ὥσπερ λέγομεν «βασιλειᾷ τις» ἀντὶ τοῦ βασιλεὺς γενέσθαι ἐφίεται καὶ «πατριαρχᾷ» ἀντὶ τοῦ πατριάρχης γενέσθαι ἐφίεται, οὕτως καὶ τοῦτο.
φροντίζω τὸ «φροντίδα ἔχω» κοινῶς γενικῇ, φροντίζω δὲ τὸ «σκοπῶ» αἰτιατικῇ, ὡς ἐνταῦθα· καὶ Λιβάνιος· «ὡς τὰ αὐτὰ ἐφροντίζομεν».
τελῶ λέγεται τὸ πληρῶ, ἀφʼ οὗ καὶ τέλος καὶ τελευτὴ ὁ θάνατος· τελῶ καὶ τὸ γίνομαι, τελῶ καὶ τὸ μυοῦμαι καὶ τὸ διδάσκομαι, ὡς ἐνταῦθα.
ὥσπερ εὐμένειαν μὲν δεσπότου πρὸς δοῦλον εἰώθαμεν λέγειν ἢ καθόλου μείζονος πρὸς ἐλάττω, εὔνοιαν δὲ δούλου πρὸς δεσπότην καὶ ἐλάττονος πρὸς μείζω, οὕτω οἶμαι δέον εἶναι τὸ μὲν ἐπακούειν μείζονος, τὸ δὲ ὑπακούειν ἐλάττονος· ὅθεν τὸ μὲν ἐπακούειν ἀπὸ ἐλάττονος πρὸς μείζω χρὴ λέγεσθαι, ὡς ἔχει τὸ «ἐπακούσατε δεξάμεναι θυσίαν» ἐνταῦθα καὶ ὡς τὸ «ἐπακούσαι σου Κύριος»· τὸ δὲ ὑπακούειν ἀπὸ μείζονος πρὸς ἐλάττω, ὡς ἔχει κἀκεῖνο «εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ὑπακούειν.» καὶ τὸ ὑπήκοος δὲ ἐντεῦθεν γενόμενον σαφέστερον τὸν λόγον ποιεῖ, ἀλλὰ καὶ τὸ ἐπήκοος ἐκ τοῦ ἐπακούω.
ὡς λέγεται τὸ κομᾶν μετὰ δοτικῆς, οὕτω καὶ τοῦτο, ὡς ἐν τῷ «φυτὰ γὰρ θηλήσαντα νέοις ἐκόμησε πετήλοις». δοκεῖ δὲ ταῦτα ἀδολεσχίαν ἔχειν· τὸ γὰρ κολοκύνταις ταὐτὸν τῷ λήμαις ἴσαις κολοκύνταις· εἰ δὲ λημᾶν τὸ λήμην ἔχειν καὶ κομᾶν τὸ κόμην τρέφειν, κόμη δὲ ἐπὶ δένδρου τὰ φύλλα, περισσὸν τὸ εἰπόντα λημᾶν καὶ κομᾶν ἐπαγαγεῖν λήμαις καὶ πετήλοις· ἀλλʼ οὐκ ἔστιν. οὐ γὰρ ἁπλῶς λήμαις καὶ πετήλοις ἐπάγεται, ἀλλὰ λήμαις ἴσαις κολοκύνταις καὶ πετήλοις νέοις, ὃ τὴν ἀνάγκην ἐποίησε τῆς ἐπαναλήψεως. λήμη μὲν γὰρ καὶ κόμη παρῆν τῷ λημᾶν καὶ τῷ κομᾶν, κόμη δὲ νέα καὶ λήμη ἴση κολοκύντῃ οὐ συμπαρῆν. διὰ δὴ ταῦτα ἐπαναλαμβάνεται ἐκεῖνα καὶ ἔχουσιν οἱ λόγοι ὁμοίως τῷ «ἀκόντισε δορὶ φαεινῷ». καὶ ἐν τούτῳ μέν ἐστιν ἡ δοτικὴ ὀργανική, ἐν ἐκείνοις δὲ συνυπακούεται ἡ ἐν ἡ λαμβανομένη περὶ τοῦ συνεργεῖν τοῦ περιεχομένου. ὡς γὰρ λέγεταί τις ἐν ἐνδύμασι λαμπροῖς περιάγειν, καὶ «ὁ Θεὸς ἔρχεται ἐν δόξῃ» ἤγουν ἐνδεδυμένος δόξαν,
κένταυρος κατὰ μέν τινας ὁ φθείρων τὰς παρθένους, ἀπὸ τοῦ κεντῶ καὶ τοῦ ἅβρα ἡ παρθένος· τοῦτο δὲ οὐ δοκεῖ ἔχειν τὸ ἀληθές· ἅβρα γὰρ διὰ τὸ β ἐκφέρεται. ἀλλὰ κατὰ τὸν Θεσσαλονίκης Εὐστάθιον κένταυρος λέγεται ὁ ἀρρενομανής, ἀπὸ τοῦ κεντῶ καὶ τοῦ ταῦρος· ταῦρος δέ ἐστι τὸ ἀπὸ τοῦ πρωκτοῦ μέχρι τῶν αἰδοίων διῆκον νεῦρον.
ὁ δὲ Θεσσαλονίκης διὰ τοῦ ο μικροῦ νοεῖ τοῦτο καὶ λέγει· «μετὰ τῆς μὲν προθέσεως τὸ διέσχε καὶ διασχὼν εὕρηται παρʼ Ὁμήρῳ, παρὰ δὲ τῷ κωμικῷ τούτῳ εὕρηται καὶ χωρὶς προθέσεως, ὡς ἐνταῦθα».
τὸ λακεῖν οὐχ ἁπλῶς τὸ φωνεῖν ἢ λαλεῖν δηλοῖ, ἀλλὰ ποιόν τινα ἦχον ἀψύχων σωμάτων ἡ λέξις δηλοῖ, οἷον ἐπὶ ἱματίων, ὀστέων καὶ τῶν τοιούτων
τὸ κυδοιδοπᾶν γίνεται παρὰ τὸ κύδους καὶ λοιδορίας ὄπα καὶ φωνὴν ἔχειν· κυδοπᾶν καὶ ἀττικῷ διπλασιασμῷ προσθέσει τοῦ ι κυδοιδοπᾶν. κῦδος γὰρ ἀρσενικῶς μὲν ἡ λοιδορία, ἐξ οὗ καὶ τὸ «κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ» παρὰ Σοφοκλεῖ, ἀντὶ τοῦ λοιδορεῖται. κῦδος δὲ οὐδετέρως ἡ δόξα, ἐξ οὗ καὶ κύδιστος ὁ ἐνδοξότατος.
κατʼ ἐνόπλιον ὁ μετὰ δύο δακτύλους ἔχων σπονδεῖον κατὰ τὸ πάλιν καὶ πάλιν, οἷον «ὡς φάτο δακρυχέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ». λέγοιτο δʼ ἂν ἴσως κατʼ ἐνόπλιον διὰ τὸ πρέπειν μὲν ῥυθμὸν τοιοῦτον καὶ τοῖς ἄλλοις κινουμένοις μετὰ συντονίας, ἐπὶ πλέον δὲ τοῖς μεθʼ ὅπλων σεμνῶς πηδῶσι καὶ πυρριχίζουσι.
ὥσπερ ἀπὸ τοῦ αι θρηνητικοῦ ἐπιρρήματος αἰάζω τὸ θρηνῶ καὶ ἐξ αὐτοῦ αἰανὸς ὁ σκοτεινός, καὶ ἀπὸ τοῦ ω θρηνητικοῦ ἐπιρρήματος οἰμώζω καὶ ἐξ αὐτοῦ οἰμωγὴ ὁ θρῆνος, οὕτω καὶ ἀπὸ τοῦ οι θρηνητικοῦ ἐπιρρήματος οἴζω καὶ ἐξ αὐτοῦ οἰζύω, κατὰ διάλυσιν ὀϊζύω, καὶ ὀϊζυρός.
ἀλεκτρυὼν καὶ ἐπὶ ἄρρενος καὶ θηλείας, ὡς καὶ Λιβάνιος· «ἔθυσα καὶ ἀλεκτρυόνα τῶν τικτουσῶν». ἀλέκτωρ δὲ ἐπὶ μόνου τοῦ ἄρρενος, καὶ ἀλεκτορὶς δὲ ἐπὶ μόνης τῆς θηλείας.
τὸ ἀπαιόλημα γίνεται ἀπὸ τοῦ αἰόλλω, ὃ δηλοῖ τὸ ταχέως καὶ δίκην ἀέλλης κινῶ· ἀφʼ οὗ Ὅμηρος «αἰολοπώλους» τοὺς Φρύγας καλεῖ, ἤγουν ταχυΐππους ἢ ποικίλως ἱππαζομένους.
φροντίζω τὸ φροντίδα ἔχω κοινῶς μὲν γενικῇ συντάσσεται, ἀττικῶς δὲ μετὰ αἰτιατικῆς, ὡς ἐνταῦθα καὶ ἐν τῷ «βολβοὺς ζητεῖτε; μὴ τοῦτο φροντίζετε».
νηπύτιος ὁ μὴ φρονῶν, ἀλλʼ ἐστερημένος τοῦ πεπνύσθαι ἤτοι τοῦ φρονεῖν· ἀφʼ οὗ καὶ τὸ νήπιος συγκέκοπται, ὅτε ἐπὶ ἄφρονος λέγεται.
τὸ καταρῶμαι κοινῶς μὲν αἰτιατικῇ, ὡς τὸ «τὴν συκῆν ὁ Κύριος οὐχ ἁπλῶς κατηράσατο»· ἀττικῶς δὲ δοτικῇ, ὡς ἐνταῦθα.
τῆς ἁμάξης ὑποκοριστικὸν ἡ ἁμαξίς, ὃ δηλοῖ μικρὸν ἁμάξιον ποιούμενον εἰς παίγνιον τοῖς παισίν. ἅμαξα ἰωνικῶς μὲν ψιλοῦται, ἀττικῶς δὲ δασύνεται.
ἀπηνὴς κοινῶς μὲν ὁ σκληρός, ἀττικῶς δὲ ἀπηνὲς τὸ ἁπλῶς ἄπο αἴνου ἔλεγον ἤτοι τὸ ἀπαίδευτον, ὡς ἐνταῦθα ὁ κωμικός.
ἦσαν γὰρ καὶ ψυχρὰ λουτρά, οἷς οἱ ἥρωες «ἱδρῶ ἀπεψύχοντο», ὥς φησιν Ὅμηρος· ὧν πρὸς ἀντιδιαστολὴν θερμὰ λουτρὰ ἐλέγοντο, ἃ καὶ «ἡράκλεια λουτρά» ἡ παροιμία ἔλεγεν.
ἐξ οὗ καὶ παροιμία «ὁ Πηλεὺς τὴν μάχαιραν», ὡς διὰ σωφροσύνην λαβὼν αὐτὴν θεόθεν.
ἔστιν ὅτε ὁ ἀριθμὸς καὶ ἐπὶ οὐδαμινότητος λαμβάνεται, ὡς ἐνταῦθα «ἀριθμὸς ἄλλως» ἤτοι πλῆθος μόνον καὶ αὐτὸ τοῦτο ποσότης ἐπινοουμένη, οὐ μὴν οὐσίαι τινὲς ἀριθμούμεναι. λέγεται καὶ ἐπὶ ἐπαίνου, ὡς ἐπὶ τοῦ «ἐναρίθμιος» ἀντὶ τοῦ ἐν ἀριθμῷ καὶ λόγῳ κείμενος.
τοῦ «Στρεψιάδης» ἡ κλητικὴ «ὦ Στρεψιάδη» ἐστίν· τοῦ παιγνίου δὲ χάριν ἐκφέρεται «Στρεψίαδες» παρὰ τῷ κωμικῷ.
καλοῦμαι παθητικὸν παρὰ τοῖς ὕστερον Ἀττικοῖς δικαστικὴ λέξις ἐστίν, ὡς δηλοῖ καὶ τὸ παρόν.
ψαρὸς ἢ ὁ ποικίλος κατὰ τοὺς ψᾶρας, ἢ ὁ ταχύς, οἱονεὶ ψαυρὸς καὶ ψαρός, ὁ ψαύων καὶ πλησιάζων καὶ ἰσοδυναμῶν τῷ τάχει ταῖς αὔραις καὶ ταῖς πνοαῖς.
κάκη οὐ μόνον ἡ κακία κατὰ τοὺς περὶ Πλάτωνα, ἀλλὰ καὶ ἡ δειλία, ἐξ οὗ κακὸς ὁ δειλὸς καὶ κακίζεσθαι τὸ δειλιᾶν· ἐξ αὐτοῦ δὲ καὶ τὸ «κακκὰν» συνήθως ἐπὶ παίδων, ἐπεὶ καὶ τοῖς δειλιῶσιν ἕπεται τοιοῦτόν τι πάσχειν, ὃ καὶ ἐξιδίειν σεμνῶς ἡ κωμῳδία φησίν.
ΤΟΥ ΑΥΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΜΑΓΙΣΤΡΟΥ ΣΥΝΟΨΙΣ ΤΗΣ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΥΠΟΘΕΣΕΩΣ Ἄνυτος καὶ Μέλητος Σωκράτει τῷ Σωφρονίσκου βασκήναντες καὶ αὐτὸν μὴ δυνάμενοι βλάψαι ἀργύριον ἱκανὸν Ἀριστοφάνει δεδώκασιν, ἵνα δράμα κατʼ αὐτοῦ συστήσηται. καὶ ὃς πεισθεὶς γέροντά τινα Στρεψιάδην καλούμενον ἐπλάσατο ὑπὸ χρεῶν πιεζόμενον, ἃ δὴ ἀνηλώκει περὶ τὴν τοῦ παιδὸς Φειδιππίδου ἱπποτροφίαν. οὕτω δὲ τούτων ἐχόντων, μὴ ἔχων ὁ Στρεψιάδης, τί ποιήσει τὰ χρέα, βουλεύεται προσελθεῖν τῷ Σωκράτει τὸν τούτου παῖδα, ἵνα παρʼ αὐτοῦ τὸν ἄδικον μάθῃ λόγον καὶ οὕτω τοὺς δανειστὰς ἀποκρούσηται. Φειδιππίδης μὲν οὖν, πολλὰ δεηθέντος τοῦ πατρὸς προσελθεῖν, οὐκ ἐπείσθη· ἀποτυχὼν δὲ ὁ πρεσβύτης τῆς ἐπʼ ἐκεῖνον ἐλπίδος καὶ οὐκ ἔχων, ὅστις καὶ γένηται, εἰς δεύτερον εἶδε πλοῦν. οὐδὲν γὰρ τῆς ἡλικίας φροντίσας οὐδʼ ἐνθυμηθείς, εἴ τισιν ἄτοπος δόξειεν, ἀνὴρ «ἐν γήραος οὐδῷ» μανθάνειν καθάπερ κομιδῆ νέος ἀρχόμενος, ἀλλʼ εἰς ἓν ἀφεωρακὼς μόνον ἐκεῖνο, ἐὰν ἄρα οἷός τε γένηται τοὺς δανειστὰς διὰ πειθοῦς ἀποστερῆσαι τὰ χρήματα, αὐτὸς πρόσεισι τῷ Σωκράτει. οὐκ ἔχων δὲ ὑπηρετοῦντα τῇ βουλήσει τὸν νοῦν, ἀλλὰ τοιοῦτος ὢν οἷς ἐμάνθανεν, οἷος καὶ πρὶν τῆς παιδείας ἐφῆφθαι, αὐτὸς μὲν ἀπέγνω παιδεύεσθαι, προσελθὼν δὲ τῷ παιδὶ καὶ αὖθις πολλαῖς πέπεικε ταῖς δεήσεσιν ἕνα τῶν Σωκράτους ὁμιλητῶν γεγενῆσθαι. ὁ δὲ καὶ γέγονε καὶ μεμάθηκεν. συνίσταται δὲ τὸ δράμα ἐκ χοροῦ Νεφελῶν· ἔχει δὲ κατηγορίαν τοῦ Σωκράτους, ὅτι τοὺς συνήθεις θεοὺς ἀφεὶς καινὰ ἐνόμιζε δαιμόνια, Ἀέρα, Νεφέλας καὶ τὰ τοιαῦτα.
ΥΠΟΘΕΣΙΣ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΔΡΑΜΑΤΟΣἌνυτος καὶ Μέλιτος ... δράμα ὃς καὶ βούλεται προσαγαγεῖν ... τὸν παῖδα Φειδιππίδην εἰσελθεῖν ... δεύτερον, ὅ φασιν, εἶδε ... δόξειεν ὁ ἀνὴρ ... γένηται οἷός τε ... τὸν νοῦν τῇ βουλήσει ... τοιοῦτον ἐφʼ οἷς ἐμάνθανεν, οἷον καὶ πρὶν διδαχθῆναι, αὐτὸς μὲν ἀπέγνω μανθάνειν γενέσθαι ... συνίσταται δὲ τὸ δράμα ... καὶ τὰ τοιαῦτα.
ΥΠΟΘΕΣΙΣ ΝΕΦΕΛΩΝ ΤΟΥ ΑΡΙΣΤΟΦΑΝΟΥΣπρεσβύτης τις Στρεψιάδης ὑπὸ δανείων καταπονούμενος διὰ τὴν ἱπποτροφίαν τοῦ παιδὸς δεῖται τούτου φοιτήσαντος εἰς τὸν Σωκράτην μαθεῖν τὸν ἄδικον λόγον, ὅπως μηδενὶ τῶν δανειστῶν μηδὲν ἀποδώσῃ. μὴ βουλομένου δὲ τοῦ παιδὸς εἰσέρχεται αὐτός, καὶ μὴ δυνάμενος μαθεῖν διὰ τὸ γῆρας ἐκδιώκεται. ὑποστρέψας δὲ καὶ τῷ υἱῷ πείσας ἤγαγεν αὐτὸν τῷ Σωκράτει, ὃς καλέσας τὸν δίκαιον λόγον καὶ ἄδικον καὶ αἵρεσιν τῷ νέῳ δοὺς ἐκλέξασθαι διδάσκει ἐκεῖνον τὸν ἄδικον λόγον. μαθὼν δὲ ὁ υἱός, ὅπερ ἐβούλετο ὁ πατήρ, καὶ τὴν παχύτητα ἐκείνου καταγνοὺς τύπτει τὸν πατέρα αὐτὸν ἑστιῶντα. ὁ δὲ ἀλγήσας διὰ τὴν τοῦ παιδὸς ἀσέβειαν ἀπελθὼν κατακαίει τὸ φροντιστήριον νομίσας Σωκράτην αἴτιον τῆς ἀσεβείας τοῦ παιδὸς εἶναι. κατηγορεῖ δὲ ἐνταῦθα τοῦ Σωκράτους ὡς ἀσεβοῦς καὶ νέους θεοὺς ἐπεισάγοντος, ἀφέντος τοὺς συνήθεις. ἐπιγράφεται δὲ Νεφέλαι, διότι παρεισάγεται χορὸς Νεφελῶν ὁμιλῶν τῷ Σωκράτει, ἃς ἐνόμιζε θεάς, ὡς Ἀριστοφάνης κατηγορεῖ. ὁ γὰρ Ἄνυτος καὶ Μέλητος φθονοῦντες Σωκράτει καὶ μὴ δυνάμενοι ἄλλως βλάψαι ἢ φανερῶς κατηγορῆσαι μεγάλου ὄντος ἱκανὸν ἀργύριον δεδώκασιν Ἀριστοφάνει ταύτην τὴν κωμῳδίαν κατʼ ἐκείνου γράψαι. τὰ δὲ πρόσωπα Στρεψιάδης· Φειδιππίδης υἱός· θεράπων· μαθητὴς Σωκράτους· Σωκράτης· χορὸς Νεφελῶν· δίκαιος λόγος· ἄδικος· Πασίας δανειστής· μάρτυς.
ΥΠΟΘΕΣΙΣ ΤΟΥ ΔΡΑΜΑΤΟΣτὸ δρᾶμα τῶν Νεφελῶν κατὰ Σωκράτους γέγραπται τοῦ φιλοσόφου ἐπίτηδες ὡς κακοδιδασκαλοῦντος τοὺς νέους Ἀθήνησι, τῶν κωμικῶν πρὸς τοὺς φιλοσόφους ἀπεχθῶς ἐχόντων. ἄλλοι δέ φασι τὸν Ἀριστοφάνην τὸ τῶν Νεφελῶν συντάξασθαι δρᾶμα ὑπὸ Ἀνύτου καὶ Μελήτου παροξυνθέντα. βουλόμενοι γὰρ οὗτοι γραφὴν ποιήσασθαι κατὰ Σωκράτους καὶ θέλοντες πεῖραν λαβεῖν τῆς τῶν Ἀθηναίων γνώμης περὶ Σωκράτους, ὁποῖοί τινες ἂν φανεῖεν τῆς κατʼ αὐτοῦ γραφῆς ἐνισταμένης· πολλοὺς γὰρ εἶχεν ἐραστὰς ἐκεῖνος καὶ μάλιστα τοὺς περὶ Ἀλκιβιάδην, οἳ καὶ ἐπὶ τοῦ δράματος τούτου μηδὲ νικῆσαι ἐποίησαν τὸν ποιητήν, τούθʼ ἕνεκεν αὐτὸν ἐπὶ τὴν τοῦ δράματος τοῦδε παρώτρυναν ποίησιν χρήμασιν αὐτὸν ἱκανοῖς, ὡς λόγος, δεξιωσάμενοι. ἔστι δὲ ὁ τοῦ δράματος πρόλογός τε καὶ ἡ ὑπόθεσις δεξιώτατά τε καὶ ἁρμοδιώτατα συγκείμενα. πλάττεται γάρ τις ἄγροικος πρεσβύτης Στρεψιάδης ὄνομα ἀχθόμενος παιδὶ Φειδιππίδῃ καλουμένῳ φρονήματος γέμοντι ἀστικοῦ καὶ διὰ τὴν τῆς οἰκίας εὐγενείας πολυτέλειαν πάντα τὰ τοῖς γονεῦσι προσόντα καταναλώσαντι, καὶ μάλιστα εἰς ἱπποτροφίας. ἡ γὰρ τῶν Ἀλκμαιωνιδῶν οἰκία, ὅθεν ἦν τὸ πρὸς μητρὸς γένος τῷ μειρακίσκῳ ἐξ ἀρχῆς, ὥς φησιν Ἡρόδοτος, ἱπποτρόφος ἦν καὶ πολλὰς ἀνῃρημένη τὰς νίκας, τὰς μὲν Ὀλυμπίασι, τὰς δὲ Πυθοῖ, ἐνίας δὲ Ἰσθμοῖ καὶ Νεμέᾳ, καὶ ἄλλας ἐν ἄλλοις· εὐδοκιμοῦσαν οὖν ὁρῶν ὁ νεανίσκος ἀπέκλινε πρὸς τὸ ἦθος τῶν πρὸς μητρὸς προγόνων. ὁ πατὴρ οὖν Στρεψιάδης ὑπὸ τῶν χρεῶν καταπονούμενος διὰ τὴν τοῦ παιδὸς ἱπποτροφίαν βούλεται προσαγαγεῖν τῷ Σωκράτει τὸν παῖδα, ἵνʼ ὑπʼ αὐτοῦ διδαχθείη τὸν ἄδικον λόγον, ὡς ἂν ἐντεῦθεν διʼ αὐτοῦ τοὺς δανειστὰς ἀποκρούσηται. δεῖται οὖν τοῦ παιδὸς πεισθῆναι τοῖς βεβουλευμένοις αὐτῷ· μὴ πεισθέντος δὲ τούτου, διαγνοὺς αὐτὸς ἐλθὼν μανθάνειν μηδεμίαν τῆς τοῦ γήρως ἡλικίας φροντίδα ποιησάμενος μηδʼ ἐνθυμηθείς, εἴ τισιν ἄτοπον δόξειεν ἀνὴρ «ἐν γήραος οὐδῷ» μανθάνειν καθάπερ κομιδῆ νέος ἀρχόμενος, ἀλλʼ εἰς ἓν ἀφεωρακὼς μόνον ἐκεῖνο, ἐὰν ἄρα οἷός τε γένηται τοὺς δανειστὰς διὰ πειθοῦς ἀποστερήσων τὰ χρήματα, αὐτὸς πρόσεισι τῷ Σωκράτει· καὶ μαθητήν τινα τοῦ Σωκράτους καλέσας διαλέγεται περὶ τούτου, καὶ τῆς διατριβῆς διαλυθείσης οἱ μαθηταὶ κύκλῳ καθήμενοι πιναροὶ συνορῶνται, καὶ αὐτὸς δὲ ὁ Σωκράτης ἐπὶ τῆς κρεμάθρας αἰωρούμενος καὶ ἀποσκοπῶν τὰ μετέωρα θεωρεῖται. μετὰ ταῦτα τελεῖν παραλαβὼν τὸν πρεσβύτην καὶ τοὺς νομιζομένους παρʼ αὐτῷ θεοὺς παραδοῦναι Ἀέρα τε καὶ Αἰθέρα, πρὸς δὲ καὶ Νεφέλας μετακαλεῖται. πρὸς δὲ τὴν εὐχὴν εἰσέρχονται Νεφέλαι χοροῦ σχῆμα πληροῦσαι, καὶ φυσιολογήσαντος οὐκ ἀπιθάνως τοῦ Σωκράτους ἀποστραφεῖσαι πρὸς τοὺς θεατὰς περὶ πλειόνων διαλέγονται. μετὰ ταῦτα ὁ πρεσβύτης διδασκόμενος μὲν ἐν τῷ φανερῷ, μὴ ἔχων δʼ ὑπηρετοῦντα τῇ βουλήσει τὸν νοῦν καὶ εἰς γέλωτα κινήσας τοὺς μαθητὰς τοῦ διδασκαλείου ἐκβάλλεται· καὶ προσελθὼν αὖθις τῷ παιδὶ πολλαῖς πέπεικε ταῖς δεήσεσιν ἕνα τῶν Σωκράτους ὁμιλητῶν γεγενῆσθαι. συνίστησιν οὖν αὐτὸν τῷ Σωκράτει, καὶ ἐξαγαγόντος Σωκράτους ἐν τῷ θεάτρῳ τὸν ἄδικον καὶ τὸν δίκαιον λόγον διαγωνίζονται πρὸς ἀλλήλους οἱ λόγοι· καὶ νικήσας ὁ ἄδικος παραλαμβάνει τὸν νέον πρὸς τὸ διδάξαι, καὶ ἱκανῶς ἐκδιδάσκει. ὡς οὖν ἤδη ἐκπεπονημένον κομισάμενος αὐτὸν ὁ πατὴρ ἐπηρεάζει τοῖς χρήσταις καὶ ὡς κατωρθωκὼς τὸ σπουδαζόμενον εὐωχίαν συνίστησιν, ἐν ᾗ καὶ ἀντιλογίας γενομένης πληγὰς λαβὼν ὑπὸ τοῦ παιδὸς βοὴν ἵστησι· καὶ προσκαταλαλούμενος ὑπὸ τοῦ παιδός, ὅτι δίκαιον τοὺς πατέρας ὑπὸ τῶν υἱῶν τύπτεσθαι, ὑπεραλγῶν τούτου χάριν κατασκάπτει καὶ ἐμπίπρησι τὸ σωκρατικὸν φροντιστήριον. ἔστι δὲ τὸ δρᾶμα τῶν πάνυ δυνατῶς πεποιημένων.
ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑΣτρεψιάδης· Φειδιππίδης· δοῦλος Στρεψιάδου· μαθητὴς Σωκράτους· Σωκράτης· χορὸς Νεφελῶν· δίκαιος λόγος· ἄδικος λόγος· Σωκράτης· Πασίας· δανειστής· μάρτυς· ἕτερος δανειστής. Χαιρεφῶν.
δυσφορῶν ὁ Στρεψιάδης ὑπὸ τῆς τῶν χρεῶν φροντίδος καὶ μὴ δυνάμενος ὑπνώττειν ταῦτα σχετλιάζων βοᾷ.
ἡ εἴσθεσις τοῦ δράματος ἄρχεται ἐκ συστηματικῆς περιόδου, καὶ ἑξῆς ἐκ προσώπων ἀμοιβαίων· οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι σνθʹ, ὧν προτίθεται ἐν ἀρχῇ τοῦ δράματος κῶλον ἰαμβικὸν μονόμετρον ἀκατάληκτον τὸ «ἰοὺ ἰού». μετὰ δὲ τὸν σκαʹ τίθεται ἐν εἰσθέσει κῶλον ἰαμβικὸν μονόμετρον ἀκατάληκτον καὶ μετὰ τὸν σλγʹ ἕτερον κῶλον ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον. τελευταῖος δὲ πάντων τούτων οὗτος καταπαττόμενος γὰρ παιπάλη γενήσομαι. ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος. ἐπὶ δὲ τῷ τέλει πάντων τῶν στίχων κορωνίς.
ἰοὺ ἰού ἰαμβικὸν μονόμετρον ἀκατάληκτον.
ἰοὺ ἰού προοίμιον σχετλιαστικὸν ἐκ τοῦ πράγματος.
ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στίχοι σξʹ, ὧν τελευταῖος καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
πρότασις.
τὸ ... νυκτῶν ἤγουν αἱ νύκτες.
ὅσον ἤγουν πολύ.
ἀπέραντον ἀτελές. οἱ γὰρ ἀγρυπνοῦντες ὑπὸ φροντίδος τινὸς μεγάλας τὰς νύκτας λογίζονται.
κατασκευή.
ἀλεκτρυόνος τούτου γὰρ ἡ φωνὴ ἔμφασιν ἡμέρας παρίστησιν.
ῥέγκουσιν βαθέως ὑπνώττουσι καὶ ὅ φασιν ἰδιωτικῶς ῥοχαλίζουσιν.
φασίν, ὡς Ἀθηναῖοι, Λακεδαιμονίοις ἐν Ἀργιννούσαις ναυμαχήσειν μέλλοντες, προεῖπον τοῖς δούλοις, ὡς εἴ τις αὐτῶν συμπαρατάξεται τῇ ναυμαχίᾳ, τιμῆς εἰς τὸ λοιπὸν ἀπολαύειν. βοηθησάντων οὖν τῶν δούλων Λακεδαιμονίους ἐνίκησαν. καὶ ταῦτα μέν τινες φάσκουσι· τὸ δʼ ἀληθὲς οὕτως ἔχει. Ἀθηναίοις καὶ Λακεδαιμονίοις πόλεμος ἦν. οὐκ ἤθελον οὖν Ἀθηναῖοι τοὺς δούλους κολάζειν, εἴ τι πταίσαιεν, δεδιότες μὴ πρὸς Λακεδαιμονίους αὐτομολήσωσι. τὸ δὲ «ὅτε» ποτὲ μὲν μόνον χρόνον δηλοῖ, ποτὲ δὲ καὶ χρόνον καὶ αἰτίαν, ὡς ἔστι κἀνταῦθα.
ὅτʼ ὅτε.
ὅτʼ ἐπεί.
βάσις.
τῆς ἐπί.
ἐν ... σισύραις ἀρχὴ γὰρ ἔαρος ἦν καὶ ἐνεκαλύπτοντο γούναις ἔτι.
ἐγκεκορδυλημένος ἐντετυλιγμένος· κορδύλην γὰρ Κύπριοι λέγουσι τὸ ἐνείλημα τῆς κεφαλῆς.
τοῦτο πρὸς ἑαυτὸν λέγει.
ῥέγκωμεν ἀττικόν.
ἐγκεκαλυμμένοι ἐσκεπασμένοι.
τῆς φάτνης ἤγουν τῆς ἱπποτροφίας.
διὰ τουτονὶ τὸν υἱόν, φησίν, οὐ δύναμαι εὕδειν· οὗτος γὰρ αἴτιος τοῦ μὴ εὕδειν με χρέα πολλὰ καὶ δαπάνην εἰς τὴν ἀσκουμένην αὐτῷ ἱπποτροφίαν ἐπενεγκών μοι, ὧν μεμνημένος ἄγρυπνος διατελῶ.
διὰ ... υἱόν τούτου γὰρ ἕνεκα ταῦτα ἐδανεισάμην.
ἱππάζεταί ... ξυνωρικεύεται ἤγουν νῦν μὲν ἐπὶ κέλητος, νῦν δὲ ἐπὶ ξυνωρίδος ἅρματος ὀχούμενος ἄνω καὶ κάτω βακχεύει.
ὀνειροπολεῖν ἐστι τὸ ὀνείρατα φαντάζεσθαι, ὀνειρώττειν δὲ τὸ ἐπὶ τῶν νυκτῶν αὐτομάτως ἀφιέναι γόνον, ὅπερ ἐπὶ τοῖς ἐν ἐπιθυμίᾳ τινὸς οὖσι συμβαίνει δόξασι τοῖς παιδικοῖς συνεῖναι.
ὀνειροπολεῖ ἤγουν ἐν ὀνείρασι φαντάζεται.
ἤγουν ἤδη εἰς τέλος ἰοῦσαν. τελεῖται γὰρ ἡ σελήνη ἐν ἡμέραις εἰκοσιοκτώ· τὰ δὲ εἴκοσι τῶν εἰκοσιοκτὼ ἐγγύς εἰσιν. ἐδίδοντο οὖν ἐν τῷ τέλει τῆς σελήνης οἱ τόκοι. ἢ τὸ «εἰκάδας» μὴ νόει διὰ μόνα τὰ εἴκοσιν, ἀλλὰ καὶ διὰ τὰ ἐφεξῆς. τούτου γὰρ ἕνεκα πληθυντικῶς εἴρηκεν.
ἐπεὶ ἡ σελήνη ἐν ἡμέραις εἰκοσιεννέα τελεῖται, τὰ δὲ κʹ τῶν εἰκοσιεννέα ἐγγύς, ἐδίδοντο δὲ ἐν τῷ τέλει τῆς σελήνης οἱ τόκοι, διὰ τοῦτο τὸ «εἰκάδας» εἶπεν. ἢ τὸ «εἰκάδας» ... ἀλλὰ καὶ ... εἴρηται.
οἱ γὰρ ... χωροῦσιν ἤγουν ἐγγύς ἐστι τὸ ἀποτιννύειν τούτους τοῖς δανεισταῖς.
λογίσωμαι λογαριάσω.
ὅτι ἡ μνᾶ ἔχει ἰταλικοὺς στατῆρας μʹ, οὐγγίας κʹ, ὁ στατὴρ δὲ νομίσματα γʹ, ὅ ἐστι δίδραχμα βʹ, ὃ καλεῖται καὶ κοδράντης, ἡ δὲ δραχμὴ ἔχει κεράτια ιηʹ, ἥτις οὐγγία καλεῖται. τὸ δὲ τάλαντον λίτρας ρκεʹ καὶ λεπτὰς ϛʹ.
μνᾶς λίτρας.
μὴ λάβῃς εἰς τὸ «τοῦ» ἔξωθεν τὸ «ἕνεκα», ὡς οἴονταί τινες, ἀλλʼ ἔστιν ἡ τοιαύτη γενικὴ πρὸς τὸ «μνᾶς».
τοῦ τίνος πράγματος.
μνᾶς ὀφείλω.
ἐχρησάμην αὐταῖς· ἢ τὸ «ἐχρησάμην» ἀντὶ τοῦ «ἐδανεισάμην».
ὅτʼ ἐπριάμην συνῆκα δηλονότι.
κοππατίαν ἵππον, ἐν ᾧ ἐκεχάρακτο τὸ κ.
ἐξεκόπην ἀφῃρέθην· παρὰ τὸν κοππατίαν δὲ παίζει εἰπὼν τὸ «ἐξεκόπην».
Φίλων ἤγουν φίλε. τοῦτο δὲ καθʼ ὕπνους ὁ νεανίας φησί, καὶ διὰ τοῦτο ἀναρμόστως εἴρηκεν.
καθεύδων κοιμώμενος.
δέον οὕτως εἰπεῖν· πόσους δρόμους ἐλαύνει τὰ ἁμιλλητήρια; ἀντὶ τοῦ «πόσοι δρόμοι εἰσὶ τῆς ἁμίλλης», ὁ δέ, ἐπειδὴ καθʼ ὕπνους τοῦτʼ ἔλεγεν, πολεμιστήρια εἶπεν. ὁ γὰρ νοῦς τῶν ὀργάνων ἀργούντων τῷ ὕπνῳ εἰκῇ φέρεται.
πόσους δρόμους καὶ τοῦτο καθʼ ὕπνους λέγει.
δρόμους ἤγουν πολλὰς στροφὰς φροντίδων στρέφεσθαί με ποιεῖς διὰ τὰ χρέα.
ἀτὰρ δέ.
ἔβα ἦλθε, κατέλαβε.
τρεῖς μναῖ ὀφείλονται.
διφρίσκου ἤγουν ἅρματος.
Ἀμυνίᾳ τῷ.
ἄπαγε καὶ τοῦτο καθʼ ὕπνους.
ἐξαλίσας ἐκβαλὼν τῆς ἁμίλλης, ἀπὸ τοῦ ἁλίζω, τὸ συναθροίζω. οὐ κυλισθῆναι ποιήσας, ὥς τινές φασιν.
ἐξήλικας ἐξέβαλες.
τῶν ἐμῶν πραγμάτων.
ὅτε ἐπεί.
ὤφληκα χρεωστῶ τοῖς δανεισταῖς.
τόκου ἕνεκα.
ἐνεχυράσασθαι ἐνέχυρον ἐξ ἐμοῦ λαβεῖν.
ἐτεόν ἀληθῶς.
δυσκολαίνεις φροντίζεις, ἀγανακτεῖς· τοιαῦτα γὰρ πάσχουσιν οἱ φροντίδα τινὰ ἔχοντες.
στρέφει στρέφῃ.
δέον εἰπεῖν· κόρυς· οἱ γὰρ κόρεις ἐν τοῖς στρώμασιν ὄντες τοὺς ὑπνοῦντας δάκνουσιν. ὁ δὲ μεμνημένος, ὅτι εἰς δικαστήριον ἥξει ὑπὸ τῶν δανειστῶν, «δήμαρχος» φησίν. δήμαρχος δέ ἐστιν ὁ τοῦ δήμου προστάτης, ὅν φασιν ἰδιωτικῶς δοῦκαν, ᾧ ἐξῆν ἐνεχυράζειν τοὺς ἀγνώμονας τῶν χρεωστούντων.
δήμαρχός ἄρχων τοῦ δήμου.
καταδαρθεῖν κοιμηθήσεσθαι· κυρίως δὲ τὸ ἐπὶ δερμάτων κεῖσθαι.
προκατάστασις.
ἡ προμνήστριʼ ἡ τοῦ γάμου πρόξενος.
ἀπολέσθαι ἀπολεσθῆναι.
ἐπῆρε παρεκίνησε.
διήγησις.
ἄγροικος κυρίως ὁ ἰδιώτης, ἀγροῖκος δὲ ὁ ἐν τῷ ἀγρῷ οἰκῶν. οἱ Ἀττικοὶ δὲ ἐναλλὰξ λέγουσιν, ὥσπερ κἀνταῦθά ἐστιν ἄγροικος ὁ ἐν τῷ ἀγρῷ οἰκῶν.
οἱ ἐν τῷ ἀγρῷ οἰκοῦντες ἄνθρωποι προβάτοις καὶ ἄλλοις ζῴοις ἐνευθηνοῦντες, λέγω δὴ χοίροις, μελίσσαις καὶ λοιποῖς τοιούτοις, μεστὸν ἔχουσι τὸν αὐτῶν οἶκον τυρῶν καὶ βουτύρων καὶ δερμάτων, ἃ σκώληκας ἔστιν ὅτε ποιοῦσι διὰ σῆψιν. οὐκ ἔχει δὲ ὁ τούτων οἶκος εὐθεσίαν τῶν τοιούτων πραγμάτων, ἀλλʼ ἄλλο ἀλλαχῆ κεῖται, ὡς ἔτυχεν.
εὐρωτιῶν σκωλήκων μεστός· ἀπὸ τοῦ εὐρός ὁ σκώληξ.
ἀκόρητος ἀνεπιμέλητος, ἀκαλλώπιστος· κορῶ γὰρ τὸ ἐπιμελοῦμαι.
βρύων θάλλων.
στεμφύλοις στέμφυλα λέγονται τὰ ἀποπιέσματα τῶν σταφυλῶν καὶ τῶν ἐλαιῶν.
Μεγακλέους τοῦ Μεγακλέους τοῦ κατὰ πολὺ ἐνδόξου. δὶς δὲ τὸ αὐτὸ εἶπεν εἰρωνευόμενος.
ἀδελφιδῆν τοῦ ἀδελφοῦ αὐτοῦ θυγατέρα.
σεμνήν σοβαρὰν τὸ ἦθος.
τρυφῶσαν ἱματίοις καὶ ἐν τῇ ἄλλῃ διαίτῃ.
ἐγκεκοισυρωμένην περισσῶς κεκοσμημένην καὶ κεκαλλωπισμένην ὁμοίως τῇ Κοισύρᾳ.
Κοισύρα τις ἦν γυνὴ αὕτη δὲ γυνή τις ἦν πάνυ σεμνῶς ἑαυτὴν καὶ ποικίλως κοσμοῦσα, ὡς τοὺς ὁρῶντας ἐκπλήττεσθαι· ἀφʼ ἧς καὶ τὸ γένος εἶχεν. ἡ τούτου γυνή. ἀπὸ τῆς Κοισύρας δὲ τὸ κοισυρῶ, τὸ καλλωπίζω, παρήχθη.
ἐγάμουν εἰς γάμον ἐλάμβανον.
συγκατεκλινόμην σὺν αὐτῇ παρὰ τὴν κλίνην ἐκείμην.
τρασιᾶς ἡ τρασιὰ σανίς ἐστιν ἐν ᾗ τὰ σύκα ταριχεύουσι πρὸς τὸν ἥλιον. ἀπὸ τούτου δὲ τὴν ὀσμὴν δηλοῖ τὴν ἐκ τῶν σύκων καὶ τῶν λοιπῶν τῶν τοιούτων γινομένην.
αὖ ὦζε.
καταγλωττισμάτων φιλημάτων ἢ σεμνῶν λόγων.
τὸ «καταγλωττισμάτων» ἢ ἀντὶ τοῦ «σεμνῶν λόγων» ἢ καταγλώττισμά ἐστιν, ὅταν ἐν τῷ καιρῷ τῆς συνουσίας ὁ ἀνὴρ τὴν γλῶτταν αὑτοῦ τῷ τῆς γυναικὸς ἐμβάλλῃ στόματι. ἔστι δὲ καὶ ὁ λαφυγμὸς κατὰ μέν τινας τὸ αὐτό· κατὰ δέ τινας ἡ ἄλογος καὶ καθʼ ὑπερβολὴν δαπάνη. ἔστι γὰρ λάπτω καὶ λαφύσσω τὸ ῥοφῶ κυρίως ἐπὶ κυνῶν καὶ χοίρων, ὅθεν παράγεται καὶ ὁ λαφυγμός. εἰκότως δὲ ταῦτα καταλέγει δεικνύς, ὅτι αἱ εὐγενεῖς γυναῖκες τοιαῦτα πράττουσιν ὑπὸ τῆς ἄγαν τρυφῆς. Κωλιὰς δὲ ἡ Ἀφροδίτη οὕτως εἴρηται· ἀνήρ τις φθείρας κόρην ἐκ τῶν κώλων ἤτοι τῶν χειρῶν καὶ τῶν ποδῶν ἐκρεμάσθη· καὶ λυθεὶς ἐκ τῆς θεοῦ ἱερὸν ἱδρύσατο Κωλιάδος Ἀφροδίτης ἐπονομάσας. Γενετυλλὶς δὲ ἐκλήθη ὡς γενέσεως αἰτία.
ἀργὸς ἀργὴ ἀττικῶς.
ἐσπάθα ἐδαπάνα· ἀνήλισκεν ἀφειδῶς.
θοιμάτιον ὃ κατερρωγὸς εἶχον.
πρόφασιν τοῦ λόγου.
ἐνετίθεις θρυαλλίδων ἐνέβαλες θρυαλλίδα.
θρυαλλὶς κυρίως ὁ τοῦ φωτελίου σπινθήρ· νῦν δὲ καταχρηστικῶς αὐτὸ τὸ φωτέλιον λέγει.
μέρος τῆς διηγήσεως.
ὅπως ἔπει.
νῶϊν συνίζησις.
τʼἀγαθῇ κατʼ εἰρωνείαν.
ἐντεῦθεν μετὰ ταῦτα.
ἐλοιδορούμεθα ὑβριζόμεθα ὑπʼ ἀλλήλων.
τοὔνομα τοῦ παιδός.
πάππου τὸ ὄνομα.
ʼτιθέμην αὐτῷ.
τέως πρότερον.
ἐκρινόμεθʼ ἐμαχόμεθα, ἐχωριζόμεθα.
τῷ χρόνῳ μόλις.
ξυνέβημεν συνήλθομεν.
κἀθέμεθα αὐτῷ ὄνομα.
ἐκορίζετο ἐκολάκευε.
μὴ λάβῃς ἔξωθεν τὸ «ἔσται καιρός» εἰς τὸ «ὅταν», ἀλλʼ ἔστιν ἐπιφώνημα σύνηθες ἡμῖν, ὅταν πρὸς τὴν μέλλουσαν τύχην ἀφορῶμεν ἐκπληττόμενοι.
Μεγακλέης ὁ σὸς θεῖος.
ἔχων περὶ αὐτόν.
ξυστὶς ξύστιδος προπαροξυτόνως εἶδος ἱματίου πορφυροῦ, ᾧ κοσμούμενοι οἱ ἀθληταὶ διὰ μέσης τῆς πόλεως ἐπόμπευον. ἄλλοι δέ φασι τὸ ἰδιωτικῶς λεγόμενον σωσάνιον· καλεῖται δὲ σωσάνιον ὡς σῷζον τοὺς ἄνδρας.
Φελλέως ὄρος ὁ Φελλεὺς ἐν Ἀττικῇ.
διφθέραν γοῦναν.
ἐνημμένος ἐνδεδυμένος.
γρ. ἐνειμένος.
ἐπείθετο ὁ παῖς.
οὐδὲν οὐδαμῶς.
εἰ δὲ γράφεται «ῥημάτων», οὕτως εἴποις· ἀλλὰ κατέχεε τῶν ῥημάτων ἐμοῦ ἱππικὸν ἔρωτα, τουτέστιν ἐμοῦ ὡς μηδὲν δεῖ δαπανᾶν λέγοντος λῆρον ἡγησάμενος τοὺς λόγους ἀντετίθει αὐτοῖς, ὡς ἐραστής ἐστιν ἵππων καὶ οὐδέποτε τούτου ἂν ὑποσταίη. παίζει δὲ παρὰ τὸν ἴκτερον, ὅς ἐστι νόσημα τῷ προσώπῳ ἐπιχεόμενον.
εὕρηται εἰς τὸ «χρημάτων» καὶ «ῥημάτων», ὅπερ οὕτως εἴπῃς δαπανᾶν ἀφειδῶς λέγοντος ... ἀποσταίη ... νόσημα τῇ τοῦ σώματος ἐπιφανείᾳ περιχεόμενον· διὸ καὶ τὸ «κατέχεε» κατὰ λόγον ἐπέθηκεν.
ἵππερόν ἱππικὸν ἔρωτα.
ὁδοῦ ἤγουν μεθόδου, διʼ ἧς ἂν ἀπαλλάξωμαι τῶν χρεῶν.
ἀτραπὸν ὁδόν, ὃ κοινῶς μονοπάτιον λέγεται.
ὑπερφυᾶ ἄκρως φρόνιμον.
ἣν ὁδόν.
ἐξεγεῖραι ἀναστῆσαι τοῦ ὕπνου.
