὅπλων ἐξέρχεσθε, ὅ, τέως ἦσαν σῷοι Φωκεῖς, οὐδέποτε ἐποιήσαμεν. καὶ ἐν τῷ Περὶ τῶν Συμμοριῶν· καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα ἂν Ἑλλήνων εἰκότως φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ. τίς γὰρ οὐκ οἶδεν αὐτῶν, ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὡμονόουν ἀλλήλοις, πολλῶν ἄρα ἦσαν κύριοι; καὶ τὸν βωμόν, ἐφ’ οὗ τέως ἱλεοῦντο τὸν δαίμονα, ἀνέστρεψαν.
τ 323 Τέραμνον: ἁπαλόν, ἑψανόν. καὶ ἀτέραμνον, τὸ δυσέψανον. οὕτως Πλάτων. τέραμνα καὶ ὑπερῷα καὶ ὑπέρθυρα καὶ δρύφακτοι κατακαέντες παίδων ὄλεθρον σημαίνουσι.
τ 324 Τεράων: σημείων.
τ 325 Τέρας: παράπλασμα, παρὰ φύσιν τεχθέν· ἢ σημεῖον. ὅτι ἐπὶ τῶν τεράτων ἡ ὕλη ἐστὶν ἡ αἰτία, ἐπειδὴ δεῖ καὶ ἐπιτηδειότητος τῆς ὕλης κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν· ὕλη δὲ τῶν ζῴων τὸ καταμή‐ νιον. αὕτη οὖν ἢ πλεονάζουσα ἢ ἐνδέουσα ἢ παρὰ φύσιν πεποιω‐ μένη τῶν τεράτων ἐστὶν αἰτία.
τ 326 Τέρας: τὸ παρὰ φύσιν γενόμενον. Ἀριστοφάνης· τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεις’, ἀλλ’ ὑπὲρ ὑμῶν πολεμίζων ἀντεῖχον.
τ 327 Τεράστια: σημεῖα, θαύματα. Αἰλιανός· τὰ γεννώμενα βρέφη κράσει θηρείων τε καὶ ἀνθρωπείων σωμάτων τεράστια ἐδόκει.
τ 328 Τερατευόμενος: ψευδόμενος, καὶ μηδὲν ἀληθὲς μηδὲ ὑγιὲς λέγων. τερατευόμενοι καὶ κομπάζοντες, ὡς εἰς πολλὰ εἴη χρήσιμος ἡ τοῦ τόπου κατάληψις.
τ 329 Τερατεία: ψευδολογία. παραδοξολογία. τοῖς ὑπὸ τῶν τερατευομένων καὶ γοήτων περὶ ἐπῳδῶν καὶ δαιμόνων ἀποπομπῆς.
τ 330 Τερατολογίαι: ψευδολογίαι. οἱ θαυμαστὰ καὶ παράδοξα μυ‐ θεύοντες. Τερατολογεῖν λέγεται τὸ ἀπίθανα διηγεῖσθαι, καὶ λέ‐ γειν πράγματα ἔξω τῶν ἀνθρωπίνων.
τ 331 Τερατοσκόπος: μάντις, τερατουργός, θαυματοποιός.
τ 332 Τερατώδη: παράδοξα.
τ 333 Τερβελίς· ζήτει ἐν τῷ βασιλική.
τ 334 Τερέβινθος: εἶδος δένδρου. ἢ δρῦς.
τ 335 Τέρεν: ἁπαλόν.
τ 336 Τερέστη: πόλις.
τ 337 Τερετίζομεν: τὸ αὐτὸ μέλος ᾄδομεν.
τ 338 Τερετίσματα: ᾠδαὶ ἀπατηλαί. ἢ ᾄσματα ἔκλυτα. ἀπὸ μεταφο‐ ρᾶς τοῦ τέττιγος, ἢ τῆς χελιδόνος.
τ 339 Τέρετρον: τρύπανον.
τ 340 Τερηδών: συστέλλει. σκώληξ ξυλοτρώκτης, οἰκῶν ἐν ξύλῳ. Ἀριστοφάνης Ἱππεῦσιν· ἀλλ’ ἐάν με χρή, ὑπὸ τερηδόνων σαπεῖς’ ἐν‐ ταῦθα καὶ καταγηράσομαι. καὶ αὖθις· σὺ δ’, ὦ Τερηδών, ἐπαναφύσα Περσικόν. ἀντὶ τοῦ βάρβαρον καὶ φυσικὸν ᾆσμα. καὶ Περσικὸν ὄρχημα.
τ 341 Τερήνας.
τ 342 Τερίζοι: ὄνομα ἔθνους.
τ 343 Τερθρεύς: ὄνομα κύριον.
τ 344 Τερθρεία: ἡ λεπτολογία· ἔστι γάρ τι σχοινίον ἐν τοῖς πλοίοις λεπτόν, ὃ καλεῖται τέρθρον. φασὶ δέ τινες τὰ ἄνω τρημάτια τοῦ ἐπὶ τῷ ἱστῷ ὀργάνου, ἀφ’ οὗ ἤρτηται τοῦ ἱστοῦ ἡ κεραία· ἄλλοι δὲ τερ‐ θρείαν φασὶ τὴν φλυαρίαν. καὶ τὴν ἐν τοῖς δύο μέρεσι καλουμένην μάχην. οἱ δέ, ὅτι ἔθος ἦν τοὺς ἐφήβους μετὰ τὸ γενέσθαι περιπόλους τῆς χώρας στρατεύεσθαι μέν, εἰ συμβαίη πόλεμος, μὴ μέντοι μετὰ τῶν ἄλλων, ἄλλ’ ἰδίᾳ ἐν μέρεσι τοῖς ἀκινδύνοις τῆς μάχης. διὸ τὴν στρατιὰν καλεῖσθαι τὴν ἐν τοῖς μέρεσι. σημαίνει καὶ ἀπάτη, καὶ περιεργία.
τ 345 Τερθρηδόνος.
τ 346 Τέρμα: τέλος, ὅρος ἢ καμπτήρ. τέρμασιν ὥρας. μετὰ τὴν νεότητα. εἰς τρία γὰρ διῄρηται τὸ ὄρος· εἰς ἀκρώρειαν, εἰς ὑπώρειαν, εἰς τέρμα. καὶ ἀκρώρεια μέν ἐστιν ἡ κορυφή, ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ὄρους, τέρμα δὲ τὰ τελευταῖα καὶ πόδες.
τ 347 Τερματίζεται: τελειοῖ.
τ 348 Τερμέρια κακά: περὶ Καρίαν χωρίον Τερμέριον καλεῖται, ᾧ ἐχρῶντο οἱ τύραννοι δεσμωτηρίῳ. τὸ δὲ χωρίον ἐρυμνὸν τυγχάνον κεῖται μεταξὺ Μήλου καὶ Ἁλικαρνασσοῦ. τῶν δὲ ἀπὸ τούτου ληϊζο‐ μένων δυσαλώτων τυγχανόντων, λεχθῆναι τοῦτο. Τερμέρια οὖν κακά, τὰ μεγάλα κακά.
τ 349 Τερμησσεῖς: ἔθνος Πισιδίας.
τ 350 Τερμία ἡμέρα: ἐφ’ ἧς μέλλει τὸ τέλος τοῦ βίου εὑρήσειν. οἴμοι τὰ πολλὰ ἐξέχρη κακά, ἐλθόντι χώραν τερμίαν· ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον.
τ 351 Τέρμινθος: εἶδος φυτοῦ.
τ 352 Τερμιόεσσα: ἡ μακρά, καὶ μεγάλη. καὶ Τερμιόεις.
τ 353 Τερμόνων.
τ 354 Τέρπανδρος, Ἀρναῖος, ἢ Λέσβιος ἀπὸ Ἀντίσσης, ἢ Κυμαῖος· οἱ δὲ καὶ ἀπόγονον Ἡσιόδου ἀνέγραψαν, ἄλλοι δὲ Ὁμήρου, Βοίου λέ‐ γοντες αὐτὸν τοῦ Φωκέως, τοῦ Εὐρυφῶντος, τοῦ Ὁμήρου· λυρικός· ὃς πρῶτος ἑπτὰ χορδῶν ἐποίησε τὴν λύραν καὶ νόμους λυρικοὺς πρῶτος ἔγραψεν· εἰ καί τινες Φιλάμμωνα θέλουσι γεγραφέναι.
τ 355 Τέρπεσθον: τέρπονται. δυϊκῶς.
τ 356 Τερπικέραυνος: ὁ τοῖς κεραυνοῖς τερπόμενος.
τ 357 Τερπνιστόν: ἐπιτερπέστερον, προσφιλέστερον.
τ 358 Τέρπω· αἰτιατικῇ.
τ 359 Τερπωλήν: τέρψιν.
τ 360 Τερτύλος, Ῥωμύλος, Αἰσχύλος, Αἱμύλος· παροξυτόνως.
τ 361 Τερψιχόρη: μία τῶν θʹ Μουσῶν.
τ 362 Τερψίωνος.
τ 363 Τέσσαρες· καὶ τέσσαρες καὶ δέκα ἄνδρες.
τ 364 Τέττα: προσφώνημα νεωτέρου φίλου πρὸς πρεσβύτερον.
τ 365 Τεταμένον φῶς εὐθὺς οἷον κίονα: τὸ οὐράνιον λέγει· τὸ γὰρ συνεχὲς τὴν ὑποφοράν, τὸ ὑπόζωσμα τοῦ κόσμου. κατ’ ἄκρα δ’ αὖ διήκων, ἐπινοεῖται ὁ ἄξων. εὐθὺ δὲ ἀντὶ τοῦ ὀρθόν. τινὲς τὸν ἄξονα τοῦ κόσμου. οἱ δὲ κύλινδρόν τινα πυρὸς αἰθερίου περὶ τὸν ἄξονα ὄντα.
τ 366 Τέτανος: νόσος περὶ τοὺς ἵππους γιγνομένη. νοσοῦσι γὰρ οἱ ἵπποι πλείοσι νοσήμασι, ποδάγρᾳ, ἰλεῷ, τετάνῳ, ἐμπυήσεσι καὶ κριθιάσει. ἔστι δὲ ἡ κριθίασις ὠμότης μετὰ στρόφου, ὁ δὲ τέτανος σπασμός, ἡ δὲ ἰλεώδης νόσος κοιλιακή τις διάθεσις, ἡ δὲ ἐμπύησις ἀπόστασις ἐν ὑπογαστρίῳ, ἡ δὲ ποδάγρα ὀδύνη περὶ τὰ ἄρθρα. καὶ δυσουρίασις.
τ 367 Τέτανος καὶ ῥοπαλισμός: ἡ τάσις τοῦ αἰδοίου· ἐπεὶ ὡς ῥόπαλον γίνεται. Ἀριστοφάνης· κᾆτ’ ἐντέξῃ τέτανον τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς.
τ 368 Τεττάρων ὀβολῶν: ἐπὶ τῶν πολλῆς τιμῆς ἀξίων. τὴν παρρησίαν τὴν σὴν οἴει τεττάρων ὀβολῶν εἶναι, τὸ τῆς παροιμίας. οὐκ οἶσθα, ὅτι καὶ Θερσίτης ἐν τοῖς Ἕλλησιν ἐπαρρησιάζετο· τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παροινίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν, τὸ τοῦ λόγου.
τ 369 Τεταρπόμενος: τερπόμενος.
τ 370 Τεταρταῖος: τετραήμερος.
τ 371 Τεταρτημόριον: δίχαλκον· ὁ γὰρ χαλκοῦς ὄγδοον τοῦ ὀβο‐ λοῦ. καὶ τεταρτημόριόν τινα καλοῦσιν, οἷον διχάλκου ἄξιον.
τ 372 Τεταρτημόριον: τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ· τουτέστι χαλκοῖ βʹ.
τ 373 Τετάφατε: ἐθάψατε.
τ 374 Τετελεσμένων: μεμιασμένων.
τ 375 Τέτευκται: κατεσκεύασται.
τ 376 Τέτηκα: ἔτηξα· ἢ ἐτάκην. Πολύβιος· τὸ δὲ τετηκὸς καὶ συνερρυηκὸς ἀργύριον καὶ χρυσίον ἀναζητοῦντες ὑπὸ τοῦ πυρὸς πλεῖστοι Ῥωμαίων διεφθάρησαν.
τ 377 Τεττιγοφόροι: οἱ Ἀθηναῖοι· τέττιγας γὰρ ἐφόρουν χρυσοῦς, σύμβολον τοῦ γηγενεῖς εἶναι. Θουκυδίδης αʹ· καὶ χρυσῶν τεττίγων ἐνέρσει κρωβύλον ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν. ἢ ὅτι μουσικοί· μουσικὸς γὰρ ὁ τέττιξ. γηγενεῖς δέ, διότι καὶ Ἐρεχθεύς, ὁ οἰκιστὴς τῶν Ἀθηνῶν, ἀπὸ τῆς γῆς ἐτέχθη.
τ 378 Τεττίγων ἀνάμεστοι: τοὺς τέττιγας παρέλαβεν Ἀριστοφάνης, ἐπειδὴ οἱ παλαιοὶ κατὰ τὴν ἀναπλοκὴν τῶν τριχῶν χρυσῷ ἐχρῶντο τέττιγι, τεκμήριον ὅτι αὐτόχθονές εἰσιν οἱ Ἀθηναῖοι, ὡς καὶ οἱ τέτ‐ τιγες.
τ 379 Τεττίγωνος.
τ 380 Τετιημένος: τετιμωρημένος. καὶ Τετίησθον, τετιμώρησθε.
τ 381 Τετιημένα· Θουκυδίδης· ἐπώκελλον γὰρ τὰ πλοῖα τετιημένα χρημάτων.
τ 382 Τέτλαθι: ὑπόμεινον. καὶ Τετληκώς, ὑπομείνας.
τ 383 Τέτορε: διῆλθε.
τ 384 Τετορήσω: ἀντὶ τοῦ σαφηνιῶ, ὅ ἐστι δηλώσω· τορῶς γὰρ σαφῶς καὶ ἀκριβῶς. ἐκ τοῦ παρακολουθοῦντος, ἀντὶ τοῦ εἰ μὴ εἴπω. Ἀρι‐ στοφάνης· ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι, εἰ μὴ τετορήσω ταῦτα, καὶ λακήσομαι.
τ 385 Τετραβάμων: τετράπους.
τ 386 Τετράγωνος: εὐσταθής, ἑδραῖος. Δαμάσκιος· σεμνὸς δὲ ἦν καὶ εὐσχήμων τὰ πάντα καὶ τετράγωνος ἄνευ ψόγου τεταγμένος, ὡς φάναι κατὰ τὸν Σιμωνίδην· ὥστε μηδὲ τοὺς ἐπαναστάντας αὐτῷ συκοφάντας τούτους ἀρνεῖσθαι, τὸ μὴ οὐ πάντῃ ἀξιάγαστον εἶναι τὸν ἄνθρωπον.
τ 387 Τετραδεῖον: τὸ ἐκ τεσσάρων συνεστῶς. Τετράδιον δέ, καὶ Τετράδυον.
τ 388 Τετράδι γέγονας: ἐπὶ τῶν ἄλλως πονούντων. καὶ γὰρ τὸν Ἡρακλέα τετράδι γεννηθέντα Εὐρυσθεῖ ταλαιπωρῆσαι. Φιλόχορος δὲ αὐτὴν καὶ ἐπὶ Ἑρμοῦ δύνασθαι λέγεσθαι. διατεθεῖσθαι δὲ Ἡρακλεῖ τὴν ἡμέραν ἐν ταύτῃ εἰς θεοὺς μεταστάντι.
τ 389 Τετραδισταί: οἱ ἐπίπονον βίον διάγοντες. ἀπὸ τοῦ Ἡρακλέους, ὃς τετράδι γεννηθεὶς πολλοὺς πόνους ἔτλη.
τ 390 Τετραέλικτος: πολυέλικτος. νόσφισεν ὠδίνων τετραέλικτος ὄφις.
τ 391 Τετραετηρίς.
τ 392 Τετρακόσιοι: οἱ τετρακόσιοι πρὸ ἑπτὰ ἐτῶν κατέστησαν τῶν λʹ τυράννων παρ’ Ἀθηναίοις, οἵτινες τέσσαρας μῆνας ἦρξαν τῆς πόλεως.
τ 393 Τετρακόρυμβος: ὁ δʹ ἄκρας ἔχων. θάλλοι τετρακόρυμβος, Ἀνάκρεον, ἀμφί σε κισσός.
τ 394 Τετρακτύς: οἱ τέσσαρες· ἤγουν ἡ τετράς. ὅτι οἱ Πυθαγόρειοι πάντα ἀριθμὸν προσηγόρευον. ὁ δὲ ἀριθμὸς συμπληροῦται τοῖς ιʹ, ὁ δὲ δέκατος σύνθεσις τῶν δʹ. καὶ διὰ τοῦτο τὸν ἀριθμὸν πάντα τε‐ τρακτὺν ἔλεγον. οἱ αὐτοὶ ἐτίμων καὶ τὰ τέσσαρα, διὰ τὰς τέσσαρας τῆς σελήνης μορφάς· ἀρτίτοκος γάρ, μηνοειδής, ἀμφίκυρτος καὶ πανσέληνος.
τ 395 Τετραλογία· κατὰ τὴν τραγικὴν τετραλογίαν ἐξέδωκε Πλάτων τοὺς διαλόγους· ἐκεῖνοι γὰρ τέτρασι δράμασιν ἠγωνίζοντο, Διονυσίοις, Ληναίοις, Παναθηναίοις, Χύτροις· ὧν τὸ δʹ ἦν Σατυρικόν. τὰ δὲ δʹ δράματα ἐκαλεῖτο τετραλογία. εἰσὶ τοίνυν οἱ πάντες Πλάτωνι γνήσιοι διάλογοι ἓξ καὶ νʹ. διπλαῖς δὲ χρῆται ταῖς ἐπιγραφαῖς καθ’ ἕκαστον τῶν βιβλίων, τῇ μὲν ἀπὸ τοῦ ὀνόματος, τῇ δὲ ἀπὸ τοῦ πράγματος. ταύτης τῆς τετραλογίας, ἥτις ἐστὶ πρώτη, ἡγεῖται Εὐθύφρων ἢ Περὶ ὁσίου· ὁ διάλογός ἐστι πειραστικός. δευτέρα Ἀπολογία Σωκράτους, ἠθικός. τρίτη Κρίτων ἢ Περὶ πρακτέου, ἠθικός. τετάρτη Φαίδων ἢ Περὶ ψυχῆς, ἠθικός. δευτέρα τετραλογία, καὶ ἐφεξῆς, ἐν τῷ βιβλίῳ Λαέρτου Διογένους περὶ βίων φιλοσόφων. ὅτι τοῦ τετραμέτρου εὑρετὴς Ἀριστοφάνης ὁ ποιητής.
τ 396 Τετραμαίνω: οὕτως Ἀριστοφάνης ἐν Νεφέλαις· οὕτως αὐτὰς τετραμαίνω καὶ πεφόβημαι. ἀντὶ τοῦ τρέμω· παραγώγως. ἐπίτηδες δὲ ἐξέτεινε τὴν λέξιν τερατευόμενος.
τ 397 Τετράμωνος.
τ 398 Τετρανθέντα: τρυπηθέντα. ἰοδόκην, καὶ τοῦτον ’π’ ὄρτυγιν τετρανθέντα αὐλόν.
τ 399 Τετραποδηδόν: οὕτως ἐβάδιζον οἱ ἐν Λιβύῃ Σκιάποδες, πλα‐ τύποδες ὄντες καὶ ἀνορθοῦντες τὸν ἕτερον τῶν ποδῶν καὶ κατασκιά‐ ζοντες τὸ λοιπὸν σῶμα εἰς ἀποφυγὴν τοῦ ἐν αὐτοῖς ὄντος καύματος.
τ 400 Τετραποδητί: ποσὶ καὶ χερσίν. οἱ δὲ τετραποδητὶ τρόπον τινὰ προσπλεξάμενοι ἐβιάζοντο.
τ 401 Τετραπτερυλλίδων: τῶν ἀκρίδων. παρὰ τὸ τέσσαρα ἔχειν πτερά.
τ 402 Τετραραῖα.
τ 403 Τετραρχία: οἱ δʹ λόχοι, ἄνδρες ξδʹ· καὶ ὁ ἡγούμενος τετράρ‐ χης. τεττάρων μερῶν ὄντων τῆς Θετταλίας, ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο. ὄνομα δέ φησιν εἶναι ταῖς τετράσι Θετταλιῶτιν, Πελασγιῶ‐ τιν, Ἀστιεῶτιν. καὶ Ἀριστοτέλης δὲ ἐν τῇ κοινῇ Θετταλῶν πολιτείᾳ ἐπὶ Ἀλεύα τοῦ Πύρρου διῃρῆσθαί φησιν εἰς τέτταρας μοίρας τὴν Θετταλίαν. εἴη ἂν οὖν λέγων ὁ Δημοσθένης τὴν τετραρχίαν.
τ 404 Τετράς, τετράδος. καί, τέτρασι καιροῖς.
τ 405 Τετρασκάλμου· οἱ δὲ Ῥωμαῖοι δόγμα ἔγραψαν, ὅπως οἱ Κρῆτες πάντα τὰ πλοῖα ἕως τετρασκάλμου ἀναπέμψωσιν εἰς Ῥώμην.
τ 406 Τετραστατήρου· Ἀριστοφάνης· Εὐαίων ὁ δεξιώτατος, γυμνός. κἄπειτ’ ἔλεξε δημοτικωτάτους λόγους· ὁρᾶτε μέν με δεόμενον σωτηρίας τετραστατήρου· ἀλλ’ ὅμως ἐρῶ· ἢν παρέχωσι τοῖς δεομένοις οἱ κναφεῖς χλαίνας, ἐπειδὰν ἥλιος τραπῇ, πλευρῖτις ἂν ὑμῶν οὐδέν’ ἂν λάβοι ποτέ. οὗτος πένης ἦν ὁ Εὐαίων. ἔστι δὲ ὄνομα κύριον. ὅσοις δὲ κλίνη μή ἐστι μηδὲ στρώματα ἰέναι καθευδήσοντας ἐς τοὺς ἀπονε‐ νεμημένους ἐς τῶν σκυλοδεψῶν. ἢν δ’ ἀποκλίνῃ τῇ θύρᾳ, χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω, καί, τοὺς ἀλφιταμοιβοὺς τρεῖς χοίνικας δεῖπνον παρέχειν.
τ 407 Τετραφαλαγγαρχία: αἱ δύο διφαλαγγίαι, ἄνδρες ͵ϛτπδʹ· τοῦτο γὰρ ἡ τελεία καὶ εὔχρηστος φάλαγξ.
τ 408 Τετραφάληρον: τέσσαρας φάλους ἔχον.
τ 409 Τέτραχα: ἐπίρρημα· ἀντὶ τοῦ τετραχῶς. ὡς, πένταχα κοσμη‐ θέντες.
τ 410 Τετρήνας: τρυπήσας.
τ 411 Τετρηχυῖα: τραχυνομένη. καὶ Τετρήχει, ἐτραχύνετο.
τ 412 Τετρίγει: ἔτριζεν, ἢ ποιὸν ἦχον ἀπετέλεσε. καὶ Τετριγυῖα, τρίζουσα.
τ 413 Τετρώβολον: τουτέστι πολυτίμητον. οὕτω δὲ λέγουσι τὸ τε‐ τρωβολιαῖον, τουτέστι τετρωβόλου πωλούμενον.
τ 414 Τετρωμένον: βεβλημένον.
τ 415 Τέτρωρον: τέθριππον, ἤγουν τετράϊππον.
τ 416 Τετρυμένον: καταπεπονημένον. αὔλακι καὶ γήρᾳ τετρυμένον ἐργατίνην βοῦν Ἄλκων οὐ φονίην ἤγαγε πρὸς κοπίδα, αἰδεσθεὶς ἔργων.
τ 417 Τετρυπημένη: ψῆφοί εἰσι χαλκαῖ, αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι, αἱ δὲ ἡμίσειαι πλήρεις. οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδι‐ δόασιν ἑκάστῳ τῶν δικαστῶν δύο ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις, ἵνα μήτε πλήρης μήτε ταύτῃ τετρυπη‐ μένας λαμβάνωσι.
τ 418 Τετρύσθαι: καταπεπονῆσθαι. Ἀππιανός· ὁ δὲ Φίλιππος τοὺς ἐπιπλέοντας διέφθειρεν, ἵνα μὴ Ῥωμαίοις λέγοιεν τὰ Μακεδόνων ἐκτετρύσθαι. καὶ Τέτρυσαι, καταπεπόνησαι. ἤδη γὰρ χαλκός τε γέρων αὐτή τε τέτρυσαι.
τ 419 Τετύκοντο: παρεσκευάζοντο.
τ 420 Τέτυκται: κατεσκεύασται.
τ 421 Τετύφωμαι: ἐπήρθην. καὶ Τετυφωμένος. καὶ Τετυ‐ φῶσθαι, μεμηνέναι.
τ 422 Τετύφωμαι: ἀντὶ τοῦ ἐμβεβρόντημαι, ἔξω τῶν φρενῶν γέγονα· ἤτοι ἀπὸ τῆς βροντῆς, ἢ ἀπὸ τῶν ἐπὶ τὸν Τυφῶνα καταφερομένων σκηπτῶν, ἢ ἀπὸ τῶν τυφωνικῶν καλουμένων πνευμάτων, ἃ δὴ καὶ αὐτὰ ἐξίστησιν ἀθρόως καταρραγέντα. καὶ γὰρ Ἀλκαῖός φησι· πάμπαν δ’ ἐτύφως’, ἐκ δ’ ἐλέγετο φρένας.
τ 423 Τευθήν: ὁ κατάσκοπος.
τ 424 Τευθίδες: σηπίαι. καὶ Τευθίς, ἰχθύδιον εὐτελές. καί φησιν Ἀριστοφάνης περὶ Ἀντιμάχου· Ἀντίμαχον τὸν Ψεκάδος, ὡς μὲν ἁπλῷ λόγῳ, κακῶς ἀπολέσειεν ὁ Ζεύς· ὅς γ’ ἐμὲ τὸν τλήμονα ἄδειπνον ἀπέλυσεν· ὃν ἔτ’ ἴδοιμι τευθίδος δεόμενον· ἡ δ’ ὠπτημένη σίζουσα πάραλος ἐπὶ τραπέζης κειμένη ὀκέλλει· κᾆτα μέλλοντος λαβεῖν αὐτοῦ, κύων ἁρπάσας φάγοι. τοῦτο μὲν αὐτῷ κακὸν ἕν.
τ 425 Τευθρανία: ὄνομα τόπου.
τ 426 Τεῦκρος, ὁ Κυζικηνός, ὁ γράψας Περὶ χρυσοφόρου γῆς, Περὶ τοῦ Βυζαντίου, Μιθριδατικῶν πράξεων βιβλία εʹ, Περὶ Τύρου εʹ, Ἀρα‐ βικῶν εʹ, Ἰουδαϊκὴν ἱστορίαν ἐν βιβλίοις ϛʹ, Ἐφήβων τῶν ἐν Κυζίκῳ ἄσκησιν γʹ· καὶ λοιπά.
τ 427 Τευκτῆρι: ποιητῇ, κατασκευαστῇ.
τ 428 Τευκτόν: χειροποίητον.
τ 429 Τευμησία: περὶ τῆς Τευμησίας ἀλώπεκος οἱ τὰ Θηβαϊκὰ γεγρα‐ φότες ἱκανῶς ἱστορήκασι, καθάπερ Ἀριστόδημος· ἐπιπεμφθῆναι μὲν γὰρ ὑπὸ θεῶν τὸ θηρίον τοῦτο τοῖς Καδμείοις, διότι τῆς βασιλείας ἐξ‐ έκλειον τοὺς ἀπὸ Κάδμου γεγονότας. Κέφαλον δέ φασι, τὸν Δηϊόνος, Ἀθηναῖον ὄντα καὶ κύνα κεκτημένον, ὃν οὐδὲν διέφευγε τῶν θηρίων (ὃς ἀπέκτεινεν ἄκων τὴν ἑαυτοῦ γυναῖκα Πρόκνιν, καθηράντων αὐτὸν τῶν Καδμείων), διώκειν τὴν ἀλώπεκα μετὰ τοῦ κυνός· καταλαμβανο‐ μένους δὲ περὶ τὸν Τευμησὸν λίθους γενέσθαι τόν τε κύνα καὶ τὴν ἀλώπεκα. εἰλήφασι δ’ οὗτοι τὸν μῦθον ἐκ τοῦ Ἐπικοῦ κύκλου.
τ 430 Τεύξομαι· γενικῇ.
τ 431 Τευτάζειν: πραγματεύεσθαι ἢ σκευωρεῖσθαι ἢ στραγεύεσθαι, καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτω καὶ Δίδυμος, προσθείς, ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονά φησιν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν. καὶ Ἀρτεμίδωρος τὸ φροντίζειν. Φρύνιχος Μύσταις· μάστιγα δ’ ἐν χερσὶν ἔχων τευ‐ τάσθαι. Πλάτων Ξάνταις· ἦν δὴ θόρυβος τευταζόντων. ἀντὶ τοῦ πραγματευομένων, ἢ διατριβόντων. καὶ ἐν Τιμαίῳ· τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ φιλονεικίας τετακότι. οἷον διατετριφότι. γράφεται καὶ τευτακότι. Τηλεκλείδης· πάντες δὲ τευτάζουσιν οἱ διάκονοι. ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται. Φερεκράτης· ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι. σημαίνει καὶ τὸ σπουδάζειν, Πολιτείας ζʹ· καὶ τὸ ἡσυχάζειν. καὶ Τευτάζων, τὸ αὐτὸ ἀεὶ λέγων, καὶ φλυαρῶν. τουτέστι τὸ αὐτὸ καὶ αὐτὸ λέγειν.
τ 432 Τεύχεα: ὅπλα, σκεύη. εὑρίσκουσι δὲ ἀμφορέας, καὶ ἄλλα τεύχη κεραμαῖα κρεῶν μεστὰ τεταριχευμένων.
τ 433 Τεύχοντες: κατασκευάζοντες.
τ 434 Τεῦχος: ἀγγεῖον.
τ 435 Τεύχω: τὸ κατασκευάζω· γενικῇ. αἰτιατικῇ δέ. ἔνθα δέ τοι κλυτὰ δώματα τετεύχαται βένθεσι λίμνης.
τ 436 Τέφρα: ἡ κόνις.
τ 437 Τέφρα: εἶδος τέττιγος. καὶ γὰρ τέφρα καὶ μέμβραξ καὶ ἄλλος δακέττας καὶ κέρκωψ ἕτερος. καὶ ἀχέταν τινὰ λέγουσι καὶ ἀκανθίαν ἕτερον· ἀκοῇ παρεδεξάμην ταῦτα ἀκούσας. ὅτῳ δὲ καὶ πλείω τῶν προειρημένων εἰς γνῶσιν ἀφίκετο, λεγέτω ἐκεῖνος. ἀχέτας καὶ ἀκανθίας οὐκ εἴδη τεττίγων. ἀλλ’ ἐπίθετα τέττιγος. ἀπὸ τοῦ ἠχεῖν ἐν ἀκάν‐ θαις.
τ 438 Τεφρώσας: ἐμπρήσας, σποδώσας. καὶ παροιμία· Μὴ τὴν τέφραν φεύγων εἰς ἀνθρακιὰν πέσῃς.
τ 439 Τεχνάζειν: τὸ πανούργως τι διαπράττεσθαι. τὸ πρᾶγμα κομ‐ ψὸν καὶ σφόδρ’ ἐκ τοῦ σοῦ τρόπου· τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς. εἶδος πλακοῦντος ὁ πυραμοῦς· οὗτος δὲ ἐτίθετο τοῖς δια‐ παννυχίζουσιν ἔπαθλον, καὶ ὁ ἐγρηγορὼς ἕως πρωΐας ὡς νικῶν αὐτὸν ἐλάμβανε. μεταφορικῶς οὖν αὐτῷ ἐχρήσατο ὡς νικῶντος αὐτοῦ πανουργίᾳ πάντας.
τ 440 Τεχνάσμασι: δόλοις, πανουργίαις. τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασι φέρειν δίκαιον, ἀλλὰ τοῖς παθήμασι. καὶ μὴν σύ γ’, ὦ καταπῦγον, εὐρύπρωκτος εἶ, οὐ τοῖς λόγοισιν, ἀλλὰ τοῖς παθήμασιν.
τ 441 Τέχνη: ὁ δόλος. ὅθεν καὶ ἀτεχνῶς, ἀντὶ τοῦ ἀληθῶς καὶ ἄνευ δόλου.
τ 442 Τεχνηθέντος: δημιουργηθέντος.
τ 443 Τέχνην πεποίηται: ἀντὶ τοῦ εἰς ἔργον καὶ τέχνην αὐτῷ προ‐ κεχώρηκε.
τ 444 Τεχνητὸν γύναιον δυσγενές.
τ 445 Τεχνιτεία.
τ 446 Τεχνίτης: ὁ ἐπιστήμων. θηλυκῶς δὲ Τεχνῖτις, διὰ τοῦ ι. καὶ τὸ πληθυντικὸν οἱ τεχνῖται.
τ 447 Τεχνολογῶ.
τ 448 Τεχνύδριον· Τεχνύδρια λέγεται ὑποκοριστικῶς, ὥσπερ λο‐ γύδρια.
τ 449 Τζορολλός: πόλις Θρᾳκική, ἡ παρὰ πολλοῖς Τζουρουλλὸς λε‐ γομένη.
τ 450 Τεικτούς: χρηστούς.
τ 451 Τεῖνον. καὶ Τεινῳδάω, τεινῳδῶ, ῥῆμα. ἀπὸ τοῦ τείνειν τὴν ᾠδήν.
τ 452 Τείρεα: τὰ ἄστρα.
τ 453 Τειρεσίας: ὄνομα κύριον.
τ 454 Τείρει: καταπονεῖ. μυρία τοι, Πτολεμαῖε, πατὴρ ἔπι, μυρία μήτηρ τειρομένη θαλεροὺς ᾐκίσατο πλοκάμους.
τ 455 Τειριεύς: ὄνομα κύριον.
τ 456 Τείρωνος: ὄνομα κύριον.
τ 457 Τειχεσιπλήτης.
τ 458 Τειχήρεις: τετειχισμένους. τειχήρης οὖν γενόμενος τοὺς πολιορκοῦντας ἀπὸ τῶν περιβόλων ἠμύνετο. ἀντὶ τοῦ εἴσω τειχῶν.
τ 459 Τειχίζω· δοτικῇ.
τ 460 Τειχιόεις: ὁ τετειχισμένος. Τειχῶν καὶ πόλεως διαστολὴν ἐποιήσατο Θουκυδίδης· καὶ ἔοικε κυριωτέραν τῆς πόλεως τὴν λέξιν ἐπὶ τῶν οἰκιῶν λαμβάνειν.
τ 461 Τεῖχος μακρόν· ὅτι Ἀναστάσιος ὁ βασιλεὺς κτίζει τὸ μακρὸν τεῖχος πρὸ ἑξήκοντα μιλίων τῆς πόλεως, διατείνας ἐκ τῆς κατὰ ἄρκτον θαλάσσης εἰς μεσημ‐ βρίαν μῆκος μὲν μιλίων νʹ, εὖρος δὲ ποδῶν κʹ. λύσις ὀνείρου· τείχει καθεσθεὶς εὐτυχὴς πέλειν δόκει.
τ 462 Τῇ: ταύτῃ· ἢ δέξαι. λάβε. Ὅμηρος. Κύκλωψ, τῇ, πίε οἶνον, καὶ πάλιν· τῇ νῦν τοῦτον ἱμάντα. ἐχρήσατο δὲ καὶ τῷ πληθυντικῷ ὁ Σώφρων, εἰπών· τῇτέ τοι· κορῶναί εἰσιν. ἔστι δὲ καὶ τοπικὸν ἐπίρ‐ ρημα· τῇδε πᾶς ἕπου. καὶ ἔστιν ἐν ἴσῳ τῷ ἐνταῦθα. καὶ Ὅμηρος· τῇ ἴμεν, ᾗ κεν δὴ σύ, κελαινεφές, ἡγεμονεύῃς.
τ 463 Τήβεννα: πόλις.
τ 464 Τήβεννος· στολὴ Ῥωμαϊκή. Ταραντῖνοι δὲ Ποστουμίου τὴν τήβεννον λύμασιν ἀνθρώπων ἐμόλυναν.
τ 465 Τήβεννος: Ῥωμαϊκὴ ἐσθής, ἀπὸ Τηβέννου Ἀρκάδος, ὃς πρῶτος ταύτην τὴν χλανίδα περιεβάλετο· εἰσπλεύσας γὰρ κατὰ τὸν Ἰόνιον κόλπον καὶ ὑποδεχθεὶς ὑπὸ τῶν ταύτῃ κατοικούντων. ἀφ’ οὗ μα‐ θόντες οἱ ἐγχώριοι τὸν αὐτὸν ἐνεσκευάζοντο τρόπον καὶ ἐκάλουν τὴν ἐσθῆτα τηβέννειον, ἐπώνυμον τοῦ εὑρόντος. ὕστερον δὲ παραφθαρὲν τὸ ὄνομα τήβεννος ἐκλήθη.
τ 466 Τήγανον.
τ 467 Τῇδε: ταῦτα, ἢ ἐνταῦθα, ἢ ὧδε, ἢ ἐνθάδε.
τ 468 Τῇδ’ ἔνι: ἐν ταύτῃ δέ ἐστιν.
τ 469 Τηθαλλαδούς: γυναικοτρόφους, ὑπὸ τήθῃ τεθραμμένους.
τ 470 Τήθεα: ὄστρεα. ἰστέον ὅτι καὶ τούτοις ἐχρῶντο οἱ παλαιοί, καίτοι τῆς τούτων ἐδωδῆς οὐ πολὺ ἐχούσης τὸ ἡδὺ καὶ ὠφέλιμον.
τ 471 Τηθέλας: τοὺς μαμμοθρέπτους.
