eul_wid: vmw-au

Scholia-Hymns
σχόλια εἰς ὕμνους

Callimachus Scholia Scholia Hymns PDF

Overview

The Scholia-Hymns are a corpus of ancient and Byzantine marginal annotations transmitted in manuscripts of Callimachus’s six Hymns. These prose commentaries explicate the poet’s dense mythological references, rare vocabulary, grammar, and meter. They represent the cumulative work of multiple scholars from the Hellenistic period through late antiquity.

Content

The scholia address several key areas:

  • Textual Criticism: Noting variant readings and manuscript differences.
  • Mythological Exegesis: Explaining the myths and cultic references central to the hymns.
  • Linguistic Analysis: Defining obscure words and syntactical constructions.
  • Historical & Geographical Commentary: Identifying people, places, and contexts.
  • Metrical Analysis: Clarifying Callimachus’s complex poetic meters.

Transmission

The scholia survive in the margins of principal medieval codices, notably the 11th-century Codex Laurentianus 32.9 and the 13th-century Codex Vaticanus Palatinus graecus 40. They are fragmentary compilations drawn from longer, lost commentaries.

Significance

These annotations are indispensable for modern textual criticism and interpretation of Callimachus. They provide a direct window into ancient scholarly methods and are routinely published in modern critical editions.

book 1a Πότερον Ζηνὸς σπονδῇσιν ἢ Ζηνὸς τί λώϊον ἀείδειν;
book 1b 〈ἔοι:〉 εἴη.
book 1c 〈ἔοι τί κεν ἄλλο:〉 ἤγουν τί ἔοικεν (sic) ἄλλο.
book 3 〈Πηλαγόνων:〉 τῶν γιγάντων· παρὰ τὸ ἐκ πηλοῦ γενέσθαι, τουτέστι τῆς γῆς.
book 4a Δικταῖον ὄρος Κρήτης, Λύκαιον δὲ τῆς Ἀρκαδίας.
book 4b Δικταῖον δὲ ὄρος Κρήτης καὶ Λυκαῖον τὸν ἐξ ὄρους Ἀρκαδίας ὄντα.
book 4c Δικταῖον: Κρῆτα· Δίκτη γὰρ ὄρος Κρήτης. Λυκαῖον: Ἀρκάδα· Λύκαιον Ἀρκαδίας ὄρος.
book 5 ἀμφήριστον: ἀντὶ τοῦ ἀμφίλογον.
book 6 Ἴδη ὄρος Κρήτης καὶ Τροίας· νῦν δὲ τὸ Κρήτης φησι.
book 7 ἐν ἤθει ἀναγνωστέον τὸ πότεροι.
book 8a παροιμία ἐστὶ ‘κρητίζειν‘ ἐπὶ τοῦ ψεύδεσθαι, ἀπὸ Ἰδομενέως τοῦ Κρητὸς ῥηθεῖσα, ὃς λαχὼν μερίσαι τοῖς Ἕλλησι τὰ λάφυρα τῆς Ἰλίου τὰ κρείσσω ἑαυτῷ περιεποιήσατο.
book 8b 〈τάφον:〉 ἐν Κρήτῃ ἐπὶ τῷ τάφῳ τοῦ Μίνωος ἐπεγέγραπτο ‘Μίνωος τοῦ Διὸς τάφοσ‘· τῷ χρόνῳ δὲ τὸ ‘Μίνωος τοῦ‘ ἀπηλείφθη ὥστε περιλειφθῆναι ‘Διὸς τάφοσ‘. ἐκ τούτου οὖν λέγουσι Κρῆτες τὸν τάφον τοῦ Διός. ἢ ὅτι Κορύβαντες λαβόντες αὐτὸν ἐπὶ τῷ κρύψαι διὰ τὸν Κρόνον προσεποιήσαντο τάφον αὐτῷ ποιεῖν.
book 10a ὄρος Ἀρκαδίας ὁ Παρνασός.
book 10b ὄρος Ἀρκαδίας τὸ Παρράσιον ἀπὸ Παρ〈ρ〉άσου τοῦ Λυκάονος.
book 12 Εἰλειθυίης ἤγουν γεννήσεως.
book 12-13 οὔτε ἑρπετὸν οὔτε γυνὴ χρῄζουσα τοῦ τεκεῖν ἐπιμίσγεται. ἢ οὕτως †οἷον χρῄζειν† Εἰλειθυίας τουτέστι γεννήσεως. ὅτι πᾶν ζῷον εἰσιὸν ἐκεῖ μεμολυσμένον ἄγονον ἐγίνετο καὶ σκιὰν τὸ σῶμα αὐτοῦ οὐκέτι ἐποίει.
book 14 〈Ἀπιδανῆες:〉 οἱ ἀρχαῖοι Ἀρκάδες.
book 17-18 λύματα: καθάρματα· τὸ δὲ χυτλώσαιτο ἀντὶ τοῦ ἀπο‐ λούσαιτο· Ἐρύμανθος δὲ ποταμὸς Ἀρκαδίας.
book 21 ὕστερον μετὰ τὸ τεκεῖν τὴν Ῥέαν.
book 22-3 〈σαρωνίδας:〉 δρῦς· παρὰ τὸ σεσηρότα καὶ συνεστραμμένον τὸν φλοιὸν ἔχειν. τὸ δὲ ἤειρεν καὶ ὤκχησεν ἀντὶ τοῦ ἐβάστασεν.
book 24-5a 〈Καρίωνος:〉 λείπει ἡ ὑπέρ· πολλὰ δ’ ὑπὲρ τοῦ Καρίωνος κινώπετα ἤγουν ἑρπετά, παρὰ τὸ ἐν τῷ πέδῳ κινεῖσθαι, ἐβάλοντο ἰλυοὺς ἤτοι φωλεούς.
book 24-5b λείπει—Καρίωνος ἑρπετὰ τοὺς φωλεοὺς ἐποίησαν. τὰ θηρία, οἱονεὶ κινώπεδα, παρὰ τὸ ἐν τῷ ἐδάφει κινεῖσθαι· τὸ δὲ νίσσετο ἀντὶ τοῦ ἤρχετο, ἐπορεύετο.
book 24-5c κινώπετα: τὰ ἐν τῷ πέδῳ κινούμενα θηρία.
book 25 〈ἰλυούς:〉 καταδύσεις.
book 26 Κρᾶθις ποταμὸς Ἀρκαδίας καὶ ἡ Μετώπη· τὸ δὲ πολύστειον πολύψηφον καὶ πολυπάτητον.
book 32-3 τὸν σὸν χρῶτα, ὦ ἄνα, σπείρωσε φαιδρύνασα.
book 33a 〈ὦνα:〉 ἴσ(ως) ὦ ἄνα (sic).
book 33b 〈σπείρωσε:〉 εἵλιξε· παρὰ τὸ σπειρόω, τὸ εἱλίσσω· ὅθεν σπείρημα, τὸ σπαρτί(ον).
book 33c 〈Νέδῃ:〉 ὄνομα νύμφης Ὠκεανίνης θρεψαμένης τὸν Δία.
book 34 〈κευθμόν:〉 σπήλαιον.
book 35 〈μαιώσαντο:〉 ἔθρεψαν.
book 36 〈Φιλύρην:〉 μητέρα Χείρωνος τοῦ Κενταύρου.
book 37 〈τὸ χεῦμα:〉 τὸ ἐν Ἀρκαδίᾳ.
book 38 〈τὸ μέν:〉 τὸ χεῦμα.
book 39 ὄρος Ἀρκάδων ὁ Καύκων. Λέπριον δὲ ἀπὸ Λεπρέα τοῦ Ποσειδῶνος, ὃς προκαλεσάμενος εἰς ἀδηφαγίαν Ἡρακλέα καὶ ὑπ’ ἐκείνου ἡττηθεὶς ἐφονεύθη.
book 40 〈Νηρῆι:〉 τῇ θαλάσσῃ.
book 41 〈Λυκαονίης ἄρκτοιο:〉 τῆς πρῴην λεγομένης Καλλιστοῦς, Λυκάονος θυγατρός· ἐξ ἧς καὶ Διὸς μεταβληθέντος εἰς Ἄρτεμιν γεννᾶται ὁ Ἀρκάς, ἀφ’ οὗ οἱ Ἀρκάδες.
book 42a 〈εὖτε:〉 ὅτε.
book 42b Θενάς: πόλις καὶ ἄλσος.
book 44a 〈τουτάκι:〉 τὸ τηνικαῦτα.
book 44b 〈τουτάκι:〉 ἤγουν τότε.
book 45 〈Κύδωνες:〉 ἔθνος Κρήτης.
book 46a 〈ἑτάραι:〉 φίλαι.
book 46b 〈προσεπηχύναντο:〉 ἤγουν εἰς τοὺς πήχεις ἔλαβον.
book 47a 〈μελίαι:〉 νύμφαι.
book 47b 〈Ἀδρήστεια:〉 ἡ Νέμεσις.
book 47c 〈Ἀδρήστεια:〉 ἀδελφὴ Κουρήτων.
book 48 λίκνον ἢ τὸ κόσκινον· τὸ γὰρ παλαιὸν ἐν κοσκίνῳ κατεκοίμιζον τὰ βρέφη πλοῦτον καὶ καρποὺς οἰωνιζόμενοι· ἢ τὸ κουνίον, ἐν ᾧ τὰ παιδία τιθέασιν.
book 49a 〈Ἀμαλθείης:〉 οὕτως ἐκαλεῖτο ἡ αἲξ ἡ τὸν Δία θρέψασα· λέγεται δὲ ἀπὸ μὲν τοῦ ἑνὸς κέρατος ἀμβροσίαν ῥεῖν, ἀπὸ δὲ τοῦ ἄλλου νέκταρ.
book 49b 〈ἔβρως:〉 ἔφαγες.
book 50a 〈ἐξαπιναῖα:〉 τουτέστιν ἐγένετο ἐξαίφνης ἡ Ἴδη πλέα μέλιτος.
