eul_wid: mlw-aj
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Commentary on Birds by Aristophanes Scholia

The Commentary on Aristophanes' Birds is an anonymous collection of ancient explanatory notes, or scholia, on the playwright's comedy. Transmitted within medieval manuscripts of Aristophanes' works, it consists of 467 discrete glosses on specific lines, offering linguistic, historical, and textual commentary. These notes represent a cumulative exegetical tradition compiled over centuries, from the Hellenistic period through Byzantine times, rather than the work of a single author. The scholia elucidate rare words, grammatical constructions, and puns; they clarify references to historical figures, mythology, and Athenian cultural practices; and they record textual variants and proposed emendations. The commentary also highlights instances of literary parody, particularly of contemporary tragedians like Euripides. The material preserves layers of scholarship from Hellenistic grammarians such as Didymus Chalcenterus, later condensed and expanded by Byzantine scribes. Its survival is intrinsically linked to the school curriculum tradition that preserved eleven Aristophanic comedies. These scholia are an indispensable tool for interpreting Old Comedy, as they preserve otherwise lost historical details and textual fragments. They were foundational for Byzantine lexicography and proved crucial for Renaissance scholars during their rediscovery of Aristophanes, continuing to inform modern critical editions and interpretations of the play's dense satirical content.

ΥΠΟΘΕΣΙΣ ΟΡΝΙΘΩΝ ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥΔύο εἰσὶν Ἀθήνηθεν ἐκκεχωρηκότες πρεσβῦται διὰ τὰς δίκας. πορεύονται δὲ πρὸς τὸν Τηρέα ἔποπα γενόμενον, πευσόμενοι παρʼ αὐτοῦ, ποία πόλις ἐστὶν εἰς κατοικισμὸν βελτίστη. χρῶνται δὲ τῆς ὁδοῦ καθηγεμόσιν ὀρνέοις, ὁ μὲν κορώνῃ, ὁ δὲ κολοιῷ. ὀνομάζονται δὲ ὁ μὲν Πεισθέταιρος, ὁ δὲ Εὐελπίδης, ὃς καὶ πρότερος ἄρχεται. ἡ σκηνὴ ἐν Ἀθήναις. τὸ δρᾶμα τοῦτο τῶν ἄγαν δυνατῶς πεποιημένων.

ΑΛΛΩΣΤῆς τῶν Ἀθηναίων πολιτείας τὸ μέγιστον ἦν κλέος αὐτόχθονας γενέσθαι, καὶ αὕτη φιλοτιμία πρώτη τὸ μηδέπω μηδεμιᾶς πόλεως φανείσης αὐτὴν πρώτην ἀναβλαστῆσαι. ἀλλὰ τῷ χρόνῳ ὑπὸ προεστώτων πονηρῶν καὶ πολιτῶν δολερῶν ἀνατέτραπτο, καὶ διωρθοῦτο πάλιν. ἐπὶ γοῦν τοῦ δεκελεικοῦ πολέμου, πονηρῶν τινων πραγμάτων ἐγχειρισθέντων, ἐπισφαλὴς γέγονεν ἡ παρʼ αὐτοῖς κατάστασις. καὶ ἐν μὲν ἄλλοις δράμασι διὰ τῆς κωμικῆς ἀδείας ἤλεγχεν Ἀριστοφάνης τοὺς κακῶς πολιτευομένους, φανερῶς μὲν οὐδαμῶς, οὐ γὰρ ἐπὶ τούτου ἦν ἐκκλησία, λεληθότως δέ, ὅσον ἀνῆκεν ἀπὸ κωμῳδίας προσκρούειν. ἐν δὲ τοῖς Ὄρνισι καὶ μέγα τι διανενόηται. ὡς γὰρ ἀδιόρθωτον νόσον ἤδη τῆς πολιτείας νοσούσης καὶ διεφθαρμένης ὑπὸ τῶν προεστώτων, ἄλλην τινὰ πολιτείαν αἰνίττεται καὶ προεστῶτας ἑτέρους, ὡσανεὶ τῶν ὄντων κακῶν καθεστώτων· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ σχῆμα ὅλον καὶ τὴν φύσιν, εἰ δέοι, συμβουλεύει μετατίθεσθαι πρὸς τὸ ἠρεμαίως βιοῦν. καὶ ἡ μὲν ἀπότασις αὕτη· τὰ δὲ κατὰ θεῶν βλάσφημα ἐπιτηδείως ᾠκονόμηται. καινῶν γάρ φησι τὴν πόλιν προσδεῖσθαι θεῶν, ἀφροντιστούντων τῆς κατοικίας Ἀθηναίων τῶν ὄντων καὶ παντελῶς ἠλλοτριωκότων ἑαυτοὺς τῆς χώρας. ἀλλʼ ὁ μὲν καθόλου σκοπὸς τοιοῦτος· ἕκαστος δὲ τῶν κατὰ μέρος οὐκ εἰκῇ, ἀλλʼ ἄντικρυς Ἀθηναίων καὶ τῶν παρʼ αὐτοῖς ἐγχειριζομένων τὰ κοινὰ ἐλέγχει τὴν φαύλην διάθεσιν, ἐπιθυμίαν ἐγκατασπείρων τοῖς ἀκούουσιν ἀπαλλαγῆναι τῆς ἐνεστώσης μοχθηρᾶς πολιτείας. ὑποτίθεται γὰρ περὶ τὸν ἀέρα πόλιν, τῆς γῆς ἁπάσης ἀπαλλάσσων, ἀλλὰ καὶ βουλὰς καὶ συνόδους ὀρνίθων, ταῖς Ἀθηναίων δυσχεραίνων. ἀλλὰ καὶ ὅσα παίζει, ἐπίσκοπον ἢ ψηφισματογράφον ἢ τοὺς λοιποὺς εἰσάγων, οὐχ ἁπλῶς, ἀλλὰ γυμνοῖ τὰς πάντων προαιρέσεις, ὡς αἰσχροκερδείας ἕνεκεν χρηματίζονται. εἶθʼ ὕστερον καὶ τοὺς θεοὺς τῶν Ἀθηναίων εἰς ἀπρονοησίαν κωμῳδεῖ. τὰ δὲ ὀνόματα τῶν γερόντων πεποίηται, ὡς εἰ πεποιθοίη ἕτερος τῷ ἑτέρῳ καὶ ἐλπίζοι ἔσεσθαι ἐν βελτίοσι. τινὲς δέ φασι τὸν ποιητὴν τὰς ἐν ταῖς τραγῳδίαις τερατολογίας ἐν μὲν ἄλλοις διελέγχειν, ἐν δὲ τοῖς νῦν τὴν τῆς Γιγαντομαχίας συμπλοκὴν ἕωλον ἀποφαίνων ὄρνισιν ἔδωκε διαφέρεσθαι πρὸς θεοὺς περὶ τῆς ἀρχῆς.

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑΕὐελπίδης. Πεισθέταιρος. θεράπων ἔποπος τροχίλος ὀνομαζόμενος. ἔποψ. ἀηδών. χορὸς ὀρνίθων. κῆρυξ. ἱερεύς. ποιητής. χρησμολόγος. γεωμέτρης. ἐπίσκοπος. ψηφισματοπώλης. ἄγγελος. ἕτερος ἄγγελος. Ἶρις. ἕτερος κῆρυξ. πατραλοίας. Κινησίας διθυραμβοποιός. πένης συκοφάντης. Προμηθεύς. Ποσειδῶν. Τριβαλλός. Ἡρακλῆς. οἰκέτης Πεισθεταίρου.