τ 472 Τήθη: μάμμη. ἡ πατρὸς ἢ μητρὸς μήτηρ. ἡ κλητικὴ τήθα. Τηθὶς δὲ θεία. Ἀριστοφάνης· ἀλλ’ ὦ τηθῶν ἀνδρειοτάτη, καὶ μητριδίων ἀκαλήφων, χωρεῖτ’ ὀργῇ, μὴ τέγγεσθ’· ἔτι γὰρ νῦν οὔρια θεῖτε. τήθας ἐκάλουν τὰς μάμμας. καὶ τηθίδας τὰς θείας, τὰς πατρὸς ἀδελφὰς ἢ μητρός. τήθας δὲ καὶ τὰς τροφούς. εἰσὶ δὲ καὶ ὄστρεα θαλάσσια. Ὅμηρος· πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν. ἀκαλήφας δὲ λέγουσιν οἱ μὲν καὶ τὰς θαλασσίας· λέγουσι δὲ καὶ τὰς κνίδας Ἀττικοί. καὶ κνίδη μὲν ἐς ὅσον ἂν ἁπαλή ἐστι, ἐπὰν δὲ σχῇ τὰς μητέρας, τουτέστι τὰς τοῦ σπέρματος σφαίρας, ἀκαλήφη λέγεται. ἀκαλήφας οὖν τὰς γραίας ἐκάλεσεν, ἐπειδὴ στερραὶ ἦσαν καὶ γενναῖαι. καὶ γὰρ τὸ φυτάριον δάκνει. ἐπεὶ οὖν εἶπε τηθῶν, εἶπε μητριδίων· τουτέστι τῶν ἐχουσῶν τὸ σπέρμα τῆς βοτάνης τῆς ἀκαλήφης· δάκνουσι δὲ αὗται· τοιαῦται δὲ καὶ αἱ γραῖαι. μητριδίας δὲ ἐκάλεσε τὰς ἐχούσας τὸ σπέρμα.
τ 473 Τηθίς: θεία. πατρὸς καὶ ἡ μητρὸς ἀδελφή.
τ 474 Τηθύς: ἡ θάλασσα. οὐδὲ σύ γ’, ἀφρηστά, Νηρηΐδας, ὡς πρίν, ἀείρων νώτοις πορθμεύσεις Τηθύος εἰς πέρατα.
τ 475 Τηθύς: ἡ γῆ. παρὰ τὸ τιθήνη εἶναι καὶ τροφός. Ὅμηρος· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. τουτέστιν ὑγρὰν οὐσίαν καὶ ξηράν.
τ 476 Τηιῖται.
τ 477 Τηκεδόνι: τῇ φθίσει. καὶ νοσεῖν καὶ νόσῳ μακρᾷ, καὶ τηκεδὼν αὐτὴν διεδέξατο· καὶ ὅσα ἐτόλμησε βοῶν καὶ λέγων, καὶ ὡς ἐστὶν ἀν‐ θρώπων ἀσεβεστάτων ἐκτραγῳδῶν καὶ εὐχόμενος, τὴν ἐπίρρητόν τε καὶ κατάρατον ψυχὴν ἀπορρῆξαι.
τ 478 Τήκω· αἰτιατικῇ. τὸ ἐνεστώς. καὶ Τῆξαι.
τ 479 Τηκτά: οἷον κηρὸς καὶ πίττα. τηκτά τε ὅσα καὶ χυτὰ ἐς πο‐ λεμίους σὺν πυρὶ ἐξ ὑπερδεξίων ἐβάλλετο· τά τε ἄλλα καὶ τὴν σιδη‐ ρῖτιν γῆν, ἣν πυρὶ πολλῷ διαφανῆ ἐργασάμενοι, κατὰ τῶν ὑπιόντων τὸ τεῖχος ἔχειν ἔμελλον.
τ 480 Τηλαυγές: λίαν λαμπρόν. πόρρωθεν φαῖνον.
τ 481 Τηλαύγης, κλίνεται εἰς ους. Σάμιος, Πυθαγόρου τοῦ πάνυ υἱὸς καὶ μαθητής, φιλόσοφος, διδάσκαλος Ἐμπεδοκλέους. ἔγραψε περὶ τῆς τετρακτύος βιβλία δʹ.
τ 482 Τηλαύγημα: ἀρχὴ λέπρας ἐν τῇ τοῦ σώματος ἐπιφανείᾳ.
τ 483 Τῆλε καὶ Τηλοῦ: πόρρω.
τ 484 Τηλεβόας: ἐθνικόν.
τ 485 Τηλέγονος: ὄνομα κύριον. ὃς πρῶτος ἐφεῦρε τὴν οἰωνιστι‐ κήν· ὅτι οἷον, εἰ ἐν τῇ στέγῃ ἐφάνη γαλῆ ἢ καὶ ὄφις, τόδε ση‐ μαίνει.
τ 486 Τηλεδαπός: μακρὰν ἀφεστηκώς.
τ 487 Τηλεθάοντα: πάνυ λάμποντα.
τ 488 Τηλεκλείδης, Ἀθηναῖος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀμφικτύονες καὶ Πρυτάνεις καὶ Στερροί· ὡς Ἀθήναιος λέγει ἐν τοῖς Δειπνοσοφισταῖς.
τ 489 Τηλεκλειτοί: ἄγαν ἔνδοξοι.
τ 490 Τηλέπορον· Ἀριστοφάνης· τηλέπορόν τι βόημα. οἷον ὀρθόν τι καὶ ὑψηλόν. ἔστι δὲ ἀρχὴ ᾄσματος· ὥσπερ τό, περσέπολιν Ἀθάναν.
τ 491 Τηλεσκόπῳ ὄμματι: τῷ πάντα ἐφορῶντι.
τ 492 Τηλεφάνης: αὐλητής. Τηλεφανὴς δὲ μακρόθεν φαινο‐ μένη.
τ 493 Τηλεφανεῖς: ἀφ’ ὧν ἔστιν ἰδεῖν τὰ πόρρω· τοῖς γὰρ εἰς ὕψος οὖσι καὶ τὰ μακρὰ καταφανῆ γίνεται.
τ 494 Τήλεφος ἐκ πηριδίου: οὗτος πένης ἦν. Ἀριστοφάνης· καίτοι πρότερόν γ’ ἐπτώχευες, Τήλεφος εἶναι φάσκων, ἐκ πηριδίου. καὶ Τηλέφειον τραῦμα.
τ 495 Τήλεφος, Περγαμηνός, γραμματικός. ἔγραψε καὶ αὐτός ... ἐν οἷς παρατίθεται πόσα χρὴ εἰδέναι τὸν γραμματικόν, Περὶ τῶν παρ’ Ὁμήρῳ σχημάτων ῥητορικῶν βιβλία βʹ, Περὶ συντάξεως λόγου Ἀττι‐ κοῦ βιβλία εʹ, Περὶ τῆς καθ’ Ὅμηρον ῥητορικῆς, Περὶ τῆς Ὁμήρου καὶ Πλάτωνος συμφωνίας, Ποικίλης φιλομαθείας βιβλία βʹ, Βίους τρα‐ γικῶν καὶ κωμικῶν, Βιβλιακῆς ἐμπειρίας βιβλία γʹ, ἐν οἷς διδάσκει τὰ κτήσεως ἄξια βιβλία, Ὅτι μόνος Ὅμηρος τῶν ἀρχαίων ἑλληνίζει, Πε‐ ριήγησιν Περγάμου, Περὶ τοῦ ἐν Περγάμῳ Σεβαστίου βιβλία βʹ, Περὶ τῶν Ἀθήνησι δικαστηρίων, Περὶ τῶν Ἀθήνησι νόμων καὶ ἐθῶν, Περὶ τῶν Περγάμου βασιλέων βιβλία εʹ, Περὶ χρήσεως ἤτοι ὀνομάτων ἐσθῆτος καὶ τῶν ἄλλων οἷς χρώμεθα· ἔστι δὲ κατὰ στοιχεῖον· Περὶ τῆς Ὀδυσσέως πλάνης, Ὠκυτόκιον· ἔστι δὲ συναγωγὴ ἐπιθέτων εἰς τὸ αὐτὸ πρᾶγμα ἁρμοζόντων πρὸς ἕτοιμον εὐπορίαν φράσεως, βιβλία ιʹ.
τ 496 Τηλία: σανίς, ἡ λεγομένη κάρδοπος, σηλία τις οὖσα· ὥσπερ τὸ σήμερον, τήμερον. καὶ δὴ καὶ ἰδίως ἐκαλεῖτο τηλία, περίφραγμα σα‐ νίδων ἐν τῇ ἀγορᾷ, ἐν ᾧ ἄλφιτα ἐπιπράσκοντο. καὶ οἱ ὀρτυγοτρόφοι τοὺς ὄρτυγας συνέβαλλον ἐν τούτῳ. ἄλλως· σανὶς πλατεῖα, ἐφ’ ἧς ἀλφιτοποιοῦσι· τινὲς δὲ τηλίαν ξύλον φασὶ πλατύ, εἰς ὃ τιθέασιν οἱ ἀρτοκόποι τοὺς ἄρτους ἐπὶ τῷ ξηραίνεσθαι. ἄλλοι δὲ τηλίαν, τῆς καπνοδόχης τὸ πῶμα, ὅ ἐστι περιφερές. φησὶν οὖν ὅτι διὰ δακτυλίου ἑλκυσθείης, ἐὰν ᾖ ὁ δακτύλιος τηλία. τοῦτο δὲ ὡς παχείας οὔσης καὶ μὴ δυναμένης διὰ δακτυλίου ἑλκυσθῆναι, ἀλλὰ τηλίας. Ἀριστοφάνης. ἢ τηλία μέν ἐστιν ἡ ἀτρύπητος σανίς. ἐὰν δὲ τρυπηθείη, ἁψὶς γίνεται.
τ 497 Τηλία: πῆγμα τετράγωνον, ἐφ’ οὗ ἤτοι τὰ ἄλφιτα πιπράσκεται ἢ ἀλεκτρυόνες συμβάλλονται. καὶ περιφέρεια τοῦ κοσκίνου. Ἀριστοφάνης· διὰ δακτυλίου μὲν οὖν ἐμέ γ’ ἂν διελκύσαις. ἐπὶ τῶν πάνυ λεπτῶν· ὁ δὲ ἀντείρηκεν, εἰ τυγχάνοι δακτύλιος ὢν τηλία.
τ 498 Τῆλις: εἶδος ὀσπρίου, ἥτις ἑφθὴ ἐπιχεομένη ὄλισθον ἐμποιεῖ τοῖς ποσὶ τῶν ἀνθρώπων ἐπισφαλῆ· ὅπερ Ἰώσηπος πρὸς τὴν πολιορ‐ κίαν ἐμηχανήσατο.
τ 499 Τηλόθι καὶ τηλόσε: πόρρω, μακράν.
τ 500 Τηλοπέτευς: τῆς πόρρω πετομένης. ἐν Ἐπιγράμμασι· ἀμβρο‐ σίων ἔαρος κηρῶν μέλι πολλὸν ἀμέλξας, δῶρον ἀποιμάντου τηλοπέτευς ἀγέλης.
τ 501 Τηλωπός: ἔκδημος. Σοφοκλῆς· κεἰ τὰ νῦν τηλωπὸς οἰχνεῖ δυσμενῶν θήραν ἔχων.
τ 502 Τηλυγέτης: μονογενής. καὶ τηλύγετον, μονογενῆ. Ὅμηρος· ὅς μοι τηλύγετος τρέφεται. ὁ προήκουσι τοῖς γονεῦσι γεννώμενος, μεθ’ ὃν οὐκέτι γεννήσεται, λέγεται τηλύγετος. καταχρᾶται δὲ ἐνίοτε καὶ ἐπὶ τοῦ ἀγαπητοῦ, διὰ τὸ τοὺς ὀψίμους γεννηθέντας ἀγα‐ πᾶσθαι. τηλύγετος οὖν ὁ τηλοῦ τῆς γονίας.
τ 503 Τημελές: ἐπιμελές. καὶ Τημελής, ἐπιμελής, σπουδαῖος.
τ 504 Τημελήσαντες: θλίψαντες.
τ 505 Τημελῆσαι: ἐπιμελῆσαι, φροντίσαι.
τ 506 Τημελούμενον: ἐπιμελούμενον, φιλοκαλούμενον.
τ 507 Τῇ μέν: ὅπου μέν. ἢ ἐν μέρει.
τ 508 Τήμενος: ὄνομα κύριον.
τ 509 Τήμερος: ὁ σημερινός. καὶ ἔστι τεταγμένον ἐπὶ σώματος. τὸ δὲ τήμερον ἐπὶ χρόνου λέγεται. καὶ ἐν Εἰρήνῃ· ἰὼ Λακεδαίμων, τί ἄρα ποιήσει τήμερα; ἀντὶ τοῦ σημερινή.
τ 510 Τημοῦχος: οὕτω καλοῦσι τοὺς ἄρχοντας Μεσσήνης. τοῦ γε μὴν τημούχου καθῆραι πᾶσαν τὴν πόλιν, οἷα δὴ λυμάτων τινῶν καὶ καθαρ‐ μάτων ἀπηλλαγμένην.
τ 511 Τήνα: ἐκεῖνα. Θεόκριτος· ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς, αἰπόλε, τήνα.
τ 512 Τὴν Ἀκεσαίου σελήνην: παροιμία. λέγεται δὲ ἐπὶ τῶν δια‐ μενόντων καὶ βραδυνόντων. ἦν δὲ Νείλεω κυβερνήτης ὁ Ἀκεσαῖος.
τ 513 Τηνάλλως: μάτην. καὶ οὐ τηνάλλως, μετὰ τῆς ἀποφάσεως λέγεται. ὁ δὲ Φιλήμων Νυκτί· τὸ κανοῦν δὲ ὁ παῖς περίεισι τηνάλλως ἔχων. ἔστι καὶ παρὰ τοῖς περὶ Δημοσθένην καὶ ἐν Θεαιτήτῳ Πλάτω‐ νος. ὡς δὲ λόγους τηνάλλως ταῦτα ἤκουσαν ὄντα, χωροῦσιν ἐς σύμβασιν πρὸς Ζήνωνα πάλιν.
τ 514 Τὴν αὐτὴν ταύτην ἀναχορεύσομεν ὄρχησιν: ἀντὶ τοῦ ἐπὶ τὴν αὐτὴν πρᾶξιν ἐπανέλθωμεν. τοῦτο εἴρηκε Μάρσος πρὸς Ζή‐ νωνα τὸν βασιλέα. τὴν αὐτὴν ταύτην καὶ δεύτερον ἀναχορεύσομεν ὄρχησιν.
τ 515 Τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων, πόρον δὲ τὰς ναῦς, ἀπορίαν δὲ τὸν πόρον: εἴρηται τοῦτο κατὰ τὴν Περικλέους γνώμην, ὃς ἐκέλευσεν Ἀθηναίοις ἐμβαλλόντων μὲν Λακεδαιμονίων ἐς τὴν Ἀττικήν, μὴ ἐπεξ‐ ιέναι, ἀλλ’ ἔσω τείχους μένειν, αὐτοὺς δὲ διὰ τῶν πλοίων ἐπιέναι τῇ Λακωνικῇ. τὸν οὖν κατὰ γῆν πόρον ἀπορίαν ἡγεῖσθαι· τὸ δὲ διὰ θαλάσσης, τοῦτο ἡγεῖσθαι πόρον. ἢ οὕτως· ἕνα πόρον ἡγεῖσθαι χρη‐ μάτων τὸ ναῦς ὡς πλείστας ἔχειν. τὸν δὲ ἄλλον πόρον, ὃς ἂν ἔξω τούτου γένηται, τοῦτον ἀπορίαν νομίζειν, οἷον τὰ θεωρητικὰ καὶ τὰ δικαστικά. συμβουλεύει οὖν πᾶσαν τὴν ἐν τούτοις γινομένην δαπάνην ταῖς ναυσὶν ἀφορίσαι.
τ 516 Τὴν γλαῦκα τωθάζουσι. τήνδε, ἀντὶ τοῦ ταύτην.
τ 517 Τὴν Δωριστὶ μόνην ἁρμονίαν ἁρμόττεσθαι τὴν λύραν, ἄλλην δ’ οὐκ ἐθέλω: τουτέστι τὴν δωροδοκιστί.
τ 518 Τήνελλα: μίμημα φωνῆς κρούματος αὐλοῦ ποιᾶς. Ἀρχίλοχος· τήνελλα, καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύω. Ἀριστοφάνης· ἀλλ’ ἐὰν νικήσῃς τῇ βοῇ, τήνελλος εἶ. ἀντὶ τοῦ νικηφόρος. τήνελλα δὲ κρουμάτιον ἐπινίκιον. ἢ τήνελλος, ἁρμονία λύρας. ἐὰν τοίνυν ὑπερακοντίσῃς αὐτοὺς τῇ βοῇ, μουσικώτατος εἶ· ἢν δ’ ἀναιδείᾳ παρέλθῃς, ἡμέτερος ὁ πυραμοῦς. ὁ δὲ πυραμοῦς εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ τυρῶν πεφρυγμένων, ὡς σησαμοῦς ὁ διὰ σησάμης. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς· εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας· καὶ ὁ διαγρυπνή‐ σας μέχρι τῆς ἕω, νικήσας ἐλάμβανε τὸν πυραμοῦντα. ὁ δὲ νοῦς, ὅτι μὴ νικηθῇς ὑπ’ αὐτοῦ τῇ βοῇ, περιγένῃ δὲ ταῖς περιεργίαις καὶ ἀναισχυντίαις οὐδὲν ἧττον, ἡμέτερον τὸ τερμάτιον, τουτέστιν ἡ νίκη.
τ 519 Τὴν ἐμὴν κάμνειν νόσον: παροιμία. ὡς ἡ τοιαύτη· ταυτὸν ἕλκομεν ζυγόν.
τ 520 Τὴν θύραν ἔχων τετρημένην, ὥσπερ αἱ ποῖμναι: ἐπὶ τοῦ ἀπανθρώπου καὶ ἀπροσπελάστου.
τ 521 Τηνικαῦτα: τότε.
τ 522 Τὴν κατὰ σαυτὸν ἔλα: ἀπὸ χρησμοῦ τινος ἐλέχθη. τουτέστιν οἷος εἶ, τοιοῦτος καὶ φαίνου καὶ μείζοσι μὴ συμπαρεκτείνου. τοῦτο οἱ μὲν Πυθικὸν εἶναί φασιν ἀπόφθεγμα, οἱ δὲ Σόλωνος· ἔνιοι δὲ αὐτὸ Χίλωνα εἰπεῖν συμβουλευομένῳ τινί, εἰ πλούσιον ἕλοιτο γάμον.
τ 523 Τὴν λεοντῆν ἐνδύου: ἴσον τῷ γενναΐζου.
τ 524 Τῆνος: μία Κυκλάδων νήσων.
τ 525 Τὴν ταχίστην: ἐπίρρημα, ἀντὶ τοῦ ταχέως. ὁ δὲ φιλοτίμως εἶχε πρὸς τὴν ταχίστην κρῖναι τὰ ὅλα.
τ 526 Τὴν τράπεζαν οἴσομαι: Ἀριστοφάνης. τουτέστιν ἐμαυτῷ ὑπηρετήσω καὶ οὐ χρεία παιδός.
τ 527 Τὴν τρύγα συνεκπιεῖν.
τ 528 Τὴν χεῖρα προσφέροντα τὸν θεὸν καλεῖν: βοηλάτης ἐκ κώμης ἅμαξαν ἄγων, καὶ ταύτης ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ἀργὸς ἵστατο τῷ Ἡρακλεῖ προσευχόμενος· ἐκεῖνον γὰρ ἐκ πάντων τῶν θεῶν ἀσπαζόμενος ἐτίμα. ὁ δὲ θεὸς ἐπιστὰς εἶπε· τῶν τροχῶν ἅπτου καὶ τοὺς βόας νύττε καὶ τότε τὸν θεὸν εὔχου, ὅταν καὐτός τι ποιῇς· μὴ μέντοι γε μάτην εὔχου. ἐκ τούτου εἰς παρ‐ οιμίαν εἰσήχθη.
τ 529 Τηξιμελεῖ: φθοροποιῷ. τηξιμελεῖ νούσῳ κεκολουμένος ἔδραμε θυμῷ ἐς προτέρην ἔργων ἄρσενα μαρτυρίην.
τ 530 Τήραιος: ὄνομα κύριον. ὁ Μῆδος.
τ 531 Τηρεύς: ὁ τηρῶν.
τ 532 Τηριβάζης: ὄνομα κύριον. Ξενοφῶν Τηρίβαζος. ὁ δὲ Τηρίβαζος φίλος ἦν τῷ βασιλεῖ, καί, ὁπότε παρείη, οὐδεὶς ἄλλος τὸν βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν. ἀντὶ τοῦ ἀνεβίβαζεν.
τ 533 Τηριδάτης: ὄνομα κύριον.
τ 534 Τηρῶ· αἰτιατικῇ.
τ 535 Τήρωνες: οἱ ἀρτιμαθεῖς τὰ πολέμια καὶ οὔπω ἐγγεγυμνασμένοι τοῖς κινδύνοις τήρωνες καλοῦνται παρὰ Ῥωμαίοις.
τ 536 Τῆς: ἀντὶ τοῦ ταύτης. οὐκ ἔστι δὲ ἄρθρον. Ὅμηρος· μήποτε τῆς εὐνῆς ἐπιβήμεναι. ἀντὶ τοῦ ταύτης. καὶ ἐν Ὀδυσσείᾳ· εἵνεκα τῆς ἀρετῆς. ἀντὶ τοῦ ταύτης.
τ 537 Τῆς Μεγαρέων ἄξιοι μερίδος: ἀντὶ τοῦ ἄτιμοι.
τ 538 Τῆς μητρὸς ὡς αἲξ καλεῖται: οἱ γὰρ ἔριφοι ἐν τοῖς αἰπο‐ λίοις ἀπὸ τῶν μητέρων γνωρίζονται· ἀπὸ πατέρων γὰρ ἀδύνατον.
τ 539 Τῆς μυρίας ὄντα τηλικουτονί: ἐπὶ τῶν παραλόγως τι λεγόντων, ἐνηλίκων ὄντων. οἷον τελείαν ἐχόντων τὴν ἡλικίαν καὶ πάντα εἰδέναι ὀφειλόντων.
τ 540 Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας· ζήτει ἐν τῷ ὑπωπιάζω.
τ 541 Τητᾶσθαι: στερίσκεσθαι. Σοφοκλῆς· τοιαῦτ’ ἀκούσας κἀξονει‐ δισθεὶς κακὰ πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος πρὸς τοῦ κα‐ κίστου κἀκ κακῶν Ὀδυσσέως. καὶ αὖθις· οὗ τητώμεναι, τολοιπὸν ἤδη τοῦ βίου διάξετε.
τ 542 Τῆτες καὶ Τῆτα: τούτῳ τῷ ἔτει, ἐπ’ ἔτος. ἐγελᾶτ’, ἀνθ’ ὧν Ὑπέρβολον ἔλαχε τῆτες ἱερομνημονεῖν. Ἀριστοφάνης Νεφέλαις. τοῦτο οἱ Δωριεῖς τᾶτες λέγουσι, καὶ διὰ τοῦ δ τῆδες.
τ 543 Τητινή: χθεσινή. καὶ οὐδέτερον Τητινόν.
τ 544 Τητώμενον: στερισκόμενον.
τ 545 Τηϋσίη: ματαία.
τ 546 Τί: οἱ ἀπὸ τῆς Στοᾶς τοῦτο τὸ τί γένος τοῦ ὄντος τίθενται· τὸ γὰρ τί δῆλον ὅτι καὶ ὄν. εἰ δὲ ὄν, τὸν τοῦ ὄντος ἀναδέχοιτο ἂν λόγον. διὸ καὶ γενικώτερον αὐτό φασιν εἶναι, κατηγορούμενον οὐ κατὰ σωμάτων μόνον ἀλλὰ καὶ κατ’ ἀσωμάτων.
τ 547 Τιάρα: κόσμος ἐπικεφάλαιος, ἣν οἱ βασιλεῖς μόνοι ὀρθὴν ἐφόρουν παρὰ Πέρσαις, οἱ δὲ στρατηγοὶ κεκλιμένην. καὶ Δημάρατος ὁ Λακε‐ δαιμόνιος, ὃς δὴ μετὰ Ξέρξου ἦλθεν ἐπὶ τὰς Ἀθήνας, ἐπί τινος εὐημερίας συγχωρήσαντος αὐτῷ τοῦ βασιλέως ὃ θέλει αἰτήσασθαι, ᾐτήσατο ἐν ὀρθῇ τῇ τιάρᾳ εἰς Σάρδεις εἰσελάσαι· ὡς Φύλαρχος ἐν ιʹ. τὸ δ’ αὐτό φασιν εἶναι καὶ κίταριν. Θεόφραστος δ’ ἐν τῷ Περὶ βασι‐ λείας Κυπρίων τὴν κίταριν, ὡς διάφορον.
τ 548 Τιαρηφόρος.
τ 549 Τὶ βαιόν: ἀντὶ τοῦ οὐδὲ ὀλίγον. Σοφοκλῆς· τὶ βαιὸν οὕτως ἐντρέπῃ τῆς συμμάχου.
τ 550 Τιβέριος, φιλόσοφος καὶ σοφιστής. Περὶ ἰδεῶν λόγου βιβλία γʹ, Περὶ παρασκευῆς, Περὶ μεταποιήσεως, Περὶ ἱστορίας, Περὶ λόγου τάξεως καὶ συνθέσεως, Περὶ διαιρέσεως λόγου, Περὶ μεταβολῆς λόγου πολιτικοῦ, Περὶ λόγων ἐπιδεικτικῶν, Περὶ προλαλιῶν καὶ προοιμίων, Περὶ ἐπιχειρημάτων, Περὶ Δημοσθένους καὶ Ξενοφῶντος, Περὶ Ἡρο‐ δότου καὶ Θουκυδίδου.
τ 551 Τιβέριος, Ὀκταβίου υἱός, βασιλεὺς Ῥωμαίων, ἐμπλήκτως καὶ ἀνοήτως τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ καὶ ἀθέσμῳ πλεονεξίᾳ αἰσχρᾷ τε ἡδυπαθείᾳ χρησάμενος. στρατείαν μὲν γὰρ ἅπασαν αὐτὸς ἠρνήσατο, διὰ δὲ τῶν ὑποστρατήγων γλίσχρως καὶ ῥᾳθύμως τοῖς ἐναντίοις προσπολεμῶν. κακοήθης δὲ ὢν ἔστιν οὓς τῶν συμμάχων βασιλέων τῶν οἰκείων ἀρχῶν ἀπάτῃ μετελθὼν ἀφείλετο· ὧν Ἀρχέλαος ἦν ὁ Καππαδόκων βασιλεύς, ὃν ἠπίοις καὶ θεραπευτι‐ κοῖς καλέσας ὡς ἑαυτὸν λόγοις, οὐκέτι πρὸς τὴν οἰκείαν ἀπονοστῆσαι συνεχώρησεν, ἀλλ’ ἐπαρχίαν τὴν Καππαδοκίαν ἀπέφῃνε καὶ τὴν με‐ γίστην τῶν τῇδε πόλεων Μάζακα ἔμπροσθεν ὑπὸ τῶν ἐποίκων ὀνο‐ μαζομένην, ἀφ’ ἑαυτοῦ φέρειν τὴν προσηγορίαν ἐπέταξεν· ἥπερ δὴ καθ’ ἡμᾶς Καίσαρός ἐστιν ἐπώνυμος. ἐς γῆρας δὲ ὅμως μακρὸν προελθὼν θνήσκει.
τ 552 Τιβέριος, βασιλεὺς Ῥωμαίων. οὗτος ἰδιωτάτῃ φύσει ἐκέχρητο· οὔτε γὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι καὶ ὧν ἔλεγεν οὐδενὸς εἰπεῖν ἐβούλετο· ἀλλ’ ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λογισμοὺς ποιούμε‐ νος, πᾶν ὃ ἐπόθει ἠρνεῖτο καὶ πᾶν ὃ ἐμίσει προσετίθετο. τοὺς πε‐ ρισσὰ ἐπαίροντας ἄρχοντας ἐκόλαζε, λέγων, κείρεσθαί μου τὰ πρόβατα, ἀλλ’ οὐ ξυρᾶσθαι βούλομαι. οὕτω δὲ ἦν ἴσος, ὥστε ὀρχηστήν τινα ποτὲ ἐλευθερωθῆναι βουληθέντα, μὴ πρότερον συνεπαινέσαι, πρὶν τὸν δεσπότην αὐτοῦ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν. τοῖς γὰρ ἑταίροις ἐν ἰδιωτείᾳ ἦν καὶ συνηγωνίζετο, φρουρὰν μὴ ἐπαγόμενος. καὶ παρήγ‐ γειλε σηρικῇ ἐσθῆτι μὴ χρῆσθαί τινα. αἰφνιδίως δὲ εἰς τὴν χείρονα γνώμην μετετέθη, ὥστε παραφρονεῖν νομισθῆναι. τοῦτο δὲ τὸ ἀρχαῖον ἐφθέγξατο· ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί. καὶ τὸν Πρίαμον ἐμα‐ κάριζεν, ὅτι μετὰ τῆς πατρίδος καὶ τῆς βασιλείας ἀπώλετο.
τ 553 Τιβέριος, ἐν Κωσταντινουπόλει βασιλεὺς Ῥωμαίων· ὃν συνίστη‐ σιν Ἰουστῖνος ἄνδρα πρᾶον ὁμοῦ καὶ φιλάνθρωπον, κρείττονα λημμά‐ των καὶ χρημάτων ἀφρόντιδα, τοῦτο μόνον εὐδαιμονίαν ἡγούμενον, τὸ τεθηλέναι τε καὶ ἐς μέγα πλούτου κομᾶν τὸ ὑπήκοον, τὴν κοινὴν τῶν ἀνθρώπων μακαριότητα πάγκαλον καὶ ἀσύλωτον θησαυρὸν λογι‐ ζόμενον· ὃς τὸν ὄγκον τῆς τυραννίδος μισήσας καὶ πρὸς τὸ φιλόστορ‐ γον τῶν ὁμοφύλων ἀναδραμὼν εἵλετο βασιλεύειν αὐτῷ τὸ ὑπήκοον ἢ τοὺς ἰθυνομένους τυραννικώτερον ἀνδραποδίζεσθαι, πατὴρ ἐθέλων ἢ δεσπότης ὑπὸ τῶν ὑπηκόων ἀναγορεύεσθαι. ἄριστος δὲ ὑπάρχων ἐν νεότητι καὶ πρὸς γῆρας ἐλθὼν αἰφνίδιον εἰς τὴν χείρονα μετε‐ βλήθη γνώμην, ὥστε καὶ παραφρονεῖν αὐτὸν νομισθῆναι καὶ ὑπὸ δαί‐ μονος ἐλαύνεσθαι πρὸς πᾶσαν ἀνοσιουργίαν τε καὶ μανίαν καὶ οἰστρη‐ λασίαν, οὐ μόνον ἐν τοῖς κατὰ φύσιν, ἀλλὰ καὶ ἐν τοῖς παρὰ φύσιν, καὶ ἐν πάσῃ ἀδικίᾳ καὶ τυραννίδι. οὕτω δὲ μεταπεσὼν εἰς κακίαν καταστρέφει τὸν βίον.
τ 554 Τιβεριέων δῆμος.
τ 555 Τιβία: ὅλη ἡ Φρυγία οὕτω καλεῖται.
τ 556 Τί γὰρ δὴ δελφῖνι καὶ βοΐ φασι κοινὸν εἶναι, Σύλλᾳ τε καὶ φιλοσόφοις.
τ 557 Τί γάρ με λυπεῖ τοῦθ’, ὅταν λόγῳ θανὼν ἔργοισι σωθῶ κἀξεν‐ έγκωμαι κλέος; δοκῶ μὲν ὡς οὐδὲν ῥῆμα σὺν κέρδει κακόν. ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς λόγῳ μάτην θνήσκοντας, τοῖς δ’ ἔρ‐ γοις οὔ. Ἀριστοφάνης· τί γάρ σε πέφευγ’, ὅσα χρὴ σοφὸν ἄνδρα; τί δ’ οὐ σὺ φρονεῖς, ὁπόσα χρεών ἐστι τὸν σοφῇ δόκιμον φρενί, πο‐ ρίμῳ τόλμῃ. τουτέστι τί σε πέφευγε; τί γὰρ οὐ ποιεῖς, ὅσα χρὴ τοὺς ἐπιστήμονας; πορίμῳ δὲ ἀντὶ τοῦ εὐπόρῳ πρὸς τὸ ἐπινοεῖν.
τ 558 Τιγιλλίων: ὄνομα κύριον.
τ 559 Τίγρις: τὸ ζῷον. Τίγρης δὲ ὄνομα ποταμοῦ.
τ 560 Τί δ’ ἄλλο Μεγαροῖ: λείπει τό, ἢ τοῦτο τὸ ἀπολέσαι ἡμᾶς σπουδάζειν;
τ 561 Τί δαί: τί δή; καὶ οὕτως λέγουσιν τὸ τί δή. Ἀριστοφάνης Πλούτῳ· τί δαί; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι. ἔστι δὲ σύν‐ δεσμος ἐρωτηματικὸς διὰ τὴν ἔκτασιν διὰ διφθόγγου γραφόμενος. καὶ Ὅμηρος· τίς δαίς; τίς δαὶ ὅμιλος; ἐν Ὀδυσσείᾳ.
τ 562 Τί δαί· εἰπόντος τοῦ δανειστοῦ, ληρῶ· τὰ χρήματ’ ἀπολαβεῖν εἰ βούλομαι; τοῦ δὲ Στρεψιάδου ἀντιφήσαντος· οὐκ ἔσθ’ ὅπως σύ γ’ αὐτὸς ὑγιαίνεις· ἐπέφερεν ὁ δανειστής· τί δαί;
τ 563 Τί δῆτα θεῶν στρέφῃ: ἀντὶ τοῦ τί ἐνδιατρίβεις;
τ 564 Τί δῆτ’ ἂν ἀλγοίης ἐπ’ ἐξειργασμένοις: ἀντὶ τοῦ ἐπὶ τετελεσμένοις καὶ ἴασιν οὐκ ἔχουσιν. οὔτε γὰρ γένοιτ’ ἂν ταῦθ’ ὅπως οὐχ ὧδ’ ἔχειν. ὅπως τοῦ μὴ οὕτως σχοίη· κατὰ τὸ τοῦ Σιμωνίδου· τὸ γὰρ γεγενημένον οὐκέτ’ ἄρεκτον ἔσται.
τ 565 Τί δῆτά σοι: τί σοι;
τ 566 Τί ἐστι τὸ ἐν τοῖς Δημοσθένους Φιλιππικοῖς, καὶ τὸ θρυλού‐ μενόν ποτε ἀπόρρητον ἐκεῖνο, Θεόπομπος ἐν λαʹ δεδήλωκε· φησὶ γάρ· καὶ πέμπει πρὸς Φίλιππον πρεσβευτάς, Ἀντιφῶντα καὶ Χαρίδημον, πράξοντας καὶ περὶ φιλίας· οἳ παραγενόμενοι συμπείθειν αὐτὸν ἐπε‐ χείρουν ἐν ἀπορρήτῳ συμπράττειν Ἀθηναίοις, ὅπως ἂν λάβωσιν Ἀμ‐ φίπολιν, ὑπισχνούμενοι Πύδναν. οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων εἰς μὲν τὸν δῆμον οὐδὲν ἀπήγγελον, βουλόμενοι λανθάνειν τοὺς Πυδ‐ ναίους, ἐκδιδόναι μέλλοντες αὐτούς· ἐν ἀπορρήτῳ δὲ μετὰ τῆς βουλῆς ἔπραττον.
τ 567 Τίη: διατί δή;
τ 568 Τί ἱκανόν: τί ὄφελος;
τ 569 Τιθασεύει· αἰτιατικῇ. ἡμεροῖ, πραΰνει. καὶ Ἀτίθασσον.
τ 570 Τιθασόν: ἥμερον.
τ 571 Τιθέντες: ποιοῦντες.
τ 572 Τίθεσθαι· ὁ δὲ πρέσβεις ἔστειλε πρὸς τοὺς Μεγαρέας, παρακα‐ λῶν ἔτι καὶ νῦν τίθεσθαι τὰ πράγματα καὶ μὴ κινδυνεύειν τοῖς ὅλοις. ἀντὶ τοῦ συγκατατίθεσθαι, διαπράττεσθαι.
τ 573 Τιθήνας: τροφούς. καὶ Τιθηνητήρ. πολλὰ τιθηνητὴρ ὠλο‐ φύρατο χερσὶν ἀμήσας ἀνδρομάχοις δνοφερὰν κρατὸς ὕπερθε κόνιν. καὶ Τιθήνη.
τ 574 Τιθηνός: κυρίως ἐπὶ γυναικὸς τῆς τιθηνούσης καὶ τρεφούσης, κατὰ μεταφορὰν δὲ λέγεται καὶ ἡ γῆ τιθηνός.
τ 575 Τιθηνούμενος: τρέφων· τιθηνὸς γὰρ ἡ τροφός.
τ 576 Τίθησι: ποιεῖ.
τ 577 Τιθίς, τιθίδος. καὶ Τιθῶ· αἰτιατικῇ.
τ 578 Τιθωνοῦ γῆρας: παροιμία. ἐπὶ τῶν πολυχρονίων καὶ ὑπερ‐ γήρων τάσσεται. ἱστορεῖται δὲ ὅτι ὁ Τιθωνὸς ἐπιθυμίᾳ τοῦ τὸ γῆρας ἐκδύσασθαι εἰς τέττιγα μετέβαλεν. Ἀριστοφάνης· ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
τ 579 Τίθρασος: τόπος τῆς Λιβύης. καὶ Ἀριστοφάνης· Γοργόνες Τιθρά‐ σιαι. ἔνθα αἱ Γοργόνες διέτριβον. ἀπὸ δήμου τῆς Ἀττικῆς πονηροῦ· διαβάλλουσι γὰρ τὸν δῆμον τοῦτον ὡς κακοπράγμονα.
τ 580 Τιθραύστης: ὄνομα κύριον.
τ 581 Τιθοί: οἱ μαζοί.
