δεξιτερῇ κραδάων δολιχόσκιον ἔγχος ἔτυψεν
γαστέρα· τῇ δʼ ἐνὶ χαλκὸς ἐλήλατο
ἀσπίδα δαιδαλέην χαμάδις βάλε, κάππεσε δʼ αὐτός
ὕπτιος ἐν κονίῃσι, κυλινδομένου δʼ ὑπὸ χαλκῷ
γαστρὸς ἀποθρώσκοντα κατέρρεεν ἔγκατα γαίῃ.
Περσίνοος δʼ ὄλεκεν Δολίον κρατερόν τε Πυλάρτην
Λαμπετίδην τε Φάληρον Ἀγήνορά τʼ αἰολομήτην·
Αἴνιος αὖτε Μίμαντα δαήμονα θηροσυνάων
Νειλῴης προβλῆτος ἰδὼν ἐπιάλμενον ὄχθης
ἀκροτάτης κεφαλῆς κατὰ ἰνίον οὔτασε χαλκῷ·
πρηνὴς δʼ ἐς ποταμὸν προκυλίνδετο, μίσγετο δʼ ὕδωρ
αἵματι, τῆλε δέ οἱ προλιπὼν χρόα θυμὸς ἀπέπτη
ἠύτε κοῦφος ὄνειρος, ἐπερρώοντο δὲ νεκρῷ
ἰχθύες, ἀμφὶ δʼ ἀρʼ αὐτὸν ἀγήγερατʼ ἔνθα καὶ ἔνθα
ἐσθόντες σάρκας τε καὶ ἔγκατα πίονα φωτός.
Αὐτομέδων δʼ ὑσμῖνι …
καὶ γὰρ δὴ Βλεμύων πυκιναὶ κλονέοντο φάλαγγες·
ἔνθʼ ἔβαλʼ Αἴσυμνον κατὰ γαστέρα, τῆς δὲ διαπρό
ὠκυπετὲς κατέδυ δόρυ χάλκεον, αὐτὰρ ὅ γʼ ἥρως
ἔστη ἀμηχανέων, χολάδες δέ οἱ αὐτίκα πᾶσαι
χύντο χαμαί, τὰς δʼ αὖτε …
… μαινων τε καὶ …
… τέταται νέφος, οὐδʼ ἐσορῶμαι
… αινην ὁδόν, ἡ δέ μοι ἔξω
στηθέων ταρβαλέη κραδίη ἀναπάλλεται ἤδη,
πάντα δὲ … λυται χρόα δείματι. τίς κεν ἀλύξῃ
ἀνέρα τόνδʼ οὗπέρ τε μένος καὶ χεῖρες ἄαπτοι
ἀτρεκέως πεφύασιν ἀπʼ ἀκαμάτοιο σιδήρου.
ἦ ῥα καὶ ἐς φόβον ὦρτο κατὰ φρένα θυμὸν ἀλυίων,
οἱ δʼ ἄλλοι κατὰ μέσσον ἐελμένοι ἠύτε κάπροι
… θόμενοι κατʼ ὄρεσφι λίνων ὑπὸ θηρητήρων
… ν … τεκέων ὕπερ, ἔρρεε δʼ ἠχή
τῶν μὲν ἀπολλυμένων τῶν δʼ αὖ φεύγοντας ὀπίσσω
θεινόντων ξίφεσίν τε καὶ ἔγχεσιν, ἔκτυπε δʼ αἰθήρ
… πέδον δʼ ἐρυθαίνετο λύθρῳ
ὑπὸ πληγῇσι σιδήρου
… ον μέλος ἠχώ·
καὶ τίνα δὴ πρῶτον, τίνα λοίσθιον ὤλεσεν ἥρως,
ὡς Βλεμύας φεύγοντας ἀπεσκέδασεν πολέμοιο;
πᾶσι μετέπρεπεν ἠμὲν ὀιστῷ
ἠδʼ ἔγχει δεδαὼς μάλʼ ἐπισταμένως πολεμίζειν.
πρῶτον μὲν … ενεοντα ποδώκη,
τῷ δʼ ἔπι ἀπηλοίησε σιδήρῳ …
Βλεμύων ἡγήτορες …
… ς τιέσκετο· τῷ δ …
… χευεν ἐπʼ ὄμμασι· μ …
… ρεοιτο καὶ ἐσσομένοισι
… κήεντα καὶ ἐσσυμένως
… οἳ δὲ παρέστασαν· …
… ην ἐπεὶ οὐκ ἄρα …
… γγος ἐπὶ χρόνον α …
… ερόν μοι ἐπὶ κνέφας
σκοπέλοιο φανήμεναι …
… τον ἦμαρ ἐπαντέλλε …
… υμελ … ντις …
ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μάχης …
ἀλλʼ ἐπιὼν Βλεμύων κλισίας τε καὶ ἕρκεα πυκνά
ῥῆξέ τε καὶ κατέκηε καὶ οὓς κατέμαρπτε κατέκτα,
πρὸς δʼ ἔθεεν πέτρας τε καὶ οὔρεα καὶ μέλαν ὕδωρ
εὐνὰς λειπομένων διζήμενος εἴ που ἐφεύροι.
ὡς δὲ λέων νομίῃ ἐπὶ φορβάδι θυμὸν ἀλυίων
αἶψα βοῶν ἀγέλην μετανίσεται ἤματι μέσσῳ,
οὐδέ μιν ἰσχανόωσι κύνες δεδαημένοι ἄγρης
δύμεναι ἕρκεα πυκνά, τεθήπασιν δὲ βοτῆρες,
αὐτὰρ ὅγʼ αἶψα βόαυλον ἀμαιμακέτῃ ὑπὸ λύσσῃ
ἔσθορε, ταυροφόνον δὲ γένυν περιάγνυται αἷμα·
ὣς κλισίαις Γερμανὸς ἐπέχραεν, οἳ δʼ ἐπέχυντο
… παρʼ ἀλλήλοισι μένοντες
… ἐοικότες
… σε …
…
ἐπιχθονίοισι φ …
… ρχε … σοι κατόπισθεν …
… των δʼ ἑκάτερθε κύνες προθέουσι
ὣς ἄρα Γερμανῷ ῥηξήνορι χαλκοκορύστῃ
τῇ μὲν θῆλυς ὅμιλος εὐπλέκτοις ἐνὶ δεσμοῖς
τῇ δὲ καὶ αἰζήων στρατὸς ἕσπετο, τοὺς κατὰ χώρην
ζώγρησʼ ἐκ πολέμοιο πεφυζότας. ἔστενε δὲ χθών
στειβομένη πρυλέεσσι καὶ ἀκαμάτων ποσὶν ἵππων
στεινομένων ἄμυδις, λιγυρὴ δʼ ἀνεβόμβεε σάλπιγξ
πατρίδι σημαίνουσα μάχης πολυγηθέα νίκην·
οὐδὲ φυλακτῆρες πυλέων ψαύεσκον ὀχῆες
… ενεοιγερ … ντε ποδα …
… τιν ἐπὶ χνοάοντι
… ἐπέρρ …
… β …