Ὄρνιθες δρᾶμα κωμικὸν Ἀριστοφάνους τοῦτο, γραμματικὸς βυζάντιειος οὗπερ Ἀριστοφάνης ἔγραψε τὴν ὑπόθεσιν, ἣ κεῖται τῷ βιβλίῳ. Τζέτζης τὸ δρᾶμα τοῦτο δε θειάζει καὶ ἐξαίρει, ὡς Λυσιστράτην, Ἀχαρνῆεῖς, Εἰρήνην τὲ καὶ ἄλλα, ἕνεκα νοῦ καὶ πλάσματος καὶ ὅσα τούτοις πᾶσιν εἰσφέρει πρὸς παραίνεσιν καὶ πόλεσι καὶ δήμοις καὶ οἰκιῶν ἑκάστῃ δε πάνυ λυσιτελοῦντα, οὐ μὴν δὲ σκῶμμα φέροντα ψευδὲς ὡς τοὺς Ἱππέας κατὰ ἀρίστου στρατηγοῦ καὶ ῥήτορος πυρπνόου· οὐδὲ καλὸν τὸ δρᾶμα μεν φησὶν ὡς τοὺς Βατράχους, ἀρχήν δʼ ἀνοικονόμητον σατυρικὴν κεκτῆσθαι θυμέλης ἀγοραίας τε, ὀστράκοις κροτουμένης, Ξανθίαν ὃς ἀνάφορον τοῖς ὤμοις ἀναφέρει καὶ ἄλλα ἄλλοις τόποις δε· ἀλλʼ ὑπεξαίρει τοῦτο καὶ τὰ ῥηθέντα δράματα, ἕνεκεν ὧν εἰρήκειν, ὡς καὶ τὴν κωμῳδίαν δε Σωκράτους, τὰς Νεφέλας, λέγει δαιμονιώτατον, ἀμίμητον ὑπάρχειν πλάσει καὶ νῷ καὶ λέξεσι καὶ εἰσβολῇ καὶ πᾶσιν, οἷς οὐσιοῦσι ῥήτορες σῶμα πυρπνόου λόγου. τὴν τῶν Ὀρνίθων λέγει γράφει δὲ ὑπόθεσιν τοιῶσδε. πολλὰ οἰκονομούμενος ὁ κωμικὸς καὶ ῥήτωρ τὸ δρᾶμα συνετάξατο τοῦτο τὸ τῶν Ὀρνίθων, πρῶτα μὲν τὸ φιλόμαχον χλευάζων Ἀθηναίων, τοὺς πρὸς ἐχθροὺς πολέμους τε καὶ μάχας πρὸς ἀλλήλους, προτρέπων πρὸς εἰρήνην τε καὶ ἡσυχίαν τούτους καὶ παραινεῖν δὲ φανερῶς αὐτοὺς οὐκ ἐξισχύων· ἦσαν γὰρ οἷοι πρὸς ὀργὴν ἀκάθεκτοι πρὸς φόνους. καὶ ἅμα λαθραιότατα σύρων καὶ Σοφοκλέα Τηρέως ἀπορνέωσιν γράψαντα καὶ τῆς Πρόκνης, φιλορνιθομανοῦντας τε τινὰς ἐξ Ἀθηναίων χῆνας, τρυγόνας, πέρδικας, ὄρτυγας καλουμένους καὶ ἄλλους ἄλλας κλήσεις δε τοῦ γένους τῶν ὀρνίθων, τινὰς καὶ πατραλοίας δε τῶν νέων ὑπηργμένους, καθάπερ οἱ ἀλέκτορες μάχονται σφῶν πατράσι, καὶ ἄλλα Ἀθηναίων δὲ μυρία ἐξελέγχων, ἀκαίρους ἀναλώσεις τε εἰς γεωμέτρας, μάντεις, εἰς ἐγκωμιογράφους τε καὶ ψηφισματογράφους, ἄλλας δαπάνας τε τινὰς εἰκαίους γινομένας. καὶ τὸ ἀειφιλόδικον τούτων ἐχθαίρων πλέον τοῦτο τὸ δρᾶμα γέγραφεν, οὗπερ ἡ πλάσις αὕτη. πλάττει τινὰ Πεισθέτερον ἅμα καὶ Εὐελπίδην μεγάλως δυσχεραίνοντας τοῖς ἀττικοῖς θορύβοις, ἥσυχον καὶ ἀπράγμονα πόλιν εὑρεῖν ζητοῦντας, καὶ βουλομένους ἀπελθεῖν εἰς ὄρνεις πρὸς Τηρέα, ὡς ἂν ἐκεῖνος δείξειε τούτοις τοιαύτην πόλιν, ᾇτε τὸ πρὶν ὢν ἄνθρωπος κατὰ τὸν Σοφοκλέα, νῦν δὲ περιιπτάμενος πᾶσαν ὡς ὄρνις χώραν. τοίῳ σκοπῷ πρὸς ὄρνιθας μέλλοντες ἀνατρέχειν ὁ Εὐελπίδης κολοιὸν τὸν ὁδηγοῦντα φέρει, κορώνην δὲ Πεισθέτερος, οἷσπερ ὁδηγηθέντες ἐκ παρακρήμνων πετρωδῶν ὀρῶν πρὸς τὸν Τηρέα περὶ τοιαύτης πόλεως ἐκεῖνον ἐρωτῶσι καὶ οἷος τίς ὑπάρχει δε ὁ βίος τῶν ὀρνέων· ὡς ἄνευ βαλαντίου δε ἤκουσαν ζῆν τοὺς ὄρνεις σισύμβρια ἐσθίοντας, μύρτα καὶ τὰ τοιαῦτα, ἡσθέντες τῇ ἀπράγμονι διατριβῇ τῇ τούτων καί γε συγκαταινέσαντες τὸν μετʼ ὀρνέων βίον, σύμβουλοι γίνονται Τηρεῖ πόλιν ἀέρι κτίσαι. ὡς τῇ βουλῇ δὲ σύγκλητοι πάντες οἱ ὄρνεις ἦλθον, τοὺς μὲν ἀνθρώπους ὡς ἐχθροὺς ἔμελλον πρῶτον κτείνειν· τοῦ τούτων δὲ βουλεύματος ἀκούσαντες ὑστέρως, ὡς ἦσαν πρῴην βασιλεῖς θεῶν τε καὶ ἀνθρώπων καὶ ἀρχαιότεροι Διὸς καὶ Κρόνου καὶ τῆς Γῆς δε, ἐξέστησαν τοῦ ἄρχειν δε οἰκείᾳ ῥᾳθυμίᾳ, εὐθὺς ἀνεπτερώθησαν πάλιν λαβεῖν τὸ κράτος. καὶ πόλιν πρῶτα κτίζουσιν ἐν μέσῳ τῷ ἀέρι μεγάλην καὶ περίβλεπτον, Νεφελοκοκκυγίαν· εἶτα κήρυκα στέλλουσι κάτω πρὸς τοὺς ἀνθρώπους ὄρνισι θύειν λέγοντα, μηκέτι τοῖς θεοῖς δε. μή πω καλῶς τῆς πόλεως ταύτης ἐξειργασμένης εὐθὺς ὑμνῶν τίς ποιητὴς ἀνέδραμεν ἐκείνην καὶ χρησμολόγος μετʼ αὐτόν, εἶτα καὶ γεωμέτρης καὶ μετʼ αὐτὸν ἐπίσκοπος καὶ ψηφισματογράφος καὶ ὅσα ὀχληρότατα ταῖς πόλεσιν ὑπάρχει. εἶτα ὁ κῆρυξ ἄνεισιν ὁ προσταλεὶς ἀνθρώποις χρυσῷ στεφάνῳ στεφανῶν Πεισθέτερον ἐκ τούτων εἰς μετοικίαν λέγων τε πλείονας ἢ μυρίους ἐκ γῆς ἀνθρώπων ἀνελθεῖν καὶ πρὸς τὴν πόλιν μέλλειν· «καὶ τούτους δεῖ φροντίσαι σε πτερῶσαι κατʼ ἀξίαν.» καὶ ὃς τοὺς συκοφάντας μεν πτεροῖ πληγαῖς μαστίγων, τοὺς πατραλοίας νέους δε πτεροῖ ταῖς νουθεσίαις· εἶτα δὲ ὡς ἀλέκτορας ἐκείνους καθοπλίζει ἀντὶ πτερῶν ἀσπίδι μεν, ἀντὶ τοῦ ῥάμφους ξίφει καὶ περικεφαλαίᾳ δε ἀντʼ ἀλεκτόρων λόφου· οὕτω πτερώσας καὶ αὐτοὺς στρατεύεσθαι κελεύει καὶ ζῆν ἐκ τούτου καὶ γονεῖς πατροτυπτεῖν μὴ θέλειν. ἐξ οὐρανοῦ μετέπειτα κάτεισι καὶ Ἑρμῆς δε δηλῶν τῷ Πεισθετέρῳ μεν, ὅτι ὁ Ζεὺς λιμώττει σὺν γένει σύμπαντι θεῶν τῆς πόλεως κτισθείσης· «οὐδεὶς ἡμῖν γὰρ τοῖς θεοῖς ἔτι ἀνθρώπων θύει, καὶ νῦν πεινῶσιν οἱ θεοί, μέλλουσι πρέσβεις στέλλειν. ἄλλως ὑμεῖς δε τοῖς θεοῖς ἔνσπονδοι μὴ φανῆτε, εἰ Ζεὺς μὴ δῷ τοῖς ὄρνισι σκῆπτρον καὶ Βασιλείαν.» μετὰ τοὺς λόγους τοῦ Ἑρμοῦ ἱκνοῦνται καὶ οἱ πρέσβεις, ὁ Ποσειδῶν καὶ Ἡρακλῆς καὶ Τριβαλλὸς θεός τις· καὶ ἄλλως ὁ Πεισθέτερος οὐ σπένδονται καὶ ὄρνεις, ἕως οἱ πρέσβεις τῶν θεῶν ὑπέσχοντο τὸν Δία αὐτοῖς δοῦναι τοῖς ὄρνισι σκῆπτρον καὶ Βασιλείαν. ὁ νοῦς οὗτος τοῦ δράματος· τὰ πρόσωπα δʼ ὑπάρχει αὐτὸς ὁ Εὐελπίδης τε μετὰ τοῦ Πεισθετέρου, θεράπων ὁ τοῦ ἔποπος, ἔποψ ὁ καὶ Τηρεύς δε, χορὸς ὀρνίθων, ποιητής, καὶ ἱερεὺς σὺν τούτοις, καὶ χρησμολόγος σὺν αὐτοῖς, ἀλλὰ καὶ γεωμέτρης, ἐπίσκοπος, συνάμα δε καὶ ψηφισματογράφος, Ἶρις θεῶν ἡ ἄγγελος καὶ ἡμιχόριόν δε καὶ ἄγγελος καὶ κῆρυξ δε καὶ νέος πατραλοίας καὶ συκοφάντης πένης τις καὶ Προμηθεὺς καὶ πρέσβεις, ὁ Ποσειδῶν καὶ Ἡρακλῆς, θεὸς ὁ Τριβαλλός τε. πρόσωπα εἴκοσι καὶ ἓν ταῦτα κατὰ τὸν Τζέτζην· ἄλλοι δὲ ὀκτωκαίδεκα φασὶ καὶ πεφυρμένως. ἡ μὲν σκηνὴ τοῦ δράματος ἐστὶν ἐν ταῖς Ἀθήναις, κατʼ ἄλλους δὲ ἐν ὄρεσι καὶ πέτραις καὶ ὀρνέοις, οἷς καὶ ὁ Τζέτζης συναινεῖ, τῶν δʼ ἄλλων ἀποτρέχει.

Βυζάντιος ὄνομα κύριον ι, καὶ βυζάντιον τὸ νόμισμα λατινῶς καὶ Βυζάντιον ἑλληνικῶς τὸ ὑποκοριστικόν. Βυζάντειος δὲ ὁ ἐκ Βυζαντείου, καὶ βυζάντειον ἄστυ, καὶ ἄνευ τοῦ «ἄστυ» Βυζάντειον, ἡ πόλις, δίφθογγον. οὐ γὰρ ἡ τοσήδε καὶ τοιάδε πόλις Βυζαντίδιόν ἐστιν.

Ἀχαρνῆς, ἱππῆς, βασιλῆς ἀττικῶς ἦτα, καὶ πάντα τὰ ὅμοια. οἱ Ἡρακλεῖς δέ, Δημοσθένεις καὶ Ἀντισθένεις, καὶ ὅσαι τοιαῦται κύριαι κλήσεις, διὰ διφθόγγου ἐκφέρονται τῆς γραφῆς.

στρατηγοῦ τοῦ Κλέωνος.

ἐχθαίρων φαυλίζων.

κελεύεις κτλ. ὁ τὸν κολοιὸν κρατῶν πρὸς τὸν κολοιόν φησιν.

πεποίηται τὰ ὀνόματα τῶν πρεσβυτέρων τὸ μὲν παρὰ τὸ «πείθεσθαι», τὸ δὲ παρὰ τὸ «εὖ» ἔχειν τὰς «ἐλπίδας».

διαρραγείης πρὸς τὴν κορώνην.

ἥδε ἡ κορώνη.

πλανύττομεν πλανώμεθα.

ἄλλως μάτην.

τὴν ... προφορουμένω δεῦρο κἀκεῖσε· ἀπὸ μεταφορᾶς τοῦ στήμονος.

πλεῖν πλέον ἀττικῶς.

ἀποσποδῆσαι ἀποκροῦσαι, ἀφανίσαι.

ἐντευθενὶ εἰρωνεία.

τοῦτον ὡς ξένον διαβάλλουσι καὶ πλάνον τὰς ὁδοὺς γινώσκειν· οἱ γὰρ ξένοι μᾶλλον ἴσασι τὰς ὁδούς.

σὺ μὲν κτλ. παίζων φησί· τουτέστι τὴν εἰς τὸ «οἴμοι» ὁδὸν βάδιζε.

τὸν μὲν Θαρρελείδου διασύρει τοῦτον ὡς μικρὸν τῷ σώματι.

βρύκουσʼ παρὰ τὴν βοράν· οἱονεὶ βορύκουσα.

ἐς κόρακας ἐλθεῖν παίζει, ἐπεὶ εἰς τὰ ὄρνεα βούλονται ἐλθεῖν.

ἐν λόγῳ ἐν τῇ ὑποθέσει.

Σάκας ὁ Ἀκέστωρ· οὗτος τραγωδίας ποιητής· ἐκαλεῖτο δὲ Σάκας διὰ τὸ ξένος εἶναι· Σάκες γὰρ ἔθνος θρᾳκικόν.

ἀπὸ μεταφορᾶς τῶν ὀρνέων· καὶ τὸ «ἀμφοῖν ποδοῖν» ἐκ τῶν ὀρνέων· ἀμφοῖν πτεροῖν.

μεγάλην διασύρει τὸ φιλόδικον καὶ τὴν συκοφαντίαν.

ἢ ἵνα θύσωσιν, ὅπου μέλλωσιν οἰκῆσαι· ἢ πρὸς ἀποσόβησιν τῶν ὀρνέων. ἀντὶ ὅπλου μὲν τὸ κανοῦν, ἀντὶ περικεφαλαίας δὲ τὴν χύτραν, τὰς μυρρίνας δὲ πρὸς ἄμυναν.

ἀπράγμονα ἀτάραχον.

καθιδρυθέντε κτίσαντες.

ὁ δὲ στόλος καὶ ἡ πορεία.

ὄρνεα ἀλλʼ εἰσὶν δηλονότι.

τί δεινόν.

με εἰς.

κόπτειν ἐν τῷ.

οὕτω ʼστι δεινόν πρᾶγμα· οἱ ὀρνιθοθῆραι.

οὐδὲ κάλλιον λέγειν οὐδὲ λέγειν σε τοῦτο κάλλιόν ἐστιν, ὅτι ἐσμὲν ὀρνιθοθῆραι.

ὑποδεδιὼς ἔπλασε τὸ ὄνομα· λιβυκὸν δέ, ἐπεὶ οἱ Λίβυες βάρβαροι καὶ δειλοί· ἢ ἐπεὶ πολύορνις ἡ Λιβύη.

καὶ μὴν ... ποδῶν διότι ἀπεπάτησεν ὡς ὄρνεον.

ἐπικεχοδὼς καὶ τοῦτο ὡς ὄρνιθος ἔπαιξε διὰ τὸ φαίνεσθαι αὐτὸ τὸ σκῶρ.

ἀλλὰ ... θηρίον δέον εἰπεῖν «ὄρνις»· πρὸς τὸ τεράστιον δὲ εἶπε «θηρίον».

ἡττήθης ἐπεὶ ὁ ἡττηθεὶς ἀλεκτρυὼν ἀκολουθεῖ τῷ νενικηκότι.

φαληρικὰς Φαληρεὺς λιμὴν τῆς Ἀττικῆς.

ἔτνους ἀθάρας.

τορύνης τὸ κινητήριον τῆς χύτρας.

σέρφος σκωληκῶδες ζωΰφιον ἢ μυρμηκῶδες· ταῦτα νέμονται τὰ ὄρνεα.

