eul_wid: mlw-as
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Wealth by Aristophanes Scholia

The Scholia on the Wealth is an ancient and medieval commentary on Aristophanes’ comedy Wealth. It is not the work of a single author but a compilation of marginal notes, or scholia, created by generations of scholars and teachers. Written in Greek prose, the collection contains over a thousand individual annotations that correspond to specific lines of the play. These notes serve as a detailed guide, explaining rare words, historical references, mythological figures, and the cultural context behind the comedy’s jokes and plot, which had become obscure over time.

The compilation of these scholia began in the Hellenistic period, when scholars at institutions like the Library of Alexandria first systematically annotated classical texts. This early core of commentary was then continuously condensed, expanded, and supplemented throughout the Roman and Byzantine eras, with additions made as late as the 10th to 12th century. This layered text is a cumulative record of a thousand years of scholarship, preserved for educational use to help students and readers understand Old Comedy.

The text survives only as it was transmitted in the margins of medieval manuscripts of Aristophanes’ plays, with the oldest substantial copies dating from the Byzantine era. The scholia are thus a palimpsest of scholarship, where notes from Hellenistic grammarians are mixed with later Byzantine explanations. Today, this commentary is a crucial resource for philologists, offering insight into ancient scholarly methods, the reception of Aristophanes, and the history of the comic text itself.

ΥΠΟΘΕΣΕΙΣ

Βουλόμενος Ἀριστοφάνης σκῶψαι τοὺς Ἀθηναίους ἀδικίᾳ καὶ συκοφαντίᾳ καὶ τοῖς τοιούτοις συνόντας, καὶ διὰ τοῦτο πλουτοῦντας, πλάττει πρεσβύτην τινὰ γεωργὸν Χρεμύλον τοὔνομα, δίκαιον μὲν ὄντα καὶ τοὺς τρόπους χρηστὸν, πένητα δὲ ἄλλως· ὃς μετά τινος αὐτῷ θεράποντος ἐλθὼν εἰς Ἀπόλλω ἐρωτᾷ περὶ τοῦ ἰδίου παιδὸς, εἰ χρὴ τουτονὶ τρόπων χρηστῶν ἀμελήσαντα ἀδικίας ἀντιποιεῖσθαι καὶ ταὐτὰ τοῖς ἄλλοις ἐπιτηδεύειν, ἐπειδήπερ οἱ μὲν τοιοῦτοι ἐπλούτουν, οἱ δὲ τὰ ἀγαθὰ πράττοντες πένητες ἦσαν, καθάπερ αὐτὸς οὗτος ὁ Χρεμύλος, ἔχρησεν οὖν αὐτῷ ὁ θεὸς σαφὲς μὲν οὐδὲν, ὅτῳ δὲ ἐξιὼν ἐντύχοι, τούτῳ ἕπεσθαι. καὶ ὃς γέροντι ἐντυγχάνει τυφλῷ, ἦν δὲ οὗτος ὁ Πλοῦτος, καὶ ἀκολουθεῖ κατὰ τὰς μαντείας, μὴ εἰδὼς ὅστις οὗτός ἐστι. δυσχεραίνων δὲ ἐπὶ τούτῳ καθʼ ἑαυτὸν ὁ θεράπων μόλις αὐτὸν ἐρωτᾷ τίνος ἕνεκα τούτῳ ἀκολουθοῦσι. καὶ ὁ Χρεμύλος λέγει αὐτῷ τὴν μαντείαν. ἔπειτα μανθάνουσι παρʼ αὐτοῦ Πλούτου ὅστις ἐστὶ καὶ ὅτου χάριν τυφλὸς ἐγεγόνει παρὰ τοῦ Διός. οἱ δὲ ἀκούσαντες ἥσθησάν τε καὶ βουλὴν ἐβουλεύσαντο ἀπαγαγεῖν αὐτὸν εἰς Ἀσκληπιοῦ καὶ τὴν τῶν ὀφθαλμῶν θεραπεῦσαι πήρωσιν. καὶ ἵνα τὰ ἐν μέσῳ παρῶ, τάς τε τοῦ Βλεψιδήμου ἀντιλογίας καὶ τῆς Πενίας αὐτῆς, ἀπήγαγόν τε αὐτὸν ὅτι τάχιστα καὶ ὑγιᾶ ἐπανήγαγον οἴκαδε, ἐπλούτησάν τε ἱκανῶς οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ ὅσοι βίου χρηστοῦ πρόσθεν ἀντεχόμενοι πένητες ἦσαν. ἐπιγέγραπται δὲ τὸ δρᾶμα Πλοῦτος Ἀριστοφάνους.

Πρεσβύτης τις Χρεμύλος πένης ὢν τὴν οὐσίαν ἀφικνεῖται εἰς θεοῦ· ἐρωτᾷ δὲ τὸν θεὸν πῶς ἂν εἰς ἔκδηλον ἁβρόν τε μετασταίη βίον. τοιόνδε δὲ ἐγγεγύηται ὁ χρησμός. χρᾷ γὰρ αὐτῷ ὁ θεὸς ἐξιόντι τοῦ ναοῦ, τούτῳ ἕπεσθαι, ᾧ πρώτῳ συντύχῃ. καὶ δὴ τυφλῷ γέροντι συντυχὼν εἵπετο πληρῶν τὸν χρησμόν. ἦν δὲ Πλοῦτος οὗτος. ὕστερον δὲ προσδιαλεχθεὶς αὐτῷ εἰσάγει εἰς Ἀσκληπιοῦ, ἰασόμενος αὐτὸν τῆς πηρώσεως, καὶ οὕτω πλούσιος γίνεται. ἐφʼ ᾧ δυσχεράνασα ἡ Πενία παραγίνεται λοιδορουμένη τοῖς τοῦτο κατορθώσασι· πρὸς ἣν καὶ διάλογος οὐκ ἀφυὴς γίνεται, συγκρινομένων τῶν φαύλων τῆς Πενίας καὶ τῶν τοῦ Πλούτου ἀγαθῶν ὑπὸ Βλεψιδήμου καὶ Χρεμύλου. πολλῶν τε ἄλλων ἐπεισρεόντων, ἐν τῷ ὀπισθοδόμῳ τῆς Ἀθηνᾶς ἀφιερώσαντο Πλούτου ἰνδάλματα. τὰ μὲν οὖν τῆς ὑποθέσεως ταῦτα. προλογίζει δὲ θεράπων, δυσχεραίνων πρὸς τὸν δεσπότην, ὅτι τυφλῷ καὶ γέροντι κατακολουθεῖν οὐκ ᾐσχύνετο.

Πρεσβύτης τις Χρεμύλος πένης ὢν καὶ ἔχων υἱὸν, κατανοήσας ὡς οἱ φαῦλοι τὸ τηνικαῦτα εὖ πράττουσιν, οἱ δὲ χρηστοὶ ἀτυχοῦσιν, ἀφικνεῖται εἰς θεοῦ, χρησόμενος πότερον τὸν παῖδα σωφρόνως ἀναθρέψειε, καὶ ὅμοιον ἑαυτῷ τοὺς τρόπους διδάξειεν ἦν γὰρ οὗτος χρηστὸς, ἢ φαῦλον, ὡς τῶν φαύλων τότε εὐπραγούντων. ἐλθὼν οὖν εἰς τὸ μαντεῖον, περὶ μὲν ὧν ἤρετο οὐδὲν ἤκουσεν, προστάττει δὲ αὐτῷ, ᾧ τινι πρῶτον ἐξιὼν συντύχῃ, ἀκολουθεῖν. καὶ τὰ λοιπὰ ὡσαύτως.

Ἐδιδάχθη ἐπὶ ἄρχοντος Ἀντιπάτρου, ἀνταγωνιζομένου αὐτῷ Νικοχάρους μὲν Λάκωσιν, Ἀριστομένους δὲ Ἀδμήτῳ, Νικοφῶντος δὲ Ἀδώνιδι, Ἀλκαίου δὲ Πασιφάῃ. τελευταίαν δὲ διδάξας τὴν κωμῳδίαν ταύτην ἐπὶ τῷ ἰδίῳ ὀνόματι, καὶ τὸν υἱὸν αὑτοῦ συστῆσαι Ἀραρότα διʼ αὐτῆς τοῖς θεαταῖς βουλόμενος, τὰ ὑπόλοιπα δύο διʼ ἐκείνου καθῆκε, Κώκαλον καὶ Αἰολοσίκωνα.

Ἰστέον δὲ ὅτι τὰ τοῦ δράματος πρόσωπα πεπλασμένα εἰσὶ παρὰ τοῦ ποιητοῦ. Χρεμύλος γὰρ ἀπὸ τοῦ χρέος καὶ τοῦ αἱμύλλω τὸ ἀπατῶ εἴρηται, ὁ ἀπατῶν δηλαδὴ τοὺς χρεωφειλέτας διὰ πενίαν. καὶ τὸ Καρίων ἐξελληνιζόμενον τὸν δοῦλον δηλοῖ· Κᾶρες γὰρ οἱ δοῦλοι, ὅθεν καὶ ἡ παροιμία, ἐν Καρὸς αἴσῃ, ἤτοι ἐν δούλου τάξει. καὶ τὸ Βλεψίδημος δὲ ἤτοι πτωχὸς, ὁ βλέπων ἀεί ποτε εἰς τὸν δῆμον.

ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥΜαντεύεται δίκαιος ὤν τις καὶ πένης εἰ μεταβαλὼν πλούτου τυχεῖν δυνήσεται. ἔχρησεν ὁ θεὸς συνακολουθεῖν ᾧπερ ἂν ἀνέρι περιτύχῃ. Πλοῦτος ὀπτάνεται τυφλός. γνοὺς δʼ αὐτὸν, ἤγαγʼ οἴκαδʼ, ἄλλους δημότας καλέσας μετασχεῖν· εἶθʼ ὑγιάσαι τὰς κόρας ἔσπευδον· εἰς Ἀσκληπιοῦ δʼ ἀπήγαγον. ἡ δʼ ἄφνω Πενία διεκώλυσεν. οὕτως ἀναβλέψαντος αὐτοῦ, τῶν κακῶν οὐδεὶς ἐπλούτει, τῶν δʼ ἀγαθῶν ἦν τἀγαθά.

Ἡ εἴσθεσις τοῦ δράματος ἄρχεται ἐκ συστηματικῆς περιόδου, καὶ ἐξ ἀμοιβαίων. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι. ὧν τελευταῖος, «τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι.» ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. ἐπὶ δὲ τῷ τέλει κορωνὶς, καὶ ἑξῆς τούτων τὸ χοροῦ. ὤφειλε γὰρ χορὸν θεῖναι καὶ διατρῖψαι μικρὸν, ἄχρις ἂν ὁ Καρίων συμμίξῃ τοῖς γέρουσιν. Ὁρῶν ὁ Καρίων τὸν ἑαυτοῦ δεσπότην Χρεμύλον μετὰ τὸ ἐξελθεῖν τοῦ μαντείου τυφλῷ ἀνδρὶ ἑπόμενον, σχετλιάζων καὶ δυσφορῶν φησὶν τὸ ὡς ἀργαλέον ἤτοι τὴν ἀρχήν. Σχόλιον τοῦ λογιωτάτου μαγίστρου,

Τοῦ ὡς πέπλεκται ἡ διάνοια ἐκ τοῦ θαυμασμοῦ καὶ σχετλιασμοῦ. τὸ γὰρ ὡς ἐπίρρημα ἐπαμφοτερίζει, ἢ ἐνταῦθα εἴληπται ἐπιτάσεως δηλωτικόν. ἀπαυδᾷ δὲ οὐ διὰ τὴν τύχην, ἀλλὰ διὰ τὸ ἐπαχθὲς τῶν δεσποτῶν. ὡς ἀργαλέον: Ὁ θεράπων δυσφορεῖ τοῦ δεσπότου ἑπομένου τυφλῷ ἀνδρί. τὸ δὲ ἀργαλέον, χαλεπὸν, δύσκολον, δυσχερές. εἴρηται δὲ παρὰ τὸ ἄλγος ἀλγαλέον καὶ κατὰ τροπὴν τοῦ λ εἰς ρ ἀργαλέον· ὡς ποδαλγία, ποδαργία. ἢ ἔργον παρὰ τοῖς παλαιοῖς τὸ δυσχερές· ἐκ τούτου παράγωγον ἀργαλέον· ὡς ἀπὸ τοῦ ἔπω ἀπύω. —ὡς ἀργαλέον: Ἀργαλέον τὸ βαρὺ καὶ δύσκολον καὶ λυπηρόν· ἀπὸ τοῦ ἄλγος ἀργαλέον ὡς ποδαλγία, ποδαργία· ἢ ἐκ τοῦ ἔργου τὸ δύσκολον, ἀφʼ οὗ καὶ τὸ ἐργῶδες, κατὰ παραγωγὴν ἐργαλέον καὶ ἀργαλέον. ἀργαλέον τὸ μετέχον ἄλγους· ὥσπερ καὶ θαρσαλέον τὸ μετέχον θράσους. ὡς ἀργαλέον: δύσκολον, δυσχερές. λίαν δύσκολον καὶ βαρύ. Θ. ἐστιν: Ὑπάρχει. θεοὶ: Ὦ. ὦ Ζεῦ: Τὸν Δία παρέλαβε κατʼ ἐξοχὴν τῶν ἄλλων θεῶν, ὡς τὸ Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε. κἀκεῖ γὰρ τὸν Ἕκτορα ὀνομάζων κατʼ ἐξοχὴν παρείληφε. —προτάττει τὸν Δία θεῶν κρείττονα ὄντα. Θ.

δοῦλον γενέσθαι: Χαλεποῦ ὄντος φύσει τοῦ δουλεύειν, χαλεπώτερον γίνεται, ἐὰν καὶ ἀνοήτῳ τις δεσπότῃ ὑπηρετῇ. —δοῦλον: Τινὰ ἄνθρωπον ὑπάρξαι. Θ. παραφρονοῦντος: μαινομένου. μαινομένου, οὐκ εἰδότος τί δεῖ ποιεῖν. Θ. δεσπότου: Αὐθέντου. παραφρονοῦντος: Ἤγουν μαινομένου, οὐκ εἰδότος τί δεῖ ποιεῖν, ἤτοι ἀνοηταίνοντος καὶ μωροῦ, παρὰ τὸ εἰκὸς φρονοῦντος. ἡ γὰρ παρά ἐνταῦθα τὴν ἔξω σχέσιν δηλοῖ. Τὸ ὅλον οὐ πρὸς τὴν τύχην ἐστίν· οὐ γὰρ ὅτι δοῦλός ἐστι λυπεῖται· ἀλλὰ πρὸς τὴν διαφορὰν τῶν κεκτημένων ἔθηκε καὶ παραφρονοῦντος.

τὸ ἤν ἀπόστροφον λαμβάνει, ὅ ἐστιν ἀντίστροφον. ἔστι δὲ ὥσπερ καὶ ἄλλως τοὐναντίον δρῶν. καὶ τοῦτο γὰρ ἀντίστροφον δέχεται. ἔστι γὰρ τὸ ἐναντίον δρῶν. ἡ δὲ ἀπόστροφος ἀντίστροφος καλεῖται. Ἀρίσταρχος γὰρ τοῦτο σημειοῦται. ὅ ἐστιν παρʼ ἡμῖν ἀπόστροφος, ἀντίστροφος αὐτῷ καλεῖται. τὰ: Περισσὸν Ἀττικῶς. Θ. λέξας τύχῃ: Περιφραστικῶς, ἀντὶ τοῦ λέξῃ. Θ.

μὴ δρᾶν ταῦτα: Οἱ γράφοντες ταὐτὰ οὐ καλῶς γράφουσιν· εὕρηται γὰρ ἐν πολλοῖς τῶν παλαιῶν ἀντιγράφων τὸ ταῦτα, καὶ ἔστι κρεῖττον ἐκείνου. —ἃ ὁ θεράπων λέξει. γράφεται ταυτά. Θ. ταυτὰ: Ὅμοια τῷ ἔχοντι αὐτόν. Θ. ταυτὰ: Καὶ τὰ ὅμοια.

μετέχειν ἀνάγκη: Πρὸς τὸ ποιητικὸνἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσι. τί γὰρ κακώτερον τοῦ τὰ ἐναντία ἑαυτῷ διαπράττεσθαί τινα, ἐν τῷ μὴ ποιεῖν ἃ βούλεται, ἀλλὰ καὶ τῆς τῶν ἄλλων ἀφροσύνης ἀνέχεσθαι; τῶν κακῶν: Τῶν ἀφροσυνῶν ὧν ὁ δεσπότης ἔχει· ἤγουν τῶν πληγῶν, αἳ τοῖς ἀπειθοῦσι τοῖς δεσπόταις ὀφείλονται. εἰώθασι δὲ οἱ Ἀττικοὶ τὰ ἄρθρα πλεονάζειν. ὥσπερ οὖν ἐν τῷ «τὰ βέλτιστα» περισσὸν ἦν Ἀττικῶς τὸ ἄρθρον, οὕτω κἀνταῦθα τὸ «τῶν.» καὶ ἐν τοῖς ἑξῆς τὸ «τό,» ὡς ἐν τῷ «τὸ ποῖον.» τὸ δὲ «ταῦτα» τὸ δεύτερον οὐκ ἔστιν ἀντὶ τοῦ ταύτῃ, ὡς οἴονταί τινες, ἀλλʼ ἀντὶ τοῦ ταῦτα πάλιν Ἀττικῶς. — τῶν ἐκ τοῦ δεσπότου πληγῶν καὶ τιμωριῶν. Θ.

τοῦ σώματος γὰρ: Οἷον, αὐτὸν ἑαυτοῦ τὸν δοῦλον οὐκ ἐᾷ κρατεῖν· μάλιστα γὰρ κύριος τοῦ σώματος ἕκαστος αὐτὸς ἑαυτοῦ. —σώματος: Τοῦ οἰκείου. οὐκ ἐᾷ: Οὐκ ἀφίησι. Θ.

κρατεῖν: Ἐξουσιάζειν. ὁ δαίμων: Ἡ τύχη. τὸν ἐωνημένον: Ἀντὶ τοῦ τὸν ὠνησάμενον, ἀπὸ τοῦ ὠνοῦμαι. λέγεται γὰρ καὶ ἡ ἐφεξῆς τοῦ ῥήματος κλίσις. τοῦ δὲ ὀνόματος τὸ πληθυντικὸν οὐκ ἔστιν ὠνησάμενοι. διὸ μεταβαλόντες αὐτὸ ἐπὶ ἑτέραν φωνὴν πριάμενοι λέγουσιν Ἀττικοί. —τὸν ἀγοράσαντα. Θ. Ἄλλως. διχῶς εὕρηται τὸ ἐώνημαι· καὶ ἐπὶ τοῦ ἠγορακότος καὶ ἐπὶ τοῦ ἠγορασμένου· καὶ ἐπὶ τοῦ μὲν ἠγορακότος ὡς ἐνταῦθα· ἐπὶ δὲ τοῦ ἠγορασμένου, ὡς παρὰ Συνεσίῳ «ἡ γὰρ Λαῒς ἀνδράποδον ἦν Ὑκκαρικὸν ἐκ Σικελίας ἐωνημένον.»

τοῦτο παρεπιγραφὴ λέγεται. καὶ ταῦτα μὲν δὴ ταῦτα: Καὶ ταῦτα μὲν δὴ τοῦτον ἔχει τὸν τρόπον· ἔστι δὲ τὸ σχῆμα ἀποθετικὸν τῆς πρώτης διανοίας. —κύκλος. Θ. τῷ δὲ Λοξίᾳ: Τῷ Ἀπόλλωνι· ἤτοι τῷ λοξὴν ἴαν πέμποντι· λοξὰ γὰρ μαντεύεται ὁ θεός. ἢ τῷ λοξὴν πορείαν ποιουμένῳ· ὁ αὐτὸς γάρ ἐστι τῷ ἡλίῳ. —τῷ Ἀπόλλωνι· ἐπειδὴ πλάγιος ἐν τῷ ζωδιακῷ φέρεται ὁ αὐτὸς ἥλιος ὤν· ἢ ἐπεὶ πολλοὺς καὶ ἀσαφεῖς τοὺς χρησμοὺς δίδωσι. τῷ δὲ Λοξίᾳ: Ἢ τῷ Ἀπόλλωνι λοξὰ μαντευομένῳ· ἢ ἐπειδὴ ὁ Ἀπόλλων εἰς τὸν ἥλιον ἀλληγορεῖται, Λοξίαν τοῦτον εἴποις, ὡς λοξὴν τὴν πορείαν ποιούμενον.

ὃς θεσπιῳδεῖ: Ἐτραγικεύσατο τῇ φράσει. ἡ δὲ Πυθία ἐπὶ τρίποδος καθημένη χρησμῳδεῖ. καλεῖται δὲ τὸ μέρος, ἐν ᾧ κάθηται, ὅλμος. Ἄλλως. τρίποδι χρῆται ὁ Ἀπόλλων μαντευόμενος διὰ τοὺς τρεῖς καιροὺς τῶν πραγμάτων. Ὅμηροςὃς ᾔδη τά τʼ ἐόντα, τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα. τινὲς φασὶν οὕτω κτήσασθαι τὸν Ἀπόλλωνα τὸν τρίποδα. ἁλιεῖς ἐν Μιλήτῳ τινὲς μισθῷ βόλον ἔρριπτον, ἵνα τὸ ἀναφερόμενον εἴη τοῦ ἀγοράσαντος τὸν βόλον. συμβέβηκε γοῦν ἀντὶ ἰχθύων τρίποδα χρυσοῦν περιλαβεῖν αὐτοὺς τῷ δικτύῳ. ἐφιλονείκουν οὖν περὶ αὐτοῦ, οἱ μὲν ἁλιεῖς, ὡς ἰχθῦς πεπράκασιν, οὐ τρίποδα· οἱ δὲ ἀγοράσαντες ἔλεγον, ὡς πᾶν τὸ ἀνιὸν καὶ πᾶν ὅ τι τύχοι ὠνήσαντο. οὕτως οὖν αὐτῶν φιλονεικούντων, ἔδοξεν ἐρωτῆσαι τὸν Ἀπόλλωνα. ὁ δὲ ἀνεῖλεν αὐτοῖς ταῦτα, ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς· ὃς σοφίῃ πάντων πρῶτος, τούτου τρίποδʼ αὐδῶ. προσήγαγον οὖν αὐτὸν τοῖς ἑπτὰ σοφοῖς· ἕκαστος δὲ τούτων παρῃτεῖτο σοφὸς εἶναι, διόπερ ἐγνώκασιν, ὡς σοφωτέρῳ πάντων, ἀναθεῖναι αὐτὸν τῷ Ἀπόλλωνι· ὅθεν φασὶν ἐσχηκέναι αὐτὸν τὸν τρίποδα. ἡ δὲ λέξις ἠτυμολόγηται ἢ παρὰ τὸ θέσπιν ᾠδὴν, ἢ παρὰ τὸ τὴν Θέμιν ἐκεῖ τὰς μαντείας ἄγειν. χρυσοῦς δέ ἐστιν ὁ τρίπους, ὅτι τιμία ἡ ὕλη· καὶ οἱ διδόμενοι χρησμοὶ τίμιοι. οὕτω φασὶν ἐσχηκέναι τὸν Ἀπόλλωνα τὸν τρίποδα. ἁλιεῖς μισθῷ δίκτυον ἐν θαλάττῃ ἔρριπτον, ἵνα τὸ ἀγρευθὲν εἴη τοῦ τὸν μισθὸν διδόντος αὐτοῖς. συμβεβήκει γοῦν ἀντὶ ἰχθύων τρίποδα χρυσοῦν περιλαβεῖν αὐτοὺς τῷ δικτύῳ. φιλονεικούντων οὖν τῶν τε ἁλιέων καὶ τοῦ μισθώσαντος, καὶ τῶν μὲν λεγόντων ὡς οὐ τρίποδα πεπράκασιν, ἀλλʼ ἰχθῦς, τοῦ δὲ ὡς πᾶν ὅ τι τύχοι· ἔχρησεν οὖν ὁ Ἀπόλλων, τῷ σοφῷ τοῦτον ἀνενεγκεῖν. ἀγαγόντες οὖν τοῦτον ἐπὶ τοὺς ἑπτὰ φιλοσόφους, ἐπεὶ ἀπηρνεῖτο εἷς ἕκαστος μὴ εἶναι σοφὸς, ἀνέθηκαν τῷ Ἀπόλλωνι εἰκότως· μάντις γὰρ ὢν, τοὺς τρεῖς χρόνους εἶδε, τά τʼ ὄντα τά τʼ ἐσόμενα πρό τʼ ἐόντα. μαντεύεται καὶ χρησμοδοτεῖ καὶ θείας φωνὰς λέγει. χρυσηλάτου: Ἐκ χρυσοῦ πεποιημένος. Θ.

ὅτι ἰατρὸς ὢν καὶ μάντις: Τῶν δυοῖν ἀρετῶν τοῦ θεοῦ μέμνηται κατὰ τὸ παρὸν, θεσπίσεώς τε καὶ τῆς κατὰ τὴν ἰατρικὴν ἐπιστήμης. εὐκαίρως δὲ τούτων τὴν μνήμην ἐποιήσατο· ἰατρικῆς μὲν, ὅτι ἀνίατον ἀπέπεμψε τὸν δεσπότην, καὶ τὴν μὴ προσοῦσαν περιῆψε μελαγχολίαν. θεσπίσεως δὲ, διὰ τὸ προσεχὲς τῆς ἐκεῖθεν ἐξόδου. τὴν δὲ μουσικὴν κατέλιπε, μὴ χρείαν αὐτῆς ἔχων. τριῶν οὐσῶν τεχνῶν, ὧν μετεῖχεν ὁ θεὸς, νῦν μέμνηται μαντείας καὶ ἰατρικῆς, παρῆκε δὲ τὴν μουσικὴν, ὡς ἐπὶ τοῦ παρόντος μὴ χρείαν αὐτῆς ἔχων· ἢ διὰ τοῦ σοφός τὴν μουσικὴν αἰνίττεται. πρὸς τὸ χάριεν οὖν διαβάλλει τὸν θεὸν, ὅτι τῶν ἄλλων ἰατρὸς ὢν, οὐκ ἰάτρευσεν αὐτὸν, ἐξέπεμψε δὲ πρὸς τούτῳ καὶ τῆς προσούσης αὐτῷ συνέσεώς τε καὶ σοφίας ἀπεστέρησεν, ἐκταράξας διὰ τῆς μαντείας. τοῦτο οὖν ἔοικε λέγειν, ὅτι διὰ τῶν ἑαυτοῦ μᾶλλον οἰκείων ἔβλαψε τὸν δεσπότην. ἰατρὸς ὢν καὶ μάντις: Οὐ μόνον ἰατρὸν καὶ μάντιν φασὶ τὸν Ἀπόλλωνα, ἀλλὰ καὶ μουσικόν· τὸ μὲν μουσικὸν παρῆκε, διὰ τὸ μὴ χρείαν ἔχειν· τῆς δὲ ἰατρικῆς καὶ μαντικῆς ἐμνήσθη, τῆς μὲν, ὅτι ἔδει ὡς ἰατρὸν νοσοῦντα τὸν αὐτοῦ δεσπότην θεραπεῦσαι, ἀλλὰ μὴ εἰς μανίαν μᾶλλον κινῆσαι· τῆς δὲ μαντικῆς, ὅτι οὐκ ἔχρησεν αὐτῷ, ἃ ἐβούλετο, ἀλλὰ μάτην ἀπέπεμψεν. τὸ ὥς φασιν ὡς ἀπιστῶν φησιν ἐξ ὧν αὐτὸς ἐπειράθη.

ψεύδεται ὁ δοῦλος οὐ γὰρ ἀληθῆ λέγει ὅτι μελαγχολᾷ μου ὁ δεσπότης, ἐπεὶ ἐκεῖνος κατὰ πρόσταξιν τοῦ θεοῦ τοῦτο ἐποίει. οὐ μὴν ἀληθῆ ἦν. μελαγχολῶντα: Χολᾶν παρὰ τοῖς Ἀττικοῖς τὸ μαίνεσθαι· παρὰ δὲ τοῖς κοινοῖς τὸ θυμοῦσθαι.

οἱ γὰρ βλέποντες: Τὸ εὔηθες καὶ μανικὸν κατηγορεῖ τοῦ δεσπότου ἐκ τοῦ κατὰ τὸν περίπατον ἐναντίου· ἡγεῖσθαι γὰρ προσῆκεν, οὐχ ἕπεσθαι τυφλῷ. — τὸ εὔηθες ἢ μανικὸν τοῦ δεσπότου λέγει ἐκ τῆς ἐναντιώσεως· ἡγεῖσθαι γὰρ προσῆκεν, οὐχὶ ἕπεσθαι τυφλῷ. Ἄλλως. τὸ εὔηθες ἢ μανικὸν κατηγορεῖ τοῦ δεσπότου ἐκ τῆς κατὰ τὸν περίπατον ἐναντίον τῷ δέοντι σχέσεως. ἡγούμεθα: Ἡγοῦμαι τὸ προοδοποιῶ, πρὸς δοτικὴν ἀποδιδόμενον δοκεῖ κατὰ τὴν σύνταξιν ἐλλειπῶς ἔχειν· εἰ γὰρ κατὰ τὸ πλῆρες λεχθείη, γενικῇ ἂν καὶ αὐτὸ συνταχθείη, οἷον, ἡγοῦμαί σοι τῆς ὁδοῦ.

κἀμὲ προσβιάζεται: Ἤγουν, σὺν τῷ ἀκολουθεῖν αὐτὸν τῷ τυφλῷ κἀμὲ τοῦτο ποιεῖν ἀναγκάζει. δηλονότι ἀκολουθεῖν.

ἀποκρινομένου: Τοῦ τυφλοῦ ἢ τοῦ Χρεμύλου. τοῦ τυφλοῦ ἀπόκρισιν διδόντος. τὸν Πλοῦτον φησίν. μὴ ἀποκρινομένου τὸ παράπαν οὐδὲ ὀλίγον. οὐδὲ γρὺ: βραχύ. ἔστι δὲ ὄνυχος ῥύπος. τινὲς δὲ παρὰ τὸν γρυλισμὸν, τουτέστι τὴν φωνὴν τῶν χοίρων. ἢ εἶδος μικροῦ νομίσματος· γρὺ γὰρ τὸ μικρὸν καὶ βραχύτατον. ὅθεν καὶ γρύτη τὰ λεπτὰ σκεύη· καὶ γρυτοπώλης, ὅπερ οὐκ εἴρηται παρὰ τοῖς παλαιοῖς, ἀλλʼ ἀντὶ τούτου ῥυποπώλης καὶ γρυτάρης. κέχρηται δὲ τῇ λέξει ἐπιτείνων τὸ στεγανὸν τῆς ἀποκρίσεως ἀπὸ τοῦ πρὸς τοὺς ὄνυχας ῥύπου, ὃς μικρὸς καὶ εὐτελής. ὅταν δὲ θέλωμεν ἐκφαυλίσαι τινὰ, φαμὲν οὐδὲ γρὺ φθέγγεσθαι, ἀντὶ τοῦ οὐδὲ τὸ τυχόν· οὐδὲ γὰρ ἔχει τινὰ σύστασιν ὁ τοῦ ὄνυχος ῥύπος, πλὴν ὅσον ἀπὸ τῆς θέας μόνον δοκεῖ τι. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν πολυκτημόνων ἀνθρώπων, ὡς ὄχλον διὰ τοῦτο ἐχόντων. τὸ δὲ σχῆμα παρʼ ὑπόνοιαν. —οὐδὲ γρὺ: Οὐδʼ ὁτιοῦν. γρὺ ὁ ῥύπος τοῦ ὄνυχος· καὶ τὰ μικρὰ τῶν γρύλων, ἤτοι τῶν χοίρων. ἀπὸ τούτου δὲ λέγεται ἐπὶ οὐδαμινοῦ πράγματος· ὅταν οὖν θέλωμεν φαυλίσαι τινὰ, λέγομεν ὅτι οὐδὲ γρὺ φθέγγεται, ἀντὶ τοῦ, οὐδὲ τὸ τυχόν· οὐδὲ γὰρ ἔχει τινὰ σύστασιν ὁ τοῦ ὄνυχος ῥύπος, πλὴν ὅσον ἀπὸ τῆς θέας μόνον.

ὅπως σιγήσομαι: Τὸ ὅπως μεταληπτικῶς ἀντὶ τοῦ ὅτι. ἔστι μὲν γὰρ τὸ ὅπως ἀντὶ τοῦ ὡς, τὸ δὲ ὡς ἀντὶ τοῦ ὅτι. ἀντὶ τοῦ, οὐδαμῶς σιωπήσω, κατὰ περίφρασιν Ἀττικήν.

πράγματα: Τὰς ὀχλήσεις φησὶν ἐκ μεταφορᾶς τῶν πολυκτημόνων ἀνθρώπων, ὡς ὄχλον διὰ τούτων ἐχόντων. δώσω ὀχλήσεις. ἀντὶ τοῦ ἐνοχλήσεις.

οὐ γάρ με τυπτήσεις: Ἔθος τὸν εἰς θεοὺς ἀπιόντα στεφανοῦσθαι, καὶ ἀνεύθυνον εἶναι. πρὸς τὸ ἔθος, ὅτι καὶ ἀνακομιζόμενοι ἐκ τοῦ μαντείου ἐστεφανηφόρουν. ἔθος ἦν εἰς τὸν Ἀπόλλω ἀπιόντας μετὰ στεφάνων ἐντεῦθεν ἀναχωρεῖν. ὡς οὖν στέφανον ἔχων ὁ Καρίων παρρησιάζεται πρὸς τὸν δεσπότην καὶ τοῦτο φησίν. Ἄλλως. ἡ στεφανηφορία διακόσμησις τοῖς εἰς τὸν θεὸν ἀπιοῦσιν ἰσοτίμως δούλοις τε καὶ ἐλευθέροις ἐδίδοτο, οὐδὲν πλεονεκτήματος τεκμήριον ἐλευθέροις δωρουμένη· οὐδὲ μὴν δούλοις ὀνειδίζουσα τὸ τῆς τύχης ὑποδεές. ἔπαιξε δὲ ἅμα χαριέντως καὶ δυσωπητικῶς ὁ Καρίων· καὶ ὡς στέφανον ἔχων παρρησιάζεται καὶ τοῦτό φησι. —τὸ δὲ τυπτήσεις Ἀττικόν ἐστιν ἀπὸ τοῦ τυπτέω ἀχρήστου θέματος.

καθίκοιτο γὰρ ἂν οὕτω μᾶλλον τῆς κεφαλῆς. δέχεται γὰρ τὸ σκέπας τὸ ἐν ταῖς καλύψεσι τὸν τῶν προσπιπτόντων φόρτον πληγῶν. ἤτοι τοῖς τοῦ στεφάνου περιθέμασι στερισκόμενος· ἢ ἵνα μᾶλλον ἀλγῇς δεχόμενος τὰς τῶν πληγῶν καταγωγὰς, διὰ τὸ γυμνὸν καθικνεῖσθαι τῆς κεφαλῆς. τὸ δὲ σχῆμα τοῦ λόγου παρʼ ὑπόνοιαν.

λῆρος, οὐ γὰρ παύσομαι: Εἰ μὲν ἐμφανῶς «τὸ λῆρος» πρὸς τὸν δεσπότην εἶπεν, ἀντὶ τοῦ περιττολογία εἶπεν· εἰ δὲ τὸ «οὐ γὰρ παύσομαι, πρὶν ἂν φράσῃς μοι,» εἰς ἐπήκοον αὐτοῦ εἶπε, τὸ δὲ «λῆρος» καθʼ ἑαυτὸν, οὕτως εἴποις· λῆρος καὶ φλύαρος εἶ ταῦτα λέγων. —τινὲς δέ φασιν ἐσχηματισμένως εἰρῆσθαι ἀντὶ τοῦ λῆρος, ἤγουν μαντικός. ἀντὶ τοῦ ληρεῖς, ὅ ἐστι φλυαρεῖς. Ἄλλως. χαριέντως καὶ τὸν σκοπὸν ἤνυσε καὶ ὑβρίζειν οὐκ ἔδοξε, καίτοι λυπούμενος. ἐπεὶ τὸν δεσπότην ἔμελλεν ὑβρίζειν, εὐστόχως οὐκ εἶπε ληρεῖς, ἀλλὰ λῆρος ἀορίστως.

πάνυ σφόδρα: Ὅτι σύνηθες Ἀττικοῖς παράλληλα τιθέναι τὰ ἰσοδυναμοῦντα· δηλοῦται δὲ ἔν τι ἐξ ἀμφοτέρων. οὕτως ἔχει καὶ τὸ «τυχὸν ἴσως.» — Ἄλλως. εἶπεν ἀμφότερα καὶ τὸ πάνυ καὶ τὸ σφόδρα δηλῶν τὴν ὑπερβολὴν τῆς εὐνοίας. τὸ δὲ πυνθάνομαι, τὸ ἐρωτῶ καὶ τὸ ἀκούω· ὧν τὸ μὲν πρὸς γενικὴν συντάσσεται, τὸ δὲ ἀκούω πρὸς ἀπαρέμφατον, ἢ πρὸς αἰτιατικήν.

κλεπτίστατον: Κερδαλέον, συνετόν· ἀντὶ τοῦ φρονιμώτατον, πανουργότατον. Ὅμηρος «κλεπτοσύνῃ τε.» Ἄλλως. ἀντὶ τοῦ εἰπεῖν ἡγοῦμαί σε εὐνούστατον καὶ φρονιμώτατον, τὸ παρʼ ὑπόνοιαν ἐπήγαγε κωμικῶς παίζων. τὸ σχῆμα παρʼ ὑπόνοιαν· ἀντὶ τοῦ εἰπεῖν εὐνούστατον, παίζων κωμικῶς ἅμα καὶ χαριεντιζόμενος διὰ τὸ τῆς κωμῳδίας μειδιαστικὸν, ἅμα δὲ καὶ τὸν οἰκέτην ποιεῖ ἀποδοχῆς τε τυγχάνοντα καὶ χλεύης ἐκ τοῦ δεσπότου· ἦν γὰρ ἐλπὶς συμφώνως τῷ πρώτῳ λεχθήσεσθαι τὸ δεύτερον· ἢ ἀντὶ τοῦ κερδαλέον καὶ συνετόν. Ὅμηρος «κλέπτε νόῳ» ἀντὶ τοῦ παραλογίζου. εἰώθαμεν δὲ καὶ ἐν τῇ κοινῇ συνηθείᾳ κλέπτην τὸν φρόνιμον λέγειν· ἢ μυστηριακώτατον· τὰ γὰρ μυστήρια κρυφίως γίνονται. — Ἄλλως. δέον οὕτως εἰπεῖν, πιστότατον ἡγοῦμαί σε καὶ εὐνούστατον, ὁ δὲ παρʼ ὑπόνοιαν κλεπτίστατον εἶπεν. ἀεὶ γὰρ οἱ δοῦλοι τὰ τῶν δεσποτῶν ὑφαιροῦνται. κλεπτίστατον: Ἢ ὅτι τὸν φρόνιμον οἱ Ἀττικοὶ κλέπτην ἐκάλουν. ἢ ἀπὸ μεταφορᾶς τῶν κλεπτῶν τοῦτο φησί. φρονιμώτεροι γὰρ οἱ κλέπτοντες ἑαυτῶν γίνονται, ὅταν κλέπτωσιν, ἀναγκαζόμενοι παντὶ τρόπῳ συγκαλύπτειν ὅπερ ἔδρασαν. ὡς καὶ ἡ ἐτυμολογία δείκνυσι τοῦ ὀνόματος. κλέπτης γὰρ ἀπὸ τοῦ καλύπτω ἐτυμολογεῖσθαι δοκεῖ. φρονιμώτατον.

καὶ δίκαιος ὢν ἀνὴρ: Ἕπεται τῷ θεοσεβεῖ τὸ δίκαιον εἶναι, γνώρισμα γὰρ αὐτοῦ τοῦτο. ὁ γὰρ θεοσεβὴς, ἃ τῷ θεῷ ἐστι φίλα, ταῦτα πράττει.

ἦν: ἀντὶ τοῦ ἤμην Ἀττικῶς. αἰνίττεται δὲ πρὸς τί τοῦ δράματος ὁ σκοπός.

ἱερόσυλοι, ῥήτορες: Τινὲς οὐ στίζουσιν εἰς τὸ ἱερόσυλοι· οἱ ῥήτορες γὰρ ὡς φαῦλοι διεβάλλοντο· διὸ εἶπεν ἱερόσυλοι ῥήτορες.

καὶ συκοφάνται: Λιμοῦ γενομένου ἐν τῇ Ἀττικῇ τινὲς λάθρα τὰς συκᾶς τὰς ἀφιερωμένας τοῖς θεοῖς ἐκαρποῦντο· μετὰ δὲ ταῦτα εὐθηνίας γενομένης, κατηγόρουν τούτων τινὲς, καὶ ἐκεῖθεν συκοφάνται λέγονται. Ἄλλως. ἀπείρητο Ἀθήνῃσι μὴ ἐξάγειν ἐντεῦθεν ἄλλοσέ που σῦκα· βουλομένων οὖν τινων ἐξενεγκεῖν, ἱστάμενοι ἐν ταῖς τῶν πυλῶν ἐξόδοις ἄνδρες πανοῦργοι τὸ τούτων ἐξήλεγχον τέχνασμα, ὃ περὶ τὴν ἐξαγωγὴν ἐποίουν. ἐκαλοῦντο οὖν οὗτοι συκοφάνται, ὡς τὰ σῦκα φαίνοντες. ἐπεκράτησεν οὖν ἐξ ἐκείνου τοὔνομα πρὸς πάντας τοὺς πανούργους. —εὕρηται δὲ περὶ τούτου καὶ ἑτέρα ἱστορία πάνυ ψυχρά. πείθομαι: Πιστεύω.

ἐπερησόμενος οὖν: Ἐπερωτήσων τὸν Ἀπόλλωνα. ὡς τὸν θεόν δὲ, πρὸς τὸν θεόν. τὸ δὲ ἑξῆς, ᾠχόμην οὖν πρὸς τὸν θεὸν, ἐπερησόμενος καὶ ἐρωτήσων, νομίζων τὸν βίον μὲν ἐμοῦ αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν ἄντικρυς ἐκτετοξεῦσθαι καὶ κεκενῶσθαι, πευσόμενος δὲ καὶ ἐρωτήσων, εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους τὸν υἱὸν, ὃς μόνος μοι τυγχάνει, εἶναι πανοῦργον, ἄδικον, μηδὲν ὑγιὲς ὁ γὰρ ἄδικος καὶ ἅρπαξ οὐχ ὑγιαίνει τῇ ψυχῇ ὡς νομίσας τοῦτο αὐτὸ συμφέρειν ἐν τῷ παρόντι βίῳ. εἶπε δὲ τὸ πευσόμενος κατʼ ἐπανάληψιν, ἐπειδὴ ἐπερησόμενος προειπὼν ἔθηκε διὰ μέσου, τὸν ἐμὸν μὲν, μέχρι τοῦ βίον. —ὡς: Εἰς. ἀντὶ τοῦ πρὸς τὸν θεόν.

τὸν ἐμὸν μὲν αὐτοῦ: Ἀντὶ τοῦ ἐμοῦ αὐτοῦ Ἀττικῶς. τοῦ ταλαιπώρου: Τοῦ τλητικοῦ, ἢ τοῦ τετληκότος. ταλαίπωρος δὲ παρὰ τὸ τλῆναι τὸν πῶρον, ὅ ἐστι πένθος. ὅτι δὲ πῶρος πένθος ἐστὶ, καὶ Ἀντίμαχός φησι, πῶρός τοι ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστος.

ἐπερωτῶν πρὸς τὸν Ἀπόλλωνα ᾠχόμην, τὸν ἐμὸν, φησὶ, βίον νομίζων ἐκτετοξεῦσθαι, ὅ ἐστιν ἐξαναλωθῆναι, ἀπὸ μεταφορᾶς τῶν τοξευόντων καὶ ἐκδαπανώντων τὴν φαρέτραν. Ἄλλως. ἀντὶ τοῦ ἐξοίχεσθαι πρὸς ἀπόληξιν τῆς ἐν αὐτῷ διατριβῆς ἐκπίπτοντα. Ἄλλως ἀπολέσθαι· ἀπὸ τῶν τοξευομένων, ἢ τῶν ὅλα τὰ βέλη ἀφιέντων τοξοτῶν. ἐκκενωθῆναι. ἐγγὺς ἀπωλείας εἶναι διὰ τὸ γῆρας. ἐκτετοξεῦσθαι: Τετελειῶσθαι, ἀνηλῶσθαι, ἐκ μεταφορᾶς τῶν τοξευόντων, ὅταν τὴν φαρέτραν κενώσωσιν. ἐκκεκενῶσθαι, ἀνηλῶσθαι· ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ τοξείᾳ ἀναλισκόντων τὰ βέλη. ὑπολαμβάνων κατηναλῶσθαι, ἠφανίσθαι τὴν περιουσίαν. ἐκ μεταφορᾶς εἴρηται τοῦτο τῶν τοξοτῶν, ὅταν τοξεύοντες πάντας τοὺς ἑαυτῶν οἰστοὺς ἀφήσωσιν.

τὸν δʼ υἱόν: Ἀντὶ τοῦ περὶ τοῦ υἱοῦ Ἀττικῶς. καὶ Μένανδρος ἐν Περικειρομένῃ, τὸ δὲ κεφάλαιον οὔπω λογίζομαι τὸν δεσπότην.

πευσόμενος: Ἐρωτήσων. τοὺς δικαίους.

διαβάλλει τὸ δίκαιον τῶν Ἀθηναίων. Ἄλλως. ἀντὶ τοῦ μηδὲν τῶν δικαίων φρονεῖν αὐτόν. εἰς τὸ φιλόδικον τῶν Ἀθηναίων σκώπτει.

ἔλακεν ἐκ τῶν στεμμάτων: Ἡ λέξις Εὐριπίδου. ἀντὶ τοῦ ἔχρησε. τραγικώτερον δὲ τοῦτο ἐξ Εὐριπίδου, διασύρων τὸν Εὐριπίδην. οἱ γὰρ τρίποδες δάφνῃ ἦσαν ἐστεμμένοι καὶ ἡ προφῆτις. Ἄλλως. ἀπὸ τῶν στεμμάτων τῆς προφήτιδος· ἐστεφανηφόρει γὰρ ἡ Πυθία δάφνῃ. τινὲς δὲ καὶ θεσφάτων. Ἄλλως. γράφεται σκεμμάτων, ἐπεὶ οἱ μαντευόμενοι ἐγγράφῳ ἀνακοινώσει πρὸς τὸν θεὸν τὰς πεύσεις ἐποιοῦντο, γεγραφότες ἐν πυκτίῳ τὸ κατὰ προαίρεσιν αὐτοῖς κείμενον, στεφάνῳ τε ἀμφιέσαντες ἁβρῷ, τῇ μαντιπόλῳ ἐχειροτόνουν· ἡ δὲ ἐντυχοῦσα σύμφωνον τοῖς προτεινομένοις ἐποιεῖτο τὴν ἀπόκρισιν. οἱ δὲ, ὅτι ἐν μέσῳ τῶν στεφάνων καθημένη ἔλεγεν ἡ Πυθία· ἢ ὅτι δάφνῃ ἔστεπτο ὁ τρίπους, ἐφʼ οὗ καθῆστο ἡ Πυθία· καὶ ἀλλαχοῦ «ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.» —Ἄλλως. στέφανοι ἐπὶ τοῦ τρίποδος ἔκειντο, οὓς ἡ Πυθία ἐν τῇ κεφαλῇ φοροῦσα ἐμαντεύετο. ἢ τὸν τρίποδα λέγει διὰ τὸ κυκλοτερὲς αὐτοῦ. ἦν δὲ ἡ Πυθία γυνὴ, ἥτις, ὥς φασιν, ἐπικαθημένη τῷ τρίποδι τοῦ Ἀπόλλωνος, καὶ διαιροῦσα τὰ σκέλη πονηρὸν κάτωθεν ἀναδιδόμενον πνεῦμα διὰ τῶν γεννητικῶν ἐδέχετο μορίων, καὶ οὕτω μανίας πληρουμένη, καὶ τὰς τρίχας λύουσα, καὶ ἀφρὸν ἐκ τοῦ στόματος ἀποπέμπουσα, καὶ τἄλλα πάντα ποιοῦσα, ὅσα οἱ μαινόμενοι ποιεῖν εἰώθασιν, τὰ τῆς μαντείας, ἢ μᾶλλον μανίας, ἐφθέγγετο ῥήματα· ἢ καὶ δαίμων τις ἦν οὕτω καλούμενος πύθων, ἀφʼ οὗ ἡ Πυθία παρωνομάζετο· ἢ καὶ αὐτὸς ὁ Ἀπόλλων Πύθιος ὀνομαζόμενος, διὰ τὸ τοῖς πυνθανομένοις χρησμοὺς διδόναι περὶ ὧν ἂν βούλοιντο.

πεύσει: Οἱ Ἀττικοὶ τὰ τῶν παθητικῶν χρόνων δεύτερα πρόσωπα ἀεὶ διὰ διφθόγγου γράφουσιν. ὡς καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἑξῆς εὑρήσεις· οὗτος γὰρ, εἴπερ τις, τῇ Ἀττικῇ διαλέκτῳ χρῆται. ἡ δὲ κοινὴ διάλεκτος μόνου τοῦ βούλει, καὶ ὄψει, καὶ οἴει τὰ ἐνεργητικὰ μὴ ἐν χρήσει εὑροῦσα, τῇ Ἀττικῇ ἑπομένη συνηθείᾳ ἀεὶ διὰ διφθόγγου τὰ τρία ταῦτα ἐκφέρει. ἀπαγορευτικοῦ δὲ ἢ αἰτιολογικοῦ μορίου τεθέντος, οἱ Ἀττικοὶ οὐχ οὕτω τὰ δεύτερα πρόσωπα ἐκφέρουσιν, ὡς εἴρηται, ἀλλʼ ὑποτακτικῶς. εἶπε: Ἐμαντεύσατο.

ἐξιών: Ἐκ τοῦ ἱεροῦ δηλονότι.

μὴ μεθίεσθαί μʼ ἔτι: Τὸ μεθίημι ἐνεργητικῶς πρὸς αἰτιατικὴν συντάσσεται· ὡς Συνέσιος «μεθῆκε τὸ πηδάλιον ἐκ τῶν χειρῶν.» παθητικῶς δὲ πρὸς γενικὴν, ὡς ἐνταῦθα. μὴ μεθίστασθαι μηδὲ ἀναχωρεῖν.

πείθειν: Ἐκεῖνον· πείθειν δʼ ἐκεῖνον ἐμοὶ ξυνακολουθεῖν ἕως εἰς τὸν οἶκον. ξυνακολουθεῖν: Σὺν αὐτῷ πορεύεσθαι.

τῷ ξυναντὰς: Τούτῳ συναντίσας. τῷ: Τίνι.

οὐ ξυνίης: Οὐ νοεῖς. οὐ γινώσκεις. τὴν ἐπίνοιαν: Τὸ αἴνιγμα, τὴν γνώμην καὶ τὴν κληδόνα.

σκαιότατε: ἀπαίδευτε.

τὸν ἐπιχώριον τρόπον: Τὴν ἐπιχώριον πολιτείαν τῶν Ἀθηναίων. αἰνίττεται δὲ αὐτῶν ἤτοι τῆς πολιτείας τὸ ἰταμόν τε καὶ δυσοικονόμητον. —μετέρχεσθαι τὸ τῆς χώρας ἔθος. Θ.

τῷ τοῦτο κρίνεις: Τίνι σημείῳ τοῦτο κρῖναι θέλεις. ποίῳ σημείῳ. ἐν τίνι πράγματι καὶ σημείῳ. Θ. καὶ τυφλῷ: ἤτοι πρὸς τὸν Πλοῦτον αἰνιττόμενος, ἢ τὸν πηρὸν τῷ νῷ· νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει. καὶ καθάπερ ὁ τυφλὸς τὴν πορείαν εὐθεῖαν οὐ ποιεῖται. πρὸς τὸ Ὁμηρικὸν δὲκαί κʼ ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα. τυφλῷ δὲ οὐχὶ ὀφθαλμοὺς, ἀλλὰ τὴν καρδίαν, ὅ ἐστιν ἀνοήτῳ. παροιμία δʼ ἐστὶ, τυφλῷ δῆλα τὰ μαρτύρια. τὸ δὲ ἑξῆς, ὅτι σφόδρα ἐστὶ τοῦτο συμφέρον, τὸ μηδὲν ὑγιὲς ἀσκεῖν. —Ἄλλως. παροιμία ἐστὶ, τῷ τυφλῷ δῆλον, ἐπὶ τῶν πάνυ σαφεστάτων λεγομένη· τὰ γὰρ τοῖς τυφλοῖς δῆλα τοῖς βλέπουσι σαφέστατα σφόδρα. λέγει δὲ, ὡς ὁ κελεύσας σε τυφλῷ ἀνδρὶ ἐπακολουθεῖν δῆλόν σοι ἐντεῦθεν καθίστησιν, ὡς καὶ τυφλὸς ἂν γνοίη τοῦτο, ὡς ὃ πάντες μετέρχονται, τοῦτο δεῖ καὶ τὸν σὸν υἱὸν μετελθεῖν. ἢ ὅτι ἐπειδὴ πάντες τὴν ἄδικον πολιτείαν μετέρχονται, εἶπέ σοι ὁ Ἀπόλλων, ὡς ᾧ ἂν ἐντύχοις, πάντως τοιοῦτος ἔσται· καὶ ἀκολούθει αὐτῷ, ἤγουν τὴν αὐτὴν αὐτῷ καὶ σὺ μετέρχου ὁδόν. δηλονοτιὴ: Φανερὸν γὰρ ὅτι. γνῶναι: Νοῆσαι. φανερόν ἐστιν ὅτι καὶ τυφλῷ νοῆσαι δοκεῖ τοῦτο. φανερόν ἐστι ... τυφλῷ εἰς τὸ νοῆσαι. Θ.

σφόδρα ... συμφέρον: Ὅτι λίαν ὠφέλιμον. Θ.

ἀσκεῖν ὑγιὲς: Μετέρχεσθαι δίκαιον. Θ.

ῥέπει: Φέρεται, ἀποβλέπει, ἐκ μεταφορᾶς τοῦ ζυγοῦ. ὥσπερ ζυγοῦ εἶπεν. ἀντὶ τοῦ ἐπιφέρεται. μεταφορικῶς ἀπὸ τοῦ ζυγοῦ.

ὁ Πλοῦτος, πίνος ἕνεκεν ἐπὶ τὸ αὐτὸ ἀπήντησεν, εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐν Δελφοῖς. εἰς Δελφούς. τίνος χάριν ἦλθεν εἰς τὸ χρηστήριον τοῦ Ἀπόλλωνος. καὶ τίνος χρείαν εἶχεν σὺν ἡμῖν εἰς Δελφούς. Θ.

τὸν χρησμὸν ἡμῶν, ὅτι νοεῖ: Καὶ Πλάτων Νόμων ηʹ «τὸν δὲ νόμον ὑμῶν ὅ τι νοεῖ περὶ τὰ τοιαῦτα οὐδέν με ἐξετάζειν δεῖ.» ὅ τι σημαίνει.

ἢ τἀπὶ τούτοις: Τὰ ἐπὶ τῇ ἀπειλῇ· καὶ γὰρ ἡ πεῦσις ἄνω ἀπειλητική. λέγει οὖν, βέλτιόν σοί ἐστιν ἐξειπεῖν λόγῳ πεισθέντα ἢ βιασθέντα· ἢ ὡς μὴ λέγοντός σου, βίαιόν τι διαπράξομαι. Ἄλλως. ἢ τἀπὶ τούτοις: Ἤγουν τὰ ἀκόλουθα τοῖς μὴ ἐθέλουσιν ἑαυτοὺς ἐκφαίνειν. τὰ δὲ ἐστὶ πληγαὶ καὶ τραύματα. λέγειν χρὴ: Τὸ λέγειν ἐπὶ τοῦ προφορικοῦ λόγου λέγεται, καὶ ἀπὸ τούτου ἐπὶ τοῦ ὀνομάζειν καὶ ἐπὶ τοῦ φράζειν. πρὸ τοῦ τυφθῆναί σε. Θ.

οἰμώζειν: Οἰμώζω, τὸ θρηνῶ. ἀφʼ οὗ οἰμωγὴ, ὁ θρῆνος, καὶ οἴμωγμα οὐδετέρως παρʼ Αἰσχύλῳοἰμώγμασίν θʼ ὧν Ζεὺς ἀλεξητήριος. ἐκ τούτου δοκεῖ καὶ οἴμοι θρηνητικὸν ἐπίρρημα γίνεσθαι.

σκαιῶς: Ἀπαιδεύτως, σκληρῶς, ἀποτόμως. Θ.

τοῦτο πρὸς τὸν Πλοῦτον. πρόσκεισαι. εὐσεβοῦς, δικαίου. ἀποστροφὴ τὸ σχῆμα. Θ. ἀντὶ τοῦ εὐσεβοῦς. ἀπὸ μέρους δὲ ἀγαθοῦ.

κλᾴειν: Ἀττικῶς ἀντὶ τοῦ κλαίειν.

δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν: Τὴν κληδόνα, τὴν μαντείαν, καὶ τὸ σύμβολον. οὕτως ὁ Ῥόδιος Ἀπολλώνιος «μηδʼ ὄρνις ἀεικελίη πέλε νηΐ.» κοινῶς γὰρ πᾶν σύμβολον ἐκφευκτικὸν ἢ προτρεπτικὸν ὄρνιν καλοῦσιν. ὄρνις, ἐπιφώνησις πταρμὸς, καὶ τὰ τοιαῦτα, ὡς αὐτὸς ἐν Ὄρνισι ἐδήλωσεν. Ἄλλως. τὴν μαντείαν τοῦ Ἀπόλλωνος ὄρνιν λέγει, ἐπειδήπερ οἱ παλαιοὶ οὐ μόνον διὰ τῶν ἄλλων, ἀλλὰ καὶ διʼ ὀρνίθων ἐμαντεύοντο. —καὶ ὅτι οἱ παλαιοὶ πᾶν τὸ ἐπὶ σημείῳ καὶ τεκμηρίῳ τινὶ παραλαμβανόμενον ὄρνιν ἐκάλουν, ἀπὸ μεταφορᾶς καὶ τὸ μάντευμα καὶ τὸ σύμβολον.

μὰ τὴν Δήμητρα: Εἰκότως ταύτην ὅρκον λαμβάνει ὡς γεωργός· ἡ γὰρ Δημήτηρ τῆς γῆς ἔφορος. — διὰ τὸ μὴ φράσαι οὐκέτι χαιρήσεις.

ἢν μὴ φράσῃς: Ἐὰν μὴ εἴπῃς.

ὦ τᾶν: Ἀντὶ τοῦ ὦ ἑταῖρε. τινὲς δὲ λέγουσιν ὅτι οὐ πρὸς ἕνα μόνον τὸ ὦ τᾶν, ἀλλὰ καὶ πρὸς δύο. καὶ Κρατῖνος «ἆρά γε, ὦ τᾶν, ἐθελήσετε.» Ἄλλως. ὦ τᾶν, ὦ φίλοι, πληθυντικῶς νοητέον. ἢ ἀντὶ τοῦ ὦ φίλε. ἵνʼ ᾖ τὸ μὲν ὦ τᾶν πρὸς μόνον τὸν Χρεμύλον· οὗτος γὰρ αὐτῷ ἠπείλει· τὸ δὲ ἀπαλλάχθητον πρὸς ἀμφοτέρους· ἐπειδὴ καὶ ἄμφω τούτῳ ἠνώχλουν. ὃ καὶ κρεῖττον. εἰώθαμεν γὰρ ἐν τῇ κοινῇ συνηθείᾳ ἔστιν ὅτε τοὺς λόγους οὕτω ποιεῖσθαι. πώμαλα: Ἀντὶ τοῦ οὐδαμῶς· ἔστι δὲ Ἀττικόν· ἔστι γὰρ ἐπίρρημα ἀρνήσεως.

καὶ μὴν ὃ λέγω: Τινὲς ἓν πρόσωπον αὐτὸ εἶναι λέγουσι τοῦ δούλου ἀπὸ τοῦ πώμαλα ἕως τοῦ ἐκτραχηλισθῇ πεσών.

ἐκτραχηλισθῇ: Τὸν τράχηλον κατακλασθῇ, ἐκσπονδυλισθῇ.

ἀλλʼ ἢν πύθησθέ μʼ ὅστις εἴμʼ ἐγώ: Οὕτω τὴν αἰτιατικὴν ἀντὶ γενικῆς, καὶ ἀντὶ δοτικῆς τὴν αἰτιατικὴν Ἀττικοὶ λέγουσιν, ὡς Θουκυδίδης «εἰ οὖν τί σε τούτων ἀρέσκει, πέμπε ἄνδρα πιστὸν ἐπὶ θάλατταν.» καὶ Σοφοκλῆςοὐ γάρ μʼ ἀρέσκει γλῶσσά σου τεθηγμένη. ἀντὶ τοῦ οὐ γάρ με. ὡς ἐπὶ ἀψύχου τὸ ἀναθείς. ἢ διὰ τὸ τυφλὸν αὐτὸν εἶναι.

ἐὰν βούλῃ γε σύ: Τοῦτο διττῶς νοητέον. νὴ τοὺς θεοὺς ἀφήσομέν σε, ἂν βούλῃ γε σὺ εἰπεῖν ὅστις εἶ. ἢ οὐκ ἀφήσομεν, ἐὰν βούλῃ σὺ μὴ εἰπεῖν ὅστις εἶ. —ἐὰν βούλῃ καὶ δοκῇ σοι, ἀφήσομέν σε. τοῦτο γὰρ προσληπτέον. ἡμεῖς γʼ, ἐὰν βούλῃ, ἀπολύομεν. τοῦτο δέ φασιν ἀπολύσαντες αὐτόν. Ἄλλως. ἐὰν δὲ σοὶ δοκῇ, τουτέστι τὸ ἀπολυθῆναι. προσληπτέον τὸ ἀφήσομεν.

μέθεσθε παροξύτόνως οἱ Ἀττικοὶ λέγουσιν. Εἰρηναῖός φησι παροξυτόνως Ἀττικοὺς λέγειν τὸ μέθεσθε. ἠνὶ: Ἰδού. μέθεσθε ἀντὶ τοῦ ἀπολείφθητε καὶ πόρρω γίνεσθε. κανόνισον· ἴημι τὸ καταλείπω, ὁ μέλλων ἤσω. ὁ δεύτερος ἀόριστος ἦν. ὁ μέσος ἔμην, ἔσο, καὶ τὸ προστακτικὸν ἔσο, καὶ ἐκβολῇ τοῦ σ, καὶ κράσει τοῦ ε καὶ ο εἰς ου δίφθογγον οὖ, καὶ μετὰ τῆς μετά προθέσεως καὶ συγκοπῆς καὶ τροπῆς τοῦ ψιλοῦ εἰς δασὺ, μεθοῦ, μεθέσθω, μέθεσθον, μεθέσθων, μέθεσθε, μεθέσθωσαν.

ἦ παρεσκευασμένος: Τὸ ἦ ἄνευ τοῦ ν ἀντὶ τοῦ ἤμην. οἱ γὰρ Ἀττικοὶ τὸ ἦν καὶ ὑπῆρχον ἐγὼ ἦ φασιν, οὕτως· ἀπὸ τοῦ εἰμὶ τὸ ὑπάρχω γίνεται ὁ παρατατικὸς εἶν διὰ διφθόγγου· ὡς καὶ ἀπὸ τοῦ εἴδημι ᾔδειν· καὶ διαλύσει Ἰωνικῇ τῆς ει διφθόγγου εἰς ε καὶ α γίνεται ἔα, ὡς καὶ τὸ ᾔδεα, καὶ τὸ τιθεῖσι τιθέασιν. ἡ χρῆσις δὲ παρʼ Ὁμήρῳ, ὡς τὸ «οὐ γὰρ ἀμενηνὸς ἔα·» εἶτα κιρνῶντες τὸ ε καὶ α εἰς η, ἦ φασὶν, ὡς καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἑξῆς εὑρήσεις. —ἀντὶ τοῦ ἤμην. τινὲς ἄνευ τοῦ ν αὐτὸ γράφουσι τὸ η μόνον ἀφιέντες. ἀντὶ τοῦ ἤμην, κατʼ ἔλλειψιν τοῦ ν. οἱ δὲ ὅτι ἐπὶ τρίτου προσώπου τίθεται τὸ ῥῆμα. ὅτι δὲ τάσσεται καὶ κατὰ τοῦ ἤμην δῆλον ἐκ τοῦ Ὁμήρου «εἴποτʼ ἔην γε.»

μιαρώτατε ἀνδρῶν ἁπάντων: Πεφυλαγμένως ποιεῖται τὴν πρὸς τοὺς θεοὺς ὑπέρθεσιν, ἵνα μὴ θεῶν ὑπερτιθεὶς, κἀκείνους πάθει ὑποτάξῃ. ἢ ὅτι ἐν σχήματι ἀνδρὸς ἐφάνη ὁ Πλοῦτος. δεῖ δὲ ἐννοεῖν τὸν Πλοῦτον ῥυπῶντα καὶ ταπεινὸν ὄντα τὸ σχῆμα.

εἶτʼ ἐσίγας: Εἰ μὲν οὕτω τὴν σύνταξιν τρέψεις, τὸ εἶτα ἀργὸν ἐρεῖς, καθὼς ἐν ταῖς ἀποδόσεσι τῶν μετοχῶν ποιεῖν εἰώθαμεν. ὦ μιαρώτατε ἀνδρῶν ἁπάντων, ὢν Πλοῦτος εἶτα ἐσίγας. εἰ δὲ τὸ εἶτα ἐν ἀρχῇ θήσεις; οὐκ ἀργὸν νοήσεις. εἰώθαμεν γὰρ ἐν τοῖς τῆς βαρύτητος σχήμασιν ἐν ἀρχαῖς πολλάκις τιθέναι τὸ εἶτα, οὕτως· εἶτα ὦ μιαρώτατε ἀνδρῶν ἁπάντων ὢν Πλοῦτος ἐσίγας;

αὐτότατος: Ἡ αὐτότατος ἀντωνυμία πέπαικται κωμικῶς. τὰ γὰρ ἀόριστα τῶν πραγμάτων ἀνεπίτατα. εἰ οὖν ἡ ἀντωνυμία ἐπὶ οὐσίας παραλαμβάνεται, κατὰ τοῦτο ἐπίτασιν οὐ δέχεται, ὡς τὰ ἄλλα μέρη. Ἄλλως. ἔπαιξεν αὐτότατος ὑπερθετικῶς εἰπὼν, ἵνα δείξῃ, ὡς ἀληθῶς αὐτός ἐστιν· ὥσπερ καὶ τὸ μονώτατος. ἰστέον δὲ ὅτι τὸ μὲν μονώτατος εὕρηται ἐν τοῖς λογοποιοῖς, τὸ δὲ αὐτότατος οὔ. —αὐτότατος οὐ λέγεται, ὡς οὐδὲ ἐγώτατος ἀπὸ τοῦ ἐγώ. τοῦ γελοίου δὲ χάριν οὕτω πέπαικται. Θ.

τὸν Πατροκλέα κωμῳδεῖ ὡς Ἀθηναῖον μὲν καὶ πλούσιον, σκνιπὸν δὲ καὶ φειδωλόν. ἦν δὲ τραγῳδίας ποιητὴς, ἄλλως δὲ καὶ κακόβιος καὶ φιλοχρήματος, ὡς καὶ ἐν τοῖς Πελαργοῖς εἴρηται περὶ τούτου, ὅστις ἕνεκεν τῆς φειδωλίας οὐδένα εἴα προσίεσθαι φυλακῆς ἕνεκα τῶν χρημάτων καὶ γλίσχρου βίου. ἦν δὲ οὗτος εἷς τῶν τὸν Λακωνικὸν ζηλούντων βίον. Ἄλλως. οὗτος ὁ Πατροκλῆς Ἀθηναῖος φιλοχρήματος, ὃς ἐφύλαττε τὰ χρήματα καὶ ἦν ῥυπαρὸς τῷ βίῳ καὶ ηὔχμει. — ἐκ Πατροκλέους: Ἐκ τῆς οἰκίας τοῦ Πατροκλέους.

τουτὶ δὲ τὸ κακὸν: Ἤγουν τὴν τύφλωσιν.

φθονῶν: Φθόνος παρὰ τοῖς φιλοσόφοις, ἡ ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς λύπη, ἤτοι ἡ ζηλοτυπία, ὡς ἐνταῦθα· παρὰ δὲ τοῖς ῥήτορσιν ἡ μέμψις, ὡς Εὐριπίδης «ἀποκτείνειν φθόνος γυναῖκας.»

ἐγὼ γὰρ ὢν μειράκιον: Τοῦτό φησιν, ἵνα τὸ προπετὲς τῆς ῥήσεως ἀναφέρῃ ἐπὶ τὸ ἐξημμένον καὶ δόξῃ συγγνώμην ἔχειν ἡ ἁμαρτία, ὅτι μειράκιον ὢν ἠπείλησε. καὶ μὴν οὐκ ἔστιν ἁμάρτημα τὸ τοὺς μὲν φαύλους καταλιπεῖν ὁμολογῆσαι, καταλαβεῖν δὲ τοὺς χρηστούς. πῶς οὖν ὁ Ζεὺς νοούμενος εἰς τὸ πρῶτον αἴτιον, καὶ μᾶλλον βουλόμενος τοὺς ἀγαθοὺς εὖ πράττειν, ἐτύφλωσε τὸν Πλοῦτον εἰπόντα τοῦτο; λέγομεν οὖν, ὅτι εἰ πάντως τοῖς ἀγαθοῖς καὶ τοῖς ἀρετὴν ἀσκοῦσι παρείπετο τὸ πλουτεῖν, πάντες ἂν διὰ τὸ πλουτεῖν μετῄεσαν τὴν ἀρετὴν, οὐ διʼ αὐτὴν τὴν ἀρετήν. ὁ δὲ Ζεὺς βουλόμενος τοὺς ἀνθρώπους οὐ διά τι χρήσιμον καὶ ἐπωφελὲς τὴν ἀρετὴν μετιέναι, ἀλλὰ διʼ αὐτὴν τὴν ἀρετὴν, τοῖς ταύτην ἀσκοῦσι καὶ ἀποτυχίαν χρημάτων ἔσθʼ ὅτε δίδωσιν ἐν τῷ βίω, ἵνα ἕκαστος ἐφίηται τῆς ἀρετῆς διʼ αὐτὴν τὴν ἀρετὴν, καὶ μὴ διὰ τὸ ἐλπίζειν ὅτι πάντως διὰ τῆς ἀρετῆς εὐπορήσει χρημάτων.

ὁ δέ μʼ ἐποίησε τυφλόν: Ἐπεὶ ἔμελλεν ἀνατρέπειν τοὺς ἀδίκους, οὐκ εἴασεν ὁ Ζεύς. τῷ μὲν γὰρ Πλούτῳ συνέφερεν, ὅτι καλῶς αὐτῷ ἐχρῶντο, ἐκεῖνοι δὲ οὔ. παρῴδηται ἐκ τῶν Ἡσιόδουκρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν. ἢ ὅτι ἀνόσιος ὁ διὰ τῆς ἀρετῆς τοῦ πλούτου φόρτος τοῖς δικαίοις, εἰ χαυνωθεῖεν ἐκ περιουσίας.

διὰ τοὺς χρηστούς γε: Ἰστέον ὅτι ἡ διά πρόθεσις οὐ μόνον γενικῇ συντάσσεται, ὅταν δηλοῖ ἐνέργειαν, ἀλλὰ καὶ αἰτιατικῇ, ὡς ἐνταῦθα· εὑρήσεις δὲ τοῦτο καὶ ἐν πολλοῖς τῶν λογοποιῶν. καὶ μὴν ὅταν δηλοῖ αἰτίαν, αἰτιατικῇ μὲν ὡς ἐπὶ τὸ πολὺ συντάσσεται· ἀλλὰ καὶ πρὸς γενικὴν εὕρηται σπανίως.

ὁμολογῶ σοι: Ἀντὶ τοῦ συναινῶ σοι. συμφωνῶ σοι, ὅμοιά σοι λέγω ἐν τούτῳ· εὑρίσκεται δὲ καὶ πρὸς αἰτιατικήν. φέρε, τί οὖν; ἄγε δή. ἔστι δὲ μετάβασις τοῦ λόγου.

ἤδη: ἀντὶ τοῦ λοιπὸν ταχέως.

ὡς: ἀντὶ τῆς πρός.

πολλοῦ γὰρ αὐτοὺς: Διὰ τὸν ἐπιχώριον τρόπον· ταῦτα γὰρ εἰς τὴν τῶν Ἀθηναίων φησὶ πολιτείαν, ἀποσκώπτων αὐτοὺς ὡς πονηρούς.

καὶ θαῦμά γʼ οὐδέν: Οὐδέν φησι παράδοξον, εἰ τυφλὸς ὢν οὐχ ἑώρακας—αὐτοὺς, ἐπεὶ καὶ ἐγὼ βλέπω μὲν, ἀλλὰ νῦν γε αὐτοὺς οὐχ ὁρῶ.

ἴστον: ἀντὶ τοῦ ἐγνώκατε. τὸ δὲ ἴστον δυϊκόν. ἀντὶ τοῦ ἐάσατε· ἐγνώκατε γάρ.

ἀντεχόμεθά σου, ἐπειδὴ Πλοῦτος εἶ.

καὶ σύ γʼ, ἀντιβολῶ: Πεποίηται παρὰ τὸ ἄντομαι καὶ βάλλω τὸ ἀντιβολῶ. ἔχει δὲ τὴν ὁρμὴν πρὸς τὸ «ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεθά σου.» τὸ δὲ οὐκ ἠγόρευον ὥσπερ διὰ μέσου. τὸ δὲ πιθοῦ περισπᾶται· ἔστι γὰρ δεύτερος ἀόριστος, ὡς καὶ ἡ γραφὴ δηλοῖ καὶ τὸ μέτρον βούλεται. τούτους δὲ οἱ Ἀττικοὶ περισπῶσι καὶ ἡ χρῆσις ἠκολούθησε τῇ διαλέκτῳ. ἡ γὰρ ἀναλογία βαρύνει, ὥς φησιν Ἀπολλώνιος.

μὰ τὸν Δία: Τὸ μὰ τὸν Δία ἢ πρὸς τὸ ὄπισθεν σύναπτε, καὶ μόνον λέγε, ἵνʼ ᾖ βεβαιωτικὸν τοῦ οὐχ εὑρήσεις, ἢ πρὸς τὸ ἐπαγόμενον σύναπτε.

ἀτεχνῶς: Ἀντὶ τοῦ ἁπλῶς, καθάπαξ, ὅ ἐστιν ἑνὶ λόγῳ, ἀληθῶς. τέχνη γὰρ ὁ δόλος παρὰ τοῖς Ἀττικοῖς· τὸ δὲ ἄνευ δόλου ἀληθές. ὁ γὰρ τόνος διαστέλλει τὸ σημαινόμενον, τήν τε τῆς τέχνης στέρησιν καὶ τὸ διάφορον τῆς χρήσεως. ἀτεχνῶς οἱονεὶ ἀτενῶς μετὰ περισσοῦ τοῦ χ. Ἄλλως. ἁπλῶς, ἄνευ τέχνης· ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν μὴ τέχνῃ νικώντων, ἀλλὰ δυνάμει. ἢ καθάπαξ, ἢ ἀδόλως. ἐὰν δέ τις παρὰ τὴν τέχνην λέγῃ τι ἢ ποιῇ, οὐκέτι περισπωμένως, ἀλλὰ βαρυτόνως· ἀτέχνως ποιεῖς, ἀτέχνως λέγεις. ὁ δὲ νοῦς, κἂν φύσει τις ᾖ χρηστὸς, ἐπὶ τὸ χεῖρον μεθίσταται ὑπὸ τῶν χρημάτων. ὑπερβάλλουσι: Ὑπερβάλλω καὶ ὑπερβάλλομαι τὸ αὐτὸ, ὡς ποιῶ καὶ ποιοῦμαι· καὶ συντάσσεται πρὸς μὲν τὸ πρόσωπον αἰτιατικῇ, πρὸς δὲ τὸ πρᾶγμα δοτικῇ, οἷον, ὑπερβάλλω τὸν δεῖνα λόγῳ. ὑποβάλλω δὲ λόγους, ἀντὶ τοῦ ὑποτίθημι· ὅθεν καὶ τὸ «ὑποβλήδην» παρʼ Ὁμήρῳ· καὶ ὑποβάλλω βρέφος· ὅθεν καὶ τὸ ὑποβολιμαῖος· καὶ ὑποβάλλομαι παθητικῶς, ἀντὶ τοῦ ὑπόκειμαι· καὶ ὑποβάλλεται ἡ θεμέλη τῷ τοίχῳ ἀντὶ τοῦ ὑποτίθεται· καὶ ὑποβάλλεται ὁ χόρτος τῇ στρωμνῇ. προβάλλω τὸ εἰς τοὔμπροσθεν τίθημι, ἀφʼ οὗ πρόβολοι· προβάλλομαι δὲ μάρτυρα. ὑπερβάλλουσι τῇ μοχθηρίᾳ: Τῇ κακίᾳ ἐπὶ τὸ χεῖρον μεθίστανται ὑπὸ τῶν χρημάτων.

ἀλλʼ ἁπαξάπαντες: Δύο μέρη τοῦ λόγου τὸ ἁπαξάπαντες. οὐ φησὶ πάντες, ἀλλʼ ὁμοῦ πάντες. τὸ γὰρ ἅπαξ ἐπὶ ἐπιτάσεως λαμβάνεται. ὑφʼ ἓν δὲ ταῦτα τάττει· καὶ προφέρονται ὡς δηλαδὴ, ἁπαξαπλῶς.

ὅρμησόν σου τὸν νοῦν, καὶ ὅρα ἵνα μάθῃς.

τῆς ὀφθαλμίας: Ἀντὶ τοῦ τῆς πηρώσεως· ἰδίως δὲ ὀφθαλμίαν τὴν πήρωσιν τῶν ὀφθαλμῶν φησι· διὸ καὶ ἐν τῷ δευτέρῳ μεταπεποίηται τῆς συμφορᾶς ταύτης σε παύσειν ἧς ἔχεις. Ἄλλως. ὀφθαλμία κυρίως ἡ κατὰ τοὺς ὀφθαλμοὺς ἀπὸ νοσήματός τινος γινομένη βλάβη, ἥτις καὶ ἰάσιμός ἐστιν· ἐνταῦθα δὲ ἀντὶ τῆς τυφλώσεως παρείληπται· τύφλωσις γάρ ἐστιν ἡ παντελὴς τῆς ὁράσεως στέρησις.

ὁ Ζεὺς μὲν οὖν εἰδὼς τὰ τούτων: Τὰ τῶν ἀνθρώπων πάντα εἰδὼς, ἐπεὶ οὐδὲν αὐτὸν λανθάνει· μεταπεποίηται δὲ καὶ τοῦτο ἐν τῷ δευτέρῳ. —Ἄλλως εἰ μὲν γράφεται μῶρʼ ἔμʼ εἰ, οὕτω συνταχθήσεται, ὁ Ζεὺς μὲν εἰδὼς τὰ τούτων μῶρα ἔπη, εἰ πύθοιτο ἐμὲ ἀναβλέψαντα, ἐπιτρίψεταί με. εἰ δὲ μῶρʼ ἔπη, τὸ πύθοιτʼ ἂν διὰ μέσου ἔσται· τουτέστι, γνοίη ἂν ταῦτα καὶ οὐδὲν αὐτὸν λήσεται.

περινοστεῖν ἐᾷ: Ἀπὸ τόπου εἰς τόπον μεταβαίνειν. ἀντὶ τοῦ περιπατεῖν τὸν σφαλλόμενον καὶ καταπίπτοντα. νόστος κυρίως μὲν ἡ ἀπʼ ἀλλοδαπῆς οἴκαδε ἐπάνοδος, καταχρηστικῶς δὲ καὶ ἡ ἀπὸ τόπου εἰς τόπον μετάβασις καὶ πορεία. περινοστεῖν ἐᾷ: Περιέρχεσθαι ἀφίησιν, ἀπὸ τόπου εἰς τόπον μεταβαίνειν· ἡ περί ἐνταῦθα τὸ κύκλιον δηλοῖ· τυφλὸν γὰρ ὄντα εἰκὸς μὴ ὀρθῶς βαδίζειν αὐτόν. ὑπονοστεῖν δὲ ἀντὶ τοῦ ὑποχωρῆσαι.

ὀρρωδῶ πάνυ: Φοβοῦμαι, ἀπὸ τοῦ ὄρρου, ὅ ἐστι μεσοπύγιον τῆς περιστερᾶς· ἔστι γὰρ τρομερὸν τὸ μέρος. ὀρρωδεῖν κυρίως μὲν ἐπὶ τοῦ τῶν ἀλόγων δέους πεποίηται δὲ παρὰ τὸ σείοντα τὴν οὐρὰν δηλοῦν τὸ δέος. ἢ παρὰ τὸ ἐγκρύπτειν τούτῳ τῷ μέρει τὰ αἰδοῖα κατὰ τὴν τοῦ δέους διάθεσιν. ἢ ὅτι τῶν φοβουμένων εἴωθεν ὁ ὄρρος πρῶτος ἱδροῦν. —ὀρρωδῶ λέγεται τὸ φοβοῦμαι, ἐκ μεταφορᾶς τῶν ζώων τῶν διὰ τῆς οὐρᾶς δεικνύντων τὸ δέος. εἴωθε γὰρ ταῦτα φοβηθέντα συνάγειν τὴν οὐρὰν ἐντὸς τῶν μηρῶν. ἢ ὅτι τῶν φοβουμένων εἴωθεν ὁ ὄρρος πρῶτος ἱδροῦν. ὄρρος δέ ἐστι τὸ ἐπάνω τῆς πυγῆς ὀστοῦν, ἐξ οὗ ἡ οὐρὰ τῶν ζώων φύεται. ὃ καὶ ὀρροπύγιον λέγεται.

ἄληθες: Ἴσον ἐστὶ τῷ ὄντως. ἀξιοῦσι δὲ ὀξύνειν τὴν πρώτην, ὅταν τοῦτο δηλοῖ· ἔστι δὲ ἐπίρρημα θαυμασμοῦ, ἀντὶ τοῦ ἀληθῶς λέγεις.

τοὺς κεραυνοὺς: Τὰ μέγιστα ἀμυντήρια τοῦ Διός· ἐκ δὲ τούτων τὴν δύναμιν αὐτοῦ λέγει.

κἂν μικρὸν χρόνον: Τὸ κἄν δηλοῖ τὸ καὶ ἐάν· νῦν δὲ ἐπὶ τῆς συνηθείας, ὃ σπανίως εὕρηται.

ἆ, μὴ λέγʼ: Ἐπίρρημα ἐπιτιμητικόν. ἐπίρρημα τοῦτο ἐκπληκτικόν. πόνηρε δὲ, ἤγουν γεωργὲ, ἢ ἄθλιε· εὕρηται γὰρ καὶ οὕτως μετατιθεμένου τοῦ τόνου Ἀττικῶς. —ὦ πονηρὲ: Ὅτι πόνηρος ὁ γεωργὸς ἀπὸ τοῦ πονεῖν. πόνηρος ὁ ἀσθενὴς ἀπὸ τοῦ αἴρειν πόνους. πόνηρος ὁ κακότροπος ἀπὸ τοῦ εἴρειν ἢ πλέκειν πόνους.

ὅτι μάρτυρος τάξιν ἀναπληροῖ ὁ δοῦλος. εἰπὼν δὲ ὁδί τὸν Πλοῦτον δείκνυσι.

