eul_wid: mlw-ah
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Commentary on Wealth by Aristophanes Scholia

The Commentary on Wealth is an ancient and medieval compilation of explanatory notes, or scholia, on Aristophanes' comedy Wealth. A product of cumulative scholarship rather than a single author, it represents the work of numerous commentators from the Hellenistic period through the Byzantine era. The commentary provides line-by-line exegesis for 445 passages in the play, elucidating obscure vocabulary, historical allusions, mythological references, and points of textual criticism. Its structure is directly parasitic upon the comedy, with each note attached to a specific quoted phrase from the original text.

The tradition of composing scholia originated with Hellenistic scholars at institutions such as the Library of Alexandria, who developed these annotations to preserve, interpret, and teach classical works. The scholia on Wealth thus constitute a stratified record of academic engagement, primarily intended for students and instructors studying Aristophanes. They reveal shifting scholarly priorities across centuries, ranging from meticulous philological analysis to broader cultural and historical annotation. The commentary survives exclusively within the medieval manuscript tradition of Aristophanes' comedies, having been copied, abbreviated, and sometimes expanded by successive scribes. This collection is a resource for insights into ancient Athenian society, the nuances of the Attic Greek dialect, and the long history of classical textual scholarship.

ΥΠΟΘΕΣΙΣ ΠΛΟΥΤΟΥ.Χρεμύλος τις ὢν πρεσβύτης πένης καὶ ἔχων υἱόν, κατανοήσας ὡς οἱ φαῦλοι τῶν ἀνθρώπων τὸ τηνικαῦτα εὖ πράττουσιν, οἱ δὲ χρηστοὶ ἀτυχοῦσιν, ἀφικνεῖται ἐς θεοῦ, χρησόμενος πότερον τὸν παῖδα σωφρόνως ἀναθρέψει καὶ ὅμοιον ἑαυτοῦ τοῖς τρόποις διδάξειεν—ἦν γὰρ αὐτὸς χρηστός—ἢ φαῦλον, ὡς τῶν φαύλων τότε εὖ πραττόντων. ἐλθὼν οὖν εἰς τὸ μαντεῖον, περὶ μὲν ὧν ἤρετο οὐδὲν ἤκουσε, προστάττει δὲ αὐτὸν ἐν τῷ ἐξιέναι, ὃν ἂν καθέξει πρῶτον, κατασχεῖν. ὀπτάνεται γοῦν αὐτῷ Πλοῦτος τυφλός, καὶ ἀκολουθεῖ τούτῳ, καὶ τὰ λοιπά.

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ.Καρίων οἰκέτης. Χρεμύλος δεσπότης. Πλοῦτος. Χορὸς ἀγροίκων. Βλεψίδημος. Πενία. Γυνὴ Χρεμύλου. Ἀνὴρ δίκαιος. Ἕτερος ἀνήρ. Συκοφάντης. Γραῦς ἡ φίλη τοῦ μειρακίου. Νεανίας. Ἑρμῆς θεός. Ἱερεὺς Διός.

ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΤΖΕΤΖΟΥ ἘΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ἈΡΙΣΤΟΦΑΝΗΝ.

ὁ θεράπων δυσφορεῖ, τοῦ δεσπότου ἑπομένου τυφλῷ ἀνδρί· οὕτω δὲ τοῦ «ὡς» πέπλεκται ἡ διάνοια· τὸ γὰρ «ὡς» ἐνταῦθα δηλωτικόν ἐστιν ἐπιτάσεως· δύο γὰρ δηλοῖ τὸ «ὡς», τὸ κατʼ ἐπίτασιν καὶ τὸ θαυμαστικόν. ἅπαν δὲ οὐ διὰ τὴν τύχην, ἀλλὰ διὰ τὸ ἐπαχθὲς τῶν δεσποτῶν.

ἀργαλέον: χαλεπόν, δύσκολον, δυσάρεστον· εἴρηται δὲ παρὰ τὸ ἄλγος «ἀλγαλέον» καὶ κατὰ τροπὴν τοῦ λ εἰς ρ «ἀργαλέον»· ἢ ἔργον παρὰ τοῖς παλαιοῖς τὸ δυσχερές, ἐκ τούτου παράγωγον τὸ «ἀργαλέον», ὡς ἀπὸ τοῦ «ἔπω» «ἀπύω».

ὦ Ζεῦ: τὸν Δία παρέλαβε κατʼ ἐξοχὴν τῶν ἄλλων θεῶν ὡς τὸ «Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε». κἀκεῖ γὰρ τὸν Ἕκτορα ὀνομάζων κατʼ ἐξοχὴν παρείληπται.

χαλεποῦ ὄντος τοῦ ὑπηρετεῖν, χαλεπώτερον γίνεται, ἐὰν καὶ ἀνοήτῳ δεσπότῃ τις ὑπηρετῇ.

δοῦλον γενέσθαι: τὸ ὅλον οὐ πρὸς τὴν τύχην ἐστίν· οὐ γὰρ ὅτι δοῦλός ἐστι λυπεῖται, ἀλλὰ πρὸς τὴν διαφορὰν τῶν κεκτημένων ἔθηκε τὸ «παραφρονοῦντος».

δοῦλος ἀπὸ τοῦ μετὰ δέους λάειν ἤγουν βλέπειν· δεσπότης ὁ τοῦ δέους ποιητής.

λέξας τύχῃ: ἀντὶ τοῦ «λέξῃ» ἀττικῶς· ἦ τὸ «τύχῃ» ἔχει ἔμφασιν, ἀντὶ τοῦ «τυχαίως πως λέγουσιν οἱ δοῦλοι λόγους καλούς»· οὐ γὰρ ἀπὸ μαθήσεως διδάσκονται τὸ λέγειν καλῶς.

ἢ «ἐὰν γὰρ τύχῃ λέξας τὰ βέλτιστα» ἀντὶ τοῦ «λέξῃ», ἢ «ἐὰν γὰρ λέξας τὰ βέλτιστα τύχῃ» ἤγουν «τυχαίως». «βέλτιστος» παρὰ τὸ βέλλω, ὅθεν καὶ βολὴ καὶ βέλος γίνεται· ῥηματικὸν ὄνομα τὸ «βελτός», καὶ τὸ συγκριτικὸν «βέλτερος»· «ἀπολέσθαι ἕνα χρόνον βέλτερον ἠὲ βιῶναι». ὁ δεύτερος τύπος «βελτίων βέλτιστος». αὐτὸ μὲν τὸ εἶναί τινα δοῦλον λίαν ἐστὶ πικρὸν καὶ ἐπώδυνον· εἰ δὲ καὶ παραφρονοῦντος δεσπότου ἐστί τις δοῦλος, τοῦτο τῶν …

μετέχειν: πρὸς τὸ ποιητικόν· «ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς ἀνέρος εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσι». τί γὰρ κακὸν μεῖζον τοῦ τὰ ἐναντία ἑαυτῷ διαπράττεσθαί τινα, ἐν τῷ μὴ ποιεῖν ἃ βούλεταί τις καὶ τῆς τῶν ἄλλων ἀφροσύνης ἀνέχεσθαι·

καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. ἔστι δὲ τὸ σχῆμα ἀποθετικὸν τῆς πρώτης ἐννοίας.

τῷ δὲ Λοξίᾳ: τοῦτο παραγραφὴ λέγεται· ἤτοι τῷ Ἀπόλλωνι τῷ λοξὴν ἰὰν πέμποντι, λοξῶς γὰρ μαντεύεται ὁ θεός· ἢ τῷ λοξὴν πορείαν ποιουμένῳ, ὁ αὐτὸς γάρ ἐστι τῷ ἡλίῳ. ἄλλως. τῷ δὲ Λοξίᾳ: τῷ Ἀπόλλωνι τῷ λοξῶς ἰάνοντι τουτέστι φωνοῦντι, λοξῶς γὰρ μαντεύεται ὁ θεός· ἢ τῷ λοξὴν ἴαν τουτέστι πορείαν ποιουμένῳ, ἀπὸ τοῦ ἴημι τὸ ἔρχομαι· λοξῶς δὲ κινεῖται ὁ ἥλιος διὰ τοῦ ζῳδιακοῦ κύκλου· ὁ γὰρ Ἀπόλλων εἰς τὸν ἥλιον ἀλληγορεῖται.

ὃς θεσπιῳδεῖ: ἐτραγικεύσατο τῇ τέχνῃ. ὁ γὰρ Πύθιος ἐπὶ τρίποδος καθήμενος χρησμῳδεῖ, καλεῖται δὲ τὸ μέρος, ἐν ᾧ κάθηται, ὅλμος.

τρίποδι χρᾶται ὁ Ἀπόλλων μαντευόμενος· διὰ τὰς τρεῖς ταύτας τάξεις φησί, διὰ τὰ ἐόντα, τὰ ἐσόμενα καὶ τὰ μέλλοντα καὶ τὰ πρὸ ἐόντα. τριῶν οὐσῶν τῶν τεχνῶν τοῦ θεοῦ, δύο ἐμνήσθη, ἰατρικῆς καὶ μαντικῆς, μουσικῆς δὲ οὔ, ὡς μὴ χρείαν ἐχούσης πρὸς τὸ παρόν. ἄλλως. τρίποδι χρᾶται ὁ Ἀπόλλων μαντευόμενος διὰ τοὺς τρεῖς καιρούς, τὸν ἐνεστῶτα, τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα. τινὲς δέ φασι κτήσασθαι τὸν τρίποδα οὕτως. ἁλιεῖς μισθῷ βῶλον ἔρριπτον ἵνα τὸ ἀναφερόμενον ᾖ τοῦ ἀγοράσαντος τὸν βῶλον. ἠγόρασαν οὖν τινες· εἶτα ἀνηνέχθη τρίπους χρυσοῦς· ἐφιλονείκουν οὖν περὶ αὐτοῦ καὶ ἔλεγον ὡς «πᾶν τὸ ἀνιὸν ἠγοράσαμεν τῇ αὐτοῦ τύχῃ.» ὥστε οὖν φιλονεικούντων ἔδοξαν ἐρωτῆσαι τὸν Ἀπόλλωνα, ὁ δὲ διῄτησε δοθῆναι αὐτὸν τῷ σοφῷ. προσήγαγον οὖν αὐτὸν τοῖς ἑπτὰ σοφοῖς· ἕκαστος δὲ τούτων παρῃτεῖτο λέγων σοφὸς μὴ εἶναι. ἔδοξαν οὖν αὐτὸν ἀναθεῖναι τῷ Ἀπόλλωνι ὡς σοφωτάτῳ πάντων· ὅθεν λόγος ἐσχηκέναι αὐτὸν τὸν τρίποδα· ἡ δὲ λέξις τὸ θεσπιῳδεῖν ἐτυμολογεῖται οἱονεὶ θεοεπᾴδειν χρυσοῦς δέ ἐστιν ὁ τρίπους ὅτι μία ἡ ὕλη καὶ οἱ ᾀδόμενοι χρησμοὶ τίμιοι.

μέμψιν δικαίαν: νέμεσις καὶ μέμψις διαφέρει· νέμεσις γὰρ ἡ δικαία αἰτίασις, μέμψις δέ ποτε καὶ ἡ ἄδικος διὰ τοῦτο προσέθετο τὸ «δικαίαν».