σφῶϊν ἡμῶν.

κακῶς πρὸς τὸν θεράποντα τοῦ ἔποπος λέγει εἰσελθόντα καὶ κεχηνότα.

ἄνοιγε τὴν ὕλην «τὴν πύλην»· ἢ δέον εἰπεῖν «τὴν θύραν»· ἀλλʼ ἐπεὶ ἐν ὕλαις οἱ ὄρνεις.

ἤξασιν παρεγένοντο.

ἐν γὰρ τῷ Τηρεῖ Σοφοκλῆς ἐποίησεν αὐτὸν ἀπωρνιθώμενον καὶ τὴν Πρόκνην.

πότερον ... ταώς ἔπαιξε δέον εἰπεῖν «ἄνθρωπος».

ἢ τὸ γενικὸν εἰπών, εἶτα ἐπήγαγε τὸ εἰδικόν.

ἐξερρύηκε παρόσον ἄνθρωπος ἐλήλυθε μὴ ἔχων πτερὰ πλὴν τῆς κεφαλῆς.

ὅθεν ἀφʼ οὗ.

μῶν ἡλιαστά δικαστήριον ἐν Ἀθήναις.

Ἀθήναις οὕτω δὲ ἐκλήθη διὰ τὸ ἐν ὑπαίθρῳ εἶναι.

ἀπηλιασταί φιλόδικοι.

ὀλίγον ... λάβῃ παρόσον οἱ ἀγροικικοὶ μισόδικοι.

ξυγγενέσθαι συνομιλῆσαι.

διὰ τὸ τραχύ· ἢ ἀπό τινος βασιλέως Κραναοῦ.

προσφορωτέραν λυσιτελεστέραν.

ἀριστοκρατεῖσθαι καὶ ἔχειν ἀρίστους δημαγωγούς.

τὸν Σκελλίου υἱόν· διότι ἐλέγετο Ἀριστοκράτης.

ὅπως θέλησον.

ἑστιᾶν εὐτρεπίζειν.

ταλαιπώρων γε πραγμάτων τρυφηλῶν, καλῶν πραγμάτων.

ὦ λαμπρέ, ἀπὸ βαλανείων κεκαλλωπισμένε.

οὐ προσηγάγου πρὸς ἑαυτόν.

οὐκ ὠρχιπέδησας οὐ τῶν ὄρχεων ἥψω.

ὦ δειλακρίων κατʼ ἄκρας δειλέ.

τῶν κακῶν τρυφηλῶν.

ἀνακύψεται ἀνακύψει.

ἕωθεν ἤγουν εἰς κρίσιν. δύο ἦσαν νῆες παρὰ τοῖς Ἀθηναίοις ὑπηρέτιδες, Πάραλος καὶ ἡ Σαλαμινία· ὧν ἡ Σαλαμινία τοὺς ἐρχομένους εἰς κρίσιν ἦγεν, ἡ δὲ Πάραλος ...

ἐξ ἀκοῆς μαθών.

Μελάνθιος ὁ τραγικὸς κωμῳδεῖται λεπρὸς καὶ κακοπράγμων.

χρὴ κατοικεῖν ὑμᾶς.

ἄχαρις ἀχαρίτωτος.

συνοίκησιν· ἀπὸ μεταφορᾶς τῶν εὐυφῶν ἱματίων τῶν ὑπουργούντων εἰς τρίψιν καὶ φόρεσιν πολλοῦ χρόνου.

ἀφεῖλες ἀπέκοψας.

κιβδηλίαν τὸν ἐκ τοῦ ἀργυρίου ῥῦπον· διότι δὲ καὶ τὰ νομίσματα κίβδηλα λέγεται. κίβδηλον κυρίως τὸ ὑπὸ κιὸς δεδηλημένον.

λευκὰ σήσαμα φύλλα ἐρυθρά, οἷς στεφανοῦνται οἱ νυμφίοι.

φεῦ φεῦ θαυμαστικόν.

ὅ τι εἰς.

ὡς ὅτι.

τοὺς πετομένους ἢν ἔρῃ ἢ περὶ τῶν πετομένων.

ὁ Τελέας διασύρει τὸν Τελέαν.

ταδί ταῦτα.

πετόμενος ἐρώτησις.

μωμᾷ ψέγεις.

περίαγε τὸν τράχηλον ἔνθεν κἀκεῖθεν, ὡς καὶ τὰ ἐν κύκλῳ ἰδεῖν.

ἀπολαύσομαι ὠφεληθῶ.

πόλος πόλον οἱ παλαιοὶ οὐχ ὡς οἱ νεώτεροι σημεῖόν τι καὶ πέρας ἅλωνος, ἀλλὰ τὸ περιέχον ἅπαν.

παρνόπων εὐχείρωτοι οἱ πάρνοπες· ἔστιν εἶδος ἀκρίδων ἢ κωνώπων.

ἐν τοῖς Πελοπονησιακοῖς Νικίαν πέμψαντες Ἀθηναῖοι κατὰ πάντων Μηλιέων ἐπὶ τοσοῦτον ἐπολιόρκησαν αὐτούς, ὥστε λιμῷ διαφθεῖραι· διὰ τὸ ἀποστῆναι αὐτῶν πρῴην ὑποτελῆ οὖσαν.

πολέμιοι ἦσαν οἱ Βοιωτοὶ τοῖς Ἀθηναίοις συμβάλλοντες Λακεδαιμονίοις διὰ Δεκέλειαν μαχόμενοι· ὅτε οὖν θέλουσιν Ἀθηναῖοι εἰς Πυθὼ ἀπελθεῖν, δηλοῦσι Βοιωτοῖς παρακαλοῦντες ὑποχωρεῖν τῆς ὁδοῦ.

ἄλλως: τινές φασι μεταξὺ Πυθοῦς καὶ Ἀττικῆς εἶναι τὴν Βοιωτίαν, καὶ οὐχ οἷόν τε ἀπελθεῖν Ἀθηναίους εἰς Πυθώ, εἰ μὴ παρέλθωσι Βοιωτίαν. παίζει δέ· μόνον γὰρ τότε δίοδον ζητοῦσιν, ὅταν στράτευμα διάγῃ, ὅταν δὲ ὀλίγοι καὶ εἰρηνικοί, οὐκέτι.

διαφορήσεται διαπέμψεται.

νεφέλη εἶδος δικτύου θηρατικοῦ. οὕτω δὲ τὰ προστυχόντα ὤμνυον.

ἀνθρώπων γράφεται «ὀρνίθων».

σύννομε σύμβιε.

λῦσον ᾆσον.

ἐμὸν καὶ σὸν λείπει παῖδα.

ξουθῆς λεπτῆς, ἁπαλῆς, ὑγρᾶς· πυρρᾶς, ξανθῆς.

χωρεῖ ὁρμήσει.

ἐλέγοις θρήνοις.

οἷον καὶ πῶς· θαυμαστικόν.

μιμούμενος τὴν φωνὴν τῶν ὀρνέων προσκαλεῖται αὐτά.

κοτινοτράγα τὰ ἐσθίοντα κότινον ἤγουν τὸν κάρπον τῆς ἀγριελαίας.

μιμεῖται ἑκάστου γένους ὀρνέου φωνήν.

ἑλώδεις τόπους.

ζῷόν ἐστιν ὕδασι γινόμενον ὅμοιον τῷ κώνωπι, μεῖζον δὲ τῇ περιοχῇ, κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον.

κάπτεθʼ ἐσθίετε.

πτεροποίκιλος ἔχων.

ἀτταγᾶς τὰ γὰρ λιμνώδη καὶ λεῖα χωρία καταβόσκεται ὁ ἀτταγᾶς.

νεώτερα πράγματα.

ταναοδείρων τὸ μερικὸν ἐπὶ πάντων ἔταξεν· οὐδὲ γὰρ πάντα ταναόδειρα τὰ ὄρνεα.

δριμὺς συνετός, ὀξύς.

καινὸς γνώμην οἷον νέαν γνώμην ἐξηγούμενος.

κικκαβαῦ κικκαβαῦ τὰς γλαῦκας οὕτω φωνεῖν λέγουσιν· ἕτεροι δὲ λέγουσι τὰς χαλκίδας ἢ ἕτερα.

ἄλλως μάτην.

χαραδριὸν ἐπεὶ αἱ χαράδραι τρόπον τινὰ διὰ τῶν ῥευμάτων μελῳδίας ποιοῦνται· ἢ ὁ χαραδριὸς ζῷον μεταβαλλόμενον εἰς τὰ προκείμενα. «ἐπῷζεν» ἐστὶ τὸ ἐπὶ τοῖς ᾠοῖς καθῆσθαι.

τοροτὶγξ τοροτὶγξ ἢ ζῴου τινὸς ἢ τοῦ ἔποπος.

οὗτος ὁ ἔποψ.

παρὰ τὴν «φοίνικος» γενικὴν «φοινικόεις» ἐν ὑπερθέσει καὶ «φοινικοῦς».

φοινικοῦς ἐν συναιρέσει· πυρρός.

ἔξεδρον ἀλλοδαπός.

χώραν ἡ ἀρχὴ ἐκ τοῦ Σοφοκλέους.

ὁ κομπώδης· τοιοῦτοι γὰρ οἱ μάντεις· ἄτοπος δὲ διὰ τὸ τερατῶδες.

εἶτα πῶς ὡς τῶν Μήδων ἐπὶ πολὺ ἐπὶ καμήλων ὀχουμένων.

Φιλοκλέους ἐκ τοῦ καὶ ἔποπος.

αἵ ... προσεκτίλλουσιν διασύρει τὸν Καλλίαν ὡς λάγνον.

κατωφαγᾶς ὄρνεον ὀρύσσον τὰ σπέρματα.

ἀπέβαλε τὸν λόφον ῥίψασπις γὰρ ἦν.

ἢ ἐπεὶ οἱ διαυλοδρομοῦντες εἶχον λόφον ἐπὶ τῆς κεφαλῆς.

ὁ ἄρσην ἀλκυὼν κειρύλος λέγεται· ἐν δὲ ταῖς συνουσίαις ἀποθνῄσκει. ὁ δὲ Σποργίλος κουρεὺς ἦν· διαβάλλει δὲ τοῦτον ὡς εὐτελῆ.

Ἀντίγονος· τοὺς ἄρρενας τῶν ἀλκυόνων, οὓς γηράσκοντας αἱ θήλειαι βαστάζουσι τοῖς πτεροῖς. μήποτε δὲ παρὰ τὸ «κείρειν» ἐσχημάτισε τὸν Σποργίλον· κουρεὺς γὰρ ἦν. μνημονεύει δὲ αὐτοῦ καὶ Πλάτων ἐν Σοφισταῖς τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος.

Σποργίλος κουρέα εἶχον τοῦτον.

τίς γλαῦκα: διότι εἰσὶ πολλαὶ γλαῦκες εἰς τὰς Ἀθήνας· οὐ μόνον γὰρ ζῷα, ἀλλὰ καὶ εἰς τὰ νομίσματα ἐντετυπωμέναι. ἔστι δὲ παροιμία ἐπὶ τῶν μάτην ἐπισωρευόντων τινὰ τοῖς προσυπάρχουσιν, οἷον εἴ τις ἐν Αἰγύπτῳ σῖτον ἀπάγει ἢ ἐν Κιλικίᾳ κρόκον.

τῶν κοψίχων τῶν κοπτόντων διὰ τησρ.

πρὸς ἐμὲ φίλον ἀπὸ κοινοῦ τὸ «παρεῖναι».

κοινὸν κοινωφελῆ, τουτέστιν ἀληθῆ καὶ σφαλῆναι μὴ δυνάμενον.

λεπτὼ λεπτοὶ εἰς τὸ λογίσασθαι.

ποῦ διαταράττονται ἀκηκοότες παρεῖναι· ὑποπτεύουσι γὰρ αὐτοὺς ὀρνιθοθήρας.

ἥκετον στέλεχος καὶ ῥίζαν καὶ ὑπόθεσιν μεγάλην πράγματος, ὅ ἐστι χρήσιμόν τι, εἰσηγούμενοι.

διαφορηθῆναι διασπασθῆναι.

ἐκκοπῇ ἐκβληθῇ.

ῥύγχει στόματι.

ἐπαγέτω ... κέρας προηγείσθω ὡς ἐπὶ πολέμου.

διαφορηθῶ διασπασθῶ.

