eul_wid: izm-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of the Achaean History by Rhianus of Crete

The Fragments of the Achaean History is a lost historical epic poem by the Hellenistic poet and scholar Rhianus of Crete, who was active in the third century BCE. Composed in the dactylic hexameter of Homeric epic, the work narrated the history, myths, and local traditions of the Achaean people of the Peloponnese. Its subject matter encompassed foundation stories for cities, regional genealogies tying populations to heroic ancestors, and descriptions of places and cultic practices. The complete poem does not survive and is known only through approximately sixty-two brief fragments preserved as quotations in the works of later grammarians, geographers, and commentators. The principal source for these fragments is the sixth-century CE geographical lexicon Ethnika by Stephanus of Byzantium, who cited Rhianus for etymologies and information on place names. Additional excerpts are found in the writings of the geographer Strabo and in ancient scholia.

The work is considered a prime example of Hellenistic scholarly poetry, which employed traditional epic metre and diction to present erudite, antiquarian research into local histories and legends. It was likely composed for a sophisticated audience interested in the mytho-historical origins and distinctive identities of Greek regions. The surviving fragments, though meager, provide valuable insight into the processes of collecting, systematizing, and versifying local traditions during a period of intense literary and historical scholarship.

Στέφανος ὁ Βυζάντιος οὕτως οἱ νεώτεροι
τὸ Ἄργος, καὶ τοὺς κατοικοῦντας Ἀπιδόνας, ἀπὸ Ἄπιδος τοῦ Φορωνέως, ὡς Ῥιανὸς ἐν
Ἀχαικῶν β· «ὑμετέρη … τοι, τέκνα, Φορωνέος Ἰναχίδαο ἀρ-
χῆθεν γενεή· τοῦ δὲ κλυτὸς ἐκγένετʼ Ἆπις, ὅς ῥʼ Ἀπίην
ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας». τὸ ἐθνικὸν Ἀπιεύς, δηλῶν τὸν Πελοπον-
νήσιον .... Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες, ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως
Ἄπιδος ....
Στέφανος ὁ Βυζάντιος Ἄτλαντες· ἔθνος Λιβυκόν· Ἡρόδοτος δ. ἔστι καὶ
Ἀρκαδίας· τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων· Ῥιανὸς δὲ ἐν Ἀχαικῶν β.
Ἀτάραντας μετʼ αὐτοὺς εἶναί φησι καὶ Ἄτλαντας· καὶ ὅτι οὐ βλέπουσιν οὗτοι ὀνείρους.
Εὐστάθιος ὁ Θεσσαλονίκης καὶ Ῥιανὸς δέ, ὥς φασιν, Ἀτάραντάς τινας ἱστορεῖ, καὶ μετʼ
ἐκείνους κεῖσθαι λέγει τοὺς Ἄτλαντας, οἳ καὶ λέγονται μὴ βλέπειν ὀνείρους.
Στέφανος ὁ Βυζάντιος Βολίνη· πόλις Ἀχαίας, ὡς Ῥιανὸς ἐν Ἀχαικῶν β.
Στέφανος ὁ Βυζάντιος Φαιστός· πόλις Κρήτης .... ἔστι καὶ Ἀχαίας, ὡς Ῥια-
νὸς ἐν Ἀχαικῶν γ. τὸ ἐθνικὸν ὁμοίως Φαίστιος· ἔστι καὶ ἀπὸ τοῦ Φαιστῖνος Φαιστίνιος.
ἔστι καὶ ἄλλη Φαῖστος Πελοποννήσου ἡ πρότερον Φρίξα καλουμένη.
Στέφανος ὁ Βυζάντιος Σκόλις· Ἀχαίας πόλις. ὁ πολίτης Σκολιεύς, ὡς Ῥια-
νὸς ἐν δ Ἀχαικῶν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ῥιανὸς δὲ ἐν α Ἠλιακῶν φησι μηδὲν
διαφέρειν, εἰ μίαν ἐπικαλεῖται τῶν Μουσῶν τις· πάσας γὰρ σημαίνει διὰ μιᾶς. λέγει δὲ
οὕτως· «πᾶσαι δʼ εἰσαίουσι, μιῆς ὅτε τοὔνομα λέξεις».