πῶς ὁ διπλασιασμὸς οὗτος τοῦ «πῶς» ἀπορίας ἐστίν.
κύσον φίλησον.
ἔθος ἦν τοῖς παλαιοῖς τὰς δεξιὰς διδόναι ἀλλήλοις εἰς βεβαίωσιν τῶν συνθηκῶν. καὶ Ὅμηρος· χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο.
μὴ εἴπῃς μοι, φησί, τὸν ἵππιον. οὐ γὰρ ἀνέχομαι τὸ τῶν ἵππων ἀκούειν ὄνομα, διʼ οὓς ἀπολωλέκειν τὰ χρήματα.
τῶν κακῶν ἃ πέπονθα· λέγω δὴ τὴν τῆς οὐσίας ἀπώλειαν καὶ τὸ τῶν χρεῶν βάρος.
ἔκστρεψον μετάβαλε.
τοὺς ... τρόπους οὓς περὶ τὴν ἱππικὴν ἔχεις.
ἂν ἃ ἄν.
πείσειῃ τῷ ἐμῷ κελεύσματι.
πείσει πείσῃ.
νυν δή.
ἀπόβλεπε ἐνταῦθα, ὅπου ἐγὼ δείξω.
ἐτεὸν ἀληθῶς.
φροντιστήριον ἀσκητήριον.
ἀναπείθουσιν τοὺς ἀκούοντας.
πνιγεύς φοῦρνος.
περὶ ἡμᾶς κύκλῳ ἡμῶν.
διδῷ αὐτοῖς.
τοῦτο ψεῦδος διαβολῆς χάριν. οὐδεὶς γὰρ μισθὸν ἐδίδου Σωκράτει· οὗτος γὰρ ἔφασκε μηδὲν εἰδέναι, διόπερ καὶ παρὰ τοῦ Πυθίου σοφὸς ἐκρίθη. τοῦτο γὰρ αὐτοῦ πρῶτον ἔκρινεν εἶναι σοφόν, τὸ γνωρίσαι, ὅτι οὐδὲν οἶδεν. πῶς οὖν ἂν μισθὸν εἰσέπραττεν ὁ λέγων μηδὲν εἰδέναι; οὐκοῦν ψεῦδος τὸ εἰρημένον.
λέγοντα τὸ «λέγοντα» πρὸς τὸ «δίκαια κἄδικα» σύναπτε.
νικᾶν τὸν αὐτοῦ ἀντίδικον.
τοὔνομα τὸ κύριον ὄνομα αὐτῶν.
αἰβοῖ σχετλιαστικὸν ἐπίρρημα.
πόνηροί ἐπίπονοι.
οἱ γὰρ φιλόσοφοι διὰ τὸ σεμνὰ ἔχειν ἤθη ἀλαζόνες τισὶ δοκοῦσιν· ὠχριῶντες δέ εἰσι καὶ ἀνυπόδετοι ἐπειδὴ μόνης ἀρετῆς φροντίζοντες, καὶ οὐ τρυφῆς, διώκουσι τὸ ἀπέριττον.
ὧν ὑπάρχει.
Χαιρεφῶν οὗτος ἑταῖρος ἦν Σωκράτους.
νήπιον μωρόν· τοιαῦτα γὰρ τὰ νήπια.
κήδει γρ. φείδῃ.
κήδει κήδῃ.
κήδειῃ φροντίζεις.
ἄλφιτα ἐνταῦθα καταχρηστικῶς λέγει τὴν περιουσίαν.
τούτων τῶν φιλοσόφων.
σχασάμενος ἀφείς, καταπαύσας.
σχάσαι κυρίως ἐστὶ τὸ σχίσαι τὴν κώπην τὸ ὕδωρ ἐρέσσουσαν. καὶ Πίνδαρος· κώπαν ἤδη μοι σχάσαι.
οὐκ ἂν γενοίμην τούτων.
τὸν Διόνυσον εὐλόγως δὲ τοῦτον ὄμνυσιν, ὅτι ἐν τῇ ἑορτῇ τούτου ἠγωνίζετο.
φασιανοὺς ὀνόματα ἵππων.
Λεωγόρας ἄριστος οὗτος ἱπποτρόφος.
φασιανούς φησιν ἵππους δηλονότι, ἀλλʼ οὐκ ὄρνις· φασιανικοὶ γὰρ οὗτοι λέγονται.
ἀντιβολῶ ἀντὶ τοῦ παρακαλῶ ἀττικῶς.
οὐ γὰρ ἑαυτῷ ἔμελλε μαθεῖν, ἤγουν διʼ οἰκεῖον θέλημα ἢ ὄφελος, ἀλλὰ διὰ τὸ τοῦ πατρός· διὸ τὸ «σοι» λέγει, ἤγουν τί μαθήσομαι ὑπὲρ σοῦ.
τὸν κρείττονʼ τὸν δίκαιον.
ὅστις ἐστί οὐ γὰρ οἶδα αὐτόν.
τὸν ἥττονα ἤγουν τὸν ἄδικον.
νικᾶν τὸ δίκαιον.
τλαίην ὑπομείναιμι.
τοὺς ἱππέας τοὺς νέους, μεθʼ ὧν ἱππαζόμην.
διακεκναισμένος βεβλαμμένος, ὠχριωμένος, ἐφθαρμένος, οἷόν ἐστι τὸ τῶν φιλοσόφων χρῶμα.
εἰκότως ἐνταῦθα τὴν Δήμητρα ὄμνυσιν, ἐπεὶ περὶ τροφῶν ὁ λόγος αὐτῷ, ὧν ἡ θεὸς ἔφορος.
ἔδει φάγῃς.
ἔδει ἔδῃ.
ζύγιος ... σαπφόρας ὀνόματα ἵππων.
ζύγιοί εἰσιν οἱ ὑποβαλλόμενοι τῷ τοῦ ἅρματος ζυγῷ ἵπποι· σαπφόρας δὲ ὁ ἔχων περὶ τὸν μηρὸν τὸ σίγμα κεχαραγμένον.
ἐξελῶ ἐξελάσω.
περιόψεται παραβλέψει.
εἴσειμι εἰσελεύσομαι εἰς τὴν οἰκίαν.
πεσών γε κείσομαι ἤγουν καταρᾳθυμήσας, ἀμελήσας περὶ ὧν φροντίζω.
εὐξάμενος ... θεοῖς εὐχῆς γὰρ δεῖται τὰ τοιαῦτα ἔργα, ὥστε συνευδοκοῦν κτήσασθαι καὶ τὸ θεῖον.
διδάξομαι διδαχθήσομαι.
πῶς οὖν τοῦτο καθʼ ἑαυτὸν λέγει.
βραδύς τὸν νοῦν.
σκινδαλαμός ἐστι τὸ λεπτότατον ξύσμα τῶν καλάμων καὶ ξύλων· τοῦτο δὲ ἐπὶ μὲν τῆς εὐθείας ὀξύνεται, ἐπὶ δὲ τῶν πλαγίων παροξύνεται.
σκινδαλαμοὺς λεπτολογίας.
ἰτητέον ἄξιόν ἐστι πορευθῆναι.
ἔχων κατὰ νοῦν.
στραγγεύομαι ἀργῶ, πιέζομαι, συνθλίβομαι στρὰγξ γάρ ἐστιν ὁ διὰ λεπτοτάτης ὀπῆς σχολῇ κατιὼν σταλαγμός.
κόπτω κρούω· οὕτως Ἀττικοί.
παῖ δοῦλε.
βάλʼ ἑαυτόν,
κόψας τύψας ἀττικῶς.
κρημνός τις ἦν ἐν Ἀθήναις, ἐν ᾧ τοὺς κακούργους ἔρριπτον καὶ τῷ θανάτῳ παρέπεμπον, οὗ δὴ καὶ κόρακες οἰκοῦντες τὰ νεκρὰ τῶν σωμάτων κατήσθιον. ἀπὸ τούτου οὖν ἡ παροιμία ἐλήφθη τὸ «βάλʼ ἐς κόρακας» καὶ «ἔρρʼ ἐς κόρακας» ἐπὶ τοῦ ἀφανισμοῦ.
εἴρηται ἐν τῷ τοῦ Πλούτου δράματι, ὅθεν ἡ παροιμία ἐλήφθη τὸ «βάλλʼ ἐς κόρακας».
Κικυννόθεν Κίκυννα χωρίον τῆς Ἀττικῆς.
ἀμαθής ἀπαίδευτος.
σφόδρα λίαν.
ἀπεριμερίμνως ἀσκόπως.
διὰ τοῦ «ἐξήμβλωκας» κωμῳδεῖ Σωκράτη λέγοντα, ὅτι τέχνην ἔχω τὴν μαιευτικήν, καὶ διὰ ταύτης ποιῶ τοὺς νέους ἀποτίκτειν τὰ κυήματα ἐν τῇ ἑαυτῶν ψυχῇ.
ἐξήμβλωκας ἡμιτελῆ ἐποίησας.
τηλοῦ πόρρω· ἤγουν εἰς βάθος.
τοὐξημβλωμένον τὸ ἡμιτετελεσμένον.
πλὴν εἰ μή.
λέγειν τοῦτο πρὸς τὸ «θέμις» σύναπτε.
νυν δή.
ταῦτα ἃ λέξω.
μυστήρια ἤγουν θεῖα καὶ ἀπόρρητα.
ἀνήρετʼ ἠρώτησεν.
ἅλοιτο ἐπήδησε· διαβάλλει δὲ Τοὺς φιλοσόφους ὡς τὰ εὐτελῆ ζητοῦντας.
κωμῳδεῖ αὐτὸν ὡς μεγάλας ὀφρύας ἔχοντα. οἱ γὰρ φιλόσοφοι τήν τε κόμην καὶ τὰς ὀφρῦς καὶ τὸν πώγωνα πάνυ περιττὸν εἶχον. ὁ δὲ Χαιρεφῶν πρὸς τῷ δασύοφρυς εἶναι καὶ ὠχρὸς ὑπῆρχε καὶ μέλας, διὸ καὶ νυκτερὶς ἐκαλεῖτο καὶ πύξινος.
ἀφήλατο ἐπήδησεν.
δεξιώτατα ἐπιτηδείως.
διατήξας τῷ πυρὶ μαλθάξας ἤτοι ἀναλύσας.
γελοίου χάριν ταῦτα εἴρηται πάντα· παίζων δὲ καὶ «τὼ πόδε» εἴρηκεν ἐπὶ τῆς ψύλλης δυϊκῶς· λέγεται γὰρ ἓξ ἔχειν πόδας.
ψυγείσῃ θανούσῃ.
περσικαί εἶδος ὑποδήματος καὶ περσικαὶ εἶδος δένδρου περσικοῦ, ὃ κοινῶς βερικοκκία λέγεται.
ταύτας ὑπολύσας παίζει πάλιν· ἀδύνατον γὰρ ταῦτα, ἅ φησι, γενέσθαι.
τῆς ἕνεκα.
ἄν ποιήσεις.
πύθοιο μάθοις.
φρόντισμα ἐνθύμημα.
ἀντιβολῶ παρακαλῶ.
ἀνήρετʼ ἠρώτησεν.
ὁ Σφήττιος ὁ ἀπὸ τόπου Σφήττου.
ὁπότερα ἤγουν πῶς.
τὰς ἐμπίδας τοὺς κώνωπας.
ἀπὸ τοῦ ἔχειν τοὺς ὦπας ὡς κώνους, εἰς ὀξὺ λήγοντας· ἐμπίδες δὲ ἀπὸ τοῦ ἐμπνέειν ἤτοι ᾄδειν ἀεί.
σημείωσαι, ὅτι καλοῦνται τὰ τοιαῦτα ζωΰφια ἔντομά τε καὶ βομβύκια, τὰ μὲν διὰ τὴν ἐν τῇ ῥάχει αὐτῶν ὀπὴν καὶ ἐντομήν, διʼ ἧς φθέγγονται, τὰ δὲ διὰ τὸ βομβεῖν. βομβύκια δὲ κυρίως καλεῖται κώνωπες, μυῖαι, μέλισσαι καὶ ὅσα βομβεῖ, ἔντομον δὲ ὁ τέττιξ.
τοὐροπύγιον τὸν πρωκτόν.
διαλέπτου διόλου στενοῦ.
βίᾳ βιαστικῶς καὶ ὑπʼ ἀνάγκης.
εὐθὺ ἕως.
εὐθὺ κατʼ ὀρθόν.
κοῖλον εὐρύν.
στενῷ ἐντέρῳ.
ὅτι καὶ ἡ σάλπιγξ τοιαύτη ἐστί, τὰ ἄνω μὲν εὐρεῖα καὶ κοίλη, τὰ κάτω δὲ στενή· διὸ καὶ ὀξὺ ᾄδει.
τοῦ διεντερεύματος ἕνεκα τῆς περὶ τοῦ ἐντέρου λεπτολογίας καὶ φυσιολογίας.
φεύγων κατηγορούμενος.
δίοιδε γινώσκει.
ἀσκαλαβώτης ἐστὶ πᾶν ζῷον τὸ χωρὶς κλίμακός τινος ἀναβαῖνον ἐπὶ τὰ μετέωρα.
ἀσκαλαβώτου ἤγουν μυὸς ἢ κάττας.
περιφοράς περιστροφάς.
κεχηνότος χάσκοντος.
τῆς ὀροφῆς τοῦ στέγους.
γαλεώτην οἱ μὲν τὴν ἰδιωτικῶς κάταν φασίν, οἱ δὲ ζῷόν τι ἕτερον αὐτῇ εἰκός.
ἑσπέρας ἐπὶ τῆς.
διασύρει τῶν φιλοσόφων τὸν βίον ὡς πενιχρὸν καὶ ἐπίπονον καὶ ἐνδεῶς ἔχοντα καὶ αὐτῆς τῆς ἀναγκαίας τροφῆς.
καὶ ταῦτα μέν, φησίν, ὅτι οὐκ ἦν ὑμῖν δεῖπνον ἐν τῇ ἑσπέρᾳ, οὕτως ἔστωσαν, ὡς λέγεις· οὐδὲ αὐτὸς ἀπειθῶ.
ἐπαλαμήσατο ἐμηχανήσατο. εἰκότως δὲ τοῦτο εἶπε διὰ τὸ καὶ τοὺς ἄρτους ὑπὸ τῆς παλάμης πλάττεσθαι.
δέον οὕτως εἰπεῖν· εἶτα διαβήτην λαβὼν σχήματά τινα πεποιήκει, εἰς ἃ πάντων ἡμῶν ὁ νοῦς καθάπαξ κεχηνὼς τροφῆς ἐπελάθετο, δέον οὕτως εἰπεῖν, ἐπειδὴ ὁ Σωκράτης ὡς παιδεραστὴς διεβάλλετο καὶ τούτου χάριν εἰς τὰς παλαίστρας ἐφοίτα, ὥστε γυμνοὺς τοὺς παῖδας ὁρᾶν, διὰ τοῦτό φησιν «ἐκ τῆς παλαίστρας θοιμάτιον ὑφείλετο». τὸ μὲν οὖν «ὀβελίσκος» εἶπε, διότι καὶ τοῦ διαβήτου τὸ κέντρον σιδηροῦν ἐστι, τὸ δὲ «κάμψας», διότι ἔμελλεν εἰπεῖν, ὅτι ὑφείλετο· τοιαῦτα γὰρ οἱ κλέπται μηχανῶνται, ἵνα ῥᾳδίως πόρρωθεν ἁρπάσωσιν, ὃ βούλονται.
ὑφείλετο κέκλοφε· δηλοῖ δὲ τὸ κρυφίως.
ὁ Θαλὴς οὗτος Μιλήσιος ἦν, εἷς τῶν ἑπτὰ σοφῶν. οὗτος ἄκρος μηχανικὸς ἦν. στρατεύοντος δὲ τοῦ Κροίσου πρὸς Κῦρον καὶ μὴ δυναμένης τῆς στρατιᾶς αὐτοῦ διαβῆναι τὸν Ἅλυν ποταμὸν μέγιστον ὄντα τοιόνδε τι μηχανᾶται. ἄνω τῆς στρατιᾶς ἰὼν τέμνει τὸν ποταμὸν ἑτέρωσε ῥεῖν· οὐ πάντα, ἀλλὰ τὸ ῥεῖθρον αὐτοῦ σχισθὲν τὸ μὲν ἓν εἰς τὴν ἀρχαίαν πορείαν ἐχώρει, θάτερον δὲ ὥσπερ ὑπʼ ἀγκάλης εἶχε τὴν στρατιάν· καὶ οὕτως ἐπεραιώθησαν. ἐποίησε δὲ τὴν εἰς δύο τομήν, ἵνα καὶ ἐπανιόντες περαιωθήσωνται.
ἀνύσας σπεύσας.
μαθητιῶ ὀρέγομαι μαθητὴς γενέσθαι.
ταυτὶ ... θηρία ἰδὼν τοὺς ἐνταῦθα ὄντας ὠχροὺς τοῦτό φησιν.
τῷ τίνι.
ἐοικέναι ὅμοιοι εἶναι.
Πύλος νῆσος πλησίον Πελοπονήσου. ταύτην ἐν τῷ πελοπονησιακῷ πολέμῳ Λάχης προκατασχών, ὁ τῶν Ἀθηναίων στρατηγός, φρούριον ὀχυρὸν ᾠκοδόμησεν· ὅθεν ἐξορμώμενος τὴν παραλίαν ἐδῄου τῆς Λακωνικῆς. Λακεδαιμόνιοι γοῦν καταλῦσαι τὸ φρούριον θέλοντες ἐπέπλευσαν τῇ νήσῳ καὶ παραστησάμενοι ἄνδρας ἑπτακοσίους ἐντὸς τοῦ φρουρίου κατέλιπον. Ἀθηναῖοι οὖν ἔπεμψαν πολλήν τινα στρατιὰν κατὰ τῶν ἀνδρῶν τούτων μετὰ Κλέωνος στρατηγοῦ. ἐλθὼν οὖν ὁ Κλέων μετὰ τῆς στρατιᾶς καὶ πλεῖστον χρόνον τούτους πολιορκήσας ὕστερον παρεστήσατο καὶ αἰχμαλώτους λαβὼν Ἀθήναζε ἤγαγεν, οἳ διά τε τὸν πολὺν λιμόν, ὃν ὑπέστησαν ἐκ τῆς πολιορκίας, καὶ διὰ τὸ κατακλεισθῆναι Ἀθήναζε εἰς εἱρκτὴν πάνυ ὠχροὶ ἦσαν.
βολβοὺς ὕδνα.
ἰστέον, ὅτι τὰ ὕδνα τὴν γῆν σκάπτοντες εὑρίσκουσιν ἄνθρωποι.
βολβοὺς τὰ λεγόμενα ὕδνα, ἅτινα τὴν ... ἄνθρωποι αὐτομάτως φυόμενα.
ἵνʼ ὅπου.
μεγάλοι βολβοί.
ἐρεβοδιφῶσιν ἐρευνῶσιν, ἐξετάζουσιν, ζητοῦσιν.
Τάρταρός ἐστιν ὁ ὑπὸ γῆν κατώτατος τόπος.
Τάρταρον τὸν ὑπὸ τὴν γῆν κατώτατον τόπον λέγουσι Τάρταρον.
πρωκτὸς αὐτῶν.
καθʼ αὑτὸν παίζει ἐνταῦθα.
εἴσιθʼ εἰσέλθετε.
ʼκεῖνος ὁ Σωκράτης δηλονότι.
ἀπὸ τοῦ «εἴσιτε» καὶ τοῦ «ἐπιμεινάντων» δείκνυται, ὅτι καὶ ἄλλοι τινὲς τῶν Σωκράτους μαθητῶν συνεξῆλθον τῷ μαθητῇ τῷ μετὰ τοῦ Στρεψιάδου ὁμιλοῦντι.
τὸ «χοἷ» κοινή ἐστι συλλαβή.
εἰ γὰρ θεάσεται Σωκράτης, δυσχερανεῖ τὰ μέγιστα.
τάδʼ ἃ ὁρῶ.
ἰστέον, ὅτι οἱ Ἕλληνες, ὅταν παρεστήσαντο πόλιν, τὴν περὶ αὐτὴν γῆν διὰ κλήρου ἐμέριζον· ἢ κληρουχικὴν ἐνταῦθα λέγει τὴν γεωργικήν· κληροῦχοι γὰρ οἱ γεωργοὶ διὰ τὸ τοὺς Αἰγυπτίους κλήρῳ μερίζειν τὴν αὐτῶν γῆν εἰς γεωργίαν.
τὴν κληρουχικήν τὴν ἐκ κλήρου παραδοθεῖσάν τινι.
ἀστεῖον πολιτικόν.
δημοτικὸν σύμφορον τῷ δήμῳ.
περίοδος περιήγησις.
κατηγορεῖ Ἀθηναίων, ἐνταῦθα ὡς περὶ τὰ δικαστήρια μόνα ἠσχολημένων καὶ τοῦ στρατεύειν ἀμελούντων. τοῦτο δὲ καὶ Δημοσθένης ἔστιν ὅτε ποιεῖ.
ὡς ὄντως.
Εὔβοιʼ ὁ Εὔριπος.
παρατέταται ... πάνυ τῷ διαγράμματι· στενοεπιμήκης γάρ ἐστιν.
παρετάθη ηὐξήθη τοῖς φόροις.
Περικλῆς παραστησάμενος Εὔβοιαν ἐξέτεινε τοὺς αὐτῆς φόρους ἐπὶ πολύ.
τοῦτο δέ φησιν ὁ Στρεψιάδης οὐ νοήσας τὸ παρὰ τοῦ μαθητοῦ λεγόμενον τὸ «παρατέταται μακρὰ πόρρω πάνυ», ὅ τι νοεῖ. ὁ μὲν γὰρ τοῦτο εἴρηκεν, ὅτι μακρὰ καὶ ἐπιμήκης ἡ Εὔβοια, ὁ δὲ τοῦτο ἐπὶ αὐξήσεως τοῦτο φόρων ἐξέλαβε. παραστησάμενος γὰρ Περικλῆς τὴν Εὔβοιαν ἐξέτεινε τοὺς αὐτῆς φόρους ἐπὶ πολύ. τοῦτο οὖν ἔδοξε τῷ Στρεψιάδῃ νοεῖν τὸ «παρατέταται μακρὰ πόρρω πάνυ», καὶ διὰ τοῦτό φησιν «οἶδα· ὑπὸ γὰρ ὑμῶν καὶ Περικλέους παρετάθη».
αὑτηΐ κοινή.
ὥσπερ εἶδεν ἐν τῷ διαγράμματι τὴν Λακεδαίμονα πλησίον οὖσαν Ἀθηνῶν, οὕτω καὶ τῇ ἀληθείᾳ ἐνόμισεν εἶναι, καὶ διὰ τοῦτο τοῦτό φησιν· εἶχον γὰρ ἀεὶ Ἀθηναῖοι πρὸς Λακεδαιμονίους πολέμους καὶ μάχας.
οἰμώξεσθʼ ἄρα συνεχῶς ὑπʼ αὐτῶν ληϊζόμενοι.
οὗτος σύ.
τὸ «μὲν οὖν» ἀντὶ τοῦ «δέ»· ἐμφαίνεται δὲ ἐντεῦθεν αὐτὸς μὲν παραιτούμενος καὶ λέγων· ἐγὼ μὲν οὐ καλέσω, σὺ δὲ κάλεσον αὐτόν.
ὦ Σώκρατες ἰαμβικὸν μονόμετρον ἀκατάληκτον.
ὦ Σωκρατίδιον ὑποκορίζει αὐτὸν διὰ τὸ μικρὸν εἶναι τῇ ἡλικίᾳ.
ὦ ʼφήμερε γήϊνε καὶ θνητέ.
τοῦτο δὲ λέγει δεικνύς, ὅτι ἰσόθεον ἑαυτὸν ἐνόμιζεν.
ὦ ʼφήμερε γήϊνε, θνητέ· θεὸν γὰρ ἑαυτὸν ᾤετο.
ἀντιβολῶ παρακαλῶ.
περιφρονῶ ἤγουν περιεργάζομαι καὶ περισκοπῶ τὴν τοῦ ἡλίου πορείαν.
ὅτι περιφρονῶ δὲ εἶπε, καὶ οὐ περισκοπῶ, ἵνʼ, ἐπειδὴ τὸ περιφρονῶ διπλοσήμαντόν ἐστι, καὶ ἀντὶ τοῦ περισκοπῶ καὶ ἀντὶ τοῦ καταφρονῶ, ἀμφότερα εἰς τὸν Σωκράτην νοῶνται, ὅτι τε ἀέρα καὶ ἥλιον καὶ νεφέλας καὶ ὅσα τοιαῦτα ἐφρόντιζε καὶ ἐφιλοσόφει καὶ ὅτι αἰθέριον ἑαυτὸν ἐνόμιζε καὶ ὑπὲρ αὐτὸν μονονοὺ τὸν ἥλιον. ὁ Στρεψιάδης δὲ ἀντὶ τοῦ καταφρονῶ μόνον ἐνόησεν.
ταρροῦ καλαθίσκου· ἐν τούτῳ γὰρ ἐκρέματο.
εἴπερ ἔδει.
οὐ γὰρ ναί.
ὀρθῶς ἀληθῶς καὶ ἀκριβῶς.
εἰ μὴ ἐσκόπουν ταῦτα.
λεπτὴν ποταπήν.
καταμίξας ταύτην.
ὅμοιον αὐτῇ.
χαμαὶ ἐν τῇ γῇ.
τὸ «ἐσκόπουν» εἰς τὸ «εἰ μὴ κρεμάσας» λάμβανε ἀπὸ τοῦ «εἰ δʼ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν»· λάμβανε δὲ καὶ εἰς τὸ «κρεμάσας», εἰ μὲν βούλει, τὸ «ἐμαυτὸν» ἔξωθεν, οὕτω εἰ μὴ κρεμάσας ἐμαυτὸν ἐσκόπουν καταμίξας τὸ νόημα καὶ τὴν φροντίδα εἰς τὸν ὅμοιον ἀέρα ποταπὴν λεπτήν. εἰ δὲ οὐ βούλει τοῦτο ποιῆσαι, οὕτω λέγε· εἰ μὴ ἐσκόπουν κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα—καὶ γὰρ ὁ τῷ σώματι κρεμάμενος καὶ τὸν νοῦν αὐτοῦ κρεμάμενον ἔχει—καταμίξας ταύτην εἰς τὸν ὅμοιον ἀέρα ποταπὴν λεπτήν. ὅμοιον δὲ εἶπε τὸν ἀέρα τῇ φροντίδι διὰ τὸ τὸν νοῦν ἀσώματον καὶ ἀερώδη εἶναι.
οὐ γὰρ δυνατόν.
τὴν ἰκμάδα τὸ λεπτόν.
εἰκότως δὲ εἶπε πρὸς τὸ «ἰκμάδα» τὸ «ἕλκει»· τὰς γὰρ ἐκ τῆς γῆς καὶ τῶν ὑδάτων ἰκμάδας ἡλίου ἕλκοντος νέφος συνίσταται. εἴρηται οὖν ἐκ μεταφορᾶς ἐκείνου καὶ τοῦτο. ἢ ὅτι λόγος παρὰ φιλοσόφοις, ὡς ἐπισπᾷ εἰς ἑαυτὴν τὰς ὑποκειμένας οὐσίας ἡ γῆ. παίζων δὲ τοὺς φιλοσόφους ταῦτα λέγει.
οὐ μόνον τὸ «πάσχει» ἐπὶ τῶν πασχόντων τι λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν ποιούντων. καὶ γὰρ οἱ ποιοῦντες τρόπον τινὰ καὶ αὐτοὶ πάσχουσι πάθος, αὐτὸ τὸ ποιεῖν. τὰ οὖν κάρδαμα τὴν τῶν παρακειμένων αὐτοῖς βοτανῶν ὑγρότητα εἰς ἑαυτὰ ἕλκοντα ξηρὰς αὐτὰς καταλείπει, καὶ ἔστι τοῦτο αὐτῶν πάθος.
τί φής μονόμετρον βραχυκατάληκτον.
τοῦτο πρὸς τὴν αὐτοῦ τοῦ Στρεψιάδου ἀγνωσίαν ἐπιτηδείως ὁ ποιητὴς ἐποίησεν ἀδιανόητον.
νυν δή.
κατὰ εἰς.
λέγειν δημηγορεῖν, ῥητορεύειν.
χρήστων δανειστῶν.
χρήστης καὶ ὁ δανείζων καὶ ὁ δανειζόμενος, ὥσπερ καὶ τὸ δανειστής.
μὴ λάβῃς εἰς «τὰ χρήματα» ἔξωθεν τὸ «διά», ἀλλʼ οὕτω λέγε· ἐνεχυράζομαι τὰ χρήματα, τουτέστιν εἰς ἐνέχυρον αὐτὰ ἀφαιροῦμαι. εἰ γὰρ τὸ ἐνέχυρον, ὃ οἱ δανεισταὶ παρὰ τῶν δανειζομένων λαμβάνουσιν, εἰς ἱκάνωσιν τοῦ δανείου λαμβάνουσι, τρόπον τινὰ τὸ ἐνέχυρον αὐτὰ τὰ χρήματά ἐστιν. ἢ τὸ «χρήματα» μὴ νοήσῃς τὰ δανεισθέντα, ἀλλʼ ἁπλῶς τὴν ἐνυπάρχουσαν αὐτῷ οὐσίαν· χρήματα γὰρ καὶ τὰ πράγματα· πράγματα δέ φαμεν ἱμάτια, σκεύη, τὰ ἄλλα. λέγομεν δὲ καὶ «χρῆμα λόγων» καὶ «χρῆμα ἀρετῆς».
τὰ χρήματʼ ἃ ἐδανεισάμην.
ἐνεχυράζομαι εἰς ἐνέχυρον ἀφαιροῦμαι.
οὕτως εἰώθαμεν ἐρωτᾶν τοὺς νοσοῦντας· πόθεν ἡ νόσος συνέβη σοι; διὸ καὶ ἐπάγει τὴν νόσον.
ἐπέτριψεν ἠφάνισεν.
δεινὴ φαγεῖν ἐπιτηδεία ἀναλώσειν τὸν αὐτῇ χρώμενον.
πράττῃ ἀπαιτήσῃς.
ὀμοῦμαί ἐνταῦθα σύναπτε τὸ «θεούς».
καταθήσειν ἀποδώσειν.
ὀμῇεῖ ὀμνύεις.
ὀμεῖ ὀμῇ.
ἡμῖν ... ἔστιν ἤγουν οὐ νομίζομεν θεούς.
τῷ τίνι.
ὄμνυτε εἰ μὴ θεοῖς.
τοῦ νομίσματος δύο σημαίνοντος, τό τε νόμιμον ἔθος καὶ τὸ κόμμα τοῦ τετυπωμένου χαλκοῦ ἢ χρυσοῦ ἐπὶ τοῦ χαλκοῦ ὁ Στρεψιάδης ἐδέξατο, καὶ οὐ πρὸς τὸ ὑπὸ Σωκράτους ῥηθὲν ἀπήντησεν, ἀλλʼ ἔμιξεν ἀμφότερα· ἔδει γὰρ εἰπεῖν· τίσιν ὄμνυτε θεοῖς; ἤ· τίνι χρῆσθε νομίσματι; λεπτῷ δὲ νομίσματι φαίνονται κεχρῆσθαι Βυζάντιοι· διὸ καὶ δωρικῶς εἶπε «σιδαρέοις»· ἢ διὰ τὸ φαυλότατον εἶναι ὡς σιδηροῦν τοῦτο παρείληφε κωμῳδῶν Βυζαντίους.
σιδαρέοισιν νομίσμασιν.
σιδαρέοισιν σιδηρέοισιν.
ἐστὶν ὀρθῶς θεῖα ἀληθῶς.
ἔστι δυνατόν ἐστι.
συγγενέσθαι συνελθεῖν βούλει.
ἡμετέραις ἃς ἡμεῖς θεὰς νομίζομεν.
τὸν ... σκίμποδα τὸν θεῖον σκάμνον, ἐφʼ οὗ τε ἡμεῖς καθήμεθα καὶ τοὺς τὰ ἡμέτερα μυήσεσθαι μέλλοντας καθίζομεν.
λαβέ ἀττικόν.
Ἀθάμας ἐκ Νεφέλης δύο παῖδας ἔσχε, Φρῦξον καὶ Ἕλλην. ἀφεὶς οὖν τὴν Νεφέλην θεὰν οὖσαν, θνητῇ γυναικὶ ἐμίγη. ζηλοτυπήσασα οὖν ἡ Νεφέλη ἀπέπτη εἰς οὐρανὸν καὶ τὸν τοῦ ἀνδρὸς τόπον αὐχμῷ ἐκόλαζε. πέπομφεν οὖν θεωροὺς εἰς Ἀπόλλω Ἀθάμας ἐρέσθαι περὶ τοῦ αὐχμοῦ. ἡ οὖν τούτου γυνὴ θέλουσα Φρῦξον καὶ Ἕλλην ἀπολωλέναι, πέπεικε διὰ δώρων τοὺς θεωροὺς εἰπεῖν Ἀθάμαντι ὡς οὐκ ἂν ἄλλως παύσασθαι τὸν αὐχμὸν ἔχρησεν ἡ Πυθία, εἰ μὴ τοὺς τῆς Νεφέλης θύσειε παῖδας. ἀκούσας οὖν Ἀθάμας μεταπέμπεται τοὺς παῖδας ἐκ τῶν ποιμνίων. εἷς οὖν κριὸς ἀνθρωπίνῃ φωνῇ χρησάμενος λέγει Φρύξῳ καὶ Ἕλλῃ περὶ τῆς σφαγῆς. φευγόντων οὖν τούτων μετὰ τοῦ κριοῦ ἡ μὲν Ἕλλη ἐν τῷ περαιοῦσθαι τὸν ἐν Ἀβύδῳ πορθμὸν ἀπεπνίγη πεσοῦσα ἀπὸ τοῦ κριοῦ· ὅθεν καὶ ἀπʼ ἐκείνης Ἑλλήσποντος κέκληται. Φρῦξος δὲ ἐποχούμενος τῷ κριῷ εἰς τὴν τῶν Κόλχων γῆν περισῴζεται. ἔνθα καὶ τὸν κριόν, ὃς ὑπὸ θεῶν χρυσόμαλλος γέγονε, θύει τῷ Ἄρει ἢ τῷ Ἑρμῇ, καὶ κατοικήσας αὐτόθι τοὔνομα καταλέλοιπε τῷ τόπῳ· ἐκ τούτου γὰρ ἡ Φρυγία οὕτως ἐκλήθη. Ἀθάμαντα δὲ ἡ Νεφέλη δίκην αὐτῇ δώσειν διὰ τοὺς παῖδας πεποίηκεν. προσαχθεὶς οὖν στεφανηφορῶν ἐν τῷ βωμῷ τοῦ Διὸς σφαγησόμενος ὑπὸ Ἡρακλέους σέσωστο. οὕτω γὰρ Σοφοκλῆς ἐν δράματι πεποίηκεν.
ὅπως ὁρᾶτε.
ταῦτα πάντα τὸ καθίζειν ἐπὶ τοῦ σκίμποδος καὶ στεφανοῦν.
τοὺς τελουμένους τοὺς μυουμένους, τοὺς διδασκομένους.
κερδανῶ ἐντεῦθεν.
γενήσει γενήσῃ.
τρίμμα ἐντριβής, ἔμπειρος.
κρόταλον λάλος, ἀκουστός.
παιπάλη λεπτολόγος, λεπτὸς περὶ τὸ λέγειν.
ἀλλʼ ἔχʼ ἀτρέμας ἤγουν διάκεισο ἐπὶ τούτοις ἡσύχως.
καταπαττόμενος ὑπὸ σοῦ ταῖς πληγαῖς διὰ τὰ μαθήματα.
παιπάλη γενήσομαι ἤγουν ἀφανισθήσομαι καὶ εἰς οὐδὲν ἔλθω.
τελευταῖος τῶν ἰάμβων.
ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ καὶ ἀκατάληκτοι ιβʹ, ὧν τελευταῖος ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
εὐφημεῖν χρὴ τὸν πρεσβύτην: ἡ συστηματικὴ αὕτη ἀμοιβαία τοῦ ὕμνου εἴσθεσις ἐκ στίχων ἐστὶν ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν ιβʹ, ὧν τελευταῖος ἐπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι. καλεῖται δὲ τὸ μέτρον τοῦτο ἀριστοφάνειον, ὡς εἴπομεν. τὰ τοιαῦτα δὲ εἴδη καλεῖται ἑτερόστροφα. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος.
σύστημα κατὰ περικοπὴν στίχων ιβʹ.
εὐφημεῖν εὔφημα λέγειν.
τῆς εὐχῆς ἣν αὐτὸς εὔξομαι.
ἑτερόστροφα.
ἀμέτρητʼ ἄπειρε.
μετέωρον κρεμαμένην.
Αἰθὴρ πῦρ.
βροντησικέραυνοι αἱ τὰς βροντὰς καὶ τοὺς κεραυνοὺς ποιοῦσαι.
ἄρθητε ὑψώθητε· σύναπτε δὲ τὸ «ἄρθητε» πρὸς τὸ «μετέωροι».
τῷ φροντιστῇ ἐμοὶ τῷ περὶ ὑμῶν φιλοσοφοῦντι.
μήπω μήπω γε ἀρθήτωσαν· ἐπαναδίπλωσις τὸ σχῆμα.
τουτὶ τὸ ῥάκος, ὃ ἐν χερσὶ φέρω.
πτύξωμαι ἐντυλιχθῶ.
καταβρεχθῶ ἤγουν μοσχεύσω.
κυνῆν περικεφαλαίαν, σκιάδειον.
κυνῆ λέγεται κυρίως ἡ τῶν ἀγροίκων περικεφαλαία, ἐπειδὴ τὸ πρῶτον ἀπὸ κυνείων δερμάτων κατεσκευάσθη.
οὐ μωρόν, οὐκ ἀνόητον; ἐλλιπὲς γὰρ εἴρηται.
πολυτίμητοι πολλοῦ ἄξιαι.
τῷδʼ τῷ Στρεψιάδῃ.
ἐκ τῆς ἐν τοῖς ὄρεσι χιόνος καὶ ποταμῶν καὶ πηγῶν καὶ λιμνῶν καὶ θαλάττης αἱ νεφέλαι συνίστανται τὸ ὑγρὸν ἐντεῦθεν ἀνιμωμένου ἡλίου. ἐμψυχοποιεῖ δὲ νῦν αὐτὰς τὰς νεφέλας παίζων καὶ κωμῳδῶν ἐντεῦθεν Σωκράτη.
Ὀλύμπου ὄρους.
χιονοβλήτοισι ταῖς ὑπὸ χιόνος ἀεὶ βαλλομέναις.
κήποις ἄλσεσι καὶ δρυμοῖς.
ἵστατε ποιεῖτε.
Νύμφαις σὺν ταῖς τῶν ἐκεῖσε πηγῶν θεαῖς.
προχοαῖς προχύσεσι, ἀκταῖς.
χρυσέοις συνίζησις.
προχόῃσιν ἀγγείοις, ξεστίοις.
γρ. προχόοις· καὶ ἔστιν ἡ εὐθεῖα ὁ πρόχοος, ὁ πρόχους.
Μαιῶτιν λίμνην αὕτη ἐν Σκυθίᾳ ἐστίν.
σκόπελον κορυφήν.
νιφόεντα χιονώδη.
Μίμαντος ὄνομα ὄρους τῆς Μυσίας.
ὑπακούσατε ἐμοῦ.
θυσίαν ἣν ὑμῖν ἐγὼ θύσω.
ἱεροῖς θύμασι.
φανεῖσαι παραγενόμεναι.
χαρεῖσαι εὐφρανθεῖσαι.
τελευταῖος τῶν ἀναπαίστων.
ἀένναοι ἀίδιαι.
ἡ τοῦ χοροῦ ᾠδὴ κώλων ιϛʹ, ὧν τὸ αʹ «ἀέναοι Νεφέλαι» δακτυλικὸν πενθημιμερές· τὸ βʹ «ἀρθῶμεν φανεραὶ» πενθημιμερὲς ὅμοιον· τὸ γʹ «δροσερὰν φύσιν εὐάγητον» ἀναπαί στικὸν ἑφθημιμερές· τὸ δʹ «πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέος» δακτυλικὸς τετράμετρος ἀκατάληκτος· τὸ εʹ «ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ» ὅμοιος δακτυλικὸς τετράμετρος· τὸ ϛʹ «δενδροκόμους ἵνα» δακτυλικὸν δίμετρον· τὸ ζʹ «τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα» δακτυλικὸς τετράμετρος· τὸ ηʹ «καρπούς τʼ ἀρδομέναν θʼ ἱερὰν χθόνα» ὅμοιος δακτυλικὸς τετράμετρος· τὸ θʹ «καὶ ποταμῶν ζαθέων κελαδήματα» ὅμοιον τούτοις· τὸ ιʹ «καὶ πόντον κελάδοντα βαρύβρομον» ὅμοιος τετράμετρος· τὸ ιαʹ «ὄμμα γὰρ αἰθέρος» δακτυλικὸν δίμετρον· τὸ ιβʹ «ἀκάματον σελαγεῖται» δακτυλικὸς τρίμετρος· τὸ ιγʹ «μαρμαρέαισιν ἐν αὐγαῖς» ὅμοιος· τὸ ιδʹ «ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριον» δακτυλικὸς τετράμετρος· «ἀθανάταις ἰδέαις ἐπιδώμεθα» ὅμοιος· τὸ ιϛʹ «τηλεσκόπῳ ὄμματι γαῖαν» ἀναπαιστικὸν ἑφθημιμερές.
ἀέναοι Νεφέλαι: ἡ ἐπεισόδιος αὕτη στροφὴ καὶ ᾠδὴ τοῦ χοροῦ κώλων ἐστὶ ιϛʹ, ὧν τὰ πρῶτα δύο δακτυλικὰ πενθημιμερῆ, ἃ καλεῖται ἀρχιλόχεια, ὡς Ἡφαιστίων φησί, διὰ τὸ τὸν Ἀρχίλοχον τούτοις χρήσασθαι ἐν ἐπῳδῷ· ἔχει δὲ τὸ πενθημιμερές, ὡς εἴρηται, πόδας δύο καὶ συλλαβήν· τὸ γʹ ἀναπαιστικὸν ἑφθημιμερές, ὃ καλεῖται, ὡς εἴρηται, παροιμιακόν, ἔχει δὲ πόδας γʹ καὶ συλλαβήν, ὡς εἴρηται· τὸ δʹ δακτυλικὸν τετράμετρον ἀκατάληκτον, ὃ καλεῖται καὶ αὐτὸ ἀρχιλόχειον· καὶ τούτῳ γὰρ οὗτος ἐν ἐπῳδοῖς ἐχρήσατο, ὡς Ἡφαιστίων φησί, τετράμετρον δὲ εἴρηται, διότι κατὰ μονοποδίαν μετρεῖται τὰ δακτυλικά· τὸ εʹ ὅμοιον· τὸ ϛʹ δίμετρον ἀκατάληκτον· τὸ ζʹ ὅμοιον τῷ δʹ· τὸ ηʹ, τὸ θʹ καὶ τὸ ιʹ ὅμοια· τὸ ιαʹ ὅμοιον τῷ αʹ· τὸ ιβʹ ἀναπαιστικὸν πενθημιμερές· τὸ ιγʹ δακτυλικὸν τρίμετρον κατὰ μονοποδίαν. τὸ ιδʹ ὅμοιον τῷ δʹ· τὸ ιεʹ ὅμοιον· τὸ ιϛʹ «τηλεσκόπῳ ὄμματι γαῖαν» ἀναπαιστικὸν ἑφθημιμερές, ὃ καλεῖται, ὡς εἴρηται, παροιμιακόν· ἔστι γὰρ κοινὴ συλλαβὴ τὸ «πῳ» διὰ τὸ ἔχειν ἔμπροσθεν φωνῆεν. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα δηλοῦσα τὴν στροφὴν ἔχειν ἀνταπόδοσιν.
ᾠδὴ καὶ στροφὴ κώλων ιϛʹ.
ἀέναοι κατὰ τὴν δροσερὰν φύσιν τὴν εὐάγητον· ἐνταῦθα γὰρ συνάπτεται.
ἀρθῶμεν ὑψωθῶμεν.
φανεραί ποταπαί.
δροσερὰν ὑδατώδη.
εὐάγητον εὐκίνητον· τοιοῦτον γὰρ τὸ ὕδωρ.
τὸ «ἀφεῖσαι» οὐκ ἦν ἔν τινι παλαιᾷ λίαν.
τινὲς εἰς τὸ «δροσερὰν φύσιν εὐάγητον» προστιθέασιν «ἀφεῖσαι», ἵνα ἐντεῦθεν τὰς τοιαύτας αἰτιατικὰς συντάξωσι· τοῦτο δὲ οὔτε τὸ μέτρον ἀπαιτεῖ—ὅμοιον γὰρ καὶ ἰσόμετρον ὀφείλει εἶναι τῷ τῆς ἀντῳδῆς τρίτῳ κώλῳ —οὔτε ἔν τινι τῶν ἀρχαίων βιβλίων εὕρηται. συντάσσεται δὲ οὕτω. ὦ Νεφέλαι ἀέναοι φύσιν δροσερὰν εὐάγητον. ὥσπερ γάρ φαμεν· ἀγαθός εἰμι τόδε, καί· δυνατὸς τὰ τοιαῦτα, οὕτω καί· ἀέναος τόδε, νοουμένης ἔξωθεν ἐν πᾶσι τοῖς τοιούτοις τῆς κατά. οὕτω λέγε, καὶ μή· ἀέναοι ἤγουν ἀεὶ νάουσαι δροσερὰν φύσιν.
σύναπτε δὲ τὸ «ἀπʼ Ὠκεανοῦ» πρὸς τὸ «ἀρθῶμεν», τὸ δὲ «ἀρθῶμεν» πρὸς τὸ «κορυφὰς ἐπὶ δενδροκόμους».
βαρυηχέος τοῦ μεγάλως ἠχοῦντος τοῖς κύμασιν.
δενδροκόμους δενδρώδεις.
ἵνα ὅπου.
τηλεφανεῖς μακρόθεν φαινομένας.
σκοπιὰς θέας.
ἀφορώμεθα βλέπομεν.
ἀρδομέναν ποτιζομένην τοῖς νάμασιν.
ἱερὰν χθόνα τὴν θείαν Ἀττικήν.
ζαθέων λίαν θαυμαστῶν ἢ ταχυτάτων.
κελαδήματα ἤχους.
κελάδοντα ἠχοῦντα.
βαρύβρομον μεγαλόηχον.
ὄμμα γὰρ αἰθέρος ἡ ἐπιφάνεια τοῦ ἀέρος· ἢ τὸν ἥλιον.
εἰώθασιν οἱ φιλόσοφοι αἰθέρος ὄμμα καλεῖν τὸν ἥλιον.
ἀκάματον ἀκατάπαυστον.
σελαγεῖται καταλάμπεται· διὸ καὶ ἡμεῖς δῆλαι πᾶσι δόξαιμεν.
μαρμαραίῃσιν λαμπραῖς· ἀπὸ τοῦ μαρμαίρω.
αὐγαῖς λαμπηδόσι.
ἀποσεισάμεναι ἀπορρίψασαι.
ὄμβριμον ὑδατῶδες.
ἀθανάταις θείαις.
ἰδέαις θεωρίαις.
ἐπιδώμεθα θεασώμεθα.
τηλεσκόπῳ μακρὰν βλέποντι.