γλαὺξ διὰ τὸ ἀττικὸν εἶναι τὸ ζῷον· Ἀττικοὶ δὲ καὶ αὐτοί.

ὀξύβαφον σκεῦος μεῖζον τρυβλίου.

ὑπερακοντίζεις φρονιμώτατα γὰρ ὁ Νικίας καὶ λιμῷ, πεμφθεὶς ὑπὸ Ἀθηναίων, Μηλίους ἀνεῖλεν.

ἐλελεῦ ἐπίφθεγμα πολεμικόν· οἱ προσιόντες γὰρ εἰς πόλεμον ἐφώνουν τὸ «ἐλελεῦ» μετά τινος ἐμμελοῦς κινήσεως.

φεισόμεθα γάρ αʹ τι τῶνδε εʹ μᾶλλον γʹ ἡμεῖς βʹ ἢ λύκων. δʹ

οἵ γʼ οὗτοι.

αὐτίχʼ τὸ «αὐτίκα» ὡς ἐν παραδείγματι.

τὸ ἑξῆς· ἔστι χρήσιμον τὸ ἀκοῦσαι ἡμᾶς αὐτῶν, ἐφʼ ὅτῳ ἐληλύθασιν.

εἴξασιν ἐοίκασιν.

ἐπὶ σκέλος ὑπαναχώρει.

τῷ τε τρυβλίῳ σύν.

οὐ φευκτέον οὔτε φεύγειν οὔτε ἀπαρασκευάστους δέον εἶναι ἡμᾶς.

ἐν Ὀρνεαῖς τόπος, εἰς ὃν ἐγένετο πόλεμος Λακεδαιμονίων καὶ Ἀργείων.

κατάθου ῥίψον.

παρὰ τὴν ὀργὴν παρὰ τὸ ὁμηρικὸν «ἀσπίσι κεκλιμένοι».

κἀναπυθώ καὶ κατὰ δεύτερον ἐρώτησον.

ἐπίνοιαν λογισμόν.

ἔποψ ... καλῶ ὦ· στρατιωτικόν.

τύχη σύμβαμα.

κομίζει φέρει.

καὶ ... πᾶν εἰς τὸ πᾶν τῆς ζωῆς.

ἄπιστα θαυμαστά.

ὁρᾷ τί φαίνεται.

ὅτῳ καὶ ᾧτινι.

ἔχειν δύνασθαι.

ὄλβον εὐδαιμονίαν.

πιστόν πιθανόν.

ὡς ὅτι.

τὸ ... κεῖσε ἤγουν ὁ οὐρανὸς καὶ ἡ γῆ.

δεῦρο νῦν.

προσβιβᾷ ἤγουν πείθει καὶ βεβαιοῖ· ἢ ἀντὶ τοῦ «ἐφαρμόζει», «συμβιβάζει».

ἄφατον ὡς ἄφατον, φησί, καὶ μέγιστον φρονῶν ταῦτα λέγει.

πυκνότατον ἤγουν φρόνησις· ἀπὸ κοινοῦ τὸ «ἔνεστι».

κίναδος τό.

κύρμα ἐπιτυχία.

τρίμμα ἐμπειρία.

παιπάλημʼ λεπτὸν ἄλευρον.

κέλευέ μοι λέγειν αὐτῷ λέγειν.

κλύων ἐγώ.

ἀνεπτέρωμαι μετεωρίζομαι.

ἰπνὸς ἡ κάμινος· καταχρηστικῶς δὲ ἡ ἐσχάρα. ἐπιστάτη δὲ θηλυκῶς χαλκοῦς τρίπους χυτρόποδος ἐκτελῶν χρείαν· οἱ δὲ πήλινον Ἥφαιστον πρὸς ταῖς ἑστίαις ἱδρύμενον ὡς ἔφορον τοῦ πυρός· ἔνιοι δὲ ξύλον ἐπίμηκες πεπασσαλωμένον, εἰς ὅπερ ἐξαρτῶσι τὰ μαγειρικὰ σκεύη.

τάδʼ ἐκεῖνα.

διάθωνταί διαθήκην ποιήσωσιν.

διατίθεμʼ διαθήκην ποιῶ.

ὄμνυμʼ εὔχομαι.

ταῦτα ὁ ποιητής· εἰ μὴ πάντας νικήσω, τέως ἐν ἑνὶ κριτῇ ἤγουν ἔλαττόν τι.

εἰ δὲ παραβαίην εἰ μὴ πάντας νικήσω.

ἀνελομένους ὡς τῶν πολεμίων σπεισαμένων ὁ κῆρυξ εἰρήνην κηρύσσει.

ἔθος ἦν τοὺς ταξιάρχας διὰ κήρυκος ἀπαγγέλλειν τοῖς στρατιώταις τὰ δεδογμένα.

ἐν τοῖς πινακίοις προγράμμασιν· ἐν τοῖς νόμοις.

παρορᾷς παρεπινοεῖς ἢ εὑρίσκεις.

παραλειπομένην ... φρενὸς ἣν ἡμεῖς οὐ νοοῦμεν.

πρὸ καταγνώσεως οὐ παρασπονδήσομεν.

προπεφύραται ηὐτρέπισται.

προπεφύραται ἡ μεταφορὰ ἀπὸ τῶν τὰ ἄλευρα φυρόντων, εἶτα μάζας ποιούντων.

παίζει ὥσπερ ἐπὶ δείπνου λέγων, καίτοι λόγῳ μέλλων αὐτοὺς εὐωχεῖν.

τοῖς γὰρ εὐωχουμένοις περιέκειντο οἱ στέφανοι καταψύχοντες τὸ κρανίον ἀπὸ τῆς οἴνου θέρμης.

διαμάττειν μαλάσσειν.

πολλῇ τῇ τροπῇ ἐπέμεινε τῆς εὐωχίας· ὡς ἐπὶ βοὸς δὲ τοῦτό φησιν, ὡς ἐν Λαρίσσῃ μεγάλων βοῶν γινομένων· ἔστι δὲ πόλις Θεσπρωτίας. ἢ λαρινὸν τὸ λιπαρόν· λέγονται γὰρ βόες λαρινοὶ οἱ λιπαροὶ ἢ μεγάλοι, ἀπὸ Λαρινοῦ τινος νομέως εὐμεγέθους· νέμονται δὲ τὴν Ἤπειρον οὖσαι τῶν Γηρυόνου βοῶν ἀπόγονοι.

κατορύξαι ἀρχῆς τὸ τέλος.

διαβάσκει διέρχεται.

τὴν κυρβασίαν τὴν τιάραν, τὸν λόφον.

τοῖς μὲν γὰρ ἄλλοις ἔθος καὶ ἐπτυγμένην καὶ προβάλλουσαν εἰς τὸ μέτωπον ἔχειν, τοῖς δὲ βασιλεῦσιν ὀρθήν.

ὑπὸ κοκκύζειν δέ, ὅταν παρʼ ἑαυτῷ μετὰ νίκην τῆς μάχης ᾄσῃ.

ἀλφιταμοιβοὶ οἱ ἔμποροι.

τορνευτασπιδολυροπηγοί ποιοῦντες τὰς λύρας καὶ τὰς ἀσπίδας.

ἐς ὅτι τὴν δεκάτην εἱστίων ἐπὶ τοῖς γεννηθεῖσι καὶ ἐν αὐτῇ τὰ ὀνόματα ἐτίθεντο τοῖς παισίν.

καὶ κάθευδον ἤγουν εἰς ἀρχὴν δείπνου.

Ἀλιμουντάδε δῆμος τῆς Λεοντίδος φυλῆς.

κἀγὼ ἀφείλετο· κυρίως δὲ ἐπὶ τῶν γάλα ἀμελγόντων ἢ κηρίων.

προκυλινδεῖσθαι ἔαρος ἀρχομένου ἴκτινος φαίνεται εἰς τὴν Ἑλλάδα, ἐφʼ ᾧ ἡδόμενοι κυλίνδονται.

κατεβρόχθισα κατέπιον.

κενὸν ἀπῆλθε γὰρ εἰς τὸ ὠνήσασθαι χρειώδη τινά.

τοῦτʼ ἔστι παροιμία παρὰ Φοίνιξι «κόκκυ ψωλοὶ πεδίονδε», ἀντὶ τοῦ «κόκκυγος κράζοντος τὸ πεδίον θερίζομεν».

οὐκ ᾔδη οὐκ ᾔδειν ἀττικῶς.

θυγάτηρ ἡ Ἀθηνᾶ.

Λάμπων Ῥαδάμανθυς γὰρ δικαιότατος ἀνθρώπων γενόμενος πρῶτος ἐκώλυσε μηδένα ἀνθρώπων ὅρκους ποιεῖσθαι κατὰ θεῶν, ἀλλʼ ὀμνύναι κελεῦσαι χῆνα καὶ κύνα καὶ κριόν. ὁ δὲ Λάμπων θύτης ἦν, χρησμολόγος καὶ μάντις· ὤμνυε δὲ κατὰ χηνὸς ὡς μαντικοῦ.

Μανᾶς δούλους.

παγίδας ... ἕρκη εἶδος δικτύου, ὃ χρίουσιν ἰξῷ.

πηκτάς εἶδος δικτύου.

βλιμάζοντες Καλλίστρατος· ἀντὶ τοῦ ψηλαφᾶν· κυρίως δὲ βλιμάζειν τὸ τοῦ ὑπογαστρίου καὶ τοῦ στήθους ἅπτεσθαι. Δίδυμος δὲ ἀντὶ τοῦ «κρατοῦντες»· ἀποτίλλουσι γὰρ καὶ κατεσθίουσιν.

ἐπιβάλλουσι συντρίψαντες· παρὰ τὸ κναίειν τὸ διαφθείρειν.

σίλφιον τὸ σίλφιον ῥίζα ἡδύοσμος πρὸς τὸ ἄρτυμα, ὅπερ ἐν Λιβύῃ γίνεται· θεραπεύει δὲ πολλά· ἔστι δὲ πολυτίμητον.

ζωμόν, παρὰ τὸ χέεσθαι· γλυκὺ δὲ μέλιτι δεδευμένον.

ὥσπερ κατὰ ἐναλλαγὴν ἀντὶ τοῦ νεκριμαίων, ὡς τῶν θνησιμαίων κρεῶν ποικιλοτέρας ἀρτύσεως δεομένων. ἢ κενέβρια ἐκάλουν τὰ θνησιμαῖα.

πολὺ δὴ χαλεπωτάτους λυπηρούς· χαλέψαι δυναμένους.

ὡς λίαν.

καταβοῶσι τῶν πατέρων ὡς ἀπολυσάντων τὴν βασιλείαν.

κάκην ταλαιπωρίαν.

ἀναθεὶς ἀνατίθημι.

τά τε ... κἀμαυτὸν ὡσεὶ εἶπεν· ἐμὲ καὶ τὰ τέκνα μου ἀνατίθημί σοι ὥστε διοικεῖν.

εἶναι μίαν ὀφείλετε πόλιν ἔχειν.

γῆς καὶ οὐρανοῦ.

καὶ ἡ Βαβυλὼν δὲ ἀπὸ πλίνθων ὀπτῶν ἐκτίσθη καὶ ἀντὶ τοῦ γύψου ἀσφάλτῳ συνεδέθη· ἡ Σεμίραμις δὲ αὐτὴν ἔκτισεν.

φῇ συγκατατεθῇ, συγκατανεύσῃ.

γνωσιμαχήσῃ διαλέξεται, λογοτριβήσῃ.

ἱερὸν μέγαν.

πρωυδᾶν προλέγειν.

ἀπειπεῖν ἀπαγορεῦσαι.

Ἀλόπη Κερκύονος θυγάτηρ· ηὔξησε δὲ τὴν διαβολὴν διὰ τοῦ πληθυντικοῦ.

τὸ λοιπὸν πρὸ τῶν θεῶν.

προσνείμασθαι παρασχεῖν.

φαληρὶς ὄρνεον λιμναῖον εὐπρεπές.

νήττῃ ... καθαγίζειν ἐπεὶ ἔνυδρον τὸ ζῷον.

διὰ τὴν ἀδδηφαγίαν τοῦ Ἡρακλέους εἶπε τὸν λάρον.

διὰ τὰς μοιχείας τοῦ Διὸς εἶπε τὸν ὀρχίλον.

σέρφον ἐνόρχην λέγεται καὶ κριὸς ὁ σέρφος.