Στέφανος ὁ Βυζάντιος Λαπέρσα· θηλυκῶς· ὄρος Λακωνικῆς, οὗ μέμνηται
Ῥιανὸς ἐν Ἠλιακῶν α. ἀπὸ τῶν Λαπερσῶν Διοσκούρων. τὸ ἐθνικὸν Λαπερσαῖος.
Στέφανος ὁ Βυζάντιος Μελαιναί· πόλις Ἀρκαδίας .... Ῥιανὸς ἐν Ἠλιακῶν α· «Γόρ-
τυναν Ἡραίαν τε πολυδρύμους τε Μελαινάς».
Στέφανος ὁ Βυζάντιος Νώνακρις· πόλις Ἀρκαδίας· Ῥιανὸς ἐν Ἠλιακῶν α.
Στέφανος ὁ Βυζάντιος Λιθήσιος· ὁ Ἀπόλλων ἐν τῶι Μαλέαι, λίθωι προσ-
ιδρυμένος ἐκεῖ· Ῥιανὸς Ἠλιακῶν γ. ὡς γὰρ ἀπὸ τοῦ Μάραθος Μαραθήσιος, οὕτω
καὶ τοῦτο.
Στέφανος ὁ Βυζάντιος Ἀμυθαονία· μοίρα τῆς Ἤλιδος· ἀπὸ Ἀμυθάονος
τοῦ Κρηθέως, ὡς Ῥιανός.
Στέφανος ὁ Βυζάντιος Ἐθνέσται· ἔθνος Θεσσαλίας, ἀπὸ Ἐθνέστου τῶν
Νεοπτολέμου παίδων ἑνός, ὡς Ῥιανὸς δ καὶ ε.
Στέφανος ὁ Βυζάντιος Ἀρκτᾶνες· .... ἔθνος Ἠπειρωτικόν· Ῥιανὸς ἐν δ Θεσσαλικῶν.
Στέφανος ὁ Βυζάντιος Γενοαῖοι· ἔθνος Μολοσσίας, ἀπὸ Γενόου ἄρχοντος αὐτῶν· Ῥι-
ανὸς δ Θεσσαλικῶν.
Στέφανος ὁ Βυζάντιος Δωνεττῖνοι· ἔθνος Μολοσσικόν· Ῥιανὸς δ Θεσσαλικῶν «αὐ-
τὰρ Δωνεττῖνοι ἰδʼ ὀτρηροὶ Κεραῖνες». καὶ ἐν τῆι ζ ....
Στέφανος ὁ Βυζάντιος Ὑπαιλόχιοι· ἔθνος Μολοσσικόν· Ῥιανὸς ἐν δ Θεσσαλικῶν.
Στέφανος ὁ Βυζάντιος Ἐλινοί· ἔθνος Θεσπρωτικόν· Ῥιανὸς δ Θεσσαλικῶν.
καὶ Ἐλινία ἡ χώρα.
Στέφανος ὁ Βυζάντιος Χαῦνοι· ἔθνος Θεσπρωτικόν· Ῥιανὸς δ Θεσσαλικῶν
«Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί».
Στέφανος ὁ Βυζάντιος Κέλαιθοι· ἔθνος Θεσπρωτικὸν προσεχὲς τῆι Θετταλίαι· Ῥιανὸς
δ. λέγονται καὶ Κελαιθεῖς.
Στέφανος ὁ Βυζάντιος Παραυαῖοι· ἔθνος Θεσπρωτικόν· Ῥιανὸς ἐν δ Θεσσαλικῶν «σὺν
δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας». καλοῦνται δὲ ἀπὸ τοῦ
παρὰ τὸν Αὖον ποταμὸν οἰκεῖσθαι.
Στέφανος ὁ Βυζάντιος Συλίονες· ἔθνος Χαονίας, ὡς Ῥιανὸς ἐν δ Θεσσαλικῶν «Συ-
λίονες δʼ ἕσποντο ὁμοῦ».
Στέφανος ὁ Βυζάντιος καὶ ἐν τῆι ζ «ἑπτὰ δὲ Δω-
νεττῖνοι, ἀτὰρ δυοκαίδεκα Κᾶρες».