ὦ μέγα σεμναὶ Νεφέλαι: τὸ μερικὸν τοῦτο ἀμοιβαῖον σύστημα ἐκ στίχων ἐστὶν ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν ζʹ. λέγεται δὲ τοῦτο σύστημα κατὰ περικοπὴν ἀνομοιομερές, ὡς Ἡφαιστίων φησίν. ἐπὶ τῷ τέλει παράγραφος.
σύστημα κατὰ περικοπὴν στίχων ζʹ.
μέγα λίαν.
καλέσαντος ἐπικαλεσαμένου ὑμᾶς.
ᾔσθου αἰσθητικῶς ἔλαβες, ὦ Στρεψιάδη.
μυκησαμένης ἠχησάσης δίκην βοός.
θεοσέπτου θείας.
μηχάνημά τι ἦν ἐν τῇ σκηνῇ βροντεῖον καλούμενον, οὗ ὁ κτύπος εἰς βροντῆς ἀπήχησιν ἐσχηματίζετο· ἦν δὲ ἀμφορεὺς ἢ λέβης χαλκοῦς ψηφίδας ἔχων ἐντός, ὃς κυλιόμενος ἦχον ἀπετέλει.
καὶ ᾐσθόμην.
σέβομαί αὐτάς.
ὦ πολυτίμητοι τοῦτο διὰ μέσου.
χεσείω μέλλω χεσεῖν.
σκώψῃς φλυαρήσῃς· ἢ ἀτιμάσῃς αὐτάς.
οἱ τρυγοδαίμονες οἱ ἄλλοι κωμικοί.
οἱ ἄλλοι κωμικοί· οὗτοι γὰρ ἐν τοῖς ποιήμασιν αὐτῶν ἀνθρώπους εἰσῆγον χέζοντάς τε καὶ ἕτερα αἰσχρὰ ποιοῦντας. λέγει δὲ διʼ Εὔπολιν καὶ Κρατῖνον καὶ τοὺς ἄλλους. τρυγοδαίμονας δὲ τούτους καλεῖ, διότι πάντες οἱ κωμῳδοὶ τρυγίαν ἀνηλείφοντο τοῦ μὴ γινώσκεσθαι, τίνες εἰσίν.
εὐφήμει εὔφημα λέγε.
σμῆνος πλῆθος κυρίως τῶν μελισσῶν.
ἀοιδαῖς τοῖς ἡμετέροις ὕμνοις.
ἡ τοῦ χοροῦ ἀντῳδὴ ὁμοία τῇ ᾠδῇ κώλων οὖσα καὶ αὐτὴ ἰσομέτρων ιϛʹ, ὧν τὸ αʹ «παρθένοι ὀμβροφόροι» ὅμοιον τῷ αʹ· τὸ βʹ «ἔλθωμεν λιπαρὰν» ὅμοιον τῷ βʹ· τὸ γʹ «χθόνα Παλλάδος εὔανδρον γᾶν» ἀναπαιστικὸν ὅμοιον τῷ γʹ· τὸ δʹ «Κέκροπος ὀψόμεναι πολυήρατον» δακτυλικὸν ὅμοιον τῷ δʹ· τὸ εʹ «οὗ σέβας ἀρρήτων ἱερῶν ἵνα» δακτυλικὸν ὅμοιον τῷ εʹ· τὸ ϛʹ «μυστοδόκος δόμος» δακτυλικὸν ὅμοιον τῷ ϛʹ· τὸ ζʹ «ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται» δακτυλικὸν ὅμοιον τῷ ζʹ· τὸ ηʹ «οὐρανίοις τε θεοῖς δωρήματα» δακτυλικὸν ὅμοιον τῷ ηʹ· τὸ θʹ «ναοί θʼ ὑψερεφεῖς καὶ ἀγάλματα» δακτυλικὸν ὅμοιον τῷ θʹ· τὸ ιʹ «καὶ πρόσοδοι μακάρων ἱερώταται» δακτυλικὸν ὅμοιον τῷ ιʹ· τὸ ιαʹ «εὐστέφανοί τε θε» ὅμοιον τῷ ιαʹ· τὸ ιβʹ «ῶν θυσίαι θαλίαι τε» δακτυλικὸν ὅμοιον τῷ ιβʹ· τὸ ιγʹ «παντοδάπαισιν ἐν ὥραις» δακτυλικὸν ὅμοιον τῷ ιγʹ· τὸ ιδʹ» ἦρί τʼ ἐπερχομένῳ βρομία χάρις» δακτυλικὸν ὅμοιον τῷ ιδʹ· τὸ ιεʹ «εὐκελάδων τε χορῶν ἐρεθίσματα» δακτυλικὸν ὅμοιον τῷ ιεʹ· τὸ ιϛʹ «καὶ μοῦσα βαρύβρομος αὐλῶν» ἀναπαιστικὸν ὅμοιον τῷ ιϛʹ.
παρθένοι ὀμβροφόροι: ἡ ἀντῳδὴ αὕτη τοῦ χοροῦ κώλων ἐστὶν ὁμοίων τῇ ᾠδῇ κατὰ πάντα ιϛʹ, ὧν τελευταῖον «καὶ μοῦσα βαρύβρομος αὐλῶν.» ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν κατʼ ἀρχὰς τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, καὶ ἀμφότεραι ἔξω νενευκυῖαι δηλοῦσαι, ὅτι τέλος ἔσχε τὰ ἀνταποδιδόμενα.
ἀντῳδὴ καὶ ἀντιστροφὴ κώλων ιϛʹ.
λιπαρὰν εἰς τὴν εὔγαιον.
ἐς χθόνα τὴν Ἀττικήν.
Παλλάδος τῆς Ἀθηνᾶς.
εὔανδρον καλοὺς ἄνδρας ἔχουσαν.
Κέκροπος οὗτος ἦν ὁ τῶν Ἀθηναίων ἀρχαιόγονος.
πολυήρατον τὴν πάνυ ἐπέραστον.
οὗ ὅπου.
σέβας ἡ τιμή ἐστιν.
ἐν τῇ Ἐλευσῖνι τῆς Ἀττικῆς ἐτελοῦντο τὰ μυστήρια τῆς Δήμητρος, ἃ μόνοις Ἀθηναίοις νόμος ἦν μυεῖσθαι, ξένοις δὲ οὔ. ἦσαν δὲ ἄρρητα πρὸς τοὺς μὴ τετελεσμένους αὐτά· ὃς δὲ πρός τινα ταῦτα ἐξεῖπεν, ὑπεύθυνος ἦν θανάτου αὐτός τε καὶ πρὸς ὃν ἐξεῖπεν.
ἱερῶν τῶν μυστηρίων.
ἵνα ὅπου.
μυστοδόκος δῆμος μυστήρια δεχόμενος καὶ τελούμενος.
τελεταῖς ἑορταῖς τῆς Δήμητρος.
ἀναδείκνυται φαίνεται ἤγουν ἐστίν.
οὐρανίοις καὶ ὅπου εἰσίν.
ἢ τὸ «δωρήματα» ἀντὶ τοῦ «ἃ οἱ θεοὶ ἐδωρήσαντο» νοητέον· ἡ γὰρ Δημήτηρ αὐτοῖς τὸν σῖτον ἔδωκε καὶ Ἀθηνᾶ τὴν ἐλαίαν καὶ Ποσειδῶν πρώτους εἶναι τὰ ναυτικὰ καὶ ἄλλοι ἄλλʼ ἅττα. ἢ τὸ «δωρήματα θεοῖς» ἀντὶ τοῦ «θυσίαι τοῖς θεοῖς» νοητέον.
δωρήματα θυσίαι.
ὑψιρεφεῖς ὑψηλοί.
πρόσοδοι πανηγύρεις· εἰσέφερον γὰρ Ἀθηναῖοι ἐν ταῖς ἑορταῖς κοινῇ δῶρά τινα ἢ ὅτι προσήρχοντο ἐν αὐταῖς πάντες.
μακάρων θεῶν.
εἰκότως δὲ εἶπε τὸ «ἱερώταται», ἐπειδὴ καὶ ἄλλαι πρόσοδοί εἰσι, καὶ οὔκ εἰσιν ἱεραί.
εὐστέφανοί στεφανηφοροῦντες γὰρ τὰς θυσίας τοῖς θεοῖς ἐτέλουν.
θαλίαι πανηγύρεις.
παντοδαπαῖς ἐν ὥραις ἤγουν ἐν παντὶ τῷ ἔτει.
ἦρί τʼ ἐπερχομένῳ ἔαρι· τότε γὰρ ἐτέλουν τὰ Διονύσια.
βρομία διονυσιακή.
εὐκελάδων ἐμμελῶν, εὐήχων.
ἐρεθίσματα κινήματα, στροφαί.
μοῦσα ᾠδή, ἠχώ.
βαρύβρομος μεγάλως ἠχοῦσα.
αὐλῶν ὀργάνων μουσικῶν
πρὸς τοῦ Διὸς ἀντιβολῶ σε: εἴσθεσις διπλῆς ἀμοιβαίας καθόλου στίχων οὖσα ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν καὶ ἀκαταλήκτων ρκεʹ, ὧν τελευταῖος διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον, ὅς μʼ ἐπέτριψεν. καλεῖται δὲ τὸ μέτρον ἀριστοφάνειον, ὡς εἴρηται. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
ἡρῷναί ἡρωΐδες.
τὸ «ἡρῷναι» ἀττική ἐστι συναίρεσις, ὡς τὸ «ἠίθεοι ᾔθεοι», «ἠιόνες ᾐόνες» καὶ «σφῶιν σφῷν».
ἥκιστʼ οὐδαμῶς.
ἀνδράσιν ἀργοῖς τοῖς φιλοσόφοις καὶ ποιηταῖς, οἳ μηδὲν ἄλλο μεταχειρίζονται, ἢ περὶ λόγους σχολάζουσιν.
ἄνδρας ἀργοὺς τοὺς φιλοσόφους λέγει καὶ ποιητὰς καὶ ἄλλους τοιούτους, οἳ ... σχολάζουσιν.
γνώμην ἐνθυμήματα, γνῶσιν.
διάλεξιν εὐπορείαν εἰς τὸ διαλέγεσθαι.
τερατείαν παραδοξολογίαν.
περίλεξιν εὐπορίαν καὶ περιττότητα λόγων.
κροῦσιν ποικιλίαν καὶ στροφὰς λόγων, διʼ ὧν τοὺς διαλεγομένους σοφιζόμεθα καὶ ἀπατῶμεν.
κατάληψιν γνῶσιν τῶν ὄντων, καθὰ ὄντα ἐστίν.
πεπότηται μετέωρος γέγονε.
περὶ καπνοῦ φησι στενολεσχεῖν ἤγουν περὶ τοῦ τυχόντος ἢ περὶ ἀνυποστάτου πράγματος ποικίλα καὶ λεπτὰ διεξέρχεσθαι, ὡς εἰς στενὸν κομιδῇ τοὺς διαλεγομένους καθιστᾶν μὴ ἔχοντας, ὅ τι ἀπολογήσονται.
περὶ καπνοῦ περὶ τοῦ τυχόντος.
στενολεσχεῖν λεπτῶς φιλοσοφεῖν.
γνωμιδίῳ ἄλλου ἀνδρός.
γνώμην ἡμετέραν.
νύξασʼ συγκρούσασα καὶ συνάψασα.
ἀντιλογῆσαι ἀντειπεῖν.
νυν δή.
δευρὶ ἐνταυθοῖ ὅπου τῷ δακτύλῳ δεικνύω.
Πάρνηθʼ ὄρος Ἀττικῆς.
εἰκότως εἶπε πρὸς τὴν Πάρνηθα κατέρχεσθαι αὐτάς, ὅπερ ὄρος ἐστὶ τῆς Ἀττικῆς· πᾶσαι γὰρ αἱ τῶν ὀρῶν κορυφαὶ διὰ τὸ ὕψος ἀεὶ συννεφεῖς φαίνονται.
κατιούσας ἐνταυθοῖ ἐξ ὕψους κατερχομένας.
τῶν κοίλων τοῦ ὄρους.
πλάγιαι οὕτω γὰρ αἱ νεφέλαι ὑπὸ τοῦ ἀέρος φέρονται.
ὡς ὅτι.
τὴν εἴσοδον τὴν εἰσβολὴν τοῦ ὄρους.
λημᾷς τζυμβλώττεις.
κολοκύνταις ἐν.
οἱ θέλοντες συντάξαι τὴν δοτικὴν καὶ διὰ τοῦτο οὕτω λέγοντες· εἰ μὴ λημᾷς καὶ λήμας ἔχεις ὁμοίας κολοκύνταις, χαιρόντων. σὺ δὲ οὕτω λέγε· εἰ μὴ λημᾷς ἐν κολοκύνταις. ὥσπερ γάρ φαμεν «νοσῶ ἐν φρενίτιδι», οὕτω δέον εἰπεῖν «εἰ μὴ λημᾷς ἐν λήμαις», «κολοκύνταις» εἶπε δεικνύων διὰ τούτων τὴν ὑπερβολὴν τῆς λημότητος.
ἔγωγʼ ὁρῶ.
ὦ πολυτίμητοι τοῦτο διὰ μέσου.
πολυτίμητοι Νεφέλαι.
πάντα ... κατέχουσιν ἐν παντὶ τῷ ἀέρι ἐξεχύθησαν.
ᾔδεις ἐγίνωσκες.
μὰ Διʼ οὔ.
ὀμίχλην καὶ δρόσον τοιαύτη γὰρ ἡ τῶν νεφελῶν ἰδέα καὶ φύσις.
οὐ γὰρ κτλ. ναί, οὕτως ἥγου· ἥκιστα γὰρ αὐτὰς ἐγίνωσκες θεάς.
ἴσθʼ γίνωσκε.
σοφισταὶ οἱ ῥήτορες καὶ οἱ ἀπατεῶνες καὶ οἱ διδάσκαλοι καὶ ὅσοι τῶν φιλοσόφων ῥητορικῶς ἔγραψαν. ἐνταῦθα δὲ σοφιστὰς τοὺς διδασκάλους νόει, ὡς τοὺς ἄλλους σοφίζοντας.
θουριομάντεις Θούριόν ἐστι τόπος, ἐν ᾧ πρῶτον οἱ μάντεις εὕρηνται.
ἰατροτέχνας ἰατρικῆς ἐπιστήμονας.
σφραγιδονυχαργοκομήτας λέγει τοὺς δακτυλίους μετὰ σφραγίδων φοροῦντας καὶ ὄνυχας λευκοὺς τῇ συνεχεῖ ξέσει ἔχοντας καὶ κομῶντας τὴν κεφαλήν. τοῦτο δὲ λέγει κωμῳδῶν ἐνίους τῶν σοφιστῶν οὕτω διακειμένους καὶ καλλωπιζομένους.
οἱ λυρικοὶ ποιηταὶ χοροῖς καὶ αὐλοῖς καὶ λύραις τὰ ποιήματα ᾖδον. καὶ νῦν μὲν οἱ τούτων χορευταὶ ἐνταυθοῖ τὰς μετακλίσεις καὶ τὰς καμπὰς ἐποιοῦντο, νῦν δὲ ἐνταυθοῖ, ἀκολουθοῦντες τῷ ᾄσματι. λέγει οὖν τοὺς τοιούτους ποιητὰς «ᾀσματοκάμπτας.»
κυκλίων τε χορῶν τοὺς διθυραμβοποιοὺς λέγει.
μετεωροφένακας διὰ τοῦ λέγειν ἐπίστασθαι τὰ μετέωρα ἀπατῶντας τοὺς πολλούς.
μουσοποιοῦσι ἤγουν ποιητικῶς ὑμνοῦσιν.
ἐποίουν ποιητικῶς ἔγραφον.
τὸ «ὑγρᾶν νεφελᾶν «, τὸ «στρεπταίγλᾶν» τὸ «δάϊον ὁρμάν», τὸ «πλοκάμους θʼ ἑκατοντακεφάλα Τυφῶ», τὸ «πρημαινούσας τε θυέλλας» καὶ τῶν λοιπῶν ἕκαστον, πάντα ταῦτα ἔκ τινων ποιητῶν εἰσιν ἄλλου ἄλλο γράψαντος καὶ τοῦ μὲν τοῦτο, τοῦ δὲ ἐκεῖνο. ἔστι δὲ ἡ γενικὴ τὸ «ὑγρᾶν νεφελᾶν» καὶ τὸ «στρεπταιγλᾶν» οὐ πρός τι συντασσομένη, ἀλλʼ οὕτως ἦν ἐν τοῖς ποιήμασιν ἐκείνοις· διὸ καὶ αὐτὸς οὕτως ἔθηκε. λέγουσι δʼ ἔνιοι τὸ «δάϊον ὁρμάν» πρὸς τὰς τοιαύτας γενικὰς ἀποδίδοσθαι φάσκοντες ἑνὸς εἶναι ποιητοῦ πᾶν τοῦτο· σὺ δὲ καὶ τοῦτο κἀκεῖνο ἐπίστασο. τὸ αὐτὸ δὲ νοήσεις καὶ πρὸς τὸ «δροσερᾶν νεφελᾶν»· ἢ γὰρ καὶ αὕτη ἡ γενικὴ οὕτως ἔχει, ὥσπερ ἐκείνην ἔφαμεν, ἢ πρὸς τὸ «ὄμβρους ὑδάτων» ἐστίν. εἰ δὲ «στρεπταίγλαν» γράψεις —οὕτω γὰρ ἐν τοῖς παλαιοτέροις τῶν ἀντιγράφων εὕρηται— οὕτως ἐρεῖς· στρεπταίγλαν ὑγρῶν νεφελῶν.
ὑγρᾶν ὑγρῶν; νεφελᾶν νεφελῶν; στρεπταίγλᾶν στρεπταίγλῶν; ὁρμάν ὁρμήν.
στρεπταίγλᾶν στρεπταίγλη ἐστὶν ἡ νεφέλη ἡ ἐστραμμένη καὶ ἐναντία τῇ αἴγλῃ.
δάϊον τὸ «δάϊον ὁρμάν» τὴν ταχυτάτην ὁρμὴν νόει. οἱ δὲ «στρεπταίγλαν» φασὶ τὴν στρέφουσαν τὴν τοῦ ἡλίου αἴγλην. νεφέλης γὰρ ἐπιτεθείσης τῷ ἡλίῳ οὐκέτι τὰς ἀκτῖνας εἰς τὴν γῆν ἀφίησιν.
πλοκάμους στροφὰς καὶ περιελιγμούς· λέγει δὲ τὰς νεφέλας.
πρημαινούσας τε θυέλλας πεφυσσημένας καὶ μαινομένας πνοάς· πρῆσαι γὰρ τὸ φυσσῆσαί ἐστιν.
διεράς διύγρους νεφέλας.
γαμψοὺς καμπύλους ταῖς ῥισὶ καὶ τοῖς ὄνυξι· τοιαῦται δʼ ἔσθʼ ὅτε αἱ νεφέλαι φαίνονται. τὸ δὲ «ἀερονηχεῖς» ἀντὶ τοῦ «εἰς τὸν ἀέρα νηχομένους».
κεστρῶν ἰχθύων κεφάλων· κεστρεὺς γὰρ ὁ κέφαλος.
τεμάχη κομμάτια.
ἀγαθᾶν καλῶν.
ὀρνίθεια κιχλῶν δέον «ὀρνιθείων κιχλῶν» εἰπεῖν. «ὀρνίθεια» εἶπε πρὸς τὸ «κρέα».
τάσδʼ τὰς λέξεις, τὰς προσηγορίας.
δικαίως κατέπινον.
εἴξασι ὡμοιώθησαν.
ἐκεῖναι αἱ νεφέλαι.
τοιαῦται ἤγουν γυναικοειδεῖς καὶ θνηταί.
δείκνυσιν ἐντεῦθεν ὁ Σωκράτης, ὡς ἐν ὅσῳ τις βλέπει τὰς νεφέλας τοῦτο τὸ σχῆμα ἐχούσας, μεταστραφεὶς ἀλλοίας ὁρᾷ. διό «φέρε, ποῖαι γάρ τινές εἰσι»; λέγει, ἵνα μεταστραφεὶς ἀλλοίας αὐτὰς ἴδῃ καὶ θαυμάσῃ τὴν τούτων μεταβολήν.
εἴξασι ὡμοιώθησαν.
γοῦν γάρ.
ἐρίοισι μαλίοις.
πεπταμένοισι ὑπʼ ἀέρος διαλελυμένοις.
ἔγωγʼ πάντα ταῦτα εἶδον.
ἄγριόν ἤγουν πέρα τοῦ δέοντος.
τῶν λασίων τῶν δασυτρίχων.
τούτων τῶν παρεστώτων ἐνταῦθα.
τὸν Ξενοφάντου υἱόν, ὃν ὡς πέρα τοῦ μετρίου κομήτην ὄντα κωμῳδεῖ.
κενταύροις μεγάλας γὰρ χαίτας οἱ Κένταυροι ἔχουσιν· ἢ διὰ τὸ ὑψοῦ μετεωρίζειν τὴν κεφαλὴν τοῦτο λέγει.
δημοσίων πραγμάτων.
ὁ Σίμων οὗτος τῶν κοινῶν πραγμάτων ἐπιμελητὴς ὢν πολλὰ ἐσφετερίζετο· διὸ καὶ κωμῳδεῖ αὐτόν, ἵνα ἢ παύσηται τοῦ ἁρπάζειν ἢ ἀκούσαντες οἱ Ἀθηναῖοι εἰς εὐθύνας αὐτὸν ἀγάγωσιν, ὧν κατεδήδοκεν.
αὐτοῦ ὅτι ἁρπακτικός ἐστιν.
λύκοι ... ἐγένοντο ἅρπαγες γὰρ καὶ οἱ λύκοι.
Κλεώνυμον ἢ τὸν Κλέωνα λέγει ἢ ἕτερον Κλεώνυμον τοὔνομα.
ἔλαφοι ... ἐγένοντο δειλότατον γὰρ τὸ τῶν ἐλάφων γένος ὡς ἄχολον.
Κλεισθένην τοῦτον ὡς μαλακὸν καὶ θηλυδρίαν διαβάλλει.
θηρατὰ ζητητά.
σύστημα κατὰ περικοπὴν στίχων ϛʹ.
λήρων δέον «λόγων» εἰπεῖν παίζων παρʼ ὑπόνοιαν «λήρων» εἶπεν.
μετεωροσοφιστῶν τῶν τὰ μετέωρα διδασκόντων.
οὕτως ἡ ἀκολουθία τοῦ λόγου ἦν· «πλὴν ἢ Προδίκῳ καὶ σοί»· ὁ δὲ ἄλλως τὸν λόγον ἐσχημάτισε, τὸ μὲν «σοί» κατʼ ἀρχὰς οὐκ εἰπών, ἔπειτα δὲ ἐπενεγκών. μέμνηται δὲ νῦν τοῦ Προδίκου διασύρων, ὅτι μεγίστην δόξαν εἶχε περὶ ἑαυτοῦ, ὡς ὑπὲρ πάντας ὢν τῇ σοφίᾳ.
πλὴν χωρίς.
βρενθύειῃ κομπάζεις καὶ ὑπεροπτικῶς βαίνεις.
βρενθύει βρενθύῃ.
ἴδιόν ἐστι τῶν ἀλαζόνων τὸ μὴ ἔχειν ἀεὶ τὸ βλέμμα ἐπὶ ταὐτοῦ, ἀλλʼ ἄνω καὶ κάτω κινεῖν, καὶ νῦν μὲν ἐνταῦθα, νῦν δʼ ἄλλοσε μεταφέρειν. σκώπτει οὖν τὸν Σωκράτην ὡς ὑπʼ ἀλαζονείας τοὺς ὀφθαλμοὺς μεταφέροντα.
παραβάλλει παραβάλλῃ.
τὸ «ἀνέχει» διφθογγογραφεῖται ἀττικῷ ἔθει. ἐκεῖνοι γὰρ πάντα τὰ δεύτερα πρόσωπα τοῦ παθητικοῦ διὰ διφθόγγου ἐκφέρουσιν, ὅθεν καὶ ἡμεῖς μόνα τὰ τέσσαρα διφθογγογραφοῦμεν· ὄψει, βούλει, οἴει καὶ εἰ.
ἀνέχει ἀνέχῃ.
κἀφʼ ἡμῖν ἤγουν α διότι τὰ ἡμέτερα ἐπίστασαι.
σεμνοπροσωπεῖς σεμνύνῃ.
τερατῶδες παράδοξον καὶ οὐ σύνηθες.
αὗται ναί.
ὅτι εὕρηται καὶ «φλύηρος» ἰωνικῶς· διὰ τοῦτό ἐστι τὸ α μακρόν.
ἀπόφηναι ἀπόδειξον.
τῷ νυνὶ λόγῳ ἤγουν τῷ περὶ τῶν Νεφελῶν.
εὖ προσέφυσας καλῶς καὶ ὡς ἔδει προσήρμοσας.
φράσον μοι.
κᾆτα κρημνάμεναι ἤγουν κρεμάμεναι καὶ κάτω διὰ τὸ βάρος νεύουσαι.
ῥήγνυνται σχίζονται.
παταγοῦσιν ἠχοῦσιν.
αἰθέριος δῖνος ἡ τοῦ οὐρανοῦ καὶ τοῦ ἀέρος συστροφή.
δῖνον τοῦ Σωκράτους εἰπόντος τὴν τοῦ ἀέρος συστροφὴν Στρεψιάδης σκεῦός τι ἐνόησεν κεράμειον οὕτω καλούμενον, ὃ κοινῶς κουρελὸν ὀνομάζουσιν, ὅπερ ἄνω εὐρύτερον ὂν κάτω εἰς ὀξὺ λήγει.
οὐδέπω κτλ. παρίστησιν ἐντεῦθεν τὴν αὐτοῦ ἄνοιαν καὶ ἐπιλησμοσύνην.
ἤδη ποτέ.
ἑορτὴ ἦν Ἀθηνᾶς τὰ Παναθήναια, ἐν ᾗ ζῴων πολλῶν σφαττομένων οἱ μὲν τῆς καλλίονος μοίρας ἄνθρωποι τὰ κρέα ἤσθιον, οἱ πένητες δὲ τοὺς ζωμούς. Παναθήναια δὲ ἐκλήθη διὰ τὸ πάντας Ἀθηναίους τε καὶ Ἕλληνας ἐκεῖ συναθροίζεσθαι.
διεκορκορύγησεν ἤχησεν· ἔστι δὲ ποιὰ φωνή.
τοῦτο εὑρέθη γεγραμμένον ἐν παλαιῷ· ὅτι τὸ ἓν τῶν ἀντιγράφων βιβλίων πέντε παπα εἶχεν, τὸ δὲ ἕτερον τρία. νῦν δὲ ἑπτὰ παπα γράφε, μήτε πέντε μηδὲ τρία· ἄμετρος ὁ στίχος γὰρ τῶν ἑπτὰ δίχα.
μὴ πέντε, μὴ τέσσαρα, μὴ τούτων ἄνω παπα δοκῶν ἔμμετρον εὑρεῖν τὸν στίχον, ὡς ἄμετρος πέφυκε τῶν ἑπτὰ δίχα.
ἐπάγει πα δῆτα.
τυννουτουὶ μικροῦ.
ὁμοίω ἤγουν πάρισα καὶ ἰσοκατάληκτα.
καταφρύγει διόλου καίει.
τοὺς δὲ ζῶντας ἤγουν τοὺς πλουσίους.
περιφλύει ἐξ ἐπιπολῆς καίει.
ἵησʼ πέμπει.
Κρονίων ἀρχαιότητος καὶ μωρίας.
ἤρισαν πρὸς ἀλλήλους περὶ ἀρχαιότητος Φρύγες καὶ Παφλαγόνες. ἐμβαλόντες οὖν εἰς οἶκον ἀρτιγενὲς νήπιον προσέταξαν τῇ τούτου μητρί, ἵνα μετὰ σιγῆς εἰσιοῦσα τοῦτο θηλάζῃ. αὐξηθέντος οὖν τούτου καὶ πρῶτον εἰπόντος· βέκ, ὃ φρυγιστὶ τὸν ἄρτον δηλοῖ, δῆλον ἐγένετο, ὅτι Φρύγες ἁπάντων εἰσὶν ἀρχαιότεροι. ἔστιν οὖν τὸ βεκεσέληνος συντεθὲν ἔκ τε τοῦ βὲκ καὶ τοῦ σελήνη, οἱονεὶ ἀρχαῖος καὶ πρὸ τῆς σελήνης.
ἄκρον ἀκρωτήριον.
παθών μαθών.
φαίνει φαίνῃ.
μετεωρισθεὶς ἤγουν ἐκ γῆς ὑψωθείς.
κύστιν φύσκαν.
ῥήξας σχίσας.
σοβαρὸς ταχὺς καὶ μετὰ σφοδρότητος.
ἐντεῦθεν δῆλον, ὡς πυκνότατόν ἐστι τὸ τῶν νεφελῶν σῶμα· εἰ γὰρ ἦν ἀραιόν, διεφορεῖτʼ ἂν ὁ ἄνεμος κατʼ ὀλίγον.
τοῦ ῥοίβδου καὶ τῆς ῥύμης τοῦ ἤχου καὶ τῆς ὁρμῆς. τῇ γὰρ τῶν νεφελῶν πρὸς ἀλλήλας συγκρούσει ἐκκαιόμενος πῦρ καθίσταται λεπτυνθείς.
νὴ Δίʼ εὖ λέγεις.
γοῦν γάρ.
ἀτεχνῶς φανερῶς.
ἑορτὴ ἦν Διὸς τὰ Διάσια τελουμένη ἐν Ἀθήναις μηνὸς Ἀνθεστηριῶνος ἤτοι Ἀπριλλίου φθίνοντος.
ὤπτων ἔβραζον.
γαστέρα κοιλίαν.
τοῖς συγγενέσιν ἤγουν σὺν τοῖς συμπεφυκόσι κοπρίοις.
ἔσχων ἔσχισα.
τὸ «οὐκ ἔσχων» ἀντὶ τοῦ «οὐκ ἔσχαζον». ὥσπερ δὲ τὸ χλοῶ καὶ χλοάζω, καὶ χνοῶ καὶ χνοάζω, οὕτω καὶ σχῶ σχάζω.
ἀττικῶς τὸ «οὐκ ἔσχων» ἀντὶ τοῦ «ἔσχισα», ἀπὸ τοῦ σχάω σχῶ, ἐξ οὗ γίνεται καὶ τὸ σχάζω· ὥσπερ γὰρ ἀπὸ τοῦ χλοῶ γίνεται τὸ χλοάζω καὶ ἀπὸ τοῦ χνοῶ τὸ χνοάζω, οὕτω καὶ ἀπὸ τοῦ σχῶ τὸ σχάζω.
διαλακήσασακίσ ἦχον τῇ ῥήξει ποιήσασα.
διαλακήσασα διαλακίσασα.
προσετίλησεν οἰκείως τῷ «ἐτίλησε χρῆται ὡς ἐπὶ κοιλίας.
σύστημα κατὰ περικοπὴν στίχων ηʹ.
γενήσει γενήσῃ.
τὸ ταλαίπωρον τὸ ἐπίπονον καὶ σπουδαῖον.
καὶ εἰ.
μὴ οὐ.
κάμνῃς ἀπαγορεύῃς.
ἄχθει ἄχθῃ.
ἀριστᾶν ἤγουν τρυφᾶν.
ἀπέχει ἀπέχῃ.
ἀνοήτων ἀφροδισίων καὶ πάντων τῶν ἐκ μωρίας γινομένων.
εἰκὸς νομίζειν.
δεξιὸν ἐπιτήδειον, σοφόν.
τῇ γὰρ γλώττῃ πολεμοῦσι τοῖς ἐναντίοις οἱ ῥήτορες· ἤσκουν γὰρ μετὰ τῶν ἄλλων Ἀθηναῖοι καὶ τοῦτο.
ἐκ τούτων δείκνυσι τῶν τριῶν, ὡς οὗτος ἄριστος ἐν ἀνθρώποις, ὃς ἔν τε πράξει καὶ βουλῇ καὶ λόγῳ τοὺς ἄλλους νικᾷ.
δυσκολοκοίτου κακοπαθείας μεστῆς καὶ ἐπιπόνου· οἱ γὰρ φροντίζοντες δυσχεραίνουσιν ἐν στρωμναῖς κείμενοι.
φειδωλοῦ ἐστενωμένης.
τρυσιβίου κεκολασμένης περὶ τὴν ζωήν.
θρύμβη ἐστὶ βοτάνη ἐλάχιστος καὶ φαύλη, ἣν οἱ κοινοὶ καλοῦσι θρύμπην τὸν οὖν φειδωλῶς καὶ εὐτελῶς ζῶντα καλοῦμεν θρυμβεπίδειπνον.
ἀμέλει διὰ τοῦτο.
ἕνεκα τούτων τοῦ εὐδαίμονα γενέσθαι με.
ἐπιχαλκεύειν τὰ δεινότατα ποιεῖν.
παρέχοιμʼ ἄν ἐμαυτὸν τοῖς φιλοσόφοις.
ἀλλʼ ὅτι σκόπει.
θεῶν συνίζησις.
τὸ Χάος τὴν τοῦ ἀέρος διάχυσιν.
τὴν γλῶτταν τὴν στωμυλίαν.
ἄλλοις θεοῖς.
σπείσαιμʼ φιλίαν ποιήσαιμι.
οὐδʼ ἐπιθείην ἄν.
νυν δή.
ὡς ὅτι.
οὐκ ἀτυχήσεις τῆς ἐπιθυμίας.
νικήσει ἤγουν εἴποι.
στρεψοδικῆσαι διὰ στροφῆς καὶ ποικιλίας λόγων τὸ δίκαιον διαφθεῖραι.
ὅτι ἀπὸ τοῦ στρεψοδικῆσαι τὸ Στρεψιάδης πεποίηται· ἢ ἀπὸ τοῦ ἥδεσθαι τῇ στροφῇ.
διολισθεῖν ἐκφυγεῖν.
τεύξει τεύξῃ.
κοπατίας ἵππους ἔλεγον τοὺς ἐν τῷ μηρῷ κάπα ἔχοντας κεχαραγμένον. ἄλλοι δέ φασι τοὺς ἄνω καὶ κάτω χωροῦντας καὶ κοπτομένους τοῖς δρόμοις, ἃ οἱ θρασεῖς τῶν ἵππων ποιοῦσιν.
τελευταῖος τῶν τετραμέτρων ἀναπαίστων.
νῦν οὖν χρήσθων: ἐντεῦθεν ἡ περίοδος τῆς διπλῆς ἄρχεται κώλων οὖσα ιηʹ, ὧν τὸ πρῶτον “νῦν οὖν χρήσθων ἀτεχνῶς ὅ τι βούλονται” τρίμετρον βραχυκατάληκτον· τὸ βʹ “τουτὶ τό γʼ ἐμὸν σῶμʼ αὐτοῖσιν” δίμετρον ὅμοιον καταληκτικὸν εἰς δισύλλαβον· τὸ γʹ “παρέχω τύπτειν πεινῆν διψῆν” δίμετρον ὅμοιον ἀκατάληκτον· τὸ δʹ “αὐχμεῖν ῥιγοῦν ἀσκὸν δείρειν” ὅμοιον· τὸ εʹ “εἴπερ τὰ χρέα διαφευξοῦμαι” ὅμοιον· τὸ ϛʹ “τοῖς τʼ ἀνθρώποις εἶναι δόξω” ὅμοιον δίμετρον· τὸ ζʹ “θρασὺς εὔγλωττος τολμηρὸς ἴτης” ὅμοιον· τὸ ηʹ “βδελυρὸς ψευδῶν συγκολλητής” ὅμοιον· τὸ θʹ “εὑρησιεπὴς περίτριμμα δικῶν” ὅμοιον δίμετρον· τὸ ιʹ “κύρβις κρόταλον κίναδος τρύμη” ὅμοιον· τὸ ιαʹ “μάσθλης εἴρων γλοιὸς ἀλαζών” ὅμοιον· “κέντρων μιαρός” δίμετρον κατὰ μονοποδίαν· τὸ ιγʹ “στρόφις ἀργαλέος ματολοιχός” δίμετρον καταληκτικὸν εἰς συλλαβήν· τὸ ιδʹ “ταῦτʼ εἴ με λέγουσʼ ἀπαντῶντες” ὅμοιον· τὸ ιεʹ “δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν” ὅμοιον καταληκτικὸν εἰς δισύλλαβον· τὸ ιϛʹ “κἢν βούλωνται νὴ τὴν Δήμη” ὅμοιον· τὸ ιζʹ “τρʼ ἐκ μοῦ χορδὴν” δίμετρον ὅμοιον τῷ ιβʹ· τὸ ιηʹ “τοῖς φροντισταῖς παραθέντων” δίμετρον καταληκτικὸν εἰς συλλαβήν, ὃ καλεῖται ἑφθημιμερές.
ἀναπαιστικὰ τρίμετρα καὶ δίμετρα κῶλα ιηʹ.
νῦν οὖν χρήσθων ἀτεχνῶς: ἡ ἔκθεσις τῆς διπλῆς κώλων ἐστὶν ὁμοίων ἀναπαιστικῶν ιηʹ, ὧν τὸ αʹ τρίμετρον βραχυκατάληκτον· τὸ βʹ δίμετρον καταληκτικὸν εἰς δισύλλαβον· τὸ γʹ ὅμοιον δίμετρον ἀκατάληκτον· τὸ δʹ, τὸ εʹ, τὸ ϛʹ, τὸ ζʹ, τὸ ηʹ, τὸ θʹ, τὸ ιʹ, τὸ ιαʹ ὅμοια δίμετρα ἀκατάληκτα· τὸ ιβʹ ἀναπαιστικὴ βάσις· τὸ ιγʹ, τὸ ιδʹ, τὸ ιεʹ, τὸ ιϛʹ δίμετρα ἀκατάληκτα· τὸ ιζʹ ἀναπαιστικὴ βάσις, ὃ καλεῖται παρατέλευτον· τὸ ιηʹ “τοῖς φροντισταῖς παραθέντων” ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν, ὡς εἴρηται. ἐπὶ τῷ τέλει δύο διπλαῖ συνήθως ἔξω νενευκυῖαι.
χρήσθων ἐμοί.
ἀτεχνῶς ἀληθῶς.
αὐχμεῖν αὐχμοῦν.
δέρειν δαίρειν.
δαίρειν ἤγουν τὸ σῶμα τύπτειν δίκην ἀσκοῦ. δέρειν ἤγουν τὸ σῶμα ἐκδέρειν.
ἴτης ὁρμητικός.
βδελυρός μιαρός, αἰσχρός.
περίτριμμα δικῶν τετριμμένος καὶ ἔμπειρος περὶ τὰς δίκας.
κύρβης νόμων πλήρης.
κύρβις ἡ στήλη, ἐν ᾗ γεγραμμένοι ἦσαν οἱ νόμοι.
κρόταλον πολυλόγος.
κίναδος πανοῦργος.
κίναδος πᾶν θηρίον ἀξιοῦσι καλεῖσθαι, ἰδίως δὲ τὴν ἀλώπεκα.
τρύμη λεπτολόγος.
μάσθλης οἱονεὶ μεμαλαγμένος καὶ εὐκόλως ἀπʼ ἄλλου εἰς ἄλλο μεταχωρῶν.
μάσθλης μεμαλαγμένος.
γλοιός γλίσχρος.
κέντρων δίκην κέντρου ἀπαντῶν τοῖς ἄλλοις καὶ κεντῶν.
στρόφις ἤγουν ἐστραμμένος περὶ λόγους.
ἀργαλέος χαλεπός.
ματιολοιχός φειδωλὸς καὶ οὐ προϊέμενός τι τῶν αὐτοῦ.
καλοῦσιν οἱ ἄνθρωποι.
δρώντων ὁ Σωκράτης καὶ ὁ Χαιρεφῶν.
τρʼ ἐκ μοῦ χορδήν παρατέλευτον.
ἐκ μοῦ χορδήν ἤγουν καὶ τῶν ἐντέρων μου μὴ φεισάσθωσαν.
παραθέντων εἰς ἑστίασιν.
ἑτέρα περίοδος στίχων οὖσα τροχαϊκῶν κʹ, ὧν τὸ πρῶτον “λῆμα μὲν πάρεστι τῷδε” τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τὸ βʹ “γʼ οὐκ ἄτολμον ἀλλʼ ἕτοιμον ἴσθι δʼ ὡς” τροχαϊκὸν … καταληκτικόν· τὸ γʹ “ταῦτα μαθὼν παρʼ ἐμοῦ”· τὸ δʹ “κλέος οὐρανόμηκες” ἀναπαιστικὸν … ἀκατάληκτον· τὸ εʹ “ἐν βροτοῖσιν ἕξων” τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλικόν· οἱ παλαιοὶ δέ φασι τοῦτο φερεκράτειον ἀτελές· τὸ ϛʹ “τί πείσομαι” ἰαμβικὴ βάσις ἤτοι μονόμετρον ἀκατάληκτον· τὸ ζʹ “τὸν πάντα χρόνον μετʼ ἐμοῦ” ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον· τὸ ηʹ “ζηλωτότατον βίον ἀν” ἀναπαιστικὸν ὅμοιον· τὸ θʹ “θρώπων διάξεις” πενθημιμερὲς ἤτοι μονόμετρον ἰαμβικὸν ὑπερκατάληκτον· τὸ ιʹ “ἆρά γε τοῦτʼ ἄρʼ ἐγώ” δακτυλικὸν δίμετρον ὑπερκατάληκτον εἰς συλλαβήν· τὸ ιαʹ “ποτʼ ὄψομαι” ἰαμβικὴ βάσις ἤτοι μονόμετρον ἀκατάληκτον· τὸ ιβʹ “ὥστε γέ σου πολλοὺς” δακτυλικὸν ὅμοιον τῷ ιʹ ἤγουν πενθημιμερές· τὸ ιγʹ “ἐπὶ ταῖσι θύραις” ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον κατὰ μονοποδίαν· τὸ ιδʹ “ἀεὶ καθῆσθαι” ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον ἤτοι πενθημιμερές· τὸ ιεʹ “βουλομένους ἀνακοινοῦσθαι” δακτυλικὸν τρίμετρον ὑπερκατάληκτον ἤτοι ἑφθημιμερές· τὸ ιϛʹ “καὶ ἐς λόγους ἐλθεῖν” ἰαμβικὸν δίμετρον βραχυκατάληκτον· τὸ ιζʹ “πράγματα κἀντιγραφὰς” δακτυλικὸν δίμετρον ὑπερκατάληκτον εἰς συλλαβήν· τὸ ιηʹ “πολλῶν ταλάντων” ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον ἤτοι πενθημιμερές· τὸ ιθʹ “ἄξια σῇ φρενὶ” δακτυλικὸν δίμετρον ἀκατάληκτον· τὸ κʹ “συμβουλευσομένους μετὰ σοῦ” δακτυλικὸν ὅμοιον τῷ ιεʹ ἤτοι ἑφθημιμερές.
λῆμα μὲν πάρεστι τῷδε: ἐπέκθεσις τῆς διπλῆς ἑτέρα ἀμοιβαία ἐκ κώλων κʹ, ὧν τὸ αʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον· τὸ βʹ τροχαϊκὸν τρίμετρον καταληκτικὸν ἀρχιλόχειον καλούμενον· τὸ γʹ δακτυλικὸν πενθημιμερές, ὃ καὶ αὐτὸ ἀρχιλόχειον καλεῖται, ὡς προείρηται· τὸ δʹ ἀναπαιστικὸν ὅμοιον· τὸ εʹ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλικὸν ἀρχιλόχειον διὰ τὸ ἐν ταῖς πομπαῖς τοῦ Ἰθυφάλου τούτῳ τῷ ῥυθμῷ χρήσασθαι τὸν Ἀρχίλοχον· τὸ ϛʹ ἰαμβικὴ βάσις ἤτοι μονόμετρον ἀκατάληκτον· τὸ ζʹ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον· τὸ ηʹ ὅμοιον· τὸ θʹ ἰαμβικὸν πενθημιμερές· τὸ ιʹ ὅμοιον τῷ γʹ· τὸ ιαʹ ὅμοιον τῷ ϛʹ· τὸ ιβʹ τροχαϊκὸν πενθημιμερές· τὸ ιγʹ ἀναπαιστικὴ βάσις· τὸ ιδʹ ὅμοιον τῷ θʹ· τὸ ιεʹ δακτυλικὸν ἑφθημιμερές, ὃ ἀλκμάνειον καλεῖται· τὸ ιϛʹ ὅμοιον τῷ δʹ· κοινὴ γάρ ἐστι συλλαβὴ τὸ “καὶ”· τὸ ιζʹ ὅμοιον τῷ γʹ· τὸ ιηʹ ὅμοιον τῷ θʹ· τὸ ιθʹ, ὃ παρατέλευτον ὀνομάζεται, δακτυλικὴ βάσις· τὸ κʹ “συμβουλευσομένους μετὰ σοῦ” ὅμοιον τῷ ιεʹ. ἐν ἐκθέσει δὲ στίχοι δύο ἀναπαιστικοὶ τετράμετροι καταληκτικοί· ἔθος γάρ ἐστι μετὰ τὰς τοιαύτας περιόδους δίστιχον ἐπιτιθέναι. ἐπὶ τῷ τέλει τῆς μὲν ἐπεκθέσεως δύο συνήθως διπλαῖ ἔξω νενευκυῖαι, τῆς δὲ διστιχίας παράγραφος. καλεῖται δὲ ταῦτα πολυσχημάτιστα διὰ τὸ διάφορα δέχεσθαι μέτρα.
λῆμα φρόνημα καὶ ὁρμή.
ἕτοιμον πρόθυμον.
ὡς φιλόσοφος τὴν λέξιν ἀπὸ τοῦ οὐρανοῦ παρήγαγε διὰ τὸ διδάσκειν τὰ οὐράνια.
μετʼ ἐμοῦ ἤγουν ὥσπερ ἐγώ.
ζηλότατον μακαριστόν.
ἀνακοινοῦσθαί κοινωνεῖν σοι.
τὸ “ἀνακοινοῦσθαι” πρὸς τὸ “πράγματα καὶ ἀντιγραφὰς” σύναπτε. εἰκότως δὲ εἶπε τὸ “σῇ φρενὶ” δεικνὺς ἐντεῦθεν, ὡς ἄλλος μὲν ἄν τις οὐδενὸς ἄξια ταῦτʼ ἐλογίσατο σὺ δὲ πλείστου ἄξια.
κἀντιγραφὰς ἀντικατηγορίας.
ἄξια σῇ φρενὶ τοῦτο παρατέλευτον καλεῖται τὸ κῶλον.
ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ βʹ.
διακίνει γύμναζε.
ἰαμβικοὶ τρίμετροι λβʹ, ὧν τελευταῖος χώρει· τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;
ἄγε δή, κάτειπέ μοι σὺ: κορωνίς, ὅτι εἰσίασιν ἑτέρως οἱ ὑποκριταί. οἱ δὲ στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι λβʹ, ὧν ... θύραν; ἐπὶ τῷ τέλει κορωνίς.
ἐντεῦθεν παρίστησι τὴν ἑαυτοῦ ἄνοιαν. τὸ γὰρ “μηχανὰς” οὐχ ὡς Σωκράτης εἶπεν, οὕτω καὶ αὐτὸς ἐνόησεν, ἀλλʼ εἰς τειχομαχικὰ ὄργανα· διὸ καὶ τὸ “τειχομαχεῖν” εἶπεν. ἐξεπίτηδες δὲ ὁ ποιητὴς ταύτην τὴν λέξιν ἔθηκεν.
διανοεῖ διανοῇ.
πυθέσθαι ἐρωτῆσαι.
τρόπων εἰμί.
ὀφείληταί τι μοι δάνεισμα παρʼ ἐμοῦ ἑτέρῳ δέδοται.
ὀφείλω χρεωστῶ αὐτός τινι.