τ 582 Τιθύμαλλος: εἶδος βοτάνης δριμυτάτης, παρὰ Λάκωσιν εὑρισκο‐ μένης· ᾧ παρήλειφον τὰ βλέφαρα τῆς ἑσπέρας. καὶ Ἀριστοφάνης περὶ Νεοκλείδου τοῦ γλάμωνος· σκόροδ’ ὁμοῦ τρίψαντα τιθυμάλλῳ. εἰώθασι δὲ οἱ ἰατροὶ ὑπ’ ἀλαζονείας πατρίδας ὀνομάζειν τῶν βοτανῶν οἷον Κυρηναϊκὸν ὀπόν, τιθύμαλλος Λακωνικός. εἴρηται δὲ ἐπὶ τῶν λημών‐ των τοὺς ὀφθαλμούς, Νεοκλείδης ὁ γλάμων.
τ 583 Τί καλὴ ἡ τάξις. ἀντὶ τοῦ λίαν.
τ 584 Τί κυνὶ καὶ βαλανείῳ: παροιμία ἐπὶ τῶν ἀναρμοδίων. Λουκιανὸς ταύτῃ χρῆται.
τ 585 Τί λέγεις σύ: τὸ παρὰ τὴν συνήθειαν κἀνὰ χεῖρα. εἰώθαμεν γὰρ ἐν ταῖς τῶν δι’ ἐναντίας διαλέξεσι λέγειν, τί λέγεις σύ; ἐκπλῆξαι αὐτοὺς βουλόμενοι. Ἀριστοφάνης Νεφέλαις· ὡς ἥδομαι πρῶτα τὴν χροίαν ἰδών. νῦν μέν γ’ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς κἀντιλογικός· καὶ τοῦτο τοὐπιχώριον ἀτεχνῶς ἐπανθεῖ τό, τί λέγεις σύ; καὶ δοκεῖν ἀδικοῦντ’ ἀδικεῖσθαι καὶ κακουργοῦντ’ οἶδ’ ὅτι· ἐπὶ τοῦ προσώπου τ’ ἔστι Ἀττικὸν βλέπος. ἐσχημάτισται δὲ τὸ βλέπος· ἀντὶ τοῦ κακοῦρ‐ γον βλέμμα· τοὺς γὰρ Ἀθηναίους ἐπὶ ἀναιδείᾳ καὶ τῷ δραστικοὺς εἶναι διέβαλλον.
τ 586 Τίλλοντες· αἰτιατικῇ. ἀνασπῶντες τοὺς στάχυας.
τ 587 Τιλφώσαιον: ὄρος, μικρὸν ἀπέχον τῆς λίμνης τῆς Κωπαΐδος.
τ 588 Τιμαγένης, βασιλικοῦ ἀργυραμοιβοῦ υἱός, Ἀλεξανδρεύς, ῥήτωρ· ὡς δέ τινες Αἰγύπτιος· ὃς ἐπὶ Πομπηΐου τοῦ μεγάλου αἰχμάλωτος ἀχθεὶς ἐν Ῥώμῃ ὑπὸ τοῦ Γαβινίου ἐξωνήθη ὑπὸ Φαύστου, τοῦ υἱοῦ Σύλλου, καὶ ἐσοφίστευσεν ἐν Ῥώμῃ ἐπί τε τοῦ αὐτοῦ Πομπηΐου καὶ μετ’ αὐτὸν ἐπί τε Καίσαρος τοῦ Αὐγούστου καὶ μετέπειτα ἅμα Κε‐ κιλίῳ. ἐκπεσὼν δὲ τῆς σχολῆς διὰ τὸ παρρησιαστὴς εἶναι ἐν ἀγρῷ διῆγε Τουσκλάνῳ λεγομένῳ. ἐτελεύτησε δὲ ἐν Ἀλβάνῳ, ἐμέσαι βουλη‐ θεὶς μετὰ δεῖπνον καὶ σφηνωθείς. βιβλία δὲ ἔγραψε πολλά.
τ 589 Τιμαγένης, ἱστορικός. Περίπλουν πάσης θαλάσσης ἐν βιβ‐ λίοις εʹ.
τ 590 Τιμαγένης ἢ Τιμογένης, Μιλήσιος, ἱστορικὸς καὶ ῥήτωρ. Περὶ Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ καὶ τῶν ἐξ αὐτῆς λογίων ἀνδρῶν βιβλία γʹ, καὶ ἐπιστολάς.
τ 591 Τιμαγόρας· οὗτος πρεσβευτὴς πεμφθεὶς πρὸς βασιλέα Ἀρτα‐ ξέρξην ὑπὸ Ἀθηναίων, οὐ μόνον χρυσίον ἔλαβε παρ’ αὐτοῦ καὶ ἀρ‐ γύριον, ἀλλὰ καὶ κλίνην πολυτελῆ καὶ στρατιώτας θεράποντας καὶ βοῦς πʹ καὶ κατέβη ἐπὶ θάλασσαν ἐν φορείῳ κομιζόμενος· καὶ τοῖς κομίσασι παρὰ βασιλέως ἐδόθη μισθὸς τάλαντα δʹ. τοῦτον οὖν ἀνεῖλον Ἀθηναῖοι. οἱ δέ φασιν ὑπεσχῆσθαι αὐτὸν διαλύσειν τὴν οὖσαν Λακεδαιμονίοις καὶ Ἀθηναίοις φιλίαν. οὗτος οὖν ὁ Τιμαγόρας προσ‐ κυνήσας τὸν Περσῶν βασιλέα παρὰ τὰ Ἑλλήνων ἔθη καὶ δωροδοκηθεὶς ὑπὸ Ἀθηναίων ἀνῃρέθη.
τ 592 Τιμαλφέστερον: τιμιώτερον, λαμπρότερον· ἀλφεῖν γάρ ἐστι τὸ εὑρίσκειν· ὥστε γίνεσθαι τὸ τιμαλφέστατον τὸ τιμὴν εὑρίσκον πλείστην· ὃ δὴ συμβέβηκε τῷ χρυσῷ.
τ 593 Τιμάνθης, Κλεωναῖος, παγκράτιον νικήσας· ὅν φασι παυσά‐ μενον διὰ ἡλικίαν τῶν ἄθλων τόξον μέγα ἐπὶ ἑκάστης τείνειν τῆς ἡμέρας, ἀποπειρώμενον ἑαυτοῦ. ὡς δὲ ἀποδημήσας καὶ ἐπανήκων οὐχ οἷός τε ἦν ἐντεῖναι, τότε πῦρ ἀνακαύσας ἀφῆκε ζῶντα ἑαυτὸν ἐς τὴν πυράν. ὁπόσα δὲ τοιαῦτα γέγονεν ἀνθρώποις ἢ καὶ ὕστερον γένηται, μανία μᾶλλον καὶ οὐκ ἀνδρεία λογίζοιτο.
τ 594 Τιμάνωρος. ἐν Ἐπιγράμμασι· ἀσπὶς ἀπὸ βροτέων ὤμων Τι‐ μάνωρος ἄημαι. ἀντὶ τοῦ ἀνάκειμαι.
τ 595 Τίμαρχος, Ἀριζήλου, ἄσωτος καὶ πόρνος, ἐν Πειραιεῖ παρ’ Εὐθυδίκῳ διατρίψας τὰ πρῶτα, ὕστερον δὲ Μισγόλᾳ καὶ Ἡγησάνδρῳ τῷ Λεοδάμαντος ἐρωμένῳ μισθώσας αὑτὸν καὶ μετ’ αὐτοὺς Πιτταλάκῳ συνών, τῆς πόλεως οἰκέτῃ· ἐπίτροπος δὲ αἱρεθείς, Ἀριστογείτονος ἀντειπόντος ἐκωλύθη. τῷ θείῳ δὲ ὄντι τυφλῷ καὶ ἀξιοῦντι μετὰ τῶν ἀδυνάτων τρέφεσθαι, οὐ συνεῖπεν, οὐδὲ τῇ μητρὶ χρηζούσῃ τῶν ἀναγκαίων ἐπεκούρησεν. ἥλω δὲ ὑπὸ Αἰσχίνου πορνείας, γέρων ὤν.
τ 596 Τιμᾶσθαι: προτιμᾶν. ἐξέχεσθαι μὴ πιεῖν ἀνέχεσθαι οἴνου, μηδὲ τιμᾶσθαι τοσούτου τὸν βίον τὸν λοιπόν, ἵνα τὸν φθάνοντα, φησίν, ἀφανίσῃ ἐκτροπῇ διαίτης ὀλίγης, πιοῦσα οἴνου· καὶ τὸν βίον ἡ γεν‐ ναία κατέστρεψε.
τ 597 Τιμάσιος· οὗτος ἐπὶ Θεοδοσίου τοῦ βασιλέως ἦν· ὃν ὁ Εὐτρό‐ πιος ἐπιστῆσαι τοῖς πράγμασι βουλόμενος ἐκ τῆς Ἀσίας μετακαλεῖ πρὸς τὰ βασίλεια· ὁ δὲ γαῦρός τε ἀνὴρ ὢν καὶ ἀγέρωχος καὶ στρα‐ τείαις ὡμιληκὼς καὶ τοῦτο πρῶτον ἀγαθὸν ἡγούμενος τῶν ἐν ἀνθρώ‐ ποις, τιμὴν καὶ δόξαν καὶ πλοῦτον ἐπικλύζοντα καὶ τὸ ἔχειν ἑαυτῷ ὅ τι βούλοιτο κεχρῆσθαι καὶ ἀδεῶς, διά τε μέθην νύκτα καὶ ἡμέραν οὐκ εἰδέναι οὔτε ἀνατέλλοντα καὶ δυόμενον καθορᾶν ἥλιον, ἴσα καὶ οὐρανοῦ εἶναι νομίσας τὴν μετάκλησιν, ἐκ τῶν ἀλύπων καὶ διακεχυ‐ μένων πρὸς ὀλιγωρίαν διατριβῶν ἀπορρήξας ἑαυτὸν καὶ κατατείνας τὴν ψυχὴν εἰς φιλοδοξίαν, βαρὺς ἀναστὰς ἐκ Παμφυλίας ἐπὶ Λυδίαν ἀνέστρεφεν, ὡς ἂν δή τις βασιλεύων, ἢ τόν γε βασιλέα καὶ τὸν εὐνοῦχον κατὰ πάρεργόν τι παιδιὰν θησόμενος, εἰ βούλοιτο.
τ 598 Τιμασίων· οὗτος μειράκιον ἦν Αἰγύπτιον. ἐφήβου δὲ ἄρτι ὑπαπῄει καὶ τὴν ὥραν ἄρτι ἔρρωτο. σωφρονοῦντι δὲ αὐτῷ μητρυιὰ ἐρῶσα ἐπέκειτο καὶ χαλεπὸν τὸν πατέρα ἐποίει, ξυντιθεῖσα μὲν οὐδὲν ὧνπερ ἡ Φαῖδρα, διαβάλλουσα δ’ αὐτὸν ὡς θῆλυν καὶ ἐρασταῖς μᾶλ‐ λον ἢ γυναίοις χαίροντα. ὁ δ’ ἐκλιπὼν Ναύκρατιν περὶ Μέμφιν διῃτᾶτο καὶ ναῦν δὲ ἤδη ἐκέκτητο καὶ ἐναυκλήρει ἐν τῷ Νείλῳ. ἰδῶν οὖν ἀναπλέοντα τὸν Ἀπολλώνιον, καταπλέων αὐτὸς ξυνῆκέ τε ὡς ἀνδρῶν σοφῶν εἴη τὸ πλήρωμα, ξυμβαλλόμενος τοῖς τρίβωσι καὶ τοῖς βιβλίοις, οἷς προσεσπούδαζον, καὶ ἱκέτευε προσδοῦναι οἱ τῆς τοῦ πλοίου κοινωνίας, ἐρῶντι σοφίας. ὁ δ’ Ἀπολλώνιος, σώφρων, ἔφη, ὁ νεανίσκος ὅδε, καὶ ἀξιούσθω, ὧν δεῖται. καὶ διῆλθε τὸν περὶ τῆς μη‐ τρυιᾶς λόγον πρὸς τοὺς ἐγγὺς τῶν ἑταίρων ὑφειμένῳ τῷ τόνῳ, προσπλέοντος τοῦ μειρακίου ἔτι. ὡς δὲ ξυνῆσαν αἱ νέες, μεταβὰς ὁ Τιμασίων καὶ πρὸς τὸν ἑαυτοῦ κυβερνήτην εἰπών τι περὶ τοῦ φόρτου προσεῖπε τοὺς ἄνδρας. κελεύσας οὖν αὐτὸν ὁ Ἀπολλώνιος κατ’ ὀφ‐ θαλμοὺς αὐτοῦ ἱζῆσαι, μειράκιον, εἶπεν, Αἰγύπτιον, ἔοικας γὰρ τῶν ἐπιχωρίων εἶναί τις, τί σοι φαῦλον ἢ τί χρηστὸν εἴργασται, λέξον· ὡς τῶν μὲν λύσις παρ’ ἐμοῦ γένοιτό σοι δι’ ἡλικίαν, τῶν δ’ αὖ ἐπαινεθεὶς ἐμοί τε ξυμφιλοσοφοίης καὶ τοῖσδε. ὁρῶν δὲ τὸν Τιμασίωνα ἐρυθριῶντα καὶ μεταβαλόντα τὴν ὁρμὴν τοῦ στόματος εἰς τὸ λέξαι τι ἢ μὴ θαμὰ ἤρειδε τὴν ἐρώτησιν, ὥσπερ οὐδεμιᾷ προγνώσει ἐς αὐτὸν κεχρημένος. ἀναθαρσήσας δὲ ὁ Τιμασίων, ὦ θεοί, ἔφη, τίνα ἐμαυτὸν εἴπω; κακὸς μὲν γὰρ οὔκ εἰμι· ἀγαθὸν δὲ εἰ χρὴ νομίζεσθαί με, οὐκ οἶδα· τὸ γὰρ μὴ ἀδικεῖν οὔπω ἔπαινος. καὶ ὁ Ἀπολλώνιος, βαβαί, ἔφη, μειράκιον, ὡς ἀπὸ Ἰνδῶν μοι διαλέγῃ· ταυτὶ γὰρ καὶ Ἰάρχᾳ δοκεῖ τῷ θείῳ. ἀλλ’ ὅπως ταῦτα δοξάζεις κἀξότου; φυλαξαμένῳ γάρ τι ἁμαρτεῖν ἔοικας. ἐπεὶ δ’ ἀρξαμένου λέγειν, ὡς ἡ μητρυιὰ μὲν ἐπ’ αὐτὸν φέροιτο, αὐτὸς δ’ ἐρώσης ἐκσταίη, βοὴ ἐγένετο ὡς δαιμονίως αὐτὰ τοῦ Ἀπολλωνίου προειπόντος. ὑπολαβὼν δὲ ὁ Τιμασίων, ὦ λῷστοι, ἔφη, τί πεπόνθατε; τοσοῦτον γὰρ ἀπέχει τὰ εἰρημένα θαύ‐ ματος, ὅσον καὶ γέλωτος. καὶ ὁ Δᾶμις, ἕτερόν τι, ἔφη, ἐθαυμάσαμεν, ὅπερ οὔπω γινώσκεις. καὶ σὲ δέ, μειράκιον, ἐπαινοῦμεν, ὅτι μηδὲν οἴει λαμπρὸν εἰργάσθαι. Ἀφροδίτῃ δὲ θύεις, ὦ μειράκιον, ἤρετο αὐτὸν ὁ Ἀπολλώνιος; καὶ ὁ Τιμασίων, νὴ Δι’, εἶπεν, ὁσημέραι γε· πολλὴν γὰρ ἡγοῦμαι τὴν θεὸν ἀνθρωπείοις τε καὶ θείοις πράγμασιν. ὑπερησθεὶς οὖν ὁ Ἀπολλώνιος, ψηφισώμεθα, ἔφη, ὧδε, ἐστεφανῶσθαι αὐτὸν ἐπὶ σωφροσύνῃ καὶ πρὸ Ἱππολύτου Θησέως· ὁ μὲν γὰρ ἐς τὴν Ἀφροδίτην ὕβρισε καὶ διὰ τοῦτο ἴσως οὐδὲ ἀφροδισίων ἥττητο, οὐδὲ ἔρως ἐπ’ αὐτὸν οὐδεὶς ἐκώμαζεν, ἀλλ’ ἦν τῆς ἀγροικοτέρας τε καὶ ἀτέγκτου μοίρας· οὑτοσὶ δὲ ἡττῆσθαι τῆς θεοῦ φάσκων οὐδὲν πρὸς τὴν ἐρῶσαν ἔπαθεν, ἀλλ’ ἀπῆλθεν, αὐτὴν δείσας τὴν θεόν, εἰ τὸ κακῶς ἐρᾶσθαι μὴ φυλάξαιτο. καὶ αὐτὸ δὲ τὸ διαβεβλῆσθαι πρὸς ὁντινοῦν τῶν θεῶν, ὥσπερ πρὸς τὴν Ἀφροδίτην ὁ Ἱππόλυτος, οὐκ ἀξιῶ σωφροσύνης· σωφρονέστερον γὰρ τὸ περὶ πάντων θεῶν λέγειν εὖ, καὶ ταῦτα Ἀθή‐ νησιν, οὗ καὶ ἀγνώστων δαιμόνων βωμοὶ ἵδρυνται. Ἱππόλυτον δὲ αὐτὸν ἐκάλει διὰ τοὺς ὀφθαλμούς, οἷς τὴν μητρυιὰν εἶδεν.
τ 599 Τιμαχίδας Ῥόδιος· οὗτος δείπνων ἀναγραφὰς πεποίηται ἐν βιβλίοις ιαʹ δι’ ἐπῶν, καὶ Νουμήνιος ὀψαρτυτικόν, καὶ Ματρέας ὁ Πιταναῖος καὶ Ἡγήμων ὁ Θάσιος, ὁ ἐπικληθεὶς Φακῆ· καὶ Ἀρτεμίδω‐ ρος, ὁ Ψευδοαριστοφάνειος, ὁ ὀψαρτυτικὰς λέξεις συναγαγών· καὶ Φιλόξενος ὁ Λευκαδίου· ἀφ’ οὗ καὶ Φιλοξένειοι πλακοῦντες. ἦν δὲ ὁ Φιλόξενος ὀψοφάγος ἐπὶ τοσοῦτον, ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τὴν χεῖρα συνεθίζειν πρὸς τὰ θερμά, καθιέντα εἰς ὕδωρ θερμὸν καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ ὕδατι, ὅπως ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. καὶ τοὺς ὀψοποιοῦντας ἐπεποιεῖτο, ἵνα θερμότατα παρατιθῶσι καὶ μόνος καταναλίσκῃ. παραπλήσια δὲ ἱστοροῦσι καὶ περὶ Ἀρχύτου. καὶ Κρώβυλός φησιν· ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερ‐ βολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω (ἀντὶ τοῦ ψυχρούς), καὶ τὸν φάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις.
τ 600 Τίμαιος, ὁ ἱστορικός. οὗτος κατὰ τοῦ Ἐφόρου πλείστην πε‐ ποίηται καταδρομήν, αὐτὸς ὢν δυσὶν ἁμαρτήμασιν ἔνοχος, τῷ μὲν ὅτι πικρῶς κατηγορεῖ τῶν πέλας ἐπὶ τούτοις, οἷς αὐτὸς ἔνοχός ἐστι, τῷ δὲ διότι καθόλου διέφθαρται τῇ ψυχῇ, τοιαύτας ἀποφάσεις ἐκτιθέ‐ μενος ἐν τοῖς ὑπομνήμασι καὶ τοιαύτας ἐντίκτων δόξας τοῖς ἐντυγχά‐ νουσι. πλὴν εἰ τὸν Καλλισθένην θετέον εἰκότως κολασθέντα μεταλ‐ λάξαι τὸν βίον, τί χρὴ πάσχειν Τίμαιον; πολὺ γὰρ ἂν δικαιότερον τούτῳ νεμεσήσαι τὸ δαιμόνιον ἢ Καλλισθένει. ἐκεῖνος μὲν οὖν ἀπο‐ θεοῦν Ἀλέξανδρον ἐβουλήθη, Τίμαιος δὲ μείζω ποιεῖν Τιμολέοντα τῶν ἐπιφανεστάτων θεῶν, καὶ Καλλισθένης μὲν ἄνδρα τοιοῦτον, ὃν πάντες μεγαλοφυέστερον ἢ κατ’ ἄνθρωπον γεγονέναι τῇ ψυχῇ συγχωροῦσιν, οὗτος δὲ Τιμολέοντα τὸν οὐχ οἷον δόξαντά τι πεπραχέναι μεγαλεῖον, ἀλλ’ οὐδ’ ἐπιβαλλόμενον, μίαν δὲ τῷ βίῳ γραμμὴν διανύσαντα, καὶ ταύτην οὐδὲ σπουδαίαν τρόπον τινὰ πρὸς τὸ μέγεθος τῆς οἰκουμένης, λέγω δὴ ἐκ τῆς πατρίδος ἐς Συρακούσας. ἀλλά μοι δοκεῖ πεισθῆναι Τίμαιος, ὡς ἂν Τιμολέων, πεφιλοδοξηκὼς ἐν αὐτῇ Σικελίᾳ, καθάπερ ἐν ὀξυβάφῳ, σύγκριτος φανῆναι τοῖς ἐπιφανεστάτοις τῶν ἡρώων, κἂν αὐτὸς ὑπὲρ Ἰταλίας μόνον καὶ Σικελίας πραγματευόμενος εἰκότως παραβολῆς ἀξιωθῆναι τοῖς ὑπὲρ τῆς οἰκουμένης τῶν καθόλου πράξεων πεποιημένοις τὰς συντάξεις. ἔγραψε Περὶ Συρίας καὶ τῶν ἐν αὐτῇ πόλεων καὶ βασιλέων βιβλία γʹ.
τ 601 Τίμαιος, Λοκρός, φιλόσοφος Πυθαγόρειος. μαθηματικά, Περὶ φύσεως, Περὶ τοῦ Πυθαγόρου βίου.
τ 602 Τίμαιος, Ἀνδρομάχου, Ταυρομενείτης· ὃν Ἀθηναῖοι Ἐπιτίμαιον ὠνόμασαν· Φιλίσκου μαθητὴς τοῦ Μιλησίου. παρωνόμαστο δὲ τοῦτο διὰ τὸ πολλὰ ἐπιτιμᾶν, καὶ Γραοσυλλέκτρια δὲ διὰ τὸ τὰ τυχόντα ἀναγράφειν. ἔγραψεν Ἰταλικὰ καὶ Σικελικὰ ἐν βιβλίοις ηʹ, Ἑλληνικὰ καὶ Σικελικά, Συλλογὴν ῥητορικῶν ἀφορμῶν βιβλία ξηʹ, Ὀλυμπιονίκας ἤτοι Χρονικὰ πραξίδια. γραοσυλλέκτρια οἷος· ὁ γαλακρηνῶν, ὃν οἰκείως εἶπεν λογοσυλλέκ‐ τριαν· οὐ παύεται γὰρ ἄδην κρουνοχυτροληροφλυαρῶν. ὅτι οὗτος ὁ Τίμαιος τὰς ἁμαρτίας τῶν πρὸ ἑαυτοῦ συγγραφέων πικρότατα ἐξελέγξας κατὰ μὲν ἄλλα μέρη τῆς γραφῆς πλείστην πρόνοιαν εἶχε τῆς ἀληθείας, ἐν δὲ ταῖς Ἀγαθοκλέους πράξεσι τὰ πολλὰ κατέψευσται τοῦ δυνάστου διὰ τὴν πρὸς αὐτὸν ἔχθραν. φυγαδευθεὶς γὰρ ὑπ’ Ἀγαθοκλέους ἐκ τῆς Σικελίας, ζῶντα μὲν ἀμύνασθαι τὸν δυνάστην οὐκ ἴσχυσε, τελευτή‐ σαντα δὲ διὰ τῆς ἱστορίας ἐβλασφήμησεν εἰς τὸν αἰῶνα. καθόλου γὰρ ταῖς προϋπαρχούσαις τῷ βασιλεῖ τούτῳ κακίαις ἄλλα πολλὰ παρ’ ἑαυτοῦ προσθεὶς ὁ συγγραφεύς, τὰς μὲν εὐημερίας ἀφαιρούμενος αὐτοῦ, τὰς δὲ ἀποτεύξεις, οὐ τὰς δι’ αὐτὸν γενομένας μόνον, ἀλλὰ καὶ τὰς διὰ τύχην, μεταφέρων εἰς τὸν μηδὲν ἐξαμαρτάνοντα. γενομένου δὲ ὁμολογουμένως αὐτοῦ στρατηγικοῦ μὲν κατὰ τὴν ἐπίνοιαν, δραστικοῦ δὲ καὶ τεθαρρηκότος κατὰ τὴν ἐν τοῖς κινδύνοις εὐτολμίαν, οὐ δια‐ λείπει παρ’ ὅλην τὴν ἱστορίαν ἀποκαλῶν αὐτὸν ἄνανδρον καὶ δειλόν. καίτοι γε τίς οὐκ οἶδεν, ὅτι τῶν πώποτε δυναστευσάντων οὐδεὶς ἐλάτ‐ τοσιν ἀφορμαῖς χρησάμενος μείζω βασιλείαν περιεποιήσατο; χειροτέχ‐ νης γὰρ ἐκ παίδων γενόμενος δι’ ἀπορίαν βίου καὶ πατέρων ἀδοξίαν ἐξ ὑστέρου διὰ τὴν ἰδίαν ἀρετὴν οὐ μόνον Σικελίας ὅλης ἐκυρίευσεν, ἀλλὰ πολλὴν τῆς Ἰταλίας τε καὶ Λιβύης τοῖς ὅπλοις κατεστρέψατο. θαυμάσαι δ’ ἄν τις τοῦ συγγραφέως τὴν εὐχειρίαν. παρ’ ὅλην γὰρ τὴν γραφὴν ἐγκωμιάζων τὴν τῶν Συρακουσίων ἀνδρείαν, τὸν τούτων κρα‐ τήσαντα δειλίᾳ φησὶ διενηνοχέναι τοὺς ἅπαντας ἀνθρώπους. διὰ γὰρ τῶν ἐν ταῖς ἐναντιώσεσιν ἐλέγχων φανερός ἐστι τὸ φιλαληθὲς τῆς ἱστορικῆς παρρησίας προδεδωκὼς ἰδίας ἕνεκα ἔχθρας καὶ φιλονεικίας. διόπερ τὰς ἐσχάτας τῆς συντάξεως εʹ βίβλους τοῦ συγγραφέως τούτου, καθ’ ἃς περιείληφε τὰς Ἀγαθοκλέους πράξεις, οὐκ ἄν τις δικαίως ἀπο‐ δέξαιτο.
τ 603 Τιμή: ἔσθ’ ὅτε δηλοῖ καὶ τὸ πρόστιμον. Ὅμηρος· εἰ δ’ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλωσι.
τ 604 Τιμὴ εὐσεβῶν τὸ δουλεύειν θεῷ· πλὴν τὴν τιμήν μου ἐβουλεύ‐ σαντο ἀπώσασθαι.
τ 605 Τιμήεις, τιμήεντος.
τ 606 Τίμημα: ζημία. Ἀριστοφάνης Πλούτῳ· τί δῆτά σοι τίμημ’ ἐπιγράψω τῇ δίκῃ, ἐὰν ἁλῷς; ἐπέβαλλον γὰρ ζημίαν ἐνίοτε τοῖς ἁλοῦσιν ἢ χρήματα καταθέσθαι ἤ τι τοιοῦτον. καὶ αὖθις· τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικόν. ταῖς οὐσίαις ἑκάστου τιμή‐ ματα πρὸς λόγον τῆς δυνάμεως ἐπιθεὶς δικαιότατον πολίτευμα εἰση‐ γήσατο.
τ 607 Τίμημα: ἡ ζημία, καὶ ἡ καταδίκη.
τ 608 Τίμημα: ἀντὶ τοῦ ἐνέχυρον, καὶ οἷον ἀποτίμημα. ὡς Λυσίας φησίν· οὗτοι δὲ φάσκοντες πλείονα μισθώσασθαι καὶ τίμημα καταστή‐ σασθαι. τοῦτο δ’ ἐν τοῖς ἑξῆς ἀποτίμημα καλεῖ. τίθεται δὲ καὶ ἀντὶ τοῦ οἷον κεφάλαιον· ὡς ἐν τῷ Περὶ τῶν συμμάχων Δημοσθένης. λέ‐ γεται δὲ καὶ τὸ ἐκ τῆς οὐσίας εἰσφερόμενον παρ’ ἑκάστου τίμημα. ταῖς οὐσίαις ἑκάστου τιμήματα πρὸς λόγον τῆς δυνάμεως ἐπιθεὶς δικαιότατον πολίτευμα εἰσηγήσατο. ἐν δὲ τῷ κατὰ Μειδίου ἐπὶ τῆς τιμωρίας εἴρηται.
τ 609 Τί μήν: κατάφασιν δηλοῖ. ἀντὶ τοῦ πῶς γὰρ οὔ; διατί γὰρ οὔ;
τ 610 Τιμησάμενος: κατακρίνας. οὗ κατηγορεῖ Ξάνθιππος, θανάτου τιμησάμενος αὐτῷ. ὁ δὲ κλινήρης ἀπολογούμενος ἐζημιώθη ταλάν‐ τοις ηʹ.
τ 611 Τιμησαίμην· Αἰλιανός· ὃν ἂν ἐγὼ τιμησαίμην πρὸ παντὸς συγ‐ γενέσθαι καὶ πᾶσι τυράννοις καὶ τοῖς ἐπὶ μέγα πλούτου προήκουσι. καὶ αὖθις Αἰλιανός· τιμησαίμην τὸν βίον πάντα τριημέρου, εἰ μὴ ἔχοιμι τοὺς ἐμοὺς κηδεμόνας. ἀντὶ τοῦ ἀλλάξοιμι.
τ 612 Τιμήσεως: εὐθύνης, ζημίας. ἡ Ῥώμη ἑαυτὴν ἐπιδέδωκεν εἰς πολυανθρωπίαν, ὡς ἐκ τῆς ἔγγιστα τιμήσεως ἐφάνη, ἐν ᾗ Ῥωμαίων τῶν ἐν ἥβῃ δέκα τέσσαρες μυριάδες ἠριθμήθησαν τριῶν ἀποδέουσαι χιλιάδων.
τ 613 Τιμησίθεος, τραγικός. δράματα αὐτοῦ Δαναΐδες βʹ, Ἕκτορος λύτρα, Ἡρακλῆς, Ἰξίων, Καπανεύς, Μέμνων βʹ, Μνηστῆρες, Ζηνὸς γοναί, Ἑλένης ἀπαίτησις, Ὀρέστης, Πυλάδης, Κάστωρ καὶ Πολυ‐ δεύκης.
τ 614 Τιμητεία: ἡ τιμή.
τ 615 Τιμητής· Ἄππιος Κλαύδιος ἦν τιμητής, κήνσωρ δὲ παρὰ Ῥω‐ μαίοις ὀνομαζόμενος· ἔστιν ἐξεταστής τις τῶν πολιτικῶν διαιτημάτων, πρὸς τὸ σῶφρον καὶ ἀρχαιότροπον ἑκάστου τῶν πολιτῶν ἐπιστρέφων βίον. ἀρχὴ μεγίστη καὶ πασῶν ἐντιμοτάτη παρὰ Ῥωμαίοις κέκριται, τοῖς διὰ πάσης γεγονόσιν ἐνδόξου πολιτείας ἀμωμήτῳ τε βίῳ χρησα‐ μένοις κληρουμένη.
τ 616 Τίμιον: τὸ σπάνιον παρὰ τοῖς ῥήτορσι.
τ 617 Τιμιουλκῶν: ἕλκων τὴν τιμήν, τουτέστι βαρυτιμῶν. καὶ μεγαλύνων. καὶ ὁ Προφήτης· ὁ τιμιουλκῶν σῖτον δημοκατάρατος.
τ 618 Τιμιώτερος: ἐντιμότερος.
τ 619 Τιμόθεος, Ἀθηναῖος, κωμικὸς τῆς μέσης κωμῳδίας. τῶν δρα‐ μάτων αὐτοῦ ἦν Πύκτης, Παρακαταθήκη, Μεταβαλλόμενος ἢ Μετα‐ φερόμενος. καὶ Κυνάριον Τιμοθέου δρᾶμα, ὥς φησιν Ἀθήναιος ἐν τοῖς αὐτοῖς αὐτοῦ.
τ 620 Τιμόθεος, Θερσάνδρου ἢ Νεομούσου ἢ Φιλοπόλιδος, Μιλήσιος, λυρικός· ὃς τὴν ιʹ καὶ ιαʹ χορδὴν προσέθηκε καὶ τὴν ἀρχαίαν μουσικὴν ἐπὶ τὸ μαλακώτερον μετήγαγεν. ἦν δὲ ἐπὶ τῶν Εὐριπίδου χρόνων τοῦ τραγικοῦ, καθ’ οὓς καὶ Φίλιππος ὁ Μακεδὼν ἐβασίλευεν· καὶ ἐτελεύτησεν ἐτῶν Ϟζʹ, γράψας δι’ ἐπῶν νόμους μουσικοὺς ιθʹ, προοίμια λϛʹ, Ἄρτεμιν, διασκευὰς ηʹ, ἐγκώμια, Πέρσας ἢ Ναύπλιον, Φινείδας, Λαέρτην, διθυράμβους ιηʹ, ὕμνους καʹ, καὶ ἄλλα τινά. ὅτι Ἀλέξανδρος φιλήκοος ἦν εἴπερ τις ἄλλος τῶν μουσικῶν· Τιμόθεος γὰρ ὁ αὐλητὴς ἔτι πρόσθεν, ὅν ποτε αὐλοῦντα λέγουσι τῆς Ἀθηνᾶς τὸν ὄρθιον νόμον ἐπικαλούμενον, ἐς τοσόνδε ἐκπλῆξαι Ἀλέξανδρον τοῖς μέλεσιν, ὥστε μεταξὺ ἀκούσαντα ἀναΐξαι ἐπὶ τὰ ὅπλα· τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βασιλικὰ αὐλήματα. οὗτός τε δὴ ὁ Τιμόθεος ἀνεληλύθει πρὸς αὐτὸν σπουδῇ μετάπεμπτος γενόμενος.
τ 621 Τιμόθεος, Γαζαῖος, γραμματικός, γεγονὼς ἐπὶ Ἀναστασίου βασιλέως· εἰς ὃν καὶ τραγῳδίαν ἐποίησε περὶ τοῦ δημοσίου τοῦ καλου‐ μένου χρυσαργύρου. ἔγραψε δὲ καὶ ἐπικῶς Περὶ ζῴων τετραπόδων θηρίων τῶν παρ’ Ἰνδοῖς καὶ Ἄραψι καὶ Αἰγυπτίοις, καὶ ὅσα τρέφει Λιβύη· καὶ Περὶ ὀρνέων ξένων τε καὶ ἀλλοκότων καὶ ὄφεων βι‐ βλία δʹ.
τ 622 Τιμόθεος· ὄνομα κύριον. ὁ Τιμοθέου δὲ πύργος ἐμπέσοι γέ σοι. Ἀριστοφάνης Πλούτῳ. οὗτος ὁ Τιμόθεος πλούσιος ὤν, στρα‐ τηγὸς Ἀθηναίων, τεῖχος ᾠκοδόμησεν. ὃς ἐς τοσοῦτον ἤρθη τύχης, ὡς τὸν δαίμονα φαίνεσθαι ὄψει τούτῳ. ἐποίουν τε αὐτὸν ἐν εἰκόσιν οἱ ζωγράφοι κοιμώμενον, καὶ τὰς τύχας φερούσας αὐτῷ εἰς δίκτυα πό‐ λεις, καὶ πορθοῦντα αὐτάς, αἰνιττόμενοι τὴν εὐδαιμονίαν αὐτοῦ. ἀλα‐ ζονευόμενος δὲ ἐπὶ εὐτυχίᾳ ὁ Τιμόθεος ἔφη, αὐτοῦ εἶναι μᾶλλον ἢ τῆς τύχης τὰ κατορθώματα. διὸ καὶ ἠτύχησεν ὕστερον, νεμεσησάσης αὐτῷ τῆς τύχης. πολλοὶ δὲ Τιμόθεοι κωμῳδοῦνται· νῦν δὲ τὸν στρα‐ τηγὸν λέγει.
τ 623 Τιμοκλῆς, Ἀθηναῖος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Δη‐ μοσάτυροι, Κένταυρος, Καύνιοι, Ἐπιστολαί, Ἐπιχαιρέκακος, Φιλοδικαστής, Πύκτης· ὥς φησιν Ἀθήναιος ἐν Δειπνοσοφισταῖς.
τ 624 Τιμοκλῆς ἕτερος, καὶ αὐτὸς κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Διονυσιάζουσαι, Πολυπράγμων, Ἰκάριοι, Δῆλος, Λήθη, Διόνυσος, Κονίσαλος, Πορφύρα (ἥτις καὶ δοκεῖ Ξενάρχου εἶναι), Ἥρωες, Δρα‐ κόντιον, Νέαιρα (ἑταίρας δὲ ὄνομά ἐστιν ἡ Νέαιρα), Ὀρέστης, Μαρα‐ θώνιοι. ταῦτα Ἀθήναιος λέγει ἐν τοῖς βιβλίοις τῶν Δειπνοσοφιστῶν. εἰσὶ δὲ καὶ ἄλλα.
τ 625 Τιμοκρέων, Ῥόδιος, κωμικὸς καὶ αὐτὸς τῆς ἀρχαίας κωμῳδίας. διεφέρετο δὲ πρὸς Σιμωνίδην τὸν τῶν μελῶν ποιητὴν καὶ Θεμιστοκλέα τὸν Ἀθηναῖον, εἰς ὃν ἐξύφανε ψόγον δι’ ἐμμελοῦς τινος ποιήματος. ἔγραψε δὲ κωμῳδίαν εἴς τε τὸν αὐτὸν Θεμιστοκλέα καὶ εἰς Σιμωνίδην τὸν μελοποιόν, καὶ ἄλλα.