Στέφανος ὁ Βυζάντιος Ἀρτεμίτα· νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν
νῆσον, ὡς Φίλων .... ὁ δὲ Ἀρτεμίδωρός φησιν ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦ
Ἀχελώιου ποταμοῦ λεγομένη Ἀρτεμίτα .... ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσος
Ἀρτεμίτα· Ῥιανὸς η Θεσσαλικῶν «νήσοις Ὀξείηισι καὶ Ἀρτεμίτηι
ἐπέβαλλον».
Στέφανος ὁ Βυζάντιος Ὀνθύριον· πόλις Θεσσαλικὴ περὶ τὴν Ἄρνην. τὸ ἐθνικὸν
Ὀνθυριεύς· Ῥιανὸς η.
Στέφανος ὁ Βυζάντιος Φύλλος· πόλις ἐν Θετταλίαι· Στράβων θ.
Ῥιανὸς δὲ Φύλλον θηλυκῶς λέγει ἐν θ Θεσσαλικῶν «οἳ δʼ ἄφαρ ὁπλισθέντες
ἴσαν κραναὴν ποτὶ Φύλλον». οἱ οἰκοῦντες Φυλλεῖς.
Στέφανος ὁ Βυζάντιος Θαμία· πόλις Θεσσαλίας· Ῥιανὸς ιδ Θεσσαλικῶν.
καὶ Θαμίεια.
Στέφανος ὁ Βυζάντιος Τριπόλισσοι· ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τρι-
πολισσίους καλεῖ Ῥιανὸς ἐν τῶι ιε.
Στέφανος ὁ Βυζάντιος Αἰγώνεια· πόλις Μηλιέων· Λυκόφρων
«ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν»· καὶ Ἑκαταῖος. Ῥιανὸς ιϛ Αἰγώνην αὐτὴν
λέγει.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς
τέτακται παρὰ Ῥιανῶι ἐν Θεσσαλικοῖς «τοὶ δʼ ἤδη ἐπὶ νηὸν ἐυκνήμιδος
Ἰτώνης»
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ἡ Θεσσαλία ἐκαλεῖτο τὸ παλαιὸν
Πυρραία, ὡς Ῥιανός· «Πυρραίην ποτὲ τήν γε παλαιότεροι κα-
λέεσκον Πύρρης Δευκαλίωνος ἀπʼ ἀρχαίης ἀλόχοιο· Αἱ-
μονίην δʼ ἐξαῦτις ἀφʼ Αἵμονος, ὅν ῥα Πελασγὸς γείνατο
φέρτατον υἱόν· ὁ δʼ αὖ τέκε Θεσσαλὸν Αἵμων, τοῦ δʼ ἄπο
Θεσσαλίην λαοὶ μετεφημίξαντο». οἱ δὲ ἀπὸ Θεσσαλοῦ τοῦ Ἡρακλέους
τοῦ Φειδιππίδου πατρὸς μετὰ τὰ Τρωικὰ κληθῆναί φασι. διαιρεῖται δὲ εἰς μέρη δ ....
ταῦτα παρατίθεται Ἀπολλόδωρος ἐν Νεῶν καταλόγωι.
Αἱμονία· ἡ Θετταλία ἀπὸ Αἵμονος. Αἵμων δὲ υἱὸς μὲν Χλώρου τοῦ Πελασγοῦ, πατὴρ
δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι.
Στέφανος ὁ Βυζάντιος Ἄγυλλα· πόλις Τυρρηνίας .... κτίσμα τῶν ἐκ Θετ-
ταλίας Πελασγῶν .... ὁ πολίτης Ἀγυλλαῖος· Ῥιανὸς δὲ Ἀγύλλιον εἶπε χαλκόν.
Στέφανος ὁ Βυζάντιος Ἄζωρος· πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς
Στράβων, ὑπό τινος ἐκτισμένη Ἀζώρου· λέγεται καὶ πληθυντικῶς «ἐν Ἀζώροις».
ὁ πολίτης Ἀζωρίτης, ὡς Ἀλωρίτης — πόλις δὲ Μακεδονίας καὶ ἡ Ἄλωρος. Ῥιανὸς
Ἀζώρειαν αὐτήν φησιν.
