---
title: Electra
title_greek: Ἠλέκτρα
author: Euripides
eul_wid: cbm-ax
eul_aid: cbm
canonical: "https://eulogikon.org/works/euripides-electra-cbm-ax"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Electra

*Ἠλέκτρα*

**Author:** Euripides

**eul_wid:** `cbm-ax` · [HTML page](https://eulogikon.org/works/euripides-electra-cbm-ax)

## Text

### 1

ΑΥΤΟΥΡΓΟΣ

### 1.1

Ὦ γῆς παλαιὸν Ἄργος, Ἰνάχου ῥοαί,

*[crux: παλαιὸν Ἄργος]*

### 1.2

ὅθεν ποτ’ ἄρας ναυσὶ χιλίαις Ἄρη

### 1.3

ἐς γῆν ἔπλευσε Τρωιάδ’ Ἀγαμέμνων ἄναξ.

### 1.4

κτείνας δὲ τὸν κρατοῦντ’ ἐν Ἰλιάδι χθονὶ

### 5.1

Πρίαμον ἑλών τε Δαρδάνου κλεινὴν πόλιν

### 5.2

ἀφίκετ’ ἐς τόδ’ Ἄργος, ὑψηλῶν δ’ ἐπὶ

### 5.3

ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.

### 5.4

κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασιν

### 5.5

θνήισκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλωι

### 10.1

καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.

### 10.2

χὠ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν

### 10.3

ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,

### 10.4

ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.

### 10.5

οὓς δ’ ἐν δόμοισιν ἔλιφ’ ὅτ’ ἐς Τροίαν ἔπλει,

### 15.1

ἄρσενά τ’ Ὀρέστην θῆλύ τ’ Ἠλέκτρας θάλος,

### 15.2

τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς

### 15.3

μέλλοντ’ Ὀρέστην χερὸς ὕπ’ Αἰγίσθου θανεῖν

### 15.4

Στροφίωι τ’ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν· ἢ δ’ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,

### 20.1

ταύτην ἐπειδὴ θαλερὸς εἶχ’ ἥβης χρόνος

### 20.2

μνηστῆρες ἤιτουν Ἑλλάδος πρῶτοι χθονός.

### 20.3

δείσας δὲ μή τωι παῖδ’ ἀριστέων τέκοι

### 20.4

Ἀγαμέμνονος ποινάτορ’, εἶχεν ἐν δόμοις

### 20.5

Αἴγισθος οὐδ’ ἥρμοζε νυμφίωι τινί.

### 25.1

ἐπεὶ δὲ καὶ τοῦτ’ ἦν φόβου πολλοῦ πλέων,

### 25.2

μή τωι λαθραίως τέκνα γενναίωι τέκοι,

### 25.3

κτανεῖν σφε βουλεύσαντος ὠμόφρων ὅμως

### 25.4

μήτηρ νιν ἐξέσωσεν Αἰγίσθου χερός.

### 25.5

ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ’ ὀλωλότα,

### 30.1

παίδων δ’ ἔδεισε μὴ φθονηθείη φόνωι.

### 30.2

ἐκ τῶνδε δὴ τοιόνδ’ ἐμηχανήσατο

### 30.3

Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς

### 30.4

Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφ’ ὃς ἂν κτάνηι,

### 30.5

ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν

### 35.1

δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο

### 35.2

γεγῶσιν (οὐ δὴ τοῦτό γ’ ἐξελέγχομαι·

### 35.3

λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ

### 35.4

πένητες, ἔνθεν ηὑγένει’ ἀπόλλυται),

### 35.5

ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.

### 40.1

εἰ γάρ νιν ἔσχεν ἀξίωμ’ ἔχων ἀνήρ,

### 40.2

εὕδοντ’ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος

### 40.3

φόνον δίκη τ’ ἂν ἦλθεν Αἰγίσθωι τότε.

### 40.4

ἣν οὔποθ’ ἁνὴρ ὅδε (σύνοιδέ μοι Κύπρις) ἤισχυν’ ἐν εὐνῆι· παρθένος δ’ ἔτ’ ἐστὶ δή.

### 45.1

αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα

### 45.2

λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.

### 45.3

στένω δὲ τὸν λόγοισι κηδεύοντ’ ἐμοὶ

### 45.4

ἄθλιον Ὀρέστην, εἴ ποτ’ εἰς Ἄργος μολὼν

### 45.5

γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται. ὅστις δέ μ’ εἶναί φησι μῶρον, εἰ λαβὼν

### 45.6

νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,

### 45.7

γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος

### 45.8

τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.

### 45.9

ΗΛΕΚΤΡΑ

### 54

ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,

### 55.1

ἐν ἧι τόδ’ ἄγγος τῶιδ’ ἐφεδρεῦον κάραι

### 55.2

φέρουσα πηγὰς ποταμίας μετέρχομαι

### 59

γόους τ’ ἀφίημ’ αἰθέρ’ ἐς μέγαν πατρί,

### 57.1

οὐ δή τι χρείας ἐς τοσόνδ’ ἀφιγμένη

### 57.2

ἀλλ’ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς.

### 60.1

ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,

### 60.2

ἐξέβαλέ μ’ οἴκων, χάριτα τιθεμένη πόσει·

### 60.3

τεκοῦσα δ’ ἄλλους παῖδας Αἰγίσθωι πάρα

### 60.4

πάρεργ’ Ὀρέστην κἀμὲ ποιεῖται δόμων.

### 60.5

Αυ. τί γὰρ τάδ’, ὦ δύστην’, ἐμὴν μοχθεῖς χάριν

### 65.1

πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,

### 65.2

καὶ ταῦτ’ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;

### 65.3

Ηλ. ἐγώ ς’ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·

### 65.4

ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.

### 65.5

μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς

### 70.1

ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω. δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω

### 70.2

μόχθου ’πικουφίζουσαν, ὡς ῥᾶιον φέρηις,

### 70.3

συνεκκομίζειν σοι πόνους. ἅλις δ’ ἔχεις

### 70.4

τἄξωθεν ἔργα· τἀν δόμοις δ’ ἡμᾶς χρεὼν

### 75.1

ἐξευτρεπίζειν. εἰσιόντι δ’ ἐργάτηι

### 75.2

θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.

### 75.3

Αυ. εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω

### 75.4

πηγαὶ μελάθρων τῶνδ’. ἐγὼ δ’ ἅμ’ ἡμέραι

### 75.5

βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.

### 80.1

ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα

### 80.2

βίον δύναιτ’ ἂν ξυλλέγειν ἄνευ πόνου.

### 80.3

ΟΡΕΣΤΗΣ

### 82.1

Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ

### 82.2

πιστὸν νομίζω καὶ φίλον ξένον τ’ ἐμοί·

### 82.3

μόνος δ’ Ὀρέστην τόνδ’ ἐθαύμαζες φίλων,

### 85.1

πράσσονθ’ ἃ πράσσω δείν’ ὑπ’ Αἰγίσθου παθών,

### 85.2

ὅς μου κατέκτα πατέρα χἠ πανώλεθρος

### 85.3

μήτηρ. ἀφῖγμαι δ’ ἐκ θεοῦ μυστηρίων

### 85.4

Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,

### 85.5

φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.

### 90.1

νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς

### 90.2

δάκρυά τ’ ἔδωκα καὶ κόμης ἀπηρξάμην

### 90.3

πυρᾶι τ’ ἐπέσφαξ’ αἶμα μηλείου φόνου,

### 90.4

λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.

### 90.5

καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,

### 95.1

δυοῖν δ’ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην

### 95.2

πρὸς τέρμονας γῆς τῆσδ’, ἵν’ ἐκβάλω πόδα

### 95.3

ἄλλην ἐπ’ αἶαν εἴ μέ τις γνοίη σκοπῶν, ζητῶν τ’ ἀδελφήν (φασὶ γάρ νιν ἐν γάμοις

### 95.4

ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν), ὡς συγγένωμαι καὶ φόνου συνεργάτιν

### 95.5

λαβὼν τά γ’ εἴσω τειχέων σαφῶς μάθω.

### 95.6

νῦν οὖν (ἕω γὰρ λευκὸν ὄμμ’ ἀναίρεται)

### 95.7

ἔξω τρίβου τοῦδ’ ἴχνος ἀλλαξώμεθα.

### 95.8

ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ

### 105.1

φανήσεται νῶιν, ἥντιν’ ἱστορήσομεν

### 105.2

εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.

### 105.3

ἀλλ’ εἰσορῶ γὰρ τήνδε πρόσπολόν τινα

### 105.4

πηγαῖον ἄχθος ἐν κεκαρμένωι κάραι

### 105.5

φέρουσαν, ἑζώμεσθα κἀκπυθώμεθα

### 110.1

δούλης γυναικός, ἤν τι δεξώμεσθ’ ἔπος

### 110.2

ἐφ’ οἷσι, Πυλάδη, τήνδ’ ἀφίγμεθα χθόνα.

### 110.3

Ηλ. σύντειν’ (ὥρα) ποδὸς ὁρμάν· ὤ,

### 110.4

ἔμβα ἔμβα κατακλαίουσα.

### 110.5

ἰώ μοί μοι.

### 115.1

ἐγενόμαν Ἀγαμέμνονος

### 115.2

καί μ’ ἔτικτε Κλυταιμήστρα

### 115.3

στυγνὰ Τυνδάρεω κόρα,

### 115.4

κικλήσκουσι δέ μ’ ἀθλίαν

### 115.5

Ἠλέκτραν πολιῆται.

### 120.1

φεῦ φεῦ σχετλίων πόνων

### 120.2

καὶ στυγερᾶς ζόας.

### 120.3

ὦ πάτερ, σὺ δ’ ἐν Ἀίδα κεῖσαι σᾶς ἀλόχου σφαγαῖς

### 120.4

Αἰγίσθου τ’, Ἀγάμεμνον.

### 125.1

ἴθι τὸν αὐτὸν ἔγειρε γόον,

### 125.2

ἄναγε πολύδακρυν ἁδονάν.

### 125.3

σύντειν’ (ὥρα) ποδὸς ὁρμάν· ὤ,

### 125.4

ἔμβα ἔμβα κατακλαίουσα.

### 125.5

ἰώ μοί μοι.

### 130.1

τίνα πόλιν, τίνα δ’ οἶκον, ὦ

### 130.2

τλᾶμον σύγγον’, ἀλατεύεις

### 130.3

οἰκτρὰν ἐν θαλάμοις λιπὼν

### 130.4

πατρώιοις ἐπὶ συμφοραῖς

### 130.5

ἀλγίσταισιν ἀδελφάν;

### 135.1

ἔλθοις δὲ πόνων ἐμοὶ

### 135.2

τᾶι μελέαι λυτήρ,

### 135.3

ὦ Ζεῦ Ζεῦ, πατρί θ’ αἱμάτων

### 135.4

αἰσχίστων ἐπίκουρος, Ἄρ‐

### 135.5

γει κέλσας πόδ’ ἀλάταν.

### 140.1

θὲς τόδε τεῦχος ἐμᾶς ἀπὸ κρατὸς ἑ‐

### 140.2

λοῦς’, ἵνα πατρὶ γόους νυχίους

### 140.3

ἐπορθοβοάσω·

### 140.4

ἰαχὰν ἀοιδὰν μέλος

*[crux: ἰαχὰν]*

### 143.1

Ἀίδα, πάτερ, σοὶ

### 143.2

κατὰ γᾶς ἐνέπω γόους

### 145.1

οἷς ἀεὶ τὸ κατ’ ἦμαρ

### 145.2

λείβομαι, κατὰ μὲν φίλαν

### 145.3

ὄνυχι τεμνομένα δέραν

### 145.4

χέρα τε κρᾶτ’ ἔπι κούριμον

### 145.5

τιθεμένα θανάτωι σῶι. ἒ ἔ, δρύπτε κάρα·

### 145.6

οἷα δέ τις κύκνος ἀχέτας

### 145.7

ποταμίοις παρὰ χεύμασιν

### 145.8

πατέρα φίλτατον καλεῖ,

### 145.9

ὀλόμενον δολίοις βρόχων

### 155.1

ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,

### 155.2

πάτερ, ἐγὼ κατακλαίομαι,

### 155.3

λουτρὰ πανύσταθ’ ὑδρανάμενον χροῒ

### 155.4

κοίται ἐν οἰκτροτάται θανάτου.

### 155.5

ἰώ μοι 〈ἰώ〉 μοι

### 160.1

πικρᾶς μὲν πελέκεως τομᾶς

### 160.2

σᾶς, πάτερ, πικρᾶς δ’ ἐκ

*[crux: ἐκ]*

### 161.1

Τροίας ὅδου βουλᾶς.

### 161.2

οὐ μίτραισι γυνά σε

### 161.3

δέξατ’ οὐδ’ ἐπὶ στεφάνοις,

### 161.4

ξίφεσι δ’ ἀμφιτόμοις λυγρὰν

### 165.1

Αἰγίσθου λώβαν θεμένα δόλιον ἔσχεν ἀκοίταν.

### 165.2

ΧΟΡΟΣ

### 167.1

Ἀγαμέμνονος ὦ κόρα, ἤλυθον, Ἠλέκτρα,

### 167.2

ποτὶ σὰν ἀγρότειραν αὐλάν.

### 167.3

ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ

### 170.1

Μυκηναῖος οὐριβάτας·

### 170.2

ἀγγέλλει δ’ ὅτι νῦν τριταί‐

### 170.3

αν καρύσσουσιν θυσίαν

### 170.4

Ἀργεῖοι, πᾶσαι δὲ παρ’ Ἥ‐

### 170.5

ραν μέλλουσιν παρθενικαὶ στείχειν.

### 175.1

Ηλ. οὐκ ἐπ’ ἀγλαΐαις, φίλαι,

### 175.2

θυμὸν οὐδ’ ἐπὶ χρυσέοις

### 175.3

ὅρμοις ἐκπεπόταμαι

### 175.4

τάλαιν’, οὐδ’ ἱστᾶσα χοροὺς

### 175.5

Ἀργείαις ἅμα νύμφαις

### 180.1

εἱλικτὸν κρούσω πόδ’ ἐμόν.