ἰατρὸς: τῶν δυοῖν ἀρετῶν μέμνηται τοῦ θεοῦ κατὰ τὸ παρόν; θεσπιῳδίας τε καὶ τῆς ἰατρικῆς. εὐκαίρως δὲ τὴν μνήμην τούτων ἐποιήσατο· ἰατρικῆς μέν, ὅτι ἀνίατον ἔπεμψε τὸν δεσπότην καὶ τὴν μὴ προσοῦσαν αὐτῷ μελαγχολίαν περιῆψε, θεσπιῳδίας δὲ διὰ τὸ προσεχὲς τῆς ἐκεῖθεν ἐξόδου. τριῶν δὲ οὐσῶν τεχνῶν ὧν μετεῖχεν ὁ θεός, μέμνηται νῦν τῆς μαντείας καὶ ἰατρικῆς, παρῆκε δὲ τὴν μουσικὴν ὡς ἐπὶ τοῦ παρόντος μὴ χρείαν αὐτῆς ἔχων. ἢ διὰ τοῦ εἰπεῖν «σοφός» τὴν μουσικὴν αἰνίττεται· πρὸς τὸ χάριεν οὖν διαβάλλει τὸν θεόν, ὅτι τῶν ἄλλων ἰατρὸς ὢν οὐκ ἰάτρευσεν αὐτόν, ἐξέπεμψε δὲ πρὸς τούτῳ καὶ τῆς προσούσης αὐτῷ συνέσεώς τε καὶ σοφίας ἐστέρησεν, ἐκταράξας τῇ μαντείᾳ· τοῦτο οὖν ἔοικε λέγειν, ὅτι διὰ τῶν ἑαυτοῦ μᾶλλον ἀρετῶν ἔβλαψε τὸν δεσπότην ἤπερ ὠφέλησε, καὶ διὰ μὲν τῆς μαντείας ἐτάραξε, διὰ δὲ τῆς ἰατρικῆς μελαγχολᾶν ἐποίησε, διὰ δὲ τῆς σοφίας, ὅ ἐστι τῆς φρονήσεως, τοῦ φρονεῖν αὐτὸν ἀφείλατο. ψεύδεται ὁ δοῦλος· οὐ γὰρ ἀλήθειαν λέγει, ἐπεὶ ἐκεῖνος κατὰ πρόσταξιν θεοῦ τοῦτο πεποίηκεν.

διστακτικὸν εἶπεν «ὥς φασιν»: «οἱ μὲν γὰρ ἄλλοι σοφὸν αὐτὸν λέγουσιν, ἐγὼ δὲ ἀπʼ ἔργων ὧν βλέπω κρίνω τοῦτον ἄτεχνον μάντιν καὶ ἄτεχνον ἰατρόν».

οἱ γὰρ βλέποντες: τὸ εὔηθες καὶ μανικὸν κατηγορεῖ τοῦ δεσπότου ἐκ τοῦ παράπαν ἐναντίου· ἡγεῖσθαι γὰρ προσήκει, οὐχ ἕπεσθαι τυφλῷ.

ἡγούμεθα καὶ ἡγεμονεύομεν· ἡγοῦμαι τὸ προπορεύομαι, δοτικῇ· τὸ δὲ ἡγομονεύω, γενικῇ.

«καὶ ταῦτʼ ἀποκρινομένου καὶ λαλοῦντος τοῦ τυφλοῦ οὐδὲ γρῦ». ἔστι γὰρ ὅτε λαμβάνεται τοῖς ποιηταῖς ἡ ἀπόκρισις ἀντὶ ἁπλῆς ὁμιλίας.

γρύ: βραχύ. ἔστι δὲ ὄνυχος ῥύπος· τινὲς δὲ παρὰ τὸν γρυλλισμὸν τουτέστι τὴν φωνὴν τῶν χοίρων· ἢ εἶδος νομίσματος· γρὺ τὸ μικρόν, ὅθεν καὶ γρύτη, τὰ μικρὰ σκεύη. ἔστι δὲ τὸ σχῆμα παρʼ ὑπόνοιαν.

οὐ γάρ με τυπτήσεις: ἔθος εἰς θεοὺς ἀπιόντα στεφανοῦσθαι καὶ ἀνεύθυνον εἶναι. πρὸς τὸ ἔθος οὖν ἀνακομιζόμενοι ἐκ τοῦ μαντείου ἐστεφανηφόρουν. ἄλλως. ἡ στεφανηφορία τοῖς εἰς θεὸν ἀπιοῦσι δούλοις τε καὶ ἐλευθέροις ἰσοτίμως ἐδίδοτο, οὐδὲν πλεονεκτήματος τεκμήριον ἐλευθέροις δωρουμένη, οὐδὲ μὴν δούλοις ὀνειδίζουσα τὸ τῆς τύχης ὑποδεές, ἔπαιξε δὲ ἅμα χαριέντως καὶ δυσωπητικῶς.

ἵνα μᾶλλον: ἤτοι τῆς τοῦ στεφάνου περιθέσεως στερισκόμενος.

ἵνα μᾶλλον ἀλγῇς: δεχόμενος τὰς τῶν πληγῶν καταγωγὰς διὰ τὸ γυμνῆς καθικνεῖσθαι τῆς κεφαλῆς.

λῆρος: χαριέντως καὶ σκοπὸν ἤνυσε καὶ ὑβρίζειν οὐκ ἔδοξε καίπερ λυπούμενος· ἐπεὶ τὸν δεσπότην ἔμελλεν ὑβρίζειν, εὐστόχως οὐκ εἶπε «ληρεῖς», ἀλλʼ ἀορίστως «λῆρος».

πάνυ σφόδρα: ὅτι σύνηθες παρʼ ἀλλήλοις τὰ ἰσοδυναμοῦντα τίθεσθαι· γέγονε δὲ ἐξ ἀμφοτέρων οὕτως καὶ τὸ «τυχὸν ἴσως»

κλεπτίστατον: τὸ σχῆμα παρʼ ὑπόνοιαν. ἀντὶ τοῦ εἰπεῖν «εὐνούστατον», παίζων κωμικῶς ἅμα καὶ χαριεντιζόμενος διὰ τὸ τῆς κωμῳδίας μειδιαστικόν, ἅμα δὲ καὶ τὸν οἰκέτην ποιεῖ ἀποδοχῆς τυγχάνοντα καὶ χλεύης παρὰ τοῦ δεσπότου· ἦν γὰρ ἐλπὶς τῷ πρώτῳ συμφώνως λεχθήσεσθαι καὶ τὸ δεύτερον. ἢ ἀντὶ τοῦ «κερδαλέον καὶ συνετόν»—καὶ Ὅμηρος «κλέπτε νόῳ», παραλογίζου—, ἢ «μυστηριακώτατον»· τὰ γὰρ μυστήρια κρυφίως γίνεται.

οἶδά τοι: οἶδα, φησίν, ὅ τι αἰνίττεται τοῦ δράματος ὁ σκοπός.

ἱερόσυλοι ῥήτορες: ἦ ὡς κλέπτοντες τὸ ἱερόν, ἤγουν τὴν ἀλήθειαν.

ῥήτορες: οἱ συνήγοροι καὶ οἱ τὴν ἰδίαν ἀπεμφαίνοντες γνώμην.

συκοφάνται: λιμοῦ γενομένου ἐν τῇ Ἀττικῇ λάθρα τὰς συκᾶς ἀφιερωμένας τοῖς θεοῖς ἐκαρποῦντο, μετὰ δὲ ταῦτα εὐθηνίας γενομένης κατηγόρουν τούτων καὶ ἐκεῖθεν συκοφάνται λέγονται.

«πονηρός» ὁ κακοῦργος, «πόνηρος» ὁ ἄθλιος.

ταλαιπώρου: τοῦ τλητικοῦ ἢ τοῦ τετληκότος· «ταλαίπωρος» δὲ παρὰ τὸ τλῆναι. τὸν πῶρον ὅ ἐστι τὸ πάθος· φησὶ καὶ Ἀντίμαχος· «πῶρόν τʼ ἐν ἀλόχοισιν καὶ οἷς τεκέεσσιν ἔθεντο.» λέγονται δὲ ταλαίπωροι οἱ ἐκ τῶν τληπαθειῶν ἐννεοὶ γενόμενοι καὶ οἷον πωρούμενοι κατὰ τὸν τῆς Νιόβης λόγον τὰ γὰρ περὶ αὐτῆς μυθολογούμενα ἀπίθανά τε καὶ ἀδύνατα.

ἐκτετοξεῦσθαι: ἐκκενῶσθαι, ἐκ μεταφορᾶς τῶν ἐν τῇ τοξείᾳ ἀναλισκόντων τὰ βέλη· ἢ ὑπὸ τῶν τόξων τῆς εἱμαρμένης ἀπολωλέναι. ἄλλως. ἀντὶ τοῦ ἐξοίχεσθαι πρὸς ἀπόληξιν τῆς ἐν αὐτῷ διατριβῆς ἐκπίπτοντα. ἄλλως. ἀπολωλέναι ἀπὸ τῶν τοξευομένων ἢ τὰ βέλη ὅλα ἀφιέντων τοξοτῶν.

ἐκ μεταφορᾶς τῶν τὰς ἰδίας σαρίσσας ἐκτοξευσάντων ἐκκενῶσθαι καὶ ἀπαντληθῆναι.

ἀπὸ μεταφορᾶς τοῦ σώματος· ὥσπερ γὰρ ἐν τῷ σώματι, ὅταν ὑγιαίνωσι τὰ στοιχεῖα καὶ μένωσιν εἰς τὴν οἰκείαν τάξιν, σῴζεται τὸ σῶμα, οὕτω καὶ ἡ ἀλήθεια ὅταν ἔχῃ τοὺς λόγους ὀρθούς, λέγομεν «ὑγιαίνει», ὅταν δὲ μὴ οὕτως, λέγομεν «νοσεῖ».

ἐκ τῶν στεμμάτων: ὅτι στεφάνῳ δάφνης ἔστεπτο ὁ τρίπους, ἐφʼ οὗ καθῆτο ἡ Πυθία χρησμῳδοῦσα. καλεῖται δὲ τὸ μέρος, ἐν ᾧ κάθηται, ὅλμος. ὁ Ἀπόλλων ἐρασθεὶς τῆς Δάφνης τῆς θυγατρὸς τοῦ Λάδωνος τοῦ ποταμοῦ καὶ τῆς Γῆς καὶ μὴ δυνηθεὶς περιγενέσθαι αὐτῆς ἅτε καταχωσθείσης τῇ γῇ κἀκεῖθεν δάφνης ἀναδοθείσης, δάφνινον στέφανον ποιησάμενος, τῷ αὐτῷ τρίποδι ἀπῃώρησεν.

τὸ «ξυνίεις» ἐπὶ ἐνεστῶτος δίφθογγον· ἐπὶ δὲ παρατατικοῦ η; ξυνίημι καὶ ὁ παρατατικὸς ξυνίην ξυνίης.

ἐπίνοιαν τοῦ θεοῦ: ἔννοια γάρ ἐστιν ἡ γνῶσις· ἐπίνοια δὲ ἡ ἔχουσα ἐν ἑαυτῇ κρύψιν τινά.

ἀπὸ τῶν πυλῶν τῶν ὀνομαζομένων Σκαιῶν.