Στέφανος ὁ Βυζάντιος Ἄμυμνοι· ἔθνος Ἠπειρωτικόν· Ῥιανὸς … λέγεται καὶ Ἀμυ-
μναῖος.
Στέφανος ὁ Βυζάντιος Ἐχῖνος· πόλις Ἀκαρνανίας, Ἐχίνου κτίσμα. ἔστι καὶ Θεσ-
σαλίας· Ῥιανὸς «Ἔχιον … ἄστυ» ταύτην εἶπεν.
Στέφανος ὁ Βυζάντιος Κρηστών· πόλις Θράικης. ἔοικε δὲ εἶναι ἡ Κρηστὼν παρʼ
Ἡροδότωι .... ὁ πολίτης Κρηστωναῖος παρὰ Πινδάρωι· Ῥιανὸς δὲ Κρηστωνίους
αὐτούς φησιν· Ἑκαταῖος δὲ Κρηστῶνας .....
Στέφανος ὁ Βυζάντιος Φάληρον· δῆμος καὶ ἐπίνειον τῆς Ἀττικῆς .... ἔστι καὶ
πόλις ἐν Ὀπικοῖς· .... ἔστι καὶ Θετταλίας ἄλλη πρὸς τῆι Οἴτηι, ἣν Ῥιανὸς διὰ τοῦ α
γράφει Φάλαρον λέγων, καὶ Φάληρον διὰ τοῦ η.
Στέφανος ὁ Βυζάντιος Φαλώρη· πόλις Θετταλίας. ταύτην Ῥιανὸς Φαλωρίαν … καλεῖ.
τὸ ἐθνικὸν Φαλωρεὺς καὶ Φαλωρίτης … ὡς Μαρωνίτης.
Στέφανος ὁ Βυζάντιος Ἰρά· ὄρος Μεσσηνίας· Ῥιανὸς ἐν Μεσσηνιανκῶν α.
ἔστι καὶ πόλις Μαλιέων ἀπὸ Ἴρου. ἔστι καὶ πόλις Λέσβου. καὶ ἡ παρʼ Ὁμήρωι Ι
«Καρδαμύλην τʼ Ἐνόπην τε καὶ Ἰρήν».
Στέφανος ὁ Βυζάντιος Δώτιον· .... τὸ θηλυκὸν Δωτηίς· Ῥιανὸς ἐν δ Μεσ-
σηνιακῶν «αὐδὴν εἰσάμενος Δωτηίδι Νικοτελείηι».
Στέφανος ὁ Βυζάντιος Φιγαλεία· πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν ε Μεσ-
σηνιακῶν «τὴν μὲν ἀνήγετʼ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν».
Στέφανος ὁ Βυζάντιος Ἀτάβυρον· ὄρος Ῥόδου· Ῥιανὸς ϛ Μεσσηνιακῶν.
Παυσανίας πρὶν δὲ ἢ συγγράφειν με τὸν πόλεμον
.... διακρῖναί τι καὶ ἡλικίας πέρι ἠθέλησα ἀνδρὸς Μεσσηνίου. τὸν
γὰρ πόλεμον τοῦτον, γενόμενον μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων πρὸς Μεσσηνίους
καὶ τοὺς ἐπικούρους, ὀνομασθέντα δὲ .... Μεσσήνιον .... ἀπὸ τῶν συμφορῶν .... Ῥιανός τε
ἐν τοῖς ἔπεσιν ἐποίησεν ὁ Βηναῖος καὶ ὁ Πριηνεὺς Μύρων λόγοι δὲ πεζοὶ Μύρωνός
ἐστιν ἡ συγγραφή. συνεχῶς μὲν δὴ τὰ πάντα ἐξ ἀρχῆς ἐς τοῦ πολέμου τὴν τελευτὴν
οὐδετέρωι διήνυσται, μέρος δὲ ὧι ἑκάτερος ἠρέσκετο ὁ μὲν τῆς τε Ἀμφείας τὴν ἅλωσιν
καὶ τὰ ἐφεξῆς συνέθηκεν οὐ πρόσω τῆς Ἀριστοδήμου τελευτῆς, Ῥιανὸς δὲ τοῦδε
μὲν τοῦ πρώτου τῶν πολέμων οὐδὲ ἥψατο ἀρχήν· ὁπόσα δὲ
χρόνωι συνέβη τοῖς Μεσσηνίοις ἀποστᾶσιν ἀπὸ Λακεδαιμο-
νίων, ὁ δὲ καὶ ταῦτα μὲν οὐ τὰ πάντα ἔγραψε, τῆς μάχης δὲ τὰ
ὕστερα ἣν ἐμαχέσαντο ἐπὶ τῆι τάφρωι τῆι καλουμένηι μεγάληι.