book 50b Πανακρίδος δὲ μελίσσης ἤγουν τῆς τὰ ἄκρα τῶν βοτανῶν δρεπομένης ἅπαντα, ἢ ἀπὸ Πανάκρου, ὄρους Κρήτης.
book 52a 〈οὖλα:〉 †κατὰ κλῆρον, ὑγιῶς.
book 52b 〈πρύλιν:〉 ἐνόπλιον.
book 55 〈καλά:〉 ἀντὶ τοῦ καλῶς.
book 57 〈παιδνός:〉 παῖς νέος.
book 59 〈ἐπιδαίσιον:〉 οὐ μεμερισμένον.
book 60 〈δηναιοί:〉 παλαιοί.
book 62-3a τίς δ’ ἂν φρονῶν ἐπὶ τῷ Ὀλύμπῳ καὶ τῷ Ἅιδῃ κληρωθῆναι ἠνέσχετο;
book 62-3b νενίηλος: ὁ ματαιόφρων, ὁ ἐστερημένος τοῦ αἰόλλειν καὶ κινεῖν τὸν νοῦν.
book 63-4 ὁ κλῆρος ἐπ’ ἴσων πραγμάτων χωρεῖ· ὁ οὐρανὸς δὲ καὶ ὁ ᾅδης τοσοῦτον διαφέρουσιν ὅσον καὶ διεστήκασιν.
book 65a λείπει ‘λέγων‘.
book 65b 〈πεπίθοιεν:〉 πείσειαν.
book 66a ἐσσὴν κυρίως ὁ βασιλεὺς τῶν μελισσῶν, νῦν δὲ ὁ τῶν ἀνδρῶν.
book 66b 〈ἐσσῆνα:〉 θεόν.
book 67 τὸ κράτος πλησίον ἵδρυσας τοῦ δίφρου.
book 68 〈οἰωνόν:〉 τὸν ἀετόν.
book 70 〈αἰζηῶν:〉 νῦν καθόλου λέγει τῶν ἀνθρώπων.
book 71 〈ἐμπεράμους:〉 τοὺς ἐμπείρους.
book 72 〈ὀλίζοσιν:〉 μικροῖς.
book 74 〈γεωμόρος:〉 γεωργός.
book 76a 〈ὑδείομεν:〉 λέγομεν.
book 76b ὑμνοῦμεν.
book 77a 〈ἐπακτῆρας:〉 κυνηγέτας.
book 77b Νηλεὺς ὁ Κόδρου ἀποικίαν θέμενος ἀπὸ Ἀθηνῶν ἔλαβε χρησμὸν ἐγεῖραι ξόανον τῇ Ἀρτέμιδι ἀπὸ παγκάρπων ξύλων. καὶ δήποτε ἑορτῆς τελουμένης τῇ Ἀρτέμιδι ἐν τῇ Χιτώνῃ (ἔστι δὲ δῆμος τῆς Ἀττικῆς) ἀπελθὼν εὗρε δρῦν πάμπολυν καὶ διάφορον ἔχουσαν ἠρτημένον καρπόν. καὶ ἐκ τούτου ἐποίησεν ἄγαλμα τῇ θεᾷ καὶ οὕτω μετῴκησεν ἐν Μιλήτῳ. ἀπὸ τοῦ δήμου οὖν ἔσχε τὴν ὀνομασίαν ἡ Ἄρτεμις· ἢ ὅτι τικτομένων τῶν βρεφῶν ἀνετίθεσαν τὰ ἱμάτια τῇ Ἀρτέμιδι.
book 80 〈λάξιν:〉 λαχμόν, κλήρωσιν.
book 81 ἐν ταῖς ἀκροπόλεσι καθέζῃ ὁρῶν τὰ δίκαια.
book 84 ῥυηφενίην ἤγουν πλοῦτον· σύγκειται δὲ ἡ λέξις παρὰ τὸ ῥύδην καὶ ἄφενος, τουτέστι τὴν τοῦ πλούτου ῥύσιν.
book 86 περὶ τοῦ Πτολεμαίου ταῦτα λέγει.
book 87 〈κεῖνος:〉 ὁ Πτολεμαῖος.
book 89a 〈οἱ δέ:〉 οἱ ἄλλοι βασιλεῖς δηλονότι.
book 89b 〈πλειῶνι:〉 τῷ ἐνιαυτῷ.
book 90a 〈αὐτός:〉 ὦ Πτολεμαῖε.
book 90b 〈αὐτός:〉 ὦ Ζεῦ.
book 90c 〈ἄνην:〉 ἤγουν ἄνυσιν, τελείωσιν.
book 95 καὶ Ὅμηρος· ‘πλούτῳ δ’ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ‘, καὶ Ἡσίοδος (Op. 313), | καὶ Σαπφώ (fr. 92 D.2). ‘ὁ πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀγαθὸς σύνοικος, ἡ δ’ ἐξ ἀμφοτέρων κρᾶσισ‘.
book 1 Οἷον: ἀντὶ τοῦ οἵως, ὅπως. ἔστι δὲ θειασμός. λέγεται δὲ τῶν μαντευομένων θεῶν τὰ θεῖα καὶ ἐπιδημεῖν καὶ ἀποδημεῖν. καὶ ὅταν μὲν ἐπιδημῶσι, τὰς μαντείας ἀληθεῖς εἶναι· ὅταν δὲ ἀποδημῶσι, ψευδεῖς. ὡς γοῦν ἐπιδημοῦντος τοῦ θεοῦ ταῦτά φησιν ὁ Καλλίμαχος.
book 4 〈φοῖνιξ:〉 δεικτικῶς λέγεται, ὅτι παρὰ τῷ δένδρῳ τούτῳ ἐγέννησεν ἡ Λητὼ τὸν Ἀπόλλω.
book 5 ἱερὸν ὄρνεον Ἀπόλλωνός ἐστιν ὁ κύκνος.
book 6a 〈αὐτοί:〉 ἀντὶ τοῦ αὐτόματοι.
book 6b 〈ἀνακλίνεσθε:〉 Ὅμηρος (Ε 751)· ‘ἠμὲν ἀνακλῖναι πυκινὸν νέφοσ‘.
book 7 〈αὐταί:〉 αὐτόματοι.
book 8 〈νέοι:〉 ὡς τῶν νέων καθιερωμένων τῷ Ἀπόλλωνι.
book 14 εἰ μέλλουσι καὶ γάμου ἐντὸς (?) γενέσθαι καὶ πολιᾶσαι· καὶ γὰρ ἀκειρεκόμης ὁ Ἀπόλλων.
book 15 〈ἑστήξειν:〉 ἀπὸ τοῦ ἵστημι παρακείμενος ἕστηκα. ἀπὸ τούτου ποιοῦσιν οἱ Συρακούσιοι ἐνεστῶτα ἑστήκω, οὗ ὁ μέλλων ἑστήξω, καὶ τὸ ἀπαρέμφατον ἑστήξειν.
book 16 〈χέλυς:〉 ἡ κιθάρα.
book 18a 〈εὐφημεῖ:〉 ἡσυχάζει, γαληνιᾷ.
book 18b 〈κλείουσιν:〉 ὑμνοῦσιν.
book 19 〈Λυκωρέος:〉 τοῦ Ἀπόλλωνος.
book 20a 〈κινύρεται:〉 κλαίει, θρηνεῖ.
book 20b 〈αἴλινα:〉 ἤτοι θρηνητικά.
book 21 〈ἱὴ παιῆον:〉 πρόσφθεγμα καταφρ̣ο̣νοῦντος.
book 22a 〈ἀναβάλλεται:〉 ὑπερτίθεται.
book 22b 〈πέτρος:〉 τῆς Νιόβης.
book 26 〈βασιλῆι:〉 τῷ Πτολεμαίῳ τῷ Εὐεργέτῃ· διὰ δὲ τὸ φιλόλογον αὐτὸν εἶναι ὡς θεὸν τιμᾷ (v. ad test. I).
book 32 ἐνδυτόν: τὸ ἱμάτιον· ἐπιπορπὶς δὲ ἡ περόνη, ἡ λεγομένη φίβλα.
book 33 ἄεμμα: ἡ νευρά· παρὰ τὸ ἑκατέρωθεν δεδέσθαι. Λύκτος δέ ἐστι πόλις Κρήτης.
book 35 〈Πυθῶνί:〉 Ὅμηρος (Ι 404)· ‘οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει | Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι‘.
book 37a 〈θηλείαις:〉 ἁπαλαῖς.
book 37b 〈χνόος:〉 ψόφος, ξυσμός.
book 38 〈ἔλαια:〉 ση(μείωσαι), ὅτι τὰ ἔλαια πληθυντικῶς παρ’ οὐδενὶ ἄλλῳ εὕρηται.
book 40 〈πανάκειαν:〉 τὴν ἴασιν.
book 41 πρῶκες: δρόσοι σταγόνες· ἀκήρια δέ, ἀσθενῆ τὰ νοσήματα ἢ μᾶλλον ἄνοσα καὶ ἄφθαρτα πάντα γίνεται.
book 42a τέχνῃ δ’ ἀμφιλαφής: ἔστι γὰρ τοξότης, ἀοιδός, μάντις, ἰατρὸς καὶ ποιμήν.
book 42b 〈ἀμφιλαφής:〉 πλούσιος.
book 42c 〈ἀμφιλαφής:〉 βοηθός.
book 45 〈θριαί:〉 μαντικαὶ ψῆφοί εἰσιν αἱ θριαί. λέγεται δὲ αὐτὰς εὑρῆσθαι ὑπό τινων τριῶν νυμφῶν. διὰ τοῦτο καὶ θριαὶ ὠνομάσθησαν οἱονεὶ τριαί.
book 48 〈ἐπ’ Ἀμφρυσσῷ:〉 Ἀμφρυσσὸν οἱ μὲν ποταμὸν Θεσσαλίας, οἱ δὲ πόλιν· ζευγίτιδας δὲ τὰς ὑπὸ ζυγὸν ἀγομένας.