δηλονοτιὴ καὶ τυφλῷ: ἤτοι πρὸς τὸν Πλοῦτον αἰνιττόμενος ἢ παρὰ τὸ πηρὸν τῷ νῷ—»νοῦς» γὰρ «ὁρᾷ καὶ νοῦς ἀκούει»— καθάπερ ὁ τυφλὸς τὴν πορείαν εὐθεῖαν οὐ ποιεῖται. καὶ τὸ ὁμηρικόν· «καί κʼ ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα». «τυφλῷ» δὲ οὐχὶ ὀφθαλμὸν ἀλλὰ τὴν καρδίαν, τουτέστιν ἀνοήτῳ. παροιμία· «τυφλῷ δῆλα τὰ μαρτύρια». τὸ δὲ ἑξῆς ὅτι σφόδρα ἐστὶ τοῦτο συμφέρον τὸ μηδὲν ὑγιὲς ἀσκεῖν.

ἀπὸ μεταφορᾶς τῶν ζυγῶν.

ἢ τἀπὶ τούτοις: τὰ ἐπὶ τῇ ἀπειλῇ.

λέγειν οὖν χρή· «λόγῳ πεισθέντα βέλτιόν σοι ἐξειπεῖν ἢ βιασθέντα»· ἢ «ὡς μὴ λέγοντός σου βίαιόν τι διαπράξομαι».

ἵπτει γὰρ τὴν ὕβριν πρὸς τὸν δεσπότην.

τὸ εἶδος ἀντὶ γένους· τὸ ὅρκος εἶδος, τὸ δὲ εὐσέβεια γένος.

ὄρνιν ἐκάλουν οἱ παλαιοὶ πᾶν τὸ ἐπὶ σημείῳ τινὶ καὶ τεκμηρίῳ παραβαλλόμενον· ἐκ μεταφορᾶς τῆς οἰωνοσκοπητικῆς.

μὰ τὴν Δήμητραν: ἐπικαλεῖται τὴν Δήμητραν ὡς πένης καὶ ὡς χρείαν ἔχων τῶν ἀναγκαίων καὶ τῶν ἀπὸ τῆς γῆς καρπῶν καὶ ἵνα ἐπιδαψιλεύηται αὐτῷ τὰ ἀναγκαῖα διʼ ὧν ἂν ζώῃ.

ὦ τάν: ὅτι οὐ πρὸς ἕνα μόνον τὸ «ὦ τάν» ἀλλὰ καὶ πρὸς δύο καὶ Κρατῖνός φησιν· «ἆρά γε ὦ τὰν ἐθελήσετε,» «τάν» καὶ φίλε, ἀπὸ τοῦ ἔτης, ὁ φίλος, τοῦ ἔτου· ἡ κλητικὴ «ὦ ἔτα» καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ ν «τάν».

πώμαλα: οὐδαμῶς· ἔστι δὲ ἀττικόν· ἐπίρρημα ἀρνήσεως.

ὡς ἐπὶ ἀψύχου τὸ «ἀναθείς» διὰ τὸ τυφλὸν αὐτὸν εἶναι.

οὕτως τὴν αἰτιατικὴν ἀντὶ γενικῆς καὶ ἀντὶ δοτικῆς τὴν αἰτιατικὴν πολλάκις οἱ Ἀττικοὶ λέγουσιν.

τραχηλιάζειν τὸ ἀλαζονεύεσθαι, τραχηλίζειν τὸ μετὰ φόβου παρίστασθαί τινι· τὸ δὲ «γυμνοὶ καὶ τετραχηλισμένοι», οἱ μετὰ φόβου καὶ κάτω τὰς κεφαλὰς ἔχοντες, οἱ γυμνοὶ καὶ ἀπερικάλυπτοι, ὑπὸ τῶν ἁμαρτιῶν ἐλεγχόμενοι, ἀπὸ μεταφορᾶς τῶν προβάτων τῶν ἐκδερομένων καὶ δεικνύντων τὴν ἔνδον θέσιν.

«ἡμεῖς γʼ ἂν βούλῃ, ἀπολύομεν»· τοῦτο δέ φασιν ἀπολύσαντες αὐτόν. ἄλλως. «ἐὰν καί σοι δοκῇ» τὸ ἀπολυθῆναι, κατὰ παράλειψιν ἀττικήν, «ἀφήσομεν».

ἀνδρῶν: πεφυλαγμένως ποιεῖται τὴν πρὸς θεοὺς ὑπέρθεσιν, ἵνα μὴ θεῶν ὑπερτιθεὶς κἀκείνους πάθει προσζεύξῃ ἢ ὅτι ἐν σχήματι ἀνδρὸς ἐφάνη ὁ Πλοῦτος· δεῖ δὲ ἐννοεῖν αὐτὸν ῥυπῶντα καὶ ταπεινὸν τὸ σχῆμα.

διὰ τὸ φανῆναι ἐν σχήματι ἀνδρὸς τὸν Πλοῦτον τοῦτό φησιν.

τὸ «αὐτότατος» οὐ λέγεταί ποτε· τὰ γὰρ ἀόριστα τῶν πραγμάτων ἀνεπίτατα. εἰ οὖν ἀντωνυμία ἐπὶ οὐσίας λαμβάνεται, κατὰ τοῦτο ἐπίτασιν οὐ δέχεται ὡς τὰ ἄλλα μέρη. πέπαικται δὲ τοῦτο κωμικῶς.

παίζων λέγει· αἱ ἀντωνυμίαι οὔθʼ ὑπερθέσεις δέχονται οὔτʼ ἐπιτάσεις.

ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ χέω· ὁ μὴ λουόμενος· τὸ δὲ ὗ πλεονάζει.

ἐκ Πατροκλέους: εἷς ἦν τῶν λακωνικὸν βίον ζηλούντων, ἀθηναῖος, πλούσιος μὲν σφόδρα, ὡς κακόβιος δέ τις καὶ φιλοχρήματος καὶ σκνιφὸς κωμῳδεῖται, ὅστις ἕνεκα τῆς φειδωλίας οὐδένα εἴα προσίεσθαι διὰ φυλακὴν τῶν χρημάτων καὶ γλίσχρου βίου.

ὁ Ζεύς με: παρῴδηται ἐκ τοῦ Ἡσιόδου· «ἔκρυψαν δὲ θεοὶ βίον ἀνθρώποισι»· καὶ γὰρ ἀνόσιος ὁ διὰ τῆς ἀρετῆς πλοῦτος τοῖς δικαίοις εἰ χαυνωθεῖεν ἐκ περιουσίας. ἐνταῦθα ἀπορία ἐστί· πῶς οὖν νοούμενος εἰς τὸ πρῶτον ὁ Ζεὺς αἴτιον καὶ μᾶλλον βουλόμενος τοὺς ἀγαθοὺς εὖ πράττειν, ἐτύφλωσε τὸν Πλοῦτον; λέγομεν οὖν ὅτι, εἰ πᾶσι τοῖς ἀγαθοῖς παρείπετο τὸ πλουτεῖν, πάντες ἂν διʼ αὐτὸ μετῄεσαν τὴν ἀρετήν· οὗτος δὲ βουλόμενος οὐ διά τι χρήσιμον καὶ ἐπωφελὲς μετιέναι ταύτην ἀλλὰ διʼ αὐτὸ τὸ καλόν, ἔσθʼ ὅτε καὶ ἀποτυχίαν χρημάτων τῷ βίῳ δίδωσιν, ἵνʼ ἕκαστος ἐφίηται τῆς ἀρετῆς διʼ αὐτὴν τὴν ἀρετὴν καὶ μὴ διὰ τὸ ἐλπίζειν ὅτι πάντως διὰ τῆς ἀρετῆς εὐπορήσῃ χρημάτων.

ἐγὼ μὲν ὢν μειράκιον: τοῦτό φησιν, ἵνα τὸ προπετὲς τῆς ῥήσεως ἐπὶ τὴν ἡλικίαν ἀνενέγκῃ καὶ ἐπὶ τὸ ἐξημμένον, καὶ δόξῃ συγγνώμην ἔχειν ἡ ἁμαρτία, ὅτι μειράκιον ὢν ἠπείλησεν.

φθονέω φθονῶ τὸ ζηλῶ καὶ φθονόω φθονῶ τὸ ἄφθονον ποιῶ· ἔστι δὲ τυχόν τις ἐπίφθονος διʼ ἀρετήν.

ἄχρι τούτου φασὶ διὰ τοὺς Ἀθηναίους· σκώπτει γὰρ αὐτοὺς ὡς πονηρούς.

ἀντιβολῶ λέγεται τὸ ἐναντίως βάλλειν ἑαυτόν τις, ἤγουν ἔμπροσθεν τοῦ δεομένου· τινὲς δὲ λέγουσι τὸ ἐναντίον τοῦ βασιλέως πίπτειν. ἔστι δὲ τὸ πρῶτον κρεῖττον.

ἀτεχνῶς: ἀληθῶς· «τέχνη» γὰρ ὁ δόλος παρὰ τοῖς Ἀττικοῖς τὸ δὲ ἄνευ δόλου ἀληθές. ἔστιν «ἀτεχνῶς» οἷον καὶ ἀτενῶς μετὰ περισσοῦ τοῦ χ. ἄλλως. ἁπλῶς, ἄνευ τέχνης· ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν μὴ τέχνῃ νικώντων ἀλλὰ δυνάμει. εἰ δέ τις παρὰ τὴν τέχνην λέγει τι ἢ ποιεῖ, οὐκέτι περισπωμένως ἀλλὰ βαρυτόνως· «ἀτέχνως ποιεῖς, ἀτέχνως λέγεις». ὁ γὰρ τόνος διαστέλλει τὸ σημαινόμενον, τήν τε τῆς τέχνης στέρησιν καὶ τὸ ἀδιάφορον τῆς χρήσεως. καὶ ὁ νοῦς· «κἂν φύσει τίς ἐστι χρηστός, ἐπὶ τὸ χεῖρον μεθίσταται ὑπὸ τῶν χρημάτων».

δύο μέρη τοῦ λόγου τὸ «ἁπαξάπαντες», ὑφʼ ἓν δὲ ταττόμενον, ὡς καὶ τὸ «ἁπαξαπλῶς». «οὐ, φησὶ δέ, πάντες, ἀλλʼ ὁμοῦ πάντες». τὸ γὰρ «ἁπαξάπαντες» ἐπιτάσεως χάριν λαμβάνεται.

ὀφθαλμίας: ἤγουν πηρώσεως. ὀφθαλμία γάρ ἐστι κυρίως ἡ ἐκ πάθους γινομένη πήρωσις.

περινοστεῖν: κυρίως μὲν νόστος ἡ ἀπὸ ἀλλοδαπῆς οἴκαδε ἄφιξις, καταχρηστικῶς δὲ καὶ ἡ ἀπὸ τόπου εἰς τόπον μετάβασις καὶ πορεία.

ὀρρωδῶ: ἀπὸ τοῦ ὄρρου ὅ ἐστι μεσοπύγιον τῆς περιστερᾶς· ἔστι γὰρ τρομερὸν τὸ μέρος· καὶ κυρίως μὲν ἐπὶ τοῦ τῶν ἀλόγων δέους λέγεται· πεποίηται δὲ παρὰ τὸ τὴν οὐρὰν δονεῖν ὅ ἐστι σείειν, δηλοῦν δὲ τὸ δέος· ἢ παρὰ τὸ ἐγκρύπτειν τούτῳ τῷ μέρει τὰ αἰδοῖα κατὰ τὴν τοῦ δέους διάθεσιν· ἢ ὅτι τῶν φοβουμένων εἴωθεν ὁ ὄρρος πρῶτον ἱδροῦν.