οἳ πετόμεσθα παρέμπτωσις.

πτέρυξ λέγεται τὸ ὅλον, πτερὺξ δὲ τὸ ἄκρον.

Ἶριν ἄγγελος τῶν θεῶν.

ἀνακάψαι φαγεῖν.

μετρείτω παρεχέτω.

μὰ Δίʼ διδόναι πυρούς.

καταροῦσι ἀροτριοῦσι.

ἀποδῶμαι πωλήσω.

κνῖπες εἶδος ζωϋφίων μικρῶν.

ἀναλέξει συνάξει.

κερδαλέας ἐπικερδεῖς.

κατεροῦσι ἀκριβῶς.

τῶν ναυκλήρων ἀπό.

ἔσται γενήσεται.

γαῦλον γαῦλος φοινικικὸν πλοιάριον.

κτῶμαι ἀγοράζω.

παροιμία· «οὐδείς με θεωρεῖ πλὴν ὁ παριπτάμενος ὄρνις.» ἢ ἄλλως: «οὐδεὶς οἶδε, τί ὡμίλησα, πλήν γε εἴ τις ὄρνις.» ἐλέγετο δὲ ἐπὶ τῶν ἀποκρύφων.

ἐπεὶ ἐν ὑδρίαις ἔκειντο οἱ θησαυροί, τὰ λεγόμενα παρʼ ἡμῖν θησαυράρια.

ἀτεχνῶς ἀληθῶς.

εἰς ... ἀφίξονται ἤγουν εἰς πολυχρονιότητα φθάσωσιν.

ἀποθνῄσκειν τὸν ἄνθρωπον.

σχετλιαστικὸν ἐπίρρημα.

ὡς λίαν.

ἡμῖν ἡμῶν.

πολλῷ κρείττονες τοῦ Διὸς.

θάμνοις κλάδοις.

ἔσται κτλ. ὅτι εὕρημα θεῶν· Ἀθηνᾶς γάρ.

λιβυκὸς θεὸς ὁ Ἄμμων.

μεταπίπτων μεταβαλλόμενος εἰς φιλίαν.

ἀφείμην χωρισθείην.

ἴοις ἔλθοις.

ξυνῳδά ὅμοια.

τρίψειν ὡς ἐπὶ ἐσθῆτος.

τεταξόμεθʼ ἀντιπαρατεταξόμεθα.

Νικίας, υἱὸς Ἀλκιβιάδου· βραδὺς δὲ ἦν εἰς τὰς διεξόδους· διὸ καὶ διαβάλλεται.

νεοττιάν παρακελεύεται αὐτοὺς εἰς τὴν καλιὰν αὐτοῦ.

παρόντα φρύγανα ἐκ παραλλήλου.

ἡμῖν ἡμῶν.

φράσετον φράσετε.

Θρίηθεν δῆμος τῆς Οἰνηΐδος.

τὸ δεῖνα λόγιον.

ἐπανάκρουσαι ἐπαναλαβόντα τὸν λόγον ἐπανάκαμψαι εἰς τοὐπίσω· ἡ μεταφορὰ ἀπὸ τῶν τὰς ἡνίας ἀνακρουομένων. ἐπανάκρουσις δέ ἐστι κυρίως τὸ ἐπισχεῖν τὴν ἐπερχομένην ναῦν μεθʼ ὁρμῆς εἰς τὸν ὅρμον, ἵνα μὴ προσελθοῦσα θραυσθῇ.

τὴν ἀλώπεχʼ ἡ ἀλώπηξ.

φλαύρως φιλικῶς, ῥᾳδίως.

ἄνθρωποι.

παίσωμεν ... ἐκείνης συγχορεύσωμεν αὐτῇ.

ὦ ἔποψ.

τοῦτο εἰς.

αὐτοῦ τοπικόν.

ὡς καλὸν κτλ. ἑταιρίδιον πρόσεισι κεκαλλωπισμένον.

ἀπολέψαντα ἀπολεπίσαντα.

φιλτάτη εὐμορφωτάτη.

ἦλθες ὤφθης ταῦτα πρὸς ἑαυτὸν λέγει ὁ Ἀριστοφάνης, ὅτι τῷ ἔαρι ἐν ἄστει τελοῦσι τὰ Διονύσια.

ἠχοῦσα, λαλοῦσα· κυρίως δὲ τὸ τὴν κιθάραν κρούειν.

ἄγε δὴ παράβασις.

ταλαοὶ καρτερικοί.

τὸ λοιπὸν μετὰ ταῦτα.

γῆ οὐ.

περιτελλομέναις περιερχομέναις.

εἰκὼς ἐοικὼς τοῖς τοῦ ἀνέμου ὠκείαις συστροφαῖς.

ἐνεόττευσε ἐγέννησε.

ἔρωτος λείπει υἱοί.

πολλοὺς διότι δεξιὰ φαίνονται πρὸς ἔρωτας.

ἀποταξαμένους τοῖς ἐρασταῖς μετὰ νεότητα ἢ ποτὲ τῶν καιρῶν.

περσικὸν ὄρνιν ἀλεκτρυόνα.

εἶτα Ὀρέστης μανίαν ὑποκρινόμενος ἐν τῷ σκότει τοὺς ἀνθρώπους ἀπέδυεν.

ἴκτινος ἐν τῇ Ἑλλάδι ἔαρος φαίνεται ἴκτινος, ὅτε κουρεύεται τὰ θρέμματα.

καὶ ληδάριόν τι θέριστρον· ἢ εὐτελὲς ἱμάτιον.

μαντευσάμενοι γὰρ πρῶτον ἐκ τῶν ὀρνέων, οὕτως ἐπὶ τὰ ἔργα χωρεῖτε.

ὄρνιθα οἰωνόν, προφήτην.

ξύμβολον τὰ πρῶτα ξυναντήματα ἐκάλουν σημεῖα.

ἐπεὶ πολλάκις εἰώθαμέν τινας τῶν θεραπόντων καλόποδας λέγειν καὶ καλλοιωνίστους.

λέγεται γάρ τι τοιοῦτον, ὡς συμβολικῶς ἐρωτώμενός τις περὶ ἀρρώστου εἶδεν ὄνον ἐκ πτώματος ἀναστάντα, ἀκήκοε δὲ ἑτέρου λέγοντος· «βλέπε πῶς ὄνος ὢν ἀνέστη»· ὁ δὲ ἔφη· «ὁ νοσῶν ἀναστήσεται».

ἕξετε δυνηθείητε.

νεφεληγερέτης γάρ.

πλουθυγίειαν ἐκ τούτου ἔμφασιν εὐδαιμονίας ἐμφαίνει.

γέλωτα χαράν.

γάλα παροιμία ἐπὶ τῶν λίαν εὐδαιμονούντων.

Μοῦσα κτλ. ᾠδὴ ἤτοι στροφή. ὡς ἀπὸ τοῦ ποιητοῦ.

ξουθῆς λεπτῆς.

Πανὶ ἐπεὶ νόμιος ὁ θεὸς καὶ ὄρειος, καὶ τῶν ὀρνέων δὲ ἐν ὄρεσιν αἱ διατριβαί.

σεμνᾷ τῇ Ῥέᾳ.

χορεύματʼ λείπει «ἀναφαίνω».

ἀπὸ τῶν ἐμῶν ποιημάτων.

Φρύνιχος τραγῳδίας ποιητής.

εἰ μετʼ ἐπίρρημα.

διαπλέκειν διάγειν.

πλῆκτρον ὅπλον ἀμυντήριον· ἡ μεταφορὰ ἀπὸ τῶν ἀλεκτρυόνων· κἀκεῖνοι γὰρ ἔχουσι πλῆκτρα, ἐν οἷς μάχονται.

ἀτταγᾶς ὄρνις κατάστικτος ποικίλοις πτεροῖς.

διαβάλλονται ὡς Φρύγες καὶ δειλοί.

φυσάτω καὶ δειξάτω.

πάππος ὄρνεόν τι· πρὸς τὸ ὄνομα οὖν παίζει, ὅτι· εἰ ἀναβάς τις πρὸς ἡμᾶς γεννήσει πάππους, ἕξει ἀποδεικνύναι φράτορας, ὅ ἐστι συγγενεῖς.

ὁ Πισίου υἱός.

ἐκπερδικίσαι πονηρεύσασθαι.

τοιάνδε ἀντῳδή.

Ἕβρον κτλ. Θρᾴκης ποταμός· ἐν ποταμίοις γὰρ τὰ ὄρνεα.

ἄνακτας τοὺς θεούς, ἔνθεν καὶ ἀνάκτορα τὰ ἱερά.

ἐπωλόλυξαν εὐφήμησαν.

οὐδέν ἐστʼ ἀντεπίρρημα.

τῶν ... ἤχθετο ὡς μακρῶν ὄντων τούτων.

ἐφʼ ἡμᾶς εἰς τὸ θέατρον.

χεζητιῶν Χεσᾶς γὰρ ἐλέγετο.

ἐξίδισεν ἐξετίλησεν, ἀπεπάτησεν.

τόπος ἀνειμένος τοῖς βουλευταῖς· καὶ ὁ τοῖς ἐφήβοις ἐφηβικός.

βινήσας ἤγουν μιγείς, συνουσιάσας.

πυτιναῖα τῆς πυτίνης ἔχων κρεμάμενα ἱμαντάρια τῷ τραχήλῳ· ἡ δὲ πυτίνη πλέγμα ἐστίν.

ᾑρέθη προεκρίθη.

ὠκυπτέροις τῶν πτερῶν τὰ μὲν καλεῖται πτίλα, τὰ δὲ πτερά, τὰ δὲ ὠκύπτερα.

χηνὶ συγγεγραμμένῳ εὐτελῶς γεγραμμένῳ χηνί.

τάδʼ ... ἄλλων ἤγουν ὁ χὴν καὶ ὁ κόψιχος.

παράδοξον, ὃ οὐκ ὠνόμασταί ποτε.

τοῖς ὄρνισιν.

χαμεύνῃ τῇ εὐτελεῖ.

κειρίαν ἔχων εἴπω τοῦτο τὸ ὄνομα.

Θεαγένους κτλ. ἐκ πενίας πλούσιος ἐγεγόνει.

ἅπαντα εἰσί.

καὶ ... οὖν πιστεύειν αὐτὰ ἢ εἰς τό.

Φλέγρας πεδίον ἔστι πεδίον τῆς Θρᾴκης.

καθυπερηκόντισαν δέον εἰπεῖν κατεπολέμησαν.

λιπαρὸν λαμπρόν.

πολιοῦχος φύλαξ.

τῷ ξανοῦμεν ὡς οἱ Ἀθηναῖοι.

πολιάδα φυλάκτριαν.

Κλεισθένης οὗτος ὡς γυναικώδης κωμῳδεῖται.

καθέξει φυλάξει.

εἰς τὰς Ἀθήνας τεῖχος πελαργικὸν ἐν τῇ ἀκροπόλει.

ὦ ... δέσποτα παίζει πρός τινα παῖδα νεοττὸν καλούμενον.

οἰκεῖν καὶ τοῦτο παίζει, ἐπεὶ τραχὺ τὸ Πελαργικὸν καὶ πετρῶδες.

ἀποδὺς ἐκδυθείς.

κυρίως δὲ ὀργάσαι τὸ πισσῶσαι.

ὄργασον μάλαξον.

οἱ τοὺς φύλακας γὰρ περισκοποῦντες κώδωνας ἐφόρουν.

ἕτερον ἐπεὶ μεταξὺ γῆς καὶ οὐρανοῦ ἐστιν ὁ ἀήρ.

οἴμωζε ἀντὶ τοῦ κοπία.

οἷ καὶ ὅπου.

ἱερέα ... πομπὴν πομπεύσοντα τὴν ἐς θυσίαν.

αἴρεσθε ἐπαίρετε.

ὁμορροθῶ συγκατανεύσω.

συμπαραινέσας ἔχω συναινῶ συγκατατεθείς.

προσόδια οὕτω γὰρ ἔλεγον τὰς προσαγομένας τοῖς θεοῖς πομπάς.

προσέτι σύν.

πυθιὰς βοὰ ἤγουν αὐλητής· ηὔλουν γὰρ ἐν ταῖς θυσίαις.

συνᾳδέτω ὡς αὐτομάτως ἐπιόντος αὐτοῦ ταῖς εὐωχίαις παίζει αὐτόν.