book 49 〈ἠϊθέου:〉 ἀγάμου, ἄπαιδος.
book 50a βουβόσιον: ὁ τόπος ἔνθα οἱ βόες νέμονται. τὸ δ’ ἐπιμηλάδες ἀντὶ τοῦ αἱ μετὰ τῶν μήλων νεμόμεναι· καὶ γὰρ καὶ τὰς αἶγας μῆλα λέγουσιν, ὡς Ὅμηρος (i 184) ἐπεξηγούμενος τί εἰσι μῆλά φησι· ‘μῆλ’ ὄιές τε καὶ αἶγεσ‘. ἂν δὲ ἐμμηλάδες γράφηται, ἀντὶ τοῦ θήλειαι ἐστίν.
book 50b 〈ἐπιμηλάδες:〉 αἱ γόνιμοι.
book 53 ἄκυθοι: ἤγουν ἄγονοι· κεῦθος γὰρ λέγεται τὸ κύημα.
book 59 〈ἐν Ὀρτυγίῃ περιηγέος:〉 κυκλοτεροῦς. οὕτω γὰρ στρογγύλη λίμνη ἐν Ὀρτυγίᾳ καλεῖται. Ὀρτυγία δὲ ἡ Δῆλος ἀπὸ τοῦ τὴν Λητὼ εἰς ὄρτυγα μεταβληθεῖσαν εἰς τὴν Δῆλον ἐλθεῖν φεύγουσαν τὴν Ἥραν.
book 61 〈Κυνθιάδων:〉 Κύνθος ὄρος τῆς Δήλου.
book 65 λέγεται ὅτι ὁ Βάττος οὗτος ἄφωνος ἦν. ἀπῆλθεν οὖν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἐπὶ τῷ τὸν θεὸν ἐρωτῆσαι περὶ τῆς φωνῆς. ὁ δὲ ἔχρησεν αὐτῷ οὐκέτι περὶ φωνῆς, ἀλλὰ περὶ μετοικίας. καὶ ὁ Βάττος πεισθεὶς τῷ χρησμῷ ἦλθεν εἰς τὴν Λιβύην. λέγεται δὲ εἶναι πολλοὺς λέοντας ἐν τῇ χώρᾳ ταύτῃ. ἐπιδημήσας οὖν ὁ Βάττος, καὶ λέοντα αἰφνηδὸν θεασάμενος τῇ τοῦ φόβου ἀνάγκῃ βιασθεὶς φθέγξασθαι διέρρηξε τὴν φλέβα, ἥτις τὴν ἐκείνου φωνὴν ἐπεῖχε, καὶ οὕτω φωνήεις ἐγένετο καὶ τὴν Κυρήνην ἔκτισεν, ὅθεν ἐστὶν ὁ Καλλίμαχος.
book 66 〈κόραξ:〉 ὡς ἀνακείμενος τῷ Ἀπόλλωνι ὁ κόραξ.
book 68 〈ἡμετέροις βασιλεῦσι:〉 τῷ Πτολεμαίῳ.
book 69 〈Βοηδρόμιον:〉 πολέμου ἐπελθόντος τοῖς Ἀθηναίοις ἔχρησεν αὐτοῖς ὁ θεός, μετὰ βοῆς ἐπιθέσθαι τοῖς πολεμίοις· οἱ δὲ τοῦτο ποιήσαντες ἐνίκησαν, ὅθεν Βοηδρόμιος Ἀπόλλων.
book 70 〈Κλάριον:〉 μαντικόν (?).
book 71 〈Καρνεῖον:〉 ἀπὸ Κάρνου τοῦ μάντεως τοῦ ἀναιρεθέντος ὑπὸ Ἀλήτου, ὃς ἦν τῶν Ἡρακλειδῶν. ὀργισθεὶς οὖν ὁ Ἀπόλλων λοιμὸν ἐνέβαλλεν.
book 74 〈Οἰδιπόδαο:〉 Οἰδίποδος μὲν Πολυνείκης, οὖ Θέρσανδρος, οὗ Τισαμενός, οὗ Αὐτεσίων, οὗ Θήρας, ὃς ἀπῴκησεν εἰς Θήραν τὴν νῆσον τὴν νῦν οὕτω κληθεῖσαν.
book 76 〈Ἀριστοτέλης:〉 ὁ αὐτὸς καὶ Βάττος λέγεται. οὖλος δὲ ὁ ὑγιής, ὡς πρὸς τὴν φωνήν. καὶ γὰρ ὁ δοθεὶς αὐτῷ χρησμὸς τοῦτο παρεμφαίνει· ‘Βάττ’, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος ἀνώγει | ἐς Λιβύην ἐλθεῖν μηλοτρόφον οἰκιστῆρα.‘ Ἀσβυστίδα δὲ τὴν λευκὴν λέγει παρὰ τὴν ἄσβεστον. τοιαύτη γὰρ ἡ Λιβύη λευκόγειος.
book 78 〈τελεσφορίην:〉 ἑορτήν, θυσίαν.
book 83 κρόκος τὸ ἄνθος παρὰ τὸ ἐν κρύει θάλλειν.
book 85 〈ζωστῆρες:〉 περιφραστικῶς οἱ πολεμικοί.
book 86 ὡς ἐπιτελούντων καὶ ἐν τῇ Λιβύῃ ἑορτὴν Καρνείῳ Ἀπόλλωνι.
book 87 〈τέθμιαι:〉 νόμιμοι, ὡρισμέναι.
book 88sq 〈Κυρῆς:〉 κρήνη ἐν Κυρήνῃ. Δωριέας δὲ τοὺς Ἡρακλείδας λέγει τοὺς ἀπὸ Σπάρτης μετοικήσαντας εἰς Θήραν καὶ ἀπὸ Θήρας εἰς Κυρήνην.
book 89 〈Ἄζιλιν:〉 ὄρος καὶ ποταμὸς Λιβύης.
book 90a 〈ἄναξ:〉 ἤγουν ὁ Ἀπόλλων.
book 90b 〈νύμφῃ:〉 τῇ Κυρήνῃ.
book 91 ἐπὶ Μυρτούσσης: ὄρος Λιβύης· κερατώδεος δὲ τῆς κέρατα ἐχούσης ἤτοι ἀκρωρείας. φαίνεται δὲ ἡ Κυρήνη ὡς φονεύσασα ἐν τῇ Λιβύῃ λέοντά τινα βλάπτοντα τὰς βοῦς τοῦ Εὐρυπύλου· ἦν δὲ αὕτη κυνηγέτις, θυγάτηρ Ὑψέως.
book 92 〈Ὑψηΐς:〉 ἡ Κυρήνη.
book 94 〈τόσσα:〉 ὅσσα.
book 95 〈ἁρπακτύος:〉 τῇ Κυρήνῃ κυνηγετούσῃ ἐν τῷ ὄρει τῷ Πηλίῳ τῆς Θεσσαλίας συνεκαθεύδησεν Ἀπόλλων, ἐξ ἧς τίκτεται ὁ Ἀρισταῖος.
book 106 ἐγκαλεῖ διὰ τούτων τοὺς σκώπτοντας αὐτὸν μὴ δύνασθαι ποιῆσαι μέγα ποίημα, ὅθεν ἠναγκάσθη ποιῆσαι τὴν Ἑκάλην.
book 108 〈Ἀσσυρίου ποταμοῖο:〉 τὸν τῶν Περσῶν λέγει τὸν καλούμενον Εὐφράτην.
book 1 Τὸ ἑξῆς· Ἄρτεμιν ὑμνοῦμεν ἀρχόμενοι.
book 3 ἑψιάασθαι: διατρίβειν, παίζειν.
book 4 Ὅμηρος (Ε 408)· ‘οὐδέ τί μιν παῖδες ποτὶ γούνασιν‘.
book 8 〈ἔα:〉 τὸ εα δασυνόμενον μὲν καὶ ὀξυνόμενον τὰ ἴδια ἢ τὰ ἀγαθὰ δηλοῖ, ψιλούμενον δὲ καὶ παροξυνόμενον τὸ συγχώρει καὶ δίδου· καὶ τὸ ὑπῆρχον δέ, ‘εἰ τότε κοῦρος ἔα‘ (Δ 321).
book 10 〈ἄεμμα:〉 ἡ νευρά.
book 11 φαεσφορίην: ἢ ὅτι λαμπαδοῦχος (ἡ αὐτὴ γὰρ τῇ Ἑκάτῃ) ἢ ὅτι τοὺς μαιευομένους προάγει εἰς φῶς.
book 12 λεγνωτόν: τὸ ἔχον ᾤαν, τουτέστι τὸ ἀπολῆγον τοῦ ἱματίου. λέγναι γὰρ αἱ ᾦαι, τὰ λώματα, οἱ κροσσοί, ἅπερ Ὅμηρος (Β 448) θυσάνους καλεῖ· ‘τῆς ἑκατὸν θύσανοι‘.
book 14 〈ἀμίτρους:〉 ἀζώστους, μὴ διαπεπαρθενευμένας. μίτρας γὰρ ἐζώννυντο, ἃς ἔλυον ὅταν ἔμελλον διαπαρθενεύεσθαι, ἢ ὅτι οἱ ἄγαμοι γυμνοὶ ἐβάδιζον.
book 15 〈Ἀμνισίδας:〉 Κρητικάς. Ἀμνισὸς γὰρ ποταμὸς Κρήτης.
book 16a 〈ἐνδρομίδας:〉 τὰ ὑποδήματα.
book 16b τὸ δὲ ἑξῆς· αἵτε μοι, ὁπότε δὴ μὴ λύγκας 〈βάλλοιμι〉, ἐνδρομίδας τε καὶ θοοὺς κύνας εὖ κομέοιεν.
book 18 〈ἥντινα:〉 περιττὸν τὸ ἥν.