θύουσι δʼ αὐτῷ: Ὅπερ ἐπὶ τῶν δυναστευόντων ἀνθρώπων συμβαίνει, τοῦτο ἐπὶ τοῦ Διὸς μετήγαγεν. —θύω σφαγιάζω, ὡς τὸ θύω βοῦν, καὶ συντάσσεται αἰτιατικῇ. θύω δὲ ἀντὶ τοῦ θυσίαν ποιῶ, καὶ συντάττεται δοτικῇ. τουτονί: τὸν Πλοῦτον δηλονότι.

ἄντικρυς: Διʼ ἐναντίας, φανερῶς. ὁ δὲ ποιητὴς ἐκτεταμένως λέγει καὶ δίχα τοῦ σ, «ἀντικρὺ δὲ παραὶ λαπάρην.»

ὅτι τί δή: Ἤγουν, πῶς ἂν τὸ τιμᾶσθαι τὸν Δία καὶ βασιλεύειν τῶν θεῶν παύσω; ἤγουν. πῶς ἄρα. ἢ διὰ τίνα τρόπον τοῦτʼ ἔλεξας. ἤγουν τὸ τιμᾶσθαι τὸν Δία καὶ βασιλεύειν τῶν θεῶν πῶς οὖν παύσει, ἀντὶ τοῦ διατί ἢ πῶς ἆρα. ὅτι τί δή: Διατί. ἀντὶ τοῦ διὰ τί ἢ πῶς ἄρα.

θύσειεν: Ὅτι καὶ ἐπὶ τοῦ θυμιάσαι τὸ θύειν. ἐπὶ μὲν γὰρ τοῦ βοὸς σφάξειεν, ἐπὶ δὲ τοῦ ψαιστοῦ θύσειεν. ψαιστὸν δὲ κυρίως ἄλευρον ἐλαίῳ δεδευμένον· καταχρηστικῶς δὲ καὶ τὸ πόπανον. —Ἄλλως. εἶδος πλακοῦντος ἐξ ἀλφίτων γενομένου.

ψαιστὸν: Ἔστιν ἄλευρον ἐλαίῳ δεδευμένον. ἔστι δὲ τὸ κοινῶς λαλάγκιον.

ὅπως; οὐκ ἔσθʼ ὅπως: Τὸ πρῶτον ὅπως εἰ μὲν καθʼ ὑποστιγμὴν νοεῖς, ἀντὶ τοῦ πῶς νοήσεις· εἰ δὲ κατὰ ἀπόφασιν, ἀντὶ τοῦ ὅτι

δήπουθεν: Ἀπό τινος πόρου.

τἀργύριον: Ἄργυρος ἡ οὐσία τοῦ ἀργύρου. ὥσπερ καὶ χρυσὸς ἡ οὐσία τοῦ χρυσοῦ. τὸ δὲ ἀπὸ τούτου κέρμα ἀργύριον καὶ χρυσίον.

καταλύσεις: Καταλύω τὸ ἀφανίζω, καὶ διαλύω, ὃ καὶ μεταβαίνει συντασσόμενον μετὰ αἰτιατικῆς, ὡς κἀνταῦθα. καὶ ὁ Φάλαρις «εἰ βούλεσθε τὸν πρὸς ὑμᾶς καταλῦσαι πόλεμον.» καταλύω καὶ τὸ ἀναπαύομαι ἀμεταβάτως, ἀφʼ οὗ καὶ κατάλυμα, ἡ ἀνάπαυσις. τὴν δύναμιν ... καταλύσεις: Τὴν βασιλείαν ἀφανίσεις, ἢν ἐκεῖνός σε λυπῇ.

φήμʼ ἐγὼ: Ὅτε ἀναβιβάζεται ὀξεῖα, πάλιν ὀξεῖα ὀφείλει τίθεσθαι· οὐ μὴν περισπωμένη· ἄτοπον γὰρ, ὥσπερ ἐνταῦθα τὸ φήμʼ ἐγώ· καὶ τὸ χρήστʼ ἔδρασε· καὶ τὸ δείνʼ ἄττα· καὶ τὰ τοιαῦτα. ἀλλὰ καὶ ὅτε περισπωμένη ἔν τινι λέξει κεῖται μονοσυλλάβως, εἰ μὲν πρὸ δύο συλλαβῶν ἐστι τόνος, ἐγκλινέσθω· οἷον, οὔτοι που σπουδὴν ποιεῖς, οὐκ ἔστι πω τὰ πράγματα ἐν τούτῳ· εἰ δὲ πρὸ τριῶν συλλαβῶν ἐστιν ὁ τόνος, ἄτοπον τὴν περισπωμένην ἀναβιβάζειν καὶ ὀξεῖαν ποιεῖν, ὡς ἐν τῷ ἕνεκα σοῦ μύθους λέγει, καὶ τοῖς τοιούτοις· χρὴ γὰρ ἀκίνητον τηρεῖν τὴν περισπωμένην, καὶ μὴ διὰ τὸν πρὸς τὴν ἀνάγνωσιν κρότον ἄτοπά τινα καὶ ἀνάρμοστα πάνυ καινοτομεῖν· ἔνθα δὲ ἀνάγκη τίς ἐστι, καὶ οὐκ ἂν ἄλλως ἔχῃ ῥηθῆναι, οὐ καινόν ἐστι καινοτομῆσαί τι· οἷον ἐπὶ τοῦ μέμνηταί μου, καὶ τῶν τοιούτων. ἄνευ δʼ ἀνάγκης τοιαῦτα καινοτομεῖν, οὔ μοι δοκεῖ λόγον ἔχειν.

τὸ καλὸν ἐπὶ τοῦ ἐραστοῦ λέγεται, τὸ χάριεν ἐπὶ ἡδονῆς· τὸ δὲ λαμπρὸν ἐπὶ ὄψεως.

χάριεν: οἱ Ἀττικοὶ πρὸ δύο ἀναπέμπουσι· τὸ δὲ πρὸ μιᾶς κοινὸν χαρίεν.

ἅπαντα τοῦ πλούτου ἐστὶν ὑπήκοα καὶ ὑποτεταγμένα. Ἄλλως. οὐδὲν γὰρ ἐν ἀνθρώποις ἄνευ ἀργυρίου πράττεται. τῷ πλουτεῖν: Τῷ πλούτῳ.

διὰ μικρὸν ἀργυρίδιον: Καλῶς τὸ μικρόν. οὔτε γὰρ πολυτίμητοι οὔτε ἀξιόπιστοι οἱ δοῦλοι. ἐξηυτέλισε δὲ ἑαυτὸν πρὸς τὸ ἐπιτυχεῖν τοῦ σκοποῦ. διαφέρει δὲ ἡ ἔγωγε τῆς ἐγώ τῷ τὴν μὲν ἔγωγε ἐπὶ ἀρχῆς μόνον τίθεσθαι, καί ἐστιν Ἀττική· τὴν δὲ ἐγώ καὶ ἐν τῇ ἀρχῇ καὶ μεταξὺ, καί ἐστι κοινή. τὸ δὲ ἴσως ἢ διστακτικὸν, ἢ ἐπίσης τοῖς ἄλλοις. —τὸ δὲ «γε τοι» ἢ ἀντὶ τοῦ δέ, ἢ ἀντὶ τοῦ γάρ, ὃ καὶ κρεῖττον. εὕρηται δὲ καὶ ἐν πολλοῖς τῶν λογοποιῶν, ὡς ἐξετάζων εὑρήσεις. Λιβάνιος γάρ φησι «σὺ δὲ οὕτω πικρὸς «ὥστε καιροῦ παραπεσόντος ἐτιμωρήσω. Ἰούλιός γε «τοι τῶν μὲν ἄλλων γράμματα ἐκόμισε, παρὰ σοῦ δὲ «σιγῆς αἰτίαν.»

δοῦλος γεγένημαι: πρότερον ὢν ἐλεύθερος.

τάς γʼ ἑταίρας: Δηλοῖ ὡς ἀπὸ τῆς Λαΐδος· Κορινθία γὰρ ἦν. τὰ δὲ ὀνόματα αὐτῶν Λαῒς, Κυρήνη, Λέαινα, Σινώπη, Μυρρίνη, Σκιώνη. τὰς πόρνας· πολλαὶ γὰρ ἐν Κορίνθῳ εἰσὶ πόρναι, Σινώπη, Λαῒς, Κυρήνη, Λέαινα. ἄλλοι δὲ λέγουσιν ἐπισήμους πόρνας ἐν Κορίνθῳ εἶναι. τὸ δὲ πειρῶν ἀντὶ τοῦ πειράζων ἐστὶ καὶ παρακαλῶν. πόρνας. Λαῒς, Κύρκη, Λέαινα, Σινώπη, Πυρήνη, Σικιώνη. ἡ Λαῒς πρώτη ἑταιρὶς ἐν Κορίνθῳ.

πειρῶν: Προσβάλλων ἢ συνουσιάζων. τοῦτο γὰρ δηλοῖ τὸ πειρῶν. δοκιμάζων, προσβάλλων.

οὐδὲ προσέχειν τὸν νοῦν: Οὐ μόνον ὅτι οὐ θέλουσι σὺν αὐτοῖς βιῶσαι, ἀλλʼ οὐδὲ προσδιαλέγονται. —προσέχειν τὸν νοῦν: Προσκολλᾶν τοῖς λεγομένοις ἐκείνῳ δηλονότι.

τὸν πρωκτὸν: Ἤγουν εὐθὺς εἰς αὐτὸν τὸν πειρῶντα τρέχειν καὶ περιπλέκεσθαι τὸν πρωκτὸν αὐτὰς: Πρὸς τὸ ἐρεθίζειν αὐτούς. ἄτοπον δὲ τὴν γυναῖκα τὸ ἔμπροσθεν μόριον ἐπισείειν. σφόδρα δὲ ἄσεμνον τὸ βαδίζουσαν ἐγκρούειν τῷ πρωκτῷ. —πρωκτὸν: Κῶλος.

κεκράτητο παρὰ τοῖς παλαιοῖς ἡ τιμωρία τῆς παιδικῆς φύσεως ἀσχημοσύνης. διὸ καὶ οἱ ἐρωτικῶς γεγραφότες περὶ παίδων ἔτυχον διὰ βίου. ἐνταῦθα διασύρει τὴν τῶν Ἀθηναίων διαγωγὴν, ὅτι ἦσαν ἀρσενοκοῖται καὶ φαῦλοι.

οὐχ ὅτι ἀγαπῶσιν αὐτούς· ἄπιστοι γάρ εἰσιν.

χρηστοὺς: Οὐ τοὺς σεμνοὺς καὶ ἐπιεικεῖς φασι τοῦτο ποιεῖν, ἀλλὰ τοὺς ἀσελγεῖς, τοὺς ἀναιδῶς τὸ κακὸν πράττοντας. ὅτι ἀρσενικῶς ὁ πόρνος καὶ θηλυκῶς· ζητείσθω δὲ εἰ καὶ οὐδετέρως. πόρνοι λέγονται οἱ κακὰ βουλευόμενοι κατά τινων ἀνθρώπων, διὰ τὸ πονεῖν αὐτοὺς ποιεῖν οἷς κακά τινα βουλεύονται.

αἰτοῦσιν: Αἰτοῦμαι τὸ αὐτὸ, ὥσπερ ποιῶ καὶ ποιοῦμαι· πλὴν ὅτι τὸ μὲν αἰτῶ τὸ ἁπλῶς ζητῶ, τὸ δὲ αἰτοῦμαι τὸ μεθʼ ἱκεσίας. τί δαί: Σύνδεσμος ἐρωτηματικός· διὰ τὴν ἔκτασιν δὲ διὰ διφθόγγου γράφεται.

ἵνα ὁ μὲν ἱππικὴν, ὁ δὲ θηρευτικὴν μεταδιώκει. ἀγαθὸν δὲ ἄγαν θέοντα. ...... ἵππου· ὁ δὲ θηρευτικὴν ..... διώκῃ. λόγῳ ἑτέρῳ διὰ τὸ αἰτεῖν ἵππον ἢ τοιοῦτόν τι. ἀγαθὸν: Ἐπιτήδειον εἰς δρόμον, ἤγουν ἄγαν θέοντα, ἀρετὴ γὰρ ἵππου τοῦτο.

αἰσχυνόμενοι: Αἰσχύνομαι ἐγὼ ἀμεταβάτως· αἰσχύνω δὲ ἕτερον.

ὀνόματι: Ἵππου ἢ ἄλλου τινὸς καλύπτουσι τὴν κακίαν. ὀνόματι: Τοῦ ἵππου. περιπέττουσι: Διὰ τὸ τῷ προσθέτω κοσμεῖσθαι κόσμῳ. ὁ αὐτὸς Θεσμοφοριαζούσαιςὅσʼ ἦν περίεργʼ αὐταῖσι τῶν φορημάτων, ὅσαις τε περιπέττουσιν αὑτὰς προσθέτοις. μοχθηρίαν δὲ τὴν τοῦ ἀργυρίου ἐπιθυμίαν, ἢ τὴν τῆς αἰτήσεως τοῦ ἀργυρίου. τὸ δὲ περιπέττειν ἤτοι ἀπὸ τοῦ περιπετάσματος εἴρηται, ἢ ἀπὸ μεταφορᾶς τῶν τῇ ζύμῃ τὰ ἄλφιτα περιλαμβανόντων καὶ τούτοις περικαλυπτόντων τινά. ἐκεῖνοι γὰρ τὰ καταλιμπανόμενα ἀφʼ ἑκάστου ἄρτου μιγνύντες ποιοῦσιν ἄρτον. φησὶν οὖν ὅτι εἰώθασι καταχρῆσθαι τῷ ὀνόματι τοῦ ἵππου εἰς τὴν μοχθηρίαν. —Ἄλλως. περιβάλλουσι τὴν μοχθηρίαν, ὡς τὴν φιλαργυρίαν κοσμῆσαι. περικαλύπτουσι καὶ ἀφανίζουσι καὶ διά τινος ὀνόματος περικαλύπτουσι τὴν ἀσέλγειαν. διʼ ὀνόματος ἑτέρου περικαλύπτουσι τὴν ἐπιθυμίαν τοῦ ἀργυρίου. περιπέττουσι: Σκέπουσι. μοχθηρίαν: Τὴν τοῦ ἀργυρίου ἐπιθυμίαν, τὴν βδελυρίαν καὶ τὴν κακίαν αὐτῶν.

τέχναι δὲ πᾶσαι διὰ σὲ: Οἷον μηχαναὶ, πλοίων κατασκευαί. —τέχναι λέγονται τὰ τῶν ἀνθρώπων σοφίσματα, οἷον χαλκευτικὴ καὶ τεκτονικὴ, χρυσοχοϊκὴ καὶ ὅσαι ἄλλαι τοιαῦται. τέχνη λέγεται καὶ ἡ μηχανὴ, καὶ ὁ δόλος, ἀφʼ ἧς καὶ τεχνάζομαι ἀντὶ τοῦ δολιεύομαι καὶ μηχανῶμαι. σοφίσματα δὲ λέγουσι. Θ. τὰ διὰ λόγων μαθήματα. —τέχναι λέγονται τὰ τῶν ἀνθρώπων ἐπιτηδεύματα, χαλκευτικὴ, χρυσοχοϊκὴ καὶ ὅσα τὰ τοιαῦτα. τέχνη λέγ. καὶ ἡ μ. κ. ὁ δ. ἀφʼ ἧς τεχνάζομαι λέγεται ἀντὶ τοῦ δολιεύομαι καὶ μηχ. σοφίσματα τὰ διὰ λόγων μαθήματα. σοφίσματα ἐφευρέσεις τεχνῶν ἢ εἰδῶν μὴ προϋπαρχόντων. οὐ γὰρ πάντα ἦν εὑρημένα. τέχναι: Ἐπιστῆμαι. σοφίσματα: Ὑπὸ σοφίας μηχανήματα.

ἔσθʼ εὑρημένα: Τὴν σύνταξιν πρὸς τὸ οὐδέτερον τελευταῖον ἀπέδωκε· λέγω δὴ, τὸ εὑρημένα πρὸς τὸ σοφίσματα. —εἰσὶν ἐπινενοημένα. ἕνεκα τοῦ λαβεῖν τι δηλονότι.

σκυτοτομεῖ: Ἀντὶ τοῦ σκυτοτόμος ἐστὶ, ὁ τέμνων τὰ σκύτη. ὑποδήματα ῥάπτει.

χαλκεύει: Χαλκεύς ἐστι. τεκταίνεται: Τέκτων ἐστί.

χρυσοχοεῖ: Χρυσοχόος ἐστὶ, χρυσὸν ἀπὸ σοῦ δεξάμενος.

τὰ ἱμάτια συλῶν· λῶπος γὰρ τὸ ἱμάτιον λέγεται. ὁ δὲ τοιχωρυχεῖ· μειδιασμοῦ ἕνεκα παραπλέκει ἅμα τὰ γελοῖα καὶ τὰ ἀστεῖα. λωποδυτεῖ: Κλέπτης ἐστὶ συλῶν τὰ ἱμάτια. τοιχωρυχεῖ: Τοίχους οἴκων διορύττει, τὰ ἐντὸς τούτων ὑφαιρεῖσθαι σπουδάζων. τρυπᾷ τοῖχον.

κναφεύει: Διαφόρως μὲν διὰ τοῦ κ, διὰ τὴν ἐν τῇ κνήστι ξέσιν. γναφεύει δὲ παρὰ τὴν τοῦ φάρους γνάψιν. Ἄλλως. Ἀττικὸν μὲν τὸ διὰ τοῦ κ, κοινὸν δὲ τὸ διὰ τοῦ γ. οἱ παλαιοὶ δὲ Ἀττικοὶ διὰ τοῦ κ παρὰ τὸ κνάφος. ἔστι δὲ ἀκανθῶδές τι, ᾧ ξύουσι τὰ ἱμάτια. οἱ δὲ νεώτεροι διὰ τοῦ γ παρὰ τὴν γνάψιν. κναφεὺς μὲν παρὰ τὸ κνῶ, ὃ σημαίνει τὸ ξύω. Ὅμηρος «ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ.» γναφεὺς δὲ παρὰ τὴν τοῦ φάρους γνάψιν, ἥτις ἐστὶ παρὰ τὸ γάνος τὸ λαμπρόν. —κναφεύει: Γναφεύω, τὸ τὰ δέρματα ξέω. γναφεῖον, ὁ τόπος, ὥσπερ κουρεῖον. γνάφαλλα, τὰ ἀποξέσματα. καὶ γναφεὺς, ὁ γνάφων. ἀπὸ τοῦ γνάφω, γναφεύω· ἄρδω, ἀρδεύω. πάντα οἱ Ἀττικοὶ ταῦτα διὰ τοῦ κ γράφουσι. τὸ κναφεύει Ἀττικῶς διὰ τὸ κ. κοινῶς διὰ τὸ γ. κνάφος ἐστὶν ἀκανθῶδες φυτὸν, ᾧ ξύουσι τὰ ἱμάτια. τὸ διὰ τοῦ γ, παρὰ τὴν γνάψιν· τὸ δὲ διὰ τοῦ κ, ἀπὸ τοῦ κνῶ, τὸ ξύω, γίνονται. καὶ Ὅμηρος «ἐπὶ δʼ αἴγειον κνῆ τυρόν.» γναφεὺς δὲ παρὰ τὴν τοῦ φάρους γνάψιν, ἥτις ἐστὶ παρὰ τὸ γάνος, τὸ λαμπρόν. Ἀττικόν ἐστι τὸ κναφεύειν, ἤγουν πλύνειν, παρὰ τὸ καινὰ φαίνειν τὰ λευκανθέντα. οἱ δὲ νεώτεροι καὶ γναφεύειν γράφουσι, παρὰ τὸ γάνος, τὸ λαμπρόν. κναφεὺς μὲν ἐπὶ ἱματίων λέγεται· γναφεὺς δὲ ἐπὶ δερμάτων. κναφεύει: Διὰ τοῦ κνάφου τὰ ἱμάτια καλλωπίζει. ἔστι δὲ κνάφος εἶδος ἀκάνθης. βάπτει ἢ λευκαίνει. κώδια: Δέρματα.

ἕτερος δὲ τὰς βύρσας ἕψει. λέγονται δὲ βύρσαι τὰ δερμάτια τῶν βοῶν.

ἁλοὺς: Κρατηθείς. διὰ σέ γε, ὦ Πλοῦτε, ὁ ἁλούς γε μοιχὸς παρατίλλεται, ἵνα δοὺς χρυσὸν ἀπολυθῇ. λέγει οὖν, ὅταν ὁ μοιχὸς μὴ ἔχῃ ἀργύριον, διὰ σὲ, ὦ Πλοῦτε, παρατίλλεται. παρατίλλουσι γὰρ ἵνα λάβωσι χρυσὸν καὶ ἀπολυθῶσιν. Ἄλλως. διασείεται, τὰς τρίχας τοῦ πρωκτοῦ τίλλεται· αὕτη γὰρ ὥριστο δίκη τοῖς μοιχοῖς πένησιν, ἀποραφανίδωσις καὶ παρατιλμοί. οἱ γὰρ πλούσιοι χρήματα παρέχοντες ἀπελύοντο. παρατίλλεται οὖν, φησὶ, διὰ τὸ ἀπορεῖν σοῦ καὶ μὴ δύνασθαι χρήμασι λυτροῦσθαι τὴν φυγήν. δημοσίᾳ γὰρ ταῦτα ἔπασχον. —παρατίλλεται: Ἤγουν τὰς περὶ τὸν πρωκτὸν τρίχας ἀφαιρεῖται. ἤγουν διὰ τὸ μὴ ἔχειν ἀργύριον δοῦναι εἰς ἀπαλλαγὴν, τὰς ὑπογαστρίους παρατίλλεται τρίχας, καὶ τέφραν ζέουσαν περιπάσσεται.

μέγας δὲ βασιλεὺς: Τὸν τῶν Περσῶν λέγει· οὕτως γὰρ ἔλεγον αὐτὸν διὰ τὸ πλείονι δυνάμει χρῆσθαι τῇ Περσικῇ. κομᾷ δὲ εἶπεν, τουτέστι, σεμνύνεται τῇ περιουσίᾳ τῆς ἀρχῆς, ἀπὸ τῶν μέγα φρονούντων τῇ κόμῃ. μέγας βασιλεὺς: Τὸν τῶν Περσῶν βασιλέα, ὡς πάσης τῆς Ἀσίας ἄρχοντα, μέγαν ἐκάλουν. κομᾷ: Ἐπαίρεται, θάλλει. κομᾷ τις ἀντὶ τοῦ κόμην ἔχει. καὶ κομᾷ τις τῷ πλούτῳ, καὶ κομᾷ τις διὰ τὸν πλοῦτον.

ἐκκλησία δὲ: Ἵνα πόρον εὕρῃ χρημάτων. ἐκκλησιάζομεν γὰρ ἢ τῶν ἰδίων τι σῶσαι βουλόμενοι, ἢ τῶν ἀλλοτρίων σφετερίσασθαι. διαβάλλει δὲ τὸ ἐπὶ φιλοδικίᾳ τῶν Ἀθηναίων τριώβολον. —διώβολον γὰρ ἐδίδοτο εἰσιοῦσιν εἰς τὴν ἐκκλησίαν βουλεύεσθαι περὶ πόρων. διαβάλλει δὲ τὸ φιλόδικον τῶν Ἀθηναίων. ἐκκλησία: Ἡ συνέλευσις κριτῶν. ἐκκλησία γίγνεται: Συνάθροισις ἵσταται. ἐλάμβανον γὰρ οἱ δικάζοντες καθʼ ἑσπέραν τριώβολον.

τὰς τριήρεις: Οἱ γὰρ εὔποροι τῶν τριηραρχῶν πλείονας ναύτας ἔτρεφον, καὶ διὰ τοῦτο ἐπλήρουν τὰς ναῦς, οἱ δὲ πένητες οὐδαμῶς. τριήρεις: Τὰς ναῦς τὰς ἐχούσας τρεῖς κώπας, ὅ φασι κοινῶς τριτζέριον. Θ. πληροῖς: Πεπληρωμένας ναυτῶν δεικνύεις. ὁ γὰρ τῶν ναυτῶν μισθὸς καὶ τὰ τούτων ἐφόδια ἐκ πλούτου γίνεται.

τὸ δʼ ἐν Κορίνθῳ: Φασὶ τοὺς Κορινθίους διὰ τὸ τῶν Ἀθηναίων ἐπικρατὲς συμμαχίᾳ κεχρῆσθαι τῇ ξενικῇ δυνάμει. ἦν δὲ καταστήσας ἐν Κορίνθῳ τοὺς ξένους Κόνων ὁ Ἀθηναίων στρατηγὸς, καθελὼν Λακεδαιμονίους, ὅπως φυλάττοι τὴν ἔφοδον αὐτῶν. Ἄλλως. ὡς τῶν Ἀθηναίων διʼ ἑαυτῶν μὴ βουλομένων πολεμεῖν πρὸς Κορινθίους διὰ τὸ κίνδυνον, μισθουμένων δὲ ξένους εἰς τὸν πόλεμον καὶ τρεφόντων αὐτούς. τοῦτο δὲ ἐν τοῖς πολλοῖς τῶν πολέμων διεπράττοντο. Ἄλλως. ὡς ἀεὶ ξενικόν τι ἐχόντων Κορινθίων, καὶ οὐχ ὡς ἔνιοι κατὰ τὸν χρόνον τοῦτον· δῆλον δὲ ἐκ τοῦ ἐν δευτέρῳ φέρεσθαι, ὃς ἔσχατος ἐδιδάχθη ὑπʼ αὐτοῦ εἰκοστῷ ἔτει ὕστερον· εἰ μὴ, ὅπερ εἰκὸς, ἐκ τοῦ δευτέρου Πλούτου τοῦτο μετενήνεκται. ἐκεῖ γὰρ ὀρθῶς ἔχει. ἤδη γὰρ ὁ Κορινθιακὸς πόλεμος συνέστη τρισὶν ἢ τέτρασιν ἔτεσι πρότερον τοῦ Ἀντιπάτρου, ἐφʼ οὗ ἐδιδάχθη, καὶ τὸ συμμαχικὸν ἐπανήθροιστο ἐν Κορίνθῳ· τὸ δὲ Λακεδαιμόνιον ἐν Σικυῶνι. Ἄλλως. μετὰ τὸν πόλεμον τὸν Πελοποννησιακὸν καὶ αὐτοὶ οἱ σύμμαχοι τῶν Λακεδαιμονίων συνεκρότησαν πόλεμον κατʼ αὐτῶν· συνέλαβον δὲ αὐτοῖς Ἀθηναῖοι, καὶ ἔσχον τὴν Κόρινθον ὁρμητήριον, εἰς ἣν ἔπεμψαν ξενικὸν στράτευμα, καὶ αὐτοὶ ἔτρεφον αὐτό, τοῦ δὲ στρατεύματος ἦρχεν Ἰφικράτης ὁ στρατηγός. —Ἄλλως. τούτου καὶ Δημοσθένης ἐν αʹ Φιλιππικῶν μέμνηται «ὅτι καὶ πρότερόν ποτʼ «ἀκούω ξενικὸν τρέφειν ἐν Κορίνθῳ τὴν πόλιν, οὗ Πο- «λύστρατος ἡγεῖτο καὶ Ἰφικράτης καὶ Χαβρίας καὶ «ἄλλοι τινὲς, καὶ ὑμᾶς αὐτοὺς συστρατεύεσθαι· καὶ «οἶδα ἀκούων ὅτι Λακεδαιμονίους παραταττόμενοι μεθʼ «ὑμῶν ἐνίκων οὗτοι οἱ ξένοι καὶ ὑμεῖς μετʼ αὐτῶν.» τινὲς δέ φασι Κορινθίοις ἀδικουμένοις ὑπὸ Λακεδαιμονίων συμμάχους πέμψαι Ἀθηναίους, οὓς ἔτρεφον Κορίνθιοι. Ἄλλως. διπλῶς ᾄδεται ἡ ἱστορία· ἢ ὅτι Κορίνθιοι Λακεδαιμονίους ὑφορώμενοι ἐμισθοῦντό τινας τῶν Ἀθηναίων εἰς τὴν αὐτῶν φυλακήν· ἢ Ἀθηναίους ἐφοβοῦντο, ἵνα μὴ ὑπʼ αὐτῶν δουλαγωγηθεῖεν, καὶ διὰ τοῦτο ξένους τινὰς ἐν Κορίνθῳ ἔτρεφον, ἀσφαλείας ἕνεκα. —ξενικὸν: Τὸ ἀπὸ ξένης ἐλθὸν, στράτευμα δηλονότι.

ὁ Πάμφιλος δὲ: Ὁ Πάμφιλος οὗτος καὶ ὁ Βελονοπώλης ἀμφότεροι δανεισταὶ Ἀθήνησιν. ἀντὶ τοῦ εἰπεῖν πλουτοῦσιν εἶπεν οὐχὶ κλαύσονται; ὁ Πάμφιλος δὲ δημαγωγὸς ἦν καὶ ἔκλεπτε τὰ τοῦ δήμου, ὡς καὶ Πλάτων φησὶν Ἀμφιαράῳ «καὶ νὴ Δίʼ εἰ Πάμφιλόν γε «φαίης κλέπτειν τὰ κοινὰ, ἅμα τε συκοφαντεῖν.» οὗτος οὖν ἁλοὺς ἐπὶ κλοπῇ τῶν δημοσίων χρημάτων, ἀθρόως ἐξέπεσε δημευθεὶς, ταύτην δίκην πεπονθώς. τινὲς δὲ τὸν Βελονοπώλην παράσιτόν φασι τοῦ Παμφίλου· δυστυχοῦντος οὖν τοῦ Παμφίλου ἀνάγκη καὶ αὐτὸν συνδυστυχεῖν. —Πάμφιλος, ὅστις γεγένηται κλέπτης τῶν δημοσίων, οὐσίαν ἐδημεύθη. ἐκ τούτων δὲ ἐσπουδακότα πλουτεῖν κλαύσεσθαί φησιν ἁλόντα ἐπὶ κλοπῇ δημοσίων. κωμῳδεῖται δὲ καὶ ὡς δειλός. Ἄλλως. δημαγωγὸς ἦν καὶ κλέπτης τῶν τοῦ δήμου. ὁ δὲ Ἀγύρριος ἐπὶ μαλακίᾳ διαβάλλεται καὶ εἰς θρασύτητα κωμῳδεῖται. Πάμφιλος: Κλέπτης. κλαύσεται: Κλαύσει καὶ τιμωρηθήσεται. ὁ Πάμφιλος δημαγωγὸς ἦν ἐν Ἀθήναις, καὶ ἐνοσφίζετό τινα τῶν δημοσίων χρημάτων. ἐπεὶ οὖν ἔμελλε φωραθήσεσθαι καὶ δώσειν δίκην ὡς κεκλοφὼς τὰ δημόσια, κωμῳδεῖ αὐτόν. εἶχε οὗτος ὁ Πάμφιλος καί τινα κόλακα παράσιτον βελονοπώλην καλούμενον, ὃς ἔμελλε παραπολαύσειν τῷ Παμφίλῳ τῶν κακῶν.

Ἀριστόξενος ἐλέγετο παράσιτος. οὗτος πρότερον βελονοπωλῶν, ὕστερον δὲ πεπλούτηκε καὶ ἀλαζονευόμενος. εὑρέθη δὲ καὶ οὗτος μετὰ τοῦ Παμφίλου κλέπτων. ὁ τὰς βελονοθήκας πωλῶν. παράσιτος τοῦ Παμφίλου.

Ἀγύρριος δὲ: Οὗτος πλούσιος ὢν πολλὰ πάνυ ἤσθιε. παρέπεται δὲ καὶ τοῖς τρυφῶσι καὶ πολλὰ ἐσθίουσι τὸ πέρδεσθαι. ἢ ὡς εὐρύπρωκτον αὐτὸν, ἢ ὡς τοῦτο ποιοῦντα αὐτὸν ὅτε πασχητιᾷ. Ἀθηναῖος οὗτος ἐπὶ μαλακίᾳ τοσοῦτον διαβάλλεται, ὡς καὶ πορδὰς ἀφιέναι. καὶ εἰς θρασύτητα δὲ τὸν Ἀγύρριον κωμῳδοῦσι. πέρδεται δὲ, στρηνιᾷ πλουτῶν, ἐπεὶ τοῖς πολυφάγοις παρέπεται τὸ πέρδεσθαι. —Ἀγύρριος πένης ὢν καὶ μὴ ἔχων ὅθεν τὸν βίον πορίζεσθαι, ἐκορδάκιζέ τε καὶ ἔπερδε, καὶ ἕτερα αἰσχρὰ ἐποίει, ἵνα λάβοι ἀργύριον. ἢ τοῦτο λέγει, ὅτι πορνευόμενος τοῦτο ἐποίει. πέρδεται: Κλάνει.

Φιλέψιος: Οὗτος πένης ὢν λέγων ἱστορίας ἐτρέφετο. τερατώδης δὲ καὶ λάλος διαβάλλεται, ὡς ὁ Πλάτων ὁ κωμικός. —Ἄλλως. οὗτος ὡς λάλος καὶ πονηρὸς κωμῳδεῖται. λαλῶν δὲ ἱστορίας καὶ μύθους καὶ παίγνια οὕτως ἐτρέφετο. μύθους λέγει: Ἱστορίας πλάττει, μυθοπλαστεῖ. Φιλέψιος καὶ οὗτος πένης ἦν, συντιθεὶς οὖν μύθους χαρίεντας, ἔθαλε τοὺς ἀκούοντας καὶ οὕτω τὴν τροφὴν αὑτῷ ἐπορίζετο.

ἡ ξυμμαχία: Ἐπὶ Ἀμάσιδος Αἰγυπτίων βασιλέως ἐν σιτοδείᾳ ὄντες οἱ Ἀθηναῖοι ἔπεμψαν πρὸς αὐτὸν αἰτοῦντες σῖτον· καὶ ἔπεμψεν αὐτοῖς ἱκανόν. ἐκ τούτου Ἀθηναῖοι ἔπεμψαν τοῖς Αἰγυπτίοις συμμαχίαν εἰς τὸν πρὸς Πέρσας πόλεμον, καὶ εἶχον φιλίαν καὶ συμμαχίαν πρὸς ἀλλήλους. ὕστερον μέντοι ἐλύθη, καὶ συνεμάχησαν οἱ Ἀθηναῖοι τοῖς βασιλέως στρατηγοῖς κατὰ τῶν Αἰγυπτίων Ἰφικράτους ἡγουμένου. ἦσαν γὰρ ἄμφω αὐτοῖς φίλοι. διὸ καὶ Ψαμμίτιχος λέγεται πέμψαι πυρῶν μυριάδας τρεῖς. Ἄλλως Ψαμμίτιχος χαλεπὸς Αἰγυπτίων τύραννος καὶ σκαιότατος, Βούσιριν ὑπερηκοντικὼς, οὗ καταψηφισάμενοι οἱ ἀρχόμενοι πρεσβεύουσι πρὸς Ἀθηναίους, διὰ σίτου ἀποπομπῆς ἀμοιβαῖον αἰτοῦντες, καὶ ἀμείλικτον ἄρχοντα τοῦτον ἐκβαλόντες. Ἄλλως. ὅτε Ξέρξης ἐπʼ Αἰγυπτίους ἐστρατεύετο, οἱ Ἀθηναῖοι συμμαχίαν αὐτοῖς ἀπέστειλαν. —ὁ Ξέρξης ἐπʼ Αἰγυπτίους ἐστράτευσεν, οἱ δὲ Ἀθηναῖοι συνεμάχησαν αὐτοῖς. Ἄλλως. Καμβύσης βασιλεὺς τῶν Αἰγυπτίων· τούτῳ Ψαμμίτιχος πόλεμον συνεκρότησεν, Αἰγύπτιοι δὲ ἔπεμψαν πρὸς Ἀθηναίους καὶ εἰλήφασι συμμαχίαν. σίτου δὲ ἔπεμψε τοῖς Ἀθηναίοις μυριάδας τριάκοντα. Ἄλλως. Ἰνάρως ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἀπέστησε τοῦ βασιλέως Ξέρξου μοῖράν τινα τῆς Αἰγύπτου, καὶ χρήματα πέμψας τοῖς Ἀθηναίοις ἔλαβε συμμάχους. οἵτινες καὶ διαπεράσαντες εἰς τὴν Αἴγυπτον, καὶ ἔν τινι τῶν τοῦ Νείλου στομάτων ἀναπλεύσαντες, προσέσχον τοῖς ἕλεσι. Μεγάβαζος δὲ ὁ τοῦ βασιλέως Περσῶν στρατηγὸς τὸν ποταμὸν διακόψας καὶ ἀλλαχόσε τρέψας εἷλεν ἐκείνους ἐπὶ ξηρᾶς καὶ ἀπέκτεινεν. —διὰ σὲ: Ἐγένετο δηλ.

ἐρᾷ δὲ Λαῒς: Ὅτι Ἀριστοφάνης οὐ λέγει σύμφωνα κατὰ τοὺς χρόνους· ληφθῆναι γάρ φασιν αὐτὴν ἐν Σικελίᾳ πολιχνίου τινὸς ἁλόντος ὑπὸ Νικίου ἑπτέτιν· ὠνηθῆναι δὲ ὑπὸ Κορινθίου τινὸς καὶ πεμφθῆναι δῶρον τῇ γυναικὶ εἰς Κόρινθον. … ἵνα δὴ ἐπὶ Χαβρίου τὶς ταῦτα γενέσθαι δῷ, ὅτε εὖ ἔπραττον Ἀθηναῖοι ἐν Σικελίᾳ. ἔστι δὲ ἕως Διοκλέους ἔτη ιδʹ, ὥστε ἄλογον διὰ ὀνόματος αὐτὴν ἐπαίρειν. ἐμφαίνει δὲ καὶ Πλάτων ἐν τῷ Φάωνι ἑπτακαιδεκάτῳ ἔτει ὕστερον διδαχθέντι ἐπὶ Φιλοκλέους, ὡς μηκέτι αὐτῆς οὔσης. δύναται μέντοι καὶ αὐτῆς ζώσης λέγεσθαι. Φιλωνίδην δὲ οὐ τὸν ποιητήν φησι τὸν ἐν τοῖς Ἀριστοφανείοις ἐγγεγραμμένον δράμασιν, ὡς οἱ περὶ Καλλίστρατον ἐν τῇ ὁμωνυμίᾳ πλανηθέντες· ἀλλὰ παιδιᾶς ἕνεκεν τὸν αἴσχιστον καὶ ἀπαίδευτον. κωμῳδεῖται δὲ ὡς εὔπορος καὶ ὡς μέγας τῷ σώματι καὶ ἠλίθιος. Νικοχάρης Γαλατείᾳ· τί δῆτʼ ἀπαιδευτότερος εἶ Φιλωνίδου τοῦ Μελιτέως; περὶ δὲ τοῦ μεγέθους Φιλύλλιός φησιν ἥτις κάμηλος ἔτεκε τὸν Φιλωνίδην. καὶ Πλάτων δὲ Λαΐῳ φησὶν οὐχ ὁρᾷς, ὅτι Φιλωνίδην που τέτοκεν ἡ μήτηρ ὄνον τὸν Μελιτέα κοὐκ ἔπαθεν οὐδέν; καὶ Θεόπομπος Ἀφροδισίοις ὄνος μὲν ὠγκᾶθʼ ὁ Μελιτεὺς Φιλωνίδης· ὄνῳ μιγείσης μητρὸς ἔβλαστε τῇ πόλει. δόξειε δʼ ἂν ἐρᾶσθαι τῆς Λαΐδος ἐκείνης ὑπαγομένης αὐτόν. οὐ γὰρ ἐκείνου ἠράσθη Λαῒς, ᾗ Διογένης ὁ φιλόσοφος ἐπιγράφει τῆς Ἑλληνικῆς ἀκρασίας τὸ τρόπαιον. Φιλωνίδης οὗτος πλούσιος ἐν Κορίνθῳ. τούτου δὲ προσεποιεῖτο ἐρᾶν διὰ τὸν πλοῦτον Λαΐς. αὕτη δὲ θυγάτηρ ἦν Τιμάνδρας, ἥτις ἐξ Ὑκκάρων τῆς Σικελίας ἦν. ταύτην δὲ Φιλοξένῳ τῷ διθυραμβοποιῷ δέδωκε Διονύσιος ὁ ἐν Σικελίᾳ τύραννος. εἰς Κόρινθον οὖν ἦλθεν ἅμα Φιλοξένῳ, καὶ ἐπίσημος ἐκεῖ ἐγένετο, καὶ ἐφιλήθη ὑπὸ πάντων, καὶ περιβόητος ἦν ἑταιρίς. λέγουσι δὲ ὅτι ἅμα Ἀλεξάνδρῳ ἀπεδήμησεν εἰς Πέρσας ἐκ Κορίνθου. ἡ δὲ Λαῒς ἐπισημοτέρα γέγονε τῆς μητρὸς ἐν Κορίνθῳ. ὕστερον δὲ καὶ αὐτὴ ἀπεδήμησεν εἰς Θεσσαλίαν, ἔνθα Εὐρυλόχου τινὸς ἢ Ἀριστονίκου ἠράσθη, παρʼ ᾧ καὶ ἐβίωσε τὸν λοιπὸν χρόνον. αὐτῆς δὲ πολλοὶ τῶν Θετταλῶν ἠράσθησαν, καὶ τῷ ἔρωτι τὰ πρόθυρα αὐτῆς οἴνῳ ἔρραινον. καὶ φασὶν, ὅτι ζηλοτυποῦσαι αἱ Θετταλαὶ γυναῖκες ἐφόνευσαν αὐτὴν ξυλίναις χελώναις τύπτουσαι ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης, πανηγύρεως οὔσης, ἐν ᾗ ἄνδρες οὐ παρεγίνοντο. διὸ τούτου ἕνεκα λοιμὸς κατέλαβε τὴν Θετταλίαν, ἕως ὕστερον ἱερὸν ἐποίησαν ἀνοσίας Ἀφροδίτης, ἐπειδὴ αἱ γυναῖκες ἐν τῷ ἱερῷ ἀνόσιον τετολμήκασι φόνον. ἐρᾷ: Ἔρωτα ἔχει. Φιλωνίδου: Φιλωνίδης ἀνήρ τις ἦν πλούσιος, οὗτινος ἀμόρφου ὄντος, διὰ τὰ χρήματα ἐρᾷ Λαῒς αὐτοῦ, ἡ ἐν Κορίνθῳ ᾀδομένη πόρνη.

ὁ Τιμοθέου δὲ πύργος: Οὗτος εἰς τοσοῦτον ἤρθη τύχης, ὥστε καὶ ἐν ὄψει τούτῳ τὴν δαίμονα φαίνεσθαι. κατασκευάσας δὲ πύργον οὐκ ἀπὸ τύχης ἔφη κατεσκευακέναι, ἀλλʼ ἀπʼ ἀνδρείας. ὀργισθεῖσα δὲ ἡ τύχη πένητα αὐτὸν ἐποίησεν. οὐκ εἴασε δὲ εἰπεῖν, διὰ τὸν πλοῦτον ἐγένετο, ἀλλʼ ἐπήγαγε παρʼ ὑπόνοιαν ἐμπέσοι γέ σοι. Ἄλλως. ὁ Τιμόθεος πλούσιος, ἅμα δὲ καὶ ὄλβιος ἀνὴρ, στρατηγὸς Ἀθηναίων, τεῖχος οἰκοδομήσας εἰς τοσοῦτον ἤρθη τύχης, ὡς τὴν δαίμονα φαίνεσθαι ἐν ὄψει τούτῳ. καὶ ἐν Ἀθήναις δὲ ἐν εἰκόσιν ἐποίουν αὐτὸν κοιμώμενον οἱ ζωγράφοι, καὶ τὰς τύχας φερούσας αὐτῷ εἰς δίκτυα πόλεις καὶ πορθοῦντα αὐτὰς, αἰνιττόμενοι τὴν εὐδαιμονίαν αὐτοῦ. ἀλαζονευόμενος δὲ ἐπὶ τῇ εὐτυχίᾳ ὁ Τιμόθεος ἔφη μᾶλλον αὐτοῦ εἶναι ἢ τῆς τύχης τὰ πραττόμενα. διὸ καὶ ἠτύχηκεν ὕστερον, νεμεσησάσης αὐτῷ τῆς Τύχης. πολλοὶ δὲ Τιμόθεοι κωμῳδοῦνται· νῦν δὲ τοῦ στρατηγοῦ μέμνηται, ὃς ὑψηλὸν πάνυ πύργον ἐποίησεν ὡς πλούσιος. ὁ Τιμοθέου δὲ πύργος: Οὐκ ἐγένετο διὰ σέ. ὁ Τιμόθεος στρατηγὸς ἦν Ἀθηναίων, ὃς εἰς τοσοῦτον ἦλθε τῆς τύχης, ὥστε οἱ ζωγράφοι, αἰνιττόμενοι αὐτοῦ τὴν εὐδαιμονίαν, ἐν δικτύῳ ἐζωγράφησαν φέρειν αὐτὸν τὰς πόλεις. ἀλαζονευσάμενος δὲ ὕστερον ἠτύχησε. ἐποίησε δὲ πύργον πολυτελέστατον ἐν Ἀθήναις. ἐμπέσοι γέ σοι: Παρʼ ὑπόνοιαν τοῦτό φησι, δέον εἰπεῖν θαυμαστὸς καὶ μέγας. —ἐμπέσοι: Τοῦτο παρʼ ὑπόνοιαν. ἀντὶ τοῦ· εἴθε ἐπάνω σοῦ πεσεῖται. σχῆμα παρʼ ὑπόνοιαν.

αἱ πράξεις πᾶσαι ... ἐνεργοῦνται.

μονώτατος γὰρ εἶ σὺ: Λυκοῦργος κατὰ Λεωκράτους «τοιγαροῦν μονώτατοι ἐπώνυμοι τῆς χώρας εἰσί.» ὡς αὐτότατος πέπαικται. αἴτιος: Πρόξενος, πάροχος.

διὰ σὲ ἡ κλοπὴ καὶ τὰ λοιπά· διὰ σὲ καὶ τὰ κάλλιστα ἐν τοῖς ἀνθρώποις. καὶ τῶν καλῶν: Καλὸς ἐπὶ τῷ σώματι, ἀγαθὸς ἐπὶ ψυχῇ.

κρατοῦσι γοῦν: Χρήμασι γὰρ ἐπισπῶνται συμμάχους καὶ περιγίνονται. —οἱ γὰρ πλούσιοι φέροντες χρήματα καὶ παρέχοντες ἐπισπῶνται βοήθειαν καὶ νικῶσι. ἄρχουσι. νικῶσι. τὸ ἑκάστοτε ἀντὶ τοῦ ἀεί· οὐ γὰρ λέγεται πάντοτε.

ἐπικαθέζηται: Ἀπὸ μεταφορᾶς τῶν ζυγῶν· ἐπικαθέζεσθαι γὰρ τὸ βαροῦν λέγομεν. —ἐνυπάρχει.

τοσαῦτα: Ὅσα λέγεται.

ναὶ μὰ Δία: Ὅτι καὶ ἐπὶ κατωμοτικοῦ τὸ μὰ Δία, ὅταν αὐτοῦ προτάσσηται τὸ ναί.

ὥστʼ οὐδὲ τῶν ἄλλων, φησὶ, πάντων ἡμῖν ἐστι κόρος, τοῦ πλούτου δὲ οὐδαμῶς. ἂν γάρ τις κτήσηται δέκα, θέλει ποιῆσαι δεκαπέντε. μεστός: Κεχορτασμένος. πεπληρωμένος.

τῶν μὲν γὰρ ἄλλων ἐστὶ: Παρὰ τὸ Ὁμηρικὸνπάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος.

ἄλλων: Πραγμάτων ὑπάρχει πλήρωσις, κόρος. πλησμονή: Χορτασία.

ἔρωτος: Ὁ δοῦλος λέγει τὰ πρὸς τὴν γαστέρα, πρὸς τὸ θυμῆρες τῆς κωμῳδίας τοῖς ὑπὸ τοῦ δεσπότου λεγομένοις σπουδαίοις ταῦτα παραπλέξας. —ὅρα πῶς ὁ δεσπότης τὰ πρέποντα αὐτῷ λέγει, ὁ δοῦλος τὰ συμφέροντα αὐτῷ. τραγημάτων: Τὰ μετὰ τὴν εὐωχίαν τῇ τραπέζῃ τιθέμενα καλοῦσι τραγήματα· ὅθεν καὶ παροιμία, ἐκ τραγημάτων τὴν εὐωχίαν· λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἀπὸ τῶν ἡττόνων τὰ μείζω θαυμαζόντων. τρωγαλίων.

πλακούντων: Χλανιδίων. Θ. ἀνδραγαθίας: Τροπαιουχίας.

φιλοτιμίας: Δόξης, ἐπιδείξεως. μάζης: Ἄρτου μὴ ὄντος ἄζου. στρατηγίας: Ἡγεμονίας στρατοῦ. φακῆς: Φακῆ θηλυκῶς ἡ ἑψηθεῖσα, ἀρσενικῶς δὲ ὁ ἀνέψητος. περισπᾶται δὲ, ὥσπερ συκῆ, ἀμυγδαλῆ, καὶ τὰ τοιαῦτα. Θεόκριτοςκάλλιον, ὦ ʼπιμελητὰ φιλάργυρε, τὸν φακὸν ἑψεῖν.

μεστός: Πεπληρωμένος.

τάλαντα: Ἰστέον, ὅτι ἡ δραχμὴ ἓξ ὀβολοὶ εἰσίν· ἡ δὲ μνᾶ ἑκατὸν δραχμαί· τὸ δὲ τάλαντον ὀγδοήκοντα μναῖ. καὶ ὁ στατὴρ τὶ νόμισμα. τάλαντον λέγεται τὸ ἀπὸ θεοῦ δωρηθέν τινι δῶρον, ἤγουν ἡ σοφία, ἢ πλοῦτος, ἢ ἄλλο τι τοιοῦτον. λέγεται τάλαντον καὶ τὸ νόμισμα. λέγεται τάλαντον καὶ σταθμὸς χρυσοῦ πεποσωμένος.

ἑκκαίδεκα: Οἱ γράφοντες ἑξκαίδεκα, καὶ φάσκοντες οὕτω κάλλιον γράφειν, ἐπεὶ οὐκ ἔστιν ἐξ πρόθεσις, ἵνα συμφώνου ἐπαγομένου ἐκ γένηται, οὐ καλῶς, οἶμαι, λέγουσι· καὶ δῆλον ἀπό τε τοῦ ἕκτου καὶ τοῦ ἐκτός, καὶ ἀπὸ τοῦ ἑκτικοῦ λεγομένου πυρετοῦ· οὐ γὰρ μόνον ἐν τῇ προθέσει τὸ ξ τρέπεται, ἀλλὰ καὶ ἐν ἑτέροις, ὡς δηλοῖ τὰ εἰρημένα· τὸ γὰρ ἑκτικὸν ἐκ τῆς ἕξεως γέγονε, καὶ τὸ ἐκτὸς ἐκ τοῦ ἔξω, καὶ τὸ ἕκτον ἀπὸ τοῦ ἕξ.

ἀνύσῃ: Ἀναπληρώσῃ. εἰς τέλος ἀγάγῃ ἢ λάβῃ. βούλεται: Λαβεῖν.

ἤ φησιν: Εἰ μὴ λάβοι. βιωτὸν: Βιώσιμον τὴν ζωήν. οὐκ εἶναι βιώσιμον, ἄξιον ζωῆς. εἰ μὴ λάβῃ, λέγει μὴ εἶναι αὐτῷ τὸ ζῆν ἡδύ.

ἀντὶ τοῦ δέ. φαίνεσθον: Τοῦ Χρεμύλου εἰπόντος μόνου, δυϊκῶς ὁ Πλοῦτος ἴσως εἶπεν, ὅτι Ἀττικὸν ἔθος ἐστί. Ἄλλως. ἀντὶ τῆς ἑνικῆς πτώσεως ἐπήγαγεν, ὅτι ἡ σύνταξις Ἀττική. φαίνεσθον: Δοκεῖτε. πάνυ: Σύναπτε τοῦτο πρὸς τὸ εὖ.

πλὴν ἓν μόνον δέδοικα: Τυφλὸς γὰρ ὢν οὐ δύναμαι ἐπελθεῖν, εἰ καί μοι τοσαύτη δύναμίς ἐστι. δέον οὖν ἐστιν ἀναβλέψαι με. —καὶ δέδοικα μὲν ἐγὼ ἀμεταβάτως, δεδίττω δὲ ἕτερον πρὸς αἰτιατικὴν συντασσόμενον. τοῦ πέρι: Ἀντὶ τοῦ ἕνεκεν τίνος δέδοικας;

ὅπως: Ἀντὶ τοῦ πῶς. δύναμιν: Ἰσχύν. δέδοικα ἔχων δὴ τὴν δύναμιν, ἣν ὑμεῖς φατὲ ἔχειν με, πῶς γενήσομαι ταύτης κύριος. μεγάλη γάρ τίς ἐστι καὶ δυσκόλως ἄν τις κτήσαιτο ταύτην ἐξουσιαστικῶς. τοῦτο δέδοικα, ὅπως, ἤγουν πῶς, γενήσομαι δεσπότης τῆς δυνάμεως ταύτης ἣν ὑμεῖς φατέ.

δεσπότης: Ἐγκρατής. κύριος.

νὴ τὸν Δίʼ, ἀλλὰ καὶ λέγουσιν: Οὐ σὺ μόνος λέγεις σαυτὸν δειλὸν, ἀλλὰ καὶ πάντες. τοῦτο δὲ εἶπεν, ἐπειδὴ ὁ Πλοῦτος εἶπεν, πλὴν ἓν μόνον δέδοικα. τὸ δὲ νὴ τὸν Δία κατωμοτικῶς ἀντὶ τοῦ ἔσῃ κύριος τῆς δυνάμεως. —οὐ μόνον σὺ λέγεις δῆλον, ὅτι δειλὸς εἶ, ἀλλὰ πάντες.

δειλότατον ἔσθʼ ὁ πλοῦτος: Ἐπεὶ ἀγωνιᾶν αὐτοῖς ἔδοξεν εἰ δύναται τὴν δύναμιν ἥν φασιν αὐτὸν ἔχειν. λέγεται δὲ περὶ τῶν πλουσίων ὅτι δειλοὶ διὰ τὸ ἀγωνιᾶν περὶ τῶν χρημάτων. αἰνίττεται δὲ εἰς Εὐριπίδην· ἐκεῖνος γάρ φησινδειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. ἀναφέρεται δὲ ἐπὶ θεὸν ἡ τῶν χρωμένων κατηγορία.

οὕτως οἱ Ἀττικοὶ διπλασιάζουσιν. ἀσφαλίζονται δὲ οἱ πλούσιοι τὰς οἰκίας αὐτῶν. καὶ ὅτι οἱ πλούσιοι δειλοὶ, μή πως ἀπολέσωσι τὸν πλοῦτον. Ἄλλως. περὶ πολλοῦ γὰρ ποιοῦνται τῶν οἰκιῶν τὴν ἀσφάλειαν οἱ πλούσιοι· καί τις τῶν κωμικῶν φησι τί ποτʼ ἐστὶ χλωρὸν, ἀντιβολῶ, τὸ χρυσίον; δέδοικʼ ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί. πρόχλωρον γὰρ δοκεῖ εἶναι. Ἄλλως. οἱ γὰρ εὔποροι τῷ φόβῳ τοῦ μὴ ληφθῆναι τὰ χρήματα δειλότεροι γίνονται. τὸ ἐπʼ ἐκείνων οὖν μετήνεγκεν ἐπὶ τὸν Πλοῦτον. διέβαλʼ: Ἐσυκοφάντησεν. διέστρεψεν, διέσυρεν. εἰσδὺς: Λάθρα ὑπεισελθών· τοῦτο γὰρ τὸ εἰσδὺς σημαίνει. εἰσελθών.

ἁπαξάπαντα: Ἀντὶ τοῦ τέλεον. τὸ δὲ ἑξῆς, εἶτα εὑρὼν ἁπαξάπαντα κατακεκλεισμένα.

ἐὰν λάβῃ. διότι ἐπρονοησάμην, ἐκάλεσέ με δειλόν. πρόνοιαν: Τὴν πρόγνωσιν, τὴν περὶ ἐμῶν προμήθειαν. τύχη λέγεται ἐπὶ τῶν συμβαινόντων καλῶν ἢ κακῶν, μηδενὸς βουλευομένου περὶ αὐτῶν: πρόνοια δὲ ἐπὶ θεοῦ, ἀπὸ τοῦ προνοεῖσθαι.

μελέτω: Φροντὶς ἔστω σοι. ὡς: Ὅτι.

ἀνὴρ πρόθυμος: Ἐὰν προθυμηθῇς καλῶς μετελθεῖν ταῦτα τὰ πράγματα, ὥστε τοῖς μὲν δικαίοις συνεῖναι, τοῖς δὲ πονηροῖς μηδαμῶς. —πρόθυμος: Σπουδαῖος. πράγματα: Ἃ ἡμεῖς βουλόμεθα ποιῆσαι.

ἀποδείξω: Ἀποφανῶ. ὀξύτερον τοῦ Λυγκέως: Τοῦ ἀδελφοῦ Ἴδα, ὡς δʼ αὐτὸς ἐν Δαναΐσι φησὶν, υἱὸς Αἰγύπτου. ἐροῦμεν δʼ ἐκεῖ τὰ περὶ αὐτοῦ· ἐπεὶ δοκεῖ παρʼ ἱστορίαν λέγειν. τοσοῦτον δὲ ὀξυωπέστατος ἦν, ὡς καὶ διʼ ἐλάτης ἰδεῖν Κάστορα δολοφονήσαντα τὸν ἀδελφὸν, ὥς φησι Πίνδαρος. καὶ Ἀπολλώνιος δέ φησι περὶ αὐτοῦ ἐν τοῖς Ἀργοναυτικοῖςεἰ ἐτεόν γε πέλει, κλέος, ἀνέρα κεῖνον ῥηϊδίως καὶ νέρθεν ὑπὸ χθονὸς αὐγάζεσθαι. γεγόνασι δὲ Λυγκεῖς διάφοροι· εἷς παῖς Αἰγύπτου· καὶ ἄλλος Ἀφαρέως παῖς, ὁ Λάκων, λέγεται Λυγκεὺς, οὗ μέμνηται καὶ Θεόκριτος ἐν τῷ εἰς Διοσκούρους ὕμνῳ,τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ δοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγε ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος γαμβρὼ μελλογάμω Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας. ὃς ἐλέγετο εἶναι πάνυ ὀξυδερκέστατος, ὥστε καὶ τὰ ὑπὸ γῆν ὁρᾶν. οὕτω μὲν μυθολογοῦσι· πρὸς δὲ τὸ πιθανὸν τοῦ λόγου ἐπινενόηται, ὅτι πρῶτος οὗτος εὗρε μέταλλα χρυσοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων· ἐν δὲ τῇ μεταλλεύσει λύχνους μεταφέρων ὑπὸ τὴν γῆν, τοὺς μὲν κατέλιπεν ἐκεῖσε, αὐτὸς δὲ ἀνέφερε τὸν χαλκὸν καὶ τὸν σίδηρον, καὶ τὰ λοιπά· ἔλεγον οὖν οἱ ἄνθρωποι ὅτι Λυγκεὺς καὶ τὰ ὑπὸ γῆν ὁρᾷ καὶ καταδύνων ἀργύριον ἀναφέρει.

τὸ ποιῆσαί με βλέψαι· θεοῦ γὰρ δεῖται τὸ τοιοῦτον ἔργον.

καλῶς ἐλπίζω.

Πυθικὴν σείσας δάφνην: Φασὶν ὡς πλησίον τοῦ τρίποδος δάφνη ἵστατο, ἣν ἡ Πυθία, ἡνίκα ἐχρησμῴδει, ἔσειεν. μαντικήν. οὕτω γὰρ μαντεύεται.

κἀκεῖνος: Ὁ Ἀπόλλων. Θ. ξύνοιδε: Συγγινώσκει. φήμʼ ἐγώ: Ναί.

ὁρᾶτε: Σκέψασθε. μήπως ὁ Ζεὺς ἀκούσας χαλεπήνῃ. μὴ φροντίζετε μηδέν: Μηδενὸς ἔχετε φροντίδα.

χἄτεροι: Καὶ ἕτεροι ἡμῖν. συνίζησις. Θ.

οὐκ ἦν ἄλφιτα: Ἀντὶ τοῦ οὐκ ἦν χρήματα, ἀπὸ μέρους τὸ πᾶν· ἀπὸ γὰρ τῶν ἀλφίτων τὴν περιουσίαν δηλοῖ. ἢ ἀπὸ τοῦ προηγουμένου τὸ ἑπόμενον.

παπαὶ, πονήρους εἶπας: Τὸ παπαί σχετλιαστικὸν ἐνταῦθα. πονήρους δὲ, ἐπιπόνους, ἀτυχεῖς, ἀθλίους· ἢ τοῦ πόνου φροντίζοντας. ἴσον τῷ ἀσθενεῖς, ἀπράκτους. ὡς φαμὲν, πονήρως ἔχει τὰ πράγματα ἡμῖν. στικτέον δὲ εἰς τὸ πονήρους· σημαίνει γὰρ νῦν τὸ ἐπιπόνους. —πονήρους: Γεωργοὺς ἀσθενεῖς. πόνηρον: Γεωργόν. ξυμμάχους: Βοηθούς.

οὒκ, ἤν γε πλουτήσωσιν: Οὐκ ἔσονται, φησὶ, μοχθηροὶ καὶ ἐπίπονοι ἅπαξ πλουτήσαντες. —πλουτῶ ἀμεταβάτως, ἀντὶ τοῦ πλοῦτον ἔχω· καὶ πλουτῷ μεταβατικῶς πρὸς αἰτιατικὴν, οἷον πλουτῶ ἀρετήν· καὶ πλουτῶ μεταβατικῶς πρὸς γενικὴν, ὡς παρὰ Λιβανίῳ, «πλουτῶ ῥημάτων,» ἤγουν ἕνεκα τῶν ῥημάτων. οὐκ: Οὐκ ἀσθενεῖς ἔσονται. πλουτήσωσιν: Πλοῦτον σχῶσι. πάλιν: Ὡς καὶ πρώην.

πρὸς τὸν θεράποντά φησι τὸ ἴθι. τοῦτον δὲ ἀποστέλλει τοῦ καλέσαι τοὺς φίλους αὐτοῦ πένητας ὄντας καὶ δικαίους, ὅπως καὶ αὐτοὶ τοῦ πλούτου μεταλάβωσι καὶ μὴ κακῶς τὸν βίον διάγωσι. ἀλλʼ ἴθι: Τὸ ἴθι ῥῆμα μὲν ὂν μετὰ μέλλοντος μετοχικοῦ συντάσσεται, οἷον, ἴθι ποιήσων τόδε· ἐπίρρημα δὲ παρακελευσματικὸν, ὥσπερ τὸ ἄγε, μετὰ προστακτικοῦ, οἷον, ἴθι ποίησον τόδε. ἄπιθι πρὸς τὸν θεράποντα φησίν.

τοὺς ξυγγεώργους: Ξυγγέωργος βαρυτόνως· σύνθετον γὰρ, ὡς πάγκαλος, πάνσοφος. τὰ γὰρ εἰς ος ὀξύτονα συντιθέμενα βαρύνεται.

ταλαιπωρουμένους: Ταλαιπώρως καὶ δυστυχῶς διακειμένους. τοῦτο γὰρ εἶπεν διὰ τὸ δύσεργον τῆς Ἀττικῆς· πετρώδης γάρ ἐστιν. κακοπαθοῦντας. Θ. κοπιῶντας, ταλαιπώρους.

ὅπως: Ἵνα. ἶσον: Κατὰ, ἤγουν ἐπίσης. παρών: Παραγενόμενος.

ἡμῖν μετάσχῃ: Ὥσπερ μεταλαμβάνω τούτου καὶ τοῦτο φαμὲν, οὕτω καὶ τὸ μετέχω διπλῶς συντάσσεται· καὶ ὅτε μέν ἐστι γενικὴ, τὸ μετά ἔχει τὴν δύναμιν· ὅτε δὲ αἰτιατικὴ, τὸ ἔχω, ἢ τὸ λαμβάνω. μετάσχῃ· Κοινωνήσῃ.

καὶ δή: Ἤδη. τοῦτο τὸ κρεάδιον: Ὃ ἔρχεται ἀπὸ τῆς θυσίας ἔχων ἐκ τῶν Δελφῶν. οἱ γὰρ ἐκ θυσίας ἰόντες, ἔφερον ἐξ αὐτῆς τοῖς οἰκείοις κατὰ νόμον τινά. Ἄλλως. ὅπερ ἧκον ἄγοντες λοιπασθὲν ἀπὸ τῆς θυσίας. ἔνιοι δὲ, τὸ λεβήτιον. —κρεάδιον: Τὴν χύτραν. Θ. κρεάδιον τὴν χύτραν λέγει, ἐν ᾗ τὰ κρέα ἔδονται καὶ κατεσθίονται, καὶ δαπανῶνται ἑψόμενα, ἣν ἐν τῇ ὁδῷ ἔφερον χρείας ἕνεκα.

τῶν ἐξερχομένων ἀπὸ τῆς οἰκίας εἰσαγαγέτω.

ἐμοὶ μελήσει τὸ εἰσενέγκαι, φησὶ, τὸ κρέας. τὸ δὲ ἀνύσας Ἀττικὸν ἀντὶ τοῦ ἄνυσον, σπούδασον. Ἀττικοὶ δὲ δασύνουσιν αὐτό. ἐμοὶ μελήσει: Τοῦ εἰσενέγκαι, φησὶ, τὸ κρεάδιον. τὸ δὲ ἀνύσας ἀντὶ τοῦ ἄνυσον. —μελήσει: Διὰ φροντίδος ἔσται. ἀνύσας: Σπεύσας.

σὺ δʼ, ὦ κράτιστε: Τὸ κράτιστε ἤτοι ἐγκωμιάζων φησὶν, ἢ ὅτι προεδίδαξεν, ὡς καὶ θεῶν ὁ Ζεὺς διʼ αὐτὸν βασιλεύει. Ἄλλως. παρεπιγραφὴ, ὅτι εἰς τὴν οἰκίαν ἔφθασαν. τοὺς δὲ λόγους πάντας ἐκείνους ἐρχόμενοι ἐν τῇ ὁδῷ ἔλεγον.

δεῖ: Ἐνδέχεται.

καὶ δικαίως κἀδίκως: Τὸ δικαίως ἄλλως προσείρηται ἀντὶ τοῦ πάσῃ τέχνῃ καὶ μηχανῇ καὶ παντὶ τρόπῳ· τὸ δὲ ἀδίκως ἁπλῶς ἔρριπται, οὐκ ἀπειλητικῶς δὲ, ἀλλὰ μειλικτικῶς προσαγγέλλει. ἢ ὅτι γελοίου χάριν, ἢ μεταβληθεὶς τοὺς τρόπους. ἀντὶ τοῦ παντὶ τρόπῳ. οὕτως Ἀττικοί. τὸ ἀδίκως ἁπλῶς ἔρριπται, οἷον πάσῃ τέχνῃ. οὐ γὰρ ὑπόκειται αὐτῷ, ἄδικος οὗτος· οὐκ ἀπειλητικῶς δὲ, ἀλλὰ μειλικτικῶς προσαγγέλλει. — Ἄλλως. — ἀντὶ τοῦ παντὶ τρόπῳ· οὕτως Ἀττικοί. — παντὶ τρόπῳ.

ἄχθομαι: Ἀντὶ τοῦ φορτικὸν ἡγοῦμαι. βαρύνομαι. εἰσιὼν: Εἰσελθὼν, εἰσερχόμενος. Θ. εἰσερχόμενος.

ὡς τοῦ Πλούτου ἰδίαν διοίκησιν μὴ ἔχοντος. αὐτοῦ δὲ πώποτε ἀντὶ τοῦ αὐτόθι, τοπικὸν ἐπίρρημα. λέγει δὲ αὐτοῦ τοῦ εἰσελθεῖν. ἀλλοτρίαν: Ξένην. πάνυ: Τοῦτο πρὸς τὸ ἄχθομαι συναπτέον.

αὐτοῦ: Τοῦ εἰσέρχεσθαι. Θ. εἰσελθεῖν. ὥσπερ κατηγορῶ σου τόδε φαμὲν, οὕτω καὶ ἀπολαύω σου τόδε. ἰστέον δὲ ὅτι τὸ πώποτε ποτὲ μὲν τὴν δύναμιν ἔχει τοῦ ποτέ, ποτὲ δὲ, τοῦ πῶς.

φειδωλὸν: Φειδωλός ἐστιν ὁ φεύγων τὸ δοῦναι, ὁ περίψηφος. τινὲς δὲ παρὰ τὸ φείδομαι καὶ τὸ δοῦναι, φειδωδός τις ὢν, καὶ τροπῇ τοῦ δ εἰς λ φειδωλός. — φειδωλὸν: Φειδόμενος ἔνθα οὐ δεῖ. εἰσελθὼν τύχω: Εἰσέλθω.

κατώρυξεν: Κατορύξας ἔκρυψεν ἐμέ. κατέχωσε. κατορύττω τι τὸ φανερὸν κρύπτω. ἀνορύττω δὲ τὸ κρυπτόμενον εἰς φῶς ἕλκω.

κἄν τις προσέλθῃ χρηστὸς: Ἵνα τὴν ὑπερβολὴν τῆς φιλαργυρίας σημάνῃ προκεκριμένης καὶ τῶν χρηστῶν φίλων.

αἰτῶν: Ζητῶν. ἀργυρίδιον: Ἢ δανείου χάριν ἢ δωρεὰν ἁπλῶς. Θ.

ἔξαρνός ἐστι: Ἀπαρνεῖται. ἰδεῖν: Βλέψαι.

παραπλῆγα: Ἄφρονα, μωρὸν, ἀπὸ τῶν κρουμάτων τῶν διαπεπτωκότων τοῦ ἐναρμονίου λυρισμοῦ. ἀληθῶς γὰρ ἡ ἀσωτία πεπληγμένη ἐστὶ διάνοια. —ἐν κακίᾳ μανικὸν καὶ ἀκόλαστον. Θ. μανικόν. παραπλὴξ ὁ παραπαίων ἤτοι ὁ μαινόμενος, ὁ παρακεκομμένος τὴν φρόνησιν. καταπλὴξ δὲ ψοφοδεὴς, ὁ δεδοικὼς τὰ πάντα.

παραβεβλημένος: Ἐκδεδομένος.

θύραζʼ: Ἐκτὸς τῆς θύρας. ἐν ἀκαρεῖ: Ὀλίγῳ. Θ. ἐπʼ ὀλίγῳ. ἐν ἀκαρεῖ: Ἐν ὀλίγῳ. ἐπίρρημα τὸ ἀκαρεὶ, ἐξ οὗ παρῆκται τὸ ἀκαρὲς ἐπιρρηματικὸν ὄνομα. πεποίηται δὲ παρὰ τὸ ἄτμητον τοῦ χρόνου, ὡς καὶ τῆς κειρομένης τριχός. ἀκαρὲς δὲ τὸ ἄτμητον Ἄλλως. τῷ ἐλαχίστῳ, ὃ οὐχ οἷόν τε διακεῖραι καὶ διακόψαι διὰ τὸ βραχύτατον τοῦ χρόνου. πεποίηται δὲ ἀπὸ τῶν μικρῶν τριχῶν τῶν διὰ βραχύτητα μὴ δυναμένων καρῆναι. Ἄλλως. ἐπίρρημα τὸ ἀκαρῶς, ἀφʼ οὗ τὸ ἀκαρὲς ἐπιρρηματικὸν ὄνομα. ὅπερ δὲ πάσχουσιν ἐκεῖνοι διʼ ἀσωτίαν γυμνούμενοι, τοῦτο εἰς ἑαυτὸν ἐπήγαγε.

μετρίου: Ἐλευθέρου, μέτρον καὶ τάξιν ἔχοντος ἐν τῷ βίῳ. Θ. μετρίου γὰρ ἀνδρὸς: Τουτέστι, ταῦτα πάσχεις, ἐπεὶ οὐδέποτε μετρίου ἀνδρὸς ἐπέτυχες.

τούτου τοῦ τρόπου: Τῆς μετριότητος δηλονότι. πως εἴμʼ ἀεί: Εἰμὶ καταπολύ. Θ. πῶς εἴμʼ ἀεί: Τὸ πῶς θαυμαστικόν ἐστι· θαυμάζει γὰρ αὑτὸν ὡς ἀεί ποτε σύμμετρον ὄντα. μετρίου δὲ λέγει ἀνδρὸς, τοῦ διαμετροῦντος ἑαυτὸν τῷ ζῇν.

φειδόμενος: Ἀρετῆς γάρ ἐστι τῷ δέοντι καιρῷ ἁρμοζόμενον καὶ φείδεσθαι καὶ δαπανᾶν. —φειδόμενος: Ἀκριβολογούμενος τῶν χρημάτων. ὡς οὐδεὶς ἀνήρ: Χαίρει.

ἀναλῶν: Ἀντὶ τοῦ δαπανῶν. Χαίρω, ἡνίκʼ ἂν τοῦ φείδεσθαι χρεία ᾖ. ἡνίκʼ ἂν τούτου δέῃ: Τὸ ἡνίκʼ ἂν τούτου δέῃ κοινῶς λάμβανε, καὶ πρὸς τὸ ἀναλῶν, καὶ τὸ φειδόμενος.

ὡς ἰδεῖν σε βούλομαι: Οὐχ ἵνα ὁ Πλοῦτος ἴδῃ τὴν γυναῖκα καὶ τὸν υἱὸν, τυφλὸς γὰρ ἦν, ἀλλʼ ἵνα ἐκεῖνοι τὸν Πλοῦτον ἴδωσιν· οὕτω γὰρ πρέπει. Ἀττικὸν δὲ τὸ πλεονάζειν τοῖς ἄρθροις. —δεῦρο εἰσέλθωμεν. ὡς: Ὅτι. Θ.

μόνον: Μονογενῆ.

ὃν ἐγὼ: Δείκνυσιν, ὡς καὶ τῶν παίδων αὐτῶν πλέον τὸν πλοῦτον φιλοῦσιν οἱ ἄνθρωποι. πείθομαι: Χαριέντως τοῦτό φησιν· οἶδα γὰρ ὅτι καὶ τέκνων προτιμᾷς τὸν πλοῦτον. —ἢ ὅτι σε φιλῶ μάλιστα μετὰ τὸν υἱόν.

τί γὰρ ἄν τις: Ἡ κατασκευὴ αὕτη, ἡ τί γὰρ ἄν τις, πρὸς τὸ, ὃν ἐγὼ φιλῶ μάλιστα μετὰ σέ, τὸ δὲ πείθομαι διὰ μέσου τῷ Πλούτῳ εἴρηται. τί γὰρ ἄν: Διατί.

ὦ πολλὰ δὴ τῷ δεσπότῃ: Εἴσθεσις διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν ἐννέα πρὸς τοῖς τεσσαράκοντα, ἄχρι τοῦ, «ἐγὼ δὲ τὴν Κίρκην,» ὧν οἱ μὲν μεʹ τετράμετροί εἰσι καταληκτικοὶ, οἱ δὲ, «βληχώμενοί τε προβατίων,» καὶ, «αἰγῶν τε κιναβρώντων μέλη,» ἔτι δὲ, «ἡγούμενον τοῖς προβατίοις,» καὶ «εἰκῆ δὲ καταδαρθέντα που,» τέσσαρες ὄντες, δίμετροί εἰσιν ἀκατάληκτοι. καὶ τὸ μὲν τετράμετρον Ἱππωνάκτειον καλεῖται, διὰ τὸ κατακόρως αὐτὸν τούτῳ χρήσασθαι. οἷόν ἐστι καὶ τὸ «εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα.» τὸ δὲ δίμετρον Ἀνακρεόντειον, οἷόν ἐστι τὸ, «καὶ μαίνομαι κοὐ μαίνομαι.» ἐφʼ ἑκάστῳ συστήματι παράγραφος· ἐπὶ δὲ τῷ τέλει τῶν στίχων διπλῆ ἔξω νενευκυῖα. ἰστέον ὅτι, ὅτε τίθεται ἐν τοῖς ἀμοιβαίοις τῶν ὑποκριτῶν προσώποις ἐν ἐκθέσει κῶλά τινα μετὰ τὴν περίοδον τῶν στίχων τοῦ αὐτοῦ μέτρου ὄντα, ἢ καὶ ἑτέρου — εὕρηται γὰρ καὶ οὕτως — ὁ τοιοῦτος σχηματισμὸς καλεῖται διπλῆ, διὰ τὸ μετὰ τὴν συμπλήρωσιν τούτων τὸ σημεῖον ἐκτὸς τίθεσθαι τῆς διπλῆς· ὅπερ τριγώνου πλαγίου σχήματι ἔοικεν τῆς βάσεως μόνης λιπούσης· μεθʼ ἣν οὐδὲ χοροῦ πάροδος ἀεὶ γίνεται, ἀλλὰ σπανίως. ὅτε δὲ οὐ τίθεται κῶλα τοιαῦτα, ἀλλʼ ἐν οἷς ἤρξαντο στίχοις, ἐν τούτοις οἱ ὑποκριταὶ παύονται, τὸ τοιοῦτο καλεῖται κορωνὶς, διὰ τὸ μετὰ τὴν συμπλήρωσιν τούτων τὸ σημεῖον τῆς κορωνίδος τίθεσθαι· ὅπερ γραμμή τίς ἐστι βραχεῖα, καμπήν τινα ὑποκάτω ἔχουσα· ἧς ἑξῆς ἀεὶ τίθεται κορωνὶς ἑτέρα χοροῦ, ἐπισφραγίζουσα οἷον τὰ ῥηθέντα. ἐν δὲ ταῖς στροφαῖς καὶ ἀντιστροφαῖς καὶ τῇ μεταξὺ τούτων τῶν ὑποκριτῶν περιόδῳ παράγραφος τίθεται, ὡς Ἡφαιστίων φησὶν, ἧς τὸ σχῆμα γραμμή τίς ἐστι βραχεῖα, ὥσπερ τινὰ στιγμὴν ἐν τῷ ἄκρῳ ἔχουσα. δῆλα δέ ἐστι τὰ τοιαῦτα σχήματα καὶ ἐν τῷ βιβλίῳ κείμενα· μεθʼ ὧν ἐστι καὶ ὁ ἀστερίσκος, οὗ τὸ σχῆμα ἀστέρι ἔοικεν. Ἡφαιστίων δέ φησιν ὅτι κατὰ τὴν Ἀριστοφάνειον ἔκδοσιν ὁ ἀστερίσκος ἐπὶ ἑτερομετρίας ἐτίθετο μόνης. χρώμεθα δὲ, φησὶ, τῇ κορωνίδι ἐν τοῖς δράμασιν κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν, τῶν ὑποκριτῶν εἰπόντων τινὰ καὶ ἀπαλλαγέντων, καταλείπηται ὁ χορός· ἢ ἔμπαλιν· ἢ ὅταν μετάβασις ἀπὸ τόπου εἰς τόπον γίνεσθαι δοκῇ τῆς σκηνῆς· τῇ δὲ παραγράφῳ ἤτοι κατὰ πρόσωπα ἀμοιβαῖα, ἔν τε τοῖς ἰαμβικοῖς καὶ τοῖς χορικοῖς, μεταξὺ τῆς τε στροφῆς καὶ τῆς ἀντιστρόφου. ἐὰν μέντοι ἡ στροφὴ ἐξ ἀμοιβαίων τυγχάνῃ συγκειμένη, οὐκ ἐξαρκεῖ πρὸς τὸ δηλῶσαι, ὅτι πεπλήρωται ἡ στροφὴ, ἡ παράγραφος, ἐπιφερομένης ἄλλης στροφῆς, ἐπεὶ καὶ ἐφʼ ἑκάστου κώλου οὐδὲν ἧττον τίθεται· ἀλλὰ κεῖται καὶ ἡ ἔσω νενευκυῖα διπλῆ· τοῦτο δὲ, ἐὰν ἀντίστροφος ἐπιφέρηται, ὡς, ἐάν γε μεταβολὴ μόνον ᾖ στροφῶν, ἡ ἔξω βλέπουσα τίθεται.

πολλὰ: Πολλάκις. ταυτὸν: Ὅμοιον. θύμος ἐστὶ τὸ ἀγριοκρόμυον, ᾧ διʼ ἄκραν ἀπορίαν χρῶνται οἱ πένητες. ἔχει δὲ τὸ υ βραχύ. τὸ δὲ θυμὸς, ὃ δηλοῖ τὴν ψυχὴν, μακρόν. εἶδος βοτάνης. πρὸς τὸν χορὸν τῶν γεωργῶν. ταὐτὸν θύμον: Ἀντὶ τοῦ, τῆς αὐτῆς πενίας μετασχόντες· θύμος γὰρ εἶδος βοτάνης εὐτελοῦς. τινὲς δέ φασιν ὅτι παρῴδηται ἐκ τῶν Ἡσιόδουοὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ. ἀντὶ τοῦ, ὦ δίκαιοι, τὰ εὐτελῆ θέλοντες ἐσθίειν διὰ τὸ μὴ ἐθέλειν ἀδικεῖν· ἅμα δὲ καὶ τὸ τραχὺ καὶ ἄκαρπον τῆς γῆς διαβάλλει. οὐδετέρως δὲ τὸ θύμον λέγεται καὶ βραχυπαραλήκτως καὶ βαρυτόνως· ἐκτεινόμενον γὰρ καὶ ὀξυνόμενον καὶ ἀρσενικῶς κλινόμενον δηλοῖ τὴν ψυχήν.

δημόται: Ἤτοι οἱ ἀπὸ τοῦ αὐτοῦ δήμου. τοῦ πονεῖν ἐρασταὶ: Τοῦ κοπιᾶν ἐπιθυμηταί.

ἴτʼ, ἐγκονεῖτε: Ἀντὶ τοῦ ἐνεργεῖτε, ταχύνατε· ἐπεὶ οἱ τρέχοντες κόνεως πληροῦνται. ἢ ἀπὸ τῶν ἀθλητῶν· ἐν κόνει γὰρ ἐκείνων τὸ ἔργον. ἢ ὅτι πρὸ τοῦ τῆς κόνεως ἅψασθαι νικῶσιν. —πρόσιτε, κόνιν ἐγείρετε, ὅτι ὁ καιρὸς οὐχὶ βραδύνειν ἐστί. ὁ καιρὸς οὐχὶ μέλλειν: Οὐ τοῦ μέλλειν καὶ ἀναβάλλεσθαι καιρός ἐστιν, ἀλλὰ τοῦ σπεύδειν καὶ κόνιν πέμπειν.

ᾗ δεῖ παρόντʼ: Καθʼ ἣν ἀκμεῖ δεῖ παρόντας βοηθεῖν.

οὐκοῦν: Τὸ λοιπόν. ὁρμωμένους: Κινουμένους. πάλαι: Πρὸ ὥρας. πάλαι προθύμως: Συντόνως, δεικτικῶς. τὸ δὲ πάλαι οὐ μόνον βραδυτῆτός ἐστιν ἐπίρρημα, ἀλλὰ καὶ ταχυτῆτος.

ὡς εἰκός ἐστιν: Ὁρμᾷν. ἀσθενεῖς: Ἀδυνάτους. ἤδη: Ἀπὸ τοῦ νῦν.

ἀξιοῖς: Ἄξιον κρίνεις. ἴσως: Ὁμοίως. ὁμοίως σοι τρέχειν. Θ. ἴσως με θεῖν: Ἐξίσου σοι τρέχειν. τὸ δὲ λοιπὸν ἐν ὑπερβατῷ· καίτοι γε ἐξῆν εἰπεῖν, καὶ ταῦτα πρὶν φράσαι μοι.

ὅτου: Οὗτινος.