ἔοικεν ὁ αὐλητὴς διεσκευάσθαι εἰς κόρακα. φορβίον δέ ἐστι τὸ περικείμενον τῷ στόματι τοῦ αὐλητοῦ δέρμα, ἵνα μὴ σχισθῇ τὸ χεῖλος αὐτοῦ.

Σουνιέρακε ἐπεὶ περὶ ὀρνίθων ὁ λόγος, ἀντὶ τοῦ «Σουνιάρατε»· φαίνεται δὲ εἶναι Ποσειδῶνος τὸ ἐπίθετον, παρὰ τὸ ἐν τῷ Σουνίῳ ἄκρῳ τῆς Ἀττικῆς τὰς εὐχὰς δέχεσθαι.

«Πελαργικέ» ἀντὶ τοῦ «Πελασγικέ».

Κολαινίς ἡ.

Ἀκολανθὶς ἐπώνυμον τῆς Ἀρτέμιδος.

Ἀκολανθὶς κολανθὶς: εἶδος ὀρνέου· λέγεται δὲ καὶ ἡ κύων, παρὰ τὸ αἰκάλλειν ἴσως τοὺς γνωρίμους, ὑλακτεῖν δὲ τοὺς ξένους.

καὶ φρυγίλῳ καὶ φρυγίλῳ: παίζει πρὸς τὸ ὄνομα, ἐπεὶ οἱ Φρύγες τὸν Σαβάζιον τιμῶσιν· ἔστι δὲ ὁ Διόνυσος· τὸ γὰρ εὐάζειν σαβάζειν λέγουσιν οἱ βάρβαροι.

καὶ στρουθοκαμήλῳ· ἔπαιζε διὰ τὸ μέγεθος τῇ Ῥέᾳ ταύτην εἰκάσας.

Κυβέλη Κυβέλην φασὶ τὴν Ῥέαν διὰ τὰ Κύβελα ὄρη· ὀρεία δὲ ἡ θεός. τὸ δὲ «μήτηρ Κλεοκρίτου» διαβάλλει αὐτὸν ὡς στρουθόποδα.

αὐτοῖσι διασύρει τοὺς Ἀθηναίους· οἱ γὰρ Ἀθηναῖοι ηὔχοντο ἑαυτοῖς τε καὶ τοῖς Χίοις, ὅταν ἐποίουν εὐχὰς τοῖς θεοῖς, διδόναι ἀγαθὰ καὶ ἐκείνοις καὶ αὐτοῖς.

πελεκᾶντι πελεκάν, πελεκᾶνος κοινῶς, πελεκᾶς, πελεκᾶντος ἀττικόν, πελεκᾶς, πελεκᾶ δωρικόν.

οἴχοιθʼ πορευθείη.

τουτονὶ τὸ ἱερεῖον.

δεῖ με χρεία ὑπάρχει.

χέρνιβι τινί.

ἕνα τινὰ ἀλλά.

καὶ κέρατα ἐπὶ τῶν ἱερείων τῶν μὴ ἐχόντων σάρκας· ἀπὸ παροιμίας, ὡς εἰ ἔλεγε «τρίχας καὶ κέρατα».

ἱεὶς πέμπων.

ὁτρηρός ταχύς.

κόμην ἔχεις τῶν γὰρ ἐλευθέρων ἦν τὸ κομᾶν.

ὀτρηρὸν τετρυπημένον.

ληδάριον ἱμάτιον.

τὰ τὴν αὐτὴν ὑπόθεσιν ἔχοντα· ἢ ἀντὶ τοῦ «παιᾶνας».

κατάτεχνα, ποικίλα, οἷον ὕμνους.

ʼθέμην ἔθηκα.

θέμην ἐν τῇ δεκάτῃ γὰρ ἔθυον καὶ ἐτίθουν καὶ τὰ ὀνόματα τοῖς παισίν.

φάτις φήμη.

οἷάπερ ὁποία.

ἵππων τινῶν.

ἁμαρυγά ἡ.

ἁμαρυγά κίνησις.

κεφαλῇ θέλεις τῇ κεφαλῇ ἐπινεύουσιν οἱ βασιλεῖς.

δόμεν καὶ δός.

διασύρει τὸν Πίνδαρον.

ἀποφευξούμεθα φεύγω, φεύξω ἀττικόν· φευξοῦμαι δὲ δωρικόν.

σπολάδα διφθέραν.

ἔχεις φορεῖς.

ἡμῶν ἀφʼ.

ἀπαλλαχθήσεται ἐλευθερωθήσεται.

ἀλᾶται πλανᾶται.

πέπαται κέκτηται.

οὐ πέπαται οὐ κέκτηται· ἐξ οὗ καὶ «πολυπάμμων».

τρομερὰν κρυερὰν διὰ τὸ ἀστήρικτον· διότι ἐν τῷ ἀέρι τὸ πλάσμα τῆς οἰκοδομῆς.

ἀλαλάν μουσικῆς.

πεπύσθαι μαθεῖν.

σὺ ὦ ἱερεῦ.

εὐφημίʼ σιγή, εὐχή.

ὡς ὅτι.

ἄντικρυς λέγων αἰνιγματωδῶς λέγων.

ἀλλʼ ... οἷον λείπει «ἐμποδίζει νῦν».

ταὐτῷ κτλ. μιμεῖται τὸ ἀσυνάρτητον τῶν χρησμῶν.

προσήκει μετουσία ὑπάρχει.

Πανδώρᾳ τῇ.

δόμεν παράσχομεν.

σπλάγχνων κρεάτων.

αἰετὸς οὐχʼ ἁπλῶς τοῦτο, ἀλλʼ ὅτι χρησμὸς ἦν τοῖς Ἀθηναίοις δεδομένος τοσοῦτον αὐξηθήσεσθαι, ὅσον αἰετὸς τῶν ἄλλων ὀρνέων ἐν ταῖς νεφέλαις προὔχει.

σπλαγχνεύειν σπλάγχνων μεταλαβεῖν.

καὶ μήτε, φησίν, ἐὰν αὐτὸς ᾖ ὁ Λάμπων, φείδου αὐτοῦ, ἐὰν λέγῃ, ὅτι καὶ ὡς ἀετὸς γενήσῃ.

Λάμπων χρησμολόγος.

ὁ ... Διοπείθης καὶ οὗτος χρησμολόγος.

ἑτέρωσε ἀλλαχόθι.

ἥκω ἦλθον.

δράσων μέλλων πρᾶξαι.

ὁ κόθορνος ἡ ἐπίνοια.

διελεῖν μερίσαι.

ἄριστος γεωμέτρης ὁ Μέτων.

κανόνες ἀέρος διʼ ὧν ἐξισοῦσιν.

τὴν κατά.

κατὰ πνιγέα κατὰ φοῦρνον.

ὁ κύκλος ... τετράγωνος παίζει· ἀδύνατον τὸν κύκλον γενέσθαι τετράγωνον.

κἂν μέσῳ καὶ ἐν τῷ μέσῳ κύκλῳ.

ἄνθρωπος διαβεβοημένος γεωμέτρης, εἷς τῶν ἑπτὰ φιλοσόφων.

Θαλῆς, Θαλοῦ, καὶ Θάλης, Θάλητος.

Μέτων ὦ.

ὑπαποκίνει ὑπαναχώρει.

ξενηλατοῦνται διώκονται οἱ ξένοι.

συχναὶ πυκναί.

μῶν στασιάζετε εἰς ἀλλήλους μάχεσθε.

ὁμοθυμαδὸν ὁμοῦ.

σποδεῖν τύπτειν.

δοκεῖ τοῖς πολίταις.

φθαίης ἂν φθάσῃς.

αὑταιί αἱ πληγαί· ἅμα δὲ τύπτει αὐτόν.

ποῦ πρόξενοι προδεχόμενοι τοὺς ξένους.

κυάμῳ λαχὼν κλῆρον εὑρών.

τί βούλει κατὰ τί.

Φαρνάκῃ στρατηγὸς Περσῶν ὁ Φαρνάκης· ἀλαζονικῶς οὖν σκήπτεται κοινωνίαν ἔχειν μετʼ ἐκείνου.

ἄπιθι λαβὼν ταῦτά φησι.

παίζει πρὸς τὸ ῥηθέν.

ἀποσοβήσεις πόρρω ὑπάγεις.

οὐ δεινά ἐστί.

ἐὰν κτλ. ἦλθεν ὁ ψηφισματοπώλης.

Ἀθηναῖον ἀδικῇ τί μέλλει ἐκεῖ ἵνα γένηται.

Ὀλοφύξιοι ἔθνος.

οἷσίπερ ἐκείνοις τοῖς μέτροις.

ὕβρεως ἕνεκεν.

γράφω κατηγορῶ.

μυρίας εἰς.

διασκεδῶ διασκορπίσω.

ἤδη μοι ᾠδὴ ἤτοι στροφή.

οἳ ἣ.

κάλυκος αὐξανόμενον καταχρηστικῶς πᾶν βλάστημα.

οἳ ἐκείνους.

δάκεθʼ θηρία.

ἐπίρρημα.

ἐπαναγορεύεται κηρυκεύεται.

ὑμῶν ἀφʼ.

τὸν Μήλιον τὸν ἄθεον.

τίς τινα κτλ. συγγενῆ τούτων· ἀδελφόν, ἐξάδελφον.

ἀνειπεῖν ταῦτα δευτέραν σχέσιν δηλοῖ.

Φιλοκράτην τρία γὰρ αὐτοὺς λυπεῖ· ὅτι θηρεύει, ὅτι πωλεῖ, ὅτι ἑπτὰ τοῦ ὀβολοῦ ὡς εὐτελίζων αὐτούς.

κοψίχοισιν οἱ κόψιχοι γὰρ ᾠοτοκοῦντες κεντοῦσι τὰ ᾠά· οἱ οὖν ὀρνιθοθῆραι πτερὰ αὐτοῖς ἐμβάλλουσι πρὸς τὸ ἀμβλῦναι τὰ ῥάμφη τῇ μαλακότητι τῶν πτερῶν.

ἐγχεῖ τὰ πτερὰ ἐμβάλλει· ἐμφαντικὸν πλήθους τὸ «ἐγχεῖ».

παλεύειν κινεῖσθαι.

παρθένια διὰ τὸ ἐπιμελῶς τὰς παρθένους τὰ μύρτα ἐσθίειν.

Χαρίτων τε κηπεύματα τὰ κεχαριτωμένα ἄνθη.

ὥστε ... δῶρα τοῦ Πάριδος, ἃ ἔλαβε παρὰ Ἀφροδίτης.

γλαῦκες ἀντὶ τοῦ «νομίσματα»· ἡ γὰρ γλαὺξ ὄρνεόν ἐστιν Ἀθηνᾶς, ὅπερ πάνυ τιμῶντες Ἀθηναῖοι διὰ τὴν θεὸν ἐν τοῖς τετραδράχμοις ἐνεχάραττον.

ἔνδον ... βαλαντίοις αἰνίττεται τὸ φιλάργυρον τῶν Ἀθηναίων.

κἀκλέψουσι γεννήσουσι.

κέρματα νομίσματα.

ἱεροῖς διὰ τὰ ἐν τοῖς ναοῖς ἀετώματα· τὰ εἰς τὰς στέγας γὰρ ξύλα πτερὰ καὶ ἀετοὺς καλοῦσιν.

ἀρχίδιον ἀρχήν.

ὀξὺν κτλ. διὰ τὸ ἁρπακτικόν· ἤγουν ἁρπαγὴν ὀξεῖαν.

ἢν κυρίως τῶν ὀρνίθων ὁ οἰσοφάγος, ἀπὸ τοῦ συναθροίζειν ἐκεῖ τὴν τροφήν.

πρηγορεῶνας ἤγουν πλείστας τροφάς.

μηνίσκους περικεφαλαίας.

ἀνδριάντες οἱ.

ὡς ὅτι.

ὑμῶν ἀφʼ.

μήνην περικεφαλαίαν.

τὰ ... ἡμῖν τὰ ἐν τοῖς θύμασι σύμβολα.

ὡς πῶς.

ὅτου ἀφʼ οὗ.

οὐ δοκεῖ μοι καλόν. σύντομον· ὀξύ· τινὲς δὲ ἄλφιον· ἀπὸ τοῦ παραρρέοντος.

οὑτοσί ἐγώ.