ἄνδρα ὅσον οὐ Μεσσήνιον—τούτου γὰρ δὴ ἕνεκα τὸν πάντα ἐποιησάμην περὶ
Ῥιανοῦ καὶ Μύρωνος λόγον—Ἀριστομένην, ὃς καὶ πρῶτος καὶ μάλιστα τὸ Μεσσήνης
ὄνομα ἐς ἀξίωμα προήγαγε, τοῦτον τὸν ἄνδρα ἐπεισήγαγε μὲν ὁ Πριηνεὺς ἐς τὴν συγγραφήν,
Ῥιανῶι δὲ ἐν τοῖς ἔπεσιν οὐδὲν Ἀριστομένης ἐστὶν ἀφα-
νέστερος ἢ Ἀχιλλεὺς ἐν Ἰλιάδι Ὁμήρωι. διάφορα οὖν ἐπὶ τοσοῦτον
εἰρηκότων, προσέσθαι μὲν τὸν ἕτερόν μοι τῶν λόγων καὶ οὐχ ἅμα ἀμφοτέρους ὑπελείπετο,
Ῥιανὸς δέ μοι ποιῆσαι μᾶλλον ἐφαίνετο εἰκότα ἐς τὴν Ἀριστομένους ἡλικίαν. Μύρωνα
δὲ ἐπί τε ἄλλοις καταμαθεῖν ἐστιν οὐ προορώμενον εἰ ψευδῆ τε καὶ οὐ πιθανὰ δόξει λέγειν,
καὶ οὐχ ἥκιστα ἐν τῆιδε τῆι Μεσσηνίαι συγγραφῆι· πεποίηκε γὰρ ὡς ἀποκτείνειε Θεόπομπον
τῶν Λακεδαιμονίων τὸν βασιλέα Ἀριστομένης ὀλίγον πρὸ τῆς Ἀριστοδήμου τελευτῆς·
Θεόπομπον δὲ οὔτε μάχης γινομένης οὔτε ἄλλως προαποθανόντα ἴσμεν πρὶν ἢ διαπολεμηθῆ-
ναι τὸν πόλεμον .... μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου λέγοντα «ἡμετέ-
ρωι βασιλῆι θεοῖσι φίλωι Θεοπόμπωι ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον». ὁ τοίνυν Ἀρι-
στομένης δόξηι γε ἐμῆι γέγονεν ἐπὶ τοῦ πολέμου τοῦ ὑστέρου· καὶ τὰ ἐς αὐτόν, ἐπειδὰν ἐς
τοῦτο ὁ λόγος ἀφίκηται, τηνικαῦτα ἐπέξειμι.
Παυσανίας .... οὕτως ἀπέστησαν ἔτει τριακοστῶι μὲν καὶ ἐνάτωι
μετὰ Ἰθώμης ἅλωσιν .... ἐν δὲ Λακεδαίμονι οἵ τινες τηνικαῦτα ἔτυχον βασιλεύον-
τες, Τυρταῖος μὲν τὰ ὀνόματα οὐκ ἔγραψε, Ῥιανὸς δὲ ἐποίησεν ἐν τοῖς
ἔπεσι Λεωτυχίδην βασιλέα ἐπὶ τοῦδε εἶναι τοῦ πολέμου.