### 180.2

δάκρυσι νυχεύω, δακρύων δέ μοι μέλει

### 183.1

δειλαίαι τὸ κατ’ ἦμαρ.

### 183.2

σκέψαι μου πιναρὰν κόμαν

### 185.1

καὶ τρύχη τάδ’ ἐμῶν πέπλων,

### 185.2

εἰ πρέποντ’ Ἀγαμέμνονος

### 185.3

κούραι τᾶι βασιλείαι

### 185.4

τᾶι Τροίαι θ’, ἃ ’μοῦ πατέρος

### 185.5

μέμναταί ποθ’ ἁλοῦσα.

### 190.1

Χο. μεγάλα θεός· ἀλλ’ ἴθι καὶ παρ’ ἐμοῦ χρῆσαι

### 190.2

πολύπηνα φάρεα δῦναι

### 190.3

χρύσεά τε χάρισιν προσθήματ’ ἀγλαΐας.

### 190.4

δοκεῖς τοῖσι σοῖς δακρύοις

### 190.5

μὴ τιμῶσα θεοὺς κρατή‐

### 195.1

σειν ἐχθρῶν; οὔτοι στοναχαῖς

### 195.2

ἀλλ’ εὐχαῖσι θεοὺς σεβί‐

### 195.3

ζους’ ἕξεις εὐαμερίαν, ὦ παῖ.

### 195.4

Ηλ. οὐδεὶς θεῶν ἐνοπᾶς κλύει

### 195.5

τᾶς δυσδαίμονος, οὐ παλαι‐ ῶν πατρὸς σφαγιασμῶν.

### 195.6

οἴμοι τοῦ καταφθιμένου

### 195.7

τοῦ τε ζῶντος ἀλάτα,

### 195.8

ὅς που γᾶν ἄλλαν κατέχει

### 205.1

μέλεος ἀλαίνων ποτὶ θῆσσαν ἑστίαν,

### 205.2

τοῦ κλεινοῦ πατρὸς ἐκφύς.

### 205.3

αὐτὰ δ’ ἐν χερνῆσι δόμοις

### 205.4

ναίω ψυχὰν τακομένα

### 205.5

δωμάτων φυγὰς πατρίων

### 210.1

οὐρείας ἀν’ ἐρίπνας.

### 210.2

μάτηρ δ’ ἐν λέκτροις φονίοις

### 210.3

ἄλλωι σύγγαμος οἰκεῖ.

### 210.4

Χο. πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει

### 210.5

σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.

### 215.1

Ηλ. οἴμοι· γυναῖκες, ἐξέβην θρηνημάτων. ξένοι τινὲς παρ’ οἶκον οἵδ’ ἐφεστίους

### 215.2

εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·

### 215.3

φυγῆι σὺ μὲν κατ’ οἶμον, ἐς δόμους δ’ ἐγὼ

### 215.4

φῶτας κακούργους ἐξαλύξωμεν ποδί.

### 220.1

Ορ. μέν’, ὦ τάλαινα· μὴ τρέσηις ἐμὴν χέρα.

### 220.2

Ηλ. ὦ Φοῖβ’ Ἄπολλον, προσπίτνω σε μὴ θανεῖν.

### 220.3

Ορ. ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.

### 220.4

Ηλ. ἄπελθε, μὴ ψαῦ’ ὧν σε μὴ ψαύειν χρεών.

### 220.5

Ορ. οὐκ ἔσθ’ ὅτου θίγοιμ’ ἂν ἐνδικώτερον.

### 225.1

Ηλ. καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾶις ἐμοῖς;

### 225.2

Ορ. μείνας’ ἄκουσον, καὶ τάχ’ οὐκ ἄλλως ἐρεῖς.

### 225.3

Ηλ. ἕστηκα· πάντως δ’ εἰμὶ σή· κρείσσων γὰρ εἶ.

### 225.4

Ορ. ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.

### 225.5

Ηλ. ὦ φίλτατ’, ἆρα ζῶντος ἢ τεθνηκότος;

### 230.1

Ορ. ζῆι· πρῶτα γάρ σοι τἀγάθ’ ἀγγέλλειν θέλω.

### 230.2

Ηλ. εὐδαιμονοίης μισθὸν ἡδίστων λόγων.

### 230.3

Ορ. κοινῆι δίδωμι τοῦτο νῶιν ἀμφοῖν ἔχειν.

### 230.4

Ηλ. ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;

### 230.5

Ορ. οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.

### 235.1

Ηλ. οὔ που σπανίζων τοῦ καθ’ ἡμέραν βίου;

### 235.2

Ορ. ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.

### 235.3

Ηλ. λόγον δὲ δὴ τίν’ ἦλθες ἐκ κείνου φέρων;

### 235.4

Ορ. εἰ ζῆις, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.

### 235.5

Ηλ. οὔκουν ὁρᾶις μου πρῶτον ὡς ξηρὸν δέμας;

### 240.1

Ορ. λύπαις γε συντετηκός, ὥστε με στένειν.

### 240.2

Ηλ. καὶ κρᾶτα πλόκαμόν τ’ ἐσκυθισμένον ξυρῶι.

### 240.3

Ορ. δάκνει ς’ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ. Ηλ. οἴμοι· τί γάρ μοι τῶνδέ γ’ ἐστὶ φίλτερον;

### 240.4

Ορ. φεῦ φεῦ· τί δ’ αὖ σοῦ σῶι κασιγνήτωι δοκεῖς;

### 245.1

Ηλ. ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.

### 245.2

Ορ. ἐκ τοῦ δὲ ναίεις ἐνθάδ’ ἄστεως ἑκάς;

### 245.3

Ηλ. ἐγημάμεσθ’, ὦ ξεῖνε, θανάσιμον γάμον.

### 245.4

Ορ. ὤιμωξ’ ἀδελφὸν σόν. Μυκηναίων τίνι;

### 245.5

Ηλ. οὐχ ὧι πατήρ μ’ ἤλπιζεν ἐκδώσειν ποτέ. Ορ. εἴφ’, ὡς ἀκούσας σῶι κασιγνήτωι λέγω.

### 245.6

Ηλ. ἐν τοῖσδ’ ἐκείνου τηλορὸς ναίω δόμοις.

### 245.7

Ορ. σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.

### 245.8

Ηλ. πένης ἀνὴρ γενναῖος ἔς τ’ ἔμ’ εὐσεβής.

### 245.9

Ορ. ἡ δ’ εὐσέβεια τίς πρόσεστι σῶι πόσει;

### 255.1

Ηλ. οὐπώποτ’ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.

### 255.2

Ορ. ἅγνευμ’ ἔχων τι θεῖον ἤ ς’ ἀπαξιῶν;

### 255.3

Ηλ. γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.

### 255.4

Ορ. καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;

### 255.5

Ηλ. οὐ κύριον τὸν δόντα μ’ ἡγεῖται, ξένε.

### 260.1

Ορ. ξυνῆκ’· Ὀρέστηι μή ποτ’ ἐκτείσηι δίκην.

### 260.2

Ηλ. τοῦτ’ αὐτὸ ταρβῶν· πρὸς δὲ καὶ σώφρων ἔφυ.

### 260.3

Ορ. φεῦ·

### 262.1

γενναῖον ἄνδρ’ ἔλεξας, εὖ τε δραστέον.

### 262.2

Ηλ. εἰ δή ποθ’ ἥξει γ’ ἐς δόμους ὁ νῦν ἀπών.

### 262.3

Ορ. μήτηρ δέ ς’ ἡ τεκοῦσα ταῦτ’ ἠνέσχετο;

### 265.1

Ηλ. γυναῖκες ἀνδρῶν, ὦ ξέν’, οὐ παίδων φίλαι.

### 265.2

Ορ. τίνος δέ ς’ οὕνεχ’ ὕβρις’ Αἴγισθος τάδε;

### 265.3

Ηλ. τεκεῖν μ’ ἐβούλετ’ ἀσθενῆ, τοιῶιδε δούς.

### 265.4

Ορ. ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;

### 265.5

Ηλ. τοιαῦτ’ ἐβούλευς’· ὧν ἐμοὶ δοίη δίκην.

### 270.1

Ορ. οἶδεν δέ ς’ οὖσαν παρθένον μητρὸς πόσις; Ηλ. οὐκ οἶδε· σιγῆι τοῦθ’ ὑφαιρούμεσθά νιν.

### 270.2

Ορ. αἵδ’ οὖν φίλαι σοι τούσδ’ ἀκούουσιν λόγους;

### 270.3

Ηλ. ὥστε στέγειν γε τἀμὰ καὶ ς’ ἔπη καλῶς.

### 270.4

Ορ. τί δῆτ’ Ὀρέστης πρὸς τάδ’, Ἄργος ἢν μόληι;

### 275.1

Ηλ. ἤρου τόδ’; αἰσχρόν γ’ εἶπας· οὐ γὰρ νῦν ἀκμή;

### 275.2

Ορ. ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;

### 275.3

Ηλ. τολμῶν ὑπ’ ἐχθρῶν οἷ’ ἐτολμήθη πατήρ.

*[crux: πατήρ]*

### 275.4

Ορ. ἦ καὶ μετ’ αὐτοῦ μητέρ’ ἂν τλαίης κτανεῖν;

### 275.5

Ηλ. ταὐτῶι γε πελέκει τῶι πατὴρ ἀπώλετο.

### 280.1

Ορ. λέγω τάδ’ αὐτῶι, καὶ βέβαια τἀπὸ σοῦ;

### 280.2

Ηλ. θάνοιμι μητρὸς αἷμ’ ἐπισφάξας’ ἐμῆς.

### 280.3

Ορ. φεῦ·

### 282.1

εἴθ’ ἦν Ὀρέστης πλησίον κλύων τάδε.

### 282.2

Ηλ. ἀλλ’, ὦ ξέν’, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.

### 282.3

Ορ. νέα γάρ, οὐδὲν θαῦμ’, ἀπεζεύχθης νέου.

### 285.1

Ηλ. εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.

### 285.2

Ορ. ἆρ’ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;

### 285.3

Ηλ. πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.

### 285.4

Ορ. ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;

### 285.5

Ηλ. ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.

### 290.1

Ορ. οἴμοι, τόδ’ οἷον εἶπας· αἴσθησις γὰρ οὖν

### 290.2

καὶ τῶν θυραίων πημάτων δάκνει βροτούς.

### 290.3

λέξον δ’, ἵν’ εἰδὼς σῶι κασιγνήτωι φέρω

### 290.4

λόγους ἀτερπεῖς ἀλλ’ ἀναγκαίους κλύειν.

### 290.5

ἔνεστι δ’ οἶκτος ἀμαθίαι μὲν οὐδαμοῦ,

### 295.1

σοφοῖσι δ’ ἀνδρῶν· καὶ γὰρ οὐδ’ ἀζήμιον γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.

### 295.2

Χο. κἀγὼ τὸν αὐτὸν τῶιδ’ ἔρον ψυχῆς ἔχω.

### 295.3

πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ

### 295.4

οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν. Ηλ. λέγοιμ’ ἄν, εἰ χρή (χρὴ δὲ πρὸς φίλον λέγειν),

### 295.5

τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.

### 295.6

ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,

### 295.7

ἄγγελλ’ Ὀρέστηι τἀμὰ κἀκείνου κακά,

### 295.8

πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,

### 305.1

πίνωι θ’ ὅσωι βέβριθ’, ὑπὸ στέγαισί τε

### 305.2

οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,

### 305.3

αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους

### 305.4

ἢ γυμνὸν ἕξω σῶμα καὶ στερήσομαι

### post 308

〈〉,

### 309

αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη.

### 310.1

ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη

### 310.2

ἀναίνομαι γυναῖκας οὖσα παρθένος,

### 310.3

αἰσχύνομαι δὲ Κάστορ’, ὃς πρὶν ἐς θεοὺς

### 310.4

ἐλθεῖν ἔμ’ ἐμνήστευεν, οὖσαν ἐγγενῆ.

### 310.5

μήτηρ δ’ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν

### 315.1

θρόνωι κάθηται, πρὸς δ’ ἕδραισιν Ἀσίδες

### 315.2

δμωαὶ στατίζους’, ἃς ἔπερς’ ἐμὸς πατήρ,

### 315.3

Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι

### 315.4

πόρπαισιν. αἷμα δ’ ἔτι πατρὸς κατὰ στέγας

### 315.5

μέλαν σέσηπεν, ὃς δ’ ἐκεῖνον ἔκτανεν

### 320.1

ἐς ταὐτὰ βαίνων ἅρματ’ ἐκφοιτᾶι πατρί, καὶ σκῆπτρ’ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει

### 320.2

μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.

### 320.3

Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος

### 320.4

οὔπω χοάς ποτ’ οὐδὲ κλῶνα μυρσίνης

### 325.1

ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.

### 325.2

μέθηι δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις

### 325.3

ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρώισκει τάφωι

### 325.4

πέτροις τε λεύει μνῆμα λάινον πατρός,

### 325.5

καὶ τοῦτο τολμᾶι τοὔπος εἰς ἡμᾶς λέγειν·

### 330.1

Ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβωι καλῶς

### 330.2

παρὼν ἀμύνει; ταῦτ’ ἀπὼν ὑβρίζεται.

### 330.3

ἀλλ’, ὦ ξέν’, ἱκετεύω ς’, ἀπάγγειλον τάδε.

### 330.4

πολλοὶ δ’ ἐπιστέλλουσιν, ἑρμηνεὺς δ’ ἐγώ,

### 330.5

αἱ χεῖρες ἡ γλῶσς’ ἡ ταλαίπωρός τε φρὴν

### 335.1

κάρα τ’ ἐμὸν ξυρῆκες ὅ τ’ ἐκεῖνον τεκών.

### 335.2

αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,

### 335.3

ὁ δ’ ἄνδρ’ ἕν’ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,

### 335.4

νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.

