eul_wid: hgw-by

Ἀπόσπασμα
Hymn to Virtue

Aristotle Hymn to Virtue PDF

1 Ἀρετὰ πολύμοχθε γένει βροτείωι, θήραμα κάλλιστον βίωι, σᾶς πέρι, παρθένε, μορφᾶς καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας· τοῖον ἐπὶ φρένα βάλλεις καρπὸν ἰσαθάνατον χρυσοῦ τε κρείσσω καὶ γονέων μαλακαυγήτοιό θ’ ὕπνου. σεῦ δ’ ἕνεκεν 〈καὶ〉 ὁ δῖος Ἡρακλῆς Λήδας τε κοῦροι πόλλ’ ἀνέτλασαν ἐν ἔργοις σὰν †[ .. ]έποντες δύναμιν†· σοῖς τε πόθοις Ἀχιλεὺς Αἴας τ’ Ἀίδαο δόμους ἦλθον· σᾶς δ’ ἕνεκεν φιλίου μορφᾶς Ἀταρνέος ἔντροφος ἀελίου χήρωσεν αὐγάς. τοιγὰρ ἀοίδιμος ἔργοις, ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι, Μναμοσύνας θύγατρες, Δι ὸς ξενίου σέβας αὔξου σαι φιλίας τε γέρας βεβαίου.