οὐκοῦν πάλαι δήπου: Σύνδεσμος ἀποδεικτικός· τοὺς γέροντας δὲ παίζει μηδὲν εἰπὼν, καὶ ὑποκρίνεται εἰρηκέναι, διὰ τὸ αὐτῶν τὰ ὦτα γήρᾳ πεπηρῶσθαι. ἐπεγγελᾷ οὖν τῷ ἀμυδρῷ τῶν αἰσθήσεων διὰ τὸ γῆρας. —Ἄλλως. δέον ἔλεξα εἰπεῖν πρὸς τὸ πάλαι, ὁ δὲ λέγω εἶπε δεικνὺς, ὡς οὐχ ἅπαξ, ἀλλὰ πάλαι καὶ νῦν λέγει. παίζων δὲ ὁ θεράπων τοῦτό φησιν· οὐ γὰρ προεῖπεν αὐτοῖς τίνος χάριν αὐτοὺς καλεῖ. δήπου λέγω: Θέλων ὡς κωφοὺς διαβαλεῖν φησίν. ἀκούεις: Ἐμοῦ.

φησιν: Ὑπισχνεῖται.

ψυχροῦ βίου: Ἤτοι τοῦ ταλαιπώρου. ἢ ἐπιμεμφόμενος διὰ τὸ γῆρας τοῦτό φησιν, ἀντὶ τοῦ εὐτελοῦς· τὸ δὲ ἑξῆς, ὑμᾶς ἅπαντας ἀπαλλαγέντας ψυχροῦ καὶ δυσκόλου βίου ζήσειν. —ψυχροῦ: Νεκροποιοῦ· τοιοῦτος γὰρ ὁ τῶν πενήτων. δυσκόλου: Δυσπορίστου. ἀπαλλαγέντας: Ἐλευθερωθέντας.

τί δέ ἐστιν ... ὅ φησιν: Ὅπερ ὑπισχνεῖται.

φέρων ἦλθεν ἐνταῦθα. ἀφῖκται: Παραγέγονε. πόνηροι: Γεωργοί.

ῥυπῶντα: Αὐχμοῦ μεστόν. ἔστι καὶ ῥυπόω, ῶ, καὶ ῥυπάω, ὡς ἐνταῦθα, καὶ ῥυπαίνω. ῥύπον ἔχοντα. κυφὸν: Κυρτόν. ἄθλιον: παρὰ τὸ ἆθλον, ἐπίπονον. ῥυσὸν δὲ, ῥυτίδας ἔχοντα. μαδῶντα· φαλακρόν. νωδὸν δὲ, ὀδόντας μὴ ἔχοντα διὰ τὸ γῆρας· οὐ γὰρ δὴ ἄφωνον· λαλεῖ γοῦν ὁ Πλοῦτος· ψωλὸν δὲ, ἀσχήμονα κατὰ παρέκτασιν τοῦ μορίου· μαδῶντα δὲ, φαλακρὸν, καθόλου τρίχας μὴ ἔχοντα. μυδῶντα: Γράφεται καὶ μυδῶντα καὶ μαδῶντα. καὶ μυδῶντα μὲν ἀντὶ τοῦ δυσώδη ἀποπέμποντα· μαδῶντα δὲ ἀντὶ τοῦ κόμην μὴ ἔχοντα. ῥυπούμενον, ζαρομάγουλον, κυρτὸν, ὡς κουκινὸν ἐζεματισμένον, ῥυτίδας ἔχοντα, φαλακρὸν, κυφὸν ἢ κυρτόν. Θ. ῥυπῶντα: Ῥερυπωμένον. κυφὸν: Κυρτόν. κεκυμμένον. ἄθλιον: Δυστυχῆ. ῥυσὸν: Ῥυτίδας ἔχοντα. μαδῶντα: Φαλακρόν. νωδόν: Ἐστερημένον ὁδοῦ. ἐστερημένον ὀδόντων. Θ.

ψωλὸν: Εἰς τὸ αἰσχρὸν μεταβέβηκε. τουτέστιν ἀσχήμονα κατʼ ἐπέκτασιν τοῦ μορίου. καλῶς δὲ τὸ οἶμαι, ἐπειδὴ τὰ μὲν ἄλλα πάθη τοῦ σώματος εἰς ὄψιν ἑώρα, τοῦτο δὲ κρυφῆ ὂν καὶ μὴ ὁρῶν αὐτὸ ἀπὸ εἰκασμοῦ λέγει. ψωλὸν: Κηλήτην. ἀσχημόνως κηλήτην. ἐσπασμένον. ὡς μετὰ τῶν ἄλλων κακῶν καὶ τὸ τῆς κήλης πάθος ἔχει τὸ γῆρας, χαυνωθέντος τῷ χρόνῳ τοῦ σώματος. —διαβάλλει ὁ ποιητὴς αὐτῶν τὴν κωφότητα· ἕτερα γὰρ εἰπόντος, ἕτερα ἀκούειν ἔδοξαν. μὴ λάβῃς δὲ ἔξωθεν τὴν διά εἰς τὸ ἐπῶν. ἀλλʼ ἔστιν ἡ γενικὴ πρὸς τὸ χρυσόν. ὡς φαμὲν σωρὸν χρημάτων. τὸν γὰρ χρυσὸν ἀγγείλας ἐπῶν, ἀντὶ τοῦ ἔπη λέξας χρυσὸν παριστῶντα.

ὦ χρυσὸν ἀγγείλας ἐπῶν: Ἀττικὴ ἡ σύνταξις· ἀντὶ τοῦ, ὦ πλοῦτον ἐκ τῶν ἐπῶν ἀγγείλας· ἢ ἀντὶ τοῦ, ὦ τιμιώτατον εἰπὼν λόγον. ἀγγείλας: Εἰπὼν, μηνύσας. ἐπῶν: Διὰ τῶν.

δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα: Ὡς πολύπειροι συνῆκαν τὴν τοῦ Πλούτου ἐν μύθοις οὕτως ἔχουσαν ὑπογραφήν. κυρίως δὲ σωρὸς τὸ ἐκ μικρῶν σπερμάτων συναγόμενον πλῆθος, παρὰ τὸ σῶ — ὅ ἐστι σώζω — συνάγω· σορὸς δὲ θηλυκῶς ἐπὶ τοῦ τάφου καὶ διὰ τοῦ ο μικροῦ· ἐπὶ δὲ τῶν καρπῶν ἀρσενικῶς καὶ διὰ τοῦ ω μεγάλου. καλῶς οὖν ἀπὸ τῶν καρπῶν φαίνονται εἰρηκότες· οἱ γὰρ εὐθηνοῦντες καὶ πλούσιοί εἰσιν. ἢ ὡς γεωργοὶ ταύτῃ κέχρηνται τῇ παραβολῇ. —δηλοῖς: Παριστᾷς. αὐτὸν: Τὸν σὸν δεσπότην. σωρὸν: Πλῆθος ἐλθεῖν χρημάτων φέροντα.

πρεσβυτικῶν μὲν οὖν: Διὰ τὸ τῷ γήρᾳ ἕπεσθαι ταῦτα τὰ συμπτώματα· ἀπὸ κοινοῦ δὲ τὸ δηλῶ. πρεσβυτικῶν: Μᾶλλον μὲν οὖν ...

μῶν: Μὴ οὖν. φενακίσας: Φενάκη τὸ προκόμιον, οἷον τοῦ φαινομένου κρανίου τὸ ἄκος, καὶ σκέπη. —Ἄλλως. φενακίσας, ἀπατήσας· φενακισμὸς γὰρ ἡ ἀπάτη. ἄλλως δὲ κεφαλῆς τριχῶν πενομένης ἄκος. φενάκη δὲ κυρίως ἡ προσθετὴ καὶ ἐπιτηδευτὴ κόμη, ἀπὸ τῶν κατερρυηκυιῶν γυναικῶν, καὶ οὕτως ἀπατουσῶν διὰ τῆς ἐπεισάκτου κόμης. —μῶν ἀξιοῖς: Ἄρα ἄξιον κρίνεις ... φενακίσας: Ἀπατήσας. ἀπαλλαγῆναι: Ἐλευθερωθῆναι.

ἀζήμιος: Ἀντὶ τοῦ ἀβλαβής· κυρίως δὲ ζημία ἡ τῆς ζωῆς μείωσις, ἢ τὸ ἐν τῇ ζωῇ μιαρόν. βακτηρία δὲ, ἤτοι ἡ τὴν βάσιν ποιοῦσα ἑδραίαν· ἢ βατηρία τίς οὖσα, ἡ τῆς βάσεως αἰτία, κατὰ πλεονασμὸν τοῦ κ. Ἄλλως. πάντες οἱ γέροντες ἐν ταῖς Ἀθήναις δύο βακτηρίας ἐβάσταζον. ἦν δὲ προειρηκὼς, ἀσθενεῖς γέροντας ἤδη. εἶχον δὲ ἢ διὰ τὸ ἐπερείδεσθαι αὐτῇ, ἢ διὰ τὸ ἀμύνασθαι ταύτῃ μὴ δυναμένους χερσί. —ἀζήμιος: Ἀθῷος. ἔχοντος: Φέροντος, βαστάζοντος.

πάντως γὰρ: Ἀληθῶς γὰρ νομίζετέ με τοιοῦτον ἄνθρωπον τῇ φύσει εἰς ἅπαντα, καὶ οὐδὲν ὑγιὲς εἰπεῖν. —πάντως: Κακῶς κρίνετε. τοιοῦτον: Ἀπατεῶνα.

ὑγιὲς: Οὐδὲν πρᾶγμα ὑπολαμβάνετε ἀληθὲς ἐμὲ εἰπεῖν.

ὡς σεμνὸς: Κατʼ εἰρωνείαν. οὑπίτριπτος: Ὁ ἄξιος ἐπιτρίψεως, τῆς ἀπωλείας. ἐπιτριβῆναι ἄξιος. αἱ κνῆμαι: Οἱ ἄντζες. οὑπίτριπτος: Ὁ ἐπιτρίψεως καὶ βλάβης ἄξιος. ἐπιτρῖψαι γὰρ τὸ διαφθεῖραι. κυρίως δὲ χοίνικας καλοῦσι πᾶν περιφερὲς ὡς καὶ τὸ μέτρον. συμπλέκει δὲ οὐχ ὡς ἕτερον σημαῖνον, ἀλλὰ τὸ μὲν ὡς γένος, τὸ δὲ ὡς εἶδος. ὅτι τῷ εἴδει καὶ τὸ γενικόν. αἱ γὰρ χοίνικες πέδαι εἰσί τινες. πέδας δὲ τὰς ἀλύσεις, αἳ ἐξήρτηνται τούτοις καὶ ἐμποδίζουσι τὴν πορείαν. τὸ δὲ ἰοὺ ἰού ὡς τῶν πεπεδημένων οὕτω σχετλιαζόντων.

τὰς χοίνικας καὶ τὰς πέδας: Ἐν τῷ εἰδικῷ καὶ τὸ γενικὸν ἐπήγαγεν· αἱ γὰρ χοίνικες πέδαι τινές εἰσιν· χοῖνιξ δὲ πᾶν περιφερές· διὸ καὶ τὸ μέτρον χοῖνιξ καλεῖται. —χοίνικας: Τὰ δεσμὰ, καὶ τὰς ἰδιωτικῶς λεγομένας κλάπας. ποθοῦσαι: Ὀνειδίζει αὐτὸν ὡς δοῦλον. Θ.

σορῷ: Μνήματι. τάφῳ. λαχὸν: Κληρωθέντος τοῦ γράμματός σου ἀττικοῦ. Θ. λαχόντος. ἐν τῇ σορῷ νυνὶ λαχὸν: Δέον εἰπεῖν αὐτὸν ἐν τῷ δικαστηρίῳ σου τὸ γράμμα ἔλαχεν, εἶπεν ἐν τῇ σορῷ, ἐπεὶ γέρων. οἱ δὲ γέροντες πλησίον εἰσὶ τῆς σοροῦ. παρὰ τοῖς Ἀθηναίοις δέκα ἦσαν φυλαί. ἔθος οὖν ἀπὸ πασῶν τῶν φυλῶν δικαστὰς καθίζειν· εἶτα ἀπὸ μιᾶς ἑκάστης ἐλάμβανον ἄνδρας πέντε τοὺς ἐπισημοτέρους· καὶ πάλιν ἐκ τῶν πέντε ἕνα τὸν κλήρῳ λαχόντα ἐποίουν δικάζειν. ἀντὶ οὖν τοῦ εἰπεῖν ἐν τῷ δικαστηρίῳ κληρωθὲν τὸ γράμμα καὶ τὸ ψήφισμα, ὅ ἐστιν ὁ κλῆρος, δικάζειν σε καὶ δικαστὴν καθίστησιν, ὡς πρὸς γέροντα παρʼ ὑπόνοιαν παίζει. Ἄλλως. ἐν ταῖς Ἀθήναις πολλὰ ἦν δικαστήρια. καὶ ἐν τισὶ μὲν ἐδίκαζον περὶ φονικῶν πραγμάτων, ἐν τισὶ δὲ περὶ δημοτικῶν· καὶ ἕκαστον δὲ τούτων εἶχεν ἕν τι τῶν στοιχείων εἰδικὸν ὄνομα. οἷον ἦν τι τῶν δικαστηρίων λεγόμενον ἄλφα, ὁμοίως ἄλλο βῆτα, ἄλλο γάμμα, καὶ ἑξῆς τὸ δ καὶ τὸ ε καὶ οὕτως ἕως τοῦ κ. δέκα γὰρ ἦν δικαστήρια τὰ πάντα ἐν Ἀθήναις, καὶ πρὸ θυρῶν δὲ ἑκάστου δικαστηρίου ἐγέγραπτο πυρρῷ βάμματι τὸ στοιχεῖον, ᾧτινι τὸ δικαστήριον ὠνομάζετο. ὅσοι δὲ δικασταὶ ἦσαν ἐν Ἀθήναις, ἕκαστος καθʼ ἕκαστον δικαστήριον εἶχε δέλτον, τουτέστι πινάκιον, ἐν ᾧ ἐγγεγραμμένον ἦν τὸ ὄνομα αὐτοῦ καὶ τοῦ δικαστηρίου. εἶχε δὲ καὶ ῥάβδον ἅμα τῷ πινακίῳ· καὶ ἐν αὐτῇ δὲ τῇ ῥάβδῳ ἦν τὸ ὄνομα τοῦ δικαστηρίου ἐγγεγραμμένον· ὅτε οὖν συνέβαινε καιρὸς τοῦ δικάζειν, ἤρχοντο πάντες οἱ δικασταὶ εἰς τὴν ἀγορὰν, κἀκεῖ κλήρους ἔβαλλον· καὶ ὅστις ἂν ἐκληροῦτο κλῆρον ἔχοντα τὸ α, ἀπήρχετο εἰς τὸ α δικαστήριον, ὁμοίως εἰς τὸ β καὶ τὰ ἐφεξῆς. καὶ πρῶτον μὲν ἐδείκνυε τῷ κήρυκι τοῦ δικαστηρίου τὸν κλῆρον τοῦ στοιχείου· ὁ δὲ κῆρυξ λοιπὸν ἐδίδου αὐτῷ τὸ πινάκιον αὐτοῦ καὶ τὴν ῥάβδον, εἶτα οὕτως ἐδίκαζεν. εἰ δέ τις δικαστὴς εἰσῄει μὴ κληρωθεὶς εἰς τὸ δικαστήριον, κατηγορεῖτο καὶ ἐζημιοῦτο διαφόρως. Ἄλλως. ἔρχεται ἕκαστος εἰς τὸ πινάκιον ἔχων ἐπιγεγραμμένον τὸ ὄνομα αὐτοῦ καὶ πατρόθεν καὶ τοῦ δήμου καὶ γράμμα ἕν τι μέχρι τοῦ κ, διὰ τὸ πάλαι δέκα φυλὰς εἶναι Ἀθήνῃσι, διῄρηντο γὰρ κατὰ φυλάς. εἶτα οἱ θεσμοθέται κατὰ φυλὴν ἕκαστος καὶ δέκατος ὁ γραμματεὺς ἐκλήρουν τὰ γράμματα μέχρι τοῦ κ. καὶ τὰ λαχόντα ἴσα τὸν ἀριθμὸν τοῖς μέλλουσι κληροῦσθαι δικαστηρίοις ὑπηρέτης φέρων ἐτίθει καθʼ ἕκαστον δικαστήριον ἕν· εἶτα πάλιν ἀπεκληροῦντο οἱ τὰ εἰληχότα γράμματα ἔχοντες τίνες δικάσουσι καὶ τίνες οὔ. τοῦτο οὖν ἐστιν, ὃ λέγει, ἀμείψας τοῦ γελοίου χάριν. ἀνθυπήλλαξε γὰρ εἰπὼν ἐν τῇ σορῷ, δέον ἐν τῇ Ἡλιαίᾳ. ἐγράφοντο δὲ, ὅτι, ἐπεὶ ἦν πέντε δικαστήρια, ἐκληροῦντο πέντε γράμματα ἀπὸ τοῦ α ἕως τοῦ ε. εἶτα τὸ πρῶτον ἀνενεχθὲν ἐπὶ τοῦ α προετίθετο δικαστηρίου, ὡς ἂν ἔτυχεν, καὶ οἱ δικάζοντες ἐκληροῦντο εἰς οἷον ἕκαστος λάχῃ δικάσαι. τοῦτο δὲ ἐγίνετο, ἵνα μὴ διαφθείρηται τὰ δικαστήρια, ἀκρίτως ἐρχομένων τινῶν χωρὶς κλήρου εἰς τὸ δικαστήριον δικάσαι. τὸ δὲ, «ὁ Χάρων τὸ ξύμβολον δίδωσι,» τοιοῦτόν ἐστι. τοῖς λαχοῦσι δικάσαι εἰσελθοῦσιν ἑκάστῳ σύμβολον δίδοται δημόσιον παρὰ τῆς ἐπὶ τούτῳ εἰληχυίας ἀρχῆς, ἵνʼ οἱ ἐξιόντες καὶ τοῦτο προσφέροντες λαμβάνοιεν τὸν δικαστικὸν μισθόν. εἰπὼν οὖν σορὸν, ἐπήγαγε Χάρων. δέον δὲ εἰπεῖν ὁ ἄρχων τὸ σύμβολον δίδωσιν, ὅς ἐστιν ὁ μισθὸς ὁ δικαστικὸς, εἶπεν ὁ Χάρων, ὡς γερόντων αὐτῶν καὶ μελλοθανάτων. —Ἄλλως. δέον οὕτως εἰπεῖν, ὅτι καιρὸς ἦλθεν ὑμᾶς πλουσίους γενέσθαι, ὑμεῖς δὲ μέλλετε, ὁ δὲ οὐχ οὕτως εἶπεν, ἀλλʼ ἠθέλησεν αὐτοὺς σκῶψαι ὡς γέροντας ὄντας, καὶ ἐγγὺς τοῦ θανάτου· σκώπτει δὲ οὐ καθαρῶς, ἀλλὰ διὰ τοῦ ἔθους, ὃ Ἀθηναῖοι εἶχον περὶ τὰς δίκας· ἦν δὲ τοιοῦτο. δέκα δικαστήρια ἦσαν παρʼ Ἀθηναίοις, τὸ μὲν φόνου, τὸ δὲ μοιχείας, τὸ δὲ ἑτέρου τινός. οὐσῶν δὲ καὶ ιʹ φυλῶν, ἐξελέγοντο ἐξ ἑκάστης φυλῆς ἕνα ἄνδρα, καὶ ἔταττον αὐτοὺς εἰς τὰ τοιαῦτα δικαστήρια κριτὰς εἶναι· πλὴν ἔγραφον πρότερον τὰ τῶν ἀνδρῶν ὀνόματα, καὶ κλήρου γινομένου, ὁ μὲν εἰς τοῦτο, ὁ δὲ εἰς ἐκεῖνο δικάζειν ἐλάγχανεν. ἐδίδου δὲ ὁ κῆρυξ αὐτοῖς ῥάβδον, ἥτις ἦν σύμβολον τοῦ δικάζειν, ἵνα ἕκαστος καθʼ ἑσπέραν ἀποδιδοὺς τῷ πρυτάνει τὴν ῥάβδον τριώβολον λαμβάνῃ μισθὸν τῆς δικάσεως. ἀντὶ οὖν τοῦ εἰπεῖν ἐν τῷ δικαστηρίῳ τὸ γράμμα σοῦ λαχὸν δικάζειν, καὶ διὰ τοῦτο καὶ ὁ κῆρυξ δίδωσί σοι τὸ σύμβολον, ὁ δὲ σκώπτων αὐτοὺς ὡς γέροντας καὶ ἐγγὺς θανάτου ὄντας φησὶν ἐν τῇ σορῷ καὶ ὁ Χάρων. ἔστι δὲ ἡ σύνταξις σολοικοφανής· λαχόντος γὰρ τοῦ γράμματός σου ὤφειλεν εἰπεῖν· ὁ δὲ εὐθεῖαν ἔθηκεν ἀντὶ γενικῆς, Ἀττικῷ ἔθει χρησάμενος· ἔθος γὰρ τοῖς Ἀττικοῖς οὕτω ποιεῖν, ἐπὶ μέντοι τῶν οὐδετέρων μετοχῶν. ἔστιν οὖν ἡ σύνταξις καὶ ἡ διάνοια τούτου αὕτη· λαχόντος τοῦ γράμματός σου δικάζειν σὲ ἐν τῇ σορῷ, ἤγουν ἐν τῷ δικαστηρίῳ, σὺ οὐ βαδίζεις, ὁ δὲ Χάρων, ἤγουν ὁ κῆρυξ δίδωσί σοι τὸ σύμβολον τοῦ κριτὴν εἶναι, τουτέστι τὴν ῥάβδον. πάνυ δὲ ἀστείως καὶ τὸν κήρυκα Χάροντα ὠνόμασεν· ὁ γὰρ Χάρων κατὰ ἀναγραμματισμὸν Ἄρχων λέγεται.

ὁ δὲ Χάρων τὸ ξύμβολον: Περὶ τοῦ παραδιδομένου τοῖς εἰσιοῦσιν εἰς τὸ δικαστήριον συμβόλου Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ οὕτω γράφει «τοῖς γὰρ δικαστηρίοις χρῶμα … ἐπιγέγραπται «ἐφʼ ἑκάστῳ ἐπὶ τῷ σφηκίσκῳ τῆς εἰσόδου. ὁ δὲ λαβὼν «τὴν βακτηρίαν βαδίζει εἰς δικαστήριον τὸ ὁμόχρουν «μὲν τῇ βακτηρίᾳ, ἔχον δὲ τὸ αὐτὸ γράμμα, ὅπερ ἐν «τῇ βαλάνῳ. ἐπειδὰν δὲ εἰσέλθῃ, παραλαμβάνει σύμ- «βολον δημοσίᾳ παρὰ τοῦ εἰληχότος ταύτην τὴν ἀρ- «χήν.» ἀντὶ δὲ τοῦ εἰπεῖν ὁ κῆρυξ, ἢ ὁ δῆμος, ἀπήντησε πρὸς τὴν σορόν. ἀντὶ τοῦ τεθνάναι μέλλεις.

διαρραγείης: Διασχισθείης. μόθων: Λίαν αἰσχρὸς, ἀνόητος, κόβαλος: Φλύαρος. μόθων: Φλύαρος. κόβαλος: Ὑβριστής. μόθων: Λίαν ὑβριστής. Μόθων: Φλύαρος, αἰσχρὸς, ἄτιμος, φορτικὸς, δουλοπρεπὴς, ἀπὸ Μόθωνος τινὸς αἰσχροποιοῦ. μόθων: Εἶδος αἰσχρᾶς καὶ δουλοπρεποῦς ὀρχήσεως· οἱ δὲ Λάκωνες τοὺς παρατρεφομένους τοῖς ἐλευθέροις παῖδας μόθωνας καλοῦσιν. Ἄλλως. μόθων, φλύαρος, φορτικὸς, ἄτιμος, αἰσχρός. λέγουσι γὰρ τοὺς Ἀθηναίους χειρωσαμένους τοὺς Μόθωνας δουλικῇ καὶ ἀγεράστῳ περιστῆσαι τύχῃ, ὅθεν καὶ Ἀττικοὶ μόθωνες. ἢ ἀπὸ Μόθωνός τινος αἰσχροποιοῦντος καὶ ἀεὶ ἐν τοῖς πότοις ὀρχουμένου. ἢ ἀντὶ τοῦ ἀνόητος. ἄλλοι δὲ λέγουσι, δουλοπρεπεῖς, σπερμολόγους. —κόβαλος δὲ ὁ λάλος, ὁ ῥήτωρ. κόβαλος: Κόβαλοι δαίμονές εἰσί τινες σκληροὶ περὶ τὸν Διόνυσον. —ἀπατεῶνες. ἀπατεών.

τέτληκας: Ὑπέμεινας.

κέκληκε δεῦρο: Ἐκάλεσεν ἡμᾶς ἐνταῦθα.

οἳ: Οἵτινες, ἡμεῖς δηλ. μοχθήσαντες: Κοπιάσαντες. σχολῆς: Ἀναπαύσεως. οὐκ ἄγοντες σχολὴν χάριν τῶν ἔργων. ἀντὶ τοῦ οὐκ ὄντος καιροῦ.

πολλῶν θύμων: Τὸ πολλῶν θύμων ῥίζας ἐκπερῶντες τοιοῦτον ἔχει τὸν νοῦν. οἱ τὴν Ἀττικὴν οἰκοῦντες πένητες, ἐπεὶ μὴ εἶχον τὰς ἐκ τῶν σπερμάτων τροφὰς — ἀνεπιτήδειος γὰρ ὁ τόπος ἦν εἰς γεωργίαν, κατάξηρος ὢν —, ἤσθιον θύμους, οὓς οἱ κοινοὶ βολβοὺς ἢ ἀγριοκρόμμυα φασίν. λέγει γοῦν ὁ χορὸς τῶν πενήτων ὅτι ἡμεῖς πολλὰ κοπιάσαντες, καὶ ταῦτα οὐκ οὔσης ἀδείας ἡμῖν, ἤλθομεν μετὰ προθυμίας ὧδε. θύμων: Ἀγριοκρόμμυον. σκυλοκρομμύων. ἀντὶ τοῦ πολλοὺς ἀγρούς. θυμοφόρος γὰρ ἡ Ἀττική. διεκπερῶντες: Ἀντὶ τοῦ παρορῶντες καὶ παρατρέχοντες ὑπὸ τῆς ἄγαν σπουδῆς, καὶ αὐτὰς δὴ τὰς τῶν θύμων ῥίζας πολλῶν ὄντων, ἃς ἐξ ἔθους εἴχομεν συλλέγειν. ἀνασπῶντες. διασπῶντες.

ἀλλʼ οὐκ ἔτʼ: Οὐδαμῶς. Πλοῦτον: Τὸν θεόν.

ἄγων ὁ δεσπότης: Ἄγω, τὸ φέρω, τὸ ὁδηγῶ· ἄγω, τὸ νομίζω, ἄγω τὸ τιμῶ· καὶ ἄγω τὸ συντρίβω, ἀφʼ οὗ τὸ κατέαξαν, ἀντὶ τοῦ συνέτριψαν. ποιήσει: Καταστήσει.

ὄντως: Ἔστι πλουτῆσαι ἡμᾶς. ἡμὶν εἶναι: Ἐν Σοφοκλεῖ εἴρηται περὶ τοῦ ἡμὶν, ὅτι καὶ βραχύ ἐστι, διὸ καὶ ὀξύνεται.

Μίδας μὲν οὖν: Μίδας, βασιλεὺς ὢν Φρυγίας πλουσιώτατος, ὦτα ὄνου ἔσχε. τοῦτο οὖν παροιμιωδῶς ἐλέγετο ἐπὶ τούτου, ἤτοι ὅτι πολλοὺς ὠτακουστὰς εἶχεν, ἢ ὅτι κώμην Φρυγίας κατέσχεν, ἥτις Ὦτα ὄνου ἐλέγετο. λέγεται δὲ τούτῳ τὸν Πακτωλὸν χρυσὸν ῥεῦσαι. λέγεται δὲ αὐτὸν πάλιν εὔξασθαι ὥστε πάντα γενέσθαι χρυσὸν, ὧν ἂν ἅψαιτο. ἢ ἐπεὶ ὄνος μᾶλλον ἀκούει τῶν ἄλλων ζῴων πλὴν μυός· καὶ Μίδας δὲ πολλοὺς ὠτακουστὰς εἶχεν. οἱ δέ φασιν, ὅτι ψέξας ποτὲ τὸν Διόνυσον ὁ Μίδας μετεβλήθη εἰς ὄνον. ἢ ὅτι ὄνους τοῦ Διονύσου παριόντας ἠδίκησε· διὸ ὀργισθεὶς ὁ θεὸς ὦτα ὄνου αὐτῷ περιῆψεν. οἱ δὲ, ὅτι ὦτα μεγάλα φύσει εἶχεν. Ἄλλως. οὗτος ὁ Μίδας σφόδρα πλούσιος ἦν· ᾔτησε γὰρ, ὥς φασι, τοὺς θεοὺς, ὅ τι ἂν εἰς χεῖρας λάβῃ χρυσὸν γίνεσθαι· καὶ τυχὼν τῆς εὐχῆς, λιμαγχονηθεὶς ἀπέθανεν· ὅσα γὰρ ἐλάμβανεν εἰς τροφὴν εἰς χρυσὸν μετεβάλλετο. μυθεύονται δὲ αὐτὸν καὶ ὦτα ὄνου ἔχειν, ὅτι τὰ τῆς ἀκοῆς αἰσθητήρια μέγιστα εἶχεν, οἷάπερ ὄνος· τὸ δʼ ἀληθὲς, ὅτι πολλοὺς εἶχεν ὠτακουστὰς, ὡς πάντʼ ἔχειν γινώσκειν τὰ ἐν τῇ ὑπʼ αὐτῷ χώρᾳ λεγόμενά τε καὶ πραττόμενα. τὸ δὲ μὲν οὖν, ἀντὶ τοῦ δέ. ἐμφαίνει δὲ ἐντεῦθεν, ὡς οὐχ ἁπλῶς πλουσίους ποιήσει, Μίδας δὲ οἱονεὶ ὑπερβολικῶς πλουσίους, οἷος ὁ Μίδας.

ὡς ἥδομαι: Λίαν εὐφραίνομαι.

θρεττανελὸ τὸν Κύκλωπα: Ἡ τοῦ Κύκλωπος ἱστορία δήλη· ὅτι ποιμὴν ὢν καὶ λύραν κατέχων, ἡγεῖτο τοῖς αὐτοῦ θρέμμασι, καὶ ὅτι αὐτὸν Ὀδυσσεὺς ἐτύφλωσεν. ὥσπερ οὖν ἐκεῖνος, οὕτω καὶ οὗτος ἦν πρὸς τοὺς γέροντας, ᾄδων καὶ πορευόμενος μετʼ αὐτῶν. ἔστι δὲ τὸ θρεττανελὸ τῆς λύρας ἀπήχημα, καὶ οὐ συνάπτεται πρὸς τὴν σύνταξιν· ἀλλὰ διότι καὶ αὐτὸς ᾖδε, τούτου χάριν ἐνέθηκεν. οἱ δὲ λέγοντες τὸν θρεττανελὼ Κύκλωπα, ἤγουν τὸν ᾄδοντα τὸ θρεττανελὼ, καὶ διὰ τοῦτο καὶ τὸ λω μεγεθύνοντες, ἀμαθεῖς. τοῦτο δὲ ἐκ Κύκλωπος Φιλοξένου ἐστί· πεποίηκε γὰρ οὗτος τὸν Κύκλωπα κιθαρίζοντα. διὰ δὲ τοῦ εἰπεῖν, καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων, ἔδειξεν ὅτι πρὸς τὴν πυγὴν αὐτοὺς τῷ ποδὶ ἔτυψεν. τὸ δὲ ἑξῆς, καὶ μὴν ἐγὼ βουλήσομαι ὑμᾶς ἄγειν. διασύρει δὲ Φιλόξενον τὸν τραγικὸν, ὃς εἰσήγαγε κιθαρίζοντα τὸν Πολύφημον. τὸ δὲ θρεττανελὸ ποιὸν μέλος καὶ κρουμάτιόν ἐστι· τὸ δὲ, «ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντες,» ἐκ τοῦ Κύκλωπος Φιλοξένου ἐστί. Φιλόξενον τὸν διθυραμβοποιὸν ἢ τραγῳδοδιδάσκαλον διασύρει, ὃς ἔγραψε τὸν ἔρωτα τοῦ Κύκλωπος τὸν ἐπὶ τῇ Γαλατείᾳ· εἶτα κιθάρας ἦχον μιμούμενος ἐν τῷ συγγράμματι, τοῦτό φησι τὸ ῥῆμα θρεττανελό. ἐκεῖ γὰρ εἰσάγει τὸν Κύκλωπα κιθαρίζοντα καὶ ἐρεθίζοντα τὴν Γαλάτειαν. ἐπεὶ οὖν ἔφη ὁ χορὸς, «ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι, «ὁ οἰκέτης φησὶ, «κἀγὼ βουλήσομαι χορεύειν.» καὶ ἅμα ἀναφωνεῖ τὸ μέλος ἐκεῖνο. ἡ γὰρ κιθάρα κρουομένη τοιοῦτον μέλος ποιεῖ, θρεττανελὸ θρεττανελό. —τινὲς ἀγροικικὴν εἶναί φασι τὴν φωνήν. Ἄλλως. ὁ Φιλόξενος ὁ διθυραμβοποιὸς ἐν Σικελίᾳ ἦν παρὰ Διονυσίῳ. λέγουσι δὲ ὅτι ποτὲ Γαλατείᾳ τινὶ παλλακίδι Διονυσίου προσέβαλε· καὶ μαθὼν Διονύσιος ἐξώρισεν αὐτὸν εἰς λατομίαν. φεύγων δὲ ἐκεῖθεν ἦλθεν εἰς τὰ ὄρη τῶν Κυθήρων, καὶ ἐκεῖ δρᾶμα τὴν Γαλάτειαν ἐποίησεν, ἐν ᾧ εἰσήνεγκε τὸν Κύκλωπα ἐρῶντα τῆς Γαλατείας· τοῦτο δὲ αἰνιττόμενος εἰς Διονύσιον· ἀπείκασε γὰρ αὐτὸν τῷ Κύκλωπι, ἐπεὶ καὶ αὐτὸς ὁ Διονύσιος οὐκ ὠξυδόρκει.

ὡδὶ: Οὕτως. παρασαλεύων: Μετρίως κινῶν, ἔτυψε γὰρ αὐτοὺς πρὸς τὴν πυγήν. παρενσαλεύων: Παρακινῶν.

ἄγειν: Ὁδηγεῖν. ἀλλʼ εἶα: Ἄγε. θαμίνʼ: Συχνῶς, πολλάκις λέγοντες. χλευάζει αὐτοὺς ὡς γέροντας.

βληχώμενοι: Ποιᾷ φωνῇ χρώμενοι· βληχᾶσθαι γὰρ τὸ τὰ προβάτια ποιᾷ κεχρῆσθαι φωνῇ. τὸ δὲ ἑξῆς, βληχώμενοι μέλη ὡς οἱ τράγοι ἕπεσθʼ ἀπομύζοντες ἑαυτούς. κινάβρα δὲ ἡ δυσωδία τῶν μασχαλῶν, ἢ τῶν αἰγῶν· κιναβρώντων οὖν, τῶν δυσωδίαν ἐχόντων ἢ τῶν δυσοσμίαν ποιούντων ἐκ τῶν μασχαλῶν. κυρίως δὲ ἡ τῶν κυνῶν βορὰ, κυνοβορά τις οὖσα. —βληχώμενοι: Βοῶντες, ᾄδοντες, λέγοντες. τὸ βληχᾶσθαι ἐπὶ προβάτων. συνάπτεται πρὸς τὸ προβατίων.

κιναβρώντων: Ὀσμὴν ἀποπεμπόντων. μέλη: ᾌσματα.

ἕπεσθʼ: Ἀκολουθεῖτε τὰ αἰδοῖα δεικνύντες. τράγοι δʼ ἀκρατιεῖσθε: Τὸ ἑξῆς, τράγοι δʼ ἀπεψωλημένοι ἀκρατιεῖσθε λείπει τὸ ὡς, ἀντὶ τοῦ ὡς τράγοι ἀκρατῆ πράσσετε· ἐπεὶ μετὰ τὴν συνουσίαν οἱ τράγοι λείχουσιν ἑαυτῶν τὰ αἰδοῖα ἐν τῷ ἄκρῳ μέρει. —ἀντὶ τοῦ φάγοιτε. ἤγουν δίκην τράγων τοὺς ὄρχεις λείχετε. λείχετε τὰ αἰδοῖα δηλονότι.

θρεττανελὸ τὸν Κύκλωπα: ᾯ σαυτὸν παρείκασας.

βληχώμενοι: Ἀναβοῶντες. καταλαβόντες: Ὥσπερ ἐκεῖνον ὁ Ὀδυσσεὺς, κρατήσαντες.

πήραν ἔχοντα: Φιλοξένου ἐστὶ παρηγμένον καὶ τοῦτο τὸ ῥητόν. τοιοῦτον γὰρ τὸν Κύκλωπα εἰσάγει, πήραν ἔχοντα καὶ ἐπὶ ταύτῃ λάχανα ἄγρια. ταῦτα δέ φησι καὶ τὰ ἑξῆς, ὡς καὶ τῆς τυφλώσεως αὐτοῦ οὔσης ἐν τῷ ποιήματι. —Ἄλλως. ἐνταῦθα ὁ ποιητὴς παιγνιωδῶς ἐπιφέρει τὰ τοῦ Φιλοξένου εἰπόντος πήραν βαστάζειν τὸν Κύκλωπα, καὶ λάχανα ἐσθίειν. οὕτω γὰρ πεποίηκε τὸν τοῦ Κύκλωπος ὑποκριτὴν εἰς τὴν σκηνὴν εἰσαγόμενον. ἐμνήσθη δὲ καὶ τῆς τυφλώσεως, ὡς οὔσης ἐν τῷ ποιήματι. ταῦτα δὲ πάντα διασύρων τὸν Φιλόξενον εἶπεν, ὡς μὴ ἀληθεύοντα. ὁ γὰρ Κύκλωψ, ὥς φησιν Ὅμηρος, κρέα ἤσθιε, καὶ οὐ λάχανα· ἃ τοίνυν ἔφησεν ἐκεῖ ὁ Φιλόξενος, ταῦτα ὁ χορὸς εἰς τὸ μέσον ἀναφέρει. πήραν: Σακούλιον, ὥσπερ ἐκεῖνος. λάχανα: Ἃ συνῆγεν ἐκεῖνος εἰς τροφήν. ἐμέθυσε γὰρ ἐκεῖνον Ὀδυσσεύς. δροσερὰ: Τρυφερά. κραιπαλῶντα: Μεθύοντα. καὶ κραιπαλῶντα: Ἀντὶ τοῦ ἐκ μέθης ἀτακτοῦντα, μεθύοντα, ἀπὸ τοῦ τῶν καιρίων σφάλλεσθαι. —κραιπάλη γὰρ ἡ χθεσινὴ μέθη καραπάλη τις οὖσα.

ἡγούμενον: Προοδοποιοῦντα τούτοις, οἷς ἡμᾶς ἀπεικάζεις. Θ.

εἰκῆ: Μάτην, καὶ ὡς ἔτυχεν· ἢ ἀκαίρως. ὅθεν καὶ εἰκαῖος, ὁ μάταιος. εἰκῆ δὲ καταδαρθέντα: Ὡς ἔοικε κατακοιμηθέντα που, ὡς τὸν Κύκλωπα, ὃν μιμεῖται. τοῦ δὲ οἰκέτου μνησθέντος τοῦ Κύκλωπος, οἱ γέροντες ἐπάγουσιν ἃ ἔπαθε παρὰ τοῦ Ὀδυσσέως ὁ Κύκλωψ. —καταδαρθέντα: Καὶ ὑπνώσαντα καταπεσόντα.

σφηκίσκον, ξύλον ὠξυμμένον, ἐπεὶ καὶ ὁ σφὴξ ὀξὺς ἐκ τῶν ὄπισθεν. Ἄλλως. ἐπιτηδευτὴ ἡ λέξις παρὰ τὸν σφῆκα· τὰ γὰρ μακρὰ τῶν ξύλων καὶ εἰς ὀξὺ συνηγμένα σφηκίσκους καλοῦσιν, ἐπεὶ καὶ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνεσταλμένην ἔχουσιν, ἰσχνοὶ ὄντες ὄπισθεν. καὶ τοὺς λαγαροὺς δὲ τοῖς σώμασιν ἀνθρώπους καὶ μὴ προκοιλίους, σφηκώδεις φασίν. —Ἄλλως. ξύλον τὸ μὲν ἄνω ἔχον παχὺ, τὸ δὲ κάτω λεπτόν. Ἄλλως. ὡς καὶ τῆς τυφλώσεως τοῦ Κύκλωπος περικειμένης ἐν τῷ ποιήματι. ἐκτυφλῶσαί σέ φησιν, ὡς τὸν Κύκλωπα, ὃν μιμῇ. —ἡμμένον: Κεκαυμένον. σφηκίσκον: Πάλον. Θ. δαλόν.

ἐγὼ δὲ τὴν Κίρκην: Ἔκθεσις τῆς διπλῆς συστηματικῶν στίχων καὶ κώλων εἴκοσι. εἰσὶ δὲ τοῦ πρώτου συστήματος στίχοι καὶ κῶλα ἑπτά. τούτων ὁ πρῶτος τετράμετρος ἀκατάληκτος, οἷον τὸ τοῦ Ἀλκαίου, δέξαι με κωμάζοντα, δέξαι, λίσσομαί σε, λίσσομαι ὁ δεύτερος τετράμετρος καταληκτικὸς, ὡς τὰ πρὸ τούτων· ὁ δὲ τρίτος δίμετρος ἀκατάληκτος· ὁ δὲ τέταρτος τετράμετρος καταληκτικὸς ὁμοίως τῷ δευτέρῳ· ὁ δὲ πέμπτος ὁμοίως τῷ τρίτῳ· ὁ ἕκτος τρίμετρος ἀκατάληκτος· ὁ δὲ ἕβδομος δίμετρος καταληκτικός· ὡς ἐκεῖνα τοῦ Ἀνακρέοντος ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γὰρ, μαχέσθω. ἑφθημιμερῆ δὲ τὰ τοιαῦτα καλεῖται, ὡς τρεῖς ἔχοντα πόδας καὶ συλλαβήν· ἐπὶ τῷ τέλει παράγραφος. — τὴν Κίρκην: Τὴν Λαΐδα. ἀνακυκῶσαν: Ταράττουσαν. ταράττουσαν, μιγνύουσαν. Θ.

ἑταίρους τοῦ Φιλωνίδου: Δέον εἰπεῖν Ὀδυσσέως, ὁ δὲ Φιλωνίδου εἶπε. κωμῳδεῖ δὲ αὐτὸν ὡς πλούσιον καὶ παρασίτους ἔχοντα καὶ διὰ τὸν Λαΐδος ἔρωτα ἐν Κορίνθῳ διάγοντα. κωμῳδεῖται δὲ καὶ ὡς συώδης σὺν τοῖς ἑταίροις αὐτοῦ, οὓς κάπρους εἶπε. τὴν δὲ Λαΐδα Κίρκην εἶπε, ἐπεὶ τοὺς ἐραστὰς ἐφαρμάκευεν. Ἄλλως. ὥσπερ καὶ Κίρκην φησὶ παίζων τὴν Λαΐδα φαρμάσσουσαν τοὺς ἐρῶντας. τροπικῶς δὲ παίζει εἰς ταύτην ἐκεῖθεν ἄγων τὴν ἱστορίαν· δῆλον δὲ ἐκ τοῦ περὶ Φιλωνίδου διειληφέναι. κάπρους δέ φησι τοὺς ἑταίρους τοῦ Φιλωνίδου τῷ ὅλῳ ἤθει, ἢ τῷ διαβεβλημένῳ ὡς ὑώδης. καὶ ταῦτα εἰς Φιλωνίδην τὸν Μελιτέα, ὡς οὐ μόνον μέγαν, ἀλλὰ καὶ ἀμαθῆ καὶ ὑώδη. καὶ Νικοχάρης ἐν Γαλατείᾳ τί δῆτʼ ἀπαιδευτότερος εἶ Φιλωνίδου τοῦ Μελιτέως; Ἄλλως. ἐν τῇ νήσῳ τῶν Λαιστρυγόνων ἡ Κίρκη ἦν, πάσας γυναῖκας παρελθοῦσα μαγείαις. προσέσχεν οὖν Ὀδυσσεὺς ἐν τῇ νήσῳ μετὰ τὸ φυγεῖν τὸν Κύκλωπα, καὶ πέμψας τινὰς τῶν αὐτοῦ ἰδεῖν, τίς ἂν εἴη ἐνταῦθα, ἔρημος γὰρ ἦν ὁ χῶρος, ἐπεὶ ἀπελθόντες οὗτοι, καὶ τὴν Κίρκην εὑρόντες, χοῖροι ὑπʼ αὐτῆς διά τινος πονοῦ γεγόνασιν, αὐτὸς εἰς τὴν τούτων ἀφίκετο ζήτησιν. ἐντυχὼν οὖν ἐν τῷ μέσῳ τῆς ὁδοῦ τῷ Ἑρμῇ, καὶ παρʼ αὐτοῦ μαθὼν τὰ περὶ τῶν ἑταίρων, καὶ λαβὼν παρʼ αὐτοῦ τὸ μῶλυ, ἥτις ἐστὶν ἀντιφάρμακος βοτάνη, τὸν τῆς Κίρκης οἶκον κατέλαβε· ἐπιχειρησάσης οὖν καὶ αὐτὸν τὰ ὅμοια δρᾶσαι, τὸ ξίφος κατʼ αὐτῆς ἀνέτεινεν. ὅθεν αὐτὴ φοβηθεῖσα τούς τε ἑταίρους αὐτοῦ πρὸς τὴν ἀρχαίαν μορφὴν ἀποκατέστησε, καὶ πρὸς μίξιν αὐτῷ συνελθεῖν ἐπεθύμησεν. ὁ δὲ καὶ ἐμίγη, καὶ παῖδα ἔσχεν ἐξ αὐτῆς Τηλέγονον, ὑφʼ οὗ καὶ ὕστερον κατʼ ἄγνοιαν ἀνῃρέθη κέντρῳ τρυγόνος. θέλων οὖν ὁ ποιητὴς σκῶψαι τὸν Φιλωνίδην, ὅτι αὐτοῦ ἤρα Λαΐς, ἀντὶ τοῦ εἰπεῖν τοὺς ἑταίρους τοῦ Ὀδυσσέως, Φιλωνίδου εἶπεν· ἀντὶ δὲ τοῦ εἰπεῖν ἐν τῇ νήσῳ τῶν Λαιστρυγόνων, ἐν Κορίνθῳ εἴρηκεν, ὡς ἐκεῖ τῆς Λαΐδος οἰκούσης. — ἔδει δὲ ἄρα καὶ τὸν Ὀδυσσέα θανάτῳ περιπεσεῖν ... μέμνηται τῆς ἱστορίας καὶ ὁ Ὀππιανὸς ἐν Ἁλιευτικῶν β. ἣ τοὺς ἑταίρους: Τοῦ Ὀδυσσέως ὤφειλεν εἰπεῖν. σκώπτων δὲ τὸν Φιλωνίδην, οὗ ἤρα Λαΐς τις ἐν Κορίνθῳ πόρνη, τοῦτό φησιν. Φιλωνίδου: Ὀδυσσέως.

ἔπεισεν: Κατέπεισεν. ὄντας κάπρους: Ὑπάρχοντας καὶ ἀγριοχοίρους.

μεμαγμένον: Μεμαλαγμένον καὶ ἐζημωμένον. μ. σκὼρ: Μεμαλαγμένον κόπρον. Θ. σκὼρ: Κόπρον, σκάτον τρώγειν. αὐτὴ: Ἡ Κίρκη δὲ ἐμάλαττε τοῖς ἑταίροις. ἔματτεν: Ἐμάλαττεν. ἐμάλαττε τοῖς ἑταίροις. Θ.

πάντας τρόπους: Τῆς Κίρκης τοὺς τρόπους μιμήσομαί φησι. φησὶ μιμήσομαι.

γρυλλίζοντες: Φωνὴν μικρῶν χοίρων ἀφιέντες· γρυλισμὸς γὰρ ἡ τῶν μικρῶν χοίρων φωνή. ὁμοίως χοίροις βοῶντες. Θ. χοίρων φωνὴν ἀφιέντες. φιλιδίας: Φιλιδονίας. φιληδίας: ὑπὸ φιληδονίας καὶ ἀνοίας.

ἕπεσθε: Παροιμία ἐπὶ τῶν ἀπαιδεύτων λεγομένη. μητρὶ: Ἐμοί.

οὐκοῦν σε τὴν Κίρκην: Τοῦ δευτέρου συστήματος στίχοι καὶ κῶλα ἑπτά. ἔχουσι δʼ ὁμοίως τῇ προφθάσῃ περιόδῳ καθʼ ἕκαστον. —τὸ ἑξῆς, οὐκοῦν σε λαβόντες κρεμῶμεν. οὐκοῦν σε λαβόντες κρεμάσομεν. ἀνακυκῶσαν: Μιγνύουσαν. ἀναταράττουσαν.

μαγγανεύουσαν: Γοητεύουσαν. μολύνουσαν: Μιαίνουσαν.

λαβόντες: Οὕτω κἀν τοῖς παλαιοῖς τῶν ἀντιγράφων εὕρηται, ἵνʼ ᾖ ὅμοιον τῷ ἄνω τρίτῳ κώλῳ. τὸ δὲ, ἢν λάβωμεν, οὐ πάνυ δόκιμον. —λαβόντες: Κρατήσαντες. φιληδίας: Φιληδονίας.

τῶν ὄρχεων κρεμῶμεν: Δέον εἰπεῖν ξίφος ἐπιφέρομέν σοι, καθὰ καὶ Ὀδυσσεὺς τῇ Κίρκῃ, ὁ δὲ, ὃ συμβέβηκε τῷ Ὀδυσσεῖ κατὰ τὴν τοῦ ἐρινεοῦ ἐποχὴν ἐν τῷ στομίῳ τῆς Χαρύβδεως, ἐπὶ τὴν Κίρκην μετήγαγεν. ἢ, ὡς ἐκεῖνος Μελάνθιον ἐκρέμασεν. — Λαρτίου: Υἱὸν δηλ. τὸν Ὀδυσσέα. τῶν ὄρχεων: Ἀπὸ τῶν ὄρχεων. τῶν ὄρχεων κρεμῶμεν: Ὥσπερ ἐκεῖνος τὸ ξίφος κατὰ τῆς Κίρκης ἀνέτεινεν, ἢ ὡς ἐκεῖνος Μελάνθιον ἐκρέμασε.

μινθώσομεν: Μίνθον οἱ μὲν τὸν ἡδύοσμον· οἱ δὲ τὴν ἴυγγα, ὡς κεῖται ἐν τῇ κωμικῇ λέξει. οἱ δὲ εἶδος ἄνθους ἐν τῇ κόπρῳ φυομένου, ᾧ χαίρουσιν οἱ τράγοι. Ἄλλως. μίνθος λέγεται ἡ κόπρος τῶν αἰγῶν. ἐπειδὰν δὲ οἱ τράγοι ψυγμῷ περιπέσωσιν, εἰώθασιν οἱ αἰπόλοι λαμβάνειν τὴν κόπρον αὐτῶν καὶ χρίειν αὐτῶν τοὺς μυκτῆρας, καὶ οὕτως τῇ δυσωδίᾳ πταρμὸν κινεῖν, τούτῳ δὲ τῷ τρόπῳ λύειν τὸ πάθος· ὁ γὰρ πταρμὸς θεραπεύει τὸ πάθος. ἐκ τούτου οὖν φησιν ὅτι ἀηδίσομέν σε, ἐπεὶ καὶ αἱ αἶγες ἐκ τῆς κόπρου ἀηδίζονται. Ἄλλως. κοπρώσομεν· μίνθος γὰρ ἄνθος ἐν τῇ κόπρῳ φυόμενον, ᾧ χαίρουσιν οἱ τράγοι. οἱ δὲ μίνθον φασὶ τὴν ἀνθρωπίνην κόπρον, ᾗ χρῶνται παρατρίβοντες οἱ ποιμένες ἐν τῷ δυσενεργήτῳ τῶν τράγων πταρμῷ. —μινθώσωμεν: Πάσωμεν. κόπρῳ χρίσωμεν. κόπρῳ πάσσομεν. ὅταν γὰρ ὑπὸ κορύζης οἱ τράγοι κατασχεθῶσιν, οὕτω πρὸς ἀπαλλαγὴν πάττονται. μίνθος γὰρ ἡ κόπρος. Θ. ὥσπερ τράγου: Ὅταν οἱ τράγοι ὑπὸ κορύζης κατασχεθῶσι, κόπρῳ χρίονται εἰς ἀπαλλαγὴν τοῦ πάθους.

σὺ δʼ Ἀρίστυλλος: Ὁ Ἀρίστυλλος αἰσχρός· καὶ ἐν Ἐκκλησιαζούσαις μέμνηται αὐτοῦ ὡς αἰσχροποιοῦ. λείπει δὲ τὸ ὡς, ὡς ὁ Ἀρίστυλλος αἰσχρουργίαις κεχηνώς. αἰσχρουργὸν γὰρ αὐτόν φησι ποιητὴν, ὃς διὰ τὴν αἰσχρουργίαν αὐτοῦ ἀεὶ ἐκεχήνει. τοῦτο οὖν φησιν, ὥσπερ ὁ Ἀρίστυλλος κεχηνὼς ἐρεῖς, ἕπεσθε μητρὶ χοῖροι, ἀντὶ τοῦ ἐμοί· τοῦτο δὲ παρομιῶδες εἶναί φασιν· οἱ γὰρ παῖδες τοῦτο εἰώθασι λέγειν, ἕπεσθε μητρὶ χοῖροι· παροιμιακὸν οὖν ἐστι, καὶ ἐπὶ τῶν ἀπαιδεύτων φασὶ λέγεσθαι. —ῥῖνα: Τὴν μίτην. ὁ Ἀρίστυλλος οὗτος μαλακὸς ἦν καὶ τῷ στόματι χάσκων, ὡς τοῖς ὁρῶσι κινεῖν γέλωτα.

ἀλλʼ εἶα: Τῆς τρίτης περιόδου στίχοι καὶ κῶλα ἓξ, ὧν τὸ μὲν πρῶτον καὶ τελευταῖον τετράμετρα καταληκτικὰ, τὰ δὲ μεταξὺ δίμετρα ἀκατάληκτα· ἐπὶ τῷ τέλει διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν τῇ ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. —σκομάτων: Ὕβρεων. ὕβρεων ἐλευθερωθέντες. ἀπαλλαγέντες: Ἀποστάντες.

ἐπʼ ἄλλʼ εἶδος: Εἰς ἄλλην ὁδόν τινα. ἄλλο τι ἐναντίον, εἰς τὸ μηκέτι σκώπτειν.

ἐγὼ δʼ ἰὼν: Δείκνυσιν ἐντεῦθεν, ὡς τοιαῦτα οἱ δοῦλοι ποιεῖν εἰώθασιν. Θ. ἰὼν: Πορευθείς· λάθρα: Κρυφίως τοῦ δεσπότου δηλ.

τοῦ δεσπότου: Δείκνυσιν ἐνταῦθα, ὡς τοιαῦτα οἱ δοῦλοι ποιεῖν εἰώθασιν.

τῷ κόπῳ: Τῷ ἔργῳ καὶ τῇ περὶ τὸν πλοῦτον ἐπιμελείᾳ. ἀπὸ θέματος δὲ τοῦ μασῶ δευτέρας συζυγίας τὸ μασώμενος, ὡς γελώμενος. —μασσ. τὸ λοιπὸν, οὕτω: Εἰς τὸ ἑξῆς. κόπῳ: Τῇ ταλαιπωρίᾳ συνυπάρχειν ... τῷ ὑστέρῳ, εἰ ἄρα τούτου δεήσεται.

χαίρειν μὲν ὑμᾶς: Κορωνὶς, ὅτι εἰσίασιν οἱ ὑποκριταί. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ϟγʹ, ὧν ὁ τελευταῖος· «καὶ δὴ βαδίζω. σπεῦδε νῦν· τοῦτʼ «αὐτὸ δρῶ.» ὁ Χρεμύλος, ὡς καινεσθεὶς τῇ τύχῃ, καινοτέραν προσηγορίαν ἐπινοεῖ· τὸ γὰρ χαίρειν παλαιόν ἐστι. ἀμέλει οὖν ἐπιφέρει τὸ ἀσπάζομαι ἅτε δὴ καινότερον. περὶ τοῦ ἐν τῇ συνηθείᾳ χαίρειν τοῦ τε ἐν ταῖς ἐπιστολαῖς, γέγραπται Διονυσίῳ μονόβιβλον περὶ αὐτοῦ· καὶ λέγει μὲν ὑπὸ Κλέωνος πρῶτον αὐτὸ τετάχθαι, γράφοντος πρὸς Ἀθηναίους ὡς ἕλοι τοὺς ἐν Σφακτηρίᾳ, Κλέων Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. λέγει δὲ αὐτὸ κεῖσθαι περιττὸν καὶ περὶ τὴν σύνταξιν ἀσύστατον. ἐκ δὲ τῆς συντάξεως τοῦ λόγου φασὶν ἀσύστατον, εἰ μή τις αὐτὸ λάβοι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ὡς καὶ παρὰ τῷ ποιητῇπειρᾶν δʼ, ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιούς. ἐμφαίνεται ἐντεῦθεν, ὡς οἱ ἐξαίφνης καὶ παρʼ ἐλπίδα εὐτυχήσαντες ἕτεροι τοῖς τρόποις γίνονται, καὶ πρὸς ὑπεροψίαν χωροῦσι· καὶ γὰρ οὐκ ἔστι τὸ χαίρειν κακόν· ἀλλὰ διότι πένης ὢν πρώην πρὸς τοὺς συνήθεις τοῦτο ἐχρῆτο, διὰ τοῦτο ἀτιμάζει αὐτὸ, θέλων μετὰ τοῦ βίου καὶ τὰ προσρήματα μεταβαλεῖν. σύναπτε δὲ τὸ ἔστι πρὸς τὸ ἀρχαῖον. ὦ ʼνδρες δημόται: Ὦ ἄνδρες οἱ ἀπὸ τοῦ αὐτοῦ δήμου.

ἀρχαῖον δὲ ἀντὶ τοῦ παλαιόν. ἐκ παραλλήλου τὸ ἀρχαῖον καὶ σαπρόν. διαβάλλει τὴν λέξιν ὡς παλαιάν. ἀρχαῖον: Τὸ ἔστι λέγει ἐνταῦθα. ἐνταῦθα τί ἐστι λέγε. Θ. ἐνταῦθα τὸ ἐστὶ λέγει καὶ χαιρετᾶν. σαπρόν: Σεσηπωμένον. ἐξίτηλον, ληρῶδες.

ἀσπάζομαι: Ἀσπάζομαί φησιν ἅτε καινότερον. παρὰ τὴν ὑπόνοιαν δέ· εἰπὼν γὰρ μὴ ἐρεῖν χαίρειν, ἀσπάζομαί φησιν. —ἀσπάζομαι: Καταφιλῶ καὶ περιπλέκομαι. Θ.

καὶ συντεταγμένως: Καθωπλισμένως μετὰ τάξεως καὶ σπουδαίως καὶ γοργῶς καὶ μετὰ συγκροτήματός τινος. κατεβλακευμένως δὲ ἀντὶ τοῦ βραδέως καὶ τρυφερῶς· βλὰξ γάρ ἐστιν ὁ μαλθακευόμενος ἐν ὑποκρίσει τὸ σῶμα· καὶ βλακεία ἡ μεθʼ ὑπεροψίας ὁμιλία. —συντεταγμένως: Σπουδαίως. μετὰ τάξεως. συντεταμένως: Μετὰ τάξεως. σπουδαίως, γοργῶς. Θ. σπουδαίως. καταβεβλακευμένως: Ῥᾳθύμως ὡς οἱ τρυφῶντες Θ. ῥᾳθύμως. κατεβλακευμένως: Βλακεία ἡ ἀπὸ τῆς τρυφῆς ἄνεσις, ἢ ῥᾳθύμως. ἀντὶ τοῦ βραδέως καὶ τρυφερῶς. οὐ κ.: Ἀντὶ τοῦ οὐ ῥαθύμως.

ὅπως: Ὁρᾶτε καὶ σκοπεῖτε. συμπαραστάται: Σύμμαχοι, βοηθοί.

διὰ τὴν τύφλωσιν. ἔσεσθε: Γενήσεσθε. σωτῆρες: Φύλακες. τοῦ θεοῦ: Τοῦ Πλούτου. Θ. τοῦ Πλούτου. παίζων δὲ λέγει· ὅταν γὰρ θέλῃ, ὀνομάζει αὐτὸν θεὸν, ὅταν πάλιν, ἄνθρωπον. ὄντως: Κατʼ ἀλήθειαν.

δόξεις μʼ Ἄρη: Ὡς αὐτὸν τὸν Ἄρεα τὸν θεὸν ἕξεις με σύμμαχον. δόξεις με, φησὶ, τὸν Ἄρεα ὁρᾶν, ἀντὶ τοῦ κατορθωτικὸν καὶ πρακτικόν. ἄκρως καὶ ἀπειλητικῶς, φησὶ, βλέψω πρὸς τοὺς βιαζομένους. — Ἄλλως. παροιμία ἐπὶ τῶν ὑπισχνουμένων παντὶ σθένει συμπράττειν καὶ συναίρεσθαι εἰς βοήθειαν. θάρρει: Ἔχε θάρρος. ἄντικρυς: Φανερῶς. δόξεις: Νομίσεις, ἡμᾶς τὸν χορὸν δηλ. μʼ Ἄρην: Πολεμικώτατον. ἀνδρεῖον ἤδη καὶ σπουδαιότατον καὶ πᾶν ὑπὲρ τούτου, εἰ δέοι, παθεῖν ἕτοιμον.

εἰ τριωβόλου: Ὅτι οὐχ ἵστατο τοῦ δικαστικοῦ ὁ μισθὸς, ἀλλὰ κατὰ καιρὸν μετέβαλλον. τοῦτο δὲ λέγει, ὥς τινων ἐκ τούτων δικαστῶν ὄντων. —δεινὸν: Χαλεπόν. τριωβόλου: Ἕνεκα τριῶν ὀβολῶν.

ὠστιζόμεσθʼ: Ἀντὶ τοῦ ὠθούμεθα. καὶ Ῥωμαῖοι ὤστια τὰς θύρας φασὶ παρὰ τὸ ἐξωθεῖν τὸν ἐπερχόμενον. ἐν τῇ ἐκκλησίᾳ δὲ οὐδεὶς ἐδίκαζεν, εἰ μὴ ἐπέβαινε τῶν ξʹ ἐνιαυτῶν· ὅσοι δὲ τελείας ἡλικίας ἦσαν, εἰσήρχοντο μὲν εἰς τὴν ἐκκλησίαν, οὐκ ἐδίκαζον δέ. τούτους οὖν τοὺς ἐκκλησιαστὰς ἐποίησαν φανερόν τι λαμβάνειν ἀπὸ τῶν τῆς πόλεως προσόδων οἱ δημαγωγοὶ πείσαντες τὴν πόλιν· ὕστερον δὲ ὁ Κλέων ἐποίησεν αὐτὸ τριώβολον. ἀφῆλιξ δὲ εἰς τὴν ἐκκλησίαν οὐκ εἰσήρχετο. —ὠστιζόμεσθʼ: Εἰσερχόμεθα ἀλλήλους ὠθοῦντες πάντοτε. Θ. ὅτι οἱ Ῥωμαῖοι ὠστίας τὰς θύρας φασὶ καὶ τὸν θυρωρὸν ὠστιάριον. ἀπὸ τούτου οὖν ὠστίζω τὸ εἰσέρχομαι γίνεται. ἔστιν δὲ ὠστίζειν τὸ εἰσέρχεσθαι τινὰς ἀλλήλους ὠθοῦντας ἐπὶ τῆς θύρας. ἐκκλησίᾳ: Τῇ συναγωγῇ.

παρείην: Καταλείψαιμι, παραχωρήσαιμί τινι. Θ. καθʼ ἑαυτὸν ὁ Βλεψίδημος σκέπτεται.

Βλεψίδημον: Βλεψίδημος ὁ πρὸς τὸν δῆμον βλέπων, κἀκ τούτου τὰ πρὸς ζωὴν ποριζόμενος. ὑπηρέτης γὰρ ἦν τῶν τὰ δημόσια ἐνεργούντων.

προσιόντα: Προσερχόμενον.

βαδίσει: Περιπατήσει. τάχει: Συντομίᾳ.

πόθεν: Ἀπὸ ποίας αἰτίας. τρόπῳ: Σκοπῷ.

ἐξαπίνης: Καὶ ἐξάπινα. γίνεται παρὰ τὸ ἀφανὴς, ἄφινα, καὶ ἄπινα. οὐ πείθομαι: Οὐ πιστεύω.

λόγος: Φήμη. Ἡρακλέα: Ὡς ἀποτρόπαιον τῶν κακῶν. Θ.

ἐπὶ τοῖσι κουρείοισι: Διαβάλλει τοὺς Ἀθηναίους ὡς διημερεύοντας ἐπὶ τῶν κουρείων ἀργῶς καὶ ἐν τοῖς ἰατρείοις ποιουμένους τὰς συντυχίας. —κουρεῖα δὲ ἦσαν ἐργαστήρια, ἐν οἷς οἱ βουλόμενοι κείρειν τὰς τρίχας τῆς κεφαλῆς καὶ τοῦ πώγωνος ἀπιόντες ἐκείροντο, ὁπότε ἐκβαῖεν τοῦ μέτρου. κουρεῖα τὰ κοινῶς μπαρμπερεῖα. κουρίοις: Νέοις.

ὅτι ἐξαίφνης ὁ ἀνὴρ ἐγένετο.

θαυμαστὸν: Ἐκπληκτικόν. ἄξιον θαύματος.

ἀγαθόν τι ποιῶν ... μετακαλεῖται.

οὔκουν ἐπιχώριόν τι: Σκώπτει πάλιν τοὺς Ἀθηναίους ὡς ἐπιφθόνους. οὐκ ἀκολουθεῖ, φησὶ, τῇ Ἀθηναίων διαγωγῇ. καὶ ἀλλαχοῦ «ἐπὶ τοῦ προσώπου γάρ ἐστιν Ἀττικὸν βλέπος.» —ἐπιχώριον: Ἐντόπιον, σύνηθες. σύνηθες τῇ χώρᾳ. Θ. οὐδαμῶς σύνηθες τῇ χώρᾳ τι πρᾶγμα ποιεῖ. διαβάλλει ἐντεῦθεν Ἀθηναίους ὡς φθονεροὺς καὶ κακογνώμονας καὶ μὴ μεταδιδόντας τοῖς φίλοις χρηστοῦ τινος.

ἀλλʼ οὐδέν σε ἐγκαλύψας λέξω.

ἄμεινον: Κρεῖττον ποιοῦμεν. κρεῖττον ἢ πρὸα ποιῶμεν, διάγωμεν.

τὴν εὐπραγίαν σοι. εἶ γὰρ τῶν φίλων: Ὑπάρχεις γὰρ ἀπὸ τῶν φίλων. ἀντὶ τοῦ ὑπάρχεις.

ἀληθῶς: Ὁμολογουμένως.

ἔσομαι: Γενήσομαι. αὐτίκα: Ταχέως πάνυ. εἰ μή τι δεινὰ πάθω. θεὸν δὲ ἢ τὸν Πλοῦτον ἢ ἄλλον τινά.

ἔνι: Ἔνεστι. κίνδυνος: Φόβος. ἐὰν ἀποτύχωμεν δηλονότι.

λέγʼ ἀνύσας: Οἱ λέγοντες τὸ ἀνύσας ἀντὶ τοῦ ἄνυσον καὶ τὸ λέξας ἀντὶ τοῦ λέξον οὐ καλῶς λέγουσιν. ἔχει δὲ οὕτως. λέγε ὅτι φῄς ποτε ἀνύσας, καὶ τελέσας τοῦτο· τουτέστιν, εἰς τέλος καὶ διασάφησιν ἀγαγὼν σὸν λόγον. οἷος: Μέγας. ἀνύσας: Σπεύσας. σύναπτε τὸ ποτέ πρὸς τὸ ἀνύσας. Θ.

κατορθώσωμεν: Ἃ βουλόμεθα. Θ. ἃ βουλεύομαι.

σφαλῶμεν: Ἀστοχήσωμεν, ἀποτύχωμεν τούτου. Θ. ἐπιτετρίφθαι: Τοῦτο εἶπε φοβούμενος, μὴ ἀποτυχὼν ἐγείρῃ τὸν Δία πρὸς ὀργὴν, καὶ ἐπιτρίβῃ αὐτούς. ἀφανισθῆναι λέγω παντελῶς. Θ. τὸ παράπαν: Ἀντὶ τοῦ παντελῶς, κατὰ πάντα τρόπον, ἐξ ὁλοκλήρου. Ἀττικὸν τὸ σχῆμα. ἀρέσκει με γάρ φησι.

φορτίον: Τὸ βάρος πρὸς ὃ δυσχεραίνεις καὶ δειλιᾷς. τὸ πρᾶγμα. τὸ φορτίον διχῶς λέγεται. τὸ βάρος. φορτίον καὶ ἡ μέμψις.

ἀρέσκει: Ἀρεστὸν ἐμοὶ δοκεῖ. ἐξαίφνης ἄγαν: Παραυτίκα λίαν. καί μʼ οὐκ ἀρ.: Ἐμοί.

οὕτως: Ὡς ᾄδεται καὶ ὡς αὐτὸς λέγεις. Θ. αὖ δεδοικέναι: Πάλιν δειλιᾶν, φοβεῖσθαι.

πρὸς: Περισσόν. ἀργόν. ἡ πρός περισσὴ Ἀττικῶς. ἔστι ἴδιον δηλ. κακοῦ. ἀνδρὸς: Ἴδιόν ἐστι. ὑγιές: Ἀληθές. ὀρθόν. εἰργασμένου: Πράξαντος. πρὸς ἀνδρὸς: Ἡ πρός ἐνταῦθα οὔτε περισσή ἐστιν, ὡς οἴονταί τινες, οὔτε ἀντὶ τῆς ὑπό κεῖται, ἀλλὰ τὸ καθῆκον σημαίνει· ὡς καὶ παρὰ Σοφοκλεῖοὐ πρὸς ἰατροῦ σοφοῦ θροεῖν ἐπῳδάς.

πῶς κτλ: Ἴδιον ἀνδρὸς εἰργασμένου.

ἥκεις: Ἦλθες. ἀργύριον ἢ χρυσίον: Ἃ ἀνατιθέασιν ἄνθρωποι τῷ θεῷ.

ἴσως: Τάχα. μεταμέλει: Μεταμέλεια γίνεται τῆς κλοπῆς. Θ. μεταμέλει ἀντὶ τοῦ μεταφροντίζεις φοβούμενος τὸ ἁλῶναι. Θ.

ἀποτρόπαιε: Ὡς ἐν ἀρνήσει εἴληφε τὴν τοῦ θεοῦ ἐπίκλησιν. —ἀποσοβητὰ τῶν κακῶν. Θ. Δίʼ ἐγὼ μὲν οὐ: Οὐδὲν τοιοῦτον ἐποίησα.

φλυαρῶν: Περισσολογῶν. οἶδα: Γινώσκω φανερῶς, ὅτι ἐπανούργησας. ὅτι πεπανούργηκας. Θ.

ὑπονόει: Ὑπόπτευε. Θ. φεῦ: Ἀποδυσπετεῖ, ὡς ἠρνημένου Χρεμύλου τὸ κακούργημα.

ὑγιές ἐστιν οὐδενὸς: Οὐδεὶς, ὃς δοκεῖ ἔχειν πλεονέκτημα, ἀρετῆς ὑγιῶς ἔχει. —Πλάτων Φαίδωνι «τελευτῶν δὴ θαμὰ προσκρούων μισεῖ τε καὶ πάντας ἡγεῖται οὐδενὸς οὐδὲν ὑγιὲς εἶναι τοπαράπαν.» ἀτεχνῶς ὑγιές: Φανερῶς ἀληθές. Θ. οὐδενὸς: Ἀνθρώπου.

κέρδους ... ἥττονες: Νικώμενοι ὑπὸ τοῦ κέρδους, ὥσπερ οὗτος ἡττᾶται καὶ τὸ ἀληθὲς οὐκ ἐθέλει λέγειν. Θ.

ὑγιαίνειν μοι δοκεῖς: Ἐπεὶ τοιαῦτα κατʼ ἐμοῦ ὑποπτεύεις. Θ. οὔτοι: Οὐδαμῶς. δοκεῖς: Φαίνει.

μεθέστηχʼ ὧν πρότερον: Πρώην γὰρ χρηστὸς ὢν, νῦν πανοῦργος γέγονεν. Θ. ὡς πολὺ: Λίαν καταπολύ. μεθέστηχʼ: Μετεβλήθη. εἶχε: Ἐκέκτητο.

μελαγχολᾷς: Μαίνῃ.

τὸ βλέμμʼ αὐτοῦ: Αὐτοὺς τοὺς ὀφθαλμούς. κατὰ χώραν δὲ ἀντὶ τοῦ κατὰ τὸ πρέπον. κατὰ χώραν ἔχει: Κατὰ τὸ καθεστηκὸς καὶ ὡς δεῖ. κατὰ τάξιν.

ἐπίδηλόν τι: Ἀλλʼ ἔστι τὸ βλέμμα αὐτοῦ ὅμοιον πεπανουργηκότι βλέμματι. —ἐπίδηλον: Φανερόν. πεπανουργηκότι: Αὐτῷ πανουργίαν ἐργασαμένῳ. πεπανουργευκότι: ἀντὶ τοῦ πεπανουργηκότος.

οἶδʼ ὃ κρώζεις: Ὃ βοᾷς ὃ λέγεις. παροιμία ἐπὶ τῶν μάτην θρυλούντων, ὡς αἱ κορῶναι· ἀντὶ τοῦ, σὺ ἄνω καὶ κάτω περὶ τοῦ κεκλοφέναι μοι διαλέγῃ. — γινώσκω, διὸ φωνεῖς, ἀκαίρως φθέγγῃ καὶ ὀχλεῖς ἡμᾶς, ὡς κορώνη. Θ. ὡς ἐμοῦ τι κεκλοφότος: Τὸ ὡς οὐκ ἔστιν ἐνταῦθα ἀντὶ τοῦ ὅτι, ὡς οἴονταί τινες· οὐ γάρ ἐστι πρὸς τὸ ζητεῖς ἀλλὰ πρὸς τὸ κεκλοφότος· καὶ ἔστιν ἀντὶ τοῦ καθά· στίζων οὖν πρὸς τὸ κρώζεις, τὸ λοιπὸν λέγε κομματικῶς.

ζητεῖς μεταλαβεῖν: Τῆς κλοπῆς. Θ. χρῄζεις κοινωνῆσαι, μετασχεῖν. μεταλαβεῖν: Τοῦτο διὰ μέσου εἴρηται. τίνος: Πράγματος.

οὐ τοιοῦτον: Ὃ σὺ ὑπονοεῖς. Θ.

ἥρπακας: Κατεδυνάστευσας. κακοδαιμονᾷς: Μαίνῃ, ἄθλιος εἶ καὶ κακοδαίμων.

ἀπεστέρηκας: Ἀποστερῶ ἐστὶν, ὅταν παρακαταθήκην τινὸς λαβὼν εἰς διαβολὴν χωρήσω, καὶ οὐκ ἐθέλω διδόναι αὐτῷ, ἃ ἔλαβον. ἀπεστέρηκας: Τινὸς δηλονότι. Θ. τινὸς οὐδένα ἄνθρωπον.

οὐ δῆτʼ: Οὐδαμῶς, ἐποίησα δηλ. ὦ Ἡράκλεις: Φεῦ. φέρε: Τί ἄν τις εἴποι ἕτερον; Θ.

φράσαι: Εἰπεῖν.

κατηγορεῖς: Ναὶ οὐ θέλω δηλ. πρὶν μαθεῖν: Πρὸ τοῦ γνωρίσαι. μου: Σύναπτε τό μου πρὸς τὸ κατηγορεῖς.

ἐγώ σοι τοῦτʼ ἀπὸ σμικροῦ: Ὡς πρὸς εὑρηκότα ἡ διάλεξις. χρῆται δὲ τῇ πηλικότητι ἀντὶ ποσότητος. —ὦ τᾶν: Ὦ φίλε. σμικροῦ: Ὀλίγου. τοῦτʼ: Ὃ πεπανούργηκας. σμικροῦ: Ἀναλώματος.

ἐθέλω: Χρῄζω. διαπρᾶξαι: Οἰκονομῆσαι. πυθέσθαι: Μαθεῖν, ἀκοῦσαι.

τὸ στόμʼ ἐπιβύσας: Φράξας· ὅθεν ὁ βυθὸς ὁ πεφραγμένος. τείνεται δὲ πρὸς τοὺς ῥήτορας, ἐπεὶ εἰώθασι τοῖς ἕρμαιον κεκληρωμένοις ἐπιφορτίζεσθαι ὡς κοινωφελῆ μοῖραν τοῦ εὑρημένου. κέρμασι δὲ τοῖς κέρδεσι. ἐπιβύσας: ἀντὶ τοῦ ἐπιπλήσας. ὡς Ὅμηρος «νήματος ἀσκητοῖο βεβυσμένον.» κλείσας. Θ. κέρμασι: Νομίσμασι. δωρήμασι, νομίσμασι, ἵνʼ ὅταν καταστῇς εἰς κρίσιν, συνηγοροῦντας αὐτοὺς ἔχῃς διὰ τὴν δωροδοκίαν. Θ.

εἰρωνικὸν τοῦτο. Θ. φίλως: Προσφιλῶς. Θ. ἐπιθυμητικῶς. ἐν εἰρωνείᾳ.

μνᾶς: Λίτρας. ἀναλώσας: Ἐξοδιάσας. λογίσασθαι: Λογαριάσαι ἡμῖν. Θ.

ἀντὶ τοῦ ὄψομαι εἶπε τὸ ὁρῶ. καθεδούμενον: Καθίζοντα.

ἱκετηρίαν ἔχοντα: Ἱκετηρία ἐστὶ κλάδος ἐλαίας ἐρίῳ πεπλεγμένος. οἱ γὰρ ἱκετεύοντες αὐτὸν κατεῖχον τὸν κλάδον. —ἱκετηρίαν: Κλάδον ἱκετικὴν κρατοῦντα.

διοίσοντʼ: Διαφορὰν ἕξοντα. Θ.

τῶν Παμφίλου: Ὁ Πάμφιλος οὗτος γραφεὺς ἦν· ἔγραψε δὲ τοὺς Ἡρακλείδας ἱκετεύοντας εὐθέως μετὰ κλάδων ἐλαΐνων, ὅτε αὐτοὺς ἐκ Πελοποννήσου ἀπήλασαν. ἱκετηρία δέ ἐστι κλάδος ἐλαίας ἐρίῳ λευκῷ περιειλημένος, ὡς Πλούταρχος ἐν Παραλλήλοις φησί· καταχρηστικῶς δὲ καὶ πᾶσα ἱκεσία. ἐχρῶντο δὲ ἐλαΐνῳ κλάδῳ, ἵνα διὰ τούτου πρὸς ἔλεον τοὺς δικαστὰς ἕλκωσι. τῶν Παμφίλου: Πάμφιλος ζωγράφος ἦν, ὅστις τοὺς Ἡρακλείδας ἔγραψεν ἱκετεύοντας τὸν τῶν Ἀθηναίων δῆμον· μετὰ γὰρ θάνατον Ἡρακλέους Εὐρυσθεὺς διώκει τοὺς Ἡρακλείδας, διὰ τὸ πρὸς τὸν Ἡρακλέα τὸν ἐκείνων πατέρα ἐμφύλιον μῖσος. ταύτην τὴν ἱστορίαν ἔγραψε Πάμφιλος ζωγράφος· κατὰ δέ τινας τραγικὸς ἦν, ὃς τὴν τῶν Ἡρακλειδῶν τύχην χαρακτῆρι ὑφηγήσατο. Ἄλλως. Πάμφιλον μὲν Καλλίστρατος καὶ Εὐφρόνιος τραγῳδιῶν ποιητήν φασι καὶ διδάξαι Ἡρακλείδας. τὰ δὲ λίαν ἐπιτετηδευμένα ὑπομνήματα διστάζει, πότερον τραγικὸς ποιητὴς ἢ ζωγράφος, ὃν καθηγήσασθαί φασιν Ἀπελλοῦ. ἐν μέντοι ταῖς Διδασκαλίαις πρὸ τούτων τῶν χρόνων Πάμφιλος οὐδεὶς φέρεται τραγικός. γραφὴ μέντοι ἐστὶν οἱ Ἡρακλεῖδαι καὶ Ἀλκμήνη καὶ Ἡρακλέους θυγάτηρ Ἀθηναίους ἱκετεύοντες, Εὐρυσθέα δεδιότες, ἥτις Παμφίλου οὐκ ἔστιν, ὥς φασιν, ἀλλʼ Ἀπολλοδώρου. ὁ δὲ Πάμφιλος, ὡς ἔοικε, καὶ νεώτερος ἦν Ἀριστοφάνους. Ἄλλως. οὗτος τραγῳδοποιός· ἔγραψε δὲ τοὺς Ἡρακλείδας ἱκετηρίαν ἔχοντας· ὁ γὰρ Εὐρυσθεὺς μετὰ θάνατον Ἡρακλέους τοὺς Ἡρακλείδας ἐδίωξε, καὶ οὗτοι μετὰ τῆς Ἀλκμήνης παρεκάλεσαν τοὺς Ἀθηναίους βοηθῆσαι αὐτοῖς, ὅπερ καὶ ἐγένετο τὰ οὖν συμβάντα αὐτοῖς ζωγράφος τις Πάμφιλος Ἀθηναῖος εἰς τὴν στοὰν τῶν Ἀθηναίων ἔγραψε, καὶ αὐτοὺς ἱκετεύοντας. τοῦτο οὖν λέγει, ὅτι οἱ καταδικαζόμενοι μετὰ τῶν παιδίων καὶ τῶν γυναικῶν παρακαλοῦσιν ἐλευθερωθῆναι τοῦ ἐγκλήματος.

οὐκ, ὦ κακόδαιμον: Εἰ γὰρ, ὡς σὺ φῂς, ἐκεκλόφειν, φαῦλος ἂν ἦν τὸν τρόπον· φαῦλος δὲ ὢν, οὐκ ἂν παρέσχον ἄλλῳ τινί. νῦν δὲ τοῖς χρηστοῖς προῃρημένος δοῦναι, δῆλον ὅτι ἀγαθός εἰμι· εἰ δὲ ἀγαθὸς, οὐ κέκλοφα. —οὐκ: Ὄψει ἐμὲ οὕτως ἔχοντα, δυστυχέστατε. Θ. χρηστοὺς: Ἀγαθούς.

σώφρονας: Εὐτάκτους. καὶ τοὺς δικαίους. Θ. σώφρων λέγεται κυρίως ὁ εὐλαβὴς ἄνθρωπος. λέγεται σώφρων καὶ ὁ σώαν ἔχων τὴν φρόνησιν, ἐξ οὗ καὶ σωφροσύνη ἡ τῶν φρενῶν ἀκεραιότης.

ἀπαρτί: Ὀξυτόνως, ἀντὶ τοῦ ἀπηρτισμένως· ἐπίρρημα δέ ἐστιν ὡς ἀμογητὶ, παρὰ τὸ ἀπηρτισμένον καὶ πλῆρες. κέχρηται δὲ αὐτῷ Ἡρόδοτος λέγων, «ἀπὸ τούτου εἰσὶ στάδιοι οʹ ἀπαρτί.» καὶ Φερεκράτης ἐν Κραπατάλοις «φράσον μοι. ἀπαρτὶ δή που προσλαβεῖν» συνωνυμεῖ ἡ λέξις· ἔσθʼ ὅτε γὰρ καὶ χρονικὸν ἐπίρρημα δηλοῖ ὡς καὶ Καλλίμαχος—καὶ Πλάτων ἐπὶ τοῦ νῦν «ἤδη ποτέ σου «ἤκουσα λέγοντος καὶ ἄρτι ἀναμιμνήσκομαι.» ταῦτα ἐκ τῶν Διδύμου περὶ διεφθορυίας λέξεως. ἀπηρτισμένως, τελείως. Θ. ἀπὸ τοῦ νῦν. νεωστί.