ἐξῳκοδόμηταί λίαν ἐκτίσθη.

ἐκ τούτου πιστοῦται τὸ ἀνυπόστατον τοῦ τείχους, ἐπειδὴ καπνοὶ ἦσαν καὶ κομπασταὶ καὶ μόνον ὑπόσχεσις.

παρελασαίτην διοδευσαίτην.

ὦ εἰκότως τὸν Ποσειδῶνα ὄμνυσι διὰ τὸ μῆκος τῆς θαλάσσης.

πλινθοφόρος ἐκωμῳδοῦντο γὰρ οἱ Αἰγύπτιοι ὡς πλινθοφόροι.

διὰ γὰρ τὸ ἐν ὕψει πέτεσθαι καὶ τῇ εἰς εὐθὺ ὁρμῇ τὴν ἐπὶ τὰ κάτω θέαν ἐμποδίζεσθαι λίθους βαστάζουσιν, ὅπως κάμνουσαι πτήσει ῥίπτοιεν καὶ αἴσθοιντο, πότερον ἐπὶ γῆς ἢ ἐπὶ θαλάσσης φέρονται· καὶ εἰ μὲν ἐπὶ θαλάττης, τέμνουσι τὴν ὁδόν· εἰ δὲ ἐπὶ γῆς, ἀναπαύονται.

ἐτύκιζον ἴσαζον.

ἐφόρουν ἔφερον.

ἐρῳδιοὶ ἔπαιζε διὰ τὸ παράγεσθαι ἀπὸ τῆς ἔρας.

οἱ χῆνες διὰ τὸ πλατύποδας τῶν ἄλλων μᾶλλον εἶναι αὐτούς.

ταῖς ἄμαις τοῖς πτύοις.

ἐς τὰς λεκάνας λεκάνη κοινόν, παρὰ τὸ «λα» ἐπιτατικὸν μόριον καὶ τὸ «χαίνω»· τὸ δὲ ἀττικὸν λεχάνη.

ἄνω ... ὑπαγωγέα ὑπαγωγεὺς σιδηροῦν τι πτυΐδιον.

κατόπιν καὶ κάτωθεν.

καὶ βεβαλάνωται κεκλείδωται.

ἐφοδεύεται διοδεύεται.

κωδωνοφορεῖται πανταχῇ ἡ τῶν φυλάκων φρουρὰ δοκιμάζεται.

φρυκτωρίαι παρὰ τὸ «φρυκτός» καὶ τὸ «ὠρεύειν», ὃ δηλοῖ τὸ φυλάττειν.

δρᾶ πράττε.

ἐσθεῖ τρέχει.

ἔνοπλον, πολεμικόν τι· ἐνόπλιος γὰρ ὄρχησις ἡ πυρρίχη.

ἐς τὸν ἀέρα δέον εἰπεῖν ἐς τὴν πόλιν.

ἡμεροσκόπους τοὺς ἐν ἡμέρᾳ φρουροῦντας.

περιπόλους ζητητάς.

κατʼ εἰς.

αἴρεται κινεῖται.

ταύτῃ οὕτως.

περῶν διερχόμενος.

αὕτη σύ ὦ Ἶρι.

ἐπίσχες κωλύθητι.

πλοῖον κτλ. πλοῖον μέν, καθὸ ἐπτέρωται.

περικεφαλαία.

διὰ τὸ ἐν τῷ δρόμῳ αὐτῆς κεκολπῶσθαι τὸν χιτῶνα.

ἢ Σαλαμινία πρὸς τὸ «ταχεῖα».

αὗται ἱεραὶ τριήρεις δημοσίαι ἐπὶ τὰς τῆς πόλεως χρείας πεμπόμεναι καὶ ταχυναυτοῦσαι.

ὑγιαίνεις μέν καὶ οὐ μαίνῃ τοιαῦτα ἐρωτῶν.

τοῦ χάους τοῦ ἀέρος, διὰ τὸ κεχύσθαι εἰς ἅπλωμα.

τῇδε ἐνταῦθα.

ἆρά γʼ οἶσθα ... ὅτι ὡς τοῦ ἀέρος ποικίλας ἴριδας ποιοῦντος.

ἀξίας ἐτύγχανες τιμωρίας.

πεισόμεθʼ ποιήσομεν.

ἀκολαστανεῖτε ἀκόλαστα καὶ ἄτακτα πράξητε.

τῶν κρειττόνων ἤγουν ἡμῶν.

ναυστολεῖς πορεύεσαι.

κνισσᾶν καπνίζειν.

κίνει παρασάλευε.

περιπτυχὰς ἀσφαλίσεις.

διότι κατῃθαλώθησαν οἱ Λικύμνιοι.

μορμολύττεσθαι ἐκφοβεῖν.

πέρα τοῦ δέοντος.

δόμους Ἀμφίονος ἤγουν τὰς Ἀθήνας.

πυρφόροισιν αἰετοῖς κεραυνοφόρον γὰρ τὸ ζῷον.

παρδαλὰς ἔπαιξε πρὸς τὴν πτέρωσιν αὐτῶν.

ἐνημμένους ἐνδεδυμένους.

στύομαι τριέμβολον πολλάκις συνουσιασθεῖσαν.

ἐπιρρήματά τινα ἀνέπλασεν εἰς τὸ κακέμφατον. παρὰ τὸ «εὐρέως» σοι μιγήσομαι καὶ τὸ «πατάξαι», ὅθεν καὶ χαμαιτύπαι αἱ πόρναι.

οὑμὸς πατήρ οὐ ζῶ ἐγώ.

ἀποκεκλῄκαμεν ἀπηγορεύσαμεν.

μηδέ αʹ τινʼ ἱερόθυτον εʹ ἀνὰ δʹ δάπεδον ἔτι γʹ τῇδε θʹ βροτῶν βʹ θεοῖσι ηʹ πέμπειν ϛʹ καπνόν. ζʹ

ἀνὰ δάπεδον διέρχεσθαι.

πέμπειν ὥστε.

δεινόν νομίζω.

τὸν ὁ κήρυκα ηξ τὸν ὁ παρὰ τοὺς βροτοὺς οἰχόμενον ος εἰ.

οἰχόμενον ἀπελθόντα.

νοστήσει ἐπανανοστήσει.

κατακέλευσον εἰς τὸ γενέσθαι σιγήν.

τί εἰς.

ἐλακωνομάνουν ἠλαζονεύοντο ὥσπερ οἱ Λάκωνες.

ἐκόμων ἐπαίροντο.

σκυτάλιʼ ἐφόρουν ἀντὶ τοῦ «ἐλακώνιζον». λακωνικὸν τὸ τῆς σκυτάλης.

ὑποστρέψαντες ῥάβδους.

ὀρνιθομανοῦσιν τῆς τῶν ὀρνίθων ἐρῶσι πολιτείας.

κατῆραν ἦλθον.

ἀπενέμοντʼ ἐμέριζον.

περιφανῶς μεγάλως.

ὀφθαλμὸν οὐκ ἔχων μονόφθαλμος καὶ ἅρπαξ.

ἶβις κτλ. ὄρνεον πλεονάζον ἐν Αἰγύπτῳ, μακροσκελές.

εἶκεν ἔοικεν.

ὑπὸ στυφοκόμπου ὑπὸ τῆς ἀλαζονείας.

πτεροῦ ... προσῆν ᾖδον αὐτὸ ἐν ποιήματι.

πλεῖν πλέον.

ἑστάναι ἵστασθαι.

ἰὼν ἐλθών.

τὰς ἀρρίχους ἡ ἀρρίχη.

Μανῆς δοῦλος.

πολυάνορα πολυάνθρωπον.

ἐμᾶς πόλεως τοὺς ἀνθρώπους.

φέρειν κελεύω πτερά· δῆλον πρὸς τὸν δοῦλον.

μετοικεῖν ὥστε κατοικεῖν μετέρχεσθαι.

βλακικῶς ῥᾳθύμως.

διάθες τάξον.

σου σχήσομαι ἀνέξομαι, ὑπομείνω.

γενοίμαν εἴθε.

ποταθείην πετασθείην.

γλαυκᾶς καταπληκτικῆς.

αἰβοῖ θαυμαστικόν.

ἐρῶ ἐπιθυμῶ.

τῶν νόμων διατριβῶν.

νομίζεται νομίζετον.

νομίζεται νενομισμένον ἐστὶ τοῖς.

πεπλήγῃ πλήττῃ.

κύρβεσιν, σανίδες κύρβιες χαλκαῖ σανίδες, ἐν αἷς ἔγραφον τοὺς νόμους. ἀπὸ τοῦ κεκορυφῶσθαι εἰς ὕψος· ἢ ἀπὸ τῶν Κορυβάντων· ἐκείνων γὰρ εὕρεμα.

οὐδέν γʼ πείσῃ κακόν.

ὀρφανὸν μὴ ἔχοντα πατέρα.

ἐπειδὴ συμβουλεύει τοῖς νέοις στρατεύεσθαι καὶ μὴ μάτην ἐκ τοῦ δημοσίου τρέφεσθαι.

ἐπεὶ συνεχεῖς ἐγίνοντο στρατιαὶ ἐπὶ Θρᾴκης τοῖς Ἀθηναίοις.

τουτὶ τὸ πρᾶγμα διότι εἶπε «πέτομαι» καὶ «πτερύγεσσι».

ἀφόβῳ φρενὶ τοῦ Κινησίου.

ἀφόβῳ ... νέαν ἀσυνάρτητον τὸ κῶλον πρὸς διαβολήν.

ἡ γὰρ φιλύρα χλωρόν· χλωρὸν δὲ καὶ οὗτος.

φιλύρινον χλωρόν.

νιφοβόλους ὑψηλάς.

ἀναβολάς λέξεις.

τέχνη οἷον ὕλη ἐστὶ τῶν ποιημάτων ἡμῶν ἡ τῶν νεφελῶν σύστασις.

ἅπαντα ἅπαντα γὰρ τὰ περὶ τοῦ ἀέρος διεξέρχομαι· ὁ νοῦς ἐλάχιστος, ὡς ἡ παροιμία· «καὶ τῶν διθυράμβων νοῦν ἔχεις ἐλάττονα.»

ἅλα παρακελεύεται αὐτῷ παύσασθαι τοῦ ᾄδειν, ὡς οἱ ἐρέσσοντες.

τοτὲ ... στείχων τοῦτο λέγων ἅμα παίει αὐτόν.

πτεροδόνητος πτεροῖς πληχθείς.

κυκλιοδιδάσκαλον ἤγουν τὸν διθυραμβοποιόν.

φυλαῖς κτλ. ἑκάστη γὰρ φυλὴ ἔτρεφε διθυραμβοποιόν.

Λεωτροφίδῃ διθυραμβοποιὸς κοῦφος.

Κεκροπίδα τοῦ.

συκοφάντης ἔρχεται πενόμενος καὶ εἰς τὴν ἑαυτοῦ πενίαν ᾄδων· ἐκ δὲ πρώτων λόγων συκοφαντεῖ τοὺς ὄρνιθας ὡς ἐναντίον ἐχόντων τὸ σχῆμα τῆς φύσεως· εἴη δʼ ἂν εἰς τὸ σχῆμα τοῦ πρεσβύτου ἀφορῶν.

ἔχοντες πτερά.

ἐξεγρήγορεν ἐκινήθη.

τὸ σκόλιον εἶδος ᾠδῆς παροίνου.

δʼ ἔοικεν κτλ. ἐπεὶ αἱ χελιδόνες τὸ ἔαρ φέρουσιν.

μῶν ... Πελλήνης διότι χλαῖναι γίνονται ἐκεῖ διαφέρουσαι.

καλούμενος καλῶν αὐτούς.

ὑπαὶ μετά.

πτερύγων ... προσκαλῇ σοφώτερόν φησι τὸ μετὰ πτερύγων καλεῖν.

ἵνʼ ὅπως.

ἀνθʼ ἀντὶ τοῦ λίθου· ἐπεὶ αἱ γέρανοι ἐν τῷ στόματι ψήφους ἔχουσιν· ἢ πολλάκις στηρίγματος ἕνεκα περιφέρουσι λίθους πρὸς τὸ μὴ περιφέρεσθαι ἀνέμοις.

ἕρματος στηρίγματος.

νεανίας ἤγουν νεωστί.

δεινῶς ἐπιτηδείως.