### 335.5

Χο. καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,

### 340.1

λήξαντα μόχθου πρὸς δόμους ὁρμώμενον.

### 340.2

Αυ. ἔα· τίνας τούσδ’ ἐν πύλαις ὁρῶ ξένους;

### 340.3

τίνος δ’ ἕκατι τάσδ’ ἐπ’ ἀγραύλους πύλας

### 340.4

προσῆλθον; ἦ ’μοῦ δεόμενοι; γυναικί τοι

### 340.5

αἰσχρὸν μετ’ ἀνδρῶν ἑστάναι νεανιῶν.

### 345.1

Ηλ. ὦ φίλτατ’, εἰς ὕποπτα μὴ μόληις ἐμοί·

### 345.2

τὸν ὄντα δ’ εἴσηι μῦθον· οἵδε γὰρ ξένοι

### 345.3

ἥκους’ Ὀρέστου πρὸς ἐμὲ κήρυκες λόγων.

### 345.4

ἀλλ’, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.

### 345.5

Αυ. τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος; Ηλ. ἔστιν λόγωι γοῦν, φασὶ δ’ οὐκ ἄπιστ’ ἐμοί.

### 345.6

Αυ. ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;

### 345.7

Ηλ. ἐν ἐλπίσιν ταῦτ’· ἀσθενὴς φεύγων ἀνήρ.

### 345.8

Αυ. ἦλθον δ’ Ὀρέστου τίνα πορεύοντες λόγον;

### 345.9

Ηλ. σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.

### 355.1

Αυ. οὔκουν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις;

### 355.2

Ηλ. ἴσασιν, οὐδὲν τῶνδ’ ἔχουσιν ἐνδεές.

### 355.3

Αυ. οὔκουν πάλαι χρῆν τοῖσδ’ ἀνεπτύχθαι πύλας;

### 355.4

χωρεῖτ’ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων

### 355.5

ξενίων κυρήσεθ’, οἷ’ ἐμὸς κεύθει δόμος.

### 360.1

[αἴρεσθ’, ὀπαδοί, τῶνδ’ ἔσω τεύχη δόμων.]

### 360.2

καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι

### 360.3

μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,

### 360.4

οὔτοι τό γ’ ἦθος δυσγενὲς παρέξομαι.

### 360.5

Ορ. πρὸς θεῶν, ὅδ’ ἁνὴρ ὃς συνεκκλέπτει γάμους

### 365.1

τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;

### 365.2

Ηλ. οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.

### 365.3

Ορ. φεῦ·

### 367.1

οὐκ ἔστ’ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·

### 367.2

ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.

### 367.3

ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς

### 370.1

τὸ μηδὲν ὄντα, χρηστὰ δ’ ἐκ κακῶν τέκνα,

### 370.2

λιμόν τ’ ἐν ἀνδρὸς πλουσίου φρονήματι, γνώμην δὲ μεγάλην ἐν πένητι σώματι.

### 370.3

[πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;

### 370.4

πλούτωι; πονηρῶι τἄρα χρήσεται κριτῆι.

### 375.1

ἢ τοῖς ἔχουσι μηδέν; ἀλλ’ ἔχει νόσον

### 375.2

πενία, διδάσκει δ’ ἄνδρα τῆι χρείαι κακόν.

### 375.3

ἀλλ’ εἰς ὅπλ’ ἐλθών; τίς δὲ πρὸς λόγχην βλέπων

### 375.4

μάρτυς γένοιτ’ ἂν ὅστις ἐστὶν ἁγαθός;

### 375.5

κράτιστον εἰκῆι ταῦτ’ ἐᾶν ἀφειμένα.]

### 380.1

οὗτος γὰρ ἁνὴρ οὔτ’ ἐν Ἀργείοις μέγας

### 380.2

οὔτ’ αὖ δοκήσει δωμάτων ὠγκωμένος,

### 380.3

ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.

### 380.4

οὐ μὴ ἀφρονήσεθ’, οἳ κενῶν δοξασμάτων

### 380.5

πλήρεις πλανᾶσθε, τῆι δ’ ὁμιλίαι βροτῶν

### 385.1

κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;

### 385.2

[οἱ γὰρ τοιοῦτοι τὰς πόλεις οἰκοῦσιν εὖ

### 385.3

καὶ δώμαθ’· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν

### 385.4

ἀγάλματ’ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ

### 385.5

μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·

### 390.1

ἐν τῆι φύσει δὲ τοῦτο κἀν εὐψυχίαι.]

### 390.2

ἀλλ’ ἄξιος γὰρ ὅ τε παρὼν ὅ τ’ οὐ παρὼν

### 390.3

Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχ’ ἥκομεν,

### 390.4

δεξώμεθ’ οἴκων καταλύσεις. χωρεῖν χρεών,

### 390.5

δμῶες, δόμων τῶνδ’ ἐντός. ὡς ἐμοὶ πένης

### 395.1

εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.

### 395.2

αἰνῶ μὲν οὖν τοῦδ’ ἀνδρὸς ἐσδοχὰς δόμων,

### 395.3

ἐβουλόμην δ’ ἂν εἰ κασίγνητός με σὸς

### 395.4

ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.

### 395.5

ἴσως δ’ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.

### 395.6

Χο. νῦν ἢ πάροιθε μᾶλλον, Ἠλέκτρα, χαρᾶι

### 395.7

θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν

### 395.8

μόλις προβαίνους’ ἡ τύχη σταίη καλῶς.

### 395.9

Ηλ. ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν

### 405.1

τί τούσδ’ ἐδέξω μείζονας σαυτοῦ ξένους;

### 405.2

Αυ. τί δ’; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,

### 405.3

οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξους’ ὁμῶς;

### 405.4

Ηλ. ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,

### 405.5

ἔλθ’ ὡς παλαιὸν τροφέ’ ἐμοῦ φίλον πατρός,

### 410.1

ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους

### 410.2

τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς

### 410.3

ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·

### 410.4

κέλευε δ’ αὐτὸν τόνδ’ ἐς δόμους ἀφιγμένον

*[crux: αὐτὸν τόνδ’ ἐς δόμους ἀφιγμένον]*

### 410.5

ἐλθεῖν ξένιά τ’ ἐς δαῖτα πορσῦναί τινα.

### 415.1

ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,

### 415.2

ζῶντ’ εἰσακούσας παῖδ’ ὃν ἐκσώιζει ποτέ.

### 415.3

οὐ γὰρ πατρώιων ἐκ δόμων μητρὸς πάρα

### 415.4

λάβοιμεν ἄν τι· πικρὰ δ’ ἀγγείλαιμεν ἄν,

### 415.5

εἰ ζῶντ’ Ὀρέστην ἡ τάλαιν’ αἴσθοιτ’ ἔτι.

### 420.1

Αυ. ἀλλ’, εἰ δοκεῖ σοι, τούσδ’ ἀπαγγελῶ λόγους

### 420.2

γέροντι· χώρει δ’ ἐς δόμους ὅσον τάχος καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ

### 420.3

χρήιζους’ ἂν εὕροι δαιτὶ προσφορήματα.

### 420.4

ἔστιν δὲ δὴ τοσαῦτά γ’ ἐν δόμοις ἔτι

### 425.1

ὥσθ’ ἕν γ’ ἐπ’ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.

### 425.2

ἐν τοῖς τοιούτοις δ’ ἡνίκ’ ἂν γνώμη πέσηι,

### 425.3

σκοπῶ τὰ χρήμαθ’ ὡς ἔχει μέγα σθένος

### 425.4

ξένοις τε δοῦναι σῶμά τ’ ἐς νόσους πεσὸν

### 425.5

δαπάναισι σῶσαι· τῆς δ’ ἐφ’ ἡμέραν βορᾶς

### 430.1

ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ

### 430.2

ὁ πλούσιός τε χὠ πένης ἴσον φέρει.

### 430.3

Χο. κλειναὶ νᾶες, αἵ ποτ’ ἔβατε Τροίαν

### 430.4

τοῖς ἀμετρήτοις ἐρετμοῖς

### 430.5

πέμπουσαι χορεύματα Νηρήιδων,

### 435.1

ἵν’ ὁ φίλαυλος ἔπαλλε δελ‐

### 435.2

φὶς πρώιραις κυανεμβόλοι‐

### 435.3

σιν εἱλισσόμενος,

### 435.4

πορεύων τὸν τᾶς Θέτιδος

### 435.5

κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ

### 440.1

σὺν Ἀγαμέμνονι Τρωίας

### 440.2

ἐπὶ Σιμουντίδας ἀκτάς.

### 440.3

Νηρῆιδες δ’ Εὐβοῖδας ἄκρας λιποῦσαι

### 440.4

μόχθους ἀσπιστὰς ἀκμόνων

### 440.5

Ἡφαίστου χρυσέων ἔφερον τευχέων,

### 445.1

ἀνά τε Πήλιον ἀνά τ’ ἐρυ‐

### 445.2

μνᾶς Ὄσσας ἱερὰς νάπας

### 445.3

Νυμφαίας σκοπιὰς

### 445.4

κόρας μάτευσ’ ἔνθα πατὴρ

*[crux: κόρας μάτευσ’]*

### 445.5

ἱππότας τρέφεν Ἑλλάδι φῶς Θέτιδος εἰναλίας γόνον

### 445.6

ταχύπορον πόδ’ Ἀτρείδαις.

### 445.7

Ἰλιόθεν δ’ ἔκλυόν τινος ἐν λιμέσιν

### 445.8

Ναυπλίοις βεβῶτος

### 445.9

τᾶς σᾶς, ὦ Θέτιδος παῖ,

### 455.1

κλεινᾶς ἀσπίδος ἐν κύκλωι

### 455.2

τοιάδε σήματα δείματα

*[crux: δείματα]*

### 455.3

Φρύγια τετύχθαι·

*[crux: τετύχθαι]*

### 455.4

περιδρόμωι μὲν ἴτυος ἕδραι

### 455.5

Περσέα λαιμοτόμαν ὑπὲρ ἁλὸς

### 460.1

ποτανοῖσι πεδίλοις κορυφὰν Γοργόνος ἴσχειν,

### 460.2

Διὸς ἀγγέλωι σὺν Ἑρμᾶι,

### 460.3

τῶι Μαίας ἀγροτῆρι κούρωι

### 464

ἐν δὲ μέσωι κατέλαμπε σάκει φαέθων

### 465.1

κύκλος ἁλίοιο

### 465.2

ἵπποις ἂμ πτεροέσσαις ἄστρων τ’ αἰθέριοι χοροί,

### 465.3

Πλειάδες Ὑάδες, Ἕκτορος

*[crux: Ἕκτορος]*

### 465.4

ὄμμασι τροπαῖοι·

*[crux: τροπαῖοι]*

### 470.1

ἐπὶ δὲ χρυσοτύπωι κράνει

### 470.2

Σφίγγες ὄνυξιν ἀοίδιμον ἄγραν

### 470.3

φέρουσαι· περιπλεύρωι δὲ κύτει πύρπνοος ἔσπευ‐

### 470.4

δε δρόμωι λέαινα χαλαῖς

### 475.1

Πειρηναῖον ὁρῶσα πῶλον.

### 475.2

ἄορι δ’ ἐν φονίωι τετραβάμονες ἵπποι ἔπαλλον,

### 475.3

κελαινὰ δ’ ἀμφὶ νῶθ’ ἵετο κόνις.

### 475.4

τοιῶνδ’ ἄνακτα δοριπόνων

### 480.1

ἔκανεν ἀνδρῶν, Τυνδαρί,

### 480.2

σὰ λέχεα, κακόφρον κόρα.

### 483.1

τοιγάρ σοί ποτ’ οὐρανίδαι

### 483.2

πέμψουσιν θανάτου δίκαν.

### 485.1

ἔτ’ ἔτι φόνιον ὑπὸ δέραν

### 485.2

ὄψομαι αἷμα χυθὲν σιδάρωι.

### 485.3

ΠΡΕΣΒΥΣ

### 487.1

ποῦ ποῦ νεᾶνις πότνι’ ἐμὴ δέσποινά τε,

### 487.2

Ἀγαμέμνονος παῖς, ὅν ποτ’ ἐξέθρεψ’ ἐγώ;

### 487.3

ὡς πρόσβασιν τῶνδ’ ὀρθίαν οἴκων ἔχει

### 490.1

ῥυσῶι γέροντι τῶιδε προσβῆναι ποδί.

### 490.2

ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.

### 490.3

ὦ θύγατερ (ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ),

### 490.4

ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων

### 495.1

ποίμνης νεογνὸν θρέμμ’ ὑποσπάσας τόδε

### 495.2

στεφάνους τε τευχέων τ’ ἐξελὼν τυρεύματα,

### 495.3

πολιόν τε θησαύρισμα Διονύσου τόδε

### 495.4

ὀσμῆι κατῆρες, σμικρὸν ἀλλ’ ἐπεσβαλεῖν

### 495.5

ἡδὺ σκύφον τοῦδ’ ἀσθενεστέρωι ποτῶι. ἴτω φέρων τις τοῖς ξένοις τάδ’ ἐς δόμους.

### 495.6

ἐγὼ δὲ τρύχει τῶιδ’ ἐμῶν πέπλων κόρας

### 495.7

δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.

### 495.8

Ηλ. τί δ’, ὦ γεραιέ, διάβροχον τόδ’ ὄμμ’ ἔχεις;

### 495.9

μῶν τἀμὰ διὰ χρόνου ς’ ἀνέμνησεν κακῶν;

### 505.1

ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις

### 505.2

καὶ πατέρα τὸν ἐμόν, ὅν ποτ’ ἐν χεροῖν ἔχων

### 505.3

ἀνόνητ’ ἔθρεψάς σοί τε καὶ τοῖς σοῖς φίλοις;

### 505.4

Πρ. ἀνόνηθ’· ὅμως δ’ οὖν τοῦτό γ’ οὐκ ἠνεσχόμην·

### 505.5

ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργ’ ὁδοῦ

### 510.1

καὶ προσπεσὼν ἔκλαυς’ ἐρημίας τυχών,

### 510.2

σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,

### 510.3

ἔσπεισα, τύμβωι δ’ ἀμφέθηκα μυρσίνας.