book 19a λῇς ἀντὶ τοῦ θέλῃς κατὰ ἀποβολὴν τῆς θε συλλαβῆς. κέχρηται πολλαχοῦ τῇ λέξει καὶ ὁ Θεόκριτος (Ι 12)· ‘λῇς ποτὶ τᾶν νυμφᾶν, λῇς, αἰπόλε;‘
book 19b 〈σπαρνόν:〉 σπάνιον.
book 21 〈ὠδίνεσσι:〉 ἡ αὐτὴ γάρ ἐστι τῇ Εἰλειθυίᾳ.
book 28 〈μέχρις ἵνα:〉 περιττὸν τὸ μέχρις.
book 30 〈τυτθόν:〉 ἀντὶ τοῦ οὐδὲ τυτθόν.
book 35 〈καὶ Ἀρτέμιδος καλέεσθαι:〉 ἀπὸ κοινοῦ τὸ εἴσεται.
book 36 〈πολλὰς δὲ ξυνῇ:〉 ἀπὸ κοινοῦ τὸ ὀπάσω σοι, μετὰ τὰς λʹ· κοινῇ δέ σοι καὶ τῷ Ἀπόλλωνι πολλάς.
book 40 〈ἐπεκρήηνε καρήατι:〉 Ὅμηρος (Α 527)· ‘ὅ τι κεν κεφαλῇ κατανεύσω‘.
book 41 〈Λευκόν:〉 ὄρος Κρήτης. ἑνικῶς οὕτως εἴρηκε, Λευκὰ δὲ ὄρη λέγονται πληθυντικῶς.
book 44 〈Καίρατος:〉 ποταμὸς Κρήτης καὶ πόλις ἡ κερατοφόρος οὕτω λεγομένη.
book 45a ἀμορβούς: ἤγουν ἀκολούθους· παρὰ τὸ ἅμα πορεύεσθαι.
book 45b ὀπαδούς· ἐκ τοῦ ἅμα ὀρούεσθαι.
book 46sqq τὸ ἑξῆς· τοὺς μὲν ἔτετμεν ἐπ’ ἄκμοσιν Ἡφαίστοιο.
book 47 νῆσός ἐστιν ἡ Λιπάρη πλησίον Σικελίας, ἔνθα ἦν τὰ χαλκεῖα Ἡφαίστου. ἔστι δὲ μία τῶν Αἰολίδων. λέγεται δέ, ὅτι σίδηρα διάφορα θέντες ἐν αὐτῇ ναῦται ἕωθεν εὑρήκασιν αὐτὰ ἐκ τῆς ἀναδόσεως τοῦ πυρὸς ἀναλιπανθέντα. καὶ διὰ τοῦτο ἐκλήθη ἡ νῆσος Λιπάρα· 〈...〉 διὰ τὸ αὐτὰ διάφορα ὄντα ἓν γενέσθαι (?).
book 49 μύδρον: τὸν πεπυρακτωμένον σίδηρον, παρὰ τὸ μύρεσθαι καὶ διαρρεῖν.
book 52 〈πρηόσιν Ὀσσαίοισιν:〉 Ὄσσα ὄρος Θεσσαλίας.
book 53 〈φάεα μουνόγληνα:〉 καὶ Ἡσίοδος (Theog. 145)· ‘κυκλοτερὴς ὀφθαλμὸς ἕεισ‘.
book 54 ὑπογλαύσσοντα: ἤγουν ὑποβλέποντα, ὅθεν καὶ γλαύκ〈ι〉ος.
book 56a 〈βαρὺν στόνον:〉 ἀπὸ κοινοῦ τὸ αἱ νύμφαι ἔδεισαν.
book 56b 〈Αἴτνη:〉 ὄρος Σικελίας.
book 58 〈Κύρνος:〉 νῆσος πρὸ τῆς Σικελίας ἡ Κύρνος ἐστίν.
book 59 〈εὖθ’ οἵ γε ῥαιστῆρας:〉 τὸ ἑξῆς· ἐπεὶ μέγα πολύ τ’ ἄημα, εὖθ’ οἵ γε ῥαιστῆρας. λέγει δὲ τὰς σφύρας ῥαιστῆρας παρὰ τὸ ῥαίειν καὶ φθείρειν τὰ ὑποπίπτοντα.
book 61 〈ἀμβολαδίς:〉 ἐκ διαδοχῆς.
book 62a 〈ἐτάλασσαν:〉 ἔτλησαν.
book 62b 〈ἀκηδέες:〉 ἄφοβοι.
book 67 〈καλιστρεῖ:〉 καλεῖ.
book 69 〈αἰθῇ:〉 τῇ κεκαυμένῃ, τῇ μελαίνῃ.
book 70 〈μορμύσσεται:〉 ἐκφοβεῖ.
book 74 ὀπτήρια: τὰ ὑπὲρ τοῦ ἰδεῖν δῶρα.
book 77 ὤλοψας: ἤτοι ἀπέτιλας, ἐλέπισας.
book 79 ἀλώπηξ: πάθος περὶ τὴν κεφαλὴν γινόμενον, ἀπὸ μεταφορᾶς τοῦ ζῴου· †τὸ γὰρ ζῷον τοῦτο λέγεται† ἔνθα ἂν οὐρήσῃ, ἄγονος ὁ τόπος τῷ ἔτει ἐκείνῳ γίνεται.
book 81 Κυδώνιον: ἔθνος Κρήτης, ἀφ’ οὗ Κρητικόν.
book 82 〈κατακληῖδα:〉 τὴν φαρέτραν.
book 84 〈μονιὸν δάκος:〉 μονιὸν τὸ κατὰ μόνας νεμόμενον· δάκος δὲ τὸ θηρίον.
book 88 〈λυγκός:〉 εἶδος θηρίου ὁ λύγξ, οὗ τὸ οὖρον πήγνυται, ὃ καλοῦσι λυγκούριον.
book 89 〈Μαιναλίης:〉 ὄρος Ἀρκαδίας.
book 90 〈πηγούς:〉 λευκούς. καὶ Ὅμηρος (Γ 197) ‘πηγεσιμάλλῳ‘.
book 94 〈Κυνοσουρίδας:〉 τὰς ἀπὸ κυνῶν καὶ ἀλωπέκων τικτομένας κύνας, ἢ τὰς Λακωνικάς. Κυνοσουρὶς γὰρ τόπος Λακωνικός.
book 95 〈λαγωόν:〉 ὁ γὰρ λαγωὸς καὶ ἐν τῷ κοιμᾶσθαι οὐ μύει.
book 96 〈ὕστριχος:〉 ὕστριξ θηρίον τι τραχύτατον.
book 98 〈ἀπερχομένῃ:〉 σοὶ τῇ Ἀρτέμιδι.
book 99a 〈προμολῇς’:〉 ταῖς διεξόδοις.
book 99b 〈Παρρασίοιο:〉 ὄρος Ἀρκαδίας.
book 101 〈Ἀναύρου:〉 ποταμὸς Θεσσαλίας ὁ Ἄναυρος.
book 102 〈κεράων:〉 σημείωσαι ὅτι τὰς θηλείας ἐλάφους κερατοφόρους εἶπεν.
book 107 〈Κελάδοντος:〉 ποταμὸς Ἀρκαδίας.
book 109 〈Κερύνειος:〉 λόφος Ἀρκαδίας.
book 110 〈Τιτυοκτόνε:〉 Τιτυὸς βιασάμενος Λητὼ ἀνῃρέθη ὑπὸ Ἀπόλ‐ λωνος καὶ Ἀρτέμιδος.
book 112 〈κεμάδεσσι:〉 ἐλάφοις.
book 114a 〈Αἵμῳ:〉 ὄρος Θρᾴκης.
book 114b κατᾶιξ δὲ ἡ λεγομένη καταιγίς.
book 114c 〈κατᾶιξ:〉 λαῖλαψ.
book 117 〈Μυσῷ:〉 ἔστι γὰρ καὶ ἄλλος Μακεδονίας.
book 124 〈ἐμμάξεαι:〉 ἐμβάλῃς.
book 125 φιν: χωρὶς τοῦ ς διὰ τὸ μέτρον.
book 127 ἢ βληταί: ἤγ(ουν) βεβλημέναι ὑπὸ τῆς Ἀρτέμιδος.
book 133 〈τρώει:〉 τρύχει, φθείρει.
book 134 〈θυωρόν:〉 θυωρὸς ἡ φιλικὴ τράπεζα, κυρίως δὲ ἡ θεοῖς ἀνα‐ τιθεμένη. τὸ δὲ ἑξῆς· περὶ μίαν θυωρὸν τὰ δίφρα τίθενται αἱ εἰνάτερες καὶ αἱ γαλόῳ.
book 136sq εἴη μοι φίλος ὅστις ὑπὸ σοῦ προνοεῖται, εἴην δὲ καὶ αὐτός.
book 140 〈ἄντυγες:〉 ἀπὸ τῆς ἄντυγος τὸ ὅλον ἅρμα σημαίνει.
book 143 Ἀκακήσιος: ἀπὸ ὄρους Ἀρκαδίας, ἢ ὁ μηδενὸς κακοῦ παραίτιος ὤν.
book 146 〈Τιρύνθιος ἄκμων:〉 ὁ μὴ καμὼν ἐπὶ τοῖς ἄθλοις Ἡρακλῆς.
book 149 〈πενθερή:〉 ἡ Ἥρα.
book 152 πινύσκει: σωφρονίζει, κολακεύει ὁ Ἡρακλῆς.
book 154a 〈ἔα πρόκας:〉 διὰ τὴν ἀδηφαγίαν τὰ μείζω τῶν ζῴων αὐτὴν κελεύει ἀγρεύειν. [b] 〈πρόκας:〉 νεβρούς.
book 158 〈περὶ θῆρα πονεῖτο:〉 ἐσθίων
book 159 〈Φρυγίῃ:〉 Φρυγία ὄρος Τραχῖνος, ἔνθα ἐκάη ὁ Ἡρακλῆς.