τ 626 Τιμόλαος, Λαρισσαῖος ἐκ Μακεδονίας, ῥήτωρ, Ἀναξιμένους τοῦ Λαμψακηνοῦ μαθητής· ὃς καὶ ποιητικῶς ἔχων παρενέβαλε τῇ Ἰλιάδι στίχον πρὸς στίχον καὶ ἐπέγραψε τὸ σύνταγμα Τρωϊκόν. μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος, ἣν ἔθετο Χρύσου κεχολωμένος εἵνεκα κούρης, οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε μαρναμένοις, ὅτε Τρωσὶν ἄτερ πολέμιζον ἄνακτος. πολλὰς δ’ ἰφθίμους ψυχὰς ἄϊδι προΐαψεν Ἕκτο‐ ρος ἐν παλάμῃσι δαϊζομένων ὑπὸ δουρί. ἔγραψε καὶ ἄλλα τινά.
τ 627 Τιμῶ σε· αἰτιατικῇ. δοτικῇ δέ· τίμησόν μοι υἱόν.
τ 628 Τιμῶμαι· Σωκράτης ὁ φιλόσοφος καταδικασθεὶς ἔφησεν· ἕνεκα μὲν τῶν ἐμοὶ διαπεπραγμένων τιμῶμαι τὴν δίκην τῆς ἐν Πρυτανείῳ σιτήσεως. καὶ οἳ θάνατον αὐτοῦ κατέγνωσαν.
τ 629 Τιμώμενον: ἀντὶ τοῦ ζημιούμενον. ὄνομα μόνον ἐστὶν ἔργου τιμώμενον. ἀντὶ τοῦ ζημιούμενον. τίμησις γὰρ καὶ ἡ ζημία. ἢ τὸ εὐθυνόμενον, καὶ ἐπιτίμια ὑπέχον.
τ 630 Τίμων, ὁ μισάνθρωπος, καὶ αὐτὸς φιλόσοφος, ἀποστρεφόμενος πᾶσαν αἵρεσιν.
τ 631 Τίμων, Φλιάσιος, καὶ αὐτὸς φιλόσοφος, τῆς Πύρρωνος ἀγωγῆς, ὁ γράψας τοὺς καλουμένους Σίλλους ἤτοι ψόγους τῶν φιλοσόφων βιβλία γʹ.
τ 632 Τίμων: ὄνομα κύριον. ὁ μισάνθρωπος καλούμενος. ἦν δὲ καθαρός. Τίμων τις ἦν, ἀνίδρυτος, ἀβάτοις ἐνὶ σκώλοισι περιειργμένος, Ἐριννύων ἀππορρώξ. ὅν φησιν ἀπὸ ἀχράδος πεσόντα χωλὸν γενέσθαι· μὴ προσιέμενον δὲ ἰατρὸν ἀποθανεῖν σαπέντα· καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ ἄβατον γενέσθαι ὑπὸ θαλάσσης περιρραγέντα ἐν ὁδῷ. ἄβατον δὲ οἷον ἀκάνθαις τεθριγκωμένον, καὶ σκληροῖς ἢ σκόλοψι καὶ παττάλοις ἠφανισμένον. ἀντὶ τοῦ σκυθρωπὸς καὶ μισάνθρωπος.
τ 633 Τιμωνίδης: ὄνομα κύριον.
τ 634 Τιμῶνται: ζημιοῦσι, καταδικάζουσιν. οἵγε μὴν Ἱμεραῖοι τὸν Φιλό‐ δημον τιμῶνται πρὸς τῇ δημεύσει καὶ φυγῆς ζημίᾳ.
τ 635 Τιμωρεῖν: ἀντὶ τοῦ βοηθεῖν. καὶ Τιμωρός, ὁ ἐκδικητής. οἱ δὲ ᾤοντο αὐτὸν τιμωρὸν ἀφῖχθαι τοῦ Ἀετίου φόνου.
τ 636 Τιμωροῦντος: βοηθοῦντος, ἐκδικοῦντος. Αἰλιανός· ἐμοὶ δοκεῖν τοῦ Διονύσου τιμωροῦντος παρθένῳ δυστυχεῖ καὶ παθούσῃ τραγῳδίας ἄξια. ἀποθανόντων τῶν ἀγαθῶν ἀνθρώπων ὁ θεὸς τίθεται πρόνοιαν καὶ ὤραν καὶ τιμωρεῖ τοῖς ἀδίκως ἀνῃρημένοις. λέγει γοῦν Χρύσιπ‐ πος ἐν Μεγάροις καταχθῆναί τινα, χρυσίου ζώνην πεπληρωμένην ἐπα‐ γόμενον. ἀπέκτεινε δὲ ἄρα αὐτὸν πανδοκεὺς ὁ ὑποδεξάμενος ὀψισθέντα, ἐποφθαλμίσας τῷ χρυσίῳ· εἶτα ἔμελλεν ἐκκομίζειν ἐφ’ ἁμάξης ἀγούσης κόπρον, ὑποκρύψας ἐν ταύτῃ τὸν πεφονευμένον. ἡ τοίνυν ψυχὴ τοῦ τεθνεῶτος ἐφίσταται Μεγαρεῖ τινι καὶ λέγει ὅσα τε ἔπαθε καὶ ὑφ’ ὅτου καὶ ὅπως ἐκκομίζεσθαι μέλλοι καὶ κατὰ ποίας πύλας. ὁ δὲ οὐκ ἤκουσε ῥᾳθύμως τὰ λεχθέντα, κνεφαῖος δὲ διαναστὰς καὶ παραφυλάξας τοῦ ζεύγους ἐπελάβετο καὶ ἀνίχνευσε τὸν νεκρόν. καὶ ὁ μὲν ἐτάφη, ὁ δὲ ἐκολάσθη.
τ 637 Τιμωρῶ σοι: βοηθῶ σοι. τιμωρῶ σε δέ. ἀντὶ τοῦ βασανίζω· αἰτιατικῇ.
τ 638 Τιναγμὸν καὶ Ἀνατιναγμόν.
τ 639 Τινάξαι: διαρρῆξαι, κόψαι. ἐν Ἐπιγράμμασι· αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα, δεσμὰ τινάξαι οἰόμενος.
τ 640 Τίνειν: διδόναι. καὶ Τῖνε, ἀποδίδου.
τ 641 Τινθαλέοισι: χλιαροῖς, θερμοῖς. τινθαλέοισι κατικμήναιντο λοετροῖς. χλιαροῖς, θερμοῖς. καθυγρανθείησαν.
τ 642 Τιννύμενος: ἀπαιτούμενος, ἀποδιδόμενος.
τ 643 Τίννυνται: τιμωροῦνται.
τ 644 Τίοντες: τιμῶντες.
τ 645 Τίος: ὄνομα τόπου.
τ 646 Τί οὐ γενήσῃ ἰὼν ἐς Ἀρβέλας· ζήτει ἐν τῷ Ἀρβέλαι.
τ 647 Τί οὐκ ἀπήγξω, ἵνα Θήβῃσιν ἥρως γένῃ: κέχρηται αὐτῇ Πλάτων ἐν Μενελάῳ· παρὰ δὲ τὴν ἱστορίαν· οἱ γὰρ ἐν Θήβαις ἑαυ‐ τοὺς διαχειρισάμενοι οὐδ’ ἡστινοσοῦν τιμῆς ἠξιοῦντο.
τ 648 Τί οὖν ἔτι ζῆ τῶν κοράκων πονηρίᾳ: τοῦτό φησιν, ὅτι πονηροὶ οἱ κόρακες, διότι μέχρι καὶ νῦν οὐκ ἐσπάραξάν σε.
τ 649 Τίω: τὸ τιμῶ.
τ 650 Τίπτε: τί δή.
τ 651 Τίρεως.
τ 652 Τιρίβαζος: ὄνομα κύριον. ὁ δὲ Τηρίβαζος φίλος ἦν τῷ βασιλεῖ, καὶ ὁπότε παρείη, οὐδεὶς ἄλλος βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν. ἀντὶ τοῦ ἀνεβίβαζεν.
τ 653 Τίρυνθος: ὄνομα ὄρους.
τ 654 Τίς: ἀντὶ τοῦ οὐδείς. Δαβίδ· ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; σημαίνει δὲ τὸ τίς διάφορα· τίς ἔγνω νοῦν κυρίου; καί, τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ; τίς ἔστησε τὰ ὄρη σταθμῷ; τὸ τίς ἐνταῦθα οὐ τὸ ἄπορον παντελῶς, ἀλλὰ τὸ σπάνιον δηλοῖ. ὡς ἐπὶ τοῦ, τίς ἀναστή‐ σεταί μοι ἐπὶ πονηρευομένοις; καί, τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; καὶ παροιμία· Τίς ἐν Κύδωνος· ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς ξένους. ἀπὸ Κύδωνος Κορινθίου, φιλοξένως διατε‐ θέντος. ὑπερβαλλόντως. ἀεί τις ἐν Κύδωνος τὸ πλῆρες.
τ 655 Τίς εἰς ἀναπαύλας: αὗται πορθμευτικαὶ παρὰ Χάροντος πεύ‐ σεις καὶ κηρύγματα· τίς εἰς ἀναπαύλας ἐκ κακῶν (πόνων) καὶ πραγμά‐ των; τίς εἰς τὸ Λήθης πεδίον; Λήθης πεδίον χωρίον διατετύπωκεν ἐν ᾅδου οὕτω λεγόμενον· ὡς καὶ τὸν Αὐαίνου λίθον. τίς εἰς ὄνου πόκας; οὕτω λέγουσι τὸ ἄχρηστον· οὐδὲ γὰρ αἱ τοῦ ὄνου πόκαι χρησιμεύουσι. λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἀνηνύτων· ἐν ᾧ τρόπῳ φαμὲν χύ‐ τραν ποικίλλεις· ἀνήνυτα δὲ καὶ τὰ ἐν ᾅδου. διὰ τοῦτο οὖν ὄνου πόκας ἀνεπλάσατο ποιητικῶς.
τ 656 Τισαμένης: ὄνομα κύριον.
τ 657 Τισάμενος: τιμωρήσας.
τ 658 Τισαμενοφαινίππους: ὁ Τισαμενὸς ὡς ξένος καὶ μαστιγίας κωμῳδεῖται, ὁ δὲ Φαίνιππος ὡς συώδης καὶ ἡταιρηκώς.
τ 659 Τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ: ἀντὶ τοῦ πολύ‐ χαλκα. τραγικώτερον λέγει διὰ τὸ μεγαλορρῆμον τοῦ Λαμάχου.
τ 660 Τίσανδρος: ὄνομα κύριον.
τ 661 Τισαφέρνης: ὄνομα κύριον. καὶ κλίνεται εἰς ους.
τ 662 Τίς δ’ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθα‐ νεῖν δὲ ζῆν· Εὐριπίδου. τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον; παρὰ τὸ ἐκ Φρίξου Εὐριπίδου.
τ 663 Τίσαι καὶ Τίσασθαι: ἀποδοῦναι. ὁ δὲ Δαρεῖος, ὁ Περσῶν βα‐ σιλεύς, ὡς ἔσχε τὴν ἀρχήν, ἐπεθύμησεν Ὀροίτεα τίσασθαι πάντων τῶν ἀδικημάτων ἕνεκεν. Ἡρόδοτος.
τ 664 Τίσειαν: ἀποδοῖεν.
τ 665 Τισίας: ὁ τιμώμενος.
τ 666 Τίσις: τιμωρία, ἀπόδοσις.
τ 667 Τίσομαι: τιμωρήσομαι, ἀπαιτήσω.
τ 668 Τίσω: ἀποδώσω.
τ 669 Τίσωσι: τιμήσωσιν. ἢ τιμωρήσονται.
τ 670 Τίς πατέρ’ αἰνήσει’, εἰ μὴ κακοδαίμονα τέκνα: ἴσως ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα προφερόντων.
τ 671 Τίς τῇδε: οἱ σπένδοντες ἔλεγον τίς τῇδε; ἀντὶ τοῦ τίς πάρεστιν; εἶτα οἱ παρόντες εὐφημιζόμενοι ἔλεγον· πολλοὶ κἀγαθοί. τοῦτο δὲ ἐποίουν οἱ σπένδοντες, ἵνα οἱ συνειδότες τι ἑαυτοῖς ἄτοπον, ἐκχωροῖεν τῶν σπονδῶν.
τ 672 Τίς τρόπος ἵππων: παροιμία ἐπὶ τῶν ἀλλοκότων. Μετα‐ γένης Θουριοπέρσαις· τίς τρόπος ἵππων; ὡς δ’ ὀρχοῦνται τὸν βαρβα‐ ρικὸν τρόπον οὗτοι.
τ 673 Τί σοι ὁ Ἀπόλλων κεκιθάρικεν: ἀντὶ τοῦ τί σοι ἐμαν‐ τεύσατο;
τ 674 Τίς οὐ γενήσῃ ἰὼν εἰς Ἀρβέλας: Ἀρβέλη πόλισμα Σικελι‐ κόν. εὐεξαπάτητοι δὲ οἱ ἐνοικοῦντες ἐκεῖσε ἐδόκουν εἶναι.
τ 675 Τιτακίδαι: δῆμός ἐστι τῆς Αἰαντίδος φυλῆς. μήποτε δὲ ἀπὸ Τιτακοῦ ὠνομάσθησαν, οὗ μνημονεύει Ἡρόδοτος.
τ 676 Τιτᾶνες: οἱ καταχθόνιοι δαίμονες.
τ 677 Τιτανίδα γῆν: οἱ μὲν τὴν πᾶσαν, οἱ δὲ τὴν Ἀττικήν. ἀπὸ Τιτηνίου, ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου, οἰκήσαντος περὶ Μαραθῶνα, ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς θεούς, ὡς Φιλόχορος ἐν Τετρα‐ πόλει, Ἴστρος δ’ ἐν αʹ Ἀττικῶν. Τιτᾶνας βοᾶν, ἐβοήθουν γὰρ τοῖς ἀνθρώποις ἐπακούοντες, ὡς Νίκανδρος ἐν αʹ Αἰτωλικῶν. ἐνομί‐ ζοντο δὲ τῶν Πριαπωδῶν θεῶν εἶναι.
τ 678 Τίτανον: λευκόν, ἢ γύψον, κονίαν. λίθος διακεκαυμένη, ἣν πάλαι μὲν τίτανον, νυνὶ δὲ ἄσβεστον καλοῦσι.
τ 679 Τίτανος: ἡ κεκαυμένη λίθος, ἡ ἄσβεστος· θηλυκὸν δὲ ἡ τίτανος· σπάνιον δὲ ἀρσενικῶς.
τ 680 Τιτανῶδες βλέπειν: καταπληκτικόν, φοβερόν. καὶ Τιτα‐ νικὸν σπέρμα. Αἰλιανός· ὁ δὲ ἐν τοσούτῳ κακῷ ὢν οὐκ ἐπελά‐ θετο τῆς βδελυρᾶς ἐκείνης καὶ ἀθέου συγγραφῆς, ἣν ὁ Γαργήττιος, ὥσπερ οὖν τὰ ἐκ Τιτανικῶν σπερμάτων φύντα. τῷ βίῳ ... προσ‐ ετρίψατο.
τ 681 Τιταρήσιον: ὄνομα πόλεως.
τ 682 Τιτάρωνος.
τ 683 Τί ταῦτα: ἀντὶ τοῦ διατί; Ἀριστοφάνης· τί ταῦτ’ ἔχουσαι κεῖνον αἰτιώμεθα βαρέως τε φέρομεν;
τ 684 Τιταίνω.
τ 685 Τιταιρώνιον: ἀκρωτήριον.
τ 686 Τιτηνίδα γῆν· ζήτει ἐν τῷ Τιτανίδα γῆν.
τ 687 Τίτθαι· Ἀριστοφάνης· κᾆθ’ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς. οὕτω καλοῦνται αἱ [παρὰ] τοῖς τιτθίοις καὶ τῷ γάλακτι τρέφουσαι τὰ παιδία· αἵτινες διὰ τὸ μὴ δύνασθαι τὰ παιδία ὁλοκλήρους τὰς τρο‐ φὰς ἐσθίειν, διαμασώμεναι, οὕτω μετὰ τὸ κατεργάσασθαι τὰ ἐδέσματα, ἐξαίρουσαι τοῦ ἰδίου στόματος, ἐντιθέασι τοῖς τῶν παιδίων. εἶτα συμ‐ βαίνει τὰς ἀγνώμονας ὀλίγα μὲν διδόναι τοῖς παιδίοις, αὐτὰς δὲ κατ‐ εσθίειν τὰ πλείονα. οὕτω ὁ Κλέων ὀλίγα μὲν τῷ δήμῳ χαριζόμενος τὰ πλείω ἐκέρδαινε· μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντιθεῖς, αὐτὸς δὲ ἐκείνου τριπλάσιον κατέσπακας.
τ 688 Τίτθη: τροφός, μάμμη. ὅσα δὲ ἀργίᾳ μεμάρανται καὶ ῥᾳθυμίᾳ διέφθαρται μειράκια, ταῖς τίτθαις ἀπομύττειν καὶ ταῖς γυναιξὶ λούειν ἀποπέμψατε, καὶ θρυπτόμενα παρὰ ταύταις στωμύλλεσθαι καὶ λαλεῖν περὶ κρόκης καὶ στημόνων ἐάσωμεν. καὶ Τιτθεία, ἡ ἐπιμέλεια.
τ 689 Τιτθοί: μαστοί, ἤτοι τῶν μαζῶν τὰ ἄκρα.
τ 690 Τίτλος· τίτλος διαφέρει κεφαλαίου. καὶ ὁ μὲν Ματθαῖος ἔχει τίτλους ξηʹ, κεφάλαια τνεʹ, ὁ δὲ Μάρκος τίτλους μηʹ, κεφάλαια λϛʹ, ὁ δὲ Λουκᾶς τίτλους πγʹ, κεφάλαια τμηʹ, ὁ δὲ Ἰωάννης τίτλους ιηʹ, κε‐ φάλαια σλβʹ. καὶ Τιτλάριον, δέλτος, πινακίδιον, σχεδάριον.
τ 691 Τῖτος, βασιλεὺς Ῥωμαίων, Οὐεσπεσιανοῦ υἱός, ἀνὴρ πᾶν ἀρετῆς συνειληφὼς γένος, ὡς πρὸς ἁπάντων ἔρως τε καὶ τρυφὴ τοῦ θνητοῦ προσαγορευθῆναι γένους· εὐγλωττότατός τε γὰρ καὶ πολεμικώτατος καὶ μετριώτατος ἦν, καὶ τῇ μὲν Λατίνων ἐπιχωρίῳ γλώττῃ πρὸς τὰς τῶν κοινῶν ἐχρῆτο διοικήσεις, ποιήματα δὲ καὶ τραγῳδίας Ἑλλάδι φωνῇ διεπονεῖτο. ἐπεὶ δὲ ᾑρήκει τὰ Ἱεροσόλυμα ὁ Τῖτος, Συρία τε πᾶσα καὶ Αἴγυπτος καὶ ὅσα τῇ Παλαιστίνῃ πρόσοικα γένη ἐστε‐ φάνουν τὸν ἄνδρα, νικητὴν ἀνακαλοῦντες. ὁ δὲ διωθεῖτο τοὺς στε‐ φάνους, οὐκ αὐτὸς λέγων εἰργάσθαι ταῦτα, θεῷ δὲ φήναντι ὀργὴν ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας. οὕτως ἦν μέτριος καὶ σωφροσύνης μεστός. ἐπὶ δὲ Τίτου τούτου τὴν Ἱερουσαλὴμ πολιορκοῦντος Ῥω‐ μαῖός τις τῶν ἱππέων δοκιμώτατος τοὺς Ἰουδαίους ὠθουμένους κατὰ τῆς φάραγγος θεασάμενος, ἐκ πλαγίου παρελαύνων τὸν ἵππον ἁρπάζει τινὰ νεανίαν φεύγοντα, στιβαρὸν κατὰ τὸ σῶμα καὶ ὡπλισμένον, ἐκ τοῦ σφυροῦ δραξάμενος, ἑαυτὸν ἐπικλίνας τοῦ ἵππου τρέχοντος καὶ τὸν Ἰουδαῖον ἔφιππον καταδιώκοντος. καὶ τοσοῦτον τῆς δεξιᾶς τόνον καὶ τοῦ λοιποῦ σώματος ἐπιδειξάμενος καὶ τῆς ἱππικῆς τέχνης τὴν ἀρετήν, ὥσπερ τι κειμήλιον ἧκε τῷ Καίσαρι κομίζων τὸν αἰχμάλωτον. ὁ δὲ Τῖτος ὑπερθαυμάσας τῆς ἰσχύος τούτου καὶ δυνάμεως τὸ ἀήττη‐ τον, δώροις αὐτὸν ἀμείψας τὸν ληφθέντα ἀπέκτεινε.
τ 692 Τῖτος, στρατηγὸς Ῥωμαίων. τούτῳ δὲ ἐγεγόνει πάντα κατὰ νοῦν καὶ ταὐτομάτου συνεργήσαντος, τὸ δὲ πολὺ διὰ τῆς αὐτοῦ προ‐ νοίας ἁπάντων κεχειρισμένων· πάνυ γὰρ ἀγχίνους εἰ καί τις ἕτερος ὢν οὗτος γέγονεν. οὕτω γὰρ εὐστόχως ἐχείριζε καὶ νουνεχῶς οὐ μόνον τὰς κοινὰς ἐπιβολάς, ἀλλὰ καὶ τὰς κατ’ ἰδίαν ἐντεύξεις, ὥσθ’ ὑπερβολὴν μὴ καταλιπεῖν. καίτοι γε νέος ἦν κομιδῇ· πλείω γὰρ λʹ ἐτῶν οὐκ εἶχε. καὶ πρῶτος εἰς τὴν Ἑλλάδα διέβη μετὰ στρατοπέδων.
τ 693 Τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; Κινησίας σου κατατε‐ τίληκεν; οὗτος μαλακὸς ἦν.
τ 694 Τιτώ: ἡ ἡμέρα.
τ 695 Τιττυβίζετε: ποιὸν ἦχον ἀποτελεῖτε. καὶ Βάβριος ἐπὶ χελι‐ δόνος· ταύτης ἀκούσας μικρὰ τιττυβιζούσης.
τ 696 Τιτυός· οὗτος ἐρῶν τῆς Λητοῦς κατέσχεν αὐτῆς τοῦ κρηδέμνου· ἧς παῖδες Ἀπόλλων καὶ Ἄρτεμις κατετόξευσαν αὐτὸν καὶ ἀνεῖλον. καὶ νῦν, φησίν, ἐν τῷ ᾅδῃ κολάζεται, ἔχων βέλη ἐμπεπαρμένα τῷ ἥπατι.
τ 697 Τιτυσκόμενος: στοχαζόμενος. ἀπὸ μετοχῆς εἰς ῥῆμα. ἔστι δὲ παρὰ τὸ θεῶ, θῶ, τῶ, τύω, τύσω, τιτύσκω.
τ 698 Τίφη: ἡ καλουμένη σίλφη. ἐστὶ δὲ ζῷον κανθαρῶδες.
τ 699 Τῖφος: ὁ κάθυγρος τόπος.
τ 700 Τί φῶ: τί εἴπω;
τ 701 Τῖφυς.
τ 702 Τλεγγίς, τλεγγίδος: τὸ παρ’ ἡμῖν κτένιον.
τ 703 Τλῆ δ’ Ἥρη: ὑπέμεινε.
τ 704 Τλῆθι: ὑπόμεινον.
τ 705 Τλήμονος: ἐλεεινοῦ.
τ 706 Τλήμων: τολμηρά, ἀναιδής. ἡ δ’ ὧδε τλήμων, ὥστε τῷ μιάστορι ξύνεστ’, Ἐριννὺν οὔτιν’ ἐκφοβουμένη.
τ 707 Τλῆναι: ὑπομεῖναι.
τ 708 Τληπαθής: ὑπομένων ἐν τῷ πάσχειν.
τ 709 Τληπόλεμος, ὁ τὰ τῆς βασιλείας τῶν Αἰγυπτίων πράγματα μεταχειριζόμενος, ἦν μὲν κατὰ τὴν ἡλικίαν νέος καὶ κατὰ τὸ συνεχὲς ἐν στρατιωτικῷ βίῳ διεγεγόνει μετὰ φαντασίας. ἦν δὲ καὶ τῇ φύσει μετέωρος καὶ φιλόδοξος καὶ καθόλου πολλὰ μὲν εἰς πραγμάτων λόγον ἀγαθὰ προεφέρετο, πολλὰ δὲ καὶ κακά. στρατηγεῖν μὲν γὰρ ἐν τοῖς ὑπαίθροις καὶ χειρίζειν πολεμικὰς πράξεις δυνατὸς ἦν καὶ ἀνδρώδης ὑπῆρχε τῇ φύσει καὶ πρὸς τὰς στρατιωτικὰς ὁμιλίας εὐφυῶς διέκειτο· πρὸς δὲ ποικίλων πραγμάτων χειρισμὸν δεόμενον ἐπιστάσεως καὶ νήψεως καὶ πρὸς φυλακὴν χρημάτων καὶ καθόλου τὴν περὶ τὸ λυσι‐ τελὲς οἰκονομίαν ἀφυέστατος ὑπῆρχε πάντων· ᾗ καὶ ταχέως οὐ μόνον ἔσφηλεν, ἀλλὰ καὶ τὴν βασιλείαν ἠλάττωσε· παραλαβὼν γὰρ τὴν τῶν χρημάτων ἐξουσίαν τὸ μὲν πλεῖστον μέρος τῆς ἡμέρας κατέτριβε σφαι‐ ρομαχῶν καὶ πρὸς τὰ μειράκια διαμιλλώμενος ἐν τοῖς ὅπλοις, ἀπὸ δὲ τούτων γινόμενος εὐθέως πότους συνῆγε καὶ τὸ πλεῖον μέρος τοῦ βίου περὶ ταῦτα καὶ σὺν τούτοις εἶχε τὴν διατριβήν. ὃν δέ ποτε χρόνον τῆς ἡμέρας ἀπεμέριζε πρὸς ἐντεύξεις, ἐν τούτῳ διεδίδου, μᾶλλον δ’ εἰ δεῖ τὸ φαινόμενον εἰπεῖν διερρίπτει τὰ βασιλικὰ χρήματα τοῖς ἀπὸ τῆς Ἑλλάδος προσγεγονόσι πρεσβευταῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. καθόλου γὰρ ἀνανεύειν οὐκ ᾔδει, τῷ δὲ πρὸς χάριν ὁμι‐ λήσαντι πᾶν ἐξ ἑτοίμου τὸ φανὲν ἐδίδου. καὶ τὰ λείποντα ζήτει ἐν τῇ Πολυβίου ἱστορίᾳ.
τ 710 Τλήσομαι: ὑπομενῶ.
τ 711 Τλητικῶς: ὑπομονητικῶς.
τ 712 Τμαγέν: κοπέν.
τ 713 Τμήδην: τμητικῶς.
τ 714 Τμηθείσῃ: κοπείσῃ.
τ 715 Τμῆμα: κόμμα.
τ 716 Τμῆσις: ἡ τομή.
τ 717 Τμητικός: ὁ τέμνων.
τ 718 Τμητοῖς ὁλκοῖς ἐγκύρσαι: τούτεστι τοῖς λώροις, τοῖς ἱμάσιν· ὁλκοὺς οὖν ἀντὶ τῶν ἱμάντων, οἷς εἱλκύσθη Ὀρέστης πεσὼν ἐκ τοῦ ἅρματος.
τ 719 Τμῶλος: ὄνομα ὄρους.
τ 720 Τμώμενος: ἀποτεμνόμενος.
τ 721 Τὸ ἀντάλλαγμα· τοὺς κατὰ σάρκα προγόνους τοῦ Χριστοῦ ἴχνη καὶ ἀντ‐ άλλαγμα ἐκάλεσαν οἱ οʹ ἑρμηνευταί. Δαβίδ· τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.
τ 722 Τὸ ἀπὸ τῆς Παλλαινίδος: τὸ φοβερόν. ἀπὸ τῆς ἐπὶ Παλ‐ ληνίδι μάχης, ἐν ᾗ ἡττήθησαν Ἀθηναῖοι.
τ 723 Τὸ ἀρνίον σοι λελάληκεν: ἐν Αἰγύπτῳ, ὥς φασιν, ἀνθρω‐ πείᾳ φωνῇ ἐλάλησεν· εὑρέθη δὲ ἔχον ἐν τῇ κεφαλῇ βασίλειον δρά‐ κοντα ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ πτερωτόν, ἔχοντα μῆκος πήχεων δʹ, καί τινι λελάληκε τὰ μέλλοντα.
τ 724 Τὸ βασιλικὸν βοΐδιον: ἐπὶ Πτολεμαίου βοῦς ἀπέτεκεν ἓξ βοΐδια. πρὸς οἰωνοῦ δὲ ἀγαθοῦ τὸ συμβησόμενον λαβὼν ὁ Πτολεμαῖος προσέταξεν ἐν τοῖς βασιλείοις τρέφεσθαι μετὰ πάσης ἐπιμελείας· διὸ βασιλικὸν ἐκλήθη.
τ 725 Τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, μηδενὸς ἄλλου παραπράξαν‐ τος, μεγάλας ὀδύνας ὑποτείνει: οἷον μηδενὸς συμπράξαντος καὶ με‐ τασχόντος ἁμαρτημάτων· ἡ γὰρ κοινωνία τῶν ἁμαρτημάτων φέρει τὴν παραμυθίαν.
τ 726 Τὸ γὰρ τὴν φροντίδα ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.
τ 727 Τόγε αὑτοῦ μέρος: κατὰ τὴν αὐτοῦ προαίρεσιν. Αἰλιανός· τί γὰρ δὴ μαθὼν ἐτόλμησε τόγε αὑτοῦ μέρος δουλώσασθαι Λυδοῖς Πέρσας;
τ 728 Τό γε ἧκον: ὅσον ἐπ’ αὐτῷ, ὅσον δυνατόν.
τ 729 Τὸ δέ μοι: τοῦτο δέ μοι.
τ 730 Τὸ Δίωνος γρῦ: οὗτος ὁ Δίων Ἀλεξανδρεὺς ἦν τὸ γένος, διαβόητος δὲ ἐπὶ φιλοσοφίᾳ· ὃς ἔχων ἀδελφὸν παλαιστήν, Τόψιον καλούμενον, λοιδορούμενος ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ καὶ ἀκούων ῥητὰ καὶ ἄρρητα, καὶ πολλοῦ ὄχλου ἐπακολουθοῦντος, αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο, κατεσταλμένον τὸ τῆς σοφίας παράγγελμα τη‐ ρῶν· ἐντὸς δὲ τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς ὑπο‐ φήνας εἶπε πρὸς τὸν νεανίαν οὐδὲ γρῦ· ὁ δὲ ἀθυμήσας ἀπήγξατο. εἴρηται τὸ γρῦ ἐπὶ μικροῦ καὶ τοῦ τυχόντος. καὶ ὁ ῥύπος τοῦ ὄνυχος.
τ 731 Τὸ ἐπίπαν: τὸ σύνολον.
τ 732 Τὸ Ἡσιόδειον γῆρας: ἐπὶ τῶν ὑπεργήρων· φέρεται γὰρ καὶ ἐπίγραμμα Πινδάρου τοιοῦτον· χαῖρε δὶς ἡβήσας καὶ δὶς τάφων ἀντι‐ βολήσας, Ἡσίοδ’, ἀνθρώποις μέτρον ἔχων σοφίης.
τ 733 Τὸ Ἱππάρχου τειχίον: Ἵππαρχος ὁ Πεισιστράτου περὶ τὴν Ἀκαδημίαν τεῖχος ᾠκοδόμησε, πολλὰ ἀναγκάσας ἀναλῶσαι τοὺς Ἀθη‐ ναίους. ὅθεν καὶ ἐπὶ τῶν δαπανηρῶν πραγμάτων ἡ παροιμία εἴρηται.
τ 734 Τὸ θερμὸν τοῦ ὀβελοῦ: ἐπὶ τῶν αἱρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων ἡ παροιμία, ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ πεπυρωμένον τῶν ὀβελίσκων. μέμνηται αὐτῆς Σοφοκλῆς.
τ 735 Τὸ καλῶς ἔχον: τὸ συμφέρον. Οἰδίπους· τὸ καλῶς δ’ ἔχον πάλαισμα τῇ πόλει μὴ λῦσαι θεὸν αἰτοῦμαι. τουτέστι μὴ λῦσαι τῇ πόλει τὸ συμφέρον αἰτοῦμαι.
τ 736 Τοκάς: ἡ γεννῶσα.
τ 737 Τὸ κατακύλλωμα: τὸ πέρας καὶ ἀνωτάτω τῶν κακῶν.
τ 738 Τοκήων: γονέων ἢ τέκνων.
τ 739 Τόκος· Ἀριστοφάνης Νεφέλαις· τοῦτο δ’ ἔσθ’ ὁ τόκος τί θηρίον; τί δ’ ἄλλο γ’ ἢ κατὰ μῆνα καὶ καθ’ ἡμέραν πλέον πλέον τἀργύριον ἀεὶ γίνεται, ὑπορρέοντος τοῦ χρόνου;
τ 740 Τοκοφορεῖν: τόκους λαμβάνειν. Τόκος δὲ εἶδος πλεονεξίας.
τ 741 Τολμήεντι: ὑπομονητικῷ. Αἰλιανός· ὁ δὲ ἐσήλατο ἐς τὸν νεών, ἕτοιμα δὴ καταγράφων, καὶ ὅτι τολμήσει ταῦτα. ἐφ’ οἷς ἐνόσει, ἐπ’ ἐρημίᾳ τῶν ἐπικουρῆσαι τῇ κόρῃ δυναμένων πεπιστευκώς.
τ 742 Τολμηρός· ὅτι τὸν τολμηρὸν εἰς τὸν ἀνδρεῖον μεταλαμβάνουσι. καὶ ζήτει ἐν τῷ ἐγκράτεια.
τ 743 Τολμῆσαι: ὑπομεῖναι. Νόμων θʹ· εἰ πατέρα ἀποκτείνει τις, αὐτὸν τοῦτον ὑπὸ τέκνων τολμῆσαι βίᾳ πάσχοντα. καὶ ἐν βʹ τολμῶν, ἀντὶ τοῦ τολμῶν ὑπομένοι. καὶ Ἀριστοφάνης· ὦ μιαρὲ καὶ τολμηρὲ κἀναίσχυντε σύ, καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, πῶς δεῦρ’ ἀνῆλθες, ὦ μιαρῶν μιαρώτατε;
τ 744 Τολμητής.
τ 745 Τολμητίας: τολμηρός. Ἀγαθίας· τολμητίας γὰρ ἦν ἐς τὰ μάλιστα καὶ ταραχώδης καὶ πέρα τοῦ ἀναγκαίου τὸ φιλοκίνδυνον κε‐ κτημένος. περὶ Θευδιβέρτου λέγων, υἱοῦ Θευδερίχου.
τ 746 Τολύβη: ὄνομα κύριον.
τ 747 Τολυπεύειν: ἐξεργάζεσθαι· τολύπη γὰρ ἡ ἐργασία. οἱ δὲ καλῳδίοις τε καὶ τολύπαις τοὺς καλάμους ξυνδήσαντες κώμυθας πολ‐ λὰς ἀπειργάσαντο.
τ 748 Τολύπευμα· Συναγωγή· τὸ κατασκευαστὸν καὶ πεφιλοκαλημένον ἔριον.
τ 749 Τολύπη: ἀγρία κολοκύντη.
τ 750 Τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ’ ἐμόν: οὕτω γὰρ οἱ δημαγωγοὶ ἀστεϊζόμενοι ἔλεγον τὰς ἑαυτῶν ἐπινοίας τῆς θεοῦ· ὅτι ὁ μὲν θεὸς ὑπέβαλεν, ὁ ἐργασάμενος δ’ ἐγώ.
τ 751 Τομεῖς: οἱ ἐμπρόσθιοι ὀδόντες.
τ 752 Τὸ Μηλιακὸν πλοῖον: ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων εἴρηται τοῦτο. ἀπὸ ἱστορίας τινός· φησὶ γὰρ Ἀριστοτέλης Ἱππότην εἰς ἀποι‐ κίαν στελλόμενον, τοῖς μὴ βουληθεῖσιν αὐτῷ συμπλεῖν καταράσασθαι. ἐπειδὴ γὰρ προφασιζόμενοι, οἱ μὲν τὰς γυναῖκας αὐτοῖς ἀρρωστεῖν, οἱ δὲ τὰ πλοῖα ῥεῖν, κατέμενον, κατηράσατο, μήτε πλοῖα στεγανὰ αὐτοῖς γενέσθαι ποτὲ καὶ ὑπὸ τῶν γυναικῶν κρατεῖσθαι ἀεί.
τ 753 Τομίας: εὐνοῦχος. ὁ δὲ Ναρσῆς, ὁ στρατηγὸς τῶν Ῥωμαίων, τομίας ἦν, καὶ τῆς εὐγλωττίας αὐτῷ οὔτι μάλα μετῆν οὐδὲ παιδείας, καὶ ἐν τοῖς βασιλείοις τρυφερώτατα ἀνατεθραμμένος. ἦν δὲ ἄρα καὶ τὸ σῶμα βραχὺς καὶ ἐν ἰσχνότητι ἐκδεδιῃτημένος. ἦν δ’ ἐπὶ Ἰου‐ στινιανοῦ.
τ 754 Τόμις: ὄνομα πόλεως. διφορεῖται.
τ 755 Τομόν: τὸ τμητικόν. ὀξυτόνως. οὕτως Πλάτων.
τ 756 Τόμος: ὁ χάρτης.
τ 757 Τόμυρις, βασίλεια Μασσαγετῶν, ἣν μνώμενος Κῦρος ὁ Περσῶν βασιλεύς, ὥς οἱ δόλῳ οὐ προεχώρεεν, ἐλάσας ἐπὶ τὸν Ἀράξεα ἐποιέετο ἐκ τοῦ ἐμφανοῦς τὴν στρατείαν.
τ 758 Τὸν ἀφ’ ἱερᾶς: γραμμή· ἐν τῇ τῶν πεττῶν παιδιᾷ. Μέναν‐ δρος Καταψευδομένῳ.
τ 759 Τόνδε: τοῦτον.
τ 760 Τοναῖος δρόμος.
τ 761 Τὸν ἐγκέφαλον ὥσπερ κατασεσεῖσθαί μοι δοκεῖς: τουτ‐ έστι τὰ κεκρυμμένα.
τ 762 Τονεφέρσωφρις: βασιλεὺς Αἰγύπτου.