### 510.4

πυρᾶς δ’ ἔπ’ αὐτῆς οἶν μελάγχιμον πόκωι

### 510.5

σφάγιον ἐσεῖδον αἷμά τ’ οὐ πάλαι χυθὲν

### 515.1

ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.

### 515.2

κἀθαύμας’, ὦ παῖ, τίς ποτ’ ἀνθρώπων ἔτλη

### 515.3

πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.

### 515.4

ἀλλ’ ἦλθ’ ἴσως που σὸς κασίγνητος λάθραι,

### 515.5

μολὼν δ’ ἐθαύμας’ ἄθλιον τύμβον πατρός.

### 520.1

σκέψαι δὲ χαίτην προστιθεῖσα σῆι κόμηι, εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·

### 520.2

φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ἦι πατρός,

### 520.3

τὰ πόλλ’ ὅμοια σώματος πεφυκέναι.

### 520.4

Ηλ. οὐκ ἄξι’ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,

### 525.1

εἰ κρυπτὸν ἐς γῆν τήνδ’ ἂν Αἰγίσθου φόβωι

### 525.2

δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.

### 525.3

ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,

### 525.4

ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,

### 525.5

ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλ’ ἀμήχανον.

### 530.1

πολλοῖς δ’ ἂν εὕροις βοστρύχους ὁμοπτέρους

### 530.2

καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.

### 530.3

Πρ. σὺ δ’ εἰς ἴχνος βᾶς’ ἀρβύλης σκέψαι βάσιν

### 530.4

εἰ σύμμετρος σῶι ποδὶ γενήσεται, τέκνον.

### 530.5

Ηλ. πῶς δ’ ἂν γένοιτ’ ἂν ἐν κραταιλέωι πέδωι

### 535.1

γαίας ποδῶν ἔκμακτρον; εἰ δ’ ἔστιν τόδε,

### 535.2

δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτ’ ἴσος

### 535.3

ἀνδρός τε καὶ γυναικός, ἀλλ’ ἅρσην κρατεῖ.

### 535.4

Πρ. οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολὼν

### post 538

〈〉

### 539

κερκίδος ὅτωι γνοίης ἂν ἐξύφασμα σῆς,

### 540.1

ἐν ὧι ποτ’ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;

### 540.2

Ηλ. οὐκ οἶσθ’, Ὀρέστης ἡνίκ’ ἐκπίπτει χθονός,

### 540.3

νέαν μ’ ἔτ’ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,

### 540.4

πῶς ἂν τότ’ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,

### 540.5

εἰ μὴ ξυναύξοινθ’ οἱ πέπλοι τῶι σώματι;

### 545.1

ἀλλ’ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος

### 545.2

ἐκείρατ’ ἢ τῆσδε σκοποὺς λαβὼν χθονός. Πρ. οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν

*[crux: ἐκείρατ’ ἢ τῆσδε σκοποὺς λαβὼν χθονός]*

### 545.3

αὐτοὺς ἐρέσθαι σοῦ κασιγνήτου πέρι.

### 545.4

Ηλ. οἵδ’ ἐκ δόμων βαίνουσι λαιψηρῶι ποδί. Πρ. ἀλλ’ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλωι τόδε·

### 545.5

πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.

### 545.6

ὅμως δὲ χαίρειν τοὺς ξένους προσεννέπω.

### 545.7

Ορ. χαῖρ’, ὦ γεραιέ. τοῦ ποτ’, Ἠλέκτρα, τόδε

### 545.8

παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;

### 555.1

Ηλ. οὗτος τὸν ἁμὸν πατέρ’ ἔθρεψεν, ὦ ξένε.

### 555.2

Ορ. τί φήις; ὅδ’ ὃς σὸν ἐξέκλεψε σύγγονον;

### 555.3

Ηλ. ὅδ’ ἔσθ’ ὁ σώσας κεῖνον, εἴπερ ἔστ’ ἔτι.

### 555.4

Ορ. ἔα·

### 558.1

τί μ’ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν

### 558.2

λαμπρὸν χαρακτῆρ’; ἦ προσεικάζει μέ τωι;

### 560.1

Ηλ. ἴσως Ὀρέστου ς’ ἥλιχ’ ἥδεται βλέπων.

### 560.2

Ορ. φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;

### 560.3

Ηλ. καὐτὴ τόδ’ εἰσορῶσα θαυμάζω, ξένε.

### 560.4

Πρ. ὦ πότνι’, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.

### 560.5

Ηλ. τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;

### 565.1

Πρ. λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.

### 565.2

Ηλ. ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;

### 565.3

Πρ. βλέψον νυν ἐς τόνδ’, ὦ τέκνον, τὸν φίλτατον.

### 565.4

Ηλ. πάλαι δέδορκα· μὴ σύ γ’ οὐκέτ’ εὖ φρονεῖς;

### 565.5

Πρ. οὐκ εὖ φρονῶ ’γὼ σὸν κασίγνητον βλέπων;

### 570.1

Ηλ. πῶς εἶπας, ὦ γεραί’, ἀνέλπιστον λόγον;

### 570.2

Πρ. ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.

### 570.3

Ηλ. ποῖον χαρακτῆρ’ εἰσιδών, ὧι πείσομαι;

### 570.4

Πρ. οὐλὴν παρ’ ὀφρύν, ἥν ποτ’ ἐν πατρὸς δόμοις

### 570.5

νεβρὸν διώκων σοῦ μέθ’ ἡιμάχθη πεσών.

### 575.1

Ηλ. πῶς φήις; ὁρῶ μὲν πτώματος τεκμήριον. Πρ. ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;

### 575.2

Ηλ. ἀλλ’ οὐκέτ’, ὦ γεραιέ· συμβόλοισι γὰρ

### 575.3

τοῖς σοῖς πέπεισμαι θυμόν. ὦ χρόνωι φανείς,

### 575.4

ἔχω ς’ ἀέλπτως Ορ. κἀξ ἐμοῦ γ’ ἔχηι χρόνωι.

### 580.1

Ηλ. οὐδέποτε δόξας’. Ορ. οὐδ’ ἐγὼ γὰρ ἤλπισα.

### 580.2

Ηλ. ἐκεῖνος εἶ σύ; Ορ. σύμμαχός γέ σοι μόνος.

### 580.3

ἢν δ’ ἀνσπάσωμαί γ’ ὃν μετέρχομαι βόλον

### post 582

〈〉

### 583.1

πέποιθα δ’· ἢ χρὴ μηκέθ’ ἡγεῖσθαι θεούς,

### 583.2

εἰ τἄδικ’ ἔσται τῆς δίκης ὑπέρτερα.

### 585.1

Χο. ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα,

### 585.2

κατέλαμψας, ἔδειξας ἐμφανῆ

### 585.3

πόλει πυρσόν, ὃς παλαιᾶι φυγᾶι

### 585.4

πατρίων ἀπὸ δωμάτων τάλας

### 585.5

ἀλαίνων ἔβα.

### 590.1

θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει

### 590.2

νίκαν, ὦ φίλα.

### 593.1

ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς

### 593.2

ἐς θεούς, τύχαι σοι τύχαι

### 595.1

κασίγνητον ἐμβατεῦσαι πόλιν.

### 595.2

Ορ. εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων

### 595.3

ἔχω, χρόνωι δὲ καὖθις αὐτὰ δώσομεν.

### 595.4

σὺ δ’, ὦ γεραιέ, καίριος γὰρ ἤλυθες,

### 595.5

λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρὸς μητέρα τε 〈τὴν〉 κοινωνὸν ἀνοσίων γάμων;

### 595.6

ἔστιν τί μοι κατ’ Ἄργος εὐμενὲς φίλων;

### 595.7

ἢ πάντ’ ἀνεσκευάσμεθ’, ὥσπερ αἱ τύχαι;

### 595.8

τῶι ξυγγένωμαι; νύχιος ἢ καθ’ ἡμέραν;

### 595.9

ποίαν ὁδὸν τραπώμεθ’ εἰς ἐχθροὺς ἐμούς;

### 605.1

Πρ. ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.

### 605.2

εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,

### 605.3

κοινῆι μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.

### 605.4

σὺ δ’ (ἐκ βάθρων γὰρ πᾶς ἀνήιρησαι φίλοις

### 605.5

οὐδ’ ἐλλέλοιπας ἐλπίδ’) ἴσθι μου κλύων·

### 610.1

ἐν χειρὶ τῆι σῆι πάντ’ ἔχεις καὶ τῆι τύχηι,

### 610.2

πατρῶιον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.

### 610.3

Ορ. τί δῆτα δρῶντες τοῦδ’ ἂν ἐξικοίμεθα;

### 610.4

Πρ. κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.

### 610.5

Ορ. ἥκω ’πὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;

### 615.1

Πρ. τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ’ ἂν εἰ θέλοις.

### 615.2

Ορ. φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;

### 615.3

Πρ. ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.

### 615.4

Ορ. εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.

### 615.5

Πρ. τἄμ’ οὖν ἄκουσον· ἄρτι γάρ μ’ ἐσῆλθέ τι.

### 620.1

Ορ. ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ’ ἐγώ.

### 620.2

Πρ. Αἴγισθον εἶδον, ἡνίχ’ εἷρπον ἐνθάδε.

### 620.3

Ορ. προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;

### 620.4

Πρ. ἀγρῶν πέλας τῶνδ’, ἱπποφορβίων ἔπι.

### 620.5

Ορ. τί δρῶνθ’; ὁρῶ γὰρ ἐλπίδ’ ἐξ ἀμηχάνων.

### 625.1

Πρ. Νύμφαις ἐπόρσυν’ ἔροτιν, ὡς ἔδοξέ μοι.

### 625.2

Ορ. τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;

### 625.3

Πρ. οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.

### 625.4

Ορ. πόσων μετ’ ἀνδρῶν; ἢ μόνος δμώων μέτα; Πρ. οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.

### 630.1

Ορ. οὔ πού τις ὅστις γνωριεῖ μ’ ἰδών, γέρον;

### 630.2

Πρ. δμῶες μέν εἰσιν, οἳ σέ γ’ οὐκ εἶδόν ποτε.

### 630.3

Ορ. ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;

### 630.4

Πρ. δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.

### 630.5

Ορ. πῶς οὖν ἂν αὐτῶι πλησιασθείην ποτέ;

### 635.1

Πρ. στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.

### 635.2

Ορ. ὁδὸν παρ’ αὐτήν, ὡς ἔοικ’, ἀγροὺς ἔχει.

### 635.3

Πρ. ὅθεν 〈γ’〉 ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.

### 635.4

Ορ. πικρόν γε συνθοινάτορ’, ἢν θεὸς θέληι.

### 635.5

Πρ. τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.

### 640.1

Ορ. καλῶς ἔλεξας. ἡ τεκοῦσα δ’ ἐστὶ ποῦ;

### 640.2

Πρ. Ἄργει· παρέσται δ’ οὖν πόσει θοίνην ἔπι.

### 640.3

Ορ. τί δ’ οὐχ ἅμ’ ἐξωρμᾶτ’ ἐμὴ μήτηρ πόσει;

### 640.4

Πρ. ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.

### 640.5

Ορ. ξυνῆχ’· ὕποπτος οὖσα γιγνώσκει πόλει.

### 645.1

Πρ. τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.

### 645.2

Ορ. πῶς οὖν; ἐκείνην τόνδε τ’ ἐν ταὐτῶι κτενῶ;

### 645.3

Ηλ. ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.

### 645.4

Ορ. καὶ μὴν ἐκεῖνά γ’ ἡ τύχη θήσει καλῶς.

### 645.5

Ηλ. ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε. Ορ. ἔσται τάδ’· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;

### 645.6

Ηλ. λέγ’, ὦ γεραιέ, τάδε Κλυταιμήστραι μολών.

### post 651

〈Πρ.〉

### 652.1

〈Ηλ.〉 λεχώ μ’ ἀπάγγελλ’ οὖσαν ἄρσενος τόκωι.

### 652.2

Πρ. πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;

### 652.3

Ηλ. δέχ’ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.

### 655.1

Πρ. καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;

### 655.2

Ηλ. ἥξει κλύουσα λόχιά μου νοσήματα.

### 655.3

Πρ. πόθεν; τί δ’ αὐτῆι σοῦ μέλειν δοκεῖς, τέκνον;

*[crux: τί δ’]*

### 655.4

Ηλ. ναί· καὶ δακρύσει γ’ ἀξίωμ’ ἐμῶν τόκων.

### 655.5

Πρ. ἴσως· πάλιν μοι μῦθον ἐς καμπὴν ἄγε.

### 660.1

Ηλ. ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.

### 660.2

Πρ. καὶ μὴν ἐπ’ αὐτάς γ’ εἶσι σῶν δόμων πύλας.

### 660.3

Ηλ. οὔκουν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τότε;

### 660.4

Πρ. εἰ γὰρ θάνοιμι τοῦτ’ ἰδὼν ἐγώ ποτε.

### 660.5

Ηλ. πρώτιστα μέν νυν τῶιδ’ ὑφήγησαι, γέρον.

### 665.1

Πρ. Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;

### 665.2

Ηλ. ἔπειτ’ ἀπαντῶν μητρὶ τἀπ’ ἐμοῦ φράσον.

### 665.3

Πρ. ὥστ’ αὐτά γ’ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.

### 665.4

Ηλ. σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.

### 665.5

Ορ. στείχοιμ’ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ’ ὁδοῦ.

### 670.1

Πρ. καὶ μὴν ἐγὼ πέμποιμ’ ἂν οὐκ ἀκουσίως.

### 670.2

Ορ. ὦ Ζεῦ πατρῶιε καὶ τροπαῖ’ ἐχθρῶν ἐμῶν

### 670.3

〈Ηλ.〉 οἴκτιρέ γ’ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν.