ὡς κοινωνεῖν πάντας ποιῆσαι.

ἀπολεῖς: Φθερεῖς. οἰήσονται γάρ τινες, ὡς ἀληθῆ λέγεις. ἀπολεῖς, οὐκ ἐθέλων τἀληθὲς εἰπεῖν. σεαυτὸν: Μᾶλλον ἀπολεῖς.

μόχθηρε: Κακέ.

ἔχω: Κέκτημαι. ὁποῖον: Ἀττικόν. ἐρωτηματικὸν ἀντὶ τοῦ ποῖον.

οὐκ ἐς κόρακας: Τόπος ἦν ἐν Ἀθήναις κρημνώδης Κόρακες καλούμενος, διὰ τὸ κοράκων εἶναι καταγώγιον· εἰς ὃν τοὺς κακούργους ἔρριπτον ὑπὸ κοράκων ἀναλωθησομένους· ἐλήφθη δὲ εἰς παροιμίαν τὸ, ἔρρʼ ἐς κόρακας. ἀντὶ τοῦ ἀπελθὼν φάνηθι. οὐκ ἐς κόρακας: Ἀπέλθῃς καὶ ἀπελεύσῃ. νὴ τοὺς θεοὺς: Ναί.

πρὸς τῆς Ἑστίας: Ἡ Ἑστία θυγάτηρ ἦν Κρόνου, καταρχὰς τὴν οἰκίαν εὑροῦσα, ἣν ἐντὸς τῶν οἴκων ἔγραφον, ἵνα τούτους συνέχῃ, καὶ τῶν οἰκούντων εἴη φύλαξ. οὕτω καὶ ἐφέστιον Δία καλοῦσιν, ὃν εἰς φυλακὴν τῶν οἴκων γράφουσιν. ἕνεκεν αὐτῆς τῆς Ἑστίας τῆς θεᾶς. Ἑστίας: Περιττὸν ἦν ἐνταῦθα τὸ λέγω, διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ. ὀφείλει δὲ ἄνω κεῖσθαι, ἀπὸ κοινοῦ γὰρ λέγεται ἀπὸ τοῦ λέγεις.

θαλάττιον: Παίζει αὐτὸν ἐνταῦθα. Θ. παίζει δὲ ταῦτα λέγων.

διὰ τὸ μὴ ἀνέχεσθαι τὸν Βλεψίδημον ἀκοῦσαι λόγον ὁλόκληρον παρὰ Χρεμύλου, ἀλλὰ ἀφʼ ἕκαστον ἔπος περιτρίπτειν αὐτὸν, ἐμφαίνει ὁ ποιητὴς τὴν γνώμην τῶν ἐπιθυμούντων τίθεσθαί τι παρά του.

διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους: Ὅτι οὐ μετεστείλατο τὸν Βλεψίδημον· ἀκηκοὼς δὲ ἦλθε. ἡ δὲ διά ἀντὶ τῆς μετά. —τοὺς φίλους: Τὸν Πλοῦτον δηλ.

τούτῳ: Ἐν τῷ πέμψαι. τῷ διαπέμπειν. Θ.

οὐ τῷ μεταδοῦναι: Κατέστη τὰ πράγματα δηλ δεῖ: Ἐνδέχεται. τί: Ἐνδέχεται.

βλέψαι ποιῆσαι νώ: Ὅτι τὸ νώ ἀντὶ τοῦ αὐτός· ἢ ἀντὶ τοῦ δεῖ ἡμᾶς ποιῆσαι αὐτὸν βλέψαι. —νώ: Τὸ χ κεῖται, ὅτι τὸν νώ ἀντὶ τοῦ αὐτόν ἢ ἀντὶ τοῦ ἡμᾶς ποιῆσαι αὐτὸν βλέψαι εἴρηται. Θ.

ὥσπερ τὸ πρότερον: Ἔπρεπε δηλ ἑνί γέ τῳ τρόπῳ: Τινὶ, ἤγουν μιᾷ τινι μηχανῇ. ἀντὶ τοῦ συντόμως.

νὴ τὸν οὐρανὸν: Διὰ τὸ λαμπῶδες τοῦ οὐρανοῦ τοῦτον ὄμνυσι πρὸς τὸ τυφλός. Θ.

οὐκ ἐτὸς: Οὐκ ἀλόγως, ἀλλὰ δικαίως. ἢ ἀντὶ τοῦ οὐκ ἀληθῶς. ἐπιρρηματικὸν γάρ ἐστιν ἀντὶ τοῦ ἐτῶς ἀπὸ τοῦ ἐτεῶς συνῃρημένου. —ἐτὸς: Μάτην, οὐκ ἀλόγως. ὡς ἔμʼ: Εἰς ἐμέ. Θ.

οὐκοῦν: Τὸ λοιπόν. εἰσαγαγεῖν: Εἰσκαλέσασθαι χρή. ἐχρῆν: Πολλάκις οἱ Ἀττικοὶ λαμβάνουσιν τὸν παρατατικὸν ἀντὶ ἐνεστῶτος, ὡς τὸ ἦν ἀντὶ τοῦ ἐστίν, καὶ τὸ ἐχρῆν ἀντὶ τοῦ χρή.

ὅτι συνεσταλμένον τὸ ἰατρός. χλευάζει τοὺς Ἀθηναίους ἰατροὺς καὶ τοὺς θεραπευομένους, τοὺς μὲν ὡς ἀγνώμονας, τοὺς δὲ ὡς ἀδόξους. Ἄλλως. συνεσταλμένως μὲν τὸ ἰατρός. Ἄλλως. καινοποιεῖται τὸν διασυρμὸν καὶ κατὰ τῶν ἰατρῶν καὶ κατὰ τῶν θεραπευομένων, τῶν μὲν ὡς ἀτέχνων, τῶν δὲ ὡς φειδωλῶν. τίς δῆτʼ ἰατρός ἐστι: Διασύρει καὶ διαβάλλει τοὺς ἰατροὺς ὡς ἀμαθεῖς καὶ τοὺς δεομένους ὡς μικρολόγους. —τίς δῆτʼ: Οὐδείς. ἐν τῇ πόλει: Ἐντελὴς δηλ.

μισθὸς: Οὐ κατʼ ἀξίαν δίδοται.

οὐκ ἔστιν: Ἰατρὸς δηλ.

μὰ Δίʼ ἀλλʼ ὅπερ πάλαι: Τὸ ἑξῆς, ἀλλʼ οὐκ ἔστι μὰ Δία, ἀλλʼ ἐκεῖνο κράτιστόν ἐστιν, ὅπερ πάλαι παρεσκευαζόμην, κατακλῖναι αὐτόν. —μὰ Δίʼ: Οὐκ ἔστιν δηλ. παρεσκευαζόμην: Ηὐτρεπιζόμην. ᾠκονομούμην.

κατακλίνειν: Καταθήσειν. Θ. εἰς Ἀσκληπιοῦ: Τὸν ναόν. Θ. τὸν οἶκον δηλ.

πολὺ μὲν οὖν: Κράτιστόν ἐστι. Θ.

μὴ διάτριβε: Μὴ βράδυνε. Θ. νῦν διάτριβʼ: Δὴ βράδυνε, χρόνιζε. ἄνυε: Σπεῦδε. ἕν γέ τι: Πρᾶγμα. ἀντὶ τοῦ πρᾶγμά τι.

σπεῦδέ νυν: Τοῦτο τὸ νυν καθʼ ὁμαλισμὸν ἀναγνωστέον, ἵνʼ εἴη ἀντὶ τοῦ δή. ἐγκλίνεται γὰρ ἀεὶ, καὶ βραχύ ἐστι, φωνήεντος ἐπιφερομένου· ὡς τὸ σίγα νυν ἑστὼς, καὶ μένʼ ὡς κυρεῖς ἔχων, παρὰ Σοφοκλεῖ τὸ δέ γε νῦν τὸ περισπώμενον ἐπίρρημά ἐστι χρονικὸν, καὶ μακρὸν ἀεὶ εὑρίσκεται· διὸ καὶ περισπᾶται. —τοῦτʼ αὐτὸ: Τὸ σπεύδειν.

ὦ θερμὸν ἔργον: Κορωνὶς ἑτέρα ὁμοία· οἱ δὲ στίχοι, ὡς οἱ προφθάντες, ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι ογʹ, ὧν τελευταῖος ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι. ἐπὶ τῷ τέλει κορωνίς. θερμὸν ἔργον: Παράδοξον, ἢ τολμηρὸν, ἢ εὐκίνητον. Πενία παραβάλλουσα μάχεται πρὸς Χρεμύλον καὶ Βλεψίδημον. —θερμὸν ἔργον: Σπουδαῖον καὶ τολμηρόν. τολμηρὸν πρᾶγμα. ἀνόσιον: Ἄδικον.

ἀνθρωπαρίω κακοδ.: Ὦ ἄνθρωποι δυστυχεῖς.

ποῖ, ποῖ: Ποῦ ποῦ πορεύσεσθε. τί φεύγετον: Διὰ τί; μενεῖτον: Προσκαρτερήσετε ἐμέ. προσκαρτερεῖτε.

αὕτη ἡ κατασκευὴ τὸ «ἐγὼ γάρ,» πρὸς τὸ «οὐ μενεῖτον» ἔχει τὴν δύναμιν. ἐξολῶ: Ἐξολοθρεύσω. Θ. ἀφανίσω, φθερῶ, ὄντας κακούς.

ἀνασχετὸν: Ὑπομονητόν. Θ.

ἀλλὰ τοιοῦτον, οἷον ἄλλος οὐδεὶς ἐτόλμησε οὐδεπώποτε.

ἀπολώλατον: Ἐφθάρητε.

ὠχρὰ: Ὠχροὶ γάρ εἰσιν οἱ πένητες διὰ τὸ μὴ ἔχειν αὐτοὺς ἴσως φαγεῖν. κίτρινος. τοιοῦτοι γὰρ οἱ πένητες.

ἴσως Ἐριννύς ἐστι: Ἐπισκώπτει αὐτὴν διὰ τὴν τῶν Ἐριννύων Εὐριπίδου ἢ Αἰσχύλου ὑπόθεσιν· παρεισάγονται γὰρ μετὰ λαμπάδων δεινοπαθοῦσαι, ὡς καὶ Εὐριπίδης «Γοργῶπες, ἐνέρων ἱερίαι, δειναὶ θεαί.» Ἄλλως. εἰώθασιν οἱ τραγῳδοὶ Ἐριννύας εἰσφέρειν μετὰ λαμπάδων· τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει. —ἐκ τραγῳδίας: Ὡς οἱ ποιηταὶ ποιοῦσιν οἱ τραγικοί.

βλέπει γέ τοι: Τὸ γέ τοι ἢ ἀντὶ τοῦ δέ, ἢ ἀντὶ τοῦ γάρ· ὃ καὶ κρεῖττον. εὕρηται δὲ καὶ ἐν πολλοῖς τῶν λογοποιῶν, ὡς ἐξετάζων εὑρήσεις. τραγῳδικὸν: Θρηνῶδες, καὶ οἷον ἐν ταῖς τραγῳδίαις οἱ ποιηταὶ εἰσάγουσι. —βλέπει: Ὀρθῶς ἔφης δηλ. γέ τοι: Γάρ. μανικὸν: Ἄγριον. ἀσυμπαθές. τραγῳδικὸν: Δαιμονικόν. θρηνῶδες.

ἀλλʼ οὐκ ἔχει γὰρ δᾷδας: Ἐπειδὴ παρὰ τὸ σχῆμα ἦλθε· καὶ γὰρ ἐν ταῖς τραγῳδίαις μετὰ λαμπάδων εἰσήρχοντο αἱ Ἐριννύες. τὸ δὲ γὰρ ἀργὸν, ὡς ὑποτασσόμενον τοῦ ἀλλά. —ἔχει: Κρατεῖ. μετὰ δᾴδων εἰσήγαγον τὰς Ἐριννύας, δεικνύντες τὸ θερμὸν καὶ διάπυρον τῶν καταρῶν. οὐκοῦν κλαύσεται: Ἀντὶ τοῦ οἰμώξεται, ὡς μὴ οὖσα κατὰ φύσιν φοβερὰ, ἀλλὰ μάτην ἀπατῶσα ἡμᾶς.

πανδοκεύτριαν: Ἀντὶ τοῦ κάπηλιν, παρὰ τὸ δέχεσθαι πάντας. εἴρηται κάπηλις παρὰ τὸ κακύνειν τὸν πηλόν· πηλὸς δὲ ὁ οἶνος· ὅθεν καὶ ἄμπελος, οἱονεὶ ἔμπηλος οὖσα, ἡ ἐν αὑτῇ ἔχουσα τὸν πηλόν. —οἴεσθε: Νομίζετε. πανδοχεύτριαν: Ξενοδόχον. Θ. πανδοκεύτριαν: Καπήλισσαν.

ἢ λεκιθόπωλιν: Ἀπὸ τοῦ χρυσίζοντος τοῦ ὠοῦ, ὠόπωλιν· λέκιθος δὲ κυρίως τὸ ξανθὸν τοῦ ὠοῦ, διὰ τὸ τῷ λέπει κεύθεσθαι. ἔστι δὲ καὶ εἶδος ὀσπρίου, ὃ καλεῖται πίσος διὰ τὸ ἐοικέναι τὴν χροιὰν λεκίθῳ ὠοῦ. ἀπὸ μέρους οὖν τὴν ὀσπριόπωλιν δηλοῖ. καὶ ἐν τῇ Λυσιστράτῃ κέχρηται τῇ λέξει· νὴ Δίʼ ἔγωγʼ οὖν ἄνδρα κομήτην φυλαρχοῦντʼ εἶδον ἐφʼ ἵππῳ εἰς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραύς. λεκυθόπωλιν: Ὀσπριοπώλιδα. λέκυθος εἶδος ὀσπρίου. ἢ ὠοπώλιδα. λέκυθος γὰρ καὶ ὁ κροκὸς τοῦ ὠοῦ. Θ. ὀσπριόπωλιν. ὀσπριόπωλιν μετὰ ὠοῦ πωλοῦσαν. λεκυθόπωλις λέγεται ἡ τὰ ὑέλινα ἀγγεῖα κυρίως πωλοῦσα. τοσουτονὶ: Μέγα.

ἐνέκραγες: Ἐλοιδόρεις, ὥσπερ αἱ κύνες ποιοῦσι. ἀνέκραγες: Ἠπείλεις. ἡμῖν: Παρʼ ἡμῶν. ὥσπερ ἐκεῖναι ποιοῦσιν ἀλόγως καὶ δίχα προφάσεως ἀεὶ θόρυβον ἐγείρουσαι. Θ.

ἄληθες: Ἀληθῶς τοῦτο λέγετε· ἐστὶ δὲ εἰρωνικόν. Θ. τοῦτο λέγετε, ὅτι οὐκ ἠδικήσατε ἐμὲ μεγάλως. τὸ μὲν προπαροξύτονον ἄληθες ἀντὶ ἐπιρρήματος λαμβάνεται, ὡς κἀνταῦθα. τὸ δὲ ὀξύτονον τὸ ἀληθὲς, οἷον τἀληθὲς γὰρ οὐκ ἐθέλεις φράσαι, ὄνομά ἐστι.

χώρας ἐκβαλεῖν: Τῶν Ἀθηναίων ἀποδιῶξαι. ἐκβαλεῖν: Ἀποδιῶξαι.

τὸ βάραθρον: Χάσμα τι φρεατῶδες καὶ σκοτεινὸν ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς κακούργους ἔβαλλον. ἐν δὲ τῷ χάσματι τούτῳ ὑπῆρχον ὀγκίνοι, οἱ μὲν ἄνω, οἱ δὲ κάτω. ἐνταῦθα τὸν Φρύγα τὸν τῆς μητρὸς τῶν θεῶν ἐνέβαλον ὡς μεμηνότα, ἐπειδὴ προέλεγεν ὅτι ἔρχεται ἡ Δημήτηρ εἰς ἐπιζήτησιν τῆς Κόρης. ἡ δὲ θεὸς ὀργισθεῖσα ἀκαρπίας ἔπεμψε τῇ χώρᾳ· καὶ γνόντες τὴν αἰτίαν διὰ χρησμοῦ, τὸ μὲν χάσμα κατέχωσαν, τὴν δὲ θεὸν θυσίαις ἵλαον ἐποίησαν. —ὑπόλοιπον: Περιλελειμμένον. τὸ βάραθρον: Ὁ ᾅδης. ὁ κρημνός.

αὐτίκα μάλα: Ἤγουν λίαν συντόμως. τὸ πρᾶγμα λέγειν, οὐ τὸ ὄνομα.

ἐκείνη εἰμὶ δηλ. ἣ κτλ. σφὼ: Ὑμῖν. δίκην: Τιμωρίαν.

ἐνθάδʼ: Ἀπʼ ἐντεῦθεν.

καπηλὶς: Κάπηλις προπαροξυτόνως ἡ τὸν οἶνον πιπράσκουσα γυνὴ, ἀπὸ τοῦ κακύνειν, ὅ ἐστι δολοῦν, τὸν πηλὸν, ἤτοι τὸν οἶνον· —ὡς καὶ ἄμπελος ἡ ἔμπηλος οὖσα. καπηλὶς δὲ ὀξυτόνως ὑποκοριστικῶς, ἡ ταύτης ὑπηρετὶς τῆς καπήλεως. ἡ κάπηλις: Ἡ οἰνοπῶλις. Θ. ἡ ʼκ τῶν γειτόνων: Ἤτοι ἡ πλησίον οὖσα.

ἣ ταῖς κοτύλαις: Ἀντὶ τοῦ παρακλέπτουσά με ταῖς κοτύλαις· ἥτις, φησὶ, κοντομετροῦσά με βλάπτει· οἷον ταῖς μεταφοραῖς τῶν μέτρων ἀπατῶσά με, ἢ μετὰ ὕδατος μιγνύουσα δίδωσιν· ὡς τοῦ Βλεψιδήμου πεπωκότος καὶ δεδωκότος ἀργύριον. κοτύλη δέ ἐστιν εἶδος μέτρου, ὃ λέγομεν ἡμεῖς ἡμίξεστον. —τοῖς μέτροις ἐν οἷς πιπράσκει τὸν οἶνον ζημιοῖ. Θ. κοτύλαις: Καρτελούραις. διαλυμαίνεται: Ἀφανίζει. λυμαίνεταί με, φησὶ, ταῖς κοτύλαις, ἐπεὶ οὐ πλήρεις αὐτάς μοι δίδωσιν, ἢ μετὰ ὕδατος μιγνύουσα δίδωσι. κοτύλη δὲ οὐ μόνον τὸ κοῖλον τῆς χειρὸς, ἀλλὰ καὶ εἶδος μέτρου, ὃ ἡμεῖς ἡμίξεστον λέγομεν. λέγεται καὶ ἐπὶ τῶν ποδῶν τοῦ πολύποδος καὶ τὸ ἰσχίον τοῦ μηροῦ.

Πενία μὲν οὖν: Οὐκ εἰμὶ ἣν λέγετε. Θ. μὲν οὖν: Εἰμί. ξυνοικῶ: Συνυπάρχω.

ἄναξ Ἄπολλον: Ἰδίως τὸν Ἀπόλλωνα ἢ ὡς ἀλεξίκακον καὶ χρησμοὺς παρέχοντα πρὸς ἀποτροπὴν τῶν δεινῶν, ἢ ὡς πατρῷον θεόν. —παρεπιγραφή· ὅτι Βλεψίδημος ἔφευγεν ἀκούσας ὅτι ἡ πενία ἐστίν Θ. ποῖ: Ποῦ.

τί δρᾷς: Παρεπιγραφή. ὁρᾷ γὰρ τοῦτον φεύγοντα. θηρίον: Δειλότατον μὲν αὐτὸν λέγει διὰ τὴν παροῦσαν φυγήν· θηρίον δὲ διὰ τὸ θηριωδῶς πρὸς Χρεμύλον πρώην διατεθῆναι καὶ ἐλέγχειν αὐτόν.

ἥκιστα πάντων: Ὥσπερ φαμὲν μάλιστα πάντων, καὶ ἔστι τὸ μάλιστα ἐπίτασις ὑπερθετικὴ, οὕτω καὶ ἥκιστα πάντων, καί ἐστιν ἀπαγόρευσις ὑπερθετική. —οὐδαμῶς. ἀργόν.

πόνηρʼ: Γεωργέ. ταλαίπωρε. οὐδαμοῦ: Ἔν τινι τρόπῳ.

ἐξωλέστερον: Ἀπολέσθαι ὀφεῖλον, ἢ ἐξολοθρευτικώτερον, ἢ μᾶλλον ἐξολέσαι δυνάμενον. —ἐξωλέστερον: Ὀλεθριώτερον. Θ. φθαρτικώτερον, μᾶλλον ἐξολέσαι δυνάμενον.

ἀντιβολῶ: Παρακαλῶ. ἐγὼ μὲν οὔ: Στήσομαι.

παρὰ πολὺ: Κατὰ πολὺ, σφόδρα· ὡς παρὰ Θουκυδίδῃ ἐν πρώτῳ … «καὶ ἐνίκησαν Κερκυραῖοι παραπολύ.» —παρὰ πολὺ: Κατά. παραπολὺ: Ἀντὶ τοῦ πάνυ πολύ. καὶ Θουκυδίδης «ὅτι ἐνίκησαν Κορκυραῖοι παρὰ πολύ.»

τὸν θεόν: Τὸν Πλοῦτόν φησι.

ἔρημον: Ἔρημος κυρίως ἡ μονωθεῖσα τῶν ἐνοικούντων γῆ, παρὰ τὸ ἔραν μόνην ἔχειν. ἀπολιπόντε ποι: Τὸ ποι ἐνταῦθα οὐκ ἔστιν ἐρωτηματικὸν, ἀλλʼ ἀόριστον· ἐπὶ μὲν γὰρ κινήσεως μόνον τὸ ποῖ διὰ τῆς ο καὶ ι διφθόγγου γράφεται. διὰ δὲ τοῦ η γραφόμενον καὶ ἐπὶ στάσεως καὶ κινήσεως τίθεται· καὶ δῆλον ἐκ τοῦ, «πᾶ βῶ; πᾶ στῶ;» παρʼ Εὐριπίδῃ. εἰ δέ που καὶ διὰ διφθόγγου εὕρηται ἐπὶ στάσεως, κατὰ παράχρησίν ἐστιν. —που φευξούμεθα: Ἔν τινι τόπῳ ἀποδράσομεν.

τηνδὶ: Τὴν πενίαν. διαμαχούμεθα: Ἐναντιωθῶμεν. μαχεσόμεθα. μὴ θελήσομεν προμαχέσασθαι. ἤτοι μὴ θελήσομεν προμαχίσασθαι.

μαχούμεθʼ αὐτῇ· ἀσθενεῖς γάρ ἐσμεν πρὸς μάχην ὑπὸ τῆς ἐνδείας. Θ. ἢ ποίᾳ δυνάμει θαρροῦντες.

θώρακα: Ὅπλον. λουρίκην. ἀσπίδα: Σκουτάριον. σουσάνιον.

οὐκ ἐνέχυρον: Δῆλον ὡς οὐ μόνον ἐνέχυρά φασιν, ἀλλὰ καὶ ἐνέχυρον. φαίνεται δὲ καὶ τῶν ἀπηγορευμένων εἶναι μὴ θεῖναι τὰ ὅπλα ἐνέχυρα. λέγει οὖν ὅτι αὕτη τῇ ἑαυτῆς βίᾳ ἀναγκάζει καὶ τοὺς νόμους παραβαίνειν τοὺς θεσπίσαντας ὅπλα ἐνέχυρα μὴ τιθέναι. δέον εἰπεῖν ὅτι οὐ τιτρώσκει, ὡς ἐπὶ τῶν ὄντων ἐν πολέμῳ εἶπεν οὐκ ἐνέχυρον τίθησιν. εἰκότως δὲ τίθησι καὶ οὐ τέθεικε, δεικνὺς τὸ ἀεὶ οὕτω ταῦτα γίνεσθαι ἐν τοῖς πένησιν· ἀεὶ γὰρ ἀποροῦντες ἐνέχυρα τιθέασιν. — ἐνέχυρον: Σημάδιον.

τροπαῖον: Οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν, οἱ δὲ νεώτεροι προπαροξύνουσιν, ὡς παρὰ τουτῳῒ τῷ ποιητῇ ἐν Θεσμοφοριαζούσαιςγυναῖκες οὐκ ἀρήξετʼ; οὐ πολλὴν βοὴν στήσεσθε καὶ τροπαῖον; καὶ οἶμαι κατʼ ἀναλογίαν τοῦτο μᾶλλον παρὰ σφίσιν ἢ τοῦτο προφέρεσθαι, ὡς ἀπὸ τοῦ τρίτη τὸ τριταῖον, καὶ ἀπὸ τοῦ οὐρὰ τὸ οὐραῖον. ἔστι δὲ τρόπαιον, ὃ ἐν ταῖς νίκαις οἱ παλαιοὶ ἐποίουν, τοῖχον ἢ λίθον μέγαν ἱστάντες, καὶ γράφοντες ἐν τούτῳ, ἃ κατὰ τῶν ἀντιπάλων ἔργα δεδράκασιν· ἐκαλεῖτο δὲ τρόπαιον διὰ τὸ ἐπὶ τῇ τροπῇ τῶν ἐχθρῶν γεγενῆσθαι. —τρόπαιον: Νίκην. ἀναστήσαιτο: Ἐγερεῖ. τῶν αὐτῆς τρόπων: Τῶν κακῶν ἐθῶν, ἃ εἰς τοὺς ἔχοντας αὐτὴν ἐργάζεται. Θ.

τὸ τυχὸν φθέγγεσθαι. καθάρματα δὲ αὐτούς φησιν ἀντὶ τοῦ εὐτελεστάτους. ἐπὶ αὐτοφώρῳ δὲ, ἐπὶ φανεροῖς ἐλέγχοις συνειλημένοι. ὦ καθάρματε: Καθάρματα ἐλέγοντο οἱ ἐπὶ καθάρσει λοιμοῦ τινος ἤ τινος ἑτέρας νόσου θυόμενοι τοῖς θεοῖς. τουτὶ δὲ τὸ ἔθος καὶ παρὰ Ῥωμαίοις ἐπεκράτησε· λέγεται δὲ καὶ καθαρισμός. —γρύζειν: Ποσῶς φθέγγεσθαι. καθάρματα: Βδελύγματα.

ἐπʼ αὐτοφώρῳ εἰλημμένω: Φανερῶς, ἐπʼ αὐτῷ τῷ ἔργῳ· κυρίως δὲ ἐπὶ τῶν κλεπτῶν τοῦτο λέγεται· φὼρ γὰρ ὁ κλέπτης. Θ. φανερῶς ἐπʼ αὐτῇ τῇ κλεψίᾳ κρατηθέντες. ἐπʼ αὐτοφώρῳ: Ἐπʼ αὐτῷ τῷ κλέμματι. εἰλημμένω: Κεκρατημένω. κρατηθέντες. Θ.

τί λοιδορεῖ: Τὸ λοιδοροῦμαι παθητικῶς δοτικῇ συντάσσεται, ἐνεργητικῶς δὲ αἰτιατικῇ· ὃ καὶ ἀγνοοῦντές τινες λοιδορεῖς ἐνταῦθα γράφουσι, τὸ ἡμῖν πρὸς τὸ προσελθοῦσα συνάπτοντες. —κάκιστʼ ἀπολουμένη: Μέλλουσα κακίστως ἀφανισθῆναι. λοιδορῇ: Ὑβρίζεις.

οὐδʼ ὁτιοῦν: Οὐδόλως.

ὦ: Ἄνδρες.

πειρωμένω: Βουλόμενοι ποιεῖν ἀναβλέψαι.

τοῦτό σε: Κατὰ τοῦτό σε.

ἐκπορίζομεν: Ἐξευρίσκομεν, περισσὴ δὲ ἡ πρόθεσις. παρέχομεν.

ὅ τι: Ἀγαθὸν ἐξεύροιμι.

ἐκβαλόντες: Ἀποδιώξαντες. ἐκδιώξαντες.

κακὸν: Ἄλλο.

ἐκ κοινοῦ κακὸν μέγιστον. δρᾷν μέλλοντες: Ἀντὶ τοῦ, εἰ μέλλοντες ἐκβαλεῖν σε ἐπιλαθοίμεθα. μέγα κακὸν πράττομεν τότε, εἰ τοῦτο δρᾶν μέλλοντες, τὸ ἐκβαλεῖν σε, ἐπιλαθοίμεθα. Ἄλλως. ἐκ παραδόξου εἰρηκώς φησι, δράσαιμεν κακὸν ἀντὶ καλόν. ἢ εἰκῆ ἡ ἀπόκρισις. —ἐπιλαθοίμεθα: Κακὸν μέγιστον ἐργασόμενοι ἀπὸ κοινοῦ.

περὶ τούτου: Τοῦ ἐκβαλεῖν με. σφωϊν: Ὑμῖν. σφῶϊν: Ὑμῖν· συνίζησις. δοῦναι λόγον: Ἤγουν διαλεχθῆναι. Θ.

τὸ πρῶτον αὐτοῦ: Τὸ αὐτοῦ ἐπιρρηματικῶς, ἀντὶ τοῦ ἐνταῦθα· ἢ σύναπτε τῷ τούτου, ἵνʼ ᾖ, περὶ αὐτοῦ τούτου· ἐκ παραλλήλου τὸ αὐτοῦ. τὸ πρῶτον: Κατά. αὐτοῦ: Τοπικὸν, ἢ μᾶλλον χρονικόν. ἐνταῦθα, ἢ τὸ τούτου καὶ τὸ αὐτοῦ ἐκ παραλλήλου. Θ. ἀποφῄνω: Ἀποδείξω. Θ.

οὖσαν αἰτίαν ἐμὲ: Ἰστέον, ὅτι ἡ Ἀττικὴ ἔλλειψις ἤτοι ἐν ἀρχῇ γίνεται, ὡς τὸ, ὅπως μὴ ποιήσῃς τόδε, νοουμένου ἔξωθεν τοῦ σκόπει· ἢ ἐν τῷ τέλει, ὡς ἔχει τὸ ἐν Νεφέλαιςτὸ δὲ μὴ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα· κἀκεῖ γὰρ νοεῖται ἔξωθεν τὸ οὐ σκαιόν; ἢ ἐν τῇ μέσῃ, ὡς τὸ παρʼ Ὁμήρῳἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; λείπει γὰρ τὸ παύσομαι, ἢ ἡσυχάσω. καὶ Θουκυδίδῃ καταρχὰς τοῦ τρίτου τῆς συγγραφῆς … «καὶ εἰ μὲν «συμβῇ ἡ πεῖρα· εἰ δὲ μὴ, Μιτυληναίοις εἰπεῖν ναῦς «τε παραδοῦναι καὶ τείχη καθελεῖν.» τὸ δὲ σχῆμα καλεῖται ἀνανταπόδοτον, ᾧ καὶ νῦν Ἀριστοφάνης ἐχρήσατο· οὐ γὰρ ἀποδέδωκε τὴν σύνταξιν ἐνταῦθα· ἔδει γὰρ εἰπεῖν, κἂν μὲν ἀποφήνω μόνην ἐμὲ ἀγαθῶν οὖσαν αἰτίαν, ἐάσατε· εἰ δὲ μὴ, ποιεῖτον ὅ τι ἂν ὑμῖν δοκῇ. —οὖσαν αἰτίαν: Ὑπάρχουσαν πρόξενον ... πρότερον.

ὑμῖν διʼ ἐμέ τε ζῶντας: Λείπει καταγνώσεσθε ἑαυτῶν· καὶ ἐάσατε παρʼ ὑμῖν. ὅμοιον δὲ τὸ σχῆμα τῷ Ὁμηρικῷ «ἀλλʼ εἰ μὲν δώσουσι γέρας· εἰ δέ κε μὴ «δώωσιν» προσυπακουστέον τὸ παύσασθε τῆς ἐπιχειρήσεως. ἐάσατε δηλονότι— ὑμῖν: Καὶ ἀποδείξω. ὑμᾶς: Παύσασθε τοῦ ἐγχειρήματος. εἰ δὲ μὴ: Ἀποφῄνω, εἰ δὲ ἀδυνατήσω ἀποδεῖξαι τοῦτο ὑμῖν.

τουτὶ: Τὸ εἶναί σε αἰτίαν πάντων τῶν ἀγαθῶν, ἢ ὅτι ἡμεῖς διὰ σὲ ζῶμεν.

διδάσκου: Μάνθανε τοῦτο ἐξ ἐμοῦ. Θ.

ἁμαρτ.: Ἔξω τῆς ἀληθείας λέγοντας. ἁμαρτάνω σημαίνει δύο. ἁμαρτάνω λέγεται τὸ ἁμαρτίαν ποιῶ· ἁμαρτάνω λέγεται καὶ τὸ ἐκπίπτω.

εἰ: Ἐπεὶ τοὺς ἀγαθοὺς λέγεις κτλ.

ὦ τύμπανα: Τοῦτό φησιν, ὡς τῆς Πενίας τῶν τοιούτων ἀξίας οὔσης. τύμπανα, ξύλα, ἐφʼ οἷς ἐτυμπάνιζον· ἐχρῶντο γὰρ ταύτῃ τῇ τιμωρίᾳ· ἢ βάκλα, παρὰ τὸ τύπτειν· ἤγουν ξύλα, οἷς τύπτονται ἐν τοῖς δικαστηρίοις οἱ τιμωρούμενοι. κύφων δὲ δεσμός ἐστι ξύλινος, ὃν οἱ μὲν κλοιὸν, οἱ δὲ καλιὸν ὀνομάζουσιν· ἔνθεν καὶ ὁ πονηρὸς ἄνθρωπος κύφων. τάσσεται δὲ κἀπὶ πάντων τῶν δυσχερῶν καὶ ὀλεθρίων, καὶ κυφωνισμὸς ἐπὶ τῶν τιμωριῶν. Ἀρχίλοχος δὲ ἀντὶ τοῦ κακὸς καὶ ὀλέθριος. εἴρηται δὲ κύφων παρὰ τὸ ἀναγκάζειν τοὺς δεσμίους κύφειν, διπλῶς ἅμα κολαζομένους, τῇ τε τοῦ τραχήλου πιέσει καὶ τῷ μηδαμῶς ἀνανεύειν δύνασθαι. Ἄλλως. ξύλα εἰσὶν ἐπιτιθέμενα εἰς τοὺς τένοντας τῶν καταδίκων, ἵνα μὴ εὕρωσιν ἀνακύψαι· καὶ γὰρ τὸν κρινόμενον ποιοῦσι κύφειν. —ταὐτὸν εἰπεῖν ἀντὶ τοῦ ὄργανα τιμωρητικά. βοηθήσετε. ἀρήξατε: Βοηθήσατε. κολαστήρια ὄργανα ἀμφότερα τὰ τύμπανα καὶ οἱ κύφωνες· τοῦτο δὲ λέγει, ὅτι τούτων ἀξία ἡ Πενία. κολαστήρια ὄργανα τά τε τύμπανα καὶ οἱ κύφωνες. τοῦτο δὲ λέγει δεικνὺς, ὅτι τῶν τοιούτων ἀξία αὐτή ἐστιν. τὰ δὲ τύμπανα, ὡς μέν τινες φασὶν, ξύλα, διʼ ὧν τοὺς καταδίκους ἔτυπτον. κύφων δέ ἐστι ξύλον ὅμοιον ζυγῷ, ὃν τιθέασιν κατὰ τῶν τραχήλων τῶν δικαζομένων, κύπτειν αὐτοὺς παρασκευάζων, ἵνα διπλῶς αὐτοὺς κολάζῃ, καὶ μὴ ἐῶν αὐτοὺς ἀνανεύειν οὐδʼ ὅλως.

οὐ πρέπει δεινοπαθεῖν καὶ κραυγάζειν, πρὶν ἂν γνωρίσῃς.

βοᾷν: Κράζειν. ἰοὺ, ἰοὺ: Ἐπίρρημα θρηνητικόν.

τί δῆτά σοι τίμημα: Ἐπέβαλλον γὰρ ἐνίοτε ζημίαν τοῖς ἁλοῦσιν ἢ χρήματα καταθέσθαι, ἤ τι τοιοῦτον. τῇ δίκῃ δὲ, τῇ τιμωρίᾳ. —τίμημʼ: Εἶδος τιμωρίας. Θ. τίμημʼ ἐπιγράψω: Πρόστιμα ἐπιθῶ τῇ κρίσει. τῇ δίκῃ: Τῇ ὀφειλομένῃ σοὶ τιμωρίᾳ. Θ. τῇ δίκῃ: Ἤγουν τῇ κρίσει ἢ τῇ ὀφειλομένῃ σοι τιμωρίᾳ· ἤγουν, ἐπειδὴ ὀφειλόμενόν ἐστι δίκην δοῦναί σε, ἐὰν ἡττηθῇς, τίνα κόλασιν ὑπόσχῃς. ἔθος δὲ ἦν πάλαι τοῖς δικαζομένοις γράφειν πρὸ τῆς κρίσεως, ὡς τιμωρίαν ἡττηθεὶς δοίη, εἶτα δὲ ἐπιγράφειν, τουτέστιν, ἐπὶ τῇ προτέρᾳ γραφῇ καὶ τοῦτο γράφειν, ὡς καὶ τοιάνδε τιμωρίαν, ἢ βίου τυχὸν ἀφαίρεσιν, ἢ κεφαλῆς.

ἁλῷς: Κρατηθῇς.

τὸ γὰρ αὐτὸ, ἐὰν ἡττᾶσθε: Ἀντὶ τοῦ, τὴν αὐτὴν ζημίαν· τοῦτο δὲ θέλει εἰπεῖν, ὅτι ὅπερ ὁρίσητε πρόστιμον, ἐὰν ἡττηθῶ, τοῦτο ὁριστέον ὑμῶν ἡττημένων. Ἄλλως. τιμωρίαν· εἴθιστο γὰρ τὸ τῆς ἥττης ἤδη καὶ πρόστιμον ὁριζόμενον ὑπὸ τῶν κρινομένων. —τὸ γὰρ αὐτὸ: Τίμημα. ἡττᾶσθε: Νικᾶσθε. σφῲ: Ὑμᾶς.

ἱκανοὺς νομίζεις: Ἀντὶ τοῦ ἀρκοῦντας· ὁ γὰρ ἱκάνων, ὅ ἐστι παραγινόμενος, ἤρκεσε πρὸς τὴν ὁδόν. —ἱκανοὺς: Ἀρκετούς. νομίζεις: Ὦ Χρεμύλε.

ἀποχρήσουσι: Ἀπόχρη ἐπὶ ἐνεστῶτος ἀντὶ τοῦ ἀρκετόν ἐστι, καὶ ἀποχρῶσα δίκη ἐπὶ θηλυκοῦ, ἀντὶ τοῦ ἀρκετὴ ὑπάρχει, καὶ ἐπὶ μέλλοντος ἀποχρήσει, ἀντὶ τοῦ ἀρκετὸν γενήσεται. ταύτῃ γε: Ἤγ. τῇ Πενία νομίζ. ἱκανοὺς θαν. εἴκοσι. νῶϊν: Ἡμῖν· συνίζησις. ἀποχρήσουσι: Ἀρκέσουσι. Θ. ἀρκετοὶ γενήσονται.

τοῦτο πράττοντες: Ἀντὶ τοῦ ἀποθανόντες. οὐκ ἂν, φησὶν, ἀναβάλοισθε ἀποθανόντες· ἀντὶ τοῦ ταχέως ἀπελθόντες τελευτήσατε. εἰ γὰρ νικήσετε, οὐκέτι δίκαιόν ἐστιν. Ἄλλως. οὐκ ἂν μὲ, φησὶ, νικήσετε· ἐὰν δέ γε νικήσητε, οὐχ ὑπάρχει δίκαιον. —οὐκ ἂν φθ.: Ἀντὶ τοῦ ταχέως τοῦτο πάθοιτε. τοῦτο διπλοῦν. ἢ ταχέως πείσεσθε τοῦτο, ἡττηθέντες· ἢ ταχέως ποιήσετε τοῦτο πρός με ἡττηθεῖσαν. πράττω γὰρ καὶ τὸ ποιῶ καὶ τὸ πάσχω.

ἀντειπεῖν: Ἐναντιωθῆναι, ἡνίκα ἡττηθῇ.

ἀλλʼ ἤδη χρῆν τι λέγειν: Κομμάτιόν ἐστι δύο στίχων ἢ τριῶν· οὐδέποτε δὲ ὑπερβάλλει τὸν τέταρτον. τὸ δὲ ἑξῆς, χρὴ λέγειν ὑμᾶς ἀντιλέγοντας. —Ἄλλως. παράβασις· ὁ γὰρ ποιητὴς δοκεῖ τὸ σκέμμα γυμνάζειν. τὸ δὲ μέτρον ἀναπαιστικὸν τετράμετρον καταληκτικὸν εἰς συλλαβήν. δέχεται δὲ ἀνάπαιστον, σπονδεῖον καὶ δάκτυλον παρὰ τοῖς δραματοποιοῖς· σπανίως δὲ καὶ προκελευσματικόν. Ἄλλως. ἀλλʼ ἤδη χρῆν τι λέγειν: Εἴσθεσις διπλῆς ἀμοιβαίας ἐκ στίχων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν, ὧν τελευταῖος τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν, πρὶν καταθεῖναι. καλεῖται δὲ τοῦτο τὸ μέτρον Ἀριστοφάνειον διὰ τὸ κατακόρως αὐτὸν τούτῳ χρήσασθαι, οὐ μὴν εὑρηκέναι πρῶτον· ἐπεὶ καὶ παρὰ Κρατίνῳ καὶ πρὸ τούτου παρʼ Ἐπιχάρμῳ καὶ Ἀριστοξένῳ τῷ Σελινουντίῳ Ἐπιχάρμου πρεσβυτέρῳ, ὡς Ἡφαιστίων φησὶ, τούτῳ τινὰ τῷ μέτρῳ μνημονεύεται γεγραμμένα. ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος, ἐπὶ δὲ τῷ τέλει τῶν στίχων διπλῆ ἔξω νενευκυῖα. —ᾧ: Διʼ οὗ.

μαλακὸν δʼ ἐνδώσετε μηδέν: Ἡρόδοτος ἐν Θαλείᾳ «τὰς δὲ θηλέας ἀναμιμνησκομένας ὧν ἔλιπον τέκνων ἐνδιδόναι μαλακὸν οὐδέν.» τοῖσι: Ἡμετέροις. ἀντιλέγοντες: Ἐναντιούμενοι. μαλακὸν: Χαῦνον. ἐνδώσετε: Ὑποχαλάσατε. Θ. ὑποχαλάσετε. ἀντὶ τοῦ μὴ μαλακισθῆτε τῇ Πενίᾳ. Θ.

φανερὸν: Ἐγνωσμένον. ὁμοίως: Ἐπίσως.

εὖ πράττειν: Εὐτυχεῖν. εὐτυχεῖν ἐστι τοὺς δικαίους· δυστυχοῦσι δέ.

πονηροὺς: Κακοὺς καὶ ἀσεβεῖς. τούτων: Τῶν χρηστῶν. δήπου: Ἐστὶ δίκαιον πράττειν, ἤγουν δυσπραγεῖν. περὶ σχολῆς καὶ ἀργίας· ὥστε ἡ σχολὴ μόχθου δηλωτική.

τοῦτʼ οὖν: Τὸ πλουτεῖν μὲν τοὺς χρηστοὺς, δυστυχεῖν δὲ τοὺς κακούς. ἐπιθυμοῦντες: Ποιῆσαι δηλονότι.

βούλημα καλὸν: Βούλευμα μὲν τὸ ἴδιον, βούλημα δὲ τοῦ δημοσίου ἡ γνώμη. καίτοι ἐν τοῖς παλαιοῖς τῶν Σοφοκλείων ἀντιγράφων ᾖ καὶ τὸ βούλημʼ ὡς ἐπʼ Ἀργείοις τόδʼ ἦν, εὕρηται, οὐχὶ βούλευμα. ἐν δὲ τῷ ὥστε γενέσθαι παραπληρωματικὸν κεῖται τὸ τε, ὡς καὶ ἐν τῷ οἷόν τε. τὸ δὲ βλέψῃ, καὶ μὴ τυφλὸς ὢν περινοστῇ, δηλοῖ ἐκ παραλλήλου ταὐτὸν σημαίνειν. τὸ δὲ βαδιεῖται, καὶ φευξεῖται, οὐ μόνον Αἰολικὰ, εἴτε Δωρικὰ, ἀλλʼ ἤδη καὶ Ἀττικά. τὸ δὲ δήπου βεβαιωτικόν. τὸ δὲ τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους, δὶς ἐνταῦθα εἴρηται διὰ τὸ καίριον· κεῖται δὲ καὶ μετʼ ὀλίγα. τὸ δὲ τούτων, εἰ μὲν ἀρσενικὸν, τῶν χρηστῶν ἀνθρώπων· εἰ δὲ οὐδέτερον, ὧν εὖ πάσχουσιν οἱ χρηστοί. τοὺς δὲ τὰ θεῖα σέβοντας, ὡς ἐναντίους τοῖς ἀθέοις ἔθετο· ἐνταῦθα δὲ ὅρα τὸ σέβοντας, νῦν μὲν λεχθὲν ἐνεργητικῶς, παρὰ δὲ τοῖς ὕστερον τὰ πλείω παθητικῶς· τὸ δὲ πάντας χρηστοὺς, ὅτι οἱ πονηροὶ τοὺς ἀγαθοὺς ἰδόντες διὰ τοῦτο εὖ πράττοντας, ἐθελήσουσι τὸν πρότερον ἀφέντες βίον μεταπεσεῖν ἐπὶ τὰ ἀμείνω, ἵνα διʼ αὐτὸ τοῦτο εὖ πράττωσιν. τὸ δὲ καί τοι τούτου τίς ἂν ἐξεύροι ποτʼ ἄμεινον, ἐπικριτικόν ἐστι σχῆμα διʼ ἐρωτήσεως ἀναντιρρήτως βεβαιούμενον, ἐν ᾗ τὸ τίς ταὐτόν ἐστι τῷ οὐδεὶς, ὡς καὶ ἐν ἄλλοις μυριαχοῦ φαίνεται. τὸ δὲ ἀνερώτα ἢ περιττὴν ἔχει τὴν πρόθεσιν, ἢ δηλωτικόν ἐστι τοῦ πολλάκις ἐρωτᾶν. ἐνταῦθα δὲ σημαίνει ὅτι ἔθος τοῖς ποιηταῖς ἐν ταῖς ἐρωτήσεσι, καθʼ ἃς οἴεταί τις ἀντιλογίαν εὑρεῖν ποθεν, παράγειν πρόσωπον φιλικὸν ἀποκρινόμενον τὸ ἀρέσκον τῷ ἐρωτῶντι· ὡς καὶ ἐνταῦθα ὁ Βλεψίδημος ποιεῖ· δεδιὼς γὰρ μή ποτε ἡ Πενία πρὸς τὴν τοῦ Χρεμύλου ἀπαντήσῃ ἐρώτησιν, ἀποκρίνεται αὐτὸν τὸ δοκοῦν τῷ Χρεμύλῳ. ἐν δὲ τῷ κακοδαιμονίαν τʼ ἔτι μᾶλλον, δοκεῖ χεῖρον μανίας ἡ κακοδαιμονία εἶναι. ἴσως δὲ καὶ ἐπιδιορθωτικῶς αὐτὸ εἴρηται, ὡς τῶν κατὰ βίον ἀταξιῶν μανίᾳ μὲν οὐκ ἂν ἐοικυιῶν, δυσδαιμονίᾳ δὲ μάλιστα. βούλευμα: Σκέμμα. χρήσιμον: Ἐπωφελὲς εἰς πᾶσαν πρᾶξιν.

νυνὶ βλέψῃ ... περινοστῇ: Ἐκ παραλλήλου περιφέρηται ἄνω καὶ κάτω. πλανᾶται.

ὡς: Εἰς. βαδιεῖται: Βαδίσει. ἀπολείψει: Ἐάσει.

πονηροὺς: Κακοτρόπους καὶ ἀσεβεῖς φυγεῖ.

σέβοντας: Τιμῶντας.

τούτου: τοῦ πάντας ἀγαθοὺς ποιῆσαι. ἐξεύροι: Ἐπινοήσαιτο.

οὔτις: Οὐδεὶς ἐπινοήσει δηλ. ταύτην: Τὴν Πενίαν δηλ.

ὡς: Καθά. ἡμῖν: Ἐν ἡμῖν.

μανίαν: Διὰ τὸ ἀτάκτως φέρεσθαι. Θ.

πλουτοῦσι: Χρήματα ἔχουσι.

ἀντὶ τοῦ ἐν πλεονεξίας αὐτὰ εἰληφότες καὶ κτησάμενοι. αὐτὰ ξυλλεξάμενοι: Ἃ ἔχουσι συναγαγόντες. Θ. αὐτὰ: Ἃ ἔχουσι.

πράττουσι κακῶς: Πάσχουσι, δυστυχοῦσι. δυστυχοῦσιν. τὰ πλεῖστα σύνεισιν: Περισσότερα ὑπάρχουσιν. συνέρχονται.

οὐκοῦν εἶναί φημι: Ὁ νοῦς, οὐκοῦν εἰ παύσει ταῦτα ὁ Πλοῦτος, ἤν ποτε βλέψῃ, φημὶ εἶναι ὁδὸν, ἥντινʼ ἰὼν τοῖς ἀνθρώποις ἀγαθὰ ἂν μείζω πορίσειε. κακόμετρος οὗτος ὁ στίχος· ἐν ἐνίοις δὲ καὶ ἄμετρος. ὁ δὲ νοῦς δῆλος· οὐκοῦν εἶναί φημι ὁδὸν ἑτέραν, ἣν βαδίσας τις ἀγαθόν τι μεῖζον τοὺς ἀνθρώπους ἐργάσεται. λέγει δὲ ὅτι δεῖ τὸν Πλοῦτον ἀναβλέψαι ποιῆσαι. ἐὰν δέ τις προσθῇ τὸν καί, ἵσταται ἡ φράσις· οὐκοῦν ἢν βλέψῃ ποτὲ ὁ Πλοῦτος, φημὶ εἶναι ὁδὸν, ἥντινα ἰὼν παύσει ταῦτα καὶ τοῖς ἀνθρώποις ἀγαθὰ ἂν μείζω πορίσειεν. Ἄλλως. τὸ οὐκοῦν ἀποφαντικόν ἐστιν ὅτι ἐὰν βλέψῃ ὁ Πλοῦτος καὶ παύσῃ τὴν Πενίαν, οὐκέτι κακοδαιμονία εἴη. τὸ δὲ ἑξῆς, οὐκοῦν εἶναί φημι ὁδὸν, ἥντινα ἰὼν ὁ Πλοῦτος βλέψει ταύτην, καὶ τὰ ἀγαθὰ μείζω πορίσειε τοῖς ἀνθρώποις. Ἄλλως. οἱ γράφοντες φημί, δίχα τοῦ ἄρθρου τοῦ ἥ, στοχάζεσθαι τῶν μέτρων δοκοῦσιν οὐ μάλα ἀκριβῶς· τὸ γὰρ ἑξῆς οὕτως ἔχει, οὐκοῦν εἶναί φημι ὁδὸν, ἥτις παύσει ταῦτα, ἣν βαδίσας τις ἀγαθὸν τοῖς ἀνθρώποις πορίσειεν. ἡ δέ ἐστιν, ἢν βλέψῃ πόθʼ ὁ Πλοῦτος. οἱ πολλοὶ δὲ λαμβάνουσιν ἔξωθεν γάρ, πρὸς τὸ φημί· οὐκοῦν παύσει ταῦτά ποτε ὁ Πλοῦτος, ἢν βλέψῃ· φημὶ γὰρ εἶναι ὁδὸν, ἥντινα ἰὼν πορίσειε τοῖς ἀνθρώποις μείζω ἀγαθά.

ὁδὸν ἥντινʼ ἰὼν: Μέθοδον ἥντινʼ ἐλθὼν Πλοῦτος. μέθοδον. ἰὼν: Ὁ Πλοῦτος. πορίσειεν: Δώσοι. παράσχοι.

ῥᾷστʼ: Εὐχερῶς. ἀναπεισθέντʼ: Οἱ καταπεισθέντες τὰς φρένας.

ξυνθιασώτα: συγχορευταί· θίασος γὰρ ὁ χορός. συγχορευταὶ καὶ κοινωνοί. Θ.

πάλιν δῆλον ὅτι οὐκ οἶδεν ἡ Πενία τὴν Χρεμύλου γνώμην καὶ τὴν τοῦ Πλούτου ὅτι πρὸς μόνους τοὺς δικαίους ἥξει. —λυσιτελεῖν: Οὐδαμῶς λέγω χρησιμεύειν καὶ ὠφελεῖν ὑμῖν.

διανείμειε: Διαμερίσειε πᾶσιν ἐπίσης. Θ.

σοφίαν μελετῴη: Σοφίαν ἐνταῦθα καλεῖ τὴν περὶ τὰς τέχνας πανουργίαν καὶ μηχανὴν, τέχνην δὲ τὴν μεταχείρησιν αὐτὴν καὶ ἐνέργειαν. σοφίαν: Μάθημα.

ἀμφοῖν: Τῆς σοφίας καὶ τῆς τέχνης. τὸ δὲ ἑξῆς, τίς ἐθελήσει.

χαλκεύειν ... ναυπηγεῖν: Χαλκεὺς, ναυπηγὸς εἶναι. τροχοποιεῖν: Τροχοὺς ποιεῖν ἁμάξης. ἁμάξας ποιεῖν καὶ τροχούς.

σκυτοτομεῖν τὸ δέρμα, ἤγουν ὑποδήματα κατασκευάζειν. σκυτοτομεῖν ... πλινθουργεῖν: Σκυτοτόμος εἶναι, πλίνθους ποιεῖν.

Δηοῦς θερίσασθαι: Ἀντὶ τοῦ γεωργίας ἐπιμελεῖσθαι. ἤδη τὸ ἔπος τοῦτο τῆς μέσης κωμῳδίας ὄζει. καρπὸν οὖν Δηοῦς τὸν σῖτον λέγει. —ἀρότροις ῥήξας: Διʼ ἀρότρου σχίσας, τεμὼν τὴν ἐπιφάνειαν τῆς γῆς. Θ. δάπεδον: Τὸ ἔδαφος. Δηοῦς: Τῆς γῆς.

ἐξῇ ζῇν ἀργοῖς: Πρὸς τὸ ἀνώτερον· τίς ἐθελήσει τέχνην μετελθεῖν, ἐὰν ἔξεστιν ὑμῖν ἀργοῖς ζῆν τούτων ἀμελοῦσιν. Ἄλλως. τὸ ἐξῇ ζῇν πρὸς τὸ, ἐθελήσει τίς, ἔχει τὴν δύναμιν. διότι δὲ μετὰ ταῦτα μὲν τίθεται, τὴν δὲ τῶν τεχνῶν ἀπαρίθμησιν προέταξε, διὰ τοῦτο εἶπε τὸ τούτων. οἱ δὲ ἀπʼ ἄλλης ἀρχῆς τὸ, ἢν ἐξῆν, λέγοντες, καὶ σκοπεῖτε ἔξωθεν λαμβάνοντες οὐκ ὀρθῶς οἴονται. —ἐξῇ: Ἄδεια ὑπάρχει. πάντων: Ὧν ἔφην.

λῆρον ληρεῖς: Ἀντὶ τοῦ κατὰ λῆρον. —φλυαρίαν φωνεῖς. Ἀττικὴ δὲ ἡ φράσις. καὶ τὸ σχῆμα, ὡς τὸ μανίαν μαίνῃ, καὶ ὅλως ἐφʼ ὧν τῷ πράγματι ἐπάγεται τὸ ἀπὸ τοῦ πράγματος ῥῆμα, ὡς τὸ, ὕβριν ὑβρίζεις, καὶ φυγὴν φεύγεις. —λῆρον ληρεῖς: Φλυαρεῖς. Ἀττικὴ παρήχησις. κατέλεξας: Ἀπηρίθμησας. Θ.

μοχθήσουσιν: Οἱ δοῦλοι μετὰ μόχθου ἐργάσονται. ἔξεις: Κτήσει δούλους. λούβεις.

ἀργυρίου: Διά.

κέρδος κυρίως τὸ εἰς χεῖρας διδόμενον ἀργύριον κέρδος τι ὄν.

ἔμπορος ἥκων: Ἔμπορος ὁ πραγματευτικὸς ἄνθρωπος· κυρίως δὲ ὁ πλέων θάλασσαν, παρὰ τὸ πόρος· πόρος δὲ κυρίως ἐπὶ ὑγρῶν λέγεται· καὶ εὔπορος ὁ ἔχων ἀεὶ τὸν ἐπιρρέοντα πλοῦτον, ἐκ μεταφορᾶς τοῦ ὑδατικοῦ πόρου. διαβάλλονται δὲ οἱ Θετταλοὶ ὡς ἀνδραποδισταὶ καὶ αἰσχροκερδεῖς καὶ ἄπιστοι· ἀεὶ γὰρ τὰ Θετταλῶν ἄπιστα, ἡ παροιμία φησίν. καὶ Εὐριπίδης — ἐν Ἰνοῖ — πολλοὶ παρῆσαν, ἀλλʼ ἄπιστοι Θετταλοί. δῆλον δὲ καὶ ἀπὸ Ἰάσονος, ὃς ἠνδραπόδισε τὴν Μήδειαν. ἀνδράποδον δὲ εἴρηται ὁ ποὺς ὁ ἐν ἀνδράσιν, ἀπὸ τοῦ ὑποκειμένου μέρους τῷ ὅλῳ· ὑπόκειται γὰρ τῷ δεσπότῃ ὁ οἰκέτης καθάπερ ὁ ποὺς τῷ ὅλῳ καὶ ἀνωτέρῳ σώματι. παρὰ πλείστων ἀνδραποδιστῶν: Καὶ αὐτὸς παρὰ ἀνδραποδιστῶν λαβών. εἴρηται δὲ ἀνδραποδιστὴς παρὰ τὸ ἄνδρας ἀποδίδοσθαι, τουτέστι πωλεῖν. —Ἄλλως. ἀνδραποδιστὴς οὐ μόνον ὁ τοὺς ἐλευθέρους διʼ ἀπάτης ἀπάγων εἰς δουλείαν, ἀλλὰ καὶ ὁ τοὺς δούλους ἀπὸ τῶν δεσποτῶν ἀποσπῶν εἰς ἑαυτὸν ἐπὶ τῷ ἀπαγαγεῖν ἀλλαχοῦ καὶ διαπωλῆσαι. διεβάλλοντο γοῦν οἱ Θετταλοὶ ὡς οὐ μόνον τούτοις χαίροντες, ἀλλὰ καὶ λῃστείαις. ἀφʼ ὧν οἱ ἔμποροι ἀνδράποδα ὠνούμενοι εἰς ἑτέρας ἐπώλουν ἠπείρους, ἀφʼ ὧν καὶ ἀνδραποδισταὶ ἐκαλοῦντο. Θ. εἰπὼν ἐκ Θετταλίας, ἐπήγαγε, παρὰ πλείστων ἀνδραποδιστῶν. δεικνὺς ὅτι τὸ τῶν Θετταλῶν γένος λῃστείαις ἐχρῆτο καὶ ἀνδραποδισμοῖς· ἀφʼ ὧν οἱ ἔμποροι ἀνδράποδα ὠνούμενοι εἰς τὰς ἑτέρας ἐπώλουν ἠπείρους. ἔμπορος: Κατὰ θάλατταν πραγματευόμενος. παρὰ πλείστων: Ὠνήσεται δηλ. ἀνδραποδιστῶν: Λῃστῶν, τῶν τοὺς ἀνθρώπους δεσμούντων. Θ.

πρῶτον: Προηγουμένως. Θ.

κινδυνεύων περὶ τῆς ψυχῆς: Οἱ γὰρ λῃστεύοντες ἢ ἄλλους ἢ σφᾶς αὐτοὺς ἀπολλύουσιν, ὅταν ἐλάττους τῶν λῃστευομένων ὦσιν. Θ. ψυχὴ ἡ λογικὴ, καὶ ἡ ἐν τοῖς ἀλόγοις ζώοις. ψυχὴ καὶ ἡ φύσις, ὡς παρʼ Εὐριπίδῃ «ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς.» ἤγουν τῆς ἐμῆς φύσεως. ψυχὴ καὶ ἡ ἐν τοῖς φυτοῖς, καὶ ἁπλῶς ἡ ζωή. κινδυνεύων: Κίνδυνον ὑφιστάμενος. τοῦτο ποιῆσαι: Ἐξανδραποδίζειν. τὸ λῃστεῦσαι.

ὥστʼ. Καὶ σὺ ... ἀροτριᾷν.

ὀδυνηρότερον, μοχθηρότερον, πολὺ βίον τοῦ νῦν διάξεις ἢ διατρίψεις, διατελέσεις. διατελέσεις. διαβιβάσεις. Θ. τρίψεις βίοτον: Διαβιβάσεις ζωήν. τοῦ νῦν: Ἤγ. τοῦ πένητος. εἰς κεφαλήν σοι: Ἀποπόμπησις συμβόλου φευκτοῦ. εἴη τοῦτο ὃ λέγεις. Θ. ὃ λέγεις. ἐς κεφαλήν σου: Εἴθε ἐπάνω πεσ. τὸ ἐς κεφαλήν σου εἶπεν, ἐπειδὴ ἤκουσεν παρʼ αὐτῆς, ὡς ὀδυνηρότερον μοχθήσει καὶ βιώσει.

καταδαρθεῖν: Κατακοιμηθῆναι· κυρίως δὲ καταδαρθεῖν τὸ ἐν δέρμασι κοιμηθῆναι. —ἔτι: Πρὸς τοῖς εἰρημένοις. καταδαρθεῖν: Ὑπνῶσαι.

ἤτοι τάπησι. οὕτως γὰρ Ἀττικοί. ἐν τάπησιν· οἱ γὰρ πένητες ἱστουργοῦσιν, ἵνα τραφῶσι. τάπησιν: Τάπητες λέγεται τὰ πεύκια· εἰσὶ δὲ τάπητες οἱ μὲν ἐξ ἑνὸς μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων· λέγεται δὲ καὶ θηλυκῶς δάπης, δάπιδες. τάπητες λέγονται τὰ ἐπεύχια. εἰσὶ δὲ τάπητες μὲν, οἱ ἐξ ἑν. μ. μαλλὸν ἔχοντες, ἀμφιτ. δὲ οἱ ἐξ ἀμφοτέρωθεν. καὶ θηλυκῶς δάπις, δάπιστος. εὕρηται δὲ καὶ τάπις, τάπιδος· καὶ δάπης, δάπητος· ἀλλʼ οἱ Ἀττικοὶ τάπητες γράφουσιν. τάπητες λέγονται τὰ ἐπεύχια, εἰσὶ δὲ τάπητες μὲν οἱ ἐξ ἑνὸς μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες οἱ ἐξ ἀμφοτέρων· εἴρηται δὲ καὶ τάπης, ητος, καὶ τάπις, τάπιδος, καὶ δάπις, δάπιδος, καὶ δάπης, δάπηδος· οἱ μὲν Ἀττικοὶ τάπης, τάπητος γράφουσιν. ὑφαίνειν: Ὑφαντὴς εἶναι.

μύροισι μυρίσαι στακτοῖς: Τοῖς ὑγροῖς καὶ χρισίμοις, πρὸς ἀντιδιαστολὴν τῶν ξηρῶν. —μύροισιν στακτοῖς: Ἤγουν ῥοδοστάμασιν. ῥοδοστάγμασιν. Θ. ἀγάγησθον: Ἐν τῷ οἴκῳ. Θ. ἀγάγετε ἐν τῷ οἴκῳ.

οὔθʼ ἱματίων βαπτῶν: Ἀλλοχρόων· βαπτὰ γὰρ ἱμάτια φοροῦσιν οἱ νυμφίοι, πρὸς τὸ φαίνεσθαι τεκμήριον τῆς φθορᾶς. οὐκ ἔσται σοι οὖν, φησὶ, ποικίλα ἱμάτια ἐπὶ τῷ κοσμῆσαι τὴν νύμφην. —δαπάναις: Ἀναλώμασιν. Θ. ἐν ἀναλώμασιν. κοσμῆσαι: Καλλωπίσαι. Θ. καλῦναι. ποικιλομόρφων: Ἐγχρωμάτων. ἐχόντων μορφὰς ποικίλας. διαφόροις χρώμασι πεποικιλμένων. Θ.

καί τοι τί πλέον πλουτεῖν: Τίς χρεία ἐστὶ τοῦ πλουτεῖν, ὅτε ἀπορεῖ τις ὧν χρῄζει. —τί πλέον: Οὐδέν ἐστι τὸ πλέον.

εὔπορα: Εὐπόριστα. δεῖσθον: Χρείαν ἔχετε.

τὸν χειροτέχνην: Ἐπὶ τ. χ., τὸν διὰ τῶν χειρῶν ἐργαζόμενον. τὸν πτωχόν.

βίον ἕξει: Ζωὴν λούβεις. ζωὴν λήψεται.

πλὴν φώδων ἐκ βαλανείου: Φλυκταινῶν· ἐκ βαλανείου δὲ, διὰ τὸ τοὺς πένητας ἀποροῦντας ἐνδυμάτων διὰ τὸ ψύχος ἐν βαλανείοις καθεύδειν καὶ ἐκ θέρμης ἢ ἀέρος αὐτοὺς ἐξιόντας παραχρῆμα προσβαλόντος φλυκταίνας ποιεῖν. Ἀπολλόδωρος τὰ ἐκ τοῦ πυρὸς ἐρυθήματα, ἢ ἐκ ψύχους, ἢ τοὺς τύλους, καὶ τὰ ἐπικαύματα τὰ ἐκ τοῦ πυρὸς, ὡς τῶν πενήτων διὰ τὸ αὐτουργεῖν τοῦτο πασχόντων. τὸ δὲ πλὴν οὐκ ἐνταῦθα ἀντὶ τοῦ χωρίς, ἀλλʼ ἀντὶ τοῦ εἰ μή, πρὸς τὸ κολοσυρτόν, ὅς ἐστιν ἦχος φρυγάνων συρομένων. — οὐδὲν, ὧν λέγεις, παρέχοις τοῖς ἀνθρώποις. πλὴν: Εἰ μή. φώδων: Φούσκα. τὰς κοινῶς λεγομένας στιβιλίδας. ἀναστρέφοντες οἱ πένητες ἐκ βαλανείου οἴκαδε, ἢ λουόμενοι, ἢ ἐν τῇ ἐκεῖ καμίνῳ διὰ τὸ ψύχος θερόμενοι, ἀέρος αὐτοῖς παραχρῆμα προσβαλόντος, φλυκταίνας ἀνθοῦσι τῷ σώματι, διὰ τὸ μὴ ἔχειν ἀρκοῦν ἐπικάλυμμα. βαλανείου: Λουτροῦ.

ὅταν γὰρ πεινῶσιν οἱ παῖδες κράζουσιν. ὑποπεινώντων: Μετρίως πεινώντων. γραϊδίων: Ὅτι πεινῶσαι αἱ γραῖαι βοῶσιν ὡς τὰ παιδία. Θ. κολόσυρτός ἐστι κυρίως ὁ τῶν φρυγάνων ἦχος, ὃν ποιοῦσι συρόμενα. κᾶλα γάρ εἰσιν ἤτοι ξύλα συρόμενα.

σύναπτε τὸ ἀριθμὸν πρὸς τὸ οὐδὲ λέγω σοι. ἡ ψύλλα θηλυκῶς. οὐδὲ λέγω σοι τὸ πλῆθος ὅσον.

αἳ βομβοῦσαι: Ἰδίως τὰς ψύλλας ἀφώνους οὔσας βομβεῖν φησι· κωνώπων γὰρ μᾶλλον τοῦτο ἴδιον. Ἄλλως. ἐντεῦθεν πλανηθέντες τινὲς θηλυκῶς εἰρῆσθαι ᾠήθησαν τὰς κώνωπας· ληροῦσι δέ· ἀρσενικῶς γὰρ λέγονται· οἱ δὲ Δωριεῖς ἀρσενικῶς λέγουσι τὸν ψύλλον. θηλυκῶς δέ τινες τὴν κώνωπα κατὰ τοὺς Ἀττικούς· ἠχοῦσαι, φησὶν, αἱ κώνωπες· καὶ γὰρ ἠχοῦσα περιίπταται. οὐκ ἔστι δὲ, ἀλλὰ πρὸς τὰς ψύλλας ἀποδέδωκεν. ἰδίως δὲ εἶπε τὴν ψύλλαν βομβεῖν· οὐ γὰρ προϊᾶσι φωνήν. κώνωπας δὲ λέγει τὰς ἐμπίδας. —βομβοῦσαι: Βοῶσαι. ἠχοῦσαι. κεφαλὴν: Ἀπὸ τοῦ καθολικωτέρου τὸ περὶ τὸ οὖς μέρος ἐδήλωσε. τοῦ πένητος. ἀνιῶσιν: Λυποῦσιν.

ἐπεγείρουσαι: Διανιστῶσιν καὶ λέγουσι, πεινάσεις, ἐὰν καθεύδῃ. φράζουσαι: οὐ γὰρ αὐταὶ τουτό φασιν, ἀλλʼ ὅτι οἱ πένητες τοῦτο λογίζονται. ἐπανίστω: Ἐγείρου.

τούτοις: Τοῖς εἰρημένοις. ῥάκος: Διερρηγμένον χιτῶνα. Θ.

στιβάδα: Συναγωγήν. Θ. στρωμνήν. σχοίνων: Σπάρτων πεποιημένην. μεστὴν: Πεπληρωμένην, ἣ τοὺς κοιμωμένους ἀνιστᾷ. Σοφοκλέους τὸ ἡμιστίχιον «ἐπειγομένων κερκίδος ὕμνοις, ἣ τοὺς εὕδοντας ἐγείρει.» στιβάδα δὲ σχοίνων χαμεύνην ἐκ βοτάνης σχοινίου. τοὺς κοιμωμένους δακνομένους ὑπὸ τῶν κόρεων. Θ.

φορμὸν: Φορμός πᾶν πλεκτὸν, ἐνταῦθα δὲ τὸ ψιάθιον. φορμὸν: Ψιάθιον. Θ. φορμὸς πᾶν πλέγμα, εἴτε ψιάθιον, εἴτε ἄλλο τι. τάπητος: Πειχίου. Θ.

ἀντὶ μὲν ἄρτων: Διενήνοχεν ἄρτος καὶ μάζα, ὅτι ὁ μὲν ἄρτος πάλαι μέμακται, ἡ δὲ μάζα νῦν. — σιτεῖσθαι: Ἐσθίειν.

ἰσχνῶν ῥαφανίδων: Ἀττικοὶ ῥαφανίδα φασὶν ἣν ἡμεῖς ῥάφανον· πάλιν δὲ ῥάφανον, ἣν ἡμεῖς κράμβην. εἴρηται δὲ ῥαφανὶς παρὰ τὸ ῥᾳδίως φαίνεσθαι. λόγος γὰρ ὡς σπειρομένη θᾶττον ἄνεισιν. —μαλάχης πτόρθους: Μολόχης κλάδους. Θ. μάζης: Ἄρτου. Θ. ἄρτου ξηροῦ. φύλλʼ ἰσχνῶν ῥαφανίδων: Λεπτῶν κράμβων. εὐτελῶν, λεπτῶν. εἶδος λαχάνου.

ἀντὶ δὲ θράνους: Θράνος, ὑποπόδιον, ὃ καὶ θρῆνυς ἴσως παρὰ τῷ ποιητῇ. καὶ νηὸς θράνος· ἔνθεν καὶ θρανίτης. ἐτυμολογεῖται δὲ παρὰ τὸ θορεῖν ἄνω, ἢ παρὰ τὸ θρῆσαι, ὅ ἐστι καθίσαι. τὸ δὲ στάμνου δοκεῖ ἀρσενικῶς εἰρῆσθαι, ὡς δηλοῖ τὸ κατεαγότος, οὗ τὸ θέμα ἄγω, τὸ κλῶ, παρακείμενος ἦχα, ὁ μέσος ἦγα, καὶ ἐν διαλύσει ἔαγα· ὅθεν μετοχὴ ὁ ἐαγὼς καὶ τὰ ἐξ αὐτοῦ. ὅρα δὲ ὅτι στάμνου κεφαλὴν λέγει μεταφορικῶς τὸ ἄνω πρὸς τῷ στόματι· οὕτω δὲ καὶ πιθάκνης πλευρὰ τὸ ταύτης πλάγιον. εἰ δὲ στάμνου κεφαλὴν λέγει, εἴη ἂν αὐτὸ σύμφωνον τῷ «πίθου κρήδεμνον» παρὰ τῷ ποιητῇ. κεφαλῆς γὰρ φόρημα τὸ κρήδεμνον. ὅτι δὲ ἀπὸ τῆς στάμνου ἢ τοῦ στάμνου καὶ Ζεὺς λέγεται Στάμνιος δηλώσει που καὶ ὁ κωμικός. τινὰ δὲ τῶν ἀντιγράφων, ἀντὶ στάμνου κεραμίου γράφεται. ἀντὶ δὲ μάκτρας: Ἡ σκάφη ὅπου μάττουσι τὰ ἄλευρα. σκάφης, ἐν ᾗ ζυμοῦνται τὰ ἄλευρα. Θ. μάκτρα κατὰ τοὺς παλαιοὺς θυεία ἐπιμήκης, ἐν ᾗ μάττουσι τὰ ἄλευρα, ὅθεν καὶ γίνεται· παρὰ τὸ μάσσω γὰρ ἡ μάκτρα, ὅθεν καὶ μεμαγμένον προείρηται, καὶ ἡ μάζα γίνεται. Πενίας δὲ πάντως δῶρον καὶ ἡ τοιαύτη μάκτρα ἡ ἐκ πιθάκνης, καὶ οὐδὲ αὐτῆς διόλου συνεχοῦς, ἀλλὰ διερρωγυίας τὴν πλευρὰν, ἐν ᾗ τὸ μάγμα γίνεται. ὑποκοριστικῶς δὲ λέγεται ἡ πιθάκνη, κατὰ τὸ πολίχνη. ὅρα δʼ ἐν τοῖς προεκτεθειμένοις καὶ σχῆμα κάλλους ἐπαναφορικὸν διὰ τῆς ἀντί προθέσεως· τοιοῦτον γὰρ τὸ ἀνθʼ ἱματίου, ἀντὶ τάπητος, ἀντὶ προσκεφαλαίου, ἀντὶ ἄρτου, ἀντὶ μάζης, ἀντὶ θράνους, ἀντὶ μάκτρας· ἔχει δέ τι καὶ ἐπιμονῆς τὸ τοιοῦτον σχῆμα. ἀστείως δὲ ὁ Χρεμύλος καὶ πρὸς τὴν κλίνην, ἣν ἡ Πενία εἶπε, καὶ τοὺς τάπητας, καὶ τὰ μύρα, καὶ τὰ νυμφικὰ ἱμάτια, τὴν ῥηθεῖσαν στιβάδα καὶ τὸν φορμὸν ἀντέθετο, καὶ τοὺς κακῶς ὀδωδότας κόρις, καὶ τὸ ῥάκος, προσθεὶς τὰ λοιπὰ ἐπέκεινα εἰς ἐπαύξησιν τῶν τῆς πενίας κακῶν. —θράνους: Ἤτοι ὑποποδίου ἤγ. θρόνους. θρόνου. ὑποποδίου. στάμνου: Κεράμου. κατεαγότος: Τεθραυσμένου. συντεθλασμένου. κλασθέντος. ἄγω τὸ συντρίβω. ὁ μέλλων ἄξω, ὁ μέσος παρακείμενος ἦγα καὶ Ἀττικῶς ἔαγα· ῥήσσω, ὁ μέλλων ῥήξω, ὁ μέσος παρακείμενος ἔρρηγα, καὶ τροπῇ τοῦ η εἰς ω μέγα ἔρρωγα. μάκτρας: Σκάφης.

πιθάκνης: ὑποκοριστικῶς ὡς πολίχνης. κεράμου ἢ πιθήκου κεκλασμένου. ὑποκοριστικῶς δὲ αὐτὸ εἶπεν ὥσπερ πολίχνη. ὑποκοριστικῶς· μικροῦ πίθου ἐσχισμένου. πίθου μικροῦ. Θ. ἐρρωγυῖαν: Τεθραυσμένην. Θ. συντετριμμένην. ἆρά γε: Συμπέρασμα εἰρωνικόν. Θ.

ἀποφαίνω σʼ αἰτίαν: Ἀποδεικνύουσαι. ἀποδεικνύω πρόξενον. αἰτίαν: Πρόξενον· συνίζησις.

ὑπεκρούσω: Ἐφθέγξω, ἀνεκρούσω, ἀπὸ μεταφορᾶς τῶν κρουόντων τὴν κιθάραν, ἤ τινος ἄλλου τοιούτου ὀργάνου. διενήνοχε δὲ πτωχεία πενίας, ὅτι ἡ μὲν πενία μεμετρημένη ἐστὶν ἔνδεια, πόνῳ τὰ χρειώδη θηρῶσα· ἡ δὲ πτωχεία παντελὴς τῆς κτήσεως ἔκπτωσις· καὶ ὁ μὲν πένης παρὰ τὸ πένεσθαι, ὅ ἐστιν ἐνεργεῖν, εἴρηται, καὶ ἐκ τούτου πορίζειν τὰ χρειώδη, ὁ δὲ πτωχὸς, παρὰ τὸ πτώσσειν πάντας. —τὸν ἐμὸν βίον: Τὴν ἐμὴν διαγωγήν. ὑπεκρούσω: Ἐδήλωσας. αἰνιγματωδῶς ἀπήχησας. ὠνείδισας.

οἵπερ καὶ Θρασυβούλῳ: Τὰ μὴ ὅμοιά φησιν αὐτοὺς ὁμοιοῦν, ὡς εἴ τις λέγοι Διονύσιον τὸν ἐξώλη τύραννον ἐοικέναι Θρασυβούλῳ τῷ Λύκου, ἀνδρὶ φιλοπόλιδι καὶ παντὸς κρείττονι λόγου, διά τε τὰς ἐπιφανεῖς αὐτοῦ κατὰ τῶν πολεμίων νίκας καὶ διότι κατέλυσε τὴν τῶν λʹ τυραννίδα. εὔπορος γὰρ ὢν καὶ ἐξ αὐτῶν ἐκπεσὼν μετὰ ταῦτα Φυλὴν καταλαβὼν καθεῖλεν αὐτούς. Ἄλλως. μήποτε ὁ ἀξιωματικὸς καὶ αὐθάδης, ὡς Στράττις ἐν τῷ Κινησίᾳ. Διονύσιος δὲ ὁ μέν τις φαίνεται μαινόμενος, ὁ δὲ, ὡς ἔοικεν, ἰχθυοπώλης. —Ἄλλως. ὁ μὲν ἀξιωματικὸς καὶ αὐθάδης, ὁ δὲ μαινόμενος καὶ, ὡς ἔοικεν, ἰχθυοπώλης. Πολύζηλος, ὁ μαινόμενος ἐκεινοσὶ Διονύσιος χρυσοῦν ἔχων χλίδωνα καὶ τρυφήματα ἐν τῷ μύρῳ παρʼ Ἀθηναίων μακαρίζεται. μήποτε δὲ καὶ περὶ τὴν ὄψιν ἀποσκώπτει. —ἢ ὅτι ὁ μὲν Διονύσιος τύραννος, Θρασύβουλος δὲ δημοφιλής. μᾶλλον δὲ ἄν τις ὑπονοήσειεν ἕτερον Διονύσιον Θρασυβούλου τοῦ Κολλυτέως ἀδελφὸν ἔγγιστα συγγενείας εἶναι. καὶ ἐν τῇ Ἰλιάδι σαφέστερον οἶδεν ἢ κατὰ Δίδυμον. ὡς εἴ τις λέγοι Διονύσιον τὸν ἐξώλη τύραννον ἐοικέναι Θρασυβούλῳ τῷ Λύκου, ἀνδρὶ φιλοπόλιδι καὶ παντὸς κρείττονι λόγου, διότι κατέλυσε τὴν τῶν λʹ τυραννίδα. Ἄλλως. οἱ Λακεδαιμόνιοι κρατήσαντες τῶν Ἀθηναίων ἔταξαν λʹ τυράννους ἀπὸ τῆς πόλεως ἐν Ἀθήναις διατρίβειν. ὁ οὖν Θρασύβουλος ἐραστὴς ὢν τῆς δημοκρατίας κατέλαβε Φυλὴν τῆς Ἀττικῆς μετά τινων ἄλλων, μεθʼ ὧν κατέλυσε τοὺς λʹ. Διονύσιος δὲ τύραννος ὠμὸς ἐν Σικελίᾳ. Ἄλλως. ὁ μὲν Διονύσιος ἐμμανής· ὁ δὲ Θρασύβουλος εὔνους. ἢ Διονύσιος τύραννος, ὁ δὲ Θρασύβουλος ἀτελὴς καὶ πένης, πλὴν θρασύς. —Ἄλλως. ἡ Πενία φησὶν ἐν τῷ πρὸς τὸν Χρεμύλον, ὅτι τὰ μὴ ὅμοια ὅμοια λέγεις εἶναι, ὥσπερ ἂν εἰ τὸν Σικελίας τύραννον Διονύσιον ὅμοιον εἶναι τῷ Θρασυβούλῳ ἀνδρὶ χρηστῷ καὶ κοσμίῳ. Διονύσιον: Ὁ μὲν Διονύσιος ἦν Σικελίας τύραννος· ὁ δὲ Θρασύβουλος ἀνὴρ χρηστὸς Ἀθηναῖος· ὁρῶν οὖν τὴν ἑαυτοῦ πόλιν ὑπὸ τῶν τριάκοντα τυράννων, οὓς ἔστησαν οἱ Λακεδαιμόνιοι, τυραννουμένην, φίλην μίαν καταλαβὼν τοὺς τυράννους λάθρα ἀπέκτεινεν· ᾔδετο οὖν παρὰ πάντων, ὡς Ἀθηναίων εὐεργέτης. ὑμεῖς: Φατὲ δηλ. Θρασυβούλῳ: Τῷ ἀγαθῷ δηλ. Διονύσιον: Τύραννον.

μέλλει: Πείσεσθαι.

πρὸς τὴν διαφορὰν τῶν ὀνομάτων.

φειδόμενον: Ἀκριβολογούμενον. προσέχοντα: Προσκείμενον.

περιγίνεσθαι δʼ αὐτῷ: περιγίνεσθαι σημαίνει μὲν καὶ τὸ νικᾷν, σημαίνει δὲ καὶ τὸ περιττεύειν, ὡς ἐνταῦθα. περιγίγνεσθαι: περιλιμπάνεσθαι. περιττεύειν. Θ. περιττὸν γίγνεσθαι. ἐπιλείπειν: στερεῖσθαι.

ὡς μακαρίτην, ὦ Δάματερ: Ὅτι ἁπλῶς καὶ ἀσυνήθως κατεχρήσατο ἀντὶ τοῦ μακάριον· εἰ μὴ ἄρα παίζει, οἷον νεκροῦ βίον. Ἄλλως. ὥσπερ εἰώθασιν οἱ Ἕλληνες, ἐπειδάν τι παράδοξον ἀκούσωσι, σχετλιάζειν καὶ βοᾶν Ἡράκλεις, ἢ Ἄπολλον, ἢ ὦ Ζεῦ, οὕτω καὶ οὗτος ἀκούσας τῆς Πενίας τοιαῦτα λεγούσης ὥσπερ σχετλιάζων βοᾷ, ὦ Δάματερ· εἰκότως δὲ πρὸς τὴν γῆν ποιεῖται τὸν λόγον, ὡς γεωργός. —μακαρίτην: Μακαριστόν. Θ. εὐδαίμονα. τὸ μάκαρ ἐπὶ τῶν ἁγίων λέγεται μόνον. τὸ μακάριος καὶ μακαριστὸς ἐπὶ ζώντων καὶ ἀποθανόντων. μακαρίτης δὲ ἐπὶ τῶν ἀποθανόντων μόνον. ὦ Δάματερ: Τοῦτο διὰ μέσου. Θ. κατέλεξας: Κατηριθμήσω.