σχέτλιος ἀργός.
ἤγουν εὐφυῶς ἔχεις πρὸς τὸ λέγειν.
δυνήσει δυνήσῃ.
ἀμέλει ἀφρόντιστος ἔσο.
νυν δή.
ὅπως σκόπει.
ὑφαρπάσει ὑφαρπάσῃς.
αἰνίττεται διὰ τοῦ “ὑφαρπάσῃς” τὴν κυνικὴν φιλοσοφίαν· διὸ καὶ τὸ “κυνηδὸν” ἐπήγαγεν.
μὴ ἵνα.
νυν δή.
κατάθου θοιμάτιον τοῦτο ἐποίουν ἐπὶ τῶν μυουμένων τὰ μυστήρια.
τοῦτο ... μυστήρια. οἰόμενος δὲ καὶ οὗτος μυστήριά τινα καὶ ἀπόρρητα διδάσκειν· ἀπόδυθι, φησί, τὸ ἱμάτιον· γυμνοὶ γὰρ εἰσίασιν οἱ μυούμενοι.
νομίζεται νόμιμόν ἐστι.
φωράσων κλέψων.
ἔθος ἦν τοὺς εἰσιόντας εἰς οἰκίαν τινὸς ἐπὶ τῷ ἐρευνῆσαι γυμνοὺς εἰσιέναι, ἵνα μή τι ὑπὸ τὰ ἱμάτια κρύψαντες λάθωσιν, ἢ ἵνα μὴ ὑπὸ ἔχθρας λάθωσιν ὑποβάλλοντες τὸ ζητούμενον καὶ ζημίας αἴτιοι τούτῳ γένωνται.
ἐμφερὴς ὅμοιος.
διοίσεις διαφορὰν ἕξεις.
ὅτι ἰσχνὸς καὶ ὠχρὸς τὴν ἰδέαν ὁ Χαιρεφῶν ἅτε φιλοσοφίᾳ συζῶν καὶ ἐκ ταύτης συντετηκὼς ἔχων τὸ σῶμα· διὸ καὶ νυκτερὶς ἐκαλεῖτο διὰ τὸ ἰσχνόν.
ἡμιθνὴς οἷος ὁ Χαιρεφῶν.
ἀνύσας τελέσας.
νυν δή.
μελιττοῦταν πώπανον
ὡς ὅτι.
εἴσω καταβαίνων ὑπόγειον γὰρ ἦν τὸ φροντιστήριον.
ὁ Τροφώνιος ἀνὴρ ἦν πάνυ φιλόδοξος. ποιήσας οὖν ἐν Λεβαδίᾳ τῆς Βοιωτίας ὑπόγειον οἴκημα, εἰσελθὼν ἐμαντεύετο καὶ λιμαγχονηθεὶς ἀπέθανεν. ἐγκατοικῆσαν δὲ δαιμόνιόν τι τὰς μαντείας ἐτέλει. εἰσήρχοντο οὖν ἐντὸς οἱ χρησόμενοι ἔχοντες ἐν ταῖν χεροῖν πώπανα ἵνα τοῖς ἐκεῖ ἐμφιλοχωροῦσιν ὄφεσι διδόντες μηδὲν ὑπʼ αὐτῶν δυσχερές τι πάσχωσιν. ὁ δὲ εἰσιὼν ἐκεῖσε τολοιπὸν οὐκέτι ἐγέλα διὰ τὴν τῶν ὄφεων ἔκπληξιν· ὅθεν ἡ παροιμία “ἐς Τροφωνίου μεμάντευται” ἐπὶ τῶν κατηφῶν λεγομένη.
Τροφωνίου τὸ οἴκημα.
τί ... θύραν ἤγουν βραδέως διακείμενος εἰς τὸ εἰσιέναι διʼ αὐτῆς.
τελευταῖος τῶν ἰάμβων.
ἀλλʼ ἴθι χαίρων: τοῦτο κομμάτιον τοῦ χοροῦ ὀνομάζεται. ἔθος γάρ ἐστι πρὸ τῆς παραβάσεως κομμάτιον προλέγειν. καλεῖται δὲ τὸ ὅλον παράβασις· ἔχει δὲ μέρη ϛʹ, ὧν τὸ αʹ λέγεται κομμάτιον, τὸ βʹ παράβασις καὶ μακρὸν ἢ πνῖγος, τὸ γʹ στροφὴ καὶ ᾠδή, τὸ δʹ ἐπίρρημα, τὸ εʹ ἀντῳδὴ καὶ ἀντιστροφή, τὸ ϛʹ ἀντεπίρρημα. ἔστι δὲ τὸ παρὸν κομμάτιον κώλων ηʹ, ὧν τὸ αʹ “ἀλλʼ ἴθι χαίρων τῆς ἀνδρείας” χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον, χορίαμβον ἔχον, δισπόνδειον καὶ συλλαβήν· τὸ δεύτερον “εἵνεκα ταύτης” χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον ἤτοι πενθημιμερές· τὸ γʹ “εὐτυχία γένοιτʼ ἀν” χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου ἑφθημιμερές· τὸ δʹ “θρώπῳ ὅτι προήκων” ὅμοιον τῷ γʹ· τὸ εʹ “ἐς βαθὺ τῆς ἡλικίας” δίμετρον ἀκατάληκτον ἐκ χοριάμβων· τὸ ϛʹ “νεωτέροις τὴν φύσιν αὐτοῦ” ὅμοιον τῷ αʹ ἐκ διιάμβου καὶ χοριάμβου καὶ μιᾶς συλλαβῆς· τὸ ζʹ “πράγμασι χρωτίζεται” ὅμοιον ἐκ χοριάμβου καὶ ἀμφιμάκρου δίμετρον ἀκατάληκτον· τὸ ηʹ “καὶ σοφίαν ἐπασκεῖ” ὅμοιον τῷ γʹ ἐκ χοριάμβου καὶ βακχείου συγκείμενον ἤτοι ἑφθημιμερές.
τὸ κομμάτιον κώλων ηʹ.
ἀλλʼ ἴθι χαίρων: τοῦτο διὰ τὸ εἰσάγεσθαι τὸν χορὸν ἐξιόντων τῶν ὑποκριτῶν ὀνομάζεται κορωνίς, διὰ δὲ τὸ προτίθεσθαι τῆς παραβάσεως ὀνομάζεται κομμάτιον. ἔθος γάρ α ἐστι πρὸ τῆς παραβάσεως κομμάτιον προτάσσειν, ὅπερ ἀεὶ χοριαμβικοῖς κώλοις συντίθεται. τῆς δὲ παραβάσεως μέρη εἰσὶν ἕξ, ὡς καὶ ἐν ταύταις ἐπιγράφεται, κομμάτιον, παράβασις, ὃ καὶ μακρὸν καὶ πνῖγος λέγεται καὶ ἀνάπαιστος, ἐπεὶ πολλάκις ἀναπαίστοις ἐν τούτῳ χρῶνται, στροφὴ καὶ ᾠδή, ἐπίρρημα, ἀντῳδὴ καὶ ἀντιστροφή, καὶ ἀντεπίρρημα. καὶ ταῦτα μέν εἰσι τὰ μέρη αὐτῆς, καλεῖται δὲ τὸ ὅλον παράβασις ἢ διὰ τὸ ἀπὸ ἑτέρας στάσεως προβαίνειν τὸν χορὸν εἰς τὸ μέσον καὶ λέγειν ἀφορῶντα πρὸς τὸν δῆμον, ἢ διὰ τὸ παραβαίνειν τὴν τάξιν τὸν ποιητὴν καὶ εἰσάγειν τὸ ἑαυτοῦ πρόσωπον. εἰσὶ δὲ τῶν μερῶν τούτων τῆς παραβάσεως τὰ μὲν ἁπλᾶ, τὰ δὲ κατὰ σχέσιν. τὸ μὲν γὰρ κομμάτιον καὶ ἡ παράβασις ἁπλᾶ, τὰ δὲ λοιπὰ ἔχει σχέσιν πρὸς ἄλληλα· ἡ γὰρ ᾠδὴ ἔχει τὴν ἀντῳδὴν ὁμοίαν ἑαυτῇ κατά τε τὰ κῶλα καὶ τὰ μέτρα, τὸ δὲ ἐπίρρημα ἔχει ὡσαύτως ὅμοιον ἑαυτῷ τὸ ἀντεπίρρημα. καὶ ταῦτα μὲν οὕτως. ἔστι δὲ τὸ παρὸν κομμάτιον κώλων χοριαμβικῶν ηʹ ἐπιμεμιγμένων διιάμβοις, ἐπιτρίτοις καὶ παλιμβακχείοις, ὧν τὸ αʹ δίμετρον ὑπερκατάληκτον· τὸ βʹ πενθημιμερές· τὸ γʹ ἑφθημιμερές· τὸ δʹ ὅμοιον· τὸ εʹ δίμετρον ἀκατάληκτον· τὸ ϛʹ ὅμοιον τῷ αʹ· τὸ ζʹ καὶ τὸ ηʹ ὅμοια τῷ γʹ ἤτοι ἑφθημιμερῆ. ἐπὶ τῷ τέλει παράγραφος. ἀλλʼ οἶμαι, ὡς οὐδέν ἐστιν ἀπεικὸς καὶ περὶ τῶν τιθεμένων ἐπὶ τούτοις σημείων εἰπεῖν. Ἡφαιστίων γάρ φησιν, ὅτι τῆς παραβάσεως μερῶν ὄντων ἑπτὰ ἐπὶ ἓν ἕκαστον τῶν ἀπολελυμένων τριῶν τίθεται ἡ παράγραφος, τοῦ κομματίου καὶ τῆς παραβάσεως καὶ τοῦ μακροῦ. οὐδὲν ἧττον δὲ α καὶ ἐπὶ τοῦ μέλους καὶ τοῦ ἐπιρρήματος, ἂν μηδὲν ἀνταποδιδῶται· ἐὰν δὲ ἔνι τὰ ἀνακυκλούμενα, τό τε ἀντίστροφον τοῦ μέλους καὶ τὸ ἀντεπίρρημα, ἐπὶ τοῦ ἐπιρρήματος τίθεται ἡ ἔσω νενευκυῖα διπλῆ ὑπὲρ τοῦ δηλῶσαι, ὅτι ἐστὶ τὰ ἀνταποδιδόμενα, ἐπὶ δὲ τοῦ ἀντεπιρρήματος ἡ ἔξω νενευκυῖα· ἐν δὲ τοῖς ἀνταποδιδομένοις πάλιν ἐφʼ ἑκάστης στροφῆς παράγραφος. ἐπὶ δὲ τοῦ τελευταίου κώλου δύο διπλαῖ, ἡ μὲν κατʼ ἀρχάς, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι μέντοι ἔξω νενευκυῖαι διὰ τούτων δηλούντων ἡμῶν, ὅτι ἀνταποδίδοται.
τῆς ἀνδρίας τῆς εὐτολμίας, γενναιότητος.
ἐς βαθὺ εἰς τὸ πλέον μέρος.
νεωτέροις νέῳ προσήκουσι.
χρωτίζεται χρωματίζεται.
δοκεῖ τὸ “χρωτίζεται” ἀντὶ τοῦ χρωματίζειν νοεῖσθαι· κρεῖττον δέ ἐστιν ἀντὶ τοῦ “χρωματίζεται”, οὕτω· νεωτέροις πράγμασι χρωματίζεται. ἐπεὶ δὲ ὁ χρωματισμὸς εἰς πρόσωπον γίνεται, αὐτὸς δὲ κατὰ νοῦν ἐχρωματίζετο, διὰ τοῦτο ἐπήγαγε· “τὴν αὐτοῦ φύσιν”, ἵνʼ ᾖ ὅλον καὶ μέρος, διὰ μὲν τοῦ “χρωματίζεται” νοουμένου τοῦ ὅλου, διὰ δὲ τοῦ “τὴν αὐτοῦ φύσιν” τοῦ μέρους.
παράβασις λέγεται διὰ τὸ τὸν ποιητὴν παραβαίνειν τὴν τάξιν καὶ αὐτοπροσώπους ποιεῖσθαι τοὺς λόγους, ἀλλʼ οὐ διὰ χοροῦ τινος.
ὦ θεώμενοι: αὕτη ἡ παράβασις, ἣ καὶ μακρὸν καὶ πνῖγος καὶ ἀνάπαιστος, ὡς εἴρηται, λέγεται, στίχων ἐστὶ τροχαϊκῶν τετραμέτρων καταληκτικῶν καὶ ἀκαταλήκτων μεʹ, ὧν τελευταῖος ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε. ἐπὶ τῷ τέλει παράγραφος. ὅτι ἐν πᾶσι τούτοις ἴαμβος ἐν τῇ τετάρτῃ εὕρηται χώρᾳ· καὶ καλεῖται τοῦτο τὸ μέτρον εὐπολίδειον.
παράβασις.
παράβασις στίχων μεʹ.
θεώμενοι θεαταί.
θεώμενοι χ.
ἐπισημειοῦται τὴν λέξιν τὸ “θεώμενοι” τὸ χ, ὅτι μετοχῇ ἐχρήσατο ἀντὶ ὀνόματος.
ἐλευθέρως μετὰ παρρησίας, ὡς εἰώθασιν οἱ ἐλεύθεροι διαλέγεσθαι.
τὸν ἐκθρέψαντά με ἐν γὰρ τοῖς Διονυσιακοῖς τὰ κωμικὰ δράματα ἐγίνετο.
ὡς καθά.
ἀναγεῦσαι τῆς κωμῳδίας ἐκείνης.
ἀναγεῦσʼ ἀναγεῦσαι.
ἣ ... πλεῖστον ἤγουν εἰς ἣν πολλὰ ἐμόγησα.
φορτικῶν δυσκόλων καὶ βασκάνων.
οὐκ ἄξιος ὤν τοῦτο παθεῖν.
ταῦτʼ ἤγουν ὅτι ἀναξίως ἥττημαι.
ἐκ τοῦ εἰπεῖν· σοφοῖς, περιποιεῖται αὐτοὺς ἐντεῦθεν καὶ οἰκείους καθίστησιν αὐτῷ.
ταῦτʼ ἤγουν τὴν κωμῳδίαν.
ὣς οὕτως.
δεξιούς κοσμίους καὶ σοφωτάτους.
οἷς οἵτινες τὸ λέγειν πλείστου ἄξιον κρίνουσιν εὐδοκιμοῦντες ἐν τούτῳ.
τὸ “οἷς ἡδὺ καὶ λέγειν” οὕτως εἴποις· ἢ ἐν οἷς καὶ λέγειν ἡδύ ἐστιν ἐμοί, ἤγουν πρὸς οὓς ἀποδέχομαι τοὺς λόγους ποιεῖσθαι ὡς σοφοὺς καὶ δικαίους ὄντας κριτάς· ἢ οἵτινες τὸ λέγειν πλείστου ἄξιον κρίνουσιν εὐδοκιμοῦντες ἐν τούτῳ.
ὁ σώφρων καὶ ὁ καταπύγων εἰς ἓν δρᾶμα ἦσαν ἀμφότεροι τῶν Δαιταλέων ὀνομαζόμενον.
καταπύγων ὁ πόρνος.
ἄριστʼ ἠκουσάτην ἤγουν ἐπῃνέθησαν.
παρθένος ... τεκεῖν οὐ γὰρ ἐδέδοτο ἄδεια τοῖς πρὸ τριάκοντα χρόνων δράματα γράφειν καὶ παρρησιάζεσθαι.
τὸ “ἐξέθηκα” εἴρηται ἐκ μεταφορᾶς τῶν γυναικῶν τῶν λάθρᾳ τικτουσῶν καὶ φοβουμένων γνωσθῆναι καὶ διὰ τοῦτο ἔξω ῥιπτουσῶν τὰ βρέφη, ἵνα ἰδών τις ἀνέλοιτο. ὅτι δὲ τῆς αὐτῆς ἐστι σημασίας τὸ “ἐξέθηκα”, μαρτυρεῖ Εὐριπίδης λέγων· δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος. λέγει οὖν Ἀριστοφάνης, ὡς ἐπειδὴ παρανόμως ταύτην τὴν κωμῳδίαν ἔτεκον, ὥσπερ τι βρέφος ἔξω ἔρριψα. τὸ δὲ “ἀνείλετο λαβοῦσα” ἢ ἐκ παραλλήλου, ὡς τὸ “ἁγνεύσας ἐκάθηρε” καὶ “ἐτύγχανεν ὤν”· ἢ τὸ μὲν “λαβοῦσα” νοοῦμεν λέγεσθαι διὰ τὴν ἐκ τῆς γῆς ὑπὸ τῶν χειρῶν ἄρσιν, τὸ δὲ “ἀνείλετο” διὰ τὴν ἀναδοχὴν καὶ εἰσποίησιν.
ἐξέθηκα ἔρριψα.
παῖς δʼ ἑτέρα τις Κλεωνίδης καὶ Καλλίστρατος· οὐ γὰρ διʼ ἑαυτοῦ ἐδίδαξε τοὺς Δαιταλεῖς τὸ πρῶτον αὐτοῦ δρᾶμα.
ἀνείλετο ἀνεδέξατο.
ἐξεθρέψατε γενναίως ἤγουν ἄριστον καὶ καλὸν ἐκρίνατε.
ἤγουν μεγάλη πίστις ἐστί μοι πρὸς ὑμᾶς καὶ πληροφορία. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν τὰς φιλίας διʼ ὅρκου ποιούντων.
ἡ Χρυσόθεμις ἀπελθοῦσα θῦσαι τῷ πατρὶ καὶ τὸν Ὀρέστου πλόκαμον ἐνταῦθα εὑροῦσα εἶπε τοῦτο τῇ Ἠλέκτρᾳ. ἡ δὲ ἀπελθοῦσα ἐγνώρισεν αὐτὸν ὄντα Ὀρέστου, εἰ καὶ Σοφοκλῆς τοῦτο οὐ λέγει. λέγει οὖν Ἀριστοφάνης, ὅτι, εἰ ἐπαινεθήσεται παρʼ ὑμῶν ἡ νῦν κωμῳδία, γνώσεται, ὅτι ὑμεῖς ἐστὲ οἱ καὶ τὴν πάλαι αὐτῆς ἀδελφὴν ἐπαινέσαντες. Αἰσχύλος δὲ ἐν Χοηφόροις Ἠλέκτραν φησὶν εὑρηκέναι τὸν πλόκαμον.
ʼπιτύχῃ συμβῇ.
οὕτω σοφοῖς καθὼς εἰς τὴν κωμῳδίαν ἐκείνην ὑμεῖς ἐφάνητε.
ὡς ... σκέψασθʼ κατὰ τὴν τῶν ἐν τῷ δράματι προσώπων σκηνὴν καὶ ὑποτύπωσιν.
πάντα ταῦτα ἀπὸ τοῦ “ῥαψαμένη σκύτινον” μέχρι τοῦ “ἰοὺ ἰοὺ βοᾷ” κωμικοί τινες ἐν τοῖς ποιήμασι πεποιήκασιν.
σκύτινον καθειμένον δερμάτινον μόριον μακρόν, καθὼς ἕτεροι κωμικοὶ ποιοῦσιν.
κόρδακα τὸν λεγόμενον ἰδιωτικῶς καρυδᾶν λέγει. τὸ δὲ “εἵλκυσεν” ἀντὶ τοῦ “ἐν τῷ θεάτρῳ εἰσήγαγε” νόει.
κόρδαχʼ ὄρχησιν αἰσχράν.
εἵλκυσεν ἐν θεάτρῳ εἰσήγαγεν.
τρία ἦσαν εἴδη ὀρχήσεως, ὡς καὶ Ἡσύχιος ὁ Ἰλούστριός φησιν· ἐμμέλεια μὲν τραγική, σίκιννις σατυρική, κόρδαξ δὲ κωμική, ἥτις αἰσχρῶς κινεῖ τὴν ὀσφῦν.
σεμνὴν δὲ βουλόμενος δεῖξαι τὴν νῦν κωμῳδίαν ταῦτα διέξεισιν, ἐπεὶ ἐν ἑτέροις δράμασι καὶ αὐτὸς ταῦτα εἰσῆξεν· ἐν Λυσιστρα μὲν γὰρ τοὺς φάλητας εἰσήγαγεν, ἐν τοῖς Σφηξὶ τὸν κόρδακα, τοὺς φαλακροὺς ἐν Εἰρήνῃ, τὸν πρεσβύτην ἐν Ὄρνισι, τὰς δὲ δᾷδας καὶ τὸ “ἰοὺ ἰοὺ” ἐν τῷ τέλει τῶν Νεφελῶν· πλὴν οὐκ ἀκαίρως καὶ ἀσέμνως ταῦτα οὗτος εἰσάγει, ὡς οἱ λοιποί.
πρεσβύτης Εὔπολις τοῦτο πεποίηκεν.
βακτηρίᾳ ῥάβδῳ.
τὸν παρόντʼ τὸν παρατυχόντα.
πονηρὰ σκώμματα ἤγουν τὰς αἰσχίστας φλυαρίας, ἃς ἔλεγον.
εἰσῆξε ἑαυτήν.
ἰοὺ ἰοὺ βοᾷ συνεχῶς.
πιστεύουσʼ θαρροῦσα.
αὑτῇ ... ἔπεσιν τῇ ἐπινοίᾳ τῆς ὑποθέσεως καὶ οἰκονομίᾳ καὶ τῇ χάριτι τῶν ἐπῶν.
τοιοῦτος κάλλιστος καὶ σεμνός.
κομῶ ἐπαίρομαι· χαριέντως δὲ τοῦτο λέγει, ἐπεὶ φαλακρὸς ἦν.
δὶς ... εἰσάγων ὥσπερ ποιοῦσιν ἕτεροι τὰς αὐτὰς κωμῳδίας πολλάκις δραματουργοῦντες.
καινὰς νέας.
ἰδέας ὑποθέσεις κωμῳδιῶν.
σοφίζομαι σοφὸς φαίνομαι· ἢ μηχανῶμαι.
ὃς ἤγουν ἐγώ.
μέγιστον ὄντα ἐν Ἀθηναίοις.
οὗτος ὁ Κλέων μέγιστος ἦν ἐν Ἀθήναις διὰ τὸ Σφακτηρίαν καὶ Πύλον παραστήσασθαι. ἡ περὶ τούτου δὲ ἱστορία προείρηται. τὸ τῶν Ἱππέων δὲ δρᾶμά ἐστιν, ὃ κατʼ αὐτοῦ ἔγραψεν.
ἔπαισʼ ἔτυψα λογῷ.
εἰς τὴν γαστέρα ἢ ὅτι γαστρίμαργος ἦν ἢ διὰ τὸ σφετερίζεσθαι πολλὰ τῶν κοινῶν.
κοὐκ ἐσαῦτις ἐπεπήδησʼ κοὐκέτʼ ἐσαῦθις ἐμπεπήδηκά γʼ ἤγουν δεύτερον ἐκωμῴδησα.
οὗτοι οἱ ἄλλοι κωμικοί.
ὡς ἐπεί.
παρέδωκε αὐτοῖς.
λαβὴν ἀφορμὴν μέμψεως.
κολετρῶσʼ ὅ φασιν ἰδιωτικῶς κλοτζοκοποῦσιν.
τὸ δρᾶμα, ἐν ᾧ τὸν Ὑπέρβολον Εὔπολις ἐκωμῴδει, Μαρικᾶς ἐκαλεῖτο.
παρείλκυσεν εἰς τὸ θέατρον εἰσήγαγεν.
ἐκστρέψας μεταβαλών.
Ἱππέας δρᾶμα οὕτω καλούμενον.
πεποίηχʼ ἐν δράματι.
πεποίηκεν δρᾶμα.
ἐρείδουσιν ἑδραιοῦνται κωμῳδοῦντες.
τὰς εἰκοῦς τὰς ὁμοιότητας, τοὺς τύπους.
ἐγχέλεων δρᾶμα οὕτω καλούμενον.
οὐ δρᾶμα ἦν ὀνομαζόμενον τῶν ἐγχέλεων, ὥς τινές φασιν, ἀλλʼ ἐν τοῖς Ἱππεῦσι τῶν ἐγχέλεων ἐμνήσθη. φησὶ γοῦν, ὅτι, ὥσπερ ἐγὼ διὰ παραβολῶν εἰκάζω τὰ τῆς πόλεως πράγματα, οὕτω καὶ οὗτοι ποιοῦσιν.
γελᾷ ἥδεται.
ἐς τὰς ὥρας ἤγουν ὕστερον.
δέον εἰπεῖν· ἐς τὰς ὥρας τὰς ἑτέρας ἐλεύσεσθε καλῶς, ἐπήνεγκεν, ὅτι φρόνιμοι δοκήσετε εἶναι, ἤγουν εὔνομοι καὶ εὖ φρονοῦντες· διὸ καὶ ἐπισημειοῦται καὶ τὴν λέξιν τῷ χ.
εὖ φρονεῖν χ.
τελευταῖος τῶν τροχαϊκῶν τετραμέτρων.
ᾠδὴ ἤτοι ὕμνος πρὸς τοὺς θεοὺς ἀπὸ τοῦ χοροῦ.
ἡ στροφὴ καὶ ᾠδὴ κώλων ιγʹ.
ἡ στροφὴ καὶ ἡ ᾠδὴ κώλων ἐστὶ δεκατριῶν, ὧν τὸ αʹ “ὑψιμέδοντα μὲν θεῶν” χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ διιάμβου συγκείμενον· τὸ βʹ “Ζῆνα τύραννον ἐς χορὸν” ὅμοιον τῷ αʹ· τὸ γʹ “πρῶτα μέγαν κικλήσκω” δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ βακχείου ἑφθημιμερές· τὸ δʼ “τόν τε μεγασθενῆ τριαίνης ταμίαν” χοριαμβικὸν τρίμετρον ἐκ χοριάμβου, διιάμβου καὶ χοριάμβου συγκείμενον· τὸ εʹ θαλά δίμετρον ἐκ χοριάμβου καὶ διιάμβου ἀκατάληκτον· τὸ Ϟʹ “σσης ἄγριον μοχλευτήν” δίμετρον ἀκατάληκτον ἤτοι ἑφθημιμερές, ἐκ χοριάμβου καὶ βακχείου· τὸ ζʹ “καὶ μεγαλώνυμον ἡμέτερον” δακτυλικὸν ἑφθημιμερὲς … τὸ ηʹ “πατέρʼ αἰθέρα σεμνότατον” ἀναπαιστικὸν τρίμετρον κατὰ μονοποδίαν· τὸ θʹ “βιοθρέμμονα πάντων” ἀναπαιστικὸν πενθημιμερὲς· τὸ ιʹ “τόν θʼ ἱππονώμαν ὃς ὑπερ” δίμετρον ἐκ τρίτου ἐπιτρίτου καὶ χοριάμβου διὰ τὴν ἀδιάφορον· τὸ ιαʹ “λάμπροις ἀκτῖσιν κατέχει” χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ δισπονδείου καὶ χοριάμβου· τὸ ιβʹ “γῆς πέδον μέγας ἐν θεοῖς” ἀντισπαστικόν, τὸ καλούμενον γλυκώνειον, δίμετρον ἀκατάληκτον, ἐκ διτροχαίου καὶ διιάμβου· καλεῖται δὲ οὕτως διὰ τὸ τὸν ἀντίσπαστον μὴ ἔχειν καθαρόν, ἀλλὰ τέταρτον ἐπίτριτον καὶ χώρας ἰαμβικὰς ἤγουν διίαμβον· τὸ ιγʹ “ἐν θνητοῖσί τε δαίμων” ὅμοιον ἀντισπαστικόν, καλούμενον φερεκράτειον, ἤτοι δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δʹ καὶ βακχείου· καλεῖται δὲ οὕτως ἔχειν τὸν ἀντίσπαστον καθαρόν, ἀλλʼ ἐπίτριτον δʹ, τὰς δὲ ἑξῆς χώρας ἰαμβικὰς ἤτοι διίαμβον.
ὑψιμέδοντα μὲν θεῶν: τοῦτο στροφὴ καὶ ᾠδὴ ὀνομάζεται διὰ τὸ στροφήν τινα ποιεῖσθαι τὸν χορὸν ἀπὸ τοῦ πρὸς τοὺς θεατὰς ὁρᾶν καὶ ᾄδειν εἰς ἕτερον ἀφορῶντα μέρος· ἔστι δὲ ὡς ἐπιτοπλεῖστον εἰς θεοὺς ἡ ᾠδή. ἔστι δὲ ἡ παροῦσα στροφὴ κώλων ιβʹ, ὧν τὸ αʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐπιμεμιγμένον διιάμβῳ· τὸ βʹ ὅμοιον· τὸ γʹ δίμετρον καταληκτικόν, ὃ καλεῖται ἑφθημιμερές, ἐπιμεμιγμένον βακχείῳ· τὸ δʹ ὅμοιον τῷ αʹ· τὸ εʹ ὅμοιον· τὸ Ϟʹ τρίμετρον καταληκτικόν· τὸ ζʹ ἀσυνάρτητον τετράμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἀρχιλόχειον προσοδιακὸν ἀναπαιστικόν, ὡς Ἡφαιστίων φησίν— ἔχει δὲ τὸ κυρίως προσοδιακὸν τὸν μὲν αʹ πόδα ἰωνικὸν ἀπὸ μείζονος ἢ παιῶνα δεύτερον, τὸν δὲ βʹ χορίαμβον· τὸ δὲ ἀναπαιστικὸν τὸν πρῶτον δάκτυλον, τὸν δὲ βʹ χορίαμβον, τοὺς δὲ ἑξῆς ἀναπαίστους—· εἰ δὲ βούλει, δακτυλικὸν τετράμετρον· τὸ ηʹ ὅμοιον τετράμετρον ὑπερκατάληκτον· εἰ δὲ βούλει, δακτυλικὸν πεντάμετρον· τὸ θʹ ὅμοιον τῷ αʹ ἐπιμεμιγμένον ἐπιτρίτῳ τρίτῳ· τὸ ιʹ ὅμοιον ἐπιμεμιγμένον δισπονδείῳ· τὸ ιαʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ὃ καλεῖται γλυκώνειον, ὡς Ἡφαιστίων φησίν· ἔχει δὲ τὸν αʹ πόδα ἀντίσπαστον ἢ διτρόχαιον, τὸν δὲ βʹ διίαμβον· τὸ ιβʹ ὅμοιον ἑφθημιμερές, ὃ καλεῖται φερεκράτειον, ὡς αὐτός φησιν· ἔχει δὲ τὸν αʹ πόδα ἀντίσπαστον ἢ ἐπίτριτον δʹ, τὸν δὲ βʹ βακχεῖον· καλεῖται δὲ ταῦτα πολυσχημάτιστα διὰ τὸ διάφορα δέχεσθαι μέτρα, ὧν τελευταῖον “ἐν θνητοῖσί τε δαίμων”. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα δηλοῦσα ἔχειν ἀνταπόδοσιν.
στροφὴ καὶ ᾠδὴ κώλων ιβʹ.
εἰκότως καὶ διὰ τοῦ ὀνομάσαι νῦν τὸν Δία σκώπτει τοὺς φιλοσόφους· ὃν γὰρ αὐτοὶ οὐκ ἐνόμιζον εἶναι θεόν, αἱ νομιζόμεναι ὑπʼ αὐτῶν θεαὶ ἐπικαλοῦνται· ᾠδὴ δέ ἐστιν ἤτοι ὕμνος πρὸς τοὺς θεοὺς ἀπὸ τοῦ χοροῦ.
ὑψιμέδοντα τὸν ἐν ὕψει βασιλεύοντα.
χορὸν τὸν ἡμέτερον.
κικλήσκω καλῶ.
μεγασθενῆ μεγαλοδύναμον.
τριαίνης ταμίαν: ἤγουν φύλακα. τὸν Ποσειδῶνα φησίν, ὃς τούς τε σεισμοὺς καὶ τὰς ἐν θαλάσσῃ τρικυμίας ποιεῖ· τὰς μέν, ὡς κύριος ὢν τῶν ἀνέμων· σείει δὲ τὴν γῆν διὰ τῶν αὐτῶν τούτων ἀνέμων, εἰσιόντων εἰς τοὺς ἀδήλους πόρους αὐτῆς.
ταμίαν ἄρχοντα, φύλακα.
ἡμέτερον πατέρʼ ἐν τούτῳ γὰρ αἱ νεφέλαι συνίστανται.
εἰκότως τῶν θεῶν τούτων ἐμνήσθη, τοῦ μὲν Διὸς ὡς γενάρχου πάντων, τοῦ Ποσειδῶνος, ὅτι τῶν ὑδάτων δεσπόζει, Ἀέρος, ὅτι πατήρ ἐστι τῶν νεφελῶν, Ἡλίου δέ, ἐπεὶ διάπυρος ὢν τὴν ἰκμάδα ἐπισπώμενος ἐργάζεται τὰς νεφέλας.
Αἰθέρα ἀέρα.
βιοθρέμμονα πάντων τὸν βίου καὶ ζωῆς παρεκτικὸν καὶ τροφέα ἁπάντων ζῴων, φυτῶν, καὶ ζωοφύτων.
τόν θʼ ἱππονώμαν τὸν τοὺς ἵππους κινοῦντα ἥλιον. καλοῦνται δὲ Λάμπων τε καὶ Φαέθων.
ἐπίρρημα ἤτοι λόγος ἐπὶ τῇ εὐχῇ πρὸς τοὺς θεατάς.
τὸ ἐπίρρημα στίχων τετραμέτρων καταληκτικῶν καὶ ἀκαταλήκτων κʹ, ὧν τελευταῖος ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.
ἐπίρρημα στίχων κʹ.
ὦ σοφώτατοι θεαταὶ: τοῦτο ἐπίρρημα ὀνομάζεται διὰ τὸ ἐπιρρέπειν αὖθις τὸν χορὸν πρὸς τοὺς θεατὰς καὶ χρηστά τινα συμβουλεύειν αὐτοῖς ἢ σκώπτειν τοὺς πονηρούς. ἔστι δὲ ἐκ στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν κʹ, ὧν τελευταῖος ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει ξυνοίσεται. ἐπὶ τῷ τέλει διπλῆ ἔσω νενευκυῖα δηλοῦσα ἔχειν ἀνταπόδοσιν.
δεῦρο ἐνταῦθα, εἰς ὃ εἴπομεν
προσέχετε προσκολλᾶτε.
ἠδικημέναι ἐξ ὑμῶν.
ἐναντίον ἄντικρυς καὶ φανερῶς.
τὸ μὲν “θεῶν” πρὸς τὸ “πλεῖστα”, τὸ δὲ “δαιμόνων” πρὸς τὸ “μόναις”. οἱ πολλοὶ δὲ ἀγνοοῦντες ἐκ παραλλήλου φασίν.
τηροῦμεν φυλάττομεν.
ἔξοδος ἐκστρατείας ἢ ἄλλου του.
μηδενὶ ξὺν νῷ ἤγουν σὺν μηδεμίᾳ σκέψει.
δῆλον ἐντεῦθεν ποιοῦσαι, ὡς οὐκ ἀποδεχόμεθα ταύτην ὡς ἀλυσιτελῆ τῆς πόλεως.
ἐκ τῶν πρώτων Νεφελῶν εἰσι ταῦτα· τεθνεὼς γὰρ ἦν Κλέων ἐν ταύταις ταῖς Νεφέλαις.
τὸν θεοῖς ἐχθρὸν τὸν Κλέωνα.
βυρσοδέψην τοιοῦτος γὰρ ἐκ προγόνων ἦν.
ᾑρεῖσθε ἐξελέγεσθε.
τὰς ὀφρῦς συνήγομεν ἤγουν σκοτασμὸν ἐποιοῦμεν δῆλον ἅπασι καθιστῶσαι, ὡς δυσχεραίνομεν τῇ περὶ τούτου αἱρέσει.
βροντὴ δʼ ἐρράγη τοῦτο ἐκ Τεύκρου Σοφοκλέους.
τὸ “βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς” ἐκ Τεύκρου ἐστὶ Σοφοκλέους.
ἡ σελήνη δʼ ἐξέλιπε ἤγουν ἔκλειψις τῆς σελήνης τότε ἐγένετο ἐπὶ Στρατοκλέους τῷ Βοηδρομιῶνι μηνὶ τοῦ
ὅτι ἔκλειψις ἐγένετο σελήνης τῷ προτέρῳ ἔτει ἐπὶ Στρατοκλέους τῷ Βοηδρομιῶνι ἤτοι Νοεμβρίῳ μηνί.
τὴν θρυαλλίδʼ ἤγουν τὸ φῶς.
εἰς ... συνξυνελκύσας ἤγουν καὶ ἡλίου ἔκλειψις ἐγένετο κατά τινα τύχην Κλέωνος χειροτονουμένου.
συνελκύσας συναγαγών.
φανεῖν λάμψειν.
εἵλεσθε προυκρίνατε.
Ποσειδῶν πρὸς Ἀθηνᾶν ἐρίσας ὑπὲρ τῆς πόλεως καὶ ἡττηθεὶς δυσβουλίαν ἐνέβαλεν Ἀθηναίοις, ἣν Ἀθηνᾶ πάλιν πρὸς τὸ χρηστὸν μεταβάλλει.
ἐξαμάρτητʼ ἐν ταῖς βουλαῖς.
ὡς πῶς ἢ καθὰ ἢ ὅτι.
ξυνοίσει λυσιτελήσει.
λάρον ἀνόητον.
ἑλόντες καὶ κλοπῆς κρατήσαντες ἐν τοῖς δημοσίοις πράγμασιν.
φιμώσητε πιέσητε καὶ τιμωρήσητε, ὥσπερ ὑμῖν ἔθος ποιεῖν πρὸς τοὺς κακοὺς ἀναφανέντας περὶ τὴν πόλιν.
τʼ ἀρχαῖον ἤγουν τὸ ἐπὶ τῆς αἱρέσεως.
ξυνοίσεται συνδραμεῖται.
τελευταῖος τῶν τετραμέτρων τροχαϊκῶν.
ἀντῳδὴ πάλιν πρὸς τοὺς θεούς.
ἡ ἀντῳδὴ καὶ ἀντιστροφή, τὸ “ἀμφί μοι αὖτε”, ὁμοία ἐστὶ τῇ στροφῇ καὶ ᾠδῇ κατὰ πάντα τὰ κῶλα· ιγʹ γὰρ καὶ αὕτη ἔχει· τὸ μέντοι ιβʹ κῶλον οὐκ ἐκ διτροχαίου τὴν ἀρχὴν ἔχει, ἀλλʼ ἐξ ἐπιτρίτου δʹ ἐστὶ καὶ διιάμβου. ἔστιν οὖν τὸ αʹ “ἀμφί μοι αὖτε Φοῖβʼ ἄναξ” χοριαμβικὸν ὅμοιον τῷ αʹ· τὸ βʹ “Δήλιε κυνθίαν ἔχων” ὅμοιον τῷ βʹ· τὸ γʹ “ὑψικέρατα πέτραν” ὅμοιον τῷ γʹ· τὸ δʹ “ἥ τʼ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις” ὅμοιον τῷ δʹ· τὸ εʹ “οἶκον ἐν ᾧ κόραι σε Λυ” ὅμοιον τῷ εʹ· τὸ Ϟʹ “δῶν μεγάλως σέβουσιν” ὅμοιον τῷ Ϟʹ· τὸ ζʹ “ἥ τʼ ἐπιχώριος ἡμετέρα” ὅμοιον τῷ ζʹ· τὸ ηʹ “θεὸς αἰγίδος ἡνίοχος” ὅμοιον τῷ ηʹ· τὸ θʹ “πολιοῦχος Ἀθάνα” ὅμοιον τῷ θʹ· τὸ ιʹ “παρνασίαν θʼ ὃς κατέχων” ὅμοιον τῷ ιʹ· τὸ ιαʹ “πέτραν σὺν πεύκαις σελαγεῖ” ὅμοιον τῷ ιαʹ· τὸ ιβʹ “βάκχαις δελφίσιν ἐμπρέπων” ὅμοιον τῷ ιβʹ, πλὴν οὐκ ἐκ διτροχαίου τὴν ἀρχὴν ἔχον, ὡς εἴρηται, ἀλλʼ ἐξ ἐπιτρίτου δʹ· τὸ ιγʹ “κωμαστὴς Διόνυσος” ὅμοιον τῷ ιγʹ.
ἡ ἀντῳδὴ καὶ ἀντιστροφὴ κώλων ιγʹ.
ἀμφί μοι αὖτε Φοῖβε: ἡ ἀντῳδὴ αὕτη καὶ ἀντιστροφὴ ὁμοία ἐστὶ τῇ ᾠδῇ καὶ στροφῇ κατά τε τὰ κῶλα καὶ τὰ μέτρα. καὶ αὕτη γὰρ κώλων ἐστὶ ιβʹ ὁμοίων κατὰ πάντα ἐκείνοις, ὧν τελευταῖον “κωμαστὴς Διόνυσος”. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, καὶ ἀμφότεραι ἔξω νενευκυῖαι δηλοῦσαι τέλος σχεῖν τὰ ἀνταποδιδόμενα.
ἀντῳδὴ καὶ ἀντιστροφὴ κώλων ιβʹ.
τῶν διθυραμβοποιῶν καθάπτεται διὰ τοῦ “ἀμφί μοι”. συνεχῶς γὰρ ἐκεῖνοι ταύτῃ χρῶνται τῇ λέξει· διὸ καὶ ἀμφιάνακτας αὐτοὺς ἐκάλουν. ἔστι δὲ Τερπάνδρου ἀμφʼ ἐμοὶ ἄνακτα ἑκατηβόλον.
τὸ “ἔσο” λάμβανε ἔξωθεν ἀπὸ τοῦ “ἀμφί μοι” μέχρι τοῦ “ἥ τʼ ἐπιχώριος ἡμετέρα θεὸς”· πρὸς δὲ τὸ “Διόνυσος” ἔστω» λάμβανε.
διὰ τοῦτο τὸ «αὖτε» εἴρηκε, διότι τῆς προειρημένης καὶ ὁμοίας διανοίας τῇ στροφῇ πάλιν ὁ ποιητὴς ἐξέχεται ἀναστρέφων ἐπὶ τὸ ἐξ ἀρχῆς μέλος, ὅθεν ἐξετράπη.
ἀμφί μοι περὶ ἔσο
αὖτε καὶ ἄνω γὰρ ἐν τῇ ᾠδῇ τοῦτον ἐπεκαλεῖτο.
Δήλιε ἐν Δήλῳ τιμώμενε.
κυνθίαν ὄνομα ὄρους, ἔνθα ἐτιμᾶτο.
ὑψικέρατα τὴν ὑψηλήν.
μάκαιρα ὦ μακαρία Ἄρτεμις.
πάγχρυσον οἶκον: ἤγουν πολυτελέστατον ναόν ἐν Ἐφέσῳ πολυτελέστατος ἦν ναὸς τῇ Ἀρτέμιδι, ὃς εἷς ἦν τῶν ἑπτὰ θεαμάτων τὰ δὲ ἧσαν ταῦτα· Ἀρτέμιδος ἐν Ἐφέσῳ ναός, Μαυσώλου τάφος ἐν Καρίᾳ, κολοσσὸς Ἡλίου εἴδωλον ἐν τῇ Ῥόδῳ, Καπετώλιον ἐν τῇ Ῥώμῃ, ὃ ἦν τόπος, ἐν ᾧ ἐχειροτόνουν τοὺς ἄρχοντας· κάπουα γὰρ ἡ κεφαλὴ παρʼ Ἰταλοῖς, ὅθεν καὶ καπετάνος ἡ κεφαλή· αἱ πυραμίδες τοῦ Ἰωσὴφ ἐν Αἰγύπτῳ, αἱ ἑκατοντάπυλοι Θῆβαι καὶ αὐταὶ ἐν Αἰγύπτῳ, καὶ τὰ τείχη τὰ βαβυλώνια, ἃ ἡ Σεμίραμις ἔκτισεν.
Λυδῶν ἡ Ἔφεσος γὰρ πλησίον Λυδίας ἐστίν.
σέβουσιν τιμῶσιν.
ἥ τʼ ... θεὸς ἐκληρώσατο γὰρ τὰς Ἀθήνας, ὥσπερ Ἥφαιστος Λῆμνον.
αἰγίδος ἡνίοχος ἤγουν ἡ τῆς αἰγίδος τοῦ Διὸς τὰς ἡνίας ἤτοι τὸ κράτος ἔχουσα.
παρνασίαν ἐνταῦθα ἱερὸν ἦν Διονύσου· πλησίον δὲ τοῦ Παρνασοῦ καὶ οἱ Δελφοί.
σὺν πεύκαις σελαγεῖ μετὰ δᾴδων φαίνει.
κωμαστὴς Διόνυσος ἐν ᾧ μετὰ μέθης ᾠδαὶ γίνονται.
ἀντεπίρρημα ἤτοι λόγος πάλιν πρὸς τοὺς θεατάς.
τὸ ἀντεπίρρημα στίχων τροχαϊκῶν τετραμέτρων κʹ, ὧν τελευταῖος κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.
ἡνίχʼ ἡμεῖς δεῦρο: τὸ ἀντεπίρρημα τοῦτο ὅμοιόν ἐστι τῷ ἐπιρρήματι. καὶ τοῦτο γὰρ ἐκ στίχων ἐστὶ τροχαϊκῶν τετραμέτρων καταληκτικῶν κʹ, ὧν τελευταῖος κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
ἀντεπίρρημα στίχων κʹ.
οὐκ ἔστιν ἐνταῦθα τὸ «συντυχοῦσα» ἀντὶ τοῦ «συναντήσασα», ὥς τινες οἴονται συντάσσοντες πρὸς τοῦτο τὸ «ἡμῖν», ἀλλὰ τὸ «συντυχοῦσα» λέγε ἀντὶ τοῦ «κατὰ τύχην φανεῖσα καὶ εὑρεθεῖσα» συντάσσων τὸ «ἡμῖν» πρὸς τὸ «ἐπέστειλεν». «ἐντυγχάνει γὰρ τῷδε ὁ δεῖνα» λέγε α, συντυγχάνει δὲ ἀντὶ τοῦ «κατὰ τύχην συμβαίνει». καὶ Θουκυδίδης· «οὕτω που ξυντυχόν» ἤτοι συμβάν. οἱ δὲ ἄλλως λέγοντες ἁμαρτάνουσιν.
συντυχοῦσʼ συναντήσασα.
ἐπέστειλε προσέταξε.
ἐπέστειλε ἐκέλευσε.
πρῶτα μὲν χαίρειν ἀρχαῖον ἦν ἔθος προτάσσειν ἐν ταῖς ἐπιστολαῖς τὸ χαίρειν.
τοῖς ξυμμάχοις αὐτῶν.
θυμαίνειν ὀργίζεσθαι ὑμῖν.
δραχμήν κεράτια ιηʹ ἤτοι οὐγγίαν.
ἐξιόντας τοῦ οἴκου.
ἑσπέρας ἐπί.
πρίω ἀγόραζε.
πρίω πρίῃ.
παῖ δοῦλε.
σεληναίης τῆς σελήνης.
ἄγειν ὑμᾶς.
ὀρθῶς κατὰ τάξιν.
ταράσσειν, ἀνατρέπειν. καὶ γὰρ ἐν τῇ πρώτῃ ἡμέρᾳ τεταγμένον ἦν τὸν Δία τιμᾶν, ἐν δὲ τῇ δευτέρᾳ τὸν Ποσειδῶ καὶ τοὺς ἄλλους ἐν ταῖς ἄλλαις. οὗτοι δέ, ὅτε ἔδει τῷ Διὶ θυσιάζειν τῷ Ποσειδῶνι ἔθυον· ὅτε δὲ τῷ Ποσειδῶνι, τῷ Διὶ ἢ ἑτέρῳ.