### 670.4

Πρ. οἴκτιρε δῆτα σοῦ γε φύντας ἐκγόνους.

### 670.5

Ορ. Ἥρα τε βωμῶν ἣ Μυκηναίων κρατεῖς

### 675.1

〈Ηλ.〉 νίκην δὸς ἡμῖν, εἰ δίκαι’ αἰτούμεθα.

### 675.2

Πρ. δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.

### 675.3

Ορ. σύ τ’ ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ

### 675.4

〈Ηλ.〉 καὶ Γαῖ’ ἄνασσα, χεῖρας ἧι δίδωμ’ ἐμάς

### 675.5

〈Πρ.〉 ἄμυν’ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.

### 680.1

〈Ορ.〉 νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών

### 680.2

〈Ηλ.〉 οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορί

### 683

〈Πρ.〉 χὤσοι στυγοῦσιν ἀνοσίους μιάστορας.

### 682

〈Ορ.〉 ἤκουσας, ὦ δείν’ ἐξ ἐμῆς μητρὸς παθών;

### 684

Πρ. πάντ’, οἶδ’, ἀκούει τάδε πατήρ· στείχειν δ’ ἀκμή.

### 693

Ηλ. πάντ’, οἶδα· πρὸς τάδ’ ἄνδρα γίγνεσθαί σε χρή.

### 685.1

[καί σοι προφωνῶ πρὸς τάδ’ Αἴγισθον θανεῖν·

### 685.2

ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῆι,

### 685.3

τέθνηκα κἀγὼ μηδέ με ζῶσαν λέγε·

### 685.4

παίσω κάρα γὰρ τοὐμὸν ἀμφήκει ξίφει.

### 685.5

δόμων ἔσω βᾶς’ εὐτρεπὲς ποιήσομαι.]

### 690.1

ὡς ἢν μὲν ἔλθηι πύστις εὐτυχὴς σέθεν,

### 690.2

ὀλολύξεται πᾶν δῶμα· θνήισκοντος δέ σου

### 690.3

τἀναντί’ ἔσται τῶνδε· ταῦτα σοὶ λέγω.

### 694

ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε

### 695.1

κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δ’ ἐγὼ

### 695.2

πρόχειρον ἔγχος χειρὶ βαστάζους’ ἐμῆι. οὐ γάρ ποτ’ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη

### 695.3

δίκην ὑφέξω, σῶμ’ ἐμὸν καθυβρίσαι.

### 695.4

Χο. ἀταλᾶς ὑπὸ ματέρος Ἀργείων ὀρέων ποτὲ κληδὼν

*[crux: ματέρος Ἀργείων]*

### 695.5

ἐν πολιαῖσι μένει φήμαις

### 695.6

εὐαρμόστοις ἐν καλάμοις

### 695.7

Πᾶνα μοῦσαν ἡδύθροον

### 695.8

πνέοντ’, ἀγρῶν ταμίαν,

### 705.1

χρυσέαν ἄρνα καλλίποκον

### 705.2

πορεῦσαι. πετρίνοις δ’ ἐπι‐

### 705.3

στὰς κᾶρυξ ἰαχεῖ βάθροις·

### 705.4

Ἀγορὰν ἀγοράν, Μυκη‐

### 705.5

ναῖοι, στείχετε μακαρίων

### 710.1

ὀψόμενοι τυράννων

### 710.2

φάσματα δείματα.

*[crux: δείματα]*

### 710.3

χοροὶ δ’ Ἀτρειδῶν ἐγέραιρον οἴκους.

### 710.4

θυμέλαι δ’ ἐπίτναντο χρυσήλατοι,

### 710.5

σελαγεῖτο δ’ ἀν’ ἄστυ

### 715.1

πῦρ ἐπιβώμιον Ἀργείων·

### 715.2

λωτὸς δὲ φθόγγον κελάδει

### 715.3

κάλλιστον, Μουσᾶν θεράπων,

### 715.4

μολπαὶ δ’ ηὔξοντ’ ἐραταὶ

### 715.5

χρυσέας ἀρνὸς ἐπίλογοι

*[crux: ἐπίλογοι]*

### 720.1

Θυέστου· κρυφίαις γὰρ εὐ‐ ναῖς πείσας ἄλοχον φίλαν

### 720.2

Ἀτρέως, τέρας ἐκκομί‐

### 720.3

ζει πρὸς δώματα· νεόμενος δ’

### 720.4

εἰς ἀγόρους ἀυτεῖ

### 725.1

τὰν κερόεσσαν ἔχειν

### 725.2

χρυσεόμαλλον κατὰ δῶμα ποίμναν.

### 725.3

τότε δὴ τότε 〈δὴ〉 φαεν‐

### 725.4

νὰς ἄστρων μετέβας’ ὁδοὺς

### 725.5

Ζεὺς καὶ φέγγος ἀελίου

### 730.1

λευκόν τε πρόσωπον ἀοῦς,

### 730.2

τὰ δ’ ἕσπερα νῶτ’ ἐλαύνει

### 730.3

θερμᾶι φλογὶ θεοπύρωι,

### 730.4

νεφέλαι δ’ ἔνυδροι πρὸς ἄρκτον,

### 730.5

ξηραί τ’ Ἀμμωνίδες ἕδραι

### 735.1

φθίνους’ ἀπειρόδροσοι,

### 735.2

καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.

### 735.3

λέγεται 〈τάδε〉, τὰν δὲ πί‐

### 735.4

στιν σμικρὰν παρ’ ἔμοιγ’ ἔχει,

### 735.5

στρέψαι θερμὰν ἀέλιον

### 740.1

χρυσωπὸν ἕδραν ἀλλάξαν‐

### 740.2

τα δυστυχίαι βροτείωι

### 740.3

θνατᾶς ἕνεκεν δίκας.

### 740.4

φοβεροὶ δὲ βροτοῖσι μῦθοι

### 740.5

κέρδος πρὸς θεῶν θεραπείαν.

### 745.1

ὧν οὐ μνασθεῖσα πόσιν κτείνεις, κλεινῶν συγγενέτειρ’ ἀδελφῶν.

### 745.2

ἔα ἔα·

### 747.1

φίλαι, βοῆς ἠκούσατ’, ἢ δοκὼ κενὴ

### 747.2

ὑπῆλθέ μ’, ὥστε νερτέρας βροντῆς Διός;

### 747.3

ἰδού, τάδ’ οὐκ ἄσημα πνεύματ’ αἴρεται. δέσποιν’, ἄμειψον δώματ’, Ἠλέκτρα, τάδε.

### 747.4

Ηλ. φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;

### 747.5

Χο. οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.

### 747.6

Ηλ. ἤκουσα κἀγώ, τηλόθεν μὲν ἀλλ’ ὅμως.

### 747.7

Χο. μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.

### 755.1

Ηλ. Ἀργεῖος ὁ στεναγμὸς ἢ φίλων ἐμῶν;

### 755.2

Χο. οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.

### 755.3

Ηλ. σφαγὴν ἀυτεῖς τῆιδέ μοι· τί μέλλομεν;

### 755.4

Χο. ἔπισχε, τρανῶς ὡς μάθηις τύχας σέθεν.

### 755.5

Ηλ. οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;

### 760.1

Χο. ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.

### 760.2

ΑΓΓΕΛΟΣ

### 761.1

ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,

### 761.2

νικῶντ’ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,

### 761.3

Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδωι

### 761.4

Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.

### 765.1

Ηλ. τίς δ’ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;

### 765.2

Αγ. οὐκ οἶσθ’ ἀδελφοῦ μ’ εἰσορῶσα πρόσπολον;

### 765.3

Ηλ. ὦ φίλτατ’, ἔκ τοι δείματος δυσγνωσίαν

### 765.4

εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.

### 765.5

τί φήις; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;

### 770.1

Αγ. τέθνηκε· δίς σοι ταὔθ’, ἃ γοῦν βούληι, λέγω. Ηλ. ὦ θεοί, Δίκη τε πάνθ’ ὁρῶς’, ἦλθές ποτε.

### 770.2

ποίωι τρόπωι δὲ καὶ τίνι ῥυθμῶι φόνου

### 770.3

κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.

### 770.4

Αγ. ἐπεὶ μελάθρων τῶνδ’ ἀπήραμεν πόδα,

### 775.1

ἐσβάντες ἦιμεν δίκροτον εἰς ἁμαξιτὸν

### 775.2

ἔνθ’ ἦν ὁ καινὸς τῶν Μυκηναίων· ἄναξ.

### 775.3

κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,

### 775.4

δρέπων τερείνης μυρσίνης κάραι πλόκους·

### 775.5

ἰδὼν δ’ ἀυτεῖ· Χαίρετ’, ὦ ξένοι· τίνες

### 780.1

πόθεν πορεύεσθ’ ἔστε τ’ ἐκ ποίας χθονός;

### 780.2

ὁ δ’ εἶπ’ Ὀρέστης· Θεσσαλοί· πρὸς δ’ Ἀλφεὸν

### 780.3

θύσοντες ἐρχόμεσθ’ Ὀλυμπίωι Διί.

### 780.4

κλύων δὲ ταῦτ’ Αἴγισθος ἐννέπει τάδε·

### 780.5

Νῦν μὲν παρ’ ἡμῖν χρὴ συνεστίους ὁμοῦ

### 785.1

θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν

### 785.2

Νύμφαις· ἑῶιοι δ’ ἐξαναστάντες λέχους

### 785.3

ἐς ταὐτὸν ἥξετ’. ἀλλ’ ἴωμεν ἐς δόμους—

### 785.4

καὶ ταῦθ’ ἅμ’ ἠγόρευε καὶ χερὸς λαβὼν

### 785.5

παρῆγεν ἡμᾶς—οὐδ’ ἀπαρνεῖσθαι χρεών.

### 790.1

ἐπεὶ δ’ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·

### 790.2

λούτρ’ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,

### 790.3

ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.

### 790.4

ἀλλ’ εἶπ’ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα

### 790.5

λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.

### 795.1

εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,

### 795.2

Αἴγισθ’, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ’, ἄναξ.

### 795.3

τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον· λόγχας δὲ θέντες δεσπότου φρουρήματα

### 795.4

δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας· οἱ μὲν σφαγεῖον ἔφερον, οἱ δ’ ἦιρον κανᾶ,

### 795.5

ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ’ ἐσχάραις

### 795.6

λέβητας ὤρθουν· πᾶσα δ’ ἐκτύπει στέγη.

### 795.7

λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν

### 795.8

ἔβαλλε βωμούς, τοιάδ’ ἐννέπων ἔπη·

### 805.1

Νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν

### 805.2

καὶ τὴν κατ’ οἴκους Τυνδαρίδα δάμαρτ’ ἐμὴν

### 805.3

πράσσοντας ὡς νῦν, τοὺς δ’ ἐμοὺς ἐχθροὺς κακῶς—

### 805.4

λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ’ ἐμὸς

### 805.5

τἀναντί’ ηὔχετ’, οὐ γεγωνίσκων λόγους,

### 810.1

λαβεῖν πατρῶια δώματ’. ἐκ κανοῦ δ’ ἑλὼν

### 810.2

Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα

### 810.3

τεμὼν ἐφ’ ἁγνὸν πῦρ ἔθηκε δεξιᾶι,

### 810.4

κἄσφαξ’ ἐπ’ ὤμων μόσχον ὡς ἦραν χεροῖν

### 810.5

δμῶες, λέγει δὲ σῶι κασιγνήτωι τάδε·

### 815.1

Ἓν τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς

### 815.2

εἶναι τόδ’, ὅστις ταῦρον ἀρταμεῖ καλῶς

### 815.3

ἵππους τ’ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,

### 815.4

δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.

### 815.5

ὁ δ’ εὐκρότητον Δωρίδ’ ἁρπάσας χεροῖν,

### 820.1

ῥίψας ἀπ’ ὤμων εὐπρεπῆ πορπάματα,

### 820.2

Πυλάδην μὲν εἵλετ’ ἐν πόνοις ὑπηρέτην,

### 820.3

δμῶας δ’ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα

### 820.4

λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·

### 820.5

θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς

### 825.1

δισσοὺς διαύλους ἱππίους διήνυσεν, κἀνεῖτο λαγόνας. ἱερὰ δ’ ἐς χεῖρας λαβὼν

### 825.2

Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν

### 825.3

σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας

### 825.4

κακὰς ἔφαινον τῶι σκοποῦντι προσβολάς.

### 830.1

χὠ μὲν σκυθράζει, δεσπότης δ’ ἀνιστορεῖ·

### 830.2

Τί χρῆμ’ ἀθυμεῖς; Ὦ ξέν’, ὀρρωδῶ τινα

### 830.3

δόλον θυραῖον. ἔστι δ’ ἔχθιστος βροτῶν

### 830.4

Ἀγαμέμνονος παῖς πολέμιός τ’ ἐμοῖς δόμοις.

### 830.5

ὁ δ’ εἶπε· Φυγάδος δῆτα δειμαίνεις δόλον,

### 835.1

πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια

### 835.2

θοινασόμεσθα, Φθιάδ’ ἀντὶ Δωρικῆς

### 835.3

οἴσει τις ἡμῖν κοπίδ’ ἀναρρῆξαι χέλυν;

### 835.4

λαβὼν δὲ κόπτει. σπλάγχνα δ’ Αἴγισθος λαβὼν

### 835.5

ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω

### 840.1

ὄνυχας ἔπ’ ἄκρους στὰς κασίγνητος σέθεν

### 840.2

ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ

### 840.3

ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμ’ ἄνω κάτω

### 840.4

ἤσπαιρεν ἠλέλιζε δυσθνήισκων φόνωι.