τ 763 Τονθορύζει: ὑπόπτως λαλεῖ, ψιθυρίζει, ἠρέμα γογγύζει ἢ λάθρα φθέγγεται, ἢ ὑποτρέμει τὰ χείλη κινῶν. ὑποτονθορύζοντος δὲ τοῦ πλήθους καὶ ἀγανακτοῦντος, λόγοις ἐχέφροσιν ὁ στρατηγὸς τούτους ἐμάλασσε. πάλιν τε θροῦν ὑπεξαπτόντων καὶ τονθορύζειν πειρω‐ μένων, ἔφη.
τ 764 Τὸν ἵππον ὁ Σκύθης: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φα‐ νερῶς δὲ ἀπωθουμένων. λέγεται δὲ καί, ὁ Σκύθης τὸν ἵππον. ζήτει καὶ ἐν τῷ Σκύθης. ζήτει τὴν αὐτὴν παροιμίαν καὶ ἐν τῷ ἀκκιζόμενος.
τ 765 Τὸν Κολοφῶνα ἐπίθες: ιβʹ πόλεις τῆς Ἰωνίας συνῄεσαν εἰς τὸ Πάνιον λεγόμενον, περὶ τῶν κοινῶν βουλευσόμεναι. καὶ εἴ ποτε ἴσαι αἱ ψῆφοι ἐγένοντο, οἱ Κολοφώνιοι περιττὴν ἐτίθεντο τὴν νικῶ‐ σαν· Σμυρναίους γὰρ ἐλθόντας εἶχον συνοίκους· ὑπὲρ ὧν καὶ τὴν ψῆφον ἐτίθεντο. ὅθεν ἐπὶ τῆς κρατούσης καὶ βεβαίας ψήφου ἡ παροι‐ μία εἴρηται.
τ 766 Τὸν Κολοφῶνα ἐπέθηκεν: ἐκ τοῦ τοὺς Κολοφωνίους πρὸς ἑαυτοὺς στασιάσαντάς τινα τούτων μοῖραν ξυνοικίσαι τοῖς Σμυρναίοις. εἰς πόλεμον δέ ποτέ τινα ἀπελθόντων Σμυρναίων, τοὺς μὲν ὑπολειφ‐ θέντας ἐν Σμύρνῃ Κολοφωνίους κρατῆσαι αὐτῆς· ὡς τοὺς Κολοφωνίους ἐκ τούτου δύο πόλεις ἔχειν, τήν τε Κολοφῶνα καὶ Σμύρναν. καὶ ἐν τῷ βουλεύεσθαι περί τινος Σμυρναίους, οἳ ὑπελείφθησαν μετὰ τῶν Κολοφωνίων ἐν Σμύρνῃ, ὅτε ἴσαι ψῆφοι τούτοις ἐγένοντο, πρὸς τοὺς Κολοφωνίους ἀναφέρειν αὐτάς, καὶ ᾗ προσέθεντο, ταύτην κρατεῖν. καὶ οὕτω λέγεται ἐπὶ παντὸς τοῦ κυριωτάτου τὸν Κολοφῶνα ἐπιτί‐ θεσθαι τοῖς λοιποῖς, ὡς ἐπὶ τῶν ψήφων τῶν βʹ τῶν Κολοφωνίων τῇ τούτων ἑτέρᾳ.
τ 767 Τὸν ξύοντα ἀντιξύειν: ἐπὶ τῶν βλαπτόντων τινάς, ἢ καὶ θεραπευόντων. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ὄνων, παρόσον ἐκεῖνοι ὑπ’ ἀλλήλων κνήθονται καὶ ἀντικνήθουσι.
τ 768 Τόνον: εὔτονον, ἢ δύναμιν. Πισίδης· εἷλκες γὰρ αὐτοὺς ὥσπερ ἡλίου τόνος σύρει πρὸς αὑτὸν ἑλκτικῶς τὰς ἰκμάδας. Τόνος καὶ τοῦ κραββάτου τὰ σχοινία. Τόνος καὶ τὸ ἑξάμετρον ἔπος. Πυθικὸν ἦν προμάντευμα ἐν τόνοις ἑξαμέτροις, οὕτω προλέγον τὴν τελευτήν· Αἰακίδη προφύλαξο μολεῖν Ἀχερούσιον ὕδωρ Πανδοσίην θ’, ὅθι τοι θάνατος πεπρωμένον ἐστί. καὶ συνάψας μάχην Βρεττίοις καὶ Λευκανοῖς ἐπί τινι ποταμῷ, τῆς γεφύρας ῥαγείσης, τῶν προσχώρων ἀκούσας τὸν ποταμὸν ἀποκαλούντων Ἀχερόντιδα, τὴν δὲ πλησίον πόλιν Πανδοσίαν, πρὸς ὃ εἶχε λόγιον συμβαλὼν τοὺς τόπους, καὶ γνοὺς ὅτι ἄρα τὸ χρεὼν ἐκπέπλησται, τότε δὴ τὸν εὐκλεᾶ πορεύεται θάνατον καὶ πρὸς μέσους τοὺς πολεμίους ὠθούμενος ἀφειδῶς, πολλὰ πρότερον δράσας, οὕτω πίπτει μαχόμενος. ἦν δὲ Ἀλέξανδρος ὁ Φι‐ λίππου κηδεστής, Ὀλυμπίου ἀδελφός.
τ 769 Τὸν Ὕλαν κραυγάζεις: ἐπὶ τῶν μάτην πονούντων καὶ κραυγαζόντων ἡ παροιμία· ἐπεὶ τὸν Ὕλαν ἀφανῆ γενόμενον Ἡρακλῆς ἀποβὰς τῆς νεὼς Ἀργοῦς καὶ ζητήσας οὐχ εὗρε.
τ 770 Τοξεύω. Τοξεία.
τ 771 Τοξόται: οἱ δημόσιοι ὑπηρέται, φύλακες τοῦ ἄστεος, τὸν ἀριθμὸν χίλιοι, οἵτινες πρότερον μὲν ᾤκουν τὴν ἀγορὰν μέσην σκηνοποιησά‐ μενοι, ὕστερον δὲ μετέβησαν εἰς Ἄρειον Πάγον. ἐκαλοῦντο δὲ οὗτοι καὶ Σκύθαι καὶ Σπευσίνιοι· ἀπὸ Σπευσίνου τινὸς τῶν πάλαι πολιτευο‐ μένων συντάξαντος τὰ περὶ αὐτούς.
τ 772 Τοξότης: ὑπηρέτης. Ἀριστοφάνης· τοξότης συνήγορος, ὥσπερ Εὔαθλος. ἀντὶ τοῦ ὑπηρέτης. τοξοποιεῖν· μὴ σκυθρώπαζ’· οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς. ἀντὶ τοῦ σκυθρωπάζειν· ἀπὸ τοῦ παρακολουθοῦντος· τοιοῦτον γὰρ τὸ πρόσωπον τῶν ἐν μερίμνῃ ὄντων. Ὅμηρος· οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν ἰάνθη. Σοφοκλῆς κατὰ τὸ ἐναντίον· ὡς ἂν Διὸς μέτωπον ἰάνθη χαρᾷ. Τοξότου· δημοσίου ὑπηρέτου, ἐπόπτου καλουμένου.
τ 773 Τοπάζειν: οἷον στοχάζεσθαι, ἐνθυμεῖσθαι, ὑπονοεῖν. καὶ ἐτόπα‐ ζον ὁμοίως. καὶ παρὰ Σοφοκλεῖ ἐν Ἠριγόνῃ· ἃ δὲ δόξῃ τοπάζω, ταῦτ’ ἰδεῖν σαφῶς θέλω. διὸ καὶ ὑποτοπεῖν τὸ ὑπονοεῖν λέγουσι.
τ 774 Τοπάζιος: λίθος πολυτελής, κατ’ ἐκείνους τοὺς καιροὺς τιμώ‐ μενος.
τ 775 Τὸ παράπαν: διόλου, παντελῶς. οἴνου μὴ πιεῖν τὸ παρ‐ άπαν.
τ 776 Τὸ παράπαν: κατὰ πάντα τρόπον, ἐξ ὁλοκλήρου.
τ 777 Τὸ Πάρνου σκάφιον: ἐπὶ τῶν μικρὰ πολλάκις ζητούντων. Πάρνος γὰρ ὁ κυβερνήτης σκάφος ἀπώλεσε καὶ συνεχῶς ἠνώχλει.
τ 778 Τὸ παρὸν εὖ ποιεῖν: παροιμία. Πλάτων Γοργίᾳ· καὶ ὡς ἔοικεν ἀνάγκη μοι κατὰ τὸν παλαιὸν λόγον, τὸ παρὸν εὖ ποιεῖν. Κρα‐ τῖνος Πυλαίᾳ· ἄνδρας σοφοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύναμιν τίθεσθαι.
τ 779 Τὸ παρὸν εὖ τίθεσθαι: παροιμία.
τ 780 Τὸ πέρα: ἔτι, ἐπιπλέον· ἢ ἕως τέλους· ἢ ὅλως.
τ 781 Τοπεῖν: ὑπονοεῖν.
τ 782 Τοπεῖον: τὰ σχοινία λέγουσι τοπεῖα. Στράττις Μακεδόσι· τὸν πέπλον δὲ τοῦτον ἕλκουσι δεσμεύοντες τοπείοις ἄνδρες.
τ 783 Τόπος: τῶν πολλαχῶς λεγομένων ἐστί· λέγεται γὰρ τόπος ὁ φυσικὸς καὶ τὸ μόριον καὶ ἡ ἑκάστου λόγου περίοδος· οἱ δὲ παρὰ Ἀριστοτέλει τόποι διὰ τὸ ἔχειν τινὰ ὁμοιότητα τῷ φυσικῷ τόπῳ λέ‐ γονται τόποι. τόποι δέ εἰσιν ἀρχὴ καὶ ἀφορμὴ διαφόρων ἐπιχειρη‐ μάτων. Τοπικὰ δὲ ἐπιγράφεται τὰ τοῦ Ἀριστοτέλους, ἀπὸ τοῦ τόπους τινὰς ἐν αὐτοῖς παραδίδοσθαι, ἀφ’ ὧν ὁρμώμενοι δυνησόμεθα περὶ παντὸς τοῦ προτεθέντος δι’ ἐνδόξων συλλογίζεσθαι. ἔστι γὰρ ὁ τόπος ἀρχή τις ἢ στοιχεῖον, ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχάς, ἐπιστήσαντες τὴν διάνοιαν, τῇ περιγραφῇ μὲν ὡρισμένως (ἢ γὰρ περι‐ λαμβάνει τὰ κοινὰ καὶ καθόλου, ἅ ἐστι τὰ κύρια τῶν συλλογισμῶν· ἢ δύναταί γε ἐξ αὐτῶν τὰ τοιαῦτα δείκνυσθαί τε καὶ λαμβάνεσθαι), τοῖς δὲ καθ’ ἕκαστα ἀορίστως· ἀπὸ τούτων γάρ ἐστιν ὁρμώμενον εὐπορεῖν προτάσεως ἐνδόξου πρὸς τὸ προκείμενον· τοῦτο γὰρ ἡ ἀρχή. ἀξιοῦσι δέ τινες τὸ πρῶτον βιβλίον μὴ Τοπικόν, ἀλλὰ Πρὸ τῶν Τόπων ἐπιγράφεσθαι. ἐνίοτε δὲ ὅσα ἀναγκαῖα τὸ ἐξ ἐνδόξων· οὐ γὰρ οἷόν τε περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἀληθῶν συλλογίζεσθαι. καὶ ἐν Ἐπιγράμμασι. ἀλλ’ ἐπὶ μὲν γαίης ἐλέῳ τόπος· οἱ γὰρ ἰδόντες εὐθύ με πρὸς τύμβους ἔστεφον εὐσεβέες. νῦν δὲ τεκοῦσα θάλασσα διώλεσε. τίς παρὰ πόντῳ πίστις;
τ 784 Τόπος παραγγέλματος διαφέρει. παράγγελμα μὲν εἶναι τὸ κοινότερον καὶ καθολικώτερον καὶ ἁπλούστερον λεγόμενον, ἀφ’ οὗ τόπος εὑρίσκεται· ἀρχὴ γὰρ τόπου τὸ παράγγελμα ὥσπερ ὁ τόπος ἐπιχειρήματος. οἷον παράγγελμα μὲν τὸ οὕτως λεγόμενον, ὅτι δεῖ ἐπιχειρεῖν ἀπὸ τῶν ἐναντίων συστοίχων, τόπος δέ, εἰ τὸ ἐναντίον πολλαχῶς τῷ ἐναντίῳ, ἢ εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ ὑπάρχει τὸ ἐναντίον· καὶ πάλιν, ὡς ἓν τῶν συστοίχων, οὕτω καὶ τὰ λοιπά. ὁ γὰρ τόπος πρότασις ἤδη τις ἀπὸ τοῦ παραγγέλματος γέγονεν.
τ 785 Τοποτηρητής: εἶδος ἀξιώματος.
τ 786 Τὸ προσέρπον: τὸ ἀποβησόμενον. Σοφοκλῆς· ὤμοι, φοβοῦμαι τὸ προσέρπον (ὅ ἐστι τὸ ἀποβησόμενον)· περίφαντος ἀνὴρ θανεῖται.
τ 787 Τὸ ῥά: ὅπερ δὴ οὖν, ὅπερ οὖν.
τ 788 Τόργος: παρὰ Λυκόφρονι ὁ κύκνος. λέγεται δὲ καὶ ὁ γύψ.
τ 789 Τορεύει: γλύφει, τιτρᾷ. καί, τόρευε πᾶσαν ᾠδήν. ἀντὶ τοῦ τορῶς καὶ τρανῶς λέγε τὴν ᾠδήν.
τ 790 Τορεία: ἡ ῥητορεία.
τ 791 Τορκουᾶτος: ὄνομα κατ’ ἐπίκλησιν· κινηθὲν γὰρ τὸ Κελτῶν ἔθνος κατὰ τῆς Ἰταλίας ἐρρύη· καὶ ἀντικαθεζομένων ἀλλήλοις τῶν στρατοπέδων, Μάλλιος ἀνὴρ τῶν ἀπὸ βουλῆς ἐπιφανὴς τὸν βασιλέα τῶν Κελτῶν τά τε ἄλλα μεγαληγορούμενον καὶ προσιέναι οἱ τὸν ἄριστον τῶν Ῥωμαίων ἐς ἰδιάζουσαν συμπλοκὴν προκαλούμενον ὑποστὰς ἐπικαιρίῳ καταβάλλει τραύματι, σκυλεύσας τε τὸν νεκρὸν καὶ τὸν περὶ τὸν τράχηλον στρεπτὸν ἀνελόμενος, ὃς ἐπιχώριός ἐστι Κελτοῖς κόσμος, αὐτὸς περιέθετο· καὶ ἀπὸ τοῦδε Τορκουᾶτος πρὸς τῶν πολιτῶν ἐπι‐ κληθεὶς (ὅπερ ἂν εἴη στρεπτοφόρος) μνημεῖον τῆς ἀριστείας τὴν ἐπί‐ κλησιν ταύτην τοῖς ἀφ’ ἑαυτοῦ καταλέλοιπε.
τ 792 Τόρμη: νύσσα, καμπτήρ.
τ 793 Τορνευτολυρασπιδοπηγοί· οἱ ποιοῦντες τὰς λύρας καὶ τὰς ἀσπίδας.
τ 794 Τόρνος: ξύλον στρογγύλον. ἢ τὸ τρῆμα, καὶ τὸ ἐνιέμενον εἰς αὐτό.
τ 795 Τορνώσασθαι: κατασκευάσασθαι.
τ 796 Τορόν: ἰσχυρόν. καὶ Τορῶς, ἰσχυρῶς, τρανῶς, μεγαλοφώ‐ νως. σαφῶς, ἀκριβῶς. τορῶς τὸ ἀνακλητικὸν σημανθῆναι κε‐ λεύσας.
τ 797 Τορῶ: τὸ τρυπῶ.
τ 798 Τορωναῖος: ὄνομα κύριον. καὶ Τορώνη, πόλις ἐν Θρᾴκῃ.
τ 799 Τορύνη: τὸ κινητήριον τῆς χύτρας. πανταχοῦ δὲ ἐκτείνεται, εἰ 〈μὴ〉 παρ’ Εὐπόλιδι. τορύνην τέως δὴ ξίφος ὑπεζωσμένος. καὶ αὖθις· καὶ τὰν ἐπιοδόνον τορύναν.
τ 800 Τόσιβις: θεός.
τ 801 Τὸ σκαμβὸν ξύλον οὐδέποτ’ ὀρθόν: αὕτη ἡ παροιμία δημώδης ἐστὶ καὶ φανερά. τάττεται δὲ κατὰ τῶν διάστροφα ξύλα ἢ πράγματα πειρωμένων κατευθύνειν καὶ μηδὲν ὠφελούντων.
τ 802 Τὸ σὸν ὄναρ σοι διηγούμενος· εἰ γὰρ ἐγώ σοι νῦν αὐτὸν γνωρίζω, πέπονθα τὸ τῆς παροιμίας, τὸ σὸν ὄναρ τοι διηγούμενος.
τ 803 Τοσοῦτον: ἀντὶ τοῦ τοῦτο. Σοφοκλῆς· καίτοι τοσοῦτον ἐξεπί‐ στασθαι δοκῶ. τουτέστι τοῦτο. καὶ ἐν Αἴαντι Σοφοκλῆς· τοσοῦτον οἶδα. ἀντὶ τοῦ μέχρι τούτου.
τ 804 Τόσῳ: τοσούτῳ.
τ 805 Τοσούτῳ θεῷ: ἀντὶ τοῦ μεγάλῳ. καὶ νόμον ἔθεντο, εἰ τοιοῦτοι γένοιντο ὑπὸ τῷ τοσούτῳ θεῷ, εὐδαιμονίαν εἶναι, καταγράφοντες κοινήν.
τ 806 Τὸ συνοῖσον: τὸ συμφέρον. ὁ δὲ αἰσθόμενος φιλυπόστροφος γίνεται, τὸ συνοῖσον τῇ προθυμίᾳ πραγματευόμενος.
τ 807 Τότε δὴ τότε: ἀντὶ τοῦ παραυτίκα. τότε δὴ τότε ἡ Φραγγικὴ δύναμις τοῖς Ῥωμαίοις ξυρραγεῖσα ἐξωθεῖ αὐτούς.
τ 808 Τοτηνικαῦτα.
τ 809 Του: καὶ ἐπὶ θηλυκοῦ τάττεται, ὥσπερ τὸ τίνος. Ἀριστοφάνης Ἀμφιάρεῳ· ταυτὶ τὰ κρέ’ αὐτῷ παρὰ γυναικός του φέρω. ἐπὶ δὲ οὐδετέρου Δαναΐσιν· ἀλλ’ εἴσιθ’, ὡς τὸ πρᾶγμα λέξαι βούλομαι τουτί· προσόζειν γὰρ κᾄκ του μοι δοκεῖ. ἐπὶ δὲ ἀρσενικοῦ Κοριαννοῖ Φερε‐ κράτης· πάντως γάρ εἰσι τῶν φίλων ἑνός γέ του.
τ 810 Τοῦ Βάϋνος χορός: ἐπὶ τῶν ἁπλουστέρων καὶ ἀμαθῶν εἴρηται ἡ παροιμία.
τ 811 Τοῦ γὰρ τοῦτο ποιήσει: ἀντὶ τοῦ ἕνεκα τίνος;
τ 812 Τοὔγκυκλον: τὸ ἔγκυκλον. τουτέστι τὴν Πύλον, διὰ τὴν τῶν τειχῶν περιβολήν. ἀπὸ μεταφορᾶς τῶν περιβολαίων. τουτέστιν ἣν ἔχομεν καὶ περιβαλλόμεθα.
τ 813 Τοῦ δ’ ἄρα ὁ Κωρυκαῖος ἠκροάζετο: φασὶν ὅτι περὶ Κώ‐ ρυκον τῆς Παμφυλίας ἦσαν πειραταί, οἷς τινες τῶν ἐν Κωρύκῳ συμ‐ πράττοντες περιειργάζοντο τῶν πλεόντων τὰ φορτία καὶ τὸν καιρόν, καθ’ ὃν μέλλοιεν πλεῖν, τοῖς πειραταῖς ἐμήνυον. ἐκράτησεν οὖν ἡ παροιμία ἐπὶ τῶν δοκούντων μὲν λανθάνειν, εἰς γνῶσιν δὲ ἐρχο‐ μένων.
τ 814 Τοὔδαφος.
τ 815 Τοῦ Διὸς τὸ σάνδαλον: ἐπὶ τῶν ὡς μέγα δή τι· Εὔπολις Χρυσῷ γένει.
τ 816 Τοῦθ’ ᾅδης διακρινεῖ πρότερον ἢ ’γὼ πείσομαι.
τ 817 Τοῦ καθήκοντος χρόνου πέρα: τουτέστι τοῦ ὁρισθέντος· λέγεται δὲ καὶ τοῦ εἰκότος πέρα.
τ 818 Τοῦλδον: Ῥωμαϊστὶ τὰ σαγμάρια τὰ τὴν ἀποσκεύην τῶν πολε‐ μίων βαστάζοντα.
τ 819 Τοὔλαιον: τὸ ἔλαιον.
τ 820 Τοὐλαιόν: τὸ ἀριστερόν.
τ 821 Τοὔμπαλιν: τὸ ἔμπαλιν.
τ 822 Τοῦ Μορύχου: Διονύσου. μορύξαι τὸ μολῦναί ἐστι· παρόσον κἀκεῖνος τῷ γλεύκει τῶν σταφυλῶν καὶ τοῖς χλωροῖς σύκοις ἐν τῷ τρύγει μολύνεται.
τ 823 Τοὔμπικες: οἱ βασιλεῖς τῶν Ῥωμαίων.
τ 824 Τοὐναντίον.
τ 825 Τοὔνεκα: οὗ χάριν, ἢ τούτου χάριν.
τ 826 Τουννουτουΐ: μικροῦ. συναγαγὼν δὲ τοὺς δακτύλους τοῦτό φησιν. Ἀριστοφάνης Νεφέλαις· σκέψαι τοίνυν ἀπὸ γαστριδίου τουν‐ νουτουῒ οἷα πέπορδας.
τ 827 Τοῦ πάνυ: τοῦ πανυμνήτου. καὶ Συμεῶνα τὸν πάνυ.
τ 828 Τοῦ ’πιόντος: τοῦ τυχόντος. Σοφοκλῆς· καίτοι τό γ’ αἴνιγμ’ οὐχὶ τοῦ ’πιόντος ἦν ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει, ἣν οὔτ’ ἀπ’ οἰωνῶν σὺ προὐφάνης ἔχων οὔτ’ ἐκ θεῶν του γνωτόν· ἀλλ’ ἐγὼ μο‐ λὼν ὁ μηδὲν οὐδεὶς Οἰδίπους, ἔπαυσά νιν γνώμῃ κυρήσας, οὐδ’ ἀπ’ οἰωνῶν μαθών.
τ 829 Τοὖπος: τὸ ἔπος. κἄστ’ ἐκεῖνο τοὖπος ὀρθῶς, κοὐ κακῶς εἰρη‐ μένον, παρ’ Ἀριστοφάνει· οὔτε σὺν πανωλέθροισιν, οὐδ’ ἄνευ πανω‐ λέθρων. ἐν παροιμίᾳ τοῦτο λέγεται· κακὸν γυναῖκες· ἀλλ’ ὅμως, ὦ δημότα, οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ.
τ 830 Τουρουλλός: πόλις Θρᾳκική.
τ 831 Τούς: ἀντὶ τοῦ τούτους. Ὅμηρος· μὴ μὲν τοὺς ἵππους τε. καὶ Τοῖσιν ὁμοίως, ἀντὶ τοῦ τούτοις.
τ 832 Τοῦ σελίνου δεῖται: ἐπὶ τῶν ἀσφαλῶς νοσούντων. καὶ γὰρ εἰώθαμεν τὰ μνήματα στεφανοῦν σελίνοις, ὥς φησι Πλούταρχος.
τ 833 Τοὺς ἑταίρους τραγῳδοὺς ἀγωνιεῖται: παροιμία ἐστὶν ἐπὶ τῶν ἁρμοζομένων καὶ σεμνοποιούντων ἑαυτοὺς πρὸς τὰ ἐναντία, ὡς Δίδυμός φησι.
τ 834 Τοὺς Κόσα λόγους: Κόσας ἐγένετο δίκαιος ἀνήρ, Πελληνεὺς τὸ γένος. οἱ δὲ Πελληνεῖς οὗτοι πόλεμον ἔσχον πρὸς τοὺς Σαλαμι‐ νίους καὶ ἐπεκαλέσαντο συμμάχους τοὺς γείτονας, ὁμολογήσαντες αὐτοῖς μεταδώσειν τῆς χώρας· νικήσαντες δὲ οὐ μετέδωκαν, καὶ ταῦτα συμ‐ βουλεύοντος τοῦ Κόσου ταῖς ὁμολογίαις ἐμμένειν. ἀνθ’ ὧν λοιμῷ περι‐ πεσόντες τοὺς Κόσου λόγους ἐπῄνουν.
τ 835 Τουσκιανός: ῥήτωρ δεινότατος.
τ 836 Τουσκλάνῳ: ἀγρῷ οὕτως λεγομένῳ. ὁ δὲ Τιμαγένης ἐκπεσὼν τῆς σχολῆς διὰ τὸ παρρησιαστὴς εἶναι ἐν ἀργῷ διῆγε Τουσκλάνῳ λεγομένῳ.
τ 837 Τοῦσκοι: οἱ Τυρρηνοί. καὶ ζήτει ἐν τῷ Τυρρηνία χώρα.
τ 838 Τοὔστρακον: τὸ ὄστρακον. Ἀριστοφάνης· καὶ παράθου τοὔστρα‐ κον πρὸ τῆς θύρας. τὰ καλούμενα ἀρδάνια.
τ 839 Τοὺς χωρὶς οἰκοῦντας· Δημοσθένης Φιλιππικοῖς· καὶ μετὰ ταῦτα ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε καὶ τοὺς χωρὶς οἰκοῦντας τῶν δεσποτῶν. οὐ μὴν ἀλλὰ καὶ χωρὶς τοῦ προκεῖσθαι φανερὸν ἂν εἴη τὸ δηλούμενον, ὅτι οἱ ἀπελεύθεροι καθ’ ἑαυτοὺς ᾤκουν χωρὶς τῶν ἀπε‐ λευθερωσάντων, ἐν δὲ τῷ τέως δουλεύοντες ἔτι συνῴκουν.
τ 840 Τουτάκι: ἐν ὅσῳ δέ.
τ 841 Τουτί· ἐπέκτασις. καὶ Τούτειον, ἐνταῦθα.
τ 842 Τοῦτο· οὐκ ἔτι ἠπόρουν, ἀλλὰ τοῦτο ἔλεγον ἐκεῖνο εἶναι, του‐ τέστι τὸ ζητούμενον.
τ 843 Τοῦτο ποιήσας ἕν, κατὰ τὴν παροιμίαν, τῶν ἀδίκων ἔργων δικαιότατον. καὶ τοῦτο τούτου τοὖργον. ἀλλ’ ἐχρῆν τι δρᾶν. τουτέστι τὸ τρώγειν καὶ μὴ διδόναι τὸν μισθόν.
τ 844 Τούτῳ μὲν εἴπω ἐς πυγὴν κυνὸς ὁρᾶν, καὶ τριῶν ἀλωπέκων: ἐπὶ τῶν λημώντων τὰς ὄψεις τοῦτο ἐπιλέγεται.
τ 845 Τοὖψον: ὅπου τὰ ὄψα πιπράσκεται. ὥσπερ τό, παρῆλθον εἰς τὰ σκόροδα καὶ τὰ κρόμυα καὶ τὸν λιβανωτόν.
τ 846 Τοὖψον ὀπτόν: τὸ ὄψον· ὅ ἐστι τὸ ἰχθύδιον.
τ 847 Τὸ φέρον ἐκ θεοῦ καλῶς φέρειν χρή: τουτέστι τὸ ἐκ θεοῦ πεμφθὲν γενναίως φέρειν χρή.
τ 848 Τόφρα: ἐπὶ τοσοῦτον. καὶ Τόφρα, τέως.
τ 849 Τὸ χρεών: τὸ εἱμαρμένον.
τ 850 Τόψιος: ὄνομα κύριον. ὃς ἦν παλαιστής, ἀδελφὸς τοῦ Δίωνος τοῦ φιλοσόφου, τοῦ Ἀλεξανδρέως.
τ 851 Τῶ: χωρὶς τοῦ ι ἀντὶ τοῦ διό. καὶ δυικῶς ἐπὶ θηλυκοῦ καὶ ἀρ‐ σενικοῦ καὶ οὐδετέρου.
τ 852 Τωβήτ: ὄνομα κύριον.
τ 853 Τωβίας: ὄνομα κύριον.
τ 854 Τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις: τίνι τεκμηρίῳ νοήσας καὶ στοχασάμενος;
τ 855 Τωθάζει· αἰτιατικῇ. σκώπτει, χλευάζει, λοιδορεῖ, καυχᾶται. οὐ δεινὰ τωθάζειν σε, τὴν αὐλητρίδα τῶν συμποτῶν κλέψαντα;
τ 856 Τωθασμός. καί, Τωθαστικὸν γελάσας, ἀντὶ τοῦ σκω‐ πτικόν, θωπευτικόν, χλευαστικόν, λοιδορητικόν.
τ 857 Τῷ λόγῳ· ὡς δῆθεν ἀποστέλλοντες ποίμνην καὶ βουκόλια καὶ φορβάδων ἀγέλας ἵππων ἐπὶ νομὴν τῷ λόγῳ.
τ 858 Τὼ μηρὼ μὴ συνέχειν: τούτεστι μὴ σφίγγειν, ἀλλ’ ἀνειμένως διάγειν καὶ μὴ ἐκθλίβειν τὰ αἰδοῖα ἐκ τοῦ συνέχειν τοὺς μηρούς. Ἀριστοφάνης Νεφέλαις.
τ 859 Τῶμις: διφορεῖται. ὄνομα πόλεως· ἡ δοτικὴ Τώμει.
τ 860 Τώμυρις, βασίλεια Μασσαγετῶν. ἣν μνώμενος ὁ Κῦρος, ὁ Περσῶν βασι‐ λεύς, ὥς οἱ δόλῳ οὐ προεχώρεεν, ἐλάσας ἐπὶ τὸν Ἀράξεα ἐποιέετο ἐκ τοῦ ἐμ‐ φανοῦς τὴν στρατείαν.
τ 861 Τῶν ἄλλων μοι πάντων ἧττον μέλλει: ἀντὶ τοῦ οὐδαμῶς.
τ 862 Τῶν γὰρ ὑστάτων χωρίς: παροιμία.
τ 863 Τῶν δ’ ὄνων οὔ μοι μέλει.
τ 864 Τῶν δυνατῶν τι κέλευ’· οὐ γὰρ παρὰ Κενταύροις.
τ 865 Τῶν ἐαρινῶν φύλλων πλείονές εἰσιν οἱ συκοφαν‐ τοῦντες.
τ 866 Τῶν ἑκτικῶν: τῶν περὶ ἕξιν νοσούντων.
τ 867 Τῶν ἐπὶ σκηνῆς: τῶν θεατρικῶς.
τ 868 Τῶν εἰς τὴν φαρέτραν: φασὶ τοὺς Σκύθας μέλλοντας καθ‐ εύδειν ἄγειν τὴν φαρέτραν, καὶ εἰ μὲν ἀλύπως τύχοιεν τὴν ἡμέραν ἐκείνην διαγάγοντες, καθιέναι εἰς τὴν φαρέτραν ψῆφον λευκήν· εἰ δὲ ὀχληρῶς, μέλαιναν. ἐπὶ τοίνυν τῶν ἀποθνησκόντων ἐξέφερον τὰς φα‐ ρέτρας καὶ ἠρίθμουν τὰς ψήφους· καὶ εἰ εὑρέθησαν πλείους αἱ λευκαί, εὐδαιμόνιζον τὸν ἀποθανόντα. ὅθεν καὶ παροιμιασθῆναι τὴν ἀγαθὴν ἡμέραν λευκήν.
τ 869 Τῶν ἵππων Εὐμήλου πολὺ μᾶλλον ἀλλήλοις ἐοικότα κατασκευάσαντες τὴν συνωρίδα τῶν βαλαντίων.
τ 870 Τῶν ὤτων ἀναρτηθεὶς εἰς ὀργὴν ἐκπίπτει. ζήτει τὴν μετάφρασιν τοῦ Ἀθανασίου.
τ 871 Τῶν τριῶν κακῶν ἕν: λεγόμενόν τί ἐστι. καὶ Μένανδρος δύο προθείς, ὡς παροιμιῶδες ἐπιλέγει παίζων τό, ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακόν. ταῦτα δὲ εἶναι λέγουσιν, ἃ Θηραμένης ὥρισε προσ‐ τίματα. Πολύζηλος Δημοτυνδάρεῳ· τριῶν κακῶν γοῦν ἦν ἑλέσθαι αὐτῷ τι πᾶς’ ἀνάγκη, ξύλον ἐφέλκειν ἢ πιεῖν κώνειον ἢ προδόντα τὴν ναῦν ὅπως τάχιστα τῶν κακῶν ἀπαλλαγῆναι. ταῦτ’ ἔστι τρία Θη‐ ραμένους, ἅ σοι φυλακτέ’ ἐστίν. Ἀριστοφάνης Τριφάλητι· ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί.
τ 872 Τῷ νῦν λόγῳ: ἀντὶ τοῦ ποίῳ; καί, τῷ τοῦτο κρίνεις; ἀντὶ τοῦ ποίῳ σημείῳ; Ἀριστοφάνης Πλούτῳ. ἡ τύχη κενῶς κεκληρονόμηκε τοιαύτην φήμην. αἴτιοι δ’ εἰσὶν οἱ χειρίζοντες τὰς πράξεις, τῷ ταῖς αὐταῖς ἐπιτρέχειν σεμνότητα καὶ μέγεθος, ποτὲ δὲ τοὐναντίον.
τ 873 Τῶν ὑπό οἱ τεταγμένων: τῶν ὑφ’ ἑαυτῷ. ὁ δὲ Καῖσαρ τὸν γενναιότατον ἡγεμόνα κελεύει τῶν ὑπὸ οἱ τεταγμένων ἡγήσασθαι στρατιωτῶν.
τ 874 Τῶν φιλτάτων τὰ φίλτατα: φησὶν Ἀριστοτέλης ἐν τῇ Μη‐ λιέων πολιτείᾳ τοὺς παῖδας γυμνοὺς ἐκφέρειν μέχρις ἐτῶν ιϛʹ καὶ καταφιλεῖν αὐτοὺς ἐν τοῖς συμποσίοις.
τ 875 Τῷ ῥά: διὸ δή.
τ 876 Τώς: οὕτως. τὼς δέ ς’ ἀπεχθήρω, ὡς νῦν ἔκπαγλ’ ἐφίλησα. Ὅμηρος. καὶ Σοφοκλῆς· ὡς ἐμὲ αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφα‐ γεῖς πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
τ 877 Τῷ σε: διό σε. ἐν Ἐπιγράμμασι· τῷ σε, μάκαρ Λητῷε, τεῷ τέττιγι γεραίρει.
τ 878 Τῷ τέλει πίστιν φέρων: οἷον πιστεύων ὅτι ἐπὶ τῷ τέλει τοῦ δρόμου παρελεύσεται· ἢ νομίζων ἕως τέλους οὕτως ἐλαύνειν. Σοφοκλῆς.
τ 879 Τωτίλας: ὄνομα κύριον.
τ 880 Τῷ τρόπῳ: ἀντὶ τοῦ τίνα τρόπον.
τ 881 Τῷ τοι ἄρα: διὰ τοῦτο δή. τῷ τοι ἄρα οὐδὲ καταλύειν αὐτῷ ἐδόκει ἐν τοῖσδε τοῖς πολίσμασιν, ἀλλ’ εἰς τὸ ψαμαθῶδες τοῦ ποτα‐ μοῦ. καὶ αὖθις· ἐπῄει ἀφειδῶς τοῖς πολεμίοις· τῷ τοι ἄρα καὶ πλήττεται βέλει τὸν μηρόν.
τ 882 Τό τοι πολὺ καὶ μηδαμὰ λῆγον χρῄζω, ξέν’, ὀρθὸν ἄκουσμ’ ἀκοῦσαι: τουτέστι τὸ ἀνεξάλειπτον κακόν, τὸ κατὰ τὴν πλήρωσιν χρῄζω ἀκοῦσαι τοῦ Οἰδίποδος.
τ 883 Τὠφθαλμὼ παραβάλλῃ· Ἀριστοφάνης Νεφέλαις. τουτέστι τοῖς ὀφθαλμοῖς ὑφορᾷς καὶ ὑποβλέπῃ. Ὅμηρος· ὑπόδρα ἰδών. οὕτω γὰρ ἐβάδιζεν ὁ Σωκράτης. καὶ Πλάτων περὶ αὐτοῦ· ταυρηδὸν ὑποβλέψας, ὥσπερ εἰώθει.
τ 884 Τραβαῖαι: αἱ πολυτελεῖς χλαμύδες. παρὰ Ῥωμαίοις.
τ 885 Τραβείτης: ὁ κύων.
τ 886 Τραγαλίζοντα· Ἀριστοφάνης· ὡς ᾔσθηνται τὸν σύρφακα ... ἐκ κιθαρίου λαγαριζόμενον καὶ τραγαλίζοντα τὸ μηδέν.
τ 887 Τραγεῖν: φαγεῖν.
τ 888 Τραγήματα. καὶ παρατιθέναι τῶν τραγημάτων πολλοῖς ἅμα συνεστιωμένοις· ἐνίοτε καρύων μὲν τρία ἢ τέτταρα, τῶν δὲ ἰσχάδων, ἂν οὕτω τύχοι, εʹ ἢ ϛʹ. εἰ δὲ παρρησιασθέντες ἡμεῖς χαρίεσσάν τινα παρρησίαν ᾐτήσαμεν ἔτι πλείους, προσέθηκεν ἂν ἴσως δύο ἢ τρία, μάλα σεμνῷ προσώπῳ καὶ οὐδὲν ὑφορώμενος τὸν τῶν νεωτέρων γέλωτα. ὅτι τῶν λεγομένων Τραγιάμβων πρῶτος ἦρξεν Ἀπολλόδωρος, Ἀσκληπιάδου, ὁ γραμματικός.