ψευσθῶσι ἀποτύχωσι.
κατὰ λόγον κατὰ τὴν τάξιν.
στρεβλοῦτε καὶ δικάζετε κολάζετε τοὺς κακούργους δέον καθαροὺς εἶναι γνώμην καὶ χεῖρας.
ἀπαστίαν ἀσιτίαν, νηστείαν.
Μέμνων καὶ Σαρπηδών, υἱοὶ ὄντες Διός, ἀποθανόντες ἐν Τροίᾳ οὕτω παρὰ τοῖς θεοῖς ἐτιμήθησαν, τοῦ Διὸς τοῦτο νομοθετήσαντος, ὡς τὴν ἡμέραν ἐκείνην, καθʼ ἣν ἀπέθανον, ἐν πένθει καὶ νηστείᾳ τοὺς θεοὺς διάγειν· καὶ τοῦτο ἐποίουν καθʼ ἕκαστον ἔτος.
γελᾶτʼ χαίρετε καὶ πανηγυρίζετε.
ἱερομνημονεῖν ἑορταστὴς εἶναι.
εἴσεται γνώσεται.
κατὰ σελήνην κατὰ μῆνα.
ὡς καθά.
τελευταῖος τῶν τετραμέτρων τροχαϊκῶν.
διπλῆ καὶ εἴσθεσις στίχων ἰαμβικῶν τριμέτρων ογʹ, ὧν τελευταῖος οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
μὰ τὴν ἀναπνοὴν: ὑποχωρήσαντος τοῦ χοροῦ εἰσίασιν αὖθις οἱ ὑποκριταί. ἔστιν οὖν ἡ παροῦσα εἴσθεσις τῆς διπλῆς ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ογʹ, ὧν τελευταῖος οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
ἀναπνοὴν λέγει τὴν τοῦ ἀέρος ἀνάπνευσιν, ἣν ἀναπνέουσιν οἱ ἄνθρωποι· χάος δὲ τὸν τόπον, ἐν ᾧ ὁ ἀήρ. δυσφορεῖ δὲ Σωκράτης ἐπὶ τῇ τοῦ Στρεψιάδου ἀγροικίᾳ· οὐχ εὑρίσκει γὰρ τοῦτο μεμνημένον τῶν μαθημάτων.
ἄπορον ἀφυῆ.
σκαιὸν ἀπαίδευτον καὶ φαυλόνουν.
σκαλαθυρμάτιʼ μικρὰ καὶ εὐτελῆ παίγνια. καὶ ἐκ τούτου δὲ διαβάλλει Σωκράτην, ὡς εὐτελῆ εἰσιν, ἃ διδάσκει, καὶ οὐδενὸς ἄξια λόγου.
ἄττα τινά.
ἔξει ἔξελθε.
ἀσκάντην σκάμνον.
ἐξενεγκεῖν ἐμαυτόν.
οἱ κόρεις ὑφʼ ὧν πιέζομαι ἐπὶ τούτου καθήμενος.
ἀνύσας σπεύσας.
κατάθου αὐτὸν ἐνταῦθα.
πρόσεχε τὸν νοῦν προσκόλλα οἷς ἂν εἴπω.
ἰδού τοῦτο ποιῶ.
ἐπῶν ποιητικῶν λόγων.
ῥυθμός ἐστιν ὁ ἀπὸ τῆς τοιᾶσδε ἢ τοιᾶσδε συνθέσεως ἀποτελούμενος τῆς φωνῆς κρότος.
ὅτι πατὴρ μέτρου ῥυθμός, καὶ ὅτι ἀρχαία τῶν μέτρων καὶ ῥυθμῶν ἡ διδασκαλία.
ἔστι δὲ ἐνταῦθα γνῶναι, ὡς οὐ μόνον τἄλλα τῶν μαθημάτων οἱ πάλαι ἐδιδάσκοντο, ἀλλὰ καὶ τὰ περὶ μέτρων καὶ ἐπῶν καὶ ῥυθμῶν τοῦ λόγου, εἰ καὶ νῦν ὡς ἄχρηστόν τι καὶ παντελῶς ἀσυντελὲς πρὸς τὸν λόγον οἱ πολλοὶ ἀποσείονται, κακῶς φρονοῦντες. ἐπειδὴ γὰρ καὶ Θεὸς αὐτὸς μέτρῳ καὶ ῥυθμῷ τὸ πᾶν δὴ τοῦτο σοφῶς συνεστήσατο, τὸν αὐτὸν δὴ τρόπον καὶ ποιηταὶ μιμούμενοι μέτρῳ καὶ ῥυθμῷ τὸν αὐτῶν λόγον ἐρύθμισαν. δέον οὖν ἐστι πρὸς τοῖς ἄλλοις καὶ τὰ περὶ μέτρων μανθάνειν ζητεῖν. οὕτω γὰρ ἂν καὶ πολλὰ τῶν τοῖς ποιηταῖς ῥηθέντων διορθοῦν ἔχοι τις τῷ χρόνῳ παραφθαρέντα.
ἀκούσας περὶ μέτρων Στρεψιάδης τὸ δημοτικὸν μέτρον, ᾧ μετροῦσι τὰ σπέρματα, σκαιῶς ὑπείληφεν·διὸ «περὶ μέτρων ἔγωγε» φησίν. καὶ ἐκ τούτου δὲ διαβάλλει Σωκράτην, ὅτι τὰ μὴ οἰκεῖα τῇ τέχνῃ ἐπαγγέλλεται διδάσκειν. οὔτε γὰρ ποιητὴς ἦν οὔτε μουσικός.
ἔναγχος χθές.
ἀλφιταμοιβοῦ σιτοπώλου.
παρεκόπην ἠπατήθην.
ἰστέον, ὅτι ὁ μέδιμνος τεσσαράκοντα καὶ ὀκτὼ χοίνικας ἐχώρει.
ἡγεῖ ἡγῇ.
τὸ τρίμετρον τὸ ἰαμβικόν.
τὸ τετράμετρον τὸ ἡρωϊκόν.
οὐδὲν ἥγημαι.
ἡμιεκτέου ἤγουν τετραχοινίκου. τῶν γὰρ τεσσαρακονταοκτὼ τὸ ἕκτον ἐστὶν ὀκτώ, τὸ δὲ ἥμισυ τῶν ὀκτὼ τέσσαρα.
περιδοῦ νῦν ἐμοί ἤγουν περὶ τούτου, εἰ μὴ οὕτως ἔχει, δὸς πρόστιμον.
περιδοῦ νῦν ἐμοί ἤγουν ὑπὸ δεσμὸν προστίμου γενοῦ.
τὸ «περιδοῦ» οὕτω γίνεται· δίδημι τὸ δεσμεύω· ὁ μέλλων διδήσω ἑτεροκλίτως· ὁ ἀόριστος ἄχρηστος, ὁ βʹ ἔδην, ὁ μέσος ἐδέμην, ἔδεσο, καὶ ἀποβολῇ τοῦ σ ἔδεο καὶ ἔδου, καὶ τὸ προστακτικὸν δοῦ. ὅτι δὲ οὕτω γίνεται, δῆλον· καὶ Ὅμηρος γὰρ λέγει δίδει μόσχοισι λύγοισι καὶ πάλιν δεῦρο νῦν τρίποδα περιδώμεθα.
ἐς κόρακας ἄπιθι.
ταχύ γʼ εἰρωνικόν.
ῥυθμῶν ἤχων.
κομψὸν πιθανὸν καὶ ἡδύν.
ἐπαΐειν αἰσθάνεσθαι.
κατʼ ἐνόπλιον ... δάκτυλον εἴδη ῥυθμῶν ἀμφότερα.
τὸ κατʼ ἐνόπλιον εἶδός ἐστι ῥυθμοῦ, πρὸς ὃ ὠρχοῦντο σείοντες τὰ ὅπλα· ἔστι δὲ ὁ ἐν ἡμιολίῳ. ὁ δὲ ῥυθμὸς κρούματος εἶδος κατὰ δάκτυλον, ᾧ χρῶνται οἱ αὐληταί.
ἐκ τριποδίας ἀναπαιστικόν, ὃς δέχεται πάντας τοὺς δισυλλάβους πόδας· οἱ δὲ ἐνόπλιον τὸν ἀμφίμακρον, ὃς καὶ κρητικὸς καλεῖται ἀπὸ τοῦ εἰς τοὺς Κουρήτας μέλους· τούτῳ γὰρ τῷ μέτρῳ ἐχρῶντο σείοντες τὰ ὅπλα. κατὰ δάκτυλον δὲ ἀριθμητικὸν ἢ γεωμετρικόν· ἡ γὰρ μακρὰ πρὸς τὰς δύο βραχείας ἴσον τι ἔχει.
κατὰ δάκτυλον δὲ ῥυθμός ἐστιν ὁ ἐν ἴσῳ λόγῳ. ὁ δὲ ἐνόπλιος, καὶ προσοδιακὸς λεγόμενος ὑπό τινων, σύγκειται ἐκ σπονδείου καὶ πυρριχίου καὶ τροχαίου καὶ ἰάμβου. συνεμπίπτει δὲ οὗτος ἤτοι τριποδίᾳ ἀναπαιστικῇ ἢ βάσεσι δυσίν, ἀναπαιστικῇ καὶ ἰωνικῇ.
τουτουὶ τοῦ δακτύλου τὴν πόσθην αὐτοῦ ἔδειξεν.
οὑτοσί ἦν.
ἀγρεῖος ἄγροικος.
ὦʼζυρέ ταλαίπωρε.
ἅττʼ ἅτινα.
ἔπαιξε τὸν ἀλεκτρυόνα ὡς τετράπουν καταριθμήσας γελοίου χάριν. Ἀττικοὶ δὲ καὶ τὰς θηλείας οὕτως ἐκάλουν· Πλάτων γὰρ ὁ κωμικὸς οὕτω λέγει· ἐνίοτε πολλαὶ τῶν ἀλεκτρυόνων καὶ ὑπήνεμα τίκτουσιν ᾠὰ πολλάκις.
κατὰ ταυτὸν ὁμοίως.
πῶς δὴ καλῶ κατὰ ταυτόν.
ἀλεκτρυὼν ὁ.
κἀλεκτρυών ἡ.
νὴ τὸν Ποσειδῶ οὕτω λέγω.
νὴ τὸν Ἀέρα μιμεῖται καὶ αὐτὸς τοὺς φιλοσόφους.
ὡς ὥστε.
μόνον μόνου.
διαλφιτώσω ἀλφίτοις περιπάσω.
τὴν κάρδοπον τὴν σκάφην.
κάρδοπον σκάφην.
ἢ πρὸς τὸ «φράσον» στῖξον καὶ τὸ λοιπὸν κατʼ ἐρώτησιν λέγε ἢ τὸ ὅλον ἓν ἔστω.
τοῦτον τὸν Κλεώνυμον ὡς λίαν πένητα νῦν διαβάλλει· προϊὼν δὲ καὶ ὡς θηλυδρίαν κωμῳδήσει, ὅταν εἴπῃ «καρδόπη, Κλεωνύμη».
ἀνεμάττετο ἐζύμου.
ὅπως σκόπει.
Σωστράτην καὶ τοῦτον ὡς θηλυδρίαν κωμῳδεῖ.
ὀρθότερον ἢ ἐγὼ εἶπον.
ἦν ἂν ὅμοιον.
ἅττʼ ἅτινα.
ταῦτά γʼ ὁ Μελησίας καὶ ὁ Ἀμυνίας.
οὐκ ... ἐστιν ἤγουν οὐκ ἄρρενα ταῦτα ὑμεῖς ἡγεῖσθε.
Ἀμυνίᾳ τῷ.
ὅπως ἂν πῶς καλέσω.
τὸν ... καλεῖς διαβάλλει τοῦτον ὡς ἀπόλεμον καὶ δειλόν.
κατακλινεὶς δευρί καταθεὶς σεαυτὸν ἐνταῦθα εἰς τὸν ἐξ ἀρνακίδων ἐστρωμένον κράββατον.
τοῦτο διὰ μέσου εἴρηται· πρὸς δὲ τὴν «κατακλινεὶς» μετοχὴν τὸ «ἐκφρόντισον» σύναψον.
τὸ «κατακλιθείς» μὲν κοινόν φασι, τὸ δὲ «κατακλινείς» ἀττικόν· ἐμοὶ δὲ δοκεῖ δευτέρου εἶναι ἀορίστου διὰ τὸ μέτρον
ἐκφρόντισόν σκόπησον.
τῶν ... πραγμάτων ὧν χρῄζεις· λέγω δὴ τὸ εὑρεῖν μηχανήν, ὅπως ἀποστερήσῃς τὰ χρήματα.
μὴ δῆθʼ ἱκετεύω κατακλιθήσομαι.
μʼ ἔασον τοῦτο διὰ μέσου. τὸ δὲ «ἀλλʼ εἴ γε χρή» πρὸς τὸ «ἐκφροντίσαι» σύναπτε
τὸ «ἀλλʼ εἴ γε με χρή» πρὸς τὸ «ἐκφροντίσαι» σύναπτε, τὸ δὲ «χάμαι μʼ ἔασον» διὰ μέσου.
χαμαί κατὰ γῆς.
αὖτʼ τὰ ἐμά.
ἐνταῦθʼ ἤγουν εἰς τὸν κράββατον.
ἐκφροντίσαι σκέψασθαι.
οὐκ ... ἄλλα ἐκτὸς τοῦ ἐν τῷ κραββάτῳ σε σκέψασθαι.
τελευταῖος τῶν τριμέτρων ἰάμβων.
κόρεσι ὧν πλήρης ὁ κράββατος.
φρόντιζε δὴ: ἐντεῦθεν ἄρχεται ἡ περίοδος τῆς διπλῆς κώλων οὖσα χοριαμβικῶν κʹ, ὧν αʹ «φρόντιζε δὴ καὶ διάθρει» χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τρίτου καὶ χοριάμβου· τὸ δεύτερον «πάντα τρόπον τε σαυτὸν» ὅμοιον καταληκτικὸν ἑφθημιμερὲς ἐκ χοριάμβου καὶ βακχείου· τὸ γʹ «στρόβει πυκνώσας» ὅμοιον μονόμετρον ὑπερκατάληκτον πενθημιμερὲς ἐκ διιάμβου καὶ συλλαβῆς· τὸ δʹ «ταχὺς δʼ ὅταν εἰς ἄπορον πέσῃς» χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ διιάμβου, χοριάμβου καὶ ἰάμβου· τὸ εʹ «ἐς ἄλλο πήδα νόημα φρενός» ὅμοιον ἐκ διιάμβου, διτροχαίου καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον· τὸ Ϟʹ «ὕπνος δʼ ἀπέστω γλυκύθυμος ὀμμάτων» τρίμετρος ὅμοιος ἀκατάληκτος ἐκ διιάμβου, χοριάμβου καὶ διιάμβου· τὸ ζʹ «ἰατταταὶ ἰατταταί» δίμετρον ἀκατάληκτον ἐκ δύο διιάμβων· τὸ ηʹ «τί πάσχεις τί κάμνεις» δίμετρον βραχυκατάληκτον ἀντισπαστικὸν ἐξ ἀντισπάστου ἑφθημιμερές· τὸ θʹ «ἀπόλλυμαι δείλαιος ἐκ τοῦ σκίμποδος» τρίμετρος ἀκατάληκτος ἴαμβος· τὸ ιʹ «δάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι» ὅμοιος· τὸ ιαʹ «καὶ τὰς πλευρὰς δαρδάπτουσιν» ἰαμβικὸν δίμετρον ἐκ δύο δισπονδείων· τὸ ιβʹ «καὶ τὴν ψυχὴν ἐκπίνουσιν» ὅμοιον· τὸ ιγʹ «καὶ τοὺς ὄρχεις ἐξέλκουσιν» ὅμοιον· τὸ ιδʹ «καὶ τὸν πρωκτὸν διορύττου» δίμετρον ἀκατάληκτον ἐκ δισπονδείου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος, καὶ ἔστιν ἰωνικόν· τὸ ιεʹ «σιν καί μʼ ἀπολοῦσιν» δίμετρον βραχυκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ τροχαίου, ἰωνικόν· τὸ ιϞʹ «μὴ νῦν βαρέως ἄλγει λίαν» ἰωνικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, ἐπιτρίτου δʹ καὶ συλλαβῆς· τὸ ιζʹ «καὶ πῶς ὅτε φροῦδα τὰ χρήματα φρούδη χροιά» ἰωνικὸς τετράμετρος ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου, ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ σπονδείου· τὸ ιηʹ «φρούδη ψυχὴ φρούδη δʼ ἐμβάς» δίμετρον ἐκ δύο δισπονδείων· τὸ ιθʹ «καὶ πρὸς τούτοις ἔτι τοῖσιν κακοῖς» τρίμετρος ἐκ δισπονδείου, ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ ἰάμβου· τὸ κʹ «φρουρᾶς ᾄδων ὀλίγου φροῦδος γεγένημαι» τρίμετρος ὑπερκατάληκτος ἐκ δισπονδείου, ἰωνικοῦ ἀπʼ ἐλάττονος, χοριάμβου καὶ συλλαβῆς.
φρόντιζε δὴ καὶ διάθρει: ἔκθεσις τῆς διπλῆς ἀμοιβαία ἐκ κώλων καὶ στίχων κβʹ, ὧν τὸ αʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ βʹ ὅμοιον καταληκτικὸν ἤγουν ἑφθημιμερές· τὸ γʹ πενθημιμερές, εἰ δὲ βούλει ἰαμβικά· τὸ δʹ τρίμετρον βραχυκατάληκτον· τὸ εʹ ὅμοιον· τὸ Ϟʹ τρίμετρον ἀκατάληκτον· τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ηʹ δίμετρον βραχυκατάληκτον ἀντισπαστικόν· τὸ θʹ καὶ ιʹ ἴαμβοι τρίμετροι· τὰ δὲ ἑξῆς πάντα ἀναπαιστικά· τὸ ιαʹ, τὸ ιβʹ, τὸ ιγʹ, τὸ ιδʹ ἀναπαιστικὰ δίμετρα καταληκτικὰ εἰς δισύλλαβον· τὸ ιεʹ μονόμετρον καταληκτικὸν εἰς δισύλλαβον· τὸ ιϞʹ ὅμοιον τῷ ιαʹ· τὸ ιζʹ ἀναπαιστικὴ βάσις· τὸ ιηʹ, τὸ ιθʹ, τὸ κʹ ὅμοιον τῷ ιαʹ· τὸ καʹ ἀναπαιστικὴ βάσις, ὃ παρατέλευτον ὀνομάζεται· τὸ κβʹ «ὀλίγου φροῦδος γεγένημαι» ἑφθημιμερές, ὃ καλεῖται, ὡς εἴρηται, παροιμιακόν. ἔστι δὲ καὶ ταῦτα πολυσχημάτιστα διὰ τὸ διάφορα, ὡς εἴρηται, δέχεσθαι μέτρα. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ὡς πολλάκις εἴρηται. ἰστέον, ὅτι τὰς ἐκθέσεις τῶν διπλῶν οὐκ ἀεὶ διὰ τοῦ αὐτοῦ μέτρου ἐκφέρουσιν, ἀλλὰ καὶ διʼ ἑτέρου· ἔστι δʼ ὅτε καὶ διὰ διαφόρων, ὡς κἀνταῦθα.
διάθρει σκόπει.
στρόβει ταῖς φροντίσι κίνει.
πυκνώσας ἤγουν συναγαγὼν πάντα τὸν νοῦν σου.
τοῦ σκίμποδος τοῦ κραββάτου.
ἐξέρποντες ἐξερχόμενοι τοῦ κραββάτου.
δέον «οἱ κόρεις» εἰπεῖν, «Κορίνθιοι» εἶπεν, ἐπειδὴ οἱ Ἀθηναῖοι καὶ οἱ Κορίνθιοι κατʼ ἐκεῖνο καιροῦ πόλεμον εἶχον καὶ οἱ Κορίνθιοι τὰ τῆς Ἀττικῆς ἐδῄουν.
δαρδάπτουσι κατεσθίουσι.
τὴν ψυχὴν τὸ αἷμα.
ἰστέον, ὅτι τρεῖς ψυχάς φασι· τὴν αὐξητικήν, ἥτις ἐστὶ τῶν φυτῶν καὶ τῶν ζῴων· τὸ αἷμα, ἥτις ἐστὶ μόνων τῶν ζῴων· καὶ τὴν λογικὴν ψυχήν, ἥτις ἐστὶ μόνων τῶν λογικῶν ζῴων τῶν ἐν σώματι.
καὶ πῶς οὐ βαρέως ἀλγοίην ἄν.
φροῦδα τὰ χρήματα διὰ τὸν υἱόν.
φρούδη χροιά διὰ τὸ μεθʼ ὑμῶν γενέσθαι· ὠχροὶ γάρ ἐστε.
ψυχή τὸ αἷμα.
οὐκ εἴρηκεν ὄπισθεν, ὅτι τὰς ἐμβάδας ὑπελύσατο, ὅτε εἰσῄει εἰς τὸ ὑπὸ γῆν ἐκεῖνο φροντιστήριον, ἀλλὰ μόνον, ὅτι τὸ ἱμάτιον ἐξεδύσατο· καὶ οὐδὲν θαυμαστόν, ὃ ἐκεῖ μὲν παρῆκε, νῦν λέγειν, τὰς ἐμβάδας, ὃ δὲ ἐκεῖ εἶπε, τὸ ἱμάτιον, νῦν οὐ λέγειν.
ἐμβάς τὰ ὑποδήματα.
παροιμία τὸ «φρουρᾶς ᾄδειν» ἐπὶ τῶν ἀγρυπνούντων καὶ φροντιζόντων πάνυ λεγομένη. οἱ γὰρ ἐπιτραπέντες ἐν νυκτί τινα φυλακὴν ᾄδουσιν, ἵνα μὴ ὑπὸ τοῦ ὕπνου μαλακισθέντες ἐκλίπωσιν, ὃ φυλάσσουσιν. εἰκότως δʼ ἐνταῦθα ἡ παροιμία ἐλήφθη. καὶ γὰρ αὐτὸς ἐν τῇ κλίνῃ κείμενος οὐκ ἐκοιμᾶτο, ἀλλʼ ἐφρόντιζεν.
φρουρᾶς ἕνεκα.
ὀλίγου δέον.
ἐπεισόδιον καὶ εἴσθεσις ἑτέρας διπλῆς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων παʹ, ὧν τελευταῖος ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον εἰσελθὼν χρόνον.
οὗτος τί ποιεῖς: κορωνίς, ὅτι ἑτέρως εἰσίασιν οἱ ὑποκριταί. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι παʹ ... χρόνον. ἐπὶ τῷ τέλει κορωνίς.
περιλειφθήσεται ἐναπομενεῖ.
ἀπολεῖ ἀπολῇ.
ἀπόλωλʼ ὑπὸ τῶν κόρεων.
μαλθακιστέʼ καταρᾳθυμητέα
οὐ μαλθακιστέʼ ἤγουν πρὸς τὰ δήγματα τῶν κόρεων.
περικαλυπτέα ἄξιόν ἐστι περικαλυφθῆναι τοῖς στρώμασιν.
εὑρητέος ἄξιός ἐστιν ἐφευρίσκεσθαι καὶ μηχανᾶσθαι.
κἀπαιόλημʼ ἀπάτη καὶ πανουργία.
ἐπιβάλοι ἐμοί.
ἀρνακίς ἐστι τὸ τοῦ ἀρνὸς κῴδιον. παίζει δὲ ἐνταῦθα, γνώμην ἐξ ἀρνακίδων εἰπὼν ἀποστερητίδα, ἤγουν γνώμην ἐξαρνήσεως καὶ ἀποστερήσεως. ὤφειλε δὲ εἰπεῖν· τίς ἄν μοι ἐπιβάλοι καὶ ἐπιθήσει σκέπασμα ἐξ ἀρνακίδων, ὡς ἂν γνώμην εὕροιμι ἀποστερητικήν; ὁ δὲ παίξας οὕτως ἐξήνεγκεν.
νυν δή.
ἀθρήσω ἴδω, σκοπήσω.
ἔχεις τι φρόντισμα.
οὕτως εἰώθασι λέγειν πρὸς ἀλλήλους ἁλιεῖς τε καὶ θηραταί· ἔχεις τι;
τὸ πέος τὸ αἰδοῖον· παίζει δέ. β.
περὶ τοῦ φροντίσω.
μοι ... Σώκρατες παρίστησιν ἐντεῦθεν τὴν ἄκραν αὐτοῦ λήθην.
ἀποδῶ αὐτούς.
μηδενί τῶν δανειστῶν.
νυν δή.
σχάσας χαλάσας, ἀφείς.
περιφρόνει περισκόπει.
τὰ πράγματα ἃ βούλει.
ὁ γὰρ σκεπτόμενος οὕτω διαιρεῖ τὴν βουλήν· οἷον, εἰ τόδε ποιήσω, τόδε ἀπαντήσει· καὶ εἰ τόδε, τόδε.
ἀτρέμα ἡσύχως.
ἰστέον, ὅτι οἱ Ἀττικοὶ πάντα τὰ ἑνικά τε καὶ πληθυντικὰ τρίτα πρόσωπα τῶν ῥημάτων καὶ τὰς τῶν ὀνομάτων δοτικὰς τῶν πληθυντικῶν συμφώνου τε καὶ φωνήεντος ἐπιφερομένου μετὰ τοῦ ν γράφουσιν, ὡς ἔστι σαφῶς συμβαλεῖν ταῖς τοῖς πάλαι τῶν ἀνθρώπων πεπονημέναις ἐντυγχάνοντα βίβλοις, οἱ δὲ Ἴωνες δίχα τοῦ ν. τούτοις οὖν καὶ ἀμφοτέροις οἱ ποιηταὶ παρακολουθοῦντες, καὶ δὴ καὶ τῇ ἀνάγκῃ τοῦ μέτρου ἑπόμενοι, πολλάκις μὲν συμφώνου ἐπιφερομένου μετὰ τοῦ ν ἐκφέρουσι, πολλάκις δὲ δίχα τοῦ ν· φωνήεντος δὲ ἐπιφερομένου μετὰ τοῦ ν, ἔστι δʼ ὅτε καὶ δίχα τοῦ ν, τῇ ἰωνικῇ ἑπόμενοι συνηθείᾳ. τοιοῦτον δή τι τῇ τοῦ μέτρου ἀνάγκῃ καὶ ἐν τοῖς εἰς ν καὶ εἰς ϛ λήγουσιν ἐπιρρήμασι ποιεῖν εἰώθασιν, οἷον τῷ «πρόσθεν», «νέρθεν», «ὑπένερθεν»· τῷ «οὕτως», «αὖθις», «πολλάκις», «εὐθύς», «ταχύς», «ἀτρέμας», καὶ τοῖς ὁμοίοις. τοῦτο δὲ οὕτως ἔχον εὑρήσεις ἀκριβῶς σκοπῶν.
ἀφεὶς τοῦτο.
ἄπελθε ἐπʼ ἄλλο.
ζυγώθρησον σκόπησον· ἀπὸ μεταφορᾶς τοῦ ζυγοῦ.
τὸ τί ἐφεῦρες.
πριάμενος μισθώσας.
τοὺς Θετταλοὺς πάνυ δεινοὺς φαρμακουργοὺς λέγουσι. φασὶ γὰρ περὶ τῆς Μηδείας, ὡς, ἡνίκα ἐκ Κόλχων ἔφευγε μετὰ τοῦ Ἰάσωνος, ἐν Θετταλίᾳ τὸ αὐτῆς βαλάντιον μεστὸν ὂν φαρμάκων λάθρᾳ πεσὸν ἀπώλεσε· καὶ διὰ τοῦτο φαρμακουργός ἐστι Θετταλία.
καθέλοιμι καταβιβάσαιμι διʼ αὐτῆς.
καθείρξαιμʼ κλείσαιμι.
ἐς λοφεῖον εἰς ἀγγεῖον.
τελουμένης γὰρ αὐτῆς δίδονται. εἰ δὲ οὐκ ἂν ἀνατέλλοι, πῶς ἂν οἱ δανεισταὶ γνόντες τὸν μῆνα τελούμενον ἀπαιτήσαιεν τοὺς τόκους; ὥστε εἰ μηκέτι ἀνατέλλοι σελήνη, οὐδʼ αὐτὸς ἀποδοίην τοὺς τόκους.
ὁτιὴ τί δή παράλληλα. καὶ Ὅμηρος· τιὴ τί δὴ λείπεσθε, φέριστοι;
κατὰ μῆνα κτλ. ἐπειδὴ κατὰ μῆνα οἱ τόκοι δίδονται, ὥσπερ πάλιν ἐξ ἀρχῆς τοῦτο δανείζεται.
προβαλῶ τι δεξιόν προθήσω, εἰς ὃ δεῖ σε μηχανὴν εὑρεῖν.
δίκη ἔγκλησις.
ἰστέον, ὅτι ἐν τοῖς δικασταῖς οἱ δανεισταὶ ἐρχόμενοι ἔλεγον, ὡς ὁ δεῖνα αὐτοῖς ὀφείλει. εἶτα ὁ τοῦ δικαστηρίου γραμματεὺς ἔγραφε τοῦτο· καὶ μετὰ ταῦτα ὁ ὀφείλων καλούμενος ἀπῃτεῖτο τὸ δάνειον.
ὅπως πῶς.
ὅπως πῶς.
ὅπως πῶς.
εἷλε στρέφε.
ἀποχάλα ἀφίει.
λινόδετον ἐν λίνῳ δεδεμένην.
μηλολόνθην χρυσοκάνθαρον.
τοῦ ποδός ἐπί.
ζωΰφιόν τι ἐστὶν ἡ μηλολόνθη χρυσίζον κανθάρῳ ὅμοιον, ὃ δεσμοῦντες λίνῳ οἱ παῖδες εἰς ἀέρα ἐκπεταννύουσιν. λέγεται δὲ οὕτως ἀπὸ τοῦ τὴν ὄνθον κατασκευάζειν εἰς σχῆμα μήλου.
τῆς δίκης τῆς πεντεταλάντου, ἥν μοι προύβαλες.
ὁμολογεῖν συμφωνεῖν.
ἤδη ποτέ.
τοῖσι φαρμακοπώλαις τοῖς μυρεψοῖς.
ἐντεῦθέν ἐστι δῆλον, ὡς οἱ μυρεψοὶ κατεσκεύαζον τὰ φάρμακα, οἷς ἰατροὶ χρῶνται πρὸς θεραπείαν ἀνθρώπων· ἐξ ὧν οὗτοι ταῦτα ὠνοῦνται.
ὕαλον τὸ λεγόμενον ἰδιωτικῶς κρύον.
ὕαλον χ.
ὅτι ἡ ὕελος θηλυκῶς, καὶ ἡ ὕαλος διὰ τοῦ α· διὸ τὸ χ. Ὅμηρος δὲ οὐκ οἶδε τοὔνομα τοῦτο, ἀλλὰ ἤλεκτρος μέν ἐστι παρʼ αὐτῷ καὶ τοῖς ἀρχαίοις, ὕαλος δὲ οὔ.
ὅτι ἐν ἀκμῇ θέρους ἐν καιρῷ μεσημβρίας τιθέασι τὴν λίθον ταύτην ἐν ἡλίῳ, καὶ ἐκπυρωθείσης τῷ σφοδρῷ τῆς ἡλιακῆς ἀκτῖνος προσαγαγόντες τὴν κοινῶς λεγομένην ἴσκαν παραδόξως ἐκ ταύτης πῦρ ἅπτουσιν.
τί δῆτʼ ἄν ἐκ ταύτης ἐργάσαιο.
ἐκτήξαιμι καύσαιμι δίκην κηροῦ.
σοφῶς εὗρες τοῦτο.
οὐχ ἁπλῶς ὀμνύουσι νῦν τὰς Χάριτας· ὀπίσω γὰρ τῆς Ἀθηνᾶς ἦσαν γεγλυμμέναι ἐν τῷ τοίχῳ, ἃς ἐλέγετο ὁ Σωκράτης γλύψαι. τὸ γὰρ πρῶτον λιθογλύφος ἦν οὗτος. αἰνίττεται οὖν τὴν πρώτην τέχνην αὐτοῦ.
τὸ «οἴμοι» καὶ «ὤμοι» ποτὲ μὲν ἐπʼ εὐφροσύνης κείμενον εὕρηται ποτὲ δὲ ἐπὶ λύπης. καὶ ἐπʼ εὐφροσύνης μέν, ὡς κἀνταῦθα «οἴμʼ ὡς ἥδομαι» καὶ «ὤμοι σοφίας, ἧς ἐμνήσθης». ἐπὶ δὲ λύπης ὡς τὸ «οἴμοι τάλας» καὶ «οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος» καὶ «ὤμοι μανίας τῆς σῆς πόλεώς τε».
διαγέγραπται ἀπήλειπται, ἠφάνισται.
ἀποτρέψῃς ἀποδιώξῃς.
ἀντιδικῶν ἀντεγκαλῶν, ἀντιλέγων.
ὀφλήσειν δοῦναι ταύτην.
μαρτύρων οἵ σοι συμμαρτυρήσουσι καὶ μάτην ἐγκαλεῖσθαι ἀποδείξουσιν.
εἰ πρόσθεν οὕτως ἀποτρεψαίμην.
καλεῖσθʼ εἰσάγεσθαι εἰς τὸ μέσον καὶ ἐξετάζεσθαι.
ἀπαγξαίμην πνιγείην.
εἰσάξει εἰς τὸ δικαστήριον.
ὑθλεῖς φλυαρεῖς.
ἄπερρʼ ἄπελθε.
ἐπιλήθει ἐπιλήθῃ.
ἐδιδάχθης ἐδιδάσκου.
ἀποφθερεῖ ἀποφθερῇ.
ἀπὸ γὰρ ὀλοῦμαι ὑπὸ τῶν δανειστῶν.
γλωττοστροφεῖν στρέφειν τὴν γλῶτταν, διʼ ἧς ἂν τοὺς δανειστὰς ἀποκρούσωμαι.
τί ἐγὼ πάθω ἐνταῦθα τὸ «ἀλλά».
ἐπιτρέπεις ἐνδίδως.
εὐσωματεῖ γὰρ ναὶ ἄκων ἐπιτρέπω.
εὐπτέρων εὐγενῶν.
Κοισύρας ἐκ ταύτης γὰρ ἡ τούτου γυνὴ κατήγετο.
μέτειμί μετέλθω, μεταχειρήσομαι εἰ πως δυνηθῶ πεῖσαι.
τελευταῖος τῶν ἰάμβων.
ἆρά γʼ αἰσθάνει: κομμάτιον καὶ εἴσθεσις διπλῆς κώλων θʹ, ὧν πρῶτον «ἆρά γʼ αἰσθάνει πλεῖστα» ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐκ διτροχαίου καὶ παλιμβακχείου, καὶ ἔστιν ἑφθημιμερὲς φερεκράτειον· τὸ βʹ «διʼ ἡμᾶς ἀγάθʼ αὐτίχʼ ἕξων» δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου, διϊάμβου καὶ συλλαβῆς· τὸ γʹ «μόνας θεῶν ὡς ἕτοιμος ὅδʼ ἐστὶν» τρίμετρος καταληκτικὸς χοριαμβικὸς ἐκ διϊάμβου, διτροχαίου καὶ βακχείου· τὸ δʼ «ἅπαντα δρᾶν ὅσʼ ἂν κελεύῃς» δίμετρον ὑπερκατάληκτον ἐκ διϊάμβων δύο καὶ μιᾶς συλλαβῆς. τὸ εʹ «σὺ δʼ ἀνδρὸς ἐκπεπληγμένου» δίμετρον ἀκατάληκτον ἐκ διιάμβων δύο· τὸ Ϟʹ «καὶ φανερῶς ἐπηρμένου» χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ διιάμβου· τὸ ζʹ «γνοὺς ἀπολάψεις ὅ τι» χοριαμβικὸν δίμετρον καταληκτικὸν ἤγουν ἑφθημιμερὲς ἐκ χοριάμβου καὶ δακτύλου· τὸ ηʹ «πλεῖστον δύνασαι ταχέως» δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου· τὸ θʹ «φιλεῖ γάρ πως τὰ τοιαῦθʼ ἑτέρως τρέπεσθαι» τρίμετρος ὑπερκατάληκτος ἀντισπαστικὸς ἐξ ἐπιτρίτου αʹ, ἀντισπάστου, διιάμβου καὶ συλλαβῆς.
ἆρά γʼ αἰσθάνει πλεῖστα: κορωνὶς καὶ εἴσθεσις χοροῦ μεσῳδικὴ κώλων διαφόρων ιʹ ἐπιμεμιγμένων διιάμβοις, διτροχαίοις, ἀντισπάστοις, ἀμφιβράχεσι καὶ βακχείοις, ὧν τὸ αʹ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ὃ καλεῖται φερεκράτειον· τὸ βʹ ὅμοιον· τὸ γʹ δίμετρον βραχυκατάληκτον· τὸ δʹ ὅμοιον τῷ αʹ· τὸ εʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον· τὸ Ϟʹ ἰαμβικὸν δίμετρον ὅμοιον ἀκατάληκτον· τὸ ζʹ χοριαμβικὸν δίμετρον· τὸ ηʹ ὅμοιον τρίμετρον ἀκατάληκτον· τὸ θʹ ὅμοιον τῷ Ϟʹ· τὸ ιʹ «αὖθʼ ἑτέρως τρέπεσθαι» χοριαμβικὸν δίμετρον καταληκτικόν. ἐπὶ τῷ τέλει κορωνίς.
στροφὴ κώλων ιʹ.
αἰσθάνει αἰσθάνῃ.
ἐκπεπληγμένου ἐξεστηκότος καὶ ἄγαν προθυμουμένου.
ἐπηρμένου μετεώρου καὶ ἑτοίμου πᾶν ποιήσειν, ὃ ἂν κελεύσῃς.
οἱ λέγοντες τὸ «γνοὺς» ἀντὶ τοῦ «αἴσθησιν λαβών», ἵνα τὴν γενικὴν συντάξωσιν, ληροῦσιν. ἔστι δὲ αὕτη ἡ γενικὴ πρὸς τὸ «ἀπολάψεις», οὕτω· σὺ δὲ ἀπολάψεις καὶ ἀποκέρδισον ταχέως, ὅ τι πλεῖστον δύνασαι, ἀνδρὸς ἐκπεπληγμένου καὶ φανερῶς ἐπηρμένου. εἶτα ὕστερον ἐπαγάγῃς τὸ «γνοὺς», ἀντὶ τοῦ «οὕτως ἔχοντα αὐτὸν νοήσας». ἔστι δὲ τὸ «ἀπολάψεις» ἐνταῦθα ἀντὶ προστακτικοῦ· δείκνυται γὰρ ἐκ τῆς κατασκευῆς, ὅτι τοῦτο αἱ Νεφέλαι αὐτῷ ἐπιτάττουσιν.
ἀπολάψεις ἀποκέρδισον, κατάφαγε δίκην κυνός.
γνωμικόν.
τὰ τοιαῦθʼ ἤγουν τὰ μετὰ μεγίστης ἐπιθυμίας πράγματα.
οἱ γὰρ ἐξ ἐπιθυμίας ἀλόγου τισὶ συμβαλόντες εὐμετάβλητοί εἰσιν.
εἴσθεσις διπλῆς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων οζʹ, ὧν τελευταῖος πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.
οὔτοι μὰ τὴν Ὁμίχλην: κορωνὶς ἑτέρα ὁμοία, οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οεʹ, ὧν τελευταῖος πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται. ἐπὶ τῷ τέλει κορωνίς, καὶ ἑξῆς τὸ «χοροῦ»· ὤφειλε γὰρ κἀνταῦθα θεῖναι χορόν, ἄχρις ἂν οἱ λόγοι ἐξέλθωσιν.
μὰ τὴν Ὀμίχλην μιμεῖται καὶ οὗτος τοὺς φιλοσόφους.
κίονας ἐν κίοσι γὰρ ὁ οἶκος αὐτοῦ ἵδρυτο. δείκνυσι δέ, ὅτι μόνοι οἱ οἶκοι ὑπελείφθησαν αὐτῷ τῶν ἄλλων καταναλωθέντων παρὰ τοῦ παιδὸς αὐτοῦ.
μωρίας βαβαί.
νομίζειν σέ.
τηλικουτονί ἤγουν τέλειον ἤδη τῷ νῷ· τοῦτο δὲ λέγει παροξύνων αὐτὸν πρὸς τὴν μάθησιν.
ἀρχαϊκά μωρά.
πλείονα τούτου.
ἀνὴρ ἔσῃ τέλειος τὴν φρόνησιν.
ὅπως ὅρα, σκόπει.
τηρεῖ τὰς παραινέσεις, ἃς παρῄνεσεν αὐτῷ πρόσθεν ὁ μαθητής.
ὡς πῶς, ὅτι.
ἐξεληλακώς ἐκβαλὼν τῆς ἀρχῆς.
οὕτως ἔχον ὡς ἐγώ φημι.
πῶς ὄντα τὸν Σωκράτη Ἀθηναῖον Μήλιον αὐτὸν νυνὶ λέγει; καί φαμεν, ὡς, ἐπειδὴ διεβάλλετο ὁ Σωκράτης εἰς ἀθεΐαν, ὅτι τοὺς ὄντας θεοὺς ἀφεὶς καινὰ ἐνομοθέτει δαιμόνια, θέλων ἄθεον αὐτὸν νῦν εἰπεῖν Μήλιον ἔφη, παρόσον οἱ Μήλιοι διεβάλλοντο ὡς ἄθεοι ἀπὸ Διαγόρου, ὃς παρακαταθέμενός τινι χρήματα καὶ τούτων ἀποστερηθεὶς ὑπὸ τῆς λύπης ἐξεμάνη πρὸς ἀθεότητα. ἄλλοι δέ φασιν, ὡς καὶ οὗτος ὁ Διαγόρας διδάσκαλος ἦν τοῦ Σωκράτους, ἢ λέγει τοῦτον μήλιον παίζων ὡς οἷα δασύτριχον, παρόσον τὰ μῆλα ἤτοι τὰ πρόβατά εἰσιν.
ὃς ἐν πανδοχείῳ εὑρεθείς ποτε καὶ ξύλα μὴ εὑρὼν ἄγαλμα Ἡρακλέους καθελὼν καὶ εἰς πῦρ ἐμβαλών· «ἄγε, ὦ Ἥρακλες», ἔφη, «τρισκαιδέκατον ἡμῖν ἐπιτέλεσον ἆθλον καὶ ἕψησον τὸν φακόν».
πείθειν πείθῃ.
πείθειν αὐτοὺς σέ.
οὐκ ἔστι τὸ «πείθειν» ἀντὶ τοῦ πείθεσθαι, ὥς τινές φασιν, ἵνα τὴν δοτικὴν συντάξωσιν· ἀλλʼ ἔστιν ἡ τοιαύτη δοτικὴ πρὸς τὸ «ἐλήλυθας», οὕτω· σὺ δὲ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας ἀνδράσι χολῶσιν, ὥστε πείθειν αὐτοὺς σέ, τουτέστιν· οὕτω τῆς αὐτῶν μανίας μετέσχες, ὥστε καὶ πείθειν σε περὶ τῶν ματαίων.
χολῶσιν μαινομένοις.
φλαῦρον εὐτελές, ἄτιμον, μωρόν.
ὧν ... φειδωλίας ἅπερ ποιοῦσιν ἐκεῖνοι κατʼ ἀρετήν, φειδωλίαν οὗτος καλεῖ.
ἀπεκείρατʼ καὶ ἀπέτεμε τὴν κόμην καὶ τὸν πώγωνα. α
ἠλείψατο ἔλαιον.
τὸ «καταλούει» φησὶν ἐκ μεταφορᾶς τῶν ὑδάτων, ὧν καταχέουσιν ἄνθρωποι ἐν τοῖς βαλανείοις· ἢ ὅτι ἔθος ἦν μετὰ τὴν ἐκκομιδὴν τοῦ νεκροῦ λούεσθαι τοὺς κατʼ οἶκον καθαρμοῦ χάριν.
καταλούει καταλούῃ.
καταλούειῃ ... βίον δαπανᾷς· ἀφανίζεις· ἐκ τῶν χυνομένων ὑδάτων ἐν τοῖς βαλανείοις
τις ἀνήρ.
ἄληθες εἰρωνικόν.
ὅσαπέρ ἐστιν ἐν ... σοφά μαθήσῃ παρʼ αὐτῶν.
γνώσει γνώσῃ.
παχύς τὸν νοῦν.
παρανοίας παραφροσύνης.
εἰσαγαγὼν εἰς τὸ δικαστήριον.
ἑλῶ λάβω· ἤγουν κατηγορήσω αὐτοῦ ὡς παραφρονοῦντος.
τοῖς σοροπηγοῖς τοῖς νεκροθάπταις· θανάτου γὰρ ἄξια πράττει.
ταὐτό καλεῖς.
τολοιπὸν οὕτω κάλει.
καλεῖν θέλε.
γηγενεῖς τούτους καλεῖ, ὡς ὑπὸ γῆν διατρίβοντας, ὥσπερ μύας· ἢ ὡς ἀσεβεῖς καὶ θεομάχους· τοιοῦτοι γὰρ καὶ οἱ γίγαντες
καταπεφρόντικα ἤγουν τοῖς φροντισταῖς ἀφῆκα.
τέτροφας κατέφαγες.
ὁ Περικλῆς στρατηγὸς Ἀθηναίων ὢν καὶ τῶν δημοσίων πραγμάτων ἐπιμελητὴς εἰς ἐξέτασιν κατέστη τῆς διοικήσεως. ἐν οὖν τῷ τῶν χρημάτων λογισμῷ οὐκ ὀλίγα λέλοιπε τάλαντα· καὶ ἐρωτώμενος περὶ τούτων ἔφη εἰς τὸ δέον ἀνηλωκέναι, ἤγουν ὅπου ἂν ἡ χρεία ἀπῄτει, λέγω δὴ περί τε πρέσβεις καὶ τὰ λυσιτελοῦντα τῇ πόλει. ἐπεκράτησε δὲ ὁ λόγος αὐτοῦ εἰς παροιμίαν.
ἐξάμαρτε εἰ καὶ τοῦτο δεῖ.
κἀγώ τὸ «κἀγώ» εἰς τὸ «πειθόμενος» σύναπτε· τὸ δὲ «οἶδα» μόνον διὰ μέσου.
ἑξέτει ἐτῶν ἓξ ὄντι.
τραυλίσαντι παρακεκομμένα εἰπόντι.
τραυλός ἐστιν ὁ τὸ ῥῶ αὔων καὶ λέγων λῶ· ἐξ οὗ καὶ τραυλίζω ῥῆμα.
ἡλιαστικόν ἐκ τῆς Ἡλιαίας τοῦ δικαστηρίου.
Ἡλιαία τὸ δικαστήριον τοῦτο ὠνόμασται διὰ τὸ ὑπαίθριον εἶναι καὶ τῷ ἡλίῳ βάλλεσθαι.
Διασίοις ἐν τῇ ἑορτῇ τοῦ Διός.
Διασίοις ἑορτὴ τοῦ Διὸς ἦν οὕτως ὀνομαζομένη Διάσια.
τούτοις εἰς ἃ ἀναγκάζεις με ἐλθεῖν
ἀχθέσει ἀχθέσῃ.
ἀχθέσειῃ λυπηθήσῃ.
νηπύτιος ἄφρων.
τρίβων ἐντριβής.
τρίβων ἐπιτετριμμένος καὶ ἠφανισμένος.
εἰ ἐπειδή.
ἐς κόρακας ἀπέλθῃς.
ὡς ὄντως.
ἠλίθιον μωρόν.