### 840.5

δμῶες δ’ ἰδόντες εὐθὺς ἦιξαν ἐς δόρυ,

### 845.1

πολλοὶ μάχεσθαι πρὸς δύ’· ἀνδρείας δ’ ὕπο

### 845.2

ἔστησαν ἀντίπρωιρα σείοντες βέλη

### 845.3

Πυλάδης Ὀρέστης τ’. εἶπε δ’· Οὐχὶ δυσμενὴς

### 845.4

ἥκω πόλει τῆιδ’ οὐδ’ ἐμοῖς ὀπάοσιν,

### 845.5

φονέα δὲ πατρὸς ἀντετιμωρησάμην τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,

### 845.6

πατρὸς παλαιοὶ δμῶες. οἱ δ’, ἐπεὶ λόγων

### 845.7

ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δ’ ὑπὸ

### 845.8

γέροντος ἐν δόμοισιν ἀρχαίου τινός. στέφουσι δ’ εὐθὺς σοῦ κασιγνήτου κάρα

### 855.1

χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ

### 855.2

κάρα ’πιδείξων, οὐχὶ Γοργόνος φέρων

### 855.3

ἀλλ’ ὃν στυγεῖς Αἴγισθον. αἷμα δ’ αἵματος

### 855.4

πικρὸς δανεισμὸς ἦλθε τῶι θανόντι νῦν.

### 855.5

Χο. θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, ὡς νεβρὸς οὐράνιον

### 861.1

πήδημα κουφίζουσα σὺν ἀγλαΐαι.

### 861.2

νικᾶι στεφαναφόρα κρείσσω τῶν παρ’ Ἀλφειοῦ

### 861.3

ῥεέθροις τελέσας

### 861.4

κασίγνητος σέθεν· ἀλλ’ ὑπάειδε

### 865.1

καλλίνικον ὠιδὰν ἐμῶι χορῶι.

### 865.2

Ηλ. ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,

### 865.3

ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,

### 865.4

νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τ’ ἐλεύθεροι,

### 865.5

ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.

### 870.1

φέρ’, οἷα δὴ ’χω καὶ δόμοι κεύθουσί μου

### 870.2

κόμης ἀγάλματ’ ἐξενέγκωμεν, φίλαι,

### 870.3

στέψω τ’ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.

### 870.4

Χο. σὺ μέν νυν ἀγάλματ’ ἄειρε κρατί· τὸ δ’ ἁμέτερον

### 875.1

χωρήσεται Μούσαισι χόρευμα φίλον.

### 875.2

νῦν οἱ πάρος ἁμετέρας γαίας τυραννεύσουσι φίλοι βασιλῆς

### 878.1

δικαίως, τοὺς ἀδίκους καθελόντες.

### 878.2

ἀλλ’ ἴτω ξύναυλος βοὰ χαρᾶι.

### 880.1

Ηλ. ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου

### 880.2

γεγώς, Ὀρέστα, τῆς ὑπ’ Ἰλίωι μάχης,

### 880.3

δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.

### 880.4

ἥκεις γὰρ οὐκ ἀχρεῖον ἕκπλεθρον δραμὼν

### 880.5

ἀγῶν’ ἐς οἴκους ἀλλὰ πολέμιον κτανὼν

### 885.1

Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσεν.

### 885.2

σύ τ’, ὦ παρασπίστ’, ἀνδρὸς εὐσεβεστάτου

### 885.3

παίδευμα, Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς

### 885.4

δέχου· φέρηι γὰρ καὶ σὺ τῶιδ’ ἴσον μέρος

### 885.5

ἀγῶνος. αἰεὶ δ’ εὐτυχεῖς φαίνοισθέ μοι.

### 890.1

Ορ. θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης

### 890.2

ἀρχηγέτας τῆσδ’, εἶτα κἄμ’ ἐπαίνεσον

### 890.3

τὸν τῶν θεῶν τε τῆς τύχης θ’ ὑπηρέτην.

### 890.4

ἥκω γὰρ οὐ λόγοισιν ἀλλ’ ἔργοις κτανὼν

### 890.5

Αἴγισθον· ὡς δὲ τῶι σάφ’ εἰδέναι τάδε

*[crux: ὡς]*

### 895.1

προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,

### 895.2

ὃν εἴτε χρήιζεις θηρσὶν ἁρπαγὴν πρόθες,

### 895.3

ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,

### 895.4

πήξας’ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν

### 895.5

δοῦλος, πάροιθε δεσπότης κεκλημένος. Ηλ. αἰσχύνομαι μέν, βούλομαι δ’ εἰπεῖν ὅμως.

### 895.6

Ορ. τί χρῆμα; λέξον· ὡς φόβου γ’ ἔξωθεν εἶ.

### 895.7

Ηλ. νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνωι βάληι.

### 895.8

Ορ. οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε. Ηλ. δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.

### 905.1

Ορ. λέγ’ εἴ τι χρήιζεις, σύγγον’· ἀσπόνδοισι γὰρ

### 905.2

νόμοισιν ἔχθραν τῶιδε συμβεβλήκαμεν.

### 905.3

Ηλ. εἶἑν· τίν’ ἀρχὴν πρῶτά ς’ ἐξείπω κακῶν,

### 905.4

ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;

### 905.5

καὶ μὴν δι’ ὄρθρων γ’ οὔποτ’ ἐξελίμπανον

### 910.1

θρυλοῦς’ ἅ γ’ εἰπεῖν ἤθελον κατ’ ὄμμα σόν,

### 910.2

εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα

### 910.3

τῶν πρόσθε. νῦν οὖν ἔσμεν· ἀποδώσω δέ σοι

### 910.4

ἐκεῖν’ ἅ σε ζῶντ’ ἤθελον λέξαι κακά.

### 910.5

ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς

### 915.1

καὶ τόνδ’ ἔθηκας, οὐδὲν ἠδικημένος,

### 915.2

κἄγημας αἰσχρῶς μητέρ’ ἄνδρα τ’ ἔκτανες

### 915.3

στρατηλατοῦνθ’ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.

### 915.4

ἐς τοῦτο δ’ ἦλθες ἀμαθίας ὥστ’ ἤλπισας

### 915.5

ὡς ἐς σὲ μὲν δὴ μητέρ’ οὐχ ἕξεις κακὴν

### 920.1

γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκει λέχη.

### 920.2

ἴστω δ’, ὅταν τις διολέσας δάμαρτά του

### 920.3

κρυπταῖσιν εὐναῖς εἶτ’ ἀναγκασθῆι λαβεῖν,

### 920.4

δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν

### 920.5

ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρ’ οἷ δ’ ἔχειν.

### 925.1

ἄλγιστα δ’ ὤικεις, οὐ δοκῶν οἰκεῖν κακῶς·

### 925.2

ἤιδησθα γὰρ δῆτ’ ἀνόσιον γήμας γάμον,

### 925.3

μήτηρ δὲ ς’ ἄνδρα δυσσεβῆ κεκτημένη.

### 925.4

ἄμφω πονηρὼ δ’ ὄντ’ ἀνηιρεῖσθον τύχην

### 925.5

κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.

### 930.1

πᾶσιν δ’ ἐν Ἀργείοισιν ἤκουες τάδε· Ὁ τῆς γυναικός, οὐχὶ τἀνδρὸς ἡ γυνή.

### 930.2

καίτοι τόδ’ αἰσχρόν, προστατεῖν γε δωμάτων

### 930.3

γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ

### 930.4

τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς

### 935.1

οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.

### 935.2

ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη

### 935.3

τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.

### 935.4

ὃ δ’ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,

### 935.5

ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·

### 940.1

τὰ δ’ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.

### 940.2

ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.

### 940.3

ἡ μὲν γὰρ αἰεὶ παραμένους’ αἴρει κακά·

### 940.4

ὁ δ’ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν

### 940.5

ἐξέπτατ’ οἴκων, σμικρὸν ἀνθήσας χρόνον.

### 945.1

ἃ δ’ ἐς γυναῖκας (παρθένωι γὰρ οὐ καλὸν

### 945.2

λέγειν) σιωπῶ, γνωρίμως δ’ αἰνίξομαι.

### 945.3

ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους

### 945.4

κάλλει τ’ ἀραρώς. ἀλλ’ ἔμοιγ’ εἴη πόσις

### 945.5

μὴ παρθενωπὸς ἀλλὰ τἀνδρείου τρόπου. τὰ γὰρ τέκν’ αὐτῶν Ἄρεος ἐκκρεμάννυται,

### 945.6

τὰ δ’ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.

### 945.7

ἔρρ’, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνωι

### 945.8

δίκην δέδωκας. ὧδέ τις κακοῦργος ὢν

### 945.9

μή μοι τὸ πρῶτον βῆμ’ ἐὰν δράμηι καλῶς

### 955.1

νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέρας

### 955.2

γραμμῆς ἵκηται καὶ τέλος κάμψηι βίου. Χο. ἔπραξε δεινά, δεινὰ δ’ ἀντέδωκέ σοι

### 955.3

καὶ τῶιδ’· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.

### 955.4

Ηλ. εἶἑν· κομίζειν τοῦδε σῶμ’ ἔσω χρεὼν

### 960.1

σκότωι τε δοῦναι, δμῶες, ὡς, ὅταν μόληι

### 960.2

μήτηρ, σφαγῆς πάροιθε μὴ ’σίδηι νεκρόν.

### 960.3

Ορ. ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.

### 960.4

Ηλ. τί δ’; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρᾶις;

### 960.5

Ορ. οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μ’ ἐγείνατο.

### 965

Ηλ. καλῶς ἄρ’ ἄρκυν ἐς μέσην πορεύεται.

### post 965

〈Ορ.〉

### 966.1

Ηλ. καὶ μὴν ὄχοις γε καὶ στολῆι λαμπρύνεται.

### 966.2

Ορ. τί δῆτα δρῶμεν; μητέρ’ ἦ φονεύσομεν;

### 966.3

Ηλ. μῶν ς’ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;

### 966.4

Ορ. φεῦ·

### 969

πῶς γὰρ κτάνω νιν, ἥ μ’ ἔθρεψε κἄτεκεν;

### 970.1

Ηλ. ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.

### 970.2

Ορ. ὦ Φοῖβε, πολλήν γ’ ἀμαθίαν ἐθέσπισας.

### 970.3

Ηλ. ὅπου δ’ Ἀπόλλων σκαιὸς ἦι, τίνες σοφοί;

### 970.4

Ορ. ὅστις μ’ ἔχρησας μητέρ’, ἣν οὐ χρῆν, κτανεῖν.

### 970.5

Ηλ. βλάπτηι δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;

### 975.1

Ορ. μητροκτόνος νῦν φεύξομαι, τόθ’ ἁγνὸς ὤν.

### 975.2

Ηλ. καὶ μή γ’ ἀμύνων πατρὶ δυσσεβὴς ἔσηι.

### 975.3

Ορ. ἐγὦιδα· μητρὸς δ’ οὐ φόνου δώσω δίκας; Ηλ. τί δ’ ἢν πατρώιαν διαμεθῆις τιμωρίαν;

### 975.4

Ορ. ἆρ’ αὔτ’ ἀλάστωρ εἶπ’ ἀπεικασθεὶς θεῶι;

### 980.1

Ηλ. ἱερὸν καθίζων τρίποδ’; ἐγὼ μὲν οὐ δοκῶ.

### 980.2

Ορ. οὔ τἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.

### 980.3

Ηλ. οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῆι,

### 980.4

ἀλλ’ εἶ τὸν αὐτὸν τῆιδ’ ὑποστήσων δόλον

### 980.5

ὧι καὶ πόσιν καθεῖλεν Αἴγισθον κτανών;

*[crux: Αἴγισθον κτανών]*

### 985.1

Ορ. ἔσειμι· δεινοῦ δ’ ἄρχομαι προβήματος,

### 985.2

καὶ δεινὰ δράσω γ’. εἰ θεοῖς δοκεῖ τάδε,

### 985.3

ἔστω· πικρὸν δ’ οὐχ ἡδὺ τἀγώνισμά μοι.

### 985.4

Χο. ἰώ,

### 988.1

βασίλεια γύναι χθονὸς Ἀργείας,

### 988.2

παῖ Τυνδάρεω,

### 990.1

καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν

### 990.2

Διός, οἳ φλογερὰν αἰθέρ’ ἐν ἄστροις

### 990.3

ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις

### 990.4

τιμὰς σωτῆρας ἔχοντες·

### 990.5

χαῖρε, σεβίζω ς’ ἴσα καὶ μάκαρας

### 995.1

πλούτου μεγάλης τ’ εὐδαιμονίας.

### 995.2

τὰς σὰς δὲ τύχας θεραπεύεσθαι καιρός, ὦ βασίλεια.

*[crux: καιρός, ὦ βασίλεια]*

### 995.3

ΚΛΥΤΑΙΜΗΣΤΡΑ

### 998.1

ἔκβητ’ ἀπήνης, Τρωιάδες, χειρὸς δ’ ἐμῆς

### 998.2

λάβεσθ’, ἵν’ ἔξω τοῦδ’ ὄχου στήσω πόδα. σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι

### 998.3

Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρωιάδος χθονὸς

### 998.4

ἐξαίρετ’, ἀντὶ παιδὸς ἣν ἀπώλεσα

### 998.5

σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.

### 998.6

Ηλ. οὔκουν ἐγώ (δούλη γὰρ ἐκβεβλημένη

### 1005.1

δόμων πατρώιων δυστυχεῖς οἰκῶ δόμους),

### 1005.2

μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;

### 1005.3

Κλ. δοῦλαι πάρεισιν αἵδε· μὴ σύ μοι πόνει.

### 1005.4

Ηλ. τί δ’; αἰχμάλωτόν τοί μ’ ἀπώικισας δόμων,

### 1005.5

ἡιρημένων δὲ δωμάτων ἡιρήμεθα,

### 1010.1

ὡς αἵδε, πατρὸς ὀρφανοὶ λελειμμένοι.

### 1010.2

Κλ. τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα

### 1010.3

ἐς οὓς ἐχρῆν ἥκιστ’ ἐβούλευσεν φίλων.