τ 889 Τραγῆν ἐνημμένος μέλαιναν: ἀντὶ τοῦ αἰγίδα.
τ 890 Τραγικῆς: τραγῳδεῖν εἰδυίας.
τ 891 Τραγικὴ σκηνή: πῆγμα μετέωρον, ἐφ’ οὗ ἐν θεῶν σκηνῇ τινες παριόντες ἔλεγον. λέγεται δὲ καὶ ἡ τραγικὴ τέχνη σκηνή.
τ 892 Τραγικὸν πάθος: συμφορᾶς μεστόν.
τ 893 Τραγικὸς πίθηκος: παροιμία. ἐπὶ τῶν παρ’ ἀξίαν σεμνυνο‐ μένων. Δημοσθένης καὶ ἄλλα πολλὰ εἰπὼν εἰς τὸν Αἰσχίνην, φάσκων ὑποκρινόμενον τοῖς ποιηταῖς τραγῳδιῶν, ἔτι καὶ πίθηκον προσηγόρευσεν· ἤτοι ὅτι βραχὺς ὢν τῷ σώματι εἰσῄει εἰς τὴν σκηνήν· ἢ ὅτι ὁ πίθηκος μιμηλὸν ζῷόν ἐστιν, εἰς τοῦτο ἐπέσκωψε τὸν Αἰσχίνην, ὡς ἀνθρώπους ὑποκρινομένους τραγῳδίαν μιμούμενον.
τ 894 Τραγικώτερος: ἀξιοπιστότερος· ἢ ἀτυχέστερος. Ἀριστοφάνης· οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν, ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος. αἰνίττεται δὲ τὰ περὶ Ἰκάρου λεγόμενα. ἢ ἐπεὶ δοκεῖ ὁ Βελλεροφόντης τὴν τοῦ Προίτου γυναῖκα μετὰ τὴν τῆς Χιμαίρας ἀναίρεσιν ἐπανελθὼν εἰς Κόρινθον ἐξαπατῆσαι καὶ ὡς γυναῖκα ἐπιβι‐ βάσας τοῦ ἵππου τοῦ Πηγάσου εἰς μέσην ῥίψαι τὴν θάλασσαν. ὅτι οἱ ἑπτὰ τραγικοὶ Πλειὰς ἐπεκλήθησαν.
τ 895 Τράγκυλλος, ὁ Σευητόνιος χρηματίσας, γραμματικὸς Ῥωμαῖος. ἔγραψε Περὶ τῶν παρ’ Ἕλλησι παιδιῶν βιβλίον αʹ, Περὶ τῶν παρὰ Ῥωμαίοις θεωριῶν καὶ ἀγώνων βιβλία βʹ, Περὶ τοῦ κατὰ Ῥωμαίους ἐνιαυτοῦ αʹ, Περὶ τῶν ἐν τοῖς βιβλίοις σημείων αʹ, Περὶ τῆς Κικέρωνος πολιτείας αʹ· ἀντιλέγει δὲ τῷ Διδύμῳ· Περὶ ὀνομάτων κυρίων καὶ ἰδέας ἐσθημάτων καὶ ὑποδημάτων καὶ τῶν ἄλλων οἷς τις ἀμφιέννυται, Περὶ δυσφήμων λέξεων ἤτοι βλασφημιῶν, καὶ πόθεν ἑκάστη, Περὶ Ῥώμης καὶ τῶν ἐν αὐτῇ νομίμων καὶ ἠθῶν βιβλία βʹ, Συγγενικόν, Καισάρων (περιέχει δὲ βίους καὶ διαδοχὰς αὐτῶν ἀπὸ Ἰουλίου ἕως Δομετιανοῦ) βιβλία ηʹ, Στέμμα Ῥωμαίων ἀνδρῶν ἐπισήμων.
τ 896 Τραγόλας: ὅπλον, ᾧ χρησάμενος ὁ Κόττας οὕτω βίαιον ἀφῆκε πληγήν, ὥστε τὸν βληθέντα διά τε τοῦ θώρακος καὶ διὰ τῶν πλευρῶν διαπεῖραι καὶ τῇ γῇ προσηλῶσαι.
τ 897 Τράγος: παρὰ τὸ τραχὺ δέρμα ἔχειν, τράχος τις ὤν. ἢ παρὰ τὸ τραχεῖαν ἔχειν φωνήν. ἢ ἀπὸ τοῦ τρέχειν. καὶ τραγᾶν φασι τὰς ἀμπέλους, ὅταν μὴ καρπὸν φέρωσιν. ὅτι ἡ τῶν τράγων δυσοδμία γράσος λέγεται. καὶ γράσων ἄνθρωπος ὁ δύσοδμος. ζήτει διάλογον τράγου πρὸς βοῦν ἐν τῷ βοῦς ἕβδομος.
τ 898 Τράγος: παρὰ Μεσσηνίοις ὁ ἐρινεός. ἐδέξατο δὲ Ἀριστομένης χρησμόν, ὡς, ἡνίκα πίοι ὕδωρ τοῦ Νέδα ποταμοῦ τράγος, ἁλώσεται ἡ Ἱρὰ τὸ ὄρος. καὶ ἐκώλυον τοὺς τράγους πίνειν ἐκεῖθεν. ὁ δὲ ἐρινεὸς ἐπεφύκει παρὰ τὸν ποταμόν· οὗ τὰ φύλλα τῷ ὕδατι ἐπλη‐ σίαζον κεκυφότα· καὶ τούτου ἐκβάντος, ἑάλω τὸ ὄρος.
τ 899 Τραγῳδία: δεινοπάθεια. Ἀριστοφάνης Πλούτῳ· ἴσως Ἐριννύς ἐστιν ἐκ τραγῳδίας. τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει, ἐν δὲ ταῖς τραγῳδίαις μετὰ λαμπάδων εἰσήρχοντο αἱ Ἐριννύες. τὸ δὲ ὅπως ἐγένοντο, τραγῳδίαν βουλομένου γράφειν ἐστίν, οὐχ ἱστορίαν συγγράφοντος. καὶ αὖθις· παθοῦσα τρα‐ γῳδίας ἄξια.
τ 900 Τραγῳδικόν: ἐμπαθές. ἐπείπερ καὶ ἡ τραγῳδία ἐμπαθῶν πραγμάτων ἀπαγγελτική, ἢ ἐπειδὴ περὶ τραγῳδίας μέλλει λέγειν.
τ 901 Τραϊανός, πατρίκιος. ἤκμαζε δὲ ἐπὶ Ἰουστινιανοῦ τοῦ Ῥινοτμήτου. οὗτος ἔγραψε χρονικὸν σύντομον, πάνυ θαυμάσιον. ἦν δὲ χριστιανικώτατος καὶ ὀρθο‐ δοξότατος.
τ 902 Τραϊανός, βασιλεὺς Ῥωμαίων· ὃς ἀγαθὸς καὶ μισοπόνηρος καὶ δίκαιος τοσοῦτον ὑπῆρχεν, ὥστε ποτὲ γυμνώσας ῥομφαίαν ἐνώπιον τῶν μεγιστάνων αὐτοῦ ἐπέδωκε τῷ ὑπάρχῳ, λέγων· δέξαι τὸ ξίφος τοῦτο, καὶ εἰ μὲν καλὸς ὑπάρχω, ὑπὲρ ἐμοῦ· εἰ δὲ μή, κατ’ ἐμοῦ χρῆσαι. οὗτος τοῖς Χριστιανοῖς ἀνακωχήν τινα τῆς τιμωρίας παρέσχεν· οἱ γὰρ κατὰ καιρὸν ὑπὸ τῶν Ῥωμαίων τὰς ἀρχὰς ὠνούμενοι πρὸς θεραπείαν τῶν τότε βασιλέων διαφόρους ἐπῆγον τοῖς Χριστιανοῖς κολάσεις. ὅθεν καὶ Τιβεριανός, ἡγεμονεύων τοῦ πρώτου Παλαιστινῶν ἔθνους, ἀνήγαγεν αὐτῷ λέγων, ὡς οὐκ ἐπαρκεῖ λοιπὸν τοὺς Χριστια‐ νοὺς φονεύειν, ἐκείνων αὐτομάτως ἐπεισαγόντων ἑαυτοὺς τῇ κολάσει. ἐντεῦθεν ὁ Τραϊανὸς πᾶσιν ἅμα τοῖς ὑπ’ αὐτὸν ἀπηγόρευε τοῦ τιμω‐ ρεῖσθαι τούτους.
τ 903 Τράμις: ὁ πρωκτός. Ἀριστοφάνης· αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὸν τράμιν.
τ 904 Τράμπις.
τ 905 Τρανές: σαφές. ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ’ ἀλώμεθα. καὶ αὖθις· ἐς τὸ τρανὲς τὴν ἔρευναν ἐποιήσαντο. ὅτι τρανεστέρα ἡ ὄψις τῆς ἀκοῆς· καὶ ζήτει ἐν τῷ αἰσθήσεις πέντε.
τ 906 Τράπεζα· καὶ Τραπεζείτης κύων, ὁ ὑποκάτω τῆς τραπέζης. Τραπεζίτης δὲ διὰ τοῦ ι, ὁ καταλλάκτης. καὶ Τραπεζῆες κύνες, ποιητικῶς.
τ 907 Τράπεζα· ζήτει τὴν κατασκευὴν τῆς ἁγίας τραπέζης τῆς μεγάλης ἐκκλησίας ἐν τῷ ἤλεκτρον.
τ 908 Τραπεζολοιχός.
τ 909 Τραπεζοῦς, Τραπεζοῦντος: ὄνομα πόλεως.
τ 910 Τραπεζοφόρος: ἱερωσύνης ὄνομα ἡ τραπεζοφόρος· καὶ ὅτι αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ· ὡς Λυκοῦργος ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε.
τ 911 Τραπείομεν· τὸ βαρύτονον τράπω. ποῖ δὲ τράπωμαι καὶ τίς γένωμαι; διὰ τοῦ ω μεγάλου. καὶ Τράπῃς, αὐθυπότακτον.
τ 912 Τράπις.
τ 913 Τρασιά: ὁ τόπος ἐν ᾧ ψύγεται τὰ σῦκα ἢ οἱ τυροί. ἀπὸ δὲ τοῦ καθόλου ἐπὶ τὸ μέρος ἦλθε· καθόλου γὰρ εἰπὼν ἄνω τὴν εὐδαι‐ μονίαν τὴν ἑαυτοῦ, βρύων μελίτταις, προβάτοις καὶ στεμφύλοις, καταμερίζει αὐτά· ἀπὸ μὲν γὰρ τῶν προβάτων τὰ ἔρια γίνεται, ἀπὸ δὲ στεμφύλων ἡ τρύξ, ἀπὸ δὲ τῆς τρασιᾶς τὰ σῦκα.
τ 914 Τραυματίας: τετρωμένος. τραυματίας δὲ καὶ καματηρούς, οἷς οὔτε δύναμις ἐγένετο φυγῆς οὔτε βούλησις, φυλάττεσθαι ἐθε‐ ράπευε.
τ 915 Τραυματισθῆναι: ἀντὶ τοῦ τρωθῆναι. Θουκυδίδης αʹ.
τ 916 Τραύξανα: τὰ ἀπὸ τῆς φάτνης ἀποπίπτοντα τῶν ἵππων ἢ τῶν βοῶν ἢ τῶν ἄλλων κτηνῶν λείψανα. σημαίνει δὲ καὶ τὰ ἀκαν‐ θώδη καὶ ξηρὰ ξύλα. οὕτω Φερεκράτης.
τ 917 Τραφερή: ἡ ξηρὰ γῆ.
τ 918 Τραχέως: ἀνδρείως. οἱ δὲ τραχέως αὐτοὺς ὑπεδέχοντο πυκνῇ καὶ πεφρικυίᾳ τῇ φάλαγγι.
τ 919 Τραχεῖα.
τ 920 Τραχεινή: τραχεῖα ὁδός.
τ 921 Τραχηλίζων· Κλεόστρατος Ῥόδιος πάλην νικᾷ· ὃς τραχηλίζων ἀπελάμβανε. καὶ Ἰώσηπος· πολέμῳ καὶ διχονοίᾳ καθημέραν τραχηλιζομένους οἰκτρότατα πάσχειν. καὶ Τράχηλος, τὸ μέρος τοῦ σώματος.
τ 922 Τραχίν, Τραχῖνος: ὄνομα πόλεως. καὶ Τραχινίαις.
τ 923 Τράχων, Τράχωνος.
τ 924 Τραχωνῖτις χώρα.
τ 925 Τρέπω· αἰτιατικῇ.
τ 926 Τρέσας: ἀντὶ τοῦ φυγών· φοβηθείς, δειλιάσας. τρέσαι δ’ οὐκέτι ῥίμφα φέρον πόδες. ἀντὶ τοῦ φυγεῖν. καὶ αὖθις· ἁνίκ’ ἀπὸ πτολέμου τρέσαντά σε δέξατο μάτηρ.
τ 927 Τρέφω· αἰτιατικῇ.
τ 928 Τρέφεσθαι: πήγνυσθαι, συνίστασθαι. Περὶ ψυχῆς· τότε δὴ τὰ ζῷα συντρέφεται. ἀντὶ τοῦ συνίσταται, πήγνυται. Ὅμηρος· ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος. πολλὸν δέ, τὸ τρέχειν τὸν περὶ ψυχῆς. οἷον δρόμον. καί, πολλὸν δὲ τρόφι κῦμα. τεθραμμένον, συνιστά‐ μενον.
τ 929 Τρέφω καὶ τὸ ἔχω. τἀληθὲς γὰρ ἰσχύον τρέφω. ἀντὶ τοῦ ἔχω.
τ 930 Τροφή· Ἀριστοτέλης· ὅτι διαπεφώνηται ὁ περὶ τῆς τροφῆς λόγος· οἱ μὲν γάρ φασιν, ὅτι ὁμοία ἐστὶν ἡ τροφὴ τῷ τρεφομένῳ· τρέφεσθαι γὰρ τὸ ὅμοιον τῷ ὁμοίῳ· εἰ γὰρ προστεθεῖσα ἡ τροφὴ τῷ τρεφομένῳ αὔξει αὐτό, αὐξητικὸν δὲ τοῦ ὁμοίου τὸ ὅμοιον, οὐ τὸ ἐναντίον (τοῦτο γὰρ καὶ φθαρτικὸν τοῦ ἐναντίου), οὐκ ἄρα ὑπὸ τοῦ ἐναντίου τρέφεται τὸ τρεφόμενον, ἀλλ’ ὑπὸ τοῦ ὁμοίου. οἱ δέ φασιν, ὅτι τῷ ἐναντίῳ τρέφεται τὸ τρεφόμενον· εἰ γὰρ πάσχει ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου καὶ μεταβάλλει εἰς αὐτό, οὐ πάσχει δὲ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, ἀλλ’ ὑπὸ τοῦ ἐναντίου τὸ ἐναντίον πάσχει καὶ μετα‐ βάλλει ἐναντίον εἰς τὸ ἐναντίον· ἐναντίον ἄρα ἡ τροφὴ τῷ τρεφο‐ μένῳ. οὗτοι μὲν οἱ λόγοι δοκοῦσιν εἶναι ἐναντίοι· ἀλλ’ οὐκ εἰσίν· ἡ γὰρ τροφὴ δυνάμει μέν ἐστιν ὁμοία τῷ τρεφομένῳ, ἐνεργείᾳ δὲ ἐναντία. ὁ γὰρ ἄρτος καὶ τὰ ὄψα, ἀκατέργαστα μὲν ὄντα καὶ ἄπεπτα, ἐναντία πώς ἐστι τῷ τρεφομένῳ· ὁπηνίκα δὲ μεταβληθῇ καὶ ἀλλοιωθῇ, τότε ὅμοια γίνεται. μεταβάλλει δὲ οὐ τὸ ὅμοιον εἰς τὸ ὅμοιον οὐδὲ τὸ τυχὸν εἰς τὸ τυχόν, ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον· οὐ γὰρ τὸ λευκὸν εἰς θερμὸν μεταβάλλει, ἀλλὰ τὸ ψυχρὸν εἰς θερμόν. κἂν γοῦν τὸ φαιὸν εἰς λευκὸν μεταβάλλῃ, οὐχ ἧττον μετέχει λευκοῦ, ἀλλ’ ᾗ μετέχει μέλανος μεταβάλλει. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διττῆς οὖν οὔσης τῆς τροφῆς, τῆς μὲν ἀπέπτου, τῆς δὲ πεπεμμένης, ἡ μὲν ἄπεπτος ἐναντία ἐστὶ τῷ πεπεμμένῳ, ἡ δὲ πεπεμμένη καὶ μεταβάλ‐ λουσα ἤδη ὁμοία. ὅτι τρέφον μέν ἐστιν ἡ πρώτη δύναμις τῆς ψυχῆς, ἥτις ἐστὶν ἡ θρεπτική, τὸ δὲ τρεφόμενον τὸ ἔμψυχον σῶμα, καθὸ ταύτην ἔχει τὴν δύναμιν, τὸ δὲ ᾧ τρέφεται ἡ τροφή. ἔστι δὲ καὶ τὸ ᾧ τρέφεται διττόν, τὸ μὲν κινοῦν καὶ κινούμενον. τὸ μὲν γὰρ ἔμφυτον θερμόν, ᾧτινι τρέφεται ἡ ψυχὴ ὡς δι’ ὀργάνου καὶ κινεῖ καὶ κινεῖται. κινεῖται μὲν ὑπὸ τῆς θρεπτικῆς δυνάμεως, κινεῖ δὲ τὰ λοιπὰ μόρια οἷον ὀδόντας, φλέβας, γαστέρα καὶ τὰ ἄλλα, δι’ ὧν ἡ τροφή· ἅ τινα μόνως κινεῖται, οὐκέτι δὲ καὶ κινεῖ.
τ 931 Τρέχειν τὴν ἐσχάτην· ἐάν, τὸ δὴ λεγόμενον, τρέχωσι τὴν ἐσχάτην, ἐπὶ τοὺς Ῥωμαίους καταφεύξονται καὶ τούτοις ἐγχειριοῦσι σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.
τ 932 Τρέψομαι: νικήσω. Ἀριστοφάνης· ἐγώ σε τῇ βοῇ ταύτῃ τρέψομαι. ἀντὶ τοῦ νικήσω βοῶν.
τ 933 Τρεῖ: φοβεῖται.
τ 934 Τρὶς ἕξ: νικητήριος βόλος. παροιμία· ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι.
τ 935 Τρήρωνα: δειλήν. Ὅμηρος· αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι. ἀντὶ τοῦ δειλαῖς περιστεραῖς.
τ 936 Τρήτη: τετρημένη, ὀπὰ ἔχουσα. καὶ λίθακα τρητήν, σπόγγῳ ἐειδομένην. τὴν κίσσηριν λέγων.
τ 937 Τρηχματεύω.
τ 938 Τριακάς: τοῖς τετελευτηκόσιν ἤγετο ἡ τριακοστὴ ἡμέρα διὰ θα‐ νάτου καὶ ἐλέγετο τριακάς. Ὑπερίδης δηλοῖ, ἑνικῶς τε καὶ πληθυντικῶς τριακάδα καὶ τριακάδας τὴν ἡμέραν καλῶν.
τ 939 Τριακονταετής: ἐπὶ τῶν ἡλικιῶν ὀξύνεται, οἷον ἐνναετὴς ἄνθρωπος· ἐπὶ δὲ τῶν χρόνων βαρύνεται, οἷον ἐνναέτης. οὕτω καὶ ἐπὶ τῶν ὁμοίων.
τ 940 Τριακοντόπους βόθρος, εἰς ὃν μετέωρον ἀράμενοι τὸν Σύρ‐ φακα ῥιπτοῦσι κάτω, οἱ μὲν πυγμαῖς, κορύναις δὲ ἄλλοι, λίθων γε μὴν τῶν ἐν ποσὶν ἀμυνόμενοι πολλοί· οἱ δὲ ὅ τι παρέπιπτεν αὐτοῖς ὑποχείριον ἀλοῶντες αὐτὸν ἀπορραγῆναι τὴν ἐπάρατον αὐτοῦ ψυχὴν κατηνάγκασαν.
τ 941 Τριακοντούτης: παροξυτονεῖται. κοινὸν δέ ἐστιν ἀμφοτέρων τῶν γενῶν. καὶ τὰ πλήθη τριακοντούτεις. καὶ παρὰ Θουκυδίδῃ τριακον‐ τούτεις σπονδαὶ εἴρηνται. καὶ Ἀριστοφάνης.
τ 942 Τριάριοι· οἱ Ῥωμαῖοι στρατεύσαντες ἐπὶ Καρχηδονίους, ἐπι‐ λέξαντες ἐκ τῶν πεζικῶν στρατοπέδων τὰς ἀρίστας χεῖρας διεῖλον τὴν πᾶσαν δύναμιν εἰς τέσσαρα μέρη· τὸ δὲ μέρος ἕκαστον διττὰς εἶχε προσηγορίας. πρῶτον μὲν γὰρ ἐκαλεῖτο στρατόπεδον καὶ πρῶτος στόλος, καὶ τὰ λοιπὰ κατὰ λόγον· τὸ δὲ τέταρτον καὶ τρίτον ἐπωνυ‐ μίαν ἔτι οὐ προσειλήφει· τριάριοι γὰρ ὠνομάζοντο κατὰ τὴν ἐν τοῖς πεζικοῖς στρατοπέδοις συνήθειαν.
τ 943 Τρία Στησιχόρου: στροφήν, ἀντίστροφον, ἐπῳδόν· ἐπῳδικὴ γὰρ πᾶσα ἡ τοῦ Στησιχόρου ποίησις. καὶ τὸν τελέως ἄμουσόν τε καὶ ἀπαίδευτον λοιδοροῦντες ἔφασκον ἂν οὐδὲ τρία τὰ Στησιχόρου εἰδέναι.
τ 944 Τριαχθῆναι λέγουσιν οἱ παλαιστρικοὶ ἀντὶ τοῦ τρὶς πεσεῖν, ἢ τὸ τρὶς στοχάσαντα νικηθῆναι, στάδιον, δίαυλον, δολιχόν. οὕτω Θου‐ γενίδης ἐν Δικασταῖς.
τ 945 Τριβακά: κατατετριμμένα. ὀθόνια καὶ τριβακὰ φορεῖν δοκεῖν, ἀγαθόν.
τ 946 Τριβή: ἡ τρῖψις. Ἀριστοφάνης· οὗτος μὲν οὖν οὐκ ἄχαρις ἐς τὴν τριβήν. ἀπὸ μεταφορᾶς τῶν εὐΰφων ἱματίων, τῶν ὑπουργούντων εἰς τρῖψιν καὶ φόρεσιν πολλοῦ χρόνου.
τ 947 Τριβήν: βραδυτῆτα, χρονίαν ὑπέρθεσιν. εὑρὼν τοὺς στρατιώτας μηκέτι τὴν τριβὴν φέροντας, ἀλλὰ καὶ μετὰ κινδύνου διαπολεμῆσαί πως ἐπιθυμοῦντας. ὁ δὲ καὶ πάλαι ἤδη οὐ φέρων τὴν τριβὴν τοῦ πολέμου καὶ ἅμα τὴν ὅσον οὔπω ἀπορίαν τῶν ἀναγκαίων λύει τὴν πολιορκίαν.
τ 948 Τριβολεκτράπελα: ἐκ τοῦ τριβόλου καὶ ἐκτραπέλου σύγκειται. σκληρὰ καὶ ἀπόβλητα καὶ ἀπαίδευτα. Ἀριστοφάνης Νεφέλαις· οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελα, οἷά περ οἱ νῦν.
τ 949 Τρίβοντας: ἀναλίσκοντας.
τ 950 Τριβουνάλιον· ὅτι ἐν τῷ τριβουναλίῳ τοῦ Παλλαντίου στήλη ἦν Εὐδοκίας τῆς γυναικὸς Θεοδοσίου, καὶ αὐτοῦ Θεοδοσίου Μαρκιανοῦ τε καὶ Κωνσταντίνου· ἔνθα ὀρχήσεις τῶν δύο μερῶν ἐγίνοντο ἕως Ἡρακλείου.
τ 951 Τριβουνιανός· οὗτος ἦν κοιαίστωρ ἐπὶ Ἰουστινιανοῦ.
τ 952 Τριβοῦνος· οὗτος ἐπὶ Χοσρόου ἦν, Παλαιστῖνος γένος, λόγιος καὶ τὰ ἐς τέχνην τὴν ἰατρικὴν οὐδενὸς ἥσσων, ἄλλως δὲ σώφρων τε καὶ θεοφιλὴς καὶ τῆς ἐπιεικείας ἐς ἄκρον ἥκων. καί ποτε Χοσρόην κακῶς τοῦ σώματος ἔχοντα ἰασάμενος ἀπηλλάγη ἐκ τῆς Περσῶν χώρας, δῶρα πολλά τε καὶ λόγου ἄξια πρὸς τοῦ ἀνθρώπου κεκομισμένος. ἡνίκα τοίνυν ἐκεχειρία ἐγένετο, Ἰουστινιανὸν βασιλέα Χοσρόης τὸν ἰατρὸν τοῦτον συνδιαιτησόμενον αὑτῷ ἐς ἐνιαυτὸν ᾔτησε δοῦναι. τῆς τε αἰτήσεως ἐπιτελεσθείσης, ἐκέλευσε τὸν Τριβοῦνον ὁ Χοσρόης αἰτεῖσθαι, ὅτου ἂν δέηται. ὁ δὲ ἄλλο οὐδὲν ᾔτει τῶν πάντων χρημάτων ἢ ὥστε οἱ Ῥωμαίων αἰχμαλώτων τινὰς Χοσρόην ἀφεῖναι. ὁ δέ οἱ ἄλλους τε τρισχιλίους ἀφῆκε καὶ ὅσους πρὸς ὄνομα ἐξῃτήσατο ἐν τοῖς αἰχμα‐ λώτοις λογίους ὄντας, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ἐς πάντας ἀνθρώπους ὁ Τριβοῦνος ἔσχεν.
τ 953 Τρίβων: ἔμπειρος. Ἀριστοφάνης· ἐτύγχανε γὰρ οὐ τρίβων ὢν ἱππικῆς. καὶ Τρίβωνος, ἐμπείρου.
τ 954 Τρίβωνα: στολισμόν. οἱ γὰρ φιλόσοφοι ἐν τῷ τρίβωνι ἐχείμαζον, μηδὲν ἐσθίοντες. καὶ Ἀριστοφάνης· μήτε ῥιγῶν ἀπέχθῃ λίαν μήτ’ ἀριστᾶν ἐπιθυμῇς, οἴνου τ’ ἀπέχῃ καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων.
τ 955 Τριβωνευόμενοι: ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες· ἢ ἀντὶ τοῦ τεχνάζοντες. ἀντὶ τοῦ τρίβωνες εἶναι πραγμάτων.
τ 956 Τριβωνιανός, Μακεδονιανοῦ, ἀπὸ δικηγόρων τῶν ὑπάρχων. οὗτος ὁ Τριβωνιανὸς Ἕλλην ὑπῆρχε καὶ ἄθεος, ἀλλότριος κατὰ πάντα τῆς τῶν Χριστιανῶν πίστεως· κόλαξ δὲ καὶ ἀπατεὼν καὶ πείθων Ἰουστινιανὸν τὸν βασιλέα, ὡς ὅτι οὐκ ἀποθανεῖται, ἀλλ’ εἰς τοὺς οὐρανοὺς μετὰ σαρκὸς ἀναληφθήσεται. ἦν δὲ κοϊαίστωρ Ἰουστινιανοῦ. οὗτος φύσεως μὲν δυνάμει ἐχρῆτο καὶ παιδείας ἐς ἄκρον ἀφίκετο τῶν κατ’ αὑτὸν οὐδενὸς ἧσσον· ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδα‐ κὼς οἷός τε ἦν κέρδους ἀεὶ τὸ δίκαιον ἀποδίδοσθαι, τῶν τε νόμων ἡμέρᾳ οἱ ἐκ τοῦ ἐπιπλεῖστον ἑκάστῃ τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ἔγρα‐ φεν, ἀπεμπολῶν τοῖς δεομένοις κατὰ τὴν χρείαν ἑκάτερον. ἔτη δὲ πολλὰ ἐπιβιοὺς τῇ τιμῇ ἐτελεύτησε νόσῳ, οὐδὲν ἄχαρι πρὸς οὐδενὸς παθών. ἦν γὰρ αἱμύλος τε καὶ τἄλλα ἡδὺς καὶ τῆς φιλοχρηματίας τὸ νόσημα ἐπισκιάσαι ἱκανώτατος τῆς παιδείας περιουσίᾳ.
τ 957 Τριβωνιανός, Σιδήτης, ἀπὸ δικηγόρων τῶν ὑπάρχων καὶ αὐτός, ἀνὴρ πολυμαθής. ἔγραψεν ἐπικῶς ὑπόμνημα εἰς τὸν Πτολε‐ μαίου Κανόνα, Συμφωνίαν τοῦ κοσμικοῦ καὶ ἁρμονικοῦ διαθέματος, Εἰς τὸν πολεύοντα καὶ διέποντα, Εἰς τοὺς τῶν πλανωμένων οἴκους, καὶ διὸ ἑκάστῳ οἶκος ὁ δεῖνα, Εἰς τοὺς κδʹ πόδας τοὺς μετρικοὺς καὶ τοὺς κηʹ τοὺς ῥυθμικούς, Μετάφρασιν τοῦ Ὁμηρικοῦ τῶν νεῶν κατα‐ λόγου, Διάλογον Μακεδόνιον ἢ περὶ εὐδαιμονίας, καὶ Βίον Θεοδότου φιλοσόφου ἐν βιβλίοις τρισίν, Ὑπατικὸν καταλογάδην εἰς Ἰουστινιανὸν αὐτοκράτορα, Βασιλικὸν εἰς τὸν αὐτόν, Περὶ μηνῶν ἐναλλαγῆς, ἐπικῶς.
τ 958 Τριβώνιον: φόρημα Κυνικόν. ἱμάτιον παλαιόν.
τ 959 Τριβωνοφόρος: ὁ φορῶν στολὴν ἔχουσαν σημεῖα ὡς γαμ‐ μάτια. ὁ δὲ Πρόκλος προσέταξεν Ἰσίδωρον μετασχηματίσασθαι πρὸς τὸν ἄριστον βίον καὶ τριβωνοφορεῖν· ὁ δὲ οὐχ ὑπέμεινε.
τ 960 Τριγέρων: τρεῖς γενεὰς βιούς· τουτέστι ἐνενηκοντούτης. Νέστωρ ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων.
τ 961 Τρίγληνα: ὁ μὲν Ἡλιόδωρος τρίκορα· γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη. ὁ δὲ Ἀπίων πολύγληνα, τὰ θέας ἄξια.
τ 962 Τριγλίς: εἶδος ἰχθύος. κλίνεται τριγλίδος. ὁ κανών. τὰ γὰρ εἰς ις δισύλλαβα, ἔχοντα πρὸ τοῦ ις ἀμετάβολον, ἐὰν κλίνωνται διὰ τοῦ δ, ὀξύνονται· οἷον σμαρίς, τριγλίς· εἰ δὲ διὰ τοῦ τ, βαρύ‐ νονται. ἐν Ἐπιγράμμασι· τρίγλαν ἀπ’ ἀνθρακιῆς καὶ φυκίδα σοι λιμενῆτιν, Ἄρτεμι, δωρεῦμαι.
τ 963 Τριγλώχινα τόξα: τρίγωνα.
τ 964 Τριγονία: ἡ τρίτη γενεά. διαδεξάμενος ὥσπερ ἄλλο τι τοῦ πατρὸς ἐς τριγονίαν παρέπεμπε τὸ ἔχθος.
τ 965 Τρίγωνον δικαστήριον: ὄνομά ἐστι δικαστηρίου, ἴσως καὶ τῷ σχήματι τριγώνου ὄντος.
τ 966 Τριγχός: τειχίον, στεφάνη, περίφραγμα. Βάβριος· λύκος παρῄει τριγχόν, ἔνθεν ἐκκύψας ἀρνειὸς αὐτὸν ἔλεγε πολλὰ βλασφήμως. ὅτι Πλάτων τὴν διαιρετικὴν φιλοσοφίαν ἐξυμνῶν τριγχὸν φιλοσοφίας αὐτὴν λέγει.
τ 967 Τριγχός: περιβολή, περιτείχισμα.
τ 968 Τρίαινα. καὶ Τριαινοῦν, τουτέστι τῇ τριαίνῃ ἠρέμα σκάπτειν καὶ ἐπισύρειν τὰς βώλους, ὑπὲρ τοῦ κατακρύπτειν τὰ σπέρ‐ ματα.
τ 969 Τριέμβολον: πολλάκις ἐμβάλλεσθαι δυνάμενον. Ἀριστοφάνης· ὥστε θαυμάζειν, ὅπως οὕτω γέρων ὢν στύομαι τριέμβολον. ἔστι δὲ καὶ πλοίου τις κατασκευή. καὶ γὰρ δεκέμβολον τὴν τοῦ Νέστορος ναῦν, ἐν Μυρμιδόσι. τριέμβολον οὖν ἐπίφθεγμα τάχους.
τ 970 Τριέσπερος.
τ 971 Τριετηρίδες: ἡμέραι παρὰ Βιθυνοῖς, ἐν αἷς ἀφ’ ἡμέρας πότοι συνεχεῖς ἐγίνοντο, καὶ παρὰ τὰς συνουσίας πᾶν γένος ἀκροαμάτων εἰσήγετο, καὶ καθόλου πολλήν τιν’ εἶχε ῥᾳθυμίαν τὸ Πέργαμον.
τ 972 Τριηκάδας: παρὰ Ἡροδότῳ δεῖπνα, ἢ δήμους, ἢ ἀριθμὸν τριά‐ κοντα ἡμερῶν.
τ 973 Τριηκόντορος ναῦς.
τ 974 Τριηραρχεῖν: καὶ τριηραρχία, λειτουργία παρὰ Ἀθηναίοις δαπανηρά. ἔδει γὰρ τὴν τριήρη πάντα ἔχειν πρὸς πόλεμον εὐτρεπῆ, ἅπερ παρεσκεύαζεν ὁ εἰς τὴν λειτουργίαν ταύτην προβληθείς. Ἀριστο‐ φάνης· ἐγώ σε ποιήσω τριηραρχεῖν.
τ 975 Τριηράρχημα: τὸ εἰς τὴν τριηραρχίαν ἀνάλωμα· ἐπιτριηράρ‐ χημα δὲ τὸ ἀναλισκόμενον μετὰ τὸν τῆς τριηραρχίας χρόνον.
τ 976 Τριηραύλης: ὄνομα.
τ 977 Τριήρεις: πλοῖα πολεμικά, ἃ καλοῦνται Λέβερνοι.
τ 978 Τρικάρανον: φρούριόν ἐστι τῆς Ἀργίας οὕτω καλούμενον.
τ 979 Τρικάρηνος: ὁ τρεῖς κεφαλὰς ἔχων.
τ 980 Τρικκαῖοι: ὄνομα ἔθνους.
τ 981 Τρικέφαλος: ὁ Ἑρμῆς, ὥσπερ διδάσκων τὰς ὁδοὺς καὶ ἔχων ὑπογραφήν, ποῦ μὲν αὕτη φέρει ἡ ὁδός, ποῦ δὲ ἐκείνη. ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἶχεν. ἔστι δὲ ὁ ἀναθεὶς τὸν τρικέφαλον Ἑρμῆν, ὡς Φιλόχορός φησι, Προκλείδης Ἱππάρχου ἐραστής. Ἰσαῖος ἐν τῷ περὶ Εὐκλείδου· μικρὸν δ’ ἄνω τοῦ Τρικεφάλου, παρὰ τὴν Ἑστίαν ὁδόν. τὸ πλῆρές ἐστι τοῦ τρικεφάλου Ἑρμοῦ.
τ 982 Τρικέφαλος· ὁ γὰρ Γηρυόνης τρικέφαλος ὢν πολὺν ἀγῶνα παρέσχε τῷ Ἡρακλεῖ.
τ 983 Τρίκλινος· Ἀναστάσιος ὁ βασιλεύς, ὁ Δίκορος, κτίζει τὸν μέγαν τρίκλινον τὸν ἐν Βλαχέρναις· ὃς μέχρι τῆς δεῦρο Ἀναστασιακὸς λέγεται.
τ 984 Τρικορυσία· Αἰλιανός· καὶ τὸ τοῦ Μενάνδρου, ἵνα τι καὶ παίσω, Τρικορυσία βασίλιννα, καὶ αὕτη δέσποινα εἶναι τοῦ Πόντου ἐθέλουσα.
τ 985 Τρικορυσία ἐμπίς· ὡς ἐν Τρικορύσῳ πολλῶν ἐμπίδων γινομένων· ἔστι γὰρ ἀλσώδης καὶ κάθυγρος ὁ τόπος.
τ 986 Τρικύλιστος· ἐὰν μὴ ἀφίκησθε, βούλομαι τρικύλιστος ὠθεῖσθαι, ὅπου ἂν ὑμεῖς παρακαλῆτε.
τ 987 Τρίλλη: τί σημαίνει; γέγραπται γὰρ ἐν τῷ τοῦ Ἀθηναίου Σίμωνος Ἱπποϊα‐ τρικῷ περὶ γνωρισμάτων φλεβῶν, ὅτι καὶ ἀπὸ τῆς τρίλλης εἰσὶ φλέβες δύο.