ἄληθες: ἐπίρρημα θαυμαστικόν· καὶ προπαροξύνεται ἀττικῶς.

καὶ τοὺς κεραυνούς: τὰ μέγιστα ἀμυντήρια τοῦ Διός· ἐκ δὲ τούτων τὴν δύναμιν αὐτοῦ λέγει.

ἆ: ἐπίρρημα τιμητικόν.

ὅτι οὐδʼ ἂν εἷς: ὅτι καὶ ἐπὶ τοῦ θυμιάσαι τὸ θύειν· ἐπὶ μὲν τοῦ βοὸς «σφάξειεν», ἐπὶ δὲ τοῦ ψαιστοῦ «θυμιάσειεν». κυρίως δὲ ψαιστὸν ἄλευρον ἐλαίῳ δεδευμένον, καταχρηστικῶς δὲ καὶ τὸ πόπανον.

ψαιστόν: ἀπὸ τοῦ ψῶ, τὸ λεπτύνω, καὶ τοῦ αἴθω.

οὐδὲν γὰρ ἀνθρώποις ἄνευ ἀργυρίου πράττεται.

ἰστέον ὅτι ἡ «ἔγωγε» ἀντωνυμία διαφέρει τῆς «ἐγώ» τῷ τὴν μὲν «ἔγωγε» ἐπὶ ἀρχῆς μόνον τίθεσθαι, καὶ ἔστιν ἀττικόν, τὴν δὲ «ἐγώ» ἐπὶ ἀρχῆς καὶ μεταξύ, καὶ ἔστι κοινή.

οὔτε γάρ τοι πολυτίμητοι οὔτε ἀξιόπιστοί εἰσιν οἱ δοῦλοι. ἐξηυτέλισε δὲ ἑαυτὸν πρὸς τὸ ἐπιτυχεῖν τοῦ σκοποῦ.

τὸ ἐκφράζειν τινά τι καὶ ἔρχεσθαι καὶ εἰς αὐτὰ τὰ λεπτότατά ἐστι τὸ σχῆμα τῆς ἀφελείας, οἷον λέγειν ἀργυρίδιον καὶ λοιπά. κυρίως δὲ ὑποκοριστικά εἰσι τὰ ἀπὸ κορίσκου πρὸς γραῦν ῥήματα.

τὸ πλουτεῖν κατὰ γραμματικοὺς ῥῆμα, κατὰ δὲ φιλοσόφους μετὰ τοῦ ἄρθρου ὄνομα, τὸ πλουτεῖν καὶ ὁ πλοῦτος, τὸ λέγειν καὶ ὁ λόγος, καὶ ἕτερα.

«πειρᾶν» κυρίως τὸ προσβάλλειν γυναικὶ περὶ τῆς ἀφροδίτης καὶ λόγους περὶ συνουσίας προσφέρειν· καὶ «πειραθῆναι» τὸ ἀκοῦσαι λόγους τοιούτους.

πρὸς τὸ ἐρεθίζειν αὐτούς· ἄτοπον δὲ τὴν γυναῖκα τὸ ἔμπροσθεν μόριον ἐπισείειν· σφόδρα δὲ ἄσημον τὸ βαδίζουσαν ἐγκρούειν τῷ πρωκτῷ.

ὅτι ἀρσενικῶς καὶ θηλυκῶς ὁ πόρνος· ζητείσθω δέ, εἰ καὶ οὐδετέρως.

δαί: σύνδεσμος ἐρωτηματικός· διὰ δὲ τὴν ἔκτασιν δίφθογγον γράφεται.

ἤτοι περικαλύπτουσι τὴν ἀσέλγειαν· μοχθηρίαν δέ, τὴν τοῦ ἀργυρίου ἐπιθυμίαν ἢ τὴν αἴτησιν. εἴρηται δὲ τὸ «περιπέττειν» ἢ ἀπὸ τοῦ περιπετάσματος ἢ ἀπὸ τῶν ζύμῃ τὰ ἄλφιτα περιλαμβανόντων καὶ τούτοις συγκαλυπτόντων αὐτήν· εἰώθασι γὰρ τὰ καταλιμπανόμενα ἀφʼ ἑκάστου ἄρτου μιγνύντες ποιεῖν ἄρτον. φησὶν οὖν καταχρῆσθαι τῷ ὀνόματι τοῦ ἵππου εἰς τὴν μοχθηρίαν.

οἷον μηχαναί, πλοίων κατασκευαί, τὰ διὰ λόγων σοφίσματα.

τὴν σύνταξιν τελευταῖον πρὸς τὸ οὐδέτερον ἀπέδωκε, λέγω δὴ τὸ «εὑρημένα» πρὸς τὸ «σοφίσματα».

«τεκταίνω» σημαίνει δύο, τὸ κατασκευάζω καὶ τὸ περὶ τὴν τεκτονικὴν κατάγεσθαι.

ἡ μὲν ἀκρίβεια τοῦ χρυσοῦ εἰς τὸ χωνεῦσαι, τοῦ ἀργυρίου δὲ εἰς τὸ κόψαι.

ἰστέον δὲ ὅτι μειδιασμοῦ ἕνεκα παραπλέκει τὰ γελοῖα καὶ ἀστεῖα ταῦτα.

ὅτι οἱ παλαιοὶ Ἀττικοὶ διὰ τοῦ κ λέγουσι τὸ «γναφεύειν»· ἔστι δὲ κνάφος ἀκανθῶδές τι, ᾧ ξύουσι τὰ ἱμάτια· οἱ δὲ νεώτεροι διὰ τοῦ γ παρὰ τὴν γνάψιν. «κναφεύς» δὲ παρὰ τὸ κνῶ, ὃ σημαίνει τὸ ξύω. καὶ Ὅμηρος· «ἐπὶ δʼ αἴγειον κνῇ τυρὸν κνήστι χαλκείῃ.» «γναφεύς» δὲ παρὰ τὴν τοῦ φάρους γνάψιν, ἥτις ἐστὶ παρὰ τὸ γάνος, τὸ λαμπρόν.

ἔθος ἦν τὸν ἁλόντα μοιχὸν παρατίλλεσθαι, ἵνα δοὺς ἀργύριον ποινῆς λυθῇ. «παρατίλλεται» οὖν διασείεται τὰς τρίχας τοῦ πρωκτοῦ· αὕτη γὰρ ὥριστο δίκη τοῖς μοιχοῖς πένησιν, ἀποραφανίδωσις καὶ τιλμός. οἱ γὰρ πλούσιοι χρήματα παρέχοντες ἀπελύοντο. «παρατίλλεται» οὖν φησι διὰ τὸ ἀπορεῖν καὶ μὴ δύνασθαι χρήμασι λυτροῦσθαι τὴν φυγήν. δημοσίᾳ δὲ ταῦτα ἔπασχον.

μέγας δὲ: τὸν τῶν Περσῶν βασιλέα λέγει, ἤγουν τὸν Ξέρξην· μέγαν γὰρ ἔλεγον αὐτὸν διὰ τὸ πλείονι δυνάμει χρῆσθαι περσικῇ. «κομᾷ» δὲ εἶπε, τουτέστι τῇ περιουσίᾳ τῆς ἀρχῆς, ἀπὸ τῶν μέγα φρονούντων τῇ κόμῃ.

ἀπὸ Περσέως τινὸς γήμαντος τὴν Ἀνδρομέδαν καὶ ἐξ αὐτῆς γεννήσαντος τέκνα ἐκλήθησαν Πέρσαι· ἢ ἀπὸ Πέρσου Αἰγύπτου· Κηφῆνες γὰρ ἐκαλοῦντο πρώην.

ἵνα πόρον εὕρῃ χρημάτων. ἐκκλησιάζομεν γὰρ ἢ τῶν ἰδίων τι σῶσαι βουλόμενοι ἢ τῶν ἀλλοτρίων σφετερίσασθαι. διαβάλλει δὲ τὸ ἐπὶ φιλονεικία τῶν Ἀθηναίων τριώβολον.

τριήρεις: οἱ γὰρ εὔποροι τῶν τριηραρχῶν πλείονας ναύτας ἔτρεφον καὶ διὰ τοῦτο ἐπλήρουν τὰς ναῦς, οἱ δὲ πένητες οὐδαμῶς.

τὸ δʼ ἐν Κορίνθῳ: ὡς τῶν Ἀθηναίων διʼ ἑαυτῶν μὴ βουλομένων πολεμεῖν πρὸς Κορινθίους διὰ τὸν κίνδυνον, μισθωσαμένων δὲ ξένους εἰς πόλεμον καὶ τρεφόντων αὐτούς· τοῦτο δὲ ἐν τοῖς πολλοῖς τῶν πολέμων διεπράττοντο. ἄλλως. φασί τινες ὅτι Κορινθίοις ἀδικουμένοις ὑπὸ Λακεδαιμονίων συμμάχους πέμψαι Ἀθηναίους, οὓς ἔτρεφον Κορίνθιοι. ἦν δὲ ὁ καταστήσας τοὺς ξένους ἐν Κορίνθῳ Κόνων ὁ Ἀθηναίων στρατηγὸς καθελὼν Λακεδαιμονίους, ὅπως φυλάττῃ τὴν ἔφοδον αὐτῶν. ἄλλοι δέ φασιν ὅτι τοὺς Κορινθίους ὑφορωμένους τοῖς Ἀθηναίοις ξενικὸν τρέφειν συμμαχίας χάριν.

ὅτι ὁ Πάμφιλος οὗτος δημαγωγὸς ἦν οἱονεὶ πολιτευόμενος· ἔκλεπτε δὲ τὰ τοῦ δήμου, ὡς ὁ Πλάτων φησί. «καὶ νὴ Δία Πάμφιλόν γε φαίης κλέπτειν τὰ κοινά, ἀλλὰ δὴ καὶ συκοφάντης». οὗτος οὖν ἁλοὺς ἐπὶ κλοπῇ τῶν δημοσίων χρημάτων ἀθρόως ἐξέπεσε δημευθεὶς ταύτην δίκην πεπονθώς. τὸν δὲ Βελονοπώλην παράσιτόν τινές φασι τοῦ Παμφίλου· ἀνάγκη οὖν καὶ αὐτὸν συνδυστυχεῖν αὐτῷ· καὶ ὡς δανεισταὶ ἐν Ἀθήνησι διαβάλλονται. ἀντὶ δὲ καὶ τοῦ εἰπεῖν «πλουτοῦσι» φησὶν «οὐχὶ κλαύσονται;»

δημαγωγὸς ἦν, ἔκλεπτε δὲ τὰ τοῦ δήμου· ὡς ἔοικε δὲ ἔζη, ὡς ἔστι μαθεῖν ἀπὸ τοῦ μέλλοντος «κλαύσεται».

πέρδεται: στρηνιᾷ πλουτῶν. ἐπὶ μαλακίᾳ οὖν διαβάλλεται, ὡς καὶ πορδὰς ἀφιέναι. καὶ εἰς θρασύτητα δὲ αὐτὸν κωμῳδοῦσιν.

Φιλέψιος: οὗτος, πένης ὤν, λέγων ἱστορίας ἐτρέφετο. ὡς τερατώδης διαβάλλεται.