book 161 〈Θειοδάμαντι:〉 βασιλεὺς Δρυόπων ὁ Θειοδάμας.
book 165 〈ὠκύθοον τριπέτηλον:〉 ταχέως ἀνατέλλον τρίφυλλον.
book 166 〈ὑποληνίδας:〉 πυέλους, ποτίστρας.
book 170sqq τὸ ἑξῆς· ἡνίκα αἱ νύμφαι—, μὴ νειὸν τημοῦτος.
book 171 〈Ἰνωποῖο:〉 Ἰνωπὸς ποταμὸς Δήλου. Αἰγύπτιος δὲ διὰ τὸν Νεῖλον, ὅτι καὶ αὐτὸς †ἐκεῖ† πλημυρεῖ. ἢ ὅτι λέγεται ἐκ τοῦ ὕδατος τοῦ Νείλου μετέχειν λαθραίως.
book 172a 〈Πιτάνῃ:〉 πόλις Λακεδαιμονίας.
book 172b 〈Λίμναις:〉 Λίμναι δῆμος Ἀττικῆς, ἔνθα τιμᾶται ἡ Ἄρτεμις.
book 173 〈Ἀλὰς Ἀραφηνίδας:〉 δύο Ἀλαὶ δῆμοι τῆς Ἀττικῆς, Ἀλαὶ Ἀραφηνίδες καὶ Ἀλαὶ Αἰξωνίδες.
book 174 τέθμια Ταύρων: τὰ νόμιμα τῶν Σκυθῶν ἤγουν τὸ θύειν τοὺς ξένους.
book 175 〈τημοῦτος:〉 τηνικαῦτα.
book 176sqq τὸ ἑξῆς· ἡνίκα αἱ νύμφαι τὴν Ἄρτεμιν τῷ χορῷ κυκλώσονται, μὴ γένοιτο τὰς ἐμὰς βοῦς ἐπ’ ἀλλοτρίῳ μισθῷ ἐργάζεσθαι· καὶ γὰρ ὁ ἥλιος ἐπέχει τὸν ἑαυτοῦ δρόμον καὶ αὐτὸς ἐφορῶν τὸν χορὸν τῶν νυμφῶν, ὥστε εἶναι πολὺ τὸ τῆς ἡμέρας διάστημα.
book 177 〈γυιαί:〉 χωλαί.
book 178a 〈κόπρον:〉 τὴν ἔπαυλιν.
book 178b 〈Στυμφαιΐδες:〉 Ἠπειρωτικαί· Στύμφαι γὰρ χωρίον τῆς Ἠπείρου· λέγεται δὲ καλὰς βοῦς ἔχειν τὴν Ἤπειρον.
book 179 κεραελκέες: διὰ τὸ τοῖς κέρασιν ἕλκειν τὸ ἄροτρον.
book 187 〈Πέργη:〉 μητρόπολις Παμφυλίας.
book 188a 〈Τηΰγετον:〉 ὄρος Λακεδαίμονος.
book 188b 〈Εὐρίποιο:〉 ὁ μεταξὺ Εὐβοίας καὶ Βοιωτίας ῥοῦς. καλεῖται δὲ οὕτως ἡ Εὔβοια· λέγεται δὲ καὶ Μάκρις διὰ τὸ ἐπὶ μῆκος αὐτὴν κεῖσθαι.
book 189 〈Γορτυνίδα:〉 Κρητικήν, ἀπὸ τόπου.
book 190a 〈ἐλλοφόνον:〉 νεβροκτόνον.
book 190b 〈Βριτόμαρτιν:〉 Βριτόμαρτις ὄνομα κύριον τῆς νύμφης, ἀφ’ ἧς καὶ ἡ Ἄρτεμις ἐν Κρήτῃ Βριτόμαρτις τιμᾶται, ὡς Διογενιανός (fr. XX)
book 194 〈παίπαλα:〉 τόπους τραχεῖς.
book 204 〈Οὖπι:〉 Οὖπις ἐπίθετον Ἀρτέμιδος· ἢ παρὰ τὸ ὀπίζεσθαι τὰς τικτούσας αὐτήν, ἢ παρὰ τὴν θρέψασαν αὐτὴν Οὖπιν ἢ διὰ τὰς Ὑπερ‐ βορέους κόρας, Οὖπιν, Ἑκαέργην, Λοξώ, ἃς ἐτίμησεν Ἀπόλλων καὶ Ἄρτεμις· καὶ ἀπὸ μὲν τῆς μιᾶς Οὖπις ἡ Ἄρτεμις, Λοξίας δὲ καὶ Ἑκάεργος ἐκ τῶν λοιπῶν ὁ Ἀπόλλων.
book 208a 〈Ὑψηίς:〉 ἡ Κυρήνη.
book 208b τύμβον Ἰώλκιον: τὸν τοῦ Πελίου· ἐν Ἰωλκῷ γὰρ ὁ Πελίας.
book 209 〈Κεφάλου ξανθὴν ἄλοχον:〉 τὴν Πρόκριν.
book 211 〈Ἀντίκλειαν:〉 ἢ τὴν μητέρα Ὀδυσσέως ἢ ἄλλην τινά.
book 215 〈ποδορρώρην:〉 τὴν τοῖς ποσὶν ὀρούουσαν καὶ ὁρμῶσαν.
book 221 〈Ὑλαῖον:〉 Ὑλαῖος καὶ Ῥοῖκος Κένταυροι περὶ Ἀρκαδίαν, οὓς ἀνεῖλεν Ἀταλάντη βιασαμένους αὐτήν.
book 224a 〈τάων:〉 τῶν λαγόνων τῶν Κενταύρων.
book 224b 〈Μαιναλίη:〉 ὄρος Ἀρκαδίας.
book 224c νᾶεν: ἔσταξεν, ἔβρεξεν, ὅθεν καὶ νᾶμα καὶ νασμός.
book 228 Χησιάς: 〈Χήσιον〉 ἀκρωτήριον τῆς Σάμου καὶ Ἴμβρασος ποταμὸς Σάμου.
book 232 〈Ῥαμνουσίδι:〉 Ῥαμνοῦς δῆμος Ἀττικῆς, ἔνθα τῇ Νεμέσει ὁ Ζεὺς συνεκαθεύδησεν, ἥτις ἔτεκεν ᾠόν, ὅπερ εὑροῦσα ἡ Λήδα ἐθέρμανε καὶ ἐξέβαλε τοὺς Διοσκούρους καὶ τὴν Ἑλένην.
book 235a 〈Ἀζήνια:〉 ὄρος Ἀρκαδίας.
book 235b 〈ἐνὶ Λούσοις:〉 ἡ εὐθεῖα τὰ Λοῦσα οὐδετέρως, ὡς Ἡρωδιανός.
book 236 〈θυμὸν ἀπ’ ἄγριον εἵλεο παίδων:〉 τοῦ Προίτου μανεῖσαι αἱ τρεῖς θυγατέρες πάλιν διὰ τῆς Ἀρτέμιδος ἡμερώθησαν. ὁ δὲ κτίζει ἱερὰ δύο, ἓν μὲν Κορίης, ἓν δὲ Ἡμέρης, διότι τὰς κόρας ἡμέρωσεν.
book 238 〈παρραλίῃ Ἐφέσῳ:〉 τῇ παραθαλασσίῃ.
book 239 Ἱππώ: μία τῶν Ἀμαζόνων.
book 245 〈ἔργον Ἀθηναίης:〉 Ἀθηνᾶ γὰρ ἔφορος πάσης τέχνης.
book 246a 〈Σάρδιας:〉 πόλις Λυδίας.
book 246b Βερεκύνθιον: μεταξὺ Λυδίας καὶ Φρυγίας.
book 250 Ὅμηρος (Ι 404)· ‘οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτοροσ‘.
book 251 〈ἠλαίνων:〉 μωραίνων.
book 253 〈Κιμμερίων:〉 Σκυθῶν.
book 254 〈βοὸς πόρον Ἰναχιώνης:〉 τῆς Ἰοῦς τῆς εἰς βοῦν μεταμορφω‐ θείσης. Βόσποροι δὲ εἰσὶ δύο, ὅ τε Βυζάντιος καὶ ὁ Κιμμέριος.
book 259 Μουνιχίη: ἤτοι Ἀττική· Μουνιχία γάρ ἐστι μέρος τοῦ Πειραιῶς τοῦ λιμένος τῶν Ἀθηνῶν.
book 1 〈Τίνα:〉 κατὰ τίνα.
book 7 〈Πίμπλειαν:〉 ὄρος Θρᾴκης ἱερὸν Μουσῶν.
book 11a ἄτροπος: ἤγουν ἀκίνητος καὶ ἄσειστος· ἡ γὰρ Δῆλος οὐδέποτε σειομένη τινάσσεται. φησὶ δὲ καὶ Θουκυδίδης (ΙΙ 8, 3), ὅτι σεισμὸς γενόμενος τοσοῦτον ἦν μέγας ὡς καὶ τὴν Δῆλον νῆσον σεισθῆναι.
book 11b ἄλλως. ἄτροπος: ἤγουν ἀγεώργητος· μὴ τρεπομένη καὶ μεταβαλλομένη ἐν τῷ ἀροῦσθαι· τραχεῖα γάρ.
book 11c ἁλιπλὴξ δὲ ὑπὸ τῆς ἁλὸς πληττομένη.
book 12 〈αἰθυίῃς:〉 λάροις.
book 14a 〈ἀπομάσσεται:〉 ἀπορρίπτει.
book 14b 〈ἄχνην:〉 ἀφρόν.
book 18 οὐχ ὅτι αἱ νῆσοι ἀθροίζονται, ἀλλ’ οἱ ἔξαρχοι θεοί.
book 19 〈Κύρνος:〉 ἡ νῦν †Τύρος† καλουμένη.
book 20a 〈Μάκρις Ἀβαντιάς:〉 ἡ Εὔβοια.
book 20b 〈Ἐλλοπιήων:〉 τῶν Εὐβοέων.