Ῥιανῶι μὲν οὖν ἔγωγε οὐδαμῶς κατά γε τοῦτο συνθήσομαι· Τυρταῖον δὲ καὶ οὐ λέγοντα
ὅμως εἰρηκέναι τις ἂν ἐν τῶιδε ἡγοῖτο· ἐλεγεῖα γὰρ ἐς τὸν πρότερόν ἐστιν αὐτῶι πόλεμον
«ἀμφʼ αὐτὴν δʼ ἐμάχοντʼ ἐννέα καὶ δέκʼ ἔτη νωλεμέως .... αἰχμηταὶ πατέρων
ἡμετέρων πατέρες». δῆλα οὖν ἐστιν ὡς ὕστερον τρίτηι γενεᾶι τὸν πόλεμον οἱ Μεσ-
σήνιοι τόνδε ἐπολέμησαν, ἀποδείκνυσί τε τοῦ χρόνου τὸ συνεχὲς βασιλεύοντας τηνικαῦτα
ἐν Σπάρτηι Ἀνάξανδρον Εὐρυκράτους τοῦ Πολυδώρου, τῆς δὲ οἰκίας τῆς ἑτέρας Ἀνα-
ξίδαμον Ζευξιδάμου τοῦ Ἀρχιδάμου τοῦ Θεοπόμπου .... Λεωτυχίδης δὲ μετὰ Δημάρατον
βασιλεύσας φαίνεται τὸν Ἀρίστωνος· Θεοπόμπου δὲ Ἀρίστων ἀπόγονος ἕβδομος.
Ἀριστομένης δὲ μετὰ τὴν μάχην τὴν ἐπὶ τῆι
καλουμένηι μεγάληι τάφρωι τοὺς διαπεφευγότας τῶν Μεσσηνίων συνήθροιζε, καὶ
Ἀνδανίαν μὲν καὶ εἴ τι ἄλλο ἐν μεσογαίαι πόλισμα ἔπεισε τὰ πολλὰ ἐκλείπειν, ἐς δὲ τὴν
Εἵραν τὸ ὄρος ἀνοικίζεσθαι. συνεληλαμένοις δὲ ἐς τοῦτο τὸ χωρίον προσεκάθηντο οἱ Λακε-
δαιμόνιοι, πολιορκίαι σφᾶς αὐτίκα ἐξαιρήσειν νομίζοντες· ἀντήρκεσαν δὲ ὅμως οἱ Μεσ-
σήνιοι καὶ μετὰ τὴν ἐν τῆι τάφρωι συμφορὰν ἑνί τε καὶ δέκα ἔτεσιν ἀμυνόμενοι. τὸν
δὲ χρόνον τῆς πολιορκίας γενέσθαι τοσοῦτον δηλοῖ καὶ τάδε ἔπη Ῥιανοῦ πεποιημένα ἐς
τοὺς Λακεδαιμονίους· «οὔρεος ἀργεννοῖο περὶ πτύχας ἐστρατόωντο
χείματά τε ποίας τε δύω καὶ εἴκοσι πάσας». χειμῶνας γὰρ καὶ
θέρη κατέλεξε, πόας εἰπὼν τὸν χλωρὸν σῖτον ἢ ὀλίγον πρὸ ἀμητοῦ.
τὴν δὲ τελετὴν τῶν Μεγάλων θεῶν Λύκος ὁ Πανδίο-
νος πολλοῖς ἔτεσιν ὕστερον Καύκωνος προήγαγεν ἐς πλέον τιμῆς· καὶ Λύκου δρυμὸν ἔτι
ὀνομάζουσιν ἔνθα ἐκάθηρε τοὺς μύστας. καὶ ὅτι μὲν δρυμός ἐστιν ἐν τῆι γῆι ταύτηι
Λύκου καλούμενος, Ῥιανῶι τῶι Κρητί ἐστι πεποιημένον· «πάρ τε τρηχὺν Ἐλαιὸν
ὑπὲρ δρυμόν τε Λύκοιο». ὡς δὲ ὁ Πανδίονος οὗτος ἦν Λύκος, δηλοῖ τὰ
ἐπὶ τῆι εἰκόνι ἔπη τῆι Μεθάπου ....
Στέφανος ὁ Βυζάντιος Ἀνδανία· πόλις Μεσσήνης .... τὸ ἐθνικὸν Ἀνδα-
νιεύς, ὡς Φίλων ἐν τῆι Περὶ πόλεων
τὸ θηλυκὸν Ἀνδανιάς. λέγε-
ται δὲ καὶ Ἀνδάνιος, ὡς Ῥιανός.