μοχθήσας: Κοπιάσας. ταφῆναι: Ὥστε.

σκώπτειν: Διασύρειν. εἰρωνεύεσθαι. Θ. κωμῳδεῖν: Ὑβρίζειν. ἐπὶ γέλωτος. σπουδάζειν: τῶν σπουδαίων. τοῦ λέγειν τὰ σπουδαῖα ἢ σπουδαιολογεῖσθαι. σπουδαίως λέγειν. σπ. λ., ἐπιστημόνως ἀποδεικνύναι ὅτι κρείττων ὁ πλοῦτος τῆς πενίας.

γινώσκων: Ἐπιστάμενος.

τῷ μὲν: τῷ Πλούτῳ δηλονότι. ποδαγρῶντες: ὅτι Ἑλληνικὸν τὸ ποδαγρᾶν. τινὲς δὲ φεύγοντες αὐτὸ ποδαλγῶσι λέγουσι. ποδαλγοῦντες: Τοιοῦτοι γὰρ οἱ πλούσιοι γίνονται ὑπὸ τῆς τρυφῆς, ὅπερ ἀσελγείας καὶ φαυλότητος βίου δηλωτικόν ἐστι. γράφεται δὲ καὶ ποδαλγοῦντες καὶ ποδαγρῶντες· ὅτι καὶ αὐτὸ τὸ πάθος καὶ ποδάγρα λέγεται καὶ ποδαλγία. τὴν γνώμην: Τὴν φρόνησιν. Θ. τὴν ἰδέαν: Τὴν μορφήν. Θ. κατὰ τὸ εἶδος. παρʼ αὐτῷ: Τῷ Πλούτῳ. ποδαγρῶντες: Ποδαγροί.

ὑπὸ ἀργίας μεγάλοι γίνονται καὶ παχεῖς τὰ σώματα. ἀσελγῶς δὲ ἀντὶ τοῦ ἀτόπως διὰ τὴν ἀσέλγειαν. ἀντὶ τοῦ καταφερεῖς. παχ. καὶ πίονες: Παχεῖς ταῖς σαρξὶν ἀσωφρόνως λιπαροί. ἀσελγῶς: Αἰσχρῶς. Θ. ἀντὶ τοῦ εἰπεῖν λίαν πίονες. λιπαροὶ ἀτόπως.

σφηκώδεις: Λεπτοὶ κατὰ τὸ μέσον, ὡς σφῆκες· ἢ πικροὶ, ἐπεὶ καὶ τὸ ζῷον πικρόν ἐστι σφόδρα· ἅμα μὲν ὅτι καὶ δριμύτεροι, ἅμα δὲ ὅτι καὶ ἰσχνότεροι γίνονται οἱ λιμώττοντες ὡς σφῆκες. Ἄλλως. σκληροὶ, ἢ λεπτοὶ, μάλιστα τὰ κάτω τῶν γαστέρων, διὰ τὸ γοργὸν καὶ εὐκίνητον· τοιοῦτοι γὰρ οἱ σφῆκες τὸ μέσον. τοῖς ἐχθροῖς ἀνιαροί: Ὁ γὰρ ταῖς σαρξὶ μὴ βαρυνόμενος, ἀλλὰ κούφως ἔχων τοῦ σώματος, ῥᾷστʼ ἂν καὶ πρὸς τοὺς ἐχθροὺς ἀντιπαρατάξηται. τοιοῦτοι δὲ οἱ πένητες διὰ τὸ μὴ εὐσαρκεῖν ἀπορίᾳ τροφῶν. —ἰσχνοὶ καὶ σφ.: Λεπτοὶ τὰ σώματα ὥσπερ οἱ σφῆκες. ἀνιαροί: Λυπηροί. λύπην ἐπάγοντες τοῖς ἐχθροῖς.

σφηκῶδες: Τὸ λεπτόν.

περὶ σωφροσύνης ἤδη: Καταλέξασα τὰ ἀγαθὰ, ἃ διʼ αὐτὴν ἀνθρώποις γίνονται, νῦν βούλεται ἀποδεῖξαι ὅτι καὶ σωφροσύνης αἰτία ἐστὶν, ὥσπερ ὁ Πλοῦτος αὖ τοὐναντίον. εἰκότως δὲ εἶπε τὸ ἀναδιδάξω· καὶ γὰρ ὅτε γαστρώδεις ἔλεγε τοὺς ἀνθρώπους ἐκ τοῦ πλούτου γίνεσθαι, καὶ ἀσελγεῖς ἔλεγεν· οἱ γὰρ πλεῖστα ἐσθίοντες καὶ πρὸς τοῦτο κατάφοροί εἰσιν. —συμπεραίνω τὸ συλλογίζομαι, ἀφʼ οὗ καὶ συμπέρασμα παρὰ φιλοσόφοις, τὸ ἐκ τῶν προτάσεων συναγόμενον· τὸ γὰρ κύριον μέρος τοῦ συλλογισμοῦ οὐδέν ἐστιν ἕτερον ἄλλο ἢ τὸ συμπέρασμα. σύγκειται γὰρ ὁ συλλογισμὸς ἐκ δύο προτάσεων καὶ συμπεράσματος· καὶ ἔστι τὸ συμπέρασμα ἀπόδειξις τοῦ ζητουμένου ἀναντίρρητος. ἤδη τοίνυν περανῶ: Ἀπὸ τοῦ νῦν ἀποδείξω. συλλογίζομαι ὑμῖν.

κοσμιότης: Εὐταξία, καὶ σεμνότης. Θ. ὑβρίζειν: Αἰσχρὰ πράττειν τὸ ἀσελγαίνειν.

πάνυ γοῦν: Ἐν εἰρωνείᾳ, ἐπεὶ οἱ πένητες κλέπτουσι διὰ τὴν ἀπορίαν. —εἰρωνικῶς. κόσμιον: Ὠφέλιμον. εὔτακτον.

πῶς οὐχὶ κόσμιον: Τὸ πειρᾶσθαι λαθεῖν. τοῦτο δὲ ὁ ἕτερος πρεσβύτης πειράζων λέγει καὶ χλευάζων· ἢ ὅτι τὸ παλαιὸν οὐ διεβέβλητο ἡ κλοπὴ, εἰ μὴ φωραθεὶς κλέπτων ὑπῆρχεν. Ἄλλως. εἴ γε ὁ κλέπτης λανθάνει· ψυχρὸν δὲ τὸ ἐνθύμημα. —εἴγε δεῖ λαθεῖν: Ἀπόκειται μὴ γνωσθῆναι. ἀπόκειται. Θ.

σκέψαι: Λογίζου. ἐξέτασον. τοὺς ῥήτορας: Τοὺς κριτάς. ὡς: Ὅτι.

περὶ τὸν: Εἰς τόν.

ἀπὸ τῶν κοινῶν: Ἀπὸ τῶν δημοσίων χρημάτων. πραγμάτων. Θ.

ἐπιβουλεύουσί τε: Διαβάλλει τοὺς ῥήτορας, ὡς δῶρα λαμβάνοντες παρὰ τῶν πολεμίων ἀσύμφορα τῇ πόλει συμβουλεύουσιν, οὐκ ἐῶντες αὐτὴν τούτους ἀμύνασθαι. —ἐπιβουλεύουσι: Ἤγουν κακῶς βουλεύουσιν. ἐπίβουλοι γίνονται. πολεμοῦσιν: Μάχονται.

καίπερ σφόδρα: Συναινεῖ διισχυριζόμενος κατὰ τὸ τῶν ῥητόρων σχῆμα, διασύρων αὐτήν. τὸ δὲ βάσκανος ἁπλῶς ἐπὶ λοιδορίᾳ τιθέασιν. —ψεύδει: Ψευδὲς λέγεις. τούτων. Ὧν περὶ τῶν ῥητόρων λέγεις. Θ. ὧν εἶπας. βάσκανος: Ἐχθρή.

ἀτὰρ οὐχ ἧττον: Ὅμως, φησὶν, εἰ καὶ ἀληθεύεις, μὴ μέγα φρονήσῃς· οὐδὲν γὰρ ἧττον τὰ αὐτὰ πείσῃ. κομήσῃς δὲ ἀντὶ τοῦ ὑπερηφανήσῃς, παρὰ τὸ τοὺς κομῶντας καυχητιᾶν. ἢ ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἃ τὴν κόμην ὑψοῦ ἔχουσι. τοιοῦτοι δὲ καὶ οἱ ὑπέρφρονες, ὑψοῦ τὴν γνώμην αἴροντες. —τοῦτο δὲ διὰ μέσου εἴρηται, καὶ ἔστι τὸ, ὅτι ζητεῖς, πρὸς τὸ κλαύσει. διὰ τῶν λόγων ὧν εἶπας, ἀλλὰ ἐπίσης τιμωρηθήσῃ δηλ. ταύτῃγε κομίσῃς: Ἀπὸ τούτου ἐπαρθῇς. ἐπαρθῇς.

ὁτιὴ ζητεῖς: Ἐπεὶ ἐξετάζεις.

ἐλέγξαι μʼ: Ἐμὲ ψευδόμενον. Περὶ τοῦ μὴ διαφέρειν με τοῦ Πλούτου.

καὶ πτερυγίζεις: Κοῦφα καὶ μάταια διαλέγῃ. ἀπὸ τῶν νεοσσῶν, ἃ πειράζουσι μὲν τὰς πτέρυγας, ἵπτασθαι δὲ οὐ δύνανται· οὕτω καὶ σὺ θέλεις μὲν ἀντειπεῖν καὶ πειράζεις, οὐδὲν δὲ ἀνύεις. Ἄλλως. ἀλλὰ φλυαρεῖς διὰ λόγων· τὸ γὰρ πτερὸν ἠχῶδες καὶ θορυβητικόν· ἢ κοῦφα λαλεῖς· ἢ ματαιοπονεῖς, ἀπὸ μεταφορᾶς τῶν ὀρνέων τῶν μὴ δυναμένων πέτεσθαι διὰ τὸ βραχὺ τῆς ἡλικίας. Ἄλλως. ἀντὶ τοῦ, πειράζεις πολλὰς ἀνηνύτους ὁρμὰς, καθάπερ καὶ οἱ νεοττοὶ πειράζοντες τὴν πτέρυγα καὶ γυμνάζοντες ἄπρακτον ἔχουσι τὴν τῆς πτήσεως φοράν. —φλυαρεῖς: Πολυλογίζεις. πτερυγίζεις: Ματαιάζεις. Θ. ἀδύνατα λέγεις. ἅπαντες: Ὅλοι.

βελτίους: Καλούς. σκέψασθαι: Μαθεῖν.

ἀπὸ τῶν παίδων: Δυσχερές ἐστι μαθεῖν τὸ δίκαιον, ὅπου γε καὶ οἱ παῖδες διὰ τοῦτο μισοῦσι τοὺς πατέρας. —φρονοῦντας ἄριστα: Ποιοῦντας καλῶς. ἄριστα: Ὠφέλιμα.

διαγινώσκειν: Διακρίνειν. σύναπτε τὸ δίκαιον ἐνταῦθα. χαλεπὸν: Δυσχερές. δίκαιον: Τὸ νὰ εὕρῃ τις τὸ δίκαιον, δύσκολόν ἐστι πρᾶγμα.

τὸν Δία φήσεις: Τὸ μὲν φήσεις λέγεται πρὸς τὴν Πενίαν. τὸ δὲ, ταύτην δʼ ἡμῖν ἀποπέμπει, πρὸς τὸν Βλεψίδημον. ἢ καὶ τὸ φήσεις πρὸς τὸν Βλεψίδημον, ἤγουν, εἴποις κατὰ τὸν αὐτῆς λόγον. —ὀρθῶς: Ἀπταίστως. κράτιστον: Λυσιτελές. Τινὲς μετὰ τοῦ ν τὸν κράτιστον.

κἀκεῖνος: Ὁ Ζεύς.

ἀλλʼ ὦ Κρονικαῖς γνώμαις: Ἤγουν, ἀρχαίαις μωρίαις ἐσκοτισμένοι τὸ φρονεῖν. παροιμία δέ ἐστιν ἐπὶ τῶν ἀμβλυωπούντων, ἥτις εἴρηται καὶ ἐν Νεφέλαις. ἀντὶ δὲ τοῦ γνώμαις γράφεται λήμαις. λήμη δέ ἐστι τὸ πεπηγὸς δάκρυον, ὅπερ ἐπικαθεζόμενον βλάπτει τοὺς ὀφθαλμούς. τοῦτο δὲ διὰ τὸ εἶναι αὐτοὺς γέροντάς φησι. τὸ γὰρ τῶν γερόντων δάκρυον παχὺ ὂν λήμας μεγάλας ποιεῖ. σημαίνει οὖν τὸ τετυφλωμένοι τὰς φρένας, ὥσπερ οἱ τὰς λήμας ἔχοντες τῶν ὀφθαλμῶν ἐμποδίζονται τὰς ὄψεις. —Κρονικαῖς: Παλαιαῖς καὶ μωραῖς. Θ. παλαιαῖς καὶ μεγάλαις. λήμαις: Τζίμβλαις. λημῶντες: Τυφλώττοντες. τυφλώττοντες ἢ τετυφλωμένοι ὄντες. Θ. τυφλώττοντες, βεβλαμμένοι. λημῶντε: Οἱ τζυμβλώττοντες. ἄμφω: Ὁμοῦ οἱ δύο.

πένεται: Πένης ἐστί. φανερῶς: Καθαρῶς νουθετήσω.

διʼ ἔτους πέμπτου: Κατὰ γὰρ εʹ χρόνους ἐγίνετο. Θ. κατὰ πεντέχρονον ἐγένετο εἰς τὰ Ὀλύμπια συνάθροισις.

ἀνεκήρυττεν: Ἀνηγόρευεν. Θ.

κοτίνου στεφάνῳ: Κοτίνου στεφάνῳ στεφανώσας ἀνεκήρυττε τοὺς νικῶντας. Ἄλλως. οὐ κοτίνῳ ἐστέφοντο, ἀλλὰ τῷ τῆς καλλιστεφάνου ἐλαίας κλάδῳ. οὐκ ἀκριβῶς οὖν· καλλιστέφανος γὰρ ἡ ἐλαία λέγεται. τούτῳ δὲ ἥρμοττεν ἐκφαυλίζοντι λέγειν κοτίνῳ. καὶ Ἀριστοτέλης δὲ οὕτω φησὶ κατὰ λέξιν περὶ αὐτῆς, «ἐν τῷ Πανθείῳ ἐστὶν ἐλαία, καλεῖται «δὲ καλλιστέφανος· ταύτης δὲ ἔμπαλιν τὰ φύλλα ταῖς «λοιπαῖς ἐλαίαις πέφυκεν· ἔξω γὰρ, ἀλλʼ οὐκ ἐντὸς «ἔχει τὰ λευκά. ἀφίησί τε τοὺς πτόρθους, ὥσπερ ἡ «μύρτος, εἰς τοὺς στεφάνους συμμέτρους. ἀπὸ ταύτης «λαβὼν καρπὸν Ἡρακλῆς ἐφύτευσεν Ὀλυμπίασιν, ἀφʼ «ἧς οἱ στέφανοι τοῖς ἀθληταῖς δίδονται. ἔστι δὲ αὕτη «παρὰ τὸν Ἰλισσὸν ποταμὸν, σταδίους ξʹ τοῦ ἱεροῦ «ἀπέχουσα· περιῳκοδόμηται δὲ, καὶ ζημία μεγάλη τῷ «θιγόντι αὐτῆς ἐστιν. ἀπὸ ταύτης ἔφερον λαβόντες «Ἠλεῖοι τῶν ἀθλητῶν ἐν Ὀλυμπίᾳ τοὺς στεφάνους.» τῷ δὲ κωμικῷ, φασὶν, ἥρμοττεν ἐκφαυλίζοντι τὸ πρᾶγμα λέγειν, ὡς ἐκ κοτίνου ἐστεφανοῦντο, ὃ δηλοῖ τὴν ἀγριέλαιον, καὶ ἅμα διότι καὶ χρήσιμος αὐτῷ ἡ λέξις ἐν τοῖς ἑξῆς· καταρρητορεύσει γὰρ ὁ Χρεμύλος καὶ ἡττηθεὶς ἐρεῖ ἀλλά σʼ ὁ Ζεὺς ἐξολέσειε κοτίνου στεφάνῳ στεφανώσας· τουτέστι, κότον σοὶ θέμενος περὶ τὴν κεφαλήν· παρήχηται γὰρ ὁ κότινος τῷ κότῳ, διʼ οὗ δηλοῦται μεγάλη ὀργή. ἀπὸ δὲ τοῦ τοιούτου κοτίνου, τοῦ φυτοῦ δηλαδὴ, καὶ νῆσος Κοτινοῦσα τὰ Γάδειρα, διὰ τὸ τοιούτοις ἐνευθηνεῖσθαι φυτοῖς, ὡς καὶ ὁ Περιηγητὴς δηλοῖ. ὡς δὲ καὶ ἕτεροι τόποι ἀπὸ φυτῶν τὴν κλῆσιν ἔσχον, τεθρύλληται καὶ αὐτό· Μυρρινοῦς γοῦν δῆμος ἐν Ἀττικῇ μυρρίνας ἔχων· ὅθεν αὐτὸς Μυρρινόεις, καὶ κατὰ συναίρεσιν Μυρρινοῦς· ὥσπερ ἕτερος Ῥαμνοῦς, ἀπὸ τῶν ἐκεῖ φυομένων ῥάμνων, ὧν οἱ δημόται Μυρρινούσιος καὶ Ῥαμνούσιος. καὶ ἡ Ἐρεικοῦσα λέγεται διὰ τὰς ἐν αὐτῇ ἐρείκας· καὶ ἡ Ποντικὴ δὲ Κερασοῦς ἀπὸ τῶν φυτῶν τῶν κεράσων κέκληται· καὶ Πιτυοῦσα ἡ Μίλητός ποτε διὰ τὸ πολλὰς ἔχειν πίτυας ἐκλήθη. οὕτω καί τις Πιτυούσιος ἀπὸ τόπου ἑτέρου πολλὰς ἔχοντος πίτυας, ἐξ ὧν ἐκεῖνος καὶ παρωνόμασται· τὸ δʼ αὐτὸ καὶ ἄλλοι τόποι πεπόνθασι. ἰστέον δὲ ὡς, εἰ καὶ κρατεῖ παρὰ τοῖς ἀπειροτέροις κότινον στέφανον εἶναι, ἀλλʼ αὐτὸς μὲν φυτοῦ, ὡς ἐρρέθη, κλῆσίς ἐστιν. ὁ δὲ κωμικὸς ἐδήλωσεν ἐντελὲς καὶ σαφὲς εἶναι τὸ μὴ κότινον τὸν τοιοῦτον λέγεσθαι στέφανον, ἀλλʼ ἐκ κοτίνου στέφανον. οὕτω δὲ καὶ ταινία οὐχ ἁπλῶς οὕτως στέφανος, ἀλλʼ ἡ ἐκ ταινίας περιείλησις ἐν τῇ κεφαλῇ· ταινία δὲ, στενόν τι καὶ ἐπίμηκες ὕφασμα, κοινότερον δὲ εἰπεῖν, φασκία. κοτίνῳ: Ἐλαΐνῳ. Θ. κοτίνου στεφάνῳ: Ἐν τῷ μὴ χρυσῷ, ἀλλʼ ἐξ ἐλαίας στεφανοῦν. Θ. ἐξ ἀγρίας ἐλαίας ἤγ. ἀπὸ κοτίνου πεποιημένου .... διὰ χρυσοῦ στεφανοῦν δηλ. ἐχρῆν: Ἔπρεπεν.

οὐκοῦν. Τὸ λοιπόν. τούτῳ: Τῷ τρόπῳ. οὐκοῦν τούτῳ: Διὰ τὸ κοτίνῳ στεφάνῳ στεφανοῦν τοὺς ἀθλητάς. ἐκεῖνος: Ὁ Ζεύς.

φειδόμενος: Ἀκριβολογούμενος. μηδὲν: Μέρος ἀναλῶσθαι. δαπανᾶσθαι: Ἀναλίσκεσθαι.

λήροις ἀναδῶν: Εὐτελίζει τὸν Ὀλυμπιακὸν στέφανον, ὡς μὴ σπουδαῖον, λῆρον δέ πως ὄντα, καὶ οἷον ἐκφλαυρίζεσθαι, καθά τις ἔφη τῶν παλαιῶν, τουτέστι περιφρονεῖσθαι. εἰσὶ δὲ οἳ καὶ παίζειν φασὶ τὸν κωμικὸν πρὸς ὁμοιότητα ἤχου τοῦ κατά τε τὸν λῆρον, τὸν διὰ τοῦ η γραφόμενον, καὶ τοῦ παρὰ τὸ λείριον, ὃ γράφεται μὲν διὰ διφθόγγου κατὰ τὴν ἄρχουσαν, σημαίνει δέ τι ἄνθος, ἀφʼ οὗ καὶ «φωνὴ λειριόεσσα,» ἡ ἀνθηρά· καὶ κύριον Ποδαλείριος, οἱονεὶ ἀνθηρόπους, ἢ διατρίβων ἰατρικῶς περὶ τὰ λείρια· περὶ οὗ καὶ ἐν τῇ Ἰλιάδι· ἵνα ἐν τῷ λέγειν, λήροις ἀναδῶν τοὺς νικῶντας, δοκῇ διχῶς νοεῖν, ἢ ὅτι ἀνθηρῷ στεφάνῳ στεφανοῖ, ὡς οἷον λειριόεντι· ἢ ὅτι λήρῳ τῷ κατὰ φλυαρίαν. τοιοῦτόν τι παίζει καὶ περὶ κειρύλου ἐν Ὄρνισι, ἔνθα καὶ διὰ τοῦ η νοεῖται ἡ λέξις, ὡς ἐπὶ ὄρνιθος οὕτω λεγομένου· καὶ διὰ διφθόγγου δὲ διά τινα κουρέα, ὡς ἀπὸ τοῦ κείρω. τὸ δὲ ἀναδεῖν ταὐτόν ἐστιν ἐνταῦθα τῷ στεφανοῦν, ἐξ οὗ καὶ ἀνάδετος γυναικεῖος κόσμος, ὃς καὶ ἀναδέσμη λέγεται· ἔχει δὲ ἀπεναντίον πρὸς τὸ ἀναδεῖν τὸ ὑποδεῖν, ἐξ οὗ καὶ τὸ ὑπόδημα· τὸ μέν τοι διάδημα ἐπὶ κόσμου βασιλικοῦ τοῦ περιδουμένου διʼ ὅλου σώματος. —λήροις: ἀναδέων εὐτελέσι στεφάνοις. φαύλοις πράγμασι στεφανῶν· ἀφʼ οὗ ἀνάδημα ὁ στέφανος. Θ. παιγνίοις. λείροις: Ἄνθεσιν. λήροις ἀναδῶν: Φλυαρίαις στεφανῶν. ἐᾷ: Ἀφίησι. παρʼ αὐτῷ: Κεῖσθαι.

τὸ γὰρ ἀπατᾶν τοῦ πένεσθαι χεῖρον, ἐπειδὴ τρόπου κακία ἐστίν. τοῦτο δεικτικῶς. ζητεῖς αὐτῷ περιάψαι: Ἴσον ἐστὶ τῷ προσάψαι· λέγεται δὲ τὸ αὐτὸ καὶ ἀνάψαι, ὡς παρʼ Ὁμήρῳ ἐν τῷ «ἐθέλεις δέ κε μῶμον ἀνάψαι.» ἔστι δέ τι καὶ ἄλλο σημαινόμενον τοῦ περιάπτω, ἐξ οὗ τὰ γοητευτικὰ περίαπτα· δηλοῖ δὲ ἀπαιώρησίν τινα ἡ λέξις, ὅθεν καὶ τὰ ῥηθέντα περίαπτα, ὧν ἀπαιωρουμένων τοῦ σώματος δοκοῦσιν οἱ φαῦλοι εὖ ἔχειν τοῦ ζῆν διʼ αὐτὰ, ὡς εἶναι μᾶλλον αὐτοὺς ἀπαιωρουμένους τῶν τοιούτων, οἷς ἐλπίζουσιν ἐπʼ αὐτά. ὁ δὲ ἀνελεύθερος κακίᾳ παρωνόμασται τῇ ἀνελευθεριότητι. ἔστι δὲ κατʼ ἀρετὴν μὲν ἄνθρωπος ὁ ἐλεύθερος, ὃς ἀντιθέτως τῷ φειδωλῷ δαπανᾷ δεόντως· ἀνελεύθερος δὲ ὁ μὴ τοιοῦτος, ἀλλὰ κατὰ τοὺς κίμβικας καὶ σκιφοὺς διακείμενος· ὁ δὲ φιλοκερδὴς εἰς ταὐτὸν ἥκει τῷ ἀνελευθέρῳ· εἰκὸς γὰρ τὸν φιλοκερδῆ καὶ σμικρολόγον εἶναι, εἴτʼ οὖν ἀνελεύθερον. τὸ δὲ κοτίνου στεφάνῳ στεφανώσας, παιγνιωδῶς διττολογεῖται· κεῖται γὰρ καὶ ἀνωτέρω. ἔθος δὲ τῷ κωμικῷ πολλαχοῦ διττολογεῖν ἐπὶ γέλωτι. —αἴσχιον: Αἰσχρότερον, ἀτιμότερον. Θ. περιάψαι: Περιθεῖναι. Θ.

ἀνελεύθερος: Φειδωλός. οὑτωσὶ: Καθὼς αὐτὸς λέγεις. Θ.

ἀλλὰ σέ γʼ ὁ Ζεὺς: Τοῦτο εἴρηκεν ὁ Χρεμύλος ἐπιστομηθεὶς παρὰ τῆς Πενίας, καὶ μὴ δυνάμενος ἀντιλέγειν εἰς κατάραν τὸν λόγον ἔτρεψε. τοῦτο παίζων ὁ Χρεμύλος λέγει. ἀλλά σε ὁ Ζεὺς: Εἴθε. ἐξολέσειεν: Παντελῆ φθορᾷ δοίη.

τὸ γὰρ ἀντιλέγειν: Ὅτι σχῆμα κεῖται καινὸν ἐλλειπτικὸν ἐνταῦθα τόδε· τὸ γὰρ λέγειν τολμᾶν ὑμᾶς, ὡς οὐ πάντη ἐστὶ τἀγάθʼ ὑμῖν διὰ τὴν πενίαν· λείπει γὰρ φανερῶς ἐνταῦθα ἔννοιά τις ἀκεραία τοιαύτη, τίς ἂν ἀκούων ἀνάσχοιτο, ἢ, πῶς οὐκ ἂν εἴη φορτικὸν, ἢ, πῶς οὐκ ἀντιλέγοιτο, ἢ τοιοῦτόν τι· ἵνα λέγῃ ἡ Πενία ὅτι, τὸ γὰρ τολμᾶν ὑμᾶς λέγειν, ὡς οὐ διʼ ἐμὲ ὑμῖν τὰ ἀγαθὰ, πῶς ἂν εἴη φορητὸν ἀκούεσθαι; καὶ σημείωσαι τὸ τοιοῦτον εἶδος τῆς ἐλλείψεως ἐνδεικτικὸν ὂν θυμικοῦ ἤθους, καὶ ἐγκοπτομένης τῆς τελείας φράσεως διὰ τὸ πολὺ τῆς ὀργῆς. —Ἄλλως. αὕτη ἡ κατασκευὴ πρὸς τὸν τοῦ Χρεμύλου λόγον ἐστὶν, ὥσπερ τῆς Πενίας αὐτῷ λεγούσης ὅτι οὐ δεῖ δυσχεραίνειν πρὸς τοὺς ἐμοὺς λόγους· δεινὸν γὰρ τὸ τολμᾶν ὑμᾶς ἀντιλέγειν ἐμοὶ, ὡς οὐ πάντʼ ἐστὶ τἀγαθὰ ὑμῖν διὰ τὴν πενίαν· ἡ γὰρ ἀντιλογία ὑμῶν εἰς τούτους ὑμᾶς τοὺς ἀσεβεῖς λόγους καὶ ἄκοντας ὤθησεν· ἀσεβὲς γάρ ἐστι τὸ λέγειν τὸν Δία φειδωλὸν, καὶ τὰ τούτῳ ἑπόμενα. ἀντιλέγειν: Ἐμοί. ὡς: Ὅτι. ὑμῖν: Ἐν. οὐ μωρόν; Θ.

παρὰ τῆς Ἑκάτης ἔξεστι: Τὴν Ἑκάτην ἐν ταῖς τριόδοις ἐτίμων τὸ παλαιὸν, διὰ τὸ τὴν αὐτὴν Σελήνην καὶ Ἄρτεμιν καὶ Ἑκάτην καλεῖσθαι. κατὰ δὲ νουμηνίαν οἱ πλούσιοι ἔπεμπον δεῖπνον ἑσπέρας, ὥσπερ θυσίαν τῇ Ἑκάτῃ ἐν ταῖς τριόδοις· οἱ δὲ πένητες ἤρχοντο πεινῶντες, καὶ ἤσθιον αὐτὰ καὶ ἔλεγον ὅτι ἡ Ἑκάτῃ ἔφαγεν αὐτά. λέγει οὖν, παρὰ τῆς Ἑκάτης μάθωμεν τῆς ἐπισταμένης τί καλὸν, πενία ἢ πλοῦτος· αὕτη γὰρ ἐπίσταται τίνες παρέχουσιν αὐτῇ δεῖπνα καὶ τίνες ἐσθίουσιν αὐτά. Ἄλλως. ἔθος ἦν ἄρτους καὶ ἄλλα τινὰ κατὰ μῆνα τιθέναι τῇ Ἑκάτῃ τοὺς πλουσίους, λαμβάνειν δʼ ἐξ αὐτῶν τοὺς πένητας· ἀπὸ τῶν ἱερῶν γὰρ οἱ πτωχοὶ ζῶσιν. —διὰ τὴν πενίαν: Οὐ μωρόν ἐστι; οὐ κακόν ἐστι δηλ. Ἑκάτης: τῇ Ἑκάτῃ θύουσι τῇ τριακάδι. σελίνης. ἔξεστιν: Δυνατὸν ὑπάρχει μαθεῖν. πυθέσθαι: Μαθεῖν.

βέλτιον: Λυσιτελές. ἣ εἰς τούτους σε τοὺς ἀσεβεῖς ὤθησε λόγους λέγειν τὸν Δία φειδωλὸν καὶ τὰ ἑπόμενα τῇ φειδωλίᾳ. Θ.

δεῖπνον: Ἐξ ᾠῶν καὶ τυροῦ τετηγανισμένου. Θ. κατὰ μῆνα προπέμπειν: Εἰς τὴν γέννησιν, προπ. εἰς τὰς τριόδους. ἤγουν φανείσης τῆς σελήνης. Θ.

τοὺς δὲ πέντας: Ἐκ τῶν ἱερῶν οἱ πτωχοὶ ἔζων. ἁρπάζειν: Ἑτοίμως λαμβάνειν. πρὶν: Προτοῦ. καταθεῖναι: Κάτω θεῖναι.

ἀλλὰ φθείρου καὶ μὴ γρύζῃς: Ἔκθεσις τῆς διπλῆς ἐκ κώλων ὁμοίων ἀναπαιστικῶν καʹ, ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον, τὸ δεύτερον μονόμετρον ἀκατάληκτον, τὸ γʹ ὅμοιον τῷ πρώτῳ, τὸ δʹ καὶ τὸ πέμπτον ὅμοια, τὸ ϛʹ ὅμοιον τῷ δευτέρῳ, τὸ ἕβδομον ὅμοιον τῷ αʹ, τὸ ηʹ ὅμοιον τῷ δευτέρῳ, τὸ ἔννατον ὅμοιον τῷ αʹ, τὸ δέκατον ὅμοιον τῷ δευτέρῳ, τὸ ιαʹ ὅμοιον τῷ πρώτῳ, τὸ ιβʹ ὅμοιον τῷ βʹ, τὸ ιγʹ, τὸ ιδʹ, τὸ ιεʹ, τὸ ιϛʹ, τὸ ιζʹ, τὸ ιηʹ, τὸ ιθʹ ὅμοια τῷ πρώτῳ, ἤτοι δίμετρα ἀκατάληκτα· τὸ κʹ ὅμοιον τῷ βʹ, ἀναπαιστικὴ βάσις, ἤτοι μονόμετρον, ὃ καὶ παρατέλευτον ὀνομάζεται· τὸ καʹ, καὶ τῆς πενίας καταπαρδεῖν, δίμετρον καταληκτικὸν εἰς συλλαβὴν, ἤτοι ἑφθημιμερὲς, ὅμοιον τῷ Κρατίνου ἐν Ὀδυσσεῦσιν, σιγάν νυν ἅπας ἔχε, σιγὰν, καὶ πάντα λόγον τάχα πεύσῃ. ἡμῖν δʼ Ἰθάκη πατρίς ἐστι, πλέομεν δʼ ἅμʼ Ὀδυσσέϊ θείω. καλεῖται δὲ παροιμιακὸν, ὡς Ἡφαιστίων φησὶ, διὰ τὸ παροιμίας τινὰς ἐν τούτῳ τῷ μέτρῳ εἶναι· οὐκ εἰκότως δέ· εἰσὶ γὰρ παροιμίαι ἐπικαὶ καὶ ἰαμβικαὶ, καὶ οὐ τούτου μόνου τοῦ μέτρου. εἶτα δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ τελευταίου κώλου, ἡ δὲ κατὰ τὸ τέλος· ἀμφότεραι ἔξω νενευκυῖαι. καὶ μὴ γρύζῃς: Μὴ φθέγγῃ. κυρίως δὲ γρύζειν ἐστὶ τὸ τοὺς μικροὺς χοίρους φωνὴν προΐεσθαι. —φθείρου: Ἀφανίσθητι. ἤγουν μετὰ φθορᾶς ἀπέρχου. καὶ μὴ γρύζειν: Καὶ μὴ φθέγγεσθαι δίκην χοίρου ποσῶς. φθέγγου δίκην μικροῦ χοίρου. Θ. μὴ γρύζῃς: Μὴ τὸ τυχὸν λέγε, εἰς τὸ ἑξῆς μηδέν τι.

μηδʼ ὁτιοῦν: μηδὲ ὀλίγον οὖν, μηδὲ τὸ τυχόν. μηδʼ ὅλως.

οὐδʼ ἢν πείσῃς: Ἐν ὑπερβολῇ λέγει, ὅτι κἂν πείσῃς, οὐχ ἕξεις ἡμᾶς πειθομένους σοι· οὐδὲ ἐὰν πιθανῶς διαλεχθείης, πείσεις ἡμᾶς συνθέσθαι σοι, καὶ τὸν Πλοῦτον καταλιπεῖν.

ὦ πόλις Ἄργους: Ταῦτα ἐκ Τηλέφου Εὐριπίδου τραγικεύεται. μετείληπται δὲ ὁ στίχος ἐκ Φοινισσῶν Εὐριπίδου, Πολυνείκους λέγοντος. οὐδὲ γὰρ ἀκολούθως καλεῖ ἐν Ἀθήναις οὖσα. διαβάλλει δὲ τοὺς Ἀργείους ὡς πένητας. —τοῦτο Εὐριπίδου ἐστὶν ἐκ Φοινισσῶν, Πολυνείκους λέγοντος. Θ. κλύεθʼ: Ὦ Ἀργεῖοι.

Παύσωνα κάλει τὸν ξύσσιτον: Σύντροφον καὶ συνδιαιτητήν. ὁ Παύσων δὲ ἐπὶ πενίᾳ κωμῳδεῖται ζωγράφος ὤν. —μετακαλοῦ σύντροφον τὸν Παύσωνα κωμῳδεῖται δὲ ἐπὶ πενίᾳ ὁ Παύσων ζωγράφος ὤν. Παύσωνα: Οὗτος ζωγράφος ὢν πάνυ πτωχὸς ἦν. τὸν ξύσσιτον: Τὸν σύντροφον τὸν σόν. Θ.

τί: Ἵνα. τλήμων: Ἀθλία, ἤγουν ἡ δυστυχής. ἡ ἀθλία.

ἐς κόρακας: ἀντὶ τοῦ εἰς ἀπώλειαν καὶ φθοράν. Βοιωτοῖς γὰρ ἀναστάτοις ἀπὸ Θρᾳκῶν γενομένοις καὶ περὶ ἀποικίας μαντευομένοις εἶπεν ὁ θεὸς ἐκεῖ κατοικεῖν ἔνθα ἂν ἴδωσι λευκὸν κόρακα. οἱ δὲ ἐν Θετταλίᾳ περὶ τὸν Παγασητικὸν κόλπον εἶδον περιιπταμένους τοὺς τοῦ Ἀπόλλωνος ἱεροὺς κόρακας, οὓς παῖδες ἀφῆκαν γυψώσαντες ὑπὸ μέθης, καὶ τελεῖσθαι τὸν χρησμὸν φήσαντες ἐνταῦθα κατῴκησαν. οἱ δὲ ἀπὸ τοῦ ζῴου λέγεσθαι τὴν παροιμίαν φασίν· ἐν γὰρ τοῖς ἐρημοτέροις τόποις ἐπιτηρεῖ τὰ πτώματα. Ἔρρʼ: Μετὰ φθορᾶς ἀπέρχου. Θ. ἄπελθε εἰς τοὺς κόρακας ταχέως. θᾶττον: Ταχέως.

εἶμι: Ποῦ πορεύσομαι. Θ. ἐλεύσομαι. ποῖ γῆς: Εἰς ποῖον μέρος.

ἐς τὸν κύφωνα: Κύφων ὁ ξύλινος δεσμὸς, ἐν ᾧ δεσμεύονται οἱ ἐν τῇ φρουρᾷ, ὃν καὶ κυφῶνα περισπωμένως λέγουσι. τινὲς δὲ Κύφωνα ὄνομα κύριόν φασι πτωχοῦ τινος. οἱ δὲ κρημνὸν οὕτω καλούμενον. —ἐς τὸν: Ἄπελθε δηλ. οἱ μὲν τὸν κύφωνα τιμωρητικὸν ὄργανον φασὶν, ὃν καὶ κυφῶντα περισπωμένως λέγουσιν· οἱ δὲ ἄνδρα καθʼ ὑπερβολὴν πένητα· οἱ δὲ κρημνὸν οὕτω καλούμενον. ἀλλʼ οὐ μέλλειν: Ἀλλʼ οὐ χρή σε, φησὶ, βραδύνειν, ἀλλʼ ἐπείγεσθαι εἰς ὄλεθρον. μέλλειν: Βραδύναι. βραδύνειν. Θ.

τινὲς μετὰ τοῦ τ ἀνύτειν· πλεονάζουσι γὰρ οἱ Ἀττικοὶ τὸ τ. Θ. ἀλλʼ ἀνύειν: Ἀνύω τὸ τελειῶ· καὶ ἀνύω τὴν ὁδὸν, ἤτοι σπουδαίως βαδίζω. χρὴ: Πρέπει. ἀνύειν: Σπεύδειν. χρή σʼ, ἀλλʼ ἀνύειν: Συντόνως ἔρχεσθαι. ἀνύττειν: Σπεύδειν τῆς πορίας.

ἦ μὴν: Ὄντως δέ. Θ. ὁρκωμοτικὸν ἐπίρρημα ἀντὶ τοῦ ναὶ μήν.

μεταπέμψεσθον: Μετακαλέσατον. Θ. μετακαλέσετε. μετακαλέσασθε.

τότε νοστήσεις: Ὅτε μεταπεμψόμεθά σε. ἐν ἤθει δὲ καὶ τοῦτο. —ὅτε μεταπεμψόμεθά σε, ὑποστρέψεις· νῦν δὲ μετὰ φθορᾶς ἀπέρχου. τοῦτο ἐν ἤθει. νοστήσεις: Ἐπαναστρέψεις. Θ.

κρεῖττον: Κάλλιον.

κλᾴειν μακρὰ τὴν κεφαλήν: Λείπει τὸ τύπτουσαν· ἢ οὐδὲν λείπει, ἀλλʼ ἀντὶ τοῦ κλαίειν ὅλον τὸ σῶμα καὶ σεαυτήν. Ἀττικὸν τὸ σχῆμα. —ἐᾶν: Καταλιμπάνειν. ἡ τὴν κεφαλὴν τύπτουσα δηλ. λέγει. αἱ γὰρ γυναῖκες, ὅταν κλᾴωσι, τὰς ἑαυτῶν κεφαλὰς τύπτουσιν. ἢ τὸ κεφαλὴν πρὸς τὸ κλᾴειν σύναπτε, καὶ μηδὲν ἔξωθεν λάμβανε. τὴν κεφαλήν: Τύπτουσαν δηλαδή.

εὐωχεῖσθαι: Εὐφραίνεσθαι ὁμοῦ. τρέφεσθαι.

ἀντὶ τοῦ ἀνθηρὸς, παρὰ τὸ λίπος· στίλβει γὰρ τὸ ἔλαιον· ἢ ἀντὶ τοῦ ἀληλιμμένος. Θ. τὸ λιπαρὸς ἢ ἀντὶ τοῦ τρυφηλὸς νοητέον· ἢ διότι ἔθος ἦν τοῖς παλαιοῖς μετὰ τὸ λελοῦσθαι ἐλαίῳ διʼ ὅλου τοῦ σώματος ἀλείφεσθαι, ἵνα οἱ πόροι ὑπὸ θέρμης ἀνεῳχθέντες κλεισθῶσιν ὑπὸ τοῦ ἐλαίου ἐπιπωματικοῦ ὄντος, καὶ μὴ δέξωνται ἀέρα ἔκτοθεν. λιπαρὸς: Φαιδρός. χωρῶν: Ἐρχόμενος. βαδίζων, κινούμενος. βαλανείου: Λοετροῦ.

τῶν χειροτεχνῶν: Τῶν πενήτων. τῶν πτωχῶν.

καταπαρδεῖν: καταγελᾶν. καταφρονεῖν· παίζει δέ. Θ. καταποπαρδεῖν: Καταφρονῆσαι.

αὕτη μὲν ἡμῖν: Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ὀκτώ· ἐπὶ τῷ τέλει παράγραφος, καὶ ἑξῆς τὸ χοροῦ. κἀνταῦθα γὰρ χορὸν ὤφειλε θεῖναι, καὶ διατρίψαι μικρὸν, ἄχρις ἄν τις ἐξ Ἀσκληπιοῦ ἀναστρέψειε τὴν τοῦ Πλούτου ἀπαγγέλλων ἀνάβλεψιν. —ἡ ʼπίτριπτος: Ἡ ἀξία ἐπιτετρίφθαι. Θ. ἡ ἀξία τοῦ ἐπιτριβῆναι, ἢ ἡ μεγάλα φθεγγομένη, ἐπείπερ ἔλεγε «τῶν χειροτεχνῶν καὶ τῆς Πενίας καταπαρδεῖν.» οἴχεται: Ἀπῆλθεν. Θ. ἀφανὴς γέγονε.

ὡς τάχιστα: Λίαν ταχέως. θεὸν: Τὸν Πλοῦτον. Θ.

ἄγωμεν εἰς: Ἄγειν, τὸ διεξάγειν στράτευμα· ὅθεν καὶ ἀγὸς ποιητικῶς ὁ ἡγεμών. καὶ, τοσαῦτα πράγματα ἄγει τις, ἤτοι διευθετεῖ. ἄγειν τὸ νομίζειν καὶ ἡγεῖσθαι, ὡς παρὰ Συνεσίῳ «ἡμέρα μὲν οὖν ἦν, ἥντινα ἄγουσι Ἰουδαῖοι παρασκευήν.» ἄγειν καὶ τὸ φέρειν ἐπὶ ἐμψύχων, ὡς τὸ, ἄγει τὸν νέον εἰς τὸ διδασκαλεῖον. ἄγειν καὶ τὸ συντρίβειν, ἀφʼ οὗ τὸ κατέαγε, καὶ κατεαγὼς, καὶ παρʼ ἰατροῖς κάταγμα, τὸ τῶν ὀστῶν σύντριμμα. ἐγκατακλινοῦντʼ: Καταθήσοντες. Θ. ἐγκαταθήσοντες. εἰς Ἀσκληπιοῦ: Τὸν ναὸν δηλαδή Θ. εἰς Ἀσκληπιοῦ: Τὸν ἐν ἄστει λέγει Ἀσκληπιόν· δύο γάρ εἰσιν, ὁ μὲν ἐν ἄστει, ὁ δὲ ἐν Πειραιεῖ, ἢ ἐν Ἀχάρναις, ὥς φασι.

καὶ μὴ: Ὅρα μὴ ἀργῶμεν. μὴ: Ἵνα. ἐκ παραλλήλου τὸ πάλιν αὖ. Θ. τὶς: τῶν φίλων.

διακωλύσῃ: Ἐμποδίσῃ. τῶν προὔργου: Τῶν σπουδαίων, τῶν ἀναγκαίων. τῶν ἀναγκαίων. Θ. τῶν ἀναγκαίων, τῶν σπουδαίων, τοῦ πλουτεῖν.

παῖ: Δοῦλε. Θ. ἐκφέρειν: Ἐξάγειν.

αὐτόν τʼ ἄγειν τὸν Πλοῦτον: Τοῦτο ὥσπερ διὰ μέσου εἴρηκεν· οὐ γὰρ τὸν Πλοῦτον ἔμελλεν ὁ Καρίων ἀγαγεῖν, ἀλλὰ τὰ στρώματα καὶ τὰ ἄλλα, ὅσα αὐτοῖς εἰς τὴν χρείαν παρεσκεύαστο. τὸ δὲ, ὡς νομίζεται, ἢ πρὸς τὸ ἐκφέρειν σύναπτε, ἵνʼ ᾖ, ὡς νομίζεται, καὶ νόμιμόν ἐστι τοῖς δούλοις ποιεῖν· ἢ πρὸς τὸ ἄγειν, ἵνʼ ᾖ, ὡς νομίζεται ποιεῖν τοὺς ἄγοντας ἀσθενῆ εἰς Ἀσκληπιοῦ. ἢ καὶ τὸ, ἄγειν αὐτὸν τὸν Πλοῦτον, πρὸς τὸν Καρίωνα, ἤγουν, μετὰ τῶν ἄλλων καὶ τοῦτον ἐξένεγκε. ὡς νομίζεται: ὡς πρέπει καὶ ὡς ἔθος ἐστὶν, ἀντὶ τοῦ ὡς δίκαιόν ἐστι. Θ. ὡς νόμιμόν ἐστιν ὁδηγεῖν τὸν τυφλόν.

ἔνδον: Τῆς οἰκίας. ηὐτρεπισμένα: ᾨκονομημένα. εὐτρεπισμένα: τὰ πρὸς τὴν θυσίαν τοῦ Ἀσκληπιοῦ.

ὦ πλεῖστα Θησείοις: Ἕτερον σύστημα ἀμοιβαῖον τῶν ὑποκριτῶν. εἰσὶ δὲ οἱ πρῶτοι ιʹ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι· ὁ ἑνδέκατος ἀντισπαστικὸς τρίμετρος βραχυκατάληκτος, ἐπιμεμιγμένος ἐπιτρίτῳ βʹ· ὁ δωδέκατος ἰαμβικὸς τρίμετρος· οἱ ἑξῆς δύο ἀντισπαστικοὶ τρίμετροι βραχυκατάληκτοι τοῦ πρώτου ποδὸς πεντασυλλάβου, τουτέστι διτροχαίου αἱ γὰρ βραχεῖαι κατʼ ἀρχὰς συλλαβαὶ ἀντὶ μιᾶς μακρᾶς λογιζέσθωσαν, τοῦ δὲ δευτέρου ἐπιτρίτου δευτέρου. ἐπὶ τῷ τέλει παράγραφος. σημείωσαι ἐνταῦθα ὅτι δέον χορὸν διὰ μέσου θεῖναι, μέχρις ἂν ἐκεῖνοι ἐς Ἀσκληπιοῦ ἐλθόντες ἀναβλέψαιεν τὸν Πλοῦτον, ὁ δὲ παραχρῆμα τὸν Καρίωνα εἰσφέρει εὐαγγελίζοντα τοῖς γέρουσι περὶ τῆς τοῦ Πλούτου ἀναβλέψεως. ἐποίησε δὲ τοῦτο οὐκ ἀλόγως, ἀλλὰ τῇ τε τῆς νέας κωμῳδίας συνηθείᾳ, ἐν ᾗ αἱ παραβάσεις ἐπαύσαντο, ὡς προείρηται, καὶ ἅμα δεῖξαι βουλόμενος ὡς ἄρα τάχιστα πάνυ ὁ Πλοῦτος ἀνέβλεψεν. ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι: Ὁ θεράπων ἔρχεται ἀγγέλλων τὸν Πλοῦτον ἀναβλέψαντα. μετὰ τὸ χαρίσασθαι τὴν δημοκρατίαν τοῖς Ἀθηναίοις τὸν Θησέα, Λύκος τις συκοφαντήσας ἐποίησεν ἐξοστρακισθῆναι τὸν ἥρωα· ὁ δὲ παραγενόμενος εἰς Σκῦρον διῆγε παρὰ Λυκομήδει τῷ δυνάστῃ τῆς νήσου, ὃς ζηλοτυπήσας ἀναιρεῖ αὐτὸν δόλῳ. Ἀθηναῖοι δὲ λοιμώξαντες καὶ κελευσθέντες ἐκδικῆσαι τῷ Θησεῖ, τὸν μὲν Λυκομήδην ἀνεῖλον, τὰ δὲ ὀστᾶ μεταστειλάμενοι καὶ τὸ Θησεῖον οἰκοδομήσαντες ἰσοθέους αὐτῷ τιμὰς νέμουσιν. —Ἄλλως. Ταῖς ὀγδόαις τὰ Θησεῖα ἦγον καὶ ἀνεῖτο ἡ ὀγδόη πᾶσα τῷ Θησεῖ, ἐν Ἀθήναις δὲ δημοτελὴς ἑορτὴ συντείνουσα πρὸς τὴν τοῦ ἥρωος τιμήν. ἐκαρύκευον δὲ ζωμόν. Ἄλλως. διανομαὶ καὶ εὐωχίαι τοῖς Θησείοις ἐγίνοντο. ἑορτὴ δὲ αὐτῷ ἐπετελεῖτο, ἐπειδὴ αὐτὸς συνήγαγε τὴν Ἀττικὴν, πρότερον σποράδην καὶ κατὰ κώμας οἰκουμένην. μεμυστιλημένοι, εὐωχημένοι, ζωμὸν ἀρυσάμενοι ἄρτοις κοίλοις καὶ μύστρια μιμουμένοις. ὅθεν καὶ τὸ ὄνομα τοῖς μυστρίοις, οἷον μυστλίον τι ὄν. ἐν ταύτῃ δὲ τῇ ἑορτῇ πάντες προῖκα ἤσθιον καὶ τὴν ἀθάραν καὶ ἄλλα τινά. Ἄλλως. ὁ κοῖλος ἄρτος μυστίλη καλεῖται, ἤγουν ἀθάρα· ἐν γὰρ τοῖς Θησείοις ἀθάραν ἤσθιον. ὁ δὲ νοῦς, ὦ πολλὰ ταλαιπωρήσαντες, καὶ εἰς οὐδὲν ἑστιαθέντες, νῦν δὲ εὐτυχήσαντες. —Ἄλλως. τὸ Θησείοις εἰ μὲν διὰ τῆς οι διφθόγγου γράψεις, τὴν ἑορτὴν τοῦ Θησέως ἐρεῖς· εἰ δὲ η, ἀντὶ τοῦ μισθαρνίαις νοήσεις. τὸ δὲ μεμιστυλλημένοι ἀντὶ τοῦ τεθραμμένοι καὶ ζωμὸν ῥοφήσαντες· μιστυλλᾷν γὰρ παρὰ τοῖς Ἀττικοῖς δευτέρας συζυγίας τῶν περισπωμένων, τὸ διὰ μιστύλλης ὅ ἐστιν. ἄρτου κοίλου, οἷα δοίδυκος ζωμὸν ἀρύεσθαι. γίνεται δὲ παρὰ τὸ μεῖστον, ὅ ἐστι τὸ σμικρότατον· ἀλλὰ τὸ μὲν μεῖστον διὰ διφθόγγου γράφεται, ὡς ἀπὸ τοῦ μεῖον γενόμενον· καὶ γὰρ ἐκεῖνο διὰ διφθόγγου. τὸ δὲ μιστύλλα διὰ τοῦ ι· οὐδὲν οὖν καινὸν, εἰ τὸ μὲν μεῖστον διὰ διφθόγγου γράφεται, τοῦτο δὲ διὰ τοῦ ι, ὅπου γε καὶ ἐπὶ τοῦ χερείων χείριστος, ἀρείων ἄριστος τοῦτο γέγονε. μεμιστυλλημένοι: Εὐωχηθέντες. τεθραμμένοι καὶ ζωμὸν ῥοφήσαντες ἐν τμήματι ἄρτου κοιλασθέντος ὥσπερ δοίδυκος. Θ.

ἐπʼ ὀλιγίστοις ἀλφίτοις: Τοῖς κοίλοις γὰρ ἄρτοις τοὺς ζωμοὺς ἀρυόμενοι ταχέως κορέννυνται διʼ ἔνδειαν ἄρτων. ὀγδόῃ δὲ τὰ Θησεῖα ἦγον καὶ πᾶσαν τὴν ἡμέραν ἐπανηγύριζον εἰς τιμὴν τοῦ ἥρωος. πεποίηται δὲ ἡ λέξις, λέγω δὴ ἡ μυστίλη, παρὰ τὴν μάσησιν. Ἄλλως. ἢ διὰ τὸ πλῆθος τῶν ὄψων ὀλίγον ἄρτον ἀνήλισκον· ἢ τῷ ζωμῷ σχολάζοντες καὶ ὑπὸ τούτου κορεννύμενοι. —ὀλίγοις ἀλφίτοις: Ἄρτοις, βρώμασιν.

ὡς: Λίαν. λίαν, ὄντως. Θ. ὡς: Ὅτι. πεπράγατε: Εὐτυχήσατε.

μέτεστι: Μετουσία ἐστί.

τί δʼ ἐστὶν, ὦ βέλτιστε, τῶν σαυτοῦ φίλων: Ἀντὶ τοῦ περὶ τοὺς σαυτοῦ φίλους· οἷον τῶν ὁμομαστίγων. οἱονεὶ οὐκ ἄλλων τινῶν, ἀλλὰ τῶν ὁμοίων σοι μαστιγιῶν. ἢ τρόπων, οὕτως· ὦ βέλτιστε, τί τῶν σαυτοῦ τρόπων ἐστίν; ἀντὶ τοῦ, τί ἀγαθὸν ἡμῖν ἀγγέλλεις; εἰκὸς γάρ σε καλλίστοις χρώμενον τρόποις πρὸς τοὺς τρόπους καὶ τὰς ἀγγελίας ποιεῖσθαι. —τῶν: Ἕνεκα.

ἄγγελος: Μηνυτής.

πέπραγεν εὐτυχέστατα: Εὐτυχὴς γέγονε. εὐδαιμονέστατα.

ἐξωμμάτωται: Ἐκ Φινέως Σοφοκλέους ὁ στίχος. ὅρα πῶς τοῖς σπουδαίοις γελοιώδη καταμίξας λανθάνει, εἰρηκὼς ἐξωμμάτωται καὶ λελάμπρυνται. ἡ δὲ λέξις ἀντὶ τοῦ ἐπιτεταμένως ὁρᾷ· ἡ γὰρ ἐξ ἐπίτασιν δηλοῖ, ὡς τὸ «ἐκ θυμοῦ φιλέων.» ἢ μᾶλλον παίζων ἐπὶ στερήσεως λέγει. —ἔπαιξεν εἰπὼν ἐξωμμάτωται. τὸ γὰρ ἐξωμματῶσθαι ἔστι τὸ ἀποβεβληκέναι, ἢ ἐπιτεταμένως ὁρᾶν. ἡ γὰρ ἐξ ἐπίτασιν δηλοῖ, ὡς τὸ «ἐκ θυμοῦ φιλέων.» Ἄλλως. δέον εἰπεῖν, ἀνέβλεψε καὶ καθαροὺς ἔσχε τοὺς ὀφθαλμοὺς, ἐξωμμάτωται εἶπε καὶ λελάμπρυνται· παίζων γὰρ ἐπαμφοτεριζούσας λέξεις ἔθηκεν· ἐξωμμάτωται γὰρ καὶ ἀντὶ τοῦ, ἐκκέκοπται τοὺς ὀφθαλμοὺς δύναται νοεῖσθαι, καὶ ἀντὶ τοῦ, ἐκ τῶν ὀφθαλμῶν ἀφῃρέθη τὸ κάλυμμα. ὁμοίως δὲ καὶ τὸ λελάμπρυνται καὶ ἀντὶ τοῦ, καθαροὺς ἔσχε τοὺς ὀφθαλμοὺς, καὶ ἀντὶ τοῦ, λεύκωμα ἐν αὐτοῖς ἔσχε. ἔχει δὲ τὸ λελάμπρυνται τρίτον πρόσωπον τῶν ἑνικῶν ὁμόφωνον τῷ τρίτῳ τῶν πληθυντικῶν ὡς τὸ ἐξήρανται, καὶ κατῄσχυνται, καὶ ὅσα τοιαῦτα. ἐξωμμάτωται: Ὠμματώθη, ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς. Θ. ὄμματα ἔλαβεν. λελάμπρυνται κόρας: Λαμπρὰς τὰς ὄψεις ἔσχε. λελάμπρυνται καὶ ἀντὶ τοῦ καθαρῶς ἔσχε καὶ ἀντὶ τοῦ λευκώματα ἐν αὐτοῖς ἔσχε. Θ.

Ἀσκληπιοῦ παιῶνος: Παιὰν μὲν ὕμνος ἐστὶν εἰς Ἀπόλλωνα ἐπὶ παύσει λοιμοῦ ᾀδόμενος, ἀλλὰ καὶ ἐπὶ παύσει πολέμου· πολλάκις δὲ καὶ προσδοκωμένου δεινοῦ· καὶ παιανίζειν ῥῆμα ἀπὸ τούτου τὸ παιᾶνα ᾄδειν· καὶ γίνεται ἀπὸ τοῦ παύω, παυὰν, καὶ παιάν. παιὼν δὲ, ὁ καὶ παιήων, ὁ ἰατρὸς καὶ θεραπευτὴς τῶν νοσημάτων· καὶ γίνεται ἐκ τοῦ παίω, τὸ θεραπεύω, παίων καὶ παιάων, ὡς Μαχάων, καὶ κατὰ τροπὴν τοῦ α εἰς η παιήων, καὶ αὖθις κατὰ συγκοπὴν παιών. παιῶνος: Ἰατροῦ. εὐμενοῦς: Συμπαθοῦς. ἀντὶ τοῦ εὐμενεστάτου. ταῦτα δὲ ἐκ τοῦ Φινέως Σοφοκλέους ἔλαβεν.

λέγεις μοι χαρὰν: Τινὰ γελᾷ τῶν τραγικῶν. ἀπαγγέλλεις μοι, φησὶ, χαρᾶς ἄξιον, ὥστε καὶ βοᾶν τῇ χαρᾶ νικώμενον. λέγεις μοι χαρὰν: Τὸ συστημάτιον τοῦτο κώλων ἐστὶ δʹ. τὸ αʹ τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου, ἐπιτρίτου δευτέρου καὶ δύο συλλαβῶν, ἡμίσεως ποδὸς οὐσῶν. τὸ βʹ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον. τὸ τρίτον καὶ τέταρτον τρίμετρα καταληκτικὰ ἐκ παιώνων δύο καὶ συλλαβῶν τριῶν λειπουσῶν μιᾷ συλλαβῇ εἰς ἀναπλήρωσιν τελείου ποδός. λέγεις μοι χαίρειν. βοὰν: Ὑφʼ ἡδονῆς.

χαίρειν: Εὐφραίνεσθαι. ἤν τε βούλησθʼ ἤν τε μή: ἀντὶ τοῦ παντὶ τρόπῳ.

ἀναβοάσομαι: Ἀνυμνήσω, φησὶ, τὸν Ἀσκληπιὸν μέγα φῶς ὄντα τοῖς ἀνθρώποις. πολλοὶ γὰρ παῖδες τοῦ Ἀσκληπιοῦ, Ποδαλείριος, Μαχάων, Ἰασὼ, Πανάκεια, Ὑγίεια. ἀναπέπλασται δὲ τὰ ὀνόματα παρὰ τὸ ἰᾶσθαι καὶ πάντα ἀκεῖσθαι καὶ παρὰ τὸ ὑγίειαν παρέχειν. τὸν εὔπαιδα δὲ ἢ τὸν καλοὺς ἔχοντα παῖδας, ἢ αὐτὸν καλὸν παῖδα. ἐπαμφοτερίζει γὰρ τὰ τῆς χρήσεως ἐπί τε τοῦ καλοῦ παιδὸς καὶ τοῦ καλοὺς παῖδας ἔχοντος. ἢ τὸν καλοῦ πατρὸς παῖδα. ὁ δὲ νοῦς πέπαικται εἰς τραγῳδίαν· ὁ γὰρ χαρακτὴρ τραγικὸς, ὡς ἐν Ὀρέστῃ «ἀναβοάσομαι πατρὶ Ταντάλῳ.» ἀναβοάσομαι: Ἀνυμνήσω, θαυμάσω. Θ. ἀνυμνήσω. ἀνευφημήσω. τὸν εὔπαιδα: Τὸν καλοὺς παῖδας ἔχοντα. εὔπαιδα λέγει τὸν Ἀσκληπιὸν ὡς καλλίστους ἔχοντα παῖδας, Μαχάονα, Ποδαλείριον, Ἰασὼ καὶ Πανάκειαν.

φέγγος δὲ ἀντὶ τοῦ τὸν μέγα φῶς ὄντα τοῖς ἀνθρώποις. φέγγος: Σωτηρίαν.

τίς η βοή ποτʼ ἐστί: Κορωνὶς εἰσιόντων ὑποκριτῶν· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, ρκθʹ· ὧν τελευταῖος ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις βούλομαι. ἐπὶ τέλει ἑκάστου συστήματος παράγραφος· ἐπὶ δὲ τῷ τέλει πάντων τῶν στίχων κορωνὶς, καὶ ἑξῆς τὸ κομμάτιον τοῦ χοροῦ· κἀνταῦθα γὰρ χοροῦ τι μέρος ὤφειλε θεῖναι, καὶ διατρῖψαι μικρὸν, ἄχρις ἂν ὁ Καρίων ἐκείνοις συμμίξειεν. —ἀγγελεῖ: Μηνύει.

χρηστόν τι: Εὐτυχές τι. τοῦτο: Τὸ ἀκοῦσαι ἀγγελίαν ἀγαθήν. ποθοῦσʼ: Ἀγαποῦσα. πάλαι: Πρὸ πολλοῦ.

ἔνδον: Ἐντὸς τῆς οἰκίας. περιμένουσα: Ἐκδεχομένη τοῦτον τὸν θεράποντα. ἐκδεχομένη. Θ. τὸν θεράποντα.

ταχέως, ταχέως φέρʼ οἶνον: Ἡνίκα ἦν ἀπαγγελία, ἔθος ἦν πίνειν οἶνον. διαβάλλει δὲ αὐτὴν ὡς φιλοῦσαν τὸν οἶνον. —ταχέως: Συντόμως.

καὐτὴ πίῃς: Καὶ ἐγώ. Θ. διαβάλλει ὡς μεθύσην. φιλεῖς: Ἀγαπᾷς ποιοῦσα.

ἀντὶ, τούτου ἐστὶ τὰ ἀγαθά. συλλαβόμενος καὶ συλληπτικός. ὡς: Ὅτι. συλλήβδην: Ὁμοῦ συλλαβών. Θ. ὡς ἀγαθὰ: Ἴσθι ὅτι. συλλήβδην: Ὁμοῦ.

ποῦ ʼστιν: Τὰ ἀγαθὰ δηλ. ἐν τοῖς ...: Ἐν τοῖς ἐμοῖς λόγοις γνώσῃ ἴσως. εἴσει τάχα: Γνώσῃ ἴσως ἢ ταχέως. Θ. γνωρίσει ταχέως. γνώσῃ.

πέραινε: Εἰς τέλος λέγε. τελειοῦ, πληροῦ. ἀνύσας: Σπεύσας, τελειώσας.

προκατάστασις. Θ. ὡς ἐγὼ τὰ πράγματα ἐκ τῶν ποδῶν εἰς τὴν κεφαλήν σοι: Τὸ μὲν φαινόμενόν ἐστι τοῦτο τὸ, ἐξ ἀρχῆς μέχρι τέλους ἐρῶ τὰ πράγματα· νοεῖται δὲ καὶ ἕτερόν τι πάνυ αἰσχρὸν καὶ ἄξιον τῆς τῶν δούλων ἀσελγείας καὶ μοχθηρίας. ἡ γυνὴ δὲ πράγματα τὰς ὀχλήσεις ἐνόησε, καὶ διὰ τοῦτο λέγει μὴ δῆτʼ ἔμοιγʼ ἐς τὴν κεφαλήν. τοίνυν: Τὸ λοιπόν.

ἀντὶ τοῦ ἀπʼ ἀρχῆς μέχρι τέλους· ἢ παρὰ τὸ ἐς κεφαλήν σου, ὅπερ ἡ συνήθεια ἐπὶ τοῦ φαύλου λαμβάνει. ἐκ τῶν ποδῶν: Ἀπʼ ἀρχῆς ἄχρι τέλους. ἀπʼ ἀρχῆς μέχρι τέλους, ἐμφαντικόν.

διὰ τὸ οἰηθῆναι διαπόμπησιν λελέχθαι. τὰ ἀγαθὰ εἰπὲ, μὴ μὲν οὖν τὰ πράγματα ἐρεῖς. ἐμοὶ: Ἐμοῦ. ἐς τὴν κεφαλὴν: Τὰ πράγματα ἐρεῖς δηλ. μὴ τἀγαθὰ: Οὐκ ἐρῶ.

μὴ μὲν οὖν τὰ πράγματα: Σαφῶς νῦν τὰ πράγματα χαλεπὰ καὶ ἀνιαρά. ἀκριβῶς δὲ δεδήλωκεν ὅτι ἐπὶ κακῷ ἔλεγον τὰ πράγματα. καὶ Μένανδρος δὲ ἐν Γεωργῷ «ἐν πράγμασιν, ἐν μάχαις.» ἐν ἤθει δὲ ἀναγνωστέον. —νῦν: Πρὸ ὀλίγου. πράγματα: Τὰς ὀχλήσεις.

διήγησις. Θ. ὡς: Ἐπειδή. ἀφικόμεθα: Ἐπορεύθημεν.

πάλιν αὐτὸν ἄνδρα εἶπεν ὥσπερ καὶ ἐν τῇ ἀρχῇ. ἄθλιον δὲ διὰ τὸ τυφλὸν αὐτὸν εἶναι. εὐδαίμονα δὲ διὰ τὸ θεραπευθῆναι τοὺς ὀφθαλμούς. ἀθλιώτατον: διὰ τὴν τῶν ὀφθαλμῶν κάκωσιν. διὰ τὴν τύφλωσιν. Θ. διὰ τὴν πήρωσιν.

νῦν δʼ, εἴ τινʼ ἄλλον: Δέον, εἴπερ τις ἄλλος, εἰπεῖν, εἴπερ τινʼ ἄλλον εἶπε πρὸς τὴν ὄπισθεν αἰτιατικήν. εἴ τινʼ ἄλλον: Ἀντὶ τοῦ ὡς οὐδένα ἄλλον. μακάριον: Διὰ τὴν ἀνάβλεψιν. Θ. εὐδαίμονα: Εὐτυχῆ. διὰ τὸ ἀναβλέψαι.

ἐπὶ θάλατταν ἤγομεν: Εἴθιστο γὰρ τοῖς ἀρχαίοις ἐκεῖ καθαίρειν τοὺς ἀφωσιωμένους, ὡς καὶ Ὅμηρος «καὶ εἰς ἅλα λύματʼ ἔβαλλον.» εἴθιστο τοῦτο ποιεῖν, ὡς ἔοικε, τοῖς ἐκεῖ ἀφικνουμένοις θεραπευθῆναι. Θ.

ἔπειτʼ ἐλοῦμεν: Ἀπὸ τοῦ λόω, ἢ ἀπὸ τοῦ ἐλούομεν κατὰ συγκοπήν. —Ἀττικὸν τὸ ἐλοῦμεν ἀντὶ τοῦ ἐλούομεν, καὶ κατὰ συγκοπὴν ἐλοῦμεν. νὴ Δίʼ εὐδαίμων: Ἐν εἰρωνείᾳ, ἀντὶ τοῦ κακοδαίμων· τὸ γὰρ εὖ ἀντὶ τοῦ δυς μορίου. τὸ δὲ ψυχρᾷ θαλάττῃ, διὰ τὸ τῆς οὐσίας ψυχρὸν τῶν γερόντων. τὸ δὲ ᾖμεν ἀντὶ τοῦ ἐπορευόμεθα· διὸ μετὰ τοῦ ι. ἀπὸ γὰρ τοῦ εἴω.

ἦμεν: Ὑπήρχομεν. ᾖμεν: Ἐπορευόμεθα.

ἐπὶ δὲ βωμῷ: Ἀντὶ τοῦ, ὁσιωθείσης τῆς θυσίας καὶ τῶν ἀπαργμάτων ἐπὶ τῶν βωμῶν τεθέντων, ἅπτονται τοῦ βωμοῦ ἢ τοῦ κανοῦ καὶ ἐπιφθέγγονται ὅσια, καὶ τότε ἔξεστι τοῖς ἀπὸ τῆς θυσίας ἀδεῶς χρῆσθαι. καὶ προθύματα: Γράφεται καὶ θυλήματα. σημαίνει δὲ τὰ προκατάργματα, ἢ τὰ πρὸ τῆς θυσίας γινόμενα θυμιάματα, ἢ πλακούντια. πόπανα: Γλυκύσματα. προχύματα: Τὰ καταχύματα. τὰ πρὸ τῆς θυσίας γινόμενα. ἃ πρὸ τῆς θυσίας ποιεῖν ἔθος. Θ.

καθωσιώθη πέλανος: Τοῖς καθήκουσι νόμοις ἀνιερώθη, καθηγνίσθη, ἢ ὁσίως ἀνετέθη. ἐπειδὴ δὲ ὁ πέλανος τῇ Ἡφαίστου φλογὶ καθωσιώθη καὶ τὰ πόπανα καὶ τὰ προθύματα. προθύματα δὲ ἤτοι τὰς ὀλύρας, παρὰ τὸ προθύεσθαι τῶν ἱερείων ἢ κριθὰς ἢ λιβανωτόν. τὸ δὲ ἑξῆς, ἐπεὶ δὲ βωμῷ προθύματα καθωσιώθη Ἡφαίστου φλογὶ, καὶ πόπανα καὶ πέλανος. Ἄλλως. δέον εἰπεῖν, καὶ πέλανος, ὁ δὲ ἀσυνδέτως πέλανος εἶπεν. ἰστέον δὲ ὅτι τὸν μὲν πέλανον ἐν τῷ πυρὶ ἔρριπτον, τὰ δὲ πόπανα καὶ τοὺς πλακοῦντας καὶ τἄλλα ἐν μέρει τοῦ βωμοῦ ἐτίθεσαν. ἢ τὸ πέλανος ἑρμηνεία ἐστὶ τοῦ προθύματα, οὕτως, ἐπεὶ δὲ τῷ βωμῷ καθωσιώθη τὰ πόπανα, καὶ τὰ προθύματα καθωσιώθη τῇ φλογὶ τοῦ Ἡφαίστου, ὁ πέλανος λέγω· ὃ καὶ κρεῖττον. — καθωσιώθη: Καθιερώθη. ἀνετέθη, ἀφιερώθη. Θ. πέλανος: Εἶδος ὀσπρίου. Θ. Ἡφαίστου: Πυρός.

κατεκλίναμεν: ἡ κατά ἀντὶ τῆς ἀνά. οὕτως λέγουσιν Ἀττικοί. ἀντὶ τοῦ κατεθήκαμεν. Θ. εἰκὸς: Πρέπον.

παρεκαττύετο: Ἐκ συλλογῆς ηὐτρεπίζετο ἀπὸ τῶν καττυμάτων. καττύματα δὲ λέγονται οἱ μικροὶ ἱμάντες οἱ ἐρριμμένοι ἐπὶ τῆς κόπρου. λέγει οὖν ἐκ μικρῶν καὶ πολλῶν τὴν στιβάδα ηὐτρεπίζομεν. στιβάδα: Στρωμνὴν ἐκ σχοίνων πεποιημένην. Θ. τὴν ἐκ χόρτων στρωμνήν. στιβὰς ἡ ἐκ χόρτων στρωμνὴ, ἢ τοιοῦτό τι. καὶ γίνεται παρὰ τὸ στείβειν, ὅ ἐστι τὸ περιπατεῖν. στιβὰς γὰρ κυρίως ἡ πεπιλημένη καὶ οἷον καταπεπατημένη. τὸ παρεκαττύετο ἀντὶ τοῦ συνῆγε καὶ συνετίθη σχοινία, ἃ ἰδιωτικῶς φασι βροῦλα, ποιῆσαι εἰς στιβάδα στρωμνήν. συνετίθει. Θ. ἐσωρεύετο.

δεόμενοι: Χρῄζοντες.

εἷς μέν γε Νεοκλείδης: Καὶ εἰς πολλὰ κεκωμῴδηται οὗτος· εἰς ῥήτορα καὶ τὰ δημόσια κλέπτοντα καὶ ξένον καὶ τὰς ὄψεις λελωβημένον. εἴρηται δὲ καὶ ἐν Πελαργοῖς περὶ αὐτοῦ ὅτι ῥήτωρ καὶ συκοφάντης ἐστίν. —ναί. εἷς μέν γε ... τυφλὸς: Ἀνόητος.

κλέπτων: Δωροδοκῶν. τοὺς βλέποντας: Τοὺς φρονίμους. ὑπερηκόντισεν: Ὑπερέβαλεν. ὑπερέβη. ὑπερέβαλεν. ἀπὸ τῶν ἀκοντιζόντων. ὑπερέβαλεν, ἀπὸ μεταφορᾶς τῶν τὰ ἀκόντια ῥιπτόντων. Θ.

παντοδαπὰ: Παντοῖα. Θ.

παραγγέλλω δοτικῇ συντάσσεται. καθεύδειν: Ὑπνοῦν, ἢ κεῖσθαι ἡσύχως. Θ. κοιμᾶσθαι.

πρόσπολος: Ὁ νεώκορος, δοῦλος. Θ. ὁ πρόσπολος: Ὁ ἱερεύς. αἴσθηται: Εἰς αἴσθησιν ἤσθιον. συντάσσεται τὸ αἰσθάνομαι καὶ γενικῇ καὶ αἰτιατικῇ. Θ. νοήσῃ κτύπου.

κοσμίως: Εὐτάκτως. εὐτάκτως καὶ ἡσύχως. Θ.

ἀθάρης χύτρα τις: Ἀθάρα, μόνη ἡ σεμίδαλις. Ἀττικοὶ δὲ διὰ τοῦ η ἀθάρης, Αἰολεῖς ἀθήρας, ἡ δὲ κοινὴ διὰ τοῦ α ἀθάρας. ἔστι δὲ ἄλευρον ἡψημένον. —Ἀττικοὶ ἀθάρας, Αἰολεῖς ἀθήρας. λέγει δὲ τὴν σεμίδαλιν. ἀθάρας: Ἤγουν κουρκούτης. ἀθάρα λέγεται ἡ ἰδιωτικῶς λεγομένη κουρκούτη· ἤγαγε δὲ αὐτὴν γραῦς τις τῷ Ἀσκληπιῷ· εἰκότως· αἱ γὰρ γραῖαι τοὺς ὀδόντας ἀποβαλοῦσαι οὐκ ἄλλο τι ἢ ἀθάραν ἐσθίουσιν· τοιοῦτον ἐχρῆν καὶ δῶρον αὐτὰς προσφέρειν τῷ θεῷ. ἀθάρα ... εἰκότως. καὶ γὰρ αἱ γραῖαι τοὺς ὀδόντας ἀποβάλλουσαι ὡς ἐπιτοπλεῖστον τῇ ἀθάρᾳ χρῶνται εἰς βρῶσιν, καὶ διὰ τοῦτο καὶ τῷ Ἀσκληπιῷ τὴν ἀθάραν δῶρον ἀνετίθουν. ἀθάρης: Σεμιδάλεως. ἐξέπληττε· Ἐτάραττεν. ἐνέβαλεν. εἰς ἔμπληξιν ἔφερε καὶ θαῦμα. Θ. εἰς ἔκπληξιν καὶ θάμβος ἔφερεν.

ἐφʼ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι: Περισσὴ ἡ μία ἐπί. ὡς εἷς τῶν ἱερῶν ὄφεων δηλονότι. ἐφερπύσαι δὲ, βαδίσαι. ἀπὸ μεταφορᾶς τῶν ἑρπετῶν. ἐκ τούτου δὲ τὴν ἥσυχον κλοπὴν τὴν ἐπὶ τὴν χύτραν δηλοῖ. —δαιμονίως: Ἐπιτηδείως. δεξιῶς, ἐπιτηδείως. Θ. ἐφερπύσαι: Βαδίσαι.

τοὺς φθοῖς: Ἀττικοὶ μὲν μονοσυλλάβως οἱ φθοῖς· ὁ δὲ Καλλίμαχος φθοῖας ἀντὶ τοῦ πλακοῦντας, πέμματα. —οὕτως μονοσυλλάβως σύνηθες αὐτοῖς λέγειν. Καλλίμαχος «ὅδʼ αὖθις παρὰ φθοῖας», ὡς μάντιας. ἔστι δὲ πλακοῦντας ἢ πέμματα. τοὺς φθοῖς: Τοὺς πλακοῦντας. Θ. πλακοῦντας, ἢ λαλάγγια. τὰς ἰσχάδας: Τὰ σῦκα. Θ.

ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς: Εἰσὶ γὰρ τράπεζαι ἐν τοῖς ἱεροῖς, ἐν αἷς τιθέασι τὰ εἰσφερόμενα.

περιῆλθε: Περιέδραμε. ἐν κύκλῳ: Ψηλαφῶν δηλ. καὶ ἐρευνῶν.

καταλελειμμένον: Ἐγκαταλειφθέν. ἐναπολειφθέν.

εἰς σάκταν τινά: Γράφεται καὶ εἰς σάκκον, οἷον εἰς θύλακον, ἀπὸ τοῦ σάττεσθαι. δέον δὲ εἰπεῖν εἰς τὸν βωμὸν ἥγιζε, φησὶν εἰς τὸν σάκκον. ἥγιζε δὲ ἀντὶ τοῦ ἔβαλλεν εἰς δερμάτινον σακκίον, ὅπερ θύλακον λέγομεν. τινὲς δὲ ἀντὶ τοῦ ἁγίως ἀπετίθετο. παίζει δὲ τοῦτο ὡς ἐπὶ ἱερέων. ἀρσενικῶς δὲ ὁ σάκτας, ὡς αἱ χρήσεις διδάσκουσιν. —σημαίνει δὲ τὸν θύλακον. ἥγιζεν: Τὸ ἥγιζε γελοιωδῶς εἴρηκεν ἀπὸ τοῦ ἡγίαζε κατὰ συγκοπήν. σημαίνει δὲ ἡ λέξις παρὰ τοῖς παλαιοῖς μὴ μόνον τὸ καθαίρειν, ἀλλὰ καὶ τὸ μιαίνειν· καὶ τὸ ἅγιος δʼ ὡσαύτως οὐ μόνον τὸν καθαρὸν, ἀλλὰ καὶ τὸν μιαρὸν καὶ ἐναγῆ καὶ ἐξάγιστον· καὶ ἁγιστεία ὡσαύτως· λέγεται οὖν ἐνταῦθα τῷ μὲν δοκεῖν, ὅτι εἰς σάκκον τινὰ ἱερῶς ἐτίθει, τῇ δὲ ἀληθείᾳ, ὅτι εἰς ἄγγος τι ἔβενον αὐτὰ πρὸς ἑαυτὸν ἐλάμβανεν. ἥγιζεν: Σεβασμίως ἐνετίθει. Θ. σεβασμίως ἦγεν. ἐτίθει, ὡς ἅγια ἐνέβαλεν. ἱερῶς ἐπετίθει. σάκταν: Σάκκον. τοῦτο κατʼ εἰρωνείαν. Θ. σάκκον.

κἀγὼ νομίσας πολλὴν ὁσίαν: Ἀντὶ τοῦ ὁσιότητα. δόξας, φησὶν, ὅσιον εἶναι τὸ λαμβάνειν τι ἀπὸ τῶν ἐν τῷ ἱερῷ, ἐπεὶ καὶ ὁ ἱερεὺς ἐλάμβανεν. Σύμμαχος δέ φησιν ὅσια λέγειν αὐτοὺς τὰ μὴ ἱερὰ, ἀλλʼ ὧν ἔξεστι θιγγάνειν. —νομίσας: Ὑπολαβών. ὅσιον τὸ λαμβάνειν ἀπὸ τῶν ἐν τῷ ἱερῷ, καθότι καὶ ὁ ἱερεὺς ἐλάμβανεν. Θ. ὁσίαν: Ἁγιότητα. πολλὴν ὁσίαν τοῦ πράγματος: Κατὰ πολὺ ὅσιον δηλαδὴ τὸ λαμβάνειν τι τῶν ἱερῶν. δικαιοσύνην. Θ.

χύτραν: Τὸ τζυκάλιον. ἀνίσταμαι: Διεγείρομαι.

ταλάντατʼ: Ἀθλιώτατε. Θ. οὐκ ἐδεδοίκεις: Οὐκ ἐφοβήθης.

μὴ φθάσειέ με: Βαδίσας ἐπὶ τὸν βωμὸν δηλονότι. διαβάλλει τὸν θεὸν ὡς κλέπτην. ἐφοβήθην οὖν μὴ ἐλθὼν καὶ αὐτὸς κλέψαι φθάσειέ με ἐπὶ τὴν χύτραν. Ἄλλως. πάνυ καλὸν καὶ σεβάσμιον τὸ πρᾶγμα, ὃ ἐκεῖνος ἐποίει, ἡγησάμενος, καὶ οὐκ ἀσεβὲς κρίνας ἀνέστην καὶ αὐτὸς ἐπὶ τὴν χύτραν τῆς ἀθάρας. ἐν τούτῳ δὲ δεικνύει, ὡς ἀεὶ οἱ δοῦλοι περὶ τὸ φαγεῖν τὸν νοῦν ἔχουσιν. τὸ δὲ ἔχων τὰ στέμματα λέγει διὰ τὸ γράφειν τὸν Ἀσκληπιὸν ἀεὶ στεφανηφοροῦντα, ὡς ὑγιείας αἴτιον καὶ ἆθλον τούτω παρέχειν τὴν ὑγίειαν λαβόντα τοὺς στεφάνους. —ἔγωγε: Ἐδεδοίκειν δηλαδή. ἐδεδοίκειν τὸν θεόν. δηλονότι καταλάβοι. Θ. τὸ ἔγωγε καὶ μάλιστα οἱ Ἀττικοὶ ἀντὶ τοῦ ναὶ λαμβάνουσιν. φθάσεις: Προλάβῃ.

ἐλθὼν: Ὁ Ἀσκληπιὸς φορῶν. ἔχων: Φορῶν. στεφανηφόρος γὰρ ὁ Ἀσκληπιὸς ἀεὶ στενάζων. ὑγείας γάρ ἐστιν ἔφορος. στέμματα: Ὡς ὑγιείας ἔφορος στεφανηφόρος.

ὁ γὰρ ἱερεὺς: τοῦ Ἀσκληπιοῦ ὁ ἱερεὺς ἐπὶ τοὺς βωμοὺς δηλονότι βαδίσας προεδίδαξέ με. ἤγουν τὸ προφθάσαι δηλ. καὶ λαβεῖν τὰ πέμματα. Θ.