ἡ ξυμμαχία: ἐπὶ Ἀμάσιδος Αἰγυπτίων βασιλέως ἐν σιτοδείᾳ ὄντες οἱ Ἀθηναῖοι ἔπεμψαν πρὸς αὐτὸν αἰτοῦντες σῖτον· καὶ ἔπεμψεν αὐτοῖς ἱκανόν. ἐκ τούτου Ἀθηναῖοι ἔπεμψαν τοῖς Αἰγυπτίοις συμμαχίαν εἰς τὸν τῶν Περσῶν πόλεμον, καὶ εἶχον φιλίαν καὶ ξυμμαχίαν πρὸς ἀλλήλους. ἄλλως. ὅτε ὁ Ξέρξης ἐπʼ Αἰγυπτίους ἐστρατεύετο, οἱ Ἀθηναῖοι συμμαχίαν αὐτοῖς ἀπέστειλαν.

ἐρᾷ δὲ Λαῒς: ἰστέον δὲ ὅτι Φιλωνίδην οὐ τὸν ποιητήν φησι τὸν ἐν τοῖς ἀριστοφανείοις γεγραμμένον δράμασιν, ὡς οἱ περὶ Καλλίστρατον πλανηθέντες τῇ ὁμωνυμίᾳ εἶπον, ἀλλὰ παιδιᾶς ἕνεκε τὸν αἴσχιστον καὶ ἀπαίδευτον. κωμῳδεῖται δὲ ὡς πλούσιος καὶ εὔπορος ἐν Κορίνθῳ καὶ ὡς μέγας τῷ σώματι καὶ ἠλίθιος. τούτου δὲ προσεποιεῖτο ἐρᾶν διὰ πλοῦτον Λαΐς, ᾗ Διογένης ὁ φιλόσοφος ἐπιγράφει τῆς ἑλληνικῆς ἀκρασίας τὸ τρόπαιον· ἥτις ἐκ Καρῶν τῆς Σικελίας ἦν. ταύτην δὲ Φιλοξένῳ τῷ διθυραμβοποιῷ δέδωκε Διονύσιος ὁ ἐν Σικελίᾳ τύραννος. εἰς Κόρινθον οὖν ἦλθεν ἅμα τῷ Φιλοξένῳ καὶ ἐπίσημος ἐκεῖ ἐγένετο καὶ ἐφιλήθη ὑπὸ πάντων καὶ περιβόητος ἦν ἑταιρίς. ὡς δὲ ἕτεροι λέγουσιν ὅτι ἅμα Ἀλεξάνδρῳ ἐπεδήμησεν εἰς Πέρσας ἐκ τῆς Κορίνθου· ἐπισημοτέρα δὲ γέγονε τῆς μητρὸς ἐν Κορίνθῳ· ὕστερον δὲ ἀπεδήμησεν εἰς Θεσσαλίαν, καὶ ἐκεῖ τινος Εὐρυλόχου, ὡς δέ τινες Ἀριστονίκου, ἠράσθη, παρʼ ᾧ καὶ ἐβίωσε τὸν λοιπὸν χρόνον. αὐτῆς δὲ πολλοὶ τῶν Θετταλῶν ἠράσθησαν καὶ τῷ ἔρωτι τὰ πρόθυρα αὐτῆς οἴνῳ ἔρραινον. ζηλοτυπήσασαι δὲ αἱ θετταλαὶ γυναῖκες ἐφόνευσαν αὐτὴν ξυλίναις χελώναις τύπτουσαι ἐν τῷ ἱερῷ Ἀφροδίτης, πανηγύρεως οὔσης, ἐν ᾖ ἄνδρες οὐ παρεγίνοντο. διὸ τούτου ἕνεκε λοιμὸς κατέλαβε τοὺς Θετταλούς, ἕως ὕστερον ἱερὸν ἐποίησαν ἀνοσίας Ἀφροδίτης, ἐπειδὴ αἱ γυναῖκες ἐν τῷ ἱερῷ ἀνόσιον τετολμήκασι φόνον.

ὁ Τιμοθέου δὲ πύργος: ὅστις πλούσιος ἅμα καὶ ὄλβιος ὢν ἀνὴρ καὶ στρατηγὸς Ἀθηναίων, τεῖχος οἰκοδομήσας μέγα καὶ θαυμαστόν, εἰς τοσοῦτον ἤρθη τῆς τύχης, ὡς τὴν δαίμονα ὄψει φαίνεσθαι τούτῳ. καὶ ἐν Ἀθήναις δὲ ἐν εἰκόσιν ἐποίουν αὐτὸν κοιμώμενον οἱ ζωγράφοι καὶ τὰς Τύχας εἰς δίκτυα τὰς πόλεις φερούσας αὐτῷ, καὶ πορθοῦντα αὐτάς, αἰνιττόμενοι τὴν εὐδαιμονίαν αὐτοῦ. ἀλαζονευόμενος δὲ ἐπὶ τῇ εὐτυχίᾳ αὑτοῦ, ἔφη μᾶλλον αὑτοῦ εἶναι ἢ τῆς Τύχης τὰ πραττόμενα. διὸ καὶ ἠτύχησεν ὕστερον, νεμεσησάσης αὐτῷ τῆς Τύχης.

λείπει «οὐχὶ διὰ τοῦτον ἐγένετο;» τὸ σχῆμα παρʼ ὑπόνοιαν.

τὸ δὲ «ἐμπέσοι γέ σοι» παρʼ ὑπόνοιαν, δέον εἰπεῖν «ὑψηλὸς πάνυ καὶ θαυμαστός».

ἐπικαθέζηται: ἀπὸ μεταφορᾶς τῶν ζυγῶν· καθέζεσθαι γὰρ τὸ βαροῦν λέγεται.

ὡς Ὅμηρος· «πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο».

ἄρτων: τὰ πρὸς τὴν γαστέρα φησὶν ὁ δοῦλος, παραπλέκει δὲ ὁ ποιητὴς πρὸς τὸ θυμῆρες τῆς κωμῳδίας τοῖς σπουδαίοις καί τινα παικτά.

ἰστέον ὅτι εὑρίσκεται καὶ φακὸς τὸ ἀγγεῖον ἐν τῇ Παλαιᾷ, ὥσπερ φησίν· «ἀπῆρε τὸν φακὸν καὶ ἦλθεν ὑδρεύσασθαι».

φακῆς: θηλυκὸν ἡ ἑψημένη, ἀρσενικὸν δὲ ὁ ἀνέψητος.

πλὴν ἓν μόνον: τυφλὸς γὰρ ὢν οὐ δύναμαι ἀπελθεῖν, εἰ καί μοι τοσαύτη δύναμίς ἐστι· δέον οὖν ἀναβλέψαι με.

ὅτι τὸ «νὴ Δία» κατωμοτικόν, ἀντὶ τοῦ «ἔσῃ κύριος τῆς δυνάμεως».

δειλότατόν: λέγεται περὶ τῶν πλουσίων, ὅτι δειλοί εἰσι διὰ τὸ ἀγωνιᾶν περὶ τῶν χρημάτων. αἰνίττεται δὲ εἰς Εὐριπίδην· ἐκεῖνος γάρ φησι· «δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν».

τοιχωρύχος: ἰστέον ὅτι περὶ πολλοῦ ποιοῦνται τὴν ἀσφάλειαν οἱ πλούσιοι· καί τις τῶν κωμικῶν φησι· «τί ποτʼ ἐστὶ χλωρόν, ἀντιβολῶ, τὸ χρυσίον; δέδοικʼ, ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί». οἱ γὰρ εὔποροι τῷ φόβῳ τοῦ μὴ ληφθῆναι τὰ χρήματα δειλότεροί εἰσι· τὸ ἐπʼ ἐκείνων οὖν μετήνεγκεν ἐπὶ τὸν Πλοῦτον.

ἁπαξάπαντα: ἀντὶ τοῦ «τέλεον»· ἀττικὸν δέ ἐστιν ὡς τὸ «πώμαλα».

πρόνοιαν: διότι ἐπρονοησάμην αὐτοῦ, ἐκάλεσάν με δειλόν. ἢ τὸ πρόβουλον τῶν ἐχόντων με.

ἀνὴρ πρόθυμος: ἤτοι ἐὰν προθυμηθῇς καλῶς μετελθεῖν τὰ πράγματα, ὡς τοῖς μὲν δικαίοις συνεῖναι. τοῖς δὲ πονηροῖς μηδαμῶς.

ὀξύτερον Λυγκέως: ὅτι τοσοῦτον ὀξυωπέστατος ἦν, ὡς καὶ διʼ ἐλάτης ἰδεῖν Κάστορα τὸν Πολυδεύκην δολοφονήσαντα τὸν ἀδελφόν, ὥς φησι Πίνδαρος καὶ Ἀπολλώνιος περὶ τούτου ἐν τοῖς Ἀργοναυτικοῖς· «εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον ῥηϊδίως καὶ ἔνερθεν ὑπὸ χθονὸς αὐγάζεσθαι». γεγόνασι δὲ Λυγκεῖς διάφοροι· παῖς Αἰγύπτου, καὶ ἄλλος Ἀφαρέως παῖς, ὁ λάκων, λέγεται Λυγκεύς, καὶ οὗ μέμνηται Θεόκριτος, ὃς ἐλέγετο πάνυ ὀξυδερκέστατος, ὥστε καὶ τὰ ὑπὸ γῆν ὁρᾶν. οὕτω μὲν μυθολογοῦσι· πρὸς δὲ τὸ πιθανὸν τοῦ λόγου ἐπινενόηται, ὅτι πρῶτος οὗτος εὗρε μέταλλα χρυσοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων· καὶ διὰ τοῦτο ἐρρήθη τὰ ὑπὸ γῆν ὁρᾶν, ἐπειδὴ καὶ τὰ εἰρημένα τύχῃ τινὶ ἐπενόησε καὶ ἐξεῦρεν.

τὸ ω τὸ μέγα καὶ τὸ α συναλειφόμενά ἐστιν ἀττικόν· τὸ δὲ ο τὸ μικρὸν καὶ τὸ α κιρνᾶται.

ἄλφιτα: ἀπὸ μέρους τὸ πᾶν· ἀπὸ γὰρ τῶν ἀλφίτων τὴν περιουσίαν δηλοῖ.

ἐπιπόνους ἀτυχεῖς ἀθλίους γεωργοὺς τοὺς εὐτελεῖς ἔχοντας βίους.

οὐκ: οὐκ ἔσονται, φησί, πόνηροι καὶ ἐπίπονοι καὶ ἀσθενεῖς.

πρὸς τὸν θεράποντα ὁ λόγος.

«ξυγγέωργος» βαρυτόνως· σύνθετον γὰρ ὡς «πάγκαλος, πάνσοφος»· τὰ γὰρ εἰς ὀξύτονα συντιθέμενα βαρύνεται.

τοῦτο δὴ τὸ κρεάδιον: ὃ ἔρχεται ἀπὸ θυσίας ἔχων ἐκ τῶν Δελφῶν. οἱ γὰρ ἐκ θυσίας ἰόντες ἔφερον ἐξ αὐτῆς τοῖς οἰκείοις κατὰ νόμον τινά. ἄλλως. ὅπερ ἧκον ἄγοντες λοιπασθὲν ἀπὸ τῆς θυσίας. ἔνιοι δὲ τὸ λεβήτιον.