διερρυηκόσιν διακεχηνόσιν.
κλῆσιν μαρτυρίαν.
«χαύνωσιν ἀναπειστηρίαν» λέγει, ὅταν τοῦ ἀντιδίκου προβαλόντος λόγους πιθανοὺς εἰς τοὐναντίον τις αὐτοὺς περιτρέψῃ καὶ χαύνους καὶ ἀσθενεῖς ποιήσῃ, διὰ τῶν λόγων αὐτοῦ ἀναπείσας τοὺς δικαστάς, ὡς ἄρʼ ἀληθῆ λέγει.
Ὑπέρβολος κωμῳδεῖ τοῦτον ὡς δικορράφον.
ἀμέλει ἀφροντίσταινε.
θυμόσοφός ἐκ φύσεως σοφός.
γέ γάρ.
τυννουτονί δεικτικῶς ἀντὶ τοῦ «τοσοῦτον, βραχύτατον».
ἔνδον οἰκίας τοῦ οἴκου τοῦ ἡμετέρου.
σκυτίνας δερματίνας.
τῶν σιδίων τῶν τῆς ῥοιᾶς φλοιῶν.
ὅπως ὅρα, σκόπει
μή οἷόν τε μαθεῖν ἄμφω.
γοῦν κἄν.
μαθήσεται γνώσεται, ὅντινα δεῖ μαθεῖν.
γοῦν δʼ οὖν.
ὅπως πῶς.
τελευταῖος τῶν ἰάμβων.
χοροῦ.
χώρει δευρί: κἀνταῦθα τόπος ἐστὶ χοροῦ· παρελείφθη δὲ κατὰ τὴν τῆς νέας κωμῳδίας συνήθειαν. ἐξετέθη δὲ ἡ διπλῆ κώλων οὖσα ἀναπαιστικῶν μονομέτρων, διμέτρων καὶ τριμέτρων οβʹ, ὧν τὸ πρῶτον «χώρει δευρί, δεῖξον σαυτὸν» ἀναπαιστικὸν δίμετρον ἐκ δʹ σπονδείων· τὸ βʹ «τοῖσιν θεαταῖς καίπερ θρασὺς ὤν» ὅμοιον δίμετρον ἐκ σπονδείου, ἀναπαίστου καὶ σπονδείου καὶ ἀναπαίστου· τὸ γʹ «ἴθʼ ὅποι χρῄζεις· πολὺ γὰρ μᾶλλον» ὅμοιον δίμετρον ἀντιστρόφως τῷ βʹ ἐξ ἀναπαίστου, σπονδείου, ἀναπαίστου καὶ σπονδείου· τὸ δʹ «σʼ ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ» δίμετρον ἐκ δύο σπονδείων καὶ δύο ἀναπαίστων· τὸ εʹ «ἀπολεῖς σὺ τίς ὤν»; μονόμετρον ἐκ δύο ἀναπαίστων· τὸ Ϟʹ «λόγος. ἥττων γʼ ὤν» μονόμετρον ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ ζʹ «ἀλλά σε νικῶ» μονόμετρον ἐκ δακτύλου καὶ σπονδείου· τὸ ηʹ «τὸν ἐμοῦ κρείττω φάσκοντʼ εἶναι» δίμετρον ἐξ ἀναπαίστου καὶ τριῶν σπονδείων· τὸ θʹ «τί σοφὸν ποιῶν» μονόμετρον ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ ιʹ «γνώμας καινὰς ἐφευρίσκων» δίμετρον ἐκ δʹ σπονδείων· τὸ ιαʹ «ταῦτα γὰρ ἀνθεῖ» μονόμετρον ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ ιβʹ «διὰ τουτουσὶ τοὺς ἀνοήτους» δίμετρον ἐξ ἀναπαίστου, σπονδείου, ἀναπαίστου καὶ σπονδείου· τὸ ιγʹ «οὔκ, ἀλλὰ σοφούς» μονόμετρον ἐκ σπονδείου καὶ ἀναπαίστου· τὸ ιδʹ «ἀπολῶ σε κακῶς» μονόμετρον ἐκ δύο ἀναπαίστων· τὸ ιεʹ «εἰπέ, τί ποιῶν» μονόμετρον ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ ιϞʹ «τὰ δίκαια λέγων» μονόμετρον ἐκ δύο ἀναπαίστων· τὸ ιζʹ «ἀλλʼ ἀνατρέψω ταῦτʼ ἀντιλέγων» δίμετρον ἐξ ἀναπαίστου, δύο σπονδείων καὶ ἀναπαίστου· τὸ ιηʹ «οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην» δίμετρον ἐξ ἀναπαίστου, σπονδείου καὶ δύο ἀναπαίστων· τὸ ιθʹ «οὐκ εἶναι φής»; μονόμετρον ἐκ δύο σπονδείων· τὸ κʹ «φέρε γάρ, ποῦ ʼστιν» μονόμετρον ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ καʹ «παρὰ τοῖσι θεοῖς» μονόμετρον ἐκ βʹ ἀναπαίστων· τὸ κβʹ «πῶς δῆτα δίκης οὔσης ὁ Ζεὺς» δίμετρον ἐκ σπονδείου, ἀναπαίστου καὶ δύο σπονδείων· τὸ κγʹ «οὐκ ἀπόλωλεν τὸν πατέρʼ αὐτοῦ δήσας» τρίμετρον καταληκτικὸν ἐξ ἀναπαίστου, σπονδείου, ἀναπαίστου καὶ βʹ σπονδείων· τὸ κδʹ «αἰβοῖ, τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν» τρίμετρον ὅμοιον ἐκ δʹ σπονδείων καὶ ἀναπαίστου· τὸ κεʹ «δότε μοι λεκάνην» μονόμετρον ἐκ βʹ ἀναπαίστων· τὸ κϞʹ «τυφογέρων εἶ κἀνάρμοστος» δίμετρον ἐκ δακτύλου, σπονδείου, ἰάμβου καὶ σπονδείου· τὸ κζʹ «καταπύγων εἶ κἀναίσχυντος» δίμετρον ἐξ ἀναπαίστου, σπονδείου, ἰάμβου καὶ σπονδείου· τὸ κηʹ «ῥόδα μʼ εἴρηκας» μονόμετρον ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ κθʹ «καὶ βωμολόχος» μονόμετρον ἐκ σπονδείου καὶ ἀναπαίστου· τὸ λʹ «κρίνεσι στεφανοῖς» μονόμετρον ἐκ δύο ἀναπαίστων· τὸ λαʹ «καὶ πατραλοίας» μονόμετρον ἐκ δακτύλου καὶ σπονδείου· τὸ λβʹ «χρυσῷ πάττων μʼ οὐ γινώσκεις» δίμετρον ἐκ δʹ σπονδείων· τὸ λγʹ «οὐ δῆτα πρὸ τοῦ γʼ, ἀλλὰ μολίβδῳ» δίμετρον ἐκ σπονδείου, ἀναπαίστου, δακτύλου καὶ σπονδείου· τὸ λδʹ «νῦν δέ γε κόσμος τοῦτʼ ἔστʼ ἐμοί» δίμετρον ἐξ ἀναπαίστου, βʹ σπονδείων καὶ ἰάμβου· τὸ λεʹ «θρασὺς εἶ πολλοῦ» μονόμετρον ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ λϞʹ «σὺ δέ γʼ ἀρχαῖος» μονόμετρον ὅμοιον· τὸ λζʹ «διὰ σὲ δὴ φοιτᾶν» δίμετρον καταληκτικὸν ἐκ παίωνος δʹ καὶ σπονδείου· τὸ ληʹ «οὐδεὶς ἐθέλει τῶν μειρακίων» δίμετρον ἐκ σπονδείου, ἀναπαίστου καὶ αὖθις αὐτῶν· τὸ λθʹ «γνωσθήσει πότʼ Ἀθηναίοις» δίμετρον καταληκτικὸν ἐκ σπονδείου, δακτύλου, σπονδείου καὶ συλλαβῆς· τὸ μʹ «οἷα διδάσκεις τοὺς ἀνοήτους» δίμετρον ἐκ δακτύλου, σπονδείου καὶ αὖθις αὐτῶν· τὸ μαʹ «αὐχμεῖς αἰσχρῶς» μονόμετρον ἐκ δύο σπονδείων· τὸ μβʹ «σὺ δέ γʼ εὖ πράττεις» μονόμετρον ἐξ ἀναπαίστου καὶ σπονδείου· τὸ μγʹ «καίτοι πρότερόν γʼ ἐπτώχευες» δίμετρον· τὸ μδʹ «Τήλεφος εἶναι Μυσὸς φάσκων» δίμετρον· τὸ μεʹ «ἐκ πηριδίου» μονόμετρον· τὸ μϞʹ «γνώμας τρώγων Πανδελετίους» δίμετρον· τὸ μζʹ «ὤμοι σοφίας, ἧς ἐμνήσθης» δίμετρον· τὸ μηʹ «ὤμοι μανίας τῆς σῆς πόλεως» δίμετρον· τὸ μθʹ «θʼ ἥτις σε τρέφει» μονόμετρον· τὸ νʹ «λυμαινόμενον τοῖς μειρακίοις» δίμετρον· τὸ ναʹ «οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν» δίμετρον· τὸ νβʹ «εἴπερ γʼ αὐτὸν σωθῆναι χρὴ» δίμετρον· τὸ νγʹ «καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι» δίμετρον· τὸ νδʹ «δεῦρʼ ἴθι, τοῦτον δʼ ἔα μαίνεσθαι» δίμετρον· τὸ νεʹ «κλαύσει, τὴν χεῖρʼ ἢν ἐπιβάλῃς» καὶ τὸ νϞʹ «παύσασθε μάχης καὶ λοιδορίας» δίμετρα· τὸ νζʹ «ἀλλʼ ἐπίδειξον» μονόμετρον· τὸ νηʹ «σύ τε τοὺς προτέρους ἅττʼ ἐδίδασκες» δίμετρον· τὸ νθʹ «σύ τε τὴν καινὴν» μονόμετρον· τὸ ξʹ «παίδευσιν, ὅπως ἂν ἀκούσας σφῶιν» δίμετρον· τὸ ξαʹ «ἀντιλεγόντοιν κρίνας φοιτᾷ» δίμετρον· τὸ ξβʹ «δρᾶν ταῦτʼ ἐθέλω» μονόμετρον· τὸ ξγʹ «κἄγωγʼ ἐθέλω» ὅμοιον· τὸ ξδʹ «φέρε δὴ τίς λέξει πρότερος ὑμῶν» δίμετρον· τὸ ξεʹ «τούτῳ δώσω» μονόμετρον· τὸ ξϞʹ «κᾀτʼ ἐκ τούτων ὧν ἂν λέξῃ» δίμετρον· τὸ ξζʹ «ῥηματίοισιν καινοῖς αὐτὸν» δίμετρον· τὸ ξηʹ «καὶ διανοίαις κατατοξεύσω» δίμετρον· τὸ ξθʹ «τὸ τελευταῖον δʼ ἢν ἀναγρύξῃ» δίμετρον· τὸ οʹ «τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ» δίμετρον· τὸ οαʹ «κεντούμενος ὥσπερ ὑπʼ ἀνθρήνων» δίμετρον· τὸ οβʹ «ὑπὸ τῶν γνωμῶν ἀπολεῖται» δίμετρον καταληκτικόν.
ἀναπαιστικὰ κῶλα οβʹ δίμετρα καὶ μονόμετρα καὶ τρίμετρα, ὧν τελευταῖος ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
χώρει δευρί: εἴσθεσις διπλῆς κατὰ σχῆμα δικανικὸν ἐκ κώλων ἀναπαιστικῶν μεʹ, ὧν τὸ κηʹ, τὸ λεʹ καὶ τὸ λθʹ μονόμετρα ἀκατάληκτα. τὰ δὲ λοιπὰ πάντα δίμετρα ἀκατάληκτα τῶν δύο προσώπων ὡς ἐπιτοπλεῖστον δίμετρον κῶλον ἀποτελούντων, ὧν τὸ τελευταῖον κλαύσει· τὴν χεῖρʼ ἐπιβάλλεις, ἑφθημιμερές. ἰστέον δέ, ὅτι τὸ κηʹ κῶλον τετράβραχυν ἔχει, ἤτοι προκελευσματικὸν τὸν αʹ πόδα ἀντὶ ἀναπαίστου. διαλύεται γὰρ ἡ μακρὰ τοῦ ἀναπαίστου εἰς δύο βραχείας, ὡς καὶ τοῦ ἰάμβου καὶ τοῦ τροχαίου καὶ τῶν λοιπῶν τετρασυλλάβων ποδῶν. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
ὑπόκεινται ἐπὶ τῆς σκηνῆς ἐν πλεκτοῖς οἰκίσκοις οἱ λόγοι δίκην ὀρνίθων διαμαχόμενοι. τοῦ δὲ χοροῦ τὸ πρόσωπον ἐκλέλοιπεν· ἐπιγραφὴ δὲ φέρεται χοροῦ. διαλέγονται δὲ οἱ λόγοι ὅ τε κρείττων καὶ ὁ ἥττων.
τοῦτο ἐκ Τηλέφου ἐστὶν Εὐριπίδου· ἴθʼ ὅποι χρῄζεις· οὐκ ἀπολοῦμαι τῆς σῆς Ἑλένης οὕνεκα.
ἥττων ἐμοῦ.
ποιῶν νικᾷς.
καινὰς ἀτόπους.
διαβάλλει ἐνταῦθα τοὺς Ἀθηναίους ὡς ἀδικίᾳ χαίροντας, τὸ δὲ δίκαιον παρορῶντας.
δίκην δικαιότητα.
φέρε ναί.
τρίμετροι βραχυκατάληκτοι βʹ.
καταγαγὼν ὁ Ζεὺς τὸν πατέρα αὐτοῦ Κρόνον τῆς βασιλείας καὶ δήσας ἐς Ταρτάρου καθεῖκεν.
ἀπόλωλε ἐφθάρη.
πατέρʼ τὸν Κρόνον.
αἰβοῖ φεῦ.
χωρεῖ αὔξει.
λεκάνην ἵνʼ ἐμέσω δηλονότι· βλασφημεῖ γάρ.
τυφογέρων μάταιος γέρων.
κἀνάρμοστος ἀηδής.
καταπύγων πόρνος.
βωμολόχος ἀσεβής, φλύαρος.
οἱ ἐν τοῖς βωμοῖς ἐνεδρεύοντες καὶ τὰς θυομένας θυσίας ἁρπάζοντές τε καὶ κατεσθίοντες βωμολόχοι ἐκαλοῦντο. λέγεται δὲ ἡ λέξις κυρίως ἐπὶ τῶν ἀσεβῶν, καταχρηστικῶς δὲ καὶ ἐπὶ πάντων τῶν κακῶν. ἄλλοι δέ φασι τὴν βωμολοχίαν ἀντὶ τοῦ φλυαρίαν καὶ πολυλογίαν, παρόσον ἐν τοῖς βωμοῖς ἐρχόμενοί τινες ἀντὶ τοῦ τὸ θεῖον ἐξιλεοῦν εὐχαῖς πολλοῖς τισι λόγοις καὶ ματαίοις ἐχρῶντο.
οὐ μόνον τὸ κρίνον, τοῦ κρίνου, ἀλλὰ καὶ κρί, κρινός ἄχρηστον εὕρηται.
ἀντὶ τοῦ εἰπεῖν «κρίνοις» «κρίνεσιν» εἶπε κατὰ μεταπλασμόν, παίζων.
τοῦτʼ ἔστʼ ἐμοί τὸ τὰ τοιαῦτα καλεῖσθαι.
πολλοῦ ἐκ πολλοῦ χρόνου.
ἀρχαῖος μωρός.
μονόμετρον ὑπερκατάληκτον.
φοιτᾶν εἰς ἐμέ.
γνωσθήσει γνωσθήσῃ.
αὐχμεῖς πτωχεύεις.
αἰσχρῶς κακῶς.
ὁ Τήλεφος οὗτος βασιλεὺς ἦν Μυσίας, ὃν πλανηθέντων Ἑλλήνων, ὅτε εἰς Τροίαν ἀπήρχοντο, καὶ δῃούντων τὴν αὐτοῦ γῆν ἀντὶ τῆς Τροίας Ἀχιλλεὺς ἔτρωσε· καὶ μὴ εὑρίσκων θεραπείαν τοῦ τραύματος ἤκουσε παρὰ τοῦ Ἀπόλλωνος· ὁ τρώσας ἰάσεται. καὶ παραγενόμενος εἰς Θετταλίαν καὶ τὸν χρησμὸν γνωρίσας τῷ Ἀχιλλεῖ τὴν θεραπείαν εὗρε παρʼ αὐτοῦ. δυστυχήσαντα δὲ ὕστερον πεποίηκεν Εὐριπίδης ἐν δράματι πήραν ἔχοντα καὶ προσαιτοῦντα. ἀντὶ γοῦν τοῦ εἰπεῖν «ἄρτους τρώγων» «πανδελετίους «γνώμας» εἶπε, διαβάλλων αὐτὸν κατʼ ἄμφω, καὶ ὡς ἄτιμον καὶ ὡς πανοῦργον. ἐπὶ γὰρ πανουργίᾳ διαβεβόητο ὁ Πανδέλετος.
λυμαινόμενον τοῖς μειρακίοις καὶ γὰρ πανοῦργα αὐτὰ καὶ ἀναίσχυντα ποιεῖς καὶ τῆς ἄλλης κακίας μέτοχα.
Κρόνος ἄφρων καὶ παλαιός.
εἴπερ διδάξω.
λαλιὰν στωμυλίαν καὶ πανουργίαν.
ἐπιβάλῃς αὐτῷ.
οὕτω χρὴ γράφειν τὸ παρὸν κῶλον· «κλαύσει· τὴν χεῖρʼ ἐπιβάλλεις;» ἵνʼ εἴη ἑφθημιμερὲς ὡς ἀποθετικόν, καὶ στίζειν εἰς τὸ «κλαύσει» τὸ δὲ ἑξῆς ἀναγινώσκειν κατʼ ἐρώτησιν. οὕτω γὰρ καὶ τὸ «ἐπιβάλλεις» διὰ δύο λλ γραφόμενον καλῶς ἔχει.
παύσασθε μάχης: ἔκθεσις τῆς διπλῆς συστηματικὴ εἰς δύο περιόδους διῃρημένη, ἐκ κώλων ὁμοίων ἀναπαιστικῶν ιεʹ· ὧν τῆς πρώτης περιόδου κῶλα δίμετρα ἀκατάληκτα εʹ· καὶ ἐν εἰσθέσει ἕτερα βʹ ὅμοια δίμετρα ἀκατάληκτα. τῆς δὲ δευτέρας περιόδου κῶλα ηʹ, ὧν τὸ πρῶτον μονόμετρον ἀκατάληκτον· τὰ ἑξῆς Ϟʹ δίμετρα ἀκατάληκτα· τὸ δὲ τελευταῖον, τὸ «ὑπὸ τῶν γνωμῶν ἀπολεῖται», ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει τοῦ πρώτου συστήματος παράγραφος· ἐπὶ δὲ τῷ τέλει τοῦ δευτέρου δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.
ἐπίδειξαι ἐπίδειξον.
σύ τε ὦ δίκαιε.
σύ τε ὦ ἄδικε.
τὴν καινὴν τὴν νέαν.
σφῶν σφῶϊν.
σφῶν ὑμῶν.
κρίνας διακρίνας καὶ ἐκλεξάμενος.
δώσω πρότερον λέγειν.
ἀναγρύξῃ ποσῶς λαλήσῃ.
ἀνθρήνων μελισσῶν.
ἀνθρῆνας ποιηταὶ μὲν τὰς μελίσσας φασίν, Ἀριστοτέλης δὲ ζῷα ἕτερα συγγενῆ ταῖς μελίσσαις, οἱ δὲ ὅμοιά φασιν εἶναι τοῖς σφηξίν.
νῦν δείξετον: κομμάτιον πρὸ τῆς διπλῆς ἐν εἰσθέσει κώλων ιʹ χοριαμβικῶν, ὧν αʹ «νῦν δείξετον τὼ πισύνω» δίμετρον χοριαμβικὸν ἐξ ἐπιτρίτου τρίτου καὶ χοριάμβου· τὸ βʹ «τοῖς περιδεξίοισιν» ὅμοιον δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου ἑφθημιμερές· τὸ γʹ «λόγοισι καὶ φροντίσι καὶ» ὅμοιον δίμετρον ἀκατάληκτον ἐκ διιάμβου καὶ χοριάμβου· τὸ δʹ «γνωμοτύποις μερίμναις» ὅμοιον δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου ἑφθημιμερές· τὸ εʹ «ὁπότερος αὐτοῖν λέγων» ὅμοιον δίμετρον καταληκτικὸν ἐκ χοριάμβου πεντασυλλάβου διαλελυμένης τῆς πρώτης συλλαβῆς καὶ κρητικοῦ, καὶ ἔστιν ἑφθημιμερές· τὸ Ϟʹ «ἀμείνων φανήσεται» ὅμοιον δίμετρον καταληκτικὸν ἀντισπαστικὸν ἐξ ἀντισπάστου καὶ κρητικοῦ· τὸ ζʹ «νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος» ὅμοιος τρίμετρος βραχυκατάληκτος ἐκ βʹ χοριάμβων καὶ σπονδείου· ἀδιάφορος γάρ ἐστιν ὁ τελευταῖος ποῦς εἰς πάντα· τὸ ηʹ «ἀνεῖται σοφίας» δίμετρον ἀντισπαστικὸν βραχυκατάληκτον ἐξ ἀντισπάστου καὶ ἰάμβου· τὸ θʹ «ἧς περὶ τοῖς ἐμοῖς φίλοις» χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ διιάμβου· τὸ ιʹ «ἔστιν ἀγὼν μέγιστος» ὅμοιον δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου διὰ τὴν ἀδιάφορον ἑφθημιμερές. ἑξῆς δὲ ἐν ἐκθέσει στίχοι δύο ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς, ὧν ὁ αʹ «ἀλλʼ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας»· ὁ βʹ «ῥῆξον φωνὴν ᾗτινι χαίρεις καὶ τὴν σαυτοῦ φύσιν εἰπέ».
νῦν δείξετον τὼ πισύνω: εἴσθεσις μέλους χοροῦ προῳδικὴ στροφῆς λόγον ἔχουσα—ἔχει γὰρ καὶ ἀντιστροφὴν τὸ «ὦ καλλίπυργον σοφίαν»— ἐκ κώλων χοριαμβικῶν ἐπιμεμιγμένων διιάμβοις, ἐπιτρίτοις, ἀμφιβράχεσι, κρητικοῖς καὶ βακχείοις ιʹ, ὧν τὸ αʹ δίμετρον ἀκατάληκτον· τὸ βʹ ὅμοιον καταληκτικὸν ἤτοι ἑφθημιμερές· τὸ γʹ ὅμοιον τῷ αʹ· τὸ δʹ ὅμοιον τῷ βʹ· τὸ εʹ ὅμοιον τῷ αʹ· οὕτω δὲ χρὴ γράφειν αὐτό, ἵνʼ ὅμοιον εἴη τῷ τῆς ἀντιστροφῆς ἤτοι δίμετρον· τὸ Ϟʹ ἀντισπαστικὸν ἐξ ἀντισπάστου καὶ κρητικοῦ ἤτοι ἀμφιμάκρου· τὸ ζʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον· τὸ ηʹ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου καὶ ἰάμβου· καλεῖται δὲ τοῦτο ἡμιόλιον διὰ τὸ ἔχειν τὸν ὅλον πόδα τὸν τετρασύλλαβον καὶ τὸ ἥμισυ αὐτοῦ, τὰς βʹ συλλαβάς· τὸ θʹ ὅμοιον τῷ αʹ· τὸ ιʹ «ἐστὶν ἀγὼν μέγιστος» ὅμοιον τῷ βʹ. ἐν ἐκθέσει δὲ στίχοι δύο ἀναπαιστικοὶ τετράμετροι καταληκτικοί· ἔθος γάρ ἐστι μετὰ τὴν περίοδον τῆς κορωνίδος ἐν ἐκθέσει τιθέναι στίχους δύο ὁμοίους τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα.
στροφὴ κώλων ιβʹ.
τὼ πισύνω οἱ θαρραλέοι.
περιδεξίοισι ἄγαν δεξίοις καὶ ἐπιτηδείοις.
φροντίσι σκέψεσι.
γνωμοτύποισι ταῖς κατὰ νοῦν τυπουμέναις.
ἀνεῖται ἐνδέδοται.
τοῖς ... φίλοις σοὶ καὶ σοί.
τοῖς ... φίλοις ἤγουν ὑμῖν τοῖς λόγοις.
ἀνάπαιστοι τετράμετροι βʹ.
ὦ δίκαιε.
στεφανώσας κοσμήσας.
εἴσθεσις διπλῆς ὑφʼ ἓν στίχων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν καὶ ἀκαταλήκτων μζʹ, ὧν τελευταῖος ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ. καλεῖται δὲ τοῦτο τὸ μέτρον ἀριστοφάνειον, ἐπειδὴ εὐδοκίμησε λέγων· «ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν». ταῦτα γὰρ ἄγαν Ἀριστοφάνης ἀπεδέχετο ὡς εὖ πεποιημένα.
λέξω τοίνυν τὴν ἀρχαίαν: εἴσθεσις διπλῆς περιοδικῆς ἀμοιβαίας μονοστροφικῆς ὑφʼ ἓν διὰ τὸ εἰς μῆκος ἐκτείνεσθαι τὴν περίοδον ἐκ στίχων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν εἰς συλλαβὴν μζʹ, ὧν τελευταῖος ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ. καλεῖται δὲ τοῦτο τὸ μέτρον ἐξόχως, ὡς εἴρηται, ἀριστοφάνειον· ὡς Ἡφαιστίων φησί, διὰ τὸ πολλῷ τοῦτον τούτῳ τῷ μέτρῳ χρήσασθαι, καὶ διὰ τὸ ἐν τοῖς παροῦσιν εὐδοκιμῆσαι ἀναπαίστοις λέγοντα· «ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν». ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει τῶν στίχων διπλῆ ἔξω νενευκυῖα.
ὡς πῶς.
ἤνθουν ἐθαυμαζόμην.
νενόμιστο νενομοθετημένη ἦν παρὰ πάσῃ τῇ πόλει.
πρῶτον πρῶτον γὰρ ἐν εὐταξίᾳ ἡ σιωπή.
ἔδει πρέπον ἦν.
ἐς κιθαριστοῦ τὸν οἶκον τοῦ τῆς μουσικῆς διδασκάλου. ἐσπούδαζον γὰρ τότε περὶ μουσικὴν Ἀθηναῖοι.
κωμήτας χ.
τὸ χ, ὅτι κωμήτας τοὺς ἐκ τοῦ αὐτοῦ ἀμφόδου καὶ τόπου ἔλεγον· διὸ ἐπισημειοῦται τὴν λέξιν συνήθως τῷ χ.
κωμήτας τοὺς πολίτας.
γυμνοὺς ἀπερίττους.
ἐντεῦθεν δεικνύει τὸ τοῦ βίου ἀπέριττον, ὃ εἶχον οἱ παλαιοί.
κρυμνώδη ψυχρότατα.
κρημνώδη κριμνώδη.
προμαθεῖν προδιδαχθῆναι.
ξυνέχοντας συσφίγγοντας.
εἴδη ᾀσμάτων ἀμφότερα, τὸ «Παλλάδα περσέπτολιν δεινὰν» καὶ τὸ «τηλέπορόν «τι βόημα» ἔστι δὲ τὸ μὲν Λαμπροκλέους τοῦ Μίδωνος υἱοῦ· Παλλάδα περσέπτολιν κληΐζω πολεμοδόκον, τὸ δὲ Κυδίδου Ἑρμωνέως· τηλέπορόν τι βόαμα λύρας.
τηλέαίπορόν μακρὰν ἐρχόμενον.
βόαμα βόημα.
ἐντειναμένους ἐκτεταμένως ᾄδοντας.
τὴν ἁρμονίαν κτλ. τὸ μέλος τῆς κιθάρας ὡς συντόνου οὔσης τῆς παλαιᾶς ἁρμονίας καὶ οὐκ ἀνειμένης, ὡς οἱ νέοι ἐπενόησαν
βωμολοχεύσαιτʼ φλυαρήσειε.
κάμψειέν παρηχήσειε.
κάμψειέν ἤγουν κεκλασμένῃ φωνῇ τὴν ᾠδὴν προφέροι.
καμπήν παρήχησιν τοῦ μέλους.
οἱ νῦν κάμπτουσι.
Φρῦνιν μελῳδὸς οὗτος πάνυ ἄμουσος.
ὁ Φρῦνις κιθαρῳδὸς ἦν Μιτυληναῖος· κωμῳδεῖται δέ, ὅτι πρῶτος τὴν ἀρχαίαν ἁρμονίαν ἔκλασεν ἐπὶ τὸ μαλθακώτερον· ἦν δὲ πάνυ ἄμουσος καὶ ψυχρός.
πολλὰς πληγάς.
ἐν παιδοτρίβου τῷ οἴκῳ τοῦ διδασκάλου.
προβαλέσθαι προαγαγεῖν, προτείνειν.
ἀπηνές ἀναίσχυντον.
συμψῆσαι καθομαλίσαι τὴν κόνιν· ἐν γὰρ ψάμμῳ λεπτοτάτῃ ἐγυμνάζοντο.
εἴδωλον τύπον.
τοῖσιν ἐρασταῖς παρεγίνοντο γάρ, ὥστε γυμνοὺς ὁρᾶν τοὺς ἐρωμένους.
τῆς ἥβης τῶν αἰδοίων.
ὑπένερθεν ὑποκάτω.
τότʼ ἂν τὰ δύο «ἄν» ἐκ παραλλήλου.
μαλακὴν ποταπήν.
φυρασάμενος μολύνας ταῖς μεταβολαῖς ταῖς πρὸς τὸ μαλθακὸν καὶ γυναικῶδες.
προαγωγεύων μαστροπεύων.
ἑλέσθαι λαβεῖν, προκρῖναι.
ὀψοφαγεῖν ὄψα ἐσθίειν καὶ δείπνοις πολυτελέσι χρῆσθαι.
κιχλίζειν ἀτάκτως γελᾶν.
ἴσχειν ἔχειν.
Διιπολιώδη ἑορτὴ τοῦ Διὸς παλαιοτάτη τὰ Διιπόλια.
οἱ ἀρχαιότατοι τῶν Ἀθηναίων τέττιγας χρυσοῦς ἐν τοῖς τῶν τριχῶν πλέγμασιν εἶχον, διότι οἱ τέττιγες μουσικοὶ ὄντες ἀνάκεινται τῷ Ἀπόλλωνι, ὃς ἦν πατρῷος τῇ πόλει θεός.
Κηκείδου οὗτος παλαιὸς ποιητὴς διθυραμβοποιός.
Βουφονίων καὶ αὕτη παλαιὰ ἑορτὴ τοῦ Διός.
δείκνυσι δὲ διὰ τούτων πάντων, ὡς ἀρχαῖά ἐστιν, ἃ ὁ δίκαιος λέγει. παρήχθη δὲ τὰ Βουφόνια οὕτω· θύοντός τινός ποτε τῷ Διὶ ἐλθών ποτε βοῦς ἁρπάζει πλακοῦντα· καὶ ὁ τὴν θυσίαν ποιῶν ἀναιρεῖ τοῦτον εὐθὺς ἀξίνῃ· ὅθεν νενόμιστο καθʼ ἕκαστον ἔτος ἑορτὴ πολυτελὴς γίνεσθαι τὰ Βουφόνια.
Μαραθωνομάχους Μαραθωνομάχους λέγει τοὺς ἐν τῷ Μαραθῶνι τροπωσαμένους τὴν Δαρείου στρατιάν, ἣν Δάτις ὁ τούτου στρατηγὸς ἤγαγεν οὖσαν περὶ πεντήκοντα μυριάδας.
δέον πρέπον ὄν.
τῆς κωλῆς τοῦ ποδός· ἕτεροι δέ φασι τοῦ αἰδοίου.
προέχων τις αὐτῶν.
σημείωσαι τὴν σύνταξιν· πρῶτον γὰρ πληθυντικῶς εἰπὼν εἰς ἑνικὸν ἀπέδωκεν. ἡ δὲ Τριτογένειά ἐστιν εἶδος ὀρχήσεως, ἣ καλεῖται ἐνόπλιος· διὰ δὲ τὸ εἰς τὴν Ἀθηνᾶν ταύτην τελεῖσθαι Τριτογένεια κέκληται· τριτὼ γὰρ ἡ κεφαλὴ κατὰ γλῶσσαν. ἐγεννήθη δὲ ἡ Ἀθηνᾶ ἐκ τῆς κεφαλῆς τοῦ Διός. ἐτέλουν δὲ ταύτην τὴν ὄρχησιν οἱ πρόσθεν μὲν ὡπλισμένοι καὶ τὴν ἀσπίδα ἐν πλαγίῳ φέροντες, οἱ ὕστερον δὲ ἔμπροσθεν τῶν ποδῶν ἔφερον.
Τριτογενείας Τριτογενείης.
αἱροῦ πρόκρινον.
κἀπιστήσειῃ μαθήσῃ.
κἀπιστήσει κἀπιστήσῃ.
ἀγορὰν ἐνταῦθα γὰρ οἱ πανοῦργοι διατρίβουσιν.
ἀπέχεσθαι πάνυ γὰρ οἱ πόρνοι λουτροῖς χρῶνται.
καὶ ... αἰσχύνεσθαι οὐ γὰρ ἀνέχονται οἱ σώφρονες αἰσχρῶν ἀκουσμάτων.
φλέγεσθαι πυροῦσθαι, ἐρυθριᾶν.
πρεσβυτέροις σοῦ.
ὑπανίστασθαι παραχωρεῖν.
σκαιουργεῖν γρ. κακουργεῖν.
τῆς αἰδοῦς ... ἄγαλμα ἤγουν αἰδῶ περιφραστικῶς.
ἀναπλάσσειν τυπώσειν, ἐργάσεσθαι.
εἰς ὀρχηστρίδος οἶκον.
εἰσάγειν σεαυτόν.
ταῦτα τὰ κακά, ἃ εἶπον.
κεχηνὼς ἀτενῶς βλέπων καὶ ὁλοσχερῶς τούτοις ἐγκείμενος.
μήλῳ βληθεὶς ἤγουν ἔρωτι· ἐπεὶ τὸ μῆλον Ἀφροδίτης ἱερόν.
τῆς ... ἀποθραυσθῇς τῆς κοσμιότητος καὶ σεμνότητος ἀποπέσῃς.
Ἰαπετὸν ἀρχαῖον καὶ μωρόν· ὁ γὰρ Ἰαπετὸς θεὸς ἦν πρὸ τοῦ Κρόνου.
καλέσαντα σὲ ἐκεῖνον.
μνησικακῆσαι μισῆσαι.
τὴν ἡλικίαν τοῦ πατρός.
ἐνεοττοτροφήθης ὥσπερ τις νεοττὸς ἐτράφης.
πείσει πείσῃ.
τοῖς ... υἱέσιν οὗτοι γὰρ πάνυ ἄφρονες ἧσαν.
οὗτοί εἰσιν οἱ Ἱπποκράτους υἱοί· Τηλέσιππος, Δημοφῶν καὶ Περικλῆς, οἳ διαβάλλονται εἰς ἁπλότητα· καὶ Εὔπολις Ἱπποκράτους τε παῖδες ἐμβόλιμοί τινες βληχητὰ τέκνα κοὐδαμῶς γε τοῦ τρόπου.
εἴξεις ὁμοιωθήσῃ.
εἰκότως εἶπε τὸ «καλοῦσι», καὶ οὐ «καλέσουσι», πρὸς τὸ «εἴξεις». διότι μὲν γὰρ ἅπαξ ἔμελλεν ὁμοιωθήσεσθαι, «εἴξεις» εἶπε· διότι δὲ μετὰ τὴν ὁμοίωσιν οὕτως ἀεὶ ἔμελλε καλεῖσθαι, «καλοῦσιν» εἴρηκεν. συνέθηκε δὲ καὶ τὸ «βλιττομάμαν» ἀπὸ τοῦ βλίττου, ὅ ἐστι λάχανον λίαν ἔκλυτον, καὶ τῆς ποιᾶς καὶ οἷον ἀνάρθρου καὶ μωρᾶς τῶν παίδων φωνῆς τοῦ μαμᾶν· τουτέστι μαλακογνώμονα καλοῦσι καὶ μωρόν.
βλιττομάμαν μαλακογνώμονα καὶ μωρόν.
λιπαρός τῷ σώματι.
εὐανθὴς ὡραῖος.
ἐν γυμνασίοις ἐν τοῖς ἀγῶσι.
διατρίψεις διάξεις.
στωμύλλων φλυαρῶν.
κατὰ εἰς.
τριβολεκτράπελʼ ἐπιτριβούσας λέξεις τοὺς τῷ λέγοντι αὐτὰς πλησιάζοντας· λέγει δὲ ἀντὶ τοῦ πανουργίας καὶ λόγων στροφάς.
γλισχραντιλεγ εξεπιτρίπτου ἤγουν ἀδίκου.
ἐπεὶ ἡ γὰρ ἀδικία πανουργίᾳ καὶ στροφαῖς λόγων κέχρηται καὶ ταῖς ἀντιλογίαις γλίσχρος ἐστὶ καὶ ἀκατανόητος, καὶ πρὸς οὓς γίνεται, ἐπιτρίβει αὐτοὺς τὸ παράπαν, ἢ ἐπίτριπτός ἐστι καὶ ἀξία ἐπιτριβῆς, εἰκότως συνέθηκε τὴν λέξιν ἐκ τούτων.
Ἀκαδημίαν σχολεῖον Πλάτωνος.
ταῖς μορίαις ταῖς ἐλαίαις.
ἡττηθεὶς τῆς Ἀθηνᾶς Ποσειδῶν ἐπὶ τῇ τῆς ἐλαίας ἐπιδείξει ἔπεμψε τὸν υἱὸν αὐτοῦ ταύτην τεμοῦντα. ὁ δὲ ἀνατείνας τὸν πέλεκυν ταύτης μὲν ἠστόχησε, τὸν δὲ πόδα αὐτοῦ πλήξας ἐτελεύτησε, καὶ οὕτως μορία ἡ ἐλαία ἐκλήθη, ὡς μόρου παρεκτική. ἡ δὲ Ἀκαδημία σχολεῖον ἦν ἐν Ἀθήναις τοῦ Πλάτωνος,
ἦν δὲ ἡ Ἀκαδημία σχολεῖόν τι ἐν Ἀθήναις, ἐλαίαις καὶ ἄλλοις τισὶ δένδρεσι κατάσκιον.
ἀποθρέξει ἀπέλθῃς, δραμῇ.
καλάμῳ λευκῷ ἴδιον ἦν τῶν Διοσκούρων στεφανοῦσθαι καλάμῳ· λιτὸς δὲ οὗτος ὁ στέφανος καὶ ἀπέριττος.
σμίλακος βοτάνη οὕτω καλουμένη πρέπουσα στεφάνῳ.
κἀπραγμοσύνης ὡς Ἀριστοφάνης ὁ γραμματικός φησιν, φυτόν ἐστιν ἐν Ἀκαδημίᾳ φυόμενον.
ὅτι Ἀριστοφάνης ὁ γραμματικὸς τὴν ἀπραγμοσύνην φυτὸν λέγει ἐν Ἀκαδημίᾳ φυόμενον.
λεύκης δένδρον τι.
φυλλοβολούσης τὰ φύλλα ῥιπτούσης.
τελευταῖος τῶν τετραμέτρων ἀναπαίστων.
ἦρος ἔαρος.
πλάτανος πτελέᾳ δένδρα ὑψίκομα ἀμφότερα.
ψιθυρίζῃ ἠχῇ ὑπὸ τοῦ ἀνέμου.
ἢν ταῦτα ποιεῖς: ἡ περίοδος τῆς διπλῆς ὑφʼ ἓν κώλων κʹ ἀναπαιστικῶν μονομέτρων καὶ διμέτρων, ὧν αʹ «ἢν ταῦτα ποιεῖς ἃ ʼγὼ φράζω» ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· τὸ βʹ «καὶ πρὸς τούτοις προσέχεις τὸν νοῦν» δίμετρον ὅμοιον· τὸ γʹ «ἕξεις αἰεὶ στῆθος λιπαρόν» ὅμοιον δίμετρον· τὸ δʹ «χροιὰν λαμπράν» ὅμοιον μονόμετρον· τὸ εʹ «ὤμους μεγάλους» ὅμοιον μονόμετρον· τὸ Ϟʹ «γλῶτταν βαιάν» ὅμοιον· τὸ ζʹ «πυγὴν μεγάλην» ὅμοιον· τὸ ηʹ «πόσθην μικράν» ὅμοιον· τὸ θʹ «ἢν δʼ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς» ὅμοιον δίμετρον· τὸ ιʹ «πρῶτα μὲν ἕξεις» μονόμετρον· τὸ ιαʹ «χροιὰν ὠχράν» ὅμοιον· τὸ ιβʹ «ὤμους μικρούς» ὅμοιον· τὸ ιγʹ «στῆθος λεπτόν, γλῶτταν μεγάλην» δίμετρον· τὸ ιδʹ «πυγὴν μικράν, κωλὴν μεγάλην» δίμετρον· τὸ ιεʹ «ψήφισμα μακρόν» μονόμετρον· τὸ ιϞʹ «καί σʼ ἀναπείσει» ὅμοιον· τὸ ιζʹ «τὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι» δίμετρον· τὸ ιηʹ «τὸ καλὸν δʼ αἰσχρόν» μονόμετρον· τὸ ιθʹ «καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου» δίμετρον· τὸ κʹ «καταπυγοσύνης ἀναπλήσει» δίμετρον καταληκτικόν.
ἀναπαιστικὰ κῶλα δίμετρα κʹ, ὧν τελευταῖος καταπυγοσύνης ἀναπλήσει.
ἢν ταῦτα ποιῇς: ἔκθεσις τῆς διπλῆς ἐκ κώλων ὁμοίων ἀναπαιστικῶν ιεʹ, ὧν τὰ μὲν ιγʹ δίμετρα ἀκατάληκτα· τὸ ιδʹ μονόμετρον, ὃ ὀνομάζεται παρατέλευτον, ὡς εἴρηται· τὸ δὲ ιεʹ «καταπυγοσύνης ἀναπλήσει» ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν, ὡς εἰρήκαμεν. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος τοῦ κώλου, ἔξω νενευκυῖαι.
προσέχοις προσκολλᾷς.
στῆθος κτλ. οἱ γὰρ σώφρονες ἐν ἀναπαύσει διάγοντες πάντα ταῦτα ἔχουσιν.
βαιάν μικράν.
πόσθην ἤγουν μόριον.
ἐπιτηδεύῃς μετέρχῃ.
οἱ ἄδικοι καὶ πανοῦργοι οὐκ ἐν ἡσυχίᾳ καὶ ἀναπαύσει διάγουσιν, ἀλλὰ νῦν μὲν ἐν δικαστηρίοις δικορραφοῦσι, νῦν δὲ ἐν τοῖς προεστῶσι τῆς πόλεως, ζητοῦντες, ὅντινα συκοφαντήσουσι καὶ τὰ αὐτοῦ λάβωσι· διὸ καὶ πάντα ταῦτα, ἃ καταλέγει, ἔχουσιν, ἐξ ὧν οὕτω τρίβονται.
κωλὴν πόσθην.
ψήφισμα μακρόν δικορραφίας μεγάλας καὶ ὑποθέσεων κρίσεις καὶ στροφάς.
τῆς Ἀντιμάχου τοῦτο παρατέλευτον λέγεται.
Ἀντιμάχου οὗτος λίαν πόρνος ἦν.
καταπυγοσύνης πορνείας.
ἀναπλήσει πληρώσει.
ὦ καλλίπυργον: κομμάτιον πρὸ τῆς διπλῆς καὶ εἰσθέσεως κώλων ιʹ, ὧν τὸ πρῶτον «ὦ καλλίπυργον σοφίαν κλεινοτάτην τʼ ἐπασκῶν» χοριαμβικὸν τετράμετρον καταληκτικὸν ἐξ ἐπιτρίτου τρίτου, χοριάμβων δʹ καὶ βακχείου· τὸ βʹ «ὡς ἡδύ σου τοῖς λόγοις σῶφρόν τʼ ἔπεστιν ἄνθος» τετράμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτων τρίτων βʹ, διτροχαίου καὶ τροχαίου· τὸ γʹ «εὐδαίμονες δʼ ἄρʼ ἦσαν οἱ» δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τρίτου καὶ διιάμβου· τὸ δʹ «ζῶντες τότʼ ἐπὶ τῶν προτέρων» δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τρίτου πεντασυλλάβου καὶ χοριάμβου· τὸ εʹ «πρὸς οὖν τάδʼ, ὦ κομψοπρεπῆ μοῦσαν ἔχων» τρίμετρος ἀκατάληκτος ἐκ διιάμβου καὶ δύο χοριάμβων· τὸ Ϟʹ «δεῖ σε λέγειν τι καινόν, ὡς» δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ διιάμβου· τὸ ζʹ «εὐδοκίμησεν ἀνήρ» δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς ἐκ χοριάμβου καὶ βακχείου· τὸ ηʹ «δεινῶν δέ σοι βουλευμάτων» δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτων τρίτων δύο· τὸ θʹ «ἔοικε δεῖν πρὸς αὐτόν» ἑφθημιμερὲς ἐκ διιάμβου καὶ ἀμφιβράχεος ἢ βακχείου διὰ τὴν ἀδιάφορον· τὸ ιʹ «εἴπερ τὸν ἄνδρʼ ὑπερβαλεῖ καὶ μὴ γέλωτʼ ὀφλήσεις» τετράμετρος καταληκτικὸς ἐξ ἐπιτρίτου τρίτου, διιάμβου, ἐπιτρίτου τρίτου καὶ βακχείου· εἰ δὲ βούλει, γʹ ταῦτα ἰαμβικὰ ποίει· δίμετρα, τὸ δὲ ιʹ τετράμετρος ὅμοιος εἷς.
ἀντιστροφὴ κώλων ιβʹ.
ὦ καλλίπυργον σοφίαν: ἑτέρα εἴσθεσις μέλους χοροῦ μεσῳδικὴ καὶ ἀντίστροφος ὁμοία τῇ προρρηθείσῃ στροφῇ ἐκ κώλων χοριαμβικῶν ιʹ, ὧν τὸ αʹ δίμετρον ἀκατάληκτον· τὸ βʹ καταληκτικὸν ἤτοι ἑφθημιμερές· τὸ γʹ ὅμοιον τῷ γʹ· τὸ δʹ ὅμοιον τῷ δʹ· τὸ εʹ ὅμοιον τῷ εʹ· τὸ Ϟʹ ὅμοιον τῷ Ϟʹ· τὸ ζʹ ὅμοιον τῷ ζʹ· τὸ ηʹ ὅμοιον τῷ ηʹ. τὸ θʹ ὅμοιον τῷ θʹ· τὸ ιʹ «εὐδοκίμηκεν ἀνήρ» ἑφθημιμερές. ἐν ἐκθέσει δὲ στίχοι δύο ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος.
ἐπασκῶν μετερχόμενος.
ὡς ὄντως, λίαν.
σῶφρον ... ἄνθος «ἡδὺ σῶφρον» ἀσυνδέτως εἴρηκεν, ἐπεὶ εἴη ἄν τινι σῶφρον ἄνθος, οὐ μὴν καὶ ἡδύ.
οὕτω χρὴ γράφειν τὰ κῶλα ταῦτα, ὡς διωρθώθη παρʼ ἡμῶν, ἵνʼ οἰκείως ἔχῃ πρὸς τὰ τῆς στροφῆς.