book 21 〈ἣν ἐπενήξατο Κύπρις:〉 ἡ Κύπρος.
book 22 〈σαοῖ:〉 σώζει.
book 23 〈ἐρυμναί:〉 ἠσφαλισμέναι.
book 26 〈Στρυμονίου:〉 Στρυμὼν ποταμός ἐστι καὶ πόλις Θρᾴκης.
book 28 〈πολέες:〉 αἱ Πινδάρου καὶ Βακχυλίδου. ἔδει δὲ εἰπεῖν πολλαί.
book 30 λέγεται γὰρ ὅτι ὁ Ποσειδῶν τῇ τριαίνῃ ἀποσπῶν τὰς νήσους ἐποίει.
book 31 〈ἄορι τριγλώχινι:〉 τῇ τριαίνῃ.
book 41 〈ἀπὸ Ξάνθοιο πολίχνης:〉 ἀπό τινος Ξάνθου βασιλεύσαντος Τροιζῆνος.
book 46 〈Χαλκιδικῆς:〉 Χαλκὶς πόλις Εὐβοίας.
book 47 Σούνιον: ἀκρωτήριον τῆς Ἀττικῆς.
book 48a 〈νήσοιο ... Παρθενίης:〉 τῆς Σάμου.
book 48b 〈διάβροχον:〉 τὸν γόνιμον.
book 50 〈Ἀγκαίου:〉 Ἀγκαῖος βασιλεὺς Σάμου.
book 57 〈διακριδόν:〉 κατ’ ἐξοχήν, μεγάλως.
book 60 〈σπερχομένη:〉 ὀργιζομένη.
book 61 〈εἵατο:〉 ἐκαθέζοντο.
book 63 〈Αἵμου:〉 ὄρος Θρᾴκης ὁ Αἷμος.
book 65 〈ἑπτάμυχον:〉 πολύμυχον.
book 66 〈νησάων:〉 παραλόγως ἔχει τὴν διαίρεσιν νησάων. οὐ γὰρ ἀπὸ τῶν εἰς αι ἐστίν.
book 67a 〈κόρη:〉 ἡ Ἶρις.
book 67b 〈Μίμαντι:〉 ὄρος 〈ἀντικρὺ〉 Χίου.
book 71a 〈Παρθένιον:〉 ὄρος Ἀρκαδίας τὸ Παρθένιον, ἔνθα τὴν Αὔγην τοῦ Ἀλεοῦ τὴν θυγατέρα, ἱέρειαν τῆς Ἀθηνᾶς, ἔφθειρεν Ἡρακλῆς.
book 71b 〈Φενειός:〉 πόλις Ἀρκαδίας ἀρχαία.
book 73a 〈ἔμπλην:〉 χωρίς.
book 73b 〈Αἰγιαλοῦ:〉 Ὅμηρος (Β 575)· ‘Αἰγιαλόν τ’ ἀνὰ πάντα‘.
book 75 〈Ἀονίη:〉 Ἀονίαν τὰς Θήβας λέγει.
book 76 〈Δίρκη τε Στροφίη τε:〉 κρῆναι ἐν Θήβαις ταῖς Βοιωτίαις.
book 77 〈Ἰσμηνοῦ:〉 Ἰσμηνὸς ποταμὸς Θηβῶν καὶ Ἀσωπός.
book 78 〈ἐπεὶ πεπάλακτο κεραυνῷ:〉 ἐπεὶ τὴν θυγατέρα αὐτοῦ Αἴγιναν ἁρπαγεῖσαν ὑπὸ Διὸς ἀπήγγειλε Σίσυφος, ὁ δὲ ἤρξατο καταδιώκειν αὐτόν, Ζεὺς δὲ ὀργισθεὶς ἐκεραύνωσεν αὐτόν.
book 79 〈ὑποδινηθεῖσα:〉 ὑπότρομος γενομένη.
book 80 〈μελίη:〉 τὸ ἑξῆς 〈...〉 οὐκ ἔστι κύριον, ἀλλὰ ἁπλῶς εἴρηται περὶ πάσης μελίας.
book 82 〈Ἑλικῶνος:〉 ὄρος Βοιωτίας.
book 86 〈ταῖς μέν:〉 ταῖς μὴ δεξαμέναις δηλαδὴ τὴν Λητώ.
book 88 τὸ ἑξῆς· ὦ Θήβη, τί αὐτίκα ἐλέγχεις τὸν ἐσόμενόν σοι πότμον;
book 91 〈ὄφις μέγας:〉 ὁ Δελφύνης.
book 92 〈ἀπὸ Πλειστοῖο:〉 Πλειστὸς ποταμὸς Φωκίδος παρὰ τὸν Παρ‐ νασὸν ῥέων, ὅς ἐστιν ὄρος Φωκίδος.
book 94 〈τομώτερον:〉 σαφέστερον, ὀξύτερον.
book 96 〈κακογλώσσοιο:〉 τῆς Νιόβης· ἐν Θήβαις γὰρ κατῴκει.
book 97 〈Κιθαιρών:〉 ὄρος Θηβῶν.
book 101 〈Ἑλίκη:〉 πόλις Ἀχαΐας.
book 102 〈Βοῦρά τε Δεξαμενοῖο:〉 Βοῦρα πόλις Ἀχαΐας· ᾤκησε δὲ αὐτὴν Δεξαμενὸς ὁ Κένταυρος. ἐκεῖ δὲ αὐτοῦ τὰ βουστάσια ἐφυλάττετο· διὸ καὶ Βοῦρα ὠνομάσθη.
book 104a 〈Λάρισα:〉 πόλις Θεσσαλίας.
book 104b Χειρωνίδες ἄκραι: τὸ Πήλιον ὄρος Θεσσαλίας, διὰ τὸ τὸν Χείρωνα ἐκεῖσε οἰκῆσαι.
book 105a 〈Πηνειός:〉 ποταμὸς Θεσσαλίας.
book 105b 〈Τεμπέων:〉 ὄρη Θεσσαλίας.
book 105c 〈Τεμπέων:〉 ὄρη Κιλικίας πλησίον Θεσσαλίας.
book 105d 〈Τεμπέων:〉 Τέμπη αἱ στενώταται διεκβολαὶ τῶν Θεσσαλίας ὀρῶν.
book 109 〈Θεσσαλίδες:〉 αἱ παρὰ τὸν Πηνειόν.
book 112 〈ἀνέμοισιν ἐρίζεις:〉 ἐν τῷ τρέχειν.
book 115 〈πεποίησαι:〉 προσπεποίησαι τὸ ὀξέως τρέχειν.
book 118 〈Φιλύρης νυμφήϊον:〉 ἐν τῷ Πηλίῳ γὰρ ὁ Κρόνος τῇ Φιλύρᾳ μιγεὶς ποιεῖ τὸν Χείρωνα.
book 122 〈Ἀναγκαίη:〉 τὸ τοῦ ποιητοῦ (Ζ 85 = τ 73)· ‘ἀναγκαίη γὰρ ἐπείγει‘. ἡ γὰρ Ἀνάγκη μεγάλη θεός ἐστι.
book 125 〈ἀπαύγασαι:〉 θέασαι.
book 126 τὸν Ἄρην λέγει.
book 130 〈διψαλέην ἄμπωτιν:〉 ξηρασίαν.
book 132 〈τί περισσά:〉 φθέγγομαι δηλονότι.
book 134 〈Παγγαίου:〉 Πάγγαιον ὄρος Θρᾴκης.
book 137 〈Ὄσσης:〉 ὄρος Θεσσαλίας.
book 139 〈Πίνδοιο:〉 ὄρος Περραιβικόν.
book 143 〈Βριαρῆος:〉 οἱ μέν φασι Βριαρέως, οἱ δὲ Τυφωέως, οἱ δὲ Ἐγκελάδου.
book 144 〈θερμάστραι:〉 αἱ κάμινοι.
book 150 〈Κοιηΐς:〉 Κοίου γὰρ καὶ Φοίβης ἡ Λητώ.
book 156 〈Κέρκυρα:〉 ἡ Φαιακία.
book 160-1 〈Κόων Μεροπηΐδα νῆσον | ... Χαλκιόπης ἱερὸν μυχόν:〉 ἢ ὅτι ὑπὸ Μέροπος ἐβασιλεύθη, ἢ ὅτι Μέροπες αὐτὴν ᾤκησαν· θυγάτηρ δ’ Εὐρυπύλου βασιλέως 〈τῆσ〉 Κῶ (sc. ἡ Χαλκιόπη).
book 165 〈ἐκ Μοιρέων:〉 διὰ τὸ ἐκεῖσε ἀνατραφῆναι τὸν Φιλάδελφον Πτολεμαῖον ἐν τῇ Κῷ.
book 166 〈ὑπὸ μίτρην:〉 ὑπὸ τὴν βασιλείαν, ὑπὸ τὴν ἀρχήν.
book 167 〈Μακηδόνι:〉 τῷ Φιλαδέλφῳ Πτολεμαίῳ.
book 170 〈πατρός:〉 τοῦ Σωτῆρος.
book 174a Τιτῆνες: διὰ τὸ ἐπιχείρημα.
book 174b 〈ἑσπέρου:〉 τῆς δύσεως.
book 175-87 Βρέννος ὁ τῶν Γάλλων βασιλεὺς συλλαβὼν τοὺς Κελτοὺς ἦλθεν ἐπὶ Πυθῶνα βουλόμενος τὰ χρήματα αὐτῆς ἁρπάσαι. πλησίον δὲ γενομένου αὐτοῦ ὁ Ἀπόλλων χαλάζῃ χρησάμενος ἀπώλεσε τοὺς πλείους αὐτῶν. ὀλίγων οὖν παραλειφθέντων Ἀντίγονός τις φίλος τοῦ Φιλαδέλφου Πτολεμαίου προξενεῖ αὐτοὺς αὐτῷ ὥστε ἐπὶ μισθῷ στρατεύεσθαι. καὶ γὰρ ἔχρῃζεν ὁ Πτολεμαῖος τούτου τοῦ στρατεύματος. οἱ δὲ ὁμοίως ἠβουλή‐ θησαν καὶ τοῦ Πτολεμαίου ἁρπάσαι τὰ χρήματα. γνοὺς οὖν λαμβάνει αὐτοὺς καὶ ἀπάγει πρὸς τὸ στόμιον τοῦ Νείλου τὸ λεγόμενον Σεβεννυτικὸν καὶ κατέκαυσεν αὐτοὺς ἐκεῖσε. ταῦτα οὖν, φησί, ξυνὸν ἀγῶνα ἔσεσθαι.