### 1010.4

λέξω δέ· καίτοι δόξ’ ὅταν λάβηι κακὴ

### 1010.5

γυναῖκα, γλώσσηι πικρότης ἔνεστί τις·

### 1015.1

ὡς μὲν παρ’ ἡμῖν, οὐ κακῶς· τὸ πρᾶγμα δὲ

### 1015.2

μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχηι,

### 1015.3

στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;

### 1015.4

ἡμᾶς δ’ ἔδωκε Τυνδάρεως τῶι σῶι πατρὶ

### 1015.5

οὐχ ὥστε θνήισκειν οὐδ’ ἃ γειναίμην ἐγώ.

### 1020.1

κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως

### 1020.2

λέκτροισι πείσας ὤιχετ’ ἐκ δόμων ἄγων πρυμνοῦχον Αὖλιν, ἔνθ’ ὑπερτείνας πυρᾶς

### 1020.3

λευκὴν διήμης’ Ἰφιγόνης παρηίδα.

### 1020.4

κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος

### 1025.1

ἢ δῶμ’ ὀνήσων τἄλλα τ’ ἐκσώιζων τέκνα

### 1025.2

ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ’ ἂν ἦν.

### 1025.3

νῦν δ’ οὕνεχ’ Ἑλένη μάργος ἦν ὅ τ’ αὖ λαβὼν

### 1025.4

ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,

### 1025.5

τούτων ἕκατι παῖδ’ ἐμὴν διώλεσεν.

### 1030.1

ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη

### 1030.2

οὐκ ἠγριώμην οὐδ’ ἂν ἔκτανον πόσιν.

### 1030.3

ἀλλ’ ἦλθ’ ἔχων μοι μαινάδ’ ἔνθεον κόρην

### 1030.4

λέκτροις τ’ ἐπεισέφρηκε, καὶ νύμφα δύο

### 1030.5

ἐν τοῖσιν αὐτοῖς δώμασιν κατεῖχ’ ὁμοῦ.

### 1035.1

μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·

### 1035.2

ὅταν δ’, ὑπόντος τοῦδ’, ἁμαρτάνηι πόσις

### 1035.3

τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει

### 1035.4

γυνὴ τὸν ἄνδρα χἄτερον κτᾶσθαι φίλον.

### 1035.5

κἄπειτ’ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,

### 1040.1

οἱ δ’ αἴτιοι τῶνδ’ οὐ κλύους’ ἄνδρες κακῶς.

### 1040.2

εἰ δ’ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθραι,

### 1040.3

κτανεῖν μ’ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν

### 1040.4

Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ

### 1040.5

ἠνέσχετ’ ἂν ταῦτ’; εἶτα τὸν μὲν οὐ θανεῖν

### 1045

κτείνοντα χρῆν τἄμ’, ἐμὲ δὲ πρὸς κείνου παθεῖν

### post 1045

〈〉;

### 1046.1

ἔκτειν’, ἐτρέφθην ἧιπερ ἦν πορεύσιμον

### 1046.2

πρὸς τοὺς ἐκείνωι πολεμίους. φίλων γὰρ ἂν

### 1046.3

τίς ἂν φόνου σοῦ πατρὸς ἐκοινώνησέ μοι;

### 1046.4

λέγ’ εἴ τι χρήιζεις κἀντίθες παρρησίαι, ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.

### 1046.5

Χο. δίκαι’ ἔλεξας, ἡ δίκη δ’ αἰσχρῶς ἔχει.

### 1046.6

γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,

### 1046.7

ἥτις φρενήρης· ἧι δὲ μὴ δοκεῖ τάδε,

### 1046.8

οὐδ’ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.

### 1055.1

Ηλ. μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους

### 1055.2

λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.

### 1055.3

Κλ. καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.

### 1055.4

Ηλ. ἆρ’ ἂν κλύουσα, μῆτερ, εἶτ’ ἔρξαις κακῶς;

### 1055.5

Κλ. οὐκ ἔστι, τῆι σῆι δ’ ἡδὺ προσθήσω φρενί.

*[crux: οὐκ ἔστι, τῆι σῆι δ’ ἡδὺ προσθήσω φρενί]*

### 1060.1

Ηλ. λέγοιμ’ ἄν· ἀρχὴ δ’ ἥδε μοι προοιμίου·

### 1060.2

εἶθ’ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.

### 1060.3

τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν

### 1060.4

Ἑλένης τε καὶ σοῦ, δύο δ’ ἔφυτε συγγόνω,

### 1060.5

ἄμφω ματαίω Κάστορός τ’ οὐκ ἀξίω.

### 1065.1

ἡ μὲν γὰρ ἁρπασθεῖς’ ἑκοῦς’ ἀπώλετο,

### 1065.2

σὺ δ’ ἄνδρ’ ἄριστον Ἑλλάδος διώλεσας,

### 1065.3

σκῆψιν προτείνους’ ὡς ὑπὲρ τέκνου πόσιν

### 1065.4

ἔκτεινας· οὐ γάρ 〈σ’〉 ὡς ἔγωγ’ ἴσασιν εὖ. ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,

### 1070.1

νέον τ’ ἀπ’ οἴκων ἀνδρὸς ἐξωρμημένου,

### 1070.2

ξανθὸν κατόπτρωι πλόκαμον ἐξήσκεις κόμης.

### 1070.3

γυνὴ δ’ ἀπόντος ἀνδρὸς ἥτις ἐκ δόμων

### 1070.4

ἐς κάλλος ἀσκεῖ, διάγραφ’ ὡς οὖσαν κακήν.

### 1070.5

οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς

### 1075.1

φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῆι κακόν.

### 1075.2

μόνην δὲ πασῶν οἶδ’ ἐγὼ ς’ Ἑλληνίδων,

### 1075.3

εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,

### 1075.4

εἰ δ’ ἥσσον’ εἴη, συννέφουσαν ὄμματα,

### 1075.5

Ἀγαμέμνον’ οὐ χρήιζουσαν ἐκ Τροίας μολεῖν.

### 1080.1

καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι·

### 1080.2

ἄνδρ’ εἶχες οὐ κακίον’ Αἰγίσθου πόσιν,

### 1080.3

ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·

### 1080.4

Ἑλένης δ’ ἀδελφῆς τοιάδ’ ἐξειργασμένης

### 1080.5

ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ

### 1085.1

παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τ’ ἔχει.

### 1085.2

εἰ δ’, ὡς λέγεις, σὴν θυγατέρ’ ἔκτεινεν πατήρ,

### 1085.3

ἐγὼ τί ς’ ἠδίκης’ ἐμός τε σύγγονος;

### 1085.4

πῶς οὐ πόσιν κτείνασα πατρώιους δόμους

### 1085.5

ἡμῖν προσῆψας, ἀλλ’ ἐπηνέγκω λέχει

### 1090.1

τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη,

### 1090.2

κοὔτ’ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις

### 1090.3

οὔτ’ ἀντ’ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ

### 1090.4

κτείνας ἀδελφῆς ζῶσαν; εἰ δ’ ἀμείψεται φόνον δικάζων φόνος, ἀποκτενῶ ς’ ἐγὼ

### 1095.1

καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι.

### 1095.2

εἰ γὰρ δίκαι’ ἐκεῖνα, καὶ τάδ’ ἔνδικα.

### 1095.3

[ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν

### 1095.4

γαμεῖ πονηρὰν μῶρός ἐστι· μικρὰ γὰρ

### 1095.5

μεγάλων ἀμείνω σώφρον’ ἐν δόμοις λέχη. Χο. τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ,

### 1095.6

τὰ δ’ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.]

### 1095.7

Κλ. ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί.

### 1095.8

ἔστιν δὲ καὶ τόδ’· οἱ μέν εἰσιν ἀρσένων,

### 1095.9

οἱ δ’ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.

### 1105.1

συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν

### 1105.2

χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.

### 1109

οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·

### 1110.1

ὡς μᾶλλον ἢ χρῆν ἤλας’ εἰς ὀργὴν πόσει.

### 1110.2

Ηλ. ὀψὲ στενάζεις, ἡνίκ’ οὐκ ἔχεις ἄκη.

### 1110.3

πατὴρ μὲν οὖν τέθνηκε· τὸν δ’ ἔξω χθονὸς

### 1110.4

πῶς οὐ κομίζηι παῖδ’ ἀλητεύοντα σόν;

### 1110.5

Κλ. δέδοικα· τοὐμὸν δ’, οὐχὶ τοὐκείνου σκοπῶ.

### 1115.1

πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνωι.

### 1115.2

Ηλ. τί δ’ αὖ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;

### 1115.3

Κλ. τρόποι τοιοῦτοι· καὶ σὺ δ’ αὐθάδης ἔφυς.

### 1115.4

Ηλ. ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.

### 1115.5

Κλ. καὶ μὴν ἐκεῖνος οὐκέτ’ ἔσται σοι βαρύς.

### 1120.1

Ηλ. φρονεῖ μέγ’· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.

### 1120.2

Κλ. ὁρᾶις; ἀν’ αὖ σὺ ζωπυρεῖς νείκη νέα.

### 1120.3

Ηλ. σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικ’ ἐγώ. Κλ. παῦσαι λόγων τῶνδ’. ἀλλὰ τί μ’ ἐκάλεις, τέκνον;

### 1120.4

Ηλ. ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·

### 1125.1

τούτων ὕπερ μοι θῦσον (οὐ γὰρ οἶδ’ ἐγώ)

### 1125.2

δεκάτην σελήνην παιδὸς ὡς νομίζεται.

### 1125.3

τρίβων γὰρ οὐκ εἴμ’, ἄτοκος οὖς’ ἐν τῶι πάρος.

### 1125.4

Κλ. ἄλλης τόδ’ ἔργον, ἥ ς’ ἔλυσεν ἐκ τόκων.

### 1125.5

Ηλ. αὐτὴ ’λόχευον κἄτεκον μόνη βρέφος.

### 1130.1

Κλ. οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;

### 1130.2

Ηλ. πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.

### 1107.1

Κλ. σὺ δ’ ὧδ’ ἄλουτος καὶ δυσείματος χρόα

### 1107.2

λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;

### 1132.1

ἀλλ’ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον

### 1132.2

θύσω θεοῖσι. σοὶ δ’ ὅταν πράξω χάριν

### 1132.3

τήνδ’, εἶμ’ ἐπ’ ἀγρὸν οὗ πόσις θυηπολεῖ

### 1135.1

Νύμφαισιν. ἀλλὰ τούσδ’ ὄχους, ὀπάονες,

### 1135.2

φάτναις ἄγοντες πρόσθεθ’· ἡνίκ’ ἂν δέ με

### 1135.3

δοκῆτε θυσίας τῆσδ’ ἀπηλλάχθαι θεοῖς,

### 1135.4

πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.

### 1135.5

Ηλ. χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι

### 1140.1

μή ς’ αἰθαλώσηι πολύκαπνον στέγος πέπλους.

### 1140.2

θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.

### 1140.3

κανοῦν δ’ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,

### 1140.4

ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῆι

### 1140.5

πληγεῖσα· νυμφεύσηι δὲ κἀν Ἅιδου δόμοις

### 1145.1

ὧιπερ ξυνηῦδες ἐν φάει. τοσήνδ’ ἐγὼ

### 1145.2

δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός. Χο. ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου‐

### 1145.3

σιν αὖραι δόμων. τότε μὲν 〈ἐν〉 λουτροῖς

### 1145.4

ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας, ἰάχησε δὲ στέγα λάινοί

### 1145.5

τε θριγκοὶ δόμων, τάδ’ ἐνέποντος· Ὦ

### 1145.6

σχέτλιε, τί με, γύναι, φονεύσεις φίλαν

### 1145.7

πατρίδα δεκέτεσι

### 1145.8

σποραῖσιν ἐλθόντ’ ἐμάν;

### post 1154

〈

### post 1154

〉.

### 1155.1

παλίρρους δὲ τάνδ’ ὑπάγεται δίκα

### 1155.2

διαδρόμου λέχους, μέλεον ἃ πόσιν

### 1155.3

χρόνιον ἱκόμενον εἰς οἴκους

### 1155.4

Κυκλώπειά τ’ οὐράνια τείχε’ ὀ‐

### 1155.5

ξυθήκτωι βέλους ἔκανεν αὐτόχειρ,

*[crux: βέλους ἔκανεν]*

### 1160.1

πέλεκυν ἐν χεροῖν λαβοῦς’. ὦ τλάμων

### 1160.2

πόσις, ὅτι ποτὲ τὰν

### 1160.3

τάλαιναν ἔσχεν κακόν.

### 1160.4

ὀρεία τις ὡς λέαιν’ ὀργάδων

### 1160.5

δρύοχα νεμομένα τάδε κατήνυσεν.

### 1165

Κλ. (ἔσωθεν)

### 1165.1

ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.

### 1165.2

Χο. κλύεις ὑπώροφον βοάν; Κλ. ἰώ μοί μοι.

### 1165.3

Χο. ὤιμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.

### 1165.4

νέμει τοι δίκαν θεός, ὅταν τύχηι.

### 1170.1

σχέτλια μὲν ἔπαθες, ἀνόσια δ’ εἰργάσω,

### 1170.2

τάλαιν’, εὐνέταν.

### 1170.3

ἀλλ’ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασιν

### 1170.4

πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα

### post 1173

〈〉

### 1174

τροπαῖα, δείγματ’ ἀθλίων προσφαγμάτων.

### 1175.1

οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος

### 1175.2

τῶν Τανταλείων οὐδ’ ἔφυ ποτ’ ἐκγόνων.

### 1175.3

Ορ. ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα

### 1175.4

βροτῶν, ἴδετε τάδ’ ἔργα φόνι‐

### 1175.5

α μυσαρά, δίγονα σώματ’ ἐν

### 1180.1

χθονὶ κείμενα πλαγᾶι

*[crux: χθονὶ κείμενα πλαγᾶι]*

### 1180.2

χερὸς ὕπ’ ἐμᾶς, ἄποιν’ ἐμῶν

### 1181

πημάτων 〈

### post 1181

〉.