τ 988 Τρίμμα: δι’ ἀρωμάτων πόμα. ταῦτα λέγων ὁ Σωκράτης, ὥσπερ εἰς τὰ θύματα λίθους παρατρίβων πωρίνους καὶ κρούων πρὸς ἀλλήλους, συναγαγὼν τὰ τούτων θραύσματα βάλλει τὸν πρεσβύτην αὐτοῖς, καθάπερ τὰ ἱερεῖα ταῖς οὐλαῖς οἱ θύοντες. καὶ διὰ τοῦτο παίζει τοῖς ὀνόμασι, τρίμμα μὲν αὐτὸν ἔσεσθαι λέγων, παρὰ τὸ τρίβειν καὶ θιγεῖν πρὸς ἀλλήλους τοὺς λίθους. κρόταλον δὲ παρὰ τὸ προσ‐ κρούειν τοὺς λίθους ἑαυτοῖς. παιπάλην δὲ διὰ τὴν ἀπὸ τούτων ἐκ‐ πίπτουσαν λατύπην. καλοῦμεν δὲ τῶν ἀνθρώπων τοὺς κακεντρεχεῖς καὶ μὴ ἁπλοῦς περιτρίμματα καὶ πολυκρότους καὶ κρόταλα. ὅθεν καὶ τὸν πρῶτον στίχον Ὀδυσσείας οὕτως ἀξιοῦσι γράφειν τινές· ἄνδρα μοι ἔννεπε Μοῦσα πολύκροτον.
τ 989 Τρίμμα: ὁ τετριμμένος ἐν τοῖς πράγμασι. καὶ παρ’ Ἀριστοφάνει ἐν Νεφέλαις· λέγειν γενήσῃ τρίμμα. τουτέστι τετριμμένος, ἱκανὸς καὶ δεινὸς ἔσῃ λέγειν. καὶ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου ὡς ἰταμοῦ καὶ ἀναισχύντου ῥήτορος καθαπτόμενος Αἰσχίνου, περίτριμμα ἀγορᾶς αὐτὸν καλεῖ.
τ 990 Τριμηθοῦς, Τριμηθοῦντος.
τ 991 Τριμμούς: τὰς τετριμμένας ὁδοῦς. Αἰλιανός· καὶ ἀναβλέποντες ὁρῶσι τριμμοὺς τῆς ἀνόδου καὶ προσβάσεις, δι’ ὧν ἀνῆλθεν ὁ Ῥωμαῖος, καὶ συνέβαλον μὴ ἄπορον εἶναι, ἀλλ’ ἐπιβατόν.
τ 992 Τρίμνων: τριῶν μνῶν ἀξίων.
τ 993 Τρινάκρια: ὄνομα τόπου. ἡ νῦν νῆσος Σικελίας.
τ 994 Τρίναξ: γεωργικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· καὶ τρίνακας ξυλίνας, χεῖρας ἀρουροπόνων.
τ 995 Τριόρχης: ἱέρακος εἶδος ὁ τριόρχης. ὅτι ὁ τύραννος Σικελίας κοινὸς πόρνος, ἕτοιμος τοῖς ἀκρατεστέροις, κολοιός, τριόρχης, πάντων τῶν βουλομένων τοῖς ὄπισθεν ἔμπροσθεν γεγονώς· ὃς ὅτε ἀπέθανε, τὴν γυναῖκά φησι κατακλαιομένην αὐτὸν οὕτω θρηνεῖν· τί δ’ οὐκ ἐγὼ σέ; τί δ’ οὐκ ἐμὲ σύ;
τ 996 Τριόφθαλμος· Βοιωτοῖς ἐδόθη χρησμός, ὅτῳ ἂν συναντήσωσι πρώτῳ τριοφθάλμῳ ὄντι, τούτῳ ἕπεσθαι. Ὄξυλος δέ τις ὀχούμενος ἐπὶ ἵππου ἑτεροφθάλμου, συνεὶς τὸ θεοπρόπιον ... ἠκολούθησαν αὐτῷ.
τ 997 Τριωβολιμαῖος: τριῶν ὀβολῶν, εὔωνος. ὅτι τοπαλαιὸν οἱ στρατηγοὶ τριώβολον ἐλάμβανον βλακείας χάριν.
τ 998 Τριώβολον: τὸ τρεῖς ὀβολοὺς ἔχον. Ἀριστοφάνης Πλούτῳ· δεινὸν γάρ, εἰ τριωβόλου μὲν ἕνεκα ὠστιζοίμεθ’ ἑκάστοτε ἐν τῇ ἐκκλησίᾳ. οὐδεὶς ἐδίκαζεν, εἰ μὴ ἐπέβαινε τῶν ξʹ ἐνιαυτῶν. ὅσοι δὲ τελείας ἡλικίας ἦσαν, εἰσήρχοντο μὲν εἰς τὴν ἐκκλησίαν, οὐκ ἐδίκαζον δέ. τούτους οὖν τοὺς ἐκκλησιαστὰς ἐποίησαν φανερόν τι λαμβάνειν ἀπὸ τῶν τῆς πόλεως προσόδων οἱ δημαγωγοί, πείσαντες τὴν πόλιν. ὕστερον δὲ ὁ Κλέων ἐποίησεν αὐτὸ τριώβολον. ἀφῆλιξ δὲ εἰς τὴν ἐκκλησίαν οὐκ εἰσήρχετο.
τ 999 Τριώροφος.
τ 1000 Τρίπαλαι: ἐπίρρημα χρόνου δηλωτικόν. Ἀριστοφάνης· τρίπαλαι κάθημαι βουλόμενός ς’ εὐεργετεῖν. ἐγὼ δὲ δεκάπαλαι. ἢ χιλιόπαλαι, καὶ πρόπαλαι, πάλαι, πάλαι. ἐγὼ δὲ τρισμυριόπαλαι καὶ πρόπαλαι, πάλαι, πάλαι.
τ 1001 Τρίποδα: λέβητα ἐν Δελφοῖς ἐπὶ τρίποδα κείμενον μαντικὸν Ἀπόλλωνος.
τ 1002 Τρίπος· ἢ τρίπος ἠὲ γυνή. ὁ τρίπους. καὶ ἀνθράκιον, βραχὺ τριποδίσκιον, παρὰ Ἀλέξιδι.
τ 1003 Τρίπους: κατὰ τοὺς τρεῖς χρόνους μαντευόμενος, ἐνεστῶτα, παρεληλυθότα, μέλλοντα.
τ 1004 Τριπτῆρα: Ἰσαῖος ἐν τῷ 〈κατὰ〉 Διοκλέους. τριπτήρ ἐστι πιθάκνη, ἐκπέταλος, οἷα τὰ ἐπιλήνια, ὡς Νίκανδρός φησι. ἐπὶ τούτου δ’ ἂν τάττοιτο νῦν παρὰ τῷ ῥήτορι. πολλὰ γὰρ καὶ ἄλλα σημαίνει τοὔνομα.
τ 1005 Τρὶς ἕξ: νικητήριος βόλος. καὶ ἑτέρα παροιμία· τρὶς ἓξ ἢ τρεῖς οἴνας. οὕτω γὰρ καλοῦσιν Ἴωνες τοὺς κύβους.
τ 1006 Τρὶς ἓξ ἢ τρεῖς κύβοι: οἱ μὲν τρὶς ἓξ νίκην, οἱ δὲ τρεῖς κύβοι κενοί. καὶ τὸ παρ’ Εὐριπίδῃ τοιοῦτον· βέβληκ’ Ἀχίλλευς δύο κύβω καὶ τέτταρα. τριῶν γε ὄντων τῶν ἀναρριπτουμένων βόλων, δύο μὲν κενοὺς αὐτόν φησι βάλλειν, ἕνα δὲ τὸν τέταρτον. διττὸς οὖν ὁ κύβος, εἴτε ἀναρριπτούμενος εἴτε κενὸς εἴτε πλήρης εἴη· καὶ ἰδίως ὁ κενός. ὅτι δὲ ὁ τρὶς ἓξ βαλὼν κατώρθου, καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι παρίστησι· τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι, τρὶς ἓξ βαλοῦσα τῆς ἐμῆς φρυκτωρίας.
τ 1007 Τρισμέγιστος Ἑρμῆς· ζήτει ἐν τῷ Ἑρμῆς.
τ 1008 Τριστάται: οἱ παρὰ χεῖρα τοῦ βασιλέως· οἷον ἔχοντες λόγχας ἀνὰ τρεῖς κατὰ χεῖρα.
τ 1009 Τρίστομος: ἐπίθετον αἰχμῆς. σοὶ γὰρ Καστορίδος ὑλακὰ καὶ τρίστομος αἰχμὴ εὔαδε.
τ 1010 Τριστοιχεί: κατὰ τρεῖς τάξεις.
τ 1011 Τριταγωνιστής· Αἰσχίνης ἐν πολλοῖς σκώπτεται ὑπὸ Δη‐ μοσθένους ὡς ὑποκριτὴς τραγῳδιῶν, καὶ τριταγωνιστὴν αὐτόν φησιν, ὡς ἀδοκιμώτατον τῶν ὑποκριτῶν, ἐν τρίτῃ τάξει καταριθμῶν.
τ 1012 Τριταγωνιστής· ἀπὸ Σοφοκλέους, ὃς πρῶτος ἐχρήσατο τρισὶν ὑποκριταῖς καὶ τῷ καλουμένῳ τριταγωνιστῇ.
τ 1013 Τριτάλαντον βάρος: τριῶν ταλάντων. τριτάλαντον βάρος δεινότατ’ ἀπειλοῦντας ἐπῶν.
τ 1014 Τριτάνυστον: μακρόν. καὶ δόνακα τριτάνυστον.
τ 1015 Τριταῖος.
τ 1016 Τρίτη κεφαλή: τοῦτο εἴρηται ἀπὸ τῶν ἀχθοφορούντων, οὐ μόνον κατὰ τὸν ὦμον, ἀλλὰ καὶ κατὰ τῆς κεφαλῆς.
τ 1017 Τριτημόριον: τοὺς ϛʹ χαλκοῦς εἴρηκε Φιλήμων τοῦ ὀβολοῦ τριτημόριον. θαυμάζω οὖν ἐγὼ πῶς τεταρτημόριόν εἰσι δύο χαλκοῖ, τριτημόριον δὲ ἕξ· εἰ μὴ ἄρα ἐκεῖνο μὲν κυρίως ὠνομάσθη τέταρτον μέρος τοῦ ὀβολοῦ, τὸ δὲ τριτημόριον, ὡς ἀπὸ τεσσάρων μερῶν ὄντων, ἀνὰ δύο χαλκοῦς, τρία ἔχον μέρη, ἓξ χαλκοῦς συνάγει.
τ 1018 Τριτημορίς· Ἡρόδοτος· ἑτέρη δὲ ἤϊε τοῦ στρατοῦ τριτημορὶς τὴν μεσογαῖαν.
τ 1019 Τριτογένεια: φοβερά, καταπληκτική. Δημόκριτος ὁ Ἀβδη‐ ρίτης ἔγραψε Περὶ τῶν ἐν ᾅδου, Τριτογένεια· τοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς, ἃ πάντα ἀνθρώπινα συνέχει. καὶ παροιμία δὲ εἴρηται· Παῖς μοι Τριτογενὴς εἴη, μὴ Τριτογένεια. ἢ ὅτι τὴν Ἀθηνᾶν ἀνδρώδη ἐνόμιζον εἶναι καὶ παῖδας ἄρρενας παρέχειν.
τ 1020 Τριτογενής: ἡ Ἀθηνᾶ. ἤτοι ὅτι ἐκ τῆς νηδύος καὶ τῆς μήτρας καὶ τῆς κεφαλῆς τοῦ Διὸς ἐξῆλθεν· ἢ ὅτι παρὰ Τρίτωνι τῷ ποταμῷ Λιβύης ἐγεννήθη, φθίνοντος, ὡς καὶ Ἀθηναῖοι ἄγουσιν· ἢ ὅτι τρίτη μετὰ Ἄρτεμιν καὶ Ἀπόλλωνα ἐγεννήθη· ἢ ἐπεὶ τρίτωνα τὴν κεφαλὴν Ἀθᾶνες λέγουσιν· ἢ ἐπεὶ παρὰ Τρίτωνι ἐγένετο· ἢ τοῦ τρεῖν καὶ εὐλαβεῖσθαι αἰτία· ἢ γεννητική· ἢ ὅτι ἀπελούσατο ἐν τῷ Τρίτωνι, τῷ Λιβύης ποταμῷ.
τ 1021 Τριτόμηνις: τὴν τρίτην τοῦ μηνὸς τριτομήνιδα ἐκάλουν. δοκεῖ δὲ γεγενῆσθαι τότε ἡ Ἀθηνᾶ. Ἴστρος δὲ καὶ Τριτογένειαν αὐτήν φησι λέγεσθαι, τὴν αὐτὴν τῇ σελήνῃ νομιζομένην.
τ 1022 Τρίτον ἡμίδραχμον: τὰς δύο ἥμισυ δραχμὰς οὕτως εἰώθασιν ὀνομάζειν οἱ παλαιοί.
τ 1023 Τριτοπάτορες: Δήμων ἐν τῇ Ἀτθίδι φησὶν ἀνέμους εἶναι τοὺς Τριτοπάτορας, Φιλόχορος δὲ τοὺς Τριτοπάτρεις πάντων γεγονέναι πρώτους. τὴν μὲν γὰρ γῆν καὶ τὸν ἥλιον, φησίν, ὃν καὶ Ἀπόλλωνα τότε καλεῖν, γονεῖς αὐτῶν ἐπίσταντο οἱ τότε ἄνθρωποι, τοὺς δὲ ἐκ τούτων τρίτους πατέρας. Φανόδημος δὲ ἐν ϛʹ φησίν, ὅτι μόνοι Ἀθηναῖοι θύουσί τε καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν. ἐν δὲ τῷ Ὀρφέως Φυσικῷ ὀνομάζεσθαι τοὺς Τριτοπάτορας Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκλέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων. ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας Οὐρανοῦ καὶ Γῆς φησιν αὐτοὺς εἶναι, ὀνόματα δὲ αὐτῶν Κόττον, Βριάρεων καὶ Γύγην.
τ 1024 Τρίτου κρατῆρος: τοῦ Σωτῆρος· ὃν καὶ τέλειον ἔλεγον. τὸν μέν γε πρῶτον Ὀλυμπίων φασί· τὸν δὲ δεύτερον Ἡρώων. Πλά‐ των Πολιτείᾳ· τὸν δὲ τρίτον Ὀλυμπικῶς τῷ Σωτῆρί τε καὶ Ὀλυμπίῳ.
τ 1025 Τρίτῳ καὶ τετάρτῳ ἔτει: ἀντὶ τοῦ πρὸ τριῶν καὶ τεσσάρων ἐτῶν. οὕτως Ἀντιφάνης.
τ 1026 Τριτωνὶς λίμνη.
τ 1027 Τρίτωνος: Ποσειδῶνος, θαλάσσης. καὶ βυθίην Τρίτωνος ἁλι‐ πλάγκτοιο χαμεύνην σπόγγον, ἀκεστορίην πλαζομένης γραφίδος.
τ 1028 Τρίτῳ φάει: τρίτῃ ἡμέρᾳ.
τ 1029 Τριττύς: φυλῆς μέρος τρίτον. αὕτη γὰρ διῄρηται εἰς τρία μέρη, τριττῦς καὶ ἔθνη καὶ φατρίας, ὡς Ἀριστοτέλης φησί.
τ 1030 Τριττύς: ἡ ἐντελὴς θυσία, ἐκ συός, κριοῦ καὶ τράγου. ἐκ τριῶν, ὥσπερ δωδεκίδες, θυσίαι δώδεκα ἱερείων.
τ 1031 Τριφάλης, Τριφάλητος: ὄνομα κύριον παρὰ Ἀριστοφάνει.
τ 1032 Τριφύλλιος, ἐπίσκοπος, μαθητὴς Σπυρίδωνος τοῦ θαυματουρ‐ γοῦ τοῦ Κυπρίου· ὃς ἔγραψε τὰ θαύματα τοῦ ὁσίου καὶ τερατουργοῦ πατρὸς ἡμῶν Σπυρίδωνος· ὡς γέγραπται ἐν τῷ βίῳ αὐτοῦ δι’ ἰάμβων· ἃ χρὴ ἐκζητῆσαι ὡς λίαν ὠφέλιμα.
τ 1033 Τρίχα: τριχῶς.
τ 1034 Τρίχακτον: κτένιον.
τ 1035 Τρίχαπτον: τὸ βαμβύκινον ὕφασμα, ἱμάτιον πολυτίμητον.
τ 1036 Λύσις ὀνείρου Νικηφόρου πατριάρχου· τρίχας καρῆναι πραγμάτων δηλοῖ βλάβην, τρίχας πεσεῖν δὲ κίνδυνον φέρει μέγαν.
τ 1037 Τριχῇ: τριχῶς.
τ 1038 Τριχίδες: εἶδος ἰχθύος, αἱ λεγόμεναι θρίσσαι. Ἀριστοφάνης· ἔβηττε τὴν νύχθ’ ὅλην τριχίδων πεπλησμένος.
τ 1039 Τριχθά: τριχῇ. Ὅμηρος· τριχθὰ δὲ πάντα δέδασται. ἔστι δὲ τὸ πάντα κατὰ παρολκήν· ὡς, οἱ δ’ ἐννέα πάντες ἀνέσταν. Γαῖα δέ τι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. συναφὴς τῇ γῇ ὁ Ὄλυμπος, ὡς ὄρος. τὸ δὲ ὅμοιον καὶ ἐν Ὀδυσσείᾳ πεποίηκε· ναιετάω δ’ Ἰθάκην εὐδείελον, ἐν δ’ ὄρος αὐτῇ Νήριτον, εἰνοσίφυλλον. κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης. εἰ δὲ ἦν ὁ Ὄλυμπος τοῦ οὐρανοῦ μέρος ἐπουράνιον, οὐκ ἦν κοινός, ἀλλὰ ἴδιος.
τ 1040 Τριχοβρῶτες: ζῷον κατεσθίον τὰς τρίχας, οἱ σῆτες, ὁ θρίψ.
τ 1041 Τριχολογεῖν: τὰς τρίχας ἀναλέγεσθαι καὶ περὶ αὐτῶν φρον‐ τίζειν.
τ 1042 Τρίψεις: ἀντὶ τοῦ διατρίψεις, διατελέσεις. Ἀριστοφάνης Πλούτῳ· ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.
τ 1043 Τρῖψις: τῶν ποταμῶν ἡ πορεία. Δαβίδ· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.
τ 1044 Τριψίωνος.
τ 1045 Τροίην: κατὰ διάλυσιν Τρωϊκήν.
τ 1046 Τρομερόν· ὁ δὲ ὑπὸ ἀρρωστίας λεπτόν τι καὶ τρομερὸν ἐφθέγξατο.
τ 1047 Τρόμης, Τρόμητος· Δημοσθένης καὶ ἄλλα σκώπτει τὸν Αἰσχίνην καὶ γραμ‐ ματοκύφωνα· ὃν καὶ υἱὸν εἶναί φησιν ὀνόματι μὲν Τρόμητος, διδασκάλου δὲ τῶν πρώτων γραμμάτων.
τ 1048 Τροπᾶσθαι: τρέπεσθαι.
τ 1049 Τρόπαια: νικητήρια. Ἀριστοφάνης ἐν Πλούτῳ· τρόπαιον ἀναστήσαιτο τῶν ταύτης τρόπων. τὸ τρόπαιον οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν, οἱ δὲ νεώτεροι προπαροξύνουσι. ἡ δὲ παλαιὰ Ἀτθίς ἐστιν, ἧς ἦρχεν Εὔπολις, Κρατῖνος, Ἀριστοφάνης, Θουκυδίδης· ἡ δὲ νέα Ἀτθίς ἐστιν, ἧς ἐστι Μένανδρος καὶ ἄλλοι.
τ 1050 Τροπή: δίωξις.
τ 1051 Τροπῆς ἀποσκίασμα: ἀντὶ τοῦ ἀλλοιώσεως καὶ μεταβολῆς ἴχνος, καὶ ὁμοίωμα φαντασίας.
τ 1052 Τροπίας οἶνος: τετραμμένος καὶ ἐξεστηκώς. Ἀριστοφάνης Δαιταλεῦσι· ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε.
τ 1053 Τρόπις: τῆς νηός. καὶ κλίνεται τρόπιος.
τ 1054 Τροπείδιον.
τ 1055 Τρόπον: ἦθος. τρόπος δὲ ἐπὶ τῶν συλλογισμῶν, οἱονεὶ σχῆμα τοῦ λόγου, οἷον ὁ τοιοῦτος· εἰ τὸ αʹ, τὸ βʹ· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. παρεισήχθη δὲ ὁ λογότροπος ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι τῶν λόγων μηκέτι τὴν πρόσληψιν μακρὰν οὖσαν καὶ τὴν ἐπιφορὰν λέγειν, ἀλλὰ συντόμως ἐπενεγκεῖν, τὸ δὲ αʹ, τὸ ἄρα βʹ. καὶ Πισίδης· ὁ βάρβαρος δὲ τῷ λόγῳ καὶ τῷ τρόπῳ. ἀντὶ τοῦ τῷ ἤθει.
τ 1056 Τρόπον τινά: ἀντὶ τοῦ καλῶς ἄν.
τ 1057 Τροποφορεῖν. καὶ Τροποῦμαι· αἰτιατικῇ.
τ 1058 Τροπώσομαι: νικήσω, ὑποτάξω.
τ 1059 Τροφαλίς: τυρός. ἁρπάσας ὁ κύων τροφαλίδα τυροῦ Σικελὴν κατεδήδοκε.
τ 1060 Τροφεῖα. τὰ ὀφειλόμενα τοῖς τροφεῦσι.
τ 1061 Τροφή: ἀντὶ τοῦ ἀγωγὴ καὶ παιδεία. καὶ τραφέν, ἀντὶ τοῦ ἀχθέν, παιδευθέν. ἐνίοτε δὲ καὶ ὁμοίως ἡμῖν. Πλάτων Πολιτείας· ἐπιθυμοῦμεν δ’ αὖ τρίτων τινὶ τῶν περὶ τὴν τροφὴν καὶ γέννησιν. τροφὴν μὲν γὰρ βρῶμα καὶ πόμα λέγει, γέννησιν δὲ τὰ ἀφροδίσια. ἐν δὲ τρίτῳ Πολιτείας· καὶ ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμμένος. ἀντὶ τοῦ πεπαιδευμένος· ἵνα μὴ ἐναντιῶνται Ὁμήρῳ, πεπαιδεῦσθαι λέγοντι τὸν Ἀχιλλέα παρὰ Χείρωνι, οὐχὶ τεθράφθαι. ζήτει περὶ τροφῆς ἐν τῷ δαιτὸς ἐΐσης.
τ 1062 Τρόφι κῦμα: τεθραμμένον κῦμα.
τ 1063 Τρόφιμος.
τ 1064 Τροφώνιον.
τ 1065 Τροφωνίου κατὰ γῆς παίγνια. ἐν Λεβαδείᾳ χρηστήριον ἦν, ὃ Καταβάσιον ἐκάλουν· στόμιον γάρ τι ἦν, ὡς τὰ ἄκρα δύνασθαι μόνα τῶν ποδῶν χωρῆσαι. οἱ οὖν τῷ θεῷ χρώμενοι, ἁγνεύσαντες πρῶτον ὡρισμέναις ἡμέραις καὶ κοσμήσαντες ἑαυτοὺς ἱερῷ τινι σχήματι, ἀμφοτέραις ταῖς χερσὶ μελιτούττας λαβόντες, ὅ ἐστι μάζας μέλιτι δεδευμένας, οὕτως ἐκάθιζον ἐπὶ τὸ στόμιον καὶ αἰφνίδιον ἡρπάζοντο καὶ κατέδυον ἐπὶ τῆς γῆς. τὰς δὲ μάζας ἐλάμβανον ὑπὲρ τοῦ μὴ ἀδικηθῆναι ὑπὸ τῶν συναντώντων ὄφεων, ἀλλ’ ἐκείνας αὐτοῖς παρα‐ βάλλειν τροφήν. πολλοὶ μὲν οὖν καὶ αὐθημερὸν ἀνεπέμφθησαν δι’ οὗ στομίου κατῆλθον, πολλοὶ δὲ καὶ διὰ πλειόνων ἡμερῶν. ἦν δὲ ὁ Τροφώνιος Ἐρσίνου παῖς τἀδελφοῦ Ἀγαμήδους· ὅπου ὄφις ἦν ὁ μαντευόμενος, ᾧ οἱ κατοικοῦντες πλακοῦντας ἔβαλλον.
τ 1066 Τροχάζειν: διατρέχειν. Πολύβιος· τὴν μὲν πρώτην ἡμέραν ἐκέλευε τροχάζειν ἐπὶ λʹ σταδίους ἐν τοῖς ὅπλοις.
τ 1067 Τροχαῖον· οἱ δὲ σαλπιγκταὶ οἱ σὺν αὐτοῖς ὄντες τροχαῖόν τι συμβοήσαντες, δόξαν τοῖς ἐναντίοις ὡς παρὰ τοῦ στρατηγοῦ πεπεμ‐ μένοι παρέσχον. καὶ ἐν Ἐπιγράμμασι· οὐ τροχιεῖ τις τὸν Λαπίδην λῃστήν.
τ 1068 Τροχηλατεῖν: ἐλαύνειν.
τ 1069 Τροχιάς: πορείας, τρίβους, ἐργασίας.
τ 1070 Τροχιλέας· Σωκράτης πρὸς Ἀλκιβιάδην εἰπόντα, ὡς οὐκ ἀνεκτὴ ἡ Ξανθίππη λοιδοροῦσα· ἀλλ’ ἔγωγ’, ἔφη, συνείθισμαι καθαπερεὶ καὶ τροχιλέας ἀκούων συνεχές.
τ 1071 Τρόχιλος: ὄνομα τοῦ ὑπηρέτου Ἔποπος. παρὰ τὸ τρέχω· ἔστι δὲ καὶ ὄρνεον τρόχιλος καὶ λέγεται εἶναι δριμύ. ἀξιοῦσι δέ τινες τὴν μέσην ὀξύνειν.
τ 1072 Τροχισθεῖσα: βασανισθεῖσα. ἀπὸ τοῦ τροχοῦ, ὅπερ ἐστὶν ὄργανον βασανιστικόν, διατεῖνον τὰ σώματα. καὶ Ἀριστοφάνης· ἐπὶ τροχοῦ γ’ ἕλκοιτο μαστιγούμενος. οὕτω γὰρ οἱ δοῦλοι ἐπὶ τροχοῦ δεσμούμενοι ἐτύπτοντο. καὶ αὖθις· ἐπὶ τοῦ τροχοῦ σε δεῖ στρεβλού‐ μενον εἰπεῖν ἃ πεπανούργηκας.
τ 1073 Τροχός: ξύλινόν τι ἦν ὁ τροχός, ἐν ᾧ δεσμούμενοι οἱ οἰκέται ἐκολάζοντο. Ἀριστοφάνης· εἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβῃ, ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος, ἐπὶ τοῦ τροχοῦ ἕλκοιτο μαστι‐ γούμενος.
τ 1074 Τροχός· Δαβίδ· φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. περὶ τῆς ἐρυθρᾶς θαλάσσης· φησὶ γὰρ ἡ ἱστορία, ὅτι νότου πνεύσαντος διῃρέθη τὸ πέλαγος, τοῦ δὲ ἀέρος συστρεφομένου καὶ τῶν νεφῶν συνισταμένων ὁ ἄνεμος τίκτεται. αἱ δὲ τιμωρίαι σου, φησί, δίκην βελῶν κατὰ τῶν πολεμίων ἐχώρουν. τῷ δὲ κτύπῳ τῆς βροντῆς τοὺς τῶν Αἰγυπτίων τροχοὺς συνεπόδισας. ὅτε δὲ λέγει, ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν· ἀντὶ τοῦ ἐν παντοδαπαῖς συμφοραῖς κέλευσον αὐτοὺς στρέφεσθαι καὶ κακοῖς ἐπαλλήλοις περίβαλε.
τ 1075 Τρωγαλίων: τῶν τραγημάτων· οὕτω γὰρ τὰ τραγήματα ἐκά‐ λουν οἱ παλαιοί.
τ 1076 Τρώγλη: ἡ ὀπή. καὶ Τρωγλήτης. καὶ Τρωγλοδύται, ἔθνος. ἀλλ’ οἱ μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις.
τ 1077 Τρώγω· αἰτιατικῇ. ἐσθίω. λύσις ὀνείρου· τρώγων γλυκερὰ πικρίας ἕξεις τρόπους.
τ 1078 Τρῳαί: αἱ Τρωϊκαί.
τ 1079 Τρωϊκός: ἀπὸ Τροίας. καὶ Τρώϊος, ὁ Τρωϊκός.
τ 1080 Τρώϊλος, σοφιστής, παιδεύσας ἐν Κωνσταντίνου πόλει. λόγους πολιτικούς, ἐπιστολῶν βιβλία ζʹ.
τ 1081 Τρωκτά: τὰ κατακτὰ τῶν ὀπωρῶν· οἷον κάρυα καὶ βάλανοι.
τ 1082 Τρώκτης: ὁ ἐκ παντὸς κερδαίνων· οἷον ἀποτρώγων.
τ 1083 Τρώμης: ὄνομα κύριον.
τ 1084 Τρώματα· ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο, ἔν τε ἐν Λιμενηΐῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ.
τ 1085 Τρώξονται: φάγωσιν. Ἀριστοφάνης· ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων. ἆρα τρώξονται;
τ 1086 Τρωχαϊκός.
τ 1087 Τροία: ὄνομα πόλεως.
τ 1088 Τροιζῆνος: ὄνομα πόλεως. καὶ Τροιζήνιος, ὁ πολίτης. καὶ ζήτει καὶ παροιμίαν ἐν τῷ εἰς Τροιζῆνα δεῖ βαδίζειν.
τ 1089 Τρύβλιον: ὀξυβάφιον, πινάκιον, ποτήριον. ὀρθομίλιον. τοῦτο μεῖζον τοῦ ὀξυβάφου ἐστί. καὶ ἡ κωμῳδία· τὸ τρύβλιον τὸ περυσινὸν τέθνηκέ μοι. ἀντὶ τοῦ κέκλασται.
τ 1090 Τρυγαῖος Ἀθμονεύς: Ἀριστοφάνης ἀντὶ τοῦ ἀμπελουργὸς δεξιός, οὐ συκοφάντης οὐδ’ ἐραστὴς πραγμάτων. ἐπὶ τῶν ἀπραγμόνων, παρ’ ὅσον οἱ γεωργοί, μάλιστα οἱ δεξιοί, ἀπραγμοσύνην ἀσπάζονται. καὶ Τρυγαῖος μὲν παρὰ τὸ τρυγᾶν· ἁρμόζει γὰρ γεωργοῖς. Ἀθμονεὺς δὲ ἀπὸ δήμου Ἀττικοῦ.
τ 1091 Τρυγοδαίμονες: ὥσπερ τὸ κακοδαίμονες. ἐπεὶ πολλῇ τῇ αἰσχροποιΐᾳ ἐχρῶντο, παρ’ ὅσον ἀφέμενοι τὸ σέβεσθαι τὸ θεῖον περὶ τὸ σκώπτειν ἐτρέποντο.
τ 1092 Τρύγητος: ὁ καιρὸς ἐν ᾧ δεῖ τρυγᾶν. καὶ ἄμητος ὁ καιρός, ἐν ᾧ δεῖ ἀμᾶν καὶ θερίζειν· προπαροξυτόνως. τρυγητὸς δὲ ὁ τρυγώ‐ μενος βότρυς. καὶ ἀμητός, ὁ θεριζόμενος. οἷον ἀμητὸς στάχυς· ὀξυ‐ τόνως. καὶ Ἔμετος· καὶ ἐμετός, αὐτὸ τὸ πρᾶγμα.
τ 1093 Τρυγίας: ἐπὶ θεοῦ ἡ χαλεπωτέρα τιμωρία. πίονται πάντες οἱ ἁμαρτωλοί.
τ 1094 Τρυγόνος: εἶδος περιστερᾶς. καὶ παροιμία· Τρυγόνα ψάλλειν, ἐπὶ τῶν φαύλως πραττόντων. ἴσως παρὰ τὸ τρύζειν. ὡς μή μοι τρύζητε. καὶ ἑτέρα παροιμία· Τρυγόνος λαλίστερος. ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέλεσι λαλοῦσι.
τ 1095 Τρυγονῶσα: ἡσύχως κνῶσα. Ἀριστοφάνης· τρυγονῶσα τὴν θύραν.
τ 1096 Τρυγός: τῆς τοῦ οἴνου ὑποστάθμης. Ἀριστοφάνης· ὄζων τρυγός. καὶ αὖθις· ἔοικας, ὦ πρεσβῦτα, νεοπλούτῳ τρυγί. Ἀριστο‐ φάνης φησί.
τ 1097 Τρυγὸς γλυκείας: τουτέστι τοῦ νέου οἴνου. Τρύγα γὰρ καὶ τὸν νέον οἶνον ἐκάλουν καὶ τὴν ὑποστάθμην.
τ 1098 Τρυγῳδία: κωμῳδία· ἤτοι διὰ τὸ τρύγα ἔπαθλον λαμβάνειν, τούτεστι νέον οἶνον· ἢ διὰ τὸ μὴ ὄντων προσωπείων τὴν ἀρχήν, τρυγὶ χρίεσθαι τὰς ὄψεις.
τ 1099 Τρύγοιπος: ὁ ὑλιστὴρ ὁ σάκκινος. Ἀριστοφάνης Πλούτῳ· ἀλλ’ ἔστι τρὺξ παλαιὰ καὶ σαπρά. οὐκοῦν τρύγοιπος ταῦτα πάντ’ ἰάσεται προπαροξυτόνως. καὶ Τρυγοιπῶ, ῥῆμα.
τ 1100 Τρύζει: ψιθυρίζει, γογγύζει, ἀσήμως λαλεῖ. παρὸ καὶ ἡ τρυγών· ἐπεὶ ἀσήμως φθέγγεται καὶ γογγυστικῶς.
τ 1101 Τρύμη. ὁ τετρημένος σφόδρα καὶ πεπερονημένος ἐν τοῖς πράγμασιν· ὃν ἡμεῖς τρυπᾶν φαμεν. θέλει δὲ εἰπεῖν εὐτόνως ὡς τρύπανον.
τ 1102 Τρύπανα: ἐργαλεῖα τεκτονικά. τρύπανά τ’ εὐδίνητα καὶ ὠκή‐ εντα τέρετρα.
τ 1103 Τρυσιβίου γαστρός: καταπονούσης τὸν βίον. Ἀριστοφάνης Νεφέλαις.
τ 1104 Τρυσμός: γογγυσμός.
τ 1105 Τρυτάνη: ὁ ζυγός. ταύτην οἱ Δωριεῖς σταχάνην καλοῦσιν. ἔνθεν καὶ παροιμία· δικαιότερος σταχάνης.
τ 1106 Τρυτοδόκη: ἡ θήκη τῆς τρυτάνης. ἐν Ἐπιγράμμασι· καὶ τὴν τρυτοδόκην κοιτίδα παμβακίδων. τὸν ζυγὸν τῆς παμβακίδος.
τ 1107 Τρυφάλεια: περικεφαλαία.
τ 1108 Τρύφαινα: ὄνομα κύριον.
τ 1109 Τρυφή: ἡ σπατάλη.
τ 1110 Τρυφηλός· καὶ Τρυφητής, ὁ ἄπληστα τρώγων.
τ 1111 Τρυφιόδωρος, Αἰγύπτιος, γραμματικὸς καὶ ποιητὴς ἐπῶν. ἔγραψε Μαραθωνιακά, Ἰλίου ἅλωσιν, τὰ κατὰ Ἱπποδάμειαν, Ὀδύσσειαν λειπογράμματον· ἔστι δὲ ποίημα τῶν Ὀδυσσέως καμάτων, καὶ ὅσα μυ‐ θολογοῦσι περὶ αὐτοῦ· καὶ ἄλλα.
τ 1112 Τρυφιόδωρος· διάφορα ἔγραψε δι’ ἐπῶν. Παράφρασιν τῶν Ὁμήρου παραβολῶν· καὶ ἄλλα πλεῖστα.
τ 1113 Τρύφος ἄρτου: κλάσμα ἄρτου.
τ 1114 Τρυφῶ· αἰτιατικῇ.
τ 1115 Τρύφων, Ἀμμωνίου, Ἀλεξανδρεύς, γραμματικὸς καὶ ποιητής, γεγονὼς κατὰ τοὺς Αὐγούστου χρόνους καὶ πρότερον. Περὶ πλεο‐ νασμοῦ τοῦ ἐν τῇ Αἰολίδι διαλέκτῳ βιβλία ζʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ διαλέκτων καὶ Σιμωνίδῃ καὶ Πινδάρῳ καὶ Ἀλκμᾶνι καὶ τοῖς ἄλλοις λυρικοῖς, Περὶ τῆς Ἑλλήνων διαλέκτου καὶ Ἀργείων καὶ Ἱμεραίων καὶ Ῥηγίνων καὶ Δωριέων καὶ Συρακουσίων, Περὶ τῆς ἐν κλίσεσιν ἀνα‐ λογίας αʹ, Περὶ τῆς ἐν εὐθείᾳ ἀναλογίας, Περὶ ὀνομάτων συγκριτι‐ κῶν αʹ, Περὶ τῆς ἐν μονοσυλλάβοις ἀναλογίας, Περὶ ὀνομάτων χαρα‐ κτήρων αʹ, Περὶ ῥημάτων ἀναλογίας βαρυτόνων αʹ, Περὶ ῥημάτων ἐγκλιτικῶν καὶ ἀπαρεμφάτων καὶ προστακτικῶν καὶ εὐκτικῶν καὶ ἁπλῶς πάντων, Περὶ ὀρθογραφίας καὶ τῶν αὐτῇ ζητουμένων, Περὶ πνευμάτων καὶ τρόπων· καὶ ἄλλα.
τ 1116 Τρύχεται: κακοπαθεῖται, καταπονεῖται, ταλαιπωρεῖται, ἐκνε‐ νεύρισται. καὶ Ἐκτετρυχωμένος. ὁ δὲ ὑπὸ τῆς ἀπορίας ἐκτε‐ τρυχωμένος ἦν.
τ 1117 Τρύχη: τὰ ῥάκη· τραγικῶς. προσῆλθεν ἡ μήτηρ πένθιμα ἠμφιεσμένη τρύχη καὶ τὰς ὁράσεις ἐκτετηκυῖα ὑπὸ τῶν δακρύων.
τ 1118 Τρυχηρά: ῥακώδη.
τ 1119 Τρύχνον: τὴν πόαν. θηλυκῶς λέγουσιν τὴν τρύχνον, οὐ τὸ τρύχνον. σὺν τῷ ς δὲ στρύχνον οὐδαμοῦ εὗρον. καὶ παρὰ τὴν παροιμίαν τὴν ἁπαλώτερος τρύχνου. παρῳδῶν ὁ κωμικός φησιν, ἤδη εἰμὶ μουσικώτερος τρύχνου.