ᾔσθετο: Ἔγνω. τὸ αἰσθάνεσθαι πρότερον πρὸς γενικὴν συντάξας, νῦν πρὸς αἰτιατικὴν ἀπέδωκεν. ψόφον: Κτύπον. ἀντὶ τοῦ ψόφου.

τὴν χεῖρʼ ὑφῄρει: Ἐκτείνει κατὰ τῆς χύτρας, ἵνα μηδεὶς αὐτὴν λάβῃ· ἢ ἐξέτεινε. καὶ Μένανδρος «ἐξάραντες ἐπικροτήσατε.» συρίξας δὲ οὕτω μόνως φασὶν Ἀττικοὶ καὶ συρίκτης καὶ σύριγμα καὶ οὐ συρίσας. ἀκόλουθον δὲ τῷ ἐφερπύσαι τὸ συρίξαι. ἕκαστον γὰρ τῶν ζῴων ἰδίαν φωνὴν ἔχει, ὡς αἲξ τὸ μηκάζειν, βοῦς τὸ μυκᾶσθαι, κορώνη τὸ κρώζειν, καὶ τἄλλα ὁμοίως· οὕτω καὶ ὁ ὄφις τὸ συρίζειν. —ὑφῄρει δὲ ἀντὶ τοῦ ἐκτείνει. τὴν χεῖρʼ ὑφῄρει: Ἐν ᾗ τὴν χύτραν κατεῖχεν λάθρα. Θ. κατεῖχε λάθρα. τὴν χεῖρʼ ἀφῄρει: Λάθρα ἐκίνει. λαθραίως ἐξέτεινε. συρίξας: Συριγμόν τινα ποιήσας.

ὀδὰξ ἐλαβόμην: Τοῖς ὀδοῦσιν αὐτὴν ἔλαβον, οἷον ἔδακον αὐτήν. ὡς παρείας ὢν ὄφις: Εἶδος ὄφεως. εἴρηται δὲ παρὰ τὸ ἐπῆρθαι τὰς παρειάς. φασὶ δὲ αὐτὸν μὴ δάκνειν, ἢ καὶ δάκνοντα μὴ λυπεῖν. μέμνηται δὲ αὐτοῦ καὶ Δημοσθένης «τοὺς ὄφεις τοὺς παρείας» φάσκων, καὶ Λυκοῦργος ἐν τῷ κατὰ Δημάδου λόγῳ. ἔστι δὲ τὸ τοιοῦτον εἶδος καὶ ἐν τῇ Ἀλεξανδρείᾳ. τὸ δὲ τοιοῦτον εἶδος εὑρίσκεται ἐν τοῖς ἱεροῖς τοῦ Διονύσου. —ὀδὰξ: Ἤτοι τοῖς ὀδοῦσιν. μετὰ τῶν ὀδόντων ἡψάμην. Θ. ἐλαβόμην: Ἡψάμην. τῆς χειρὸς τῆς γραίας. παρείας: Μέγας. οἱ γὰρ συρίζοντες ὄφεις μεγάλας ἔχουσι παρειάς. Θ. εἶδος ὄφεως ἀπὸ τοῦ ἐπαίρειν.

ἡ δʼ: Ἡ γραῦς. ἀνέσπασεν: Εἰς ἑαυτὴν συνέστειλεν. συνέστειλεν εἰς ἑαυτὴν ἀφεῖσα τὴν χεῖρα.

δέους: Φόβου. βδέουσα: Πέρδουσα. Θ. πέρδουσα. ὅθεν καὶ τὸ βδελυρὸς καὶ τὸ βδελύττομαι. γαλῆς: ἡ γὰρ γαλῆ δριμύτατον ἀφίησι τὸ πνεῦμα. κάττας. Θ. γαλῆ ἡ κάτα, μυγαλὴ ἡ νυμφίτζα. πάνυ γὰρ δύσοσμός ἐστιν ἡ τῆς γαλῆς πορδή. Θ.

ἔφλων: Ἀντὶ τοῦ ἤσθιον, ἐμασώμην. λείπει δὲ τροφήν. φλᾶν δὲ νῦν τὸ μετὰ ψόφου ἐσθίειν. καὶ γὰρ φλᾶν τὸ θλᾶν, ὡς «φηρσὶν ὀρεσκώοισιν.» πολλὴν: Μερίδα δηλ. ἔφλων: Ἀνήλισκον, συνέτριβον. Θ.

μεστὸς: Πλήρης τῆς ἀθάρας. Θ. ἔμπλεος ἢ κεκορεσμένος.

ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν: Ἀντὶ τοῦ προσέσχε. Ἰωνικῶς, ὡς καὶ παρʼ Ὁμήρῳ «ἤσκειν εἴρια καλά.» ἀντὶ τοῦ ἤσκεε· τρίτου γάρ ἐστι προσώπου. —οὐ προσῄειν: Οὐκ ἔγνω. οὐ προσῆλθεν. Θ. τὸ προσῄειν ἐνταῦθα τρίτου προσώπου διὰ τὴν χασμωδίαν προσλαβὸν τὸ ν, ὡς κἀν τοῖς ἄλλοις ἔθος ἔχουσι ποιεῖν οἱ Ἀττικοί. οὐδέπω: Οὔπω ἦν ἐλθών.

τοῦτο: Τὸ φαγεῖν. γελοῖον: Ἀστεῖον.

προσιόντος: Προσερχομένου.

ἀπέπαρδον: Διὰ τὴν ἀθρόαν τῶν πνευμάτων ἐκπήδησιν. ὅθεν καὶ πάρδος· ὁρμητικὸν γὰρ τὸ ζῷον. ἐπεφύσητό μου: Ὑπὸ τῆς ἀθάρης δηλονότι. ποιεῖ γὰρ αὕτη πνεύματα τῇ γαστρί. —ἐξώγκωτο ἐμπνευματωθεῖσα. φυσώδη γὰρ τὰ ὄσπρια. Θ. ἤγουν ἐξώγκωτο δυσώδη γὰρ τὰ ὄσπρια, ὑπὸ τῆς ἀθάρας.

ἐβδελύττετο: Ἐμίσει σε. χαριέντως τὸ ἐβδελύττετο πρὸς τὸ ἀπέπαρδον, ὡς παρὰ τὸ βδέειν. ἕπεται γὰρ τῷ βδέειν τὸ βδελύττεσθαι. ἦπου: Ὄντως. ἐβδελύττετο: ἐμίσει.

οὒκ: Ἐβδελύττετο. ἀλλʼ Ἰασὼ μέν τις: Οὐκ ἐῴκει. διότι προσῆκε τῷ Ἀσκληπιῷ ἡ Ἰασὼ παρὰ τὴν ἴασιν ὠνομασμένη. ἀλλὰ καὶ θυγατέρα τοῦ Ἀμφιαράου αὐτὴν εἶπεν ἐν ἐκείνοις ἀλλʼ ὦ θύγατερ ἔλεξʼ, Ἰασοῖ, πρευμενής. εἰ δὲ καὶ τὴν Ἰασὼ Ἀσκληπιοῦ θυγατέρα, ὥσπερ καὶ τοῦ Ἀμφιαράου, ἄξιον ἀπορεῖν· ἐπεὶ καὶ Ἕρμιππος ἐν τῷ πρώτῳ ἰάμβῳ τῶν τριμέτρων Ἀσκληπιοῦ καὶ Λαμπετίας τῆς Ἡλίου λέγει Μαχάονα καὶ Ποδαλείριον καὶ Ἰασὼ καὶ Πανάκειαν καὶ Αἴγλην νεωτάτην. ἔνιοι δὲ προστιθέασιν Ἰανίσκον καὶ Ἀλεξήνορα. ἔστι δὲ καὶ Ἀμφιαράου θυγάτηρ Ἰασώ. —Πανάκεια δὲ παρὰ τὸ ἄκος, τὴν θεραπείαν. Ἄλλως. παρὰ τὸ ἰᾶσθαι τὴν Ἰασὼ πεποίηκε θυγατέρα Ἀσκληπιοῦ, καθάπερ καὶ τὴν Πανάκειαν καὶ τὴν Ὑγίειαν. ἐπακολουθοῦσʼ: Τῷ Ἀσκληπιῷ δηλονότι. Θ.

ὑπηρυθρίασε: Μετρίως πῶς ἐτράπη καὶ ᾐδέσθη. Θ. ἀπεστράφη: Εἰς τοὐπίσω.

οὐ λιβανωτὸν γὰρ βδέω: Ἄλλο λίβανος καὶ ἄλλο λιβανωτός· λίβανος μὲν γὰρ αὐτὸ τὸ δένδρον, λιβανωτὸς δὲ ὁ καρπὸς αὐτοῦ. ἔστι δὲ καὶ ὄρος Λίβανος καλούμενον. —ἐπιλαβοῦσʼ: Κρατήσασα. λιβανωτὸν: Εὐῶδες ὥσπερ ὁ λίβανος πέρδω. Θ. ἤτοι μεμυρισμένον πέρδω.

αὐτὸς δʼ ἐκεῖνος: ὁ Ἀσκληπιός. τῆς ῥινὸς οὐκ ἐπελάβετο δηλ. οὐδʼ ἐφρόντισεν: Οὐκ ᾔσθετο. ἤγουν οὐ μόνον οὐδὲν τοιοῦτον ἐποίησεν. Θ.

ἄγροικον: Ἀναίσθητον. Θ. ἀπαίδευτον. τὸν θεὸν: Τὸν Ἀσκληπιόν.

ἀλλὰ σκατοφάγον: Ἀναίσθητον. εἴρηται δὲ ἀπὸ τῶν παρὰ Βοιωτοῖς βοῶν, οἳ διὰ τὴν πολλὴν ἀναισθησίαν σκατὰ ἤσθιον. ἑτερόκλιτος δέ ἐστιν ἡ σκατὸς γενικὴ, ἀπὸ εὐθείας τῆς σκώρ. —οὐκ ἔγωγε: Οὐ λέγω ἐκεῖνον ἀναίσθητον. σκατοφάγον: Ἀναίσθητον. Θ. αἲ τάλαν: Διότι τοιαῦτα λέγεις. ἐπίρρημα σχετλιαστικόν. τὸ σκατοφάγον λέγει, ἢ διότι οἱ ἰατροὶ ἐκ τοῦ τὰ σωμάτων κενώματα βλέπειν καὶ οὖρα τοὺς μισθοὺς λαμβάνουσιν. ἢ ὅτι ὁ τῆς ἰατρικῆς ἡγεμὼν Ἱπποκράτης ἀνθρωπίνων κόπρων, ὥς φασιν, ἐγεύσατο, βουλόμενος περί τινος νοσοῦντος μαθεῖν, ἢ ἆρα ζήσεται ἢ τεθνήξεται. τὸ σκατοφάγον λέγει ἢ διότι οἱ ἰατροὶ ἐκ τοῦ σκοπεῖν τὰ τῶν ἀσθενούντων οὖρα καὶ σκύβαλα τοὺς μισθοὺς λαμβάνουσιν, ἢ ὅτι ὁ τῆς ἰατρικῆς ἡγεμὼν Ἱπποκράτης ἀνθρωπίνων κόπρων ἐγεύετο, ὥς φασι, βουλόμενος μανθάνειν περὶ τῶν νοσούντων, εἰ ἄρα ζήσονται ἢ τεθνήξονται.

συνεκαλυψάμην: Ἐκρύβην εἴσω τῶν ἱματίων. Θ.

δείσας: Φοβηθείς.

σκοπῶν: Ἐπιτηρῶν. περιῄειν: περιήρχετο. Ἰακῶς τὸ περιῄειν. ὅμοιον τῷ προσῄειν. κοσμίως: Εὐτάκτως. Θ.

παῖς: Δοῦλός τις. θυίδιον: Ἴγδιον λίθινον. Θ. ἰγδίον. θυείδιον: Ἤτοι ἰγδύον. ἰγδίον. παῖς ὁ υἱὸς ἀπὸ τοῦ παῒς τὸ αἰδοῖον καὶ κατὰ συναίρεσιν παῖς. παῖς δὲ ὁ δοῦλος ἀπὸ τοῦ παίω τὸ τύπτω.

παρέθηκε: Πλησίον αὐτοῦ ἔθηκε. δοίδυκα: Κοχλιάριον. κοχλυάριον. κιβώτιον: Ὃν ἰατροὶ καλοῦσι παντέκτην. Θ. σενδούκι, ὃ λέγουσιν οἱ ἰατροὶ παντέκτην. σενδούκην.

οὐ δῆτʼ οὐχὶ τό γε κιβώτιον: Παίζων πρὸς τὸ πρῶτον ἀπήντησεν, οὐχὶ τὸ κιβώτιον. εἰπὼν ὅτι τὸ κιβώτιον λίθινον ἦν, ὥσπερ ἑαυτοῦ τὴν λήθην ἐπανορθούμενός φησι, μὰ Δίʼ οὐκ ἦν λίθινον τὸ κιβώτιον. —μὰ Δίʼ οὐ δῆτʼ: Λίθινον ἦν, ἀλλʼ ἡ θυεία.

ἑώρας: Ἔβλεπες.

διὰ τοῦ τριβωνίου: Νῦν τοῦ παλαιοῦ καὶ τετριμμένου ἱματίου· τὸ γὰρ τρίβακον ἱμάτιον οὕτω καλοῦσιν Ἀττικοί. ὀπὰς δὲ τὰς τρώγλας· ἔνθεν καὶ ὦπες οἱ ὀφθαλμοί· ἀνοίγματα γάρ ἐστι. —τριβώνιον ἐνταῦθα τὸ παλαιὸν καὶ διερρυηκὸς ἱμάτιον. τριβώνιον καὶ τὸ τῶν φιλοσόφων ἱμάτιον, ὡς εὐτελείας ἀντιποιουμένων. ὅθεν καὶ τὸ περίβλημα αὐτῶν εὐτελές. ἦν δὲ τὸ τοιοῦτον τριβώνιον μέχρι τῶν ποδῶν διῆκον, καὶ χειρίδας ἔχον πλατείας, καὶ κεκολπωμένον. καὶ κεκαλυμμένος εἶναι λέγεις. ἐγκεκαλύφθαι: Ἐγκεκρύφθαι. τριβωνίου: Ἔβλεπον δηλ.

ὀπὰς: Τρύπας. οὐκ ὀλίγας: Ἀλλὰ πολλὰς δηλ.

Νεοκλείδῃ: τοῦτον, ὡς ἔφαμεν, διαβάλλει ὡς ἅρπαγα τῶν δημοσίων. οὗτος ἅρπαξ τῶν δημοσίων.

καταπλαστὸν: Τῶν φαρμάκων τὰ μὲν καταπλαστὰ, τὰ δὲ χριστὰ, τὰ δὲ ποτά. κυρίως δὲ ὀξυτόνως τοῦτο γράφουσι, τινὲς δὲ προπαροξύνουσι, κατάπλαστος. ἔστιν οὖν παστὸν τὸ πασσόμενον, πλαστὸν τὸ πλαττόμενον, ὃ καὶ καταπλαστὸν λέγεται, καὶ πιστὸν τὸ πινόμενον. ἐνεχείρησεν: Οἱ γράφοντες, ἐνεχείρισε τρίβειν, διὰ τοῦ ι, ἀμαθεῖς· οὐ γὰρ ἐμφανῶς ἐθεράπευεν ὁ Ἀσκληπιὸς, ἵνα καὶ τῷ Νεοκλείδῃ ἐγχειρίσαι αὐτὸν λέγωμεν τρίβειν τὸ φάρμακον, ἀλλʼ ἀφανῶς κατὰ τὴν νύκτα. ἔχει δὲ οὕτως, ἐνεχείρησε πρῶτον πάντων τρίβειν τῷ Νεοκλείδῃ φάρμακον καταπλαστόν· καὶ ἔστιν ἡ δοτικὴ αὕτη πρὸς τὸ τρίβειν περιποιητικῶς. ἡ γὰρ τρίψις ἐκείνῳ ἦν, τουτέστι, διʼ ἐκεῖνον ἐγίνετο. —ἐνεχείρησε: Ἤρξατο.

τρεῖς Τηνίων: Ὅτι ἐν τῇ Τήνῳ μιᾷ τῶν Κυκλάδων νήσῳ ὄφεις καὶ σκορπίοι δεινοὶ ἐγίνοντο· ἢ ὅτι ἡ Τῆνος δριμύτατα σκόροδα φέρει. δηκτικῶν. ὅτι ἡ Τῆνος, νῆσος μία τῶν Κυκλάδων, θηριώδης δοκεῖ εἶναι. σκόροδα οὖν Τήνια εἶπεν ἀντὶ τοῦ δηκτικὰ, παρὰ τὰ θηρία. δηλοῖ καὶ Εὔπολις Πόλεσι «Τῆνος αὕτη, πολλοὺς ἔχουσα σκορπίους ἔχεις τε συκοφάντας.» Καλλίστρατος δὲ ἐπὶ τὸ σαφὲς κατηνέχθη, ὡς σκοροδοφόρου τῆς γῆς οὔσης· διὸ καὶ τὸ παρʼ Ἀντιμάχῳ «Τήνου τʼ ὀφιοέσσης» οὐ καλῶς ἔχειν δοκεῖ. —σκορόδων: Σκόρδων. Τῆνος νῆσος ἐν ᾗ δριμύτατα γίνεται σκόροδα. Θ. Τῆνος νῆσος σκοροδοφόρος ἀπό τινος Τήνου ἀνδρός. ἔφλα δὲ ἀντὶ τοῦ ἔτριβεν ἢ ἤλει. ἔφλα: Συνέτριβε. ἔτριβε.

ὀπὸν: Γάλα σκύλης. γάλα σκίλλης, ἥτις βοτάνη ἐστὶ θανατηφόρος, ἐξ ἧς τὸ σκιλλητικὸν ὄξος. Θ.

καὶ σχῖνον: Σχῖνον νῦν φησι τὴν σκίλλαν· δηκτικὰ γὰρ βούλεται πάντα εἶναι. ἐν δὲ τοῖς ἑξῆς παράκειται καὶ ἐκ τῶν Θεοφράστου, ὅτι ἕτερόν τι ἡ σκίλλα καὶ ἡ σχῖνος. παρὰ τὸ σχίζεσθαι καὶ δακρύειν· ἡ αὐτὴ γὰρ τῇ μαστίχῃ. —σχίνον: ἀντὶ τοῦ μαστίχην. τὰ ἄκρα τῆς σκίλλας ἢ μαστίχην. Θ. τὰ ἄκρα τῆς σκύλας. σχῖνον: Ἤγουν σκίλλαν. σχῖνος τὸ δένδρον, ι. σχοῖνος δὲ τὸ βρύλον, δίφθογγον ο καὶ ι. ὄξει διέμενος: Διαβρέχων καὶ διυγραίνων, ὃ νῦν ἐγχυματίζειν φασί. Σφηττίῳ δὲ τῷ δριμυτάτῳ ἢ ἀπὸ τοῦ δήμου· πικροὶ γὰρ οἱ Σφήττιοι καὶ συκοφάνται. ἢ παρὰ τοὺς σφῆκας· θυμικοὶ γάρ. ἢ ὅτι δριμὺ ὄξος παρὰ Σφηττίοις ἐγίνετο. —βρέχων ὄξος δριμύ. βρέξας ἐν. Σφηττὸς τόπος ἐν Ἀθήναις, ὅθεν καὶ Σφηττοῖ ἐπίρρημα, καὶ ὁ πολίτης Σφήττιος· Σφήττιος οἶνος καὶ Σφήττιον ὄξος. ὡς ἔοικε δὲ, δριμύτατον ὄξος Σφηττοῖ ἐγίνετο. βρέχων. Σφῆττος τόπος, ἔνθα δριμὺ ὄξος γίνεται. Θ.

κατέπλασσεν: Τοῦτο τὸ φάρμακον. Θ. ἐκστρέψας: Ἐξεστραμμένα ποιήσας. ἀναστρέψας.

ὀδυνῷτο: Λυπεῖτο, ἀλγεῖ. ὀδύνην ἔχει περισσότερον. οὐ τοσαύτη γὰρ ἂν ἦν ἡ ὀδύνη, εἰ ἐπάνω ἔπλαττεν. Θ.

ἀναΐξας: Ὁρμήσας. Θ. θεὸς: ὁ Ἀσκληπιός.

ἵνʼ ἐπομνύμενον: Ἀντὶ τοῦ ἐκκαλούμενον. ἐπωμοσία δέ ἐστιν, ἣν ἐπιδίδωσιν ὁ βουλόμενος ἀντειπεῖν ψηφίσματι εἰσφερομένῳ. ἐκκαλοῦνται δὲ εἰς τὸ δικαστήριον πολλάκις. Σαλούστιος δέ φησιν ὡς μέλλοντες εἴς τινα δημοτικὴν ἀποστέλλεσθαι χρείαν παρὰ τοῦ δήμου, πολλάκις ἐπώμνυντο μὴ δύνασθαι αὐτὸ ποιεῖν, ἵνα συκοφαντῶσιν οἴκοι μένοντες. Ἄλλως. ἐπωμοσία ἐστὶν ἀπόδοσις αἰτίας, διʼ ἣν οὐχ ὑπαντᾷ τις πρὸς τὴν δίκην. Ὑπερίδης «καὶ ἐμοὶ μὲν συμβάσης «ἀρρωστίας, καὶ ὑπομοσθείσης ταύτης τῆς γραφῆς, «ἀνεβλήθη ὁ ἀγών.» οὕτως ὁ Τήλεφος. ἐπωμοσία ἐστὶν ὄνομα δίκης, καθʼ ἣν οἱ μέλλοντες ἡττᾶσθαι, νοσεῖν προφασιζόμενοι, τὴν κυρίαν ἀνεβάλλοντο καὶ πάλιν ἐξ ἀρχῆς ἐδικάζοντο. τινὲς δὲ ἐπομνύμενόν φασι τὸ ὀμόσαι μὴ δικάσασθαι καὶ παραβάντα τοὺς ὅρκους δικάσασθαι ὕστερον. ἐκκλησίας δὲ ἀντὶ τοῦ, ἐν ταῖς ἐκκλησίαις. ταῦτα δέ φησιν, ὡς τοῦ Νεοκλείδου διὰ κακουργίαν τοιαῦτα ποιοῦντος. Ἄλλως. ἐπομνύμενον μὲν ἀντὶ τοῦ ἐφεδρεύοντα ταῖς ἐκκλησίαις καὶ συκοφαντοῦντα ὑπὲρ τοῦ κερδαίνειν· ἢ ὑποφθείροντα, ἵνα συνέλθωσιν οἱ δικασταὶ, καὶ βοηθήσωσιν οἷς αὐτὸς βούλεται· ἢ κακουργοῦντα· οἱ γὰρ συνωμόται ἐπὶ κακῷ ὤμνυον. Ἄλλως. ἐπωμοσία ἐστὶν ἡ δευτέρα τοῦ δικαστηρίου κρίσις λεγομένη μετὰ τὴν τῶν ἀποκλήρων παρουσίαν. —ἐπομνύμενον: Ἐφεδρεύοντα καὶ συκοφαντοῦντα καὶ ὀμνύντα πρὸς ἀπάτην. Θ. ἐφεδρεύοντα, ἐπιορκοῦντα καὶ συκοφαντοῦντα. ἐπιορκούμενον. τῆς ἐκκλησίας: Τοῦ συνεδρίου. τὰς ἐκκλησίας: Τὰς συναθροίσεις.

ὡς φιλόπολις: Καθὸ τὸν λυμεῶνα τῆς πόλεως ἠμύνατο. —ὁ δαίμων: Θεός. σοφός: Πάντα εἰδώς.

τῷ Πλούτωνι: Τὸν Πλοῦτον Πλούτωνα εἶπε παίζων· ἢ ὅτι καὶ Πλούτωνα αὐτὸν ὑποκοριστικῶς ἐκάλεσεν, ὡς Σοφοκλῆς Ἰνάχῳ Πλούτωνος δʼ ἐπείσοδος· καὶ πάλιν τοιόνδʼ ἐμὸν Πλούτωνʼ ἀμεμφίας χάριν. Ἄλλως. τὸν Πλοῦτον οὕτω λέγουσι· καὶ εἰκότως τὸν αὐτὸν τῷ Πλούτωνι τὸν ᾍδην νομίζουσι· καὶ γὰρ Ἡσίοδός φησιν εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ, ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν. παίζει τῷ Πλούτωνι εἰπών. Θ.

ἡμιτύβιον: Ἀντὶ τοῦ σουδάριον· ῥάκος ἡμιτριβὲς λινοῦν τι, οἷον ἐκμαγεῖον. καὶ Σαπφὼ «ἡμιτύβιον σταλάσσων.» ἢ δίκροσσον φακιόλιον. —ἡμιφάριον ἢ παχὺ ἱμάτιον, ἢ ἡμιτριβὲς, ἢ διπλοῦν ἐκμαγεῖον, ὃ δίκροσσον καλοῦσι. κυρίως δὲ τὸ ἐπὶ στολῇ νεκροῦ ῥάκος. ἀντὶ τοῦ σουδάριον ἢ φακιόλιον κροσσοὺς ἔχον ἀμφοτέρωθεν. ἡμιτύμβιον: Μαντίλιον. μανδύλιον, μανδήλιον. φακιόλιον. συδάριον. ῥάκος ἡμιτριβές. λινοῦν τι. ἢ φακιόλιον, κροσοὺς ἔχον ἀμφοτέρωθεν. τύμβος ὁ τάφος ὑπερέχων τῆς γῆς κατὰ κύκλον. ὥσπερ ἠρίον τὸ κατὰ γῆς καὶ μὴ ὑπεριστάμενον καθʼ ὁμοιότητα τοῦ τύμβου. καὶ ἡ κεφαλὴ οὕτως ὀνομάζεται διὰ τὸ ἐοικέναι τύμβῳ. ἡμιτύβιον οὖν τὸ ἐξ ἡμισείας τὴν κεφαλὴν καλύπτον.

περιέψησεν: ἀπέματτεν. ὡμάλισεν, ἐσπόγγισε. περιεσπόγγισεν. περιεκάθῃρεν. βλέφαρα αἱ πτύχες τῶν ὀφθαλμῶν, ἤγουν τὰ ὀμματόφυλλα. βλεφαρίδες δὲ αἱ τρίχες αἱ ἐμπεφυκυῖαι τοῖς βλεφάροις.

κατεπέτασʼ: Περιεσκέπασεν. Θ. φοινικίδι: Πυρρῷ περιβολαίῳ. πέπλῳ κοκκίνῳ. Θ.

ἐπόππυσεν: Ἐσύρισεν, ἵνα οἱ δράκοντες ἐξέλθωσι — δηλονότι· —ἐπόπτυσεν: Ἐσύρισεν. Θ.

ἐξῃξάτην οὖν δύο δράκοντες: Κοινῶς μὲν καὶ τοῖς ἄλλοις ἥρωσι δράκοντες παρετίθεντο, ἐξαιρέτως δὲ τῷ Ἀσκληπιῷ. δράκοντες δὲ λέγονται ἀπὸ τοῦ δέρκω, ὅ ἐστι βλέπω· ὀξυδερκὲς γὰρ τὸ ζῷον. ἀφιέρωται δὲ τῷ Ἀσκληπιῷ, ἐπειδὴ τὸ γῆρας ἀποβάλλει καὶ ἡ ἰατρικὴ δὲ φυλάττει φύσει τὸ νέον, ἐξωθοῦσα τὰ νοσήματα. — ἐξῃξάτην: ἐξῆλθον. ἐξώρμησαν. ἐξῃξάτην κανονίζεται ἀπὸ τοῦ αἴσσω, τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω, ὁ ἀόριστος ἤϊξα καὶ κράσει ᾖξα, ὁ μέσος ᾐξάμην, τὸ τρίτον τῶν δυϊκῶν ᾐξάτην, ὡς ἐξῃξάτην εἰκότως φησὶν ὑπηρέτας ἔχειν τὸν Ἀσκληπιὸν ὄφεις. ἐπειδὴ γὰρ οἱ ὄφεις τὸ παλαιὸν αὐτῶν ἀπεκδυόμενοι δέρμα ἀεὶ νεάζουσιν· οὕτως καὶ ὁ θεὸς τῶν ἀσθενούντων τὰς νόσους οἷά τινα λεβηρίδα ἀπορίπτων νεάζοντας δείκνυσιν.

ὦ φίλοι θεοί: Θαυμαστικόν.

τούτω: δυϊκῶς ἀντὶ τοῦ οὗτοι. οὗτοι οἱ δράκοντες. ὑποδύνθʼ: Ὑπεισελθόντες. Θ. ὑπεισελθόντες ἠρέμα.

ὥς γέ μοι δοκεῖν: Καλῶς τὸ ἐμοὶ δοκεῖν· οὐδὲ γὰρ ἑώρα αὐτοὺς εἴσω τῆς φοινικίδος ὄντας. —οὐ γὰρ οἷόν τε ὁρᾶν κεκαλυμμένον τῇ κεφαλῇ.

καὶ πρίν σε κοτύλας: Ὡς εἰ ἔλεγε πρὶν εἰπεῖν σε πέντε λόγους ἢ πρὶν πτύσαι. κοτύλη δὲ εἶδος μέτρου, ὃ νῦν καλεῖται ἡμίξεστον. σκώπτει δὲ τὰς γυναῖκας ὡς μεθύσους. —ἔπαιξε δὲ εἰς τὸ φίλοινον εἶναι τὴν γυναῖκα. δέον οὖν εἰπεῖν, πρὶν εἰπεῖν σε λόγον ἕνα, εἶπε, πρὶν ἐκπιεῖν κοτύλας οἴνου δέκα. —διαβάλλει αὐτὴν καὶ αὖθις ὡς μέθυσον. δέον γὰρ εἰπεῖν, πρὶν εἰπεῖν σε λόγον ἕνα, ἤ τι τοιοῦτον πρὸς τὴν συνήθειαν, ὁ δὲ οὕτως εἶπεν. εἶδος δὲ μέτρου ἡ κοτύλη, ὃ καλεῖται ἡμίξεστον. κοτύλας οἴνου: Πεπληρωμένας. καρτελούρας.

ὦ δέσποινά γʼ ἑστήκει: Ἀνεστηκὼς ἦν.

ἀνεκρότησʼ: Ἀνατείνας ἔπληξα.

τὸν δεσπότʼ ἤγειρον: Ἐλάλησα.

ἠφάνισεν αὑτὸν: Ἀφανῆ ἑαυτὸν ἐποίησεν ἐμοῦ συγκροτήσαντος. —ἠφάνισεν: Ἀφανῆ ἐποίησεν. ὄφεις: Ἔβησαν. νεών: Ἔδυσαν δηλ. διαβάλλει καὶ αὐτὸν ὡς λίαν ὑπνώττοντα

ἐγκατακείμενοι: Ἤτοι οἱ ἀσθενεῖς. παρʼ αὐτῷ: Τῷ ναῷ. Θ. πῶς δοκεῖς: Θαυμαστικὸν, ἀντὶ τοῦ λίαν.

τὸν Πλοῦτον ἠσπάζοντο: Ἀντὶ τοῦ ἐφιλοφρονοῦντο. κυρίως δὲ ἀσπάσασθαί ἐστι τὸ περιπλέκεσθαί τινα, διὰ τὸ ἄγαν σπᾶσθαι εἰς ἑαυτὸν τὸν ἕτερον καὶ περιβάλλειν τὰς χεῖρας ἐν τῷ φιλοφρονεῖσθαι.

ἐγρηγόρεσαν: Ἔξυπνοι ἦσαν. ἕως: Ἰωνικῶς. διέλαμψεν: Διηύγασεν.

πάνυ σφόδρα: Ἐκ παραλλήλου τὸ αὐτό. Ἀττικὸν δὲ τὸ ἔθος, ὡς τὸ τυχὸν ἴσως. καταχρηστικῶς τὸ ἐπῄνουν ἐπὶ τοῦ θεοῦ· κυρίως γὰρ ἐπὶ ἀνθρώπου τὸ ἐπαινεῖν.

ταχὺ: Ἀντὶ τοῦ ταχέως.

ὅσην ἔχεις τὴν δύναμιν: Θαυμαστικὸν τὸ ὅσος. ταῦτα ἡ γυνὴ τοῦ Χρεμύλου θαυμάζουσα τὸν θεὸν διὰ τὴν τοῦ Πλούτου ταχεῖαν ἀνάβλεψιν. —ὅσην: Θαυμαστικὸν, ἤγουν πολλὴν καὶ μεγάλην ἔχεις τὴν δύναμιν. ὦ ʼναξ δέσποτα: Βασιλεῦ Ἀσκληπιέ.

φράσον: Εἰπέ. Θ.

ἦν: Ὑπῆρχε. Θ. ὑπερφυὴς: Πολύς. Θ. ὑπ. ὅσος: Ὑπερφυῶς μέγας. ὅσος: Θαυμαστικὸν, ἤτοι πολύς.

ὀλίγον: Βραχύν. ἠσπάζοντο: Ἐχαιρέτουν. ἐδεξιοῦντο.

ἐδεξιοῦνθʼ ἅπαντες: Ἀντὶ τοῦ ταῖς δεξιαῖς ἠσπάζοντο. Ὅμηρος δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισιν.

ἐδεξιοῦνθʼ: Τὰς δεξιὰς ἐνέβαλλον αὐτῷ ἀσπαζόμενοι. Θ. ἤτοι τὰς δεξιὰς ἐνεβάλλομεν. τῆς ἡδονῆς: Τῆς χαρᾶς.

οὐσίαν τʼ εἶχον συχνὴν: Πλοῦτον ἐκέκτηντο πολύν. οὐσίαν: Περιουσίαν. συχνὴν: Πολλήν. Θ. πολλήν.

ἐκ δικαίου: Πόνου δηλ., ἀλλʼ ἐξ ἀδικίας τὸν βίον κεκτημένοι. κεκτημένοι: Ἔχοντες.

ὀφρῦς συνῆγον: Σκυθρωπῶς προσέβλεπον. τοῦτο δεῖγμα κατηφείας. Θ. δεῖγμα κατηφείας, ἤτοι κατηφεῖς ἦσαν. ἴδιον γὰρ τῶν λυπουμένων τὸ τὰς ὀφρῦς συνάγειν.

οἱ δίκαιοι γελῶντες καὶ ἐστεφανωμένοι ὄντες ὀπίσω τοῦ Πλούτου ἠκολούθουν. οἱ δʼ: Οἱ δίκαιοι. κατόπιν: Τοῦ Πλούτου. ὀπίσω τοῦ Πλούτου.

εὐφημοῦντες: Τὸν Πλοῦτον. Θ. ἐπαινοῦντες τὸν Πλοῦτον.

ἐμβὰς: τὰ ὑποδήματα. τὸ ὑπόδημα. Θ. τὰ ὑποδήματα τῷ τούτοις ἐμβαίνειν. τὸ ὑπόδημα τῶν ... ὑποδήματα. εὐρύθμοις: Εὐτάκτοις. Θ. ἀτάκτοις. τὸ δὲ προβήμασιν ἀντὶ τοῦ πηδήμασιν. προβήμασιν: Προπομπαῖς. Θ. πηδήμασιν.

οὐδεὶς: Τῶν ἐν τῇ οἰκίᾳ ὄντων. εἰσιοῦσιν: Εἰσελθοῦσιν. ἀγγελεῖ: Λέξει.

ἄλφιτʼ: Ἤγουν ἄρτοι. ἄλευρα. ἐν τῷ θυλάκῳ: νῦν τῇ ἀρτοθήκῃ. τῇ ἀρτοθήκῃ σκυτίνῃ. Θ. ἐν τῇ ἀρτοθήκῃ.

νὴ τὴν Ἑκάτην: Καθὰ γυνὴ τὴν Ἑκάτην ὀμνύει. Θ. ἀναδῆσαι β.: Στεφανῶσαι θέλω.

ἐν κριβανωτῶν ὁρμαθῷ: Ἐπειδὴ ἐκεῖνος εἶπεν ὅτι οὐκέτι ἔσται ἐν σπάνει ἄρτων, ἀλλʼ ἐν εὐπορίᾳ, διὰ τοῦτο αὐτὸν ἄρτοις ἀναδῆσαι βούλεται καὶ στεφανῶσαι. κριβανωτῶν δὲ ὁρμαθῷ, ἀντὶ τοῦ ἄρτων δέσμῃ ἐν κριβάνῳ ὠπτημένων, δέον εἰπεῖν στεφάνῳ. κρίβανος δὲ παρὰ τὸ κρῖ, καὶ τὸ βαῦνος, ὁ κριθῶν δεκτικός. παίζει δὲ διὰ τὸ ἀδηφάγον αὐτοῦ. γράφεται δὲ καὶ, ἐκ κριβανωτῶν ὁρμαθῷ. —εὐαγγέλια: Συχαρίκια. χάριν. κριβανωτῶν: Ἤγουν ἐκ κριθίνων μαζῶν· διαβάλλει δὲ αὐτὸν ὡς λαίμαργον. Θ. ἐν κριβ.: Πλήθει ἄρτων ἐν κριβάνῳ ὠπτημένων. στεφανῶσαι ... ἐκ κριθίνων μαζῶν ... διαβάλλει δὲ αὐτὸν ὡς λαίμαργον. ὑρμαθῷ: Ὁρμαθὸς σύνδεσμος, στίχος.

τὸ ἑξῆς τοιαῦτα ἀπαγγείλαντα εὐαγγέλια. ἀπαγγείλαντα: Μηνύοντα. μέλλʼ: Βράδινε. βράδυνε.

ὡς: Ὅτι οἱ.

φέρε νῦν ἰοῦσα: Πρὸς τὸ ἔθος τὸ παρʼ αὐτοῖς· τῶν γὰρ νεωνήτων δούλων τῶν πρώτως εἰσιόντων εἰς τὴν οἰκίαν, ἢ ἁπλῶς τῶν ἐφʼ ὧν οἰωνίσασθαί τι ἀγαθὸν ἐβούλοντο καὶ τοῦ νυμφίου, παρὰ τὴν ἑστίαν τραγήματα κατέχεον εἰς σημεῖον εὐετηρίας, ὡς καὶ Θεόπομπός φησιν ἐν Ἡδυχάρει φέρε σὺ τὰ καταχύσματα ταχέως κατάχει τοῦ νυμφίου καὶ τῆς κόρης. εὖ πάνυ λέγεις. ἐπεὶ οὖν καὶ ὁ Πλοῦτος ἐν πρώτοις εἰσέρχεται, τοῦτό φησι. σύγκειται δὲ τὰ καταχύσματα ἀπὸ φοινίκων, κολλύβων, τρωγαλίων, ἰσχάδων καὶ καρύων, ἅπερ ἥρπαζον οἱ σύνδουλοι. κυρίως δὲ ἐλέγοντο, ὅτε δοῦλον ἠγόραζον· ἔφερον γὰρ αὐτὸν παρὰ τὴν ἑστίαν καὶ καθίζοντες κατὰ τῆς κεφαλῆς κατέχεον κόλλυβα καὶ ἰσχάδας, καὶ φοίνικας, καὶ τρωγάλια καὶ ἄλλα τραγήματα, καὶ οἱ σύνδουλοι ταῦτα ἥρπαζον. ἐλέγοντο οὖν ταῦτα καταχύσματα. διὰ τὸ τοῦ Πλούτου τοὺς ὀφθαλμοὺς νεωστὶ ἀναβλέψαι ὑπὸ Χρεμύλου. ὡς ἐπὶ δούλου οὖν νεωνήτου εἰληφὼς, τὰ καταχύσματα εἶπεν. —ἰοῦσʼ εἴσω: Ἐλθοῦσα ἐντὸς, ἵνα ...

ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς: Δέον εἰπεῖν δούλοις, ὀφθαλμοῖς εἶπεν, διὰ τὸ ἀναβλέψαι τὸν Πλοῦτον. —νεωνήτοισιν: Νεωστὶ ἠγορασμένοις δούλοις. δούλοις. ὤφειλεν εἰπεῖν ὀφθαλμοῖς. Θ.

ἀπαντῆσαι: Συναντῆσαι. ἀπαντῆσαι κυρίως τὸ λόγοις ἀντιπεσεῖν καὶ ἐναντιωθῆναι· καὶ ἔργοις· καὶ τὸ εἴς τινα τόπον καταντῆσαι. ὑπαντῆσαι δὲ τὸ συναντῆσαι. νῦν δὲ καταχρηστικῶς εἶπεν.

καὶ προσκυνῶ γε: Κορωνὶς ἑτέρα εἰσιόντων ὑποκριτῶν· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λαʹ, ὧν τελευταῖος ἀνίσταθʼ ὡς ἁρπασόμενος τὰς ἰσχάδας ἐφʼ ἑκάστου συστήματος παράγραφος, ἐπὶ δὲ τῷ τέλει τῶν στίχων κορωνὶς, καὶ ἑξῆς τὸ χοροῦ αὖθις· κἀνταῦθα γὰρ χορὸν ὤφειλε θεῖναι καὶ διατρῖψαι μικρὸν, ἄχρις ἂν ἐξέλθοι τις ἀπαγγέλλων, ὅπως εἰσιόντος τοῦ Πλούτου πάντα τὰ τούτων πρὸς τὸ βέλτιον μεταβέβληται. — ἥλιον: Τοῦτον γὰρ ἀναβλέψας πρῶτον ἑώρακα. Θ.

τῆς Ἀθηνᾶς. Θ. ἐνδόξου Ἀθηνᾶς ἔνδοξον ἔδαφος. κλεινὴν πόλιν, τὴν ἀκρόπολιν δηλονότι. τὴν ἀκρόπολιν.

χώραν τε πᾶσαν Κέκροπος: — Παίζει πρὸς Ἀθηναίους φιλεγκωμίους ὄντας. — Κέκροψ Αἰγύπτιος ὢν τὸ γένος ᾤκισε τὰς Ἀθήνας. ὅθεν οἱ Ἀθηναῖοι Κεκροπίδαι λέγονται, τινὲς δέ φασι τοῦτον καὶ διφυῆ γεγενῆσθαι, οἱ μὲν, ὅτι τὰ μὲν ἄνω ἀνδρὸς εἶχε, τὰ δὲ κάτω θηρίου· ἕτεροι δὲ, ὅτι νόμους πολλοὺς ἐφεῦρε τοῖς ἀνθρώποις καὶ ἀπὸ ἀγριότητος εἰς ἡμερότητα ἤγαγεν· ἄλλοι δὲ, ὅτι τῶν ἀνδρῶν ὡς ἔτυχε μισγομένων ταῖς γυναιξὶ, καὶ ἐκ τούτου μὴ γινωσκομένου ἢ τοῦ παιδὸς παρὰ τοῦ πατρὸς ἢ τοῦ πατρὸς παρὰ τοῦ παιδὸς, αὐτὸς νόμους θέμενος, ὥστε φανερῶς συγγίνεσθαι αὐταῖς καὶ μιᾷ στοιχεῖν, καὶ σχεδὸν εὑρὼν τὰς δύο φύσεις τοῦ τε πατρὸς καὶ τῆς μητρὸς, τούτου χάριν διφυὴς ἐκλήθη. — χώραν: Τὴν Ἀττικήν.

αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ ξυμφορὰς: Τὰ συμβάντα μοι, φησὶν, αἰσχύνομαι· εἰς γνῶσιν δὲ ἐλθὼν καὶ αἴσθησιν ὧν ἔπραττεν, αἰδεῖται, γνοὺς ὡς μετὰ ἀδίκων ἦν. —τὰς ἐμ. ξυμφορὰς: Διά. ξυμφορὰς: Ὅτι ἔφευγον τοὺς δικαίους.

οἵοις: Ὁποίοις, κακοῖς. κακοῖς. Θ. θαυμαστικὸν ἀντὶ τοῦ κακοῖς, ἀδίκοις. ξυνὼν: Ὁμιλῶν. ἐλάνθανον: Ἐμαυτόν.

τοὺς ἀγαθούς.

ὁ τλήμων ἐγὼ: Ὁ ἄθλιος.

οὐδʼ ἐκεῖνʼ ἄρʼ οὐδὲ ταῦτα: Οὔτε ἔφευγον τοὺς ἀγαθοὺς οὔτε μετεδίωκον τοὺς φαύλους. οὔτε τοὺς κακοὺς πλουτίζων οὔτε τοὺς ἀγαθοὺς ἀφαιρούμενος τοῦ πλούτου. —ὡς: Ὅτι. Θ. ὄντως. ἐκεῖνʼ Τὸ συνεῖναι τοῖς κακοῖς. Θ. τὸ φεύγειν τοὺς δικαίους. ταῦτʼ: Τὸ μὴ συνεῖναι τοῖς ἀγαθοῖς. Θ. τὸ συνεῖναι τοῖς ἀδίκοις.

ἀναστρέψας: Ἱκανὴ γὰρ ἀπόδειξις ἀκουσίου ἁμαρτήματος ἡ διόρθωσις. —ἀναστρέψας: Διεγείρας. εἰς τὸ ἐναντίον μεταβαλών.

τὸ λοιπὸν: Εἰς τὸ ἑξῆς.

βάλλʼ ἐς κόρακας: Ὁ Χρεμύλος ἀγανακτεῖ πολλῶν αὐτὸν ἀσπαζομένων καὶ περιεχόντων, οἵτινες πρὸ τοῦ οὐδὲ ἑώρων αὐτὸν πένητα ὄντα, νυνὶ δὲ πλουτήσαντα κολακεύουσιν. ἔστι δὲ τὸ «βάλλʼ ἐς κόρακας» παρʼ ὑπόνοιαν παραποιηθὲν ἐκ τοῦ, «βάλλʼ ἐς μακαρίαν,» περὶ οὗ ἀλλαχοῦ δεδήλωται· δηλοῖ δὲ τὸ ῥίψον ἑαυτὸν εἰς φθοράν· τοιοῦτον γάρ τι ἐς κόρακας. τὸ δὲ παραχρῆμα νῦν ἀντὶ τοῦ κατʼ αὐτὸ τὸ πρᾶγμα, καὶ ὡς εἰπεῖν παραυτίκα, οὐ μὴν πρὸ τοῦ πράγματος· διὸ ἑρμηνεύων ἐπήγαγεν, ὅταν πράττῃ τις εὖ, ἤγουν, ἐν αὐτῇ τῇ εὐπραγίᾳ, οὐ πρὸ αὐτῆς. —βάλλʼ ἐς κόρακας: Σεαυτόν. Θ. ἄπελθε σαυτόν. βάλʼ: Ἄπιθι. χαλεπὸν: Πρᾶγμα. τοῦτο εἰώθασιν οἱ δυσχεραίνοντες λέγειν, ὃ νῦν καὶ Χρεμύλος λέγει, πρὸς τοὺς ἐπιπεσόντας αὐτοῖς κόλακας καὶ φιλοφρονουμένους.

παραχρῆμα: Παρὰ προσδοκίαν. πράττῃ τις εὖ: Εὐτυχῇ.

θλίβουσι, ξύουσι, συντρίβουσι. τιτρώσκουσι, κόπτουσι, συντρίβουσι τῇ προσκυνήσει καὶ τῷ προκαλινδεῖσθαι. Θ. νύττουσι: Τιτρώσκουσι. φλῶσι: Συντρίβουσι. συντρίβουσι, θλίβουσι, ξύουσι. τἀντικνήμια: Ταῖς ἄντζαις. ἀντικνήμια ἐστὶ τὰ ἰδιωτικῶς λεγόμενα καλάμια τῶν ποδῶν. κνήμη δὲ ἡ λεγομένη ἄντζα, ὄπισθεν τοῦ καλαμίου. λέγεται δὲ οὕτως, ὡς κενὴ καὶ πλήρης οὖσα αἵματος.

εὔνοιαν: Ἤγουν ἀγάπην.

προσεῖπε: Οὐ χαίροις εἶπε, ἐχαιρέτισε. προηγόρευσε καὶ ἐχαιρέτισε. ποῖος οὐκ ὄχλος: Πάντες.

περιεστεφάνωσεν: Ἐτίμησεν. πρεσβυτικὸς: Γεροντικός. Θ.

ὦ Πλοῦτε καὶ ὦ ἄνερ καὶ ὦ Βλεψίδημε χαίρετε. Θ. φίλτατʼ: Ποθεινότατε. καὶ σὺ, καὶ σὺ: Πλοῦτε καὶ σὺ Χρεμύλε.

νόμος: Σύνηθές ἐστι. συνήθεια.

μηδαμῶς: Τοῦτο ποιήσῃς.

ἐμοῦ γὰρ: Πιθανῶς, ἵνα μὴ ἐν τῷ φανερῷ καταχέῃ τὰ τραγήματα· — διὸ καὶ ἐπιφέρει, «ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἂν,» τουτέστι φορτικόν τι δρᾶν. — ἔπειτα καὶ τὸν φόρτον: Τὸν φορτικὸν γέλωτα, ἵνα μὴ γελασθῶμεν. —εἰσιόντος: Πρωθύστερον, εἰσελθόντος. εἰσερχομένου.

βλέψαντος: Ἀναβλέψαντος. ἐκφέρειν: Ἐξάγειν.

πρεπῶδες: Πρέπον ἐστί. προσῆκον εἰσφέρειν: Εἰσάγειν εἴσω.

δέξει δῆτα τὰ καταχύσματα: Λήψῃ τὰ ἐπάνω σου μέλλοντα καταχεῖσθαι. ἤγουν τὰ πλακούντια.

παρὰ τὴν ἑστίαν: Πρὸς τὸ ἔθος, ὅτι παρὰ τῇ Ἑστίᾳ ἐποίουν τὰ καταχύσματα. —τὴν ἑστίαν: Τὴν οἰκίαν. δέξομαι δηλ. νόμος: Συνήθεια. ἀντὶ τοῦ ἔθος. παρὰ τῇ ἑστίᾳ κατέχεον.

τὸν φόρτον: τὴν χλεύην. τὴν μέμψιν, καὶ τὴν κατηγορίαν. τὴν μέμψιν, τὴν κατάκρισιν. ψόγον, χλεύην, μέμψιν.

οὐ γὰρ πρεπῶδες: Ἔμφασις τοῦ Ἀριστοφανείου προσώπου· ὁ δὲ λόγος πρὸς τοὺς ἀντιτέχνους πρὸς διασυρμὸν, οἳ διὰ τὸν αὐτῶν βόλον ἐπειρῶντο τὸν δῆμον πρὸς ἑαυτοὺς ἐπάγειν. καὶ ἐν τοῖς Σφηξὶν ἐσεμνύνετο, ὅτι οὐκ ἔστι παρʼ αὐτῷ οὔτε κάρυα ἐκ φορμίδος δοῦλοι διαρίπτοντες τοῖς θεωμένοις. φαίνεται μέντοι τὸ τοιοῦτον οὐ διὰ τῶν χορηγῶν, ἀλλὰ διʼ αὐτῶν τῶν διδασκάλων — γινόμενον, ὡς Ἐρατοσθένης — ἐπισημαίνεται. —πρεπῶδές ἐστι: Ἤγουν δίκαιον ὑπάρχει ἐμοὶ δηλαδή. ἐστι: Τοῦ πλουσίου. τῷ διδασκάλῳ: Ἐμοὶ τῷ Ἀριστοφάνει. τοῦτο τῷ μὲν δοκεῖν ἀπὸ τοῦ πλούτου ἐστὶ, τῇ δʼ ἀληθείᾳ παρὰ τοῦ ποιητοῦ. οὐ γὰρ πρεπῶδες: Ἔμφασις ἐνταῦθα τοῦ προσώπου τοῦ κωμικοῦ. ὁ δὲ λόγος αὐτῷ πρὸς τοὺς ἀντιτέχνους οἳ διὰ τῶν ὀβελῶν ἐπειρῶντο τὸν δῆμον πρὸς ἑαυτοὺς ὑπάγειν. φησὶ γὰρ οὐκ ἔστι πρέπον προτιθέναι ἐν τοῖς ἡμῶν ὀβελισμοὺς τινὰς καὶ διαγραφὰς καὶ ἀφανισμοὺς αὐτῶν ἢ ἑτέρων ποιημάτων ὥστε ἐκ τούτων ζητεῖν εὐδοκιμεῖν. τῷ διδασκάλῳ ... προβαλόντʼ: Ἀττικὸν τὸ σχῆμα. «αἰεί σοι φίλον ἐστὶν, ἐμεῦ ἀπονόσφιν ἐόντα.»

πάντα τὰ τραγήματα ἰσχάδας ἐκάλουν. Θ. πάντα τὰ τραγήματα οὕτως ἔλεγον. ἰσχάδια: Σῦκα. τρωγάλια: Τραγήματα. οὕτω γὰρ τὰ τραγήματα ἐκάλουν οἱ παλαιοί. τοῖς θεωμένοις: Τοῖς θεαταῖς. τοῖς ἀκροαταῖς, τοῖς θεαταῖς.

προβάλλοντʼ: Προτείνοντα. προθέντα. Θ. ἐπὶ τούτοις: Τοῖς θεαταῖς. ἐπαναγκάζειν: Ἤτοι ἄκοντα παρακινεῖν. γελᾶν: Ὥστε γελᾶν.

ὡς Δεξίνικος: Οὗτος πένης ἦν, καὶ κωμῳδεῖται, ὡς τὰ ὄψα ἁρπάζων, καὶ λίχνος. τινὲς δὲ καὶ στρατηγόν φασιν αὐτόν. —διαβάλλει τοῦτον ὡς ἅρπαγα ἢ ὡς πένητα. δ. τ. ὡς ἅρπαγον. ὡς: Ὅτι.

ὡς ἡδὺ πράττειν, ὦ ʼνδρες: Εἴσθεσις συστηματικῆς περιόδου, ἐκ στίχων ὁμοίων κβʹ, ὧν τελευταῖος ἔνδον μένειν ἦν· ἔδακνε γὰρ τὰ βλέφαρά μου. ἐπὶ τῷ τέλει παράγραφος. ἐχρῆν κἀνταῦθα μετὰ τὴν περίοδον τοῦ παρόντος συστήματος κομμάτιόν τι θεῖναι χοροῦ, ἄχρις ἂν θύσας ὁ Χρεμύλος ἐξέλθοι· ὁ δὲ ἱκανὸν εἶναι τὸν καιρὸν λογισάμενος, ὥστε θῦσαι αὐτὸν, ἐν ὅσῳ τοὺς λόγους τούτους ὁ Καρίων διέξεισιν, ἐξάγει εὐθὺς αὐτὸν συντυχεῖν, ὡς μέν τινες, τῷ δικαίῳ· ἄτοπον γὰρ εἶναί φασιν καὶ ἀπρεπὲς ἀγαθὸν ἄνδρα καὶ δίκαιον ὁμιλεῖν μετὰ δούλου· ὡς δʼ ἐν τοῖς παλαιοῖς τῶν ἀντιγράφων εὕρηται, τῇ γραΐ. ὡς ἡδὺ: Ὡς ἡδὺ πρᾶγμά ἐστι τὸ ἐν εὐπορίᾳ βιάζεσθαι ἢ ἐξετάζεσθαι. Ἄλλως. ἡδὺ τὸ εὐτυχεῖν, καὶ μάλιστα δίχα ἀναλωμάτων γινόμενον. —ὡς ἡδὺ πράττειν: Λίαν γλυκὺ εὐτυχεῖν.

μηδὲν: Πρᾶγμα. ἐξενεγκόντʼ οἴκοθεν: Δαπανήσαντα, ἐκβαλόντα ἐκ τῆς οἰκίας. ἐξαγαγόντα.

σωρὸς: πλῆθος.

ἠδικηκόσιν: Παρʼ ὑπόνοιαν. παίζων τοῦτό φησιν, ὡς τῶν πολλῶν, καὶ μάλιστα τῶν Ἀθηναίων, ἐξ ἀδικίας μόνης πλουτούντων. τὸ δὲ ἐπεισπέπαικεν, εἰσεπήδησεν, εἰσῆλθε· κυρίως δὲ ἐπὶ στρατείας πολεμίων· διὸ παίζων ἐπήνεγκεν, οὐδὲν ἠδικηκόσιν. — ἐπεισπέπαικεν: Ἐπεισῆλθεν. Θ. σφοδρῶς ἐπεισῆλθε καὶ εἰσεπήδησεν.

οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ: Ἀδιανόητος ὁ ἴαμβος· ἢ πρὸς τὰ ἄνω καὶ ταῦτα μηδὲν ἐξενεγκόντʼ οἴκοθεν· οὕτω γὰρ ἡδύ τί ἐστι πρᾶγμα τὸ πλουτεῖν. —γνώμη. τὸ πλουτεῖν: Ἤγουν ὁ πλοῦτος. ἡδὺ: Εὐφραντόν.

ἡ μὲν σιπύη: Σιπύη ἡ ἀρτοθήκη. ταῦτα δὲ παρὰ τὰ ἐν Ἰνάχῳ Σοφοκλέους, ὅτε τοῦ Διὸς εἰσελθόντος πάντα μεστὰ ἀγαθῶν ἐγένετο. προύχει δὲ τὰ λευκὰ τῶν ἀλφίτων. ἤρξατο δὲ ἐκ τῆς τῶν ἀναγκαίων εὐπορίας. —σιπύη: Ἡ ἀρτοθήκη. Θ. ἡ κοινῶς ἄρκλα. λευκῶν: Καθαρῶν. ἀλφίτων: Σεμιδαλίων.

μέλανος ἀνθοσμίου: Μέλανος, ἐρυθροῦ. Ὅμηρος «μέλανος οἴνοιο.» ἀνθοσμίου δὲ, ἡδέος, εὐόσμου, ὥσπερ τὰ ἄνθη· ἢ ὡς ἀπὸ τόπου ἀνθοσμίας· ἢ ὡς ἀπὸ εἴδους ἀμπέλου. ἢ τοῦ ἡδέος καὶ περιόσμου καὶ ἀνθηροῦ· τὸν δὲ χυδαῖον οἶνον καρηβαρίτην ἔλεγον. —ἀμφορῆς: Τὰ κοινῶς μεγαρικά. Ἀττικὸν ὡς οἱ βασιλῆς. Θ. ἀμφορεῖς: Τὰ μαγαρικά. ἀνθοσμίου: Εὐώδους. εὐώδους, μοσχάτου. χρυσίον: Τοσοῦτον.

τὰ σκευάρια: Τὰ σενδούκια. πλήρη: Γεγεμισμένα.

τὸ φρέαρ δʼ ἐλαίου μεστόν: Παραπαίζει πρὸς τὴν ἐναντίαν τῆς τύχης μεταβολήν. λήκυθοι δὲ τὰ ἐλαιοδόχα ἀγγεῖα. —τὸ φρέαρ: Τὸ πηγάδιον. αἱ λήκυθοι: Τὰ ἐλαιοδόχα ἀγγεῖα. τὰ ῥώγια, τὰ ἐλ. ἀ.

τὸ ὑπερῷον: Τὸ τέγος. Θ. ἰσχάδων: Συκῶν. Θ. σύκων.

ὀξὶς δὲ πᾶσα: Ὀξὶς ἀγγεῖον ὄξους δεκτικόν. ἢ λοπάδος εἶδος, παρὰ τὸ εἰς ὀξὺ λήγειν. — λοπάδιον δὲ καὶ αὐτὸ εἶδος κεραμίου. — ἰχθυηροὺς δὲ πινακίσκους, τοὺς ἐπιτηδείους ἰχθῦν χωρῆσαι. ἢ ἐν ᾧ οἱ ἰχθύες πλύνονται. —ὀξὶς: Τὸ τοῦ ὄξους ἀγγεῖον. Θ. ἄγγος ὄξους δεκτικόν. λοπάδιον: Ὁ λεγόμενος κουρελός. Θ. χύτρα: Τζυκάλιον. Θ.

πινακίσκους: Τὰ σκουτέλια.

τοὺς ἰχθυηροὺς: Τοὺς ἰχθύας δεχομένους. Θ. τοὺς ἐπιτηδείους εἰς ὑποδοχὴν ἰχθύων.

ὁ δʼ ἰπνὸς: Τὸ μαγειρεῖον· ἢ ἡ καπνοδόχη· ἢ ὁ λεγόμενος φανὸς, — ἢ ὁ χυτρόπους, ἢ ὁ δίφρος. καὶ ἐν Εἰρήνῃ «ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.» —ἰπνὸς: Τὰ φανάρια. τὸ φανάριον. Θ. τὸ φουρνεύτιον, ἢ τὸ μαγειρεῖον. ἐξαπίνης: Ἐξαίφνης. Θ.

στατῆρσι δʼ οἱ θεράποντες ἀρτιάζομεν: Εἶδος νομίσματος. οἱ οἰκέται οὖν, φησὶ, νομίσμασιν ἀρτιάζομεν, ἀντὶ τοῦ παίζομεν ἄρτια ἢ περισσὰ, τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ζυγὰ ἢ ἄζυγα. παιδιά τις ἦν, καθʼ ἣν ἐγίνετο πεῦσίς τε τοῦ κατασχόντος καὶ ἀπόκρισις τοῦ προσπαίζοντος, ἤτοι ἀρτίας κατοχῆς ἢ περιττῆς, ἃ νῦ ζυγὰ καὶ ἄζυγα καλεῖται. τινὲς δὲ ἀρτιάζειν λέγουσι τὸ ἁρπαγῇ παίζειν ἀπὸ τοῦ ἑταίρου, ἴσως δὲ τὸ σφαιρίζειν. —στατῆρσι: Νομίσμασι. νομίσμασιν, ἃ καὶ δίδραχμα λέγεται. ἔχει δὲ ὁ στατὴρ κεράτια τριακοντάεξ. Θ. ἀρτιάζομεν: Τὰ ἄρτια καὶ τὰ περιττὰ παίζομεν, ἅ φασιν ἰδιωτικῶς ζυγὰ μονά. Θ. τὰ ἄ. κ. τ. π. παίζομεν, τὰ κοινῶς λεγόμενα παρὰ τοῖς ἰδιώταις μονὰ, ζυγά. τὸ ἐν συνηθείᾳ λεγόμενον μονὰ ἢ ζυγά. τὰ ἄρτια παίζομεν.

ἀποψώμεσθα: Ἀπομασσόμεθα, καθαίρομεν τὴν πυγήν. τοὺς πρωκτοὺς σπογγιζόμεθα· οἱ γὰρ τρυφῶντες συνεχῶς χέζουσι. Θ. ἀποσπογγίζομεν τὸν πρωκτόν.

σκοροδίοις ὑπὸ τρυφῆς: Τοῖς τῶν σκορόδων φύλλοις. γελοίως ἀντὶ τοῦ σαβάνοις. ἐπειδὴ δὲ ἤσθιον ἑκάστοτε σκόροδα, τοῦτό φησιν, ὅτι ὡς πλουτήσαντες κατεφρόνησαν τῆς παλαιᾶς διαίτης. εἴρηται δὲ σκόροδον ἴσως, σκαιόν τι ῥόδον ὂν, παρὰ τὸ σκαιὸν ὄζειν. τινὲς δὲ σκοροδίοις, τοῖς τῶν σκορόδων καυλοῖς. λιμῷ γὰρ περιπεσόντες οἱ Ἀθηναῖοι τούτοις ἐχρήσαντο. —χάριν δὲ γέλωτος εἶπεν ἀντὶ τοῦ καυλοῖς. Ἄλλως. οὐχ ἁπλῶς τοῦτο, ἀλλʼ ἵνα δείξῃ ὅτι τοσαύτῃ μεταβολῇ κεχρήμεθα, ὥστε ἃ πρότερον ἠσθίομεν ἀγαπητῶς, τούτοις νῦν ἀφοδεύοντες ἀποματτόμεθα. Ἄλλως. μήποτε τοῦ σκορόδου λέγει τὸν καυλόν. ἔστι γὰρ ἀσφοδέλῳ ὅμοιος κἀκεῖνος ἐπιτήδειος εἰς τοῦτο. εἰ δʼ ἄρα δηκτικόν τι ἔχει, τάχα ἂν εἴη παρὰ τὴν ὑπόνοιαν εἰρηκώς. —σκοροδίοις: Τοῖς τῶν σκορόδων φύλλοις. ἑκάστοτε: Καθʼ ἡμέραν.

βουθυτεῖ: Καταχρηστικῶς εἴρηται ἡ βουθυσία, δηλοῦσα τόν τε ὄγκον τοῦ μεγέθους καὶ τὸ ἐντελὲς τῆς θυσίας, ἣν ἑκατόμβην καλοῦσιν. ἐντελὴς δὲ θυσία, ἡ ἐξ ὑὸς, τράγου, κριοῦ, ἣν καλοῦσι τριττύν. —Ἄλλως. μεγάλην θυσίαν ποιεῖ· οὐ γὰρ, ὥς τινες, βοῦν θύει, οἷς τὸ ἐπιφερόμενον ἐναντιοῦται. ὁ δεσπότης: Ὁ ἡμέτερος. βουθυτεῖ: Βοῦν θύει. Μεγάλην θυσίαν ποιεῖ, ἢ ἁπλῶς θύει. Θ. βουθυτεῖν κυρίως τὸ βοῦν θύειν. ἐκάλουν δὲ τὴν ἐντελῆ θυσίαν ἑκατόμβην διὰ τὸ ἐκ βοῶν ἑκατὸν γίνεσθαι. ἦν δὲ καὶ ἄλλη ἐντελὴς θυσία τριττὺς λεγομένη, ἡ ἐκ χοίρου καὶ κριοῦ καὶ τράγου, ἣν καὶ ἐνταῦθα λέγει.

ὗν: χοῖρον.

ἐξέπεμψεν.: Ἐξέβαλεν. ἔξω ἔπεμψεν. οἷός τε: Δυνατός.

ἔδακνε γὰρ τὰ βλέφαρά μου: Μεταβολὴ πάντων, εἰ ὁ μὲν δεσπότης ὑποφέρει τὸν καπνὸν, ὁ δὲ δοῦλος οὔ. —μένειν: Καρτερεῖν. ἔδακνε: Ἔθλιβε. ὁ καπνός. τὰ βλέφαρα: Τοὺς ὀφθαλμούς.

ἕπου μετʼ ἐμοῦ, παιδάριον: Κορωνὶς ἑτέρα εἰσιόντων ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι κζʹ, ὧν τελευταῖος χαρίεντά γʼ ἥκεις δῶρα τῷ θεῷ φέρων. ἐπὶ τῷ τέλει κορωνίς. ἕπου μετʼ ἐμοῦ: Πλάτων Μενεξένῳ «ἀλλʼ εἰ μὴ πιστεύεις, ἀκολούθει μετʼ ἐμοῦ.» ἔπου: Ἀκολούθει. παιδάριον: Ὦ. ἵνα: Ὅνα. τὸν θεὸν: Τὸν Πλοῦτον.

ἴωμεν: Πορευθῶμεν. ἔα: Ἐπίρρημα ἐκπληκτικόν. ὁ προσιὼν: Ὁ ἐρχόμενος.

ἀνὴρ πρότερον μὲν ἄθλιος: Δίκαιος ἀνὴρ οὗτος πρότερον πενόμενος, ᾧ διαλέγεται ἢ ὁ Χρεμύλος, ἢ ὁ οἰκέτης. τὸ δὲ, κομιδῆ μὲν οὖν, ἀντὶ τοῦ, παντάπασι μὲν οὖν. —εἰμί. ἄθλιος: Δυστυχής. εὐτυχής: Πλούσιος.

δῆλον: Φανερόν. χρηστῶν: Ἀγαθῶν. ἔοικας: Φαίνεσαι.

μάλιστʼ: Ἀττικὸν ἀντὶ τοῦ ναί. τοῦ δέει: Τίνος χρείαν ἔχεις. τίνος χρῄζεις. πρὸς: Εἰς.

ἥκω: Ἦλθον. γάρ μοὐστὶν: Τὸ τέλειον, μεγάλων γάρ μοι ἐστίν. αἴτιος: Πρόξενος.

ἱκανὴν οὐσίαν: Ἀρκετὸν βίον. οὐσίαν: Περιουσίαν.

ἐπήρκουν: ἐχορήγουν. ἐβοήθουν. Θ. δεομένοις: Χρῄζουσι καὶ πενομένοις. Θ.

εἶναι: Τοῦτο. Θ. νομίζων: Ὑπολαμβάνων. χρήσιμον: Ὠφέλιμον.

ἦπου: Ὄντως. Θ. ταχέως: Συντόμως. ἀπέλιπεν: Ἀφῆκε. Θ. ἐπέλιπε: Ἀφῆκε.

κομιδῆ: Λίαν. Θ. λίαν ταχέως. μετὰ ταῦτʼ: Μετὰ τὸ ἀναλῶσαι ταῦτα. ἄθλιος: Ὡς μὴ ἔχων περιουσίαν, ἀλλʼ ἐν ἐνδείᾳ ζῶν. Θ. ἐπειδὴ ἀνήλωσας εἰς τοὺς δεομένους.

κομιδῆ: Λίαν. ᾤμην: Ὑπελάμβανον. τέως: Πρώην. πρώην ἢ πρὸ ὀλίγου. πρώην, πρότερον.

ἕξειν: Κτήσασθαι. λήψεσθαι.

ὄντως: Ἀληθῶς. βεβαίους: Ἀληθεῖς. δεηθείην: Εἰς χρείαν ἔλθοιμι. χρείαν σχοίην τινός.

ἐξετρέποντο: ἀπέφευγον. ἔφευγον. μετεβάλλοντο, ὡς πρὸς ἑτέραν ὁδὸν ἐτρέποντο, πόρρωθεν θεασάμενοί με. Θ. μετεβάλλοντο. ἐδόκουν: Ἐνόμιζον

οὐ μόνον ταῦτʼ ἐποίουν, ἀλλὰ καὶ .... Θ. κομιδῆ: Λίαν κατεγέλων.

αὐχμὸς γὰρ ὤν: Τὸ ἑξῆς, ἀπώλεσέ με ὁ ὢν αὐχμὸς τῶν σκευαρίων. ἢ τὸ ὤν ἀντὶ τοῦ δή. Ἀττικῶς εἶπεν ἀντὶ τοῦ ξηρὸς γενόμενος ὑπὸ πενίας ἀπώλεσε τὰ σκευάρια, ἀπώλεσε τῶν σκευαρίων. Ἄλλως. μετωνυμικῶς, ἀπολέσαι με τὰ σκευάρια ἐποίησεν, —ἢ πάλιν ξηρὸς γενόμενος ὑπὸ πενίας καὶ τῶν σκευαρίων ἡψάμην. Ἄλλως. ἀντὶ τοῦ ἀπώλεια. μεταφέρεται δὲ ἀπὸ τοῦ σίτου. ὅταν γὰρ αὐχμὸς ἐπιγένηται ἤδη τῶν ἀσταχύων ἁδρυνομένων, ἀφανίζεται ὁ πυρὸς καὶ κατακαίεται. εἴρηται δὲ παρʼ ὑπόνοιαν, οἷον πυρῶν καὶ κριθῶν. —αὐχμὸς: Στέρησις. Θ. στέρησις, ξηρασία. τῶν: Ἐμῶν. τῶν σκευαρίων: Τῶν χρειῶν. τῶν εἰς χρείαν πραγμάτων ἠφάνισεν. τῶν εἰς χρείαν ὄντων. Θ. τὸ ὤν ἢ ἀντὶ τοῦ οὖν νοητέον, τρεπομένης Δωρικῶς τῆς ου διφθόγγου εἰς ω μέγα· ἢ ἀντὶ τοῦ ὑπάρχων, οὕτω· ἀπώλεσε γὰρ ἐμὲ αὐχμὸς τῶν σκευαρίων ὢν καὶ ὑπάρχων ἐμοί. πέπρακα γὰρ ταῦτα, καὶ διὰ τοῦτο εἰς γέλωτα πᾶσι προὐκείμην. παρὰ τὸ μὴ ἔχειν τὰ σκευάριά τι, ἀπολώλειν. ἐχόντων γάρ τι τῶν σκευαρίων, ἤδη ἠρδευόμην. διακένων δʼ ὄντων αὖος καὶ ξηρὸς ἦν ὑπὸ τῆς ψυχρᾶς πενίας, ὃ γοῦν ἔπασχεν ὁ δίκαιος οὗτος, ἀντιστρόφως τοῦτο τὰ σκευάρια, φησὶν, ἀπώλεσεν.

ἀλλʼ οὐχὶ νῦν: Ἔσται τοῦτο. ἀνθʼ: Ἕνεκα.

προσευξόμενος: Μέλλων προσεύξειν καὶ παρακαλέσειν. ἥκω: Ἦλθον.

τὸ τριβώνιον δὲ: Τὸ παλαιὸν ἱμάτιον. τοιοῦτον γὰρ ὁ οἰκέτης αὐτοῦ ἐβάσταζεν. —τὸ τριβώνιον: Τὸ παλαιὸν ἱμάτιον. τὸ διερρηγμένον.

φέρει: βαστάζει. τουτὶ: Τουτὶ πρὸς τὸ παιδάριον. ἢ τουτὶ πρὸς τὸ παιδάριον, ἢ τουτὶ τὸ τριβώνιον. Θ.

ἀναθήσων: Ἀφιερώσων. Θ. ἀ. ἔρχομαι: Ἀφιερώσω, ἀνάθημα ποιήσω. πρὸς: Εἰς.

μῶν οὖν ἐμυήθης: Παίζει παρὰ τὸν Ἐλευσίνιον νόμον· ἔθος γὰρ ἦν, ἐν οἷς τις ἱματίοις μυηθείη, εἰς θεοῦ τινος ταῦτα ἀνατιθέναι, ὥσπερ δηλοῖ καὶ Μελάνθιος ἐν τῷ περὶ Μυστηρίων «πάτριόν ἐστι ταῖς θεαῖς ἀνιεροῦν καὶ τὰς στολὰς τοὺς μύστας, ἐν αἷς τύχοιεν μυηθέντες.» μυστήρια δὲ δύο τελεῖται τοῦ ἐνιαυτοῦ Δήμητρι καὶ Κόρῃ, τὰ μικρὰ καὶ τὰ μεγάλα· καὶ ἔστι τὰ μικρὰ ὥσπερ προκάθαρσις καὶ προάγνευσις τῶν μεγάλων. Ἄλλως. σκώπτων εἰς τὰ ἱμάτια τοῦτό φησιν, ὅτι ῥυπαρά ἐστι. λέγει δὲ μυστήρια. ἔθος δὲ εἶχον ἐν οἷς τις μυηθείη ἱματίοις, ταῦτα εἰς θεοῦ τινος ἀνατιθέναι. ἔνιοι δὲ τὰς τοιαύτας στολὰς εἰς τέκνων σπάργανα φυλάττουσι· καθαραὶ δὲ πάνυ ὑπάρχουσι καὶ νέαι. Ἄλλως. μεγάλα καὶ μικρὰ μυστήρια ἐτελοῦντο ἐν Ἐλευσῖνι τῆς Ἀττικῆς. μὴ ὄντων δὲ πρότερον μικρῶν, ἐλθόντος Ἡρακλέους καὶ θέλοντος μυηθῆναι, ἐπειδὴ νόμος ἦν Ἀθηναίοις μηδένα ξένον μυεῖν, αἰδεσθέντες τὴν αὐτοῦ ἀρετὴν, καὶ ὅτι φίλος τε ἦν τῆς πόλεως καὶ υἱὸς τοῦ Διὸς, ἐποίησαν μικρὰ μυστήρια, ἐν οἷς αὐτὸν ἐμύησαν. ἦσαν δὲ τὰ μὲν μεγάλα τῆς Δήμητρος, τὰ δὲ μικρὰ Περσεφόνης τῆς αὐτῆς θυγατρός. ὁ δὲ μυούμενος τὸ ἱμάτιον, ὃ ἐφόρει ἐν τῇ μυήσει, οὐδέποτε ἀπεδύετο, μέχρις ἂν τελέως ἀφανισθῇ διαρρυέν. ὅπερ δὲ πρὸς Ἡρακλέα, τοῦτο καὶ πρὸς Διοσκούρους ἐποίησαν. —μῶν: Ἆρα δή. ἐμνήσθης: Ἐδιδάχθης. ἐμυήθης: Ἐδιδάχθης. αὐτῷ: Τῷ τριβωνίῳ. τὰ μεγάλα: Μυστήρια δηλονότι.

ἐνερρίγωσʼ: Ἐν αὐτῷ ἐρίγωσα, ἤγουν ἐξεχείμασα. μετὰ ῥίγους διεβίβασα. ῥιγέω ῥιγῶ ἐπὶ ψυχῆς, ῥιγόω δὲ ῥιγῶ ἐπὶ σώματος.

ἐμβάδια: Τί δύναται. ἤγουν τὰ καλίγια. ὑποδήματα. συνεχειμάζετο: Σὺν τῷ ἱματίῳ. Θ.

ἀναθήσων: Ἀφιερώσων. ἀνάθημα ποιήσων. νὴ: Ναί.

χαρίεντα: Ἡδύτατα κατʼ εἰρωνείαν. φέρων: Κομίζων.

οἴμοι κακοδαίμων: Κορωνὶς ἑτέρα ὁμοία· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ρθʹ, ὧν τελευταῖος νῲ δʼ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν. ἐπὶ τῷ τέλει κορωνὶς, καὶ ἑξῆς χοροῦ αὖθις. ἐχρῆν γὰρ κἀνταῦθα θεῖναι χορὸν, εἰσιόντων τῶν ὑποκριτῶν ἐντὸς, ἄχρις ἄν τις ἐπέλθῃ ὑποκριτὴς ἕτερος. —κακοδαίμων: Δυστυχής. ὡς: Ὅτι λίαν.

καὶ ἰοῦ ἰοῦ: Καὶ φεῦ.

οὕτω πολυφόρῳ: Πολλά μοι κακὰ ὑφʼ ἕνα καιρὸν φέροντι, ἢ ποικίλῳ ἀπὸ τοῦ πολὺ ὕδωρ ἐπιδεχομένου οἴνου· ἤγουν ἀκράτῳ καὶ ἰσχυρῷ πρὸς τὸ κακόν. εἴρηται δὲ, ὅτι πολύφορον μὲν ἔλεγον τὸν πολλὴν κρᾶσιν δεχόμενον, ὀλιγόφορον δὲ τὸν ὀλίγην. πολυφόρῳ οὖν τῷ πολλῶν ἀτυχιῶν κομιστικῷ. ἢ μεταφορικῶς ἐκ τῶν πολυκάρπων χωρίων, ἢ πολυανθῶν δένδρων. Ἄλλως. συγκέκραμαι, μεταφορικῶς· ὡς ἀπὸ οἴνου καὶ ὕδατος τῆς συγκράσεως γινομένης. —πολυφόρῳ: Πολλὰ κακὰ φέροντι. Θ. συγκέκραμαι: Μεμιγμένος εἰμί. ἥνωμαι. πολύφορος γῆ, ἡ πολλὴν φορὰν καὶ καρπὸν παρέχουσα, καὶ πολύφορος οἶνος, ὁ πολὺ ὕδωρ δεχόμενος ἐν τῷ μίγνυσθαι τούτῳ. ἐκ τούτου μεταφορικῶς καὶ ὁ πολύφορος δαίμων, ὅθεν ἐπήγαγε τὸ συγκέκραμαι, ὅπερ ἐπὶ ὑγρῶν λέγεται.

ἀποτρόπαιε: Διώκτα τῶν κακῶν.

ποτʼ: Ἆρα. πέπονθεν: Ἔπαθεν.

σχέτλια: Χαλεπά. ἐλεεινά. πέπονθα: Ἔπαθα. νυνὶ: Ἀρτίως.

ἀπολωλεκὼς: Φθείρας. τῆς οἰκίας: Τῆς ἐμῆς δηλαδή.

τὸν ἐσόμενον: Τὸν γενησόμενον Πλοῦτον.

ἤνπερ μὴ λίπωσιν αἱ δίκαι: Ἀντὶ τοῦ, ἐὰν τὸ δίκαιον παραμείνῃ. σκώπτει πάλιν ὡς βίαιον οὖσαν τὴν ἐν δικαστηρίῳ κρίσιν. —πάλιν αὖθις: Ἐκ παραλλήλου. αἱ δίκαι: Αἱ κρίσεις καὶ τὸ δίκαιον. Θ.

σχεδὸν: Ἀντικρύς. φανερῶς. ἄντικρυς, φανερῶς. Θ.

προσέρχεται: Παραγίνεται. κακῶς πράττων: Δυστυχῶν. κακῶς: Ἤγουν δυστυχῶς. πράττων: Ποιῶν.

εἶναι τοῦ πονηροῦ κόμματος: Κόμμα, εἶδος φαύλου νομίσματος. ἀντὶ δὲ τοῦ εἰπεῖν φαύλου συστήματος, πονηροῦ κόμματος εἶπεν, ἐπειδὴ περὶ πλούτου ὁ λόγος. εἴρηται ἀπὸ μεταφορᾶς τῶν κιβδήλων νομισμάτων, διὰ τὸ ὀλίγον μὲν ἔχειν χρυσὸν, πλείονα δὲ χαλκόν. ἐπεσημήνατο δὲ τὴν λέξιν συνήθως τὸ χ, ἐπειδὴ μὴ ἐπὶ νομισμάτων τὸ κόμμα εἴρηκεν. —ἀντὶ τοῦ λείψανον. πεποίηται δὲ ἀπὸ μεταφορᾶς τῶν κεκομμένων νομισμάτων ἐξ ὀλίγου τινὸς χρυσίου ἀποκεκομμένου. φασὶ δὲ πονηρὸν κόμμα τὸν παραχαραττόμενον ἄργυρον. κόμματος οὖν ἀντὶ τοῦ λειψάνου, ἢ λείμματος τῶν ἀδίκων. τὸ χ οὖν πρὸς τὸ κόμμα. κόμματος: Τοῦ χαράγματος. εἴρηται δὲ εἰς μεταφορὰν τῶν κιβδήλων νομισμάτων. Θ.

καταρᾶται τῷ Πλούτῳ. νὴ Δία: Κατʼ εἰρωνείας. καλῶς ποιῶν: Δικαίως πάσχων. ἀπόλλυται: Φθείρεται.

ὑποσχόμενος: Λέγων. εὐθέως: Παραυτίκα.

ἐξαρχῆς: Ὡς τὸ πρότερον. ὁ δὲ: Ἰδεῖν.

πολὺ: Κατά. πολὺ μᾶλλον: Μᾶλλον πρὸς τὸ μὴ ποιῆσαι πλουσίους τινάς. ἐστὶν ἐξολωλεκώς: Ἀπώλεσεν. ἐνίους: Ἡμῶν. ἐξολωλεκώς: Ἀπολωλεκώς. Ἀττικὸν δὲ τὸ ἐξολωλεκώς.

δέδρακε: Ἐποίησεν. Τίνα ἀπώλεσεν. Θ.

ἐν ἤθει. ἦ: Ὄντως ἄρα. Θ. ἦσθα: Ὑπῆρχες. τοιχωρύχων: Κλεπτῶν. διὰ τοῦτο ταῦτα ἔπαθες. Θ.

οὔμενουν ἔσθʼ ὑγιὲς: Οὐδαμῶς ὑπάρχει ἀληθές. οὐμενοῦν ἔ. ὑ. ὑμῶν οὐδενὸς: Ἀντὶ τοῦ, οὐδεὶς ὑμῶν ἔχει τι ἀγαθόν. ὑγιὲς: Ὀρθὸν καὶ ἀληθές.

οὐκ ἔσθʼ ὅπως: Οὐδαμῶς.

ὡς σοβαρὸς, ὦ Δάματερ: Σεσοβημένος, ἐπίτριπτος. καταμωκώμενοι δὲ τῶν Δωριέων τὸ ὦ Δάματερ λέγουσιν. ὁ δὲ νοῦς, πῶς ἐπηρμένος καὶ μέγα φρονῶν καθʼ ἡμῶν εἰσῆλθεν. —ὡς: Λίαν. σοβαρὸς: Ἐπηρμένος. Δάματερ: Γῆ. εἰσελήλυθεν: Ἦλθεν.