«σὺ δʼ ὦ κράτιστε» ἐγκωμιάζων τοῦτόν φησιν, ἢ ὅτι, ὡς προεδίδαξε, καὶ θεῶν διʼ αὐτὸν ὁ Ζεὺς βασιλεύει.

τὸ «ἀδίκως» ἁπλῶς ἔρριπται οἷον «πάσῃ τέχνῃ»· οὐ γὰρ ὑπόκειται αὐτῷ «ἄδικος οὗτος»· οὐκ ἀπειλεῖται δέ, ἀλλὰ μειλικτικῶς προσαγγέλλει.

φειδωλός τις ὢν ὁ φεύγων τοῦ δοῦναι· τινὲς παρὰ τὸ φείδομαι καὶ τὸ δοῦναι, φειδωδός τις ὢν καὶ τροπῇ τοῦ δ εἰς λ φειδωλός.

αἱ περισσαὶ προθέσεις δηλοῦσι τὴν ὑπερβολὴ τῆς φιλαργυρίας.

ὅρα ὑπερβολήν.

παραπλῆγα: παράφρονα, ἀπὸ μεταφορᾶς τῆς μουσικῆς τῆς παρὰ τὸ δέον πληττομένης καὶ κρουομένης· ἔοικε γὰρ καὶ ὁ ἄνθρωπος τριχόρδῳ λύρᾳ κατὰ τὸ λογικόν, θυμικὸν καὶ ἐπιθυμητικόν. ὅταν οὖν κυριεύσῃ τὸ λογικὸν τοῦ θυμικοῦ καὶ ἐπιθυμητικοῦ, τότε εὐρύθμως ᾄδει ἡ τοιαύτη χορδή, ἤγουν λέγει λόγους συνετοὺς καὶ ἐμμελεῖς. ὅταν δὲ κυριεύσωσι τό τε θυμικὸν καὶ ἐπιθυμητικὸν τοῦ λογικοῦ, τότε λέγομεν «παραπλήττει», ἐξ οὗ καὶ ὁ παραπλήξ. ἵνα δὲ τὴν ὑπερβολὴν τῆς φιλαργυρίας σημάνῃ προκεκριμένης καὶ τῶν χρηστῶν φίλων, «παραπλῆγα» ἤτοι τὸν ἄφρονα καὶ μωρόν, ἀπὸ τῶν κρουμάτων τῶν διαπεπτωκότων τοῦ ἐναρμονίου λυρισμοῦ. ἀληθῶς γὰρ ἡ ἀσωτία παραπεπληγμένη ἐστὶ διάνοια.

ἀπὸ μεταφορᾶς τῶν στρατιωτῶν τῶν παραβαλλομένων ἔμπροσθεν ἐν τῷ πολέμῳ.

ἐν ἀκαρεῖ χρόνῳ: τῷ ἐλαχίστῳ. σημαίνει δὲ τὸ βραχύτατον τοῦ χρόνου ὅπερ οὐχ οἷόν τε διακόψαι. πεποίηται δὲ ἀπὸ τῶν μικρῶν τριχῶν τῶν. διὰ βραχύτητα μὴ δυναμένων καρῆναι. ἀκαρὲς γὰρ τὸ ἄτμητον. ἔστι δὲ ἐπιρρηματικὸν ὄνομα. ὅπερ δὲ πάσχουσιν ἐκεῖνοι οἱ παραπλῆγες ἄνθρωποι διʼ ἀσωτίαν γυμνούμενοι, τοῦτο εἰς ἑαυτὸν μετήγαγεν.

Καρὶ ι· ἀκαρῆ η· ἐν ἀκαρεῖ δὲ δίφθογγον.

τὸ «πῶς» θαυμαστικόν ἐστι· θαυμάζει γὰρ αὑτὸν ὡς ἀεί ποτε σύμμετρον ὄντα. «μετρίου» δὲ λέγει «ἀνδρός», τοῦ διαμετροῦντος ἑαυτοῦ τὸ ζῆν.

χαίρω: ἀρετῆς γάρ ἐστι τὸ τῷ δέοντι καιρῷ ἁρμοζόντως καὶ φείδεσθαι καὶ δαπανᾶ.

ἰδεῖν σε: οὐχ ἵνα ὁ Πλοῦτος ἴδῃ τὴν γυναῖκα καὶ τὸν υἱόν, ἀλλʼ ἵνα ἐκεῖνοι τὸν Πλοῦτον ἴδωσιν· οὕτω γὰρ πρέπει. ἀττικὸν δὲ τὸ πλεονάζειν τοῖς ἄρθροις.

ὅταν κεῖνται δύο αἰτιατικαὶ καὶ ἓν ῥῆμα ἀπαρέμφατον, ἔστιν ἀμφιβολία, τὸ «σέ» καὶ «τὴν γυναῖκα» καὶ τὸ «ἰδεῖν».

πείθομαι: οἶδα γὰρ ὅτι καὶ τέκνων προτιμᾷς τὸν Πλοῦτον. χαριέντως δὲ τοῦτό φησιν.

ταὐτὸν θύμον: ἀντὶ τοῦ «τῆς αὐτῆς πενίας μετασχόντες». θύμος δέ ἐστιν εἶδος βοτάνης εὐτελοῦς. τινὲς δέ φασιν ὅτι παρῴδηται ἐκ τῶν Ἡσιόδου· «οὐδʼ ὅσον ἐν μαλάχη τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ». ἢ ἀντὶ τοῦ «ὦ δίκαιοι»—πρὸς τὸν χορὸν τῶν γερόντων ὁ θεράπων φησί— «τὰ εὐτελῆ θέλοντες ἐσθίειν διὰ τὸ μὴ ἐθέλειν ἀδικεῖν». ἅμα δὲ καὶ τὸ τραχὺ τῆς γῆς διαβάλλει. οὐδετέρως δὲ τὸ θύμον λέγει καὶ βραχυκαταλήκτως καὶ βαρυτόνως. ἐκτεινόμενον γὰρ καὶ ὀξυνόμενον δηλοῖ τὴν ψυχήν.

ἐγκονεῖτε: ἀντὶ τοῦ «ἐνεργεῖτε, ταχύνατε», ἐπεὶ οἱ τρέχοντες κόνεως πληροῦνται. ἢ ἀπὸ τῶν ἀθλητῶν· ἐν κόνει γὰρ ἐκείνων τὸ ἔργον.

οὐχὶ μέλλειν: οὐ τοῦ μέλλειν καὶ ἀναβάλλεσθαι καιρός ἐστιν, ἀλλὰ τοῦ σπεύδειν καὶ κόνιν πέμπειν. τὸ μέλλειν, ὅταν ἐπὶ ἀναβολῆς καὶ βραδυτῆτος, διὰ δύο λλ γράφεται· ὅταν δὲ ἐπὶ φροντίδος, διʼ ἑνός.

ὅτι τὸ «πάλαι» οὐ μόνον βραδυτῆτος ἐπίρρημα ἀλλὰ καὶ ταχυτῆτος.

τὸ δὲ λοιπὸν ἐν ὑπερβατῷ συντακτέον, ἵνʼ ᾗ τοιοῦτον· «καὶ ταῦτα πρὶν πρὸ τοῦ φράσαι μοι ὅτου καὶ τίνος χάριν»

οὐκοῦν πάλαι: σύνδεσμος ἀποδεικτικός. παίζει δὲ τοὺς γέροντας καὶ μηδὲν εἰπὼν ὑποκρίνεται εἰρηκέναι, διὰ τὸ αὐτῶν τὰ ὦτα γήρατος πεπληρῶσθαι. ἐπεγγελᾷ δὲ τῷ ἀμυδρῷ τῶν αἰσθήσεων διὰ τὸ γῆρας.

ῥυσσόν: ῥυτίδας ἔχοντα. νωδόν: ὀδόντας μὴ ἔχοντα διὰ τὸ γῆρας· οὐ γὰρ δὴ ἄφωνον. μαδῶντα δέ, φαλακρόν, ἀπὸ τοῦ δέεσθαι μαλλοῦ. ἢ καθόλου τρίχας μὴ ἔχοντα. ψωλὸν δέ, ἀσχήμονα κατὰ παρέκτασιν τοῦ μορίου.

ὦ χρυσὸν: ἀττικῶς ἡ σύνταξις, ἀντὶ τοῦ «ὦ πλοῦτον ἐκ τῶν ἐπῶν ἀγγείλας» ἢ ἀντὶ τοῦ «τιμιώτατον εἰπὼν λόγον».

ἀπὸ κοινοῦ τὸ «δηλῶ», διὰ τὸ γήρᾳ ἕπεσθαι τὰ τοιαῦτα.

σωρὸς δέ ἐστι κυρίως τὸ ἐκ μικρῶν σπερμάτων συναγόμενον πλῆθος, παρὰ τὸ σῶ, ὅ ἐστι σῴζω, συνάγω. καλῶς οὖν ἀπὸ τῶν καρπῶν φαίνονται εἰρηκότες· οἱ γὰρ εὐθυνοῦντες καὶ πλούσιοί εἰσιν. ἢ ὡς γεωργοὶ ταύτῃ κέχρηνται τῇ παραβολῇ.

ἀπὸ τοῦ φαίνεσθαι τὸ κάρα. κρόταφος· ἀπὸ τοῦ κηρύσσειν τὸν τάφον.

φενάκη· τὸ προκόμιον, οἷον τοῦ φαινομένου κρανίου τὸ ἄκος ἤτοι σκέπη. φενάκη κυρίως ἡ προσθετὴ καὶ ἐπιτηδευτὴ κόμη, ἀπὸ τῶν κατερρυηκυιῶν τριχῶν τῶν γυναικῶν καὶ οὕτως ἀπατουσῶν διὰ τὸ ἐπείσακτον τῆς κόμης.

ἀπὸ τοῦ αἰκίζειν τὰς φρένας· ἡ γὰρ ἀπάτη αἰκίζει τὰς φρένας.

ἀζήμιος: ἀβλαβής. κυρίως δὲ ζημία ἡ τῆς. ζωῆς μείωσις.

βακτηρίαν ἔχοντα: ὅτι πάντες οἱ γέροντες ἐν ταῖς Ἀθήναις δύο βακτηρίας ἐβάσταζον, ἢ διὰ τὸ ἐπερείδεσθαι αὐταῖς ἢ διὰ τὸ ἀμύνεσθαι ταύταις μὴ δυναμένους χερσίν. ἐτυμολογεῖται δὲ βακτηρία παρὰ τὸ τὴν βάσιν τηρεῖν. βακτηρία δὲ καὶ ὁ χάραξ, ἀπὸ τοῦ τηρεῖν τὸν Βάκχον ἤτοι τὴν ἄμπελον. ῥᾶβδος δὲ καὶ βακτηρία διαφέρει· ῥᾶβδος μέν ἐστιν ἡ ποιμαντική, βακτηρία δὲ ἡ τοῦ γήρως ἀνάπαυσις. γίνεται δὲ ῥᾶβδος παρὰ τὸ ῥάπτω, τὸ ῥαπίζω, ῥάπδος· καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων καὶ μέσα μέσων, τρέπεται τὸ π εἰς β, καὶ γίνεται ῥᾶβδος. ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ ῥᾷον βαίνειν ἐν τῇ ὁδῷ.