book 184 〈Γαλάτῃσιν:〉 τοῖς Γάλλοις.
book 185 〈τέων:〉 ὧντινων ἀσπίδων αἱ μὲν ἐμοὶ εἰς γέρας, αἱ δὲ τῷ Πτολεμαίῳ δοθήσονται.
book 191a 〈διειδομένη:〉 φαινομένη.
book 191b 〈ἀραιή:〉 λεπτή.
book 193 ἀνθέρικός ἐστιν ὁ τοῦ ἀσφοδέλου καρπός.
book 199 〈Γεραίστιον:〉 Γέραιστος ἀκρωτήριον Εὐβοίας.
book 204 〈ἐφύλαξα:〉 ἀντὶ τοῦ φυλάξω.
book 210 〈φοίνικος ποτὶ πρέμνον:〉 καὶ Ὅμηρος (ζ 162 sq.)· ‘Δήλῳ δὴ τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνον ἀνερχόμενον‘.
book 212 ἀλυσθμαίνουσα: ἤτοι πνευστιῶσα, ἀσθμαίνουσα.
book 215 〈νύμφα Διός:〉 πρὸς τὴν Ἥραν ὁ λόγος.
book 225 σάρον: τὸ κάλλυντρον.
book 234 ληθαῖον: τὸ λήθην τῶν κακῶν ἐμποιοῦν.
book 235 〈ποτὶ γλωχῖνα:〉 πρὸς τὴν γωνίαν τοῦ θρόνου.
book 236 〈λέχριος:〉 πλαγίως.
book 238 ἐνδρομίδας: κυρίως τῶν κυνηγῶν τὰ ὑποδήματα.
book 242 ἀλετρίδες: αἱ θεράπαιναι αἱ ἀλήθουσαι.
book 246 καίτοι περ κακῶς τῇ Λητοῖ ἐχαρίσατο.
book 250 〈Μῃόνιον Πακτωλόν:〉 ποταμὸς Λυδίας χρυσοῦ ψήγματα φέρων.
book 251 〈ἑβδομάκις:〉 ἑπταμηνιαῖος γὰρ ἐτέχθη ὁ Ἀπόλλων.
book 256 〈ποταμοῦ γένος ἀρχαίοιο:〉 τοῦ Ἰνωποῦ.
book 258 〈ὀλολυγήν:〉 τὴν μετὰ εὐφημίας λέγει εὐχήν.
book 261 〈τροχόεσσα ... λίμνη:〉 ἡ θάλασσα διὰ τὸ περιτρέχειν κύκλῳ τὴν νῆσον, ἢ λίμνη τις ἐν Δήλῳ περιφερής.
book 266 〈ὦ μεγάλη πολύβωμε:〉 πρὸς τὴν γῆν λέγει πᾶσαν.
book 271 Κερχνὶς καὶ Λέχαιον· ἀκρωτήριά εἰσιν, ἔνθα ὁ Ποσειδῶν τιμᾶται.
book 275 〈νησάων:〉 παραλόγως τὸ νησάων.
book 280 〈ἀνὰ μέσσην:〉 ἐν μεσημβρίᾳ.
book 281sq a 〈οἳ καθύπερθε βορείης οἰκία θινὸς ἔχουσι:〉 οἱ Ὑπερβόρεοι.
book 281sq b θῖνα νῦν τὴν ζώνην λέγει ὠκεανοῦ.
book 283-5 λέγεται ὅτι οἱ Ὑπερβόρεοι δῶρα πέμπουσι τῷ Ἀπόλλωνι, ἅτινα δέχονται πρῶτοι οἱ Δωδωναῖοι.
book 286a γηλεχέες: οὓς Ὅμηρός (Π 235) φησι χαμαιεύνας.
book 286b 〈ἀσιγήτοιο λέβητος:〉 ὅθεν Δωδωναῖον χαλκεῖον.
book 287 〈Μηλίδος:〉 Μηλὶς πόλις Τραχῖνος.
book 289 ἐν Εὐβοίᾳ πεδίον Ληλάντιον ἀπὸ Ληλάντου βασιλέως.
book 291 〈Ἀριμασπῶν:〉 ἔθνος τῶν Ὑπερβορέων.
book 292a 〈Οὖπίς τε:〉 αἱ τρεῖς κόραι τῶν Ὑπερβορέων Σκυθῶν·
book 292b εὐαίων δὲ ἡ μακαρία.
book 295 †〈εὔμοιροι:〉 εὔφημοι†.
book 296 〈ὑμέναιος:〉 καιρὸς τοῦ γάμου.
book 298 〈παρθενικαί:〉 ἀπὸ κοινοῦ τὸ φορέουσιν.
book 299 〈ἄρσενες:〉 οἱ καθαροί.
book 302 〈οὖλος ἐθείραις:〉 ὁ ὁλόκληρος ταῖς θριξί, τουτέστιν ὁ λαμπρὸς ταῖς ἀκτῖσιν.
book 305 Ὠλὴν γάρ τις Λύκιος εὗρε τὸν ὕμνον τοῦτον.
book 308 〈ἄγαλμα | Κύπριδος ἀρχαίησ〉 ἀριήκοον: Ἀφροδίτης ἱερὸν ἐν Δήλῳ ὅπερ Θησεὺς ἔκτισε διὰ τὸ εὐχερῶς τὴν Ἀριάδνην ὀλισθῆσαι εἰς πόθον τὸν Θησέως καὶ χειρώσασθαι τὸν Μινώταυρον.
book 314sq a τοῦτο καὶ Πλάτων ἔφη ἐν τῷ Φαίδωνι (58 Α—Β).
book 314sq b τὸ ἑξῆς· θεωρίδος νηός, νῦν τῆς τὰ ἱερὰ φερούσης· κυρίως δὲ θεωρὸς ὁ τὰ τοῦ θεοῦ ὠρῶν ὅ ἐστι φυλάσσων, ἐκ δὲ τούτου ὁ ἱερεύς.
book 314sq c ἱερὰ τριήρης.
book 315 τοπήια: ὅπλα νεώς, Λάκωνες· σχοινία, κάλοι.
book 316 〈τίς δέ σε:〉 ἀντὶ τοῦ οὐδείς.
book 321-3 ἐν Δήλῳ περὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος ἔθος ἦν τρέχειν καὶ τύπτειν τὸν βωμὸν μάστιγι καὶ ἀποδάκνειν ἐξηγκωνισμένους ἐκ τῆς ἐλαίας.
book 322a 〈ῥησσόμενον:〉 πλησσόμενον.
book 322b 〈ὀδακτάσαι:〉 δράξασθαι, δακεῖν.
book 325a 〈ἱστίη ὦ νήσων:〉 ἑστία ἐστὶ μέντοι κυρίως ὁ βωμὸς ὁ ἐν μέσῳ τῷ δόμῳ ἑστώς· ἐπειδὴ οὖν ἡ Δῆλος ἐν μέσῳ τῶν Κυκλάδων ἕστηκε, δοκεῖ ὥσπερ ἑστία τις καὶ βωμὸς εἶναι.
book 325b 〈εὐέστιε:〉 εὔοικε.
book 1 Ἔν τινι ἡμέρᾳ ὡρισμένῃ ἔθος εἶχον αἱ Ἀργεῖαι γυναῖκες λαμβάνειν τὸ ἄγαλμα τῆς Ἀθηνᾶς καὶ Διομήδους καὶ ἄγειν ἐπὶ τὸν Ἴναχον ποταμὸν κἀκεῖσε ἀπολούειν· ὃ δὴ καὶ λουτρὰ ὠνομάζετο τῆς Παλλάδος.
book 2 φρυασσομενᾶν ἤτοι ποιὸν ἦχον ἀποτελουσῶν.
book 4 σοῦσθε: ὁρμᾶτε, ἀπὸ τοῦ σεύω.
book 5 〈πάχεις:〉 ἀπὸ μέρους τὸ ὅλον.
book 8 〈γηγενέων:〉 τῶν γιγάντων.
book 11 〈ἐφοίβασεν:〉 ἐκάθηρεν.
book 13-17 ἀπὸ κοινοῦ τὸ οἴσετε.
book 14 〈συρίγγων:〉 τῶν χοινικίδων.
book 15 〈ἀλαβάστρως:〉 τὰς μυροθήκας.
book 24a 〈παρ’ Εὐρώτᾳ:〉 ποταμὸς Λακεδαιμονίας.
book 24b 〈τοὶ Λακεδαιμόνιοι | ἀστέρες:〉 οἱ Διόσκουροι.
book 25a 〈ἐμπεράμως:〉 ἐμπείρους.
book 25b λιτά: ἀσκεύαστα, ἄμεικτα.
book 28 〈σίβδας:〉 ῥοιᾶς.
book 29 ἄρσεν ἤτοι καθαρόν, ἄμεικτον.
book 32 〈σμασαμένα:〉 σμηξαμένη.
book 33 ἴλα: ἡ τῶν νυμφῶν φρατρία καὶ ἄθροισις.
book 34 〈Ἀρεστοριδᾶν:〉 Ἀρεστορίδαι φυλὴ ἐπίσημος ἐν Ἄργει.