ὁ Διιτρέφης πυτινοπλόκος ὢν ὁ Διιτρέφης γέγονε φύλαρχος.

ὁ δέ τις ἄλλος τις.

τὸν αὐτοῦ ὑποκριτήν.

τρέψαι κλῖναι.

ἀλλὰ πτέρου ἐν δυνάμει.

ἱέρακος ... κερχνῇδος ἐπεὶ ἁρπακτικὰ τὰ ζῷα.

ἐγκεκληκὼς ἔγκλημα κατʼ αὐτῶν γραψάμενος βραδυτῆτος.

πλεῖ πλεύσει.

ἔχεις ἔγνωκας.

βέμβικος στρόμβις, ἣν οἱ παῖδες μαστίζοντες ποιοῦσι περιστρέφεσθαι.

οὐδὲν κατʼ.

κάλλιστα λέγεταί τις κερκυραία μάστιξ παρὰ τὸ στασιάζειν συνεχῶς· καὶ ἐπεπόλασε παρʼ αὐτοῖς ἡ μάστιξ, ὥστε διπλαῖς χρῆσθαι μεγάλαις καὶ ἐλεφαντοκώπαις.

κάλλιστα ... τοιαυτὶ εἰπὼν τοῦτο τύπτει αὐτόν.

ἔκτοπόν ἔξω τόπου.

Καρδίας τῆς πόλεως.

δὲ δειλὸν μέγας καὶ δειλός.

συκοφαντεῖ τότε γὰρ ἐγένοντο αἱ δίκαι.

ἐρημίᾳ ἤγουν ἐν τῇ σκοτίᾳ.

ἦν ἔστιν.

ξυντυγχάνειν συνομιλεῖν.

τἀπιδέξια τὰ δεξιὰ τῆς φύσεως· ὀφθαλμούς.

ὅπως μή φοβοῦμαι.

πηνίκʼ ἤγουν ποία ὥρα.

ἀπαιθριάζει σκορπίζει.

ἀκούοντος ἐμοῦ.

νηστείας εἶχον οἱ θεοί, ὁπηνίκα ἀπεκτάνθη ὁ Ἁλιρρόθιος, υἱὸς Ποσειδῶνος, παρὰ τοῦ Ἄρεος.

τἀμπόριʼ σιτοδοχεῖα.

ὅθεν ἀφʼ οὗ.

Ἐξηκεστίδης δέον εἰπεῖν Ἀπόλλων.

πρέσβεις ἀποκρισιάριοι.

σπένδησθʼ φιλιοῦσθε.

γυναῖκʼ ὡς.

ταμιεύει φυλάσσει.

τὰ νεώρια τοὺς λιμένας.

τὸν κωλακρέτην τὸν ταμίαν τῶν πολιτικῶν χρημάτων.

φράσαιμί συμβουλεύσαιμι.

θεῶν ἀπό. ἀπανθρακίζομεν τὸ πῦρ ἔχομεν.

οἶσθα γινώσκεις.

διφροφόρει κτλ. φέρου ἐπάνω εἰς τὸν δίφρον.

τοῖς σκιάποσιν ἀφανέσι τόποις.

ἄλουτος καὶ μὴ λουόμενος.

κάμηλον ἀντὶ καμήλου ἀμνόν.

αὐτῷ σύν.

τὸ λαῖμα ἢ τὸν λαιμὸν ἢ τὸ αἷμα.

νυκτερὶς διαβάλλει αὐτόν, ὡς αὐτοκλήτως παραβάλλοντα εἰς τὰ δεῖπνα.

ἐπεὶ οὔτε ἡ νυκτερὶς ἡμέρας οὔτε οἱ φιλόσοφοι· δεδυκότες γὰρ φιλοσοφοῦσιν.

ὁρᾶν ὥστε.

ᾗ πρεσβεύομεν ὅπου πρέσβεις ἐρχόμεθα.

οὗτος ὦ Τριβαλλέ.

Λεσποδίας ὅτι σαπρὰν εἶχε τὴν κνήμην ὁ Λεσποδίας καὶ μέχρι τῶν κάτω περιεβάλλετο.

ποῖ προβιβᾷς διασύρει τοὺς Ἀθηναίους, ὅτι βαρβάρους μετὰ ἀξιοπίστων εἰς δουλείας ἔπεμπον.

τουτονί γʼ τὸν βάρβαρον.

ἕξεις ἔχε.

πάντων ἀπό.

ᾑρήμεσθα ἐχειροτονήθημεν, προαιρήθημεν.

σίλφιον εἰς τὴν Κυρήνην γίνεται.

πυρπόλει ἄναπτε.

ἐπικνῶ κτλ. ἐπίβαλλε εἰς τὰς χύτρας.

τοῦ τίνος.

ἐπικνᾷς ἐπικόπτεις.

τέλμασιν φρέασιν· κυρίως δὲ τὸ σπηλῶδες καὶ μὴ ἔχον ὕδωρ.

αὐτοκράτορες ἀποκρισιάριοι.

ἀποδοῦναι πρέπει.

πρέσβεις ἀποκρισιαρίους.

ἀπόχρη ἱκανά εἰσιν.

ψηφίζομαι διὰ τὸ ἄριστον λέγει ταῦτα.

ἠλίθιος ἀνόητος.

γάστρις λαίμαργος.

κόρακα ... Δία ὑφʼ ἑνὸς τοὺς πάντας δηλοῖ.

θένων τύπτων.

γέ τοι ... λέγεις γελοίως καθʼ ἑαυτοῦ ὄμνυσιν.

μαβαισατρεῦ συγκατατίθεμαι.

ἐπαινεῖ συγκατατίθεται.

εὐξάμενος ὑποσχεθείς.

διασοφίζηται ἀπατᾷ.

μενετοὶ θεοὶ ἀνεξίκακοι· ἐπίμονοι καὶ βέβαιοι.

μισητίαν διά.

μισητίαν ἀπληστίαν.

διαριθμῶν ψηφισμάτων.

ἐροῦ ἔρῃ.

ὁ Τριβαλλός ὦ.

οἰμώζειν καλῶς λέγειν.

δοκεῖ ἀρέσκει.

διαλλαγῶν σπονδῶν.

ἀπίωμεν ἄς.

μιᾶς τῆς Βασιλείας.

διαλλαττόμεθα εἰρηνεύομεν.

ὦἰζύρʼ ταλαίπωρε.

ἐξαπατώμενος ὅτι.

οἷον πῶς.

διαβάλλεταί ἐξαπατᾷ.

πόνηρε ἄθλιε.

ἀκαρῆ ἐν βραχεῖ.

ξένης ἀπό.

ἐπίκληρον κληρονόμον.

ἀδελφῶν γνησίων δέον εἰπεῖν «νόθων».

νόθῳ ʼξ ἀποθνῄσκων ἐπεὶ οὐκ ἐξῆν τοῖς νόθοις κληρονομεῖν.

διδόναι.

ἐπαίρει ὑψοῖ.

ἀνθέξεταί ἀντιποιηθῇ.

ἀγχιστείαν μετουσίαν τῆς οὐσίας.

μετεῖναι μετουσίαν.

διὰ γὰρ τοῦ ἐγγραφῆναι εἰς τὰς φρατρίας σύμβολον εἶχον τῆς εὐγενείας.

αἰκίαν μάστιγα· ἤγουν εἰς τὸ τύψαι τινά.

πᾶν τὸ πρᾶγμα πᾶσα ὑπόθεσις κρέμαται.

καλάνι κοραυνᾶ καλὴν κόρην.

μεγάλα βασιλιναῦ μεγάλην βασίλισσαν.

βαδίζειν ἀναχωρεῖν.

ὥσπερ κτλ. ἤγουν δυσφράστως λέγει· καὶ Αἰσχύλος τὸ βαρβαρίζειν χελιδονίζειν φησίν.

οὐκοῦν τὸ λοιπόν.

χελιδόσι λέγει ταῖς εἰς τὴν Νεφελοκοκκυγίαν.

διαλλάττεσθε εἰρηνεύετε.

ξυμβαίνετε συμβιβάζεσθε.

σφῶϊν ὑμῖν.

κατεκόπησαν ἐσφάγησαν.

οὑτοιί οἱ ὄρνιθες.

ἴτε ἐπέλθετε.

τενθείαν λαιμαργίαν.

οὐκ εἶ μεθʼ πορευθῇς.

καὶ συκοφαντεῖν αὐτοὺς περὶ τὰ δικαστήρια ἐν ταῖς ἐκκλησίαις νῦν φησίν· παίζει δὲ διασύρων τῶν Ἀθηναίων τοὺς συκοφάντας, παρὰ τὸ «φαίνειν».

συκάζουσί τε συκάζειν τὸ σύκα ἐκλέγειν καὶ συκοφαντεῖν.

βούλεται λέγειν, ὅτι ἐξεβλήθη ἐκ τῶν σπλάγχνων διὰ τοὺς ῥήτορας ἡ γλῶττα, ἐπεὶ ταύτῃ τοὺς ἄλλους κακοποιοῦσι· πρῴην γὰρ μετὰ τῶν σπλάγχνων ἔτεμον τὴν γλῶτταν.

χωρὶς τέμνεται καὶ κεχωρισμένως.

ὦ πάντʼ εἴη ἂν οὗτος ὁ ἄγγελος, θεράπων συναναβεβηκὼς Πεισθεταίρῳ.

ὦ ἃ μηδὲ λόγος ἰσχύει φράσαι.

οἷος λαμπρός.

ἰδεῖν εἰς τό.

χρυσαυγεῖ αὐτόν.

ἔχων εἰώθασι τῷ κεραυνῷ ἐξ ἑκατέρου μέρους πτερὰ προσφύειν.

ἀνωνόμαστος πολλή.

ἐς βάθος κύκλου εἰς τὸ ὕψος τοῦ οὐρανοῦ.

αὖραι πνέουσαι.

διαψαίρειν τὸ ἡσυχῆ κινεῖσθαι καὶ ψοφεῖν.

διαψαίρουσι κινοῦσι.

ἄναγε ὕμνει.

ἀπὸ τοῦ Εὐριπίδου· ἄνεχε, πάρεχε, φῶς φέρε.

καλῶς τὸ ἐπιθαλάμιον γέγραπται.

ἠλιβάτων ὑψηλῶν.

συνήγαγον, συνεμ …

ἐν τοιῷδʼ ὑμεναίῳ ὕμνῳ βασιλικῷ.

ᾔδετο τοῦτʼ ἐν τοῖς γάμοις.

Ἔρως, φησί, παράνυμφος ἦν τοῦ Διὸς καὶ τῆς Ἥρας· πάροχοι γὰρ ἐλέγοντο οἱ παράνυμφοι, παρὰ τὸ παροχεῖσθαι τοῖς νυμφιδίοις· ἐπʼ ὀχήματος γὰρ τὰς νύμφας ἦγον.

εὔθυνε διακυβέρνα.

παλιντόνους τὰς πάλιν καὶ εἰς τοὐπίσω τεινομένας.

λόγων χάριν.

αὐτοῦ τοπικόν.

κλῄσατε ὑμνήσατε.

δεινόν καταπληκτικόν.

ἀργῆτα τὸν διάπυρον καὶ λευκόν.

ἄμβροτον ἄφθαρτον.

ὅδε ἢ ὁ Ζεὺς ἢ ὁ Πεισθέταιρος λαβὼν τὴν Βασιλείαν.

διὰ σὲ τὸν κεραυνόν.

πάρεδρον συγκάθεδρον.

ὄρεξον δός.

ὦ μάκαιρα ὦ Βασιλεία.

χέρα οἱ γὰρ ὄρνιθες πτεροῖς ἀντὶ χειρῶν ἐχρῶντο.

λαβοῦσα ἁψαμένη.

κουφιῶ βαστάξω.

τὸ «τήνελα» μίμησίς ἐστι φωνῆς ποιᾶς μουσικῆς· ὁμοίως καὶ τὸ «ἀλαλαί». ἔστι δὲ ἀπὸ τοῦ ἐφυμνίου, οὗ εἶπεν Ἀρχίλοχος εἰς τὸν Ἡρακλέα μετὰ τὸν ἆθλον Αὐγείου· τήνελα καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύο. δοκεῖ δὲ πρῶτος Ἀρχίλοχος νικήσας ἐν Πάρῳ τὸν Δήμητρος ὕμνον ἑαυτῷ τοῦτον ἐπιπεφωνηκέναι.