ἰοὺ ἰού: σχετλιαστικόν, ὡς θλιβομένων τῶν πεπεδημένων· ὅτι αἱ χοινικίδες πέδαι τινές εἰσι· χοῖνιξ δὲ πᾶν περιφερὲς καὶ εἶδος μέτρου περσικοῦ· χρῶνται δὲ τούτῳ οἱ Πέρσαι ἀντὶ μεδίμνου. διὸ καὶ τὸ μέτρον χοῖνιξ καλεῖται.

παρὰ τοῖς Ἀθηναίοις δέκα ἦσαν φυλαί. ἔθος οὖν ἀπὸ πασῶν τῶν φυλῶν δικαστὰς καθίζειν· εἶτα ἀπὸ μιᾶς ἑκάστης ἐλάμβανον ἄνδρας πέντε τοὺς ἐπισημοτέρους καὶ ἐξ αὐτῶν τὸν ἕνα τὸν κλήρῳ λαχόντα ἐποίουν δικάζειν. ἀντὶ τοῦ εἰπεῖν οὖν «ἐν τῷ δικαστηρίῳ τὸ γράμμα καὶ τὸ ψήφισμα, ὅ ἐστιν ὁ κλῆρος, ἐπέλαχε δικάζειν σε καὶ δικαστὴν καθέζεσθαι», ὡς πρὸς ἕτερον τὰ παρʼ ὑπόνοιαν παίζει. ἄλλως. ἐν ταῖς Ἀθήναις πολλὰ ἦν δικαστήρια, καὶ ἔν τισι μὲν ἐδίκαζον περὶ φονικῶν πραγμάτων, ἔν τισι δὲ περὶ δημοτικῶν· καὶ ἕκαστον τούτων εἶχεν ἕν τι τῶν στοιχείων ἰδικὸν ὄνομα, οἷον ἦν τι τῶν δικαστηρίων λεγόμενον ἄλφα, ὁμοίως ἄλλο βῆτα ἄλλο γάμμα καὶ ἑξῆς τὸ δ, τὸ ε καὶ τἄλλα. δέκα γὰρ ἦν τὰ δικαστήρια ἐν Ἀθήναις τὰ πάντα, καὶ πρὸς θυρῶν δὲ ἑκάστου δικαστηρίου ἐγέγραπτο πυρρῷ βάμματι τὸ στοιχεῖον, ᾧτινι τὸ δικαστήριον ὠνομάζετο. ὅσοι δὲ δικασταὶ ἦσαν ἐν Ἀθήναις, ἕκαστος αὐτῶν καθʼ ἕκαστον δικαστήριον δέλτον εἶχεν, τουτέστι πινακίδιον, ἐν ᾧ ἦν γεγραμμένον τὸ ὄνομα αὐτοῦ καὶ τοῦ δικαστηρίου, καὶ ῥᾶβδον ἅμα τῷ πινακιδίῳ· ἦν δὲ καὶ αὐτῇ τῇ ῥάβδῳ τὸ ὄνομα τοῦ δικαστηρίου ἐγγεγραμμένον. ὅτε οὖν συνέβαινε καιρὸς τοῦ δικάζειν, ἀπήρχοντο πάντες οἱ δικασταὶ εἰς τὴν ἀγορὰν κἀκεῖ κλήρους ἔβαλλον· καὶ ὅστις ἂν ἐκληροῦτο κλῆρον τὸν ἔχοντα τὸ α, ἀπήρχετο εἰς τὸ ἄλφα δικαστήριον, καὶ ὁμοίως εἰς τὸ βῆτα καὶ τὰ ἐφεξῆς. ἀπήρχετο δὲ καὶ πρῶτον μὲν ἐδείκνυ τῷ κήρυκι τοῦ δικαστηρίου τὸν κλῆρον τοῦ στοιχείου· ὁ δὲ κῆρυξ λοιπὸν ἐδίδου αὐτῷ τὸ πινακίδιον αὐτοῦ καὶ τὴν ῥᾶβδον, εἶτʼ οὕτως ἐδίκαζεν. εἰ δέ τις δικαστὴς εἰσῄει μὴ κληρωθεὶς εἰς τὸ δικαστήριον, διαφόρως ἐζημιοῦτο.

ὁ δὲ Χάρων τὸ ξύμβολον: τοῖς λαχοῦσι δικάσαι εἰσελθοῦσιν ἐν τῷ δικαστηρίῳ ἑκάστῳ σύμβολον δίδοται δημόσιον παρὰ τῆς ἐπὶ τούτου εἰληχυίας ἀρχῆς, ἵνα ἐξιόντες καὶ τοῦτο προφέροντες λαμβάνοιεν τὸν δικαστικὸν μισθόν. εἰπὼν οὖν «σορόν» ἐπήγαγε «Χάρων». ἔδει δὲ εἰπεῖν «ὁ ἄρχων τὸ σύμβολον δίδωσιν»—οὗτός ἐστιν ὁ δικαστικὸς μισθός—, ἤμειψε δὲ τοῦτο γελοιωδῶς εἰπὼν «Χάρων», ὡς γερόντων αὐτῶν ὄντων καὶ μελλόντων θανεῖν.

ὡς μόθων εἶ: εἶδός ἐστιν αἰσχρᾶς καὶ δουλοπρεποῦς ὀρχήσεως· οἱ δὲ Λάκωνες τοὺς περιτρεφομένους τοῖς ἐλευθέροις μόθωνας καλοῦσι. μόθων δέ ἐστιν ὁ φλύαρος καὶ φορτικὸς καὶ ἄτιμος καὶ αἰσχρός, ἀπὸ Μόθωνός τινος αἰσχροποιοῦντος καὶ ἀεὶ ἐν τοῖς πότοις ὀρχουμένου.

κόβαλοι δαίμονές εἰσι σκληροὶ περὶ τὸν Διόνυσον.

ὅτι ὁ Μίδας βασιλεὺς ὢν Φρυγίας πλουσιώτατος ὦτα ὄνου ἐλέγετο ἔχειν, ἀπὸ τοῦ ζῴου ὅπερ μᾶλλον τῶν ἄλλων ζῴων ἀκούει πλὴν μυός, ἢ ὅτι πολλοὺς ὠτακουστὰς εἶχέ τε καὶ πευθῆνας ὅ ἐστιν ἐπισκόπους ἀγγέλους. οἱ δέ φασιν ὡς ψέξας ποτὲ τὸν Διόνυσον ὁ Μίδας μετεβλήθη εἰς ὄνον, ἢ ὡς τὰς ὄνους τοῦ Διονύσου παριὼν ἠδίκησε—διὸ ὀργισθεὶς αὐτῷ ὁ θεὸς ὦτα ὄνου αὐτῷ περιῆψεν—ἢ ὅτι φύσει μεγαλώτης ἦν. λέγεται δὲ τούτῳ τὸν Πακτωλὸν χρυσὸν ῥεῦσαι καὶ πάλιν εὔξασθαι ὡς πάντα γενέσθαι χρυσὸν ὧν ἂν ἅψαιτο. ἱστορία. ὁ Μίδας πρὶν πόνου δίχα δὴ λαβὼν τὴν βασιλείαν, ὡς ὁ Σαούλ, ὡς ὁ Δαβίδ, ὡς Τούλλιος ὁ Σέρβος, Μίδας γὰρ οὗτος ἁμαξεὺς ὢν τῶν ἀροτρευόντων, βόας λαβὼν καὶ ἄροτρον, ἐξῆλθεν ἀροτρεύσων· οἱ Φρύγες δʼ ἀναρπάξαντες ποιοῦσι βασιλέα· ἄνακτος γὰρ χηρεύοντες συνέθεντο συνθήκας τὸν πρώτως διερχόμενον ποιῆσαι βασιλέα. οὕτω τὸ κράτος δὲ λαβὼν Μίδειαν πόλιν κτίζει, ἣν διʼ ἰῶτα γράφειν σε χρεὼν σὺν τῇ διφθόγγῳ, Μήδειαν τὴν Αἰήτου δὲ ἦτα σὺν τῇ διφθόγγῳ, Μηδίαν Μήδων χώραν δὲ ἦτα σὺν τῇ ἰῶτα· αἱ πόλεις διφθογγίζονται, αἱ χῶραι διʼ ἰῶτα· «Μηδία χώρα» λέγεις γάρ, «Μίδεια δὲ ἡ πόλις», ὡς Ἰταλία λέγεται τῶν Καλαυρῶν ἡ χώρα, Ἀττάλεια τυγχάνει δὲ πόλις τῆς Παμφυλίας.

Φιλόξενον τὸν διθυραμβοποιὸν ἢ τραγῳδοδιδάσκαλον διασύρει, ὅστις ἐν Σικελίᾳ ἦν παρὰ Δωριεῦσι· λέγεται δὲ ὅτι ποτὲ Γαλατείᾳ τινὶ παλλακίδι Διονυσίου προσέβαλε, καὶ μαθὼν Διονύσιος ἐξώρισεν αὐτὸν εἰς λατομίαν. φεύγων δʼ ἐκεῖθεν εἰς τὰ μέρη τῶν Κυθήρων ἦλθε καὶ ἐκεῖ δρᾶμα τὴν Γαλάτειαν ἐποίησεν, ἐν ᾧ εἰσήγαγε τὸν Κύκλωπα ἐρῶντα τῆς Γαλατείας. τοῦτο δὲ αἰνιττόμενος εἰς Διονύσιον ἀπείκασεν αὐτὸν τῷ Κύκλωπι, ἐπεὶ καὶ αὐτὸς ὁ Διονύσιος οὐκ ὠξυδόρκει. ἐπεὶ οὖν ἔφη ὁ Χορὸς «ἥδομαι» καὶ ὅ τι ἑξῆς, καὶ ὁ οἰκέτης φησὶ «καὶ ἐγὼ βουλήσομαι χορεύειν», καὶ ἅμα ἀναφωνεῖ τὸ μέλος ἐκεῖνο. ὅπερ φασὶν εἰρηκέναι τὸν Κύκλωπα κιθαρίζοντα τὴν Γαλάτειαν· εἰσάγει γὰρ ὁ Φιλόξενος ἐν τῷ συγγράμματι αὐτὸν κρούοντα τὴν κιθάραν καὶ ἀναφωνοῦντα τὸ «θρεττανελῶ»· ἡ γὰρ κιθάρα κρουομένη τοιοῦτον μέλος ἀπετέλει· τινὲς δὲ ἀγροικικὴν φωνὴν εἶναι λέγουσιν. μιμούμενος οὖν καὶ ὁ κωμικὸς χορὸς οὗτος ἐκεῖνον, τοῦτό φησι. τὸ δʼ «ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντες» ἐκ τοῦ Κύκλωπος Φιλοξένου ἐστίν.

ποιᾷ φωνῇ χρώμενοι· βληχᾶσθαι γὰρ ἐπὶ τῶν προβάτων.

κινάβρα ἡ δυσωδία τῶν μασχαλῶν ἢ τῶν αἰγῶν· κυρίως δὲ κυνάβρα ἡ τῶν κυνῶν βρῶσις, κυνόβορά τις οὖσα.

τὸ δʼ «ἀκρατιεῖσθε» ἀντὶ τοῦ «φάγοιτε»· ἀκρατισμὸς γὰρ λέγεται τὸ πρωϊνὸν φαγεῖν. ἢ «ἀκρατῆ πράσσετε», ἐπειδὴ μετὰ συνουσίαν οἱ τράγοι λείχουσι τὰ αἰδοῖα ἑαυτῶν.