### 1182.1

Ηλ. δακρύτ’ ἄγαν, ὦ σύγγον’, αἰτία δ’ ἐγώ.

### 1182.2

διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾶιδ’,

### 1182.3

ἅ μ’ ἔτικτε κούραν.

### 1185.1

〈Χο.〉 ἰὼ τύχας σᾶς τύχας

*[crux: σᾶς]*

### 1185.2

μᾶτερ τεκοῦσ’ ἄλαστα μέλεα καὶ πέρα

### 1185.3

παθοῦσα σῶν τέκνων ὑπαί.

### 1185.4

πατρὸς δ’ ἔτεισας φόνον δικαίως.

### 1190.1

Ορ. ἰὼ Φοῖβ’, ἀνύμνησας δίκαι’

### 1190.2

ἄφαντα, φανερὰ δ’ ἐξέπρα‐

### 1190.3

ξας ἄχεα, φόνια δ’ ὤπασας

### 1190.4

λάχε’ ἀπὸ γᾶς Ἑλλανίδος.

### 1190.5

τίνα δ’ ἑτέραν μόλω πόλιν;

### 1195.1

τίς ξένος, τίς εὐσεβὴς

### 1195.2

ἐμὸν κάρα προσόψεται

### 1195.3

ματέρα κτανόντος;

### 1195.4

Ηλ. ἰὼ ἰώ μοι. ποῖ δ’ ἐγώ, τίν’ ἐς χορόν,

### 1195.5

τίνα γάμον εἶμι; τίς πόσις με δέξεται νυμφικὰς ἐς εὐνάς;

### 1195.6

Χο. πάλιν πάλιν φρόνημα σὸν

### 1195.7

μετεστάθη πρὸς αὔραν·

### 1195.8

φρονεῖς γὰρ ὅσια νῦν, τότ’ οὐ

### 1195.9

φρονοῦσα, δεινὰ δ’ εἰργάσω,

### 1205.1

φίλα, κασίγνητον οὐ θέλοντα.

### 1205.2

〈Ορ.〉 κατεῖδες οἷον ἁ τάλαιν’ ἔξω πέπλων

### 1205.3

ἔβαλεν ἔδειξε μαστὸν ἐν φοναῖσιν,

### 1205.4

ἰώ μοι, πρὸς πέδωι

### 1205.5

τιθεῖσα γόνιμα μέλεα; τακόμαν δ’ ἐγώ.

### 1210.1

Χο. σάφ’ οἶδα· δι’ ὀδύνας ἔβας, ἰήιον κλύων γόον

### 1210.2

ματρὸς ἅ ς’ ἔτικτεν.

### 1210.3

Ορ. βοὰν δ’ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν

### 1215.1

τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω.

### 1215.2

παρήιδων τ’ ἐξ ἐμᾶν

### 1215.3

ἐκρίμναθ’, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.

### 1215.4

Χο. τάλαινα. πῶς 〈δ’〉 ἔτλας φόνον

### 1215.5

δι’ ὀμμάτων ἰδεῖν σέθεν

### 1220.1

ματρὸς ἐκπνεούσας;

### 1220.2

Ορ. ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς

### 1220.3

φασγάνωι κατηρξάμαν

### 1220.4

ματέρος ἔσω δέρας μεθείς.

### 1220.5

Ηλ. ἐγὼ δέ 〈γ’〉 ἐπεκέλευσά σοι

### 1225.1

ξίφους τ’ ἐφηψάμαν ἅμα.

### 1225.2

δεινότατον παθέων ἔρεξα.

### 1225.3

〈Ορ.〉 λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις

### 1225.4

〈καὶ〉 καθάρμοσον σφαγάς.

### 1225.5

φονέας ἔτικτες ἆρά σοι.

### 1230.1

Ηλ. ἰδού, φίλαι τε κοὐ φίλαι

### 1230.2

φάρεα τάδ’ ἀμφιβάλλομεν, τέρμα κακῶν μεγάλων δόμοισιν.

### 1230.3

Χο. ἀλλ’ οἵδε δόμων ὕπερ ἀκροτάτων

### 1230.4

βαίνουσί τινες δαίμονες ἢ θεῶν

### 1235.1

τῶν οὐρανίων· οὐ γὰρ θνητῶν γ’

### 1235.2

ἥδε κέλευθος. τί ποτ’ ἐς φανερὰν

### 1235.3

ὄψιν βαίνουσι βροτοῖσιν;

### 1235.4

ΚΑΣΤΩΡ

### 1238.1

Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε

### 1238.2

καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,

### 1240.1

Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.

### 1240.2

δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον

### 1240.3

παύσαντ’ ἀφίγμεθ’ Ἄργος, ὡς ἐσείδομεν

### 1240.4

σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.

### 1240.5

δίκαια μέν νυν ἥδ’ ἔχει, σὺ δ’ οὐχὶ δρᾶις.

### 1245.1

Φοῖβος δέ, Φοῖβος—ἀλλ’ ἄναξ γάρ ἐστ’ ἐμός,

### 1245.2

σιγῶ· σοφὸς δ’ ὢν οὐκ ἔχρησέ σοι σοφά.

### 1245.3

αἰνεῖν δ’ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ

### 1245.4

πράσσειν ἃ Μοῖρα Ζεύς τ’ ἔκρανε σοῦ πέρι.

### 1245.5

Πυλάδηι μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους, σὺ δ’ Ἄργος ἔκλιπ’· οὐ γὰρ ἔστι σοὶ πόλιν

### 1245.6

τήνδ’ ἐμβατεύειν, μητέρα κτείναντα σήν.

### 1245.7

δειναὶ δὲ Κῆρές 〈σ’〉 αἱ κυνώπιδες θεαὶ

### 1245.8

τροχηλατήσους’ ἐμμανῆ πλανώμενον.

### 1245.9

ἐλθὼν δ’ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας

### 1255.1

πρόσπτυξον· εἴρξει γάρ νιν ἐπτοημένας

### 1255.2

δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν, γοργῶφ’ ὑπερτείνουσα σῶι κάραι κύκλον.

### 1255.3

ἔστιν δ’ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ

### 1255.4

ἕζοντ’ ἐπὶ ψήφοισιν αἵματος πέρι,

### 1260.1

Ἁλιρρόθιον ὅτ’ ἔκταν’ ὠμόφρων Ἄρης,

### 1260.2

μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,

### 1260.3

πόντου κρέοντος παῖδ’, ἵν’ εὐσεβεστάτη

### 1260.4

ψήφου βεβαία τ’ ἐστὶν ἐκ τούτου θέσις.

### 1260.5

ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.

### 1265.1

ἴσαι δέ ς’ ἐκσώσουσι μὴ θανεῖν δίκηι

### 1265.2

ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν

### 1265.3

ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.

### 1265.4

καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,

### 1265.5

νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντ’ ἀεί.

### 1270.1

δειναὶ μὲν οὖν θεαὶ τῶιδ’ ἄχει πεπληγμέναι

### 1270.2

πάγον παρ’ αὐτὸν χάσμα δύσονται χθονός,

### 1270.3

σεμνὸν βροτοῖσιν εὐσεβέσι χρηστήριον.

### 1270.4

σὲ δ’ Ἀρκάδων χρὴ πόλιν ἐπ’ Ἀλφειοῦ ῥοαῖς

### 1270.5

οἰκεῖν Λυκαίου πλησίον σηκώματος·

### 1275.1

ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.

### 1275.2

σοὶ μὲν τάδ’ εἶπον. τόνδε δ’ Αἰγίσθου νέκυν

### 1275.3

Ἄργους πολῖται γῆς καλύψουσιν τάφωι.

### 1275.4

μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν

### 1275.5

Μενέλαος, ἐξ οὗ Τρωϊκὴν εἷλε χθόνα,

### 1280.1

Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων

### 1280.2

ἥκει λιποῦς’ Αἴγυπτον οὐδ’ ἦλθεν Φρύγας·

### 1280.3

Ζεὺς δ’, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,

### 1280.4

εἴδωλον Ἑλένης ἐξέπεμψ’ ἐς Ἴλιον.

### 1280.5

Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτ’ ἔχων

### 1285.1

Ἀχαιίδος γῆς οἴκαδ’ ἐκπορευέτω,

### 1285.2

καὶ τὸν λόγωι σὸν πενθερὸν κομιζέτω

### 1285.3

Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάθος.

### 1285.4

σὺ δ’ Ἰσθμίας γῆς αὐχέν’ ἐμβαίνων ποδὶ

### 1285.5

χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.

### 1290.1

πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου

### 1290.2

εὐδαιμονήσεις τῶνδ’ ἀπαλλαχθεὶς πόνων.

### 1290.3

Χο. ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς

### 1290.4

τὰς ὑμετέρας ἡμῖν πελάθειν;

### 1290.5

Κα. θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.

### 1298.1

Χο. πῶς ὄντε θεὼ τῆσδέ τ’ ἀδελφὼ

### 1298.2

τῆς καπφθιμένης οὐκ ἠρκέσατον Κῆρας μελάθροις;

### 1298.3

Κα. μοῖρά τ’ ἀνάγκη τ’ ἦγ’ ἐς τὸ χρεὼν

### 1298.4

Φοίβου τ’ ἄσοφοι γλώσσης ἐνοπαί.

### 1295.1

Ηλ. κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;

### 1295.2

Κα. καὶ σοί· Φοίβωι τήνδ’ ἀναθήσω

### 1295.3

πρᾶξιν φονίαν.

### 1303.1

〈Ηλ.〉 τίς δ’ ἔμ’ Ἀπόλλων, ποῖοι χρησμοὶ

### 1303.2

φονίαν ἔδοσαν μητρὶ γενέσθαι;

### 1305.1

Κα. κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,

### 1305.2

μία δ’ ἀμφοτέρους ἄτη πατέρων διέκναισεν.

### 1305.3

Ορ. ὦ σύγγονέ μοι, χρονίαν ς’ ἐσιδὼν

### 1305.4

τῶν σῶν εὐθὺς φίλτρων στέρομαι

### 1310.1

καὶ ς’ ἀπολείψω σοῦ λειπόμενος.

### 1310.2

Κα. πόσις ἔστ’ αὐτῆι καὶ δόμος· οὐχ ἥδ’

### 1310.3

οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει

### 1310.4

πόλιν Ἀργείων.

### 1310.5

Ηλ. καὶ τίνες ἄλλαι στοναχαὶ μείζους

### 1315.1

ἢ γῆς πατρίας ὅρον ἐκλείπειν;

### 1315.2

〈Ορ.〉 ἀλλ’ ἐγὼ οἴκων ἔξειμι πατρὸς

### 1315.3

καὶ ἐπ’ ἀλλοτρίαις ψήφοισι φόνον

### 1315.4

μητρὸς ὑφέξω.

### 1315.5

Κα. ὁσίαν, θάρσει, Παλλάδος ἥξεις

### 1320.1

πόλιν· ἀλλ’ ἀνέχου.

### 1320.2

Ηλ. περί μοι στέρνοις στέρνα πρόσαψον,

### 1320.3

σύγγονε φίλτατε·

### 1320.4

διὰ γὰρ ζευγνῦς’ ἡμᾶς πατρίων

### 1320.5

μελάθρων μητρὸς φόνιοι κατάραι.

### 1325.1

Ορ. βάλε, πρόσπτυξον σῶμα· θανόντος δ’

### 1325.2

ὡς ἐπὶ τύμβωι καταθρήνησον.

### 1325.3

Κα. φεῦ φεῦ· δεινὸν τόδ’ ἐγηρύσω

### 1325.4

καὶ θεοῖσι κλύειν.

### 1325.5

ἔνι γὰρ κἀμοὶ τοῖς τ’ οὐρανίδαις

### 1330.1

οἶκτος θνητῶν πολυμόχθων.

### 1330.2

〈Ορ.〉 οὐκέτι ς’ ὄψομαι.

### 1330.3

Ηλ. οὐδ’ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.

### 1330.4

Ορ. τάδε λοίσθιά μοι προσφθέγματά σου. Ηλ. ὦ χαῖρε, πόλις·

### 1335.1

χαίρετε δ’ ὑμεῖς πολλά, πολίτιδες.

### 1335.2

Ορ. ὦ πιστοτάτη, στείχεις ἤδη;

### 1335.3

Ηλ. στείχω βλέφαρον τέγγους’ ἁπαλόν.

### 1340.1

Ορ. Πυλάδη, χαίρων ἴθι, νυμφεύου

### 1340.2

δέμας Ἠλέκτρας.

### 1340.3

〈Κα.〉 τοῖσδε μελήσει γάμος. ἀλλὰ κύνας

### 1340.4

τάσδ’ ὑποφεύγων στεῖχ’ ἐπ’ Ἀθηνῶν·

### 1340.5

δεινὸν γὰρ ἴχνος βάλλους’ ἐπὶ σοὶ

### 1345.1

χειροδράκοντες χρῶτα κελαιναί,

### 1345.2

δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·

### 1345.3

νὼ δ’ ἐπὶ πόντον Σικελὸν σπουδῆι

### 1345.4

σώσοντε νεῶν πρώιρας ἐνάλους.

### 1345.5

διὰ δ’ αἰθερίας στείχοντε πλακὸς τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,

### 1345.6

οἷσιν δ’ ὅσιον καὶ τὸ δίκαιον

### 1345.7

φίλον ἐν βιότωι, τούτους χαλεπῶν

### 1345.8

ἐκλύοντες μόχθων σώιζομεν.

### 1345.9

οὕτως ἀδικεῖν μηδεὶς θελέτω

### 1355.1

μηδ’ ἐπιόρκων μέτα συμπλείτω·

### 1355.2

θεὸς ὢν θνητοῖς ἀγορεύω.

### 1355.3

Χο. χαίρετε· χαίρειν δ’ ὅστις δύναται

### 1355.4

καὶ ξυντυχίαι μή τινι κάμνει θνητῶν εὐδαίμονα πράσσει.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cbm-ax`.