book 37 〈Εὐμήδης:〉 ποτὲ τῶν Ἡρακλειδῶν ἐλθόντων κατὰ τῶν Ὀρεστει‐ δῶν Εὐμήδης, ἱερεὺς τῆς Ἀθηνᾶς, ὑπενοήθη ὑπὸ τῶν Ἀργείων ὡς βουλό‐ μενος προδοῦναι τὸ Παλλάδιον τοῖς Ἡρακλείδαις· φοβηθεὶς οὖν ὁ Εὐμήδης ἔλαβε τὸ Παλλάδιον καὶ παρεγένετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἴφειον.
book 40 〈Κρεῖον:〉 ὄρος Ἄργους.
book 41 〈ἀπορρώγεσσιν:〉 ἐν πέτραις ἐρρηγμέναις.
book 42 〈Παλλατίδες:〉 οὕτω γὰρ καλοῦνται ἀπὸ τῆς Παλλάδος.
book 45 〈Ἄργος:〉 τουτέστιν ὦ Ἀργεῖοι.
book 47sq 〈ἢ ’ς Φυσάδειαν | ἢ ἐς Ἀμυμώναν:〉 Φυσάδεια καὶ Ἀμυμώνη θυγατέρες Δαναοῦ, ὅθεν τὴν ὀνομασίαν ἔσχον αἱ κρῆναι.
book 57 〈νύμφαν μίαν:〉 τὴν Χαρικλώ, μητέρα Τειρεσίου τοῦ μάν‐ τεως.
book 60-3 Θέσπεια, Κορώνεια, Ἁλίαρτος πόλεις Βοιωτίας.
book 64 〈Κουραλίῳ:〉 ποταμὸς Βοιωτίας.
book 71 〈ἵππω ἐπὶ κράνᾳ:〉 οὕτω καλεῖται Ἵππου κρήνη ἐν Ἑλικῶνι, ἣν ὁ Πήγασος τῇ ὁπλῇ πλήξας ἐποίησεν.
book 72 〈λῶντο:〉 ἐλούοντο.
book 76a περκάζων ἤτοι μελαινόμενος ὑπὸ τῆς ἐκφύσεως τῶν τριχῶν.
book 76b μελανίζων.
book 81 〈ὦ Εὐηρείδα:〉 Εὐήρους υἱὸς ὁ Τειρεσίας.
book 87 〈ἄλαστε:〉 ἤτοι ἀνεπίληστα ὑπομείνας.
book 90 〈παριτέ:〉 παραβατέ, παροδεύσιμε.
book 97 〈μετὰ πάντα βαλεῦ:〉 τὸ ἑξῆς· μεταβαλεῦ.
book 106 〈τέλθοσ〉: χρέος.
book 108-15 Ἀκταίων υἱὸς Ἀρισταίου καὶ Αὐτονόης. οὗτος ὑπὸ τῶν ἰδίων κυνῶν ἐσπαράχθη διὰ τὸ τὴν Ἄρτεμιν ἰδεῖν γυμνήν.
book 109 〈ἁβατάν:〉 ἡβητήν.
book 115 〈τουτάκι:〉 τηνικαῦτα.
book 120a 〈τεῦ:〉 σοῦ.
book 120b 〈μενεῦντι:〉 μενοῦσι.
book 124 〈ἤλιθα:〉 μάτην.
book 126 〈Λαβδακίδαις:〉 τοῖς περὶ Οἰδίποδα καὶ Ἰοκάστην.
book 130 〈Ἀγεσίλᾳ:〉 τῷ Ἅιδῃ, τῷ Πλούτωνι.
book 139 〈ὀλολυγαῖς:〉 εὐχαῖς.
book 140 〈κάδευ:〉 κήδου.
book 1 Ὁ Φιλάδελφος Πτολεμαῖος κατὰ μίμησιν τῶν Ἀθηνῶν ἔθη τινὰ ἵδρυσεν ἐν Ἀλεξανδρείᾳ, ἐν οἷς καὶ τὴν τοῦ καλάθου πρόοδον. ἔθος γὰρ ἦν ἐν Ἀθήναις ἐν ὡρισμένῃ ἡμέρᾳ ἐπὶ ὀχήματος φέρεσθαι κάλαθον εἰς τιμὴν τῆς Δήμητρος.
book 5 〈μηδ’ ἃ κατεχεύατο χαίταν:〉 μηδ’ ἥτις ἄγαμός ἐστιν.
book 6 μηδὲ ὅταν ἐκ τῶν αὑαλέων χειλέων τοῦ στόματος πτύωμεν ἄπαστοι, τουτέστι μετὰ τὸ δεῖπνον· τότε γὰρ οὐ μεταλαμβάνομεν σιτίων.
book 7-9 Ἕσπερος μόνος ἐθεάσατο τὸν κάλαθον ὅστις ἔπεισε τὴν Δήμητραν μεταλαβεῖν σιτίων μετὰ τὸ παύσασθαι ζητοῦσαν τὴν κόρην.
book 11a 〈τὼς μέλανας:〉 τοὺς Αἰθίοπας.
book 11b 〈ὅπα τὰ χρύσεα μᾶλα:〉 ἐπὶ τὴν Λιβύην.
book 12 〈λοέσσα:〉 ἀντὶ τοῦ ἐλούσω.
book 13 〈Ἀχελώϊον:〉 ποταμὸς Αἰτωλίας.
book 15 〈Καλλιχόρῳ:〉 Καλλίχορον φρέαρ ἐκαλεῖτο ἐν Ἐλευσῖνι (ἔστι δὲ καὶ δῆμος Ἀττικῆς).
book 21 〈Τριπτόλεμος:〉 Τριπτόλεμον λέγουσιν υἱὸν Κελεοῦ ὃν Δημήτηρ ἐδίδαξεν σιτουργίαν.
book 22 τὸ ἑξῆς· κάλλιον τὰ δράγματα †ἐδειν† ἵνα καί τις ὑπερβασίας ἀλέηται.
book 24 〈Δώτιον:〉 χώρα Θεσσαλίας.
book 28 ἀλέκτρινον ὕδωρ: τὸ διαυγές· παρὰ τὸ ἤλεκτρον.
book 29 ἐξ ἀμαρᾶν: Ὅμηρος (Φ 259)· ‘ἀμάρης ἐξ ἔχματα βάλλων‘. εἰσὶ δὲ ἀμάραι αἱ ὑδρορρόαι.
book 30 Ἐλευσὶς †καὶ Ἔννα† δῆμοι τῆς Ἀττικῆς.
book 38 〈ποτὶ τὤνδιον ἑψιόωντο:〉 περὶ τὸ ἔνδιον ἤγουν περὶ τὸ μεσημβρινὸν ἑψιόωντο καὶ ἔπαιζον.
book 43 〈ἐείσατο:〉 ὡμοιώθη.
book 44 〈ἔχε κλᾷδα:〉 εἶχε κλεῖδα ὡς ἱέρεια.
book 46 〈ἀνειμένα:〉 ἀνακείμενα.
book 47 〈πολύθεστε:〉 πολυπόθητε.
book 73 〈προχάνα:〉 πρόφασις.
book 74sq 〈Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ’ ἄεθλα | Ὀρμενίδαι καλέοντες:〉 Ἰτὼν πόλις Θεσσαλίας, ἔνθα τιμᾶται Ἀθηνᾶ. γένος δὲ ἐπίσημον οἱ Ὀρμενίδαι.
book 76 〈Κραννῶνα:〉 πόλις Θεσσαλίας.
book 77 〈Πολυξώ:〉 ἐπίσημος αὕτη.
book 79 〈υἱέα:〉 τὸν Ἐρυσίχθονα.
book 81 〈νεῖται:〉 ἔρχεται.
book 84 εἰ ἑστιῶν φίλους τις ἦν, ἐζητεῖτο δὲ Ἐρυσίχθων, ἔλεγεν ἡ μήτηρ· ‘ἐν ἀλλοτρίοις οἰκήμασίν ἐστιν‘.
book 86 〈ἀμ.....:〉 ἀριθμεῖ.
book 88 ἐξάλλετο: ηὐξάνετο ἐπὶ τῷ ἐσθίειν.
book 90 〈ἀλεμάτως:〉 ματαίως.
book 91 πλαγγών: ἡ κήρινος νύμφη.
book 95 〈χὠ μαστὸς τὸν τὸν ἔπωνε:〉 καὶ ὁ μαστὸς ὃν ἔπινεν, ἤγουν ἡ τροφός.
book 97 〈καλιστρέων:〉 καλῶν.
book 99 〈Αἰολίδος Κανάκης γένος:〉 ἡ Κανάκη μήτηρ Τριόπα, θυγάτηρ Αἰόλου.
book 108 〈τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ:〉 ἥντινα ἔτρεφεν ἡ αὐτοῦ μήτηρ τῇ Ἑστίᾳ.
book 110a 〈τὰν αἴλουρον:〉 τὸν ἰδιωτικῶς λεγόμενον κάττον.
book 110b 〈θηρία μικκά:〉 οἱ μύες.
book 113 〈ἀνεξήραινον:〉 ἔρημον ἐποίουν.
book 115 〈ἀκόλως:〉 ἄρτους.
book 122 〈λευκόν:〉 λαμπρόν.
book 125 〈παναπηρέας:〉 ἀβλαβεῖς.
book 126 〈χρυσῶ πλέα λίκνα:〉 ἢ χρυσοῦ πεπληρωμένα ἢ ὅτι περιεχρύσουν αὐτὰ δι’ εὐπρέπειαν.
book 127 〈πασεύμεθα:〉 κτησόμεθα.
book 128-32 τὰς μὲν ἀμυήτους κελεύω μέχρι τοῦ πρυτανείου παρα‐ γενέσθαι· αἵτινες δέ εἰσιν ἑξήκοντα ἐνιαυτῶν ἢ καὶ πλειόνων, ταύτας κελεύω κατὰ τὸ δυνατὸν ἀκολουθῆσαι τῷ καλάθῳ.
book 132sq ταῖς ἐλθούσαις καὶ ταῖς μὴ ἐλθούσαις ἴσον μισθὸν δώσει ἡ Δημήτηρ.