Ἀθήναιος ὅτι δʼ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς
εἴρηκεν ἐν α Ἡρακλείας καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν ε Περὶ Νεῶν Καταλόγου
Ἐτυμολογικὸν τὸ Μέγα Ἀσέληνα· ὄρη οὕτω καλούμενα, ἅπερ οἱ μὲν παρὰ
τὴν Τραχῖνα εἰρῆσθαι, ὡς Ῥιανὸς ἐν τῶι ιδ Ἡρακλείας· Νίκανδρος δὲ ἐν τοῖς Αἰτω-
λικοῖς ὅτι — φησίν — ἐν αὐτοῖς τῆς Σελήνης τῶι Ἐνδυμίωνι συγκαθευδούσης,
συνέβαινε τοὺς ἄλλους τόπους ἀσελήνους εἶναι, καὶ μὴ μετέχειν τοῦ τῆς θεοῦ φωτός.
Αἰσχύλου Σχόλια Ὀγκαία Ἀθηνᾶ τιμᾶται παρὰ Θη-
βαίοις, Ὄγκα δὲ παρὰ τοῖς Φοίνιξιν. καὶ Ὀγκαῖαι πύλαι. μέμνηται καὶ Ἀντίμαχος
καὶ Ῥιανός.
Ἀριστοφάνους Σχόλια τἀν Διομείοις δῆμος τῆς Αἰ-
γηίδος φυλῆς, ἀπὸ Διόμου ἐρωμένου τοῦ Ἡρακλέους. ἔστι δὲ Ἡράκλειον αὐτόθι, περὶ οὗ
καὶ Ῥιανός φησιν, δηλῶν ὅτι Δίομος ἐρώμενος Ἡρακλέους ἐγένετο.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ζεὺς μιγεὶς Ἀλκμήνηι τῆι Ἠλεκτρύονος
—ὃν δὲ τρόπον, εἴρηται ἐν τῆι Ξ —ἔγκυον κατέστησε, μελλούσης δὲ τίκτειν ὤμοσεν
ἐν θεοῖς τὸν ἐκείνηι τῆι ἡμέραι γεννηθέντα τῶν ἐξ ἑαυτοῦ βασιλεύσειν. Ἥρα δὲ ζηλοτύπως
διατεθεῖσα τὰς μὲν Ἀλκμήνης ὠδῖνας ἐπέσχεν, Ἀντιβίαν δέ, ἥν τινες Νικίππην εἶπον, τὴν
Σθενέλου γυναῖκα κυοφοροῦσαν Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν, ὅθεν καὶ τὰ ἑπτάμηνα
γεννώμενα τροφῆς μοῖραν ἔλαχεν. βασιλεύων δὲ Εὐρυσθεὺς Ἡρακλεῖ τοὺς ἄθλους ἐπέτασ-
σεν, οὓς τελειώσας κατὰ Ἀθηνᾶς καὶ Ἀπόλλωνος ὑποθήκας ἀθανασίας μετέλαβεν. ἡ
ἱστορία παρὰ Ῥιανῶι.
Στέφανος ὁ Βυζάντιος Αἰθυσσεῖς· ἔθνος Λιβυκόν, Μαρμαρίδαις πάροικον,
ὡς Ῥιανός.
Στέφανος ὁ Βυζάντιος Βέμβινα· κώμη τῆς Νεμέας .... ὁ πολίτης Βεμβινίτης ὡς Στα-
γειρίτης, παρὰ δὲ Ῥιανῶι Βεμβινάτης. ἔοικεν οὖν ὡς Αἰγινάτης καὶ Αἰγινήτης
κατὰ τροπήν, ὡς Πανύασις ἐν Ἡρακλείας α «δέρμα τε θήρειον Βεμβινήταο
λέοντος» ....
Στέφανος ὁ Βυζάντιος Μάκρυες· ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ ι τούτους
φησί.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης τοὺς δὲ σφονδύλους .... Ῥιανὸς κύβους ὠνόμασεν
«αὐχένος ἐξ ὑπάτοιο κύβοις ἐπιτέλλεται ἰξύς».