τῶν προτέρων ἐπί.
ὦ ἄδικε.
κομψοπρεπῆ πανοῦργον καὶ πιθανήν.
ὡς ὅτι.
εὐδοκίμησενκεν ἐθαυμάσθη.
εὐδοκίμηκεν εὐδοκίμησεν.
ἀνήρ ὁ δίκαιος.
δεινῶν δεξιῶν.
δεῖν χρείαν εἶναι.
τὸν ἄνδρʼ τὸν δίκαιον.
ὑπερβαλεῖῇ νικήσεις.
ὑπερβαλεῖ ὑπερβαλῇ.
διπλῆ καὶ εἴσθεσις ἀμοιβαία στίχων τετραμέτρων καταληκτικῶν καὶ ἀκαταλήκτων ἰαμβικῶν μαʹ, ὧν τελευταῖος τίνα γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι.
καὶ μὴν πάλʼ ἔγωγε: εἴσθεσις ἑτέρας διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν μθʹ, ὧν τελευταῖος ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι. καλεῖται δὲ τοῦτο τὸ μέτρον, ὡς εἴρηται, ἱππωνάκτειον διὰ τὸ κατακόρως αὐτὸν τούτῳ χρήσασθαι. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
συνταράξαι ἀνατρέψαι.
ὅτι ὁ ἀντιλέγων πρὸς μείζονα αὐτοῦ ἀντιλέγει. μείζων δὲ ὁ νόμος καὶ τὸ δίκαιον τοῦ ἀδίκου. διὰ τοῦτο οὗτος ἥττων ἐκλήθη.
ταῖς δίκαις ταῖς δικαιοσύναις.
πλεῖν πλέον.
στατήρων ἤγουν νομισμάτων.
εἴρηται, ὅτι ὁ στατὴρ τρία ἔχει νομίσματα, δίδραχμα δὲ δύο.
αἱρούμενον προκρίνοντά τινα.
ἥττονας ἀδίκους.
νικᾶν τοὺς δικαίους.
σκέψαι ὦ Φειδιππίδη.
ὡς ὅτι, πῶς.
δειλὸν ποιεῖ μαλακίας γὰρ αἴτιον.
μέσον ... ἄφυκτον ἐκ μεταφορᾶς τῶν παλαιόντων· ὁ γὰρ τὰ μέσα ληφθεὶς ἀφύκτως ἔχεται.
ἐν τῇ Ἀττικῇ ἀνεδόθησαν τῷ Ἡρακλεῖ θερμὰ ὕδατα, ἵνα λούηται· ἐποίησε δὲ ἀναδοθῆναι ἡ Ἀθηνᾶ δεξιουμένη αὐτὸν διὰ τοὺς ἄθλους. ἐκαλοῦντο δὲ Ἡράκλεια θερμά. καὶ Πείσανδρος τῷ δʼ ἐν Θερμοπύλῃσι θεὰ γλαυκῶπις Ἀθήνη ποίει θερμὰ λουτρὰ παρὰ ῥηγμῖνι θαλάσσης.
διʼ ἡμέρας λαλούντων λέγουσι γάρ· ἐπειδήπερ Ἡρακλῆς ὁ καρτερὸς ἐλούετο, διὰ τί μὴ καὶ ἡμεῖς.
σοφοὺς ἅπαντας Ὀδυσσέα καὶ τοὺς ὁμοίους αὐτῷ.
ἀσκεῖν ἐπιτηδεύειν.
δύω συνίζησις.
τῷ τίνι ἀνθρώπῳ.
πολλούς πολλοῖς.
γοῦν γάρ.
σώφρων ὁ Πηλεὺς ὢν καὶ θεοφιλὴς ὑπὸ θεῶν ἔλαβε μάχαιραν, ὅτε ὑπό τινων εἱρκτῇ κατεκλείσθη· διʼ ἧς καὶ τοὺς Λαπίθας κατεπολέμησεν. ἠξίωται δὲ καὶ διʼ ἀρετὴν τρόπων θνητὸς ὢν θεᾷ συμμιγῆναι τῇ Θέτιδι.
ὁ Πηλεὺς ἐγένετο σωφρονέστατος· Ἀστυδαμείας δὲ τῆς Ἀκάστου γαμετῆς ἐρασθείσης αὐτοῦ καὶ μὴ δυνηθείσης πεῖσαι, ἀλλὰ διαβολῇ χρησαμένης κατʼ αὐτοῦ πρὸς τὸν Ἄκαστον οὗτος μαθὼν εἰς ἐρημίαν αὐτὸν ἄγει καὶ γυμνώσας παντὸς ὅπλου ἀφῆκεν εἰπών· εἰ δίκαιος εἶ, σωθήσῃ. ὡς δὲ ἔμελλεν ὑπὸ θηρίων διαφθαρῆναι, μάχαιραν αὐτῷ οἱ θεοὶ ἐχαρίσαντο ἡφαιστότευκτον διʼ Ἑρμοῦ, καὶ οὕτω τὸν κίνδυνον ἔφυγεν.
σώφρων ὁ Πηλεὺς ἐγένετο καὶ θεοφιλής. Ἀστυδαμείας ... ἔφυγε· διʼ ἧς ... Θέτιδι. τότε δέ, φασίν, ἠράσθη αὐτοῦ Ἀστυδάμεια, ὅτε πρὸς θήραν τοῦ καλυδωνίου ἐξελθὼν κάπρου τὸν Εὔρυτον ἄκων ἀπέκτεινε καὶ πρὸς Ἄκαστον εἰς Ἰωλκὸν ἀφίκετο καθαρθῆναι τοῦ φόνου κατὰ τὸ ἔθος βουλόμενος.
ἀστεῖόν κατʼ εἰρωνείαν ὁ λόγος.
ὁ Ὑπέρβολος οὗτος λυχνοποιὸς ὢν πάνυ πανοῦργος ἦν. οὐ γὰρ χαλκῷ μόνῳ ἐχρῆτο πρὸς τὴν τῶν λύχνων κατασκευήν, ἀλλὰ καὶ μόλιβδον ἐνετίθει ἐντός, ἵνα πολὺ βάρος ἔχοντες πλείονος ἄξιοι ὦσι· καὶ οὕτως ἠπάτα τοὺς πριαμένους.
πλεῖν πλέον.
φασίν, ὅτι τοὺς γινομένους ἐκ Πηλέως παῖδας Θέτις λαμβάνουσα περιέκαιε τὸ θνητὸν αὐτῶν σῶμα βουλομένη ἀθανάτους αὐτοὺς ποιεῖν· καὶ πολλοὺς ἔκαυσε· καὶ τὸν Ἀχιλλέα οὖν τεκοῦσα ἐπέθηκεν εἰς τὸ πῦρ· καὶ γνοὺς ὁ Πηλεὺς ἐπεβόησεν. ἡ δὲ λυπηθεῖσα ἐχωρίσθη αὐτοῦ. ἐνταῦθα δὲ διαβάλλειν βουλόμενος τὸν Πηλέα· διὰ τὸ μὴ εἶναι αὐτόν, φησίν, ὑβριστὴν τοῦτον ἀπολιποῦσα ᾤχετο.
παννυχίζειν ἄγρυπνον διαβιβάζειν.
συναμωρουμένη συνουσιαζομένη· σῖνος γὰρ τὸ αἰδοῖον.
κρόνιππος παλαιὸς μωρός.
κρόνιππος μέγας μωρός, ὡς καὶ ἱπποβῖνος ὁ μέγας πόρνος.
σημείωσαι γνωμικόν
περὶ τοῦ κοττάβου ἐν τῷ τῶν Ἀχαρνέων εἴρηται δράματι.
κοττάβων ἤχων τῶν ἐκ τῆς μουσικῆς τῶν ἐκθέσμων ᾠδῶν.
κοττάβων παιγνίων τινῶν ἐν συμποσίοις γινομένων.
κιχλισμῶν γελώτων ἀτάκτων.
τί; μετὰ ταῦτα γέγονε.
κατελήφθης ἐκρατήθης.
λέγειν τῇ γλώττῃ χρῆσθαι καὶ διαστρέφειν τοὺς ἐγκαλοῦντας.
αὐτόν τὸν κατασχόντα.
ἐπανενεγκεῖν θέλε ἀναβιβάσαι τὸν λόγον.
ὅτε μοιχός τις ἑάλω, ἀνασπώμενος τάς τε ὑπογαστρίους καὶ τὰς τοῦ πρωκτοῦ καὶ τῆς πόσθης τρίχας τέφραν πυρὶ ζέουσαν ἐπάττετο· εἰσώθουν δὲ καὶ εἰς τὴν τοῦ πρωκτοῦ ὀπὴν ῥαφάνην ὃ μεγίστης ἀτιμίας καὶ ὀδύνης ἦν.
μὴ εὐρύπρωκτος συνίζησις.
τελευταῖος τῶν τετραμέτρων ἰαμβικῶν.
ἰαμβικοὶ τρίμετροι τέσσαρες.
ἢν δʼ εὐρύπρωκτος: διπλῆ καὶ ἔκθεσις μέλους τῶν ὑποκριτῶν ἀμοιβαία, ἔχουσα μὲν ἰαμβεῖα τρίμετρα τέσσαρα πληρούμενα εἰς τὸ «φέρε δή μοι φράσον», δίμετρα δὲ ἰαμβεῖα καὶ μονόμετρα ἑξῆς κʹ, ὧν τὸ πρῶτον «συνηγοροῦσιν ἐκ τίνων» δίμετρον ἀκατάληκτον· τὸ βʹ «ἐξ εὐρυπρώκτων. πείθομαι» δίμετρον ἀκατάληκτον· τὸ γʹ «τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων» δίμετρον ἀκατάληκτον … τὸ δʹ «ἐξ εὐρυπρώκτων. εὖ λέγεις» δίμετρον ἀκατάληκτον· τὸ εʹ «δημαγωγοῦσι δʼ ἐκ τίνων» τροχαϊκὸν ἀσυνάρτητον ἐκ τροχαϊκῆς καὶ ἰαμβικῆς βάσεως· τὸ Ϟʹ «ἐξ εὐρυπρώκτων» πενθημιμερές· τὸ ζʹ «ἆρα δῆτʼ ἔγνωκας ὡς οὐδὲν λέγεις» τροχαϊκὸς τρίμετρος καταληκτικός· τὸ ηʹ «καὶ τῶν θεατῶν ὁπότεροι πλείους σκόπει» τρίμετρον ἀκατάληκτον· τὸ θʹ «καὶ δὴ σκοπῶ» καὶ τὸ ιʹ «τί δῆθʼ ὁρᾷς» μονόμετρα ἀκατάληκτα· τὸ ιαʹ «πολὺ πλείονας νὴ τοὺς θεούς» δίμετρον ἀκατάληκτον· τὸ ιβʹ «τοὺς εὐρυπρώκτους» ὅμοιον τῷ Ϟʹ· τὸ ιγʹ «καὶ οἶδʼ ἐγὼ» δίμετρον ἀκατάληκτον· τὸ ιδʹ «κἀκεινονί» μονόμετρον· τὸ ιεʹ «καὶ τὸν κομήτην τουτονί» δίμετρον ἀκατάληκτον· τὸ ιϞʹ «τί δῆτʼ ἐρεῖς» μονόμετρον ἀκατάληκτον· τὸ ιζʹ «ἡττήμεθʼ ὦ κινούμενοι» δίμετρον ἀκατάληκτον· τὸ ιηʹ «πρὸς τῶν θεῶν δέξασθέ μου» δίμετρον ἀκατάληκτον· τὸ ιθʹ «θοιμάτιον ὡς» μονόμετρον ἀκατάληκτον· τὸ κʹ «ἐξαυτομολῶ πρὸς ὑμᾶς» ἑφθημιμερές.
ἢν δʼ εὐρύπρωκτος ᾖ: ἔκθεσις τῆς διπλῆς ἀμοιβαία, ἧς προτίθενται στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι δʹ· τὰ δὲ λοιπὰ κῶλά εἰσιν ἰαμβικὰ ιηʹ, ὧν τὸ αʹ «συνηγοροῦσιν ἐκ τίνων» δίμετρον ἀκατάληκτον, ὃ καλεῖται ἀνακρεόντειον διὰ τὸ πολλῷ αὐτῷ χρήσασθαι τὸν Ἀνακρέοντα· τὸ βʹ, τὸ γʹ, τὸ δʹ, τὸ εʹ, τὸ Ϟʹ, τὸ ζʹ, τὸ θʹ, τὸ ιʹ, τὸ ιγʹ, τὸ ιεʹ καὶ τὸ ιϞʹ ὅμοια δίμετρα ἀκατάληκτα· τὸ ιαʹ δέ, τὸ ιδʹ καὶ τὸ ιζʹ, ὃ καὶ παρατέλευτον ὀνομάζεται, μονόμετρα ἀκατάληκτα· τὸ δὲ ιηʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται καὶ αὐτὸ ἀνακρεόντειον διὰ τὸ πολλῷ καὶ τούτῳ χρήσασθαι τὸν ποιητήν. μεταξὺ δὲ τούτων ὁ ηʹ καὶ ιβʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν τῇ ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.
νικῶ σε τόδε, φαμέν· τὸν αὐτὸν δὴ τρόπον ἐρεῖς καὶ τὸ «ἢν τοῦτο νικηθῇς ἐμοῦ» παθητικῶς.
συνηγοροῦσιν τοῖς δικαζομένοις.
τραγῳδοῦσιν τὰς τραγῳδίας καὶ τὰ δράματα ὑποκρίνονται.
τοῦτο εἰς Φρύνιχον ἀποτείνει τὸν τραγικὸν χορευτήν, ἐπειδὴ διεβάλλετο ἐπὶ μαλακίᾳ διὰ ποικιλίαν σχημάτων.
δημαγωγοῦσι δʼ διοικοῦσι τὸν δῆμον.
ὁπότεροι ὁποῖοι, οἱ εὐρύπρωκτοι ἢ οὔ.
κινούμενοι συνουσιαζόμενοι.
θοιμάτιον, ὡς παρατέλευτον τοῦτο.
ὡς ὅτι.
πρὸς ὑμᾶς πρὸς σὲ τὸν ἄδικον καὶ τοὺς περὶ σέ.
τί δῆτα; πότερα: ἑτέρα διπλῆ καὶ ἔκθεσις ἀμοιβαία στίχων τριμέτρων ἰαμβικῶν θʹ, ὧν τελευταῖος χώρει νυν. οἶμαί σοι δὲ ταῦτα μεταμελήσειν, ὃς μόνος ἐστὶ τρίμετρος ὑπερκατάληκτος.
τί δῆτα; πότερον: σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ηʹ. ἐν ἐκθέσει δὲ κῶλα βʹ ἰαμβικὰ δίμετρα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ, ἃ καλεῖται, ὡς εἴρηται, ἀνακρεόντεια. ἔχει δὲ τὸ βʹ κῶλον τὸ «σοὶ ταῦτα μεταμελήσειν» τὸν βʹ πόδα τρίβραχυν ἤτοι χορεῖον. ἐπὶ τῷ τέλει παράγραφος.
σύστημα κατὰ περικοπήν.
δὴ λέγειν γρ. «σοὶ» ἢ «τὸ».
στομώσῃς ἡ μεταφορὰ ἀπὸ τῶν μαχαιρῶν.
ἐπὶ μὲν θάτερα ἤγουν ἐπὶ τὰ ἀριστερὰ μέρη.
δικιδίοις μικραῖς δίκαις.
ἀμέλει μὴ φρόντιζε.
κομιεῖῇ λήψῃ.
κομιεῖ κομιῇ.
σοφιστὴν ῥήτορα.
νυν δή.
ταῦτα ἃ εἰς ἐμὲ πεποίηκας.
παράβασίς ἐστι κἀνταῦθα στίχων τροχαϊκῶν τετραμέτρων ιϞʹ, ὧν τελευταῖος κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς· πλὴν οὐ πάντα τὰ μέρη τῆς παραβάσεως φέρει, ἀλλὰ μόνον τὸ ἐπίρρημα, ἐν ᾧ συμβουλεύειν ἐστὶν ἔθος τῇ πόλει ὠφέλιμα.
τοὺς κριτὰς ἃ κερδανοῦσιν: κἀνταῦθα παράβασίς ἐστιν. ἔχει δὲ οὐ πάντα τὰ μέρη τῆς παραβάσεως, ἀλλὰ μόνον τὸ ἐπίρρημα, ἐν ᾧ ἔθος ἢ χρηστὰ συμβουλεύειν τῇ πόλει ἢ σκώπτειν τοὺς πονηρούς. τίθενται γὰρ οὐ μόνον τέλειαι παραβάσεις, ἀλλὰ καὶ μέρη τινὰ αὐτῶν. ἔστι δὲ τὸ παρὸν ἐπίρρημα ἐκ στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν ιϞʹ, ὧν τελευταῖος κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς. ἐπὶ τῷ τέλει παράγραφος.
ἐπίρρημα.
τὸν χορὸν ἤγουν τὸ δρᾶμα.
ἐκ τῶν δικαίων ἤγουν δικαίως.
ὅπως μὴ χάριτι δόξῃ νικᾶν, μηδὲ χάριτι τὴν ψῆφον φέρειν αὐτούς, ἀλλὰ ταῖς ἀληθείαις, προσέθηκε τὸ «ὠφελεῖν ἐκ τῶν δικαίων». τῇ αἰτιατικῇ δὲ ἐχρήσατο ἀντὶ εὐθείας, ὡς καὶ ἐν Ἀχαρνεῦσι δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοῖς βροτοῖς δεχόμενον εἰ μηδέποτε νοστήσει.
νεοῦν ἀροτριᾶν.
ἐν ὥρᾳ ἤγουν ἐγκαίρως.
ὕσομεν βρέξομεν.
ὑμῖν τοῖς κριταῖς.
ἀμπέλους τάς.
πιέζειν δαμάζειν αὐτάς.
ἐπομβρίαν ἀμφότερα γὰρ χαλεπά.
ἀτιμάσῃ ἤγουν κακὸν τὸ καθʼ ἡμᾶς δρᾶμα ψηφίσηται.
πείσεται πάθῃ.
παιήσομεν τύψομεν αὐτάς.
γαμῇ ἤγουν γυναῖκα λαμβάνῃ.
ὕσομεν βρέξομεν.
ἐν Αἰγύπτῳ ἔνθα οὐδέποτε ὕει, οὐδὲ νεφέλη συνίσταται
τελευταῖος τῶν τροχαϊκῶν.
ἐπεισόδιον στίχων ἰαμβικῶν τριμέτρων κγʹ, ὧν τελευταῖος πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
πέμπτη, τετράς, τρίτη: κορωνὶς ἑτέρα ὁμοία ταῖς προρρηθείσαις· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι κγʹ, ὧν ... χίλιοι. ἐπὶ τῷ τέλει κορωνίς.
οἱ Ἀττικοὶ οὕτω διῄρουν τὸν μῆνα λέγοντες· πρώτη ἱσταμένου, δευτέρα ἱσταμένου μέχρι τῶν δέκα· εἶτα μία ἐπὶ δέκα, δύο ἐπὶ δέκα μέχρι τῆς ἐννεακαιδεκάτης. ἔλεγον δὲ τὴν μὲν εἰκοστὴν πρώτην εἰκάδα, τὴν δὲ εἰκοστὴν πρώτην δευτέραν εἰκάδα· εἶτα οὐκ ἐχώρουν ἐφεξῆς ἀριθμοῦντες, ἀλλὰ ἀπὸ τῆς εἰκοστῆς ἐννάτης ἤρχοντο λέγοντες· ἐννάτη φθίνοντος, δηλοῦντες ἐντεῦθεν τὴν εἰκοστὴν δευτέραν, καὶ ὀγδόη φθίνοντος καὶ ἑβδόμη φθίνοντος καὶ ἕκτη φθίνοντος καὶ πέμπτη φθίνοντος καὶ τετάρτη φθίνοντος καὶ τρίτη φθίνοντος καὶ δευτέρα φθίνοντος, ἤτοι τρίτη, τετάρτη, πέμπτη, ἕκτη, ἑβδόμη, ὀγδόη, ἐννάτη.
οἱ ... ἐννεακαιδεκάτης. τὴν δὲ εἰκοστὴν ἔλεγον μεγάλην εἰκάδα· εἶτα ἀναποδίζοντες τὸν ἀριθμὸν τὴν μὲν εἰκοστὴν πρώτην δεκάτην ἔλεγον φθίνοντος, τὴν δὲ εἰκοστὴν δευτέραν ἐνάτην, τὴν κγʹ ὀγδόην, καὶ καθεξῆς οὕτως τὸ «φθίνοντος» προστιθέντες, ἤγουν ἑβδόμη, ἕκτη, πέμπτη, τετάρτη, τρίτη καὶ δευτέρα ἤτοι κθʹ· εἶτα τὴν λʹ ἕνην καὶ νέαν ἔλεγον, ἐπεὶ ἐν αὐτῇ τέλος τε καὶ ἀρχὴν ὁ ἐκ τῆς σελήνης ἀριθμούμενος μὴν ἔχει.
οἱ ... δευτέρα ἱσταμένου καὶ καθεξῆς οὕτως μέχρι τῶν δέκα … · εἶτα μία ἐπὶ δέκα, δύο ἐπὶ δέκα, τρία ἐπὶ δέκα· τὴν ιεʹ πρώτην φθίνοντος διὰ τὸ ἐντὸς ταύτης συμπληροῦσθαι τὴν αὔξησιν τῆς σελήνης καὶ τὴν μείωσιν αὖθις ἄρχεσθαι. ἔπειτα τὴν ἑξκαιδεκάτην δευτέραν φθίνοντος, τὴν ιζʹ τρίτην φθίνοντος, τὴν ιηʹ τετάρτην φθίνοντος, τὴν ιθʹ πέμπτην φθίνοντος· τὴν δὲ κʹ ἔλεγον μεγάλην εἰκάδα. εἶτα πάλιν τὴν καʹ ἕκτην φθίνοντος, τὴν κβʹ ἑβδόμην φθίνοντος, τὴν κγʹ ὀγδόην φθίνοντος, τὴν κδʹ ἐννάτην φθίνοντος, τὴν κεʹ δεκάτην φθίνοντος, τὴν κϞʹ ιαʹ φθίνοντος, τὴν κζʹ ιβʹ φθίνοντος, τὴν κηʹ ιγʹ φθίνοντος, τὴν κθʹ ιδʹ φθίνοντος· τὴν δὲ λʹ ἔννην καὶ νέαν ἔλεγον, ἐπεὶ ἐν αὐτῇ ... ἔχει.
πέμπτη κϞʹ.
τετρὰς κζʹ.
τρίτη κηʹ.
δευτέρα κθʹ.
εἰθʼ ἣν ἔστιν ἡ λʹ.
βδελύττομαι μισῶ.
εὐθὺς μετὰ γάρ.
ταύτην τὴν λʹ.
ἔνη τε καὶ νέα ἀρχιμηνία.
τις ἐκείνων.
πρυτανεῖʼ δίκας, ἐκταγάς· αὗται γὰρ εἰς τὸ πρυτανεῖον συνήγοντο· τὸ δὲ ἦν δημόσιόν τι θησαυροφυλάκιον.
πρυτανεῖʼ ἤγουν ἐκταγάς.
μέτρια ὀλίγα.
αἰτουμένου αὐτόν.
τὸ μέν γε τοῦ δανείου.
ἀπολήψεσθʼ τὸ δάνειον.
ἀπολήψεσθʼ ἀπολήψεσθαι.
δικάσασθαι ἐγκλητεῦσαι.
εἴσομαι γνώσομαι.
κόψας κρούσας.
παῖ δοῦλε.
ἠμί φημί.
τουτονὶ τὸν θύλακον, ὅς ἐστι μεστὸς ἀλφίτων.
ἐπιθαυμάζειν θαυμαστῶς τιμᾶν καὶ δεξιοῦσθαι.
εἶφʼ εἰπέ.
ὅτι τὸ «ἄρτι» μὲν παρʼ Ἀττικοῖς ἀντὶ τοῦ «νῦν» λαμβάνεται, τὸ «ἀρτίως» δὲ ἀντὶ τοῦ «πρὸ ὀλίγου».
εἰσήγαγες εἰς ἐπίδειξιν μετὰ τοῦ δικαίου.
παμβασίλειʼ τοῦτο διὰ μέσου.
ἀπαιόλη ἀπάτη· παρὰ τὸ ἀπαιολεῖν καὶ κινεῖν καὶ στερεῖν
τὸ «ὥστε» πρὸς τὸ «μεμάθηκεν» ἔχει τὴν δύναμιν· τὸ δὲ «ὦ παμβασίλεια» διὰ μέσου.
πολλῷ γε μᾶλλον ἀποφύγῃς.
χίλιοι μάρτυρες.
τελευταῖος τῶν τριμέτρων ἰάμβων.
βοάσομαι: μέλος καὶ κομμάτιον. εἴσθεσις διπλῆς κώλων κʹ, ὧν πρῶτον «βοάσομαί γʼ ἄρα τὰν ὑπέρτονον» χοριαμβικὸς τρίμετρος καταληκτικὸς ἐκ διιάμβου, διτροχαίου καὶ δακτύλου· τὸ βʹ «βοάν. ἰὼ κλάετʼ, ὦ ʼβολοστάται» ὅμοιος τρίμετρος· τὸ γʹ «αὐτοί τε καὶ τἀρχεῖα καὶ τόκοι τόκων» ὅμοιος τρίμετρος ἀκατάληκτος· τὸ δʹ «οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσησθʼ ἔτι» ὅμοιος· τὸ εʹ «οἷος ἐμοὶ τρέφεται» χοριαμβικὸν πενθημιμερὲς ἐκ χοριάμβου καὶ ἀναπαίστου· τὸ Ϟʹ «τοῖσδʼ ἐνὶ δώμασι παῖς» ὅμοιον· τὸ ζʹ «ἀμφήκει γλώττῃ» χοριαμβικὸν πενθημιμερὲς ἐκ δισπονδείου καὶ συλλαβῆς· τὸ ηʹ «λάμπων πρόβολος ἐμός» ἰωνικὸν ἑφθημιμερὲς ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον· τὸ θʹ «σωτὴρ δόμοις, ἐχθροῖς ἀνιαρός» ἰωνικὸς τρίμετρος βραχυκατάληκτος ἐξ ἐπιτρίτου τρίτου τροχαίου· τὸ ιʹ «λυσανίας πατρῴων μεγάλων κακῶν» χοριαμβικὸς τετράμετρος καταληκτικὸς ἐκ χοριάμβου, ἀντισπάστου καὶ διιάμβου· τὸ ιαʹ «ὃν κάλεσον τρέχων» χοριαμβικὸν δίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου καὶ ἰάμβου· τὸ ιβʹ «ἔνδοθεν ὡς ἐμέ» ὅμοιον· εἰ δὲ βούλει, δακτυλικὸν δίμετρον ἀκατάληκτον· τὸ ιγʹ «ὦ τέκνον, ὦ παῖ παῖ» ὅμοιον χοριαμβικόν· εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές· τὸ ιδʹ «ἔξελθʼ οἴκων» χοριαμβικὸν μονόμετρον ἀκατάληκτον ἐκ δισπονδείου· τὸ ιεʹ «ἄιε σοῦ πατρός» ὅμοιον τῷ ιβʹ· τὸ ιϞʹ «ὅδʼ ἐκεῖνος ἀνήρ» ἀναπαιστικὸν δίμετρον· τὸ ιζʹ «ὦ φίλος, ὦ φίλος» ὅμοιον τῷ ιβʹ· τὸ ιηʹ «ἄπιθι σὺ λαβών» ἀναπαιστικὸν δίμετρον ὅμοιον τῷ ιϞʹ· τὸ ιθʹ «ἰὼ ἰώ, τέκνον» ἰαμβικὸν δίμετρον βραχυκατάληκτον· τὸ κʹ «ἰοὺ ἰού» ἰαμβικὸν μονόμετρον ἀκατάληκτον.
βοάσομαί γʼ ἄρα: εἴσθεσις μέλους περιοδικὴ καὶ μερικὴ ἀμοιβαία ἐν ἐκθέσει ἐκ στίχων καὶ κώλων ιηʹ, ὧν ὁ αʹ ἀντισπαστικὸς τρίμετρος καταληκτικὸς ἐκ διιάμβου καὶ παίωνος γʹ· ὁ βʹ ὅμοιος κατὰ πάντα· οἱ ἑξῆς δύο ἰαμβικοὶ καθαροὶ τρίμετροι ἀκατάληκτοι· τὰ ἑξῆς δύο χοριαμβικὰ δίμετρα καταληκτικὰ ἤτοι πενθημιμερῆ· εἰ δὲ βούλει, δακτυλικὰ πενθημιμερῆ, ἃ καλεῖται ἀρχιλόχεια· τὸ ζʹ ὅμοιον· τὸ ηʹ ὅμοιον ἀναπαιστικόν, τὸν δεύτερον δὲ πόδα τετράβραχυν ἔχον· διαλύεται γὰρ ἡ μακρὰ τοῦ ἀναπαίστου εἰς δύο βραχείας, ὡς εἴρηται· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον διαλυθείσης τῆς μιᾶς μακρᾶς τοῦ ἐπιτρίτου· τὸ θʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον· ὁ ιʹ χοριαμβικὸς τρίμετρος ἀκατάληκτος τὸν δεύτερον ἔχων πόδα ἀντίσπαστον· τὸ ιαʹ δίμετρον βραχυκατάληκτον· τὸ ιβʹ ὅμοιον· εἰ δὲ βούλει, δακτυλικὸν δίμετρον· τὸ ιγʹ χοριαμβικὸν ὅμοιον· εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές· τὸ ιδʹ χοριαμβικὸν μονόμετρον ἀντὶ χοριάμβου δισπόνδειον ἔχον· εἰ δὲ βούλει, δακτυλικὸν ὅμοιον τῷ ιβʹ· τὸ ιεʹ ὅμοιον τῷ ιβʹ· τὸ ιϞʹ ἀναπαιστικὴ βάσις· τὸ ιζʹ ὅμοιον τῷ ιβʹ· τὸ ιηʹ ὅμοιον τῷ ιϞʹ· τὸ γὰρ θι κοινή ἐστι συλλαβὴ ὡς λῆγον εἰς μέρος λόγου. δέχονται δὲ τὰς κοινὰς ταύτας συλλαβὰς οἱ ἰαμβογράφοι ποιηταὶ ἐν μόνοις δακτυλικοῖς καὶ ἀναπαιστικοῖς στίχοις, ἐν ἰαμβικοῖς δὲ οὐδαμῶς. λέγω δὲ κοινὰς συλλαβὰς τὰς εἰς βραχὺ ληγούσας, ἐπεὶ τὰς εἰς μακρὸν ἢ δίφθογγον ληγούσας καὶ ἐν ἰαμβικοῖς δέχονται· καὶ οὐκ ἐν μέρει λόγου μόνον ληγούσας, ἀλλὰ καὶ ἐν μέσῃ λέξεως εὑρεθείσας καὶ τὴν ἑξῆς συλλαβὴν ἀπὸ φωνήεντος ἀρχομένην ἐχούσας, ὡς ἐν τῷ «ποιῶ» καὶ «τουτωί» καὶ «αὑτηί» καὶ «οὐχ οἷόν τε» καὶ «τοιοῦτος» καὶ τοῖς τοιούτοις. ἀλλʼ οἱ μὲν Ἴωνες τὰ εἰς ε λήγοντα τρίτα πρόσωπα τῶν ἑνικῶν καὶ τὰ εἰς ι λήγοντα τρίτα τῶν πληθυντικῶν καὶ τὰς εἰς ι ληγούσας δοτικὰς τῶν πληθυντικῶν ἄνευ τοῦ ν γράφουσιν εἴτε συμφώνου εἴτε φωνήεντος ἐπιφερομένου· καὶ δῆλον ἐκ τῶν ἰωνικῶς γραψάντων. Ἀττικοὶ δὲ καὶ ἀμφοτέρων κειμένων μετὰ τοῦ ν τὰ τοιαῦτα γράφουσιν, ὡς ἐν τοῖς παλαιοῖς τῶν βιβλίων εὕρηται. τούτου χάριν καὶ ἡμεῖς προστίθεμεν τὸ ν ἐν τοῖς τοιούτοις διὰ τὴν τοῦ μέτρου ἀνάγκην ἔντε τῷ παρόντι βιβλίῳ καὶ τοῖς λοιποῖς· ἄλογον γὰρ εἶναί μοι δοκεῖ ἐν ἑτέροις μὲν βραχέσι φωνήεσι διπλασιάζεσθαι σύμφωνον τῷ ἐπαγομένῳ ὅμοιον ὥστε μακρὰ γενέσθαι ἀντὶ βραχέων, ἐν τούτοις δὲ φύσιν ἔχουσιν ἐφέλκεσθαι τὸ ν μὴ προστίθεσθαι τοῦτο, ἀλλʼ ἀντὶ κοινῆς ταῦτα λογίζεσθαι συλλαβῆς, ὥσπερ τὰ ἐξ ἀνάγκης εἰς τὴν κοινὴν ἐμπίπτοντα καὶ μὴ ἑτέρως ἔχοντα θεραπευθῆναι. ἀλλὰ γὰρ εἰ καὶ ἐν ἑτέροις τοῦτο δώσομεν μέτροις, τὸ καὶ ταῦτα ἀντὶ κοινῆς λογίζεσθαι, διὰ τὸ καὶ ἰωνικαῖς πολλάκις λέξεσι χρῆσθαι, ἐν ἰαμβικῷ οὐκ ἂν εὐλόγως τοῦτο παραχωρήσαιμεν, ἐπεὶ μάλιστα ἐν τοῖς τοιούτοις ἀττικίζειν αὐτοῖς μέλει. εἰ δὲ καὶ ὡς τρίβραχυν τὸν πόδα λάβοις, καλῶς ἂν ἔχοι, ἐπεὶ ἐν τῷ ἀναπαιστικῷ καὶ ὁ τρίβραχυς εὕρηται. ἔστι δὲ καὶ ταῦτα πολυσχημάτιστα διὰ τὸν εἰρημένον τρόπον. ἐπὶ τῷ τέλει παράγραφος.
στροφὴ καὶ ᾠδὴ κώλων ιηʹ.
βοάσομαί βοήσομαι.
τὰ ἐκ Πηλέως Εὐριπίδου ἐπιφέρει ἰὼ πύλαισιν ἥτις δόμοις. καὶ Φρύνιχος Σατύροις βοάσομαί γʼ ἄρα τὰν ὑπέρτονον βοάν.
ὑπέρτονον ἰσχυράν, μεγάλην.
ὦ ʼβολοστάται δανεισταί.
τἀρχεῖα τὰ κεφάλαια.
οἱ γὰρ πρῶτοι τόκοι παραταθέντος τοῦ δανείου κεφάλαια γινόμενοι τόκους ἄλλους δέχονται.
οἷος τοιοῦτος.
ἐμοὶ γάρ.
ἀμφήκει διστόμῳ.
πρόβολος φυλακή.
πρόβολος φύλαξ δίκην πύργου.
ἀνιαρός γρ. βλάβη.
λυσανίας λυτὴρ τῶν θλίψεων.
ἐνταῦθα παίζει τὸν Εὐριπίδην· τοῦτο γὰρ ἐκείνου ἀπὸ τοῦ τῆς Ἑκάβης δράματος.
ἰὼ ἰὼ τέκνον: εἴσθεσις διπλῆς ἀμοιβαίας, ἧς προτίθενται κῶλα ἰαμβικὰ δύο, ὧν τὸ αʹ δίμετρον βραχυκατάληκτον· τὸ δὲ βʹ μονόμετρον ἀκατάληκτον ἤτοι ἰαμβικὴ βάσις· οἱ δὲ ἑξῆς στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λεʹ, ὧν τελευταῖος ἐπʼ εὐτυχίαισιν ᾀστέον μοὐʼγκώμιον. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
ὅτι τὸ «ἰοῦ» ἐπὶ χαρᾶς περισπᾶται.
τέλος τοῦ μέλους.
ἐπεισόδιον στίχων ἰαμβικῶν τριμέτρων λεʹ, ὧν τελευταῖος ἐπʼ εὐτυχίαισιν ᾀστέον μʼοὐγκώμιον.
σημείωσαι.
κακουργοῦντʼ δοκεῖν κακουργεῖσθαι.
ἀττικὸν βλέπος οἷον Ἀθηναῖοι ἔχουσι, δριμὺ καὶ τιτανῶδες· διαβάλλει δὲ αὐτοὺς ὡς θρασεῖς καὶ ἀναιδεῖς.
βλέπος χ.
βλέπος ἀντὶ τοῦ «πανοῦργον βλέμμα». τὸ δὲ χ πρὸς τὸν σχηματισμὸν τῆς λέξεως.
ἀττικόν φησι βλέπος οἷον δηλονότι Ἀθηναῖοι ... ἀναιδεῖς καὶ πανοῦργον ἔχοντας βλέμμα.
ἐπισημειοῦται τὴν λέξιν συνήθως τῷ χ ... λέξεως.
ὅπως σκόπει, ὅρα.
φοβεῖ φοβῇ.
σημείωσαι, ὅτι εἰ καὶ ἀλλαχοῦ διὰ δύο νν εὕρηται ἡ «ἔννη», ἀλλʼ ἐνταῦθα πανταχοῦ ὁ Ἀριστοφάνης διʼ ἑνὸς ν τῇ «ἔνη» χρῆται … διὰ τὴν ἀνάγκην τοῦ μέτρου.
φυσικῶς γὰρ διʼ ἑνὸς ν γράφεται καὶ δασύνεται· ἀπὸ γὰρ τοῦ «ἕν» γίνεται· αἰολικῶς δὲ διπλασιάζεται καὶ ἕτερον ν καὶ ψιλοῦται.
ἐνταῦθα παίζει ἐρωτῶν· ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα; ὥσπερ καὶ εἰς τὸ ἀλεκτρύαινα καὶ ἀλεκτρυών· ἡ αὐτὴ γάρ ἐστιν ἕνη καὶ νέα. ἡ γὰρ τοῦ μηνὸς πρώτη ἀρχή τε ἐστὶ τῶν ἐπιλοίπων καὶ νέα· ἐκ ταύτης γὰρ τὰ τῆς σελήνης χωρεῖ πρὸς αὔξησιν.
εἰς ἥν γε ναί.
τὰ πρυτανεῖα τὰς δίκας.
φασί μοι οἱ δανεισταί.
αὔθʼ αὐτά.
διὰ τοῦτο τοῦτʼ εἶπε, διὰ τὸ τὴν ἔννην ἀρχαίαν καὶ παλαιὰν καὶ ὥσπερ τέλος τοῦ ὄπισθεν μηνὸς ἡγεῖσθαι, νέαν δὲ τὴν τριακοστὴν πρώτην, ἀφʼ ἧς ὁ μὴν ἄρχεται.
νενόμιστʼ ἡ ἔνη καὶ νέα ἡ ἔννη καὶ ἡ νέα.
νενόμιστʼ νενόμισται.
οὐκ ἀνασχόμενος ὁ Στρεψιάδης ἀκοῦσαι πάντα τὸν λόγον ἐκ περικοπῆς τοῦτό φησι, τὸ «οὐδέν ἐστι τοῦτο πρὸς τὴν ἕνην τε καὶ νέαν».
τὴν κλῆσιν τὴν ἐγκλήτευσιν.
αἱ θέσεις αἱ καταβολαὶ τῶν τόκων.
οἱ φεύγοντες οἱ κατηγορούμενοι.
πρότερον τῆς δίκης.
ἀπαλλάττοινθʼ ἑκόντες τοῦ δικάζεσθαι διὰ τὴν τῶν τόκων ἀπόδοσιν.
εἰ δὲ μή ἤγουν εἰ μὴ οἰκείᾳ ἀποδώσουσι γνώμῃ.
ἕωθεν ἐκ πρωΐας.
ὑπανιῷντο ὑπὸ τοῦ δικαστηρίου λυποῖντο.
ἀρχαὶ ἤγουν οἱ ἄρχοντες τοῦ δικαστηρίου.
τὰ πρυτανεῖʼ τὰς ἐκταγάς.
ἔνῃ τε καὶ νέᾳ ἐν ἀμφοτέραις ταῖς ἡμέραις.
οἱ προτένθαι οἱ λαίμαργοι.
τοῦτο οὕτω συντάξεις· ὅπως τάχιστα ὑφελοίατο καὶ λάβοιεν τὰ πρυτανεῖα, διὰ τοῦτο προὐτένθευσαν καὶ προύλαβον ἡμέρᾳ μιᾷ. δοκοῦσι γάρ μοι παθεῖν ὅπερ οἱ προτένθαι πάσχουσιν. ἐποίησε δὲ τὴν σύνταξιν ἀσαφῆ τῷ προτάξαι τὴν κατασκευήν. οἱ γὰρ προτένθαι ὑπὸ λαιμαργίας τὰ προτιθέμενα τῇ τραπέζῃ κατεσθίουσι, πρὶν τὰ κατασκευασθέντα προτεθῆναι αὐτοῖς βρώματα.
ὡς λίαν.
τὰ πρυτανεῖʼ τὰς ἐκταγάς.
ὑφελοίατο λάβοιεν.
προυτένθευσαν ἐλαιμάργησαν, καὶ προύλαβον.
εὖ γʼ ταῦτʼ ἔχει.
κακοδαίμονες ἄνθρωποι.
ἀβέλτεροι ἀμαθεῖς, ἄφρονες.
κέρδη τρυφή, κέρδος, γέλως, ἀπάτη.
λίθοι ἀναίσθητοι.
ἀριθμός μάταιον πλῆθος.
πρόβατʼ ἁπλούστατοι.
ἄλλως μάτην.
ἀμφορεῖς νενησμένοι μεγαρικὰ σεσωρευμένα.
ᾀστέον μʼ ἄξιόν ἐστιν ᾆσαί με.
τελευταῖος τῶν τριμέτρων ἰάμβων.
μάκαρ ὦ Στρεψίαδες: καὶ ἔκθεσις μέλους ὀκτάκωλος, ὧν τὸ πρῶτον «μάκαρ ὦ Στρεψίαδες» ἰωνικὸν ἀπʼ ἐλάσσονος δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπʼ ἐλάσσονος καὶ χορείου τριβράχεος ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον· εἰ δὲ βούλει, ἀναπαιστικὸν πενθημιμερές· τὸ βʹ «αὐτός τʼ ἔφυς ὡς σοφὸς» ἰαμβικὸν δίμετρον καταληκτικὸν ἀσυνάρτητον ἐξ ἰαμβικῆς βάσεως ἤτοι μονομέτρου ἰαμβικοῦ καὶ τροχαϊκῆς κατακλεῖδος ἤτοι τροχαίου καὶ μιᾶς συλλαβῆς ἀδιαφόρου· αἱ γὰρ λήξεις τῶν μέτρων πάντων ἀδιάφοροι· τὸ γʹ «χʼ οἷον τὸν υἱὸν ἐκτρέφεις» ἰαμβικὸν καθαρὸν δίμετρον ἀκατάληκτον· τὸ δʹ «φήσουσι δή μʼ οἱ φίλοι» ἰαμβικὸν δίμετρον καταληκτικὸν ἀσυνάρτητον ὅμοιον τῷ βʹ· τὸ εʹ «χʼ οἱ δημόται ζηλοῦντες» ἰαμβικὸν δίμετρον καταληκτικὸν καθαρόν· τὸ Ϟʹ «ἡνίκʼ ἂν σὺ νικᾷς λέγων τὰς δίκας» τροχαϊκὸς τρίμετρος … καταληκτικός … τὸ ζʹ «ἀλλʼ εἰσαγαγών σε βούλομαι» ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ ηʹ «πρῶτον ἑστιᾶσαι» τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλικόν.
μάκαρ ὦ Στρεψίαδες: ἔκθεσις τῆς διπλῆς περιοδικὴ εἰς μέλος μονοστροφικὸν κώλων ηʹ, ὧν τὸ αʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές· εἰ δὲ βούλει, ἀναπαιστικὸν πενθημιμερές· τὸ βʹ ἰωνικὸν ἀπὸ μείζονος ἑφθημιμερὲς ἀντὶ ἰωνικοῦ ἔχον ἐπίτριτον· τὸ γʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ δʹ ὅμοιον τῷ βʹ· τὸ εʹ ἰαμβικὸν ἑφθημιμερές· τὸ Ϟʹ ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ διτροχαίου καὶ ἐπιτρίτου καὶ κρητικοῦ· εἰ δὲ βούλει, τροχαϊκόν· τὸ ζʹ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἰωνικοῦ καὶ διτροχαίου· τὸ ηʹ «πρῶτον ἑστιᾶσαι» ἰωνικὸν ἡμιόλιον, ἐκ διτροχαίου καὶ σπονδείου· ἢ τροχαϊκὸν ἰθυφαλικόν, ὃ καλεῖται ἀρχιλόχειον, δίμετρον ὂν βραχυκατάληκτον. ἔστι δὲ καὶ ταῦτα πολυσχημάτιστα κατὰ τὸν εἰρημένον τρόπον. ἐπὶ τῷ τέλει δύο διπλαῖ, μία ἐν ἀρχῇ τοῦ κώλου καὶ ἑτέρα κατὰ τὸ τέλος, ἔξω νενευκυῖαι.
ᾠδὴ κώλων ηʹ.
ἡ μὲν κλητικὴ τούτου ἐστὶν «ὦ Στρεψιάδη»· ἀλλʼ ἵνα παίξῃ, οὕτως ἔφη τὴν αὐτοῦ παριστῶν ἀγροικίαν.
ὡς λίαν, ὄντως.
φήσουσι συνομολογήσουσι.
δʼ οἶμʼ οἱ φίλοι δή μʼ οἱ φίλοι γρ. δή μοι φίλοι.
ζηλοῦντες θαυμάζοντες, μακαρίζοντες.
νικᾷς κτλ. τοῦτο πρὸς τὸ «δίκας» σύναπτε· τὸ δὲ «λέγων» διὰ μέσου ἐστίν
ἑστιᾶσαι θρέψαι.
διπλῆ καὶ εἴσθεσις ἀμοιβαία στίχων τριμέτρων ἰαμβικῶν πηʹ, ὧν τελευταῖος αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσι. τὸ μεʹ κῶλον δίμετρον βραχυκατάληκτον «ἰώ μοι μοι ἔα».
εἶτʼ ἄνδρα τῶν αὐτοῦ: κορωνὶς ὁμοία ταῖς ῥηθείσαις· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μεʹ, ὧν τελευταῖος ὁτιὴ κάλεσας εὐηθικῶς τὴν κάρδοπον. ἐπὶ τῷ τέλει κορωνίς.
ἔρχεται δανειστὴς Πασίας ἄγων μεθʼ ἑαυτοῦ καὶ μάρτυρα, πρὸς ὃν διαλέγεται.
ἄνδρα τινά.
προϊέναι προδιδόναι.
ἀπερυθριᾶσαι ἐκ τοῦ μὴ διδόναι δάνειον.
σχεῖν λαβεῖν ὕστερον.
πράγματα ὀχλήσεις ἐν τῇ ἀπαιτήσει.
ἰστέον, ὅτι τινὰ τῶν ἐκ τοῦ δικαστηρίου εἶχε μεθʼ ἑαυτοῦ, ἵνα, εἰ μὲν ἑκὼν ἀποδοίη Στρεψιάδης τοὺς τόκους, λαβὼν ἀπέλθῃ· εἰ δὲ μή, τότε διὰ τούτου ἐνεχυράσῃ.
κλητεύσοντα ἐνεχυράσοντα ἢ καλέσοντα πρὸς τὸ δικαστήριον.