ὁ συκοφάντης: Οὕτω καλοῦνται οἱ ἐπηρεάζοντες ἀπὸ τοιαύτης αἰτίας. τὸ παλαιὸν ἀπειρημένον ἦν σῦκα ἐξάγειν ἐκ τῆς Ἀττικῆς, τοῦ φυτοῦ κατʼ ἀρχὰς θαυμαζομένου. τοὺς πικρῶς οὖν διερευνῶντας τὸ τοιοῦτον, οὕτως ὀνομασθῆναι λέγουσιν ἀπὸ τῆς ὀπώρας. παρασχεῖν οὖν καὶ τοῖς ὁπωσοῦν μάτην ἐγκαλοῦσι τὴν ὀνομασίαν, ἅμα καὶ τοῦ φαίνειν τὸ ἐγκαλεῖν ἢ εἰς δίκην εἰσάγειν δηλοῦντος. ὅτι δὲ ἀπὸ τούτων γέγονεν, ἐκ τῶνδε δῆλον· συκαστὰς γὰρ τοὺς φιλεγκλήμονας ἔλεγον καὶ συκοβίους καὶ συκωροὺς καὶ συκολόγους καὶ φιλοσύκους καὶ συκώδεις καὶ συκοσπαδίας, ἴσως ἀπὸ τοῦ πάντας ἐγκλήματα ἐφέλκεσθαι. βουλιμιᾷ: Πάνυ λιμώττει, καὶ πεινᾷ λίαν· ἀπὸ τοῦ βου ἐπιρρήματος, ὅπερ ἐπιτάσεώς ἐστι δηλωτικὸν, ἀντὶ τοῦ λίαν· ὥσπερ καὶ ἐν τῷ βούπεινα, ἡ μεγάλη πεῖνα, καὶ βουγάϊος καὶ βούγλωσσος· τινὲς δὲ εἶδος νόσου φασὶν, ἐν ᾗ πολλὰ ἐσθίοντες οὐ πληροῦνται· τῶν γὰρ συκοφαντῶν τοιοῦτος ὁ τρόπος. —μεγάλως λιμώττει. Θ.

σὺ μὲν εἰς ἀγορὰν: Τοῦτο πρὸς τὸν θεράποντα· τὸ δὲ «οὐκ ἂν φθάνοις» ἀντὶ τοῦ οὐκ ἂν πέρας σχοίης τῶν κακῶν. —εἰς ἀγορὰν: Εἰς συνάθροισιν δικαστηρίου.

ἐπὶ τοῦ τροχοῦ: Τροχός τις ἦν, ἐν ᾧ δεσμούμενοι οἱ οἰκέται ἐκολάζοντο. τοῦτο δὲ λέγει ὁ ἄδικος πρὸς τὸν θεράποντα. —ἐπὶ τοῦ τροχοῦ: Εἰς ὃν τοὺς κακοὺς κολάζουσι. Θ.

πεπανούργηκας: Κέκλοφας. πονηρῶς ἐποίησας. οἴμωζʼ: Κλαῖε.

πολλοῦ: Τιμήματος. εἰ: Ἐπειδή. Θ.

τοὺς συκοφάντας: πεποίηται τὸ ὄνομα ἐκ τῆς τῶν σύκων κλοπῆς φωράσεως. ἐξολεῖ: Ἐξολέσει, φθερεῖ ὄντας κακούς.

οἴμοι τάλας: Φεῦ ὁ ἄθλιος, ἆρα καὶ σὺ κοινωνὸς ὤν. μῶν: Ἆρα. μετέχων: Κοινωνῶν. καταγελᾷς: Ἐμοῦ δηλ. γελῶ αἰτιατικῇ, καταγελῶ δὲ γενικῇ.

ἐπεὶ πόθεν: Ἀντὶ τοῦ, εἰ μὴ μετεῖχες δηλ., ἀπὸ ποίου τρόπου. τοδί: Τοῦτο. εἴληφας: Ἀντὶ τοῦ ἐπρίω.

ἔχοντʼ: Φοροῦντα. τριβώνιον: Ἱμάτιον διερρηγμένον. τριβακὸν ἱμάτιον.

οὐδὲν προτιμῶ σου: Οὐ φροντίζω σου. ἡ φράσις Ἀττική. εἴρηται δὲ τὸ προτιμᾶν ἐπὶ τοῦ λόγον ἔχειν — καὶ ἐπιστρέφεσθαι. λέγει οὖν, οὐ φοβοῦμαί σε ἔχων φυσικὸν δακτύλιον. δακτύλιον δὲ, τὸν λεγόμενον φαρμακίτην. Εὔπολις Βάπταις μέμνηται καὶ Ἀμειψίας. ὁ δʼ Εὔδαμος φαρμακοπώλης ἢ χρυσοπώλης, τετελεσμένους δακτυλίους πωλῶν. φιλόσοφος δὲ ἦν οὗτος ὁ Εὔδαμος φυσικοὺς δακτυλίους ποιῶν πρὸς δαίμονα καὶ ὄφεις καὶ τὰ τοιαῦτα. ἐθεράπευον γὰρ τοὺς ὀφιοδήκτους· μᾶλλον δὲ τὴν ἀρχὴν οὐκ εἴων ὑπʼ ὄφεων δάκνεσθαι. —προτιμῶ σου: Φροντίζω. Θ. πριάμενος: Ὠνησάμενος.

τὸν δακτύλιον τονδὶ: Ἀλεξητήριον τῶν δηλητηρίων δείκνυσιν αὐτῷ καὶ βασκανίας ἀποτρεπτικὸν δακτύλιον, ὃν καλοῦσι φαρμακίτην· πρὸς ὃ ὁ θεράπων, κἂν ἔχῃς φαρμακίτην δακτύλιον, ἀλλʼ οὐ πρὸς δῆγμα συκοφάντου, ὡς τούτων χειρόνων ὄντων καὶ θηρίων, πρὸς ἃ ὁ δακτύλιος πεποίηται. ἀλλʼ οὐκ ἰσχύει, φησὶν, οὗτος ὁ δακτύλιος πρὸς τὸ δῆγμα τοῦ συκοφάντου. τοῦτο δὲ ὁ ἕτερος πρεσβύτης λέγει ὁ τὸν τρίβωνα κομίσας· οἱ γὰρ δύο τὸν συκοφάντην ἐκφλαυροῦσι. λέγει δὲ ἐν ἤθει ὅτι οὐκ ἔστι τις ἐν τῷ δακτυλίῳ ἐπῳδὴ, ἢ φάρμακον πρὸς δῆγμα τοῦ συκοφάντου. ἐπεὶ εἰώθασι λέγειν οἱ τὰ περίαπτα πωλοῦντες ὅτι χρησιμεύει τόδε πρὸς τόδε. λέγει οὖν, ἀλλὰ τοῦτο τὸ ἄκος καὶ ἡ ἀντιπάθεια οὐδὲν ἰσχύει πρὸς δῆγμα συκοφάντου. τὸ δὲ δῆγμα σκληρὰ λέξις ἀπὸ τῶν ἑρπετῶν εἰλημμένη. Ἄλλως. μὴ λάβῃς εἰς τὸ δήγματος ἔξωθεν τὸ ἀποτρεπτικός, ὡς οἴονταί τινες, ἀλλʼ ἔστιν ἡ γενικὴ πρὸς τὸ δακτύλιος οὕτως, ἀλλʼ οὐκ ἔστιν ὁ δακτύλιος δήγματος συκοφάντου, τουτέστιν, οὐκ ἔχει ἰσχὺν πρὸς τοὺς συκοφάντας, ὥσπερ εἰς τὰ τῶν ὄφεων δήγματα. —δραχμῆς: Ἕνεκα. νομίσματος, ὃ ἔχει κεράτια ιηʹ, ἥτις ὁλκὴ καλεῖται. Θ.

ἔνεστι: λείπει φάρμακον. τῷ δακτυλίῳ δύναμις ἀποτρεπτική. ἤγουν ἀλλʼ οὐκ ἰσχύει πρὸς τὸ δῆγμα τοῦ συκοφάντου.

ὕβρις: Μέμψις. ταῦτʼ: Τὰ λεγόμενα ἀφʼ ὑμῶν. σκώπτετον: Σκώπτετε. Ὑβρίζετε.

ποιεῖτον: Ποιεῖτε ἐνταῦθα οὐκ ἐλέξατε. ἐνθάδʼ: Ἐνταῦθα. εἰρήκατον: Εἴπατε.

ἐστὸν: Ἐστέ.

οὐκοῦν τῷ γε σῷ: Ἀγαθῷ δηλονότι. —τῷ γε σῷ: Ἐπὶ τῷ σῷ ἀγαθῷ. ἴσθʼ: Γίνωσκε. σαφῶς γίνωσκε. Θ. ἐπὶ ... οὐδόλως ... φανερῶς γίνωσκε. ἢ οὐδόλως ἐσμὲν ἐπὶ τῷ ἀγαθῷ τῷ σῷ.

τῶν ἐμῶν: Πραγμάτων.

ὥς γʼ ἐπʼ ἀληθείᾳ: Λείπει δειπνεῖς. μετὰ τοῦ μάρτυρος: Κλήτορα γὰρ ἤγετο, ἵνα αὐτοὺς εἰς δίκην καλέσῃ. Ἄλλως. τῷ συκοφάντῃ ἕπεταί τις ὥστε μαρτυρεῖν. ὡς ἀγηοχότος οὖν τοῦ συκοφάντου καὶ μάρτυρα, ἵνα εἰς δίκην καλέσηται, τοῦτό φησι. —ἐπʼ ἀληθείας: Ἀντὶ τοῦ σωζομένης τῆς ἀληθείας. μάρτυρος: Ὅτι τινὰ τῶν δημοσίων ὑπηρετῶν ἧκεν ἄγων, ἵνα, ἐάν τι παρʼ αὐτῶν ἀκούσῃ, συμμαρτυρήσῃ αὐτῷ πρὸς τοὺς δικαστάς. ὃν μετὰ σοῦ κομίζεις. Θ.

διαρραγείης: Σχισθείης, ἀφανισθείης. διασχισθείης. μηδενὸς: Ἀγαθοῦ. πράγματος.

ἔνδον: Τῆς οὐσίας ἐστίν.

τεμαχῶν: Κομματίων ἰχθύων· τέμαχος γὰρ κυρίως ἐπὶ τῶν ἰχθύων λέγεται. χρῆμα τεμαχῶν: Πρᾶγμα τμημάτων ἰχθύων. ὠπτημένων: Ἐν τῷ πυρὶ καιομένων.

ὗ ὗ: Διὰ τῶν ψιλῶν τούτων υ δείκνυσι, ὅτι χοιρείων κρεῶν ὀσμῆς ᾔσθετο. Ἄλλως. ὗ ὗ ἐπίρρημα θαυμαστικὸν, ὅπερ ἐν τῇ συνηθείᾳ λέγομεν. ὡς ὀσφραινόμενος τοῦτό φησι. —τινὲς δὲ ὁ δίκαιος.

τοῦ ψύχους γʼ ἴσως: Ἐπεὶ τὰ ζῶα, ἐσομένου ψύχους αἰσθανόμενα, πολλάκις ὀσφραίνεται. —κακόδαιμον: Ἄθλιε. ὀσφραίνει τι: Ἐπὶ τὴν ὄσφρησιν ἥκεις. ψύχους: Αἰσθάνεται δηλ. τί: Κατά τι. τοῦ ψύχους: Τοῦ κρύους.

τοιοῦτον: Οἷον φορεῖ. ἀμπέχεται: Ἐνδύεται ἱμάτιον. περιβέβληται. τοῦτο: Φαῦλον. ἀμπ.: Ἐνδύεται.

ἀνάσχετʼ: Ὑπομονητά. Θ.

ὑβρίζειν: Ἄτιμα ποιεῖν. ὡς ἄχθομαι: Φεῦ, λίαν. οἴμʼ: Φεῦ. ὡς: Λίαν. ἄχθομαι: Λυποῦμαι.

φιλόπολις: Τὸ μὲν φιλόπολις κοινὸν, Ἀττικὸν δὲ τὸ φιλόπατρις. —χρηστὸς: Ἀγαθός. —φιλόπολις Φιλόπατρις. φιλῶν τὴν πόλιν. πάσχω κακῶς: Ἤγουν δυστυχῶ.

ὡς οὐδεὶς ἀνήρ: Χρηστὸς εἰμί. οὕτως εἰμί.

καὶ μὴν: Τὸ λοιπόν. ἐπερωτηθεὶς: Ἤτοι ἐκ δευτέρου ἐρωτηθείς. ἀπόκρινε: Ἀπολογίζου. τὸ τί: Μέλλω ἐρωτηθῆναι.

μελαγχολᾶν μʼ οὕτως οἴει: Ὥσπερ οἱ μαινόμενοι τὴν ἐν τοῖς πλήθεσι διατριβὴν ἀπαναινόμενοι ἐν ἐρημίαις φέρονται, διὰ τοῦτο καὶ τὴν τῶν γεωργῶν διατριβὴν μελαγχολίαν ὠνόμασεν, ὡς ἐν ἀγροῖς γενομένην. —γεωργὸς εἶ: Γεωργεῖν ἐπιστάμενος. μελαγχολᾶν: Ὑπολαμβάνεις ἐμὲ μαινόμενον. μαίνεσθαι, ὥστε ἀποτρέχειν εἰς τὰς ἐρήμους, ὡς οἱ γεωργοί. Θ.

σκήπτομαί γʼ, ὅταν τύχω: Τινὲς τῶν πολιτῶν, ἡνίκα χρημάτων ἦν εἰσφορὰ πρὸς τὴν πόλιν, τὴν ἐμπορίαν ἐπροφασίζοντο, τὴν εἰσφορὰν βουλόμενοι φυγεῖν, ἀζήμιοι γὰρ οὗτοι διεφυλάττοντο, ὥς φησιν Εὐφρόνιος, ὡς τὴν πόλιν ὠφελοῦντες πλεῖστα διὰ τῆς αὐτῶν ἐμπορίας. διὸ καὶ ὁ συκοφάντης λέγει ὅτι, ὅταν γένηταί τις καιρὸς πολέμου καὶ εἰσφορᾶς, ἔμπορον ἐμαυτὸν ἀποκαλῶ. Ἄλλως. ὅταν, φησὶν, ἀνάγκη γένηται πράγματος, σκήπτομαι τότε ἔμπορος εἶναι. προφασίζομαι, φησὶν, ὅτι πέμπομαι εἰς τὸν πόλεμον. —ἔμπορος: Πραγματευτής. κατὰ θάλατταν ἐμπορίαν ποιούμενος. σκήπτομαι: Ἀντὶ τοῦ προφασίζομαι. Θ. προφασίζομαι τοῦτο ἤγουν τὴν ἐμπορίαν.

τί δαί: Ἀποφαντικόν. τέχνην: Ἐπιστήμην.

πῶς οὖν διέζης;: Μερικῶς τίνα εἶχες ζωήν. Θ. ἢ πόθεν: Ἀπὸ ποίου τρόπου.

τῶν τῆς πόλεώς εἰμʼ: Τῶν δημοσίων πραγμάτων φροντιστὴς, οἷον χορηγίας, τριηραρχίας, καὶ τῶν τοιούτων· ἰδίων δὲ, τῶν καθʼ ἕκαστον, οἷον εἰ ἀδικοῖτό τις καὶ δικάζοιτο πρός τινα, αὐτὸς ἐφρόντιζεν. ἰδίων τῶν ἰδιωτικῶν. καὶ Εὐριπίδης ἐν Βάκχαις εἰ μὴ γὰρ ἴδιον ἔλαβον εἰς χεῖρας μύσος.

τῶν τῆς πόλεώς εἰμʼ ἐπιμελητὴς: Διοικητὴς εἰμί. τῶν δημοσίων καὶ πολιτικῶν φροντιστής. Θ.

τῶν ἰδίων: Τῶν χωρικῶν, ἰδιωτικῶν. τῶν ἰδιωτικῶν ἤτοι τῶν καθʼ ἕκαστον. Θ. βούλομαι: Βουλευτὴς καὶ σύμβουλός εἰμι τῶν ἐθελόντων. Θ. βουλευτὴς εἰμί. μαθεῖν.

πῶς οὖν ἂν: Ὁ νοῦς· πῶς ἂν οὖν χρηστὸς σὺ, ὁ λυπούμενος καὶ ἀγανακτῶν εἰς μηδέν σοι διαφέρον.

εἴ σοι προσῆκον μηδὲν: Εἰ διὰ τῶν πραγμάτων τῶν σοὶ μηδὲν διαφερόντων ἀπεχθάνει τοῖς ἀνθρώποις, διὰ τὸ ἐπιχειρεῖν ἀλλοτρίοις πράγμασιν. ὁ γὰρ ἀλλοτρίων προϊστάμενος μισεῖται. —σοὶ προσῆκον μηδὲν: Ἤγουν, οὐδενὸς διαφέροντος καὶ προσήκοντός σοι. εἰ πρέποντος, ἁρμόζοντός σοι μηδενὸς, μισητὸς γίνῃ τοῖς πολλοῖς διὰ τὸ ἐπιχειρεῖν ἀλλοτρίοις. τὸ εἶτα τρισσῶς λαμβάνεται, εἶτα ἀντὶ τοῦ μετὰ ταῦτα, καὶ εἶτα ἀντὶ τοῦ ἆρα, καὶ εἶτα ἀργὸν, ὡς ἐνταῦθα.

προσήκει: Διαφέρει ἢ πρέπει μοι. καὶ ἀνήκει καὶ ἁρμόζει. Θ.

ὦ κέπφε: Ὄρνεον ὅπερ φιλεῖ ἀφρὸν θαλάττιον ἐσθίειν· καὶ οἱ παῖδες τῶν ἁλιέων — λαμβάνοντες τὸν ἀφρὸν — ῥίπτουσι τὸ πρῶτον πόρρωθεν, εἶτα ἐγγύτατα, εἶτα εἰς τὴν χεῖρα τὸν ἀφρὸν, καὶ οὕτως εὐχερῶς ἀγρεύουσι. καὶ ἐπὶ τῶν ἀλογίστων ἀνδρῶν τοῦτο εἰς παροιμίαν. Ἄλλως. ἀνόητε, κοῦφε, ὦ τὸν νοῦν μετέωρε. ὄρνις γὰρ θαλάττιος τὸ κέπφος, κουφότατον σφόδρα τῷ ἀφρῷ διατρεφόμενον διὰ τῆς θαλάττης καὶ πάνυ ὀλίγον ἔχον σαρκῶδες. Ἄλλως. ὦ εὐτελέστατε καὶ λάλε. φασὶ γὰρ τὸν κέπφον εὐτελῆ καὶ λάλον. ὦ εὐτελέστατε καὶ λάλε· φασὶ γὰρ τὸν κέπφον εὐτελέστατον καὶ λάλον· ὄρνεον γὰρ ἄφρον, ὅπερ φιλεῖ ἀφρὸν θαλάττιον ἐσθίειν· τοῦτο βουλόμενοι οἱ τῶν ἁλιέων παῖδες χειρώσασθαι, ῥίπτουσι τὸ πρῶτον πόρρωθεν ἀφρὸν, εἶτα ἐγγύτατα, εἶτα φέρουσι τοῦτο ἐν ταῖς χερσὶν, καὶ οὕτω κατὰ μικρὸν ἀπατῶντες εὐχερῶς ἀγρεύουσι τοῦτο ἐμπεσὸν εἰς τὰς χεῖρας αὐτῶν. εἴληπται οὖν εἰς παροιμίαν ἐπὶ τῶν ἀλογίστων ἀνδρῶν καὶ ἀνοήτων. καλεῖται δὲ κοινῶς λάρος. —ὁ κέπφος ὄρνεόν ἐστι θαλάττιον, ἀτελὲς καὶ λάρον καὶ ἀφελὲς, ὃ καλοῦσι κοινῶς λάρον· ὅπερ φιλεῖ ἀφρὸν θαλάττιον ἐσθίειν. τοῦτο ... φέρουσι τοῦτον ἐν ταῖς χερσὶ ... ἀνοήτων. εὐεργετεῖν: Εὐεργεσίαν παρέχειν. κέπφε: Λάρε. Θ. σθένω: Δύναμαι. Θ.

πολυπραγμονεῖν: Τὸ πράγμασι καὶ κακουργίαις ἑαυτὸν ἐνδιδόναι καὶ δικορραφεῖν. Θ. ταῖς πανουργίαις ἑαυτὸν ἐκδεδωκέναι. τὸ πέρα τοῦ δέοντος ἐξετάζειν.

τὸ μὲν οὖν βοηθεῖν: Τοῦτό ἐστι τὸ εὐεργετεῖν. Θ. μᾶλλον μὲν οὖν ὑπάρχει εὐεργετεῖν. κειμένοις: Τεταγμένοις. ἐνεργουμένοις καὶ πολιτευομένοις. Θ.

ἐπιτρέπειν: Παραχωρεῖν καὶ ἐνδιδόναι. Θ. παραχωρεῖν καὶ ἁμαρτάνειν· διδόναι ἄδειαν παρὰ τὸ πρέπον. συγχωρεῖν. ἐξαμαρτάνῃ: Ἤτοι ἁμαρτάνων ἔξω τοῦ καλοῦ πίπτῃ. Θ.

ἐξεπίτηδες: Ἐξ ἀνάγκης ἢ μάτην· οὕτως Ἀττικοί. ἀργῶς καὶ μάτην. κοινότερον δὲ, καὶ τὰς τοιαύτας ψιλὰς ἐπιστασίας καὶ λειτουργίας ἀρχὰς ἔλεγον· καὶ τὸ βουλεῦσαι ἄρξαι. γράφεται δὲ καὶ ἐν σχήματι ἀποφατικῷ, οὔκουν. τὸ δὲ ὁ βουλόμενος ἀντὶ τοῦ, ὁ ἐπιμελητὴς, ὁ κατήγορος, ὁ προϊστάμενος. — δικαστὰς: Κριτάς. ἐξεπίτηδες: Ἐπʼ αὐτῷ τούτῳ. Θ. ἐπʼ αὐτὸ τοῦτο. ἐσκεμμένως ἤτοι ἐπʼ αὐτῷ τούτῳ.

ἄρχειν καθίστησιν: Ἵνα παρʼ αὐτῶν βοηθοῖντο οἱ νόμοι δηλαδή. Θ. ἄρχοντας εἶναι ποιεῖν. ἵνα παρʼ αὐτῷ βοηθοῦνται. καθίστησιν: Τάττει. κατηγορεῖ: Συνηγορεῖ. Θ. κατηγορῶ κατά τινος λέγεται, ὃ καὶ ἀπὸ γενικῆς πρὸς αἰτιατικὴν ἔχει τὴν σύνταξιν, ὡς τὸ κατηγορῶ σου ἀμαθίαν. κατηγορῶ τὸ καταφάσκω παρὰ φιλοσόφοις γενικῇ συντασσόμενον. κατηγορῶ τὸ ἐφυβρίζω καὶ αὐτὸ γενικῇ. κατηγορῶ δὲ τὸ παριστῶ αἰτιατικῇ ὡς τὸ «κατηγόρησε ἡ θλίψις μακρόψιλον.» Θ.

ὁ βουλόμενος: Ὁ θέλων. ἐκεῖνος: Ὁ κατηγορῶν.

ἥκει: Ἀνήκει, ἀνατρέχει.

νὴ: Μά. πονηρὸν: Κακότροπον. προστάτην: Φροντιστήν. ἐπιμελητὴν τῶν πραγμάτων αὐτῆς. Θ. ἐπιμελητήν. ἔχει: Ἡ πόλις δηλαδή.

ἡσυχίαν ἄγων: Ἡσυχάζων.

προβατίου βίον: Μωροῦ καὶ ἀνοήτου· διὰ τὸ ἀδρανὲς τῆς διανομῆς τῶν πραγμάτων· τὰ γὰρ πρόβατα μηδὲν ἐργαζόμενα ζῇ. —ζῆν ἀργός: Ἄπρακτος, ματήν. προβατίου βίον: Ἀντὶ τοῦ μωροῦ καὶ ἀνοήτου. προβάτου ζωὴν, ἀγροίκου.

διατριβή τις τῷ βίῳ: Ἐπιτήδευμα, ἀσχόλημα, δίαιτα, διαγωγὴ, πρόφασις, ἀφʼ ἧς μέλλομεν περὶ τὰ πράγματα διατρίβειν. —διατριβή: Πολυπραγμοσύνη. Θ. ἐπιτηδειότης.

οὐδʼ ἂν μεταμάθοις: Ἀντὶ τοῦ παύσαιο. κυρίως δὲ μεταμαθεῖν ἔλεγον τὸ μετὰ ταῦτα ἕτερόν τι μαθεῖν ἀφέμενον τοῦ πρώτου. —ἤγουν ἀντὶ τῆς πολυπραγμοσύνης ἄλλην ἑτέραν τέχνην μάθοις. Θ. οὐδʼ ἂν: Οὐδαμῶς. μεταμάθοις: Καταλείψας τοῦτο ἕτερον μάθοις. δοίης: Δώσης. οὐ μεταμάθοις δηλονότι, εἰ παράσχοις. παράσχοις. Θ.

καὶ τὸ Βάττου σίλφιον: Βάττος Κυρήνην ἔκτισεν, ἐλθὼν ἀπὸ Θήρας, τῆς κατὰ Κρήτην νήσου· ὃν τιμήσαντες Λίβυες ἐχαρίσαντο αὐτῷ τὸ κάλλιστον τῶν λαχάνων τὸ σίλφιον, καὶ ἐν νομίσματι αὐτὸν ἐχάραξαν, τῇ μὲν βασιλείαν, τῇ δὲ σίλφιον παρὰ τῆς πόλεως δεχόμενον, ὡς Ἀριστοτέλης ἐν τῇ Κυρηναίων πολιτείᾳ· ἔνθεν καὶ ἡ παροιμία ἐπὶ τῶν διαφόρους καὶ ἐξόχους τιμὰς δεχομένων. Ἄλλως. σίλφιον βοτάνη πολυτίμητος· ἡ δὲ αἰτία τοιαύτη ἐστί. Βάττος, ὁ καὶ Ἀριστοτέλης, πόλιν ἐν Λιβύῃ Κυρήνην λεγομένην ἔκτισε κατὰ τὸν δοθέντα αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος χρησμόν· καὶ οἱ πολῖται οἱ Κυρηναῖοι ἀνταπόδοσιν τῆς εὐεργεσίας βουλόμενοι χαρίσασθαι τῷ βασιλεῖ, ἐποίησαν δακτύλιον, ἐν ᾧ ἡ πόλις αὐτῶν προσφέρει τῷ βασιλεῖ τὸ σίλφιον. καὶ τὸ φύλλον δὲ αὐτοῦ καὶ ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ ὁ ὀπὸς καὶ ἁπλῶς τὸ πᾶν αὐτοῦ πολλῆς τιμῆς ἄξιόν ἐστιν. καὶ οἱ Ἀμπελιῶται δὲ ἔθνος Λιβύης, εἰς Δελφοὺς ἀνέθεσαν καυλὸν σιλφίου, ὥς φησιν Ἀλεξανδρίδης. —σίλφιον: Τὸ λεγόμενον βαλσαμέλαιον. Βάττου σίλφιον: Ὄνομα κύριον τὸ κοινῶς βάλσαμον. ὁ Βάττος οὗτος ἔκτισε τὴν Κυρήνην, ἔνθα τὸ σίλφιον γίνεται, οὗ ὁ ὀπὸς πολλοῦ ἄξιός ἐστι. τιμῶντες οὖν αὐτὸν οἱ Κυρηναῖοι ὡς ἀρχηγέτην, χρυσῆν αὐτοῦ τὴν εἰκόνα πεποιήκασιν, τὸ σίλφιον ἐν τῇ δεξιᾷ φέρουσαν, λίθοις καὶ μαργάροις κεκοσμημένον. λαμβάνεται οὖν εἰς παροιμίαν τὸ τοῦ Βάττου σίλφιον ἐπὶ τῶν πολυτελῶν.

κατάθου: Ἀπόριπτε. ἀντὶ τοῦ καταβαλοῦ, ῥίψον. θοιμάτιον: Ὃ φορεῖς.

ὑπόλυσαι: Τὰ ὑποδήματα. Θ. τὰ ὑποδήματα ἄφελε.

προσελθέτω: Ἔμπροσθεν.

Οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγὼ: Ἐκεῖνός εἰμι ἐγὼ, φησὶν, ὁ μέλλων σοι προσελθεῖν. τοῦτο ὁ θεράπων ἀποσκώπτων λέγει. ἅμα δὲ καὶ μιμεῖται τὰ παρʼ αὐτοῦ ἄνω εἰρημένα, ἐν ὅσῳ δὲ λέγουσιν, ἀπέδυσεν. — ἐκεῖνος: Ὁ βουλόμενος δηλονότι προσελθεῖν.

μεθʼ ἡμέραν: Ἀντὶ τοῦ ἐν ἡμέρᾳ. Ἀττικὸν δὲ τὸ σχῆμα· — μεθʼ ἡμέραν γάρ φασιν, οὐκ ἐν ἡμέρᾳ. — ἀποδύομαι: Ἀντὶ τοῦ τὰ ἱμάτια ἀφαιροῦμαι. ἀποδύομαι λέγεται τὸ βιαίως καὶ λῃστρικῶς τὰ ἱμάτια ἀφαιροῦμαι. μεθʼ ἡμέραν: Κατὰ τὴν ἡμέραν. Ἀττικῶς ἀντὶ τοῦ ἐν ἡμέρᾳ. ἐν νυκτὶ γὰρ πάσχουσι τοῦτο ἔνιοι ὑπό τινων λοχώντων αὐτούς. Θ. τὸ γὰρ κατὰ νύκτα ἀποδύεσθαί τινα ὑπὸ τῶν λόχων τῶν λωποδυτῶν ἴσως φορητὸν, ὅτι λάθρα τοῦτο ποιοῦσι τοὺς νόμους φοβούμενοι καὶ τὰ δικαστήρια, ἐγὼ δὲ κατὰ τὴν ἡμέραν τοῦτο πάσχω περιφανῶς.

ἀξιοῖς: Ἀντὶ τοῦ δικαιοῖς. ἄξιον κρίνεις. Θ. ἀλλότρια πράττων: Ξένα ἀπαιτῶν. ἐνεργῶν ἢ ἀπαιτῶν. Θ.

μαρτύρομαι: Εἰς μαρτυρίαν τίθημι. Θ. μάρτυρα καλῶ, ἢ διὰ μάρτυρος παραστήσω.

οἴχεται φεύγων: Εἶδε γὰρ αὐτὸν ἀποδυόμενον καὶ ἐφοβήθη, μὴ καὶ αὐτὸς τὰ ὅμοια πάθῃ. Θ. οἴχεται: Ἀπῆλθε. ὃν: Ὅντινα.

ὡς φυγόντος τοῦ μετʼ αὐτοῦ μάρτυρος. περιείλημμαι: Κατὰ κύκλον ἐλήφθην. κεκράτημαι. Θ.

οἴμοι μάλʼ αὖθις: Τὸ ἡμιστίχιον ἐξ Ἠλέκτρας Σοφοκλέους — τὸ οἴμοι μάλʼ αὖθις, ὅτε τὴν Κλυταιμνήστραν οἱ περὶ Ὀρέστην φονεύουσιν. δὸς σὺ: Ὦ παιδάριον. Θ.

ἀμφιέσω: Ἐνδύσω. Θ.

ἱερὸν γάρ ἐστιν: Ἱερὸν λέγουσι πᾶν τὸ ἀνατιθέμενον τοῖς θεοῖς. —μὴ δῆθʼ: Μηδαμῶς. μὴ ἀμφιέσῃς.

κάλλιον: Κρειττόνως. Θ. κρεῖττον. ἀνατεθήσεται: Ὡς ἀνάθημα κρεμασθήσεται. Θ.

ἢ: Παρό. τοιχωρύχον: Κλέπτην.

κοσμεῖν: Καλλωπίζειν. καλλύνειν. σεμνοῖς: Λαμπροῖς. εὐτάκτοις προσήκει κοσμίοις.

ἐμβαδίοις: Ὑποδήμασι.

ταῦτα: Τὰ ἐμβάδια. αὐτίκα: Συντόμως.

ὥσπερ κοτίνῳ προσπατταλεύσω: Ὅτι ἐπὶ τῶν κοτίνων καὶ ἄλλων δένδρων πανταχοῦ πρὸς τοῖς ἱεροῖς προσπατταλεύουσι τὰ ἀναθήματα. Ἄλλως. εἰώθασι τοῖς δένδροις κῶλα καὶ κρανία προσπατταλεύειν πρὸς ἀποτροπὴν βασκανίας οἱ γεωργοὶ, πρὸς τὸ μὴ ξηρανθῆναι αὐτά. Ἄλλως. ἔθος ἦν τοὺς θηρῶντάς τινα ἄγραν μέρος τι τοῦ θηρωμένου, ἢ τὴν κεφαλὴν ἢ πόδα, προσηλοῦν πασσάλῳ ἐπί τινος δένδρου εἰς αὐτὴν τὴν ὕλην, πρὸς τιμὴν τῆς Ἀρτέμιδος. —κοτίνῳ: Ἀγριελαίᾳ. Θ. στεφάνῳ. προσπατταλεύσω: Προσηλώσω, κρεμάσω. Θ. προσηλώσω, προσκαρφώσω.

ἄπειμι: Ἀπέρχομαι. Θ. ἤγουν ἀπέρχομαι. γινώσκω: Ἤγουν ἐπίσταμαι χείρων ὑπάρχων κατὰ πολύ.

σύζυγον: Βοηθὸν, ἤγουν σύνδρομον. βοηθὸν, σύμμαχον. Θ.

καὶ σύκινον: Ἴσον τῷ ἀσθενέστατον· τὸ γὰρ ξύλον τῆς συκῆς ἀσθενὲς καὶ χαῦνον· ὅθεν καὶ συκίνη ἐπικουρία, ἀντὶ τοῦ ἀσθενὴς καὶ ἀνωφελής. ἢ σύκινον τὸν συκοφάντην κεκαλυμμένως λέγει, ἀπὸ τῆς συκῆς σχηματίσας τὸ ὄνομα. —ἐν εἰρωνείᾳ τοῦτο. σύκινον: Ἀσθενῆ. ἀσθενῆ, ἀδύνατον. ἡ μεταφορὰ ἀπὸ τῆς συκῆς, διότι ἔνι ἡ συκῆ ἀνίσχυρος, καὶ θραύεται εὐκόλως. ἰσχυρὸν θεὸν: Τὸν δυνατόν. τὸν Πλοῦτον.

τήμερον: Ἀττικόν. Θ. σήμερον. δοῦναι δίκην: Τιμωρίαν. τιμωρίαν, ἤγουν τιμωρηθῆναι. τιμωρηθῆναι. Θ.

Ὅτι: Διότι. περιφανῶς: Ἤγουν φανερῶς. καταλύει: Ἀφανίζει. περιφανῶς: Ἀριδήλως καὶ φανερῶς. Θ.

οὔτε τὴν βουλὴν πιθὼν: Ἀντὶ τοῦ πείσας. ὅσα δʼ ἂν τῇ βουλῇ δόξῃ, ταῦτα ἐπὶ τὸν δῆμον ἀναφέρεται. καὶ ἐκ τῶν ἐναντίων τὰ ὑπὸ τοῦ δήμου ψηφιζόμενα ὑπὸ τῆς βουλῆς κυροῦται. —πιθὼν: Καταπείσας. Θ. πείσας.

τὴν τῶν πολιτῶν: Ἤγουν τοὺς πολίτας ὅλους. τὴν ἐκκλησίαν: Τοὺς δικαστάς. Θ. τὴν συνάθροισιν τῶν κριτῶν. ἔθος ἦν ἐν δημοκρατίᾳ ὅταν ψηφίσματα ἐγένετο, δεικνύειν τοῦτον τὴν βουλήν· εἶτα τοὺς κριτάς.

ἐπειδὴ τὴν πανοπλίαν: Ἀντὶ τοῦ, ἐπειδὴ ἐγένου κατʼ ἐμὲ, ὅτε ἤμην πένης. — λόγους δὲ συκοφάντου μιμεῖται. —τὴν πανοπλίαν: Τὸ ἱμάτιον παίζων. Θ. τὰ ἐνδύματα. πανοπλία κυρίως ἡ τῶν ὅπλων πάντων διασκευή· ἐνταῦθα δὲ καταχρηστικῶς. πανοπλία μὲν ἡ τῶν ὅπλων πάντων παρασκευὴ, ἐνταῦθα δὲ τὸ ἱμάτιον καταχρηστικῶς λέγει, μᾶλλον δὲ παίζων, ὅτι ἓν εἶχε τοῦτο μόνον ἀντὶ πολλῶν ἄλλων ἱματίων.

ἔχων: Φορῶν. βαλανεῖον: Λοετρῶν. τρέχε: Συντόμως ἔρχου.

κορυφαῖος: Ἐπεὶ περιίσταντο περὶ τὸ πῦρ, ὥσπερ χορὸς ἐν τοῖς βαλανείοις. οὐκ ἐξῆν δὲ ξένον χορεύειν ἐν τῷ ἀστικῷ χορῷ· παρὰ τοῦτο πέπαιχεν· ἐν δὲ τῷ Ληναίῳ ἐξῆν· ἐπεὶ καὶ μέτοικοι ἐχορήγουν. κορυφαῖος δὲ ὁ ἐν χόρῳ πρῶτος. τὸ δὲ θέρου ἀντὶ τοῦ θερμάνθητι. ὥσπερ ἀνδριὰς ἐπὶ κεφαλήν. —κορυφαῖος ἑστηκὼς: Πρῶτος ὀρθῶς. θέρου: Ἤγουν θερμαίνου. Θ.

τὴν στάσιν: Τὸ εἶναι κορυφαῖος τὸ βαλανεῖον. τὸ εἶναι ἐμὲ κορυφαῖον καὶ πρῶτον.

ἀλλʼ ὁ βαλανεὺς: Λέγουσι γὰρ ὅτι οἱ πολλοὶ ἐλαττοῦσι τὸν ἀέρα τῶν λουτρῶν, εἰς ἑαυτοὺς αὐτὸν ἕλκοντες. —βαλανεὺς: Ὁ τοῦ βαλανείου ἐπιστάτης. ἕλξει: Ἑλκύσει. θύραζʼ: Ἐκτὸς τῆς θύρας. Θ.

τῶν ὀρχιπέδων: Τῶν ὄρχεων. Θ. Τῶν αἰδοίων. ἀπὸ τῶν ὄρχεων. γνώσεται: Γνωρίσει.

τοῦ πονηροῦ κόμματος: Ὡς ἐπὶ νομίσματος εἶπεν, ἀπὸ μεταφορᾶς τῶν νομισμάτων τῶν κακῶς κοπέντων. —πονηροῦ: Ἀδίκου. τοῦ πονηροῦ κόμματος: Ἤγουν τῆς μερίδος τῆς πονηρᾶς· χαράγματος. τοῦ χαράγματος. Θ. τοῦ λείμματος.

νὼ: Καὶ ἡμεῖς. Θ. ἡμεῖς. εἰσίωμεν: Εἰσέλθωμεν.

ἆρʼ ὦ φίλοι γέροντες: Κορωνὶς ἑτέρα ὁμοία. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι πδʹ, ὧν τελευταῖος στέφανόν γέ τοι καὶ δᾷδʼ ἔχων πορεύεται. ἐπὶ τῷ τέλει κορωνίς. ἆρʼ ὦ φίλοι γέροντες: Γραῦς ἐστί τις, ἥτις πρώην ἐμισθώσατο νεανίσκον δίκαιον ἐπὶ τῷ γαμεῖν αὐτήν. οὗτος δὲ πλουτήσας νῦν, ὡς δίκαιος, εἴασεν αὐτήν· διὸ καὶ καταβοᾷ τοῦ Πλούτου. —φίλοι: Προσφιλεῖς.

ἀφίγμεθʼ: Ἤλθομεν. ὄντως: Κατʼ ἀλήθειαν. τοῦ νέου τούτου θεοῦ: τοῦ Πλούτου. Θ. τοῦ νεωστὶ φανέντος.

τοπαράπαν: Διόλου. παντελῶς ἡμαρτήκαμεν: Ἐσφάλημεν, ἠστοχήσαμεν. Θ. ἐξεπέσομεν.

ἀλλʼ ἴσθʼ: Οὐχ ἡμάρτηκας· γίνωσκε. ἀφιγμένη: Ἐλθοῦσα. Θ.

ὦ μειρακίσκη: Προσπαίζουσι τῇ πρεσβύτιδι οἱ γέροντες. καὶ μειρακίσκην μὲν διὰ τὸ τεθρυμμένον τοῦ ὡραϊσμοῦ, ὡρικῶς γὰρ ἀντὶ τοῦ νεωτερικῶς, ἢ ἀντὶ τοῦ εὐπρεπῶς καὶ κοσμίως, ἢ πιθανῶς ἢ κατὰ καιρόν. —πυνθάνῃ: Ἤγουν ἐρωτᾷς. ὡρικῶς: Νεωτερικῶς. ὡρικῶς: ἀντὶ τοῦ νεωτερικῶς. παίζουσι γὰρ τῇ γραῒ οἱ γέροντες. νεωτερικῶς, ἤγουν ὡς πυνθάνονται αἱ ἐν ὥρᾳ οὖσαι γυναῖκες, ἤτοι ἐν ἥβῃ τῆς ἡλικίας.

φέρε νῦν: Δή. Θ. ἄγε δή. τὸν ἔνδοθεν: Τὸν ἐντός. τῶν ἔνδοθι: Ὑπαρχόντων τῆς οἰκίας. ἐξερχομένων δηλονότι. Θ.

μὴ δῆτʼ: Καλέσῃς δηλονότι. ἐξελήλυθα: Ἐξῆλθον.

ὅτι: Διό. Θ. διότι. ἐχρῆν: Ἀντὶ τοῦ χρή.

πέπονθα: Ἔπαθα. ἔπαθον. δεινὰ: Χαλεπά. παράνομʼ: Ἄδικα. τὸ φίλτατε κωμικὸν καὶ γεροντικὸν τὸ πρόσωπον. Θ.

ὁ θεὸς οὗτος: Ὁ Πλοῦτος. ἤρξατο βλέπειν: Ἀρχὴν ἐποιήσατο ὁρᾷν.

ἀβίωτον: Κακοβίωτον. οὐ βιώσεως ἄξιον. Θ. τὸν βίον: Τὴν ζωήν.

τί δʼ ἐστίν; ἦπου καὶ σὺ συκοφάντρια: Ἐπειδὴ εἶδε τοὺς πονηροὺς τῶν ἀνδρῶν ἀτυχήσαντας βλέψαντος τοῦ Πλούτου, φησὶν ὅτι ἆρα καὶ σὺ ἐν ταῖς γυναιξὶ πονηρὰ εἶ; ὥσπερ δὲ πανδοκεύτρια, οὕτω καὶ συκοφάντρια. —ἦπου: Ὄντως ἄρα. συκοφάντρια: Ἤγουν ψεύτριαν.

οἶσθα: Ὑπάρχεις. ἐγὼ μὲν οὒ: Οὐχ ὑπῆρχον. ἤγουν οὐκ εἰμὶ συκοφάντρια.

ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες: Παρʼ ὑπόνοιαν ἀντὶ τοῦ ἐδίκαζες. ὅτι δὲ κατὰ γράμματα ἐκληροῦντο, προείρηται· οὐ μὴν ἀλλὰ καὶ ἐβούλευον οὗτοι τῷ πρὸ τούτου ἔτει ἀρξάμενοι. φησὶ γὰρ Φιλόχορος, ἐπὶ Γλαυκίππου, καὶ ἡ βουλὴ κατὰ γράμμα τότε πρῶτον ἐκαθέζετο· καὶ ἔτι νῦν ὄμνυσιν ἀπʼ ἐκείνου καθεδεῖσθαι ἐν τῷ γράμματι ᾧ ἂν λάχωσι. Ἄλλως. τοῦτο ἀφʼ ἑτέρου ἐστὶν ἑρμηνεῦσαι· Ἀθηναῖοι γὰρ ἀπὸ τῶν φυλῶν ἐποίουν τοὺς δικαστὰς κατὰ γράμμα, οἷον ἡ πρώτη τὸ α ἔσχε σημεῖον, καὶ ἡ δευτέρα τὸ β, καὶ αἱ ἄλλαι ὁμοίως ἕως τοῦ κ. δέκα γὰρ φυλῶν οὐσῶν δέκα ἐγίνοντο δικασταί· ὁ οὖν λαχὼν τὸ α πρῶτος ἐδίκαζε, καὶ οἱ ἄλλοι ὁμοίως. Ἄλλως. ὡς ἐπὶ τῶν ῥητόρων· οἱ γὰρ λαχόντες μόνον ῥητορεύουσι· λέγει οὖν ὅτι ἆρα ὁ κλῆρός σου οὐκ ἀνῆλθεν. Ἄλλως. ἐκληροῦντο γὰρ πρὸς τὸ γράμμα καὶ οὕτως ἐδίκαζον. τάχα οὖν σὺ, φησὶ, λαχοῦσα οὐκ ἐδίκαζες, ἔπινες δὲ διὰ τοῦτο εἶπεν, ἵνα διαβάλλῃ τὰς γυναῖκας ὡς φιλοίνους. ἐρωτηματικῶς οὖν. ἐπειδὴ καὶ γέροντές εἰσιν οἱ δικάζοντες· διὸ εἶπε πρὸς τὴν γραῦν, «ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι.» —ὑβρίζει αὐτήν. λαχοῦσʼ: Κληρωθεῖσα. ἔπινες: Ἐδίκαζες. γρ. δικαστηρίῳ. κληρωσαμένη, ἐν τῷ δικαστηρίῳ. Θ. δέον εἰπεῖν, ἀλλʼ οὐ λαχοῦσʼ ἔκρινες ἐν τῷ γράμματι, ὡς ἔμπροσθεν τὴν ἱστορίαν εἴπομεν εἰς τὸ «ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου.» ὁ δὲ διαβάλλων αὐτὴν ὡς μέθυσον, φησίν· «ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι.» παρʼ ὑπόνοιαν. οὕτω γὰρ ὤφειλεν εἰπεῖν· ἆρα οὐ κληρωθεῖσα ἐν τῷ γράμματι ἐδίκαζες; ὁ δὲ τὸ τῶν γυναικῶν φίλοινον σκῶψαι θέλων ἔπινες φησί.

ἐγὼ δὲ κατακέκν.: Ὑπὸ ἔρωτος πάσχω. Θ. ἐρωτικῶς λελύπημαι. δειλάκρα: ἡ ἄκρως ἀθλία. ἀθλία.

τὸν κνισμὸν τίνα: Ἀντὶ τοῦ κατακνισμόν. ἐπίτηδες δὲ ὡς καπρῶσαν σκώπτει τὴν γραῦν. Ἄλλως. κνισμός ἐστι κυρίως ἡ πρὸς τὴν μίξιν βακχεία καὶ πύρωσις. ἐνταῦθα οὖν κατακέκνισμαι, ἀντὶ τοῦ ὑπʼ ἔρωτος πάσχω. —οὐκοῦν ἐρεῖς: Λέγεις. ἀνύσασα: Τελειώσασα. τελέσασα, σπεύσασα. Θ. ἐρεῖς ἀνύσασα: Εἴποις σπουδάσασα. τίνα: Κατακέκνισαι. Θ

νῦν: Δή. Θ. νῦν: Λοιπόν. φίλον: Ἠγαπημένον.

πενιχρὸν: Πτωχόν. εὐπρόσωπον: Ὡραῖον. ὡραῖον. Θ. ἄλλως: Κατʼ ἄλλον τρόπον.

χρηστὸν: Ἀγαθόν. τοῦ: Τίνος. δεηθείην ἐγὼ: Εἰς χρείας ἦλθον χρῄζων ἐγώ. ἐδεήθην. Θ.

κοσμίως: Εὐτάκτως. καλῶς: Ἤγουν πρεπόντως.

ὑπηρέτουν: Ἐδίδουν.

ὅτι: Διότι. ἐδεῖθʼ: Ἔχρηζε. ἑκάστοτε: Πάντοτε.

ἐκνομίως: Ἀντὶ τοῦ ὑπερφυῶς, ὑπερβαλλόντως, μεγάλως. — κυρίως δὲ τὸ ὑπὲρ τὸ νενομισμένον. — οὐ πολλὰ: Ὑπηρέτουν αὐτῷ. ἐδεῖτο δηλονότι. ἐκνομίως: Ὑπερφυῶς καὶ πέρα τῆς συνηθείας. Θ. ὑπερφυῶς, ἐπέκεινα νόμου. ὑπερβαλλόντως, ὑπερφυῶς, ὑπὲρ τὸ νενομισμένον. ᾐσχύνετο: Εὐλαβεῖτο.

ᾔτησʼ: Ἐζήτησεν ἐμέ. τὸ εἴκοσιν Ἀττικὸν μετὰ τοῦ ν.

εἰς ἱμ.: Χάριν. εἰς ὑποδήματα: Ἤγουν χάριν ἀγορᾶς.

ὅτι τὸ ἀγοράσαι νῦν συνήθως ἡμῖν φησιν ἀντὶ τοῦ ὠνήσασθαι.

ἐκέλευσε: Εἶπεν ἐμέ. θοιματίδιον: Μικρὸν εἱμάτιον.

πυρῶν: Σίτου. Θ. ἐδεήθη: Εἰς χρείας ἦλθεν. μεδίμνων: Μοδίων. μοδίων τεττάρων. πάντα ταῦτα παρεῖχον. Θ.

οὐ πολλὰ: Εἰρωνικῶς φησι παίζων· πολλὰ γὰρ κατέλεξεν. εἰρωνικὸς ὁ λόγος. Θ.

ᾐσχύνετο: Ἐδεῖτο.

οὐχ ἕνεκεν μισητίας: Πορνείας, οἱονεὶ μισγητίας, παρὰ τὸ μίσγεσθαι. καὶ ἐν τούτοις μισητίαν φησὶ τὸ εἰς τὰς συνουσίας εὐεπίφορον. οὐχ ἕνεκα, φησὶ, τοῦ ὑπηρετεῖν μου τῇ ἀσελγείᾳ. —μισγοτίας: Μίξεως, συναφείας. μισητίας: Μίξεως, συναφείας, ἀπὸ τοῦ μίσγω δὲ μισγητία καὶ μισητία. Θ. πορνείας, μίξεως.

αἰτεῖν: Ζητεῖν. ἔφασκεν: Ἔλεγεν.

οὕτω μεμνῇτο ὡς Ἡρωδιανός φησιν ἐν τῇ τῆς Ὁμηρικῆς προσῳδίας. τοῦτο δὲ ἐν εἰρωνείᾳ καὶ χλεύῃ. μεμνῆτο: Ἐνθυμοῖτο.

ἐρῶντʼ: Ἐπιθυμοῦντα. Θ. ἐκνομιώτατα: ἀντὶ τοῦ σφοδρῶς. ὑπερφυῶς, ὑπὲρ τὸ νενομισμένον Θ.

ὁ βδελυρὸς: Ὁ αἰσχρός. Θ. μυσαρός. ἔτι: Εἰς τὸ ἑξῆς. νοῦν: Σκοπόν.

μεθέστηκεν: Μετεβλήθη. Θ. μεταβέβληται. μεθιστῶ τὸ μετάγω. μετετέθη τῆς διαθέσεως μετηλλάγη.

τουτονὶ: Εἰκότως εἶπε τουτονί. ἔφερε γὰρ ἐν ταῖς χερσὶν διὰ τὸ πέμψαι μὲν αὐτὴν ἐκείνῳ, μὴ δέξασθαι δὲ αὐτὸν, ἀλλʼ ἀποπέμψαι πάλιν αὐτῇ.

τἀπὶ τοῦ πίνακος: Ἐντὸς τοῦ πίνακος. σανὶς ζωγραφουμένη. πίναξ τὸ ἄκος τῆς πείνης, ἤγουν ὁ θεραπεύων τὴν πείναν διὰ τῶν ἐν αὐτῷ βρωμάτων. Θ.

ἐνόντα: Ἐνυπάρχοντα. ὑπειπούσης: Κρυφίως μηνυσάσης. Θ. οἱ μὲν ἀντὶ τοῦ εἰπούσης, οἱ δὲ ἠρέμα φθεγξαμένης, ὃ καὶ ἄμεινον.

ἔδρασʼ: Ἐποίησεν.

ἄμητά τε προσέπεμψεν: Εἶδος πλακοῦντος γαλακτώδους. οὐ μόνον ὅτι οὐκ ἐδέξατο τὰ δῶρά μου, ἀλλὰ καὶ οἴκοθεν ἔπεμψέ μοι ἄλλο πλακούντιον, — ὡσανεὶ λέγων μηκέτι πατῆσαι ἐκεῖ με. —ἄμητα: Τὴν λεγομένην ἰδιωτικῶς φλεψίαν. εἶχε γὰρ αὐτὸν ἐν ταῖς χερσί. Θ. τὰ κοινῶς ταρχανά.

ἐφʼ ᾧ τʼ ἐκεῖσε: Ἐπὶ τῷ ἐκεῖ. Θ.

πρὸς ἐπὶ τούτοις: Ἐκ παραλλήλου. ἀποπέμπων: Τὴν πρὸς ἐμὲ ἀποδιώκων συνήθειαν. Θ. εἰς τοὐπίσω πέμπων.

πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι: Τινές φασιν, ὅτι ἐν τοῖς παλαιοῖς χρόνοις ἰσχυρότατοι ἦσαν οἱ Μιλήσιοι καὶ ὅπου προσετίθεντο πάντως ἐνίκων. Πολυκράτης οὖν ὁ Σάμιος συγκροτῶν πόλεμον πρός τινας ἠθέλησεν αὐτοὺς λαβεῖν εἰς συμμαχίαν, καὶ εἰς τὸ μαντεῖον ἀπῆλθεν ἐρωτήσων περὶ τούτου· ὁ δὲ θεὸς ἔχρησεν ἦσαν πότʼ ἦσαν ἄλκιμοι Μιλήσιοι. Ἄλλως. περὶ τῆς παροιμίας ταύτης Δήμων οὕτω φησὶ «τῶν Καρῶν περὶ τοῦ πολέμου πρὸς τοὺς Ἀμπρακιώ- «τας βουλευσαμένων, ἀλκιμωτάτους ὄντας τῶν ἐν πο- «λέμῳ γειτόνων, τίνας χρὴ ποιεῖσθαι συμμάχους, οἱ «μὲν τοὺς Μιλησίους ἡγοῦντο δεῖν παρακαλεῖν· καὶ «γὰρ εὐημέρουν τότε μάλιστα τῶν περιοίκων καὶ «διὰ τὸ γειτνιᾶν τῇ Καρίᾳ τὴν τούτων χώραν· οἱ δὲ «διαλύσασθαι πρὸς τοὺς Πέρσας συνεβούλευον, τὴν «τούτων ἀρχὴν μεγίστην γεγονέναι φάσκοντες καὶ πάν- «των ἀλκιμωτάτους εἶναι κρατοῦντας τῆς Ἀσίας. ἔδο- «ξεν οὖν τοῖς Καρσὶν ἐρωτῆσαι τὸν Ἀπόλλωνα πότε- «ροι τὸν χρησμὸν ὀρθῶς ἐκλαμβάνουσι. τὸν δὲ θεὸν «ἀποκρίνασθαι πάλαι πότʼ ἦσαν ἄλκιμοι Μιλήσιοι. «τοῦ δὲ χρησμοῦ διαδοθέντος εἰς τὰς Ἀσιάτιδας πό- «λεις, οἱ μὲν Μιλήσιοι τὴν προφῆτιν αἰτιασάμενοι «διεφθάρθαι χρήμασιν ὑπὸ τῶν μηδιζόντων πανδημεὶ «τοῖς Καρσὶ βοηθήσαντες, καὶ τοῖς Πέρσαις μετʼ ἐκεί- «νων συμβαλόντες, σχεδὸν ἅπαντες ἀπέθανον. τὸν δὲ «χρησμὸν διὰ τὴν ἀλήθειαν εἰς παροιμίαν ἐλθεῖν φασι». Ἄλλως. ἰσχυροί ποτʼ ἦσαν οἱ Μιλήσιοι, ὡς καὶ Ἀνακρέων φησί. πολεμουμένους γὰρ Κᾶρας ὑπὸ Δαρείου τοῦ Ὑστάσπου, τοῦτον λαβεῖν τὸν χρησμὸν, πυνθανομένους εἰ προσλάβοιεν συμμάχους τοὺς Μιλησίους. ὁ δὲ νοῦς τοῦ λεγομένου τοιοῦτος, ἀντὶ τοῦ πάλαι συνῆν σοι, νῦν δὲ οὔ. εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν πρότερον μὲν εὐδαιμονούντων νῦν δὲ ἀτυχούντων. —ἄλκιμοι: Ἰσχυροί. Θ. οἱ Μιλήσιοι πάλαι ἐπʼ ἀνδρίᾳ θαυμαζόμενοι, καὶ σύμμαχοι τοῖς βουλομένοις ἐγίγνοντο. ἐλθόντες οὖν τινὲς εἰς τὸν Ἀπόλλωνα, καὶ πυνθανόμενοι αὐτοῦ, εἰ δέῃ Μιλησίους συμμάχους λαβεῖν, χρησμὸν ἔλαβον, ὅτι «πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι·» ἐπεκράτησε δὲ τοῦτο εἰς παροιμίαν.

δῆλον: Φανερόν. μοχθηρὸς: Ἤγουν κακότροπος.

ἥδεται φακῇ: Εἰκότως παρεικάζει φακῇ τὴν γραῦν διά τε τὸ τοῦ ὀσπρίου χαῦνον· τοιαῦται γὰρ καὶ αἱ γρᾶες· καὶ διὰ τὸ ἐσθίειν φακῆν τὰς γραῦς οὐκ ἐχούσας ὀδόντας. —ἔπειτα: Μετὰ ταῦτα. πλουτῶν: Πλοῦτον ἔχων. ἥδεται: Εὐφραίνεται. φακῇ: Ἐσθίων.

πρὸ τοῦ: Πρότερον, πρῶτον. κατήσθιεν: Ἔτρωγεν.

ὁσημέραι: Πάντοτε. νὴ τὼ θεὼ: Τοὺς θεούς. Θ. τὸν Ἔρωτα καὶ τὴν Ἀφροδίτην.

ἐπʼ ἐκφορᾷ: πρὸς τὸ ἐκφέρειν καὶ λαβεῖν. ἤγουν ἐπʼ ἐξαγωγῇ τινος πράγματος. τοῦ ἐξαγαγεῖν σε ὡς νεκράν. ἐκφοράν: Ἐνταφιασμόν.

ἐρῶν: Οὐ τῆς φωνῆς σου ἐρῶν ἀκοῦσαι ἤρχετο. Θ. ἐπιθυμῶν. λαβεῖν: Μᾶλλον ἕνεκα.

αἴσθοιτο: Νοήσειε.

νιτάριον καὶ βάτιον: εἴδη φυτῶν εἰσι τό τε νιτάριον καὶ ὁ βάτος. θέλει δὲ εἰπεῖν ὅτι ὡς ἄνθη με εἶχε. Σύμμαχος δέ φησιν ὅτι Νιτάριος ἐπὶ μαλακίᾳ διαβάλλεται καὶ ἐν τοῖς ἑξῆς δράμασιν, ὁμοίως καὶ ὁ Βάτος. καὶ τὰς μικρὰς δὲ θηλείας βατύλας ἔλεγον. καὶ Θεοπόμπου δρᾶμά ἐστι Βατύλη. Δίδυμος δέ φησιν ὑποκορίσματα πρὸς γυναῖκας· νιτάριον δὲ, νεόττιον, οἱονεὶ κοράσιον. Ἄλλως. φιλοφρονητικὴ ἡ προσφώνησις. Νιτάριος δὲ πορνοβοσκὸς ἐγένετο. Ἄλλως. Νιτάριος τῶν ἐπὶ μαλακίᾳ σκωπτομένων. τὸ δὲ βᾶτον ἐκτεταμένως εἴρηται παρὰ τὸ βάταλον τὴν ἕδραν, τὸ δὲ συνεσταλμένως ἀναγινώσκειν ἀνόητον. ἢ δύναται βᾶτον ἀντὶ τοῦ τρυφερὸν καὶ μαλακὸν, οἷος ὁ βάτος τὸ ἰχθύδιον. —Νίταρος καὶ Βάτος ἄνδρες ἦσαν θηλυπρεπεῖς καὶ ὡραῖοι· παρῄκαζεν οὖν αὐτὴν τούτοις ὑποκοριζόμενος· ἄλλοι δὲ νιτάριον καὶ βάτιον φασὶν εἴδη ἀνθέων, ἵνα λέγοι, ὡς ἄνθη με εἶχεν καὶ ἐκολάκευεν. νιττάριον καὶ βάτιον εἶδος φυτῶν. θέλει οὖν εἰπεῖν, ὅτι ἄνθη με εἶχεν, ἀντὶ τοῦ οὖν τοῦτο ἢ μετὰ τὸ εἰπεῖν λέγει νιττάριον καὶ βάτιον ἤγουν ὥσπερ ταῦτα τὰ ἄνθη, ἃ καλοῦσι νιττάριον καὶ βάτιον. ὑπεκορίζετο: Ὑποκοριστικῶς ἐκολάκευεν. Θ. ὑποκοριστικῶς ἔλεγε. ὑποκοριστικῶς ἐλάλει.

ᾔτησʼ: Ἐζήτησεν.

μυστηρίοις τοῖς μεγάλοις: Ἐπεί ἐστι καὶ μικρὰ μυστήρια γινόμενα διʼ Ἡρακλέα. Ἡρακλῆς γὰρ ἐπιστὰς ἠξίου μυεῖσθαι. ἔθος δὲ ἦν τοῖς Ἀθηναίοις ξένον μὴ μυεῖν· μὴ βουλόμενοι οὖν λῦσαι τὸ ἔθος μηδὲ ἀπῶσαι τὸν εὐεργέτην Ἡρακλέα, ἐπενόησαν μικρὰ μυστήρια εὐμετάδοτα. ὀχουμένην: Ὄχος ποιητικῶς τὸ ἅρμα τὸ ἐκ τῆς ἁμάξης κατεσκευασμένον, καὶ ὑπὸ τῶν ἵππων κινούμενον καὶ ὀχούμενον· καὶ ὀχοῦμαι τὸ ἐπὶ ἅρματος τοιούτου φέρομαι. —ὀχουμένην: Ἐπικαθημένην, φερομένην. Θ. καθημένην.

ἐπὶ τῆς ἁμάξης: Αἱ γὰρ τῶν Ἀθηναίων γυναῖκες ἐπὶ ἁμαξῶν ὀχούμεναι εἰς τὰ μεγάλα Ἐλευσίνια ἀπήρχοντο. ὡς ἐπὶ ἁμαξῶν οὖν ὀχουμένων αὐτῶν, ἐπὰν εἰς Ἐλευσῖνα βαδίζωσιν εἰς τὰ μεγάλα μυστήρια, καὶ λοιδορουσῶν ἀλλήλας ἐν τῇ ὁδῷ τοῦτο εἶπεν· ἔθος γὰρ ἦν αὐταῖς τοῦτο. —ἐπὶ: Ἐπάνω. ὅτι· Διότι ἔβλ. πρὸς ἐμέ. προσέβλεψε: Ἔνευσεν, ἐθέασεν.

ἐτυπτόμην: Ἐδερόμην. διὰ τοῦθʼ: Διὰ τὸ προσβλέψαι. ὅλην: Διʼ ὅλην.

Ἐν τῇ οἰκείᾳ διαγράφεται δηλονότι. μόνος: Μεμονωμένος. ἥδεθʼ: Εὐφραίνεται. ὡς ἔοικεν: Ὡς φαίνεται. ἐσθίων: Ἀναλίσκων τὰ σά.

παγκάλους: Ἐπιτηδείους. ὡραίας καὶ ἡδεῖς.

προτείνοιεν: Αὐτῷ. Θ. δώσει ἐν αὐτῷ. παράσχοιεν. δραχμὰς: Νομίσματα. Θ. νομίσμασιν.

ὄζειν: ἀντὶ τοῦ ὀσμὴν ἡδεῖαν ἔλεγεν εἶναι ἀπὸ τοῦ σώματός μου. ἀπὸ τῆς χρόας ἔλεγε γλυκύ. ἐλέγετο ὄζειν τῆς χρόας ἐμοῦ ἡδὺ, ἀντὶ τοῦ ἐκ τῆς χρόας ὀσμὴν ἡδεῖαν ἀποπέμπεσθαι, ἤτοι ἡδυτάτην εἶναι τὴν ἀπὸ τοῦ σώματός μου ὀσμὴν φερομένην. ὄζειν δὲ τὰς χρόας ἔφασκεν ἡδύ μου: Ὀσμὴν ἐξιέναι ἀπὸ τοῦ σώματος. ὀδμὴν εὐώδη πέμπειν. Θ.

εἰ Θάσιον ἐνέχεις: Ἐκεῖ γὰρ ἐν Θάσῳ ᾤκει Στάφυλος ὁ ἐρώμενος τοῦ Διονύσου· διαφέρει γὰρ ὁ Θάσιος οἶνος. τὸ δὲ ἐνέχεις ἀντὶ τοῦ ἐκίρνας. —Θάσιον: Οἶνον δηλ. ἐνέχεις: Ἐκίρνας. Θ. εἰκότως: Ἐποίει τοῦτο. Θ. ἔλεγε τοῦτο.

μαλακὸν καὶ καλόν: Ἤπιον καὶ χαρίεν. Θ. ἥμερον καὶ ὡραῖον.

σκαιὸς: Ἀπαίδευτος, μωρὸς, ἀνόητος. ἠπίστατο: Ἐγίνωσκε.

γραὸς καπρώσης τἀφόδια: Ἐρωτομανοῦς, μαχλώσης, ὀρεγομένης συνουσίας τὰ ἀναλώματα, τὴν οὐσίαν. ἔφοδος θηλυκῶς, ἡ ἐπέλευσις τινός· ἐφόδιον δὲ οὐδετέρως, καὶ ἐφόδια πληθυντικῶς, τὰ ἐν τῇ ὁδῷ κυρίως γινόμενα ἀναλώματα. ἐνταῦθα δὲ ἁπλῶς λέγει τὰ ἀναλώματα. —καπρώσης: Ἐρωτομανοῦς. Θ. μαινομένης, συνουσίας ὀρεγομένης. τἀφόδια: Τὰ ἀναλώματα· τὰ ἀναλώματα τὰ περὶ τὴν οὐσίαν. ἐφόδια λέγονται κυρίως ἃ ἔχει τις εἰς δαπάνην ἐν τῇ ὁδῷ· νῦν δὲ καταχρηστικῶς τὰ περιόντα αὐτῆς πράγματα· ἐποίησε δὲ τοῦτο, ἵνα διὰ τῆς συναλοιφῆς καὶ τὰ πράγματα, καὶ τὰ κόπρια νοῶνται. ἐφόδια λέγονται τὰ κατὰ τὴν ὁδὸν συντείνοντα. κατεσθίειν: Δαπανᾶν.

τὸ ὦ φίλʼ ἄνερ σκωπτικῶς κατὰ τῆς γραός.

φάσκων βοηθεῖν: Καίπερ λέγων βοηθεῖν τοῖς ἀδικουμένοις, τοὐναντίον ποιεῖ, ἐκείνου τοῦ ἀδικοῦντός με προϊστάμενος. ἐπειδὴ τοῖς δικαίοις, ὡς ἀδικουμένοις, προσεκλίθη. —καίπερ αὐτὸς λέγων.

ποιήσει: Ὁ Πλοῦτος δηλ. πεπράξεται: Πραχθήσεται. μετʼ ὀλίγον πραχθήσεται.

ἀναγκάσαι: Βιάσασθαι, διεγεῖραι. ἀναγκάζομαι, βιάζομαι. τὸ μὲν λέγεται ἐπὶ ἐμψύχων, τὸ δὲ, ἤγουν τὸ βιάζομαι, ἐπὶ ἀψύχων. ἔστι δʼ ὅτε θάτερον ἀντὶ θατέρου λαμβάνεται. νὴ: Μά.

εὖ παθόνθʼ: Εὐεργετηθέντα.

ἢ μηδοτιοῦν δίκαιον: Ἢ δίκαιόν ἐστι μηδʼ ὁτιοῦν ἀγαθὸν ἔχειν τὸν νεανίσκον. —δηλονότι ἄλλους πένεσθαι. Θ. ἢ μηδʼ ὁτιοῦν: Ἤγουν εἰ μὴ ἀντευποιήσει, οὐδὲ ἓν κτλ. ἀγαθόν ἐστʼ ἔχειν: Ἤγουν εὐεργετηθῆναι ὑπὸ τοῦ θεοῦ. ἐλλείπει ἐχρῆν.

οὐκοῦν: Τὸ λοιπόν. ἀπεδίδου: Τοὺς μισθούς.

ἐκείνη μὲν τὸ καταλιπεῖν ἔφη ὅτι οὐδέποτέ με ἔλεγεν ἀφήσειν, ὁ δὲ χορὸς τὸ ἀπολαβεῖν ἔπαιξεν. ὀρθῶς γε: Ἀληθῶς λέγεις. οἴεται: Νομίζει. Θ.

ἄλγους: Τῆς λύπης. κατατέτηκʼ: Λέλυμαι, ἰσχνὴ γέγονα. ἀντὶ τοῦ ἠφανίσθην.

ἀλλὰ κατασέσηπας: Ὡς καταπεπονημένης αὐτῆς ὑπὸ τοῦ γήρως καὶ τοῦ χρόνου καὶ τῆς λύπης. γελοίου χάριν οὐ κατατέτηκας εἶπεν, ἀλλὰ κατασέσηπας. —οὐκ: Ἤγουν οὐ κατατέτηκας.

διελκύσαις: Διαβιβάσαις. οὕτω λεπτή εἰμι.

ὢν τηλία: Κοσκίνου κύκλος, ἢ σανὶς πλατεῖα, ἐφʼ ἧς ἀλφιτοπωλοῦσιν. ἐν δὲ τῷ ὑπομνήματι οὕτως· τοῦτο τί ἐστιν οὐκ οἶδα· ὅτι δὲ συμβάλλεται πρὸς τὸ ἐν Μαρικᾷ Εὐπόλιδος, οἶδα· κἀκεῖ γὰρ τὴν Ὑπερβόλου μητέρα τηλίᾳ εἰκάζει τῇ πλατείᾳ σανίδι· τινὲς δὲ τηλίαν ξύλον φασὶ πλατὺ, εἰς ὃ τιθέασιν οἱ ἀρτοκόποι τοὺς ἄρτους ἐπὶ τῷ ξηραίνεσθαι. ἄλλοι δὲ τηλίαν τὸ τῆς καπνοδόχης πῶμα, ὅ ἐστι περιφερές. φησὶν οὖν ὅτι διὰ δακτυλίου ἑλκυσθείης, ἐὰν ᾖ ὁ δακτύλιος τηλία. τοῦτο δὲ ὡς παχείας αὐτῆς οὔσης καὶ μὴ δυναμένης διὰ δακτυλίου ἑλκυσθῆναι, ἀλλὰ τηλίας. Ἄλλως. τηλία τὸ πλατὺ ξύλον εἴτε μακρὸν εἴτε ἄλλο τι ἐφʼ ἧς ἄλφιτα πωλοῦσι. ἔχει δὲ καθʼ ἑαυτὸ ἄπορον· ἐὰν δὲ καὶ τὸ ἐν Μαρικᾷ προσέλθῃ, ἔνθα εἰς τηλίαν φησὶ τὰ τοῦ Ὑπερβόλου ὀστᾶ ἐμβεβλῆσθαι, ἀπορώτερον ἔσται· ζητητέον οὖν. τηλία μὲν γάρ ἐστιν ἡ ἀτρύπητος σανίς· ἐὰν δὲ τρυπηθῇ, ἁψὶς γίνεται. λέγει οὖν, εἰ μὴ ὁ δακτύλιος τοσοῦτον ἔχει τρύπημα, ὡς δοκεῖν εἶναι τηλία, οὐκ ἂν διέλθοις. Ἄλλως. σανὶς ἡ λεγομένη κάρδοπος· τηλία δὲ ἡ σηλία, ὥσπερ τὸ σήμερον τήμερον. καὶ δὴ καὶ ἰδίως ἐκαλεῖτο τηλία περίφραγμα σανίδων ἐν τῇ ἀγορᾷ, ἐν ᾧ ἄλφιτα ἐπιπράσκοντο· καὶ οἱ ὀρτυγοτρόφοι τοὺς ὄρτυγας συνέβαλλον ἐν τούτῳ. —εἰ τυγχάνει: Ναὶ, διελκύσει σέ τις δηλ. ὁ δακτύλιος: Ὁ γύρος. τηλία: Κοσκινόγυρος. κοσκίνου κύκλος. κύκλος κοσκίνου.

καὶ μὴν τὸ μειράκιον: Πρόσεισιν ὁ παῖς στεφάνους κομίζων τῷ Πλούτῳ διὰ τὸ πεπλουτηκέναι.

οὗπερ: Οὗτινος. πάλαι: Πρὸ ὀλίγου.

ἔοικε: Φαίνεται. κῶμον: Μέθην. τὸ ἐπὶ κῶμον βαδίζειν, ἀντὶ τοῦ ἐπὶ μέθην· ὁ γὰρ μεθύων ἐπὶ μέθην βαδίζει αὐτῷ τῷ μεθύειν· καὶ οὐκ ἔστιν ἡ βάδισις αὐτοῦ οὐχ ἕτερον ἢ μέθη. ἐπὶ κῶμον: Μετὰ μέθην.

ἔχων: Κρατῶν, φορῶν. πορεύεται: Βαδίζει.

ἀσπάζομαι: Κορωνὶς ἑτέρα ὁμοία. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι πεντήκοντα ἓξ, ὧν τελευταῖος ὥσπερ λεπὰς, τῷ μειρακίῳ προσίσχεται. μετὰ δὲ τὸν δέκατον στίχον, κῶλον ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον. ἔστι δὲ βραχυκατάληκτον, ὡς εἴρηται, τὸ λειπόμενον ὅλου ποδὸς πρὸς ἀπαρτισμὸν τῆς συζυγίας τῶν ποδῶν, ἢ τοῦ μονομέτρου τυχὸν ἢ τοῦ διμέτρου. ἐπὶ τῷ τέλει κορωνὶς, καὶ ἑξῆς τὸ χοροῦ αὖθις. ἐχρῆν γὰρ κἀνταῦθα θεῖναι χορὸν εἰσιόντων ἐντὸς τῶν ὑποκριτῶν, ἄχρις ἄν τις ἕτερος ἐπέλθοι ὑποκριτής. ἀσπάζομαι: Ὡς διὰ χρόνου αὐτὴν ἀσπαζόμενος φησί. μεθύων δὲ οὐ λέγει χαῖρε, ἀλλʼ ἀσπάζομαι. ἡ δὲ διὰ τὸ ἄτοπον δοκοῦν τῆς προσρήσεως ἐρωτᾷ, τί φησιν. ἀσπάζομαι: Προσφθέγγομαι. χαιρετῶ. ὡς διὰ χρόνου ἰδὼν αὐτὴν, ἀσπάζομαι φησὶ, καὶ οὐ χαῖρε· ἡ δὲ διὰ τὸ ἄτοπον δοκοῦν τῆς προσρήσεως ἐρωτᾷ τί φησί· «τάλαινʼ ἐγὼ τῆς ὕβρεως ἧς ὑβρίζομαι.» διὰ τοῦ ἀρχαία ὡς γραῦν αὐτὴν σκώπτει. τὸ ἀρχαία τὴν γραῦν σκώπτει. ὥσπερ ἀπὸ τοῦ αἴτιος αἰτίου αἰτία, καὶ ἀπὸ τοῦ εὔδιος εὐδίου εὐδία, οὕτω καὶ ἀπὸ τοῦ πολιός πολιοῦ πολιά. πολιὸς ἦν ἀνὴρ, ὁ τὴν πολιὰν ἔχων, ἤτοι ὁ γηραιός. καὶ πολιὰ θρὶξ ἀπὸ τούτου ἡ λευκή.

πολιὰ: Λευκὴ τὴν τρίχα. Θ. πεπολιωμένη. ταχὺ: Ταχέως. νὴ τὸν οὐρανόν: Διὰ τὸ καὶ τὸν οὐρανὸν λευκὸν φαίνεσθαι πολλάκις. Θ.

τάλαινα: Ἀθλία.

ἔοικε: Ἐπεὶ τοιαῦτά σοι λέγει. Θ. φαίνεται ὁ νεανίας. ἑωρακέναι: Θεάσασθαι. διὰ τοῦ ο μικροῦ τὸ ἑορακέναι διὰ τὸ μέτρον.

ἐπεὶ μετὰ ταύτης παλαιᾶς οὔσης πρότερον συνδιῆγεν.

πολλοῖς: Μεθύσοις.

μεθύων γὰρ, ὡς ἔοικεν, ὀξύτερον βλέπει: Οἱ γὰρ μεθύοντες οὐχ ὁρῶσι. παίζει οὖν, ὅτι ὀξέως ἐθεάσατο τὰς πολιὰς αὐτῆς ὁ νέος, ἀμαυροῦσθαι ὀφείλων τὴν ὄψιν ἐκ τῆς μέθης. μεθύων δέ φησιν, ἐπεὶ καὶ ἐπὶ κῶμον ἀπῄει, ὡς ἔφη. τοὐναντίον δὲ, εἶπε, τοῖς ἄλλοις πέπονθεν, ἐπειδὴ νήφων οὐκ ἔγνω, ἀλλὰ μεθύων, γραῦν οὖσαν. —εἰκότως φησὶ τοῦτο οὕτω προσιόντα τὸν νέον ἰδών· οἱ γὰρ μεθύοντες μάλιστα οὐχ ὁρῶσι. παίζει οὖν, ὅτι ταχέως ἐθεάσατο τὰς πεπολιωμένας αὐτῆς τρίχας ὁ νέος ἀμαυροῦσθαι ὀφείλων τὴν ὄψιν ὑπὸ τῆς μέθης. μεθύων δὲ ἔφη, ἐπεὶ καὶ ἐπὶ κῶμον βαδίζειν ἀνωτέρω εἴρηκεν. ὀξύτερον: Διορατικώτερον. καθαρώτερον.

ἀκόλαστος: Ἀσελγής. Θ. αἰσχρὸς, ἀναίσχυντος. οὐκ ἔστιν ὅτι ἀπαίδευτος. ἀπαίδευτος. κολάσεως ἄξιος.

θεοὶ πρεσβυτικοὶ: Οἱ τοῖς πρεσβύταις ἐφιστάμενοι θεοί· ἐπεὶ καὶ ὁ Ποσειδῶν τῶν πρεσβυτέρων ἐστὶ θεῶν, καὶ οὐχ ὅμοιός ἐστι Διονύσῳ ἢ Ἀπόλλωνι. τὸ δὲ Ποντοπόσειδον ἢ ὦ πόντιε Πόσειδον ἢ μεταφορικῶς ἀπὸ τοῦ πόντου, ἀντὶ τοῦ ὦ μέγιστε Πόσειδον. καὶ Σώφρων γάρ φησι πόντος ἀγαθῶν, πλῆθος καὶ μέγεθος θέλων σημᾶναι. Ἄλλως. ἐπεὶ γραῦς ἐστιν αὐτὴ, διὰ τοῦτο καὶ ὁ νεανίσκος πρεσβυτέρους θεοὺς ὤμοσεν, ὡς τοῦ ὅρκου τούτου πρεσβυτικοῦ ὄντος. ἢ ὦ τῶν πρεσβυτέρων ἐπόπται. ἢ οὐ πάντως, ἀλλʼ ἐν παιδιᾷ μετʼ ἐκπλήξεως φαίνεται καὶ μεγάλης τινὸς ἐμφάσεως χρῆσθαι τούτῳ. —ὦ Ποντοπόσειδον: Φεῦ βασιλεῦ τοῦ πόντου. πρεσβυτικοὶ: Γεροντικοί. Θ. θεοὶ πρεσβυτικοί· οἰκεῖον τῇ γραῒ λέγειν τοῦτο τὸν νέον· καὶ γὰρ γέροντες γέρουσιν ἁρμόζουσι· ἔστι δὲ ὁ Ποσειδὼν τῶν γερόντων καὶ οὐ τῶν νέων, ὥσπερ ὁ Ἀπόλλων καὶ ὁ Διόνυσος, καὶ ὁ Πάν. τὸ δὲ Ποντοπόσειδον ἀντὶ τοῦ, ὦ ἄναξ τῆς θαλάσσης, ἢ, ὦ θαλάσσιε Πόσειδον. πρεσβυτικοὶ θεοὶ οἱ ἀρχαῖοι, οἱ παλαιοί. καὶ γὰρ καὶ πρεσβυτικοὺς θεοὺς ἔλεγον τοὺς ἀρχαίους ὡς πρὸς Διόνυσον ἢ Ἀπόλλωνα.

τῶν ῥυτίδων: Τῶν ῥυτιδωμάτων. ῥυτίδες, ἃς οἱ κοινοὶ λέγουσιν ἐπὶ τοῦ προσώπου ζαρώματα.

ἆ ἆ: Ὡς τοῦ νεανίσκου προσφέροντος τὴν δᾷδα αὐτῇ, τοῦτο λέγει· ἔστι δὲ ἐπίρρημα ἐκπλήξεως καὶ κελεύσεως. —ἆ, ἆ: Ἐπιφώνημα, ἐπίρρημα ἐκπλήξεως. ἐπίρρημα ἐφεκτικόν. μή μοι πρόσφερε Μηδαμῶς πλησίον ἐμοῦ φέρε. ἔμπροσθεν.

λάβῃ: Καταλάβῃ. ἅψηται.

ὥσπερ παλαιὰν εἰρεσιώνην: Εἰρεσιώνη στέμματα πρὸ τῶν πυλῶν περιειλημένα πλακουντικοῖς τισι κολλύροις καὶ ἄλλοις τοιουτοτρόποις τοῖς τε ὡραίοις καρποῖς καὶ ἐλαίας ἀποκρεμάμενα. λιμοῦ γὰρ ἐνσκήψαντος ἀνεῖλεν ὁ θεὸς τὰς εἰρεσιώνας πρὸ τῶν θυρῶν κρεμάσαι. θαλλὸς ἐλαίας, ἢ δάφνης, ἐξ ἐρίων συμπεπλεγμένος, ἔχων ἄρτον ἐξηρτημένον καὶ κοτύλην· ἔστι δὲ μέτρον ὃ νῦν καλοῦμεν ἡμίξεστον· καὶ σῦκα καὶ πάντα τὰ ἀγαθά. ταύτην δὲ τὴν εἰρεσιώνην πρὸ τῶν οἰκημάτων ἐτίθεντο οἱ Ἀθηναῖοι καὶ κατʼ ἔτος αὐτὴν ἤλλαττον· εἰώθει δὲ παῖς ἀμφιθαλὴς ἀμφʼ αὐτῇ ταῦτα λέγειν, εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀποψήσασθαι, καὶ κύλικʼ εὔζωρον, ὡς ἂν μεθύουσα καθεύδῃ. Ἄλλως. κλάδος ἦν ἐλαίας ἐρίοις πεπλεγμένος· ἐξήρτητο δὲ αὐτοῦ τὰ ὡραῖα πάντα. ἵστασαν δὲ αὐτὸν πρὸ τῶν θυρῶν κατὰ παλαιὸν χρηστήριον· οἱ μὲν γάρ φασιν ὅτι λιμοῦ, οἱ δὲ καὶ ὅτι λοιμοῦ πᾶσαν τὴν γῆν κατασχόντος ὁ θεὸς εἶπε προηροσίαν τῇ Δηοῖ ὑπὲρ ἁπάντων θῦσαι θυσίαν Ἀθηναίους· οὗ ἕνεκα χαριστήρια πανταχόθεν ἐκπέμπουσιν Ἀθήναζε τῶν καρπῶν τὰς ἀπαρχάς. —πρὸς ἀποτροπὴν τοῦ λοιμοῦ. τελεῖται δὲ ἡ θυσία αὕτη παρὰ τῶν παίδων τῶν Ἀθηναίων. Ἄλλως. Πυανεψίοις καὶ Θαργηλίοις Ἡλίῳ καὶ Ὥραις θύουσιν Ἀθηναῖοι· φέρουσι δὲ οἱ παῖδες τὰ προκατειλεγμένα ἀκρόδρυα, καὶ ταῦτα πρὸ τῶν θυρῶν κρεμῶσι. κατά τι δὲ χρηστήριον πρὸς ἀποτροπὴν λιμοῦ ταῦτα ἐποίουν. —Ἄλλως. στεφανώματα καὶ ἕως τῆς σήμερον ἔχουσιν οἱ Ἑβραῖοι ἐπάνω τῶν τραπεζῶν. τῶν καρπῶν τὰς ἀπαρχὰς ἐν καιρῷ τινι ταύταις ἀνεκρέμνων, ἐν δὲ ἑτέρῳ ἔκαιον. παλαιὰν: Κατάξηρον. εἰρεσιώνην: Κλάδον ἐλαίας ξηρόν. ἐλάϊνον κλάδον ἢ στέφανον ἐξ ἀνθέων ἢ κλάδων πεπλησμένων. Θ. στέφανον, κλάδον ἐλαίας. καύσεται: ἀντὶ τοῦ καύσει.