Σχόλια εἰς Εὐριπίδην Ῥιανὸς δέ φησιν ὅτι ἑκὼν ἐδούλευσεν
αὐτῶι ἐρῶν τοῦ Ἀδμήτου.
Στέφανος ὁ Βυζάντιος Φύσκος· πόλις Λοκρίδος ἀπὸ Φύσκου τοῦ Αἰτωλοῦ
τοῦ Ἀμφικτύονος τοῦ Δευκαλίωνος. ἔστι καὶ ἑτέρα Φύσκος πόλις τῆς Καρίας· ἔστι καὶ
λιμὴν Ῥόδου. λέγεται καὶ ἀρσενικῶς ὁ Φύσκος· «Φύσκος δέ, ἀφʼ οὗ οἱ Λέλεγες
οἱ νῦν Λοκροί». Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. λέγεται καὶ Φυσκεύς. ἔστι
καὶ ἄλλη Μακεδονίας .... καὶ τὸ ἔθνος Φύσκοι ὡς Λοκροί .....
Γεώργιος ὁ Χοιροβοσκός εἰσὶ δὲ καὶ ἄλλα τινὰ
Δωρικὰ συστέλλοντα τὸ α, ὡς παρʼ Ἡσιόδωι «δήσας ἀλυκτοπέδηισι Προμηθέα»,
καὶ παρὰ τῶι Ῥιανῶι «λίθος μέγας … ».
Στέφανος ὁ Βυζάντιος Ἀράκυνθος· ὄρος Βοιωτίας, ἀφʼ οὗ ἡ Ἀθηνᾶ Ἀρακυν-
θιάς, ὡς Ῥιανὸς ἐν τῆι Φήμηι «κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς εὐπα-
τέρεια».
Ἰωάννης ὁ Στοβαῖος Ῥιανοῦ. «ἦ ἄρα δὴ μάλα πάντες
ἁμαρτίνοοι πελόμεσθα ἄνθρωποι, φέρομεν δὲ θεῶν ἑτερόρ-
ροπα δῶρα ἀφραδίηι κραδίης· βιότοιο μὲν ὅς κʼ ἐπιδευὴς
στρωφᾶται, μακάρεσσιν ἐπὶ ψόγον αἰνὸν ἰάπτει ἀχνύμε-
νος, σφετέρην δʼ ἀρετὴν καὶ θυμὸν ἀτίζει, οὐδέ τι θαρσα-
λέος νῶσαι ἔπος οὐδέ τι ῥέξαι ἐρριγώς, ὅθι τʼ ἄνδρες ἐχε-
κτέανοι παρέωσι, καί οἱ θυμὸν ἔδουσι κατηφείη καὶ ὀιζύς.
ὃς δέ κεν εὐοχθῆισι, θεὸς δʼ ἐπὶ ὄλβον ὀπάζηι, καὶ πολυ-
κοιρανίην, ἐπιλήθεται οὕνεκα γαῖαν ποσσὶν ἐπιστείβει,
θνητοὶ δέ οἱ εἰσὶ τοκῆες, ἀλλʼ ὑπεροπλίηι τε καὶ ἁμαρ-
τωλῆισι νόοιο ἶσα Διὶ βρομέει, κεφαλὴν δʼ ὑπὲρ αὐχένας
ἴσχει καί περ ἐὼν ὀλίγος, μνᾶται δʼ εὔπηχυν Ἀθήνην,
ἠέ τινʼ ἀτραπιτὸν τεκμαίρεται Οὔλυμπόνδε, ὥς κε μετʼ
ἀθανάτοισιν ἀρίθμιος εἰλαπινάζηι. ἡ δʼ Ἄτη ἁπαλοῖσι
μετατρωχῶσα πόδεσσιν ἄκρηις ἐν κεφαλῆισιν ἀνώιστος
καὶ ἄφαντος ἄλλοτε μὲν γραίηισι νεωτέρη, ἄλλοτε δʼ αὖτε
ὁπλοτέρηισι γρηὺς ἐφίσταται ἀμπλακίηισι, Ζηνὶ θεῶν
κρείοντι Δίκηι τʼ ἐπίηρα φέρουσα».