τ 1120 Τρυχόμενος· Τετρυχωμένος δέ.
τ 1121 Τρύχουσιν: ἐλαττοῦσι.
τ 1122 Τρυχωθείς: πιεσθείς. ἢ φανερωθείς. ὅτι Τρυχῶ τρίτης συζυγίας ἐστὶ τῶν περισπωμένων. καὶ βαρύτονον, τρύχω, τρύχεις.
τ 1123 Τοιᾶσδε: τοιαύτης.
τ 1124 Ἀραὶ κατὰ οἰχομένων ἐχθρῶν. Τοία Στυγός σε μελανοκάρ‐ διος πέτρα Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες ἔχιδνά θ’ ἑκατοντακέφαλος, ἣ τὰ σπλάγχνα σου διασπαράξει· πνευμόνων τ’ ἀνθάψεται Ταρτησία μύραινα, τὼ νεφρὼ δέ σου αὐτοῖσιν ἐντέροισιν ἡματωμένω διασπάσονται Γοργόνες Τιθρά‐ σιαι, ἐφ’ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
τ 1125 Τοιαυτί: τοιαῦτα.
τ 1126 Τοιγὰρ ἐγώ: ἐγὼ μὲν γάρ.
τ 1127 Τοιγαροῦν: ἀμέλει, ὅθεν δή, οὐκοῦν, διὰ τοῦτο δὴ οὖν.
τ 1128 Τοιγάρτοι: τούτου γὰρ ἕνεκεν.
τ 1129 Τοιαίδε πράξεις.
τ 1130 Τοῖϊν: σοι, Δωρικῶς. καὶ πολιὴν λευκῶν κεῖραι ἀπὸ κροτάφων τοῖϊν. ἀλλ’ ἐπένευε.
τ 1131 Τοίνυν: διὰ γὰρ τοῦτο, ἢ οὖν.
τ 1132 Τοῖο: τοιούτου. καὶ Τοῖος, τοιοῦτος. καὶ Τοῖον, τοιοῦτον.
τ 1133 Τοιουτονὶ Θεμιστοκλῆς οὐ πώποτ’ ἐπενόησεν: Ἀριστο‐ φάνης. ἢ διὰ τὸ τειχίσαι τὸν Πειραιᾶ· ἢ ὅτι σοφίας δόξαν ἀπηνέγ‐ κατο Θεμιστοκλῆς, σαφηνίσας Ἀθηναίοις τὸν δοθέντα χρησμόν· τεῖχος Τριτογενείῃ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. ἄλλων δὲ ἄλλα λεγόντων, Θεμιστοκλῆς ἔφη τὰς τριήρεις λέγειν ξύλινον τεῖχος.
τ 1134 Τοιουτῶδες: τοιοῦτον. οὐδὲν ὁτιοῦν ἐβεβαιώθη τοιουτῶδες.
τ 1135 Τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις, καί σε καλοῦσι βλιτομάμμαν: οὗτοι ὑώδεις τινὲς καὶ ἀπαίδευτοι ἐκωμῳδοῦντο· καὶ τάχ’ ἂν εἴησαν προκέφαλοί τινες, ὡς ἐν Γεωργοῖς φησι καὶ ἐν Τρι‐ φάλητι. καὶ Εὔπολις Δήμοις· Ἱπποκράτους τε παῖδες ἐμβόλιμοί τινες, βληχητὰ τέκνα, καὶ οὐδαμῶς τοῦ τρόπου. τὰ δὲ ὀνόματα αὐτῶν Τε‐ λέσιππος, Δημοφῶν, Περικλῆς.
τ 1136 Τοῖς ὀρθῶς· ὅτι τὸ τοῖς ὀρθῶς ὑπ’ ἄλλου γνωσθεῖσι πεισθῆναι, μείζονος τῆς ἀρετῆς ὁ Ζήνων ποιεῖται γνώρισμα τοῦ γνῶναί τινα αὐτὸν ἐξ αὑτοῦ τὰ δέοντα, τὴν Ἡσιόδου μεθαρμόττων ῥῆσιν· οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται· λέγων, ἀντὶ τοῦ νοήσει πάνθ’ ἑαυτῷ.
τ 1137 Τοῖς πολλοῖς τοὐβόλου: τουτέστι τοῖς εὐώνοις.
τ 1138 Τοῖς τεκοῦσι γὰρ οὐδ’ εἰ πονεῖ τις, δεῖ πόνου μνή‐ μην ἔχειν: τουτέστιν, ὅταν τις ὑπὲρ γονέων πονῇ, μὴ ἡγεῖσθαι πόνον εἶναι τὸν κάματον.
τ 1139 Τοῖς φθάνουσι: τοῖς ἤδη γεγονόσι.
τ 1140 Τοίχαρχος: ἐπὶ νεὼς ὁ ἄρχων αὐτῆς· τοιχάρχου δὲ πρωρεύς, πρωρέως δὲ κυβερνήτης, κυβερνήτου δὲ ναύκληρος.
τ 1141 Τοιχωρύχημα γαλῆς: τοίχου ὀπή.
τ 1142 Τοιχωρύχος: κλέπτης. Τοιχωρύχος, λῃστής. Τοιχο‐ ρύκτης δέ.
τ 1143 Τύανα: πόλις. μητρόπολις ἐν Καππαδοκίᾳ.
τ 1144 Τύγα: παρὰ Ῥωμαίοις συγκλητικὴ ἐσθής.
τ 1145 Τύγωνος.
τ 1146 Τυγχανόντων: ἀντὶ τοῦ τυγχανέτωσαν. Ἀττικῶς. οἱ γὰρ Ἀττικοὶ ἀπὸ ὁριστικῶν, μὴ ἐχόντων τὸ μ κλιτικόν, τὸ γʹ πρόσωπον ποιοῦσιν ὁμόφωνον τῇ γενικῇ πληθυντικῇ τῶν ἰδίων μετοχῶν· οἷον τύπτετε, τυπτόντων, ἀντὶ τοῦ τυπτέτωσαν· μέλετε, μελόντων ἀντὶ τοῦ μελέτωσαν. καὶ ἐπὶ τῶν ἐχόντων τὸ μ κλιτικὸν τὸ γʹ πρόσωπον τῶν πληθυντικῶν ὁμοφώνως ποιοῦσι τῷ γʹ τῶν δυϊκῶν· τύπτεσθε τυπτέσθων, ἀντὶ τοῦ τυπτέσθωσαν.
τ 1147 Τυγχάνω· γενικῇ.
τ 1148 Τύκος: ἐργαλεῖόν τι, ᾧ τοὺς λίθους περικόπτουσι καὶ ξέουσιν. ἔνθεν καὶ τὸ ἐτύκιζον, ἀντὶ τοῦ ἔξεον, ἔκοπτον. Ἀριστοφάνης Ὄρνισι· τούτους δ’ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσι.
τ 1149 Τυκτόν: χειροποίητον.
τ 1150 Τύλα, καὶ τύλος ἀρσενικῶς, τοῦ ὤμου τὸ τετυλωμένον καὶ πεπιλημένον τῆς σαρκός, ὁποῖον πολλάκις ἐπὶ τοῦ ὤμου γίνεται τοῖς ἀχθοφόροις ἐκ τοῦ βαστάζειν τι συνεχῶς. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἴστω γ’ Ἡρακλῆς, ἔκαμον τὰν τύλαν κακῶς. καὶ Τηλεκλείδης τραχήλου τύλαν εἶπε. Πολύβιος· τῆς πέτρας αὐτοῖς δυσχρηστίαν παρεχούσης διὰ τὸ δεῖν τρῆμα ποιεῖν ἐν αὐτῇ τοῖς τύλοις κρατοῦσι τὴν σύριγγα τὴν προσαγομένην.
τ 1151 Τύλη: ἡ στρωμνή. οἷον, ἔδοξέ τις τῇ τύλῃ πυροὺς ἔχειν ἀντὶ γναφάλων, καὶ παιδάριον ἐγέννησεν ἄρρεν.
τ 1152 Τύλις: ὄνομα πόλεως.
τ 1153 Τύλος: ἡ νῆσος.
τ 1154 Τύλος: νενεκρωμένη σάρξ, ἀποσκίρωμα τῶν γονάτων. δυσχρηστίαν παρεῖχεν ἡ πέτρα, διὰ τὸ τρῆμα ποιεῖν ἐν αὐτῇ τοῖς τύλοις.
τ 1155 Τυλοῦται: τραυματίζεται, παχύνεται. οἱ δὲ πλεῖστοι τῶν Πάρθων κορύνας εἶχον σιδηρᾶς ἢ σιδήρῳ τετυλωμένας.
τ 1156 Τύλωμα.
τ 1157 Τυμβογέρων. ὁ πέμπελος. Προκόπιος· ὁ δὲ Ἰουστῖνος ὁ βασιλεὺς τυμβογέρων ἦν ἤδη. ἢ Τυμβογέρων, ὁ ἐσχατόγηρως.
τ 1158 Τύμβος: τάφος. παρὰ τὸ τύφεσθαι, ὅ ἐστι καίεσθαι τὰ σώματα τῶν τεθνεώτων. ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών.
τ 1159 Τυμβεία. καὶ Τυμβείτης, ὁ μνηματίτης. εἰ καὶ ἰδεῖν μικρὸς λᾶας ὁ τυμβείτης ἄμμιν ἐπικρέμαται.
τ 1160 Τυμβογέροντες: πέμπτη ἡλικία γερόντων, ὡς καὶ Θεόφραστος. παραπλῆγες καὶ τῇ διανοίᾳ παρηλλαγμένοι.
τ 1161 Τυμβοχοεῖ: θάπτει.
τ 1162 Τύμμα: κροῦμα.
τ 1163 Τυμμαῖς: πληγαῖς. καὶ εἴ που τις εὑρεθείη τὸ ὁπωσοῦν ὅρκῳ κεχρημένος, τυμμαῖς οὐ ταῖς τυχούσαις ἐβάλλετο.
τ 1164 Τύμπανα· οἱ Ἰνδοὶ ἀντὶ σάλπιγγος ταῖς μάστιξιν ἀπεκτύπουν εἰς τὸν ἀέρα. εἶχον δὲ καὶ τύμπανα, φρικώδη τινὰ βόμβον ἐξ ἑαυτῶν ἀνιέντα. ἦν δὲ ἡ κατασκευὴ τοιάδε. φιτρὸν ἐλάτης κοιλάναντες ἐνήρμοζον ἐς αὐτὸν κώδωνας ὀρειχάλκου. τὸ δὲ στόμα τοῦ ἄγγους ταυρείῳ δέρματι περικυτώσαντες μετέωρον ἔφερον ἐς τὰς μάχας τοῦτο τὸ τύμπανον. ἐπὰν δὲ θόρυβον πολὺν ἐργάσασθαι ἤθελον ἢ σημᾶναί τι, καταστρέψαντες ἐπὶ τὸ στόμα τὸ ξύλινον ἄγγος ἐτίνασσον. οἱ δὲ ἐν αὐτῷ κώδωνες, πολλοί τε ἅμα ὄντες καὶ μεγάλοι, ἔν τε στεγανῷ ἠχοῦντες, ἀσαφῆ τινα βόμβον ἀνέπεμπον ἔνδοθεν· ὅνπερ οὐ ῥᾴδιον ἦν τοῖς οὐκ εἰδόσιν ἐπιγνῶναι, τίνος ἦν ὀργάνου ἢ θηρίου· βρυχήματι γὰρ ἔοικεν.
τ 1165 Τυμπανίζεται: ξύλῳ πλήσσεται, ἐκδέρεται, καὶ κρέμαται.
τ 1166 Τύμπανον: ἐκ δερμάτων ἐστὶ γινόμενον, καὶ κροῦον, ὃ κατ‐ εῖχον αἱ Βάκχαι. ἐν Ἐπιγράμμασι· ἀραξάχειρα ταῦτά σοι τὰ τύμ‐ πανα λεοντόδιφρε σοί, Ῥείη, θῆκε.
τ 1167 Τύμπανος: ἀρσενικῶς. καί τινος αὔρῃ δαίμονος ἐς τὸν ἑὸν τύμπανον ἧκε χέρας.
τ 1168 Τυμφαΐς: πόλις. καὶ βοῦς Ἀρτέμιδος.
τ 1169 Τυνδαρίδης: ὁ τοῦ Τυνδάρεω.
τ 1170 Τύνη: σύ. Δωρικῶς.
τ 1171 Τυννουτονί: δεικτικῶς· ἀντὶ τοῦ μικρόν. Ἀριστοφάνης· παι‐ δάριον ὂν τυννουτονὶ ἔπλαττεν ἔνδον οἰκίας. καὶ Τυννουτωῒ συνάγων τοὺς δακτύλους φησὶν ἀντὶ τοῦ μικρῷ· Ἀριστοφάνης· ἐν πλοιαρίῳ τυννουτωῒ ἀνὴρ γέρων ναύτης διάξει. περὶ τοῦ Χάροντος λέγων τοῦ περάματος τοῦ πλοίου.
τ 1172 Τυντλάζειν: αὐτὸ καὶ αὐτὸ λέγειν. Ἀριστοφάνης· οὐ γὰρ οἷόν τ’ ἐστὶ πάντως οἰναρίζειν τήμερον, οὐδὲ τυντλάζειν· ἐπειδὴ παρ‐ δακὸν τὸ χωρίον.
τ 1173 Τυντλώδους: ὑλώδους.
τ 1174 Τύμπανα: βάκλα. παρὰ τὸ τύπτειν. ξύλα, ἐν οἷς ἐτυμπάνιζον· ἐχρῶντο γὰρ ταύτῃ τῇ τιμωρίᾳ.
τ 1175 Τυπαῖς: πληγαῖς. ἔχοντας τύμπανα καὶ τύπους. τουτέστι πληγάς.
τ 1176 Τυπείς: πληγείς, τρωθείς. καὶ Τυπεῖσι, τρωθεῖσι.
τ 1177 Τύπη· ὥστε συνέβαινεν ὑπὸ τοῦ πυρὸς τὰς βάσεις τῶν πύργων καὶ τὰ τύπη τῶν κριῶν ἀχρειωθῆναι.
τ 1178 Τύπος: χαρακτήρ. πρόσειπε τούτῳ πολλὰ παρ’ ἐμοῦ· ὃν εἰ προλαβὼν Ἀριστείδην Ἑρμοῦ λογίου τύπον εἰς ἀνθρώπους ἔφην ἐληλυθέναι, μόλις ἔτυχον τῆς ἀξίας, ὅτι πλέον ἐστὶν ἢ τύπος. καὶ Ἀππιανός· ὁ δὲ Ἀννίβας, Μαρκέλλου τοῦ ὑπάτου ἀποθανόντος, τῷ σώματι αὐτοῦ ἐπιστάς, ὡς εἶδε τὰ τραύματα πάντα ἐπὶ τῶν στέρνων, ἐπῄνεσε μὲν ὡς στρατιώτην, ἐπέσκωψε δὲ ὡς στρατηγόν. καὶ τὸν δακτύλιον αὐτοῦ περιελὼν ἐτύπωσεν ἐπιστολὴν τῇ σφραγῖδι Μαρκέλλου πρὶν αἰσθέσθαι πολλοὺς περὶ τοῦ θανάτου, καὶ αὐτόμολον ἄνδρα Ῥωμαῖον ἔπεμψε φέρειν, δηλοῦντα, ὅτι στρατιὰ Μαρκέλλου κατόπιν ἔρχοιτο, καὶ ὁ Μάρκελλος αὐτὴν ὑποδέξασθαι κελεύοι.
τ 1179 Τυπῇσι: τρώσεσι.
τ 1180 Τυπῶ· αἰτιατικῇ.
τ 1181 Τύπωμα χαλκόπλευρον: τὸ ἄγγος, τὴν ὑδρίαν, ἐν ᾗ δῆθεν τὰ δοκοῦντα εἶναι ὀστέα Ὀρέστου ἀπέκειτο. τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν.
τ 1182 Τυπτήσεις: τύψεις. καὶ Τυπτῶ· αἰτιατικῇ.
τ 1183 Τυραννεῖον: κυρίως ἡ ἀκρόπολις. Τυραννία δὲ ἡ τυραννίς. καὶ Τυραννιῶ, ἐπιθυμῶ τυραννῆσαι.
τ 1184 Τυραννίων, Ἐπικρατίδου καὶ Λινδίας Ἀλεξανδρίνης, Ἀμισηνός. ἐχρημάτιζε δὲ Κορύμβου, γεγονὼς ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ πρότερον, μαθητὴς ἄλλων τε καὶ Ἑστιαίου τοῦ Ἀμισηνοῦ, ὑφ’ οὗ καὶ Τυραννίων ὠνομάσθη, ὡς κατατρέχων τῶν ὁμοσχόλων, πρότερον καλούμενος Θεόφραστος. εἶτα διήκουσε καὶ Διονυσίου τοῦ Θρᾳκὸς ἐν Ῥόδῳ. ἀντεσοφίστευσε δὲ Δημητρίῳ τῷ Ἐρυθραίῳ· ἤχθη δὲ εἰς Ῥώμην, ληφθεὶς αἰχμάλωτος ὑπὸ Λουκούλλου, ὅτε κατεπολέμησε Μιθριδάτην, τὸν Πόντου βασιλεύσαντα. διαπρεπὴς δὲ γενόμενος ἐν Ῥώμῃ καὶ πλούσιος ἐκτήσατο καὶ βιβλίων ὑπὲρ τὰς τρεῖς μυριάδας. ἐτελεύτησε δὲ γηραιός, ὑπὸ ποδάγρας παραλυθείς, ὀλυμπιάδι ριηʹ, ἐν τῷ γʹ ἔτει τῆς ὀλυμπιάδος.
τ 1185 Τυραννίων, ὁ νεώτερος, Φοίνιξ, πατρὸς Ἀρτεμιδώρου, μα‐ θητὴς Τυραννίωνος τοῦ πρεσβυτέρου· διὸ καὶ ὠνομάσθη Τυραννίων, πρότερον καλούμενος Διοκλῆς. αἰχμάλωτος δὲ γενόμενος καὶ αὐτὸς ἐπὶ τοῦ πολέμου Ἀντωνίου καὶ Καίσαρος ὑπό τινος Δύμαντος ὠνήθη, τοῦ Καίσαρος ὄντος ἀπελευθέρου, εἶτα ἐδωρήθη Τερεντίᾳ τῇ τοῦ Κικέ‐ ρωνος γυναικί. ἐλευθερωθεὶς δὲ ὑπ’ αὐτῆς ἐσοφίστευσεν ἐν Ῥώμῃ. καὶ ἔγραψε βιβλία πρὸς ηʹ καὶ ξʹ, ὧν καὶ ταῦτα· Περὶ τῆς Ὁμηρικῆς προσῳδίας, Περὶ τῶν μερῶν τοῦ λόγου, ἐν ᾧ λέγει, ἄτομα μὲν εἶναι τὰ κύρια ὀνόματα, θεματικὰ δὲ τὰ προσηγορικά, ἀθέματα δὲ τὰ μετ‐ οχικά· Περὶ τῆς Ῥωμαϊκῆς διαλέκτου ὅτι ἐστὶν ἐκ τῆς Ἑλληνικῆς, ἐκ τοῦ Ἀντιγένους ὅτι ἀντιγένης ἡ Ῥωμαϊκὴ διάλεκτος, Ὅ τι διαφω‐ νοῦσιν οἱ νεώτεροι ποιηταὶ πρὸς Ὅμηρον, Ἐξήγησιν τοῦ Τυραννίωνος μερισμοῦ, Διόρθωσιν Ὁμηρικήν, Ὀρθογραφίαν.
τ 1186 Τυραννίων, ... ἢ Μεσσήνιος, φιλόσοφος. Οἰωνοσκοπικὰ ἐν βιβλίοις γʹ. καὶ ἄλλα δὲ τῶν βιβλίων αὐτοῦ φέρεται χρήσιμα.
τ 1187 Τύραννος: οἱ πρὸ τῶν Τρωϊκῶν ποιηταὶ τοὺς βασιλεῖς τυράννους προσηγόρευον, ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς Ἕλληνας διαδοθέντος κατὰ τοὺς Ἀρχιλόχου χρόνους, καθάπερ Ἱππίας ὁ σοφιστής φησιν. Ὅμηρος γοῦν τὸν πάντων παρανομώτατον Ἔχετον βασιλέα φησί, καὶ οὐ τύραννον. προσηγορεύθη δὲ τύραννος ἀπὸ Τυρ‐ ρηνῶν· χαλεποὺς γὰρ περὶ λῃστείας τούτους γενέσθαι. οὐδεὶς δὲ οὐδὲ ἄλλος τῶν ποιητῶν ἐν τοῖς ποιήμασιν αὐτοῦ μέμνηται τὸ τοῦ τυράννου ὄνομα. ὁ δὲ Ἀριστοτέλης ἐν Κυμαίων πολιτείᾳ τοὺς τυράν‐ νους φησὶ τὸ πρότερον αἰσυμνήτας καλεῖσθαι. εὐφημότερον γὰρ ἐκεῖνο τὸ ὄνομα. ὅτι καὶ ἕτεροι ἐτυράννησαν, ἀλλ’ ἡ τελευταία καὶ μεγίστη κά‐ κωσις πάσαις ταῖς πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγένετο.
τ 1188 Τύραννος Σικελίας· καὶ ζήτει ἐν τῷ τριόρχης.
τ 1189 Τύραννος, σοφιστής. Περὶ στάσεων, Περὶ διαιρέσεως λόγου βιβλία ιʹ.
τ 1190 Τυραννῶ· γενικῇ. ὁ δὲ Δευκαλίων ἐτυράννει τῶν εἰς Παρνασσὸν κατοι‐ κούντων.
τ 1191 Τυρβάζῃ: ἑτοιμάζῃ.
τ 1192 Τύρβη: ἀπόλαυσις, ἢ θόρυβος, ἢ τάραξις. Γέργηθες καλοῦνται παρὰ Μιλησίοις ἡ τύρβη καὶ οἱ χειρώνακτες. τουτέστιν οἱ διὰ χειρῶν ἐργαζόμενοι.
τ 1193 Τυρευθέντα: κινηθέντα, ταραχθέντα.
τ 1194 Τυρεύων: κατασκευάζων. καὶ Τυρεύσαντες, ἀντὶ τοῦ κατασκευάσαντες.
τ 1195 Τυρρηνία: χώρα. καὶ Τυρρηνοὶ οἱ λεγόμενοι Τοῦσκοι. ἱστορίαν δὲ παρ’ αὐτοῖς ἔμπειρος ἀνὴρ συνεγράψατο· ἔφη γὰρ τὸν δημιουργὸν τῶν πάντων θεὸν ιβʹ χιλιάδας ἐνιαυτῶν τοῖς πᾶσιν αὐτοῦ φιλοτιμήσασθαι κτίσμασι, καὶ ταύτας διαθεῖναι τοῖς ιβʹ λεγομένοις οἴκοις· καὶ τῇ μὲν αʹ χιλιάδι ποιῆσαι τὸν οὐρανὸν καὶ τὴν γῆν· τῇ δὲ βʹ ποιῆσαι τὸ στερέωμα τοῦτο τὸ φαινόμενον, καλέσας αὐτὸ οὐρα‐ νόν, τῇ γʹ τὴν θάλασσαν καὶ τὰ ὕδατα τὰ ἐν τῇ γῇ πάντα, τῇ δʹ τοὺς φωστῆρας τοὺς μεγάλους, ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέρας, τῇ εʹ πᾶσαν ψυχὴν πετεινῶν καὶ ἑρπετῶν καὶ τετράποδα, ἐν τῷ ἀέρι καὶ ἐν τῇ γῇ καὶ τοῖς ὕδασι, τῇ ϛʹ τὸν ἄνθρωπον. φαίνεται οὖν τὰς μὲν πρώτας ἓξ χιλιάδας πρὸ τῆς τοῦ ἀνθρώπου διαπλάσεως παρελη‐ λυθέναι· τὰς δὲ λοιπὰς ἓξ χιλιάδας διαμένειν τὸ γένος τῶν ἀνθρώ‐ πων. ὡς εἶναι τὸν πάντα χρόνον μέχρι τῆς συντελείας χιλιάδας ιβʹ.
τ 1196 Τυρμίδαι· δῆμος τῆς Οἰνηΐδος οἱ Τυρμίδαι.
τ 1197 Τυρόκνηστις: ἡ μάχαιρα. καὶ παροιμία· οὐ στήσομαι λέαιν’ ἐπὶ τυροκνήστιδος. ἀντὶ τοῦ ὡς λέαινα. σχῆμα δέ ἐστιν ἀκόλαστον καὶ ἑταιρικόν. τυρόκνηστις δὲ ἡ μάχαιρα. ἐπὶ δὲ ταῖς λαβαῖς τῶν μαχαιρῶν ἐλέφαντες λέοντες ἐγλύφοντο ὀκλάζοντες, ὅπως μὴ ἀπο‐ θραύοιντο αὐτῶν οἱ πόδες, εἰ ὀρθοὶ ἑστῶτες γλύφοιντο. λέγει οὖν ὅτι οὐκ ἐπ’ ἀνδρὶ στήσομαι πορνεύουσα, ὡς λέαινα ἐπὶ τυρο‐ κνήστιδος.
τ 1198 Τυρόκνη: ἡ μάχαιρα.
τ 1199 Τυροπωλήσω: ἀντὶ τοῦ σταθμήσω. πρὸς γὰρ σταθμὸν ἐπωλεῖτο ὁ τυρός.
τ 1200 Τύρος: πόλις. καὶ Τύριοι, οἱ πολῖται. καὶ ζήτει ἐν τῷ Παῦλος, πότε γέγονεν ἡ Τύρος μητρόπολις.
τ 1201 Τυροφόρον· ἐν Ἐπιγράμμασι· αἰχμητὰν δ’ ἐπέθυσεν ἀλέκτορα καὶ πλακόεντα παῖς Ἡγησιδίκου, πίονα, τυροφόρον.
τ 1202 Τυρσηνία: χώρα.
τ 1203 Τύρσις: ὁ περίβολος τοῦ τείχους. Ξενοφῶν· οὕτω δὴ Κῦρος κύκλῳ διαμετρήσας περὶ τὸ τεῖχος, ἀπολιπὼν ὅσον τύρσεσι μεγάλαις ἀπὸ τοῦ ποταμοῦ ὤρυσσεν ἐνθένδε τοῦ τείχους τάφρον ὑπερμεγέθη, καὶ τὴν γῆν ἀνέβαλλον πρὸς ἑαυτούς.
τ 1204 Τύρσος: τὸ ἐν ὕψει ᾠκοδομημένον.
τ 1205 Τυρταῖος, Ἀρχεμβρότου, Λάκων ἢ Μιλήσιος, ἐλεγειοποιὸς καὶ αὐλητής· ὃν λόγος τοῖς μέλεσι χρησάμενον παροτρῦναι Λακεδαιμονίους πολεμοῦντας Μεσσηνίοις καὶ ταύτῃ ἐπικρατεστέρους ποιῆσαι. ἔστι δὲ παλαίτατος, σύγχρονος τοῖς ἑπτὰ κληθεῖσι σοφοῖς, ἢ καὶ παλαίτερος. ἤκμαζε γοῦν κατὰ τὴν λεʹ ὀλυμπιάδα. ἔγραψε πολιτείαν Λακε‐ δαιμονίοις, καὶ ὑποθήκας δι’ ἐλεγείας, καὶ μέλη πολεμιστήρια, βι‐ βλία εʹ.
τ 1206 Τυρταῖος· ὅτι οἱ Λακεδαιμόνιοι ὤμοσαν ἢ Μεσσήνην αἱρήσειν ἢ αὐτοὶ τεθνήξεσθαι. χρήσαντος δὲ τοῦ θεοῦ στρατηγὸν παρὰ Ἀθη‐ ναίων λαβεῖν, λαμβάνουσι Τυρταῖον τὸν ποιητήν, χωλὸν ἄνδρα· ὃς ἐπ’ ἀρετὴν αὐτοὺς παρακαλῶν εἷλε τῷ κʹ ἔτει τὴν Μεσσήνην· καὶ ταύτην κατέσκαψαν καὶ τοὺς αἰχμαλώτους ἐν τοῖς Εἵλωσι κατέταξαν.
τ 1207 Τυτθήν: ὀλίγην, ἢ μικράν. καὶ Τυτθός, μικρός.
τ 1208 Τυφαονία: χώρα.
τ 1209 Τυφεδανός. ὦ οὗτος, τυφεδανὲ καὶ χοιρόθλιψ, ποθεῖς, ἐρᾶν τ’ ἔοικας ὡραίας σοροῦ.
τ 1210 Τυφεδῶνος: ὄνομα κύριον, ἢ τῆς καύσεως.
τ 1211 Τύφεται: καίεται.
τ 1212 Τυφήρεα: τυφωνικήν. λαμπάδα κηροχίτωνα, Κρόνου τυφήρεα λύχνον, σχοίνῳ καὶ λεπτῇ σφιγγομένην παπύρῳ.
τ 1213 Τυφλοπλαστεῖται: τυφλὸς ἀναπλάττεται. καὶ Τυφλο‐ πτεῖται, ὁμοίως.
τ 1214 Τυφλὴ ὁδός. ὁ δὲ ὁδοῖς ἐπιτυγχάνει τυφλαῖς καὶ ἀνεξό‐ δοις καὶ ἀτραποῖς σκολιωτέραις.
τ 1215 Τυφλὸς τά τ’ ὦτα τόν τε νοῦν τά τ’ ὄμματ’ εἶ. Οἰδί‐ πους. σὺ δ’ ἄθλιός γε, ταῦτ’ ὀνειδίζων, ἅ σοι οὐδεὶς ὃς οὐχὶ τῶνδ’ ὀνειδιεῖ τάχα. οἷον οὐδείς ἐστιν, ὃς οὐ ταῦτά σοι ὀνειδίσει, ἅπερ μοι ὠνείδισας. τὸ δὲ τάχα, ἀντὶ τοῦ ταχέως. καί σε μετ’ ὀλίγον ἐροῦσι τυφλόν. πρὸς Τειρεσίαν ὁ λόγος. λύσις ὀνείρου· τυφλὸν φέρεσθαι πάγκαλον πέλει λίαν.
τ 1216 Τυφλότερος ἀσπάλακος: διὰ τὸ μὴ ἔχειν τὸ ζῷον τοῦτο ὀφθαλμούς. φησὶ δ’ αὐτὸ Στησίμβροτος ὑπὸ τῆς Γῆς τυφλωθῆναι, διὰ τὸ φθείρειν τοὺς καρπούς· ἔχει γὰρ ὀδόντας μιαρωτάτους καὶ ῥύγχος ὥσπερ γαλῆς καὶ πόδας ὡς ἄρκτου.
τ 1217 Τυφλότερος λεβηρίδος καὶ Κενότερος λεβηρίδος: ἀμφότερα λέγεται. λεβηρὶς δὲ οἷον λεπηρίς. καὶ λεποστάται. καὶ ἐπὶ τεττίγων καὶ πάντων τῶν τὸ γῆρας ἀπολειπομένων.
τ 1218 Τυφλῶν ὀνείρων: ἤτοι τῶν ἀπατηλῶν. καὶ ἴσως περιέπεσε τοῦτο· δοιαὶ γάρ τε πύλαι ψευστάων εἰσὶν ὀνείρων. ἢ ὅτι μύουσι προσδιαλέγονται.
τ 1219 Τυφογέρων: ἐσχατόγηρως· ἢ ὑπερήφανος· τετυφωμένος γέρων.
τ 1220 Τυφομένης: καπνιζομένης, καιομένης. καὶ καπνῷ τύφειν δίκην σφηκῶν. τὸ ῥῆμα τύφω· ἐξ οὗ καὶ ἀτυφότατος.
τ 1221 Τῦφος: ἀλαζονεία, μανία. ὁ δὲ τοιοῦτος ἀγνοεῖ καὶ τετύ‐ φωται.
τ 1222 Τυφωεύς: ὄνομα κύριον.
τ 1223 Τυφών: οὐχ ἡ φλὸξ ἡ ἐκ τοῦ ἀέρος, ἀλλ’ ἐκ τῆς ἀναθυ‐ μιάσεως συστροφὴ πρὸ τοῦ ἐκπυρωθῆναι· ὡς Πλάτων ἐν Φαίδρῳ.
τ 1224 Τυφών: κεραυνὸς βίαιος, πολὺς καὶ πνευματώδης. ἢ πνεῦμα καπνῶδες, ἐρρωγὸς ἀπὸ νέφους. λέγεται καὶ διὰ τοῦ ς τυφώς· ἄρν’, ἄρνα μέλαιναν παῖδες ἐξενέγκατε· τυφὼς γὰρ ἐκβαίνειν παρα‐ σκευάζεται. τοὺς γὰρ καταιγιδώδεις ἀνέμους τυφὼς καλοῦσι. τούτῳ ἐνόμιζον μέλανα ἄρνα σφαγιάζειν, ὅπως λήξῃ τὸ πνεῦμα.
τ 1225 Τυφωνεύς.
τ 1226 Τυφῶνος: πυρώδους δαίμονος.
τ 1227 Τυφῶνος πολυπλοκώτερον: Τυφὼν ὁ λεγόμενος κεραυνω‐ θῆναι ὑπὸ Διός, τούτου ποικιλώτερον.
τ 1228 Τυφώς· γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην. Τυφὼς Γῆς μὲν ἦν υἱός, ἴσχυσε δὲ τοσοῦτον ὥστε οὐκ ἀνθρώποις δοκεῖν μόνοις φοβερὸς εἶναι, ἀλλὰ καὶ τοῖς θεοῖς· οἵτινες, ὡς μῦθος, καὶ εἰς ἀλόγων ζῴων μετεβάλλοντο μορφὰς διὰ τὸν ἐκείνου φόβον. ἐριώλη δὲ πνοὴ σφοδρά. ὁ δὲ τυφὼς μεῖζόν τι πνεῦμα καὶ κακο‐ ποιόν.
τ 1229 Τυφρηστός: ὄνομα πόλεως.
τ 1230 Τυχαία: ἀντὶ τοῦ κατὰ τύχην. οὐκ αὐτομάτῳ τινὶ συντυχίᾳ κατά τινα ἄτακτον καὶ τυχαίαν φορὰν οὕτως ἀναφαινόμενα, ἀλλ’ ὡς ἡ ἀναγκαία τῆς φύσεως τάξις ἐπιζητεῖ τὸ ἐν τοῖς γινομένοις ἀκόλουθον, οὕτως ἕκαστα γεγε‐ νῆσθαί φησιν. ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης ἐν τῇ Κοσμογενείᾳ λέγει.
τ 1231 Τύχαιος: ὁ τῆς Τύχης ναός.
τ 1232 Τύχη: συντυχία, παρὰ Σοφοκλεῖ. Πολύβιος· εἰ χρὴ τύχην λέγειν ἐπὶ τῶν τοιούτων· μήποτε γὰρ αὕτη μὲν κενῶς κληρονομεῖ τοιαύτην φήμην, αἴτιοι δ’ εἰσὶν οἱ χειρίζοντες τὰς πράξεις, τῷ ταῖς αὐταῖς ἐπιτρέχειν σεμνότητα καὶ μέγεθος, ποτὲ δὲ τοὐναντίον. καὶ Πισίδης· οὐκ ηὐλαβήθης οὐ τὰς δι’ ἡμᾶς ἀντιπραττούσας τύχας· εἰ χρὴ καλεῖν με τὰς ἁμαρτίας τύχας.
τ 1233 Τύχη· σκέψασθε πρὸς θεῶν τὴν τύχην δυοῖν βροτοῖν. Ἕκτωρ μέν, ᾧ δὴ τοῦτ’ ἐδωρήθη πάρα, ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων ἐκνάπτετ’ αἰὲν ἔστ’ ἀπέψυξε βίον· οὗτος δ’ ἐκείνου τήνδε δωρεὰν ἔχων πρὸς τοῦδ’ ὄλωλε θανασίμῳ πεσήματι. περὶ Ἕκτορος καὶ Αἴαντος ὁ λόγος. καὶ Σοφοκλῆς· ἄκουσον. ἀνθρώποισι τὰς μὲν ἐκ θεοῦ τύχας δοθείσας ἔστ’ ἀναγκαῖον φέρειν. ὅσοι δ’ ἑκουσίοισιν ἔγκεινται βλάβαις, ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν δίκαιόν ἐστιν οὔτ’ ἐποικτεί‐ ρειν τινά.
τ 1234 Τύχη· τύχη παρ’ Ἕλλησιν ἀπρονόητος κόσμου διοίκησις ἢ φορὰ ἐξ ἀδήλων εἰς ἄδηλον καὶ αὐτόματον, οἱ δὲ Χριστιανοὶ θεὸν ὁμο‐ λογοῦμεν διοικεῖν τὰ πάντα. καὶ Πολύβιός φησι. Τύχην δὲ λέγει ὁ Θουκυδίδης τὸν πόλεμον. Τύχη· οὐκ ἀνθρώπων βουλαῖς, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην καλεῖν εἰώθασιν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαίνοντα, εἴπερ αὐτοῖς ἔνδηλα γίνεται. τῷ γὰρ ἀλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. καὶ παροιμία· Τύχη Εὔριπος· ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθμήτων ἀνθρώπων. Τύχη λέγεται καὶ τὸ ἐπιτήδευμα. ὡς φέρε εἰπεῖν, ὁ παρεστὼς οὗτος πρῶτον εἰπάτω τοὔνομα, τὴν πατρίδα, τὴν τύχην, ἔπειτα καὶ τὸ σέβας.
τ 1235 Τυχηρότερος: εὐτυχέστερος.
τ 1236 Τυχιάδης: πατρωνυμικόν.
τ 1237 Τυχικός: ὄνομα κύριον.
τ 1238 Τυχίος: ὄνομα κύριον.
τ 1239 Τύχων, Τύχωνος: ὄνομα κύριον.
τ 1240 Τύψαι· ὅτι βαλεῖν τὸ πόρρωθεν πέμψαι, οὐτάσαι δὲ καὶ νύξαι, καὶ τύψαι, τὸ ἐκ χειρὸς τρῶσαι.

Also published as PDF.