οὐδέποτέ ... καταισχυνῶ κατηγορεῖ ἐνταῦθα διὰ τοῦ «οὐδέποτε καταισχυνῶ τὴν πατρίδα» τῶν Ἀθηναίων ὡς περὶ τὰς δίκας ἀεὶ διατριβόντων.
ἔνην τε καὶ νέαν ἀπήντησα· ἢ καλοῦμαι.
τὸ «ἐς δύο ἡμέρας» τοῦτο λέγει μίαν ἡμέραν ἐθέλων εἰπεῖν· διὰ τῶν δύο τούτων ὀνομάτων ἔλαθε δύο ἀντὶ μιᾶς εἰπών.
τοῦ χρήματος βαβαὶ τῆς παρανομίας.
τοῦ τίνος.
εἰ μὲν τὸ «τοῦ» ἀντὶ τοῦ «τίνος χρήματος» εἴποις, πρὸς τοῦτο καὶ τὸ ἑξῆς συνάψεις «τῶν δώδεκα μνῶν». εἰ δὲ οὕτως εἴποις· «τοῦ χρήματος» ἀντὶ τοῦ «βαβαὶ τῆς παρανομίας», «τῶν δώδεκα μνῶν» πρὸς «τὴν ἕνην τε καὶ νέαν» συνάψεις λαμβάνων ἔξωθεν τὸ «ἕνεκα».
χρήματος καλεῖς.
τῶν δώδεκα μνῶν ἕνεκα. τοῦτο πρὸς «τὴν ἔνην τε καὶ νέαν» σύναπτε.
εἴρηται, ὅτι ἡ μνᾶ ἔχει ἰταλικοὺς στατῆρας μʹ, οὐγγίας κʹ.
οὐκ ἀκούετε αὐτοῦ διαβάλλοντός με.
ἀποδώσειν τὸ χρέος.
μὰ τὸν Δίʼ ναὶ ὤμνυον
πρὸ τοῦ «μὰ τὸν Δία» «ναί» ἔξωθεν λάμβανε λέγων οὕτως· ναὶ ὤμνυον· οὐ γὰρ ἠπίστατο μὰ τὸν Δία ὁ Φειδιππίδης μοι καὶ τὰ ἑξῆς.
τὸν ἀκατάβλητον τὸν ἄδικον.
διανοεῖ διανοῇ.
τί γὰρ ναί.
ἀπομόσαι ἐπομόσαι.
ἵνʼ ὅπου.
ὅτι τὸ «ἵνα» μεθερμηνευτικόν ἐστι τοῦ «ταῦτα».
οὕτω λέγε· καὶ προσκαταθείην ἂν τριώβολον, ὥστε ὀμόσαι νὴ Δία.
ἀναιδείας ἣν ἔχεις περὶ τὰ θεῖα.
διασμηχθεὶς καθαρθείς· τὰ γὰρ πασσόμενα κρέα δυσωδίας καὶ σκωλήκων καθαίρεται.
χοὰς μέτρα.
χωρήσεται ὁ τούτου θύλακος.
χοεύς ἐστιν εἶδος μέτρου, ἐν ᾧ μετροῦσι τὸν οἶνον· ὃ καὶ κλίνεται χοέως, ὡς Πηλέως, ὡς καὶ ἐν Ἱππεῦσι φησὶν ἀλλʼ ἐξένεγκαί μοι ταχέως οἴνου χοᾶ. ἐνταῦθα δὲ χοᾶς, εἰ μὲν περισπᾶται, ἐκ τούτου τοῦ χοεύς ἐστι, κατὰ ποιητικὴν ἄδειαν. χοεῖς γὰρ ὤφειλεν εἶναι ὡς Πηλεῖς. εἰ δὲ βαρύνεται, ἐξ ἑτέρας ἐστὶν εὐθείας, ἥτις ἐστὶν ἡ χοὴ θηλυκῶς, καὶ κλίνεται τῆς χοῆς.
τὸ «κατα» πρὸς τὸ «ἐμοῦ» ἔχει τὴν δύναμιν· ἡ γὰρ τοῦ Στρεψιάδου φυγὴ κατὰ Πασίου ἔμελλεν ἔσεσθαι.
καταπροΐξει καταπροΐξῃ.
καταπροΐξειῃ ἐκφύγῃς.
θεοῖς εἰς ὅρκον ὑπὸ σοῦ λαμβανομένοις.
γελοῖος τοῦτο πρὸς τὸ «εἰδόσι» σύναπτε.
ὀμνύμενος παρὰ τῶν ἄλλων.
εἰδόσιν ὅτι οὐκ ἔστι Ζεύς.
τούτων τῶν ἀσεβῶν λόγων.
νυν δή.
τί ... δράσειν τοῦτο πρὸς τὸν μάρτυρα λέγει.
δοκεῖ ἐμοί.
τοιοῦτος ἀμαθὴς καὶ βάρβαρος.
ὅσον γε ὑπάρχει.
ὅσον γέ μʼ εἰδέναι ἀττικὸν ἀντὶ τοῦ «ὡς ἐγὼ γινώσκω».
ἀνύσας σπεύσας.
θᾶττον ταχύτερον.
ἀπολιταργιεῖς ἀπέλθῃς.
λιταργισμοὺς ἐκάλουν τὰ σκιρτήματα. «ἀπολιταργιεῖς» οὖν ἀντὶ τοῦ «ἀποδράμῃς, ἀποσκιρτήσεις».
θήσω πρυτανεῖʼ τοῖς δικασταῖς κατὰ σοῦ ἐκταγάς.
προσαποβαλεῖς ἀπολέσεις πρὸς τῷ δανείῳ.
αὐτὰ τὰ πρυτανεῖα.
δώδεκα μναῖς.
οὐχὶ βούλομαι παθεῖν ἐλεῶ γάρ σε διὰ τὴν ἁπλότητα.
εὐηθικῶς ἁπλῶς, μωρῶς.
ἰώ μοι μοι: κορωνὶς ἑτέρα ὁμοία· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μγʹ, ὧν προτίθενται κῶλα δύο· τὸ πρῶτον ἀντισπαστικὸν μονόμετρον ἀκατάληκτον, τὸ δὲ δεύτερον ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον. ὁ δὲ τελευταῖος τούτων αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν. ἐπὶ τῷ τέλει κορωνίς.
φασίν, ὡς ὅτι ὁ Καρκίνος οὗτος ποιητὴς ὢν τραγικὸς εἰσήγαγέ τινας τῶν θεῶν ἔν τινι δράματι δεινοπαθοῦντας. εἶχε δὲ υἱοὺς τρεῖς· Ξενοκλῆ, Ξενότιμον καὶ Δημότιμον.
οἱ δέ φασιν, ὅτι «τῶν παίδων» ὤφειλεν εἰπεῖν. Καρκίνου γὰρ παῖδες τρεῖς· Ξενοκλῆς, Ξενότιμος καὶ Δημότιμος· καὶ οἱ μὲν χορευταί, Ξενοκλῆς δὲ τραγῳδίας ποιητής. ἔστι δὲ ταῦτα Ξενοκλέους ὑπὸ Ἀλκμήνης λεγόμενα τοῦ Λικυμνίου ὑπὸ Τληπολέμου ἀνῃρημένου· διὸ καὶ ἐπήνεγκε «τί δέ σε Τληπόλεμός ποτʼ εἴργασται κακόν;»
τινές, ὅτι ... εἰπεῖν, φασί. Καρκίνου ... μὲν ἦσαν χορευταί ... ποιητής. ταῦτα οὖν Ξενοκλέους ἐστὶν ἐκ Λικυμνίου ὑπὸ Ἀλκμήνης ... ἀνῃρημένου· ὦ Παλλάς, ὥς μʼ ἀπώλεσας. διὸ καὶ ἐπήγαγε «τί δαί σε ... κακόν».
δαῖμον τύχη.
θραυσάντυγες αἱ θραύσασαι καὶ ἀπολέσασαι τὰ ἅρματα.
ἄλλοι λέγουσιν, ὡς τοῦ Ξενοκλέους ἐστὶ ταῦτα. οἱ μέν φασιν, ὡς ὁ Τληπόλεμος οὗτος ποιητὴς ὢν πεποίηκε τὸν Φιλόξενον ταῦτα τὰ ἰαμβεῖα ᾄδειν ἀπὸ τοῦ «ὦ σκληρὲ δαῖμον» μέχρι τοῦ «ὥς μʼ ἀπώλεσας». ἄλλοι δέ φασιν, ὡς Σοφοκλῆς ἐποίησε τὸν Τληπόλεμον ταῦτα λέγοντα. εἰκότως δὲ νῦν τούτοις ὁ δανειστὴς χρῆται· διὰ γὰρ ἱπποτροφίαν ἐπτώχευσεν. τὸ δὲ «ὦ Παλλὰς» λέγει ἢ ἀντὶ τοῦ «ὦ φρόνησις, ἥ με πρὸς ἱπποτροφίαν κινήσασα ἀπολώλεκας», ἢ ἀντὶ τοῦ «ὦ Ἀθηνᾶ»· πολεμικὴ γὰρ ἡ θεὸς καὶ ἐπιστάτις ἁρμάτων.
ταῦτα ἃ λέγεις.
εἶχες καὶ διὰ τοῦτο ἐδάνεισας.
τοῦτο οὐ πρὸς τὸν τοῦ Στρεψιάδου λόγον, ἀλλʼ ἁπλῶς εἶπεν, ἐπειδὴ καὶ ἄνω ἔλεγε «κακῶς πεπραγότι».
ἐξέπεσον τοῦ ἔχειν.
ἀπʼ ὄνου παροιμία.
παροιμία ἐπὶ τῶν μὴ δυναμένων ὄνοις χρῆσθαι, οὐχ ὅπως ἵπποις. Πλάτων δὲ ἐν τρίτῳ Νόμων «ἀπὸ νοῦ» φησίν, οὕτως· «καὶ μὴ καθάπερ ἀχάλινον κεκτημένον τὸ στόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον κατὰ τὴν παροιμίαν “ἀπὸ νοῦ πεσεῖν”.»
ὅπως ὅτι.
τὸν ἐγκέφαλον τὸν μυελόν.
σεσεῖσθαί τεταράχθαι.
προσκλήσεσθαί γέ μοι ἐγκαλεσθήσεσθαι δοκεῖς
νυν δή.
σημείωσαι.
πότερα ποῖον.
καινὸν νέον.
μέλει τοῦ εἰδέναι.
σπανίζεις στέρησιν ἔχεις.
μὰ οὔ.
τὸ κέντρον ἵνα τὸν ἵππον πλήξω.
μέλλεις βραδύνεις.
ἐλᾷς ἐλαύνεις.
ὦ σαμπφόρα οὕτω γὰρ ἐκαλεῖτο ὁ ἵππος διὰ τὸ ἔχειν τὸ σ ἐγκεχαραγμένον.
ἁλῶ συντρίψω.
τὸν σειραφόρον τὸν τοὺς χαλινοὺς φέροντα.
αὐτοῖς σύν.
ξυνωρίσιν ἅρμασιν.
τελευταῖος τῶν τριμέτρων ἰάμβων.
οἷον τὸ πραγμάτων: κορωνὶς καὶ μέλος χοροῦ κώλων ιηʹ, ὧν τὸ αʹ «οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων» χοριαμβικὸς τρίμετρος βραχυκατάληκτος ἐξ ἐπιτρίτου γʹ, διιάμβου καὶ σπονδείου· τὸ βʹ «ὁ γὰρ γέρων ὅδʼ ἐρασθεὶς» ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ διιάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάσσονος· τὸ γʹ «ἀποστερῆσαι βούλεται» χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ διιάμβου καὶ ἐπιτρίτου τρίτου· τὸ δʹ «τὰ χρήμαθʼ ἁδανείσατο» ὅμοιον δίμετρον ἐκ διιάμβου ἢ ἐπιτρίτου γʹ καὶ διιάμβου πάλιν διὰ τὴν ἀδιάφορον· τὸ εʹ «κοὐκ ἔσθʼ ὅπως οὐ τήμερον λήψεται» τρίμετρος καταληκτικὸς ἐξ τρίτων ἐπιτρίτων δύο καὶ κρητικοῦ ἤτοι ἀμφιμάκρου, καὶ ἔστι χοριαμβικός· τὸ Ϟʹ «πρᾶγμʼ, ὃ τοῦτον ποιήσει» ἑφθημιμερὲς ἐξ ἐπιτρίτου βʹ καὶ μολόττου ἢ βακχείου διὰ τοῦ «ποι»· τὸ ζʹ «τὸν σοφιστὴν ὧν πανουργεῖν» ὅμοιον δίμετρον ἀκατάληκτον ἐκ δύο ἐπιτρίτων βʹ· τὸ ηʹ «ἤρξατʼ ἐξαίφνης τι κακὸν λαβεῖν» ὅμοιος τρίμετρος βραχυκατάληκτος ἐξ ἐπιτρίτου βʹ, χοριάμβου καὶ ἰάμβου· τὸ θʹ «οἶμαι γὰρ αὐτίχʼ εὑρήσειν» ὅμοιον δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου γʹ καὶ ἐπιτρίτου αʹ· τὸ ιʹ «ὅπερ πάλαι ποτʼ ἐζήτει» ὅμοιον δίμετρον ἐκ διιάμβου καὶ ἐπιτρίτου πρώτου· τὸ ιαʹ «εἶναι τὸν υἱὸν δεινόν οἱ» δίμετρον ὅμοιον ἐξ ἐπιτρίτων τρίτων βʹ· τὸ ιβʹ «γνώμας τʼ ἐναντίας λέγειν» ὅμοιον δίμετρον ἐξ ἐπιτρίτου γʹ καὶ διιάμβου· τὸ ιγʹ «τοῖσι δικαίοις» ὅμοιον μονόμετρον ὑπερκατάληκτον πενθημιμερὲς ἐκ χοριάμβου καὶ μιᾶς συλλαβῆς· τὸ ιδʹ «ὥστε νικᾶν ἅπαντας» ὅμοιον δίμετρον ἐξ ἐπιτρίτου βʹ καὶ ἀμφιβράχεος ἢ βακχείου διὰ τὴν ἀδιάφορον· τὸ ιεʹ «οἷσπερ ἂν ξυγγένηται» ὅμοιον δίμετρον ἐξ ἐπιτρίτου βʹ καὶ βακχείου· τὸ ιϞʹ «κἂν λέγῃ παμπόνηρα» ὅμοιον δίμετρον ἐξ ἐπιτρίτου βʹ καὶ ἀμφιβράχεος ἢ βακχείου διὰ τὴν ἀδιάφορον· τὸ ιζʹ «ἴσως ἴσως βουλήσεται» ὅμοιον δίμετρον ἐκ διιάμβου καὶ ἐπιτρίτου τρίτου· τὸ ιηʹ «κἄφωνον αὐτὸν εἶναι» ὅμοιον δίμετρον ἐκ διιάμβου καὶ βακχείου.
οἷον τὸ πραγμάτων ἐρᾶν: κορωνὶς καὶ εἴσθεσις μέλους χοροῦ ἐξιόντων τῶν ὑποκριτῶν μονοστροφικοῦ ἐκ κώλων διαφόρων ιηʹ, ὧν τὸ αʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον· τὸ βʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ διϊάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάσσονος· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερές· τὸ γʹ καὶ δʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα· τὸ εʹ χοριαμβικὸν ἐξ ἐπιτρίτων τρίμετρον καταληκτικόν· τὸ Ϟʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές· τὸ ζʹ δίμετρον ἀκατάληκτον ὅμοιον· τὸ ηʹ ἐπιχοριαμβικὸν τρίμετρον βραχυκατάληκτον· τὸ θʹ ἀντισπαστικὸν τρίμετρον ὅμοιον· τὸ ιʹ ὅμοιον δίμετρον βραχυκατάληκτον· εἰ δὲ βούλει, ἰαμβικόν· τὸ ιαʹ ὅμοιον τῷ γʹ· τὸ ιβʹ ὅμοιον· τὸ ιγʹ χοριαμβικὸν πενθημιμερές· εἰ δὲ βούλει, δακτυλικὸν δίμετρον· τὸ ιδʹ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν φερεκράτειον· τὸ ιεʹ ὅμοιον· τὸ ιϞʹ ὅμοιον· τὸ ιζʹ ὅμοιον τῷ γʹ· τὸ ιηʹ «κἄφωνον αὐτὸν εἶναι» ἰαμβικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές· ἐπὶ τῷ τέλει κορωνίς.
στροφὴ κώλων ιηʹ.
φλαύρων κακῶν καὶ ἀδίκων.
ὅτι ἐξιὼν ὁ χορὸς προαναφωνεῖ, ἅπερ μέλλει πείσεσθαι ὁ Στρεψιάδης ὑπὸ τοῦ υἱοῦ Φειδιππίδου.
ἐρασθεὶς τούτων.
τὸν σοφιστὴν τὸν ἀπατεῶνα καὶ ἄδικον.
αὐτίχʼ συντόμως.
οἱ αὐτῷ.
βουλήσεται ἐπεὶ μείζω κακὰ πείσεται ἢ φέρειν οἷός τε εἶναι.
ἰαμβικὸν μονόμετρον ἀκατάληκτον.
δῆλον ὅτι τῆς πρὸς τὸν Σωκράτη ν διαβολῆς χάριν ταῦτα διαπέπλασται αὐτῷ δεικνῦναι τοῦτο βουλομένῳ, ὅτι μηδὲν χρηστὸν διδάσκει, ἀλλὰ τοὐναντίον πονηρά, ἐπεὶ καὶ περὶ τοὺς γεγεννηκότας τοιοῦτοι γίνονται.
ὁ πρεσβύτης σχετλιάζων ἔξεισιν ὡς ὑπὸ τοῦ παιδὸς τετυμμένος. δῆλον δέ, ὅτι πάντα ταῦτα τῆς ... χάριν αὐτῷ πέπλασται βουλομένῳ δεικνύναι, ὅτι ... διδάσκει τοὺς νέους, ἀλλὰ ... πονηρά, ὁπότε καὶ ... γίνονται.
ἰοὺ ἰού: κορωνὶς ἑτέρα εἰσιόντων αὖθις τῶν ὑποκριτῶν· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι κγʹ, ὧν προτίθεται κῶλον ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. ὁ δὲ τελευταῖος τούτων καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι. ἐπὶ τῷ τέλει κορωνίς.
διπλῆ καὶ εἴσθεσις ἀμοιβαία στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κγʹ, ὧν τελευταῖος καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.
σύστημα κατὰ περικοπήν.
ἀμυνάθατέ βοηθήσατε.
πάσῃ τέχνῃ παντὶ τρόπῳ, πάσῃ μηχανῇ.
καὶ μάλα ὁμολογῶ.
οὐ μόνον πατραλοίας, ἀλλὰ καὶ πατρολῴας εὕρηται.
λακκόπρωκτε εὐρύπρωκτε.
κἀποφανῶ ἀποδείξω.
ὡς ὅτι.
ἐδιδαξάμην ἤγουν εἰς διδάσκαλον ἔπεμψα· ἔστι δὲ κατʼ εἰρωνείαν.
ἐδίδαξα μὲν αὐτὸς τὸν δεῖνα λέγεται, ἐδιδαξάμην δὲ διʼ ἑτέρου ἤγουν εἰς διδάσκαλον ἔπεμψα διδαχθῆναι.
τύπτεσθʼ τύπτεσθαι.
τελευταῖος τῶν τριμέτρων ἰάμβων.
σὸν ἔργον ὦ πρεσβῦτα: εἴσθεσις χοροῦ στροφῆς μὲν λόγον ἔχουσα διὰ τὸ ἔχειν καὶ ἀντίστροφον τὸ «οἶμαί γε τῶν νεωτέρων», προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι καὶ προᾴδεσθαι τῆς διπλῆς, κώλων καὶ στίχων Ϟʹ, ὧν ὁ αʹ ἰαμβικὸς τρίμετρος ἀκατάληκτος· τὸ βʹ ἰωνικὸν ἀπὸ μείζονος ἡμιόλιον διὰ τὸ ἔχειν, ὡς εἴρηται, τὸν ἰωνικὸν ὅλον καὶ τὸ ἥμισυ τούτου· ἔστι δὲ δίμετρον βραχυκατάληκτον· ὁ γʹ ὅμοιος τῷ αʹ· τὸ δʹ ὅμοιον τῷ βʹ ἰωνικὸν ἡμιόλιον· ὁ εʹ ὅμοιος τῷ αʹ· τὸ Ϟʹ, ὃ καὶ ἐπῳδὸς λέγεται διὰ τὸ τελευταῖον τίθεσθαι τῆς ᾠδῆς, ὅμοιον τῷ βʹ, ἔχει δὲ ἀντὶ ἰωνικοῦ ἐπίτριτον ἐνταῦθα. ἐν ἐκθέσει δὲ στίχοι βʹ ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ ὅμοιοι τοῖς ἑξῆς· ἔθος γάρ ἐστι προτιθέναι τῆς διπλῆς διστιχίαν μετὰ τὴν περίοδον τῆς κορωνίδος ἢ τῆς ᾠδῆς· ἐκλέγονται δὲ ὡς ἐπιτοπλεῖστον ἐν τοῖς τοιούτοις τὰ τετράμετρα ἢ τὰ ἀναπαιστικὰ ἢ τὰ ἰαμβικὰ διὰ τὸ ῥᾳδίως ἐμπίπτειν ἐν τούτοις τὸν τοιοῦτον ῥυθμόν. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα.
στροφὴ κώλων ηʹ.
τῳ τινί.
οὕτως ἀκόλαστος ὡς καθʼ ὑπερβολὴν καυχᾶσθαι.
τὸ λῆμʼ καὶ τὸ φρόνημα.
ἰαμβικοὶ τετράμετροι βʹ.
ἐξ ὅτου ἐκ τίνος αἰτίου.
πρὸς χορὸν ἤγουν πρὸς ἡμᾶς.
οὕτως ἔλεγον «πρὸς τὸν χορὸν λέγειν», ὅταν τοῦ ὑποκριτοῦ διατιθεμένου τὴν ῥῆσιν ὀρχῆται ὁ χορός.
διπλῆ καὶ εἴσθεσις ἀμοιβαία στίχων ἰαμβικῶν τετραμέτρων λβʹ, ὧν τελευταῖος κακκᾶν δʼ οὐκ ἂν ἔφθης φράσαι κἀγὼ λαβὼν θύραζε.
καὶ μὴν ὅθεν γε πρῶτον: διπλῆ ἑτέρα ὁμοία ταῖς ῥηθείσαις· οἱ δὲ στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ λγʹ, ὧν τελευταῖος ἐξέφερον ἂν καὶ προυσχόμην σε· σὺ δέ με νῦν ἀπάγχων. ἐν ἐκθέσει δὲ κῶλα εʹ ἰαμβικά, ὧν τὰ δʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ εʹ «αὐτοῦ ποίησα κακκᾶν» ἑφθημιμερές, ὃ καλεῖται, ὡς εἴρηται, ἀνακρεόντειον. ἐχρήσατο δὲ τούτοις ἐν τῷ παρόντι δράματι δίς, ἐνταῦθά τε καὶ ἐν τῷ «καὶ μὴν πάλʼ ἔγωγʼ ἐπνιγόμην», ἐν δὲ τῷ τοῦ Πλούτου δράματι ἅπαξ, ἐν τῷ «ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες»· κέχρηται δὲ τούτῳ καὶ ἑξῆς ἐν τῷ παρόντι δράματι, ἐν τῷ «ὡς ἡδὺ καινοῖς πράγμασι καὶ δεξιοῖς ὁμιλεῖν». ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν κατʼ ἀρχὰς τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἔξω νενευκυῖαι.
εἱστιώμεθʼ ἐτρεφόμεθα.
ὅτι ἐν τοῖς συμποσίοις ὁ ἑστιάτωρ τοῖς ἑστιωμένοις διδοὺς λύραν ἐκέλευεν ᾆσαι ᾠδὴν καθεξῆς πάντας.
τοῦτο τὸ μέλος ἐκ Σιμωνίδου ἐστίν· ἐπέξαθʼ ὁ Κριὸς οὐκ ἀεικέως. ἦν δὲ ὁ Κριὸς οὗτος παλαιστὴς αἰγινήτης.
ἐπέχθη ἐπλέχθη.
ἀρχαῖον μωρόν.
τὸ κιθαρίζειν ὅτι οἱ φιλόσοφοι παραιτοῦνται τὸ κιθαρίζειν ἐν τῷ πίνειν.
κάγχρυς κριθὰς πεφρυγμένας.
ἀλοῦσαν ἀλήθουσαν.
ᾄδειν ἐμέ.
ἑστιῶντα τρέφοντα.
ἐν γὰρ Αἰσχύλου δράματι εὕρηταί τις μυρρινοφόρος ᾄδων. οἱ δέ, ὅτι μυρρίνην φέροντες ᾖδον τὰ Αἰσχύλου, ὥσπερ τὰ Ὁμήρου μετὰ δάφνης.
ψόφου κόμπου καὶ κτύπου.
ἀσύστατον ἄνισον.
στόμφακα μεγαλορρήμονα.
κρημνοποιόν σκληρολέκτην.
ὀρεχθεῖν κινηθῆναι πρὸς ὀργήν.
δακὼν κατασχών.
«τὰ σοφὰ ταῦτα» ἢ ἀντὶ τοῦ «ἔπη» νοητέον, ἢ δέον εἰπεῖν· οἵπερ εἰσὶν οἱ σοφοὶ οὗτοι ποιηταί, ὁ δὲ πρὸς οὐδέτερον ἔτρεψεν· ὥσπερ καὶ ἐν τῷ τρίτῳ δράματι ποιεῖ λέγων οὐκοῦν ἕτερʼ ἐστὶ μειρακύλλια.
ὡς ὅτι.
ἐκίνει συνῆν ἀθέσμως.
ἐν Αἰόλῳ δράματι πεποίηκεν Εὐριπίδης Μακαρέα, τὸν παῖδα Αἰόλου, φθείροντα Κανάκην τὴν ἀδελφὴν αὐτοῦ. ἐπεὶ παρʼ Ἀθηναίοις ἔξεστι γαμεῖν τὰς ἐκ πατέρων ἀδελφάς, εἰς αὔξησιν δὲ τοῦ κακοῦ «τὴν ὁμομητρίαν» προσέθηκεν. εἶτα εὐφυῶς ἐσχετλίασεν ἐπάγων τὸν ἀλεξίκακον· ἴδιον δὲ Ἡρακλέους τὸ ἐπίθετον.
ὦ ʼλεξίκακε τοῦτο διὰ μέσου τὸ θαυμαστικόν.
κἀγὼ.
κἀγὼ οὐκέτʼ συνίζησις.
ἐξηνεσχόμην ὑπέμεινα.
ἀράττω πλήττω.
ἔφλα ἔπληττε.
κἀσπόδει ἐν τῇ γῇ ἐκύλιε.
κἀπέτριβεν συνέτριβεν, ἠφάνιζεν.
δικαίως ταῦτʼ ἔπασχες.
σʼ σε.
τυπτήσομαι ἢν εἴπω τι.
ἐν δίκῃ γʼ ἄν τυπτηθήσει.
δικαίως τυφθήσομαι.
τραυλίζοντος παρακεκομμένως καὶ νηπιωδῶς λέγοντος.
ἐπέσχον ἤγουν παρέσχον.
οὐ μόνον «ἐπέχω» τὸ κωλύω, ἀλλὰ καὶ τὸ δίδωμι. ὥσπερ γὰρ οὐδὲν ἕτερόν ἐστι τοῦ «παρέχω» τὸ δίδωμι, ἢ παρὰ σοὶ ἔχω τι, οὕτω καὶ «ἐπέχω» ἀντὶ τοῦ ἐπὶ σοὶ ἔχω τι. ἡ γὰρ παρά καὶ ἡ ἐπί ταυτοσήμαντοί εἰσιν.
τελευταῖος τῶν τετραμέτρων ἰάμβων.
ἔκθεσις τῆς διπλῆς κώλων Ϟʹ, ὧν τὸ πρῶτον «ἐξέφερον ἂν καὶ προυσχόμην σε» τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον τὸν βʹ πόδα ἔχον ἀνάπαιστον· τὸ βʹ «σὺ δέ με νῦν ἀπάγχων» δίμετρον βραχυκατάληκτον τὸν πρῶτον ἔχον πόδα τρίβραχυν· διαλύεται γὰρ ἡ μακρὰ τοῦ τροχαίου συλλαβὴ εἰς δύο βραχείας καὶ γίνεται χορεῖος ἤτοι τρίβραχυς· καλεῖται δὲ τοῦτο ἰθυφαλικόν· τὸ γʹ «βοῶντα κεκραγόθʼ ὅτι χεζητιῴην» τροχαϊκὸς τρίμετρος ἀκατάληκτος· τὸ δʹ «οὐκ ἔτλης ἔξω ʼξενεγκεῖν ὦ μιαρέ» ὅμοιος τρίμετρος· τὸ εʹ «θύραζʼ ἀλλʼ ἀποπνιγόμενος» δίμετρον ἀκατάληκτον τὸν δʹ ἔχον πόδα τρίβραχυν διαλελυμένης τῆς μακρᾶς· τὸ Ϟʹ «αὐτοῦ ποίησα κακκᾶν» δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές· εἰ δὲ βούλει, παιωνικὰ ταῦτα ποίει· τὸ αʹ τρίμετρος βραχυκατάληκτος ἐκ παιῶνος αʹ, ἐπιτρίτου δʹ καὶ τροχαίου· τὸ βʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς ἐκ παιῶνος δʹ καὶ βακχείου· τὸ γʹ τρίμετρος ὑπερκατάληκτος ἐκ διιάμβου, παιῶνος αʹ, ἐπιτρίτου γʹ καὶ συλλαβῆς· τὸ δʹ τρίμετρος ἀκατάληκτος ἐξ ἐπιτρίτου βʹ ἢ δισπονδείου, ἐκ βʹ παιῶνος αʹ· τὸ εʹ δίμετρον ὑπερκατάληκτον ἀντισπαστικὸν ἐξ ἀντισπάστου, παιῶνος αʹ καὶ συλλαβῆς· τὸ Ϟʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς ἐξ ἐπιτρίτου γʹ ἢ δισπονδείου καὶ βακχείου.
προυσχόμην περιεποιούμην, ἐκράτουν.
προυσχόμην προεῖχον ἔμπροσθέν μου· ἤγουν ἐκράτουν καὶ περιεποιούμην.
χεζητιῴην ὀρέγομαι χεσεῖν.
γε: κορωνὶς ἑτέρα καὶ κομμάτιον πρὸ τῆς διπλῆς καὶ εἴσθεσις κώλων ηʹ, ὧν τὸ πρῶτον «οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας» στίχος τρίμετρος ἰαμβικὸς ἀκατάληκτος· τὸ βʹ «πηδᾶν ὅ τι λέξει» ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον ἤτοι πενθημιμερές· τὸ γʹ «εἰ γὰρ τοιαῦτά γʼ οὗτος ἐξειργασμένος» ἰαμβικὸς τρίμετρος στίχος· τὸ δʹ «λαλῶν ἀναπείσει» πενθημιμερὲς ὅμοιον τῷ βʹ· τὸ εʹ «τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἄν» τρίμετρος στίχος ἰαμβικός· τὸ Ϟʹ «ἀλλʼ οὐδʼ ἐρεβίνθου» πενθημιμερὲς ὅμοιον τοῖς ῥηθεῖσι· τὸ ζʹ «σὸν ἔργον ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰ» καὶ τὸ ηʹ «πειθώ τινα ζητεῖν, ὅπως δόξῃς λέγειν δίκαια» στίχοι τετράμετροι ἰαμβικοὶ ὅμοιοι τοῖς ἐφεξῆς, οἳ καὶ ἔκθεσις τοῦ κομματίου καλοῦνται καὶ ἐπῳδός.
οἶμαί γε τῶν νεωτέρων: εἴσθεσις χοροῦ ἀντίστροφος μὲν διὰ τὸ ὁμοία εἶναι τῇ στροφῇ, μεσῳδικὴ δὲ διὰ τὸ μέσον τῆς διπλῆς τίθεσθαι καὶ ᾄδεσθαι. ἔστι δὲ ἐκ στίχων καὶ κώλων ὁμοίων τῆς στροφῆς Ϟʹ, ὧν ὁ αʹ, ὁ γʹ καὶ ὁ εʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι· τὸ δὲ βʹ, τὸ δʹ καὶ τὸ Ϟʹ ἰωνικὰ ἡμιόλια. ἐν ἐκθέσει δὲ τούτων τίθενται κἀνταῦθα, ὡς καὶ ἐκεῖ, στίχοι δύο ὅμοιοι ἐκείνοις ἰαμβικοὶ τετράμετροι καταληκτικοί. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι.
ἀντιστροφὴ κώλων ηʹ.
πηδᾶν ὁρμᾶν ἐν ἐκείνῳ.
εἰ γὰρ λεγόντων.
ἀναπείσει ὅτι δίκαια ἔπραξεν.
ἀποροῦσιν ἐνταῦθα, πῶς οὕτω δέον εἰπεῖν· τὸ δέρμα τῶν γεραιτέρων λάβοιεν ἂν οἱ νέοι, ὁ δὲ χορὸς «λάβοιμεν» εἶπε· καί φασιν, ὅτι λέγει τοῦτο ὡς οἱ νέοι μονονοὺ τοὺς αὐτῶν πατέρας ἐκδεροῦσι, καὶ ἡμεῖς τὸ δέρμα ἴδοιμεν· ὃ δὲ βλέπει τις, ἐκεῖνο καὶ οἱονεὶ λαμβάνει αὐτῷ τῷ ἔχειν αὐτὸ τὸ βλέπειν. σὺ δὲ ταῦτα χαίρειν ἐάσας λέγε οὕτως· οἶμαι γὰρ τὰς καρδίας τῶν νεωτέρων πηδᾶν καὶ ὁρμᾶν ἐν ἐκείνῳ, ὅπερ Φειδιππίδης λέξει, λεγόντων δηλονότι· εἰ γὰρ τοιαῦτα οὗτος ἐξειργασμένος λαλῶν καὶ δημηγορῶν ἀναπείσει τὸν πατέρα, ὡς ἀληθῆ πεποίηκε, τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἄν, ἀλλʼ οὐδὲ τοῦ ἐρεβίνθου καὶ τοῦ αὐτῶν αἰδοίου φεισώμεθα ἂν δηλονότι· οὕτω τὸ «λάβοιμεν ἀπὸ τῶν νέων» νόει.
οὐδʼ ἐρεβίνθου τοῦ αἰδοίου ἀποστῶμεν, φεισόμεθα
σὸν ἔργον ἀποστροφὴ πρὸς τὸν Φειδιππίδην.
κινητὰ ὦ Φειδιππίδη.
μοχλευτά ἐξεταστά.
διπλῆ καὶ εἴσθεσις ἀμοιβαία στίχων ἰαμβικῶν τετραμέτρων μεʹ, ὧν τελευταῖος τὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω. τί φὴς σύ; ὃς μόνος ἐστὶ τρίμετρος ὑπερκατάληκτος.
ὡς ἡδὺ καινοῖς πράγμασιν: εἴσθεσις ἑτέρας διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν τετραμέτρων καταληκτικῶν μεʹ, ὧν τελευταῖος τὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω. τί δῆτα φὴς σύ; ὁ μέντοι ιηʹ στίχος τρίμετρος ἴαμβός ἐστιν ἐξ Ἀλκήστιδος Εὐριπίδου. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.
ὡς ὄντως, λίαν.
καινοῖς παραδόξοις.
καθεστώτων ἐνισταμένων, πολιτευομένων.
προσεῖχον προσεκόλλων.
τούτων τῶν κατὰ τὴν ἱππικήν.
μερίμναις φροντίσι.
ὡς ὅτι.
ὡς ὅτι.
τέθριππον ἅρμα.
ἀπέσχισάς ἀπέκοψας.
μέτειμι μετελεύσομαι.
ἐρήσομαί ἐρωτήσω.
κηδόμενος σοῦ, ἵνα καλῆς ἀναγωγῆς τύχῃς.
τοῦτʼ ἐστὶν κατὰ τὸν σὸν λόγον.
τρίμετρος.
τοῦτο παρὰ τὰ ἐξ Ἀλκήστιδος Εὐριπίδου· χαίρεις ὁρῶν φῶς· πατέρα δʼ οὐ χαίρειν δοκεῖς;
δοκεῖς νομίζεις.
νομίζεσθαι νενομοθετημένον εἶναι.
τοῦτο τοὔργον τὸ κλάειν.
«δὶς παῖδες» φησὶν «οἱ γέροντες». παῖδές τε γὰρ τὴν ἀρχὴν ἦσαν καὶ νῦν ὑπὸ τοῦ τῶν ἐτῶν πλήθους παρατραπέντος αὐτοῖς τοῦ λελογισμένου παῖδές εἰσι τῷ νῷ.
νεωτέρους συνίζησις.
ἧττον ἔλαττον ἤγουν μηδόλως.
νομίζεται νενομοθετημένον ἐστί.
καινὸν νέον.
ἀποροῦσι πάντες ἐνταῦθα περὶ τοῦ «ἧττον»· τὸ δέ, ὡς ἐγὼ οἶμαι, τοιοῦτόν ἐστιν. εἰπὼν γὰρ «καὶ λέγων ἔπειθε τοὺς παλαιούς» ἐπήγαγεν «ἧττον» δεικνύς, ὡς, εἰ καὶ ἔπειθεν, ἀλλʼ ἧττον ἢ ἔγωγʼ αὐτὸς νῦν, ἐπειδὴ καὶ τὰ δίκαια καὶ τὰ μὴ λέγων ὁμοίως νικῶ· οἱ δὲ τὸ «ἧττον» πρὸς τὸ «τί δῆτα» συνάπτοντες ψυχροί τινές εἰσιν, ἵνα μὴ λέγω ἄφρονες ἢ τὸ «ἧττον» μὴ πρός τι σύναπτε, ἀλλὰ μόνον λέγε κατʼ ἐρώτησιν, ὥσπερ καὶ τὸ πρὸ αὐτοῦ, οὕτως· οὔκουν ἀνὴρ ἦν ὁ θεὶς τὸν νόμον τοῦτον πρῶτον, ὥσπερ σὺ καὶ ἐγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς; ἧττον; ἀντὶ τοῦ «οὐδαμῶς τοῦτο οὕτως ἔχει·» ἢ ὥσπερ ἐν τῷ πρώτῳ τὸ «ἧττον» πρὸς τὸ «ἔπειθε» συνήψαμεν, οὕτω καὶ πρὸς τὸ «λέγων» συναπτέον, οὕτω· καὶ λέγων ἧττον καὶ ἔλαττον, ἢ ἐγὼ νῦν, ἔπειθε τοὺς παλαιούς.
προῖκα κατὰ χάριν.
συγκεκόφθαι ἤγουν τυφθῆναι ἡμᾶς καὶ κατακοπῆναι ταῖς μάστιξιν.
ἀμύνεται μάχεται.
διαφερουσʼ ἡμῶν.
οὐ γράφουσιν ἤγουν οὐκ ἔχουσι δικαστήρια καὶ κρίσεις, ὥσπερ ἡμεῖς.
μιμεῖ μιμῇ.
πρὸς ταῦτα ἅ σοι νῦν περὶ τῶν ἀλεκτρυόνων εἶπον.
αἰτιάσει αἰτιάσῃ.
καὶ πῶς αἰτιάσομαι ἐμαυτόν.
τεθνήξειῃ ὑπὸ τοῦ γέλωτος.
τεθνήξει τεθνήξῃ.
συγχωρεῖν ἡμᾶς.
τούτοισι τοῖς παισί.
τὰ ʼπιεικῆ ἅ ἐστι πρέπον ποιεῖν εἰς ἡμᾶς.
ἀπὸ γὰρ ὀλοῦμαι οὐ βούλομαι.
ἀχθέσειῃ βαρυνθήσῃ.
ἀχθέσει ἀχθέσῃ.
ἐκ τούτων ἐξ ὧν εἴποις.
τοῦθʼ ἕτερον αὖ: ἔκθεσις τῆς διπλῆς ἤτοι ἀπόθεσις κώλων ἰαμβικῶν ὀκτώ, ὧν πρῶτον «τοῦθʼ ἕτερον αὖ μεῖζον κακόν» ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ δακτύλου ἀρχόμενον· τὸ βʹ «τί δʼ ἢν ἔχων τὸν ἥττω» ἰαμβικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές· τὸ γʹ «λόγον σε νικήσω λέγων» δίμετρον ἀκατάληκτον· τὸ δʹ «τὴν μητέρʼ ὡς τύπτειν χρεών» ὅμοιον δίμετρον· τὸ εʹ «τί δʼ ἄλλο γʼ ἢν ταυτὶ ποιεῖς» δίμετρον ὅμοιον· τὸ Ϟʹ «οὐδέν σε κωλύσει σεαυτὸν ἐμβαλεῖν» ἰαμβικὸς τρίμετρος ἀκατάληκτος· τὸ ζʹ «ἐς τὸ βάραθρον μετὰ Σωκράτους» δίμετρον ἰαμβικὸν ἔχον τὸν αʹ δάκτυλον, τὸν δὲ γʹ ἀνάπαιστον· τὸ ηʹ «καὶ τὸν λόγον τὸν ἥττω» δίμετρον καταληκτικὸν ἰαμβικὸν ἤτοι ἑφθημιμερές· ἑξῆς δὲ ἐν ἐκθέσει στίχοι βʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι.
τοῦθʼ ἕτερον αὖ: ἔκθεσις τῆς διπλῆς ἐκ κώλων ἰαμβικῶν ηʹ, ὧν τὸ αʹ δίμετρον ἀκατάληκτον· τὸ βʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές· τὸ γʹ ὅμοιον τῷ αʹ· τὸ δʹ ὅμοιον· τὸ εʹ ὅμοιον· τὸ Ϟʹ τρίμετρον ἀκατάληκτον· τὸ ζʹ ὅμοιον τῷ αʹ· τὸ ηʹ «καὶ τὸν λόγον τὸν ἥττω» ὅμοιον τῷ βʹ. ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι.
μεῖζον τοῦ προτέρου.
τί δῆτʼ ἐρεῖς.
ταυτὶ διʼ ὑμᾶς: εἴσθεσις· καὶ ἔστι στίχων ἰαμβικῶν τριμέτρων μαʹ, τελευταῖος ἐμοὶ ποιήσω κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες. εἶτα ἀναφώνημα τὸ «ἰου ἰού» ἰαμβικὸν μονόμετρον ἀκατάληκτον. καὶ πάλιν ἑξῆς ἴαμβοι τρίμετροι ιϞʹ, ὧν τελευταῖος μάλιστα δʼ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν. καὶ τελευταῖον τοῦ δράματος στίχος τετράμετρος ἀναπαιστικὸς καταληκτικός· ὑφʼ ὧν κορωνὶς ἡ καὶ τὸ δρᾶμα ἀποπερατοῦσα.
ταυτὶ διʼ ὑμᾶς ὦ Νεφέλαι: κορωνὶς ὁμοία ταῖς ῥηθείσαις ἐν ἐκθέσει τοῦ δράματος ἐπιλόγου τόπον ἐπέχουσα ἐχομένη τῆς ἄνω ἐκθέσεως. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μαʹ, ὧν ἀκατάληκτον. ἑξῆς δὲ πάλιν ἐν ἐκθέσει στίχοι ὅμοιοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιϞʹ καὶ τελευταῖον παντὸς τοῦ δράματος στίχος ἀναπαιστικὸς τετράμετρος καταληκτικός· καὶ ἐπὶ τούτοις ἡ κορωνὶς ἡ καὶ τὸ δρᾶμα ἀποπερατοῦσα.
τότʼ ὅτε τὴν ἀρχὴν προσῆλθον ὑμῖν.
ἠγορεύετε ἐλέγετε.
ἐπήρατε παρεκινήσατε.
εἰδῇ γνῷ.
δεδοικέναι φοβεῖσθαι· οἱ γὰρ θεοὶ ἀδικίας οὔκ εἰσι φίλοι.
πονηρά ἃ πέπονθα.
ὅπως σκόπει, ὅρα.
πατρῷον Δία ὃν ὁ σὸς πατὴρ προβάλλεται εἰς παράκλησιν.
διὰ ... δῖνον καυκίον τι πήλινον εἶχε καλούμενον δῖνον.
χυτρεοῦν πήλινον.
ἐνταῦθα εἰς τοῦτο, ὅτι οὕτως ὑπελάμβανες.
τοῦτο οἱ κλέπται πρὸς τὸν Ἑρμῆν ἔλεγον, ὅτε ἁλισκόμενοι ἐκολάζοντο αἰτούμενοι αὐτὸν ἐλθεῖν αὐτοῖς εἰς βοήθειαν. ᾤοντο γὰρ διὰ τὸ μὴ τεθυκέναι αὐτῷ, ὡς ἐφόρῳ κλεπτικῆς ὄντι, εἰς ταῦτα ὑπὸ τούτου περιπεσεῖν τὰ δεινά.
θύμαινέ ὀργίζου.
παρανομήσαντος γρ. παρανοήσαντος.
ἀδολεσχίᾳ φλυαρίᾳ τῇ τοῦ Σωκράτους.
γραφὴν κατηγορίαν.
διωκάθω κατηγορήσω.
γραψάμενος αὐτούς.
παρεπιγραφὴ ὥσπερ εἰπόντος αὐτῷ τοῦ Ἑρμοῦ, ὡς οὐ χρὴ εἰς δικαστήριον αὐτὸν ἀγαγεῖν.
δικορραφεῖν δίκας συνάπτειν ἤγουν ποιεῖν.
ἐμπιπράναι κάειν.
ἀδολεσχῶν φιλοσόφων ἢ φλυάρων.
δεῦρο ἐνταῦθα.
δεῦρʼ ἐλθέ.
Ξανθία δοῦλε.
κλίμακα σκάλαν.
σμινύην δίκελλαν.
τὸν δεσπότην ἤγουν ἐμέ.
ἡμμένην ἁπτομένην.
ἰου ἰού ἰαμβικὸν μονόμετρον ἀκατάληκτον.
ἱέναι πέμπειν.
ὅ τι ἐρωτᾷς.
διαλεπτολογοῦμαι λεπτά τινα φροντίζω.
ταῖς δοκοῖς ἤγουν ἐν ταύταις κρεμάμενος ὥσπερ ὁ Σωκράτης.
πυρπολεῖ καίει.
τοῦτʼ αὐτὸ ναί.
ἡ σμινύη ἡ δίκελλα.
προδῷ θραυσθεῖσα.
δείλαιος ὁ.
ἀποπνιγήσομαι ὑπὸ τοῦ καπνοῦ.
τί γὰρ ναί.
μαθόντʼ μαθόντε.
ἐσκοπεῖσθον ἐσκοπεῖσθε.
τὴν ἕδραν τὰς στηρίξεις· οἱ δὲ αἰσχρῶς τοῦτο νοοῦσιν.
δίωκε ὦ Ξανθία.
τελευταῖος τῶν τριμέτρων ἰάμβων.
ἀνάπαιστος τετράμετρος καταληκτικός.
ἡγεῖσθʼ ὁ λόγος ἐκ τοῦ ποιητοῦ.
κεχόρευται πέπαικται.
μετρίως ἱκανῶς.
Ἀριστοφάνους Νεφελῶν τέλος ὧδε τέλος τῶν Ἀριστοφάνους Νεφελῶν
κεκόλληται ἐκ τῶν Ἡλιοδώρου· παραγέγραπται δὲ ἐκ τῶν Φαεινοῦ καὶ Συμμάχου καὶ ἄλλων τινῶν.