ποῖ τάλαν: Τὸ ποῖ σκωπτικόν· δηλοῖ γὰρ ἀκολασίας τόπον ζητούσης. —διὰ χρόνου: Διὰ πολλοῦ. πρός με: Εἴς με. παῖσαι: Ἀπὸ τοῦ παίω, γράφεται παῖξαι. ἀπὸ τοῦ παίζω παῖξαι. τὸ δὲ παῖσαι ἀπὸ τοῦ παίω ἐφʼ ἑτέρου. παῖξαι Ἀττικῶς. Θ. ποῖ τάλαν: Οὐκ ὦ ἄθλιε.

παιδιὰν τίνα: Οὕτως Ἀττικοὶ βραχυκαταλήκτως καὶ παροξυτόνως ἐπὶ τοῦ παιγνίου. —αὐτοῦ: Ἐνταῦθα. ἐν αὐτῷ τῷ τόπῳ. κάρυα: Καρύδια. παιδιὰν τίνα: Παίγνιον ποταπόν.

πόσους ἔχεις ὀδόντας: Δέον εἰπεῖν κάρυα, εἶπεν ὀδόντας, ὡς πρὸς γραῦν. —τοῦτο παρʼ ὑπόνοιαν εἶπε κωμῳδῶν αὐτὴν ὡς πάνυ γραίαν· ἔδει γὰρ εἰπεῖν, πόσα ἐν χερσὶν ἔχω, ὥσπερ εἰώθασι λέγειν οἱ τὰ ἄρτια περισσὰ παίζοντες. Ἄλλως. ἀντὶ τοῦ, πόσα ἔχεις κάρυα. παιδιὰ γάρ ἐστι τοιαύτη· δραξάμενός τις καρύων καὶ ἐκτείνας τὴν χεῖρα ἐρωτᾷ, πόσα ἔχω; καὶ ἐὰν ἐπιτύχῃ, λαμβάνει ὅσα ἔχει ἐν τῇ χειρί· ἐὰν δὲ ἁμάρτῃ κατὰ τὴν ἀπόκρισιν, ἀποτίνει ὅσα ἂν ὁ ἐρωτήσας εὑρεθείη ἔχων ἐν τῇ χειρί. —γνώσομαι: Γνωρίσω.

ἀπότισον: Ἀπόδος, ἡττηθεῖσα τὸ συμπεφωνημένον. ἀπόδος. Θ. συνθηκοποίησον. γόμφιον: Γονιαῖον ὀδόντα. Θ. γωνιακὸν ὀδόντα. φορεῖ: Φέρει. Θ.

ταλάντατʼ: Ἀθλιώτατε. Θ. ὑγιαίνειν: Τὸν νοῦν. ὑγιῶς ἔχειν τὸν νοῦν.

πλυνόν με ποιῶν: Ἐφύβριστον πλῦμα. πλυνὸς δὲ ὀξυτόνως τὸ ἀγγεῖον αὐτὸ, παροξυτόνως δὲ τὸ πλυνόμενον. —πλυνόν: Ἐφύβριστον· πλυνὸς λεκάνη. ἄτιμον· πλυνὸς γὰρ ἡ λεκάνη ἐν ᾗ τὰ ἱμάτια πλυνόμενα ἀφιᾶσι τὸν ῥύπον. Θ. ἄτιμον. ἐφύβριστον, καταπεπλυμένην ὀνείδεσι καὶ μυκτηρισμοῖς. ἐφύβριστον ἤτοι καταπεπατημένην. καταγελᾷς τὸν ἀσχήμονα.

ὄναιο: ὠφελείας τύχοις. ὠφεληθείης. Θ. ἐκπλύνειε: κακεμφάτως — ἐπὶ συνουσίας — εἶπε τὸ ἐκπλύνειέ σε. ἀποκαθαρεῖ. ἐπὶ συνουσίας εἶπεν ἐκπλύνειέ σε. αἰσχρῶς νοητέον τὸ ἐκπλύνειέ σε ἐπὶ συνουσίᾳ. Θ.

καπηλικῶς ἔχει: Ἀντὶ τοῦ πανουργικῶς· ἐπεὶ οἱ κάπηλοι — χρίειν καὶ ἀναποιεῖν τὰ ἱμάτια εἰώθασι. καὶ — τὸν οἶνον δὲ ὀνθυλεύουσι, συμμιγνύντες αὐτῷ σαπρόν. —κομμωτικῶς καὶ ἐψιμυθισμένως ἔχει, καὶ οὐ τὴν κατὰ φύσιν χροιὰν ἔχουσα, ἀλλὰ νόθον καὶ ξένην. Θ. οὐ δῆτʼ: Οὐδαμῶς. καπηλικῶς: Κομμωτικῶς ὀφείλων κἀνταῦθα εἰπεῖν, καπηλικῶς πάλιν εἶπε παίζων. πανουργικῶς. ἔχει: Διάκειται.

ἐκπλυνεῖται: Ἐκπλυνθείη. ἀποπεσεῖται.

ὄψει κατάδηλα: Θεάσῃ λίαν φανερά. ὄψει: Θεάσεις. κατάδηλα: Τὰ φανερά. τὰ ῥάκη: τὰς ῥυτίδας. τὰς ῥυτίδας τὰς ἐπιδιπλώσας τοῦ δέρματος. Θ. ἤγουν τὰς ῥυτίδας. ῥυτιδώματα. ῥάκος τὸ διερρηγμένον ἱμάτιον· μεταφορικῶς οὖν φησιν ἐνταῦθα ῥάκη, ἤγουν τὰς ῥυτίδας τοῦ διεφθαρμένου αὐτῆς προσώπου ὑπὸ τοῦ γήρως.

ὑγιαίνειν: Ὑγιῶς ἔχειν.

πειρᾷ: Συνουσιάζει σε. συνεύει. Θ. τιτθίων: Τῶν μαστῶν.

ὡς πόρνη τὴν Ἀφροδίτην ὄμνυσιν. τῶν μαστῶν ἐφάπτεται. ἀναίσχυντε, λάγνε. Θ. οὐκ ἐμοῦ γʼ: Ἐφάπτεται. βδελυρὲ: Μισητὲ, ἀναίσχυντε.

εἰ ἡψάμην τῶν τιτθίων. τὴν Ἑκάτην οὗτος ὡς σώφρων ὄμνυσιν. Θ. ὡς σώφρων. οὐ δῆτα: Οὐδαμῶς ἐφάπτομαι αὐτῆς.

οὐκ ἐῶ: Οὐκ ἐφίημι. οὐκ ἐάσω. τὴν μείρακα: Παίζει μείρακα τὴν γραῦν ὀνομάζων. Θ. τὴν γραῦν.

ὑπερφιλῶ: Λίαν φιλῶ αὐτήν. ὑπὲρ: Λίαν.

τί κατηγορεῖ: Ἐμοῦ ἡ γραῦς.

ὑβριστὴν: Ἀλαζόνα.

πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι: τινὲς τοῖς Κυπρίοις φασὶ τοῦτο ῥηθῆναι βουλομένοις ἔχειν συμμάχους.

τὸ τί: Οἱ χαλεπαίνοντες οὕτως ἔλεγον, τὸ τί. —ἐγὼ: Οὐκοῦν. οὐ μαχοῦμαι: Οὐ διενεχθήσομαι. Οὐ μαχέσομαι. εἰ βούλει λαβεῖν ταύτην εἰς γυναῖκα. Θ. τὸ τί: Οὐ μαχέσῃ ἐμοί;

αἰσχυνόμενος: Ἐντρεπόμενος, εὐλαβούμενος. τὴν ἡλικίαν: Τὸ σὸν γῆρας. Θ.

τοῦτʼ: τὸ συνουσιάζειν. ἐπέτρεπον: Ἐνεδίδουν. συνεχώρουν, ἐνεδίδουν. ποιεῖν: Ὃ βούλεται.

συλλαβὼν: Μετὰ σοῦ. τὴν μείρακα: Τὴν γραῦν.

τὸν νοῦν: Ὃ λέγεις. ἀξιοῖς: Ἄξιον κρίνεις. οὐδαμῶς ἄξιον κρίνεις συνοικεῖν.

ὁ δʼ ἐπιτρέψων: Ἀντὶ τοῦ τίς αὐτὸν ἐᾷ ἀναχωρῆσαι; ἢ αὐτὸς ὁ Χρεμύλος, ὅτι οὐ συγχωρῶ σοι ἐᾶσαι αὐτήν. δύναται δὲ τὸ, ὁ δʼ ἐπιτρέψων, τοῦ νεανίσκου εἶναι, ἵνʼ ᾖ τίς μοι ἐπιτρέψει συνεῖναι αὐτῇ; εἶτα ὡς παραιτούμενος ἐπιφέρει, ὅτι οὐκ ἂν αὐτῇ διαλεχθείην διεσπεκλωμένῃ ἤγουν ἐξηραμμένῃ, γαμηθείσῃ, ἐν τῇ συνουσίᾳ κατατετριμμένῃ, ἢ ἀχρήστῳ πρὸς συνουσίαν διὰ τὸ γῆρας. σπεκλοῦν γὰρ τὸ συνουσιάζειν, παρὰ τὸ πλέκεσθαι· σπέκλωμα γὰρ ὁ ἦχος τῆς συνουσίας. ἢ διαλελυμένῃ, κυρίως ἐπὶ σχοινίων τῶν πλακέντων, εἶτα διαλυθέντων ἐν χρόνῳ. ἢ ὑπεσπληνισμένῃ. διεσπεκλωμένῃ οὖν, πρὸς συνουσίαν ἀχρήστῳ γενομένῃ καὶ πεπαλαιωμένῃ καὶ ὑπὸ πολλῶν ἐν συνουσίᾳ τετριμμένῃ. τὸ σπεκλοῦν ἐπὶ τοῦ συνουσιάζειν τάττουσιν, οὐχ ὡς προηγουμένως τοῦτο σημαῖνον, ἀλλʼ ὅμοιον πολλοῖς συμβολικοῖς ὀνοματοποιοῦντες, καὶ μάλιστα ἐφʼ ὧν τὸ εὐθυρρημονεῖν ἐνίσταται. —εἶναι μετʼ αὐτῆς: Καὶ διὰ τοῦτο ταῦτά φησι τοῦτον λαβεῖν με. Θ. διὰ τοῦτο ταῦτα φής. ὁ δʼ ἐπιτρέπων: Ὁ ἄδειαν διδούς. ἐπιτρέψων: Λαβεῖν. συγχωρήσων.

διαλεχθείην: Ὁμιλήσαιμι. διεσπεκλωμένη: Ὦ γεγαμημένη. γαμηθείσῃ. γεγαμημένῃ. σπέκλωμα γάρ ἐστιν ὁ τῶν ὄρχεων κτύπος. Θ. συνουσιασμένῃ, διεφθαρμένῃ. οὐκ ἂν διαλεχθείην διεσπεκλωμένη· ἢ ὑπὸ τῆς συνουσίας ἠφανισμένη. ἔχει δὲ τὴν παραγωγὴν ἀπὸ τοῦ πλέκω, καὶ ἀπὸ τοῦ πλέγμα· καὶ κατὰ μετάθεσιν πέκλωμα. δύναται δὲ καὶ κλητικὴ εἶναι τὸ ἐσπεκλωμένη καὶ δοτικὴ, οὕτως, ὦ διεσπεκλωμένη, οὐκ ἂν διαλεχθείην σοι· καὶ, οὐκ ἂν διαλεχθείην σοι τῇ διεσπεκλωμένῃ, καὶ τὰ ἑξῆς.

ὑπὸ μυρίων ἐτῶν: Λείπει ἀνδρῶν. ὁ δὲ γέρων τὸ ἐτῶν προσέθηκε, σκώπτων αὐτὴν ὡς γραῦν. — λίαν πολλῶν πολιτῶν. χρόνων ἢ πολιτῶν. πολιτῶν.

καὶ τὴν τρύγα σε: Πολλάκις καὶ τὸν νέον οἶνον τρύγα ἐκάλουν· νῦν δὲ οὐχ οὕτως, ἀλλʼ, ὡς ἡμεῖς, τὴν ὑποστάθμην. —συνεκποτέʼ ἐστὶ: Ἀντὶ τοῦ συνεκποτέον. συνεκποτέον ἔστι: Ἄξιον ἐστὶ ἐκπιεῖν. τὴν τρύγα: Τὴν ὕλην. τὴν τοῦ οἴνου ὕλην. Θ.

κομιδῆ: Λίαν. σαπρά: Σεσαπρωμένη.

οὐκοῦν τρύγοιπος: Ὁ ὑλιστὴρ ὁ σάκκινος. πρὸς ἃ οὖν εἶπεν ὁ νεανίσκος, ἀπήντησεν ὁ γέρων. — οὐκοῦν: Τὸ λοιπόν. τρύγοιπος: Τὸ σακελιστήριον. ἤγουν τὰ αὐτῆς χρήματα. Θ. τρύγιπος: Σακελιστήριον. τρύγιπος: Τρὺξ τρυγὸς ἡ τοῦ οἴνου ὕλη· τρύγοιπος δὲ λέγοιτʼ ἂν κυρίως, διʼ οὗ τὴν ὕλην τοῦ οἴνου σακελίζομεν.

εἴσιθʼ εἴσω: Εἴσελθε ἐντός. τῷ θεῷ: Τῷ Πλούτω.

ἀναθεῖναι: Ἀναθῆσαι. τούσδʼ οὓς ἔχω: Τούτους οὕστινας κρατῶ.

αὐτῷ: Τῷ θεῷ.

ὁ Χρεμύλος ἢ ὁ θεράπων. οὐκ εἴσειμι: Οὐκ εἰσελεύσομαι. εἰσέρχομαι. θάρρει: Ἔχε θάρρος. ἢν αὐτὴ εἰσέλθῃ. Θ.

οὐ γὰρ βιάσεται: Ὃ ποιοῦσιν οἱ ἄνδρες, τοῦτο ἐπὶ τῆς γραός φησιν, οὐ γὰρ βιάσεταί σε ἡ γραῦς. — τὸ βιάσεται ἐπὶ ἀνδρός· οὐ γὰρ βιάσεται: Σε ὁ νέος, ὥστε μὴ εἰσελθεῖν. οὐ καθελκύσαι παρὰ γνώμην.

ὑπεπίττουν χρόνον: Πίσσειν τὸ λέπος περιαιρεῖν τῶν κριθῶν. ἢ ἀντὶ ... ἀντὶ τοῦ ἠσέλγουν, ἢ κατεφίλουν. πιττοῦν δέ ἐστι κυρίως τὸ τὰς πλατείας ναῦς πίσση χρίειν· ἔνθεν οὖν μετήνεγκε τὴν λέξιν. ἢ ἀντὶ τοῦ ἐβίνουν, συνῆλθον. —ἱκανὸν: Ἀρκετόν. ὑπεπίττουν: Ἐγάμουν. πρότερον ἐπίττουν· ἤγουν ἠσέλγαινον, κατεφίλουν, ἐσυνουσίαζον· πιττοῦν δὲ κυρίως τὸ πίττῃ χρίειν τὰς ναῦς. ἐπέραινον, συνουσιαζόμην. ἀντὶ τοῦ ἐγάμουν κατʼ εὐφημισμόν. Θ. ἐπίττων: Τουτέστιν ἐφίλουν, ἐμιγνύμην, πιττῶ δὲ κυρίως ἐστὶ τὸ τὰς νῆας πίσσῃ χρίω, καὶ τὸ τὰ διερρωγότα τῶν ξύλων ἑνοῦν.

βάδιζʼ: Ἀπέρχου. κατόπιν: Ὄπισθεν.

ὡς: Λίαν. εὐτόνως: Ἰσχυρῶς. τὸ γραΐδιον: Ἡ γραῦς αὕτη. συνίζησις.

ὥσπερ λεπὰς: Ὥσπερ ὄστρεον ἐν πέτρᾳ προσκολλώμενον δυσαπόσπαστόν ἐστι, οὕτως αὕτη τῷ νεανίᾳ προσέφυσε. λεπὰς δέ ἐστιν εἶδος ὀστρέου τὸ καλούμενον πατέλιν, ὃ ταῖς πέτραις προσπήγνυται, δυσαποσπάστως ἔχον, ἐπειδάν τις αὐτοῦ βουληθείη λαβεῖν. — εὐεπίφορος δέ ἐστιν εἰς τὸ λεπὰς ὁ Ἀριστοφάνης. — ἔστι δὲ τὸ λεπὰς εἶδος ἰχθύος. παρʼ ὑπόνοιαν δὲ εἶπεν ὥσπερ λεπὰς τῷ μειρακίῳ. —ὥσπερ: Καθά. λεπὰς: Εἶδος ὀστρέου. παταλίδας. ἡ λεπὰς εἶδος ὀστρέου ἐστίν· ἥτις ἐμπεφυκυῖα τοῖς θαλασσίοις βράχεσιν ἔχεται αὐτῶν ἄγαν ἰσχυρῶς. λεπάς ἐστιν εἶδος ὀστρέου, ὅπερ λαβόμενον πέτρας ἀπισχυρίζεται καὶ δυσαποσπάστως ἔχει. καὶ οὐκ ἄν τις αὐτὸ ῥᾳδίως ἀποσπάσαι, πρὶν ἄν τι τῆς πέτρας ἀπορρήξῃ μέρος. τοῦτο καὶ ἐπὶ τοῦ πολύποδος λέγεται. λεπάς ἐστιν εἶδος ὀστρίου· ὃ ταῖς πέτραις πεσὸν, ἐκείνων ἰσχυρῶς ἐξέχεται καὶ δυσαποσπάστως ἔχει. ἣν οἱ κοινοὶ παταλίδαν καλοῦσιν. τῷ μειρακίῳ: Τῷ νέῳ. τῇ πέτρᾳ. προσίσχεται: Προσκολλᾶται.

τίς ἔσθʼ ὁ κόπτων: Κορωνὶς ἑτέρα ὁμοία· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οδʹ, ὧν τελευταῖος ἵνʼ εὐθέως διακονικὸς εἶναί μοι δοκῇς. ἐπὶ τῷ τέλει κορωνίς. τουτὶ τί ἦν: Ὁ Ἑρμῆς ἔκοψε, καὶ ἐξελθὼν ὁ Καρίων οὐδένα εὗρε. — παρʼ ὀλίγον γὰρ ὑπεχώρει. — τὸ θύριον καὶ οὐ θυρίον. τὰ γὰρ εἰς ον οὐδέτερα ἀπὸ βραχέος ἀρχόμενα προπαροξύνονται, οἷον, ἔριον, θύριον, ὅριον, καὶ ἕτερα. ὁ κόπτων: Ὁ κρούων. κρούων, Ἀττικῶς. Θ. κόπτει τις τὴν θύραν, ὅταν ἔξωθεν κρούῃ· ψοφεῖ, ὅταν ἔσωθεν. ὁ κόψας: Ὁ κρούσας. κόπτειν, ψοφεῖν, καὶ κλαυσιᾷν τὴν θύραν διαφέρει· κόπτειν μὲν γὰρ λέγεται, ὅταν εἰσιέναι τις μέλλῃ, καὶ τὴν θύραν ἔξωθεν πλήττῃ· ὡς τὸ, «τίς ἔσθʼ ὁ κόψας τὴν θύραν;» ψοφεῖν δὲ, ὅταν ἐξερχόμενός τις αὐτὴν ὑπανοίγοι καὶ ἦχον τινὰ ἀποτελῇ· ὁ τοιοῦτος γὰρ ἦχος ψόφος καλεῖται· ὅταν δὲ ὑπʼ ἀνέμου κινῆται μόνη, καὶ ἦχον τινὰ ἐκ τούτου ἀποτελῇ, ὁ τοιοῦτος ἦχος ἢ τρισμὸς κλαυσιᾷν λέγεται. τουτί τί ἦν: Ὃ ἤκουσα.

οὐδεὶς ἔοικεν: Κόψας αὐτὴν φαίνεται. δῆτα: Ἀληθῶς. τὸ θύριον: Ἡ θύρα αὕτη. φαίνεται. Θ. ἡ θύρα Ἀττικῶς. Θ.

φθεγγόμενον: Βοώμενον. ἄλλως κλαυσιᾷ: Μάτην τὰ τῶν κλαιόντων μιμεῖται. ματαίως ἠχεῖ. ἄλλως: Μή τινος κινοῦντος. μάτην. κλαυσιᾷ: Ἠχεῖ. Θ. ἀντὶ τοῦ ματαίως ἐψόφησεν. σέ τοι λέγω: Τὸ λέγω ὅτε μὲν πρὸς μόνον πρόσωπον λέγεται, αἰτιατικῇ συντάσσεται ὡς ἐνταῦθα, σέ τοι σέ τοι λέγω Καρίων, ἀνάμεινον. παρὰ τῷ Αἰσχύλῳ «σὲ λέγω τὸν σοφιστήν.» ὅτε δὲ καὶ πρᾶγμα ἐπιφέρεται, τότε τὸ μὲν πρόσωπον δοτικῇ, τὸ δὲ πρᾶγμα αἰτιατικῇ, ὡς τὸ λέγω σοι λόγον. Θ.

ἀνάμεινον: Καρτέρησον. πρόσμεινον.

μὰ Δίʼ: Οὐ. ἔμελλον: Κρούειν. κόψειν σφόδρα. Θ. κόψειν περισσότερον. φθάσας: Προφθάσας. προλαβών. Θ. φθάνω τὸ καταλαμβάνω τὶ ἤγουν ἄνθρωπόν τινα, ἢ τόπον· ἐκ τούτου φθάνω καὶ τὸ προλαμβάνω, οἷον, ἔφθη εἰπών· ἐπὶ τούτου τοῦ σημαινομένου λέγεται κἀνταῦθα· καὶ ἡ σύνταξις, εἶτα ἀνέῳξας τὴν θύραν δηλαδὴ φθάσας, ἢ προλαβὼν ἐμὲ μέλλοντα κόπτειν αὐτήν.

ἐνταῦθα συναπτέον τὸ ταχύ. Θ. ἐκκάλει: Ἔξω κάλει.

τοὺς θεράποντας: Τοὺς δούλους. αὐτοῦ, τοὺς συνδούλους σου. τὴν κύνα: Τὴν σκύλαν.

ὦ πόνηρε: Ὦ γεωργέ. κακότροπε.

εἰς ταυτὸν: Εἰς ὅμοιον, εἰς ἕν. συγκυκήσας: Συναθροίσας. συνταράξας. συμμίξας, συνταράξας. Θ. συμμίξας. συνταράξας, συντρίψας. τριβλίον: Ἀγγεῖον. ἀγγεῖον, ὀξύβαφον. ἰγδίον ἢ ἀγγεῖον ὀξύβαφον.

ἁπαξάπαντας: Ὁμοῦ ὅλους. εἰς τὸ βάραθρον: τόπος ὅπου κολάζονται οἱ ἀσεβεῖς. ὅπου οἱ ἀσεβεῖς ἐρρίπτοντο. εἰς τὸν ᾅδην. ἐμβαλεῖν: Ῥίψαι, ἐνθεῖναι.

ἡ γλῶττα τῷ κήρυκι: Διχῶς νοεῖται· ἡ γλῶττα τῶν θυομένων τῷ Ἑρμῇ δίδοται, ἐπειδὴ τῶν λόγων δεσπότης ἐστίν· ἢ τῶν καταρωμένων ἀπʼ αὐτοῦ ἡ ἀρχή. Καλλίστρατος τῶν θυομένων φησὶ τὰς γλώσσας τοῖς κήρυξιν ἀπονέμεσθαι· διὸ καὶ τὸν ποιητὴν τῷ Ἑρμῇ ποιεῖν τεμνομένας αὐτάς. καὶ τοῦτο δὲ πρὸς τὸν Ἑρμῆν λέγει ἥκοντα παρὰ Διός. Ἄλλως. κολακεύων αὐτόν φησιν ὅτι τῶν ἱερείων ἡ γλῶττα τῷ Ἑρμῇ δίδοται ἐν ταῖς δημοτελέσι θυσίαις. Ἄλλως. εἰρωνικῶς, ὡσεὶ ἔλεγε, κακὰ συλλέγει, καὶ ἡμεῖς ἀδίκως αὐτῷ θύομεν τὰς γλώσσας. Ὅμηρος «ὅδʼ ἐν πυρὶ βάλλε γλώττας.» πρὸς δὲ τὸ λεγόμενον ἔπαιξεν, ἡ γλῶττα τῷ κήρυκι. —τῷ κήρυκι: Ἢ τοῦ κήρυκος. τῷ Ἑρμεῖ, ἢ χάριν σου τοῦ κήρυκος. τούτων: Τῶν ζώων. τέμνεται: Κόπτεται, δίδοται. ἡ γλῶττα τῷ κήρυκι τούτων· διττῶς τοῦτο· ἡ γλῶττα τούτων, ἤγουν τῶν ζώων, τέμνεται τῷ κήρυκι, ἤγουν σοι· τουτέστιν, ἕνεκεν σοῦ· ἀποδίδοται γὰρ σοὶ τῷ ὄντι κήρυκι τῶν θεῶν καὶ ὑπηρέτῃ· ἢ ἡ γλῶττα τῷ κήρυκι τούτων τῶν ἀγγελιῶν, τουτέστι σοὶ τέμνεται· ἀντὶ τοῦ, εἴθε ἐκκοπείη.

λιβανωτὸν: Λίβανον.

ψαιστὸν: πέμμα ἐστὶν ἢ εἶδος πλακοῦντος — ἐκ σεμιδάλεως καὶ γάλακτος. Λαλάγγιον ἱερεῖον: Θυσίαν. θῦμα. Θ.

ἐπιθύει: Θυσιάζει.

ἐπεμελεῖσθʼ: Προενοεῖσθε. ἐφροντίζετε.

ἧττον μέλει: ἀντὶ τοῦ οὐδαμῶς. ἐλάττονος φροντίς ἐστι. οὐδαμῶς διὰ φροντίδος ἐστί μοι.

σωφρονεῖς: Ἀντὶ τοῦ, μόλις ἐπεστράφης· ἢ καλῶς λέγεις. —ἀπόλωλα: Ἐφθάρην. ἐπιτέτριμμαι: Ἠφάνισμαι. Θ. ἀπόλωλα: Ἐφθάρην, εἰς παντελῆ κατέστην ἀφανισμόν. σωφρονεῖς: Ἤγουν καλῶς ποιεῖς μηδὲ τί λέγων περὶ τῶν ἄλλων θεῶν.

πρότερον: Πρὸ τοῦ τὸν Πλοῦτον βλέψαι. ταῖς καπηλίσιν: Τῶν καπηλίδων. κάπηλις καὶ καπηλίς διαφέρει· κάπηλις μὲν γάρ ἐστιν ἡ τὸν οἶνον πωλοῦσα· καπηλίς δὲ ἡ θυγάτηρ αὐτῆς.

οἰνοῦτταν: Οὕτως τὴν ἐν οἴνῳ πεφυραμένην μᾶζαν. τινὲς δὲ οἰνοῦτταν, εἶδος πλακοῦντος μετʼ οἴνου καὶ μέλιτος γινόμενον. —ἕωθεν: Ἐκ πρωΐας. οἰνοῦτταν: Μουστόπιτταν. οἰνοῦττα μέν ἐστιν ἡ κοινῶς λεγομένη μουστόπιττα. μελιττοῦτα δὲ, ὃ κοινῶς εἰώθασι λέγειν ἀπόθερμον.

ἰσχάδας: Σῦκα. Θ. ἐσθίειν: Τρώγειν.

ἀναβάδην: Ἀντὶ τοῦ κάθημαι πεινῶν. ἄνω φησὶν ἔχω τοὺς πόδας ἐν τῇ στήλῃ κοιμώμενος· οἱ γὰρ διάκονοι τοὺς πόδας ἄνω εἶχον πρὸς τὸ μὴ βαρεῖσθαι ὑπὸ τοῦ δρόμου. —ἀναβάδην ἀναπαύομαι: Ἤγουν, ἐπάνω ἔχω τὸν πόδα εἰς τὸν ἄλλον. ἤγουν, ἄλλον ἐπʼ ἄλλῳ πόδʼ ἔχων κεῖμαι. ὕπτιος. τιθέμενος τὸν ἕνα πόδα ἐπάνω τοῦ ἑτέρου. ἢ ἄνω ἔχων τοὺς πόδας· ἢ ἄλλως ἐπʼ ἄλλῳ ἔχων τὸν πόδα, ἤγουν ἐκτεταμένους.

οὐκοῦν δικαίως, ὅστις ἐποίεις ζημίαν: Ἀντὶ τοῦ, ἐποίεις ζημιοῦσθαι τοὺς ταῦτα τὰ ἀγαθά σοι παρέχοντας. ὁ γὰρ Ἑρμῆς τοιαῦτα ποιεῖ· καὶ ὁ Αἴσωπος γὰρ ἐν τοῖς μύθοις τὰ αὐτὰ λέγει. —οὐκοῦν: Λοιπόν τὸ λοιπόν. δικαίως: Πάσχεις τοῦτο. δικαίως, φησὶ, πάσχεις ταῦτα, ὅστις ἐνίοτε ἐποίεις τοὺς σοὶ ταῦτα προσάγοντας ζημίαν ὑφίστασθαι. ἐποίεις: Ἡμῖν.

ἐνίοτε: Ποτέ. πάντοτε. ἔχων: Ἀφʼ ἡμῶν. παρʼ ἡμῶν.

τοὐν τετράδι πεπεμμένου: Ἡ τετρὰς ἐνομίζετο τοῦ Ἑρμοῦ· καὶ καθʼ ἕκαστον μῆνα ταύτῃ τῇ ἡμέρᾳ ἀπετίθεντο τῷ Ἑρμῇ. ἔξω τῶν ἑορτῶν ἱεραί τινες τοῦ μηνὸς ἡμέραι νομίζονται Ἀθήνησι θεοῖς τισὶν, οἷον νουμηνία καὶ ἑβδόμη Ἀπόλλωνι, τετρὰς Ἑρμῆ, καὶ ὀγδόη Θησεῖ, —Χάρισι τρίτη. οἴμοι: Φεῦ. πλακοῦντος: Ἕνεκεν τοῦ. ἕνεκα. πεπεμμένου: Ἐζυμωμένου. ἐν ἑκάστῃ τετράδι ζυμουμένου καὶ διδομένου μοι. τοὐν τετράδι πεπεμμένου· ἤτοι τοῦ καθʼ ἑκάστην τετράδα τοῦ μηνὸς πεπεμμένου, ἤτοι ζημουμένου καὶ κατασκευαζομένου· ἑκάστου γὰρ μηνὸς ἡ νουμηνία καὶ ἡ ἑβδόμη ἀφιέρωτο τῷ Ἀπόλλωνι· ἡ δὲ τετάρτη τῷ Ἑρμῇ· ἡ δὲ ἕκτη τῇ Ἀρτέμιδι, καὶ ἄλλη ἄλλῳ.

ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς: Ἡρακλῆς πλέων μετὰ τῆς Ἀργοῦς εἰς Κόλχους σὺν Ἰάσονι ἐν Κίῳ τῇ νήσῳ ἐξελθὼν, καὶ πέμψας τὸν ἐρώμενον αὐτοῦ Ὕλλαν ὕδωρ ἀντλῆσαι, περιέμενεν αὐτόν· τοῦ δὲ ὑπὸ Νυμφῶν ἁρπασθέντος, Ἡρακλῆς πολὺν χρόνον ἐζήτει· ὕστερον δὲ ὑπό τινος αἰθερίας φωνῆς ἤκουσε ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς. ἐλήφθη οὖν τοῦτο εἰς παροιμίαν ἐπὶ τῶν μάτην προσδοκούντων. —ὁ Ἡρακλῆς εἶχεν ἐρώμενον τὸν Ὕλαν· ὅτε γὰρ παρὰ τοῦ θησου ὁ Ἡρακλῆς ἐπέμφθη ἐπὶ τῷ λαβεῖν τὸ χρυσόμαλλον δέρας, εἶχε καὶ τοῦτον μεθʼ ἑαυτοῦ. πέμψας οὖν τοῦτον λαβεῖν ὕδωρ, παρὰ τῶν πηγῶν ἡρπάσθη, ὡς ἱστορεῖ Θεόκριτος· καὶ τοῦ Ἡρακλέους τοῦτον ζητοῦντος παρὰ τῶν πηγῶν, τοῦτο ἤκουσε «ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.»

οἴμοι δὲ κωλῆς: Τοῦ κώληκος λεγομένου. κωλαῖ τὰ ἐμπρόσθια μέρη τῶν ἱερείων. ἔστι δὲ ἱερὸς Ἑρμοῦ ὁ βραχίων τῶν ἀλόγων ζώων. Ἄλλως. τὰς ἀγκύλας φησὶν, αἳ ὀστώδεις εἰσί. διαβάλλει οὖν ὡς ὀστέα τοῖς θεοῖς προσφέροντας. —κωλῆς: Τοῦ μηροῦ, τοῦ ἐντέρου. κωληναρίου· κῶλα τὰ ἐμπρόσθια μέρη τῶν ἱερείων. τὰς ἀγκύλας, αἳ ὀστώδεις εἰσί. διαβάλλει οὖν ὡς ὀστέα τοῖς θεοῖς προσφέροντα. κατήσθιον: Ἔτρωγον.

ἀσκωλίαζʼ ἐνταῦθα: Ἑορτὴν οἱ Ἀθηναῖοι ἦγον τὰ Ἀσκώλια, ἐν ᾗ ἐνήλλοντο τοῖς ἀσκοῖς εἰς τιμὴν τοῦ Διονύσου. δοκεῖ δὲ ἐχθρὸν εἶναι τῇ ἀμπέλῳ τὸ ζῶον. ἀμέλει οὖν καὶ ἐπίγραμμα φέρεται τῆς ἀμπέλου πρὸς τὴν αἶγα οὕτως ἔχον, κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως δέ τι καρποφορήσω, ὅσσον ἐπιλεῖψαι σοὶ, τράγε, θυομένῳ. ἀσκωλίαζε δὲ ἀντὶ τοῦ ἄλλου· κυρίως δὲ ἀσκωλιάζειν ἔλεγον τὸ ἐπὶ τῶν ἀσκῶν ἅλλεσθαι ἕνεκα τοῦ γελωτοποιεῖν. ἐν μέσῳ δὲ τοῦ θεάτρου ἐτίθεντο ἀσκοὺς πεφυσημένους καὶ ἀληλιμμένους, εἰς οὓς ἐναλλόμενοι ὠλίσθανον, καθάπερ Εὔβουλος ἐν Δαμαλείᾳ φησὶν οὕτως, καὶ πρός γε τοῦτοις ἀσκὸν εἰς μέσον καταθέντες εἰσάλλεσθε καὶ καχάζετε ἐπὶ τοῖς καταρρέουσιν ἀπὸ κελεύσματος. οὕτω καὶ Δίδυμος. Ἄλλως. ἀσκωλιάζειν ἔλεγον τὸ ἐνάλλεσθαι τοῖς ἀσκοῖς ἢ τὸ ἐπὶ ἑνὸς ποδὸς ἅλλεσθαι. Ἄλλως. Ἀσκώλια ἑορτὴ Διονύσου· ἀσκὸν γὰρ οἴνου πληροῦντες ἑνὶ ποδὶ τοῦτον ἐπήδων· καὶ ὁ πηδήσας ἆθλον εἶχε τὸν οἶνον. —ἀσκωλίαζʼ: Πήδα. πήδα· Ἀσκόλια ἑορτὴ τοῦ Διονύσου. ἀσκολίαζʼ ἐνταῦθα: Ἀσκολία ἦν ἑορτὴ τοῦ Διονύσου, ἐν ᾗ ἀσκοὺς διαφυσῶντες καὶ ὀγκοῦντες, ἐρρίπτουν καὶ ἄνωθεν ἥλλοντο ἐπάνω αὐτῶν ἑνὶ ποδὶ, ἐκίνουν δὲ γέλωτα καταπίπτοντες· ὁ μέντοι μὴ καταπεσὼν ἐλάμβανεν αὐτὸν οἴνου πλήρη. ἐνταῦθα: Αὐτοῦ. πρὸς τὴν αἰθρίαν: Ἐν τῇ εὐδίᾳ. εἰς τὸν ἀσκεπῆ τόπον. αἰθρίαν: Εὐδίαν.

σπλάγχνων: Οἴμοι ἀπὸ κοινοῦ. τῶν ἐγκάτων τῶν ζώων. ἡνίκα γὰρ ἐξῆγον ταῦτα τοῦ ἱερείου, παραυτίκα αὐτοῦ ἔθυον. Θ. καὶ οἴμοι ἕνεκεν. οἴμοι ἀπὸ κοινοῦ. θερμῶν: Τῶν ζώντων.

ὀδύνη σε πρὸς τὰ σπλάγχνα: Ἀντιστρόφως· ἐπὰν γὰρ πνεῦμα διʼ ἐντέρων ὑποδύῃ, τὸ τοιοῦτον γίνεται. δέον οὖν εἰπεῖν πνεῦμα, ὀδύνη εἶπεν. πρὸς τὰ σπλάγχνα δὲ ἀντὶ τοῦ, ἐπὶ κωλῇ καὶ τοῖς σπλάγχνοις. —ὀδύνη: Πόνος, διὰ τὸ κενοὺς εἶναι ὑπὸ τοῦ μὴ ἐσθίειν. Θ. ἤγουν πόνος. πρὸς: Κατά. ἐπιστρέφειν: Ἔχειν. ἔχειν, κινεῖν. κινεῖν, ἐνοχλεῖν. Θ.

ἴσον ἴσῳ κεκραμένης: Οἴνου καὶ ὕδατος· ζωρότερον γὰρ τὸ τοιοῦτο κρᾶμα. παίζει δὲ πρὸς τοὺς καπήλους. ζητεῖται διὰ τί τοῖς μὲν ἄλλοις θεοῖς δίδοται ἄκρατος σπονδὴ, τῷ δὲ Ἑρμῇ κεκραμένη· καὶ φαμὲν ὅτι καὶ τῶν ζώντων καὶ τῶν τετελευτηκότων ἄρχει καὶ παρʼ ἀμφοτέρων τιμὰς δέχεται. —ἶσον ἴσῳ: Ὕδωρ οἴνῳ. Θ.

ταύτην ἐπιπιὼν, ἀποτρέχων οὐκ ἂν φθάνοις: Οὐκ ἂν πέρας σχοίης τῶν κακῶν· οὐκ ἂν ἀναβάλοιο. —ταύτην: Παίζει· αὐτίκα γὰρ τῷ Ἑρμοῦ λόγῳ ἀπέπαρδε. Θ. ἣν ἔπαρδον. ἐπιπιὼν: Διʼ ὅλου πιών.

τὸν σαυτοῦ φίλον: Τοῦτο λέγει, ἢ διότι καὶ αὐτὸς διάκονος καὶ ὑπηρέτης ἦν τῶν θεῶν, ὥσπερ οὗτος Χρεμύλου· ἢ διὰ τὰς βοηθείας, ἃς προϊὼν ἐρεῖ. εἰώθαμεν γὰρ οἱ ἄνθρωποι, ὅταν εἰς ἀνάγκην ἐμπέσωμεν, εὔνοιαν πρὸς τοῦτον πλάττεσθαι, ἀφʼ οὗ ἂν ἡμῖν ἔσται ὠφέλεια. —τὸν σαυτοῦ φίλον: Πολλαὶ τέχναι ἀνάκεινται τῷ Ἑρμῇ, ὧν ἐστὶ καὶ ἡ τῶν κλεπτῶν· ἐπεὶ δὲ καὶ οἱ θεράποντες κλέπται, τούτου ἕνεκα φίλον ἑαυτὸν Καρίωνι λέγει. τ. σ. φ.: Τουτέστιν ἐμέ.

εἴ του: Τινός. δέει: Χρῄζεις. ὧν: Ἀφʼ ὧν. δέη: Τινὸς χρείαν ἔχεις.

πορίσας: Δούς. Θ. εὖ πεπεμμένον: Καλῶς κατεσκευασμένον. πεπεμμένον: Ἐζυμωμένον. Θ. ζημωμένον.

καταφαγεῖν νεανικὸν: Νέον. νεανίᾳ πρέπον. ἀντὶ τοῦ δυνάμενον χορτάσαι νεώτερον. πολὺ, δυνάμενον χορτάζειν νεανίαν. ἱκανὸν νεανίαν κορέσαι. Θ. νεανικὸν κρέας λέγει ἐνταῦθα τὸ ἀρκοῦν νεανίᾳ εἰς τὸ χορτάσαι αὐτόν.

ὠφελήσαις δηλ. Θ. ἀλλʼ οὐκ ἔκφορα: Ὡς ἐν ἐνίαις θυσίαις λεγομένου τούτου. καὶ χρῶνται αὐτῷ οὐ κατʼ οὐδέτερον πληθυντικὸν, ἀλλʼ ἑνικῶς κατὰ θηλυκόν· ὡς Θεόπομπος, εἴσω δραμὼν αἴτησον, ἀλλʼ οὐκ ἐκφορά. καὶ εἰ μὲν οὐδέτερον εἴη πληθυντικὸν, προπαροξύνουσιν· εἰ δὲ θηλυκὸν, ὀξύνουσιν. —ὧν: Ἀφʼ ὧν. ἔνδον: Ἐντός. οὐκ ἔκφορα: Οὐκ ἔξω φερόμενα. Θ. εἰσὶ τὰ κρέατα, ὥστε φέρεσθαι ἔξω. ἀλλὰ οὐκ εἰσὶ τὰ κρέατα ἔκφορα, ἤγουν ἔξω διδόμενα· ἐκέλευσε γὰρ ὁ Πλοῦτος μηδὲν διδόναι ἔξω. ἤγουν ἄξια ἐκβληθῆναι. ἀλλʼ οὐ καλὸν ἐκφέρεσθαι ταῦτα.

ὁπότε: Ἡνίκα. τὶ σκευάριον: Ἀγγεῖόν τι.

ὑφείλου: Ἔκλεπτες. λανθάνειν: Τὸν σὸν δεσπότην. σε λανθάνειν ἐποίουν: Ὑπέβαλον γὰρ πονηρίας τῷ σῷ νῷ. Θ.

διὰ τοῦτό σε λανθάνειν ἐποίουν, ἵνα καὶ αὐτὸς μετὰ σοῦ τοῦ κλέμματος ἔχω. ἵνα λάβῃς καὶ αὐτὸς τὸ μέρος σου. ἐφʼ ᾧτε: Ἐπὶ τῷ. Θ. μετέχειν: Τοῦ κλέμματος. τοιχωρύχε: Ὦ κλέπτη. κλέπτα. κλέπτα, κατʼ ἀστεϊσμόν. Θ.

ἧκεν: Ἦλθεν. ναστὸς εὖ πεπεμμένας: πλακοῦς ἢ θερμὸς ἄρτος μετὰ ἐλαίου. ἄρτος καλῶς κατεσκευασμένος. ἄρτος καλῶς ἐζυμωμένος. Θ. δύο εἰσὶ ναστὸς καὶ κοῖλος. καὶ ναστὸς μὲν λέγεται, ὅντινα καλοῦσιν οἱ κοινοὶ ὁλόβολον· κοῖλος δὲ ὁ ἔχων ἔσω κοιλότητα. δύο εἰσὶν αἱ τῆς ἐπιπέδου ἐπιφάνειαι κατʼ ἐναντιότητα θεωρούμεναι ἄκραν, ἥ τε κοίλη καὶ ἡ κυρτή. τὴν γοῦν κυρτήν φασι καὶ ναστήν. ἐπεὶ οὖν καὶ ὁ ἄρτος κυρτός ἐστι τὴν ἐπιφάνειαν, διὰ τοῦτο ναστὸν ἐνταῦθα τοῦτον προσηγόρευσεν.

ἤσθιον γὰρ καὶ αὐτὴ ἐξ ὧν προσέφερον τοῖς θεοῖς. Θ.

οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς: Ἀντὶ τοῦ ἴσον. ἀρχαῖον καὶ Ἀττικὸν τὸ σχῆμα. οὐ μόνον μετέχω τοῦδε, ἀλλὰ καὶ μετέχω τόδε φαμέν· καὶ εὕροις ἂν τοῦτο οὐ μόνον παρὰ ποιηταῖς, ἀλλὰ καὶ λογοποιοῖς. —μετεῖχες: Ἐλάμβανες. ὅμοιον τῷ «ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος·» ἀντὶ τοῦ ἁπλῶς ἐλάμβανες, ἢ μετʼ ἐμοῦ ἐλάμβανες. ἴσας: Ὁμοίας.

ληφθείην: Κρατηθείην. πανουργήσας: Κλέψας. ἀντὶ τοῦ κλέψας.

Ἀντὶ τοῦ εἰ καὶ ἐπλούτησας, μὴ ἐπαρθῇς, μὴ μέγα φρονήσῃς. εἰ σὺ Φυλὴν κατέλαβες: Ὅτι μετὰ τὸ κατελθεῖν τοὺς μετὰ Θρασυβούλου Φυλὴν καταλαβόντας καὶ νικήσαντας ἐν Πειραιεῖ τοὺς τριάκοντα ψηφίσασθαι ἔδοξε μὴ μνησικακῆσαι καθάπαξ ἀλλήλοις μηδὲν τοὺς πολίτας. ἀλλὰ ταῦτά γε οὔπω ἐπέπρακτο οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἤδη ἦν, ἀλλὰ καὶ, ὡς Φιλόχορός φησιν, πέμπτῳ ἔτει ὕστερον τῆς Θρασυβούλου γενομένης Κριτίας ἐν Πειραιεῖ τελευτᾷ. τοῦτο οὖν ἔοικέ τις ἐκ τοῦ δευτέρου Πλούτου μετενεγκὼν ἐνθάδε ὀλιγωρῆσαι τῆς ἀλογίας ταύτης, ἢ καὶ αὐτὸς ὁ ποιητὴς ὕστερον ἐνθεῖναι. ἀπὸ τῶν συνθηκῶν τῶν Ἀθήνησι γενομένων πρὸς τοὺς καταλαβόντας. Φυλὴν δὲ, τὸν δῆμον, ἀφʼ οὗ Φυλάσιοι. —συνέθεντο γὰρ μετὰ τὸ μεταγαγεῖν μὴ μνησικακῆσαι. Φυλὴ δὲ τόπος οὕτω καλούμενος. Ἄλλως. Θρασύβουλος βουλόμενος καταλῦσαι τοὺς λʹ καταλαβὼν Φυλὴν, τόπον τινὰ, κἀκεῖσε συμμάχους λαβὼν, κατέλυσε. καὶ ἐπεὶ ἀλαζονικὸν ἐφθέγξατο, ἤκουσε, μὴ μνησικακήσῃς, καὶ ἐγένετο παροιμιακόν. Φυλὴ δὲ, δῆμος τῆς Ἀττικῆς, καὶ οἱ ἐνοικοῦντες Φυλάσιοι. τὸ δὲ, εἰ σὺ Φυλὴν κατέλαβες, ἀντὶ τοῦ, εἰ ἐπλούτησας, εἰ μέγας γέγονας, Φυλὴν καταλαβόμενος, καὶ τοὺς λʹ τυράννους μεταχειρισάμενος. Φυλὴ γὰρ τόπος οὕτω καλούμενος. περὶ δὲ Θρασυβούλου εἴρηται διὰ τὸ ἐπαινεῖσθαι, ὅτι ἐκεῖ ἐφόνευσε τοὺς λʹ τυράννους. Φυλὴν κατέλαβες: Προεγράφη ὄπισθεν ἡ ἱστορία, ὅπως Λακεδαιμόνιοι Ἀθηναίοις τριάκοντα τυράννους κατέστησαν, Ἀθηναίους ὄντας καὶ αὐτούς· οἳ τοὺς Ἀθηναίους κακῶς ἐποίουν τοὺς ὁμοφύλους καὶ συμπολίτας. ἀλλὰ Θρασύβουλός τις Ἀθηναῖος φιλόπατρις καὶ μισοτύραννος Φυλὴν κατέλαβε χωρίον τῆς Ἀττικῆς μετὰ ὀκτακοσίων ἀνδρῶν, καὶ συμβαλὼν τοῖς τριάκοντα καὶ τοῖς μετʼ αὐτῶν νικᾷ τε αὐτοὺς καὶ τὴν πόλιν τῆς τυραννίδος ἠλευθέρωσεν. ἐπεὶ δὲ ἦσαν τινὲς ἐν τῇ πόλει, πρὸς οὓς ἐφέροντο καλῶς οἱ τύραννοι, ὅτε ἦρχον, οὗτοι τοὺς ἀναιρέτας τῶν τυράννων δεδιότες, ἡνίκα τινὶ αὐτῶν συναντήσειαν, ἔλεγον, μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες· ὅθεν καὶ ψήφισμα ἔθεντο ἀλλήλους μὴ μνησικακεῖν Εὐκλείδου δημαγωγήσαντος. φησὶ δὲ Ἑρμῆς, ὦ Καρίων, μὴ μνησικακήσῃς ἐμὲ ἕνεκεν τῶν ὄπισθεν· ὡς οὐδὲ οἱ μετὰ Θρασυβούλου τοὺς μετὰ τῶν τυράννων, εἰ κατέλαβες τὴν Φυλὴν, ὡς ὁ Θρασύβουλος· τουτέστιν, ἐὰν ἐπλούτησας. μὴ: Ὅρα ἵνα. μνησικακήσῃς: Ὀργισθῇς. Φυλὴν: Τήν. τὸ χωρίον. κατέλαβες: Εὗρες. φιλὴν: Ὄνομα τόπου. εἰ σὺ φ. κ.: Τουτέστι εἰ ἐπλούτισας.

σύνοικον: Μεθʼ ὑμῶν. πρὸς θεῶν: Ἕνεκεν τῶν.

ἀπολιπὼν: Ἀφείς. ἐνθάδε μενεῖς: Ἐνταῦθα προσκαρτερήσεις.

τὰ γὰρ: Ναί. τὰ παρʼ ὑμῖν: Τὰ ἐνταῦθα. βελτίω πολύ: Κρείττονα κατὰ πολύ. κρείττονα τῶν ἐν θεοῖς. Θ.

ταὐτομολεῖν: Αὐτόμολός ἐστιν ὁ οἰκείᾳ θελήσει λιπὼν ἐκείνους, μεθʼ ὧν ἦν, καὶ πρὸς ἄλλους ἐλθών. τὸ ἐξέρχεσθαι ἀπὸ τῶν οἰκείων, καὶ εἰσέρχεσθαι πρὸς τοὺς ἀλλοτρίους, ἀστεῖόν ἐστιν. αὐτομολεῖν: Τὸ ἐνταῦθα ἐλθεῖν καὶ διατρίβειν. ἀστεῖον: Πεπαιδευμένον. φρόνιμον, καλόν. καλὸν, χάριεν. Θ. χαρίεν.

πατρὶς γὰρ: παρὰ τὴν παροιμίαν· ὅπου γὰρ ἀγαθόν ἐστιν, ἐκεῖ μοι πατρίς. ναί. πᾶσʼ: Ὅλοις τοῖς ἀνθρώποις. ἵνʼ: Ὅπου. ἵνʼ ἂν: Ὅπου εὐτυχῇ. πράττῃ τις εὖ: Εὐτυχῇ. εὐημερῇ. πᾶσι. ὅπου. πάσχῃ. Θ.

ὄφελος: Ἤγουν ὠφέλεια.

στροφαῖον: Ἐπὶ ἀποτροπῇ τῶν ἄλλων κλεπτῶν. στροφαῖος, παρὰ τὸ στρέφεσθαι καὶ πανουργεῖν. λέγεται δὲ ὁ Ἑρμῆς, στροφαῖος, ἐμπολαῖος, κερδῷος, δόλιος, ἡγεμόνιος, ἐναγώνιος, διάκονος. Ἄλλως. στροφὸν, ἐπεὶ στροφοὶ λέγονται οἱ συμπεπλεγμένοι λόγοι καὶ δολεροί. Ἄλλως. στροφαῖον ἐκάλουν ἱδρυμένον παρὰ τῇ θύρᾳ τὸν δαίμονα· ἅμα δὲ παρὰ τὸ στρέφειν τὰ πράγματα· οἱ δὲ τοῦτο ποιοῦντες πανοῦργοι λέγονται. ἔστι δὲ ἐπωνυμία Ἑρμοῦ, παρὰ τὸ ταῖς θύραις ἱδρύσθαι ἐπὶ φυλακῇ τῶν ἄλλων κλεπτῶν· — οὗτοι γὰρ ὀπίσω τῶν θυρῶν εἰώθασι καὶ ἀναδύεσθαι καὶ ὅλως πανουργεύεσθαι. —στροφαῖον: Πυλωρὸν, ἔνθα καὶ ἔνθα στρεφόμενον. Θ. στρεφόμενον. ἱδρύσασθε: Ποιήσατε. πυλωρόν. ἐπωνυμία ἐστὶ τοῦτο τοῦ θεοῦ· παρὰ τὸ ταῖς θύραις ἱδρύσθαι ἐπὶ φυλακῇ τῶν ἄλλων κλεπτῶν. στροφαῖον οὖν περὶ τὴν θύραν ἀντὶ τοῦ φύλακα τῆς θύρας ἀπὸ τῆς στρόφιγγος. ὁ δὲ θεράπων τὸ στροφαῖον ἐπὶ τῶν δολίων καὶ συμπεπλεγμένων λόγων ἐκλαμβάνει· ἐπεὶ σημαίνει καὶ τοῦτο ἡ λέξις· στροφαῖον γὰρ φαμὲν ἄνθρωπον, τὸν εἰδότα συμπλέκειν καὶ στρέφειν λόγους καὶ μηχανάς.

στροφαῖον: Πανοῦργον. στροφαῖον; Ποιήσομέν σε; ἀλλʼ οὐκ ... στροφῶν: ἀντὶ τοῦ οὐ χρεία ἐστὶ πανουργεῖν. χρεία ὑπάρχει οὐδαμῶς ἡμῖν κινήσεων. ἀλλʼ οὐδεμία ἐργασία ἐστὶ δολιοτήτων. στροφῶν: Πανουργιῶν καὶ ποικιλίας καὶ στροφῶν λόγων. Θ.

ἀλλʼ ἐμπολαῖον: Πραγματευτὴν, ἢ ἀντὶ τοῦ ἀγοραῖον, καὶ τῆς καπηλείας προεστῶτα. παλιγκάπηλοι δὲ λέγονται οἱ τὰ αὐτὰ πωλοῦντες καὶ ἀγοράζοντες. Ἄλλως. πέντε εἰσὶν αἱ διαφοραὶ τῶν πωλούντων, αὐτοπώλης, κάπηλος, ἔμπορος, παλιγκάπηλος, μεταβολεύς. καὶ ἔστιν αὐτοπώλης μὲν ὁ ἐν τῇ ἰδίᾳ χώρᾳ πωλῶν τὴν ἑαυτοῦ πρόσοδον· κάπηλος δὲ ὁ ἀγοράζων ἀπὸ τοῦ αὐτοπώλου καὶ πωλῶν ἐν τῇ χώρᾳ ἐν ᾗ ἠγόρασεν· ἔμπορος δὲ ὁ ἀγοράζων καὶ ἐπὶ ξένης πωλῶν· ἢ ἀπὸ τοῦ αὐτοπώλου ἢ ἀπὸ τοῦ καπήλου. παλιγκάπηλος δὲ ὁ ἀπὸ τοῦ ἐμπόρου ἀγοράζων καὶ πωλῶν. μεταβολεὺς δὲ ὁ κατὰ τὴν κοτύλην πωλῶν, ὥσπερ οἱ νῦν λεγόμενοι κάπηλοι· εἴρηται δὲ παρὰ τὸ συνεχῶς μεταβάλλειν. καὶ αὗται μέν εἰσιν αἱ σημασίαι κυρίως τῶν πωλούντων· καταχρηστικῶς δὲ πᾶς πωλῶν κάπηλος λέγεται. — ἀλλʼ ἐμπολαῖον: Ποιήσατε πράτην. πραγματευτήν. πραγματευτικόν.

Ἑρμῆν: Τόν. παλιγκάπηλον: Τὸν μεταπράτην. καπηλεύοντα τὰ πωλούμενα. Θ. δεῖ: Ἀπόκειται. ἢ πρέπον ἐστί.

δόλιον: Ἔφορον τοῦ δόλου ποιήσατε. ἥκιστά γε: Ποιήσομέν σε οὐδαμῶς. οὐδαμῶς. Θ.

Ἔργον: Χρεία ἐστὶν ἡμῖν. ἁπλῶν τρόπων: Ἀδολιεύτων ἠθῶν.

ἀλλʼ ἡγεμόνιον: Κατὰ χρησμὸν οἱ Ἀθηναῖοι ἡγεμόνιον Ἑρμῆν ἱδρύσαντο. παρὰ δὲ τὸ τοῖς τυφλοῖς τοὺς βλέποντας ἡγεῖσθαι, ἐπήνεγκε δὲ ἐπὶ τοῦ Πλούτου, φάσκων αὐτὸν ἤδη βλέπειν, καὶ μὴ δεῖσθαι ὁδηγοῦ. — ἡγεμόνιον: Προοδοποιόν. Θ. προοδοποιὸν ποιήσατε. ὁδηγόν. ὅτι ὁ Ἑρμῆς καὶ ὁ λόγος καὶ τὸ λογικὸν ἡγεμονεύει τεχνῶν καὶ πρακτικῶν, ὑποτιθεὶς ἑκάστῳ καὶ ἐφευρήσεις καὶ πανουργίας καὶ ἀφορμάς. ἡγεμόνιος δὲ λέγεται καὶ ὁ ὁδηγὸς τῶν τυφλῶν· διὸ φησὶ, Ἀλλʼ ὁ θεὸς ἤδη βλέπει. ὁ θεὸς: Ὁ Πλοῦτος. ἤδη: Ἀπὸ τοῦ νῦν. ἀντὶ τοῦ ὁ Πλοῦτος. ὥστε μὴ δεῖσθαι ἡγεμόνος καὶ ὁδηγοῦ.

ἡγεμόνος: Τινὸς ὁδηγοῦ. οὐδὲν: Οὐδαμῶς. δεησόμεθʼ ἔτι: Χρείαν ἕξομεν εἰς τὸ ἑξῆς. εἰς χρείαν ἔλθωμεν.

ἐναγώνιος: Ἐπιστάτης τῶν ἀγώνων καὶ πανηγύρεων. ἀγῶνας καὶ πανηγύρεις ἐργαζόμενος. εἰς ἀνατροπὴν τούτου. Θ. μοῖραν γὰρ ἐν τοῖς ἀγῶσιν ἔχει ὁ Ἑρμῆς. ἐρεῖς: Λέξεις. λέγεις.

συμφορώτατον: Λίαν συμφέρον. ἁρμοδιώτατον. ἀντὶ τοῦ ἁρμόδιον.

μουσικοὺς: Λογικούς. μουσικὰς: Χορούς. γυμνικούς: Παλαίστρας, δρόμους καὶ τὰ τούτοις ὅμοια. Θ. παλαίστρας. χοροὺς, ὀρχήσεις, παλαίστρας, δρόμους καὶ τὰ τοιαῦτα. χοροὺς καὶ ὀρχήσεις. Θ.

ὡς: Λίαν, ὄντως. Θ. ὡς ἀγαθὸν: Λίαν συμφέρον. ἐπωνυμίας: ὡσανεὶ ἔλεγε πολλὰ ὀνόματα ἔχειν. ὀνομασίας. ἔχειν: Κρατεῖν.

ἐξεύρηκεν: Διὰ τῶν πολλῶν ἐπωνυμιῶν. Θ. βιότιον: βίον, ὑποκοριστικῶς. μικρὰν ζωήν. Θ.

οὐκ ἐτὸς ἅπαντες: Ὡσανεὶ ἔλεγεν, οὐ ματαίως ἄρα σπεύδουσι πολλὰ ὀνόματα ἔχειν, ἵνα, ἐὰν ἀποτύχωσιν ἑνὸς, εἰς ἄλλο δικάσωσι δικαστήριον. ὁ τούτων νοῦς ἐκ τῶν προειρημένων περὶ τῆς κληρώσεως τῶν γραμμάτων καὶ τῶν δικαστηρίων δῆλος. ἐποίουν δὲ τοῦτο οἱ δικάζοντες, ἵνα, ἐὰν ἀπολειφθῶσιν ἑνὸς, ἐν τῷ ἄλλῳ δικάσωσι, τὸν πεσσὸν καὶ εἰς τόδε καὶ εἰς τόδε ἐμβάλλοντες τῶν δικαστηρίων. —οὐκ ἐτὸς: Οὐ ματαίως. οὐ μάτην, οὐ ψεκτῶς. — ἐτὸς: Μάτην. Θ. πάντες: Ὅλοι. οἱ δικάζοντες: Οἱ κριταί. θαμὰ: Συνεχῶς. οὐκ ἐτὸς ἅπαντες: Οὐ ματαίως ἄρα οἱ ἐν ταῖς Ἀθήναις, φησὶ, δικάζοντες σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν ἐν τοῖς δικαστηρίοις. περὶ δὲ τῶν γραμμάτων καὶ δικαστηρίων Ἀθηναίων ἔφημεν ὄπισθεν, πῶς ἐν ἑκάστῳ ἦν γεγραμμένον στοιχεῖον· ἐν μὲν τῷ τοῦ Ἀρεοπάγου δικαστηρίῳ πρὸ τῶν θυρῶν ἐπεγέγραπτο αʹ· ἐν δὲ τῇ Ἡλιαίᾳ ηʹ· ἐν δὲ τῷ ἐν Φρεαττοῖ δʹ, καὶ ἐν τοῖς λοιποῖς ὡσαύτως· διὰ τοῦτο ἔφη, σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.

γεγράφθαι: Ἀντὶ τοῦ ὠνομάσθαι, ὥστε καὶ ἡλιαστὰς εἶναι καὶ πανταχοῦ ἑαυτοὺς ἐγγραφῆναι σπουδάζοντες. βούλονται δὲ ἐν Ἀρείῳ πάγῳ, βούλονται δὲ καὶ ἐν ἄλλῳ δικαστηρίῳ ἀναστρέφεσθαι, διὰ τὸ μὴ ἀργεῖν ὅλως. —σπεύδουσι: Σπουδάζουσι. γεγράφθαι: Ἐγγράφεσθαι. γράμμασι: Δικαστηρίοις. Θ. δικαστηρίων. ἐν πολλοῖς γεγρ. γρ.: Ἐγγεγραμμένοι εἶναι δικαστηρίοις. ὠνομάσθαι ἐν πολλοῖς δικαστηρίοις.

οὐκοῦν: Λοιπὸν βούλει ἵνα. τὸ λοιπόν. εἰσίω: Εἰσέλθω. Θ. καὶ πλῦνέ γε: Ναί.

τὸ φρέαρ: Τὸ πηγαδί.

ἵνʼ εὐθέως: τοιοῦτος γὰρ ὁ Ἑρμῆς, ὡς Ὀδυσσεύς· «Ἑρμείας δʼ οὐκ ἔστι διάκτορος.» ὅπως παρευθὺς ὑπηρέτης καλὸς ὑπάρχειν φαίνῃς. διακονικός διακόνου διαφέρει· διάκονος μὲν γάρ ἐστιν ὁ ὑπηρέτης· διακονικός δὲ ὁ δυνάμενος ὑπηρετεῖν.

τίς ἂν φράσειε: Κορωνὶς ἑτέρα ὁμοία ἐν ἐκθέσει τοῦ δράματος. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λζʹ, ὧν τελευταῖος τῆς γραὸς ἐπιπολῆς ἔνεισιν αἱ χύτραι. ἑξῆς δὲ τούτων καὶ τελευταῖοι παντὸς τοῦ δράματος στίχοι ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ βʹ. ἑξῆς δʼ αὖ τούτων ἡ κορωνὶς ἡ καὶ τὸ δρᾶμα περατοῦσα. ὁ τοῦ Διὸς ἱερεὺς παραγέγονεν πεινῶν καὶ αὐτὸς καὶ μηδὲν ἔχων φαγεῖν. τοῦ Πλούτου γὰρ ἀναβλέψαντος παρορῶνται καὶ οἱ ναοὶ αὐτοί. φράσειε: Εἴποι. σαφῶς: Φανερῶς. ἐνταῦθα σύναπτε τὸ ἐμοὶ καὶ τὸ σαφῶς. Θ.

ὦ βέλτιστε: Ὦ κάλλιστε. τί γὰρ ἄλλʼ: Ἐστίν. ἢ: Παρό. κακῶς: Ἔχω. καλῶς: Ἔχω δηλαδή. λείπει τὸ ἔχω.

ἀφʼ οὗ: Καιροῦ. διʼ οὗτινος.

ἀπόλωλα: Ἐφθάρην. ἐφθάρηκα. λιμοῦ: Τοῦ. τῆς πίνης.

τοῦ σωτῆρος: Ἐν ἄστει Δία σωτῆρα τιμῶσιν, ἔνθα καὶ σωτῆρος Διός ἐστιν ἱερόν· τὸν αὐτὸν δὲ ἔνιοι καὶ ἐλευθέριόν φασι.

τίς: Ποταπὴ τοῦ λιμώττειν σε. ὦ: Ἱερεῦ. πρὸς: Ἕνεκεν. τοῦ μὴ ἔχειν σε. ἱερεῦ. Θ.

θύειν: Θυσιάζειν. τίνος ἕνεκα: Χάριν.

ὁ μὲν: Τίς. ἥκων: Ἐλθών. ἦλθον. ἔμπορος: Ἤγουν πραγματευτής. Πραγματευτὴς, κυρίως ὁ κατὰ θάλατταν. Θ.

ἔθυσεν ἱερεῖόν τι σωθείς: Ἀντὶ τοῦ θυσίας ἐπετέλει· ἢ ἐξιλεοῦτο τὸ θεῖον ἐπὶ τοῖς μέλλουσι. μετεκάλει δʼ εἶπε τὸν ἱερέα, ἐπειδὴ νόμος ἐστὶ τὰ ὑπολειπόμενα τῆς θυσίας τὸν ἱερέα λαμβάνειν. —ἔθυσεν: θυσίας ἐπετέλεσεν. ἑόρταζεν ἐν τῷ οἴκῳ καὶ θυσίαν ἐποίει. Θ. ἤγουν ἐθυσίαζεν. ἱερεῖον: Θῦμα. σωθείς: Φυλαχθείς. ἐκ χειμῶνος. Θ. ὁ δέ τις: Ἄλλος.

δίκην: Κρίσιν. κατὰ δίκην. ἀποφυγών: Ἔθυσεν. δίκην ἀπ.: Κρίσιν, τιμωρίαν διαδράς. ὁ δʼ ἂν: Ἄλλος. ἐκαλλιερεῖτο: Ἐθυσίαζε. ἑόρταζεν ἐν τῷ οἴκῳ.

μετεκάλει: Μετεπέμπετο. τὸν ἱερέα: Ἐμέ. τοῦ Διὸς δηλαδή.

θύει: Θυσιάζει. τὸ παράπαν: Τὸ παντελῶς. παντελῶς. εἰσέρχεται: Ἐν τῷ ναῷ θυσιάζων.

πλὴν: Εἰ μή. ἀποπατησόμενοι: Χέζοντες. εἰ μὴ χέσοντες. Θ. τὰ ἀφοδήματα ἀπορρίψοντες. ἀπόπατος λέγεται τὸ ἀφοδευτήριον, καὶ ἡ αὐτὴ ἡ ἀπόκρισις τῶν περιττῶν. λέγεται δὲ πάτος ἡ τροφή· ὅθεν καὶ πάσασθαι τὸ φαγεῖν· ἐκ τούτου οὖν ἡ ἀπόκρισις τῶν περιττῶν λέγεται ἀπόπατος. πάτον λέγουσι μὲν καὶ τὴν πεπατημένην ὁδὸν, καὶ κατατετριμμένην, ἀπὸ τοῦ πατεῖσθαι, περὶ ἧς καὶ Ὅμηρος λέγει «πάτον ἀνθρώπων ἀλεείνων.» λέγεται δὲ καὶ πάτος καὶ ἡ τροφὴ, ὅθεν καὶ πάσασθαι τὸ φαγεῖν, καὶ ἐξ αὐτοῦ ἀπόπατος, ἡ ἔκκρισις καὶ ἀποσκυβάλισις τοῦ πάτου καὶ τῆς τροφῆς. ἤγουν καὶ ἐπεὶ παρά τισι πάτος λέγεται ὁ πρωκτὸς, εἰκότως ἀποπατεῖν λέγεται καὶ τὸ ἐκ τοῦ πρωκτοῦ τὰ σκύβαλα ἀπορρίπτειν. πλεῖν: Πλέον. ἢ: Παρό. χίλιοι: Πολλοί.

οὐκοῦν τὰ νομιζόμενα: Τῶν ἀφοδευμάτων, παίζων, τοῦτο δὲ δέον εἰπεῖν, τὸ δέρμα καὶ τὰς κωλᾶς, ἐπειδὴ νόμος ἐστὶ τὰ ὑπολειπόμενα τῆς θυσίας τὸν ἱερέα λαμβάνειν. Ἄλλως. τὰ ἔθιμα τῶν παρεχομένων τοῖς ἱερεῦσι δέρματα καὶ κωλαῖ. φησὶν οὖν ὅτι καὶ τῆς κόπρου τὰ νομιζόμενα λαμβάνεις, τὰ ἔθη σκώπτων. —τὰ νομιζόμενα: Τὰ συνήθη καὶ ἃ ἐκ νόμου τοῖς ἱερεῦσι λαμβάνειν δέδοται. παίζει δέ. Θ. τὰ ἐκ νόμου συνήθη. συνήθη. τὰ κατὰ τοὺς νόμους ὀφειλόμενα. τὰ ἔθιμα, τὰ κατὰ νόμους ἀνήκοντα. νόμος ἦν τὰ ὑπολειπόμενα τοῦ ἱερείου τὸν ἱερέα λαμβάνειν, δέρματα καὶ κωλᾶς. παίζων οὖν κἀνταῦθα φησὶ λαμβάνειν αὐτὸν τὰ νομιζόμενα ἐκ τῶν ἀφοδευμάτων.

καὐτός μοι δοκῶ: Νομίζω συμφέρειν.

χαίρειν ἐάσας: εὐφήμως εἶπε τὸ χαίρειν. φθείρεσθαι ἀφείς. φθείρεσθαι. Θ.

θάρρει: Ἔχε θάρρος. καλῶς ἔσται: Τὰ σὰ γενήσεται. ταῦτα καλῶς γενήσονται.

ὁ σωτὴρ: τὸν Πλοῦτον λέγει. τὸν Πλοῦτον ἐνταῦθά φησι. ἤγουν ὁ Πλοῦτος. Θ πάρεστιν ἐνθάδε: Ἐνταῦθʼ ἐστίν.

αὐτόματος: Αὐτόκλητος. αὐτοπροαίρετος. ἀπὸ τοῦ αὐτός καὶ τοῦ μῶ, τὸ ὁρμῶ. ἔστι δὲ φιλόσοφος λέξις. τὸ αὐτόματος γίνεται ἀπὸ τοῦ αὐτός καὶ τοῦ ἵημι, τὸ ἔρχομαι, ἤγουν ὁ ἀφʼ ἑαυτοῦ ἐρχόμενος. ἥκων: Ἐλθών. ἀγαθὰ: Τά. τοίνυν: Λοιπόν. λέγεις: Ἐμοί.

τὸ ἐξιδρυσόμεθα τὸν Πλοῦτον. ἱδρυσόμεθʼ: Στήσομεν. Θ. ποιήσομεν, στήσομεν. ἱδρυσόμεσθʼ: Καθιδρύσομεν, ἐγκαταστήσομεν. ἱδρύω τὸ καθιδρύω, τουτέστιν ἢ ναὸν ἀνεγείρω, ἢ ἄγαλμα καθιστῶ. ἱδρυσόμεθʼ οὖν: Ὄπισθεν τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς τὸ τῶν Ἀθηναίων ἦν θησαυροφυλάκιον· φησὶν οὖν τὸν Πλοῦτον, ἤτοι ἀφιερώσομεν αὐτὸν ἐκεῖσε, καὶ ἀναθήσομεν, οὗπερ ὑπῆρχε πρότερον ἱδρυμένος, ἤγουν πεποιημένος καὶ ἀνατεθειμένος. σὺ δὲ περίμενε, διὰ μέσου. φυλάττων ὁ Πλοῦτος τὸν ὄπισθεν οἶκον τῆς θεοῦ. αὐτίκα μάλʼ: Συντόμως λίαν. περίμενε: Πρόσμενε. τοῦτο διὰ μέσου. Θ.

οὗπερ: Ἐκεῖ ὅπου. ἦν ἱδρυμένος: Ὑπῆρχεν κατεσκευασμένος, ἱστάμενος. ἱστάμενος, καθήμενος. ἀφιερωμένος.

τὸν ὀπισθόδομον ἀεὶ φυλάττων: Ὀπίσω τοῦ νεὼ τῆς καλουμένης πολιάδος Ἀθηνᾶς διπλοῦς τοῖχος ἔχων θύραν, ὅπου ἦν θησαυροφυλάκιον. ἐπεὶ τὰ χρήματα ἐν τῷ ὀπισθοδόμῳ ἀπέκειτο. μέρος δέ ἐστι τῆς ἀκροπόλεως, ἔνθα ἦν ταμιεῖον, ὄπισθεν τοῦ τῆς Ἀθηνᾶς ναοῦ. τῆς Ἀθηνᾶς δηλονότι. εἰς τὴν ἀκρόπολιν ἀνέφερον τὰ χρήματα, κἀνταῦθα ἐφυλάττοντο, καθὰ καὶ Θουκυδίδης φησὶν ἐν τῇ δευτέρᾳ … οὕτως «ὑπαρχόντων δὲ ἐν τῇ ἀκροπόλει ἀεί ποτε ἀργυρίου «ἐπισήμου ἑξακισχιλίων ταλάντων· τὰ γὰρ πλεῖστα «τριακοσίων ἀποδέοντα περιεγένετο, ἀφʼ ὧν ἔς τε τὰ «προπύλαια τῆς ἀκροπόλεως καὶ ἐς καὶ τἄλλα οἰκοδο- «μήματα, καὶ ἐς Ποτίδαιαν ἐπανηλώθη.» τὸν ὀπισθόδομον: Τὸ ὄπισθεν τοῦ οἴκου, ἤγουν τοῦ ναοῦ. τὰ ὄπισθεν τοῦ δόμου. τὸν ὄπισθεν τοῦ ναοῦ. τῆς θεοῦ: Τῆς Ἀθηνᾶς.

ἀλλʼ ἐκδότω τις δεῦρο: Ὅτι Λυκόφρων, ὡς ὁ Ἐρατοσθένης φησὶν, ᾠήθη πρῶτον τοῦτον δᾷδας ᾐτηκέναι. πεποίηκε δὲ καὶ ἐν Ἐκκλησιαζούσαις αὐτό. ἀλλὰ γὰρ Στράττις πρὸ ἀμφοτέρων τούτων τοὺς Ποταμίους διδάσκων εἰς Φιλύλλιον ἀναφέρει τὸ πρᾶγμα· ὑμεῖς τε πάντες ἔξιτʼ ἐπὶ τὸ Πύθιον, ὅσοι πάρεστε μὴ λαβόντες λαμπάδας μηδʼ ἄλλο μηδὲν ἐχόμενον Φιλυλλίου. ἐκδότω: Ἔξω δότω ἡμῖν. δεῦρο: Ἐνταῦθα. ἡμμένας: Πῦρ ἐχούσας. ἁπτομένας. Θ.

ἵνʼ ἔχων προηγῇ τῷ θεῷ: Τοῦτο δὲ εἶπεν ὡς μέλλοντος προϊέναι τοῦ Πλούτου. —ἵνʼ ἔχων: Ὅπερ κρατῶν. ἔχων: Κρατῶν. κατέχων. προηγῇ σὺ τῷ θεῷ: Προοδοποιῇς τῷ Πλούτῳ. προηγῇ: Προοδοποιεῖ ὦ ἱερεῦ. πρ. τῷ θεῷ: Ἡγεμὼν γένῃ τῷ θεῷ. πάνυ μὲν οὖν: Λίαν χρὴ τοῦτο ποιῆσαι.

δρᾶν: Ποιεῖν. χρὴ: Πρέπει. κάλει: ἀντὶ τοῦ καλέσει.

τὰς χύτρας, αἷς τὸν θεὸν: Ἔθος γὰρ ἦν ἐν ταῖς ἱδρύσεσι τῶν ἀγαλμάτων ὀσπρίων ἡψημένων χύτρας περιπομπεύεσθαι ὑπὸ γυναικῶν ποικίλως ἠμφιεσμένων· καὶ τούτων ἀπήρχοντο χαριστήρια τοῖς θεοῖς ἀπονέμοντες. —ποιῶ: Ποιήσω. τὰς χύτρας: Τὰ τζυκάλια. τὰς χύτρας: Ἀφιεροῦντές τι ἐν ναοῖς, ἢ καθιδρύοντες αὐτοὺς ἔθος εἶχον προσάγειν χύτρας ἀθάρας καὶ σεμιδάλεως μεστὰς, ἢ πελάνων καὶ ὀσπρίων ἀληλεσμένων· προωδοποίουν δὲ φέρουσαι ταῦτα ἐπὶ κεφαλῆς γυναῖκες σεμναί τινες. αἷς: Δίʼ ὧν. τὸν θεὸν· Τὸν Πλοῦτον.

ἐπὶ τῆς κεφαλῆς: Ἐπειδὴ, ὁπότε μέλλοιεν βωμοὺς ἀφιδρύειν, ἢ ἄγαλμα θεοῦ, ἕψοντες ὄσπρια ἀπήρχοντο τούτων τοῖς ἀφιδρυμένοις, εὐχαριστήρια ἀπονέμοντες τῆς πρώτης διαίτης· ὅθεν καὶ ἐν ταῖς Δαναΐσι μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας παρʼ αἷς ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ.

ἱδρυσόμεθα: Τάξομεν, κατασκευάσομεν. στήσομεν. ἐπὶ: Ἐπάνω. τῆς κεφαλῆς: Τῆς σῆς. φέρε: Βάσταζε. ἄγε.

αὐτὴ ποικίλα: Λείπει τὸ ἱμάτια, ἵνʼ ᾖ ποικίλα ἱμάτια ἔχουσα σεμνῶς ἦλθες. πορφυροῖς γὰρ καὶ ποικίλοις ἱματίοις ἐπόμπευον. δεῖ δὲ ὑπονοεῖν, ὅτι ἡ γραῦς ἐβιάσατο καὶ συνεισῆλθε τῷ νεανίσκῳ· καὶ ὅτι ἡ γραῦς ποικίλα ἦλθεν ἔχουσα ἱμάτια. —σεμνῶς: Εὐτάκτως. ἐντίμως, μεγαλοπρεπῶς. Θ. ἐντίμως. ἔχουσα: Φοροῦσα. αὐτὴ: Σύ. ποικίλα: Διάφορα ἱμάτια. ἱμάτια. λείπει ἱμάτια.

ὧν δʼ οὕνεκʼ: Ὧν τινῶν χάριν· τί γενήσεται; πάντα: Ἃ βούλει. πεπράξεται: Πραχθήσεται. γενήσεται. τί γενήσεσαι. ἃ βούλει γενήσεται. Θ.

ἥξει: Ἐλεύσεται. ἔλθῃ. ὥς σε: Εἰς σέ. Θ.

εἴγε μέντοι: Εἴπερ ὅμως. νὴ Δίʼ: Μὰ τόν. ἐγγυᾷ: Ἐγγύην δίδως. ὑπόσχῃ. ἀντὶ τοῦ ἔγγυον καὶ ὑπόσχεσιν δίδως. ἐγγυᾷ ἐνεργητικῶς· ἐπὶ γαμικοῦ συναλλάγματος. οἷον ἐγγυᾷ ὁ δεῖνα τῷ δεῖνι τὴν ἑαυτοῦ θυγατέρα. ἐγγυῶμαι δέ σοι παθητικῶς ἀντὶ τοῦ ὑπισχνοῦμαί σοι. ὅθεν καὶ ἐγγύη ἡ ὑπόσχεσις.

ἥξειν: Ἐλθεῖν. οἴσω: Κομίσω. τὰς χύτρας: Τὰ τζυκάλια.

μὴν: Λοιπόν.

αὗται: Αἱ χύτραι. ταῖς ἄλλαις χύτραις: Τῶν ἄλλων χυτρῶν.

ἡ γραῦς ἔπεστʼ ἀνωτάτω: Ἐν τῷ ὑπερζεῖν τὰ μαγειρευόμενα ὄσπρια. γραῦς γὰρ καλεῖται ὁ ἀφρὸς ὁ ἀνώτατος τῶν χυτρῶν, ἢ τὸ ἐπιπηγνύμενον ἐλαιῶδες τῷ ζωμῷ, ἡ ἐπιφάνεια τῆς ἀθάρης. τὸ δὲ, οὐκ ἔτι τοίνυν καὶ τὰ ἐφεξῆς ἐκ τοῦ ποιητοῦ διὰ τοῦ χοροῦ. — ἡ γραῦς: Τὸ λίπος. ἡ κοινῶς ἄθη. ὁ ἀφρός. φασὶ γὰρ ἰδιωτικῶς τὸν ἀφρὸν γραῦν διὰ τὸ λευκόν. Θ. ἤγουν ὁ ἀφρὸς διὰ τὸ λευκόν. ἔπεστʼ ἀνωτάτω: Ἐπάνω. Θ. ἐπάνω ὑπάρχει. ἡ γραῦς ἔπεστʼ: Ἤτοι ὡς ἀφρός. γραῦς λέγεται τὸ ἀφρῶδες καὶ ἐπάνω τῆς χύτρας, ὅταν ἑψημένον τι ἔχοι ἐντός. παίζει οὖν ἐνταῦθα, ὅτι τὴν γραῦν κατέπεισαν βαστάσαι τὰς χύτρας, ἧς ἄνω ἦσαν αἱ χύτραι· ἔπασχε δὲ αὕτη τὸ ἐναντίον· ἐπεὶ ἐν μὲν ταῖς ἄλλαις, φησὶ, χύτραις ὑπάρχει ἄνω ἡ γραῦς, ἢ τὸ ἀφρῶδες· ταύτης δὲ τῆς γραὸς ὑπεράνω εἰσὶν αἱ χύτραι.

τῆς γραὸς: Τῆς γυναικός. ἐπιπολλῆς: Ἐπάνω. ἐπιπολλῆς: Ἀπὸ τῆς ἐπί προθέσεως καὶ τοῦ πολλῆς γενικῆς τῶν ἑνικῶν γίνεται, καὶ ἔστιν ἐπίρρημα τοπικόν. ἔνεισιν: Ὑπάρχουσιν. ὑπάρχει.

οὐκ ἔτι: Οὐδαμῶς. τοίνυν: Λοιπόν. μέλλειν: Βραδύνειν. εἰκὸς: Ὑπάρχει πρέπον. ἀναχωρεῖν: Μεταβαίνειν. Θ.

εἰς τοὔπισθεν: Ἔμπροσθεν γὰρ Χρεμύλου καὶ τῶν ἄλλων ἵσταντο. Θ. μέρος. δεῖ: Πρέπει. κατόπιν: Ὄπισθεν. ᾄδοντας: ᾨδὴν λέγοντας. ἕπεσθαι: Ἀκολουθεῖν.