πήραν ἔχοντα: ὅτι παρὰ τῷ Φιλοξένῳ τῷ διθυραμβοποιῷ πήραν ἔχων εἰσῆλθεν ὁ ὑποκρινόμενος Κύκλωψ καὶ λάχανα ἐπιφερόμενος, ὡς δὲ καὶ τῆς τυφλώσεως αὐτοῦ οὔσης ἐν τῷ ποιήματι. «κραιπαλῶντα» δὲ ἀντὶ τοῦ «ἐκ μέθης ἀτακτοῦντα».

εἰκῇ δὲ: ἃ ἔπαθεν ὁ Κύκλωψ παρὰ τοῦ Ὀδυσσέως, ταῦτα ὁ Χορὸς ἀναφέρει εἰς τὸν οἰκέτην.

ἡμμένον ἤτοι ὠξυμμένον ὥστε ἐκτυφλῶσαί σε ὡς τὸν Κύκλωπα καταδαρθέντα ἤτοι κοιμηθέντα, ὃν σὺ μιμῇ.

σφηκίσκον: ἐπιτετήδευται ἡ λέξις παρὰ τὸν σφῆκα. τὰ γὰρ μακρὰ τῶν ξύλων καὶ ὀξὺ ξυνημμένα σφηκίσκους καλοῦσιν, ἐπεὶ καὶ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνεσταλμένην ἔχουσιν, ἰσχνοὶ ὄντες ὄπισθεν καὶ τοὺς λαγαροὺς δὲ τοῖς σώμασιν ἀνθρώπους καὶ μὴ προκοιλίους σφηκώδεις φασί, τοὺς στενοὺς τὰ μέσα.

ἣ τοὺς ἑταίρους: δέον εἰπεῖν «Ὀδυσσέως» πρὸς τὴν ἱστορίαν «Φιλωνίδου» εἶπεν κωμῳδεῖ δὲ αὐτὸν ὡς πλούσιον καὶ παρασίτους ἔχοντα καὶ διὰ τὸν Λαΐδος ἔρωτα ἐν Κορίνθῳ διάγοντα. διασύρεται δὲ καὶ ὡς συώδης σὺν τοῖς ἑταίροις αὐτοῦ, οὓς καὶ κάπρους εἶπε, τὴν δὲ Λαΐδα Κίρκην, ἐπεὶ τοὺς ἐραστὰς ἐφαρμάκευεν. ἀμαθὴς δὲ ἦν ὁ Φιλωνίδης καὶ μέγας σφόδρα. Νικοχάρης οὖν ἐν τῷ περὶ αὐτοῦ· «τί δῆτʼ; ἀπαιδευτότερος εἶ Φιλωνίδου τοῦ Μελιτέως;»

παροιμία, ἥτις εἴωθεν ἐπὶ τῶν ἀπαιδεύτων λέγεσθαι.

τῶν ὄρχεων: δέον εἰπεῖν ὅτι «ξίφος ἐπιφέρομέν σοι καθὰ καὶ Ὀδυσσεὺς τῇ Κίρκῃ»—ὃ δὲ συμβέβηκε τῷ Ὀδυσσεῖ κατὰ τὴν τοῦ ἐρινεοῦ ἐποχὴν ἐν τῷ στομίῳ. τῷ Χαρύβδεως—, ἐπὶ τὴν Κίρκην μετήγαγεν. ἢ ὡς ἐκεῖνος Μελάνθιον ἐκρέμασεν.

μίνθον οἱ μὲν τὸν ἡδύοσμον, οἱ δὲ τὴν ἴυγγα, ὡς κεῖται ἐν τῇ κωμικῇ λέξει, λέγουσιν. ἢ καὶ ἄλλως· μίνθος ἡ κόπρος τῶν αἰγῶν. ἐπειδὰν δὲ οἱ τράγοι ψυγμῷ περιπέσωσιν, εἰώθασιν οἱ αἰπόλοι λαμβάνειν τὴν κόπρον αὐτῶν καὶ χρίειν αὐτῶν τοὺς μυκτῆρας, καὶ οὕτω τῇ δυσωδίᾳ πταρμὸν κινεῖν, τούτῳ δὲ τῷ τρόπῳ λύειν τὸ πάθος. ὁ γὰρ πταρμὸς θεραπεύει τὸ πάθος. ἐκ τούτου οὖν φησιν ὅτι «ἀηδίσομέν σε, ἐπεὶ καὶ αἶγες ἐκ τῆς κόπρου ἀηδίζονται». ἄλλως «μινθώσομεν» ἀντὶ τοῦ «κοπρώσομεν»· μίνθος γὰρ ἄνθος ἐν τῇ κόπρῳ φυόμενον, ᾧ χαίρουσιν οἱ τράγοι. ἢ τὴν ἀνθρωπίνην κόπρον, ᾗ χρῶνται παρατρίβοντες οἱ ποιμένες τῷ δυσριγεῖ τῶν τράγων πταρμῷ.

ὅτι ὁ Ἀρίστυλλος αἰσχρός· καὶ ἐν Ἐκκλησιαζούσαις μέμνηται αὐτοῦ· αἰσχροποιὸν οὖν φασιν αὐτὸν ποιητήν, ὃς διὰ τὴν αἰσχρουργίαν αὐτοῦ ἀεὶ ἐκεχήνει. τοῦτο οὖν φησιν· «ὥσπερ Ἀρίστυλλος κεχηνὼς ἐρεῖς· ἕπεσθε καὶ τὰ ἑξῆς».

μασσώμενος: ἀπὸ θέματος τοῦ μασσῶ, συζυγίας δευτέρας, ὡς τὸ «γελώμενος».

τῷ κόπῳ: ἤτοι τῷ ἔργῳ καὶ τῇ περὶ τὸν πλοῦτον ἐπιμελείᾳ.

χαίρειν μὲν: ὁ Χρεμύλος, ὡς ξενισθεὶς τῇ τύχῃ, καινοτέραν προσηγορίαν ἐπινοεῖ· τὸ γὰρ «χαίρειν» παλαιόν ἐστι. τοῦτο δὲ Διονύσιος ὑπὸ Κλέωνος μὲν πρῶτον λέγει τετάχθαι, γράφοντος δὲ αὐτοῦ πρὸς Ἀθηναίους ἑλόντος τοὺς ἐν Σφακτηρία· «ὁ Κλέων Ἀθηναίοις τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν» αὐτὸ δέ φησι κεῖσθαι περιττὸν καὶ περὶ τὴν σύνταξιν ἀσύστατον.

συντεταγμένως: σπουδαίως καὶ γοργῶς, μετὰ συγκροτήματός τινος καὶ τάξεως. τὸ δὲ «οὐ κατεβλακευμένως» ἀντὶ τοῦ «οὐ βραδέως καὶ τρυφερῶς». βλὰξ γάρ ἐστιν ὁ μαλθακευόμενος καὶ τρυφηλὸς ἐν ὑποκρίσει τὸ σῶμα· καὶ μαλθακία ἡ μεθʼ ὑπεροψίας ὁμιλία.

παίζων ποτὲ μὲν λέγει ἄνδρα, ποτὲ δὲ θεόν.

δόξεις, φησίν, ὁρᾶν ἐμὲ ὡς αὐτὸν τὸν Ἄρεα, ἤγουν τὸν θεὸν ὁρῶν, ἀντὶ τοῦ «κατορθωτικὸν καὶ πρακτικόν». ἄκρως γὰρ καὶ ἀπειλητικῶς, φησί, βλέψω πρὸς τοὺς βιαζομένους.

ὤστια τὰς θύρας φασὶ παρὰ τὸ ἐξωθεῖν τὸν ἐπερχόμενον.

ὅτι ἐν τῇ ἐκκλησίᾳ οὐδεὶς ἐδίκαζεν εἰ μὴ ἐπέβαινε τῶν ξεʹ ἐνιαυτῶν· ὅσοι δʼ εἰς τέλος ἡλικίας ἦσαν, εἰσήρχοντο μὲν εἰς τὴν ἐκκλησίαν, οὐκ ἐδίκαζον δέ. τούτους οὖν τοὺς ἐκκλησιαστὰς ἐποίησαν φανερόν τι λαμβάνειν ἀπὸ τῶν τῆς πόλεως προσόδων οἱ δημαγωγοὶ πείσαντες τὴν πόλιν· ὕστερον δὲ ὁ Κλέων ἐποίησεν αὐτὸ τὸ τριώβολον. ἀφῆλιξ δὲ εἰς τὴν ἐκκλησίαν οὐκ εἰσήρχετο.

παρίημι· ὁ μέλλων «παρήσω». ὁ δεύτερος ἀόριστος «πάρην» καὶ εὐκτικὸς «παρείην» ἡ μετοχὴ «ὁ παρείς. τοῦ παρέντος».

ἰστέον ὅτι τὰ ὀνόματα τοῦ δράματος τούτου εἰσὶ πλάσματα τοῦ ποιητοῦ. Χρεμύλος γὰρ ἀπὸ τοῦ χρέος καὶ τοῦ αἱμύλος ὁ ἀπατεών, ὁ ἀπατῶν τοὺς χρεοφειλέτας· καὶ τὸ Καρίων ἐξελληνιζόμενον δηλοῖ δοῦλον. —Κᾶρες γὰρ οἱ δοῦλοι, ὡς ἡ παροιμία «ἐν Καρὸς αἴσῃ»—ἤτοι ἐν δούλου τάξει· ὁμοίως καὶ τὸ Βλεψίδημος ἤτοι πτωχός, ὁ βλέπων ἀεί ποτε ἐν τῷ δήμῳ.

ἐπὶ τοῖς κουρείοισιν: διαβάλλει τοὺς Ἀθηναίους ὡς διημερεύοντας ἐπὶ τῶν κουρείων ἀργῶς καὶ οὐκ ἐν τοῖς ἰατρείοις ποιουμένους τὰς συντυχίας.

κουρεῖα τὰ ἁρματοποίεια.

σκώπτει πάλιν τοὺς Ἀθηναίους ὡς ἐπιφθόνους· «οὐκ ἀκολουθεῖ, φησί, τῇ Ἀθηναίων διαγωγῆ». καὶ ἀλλαχοῦ· «ἐπὶ τοῦ προσώπου γάρ ἐστιν ἀττικὸν βλέπος».

παράπαν: παντελῶς, κατὰ πάντα τρόπον, ἐξ ὁλοκλήρου.

Ἄπολλον ἀποτρόπαιε: ὁ ἀποτρέπων τὰ δεινά, ἀλεξίκακος γὰρ ἦν ὡς χρησμοδοτῶν. ἄλλως· ὡς ἐν ἀρνήσει εἴληφε τὴν τοῦ θεοῦ ἐπίκλησιν.

οὐδείς, ὃς ἔχειν δοκεῖ πλεονέκτημα, ἀρετῆς ὑγιῶς ἔχει.

κρώζεις: παροιμία ἐπὶ τῶν θρυλλούντων, ἀπὸ τῶν κορωνῶν.

σὺ μὲν γὰρ ἄνω καὶ κάτω περὶ τὸ κεκλοφέναι με διαλέγῃ μοι.

τὸ στόμʼ ἐπιβύσας: τείνεται πρὸς τοὺς ῥήτορας, ἐπεὶ εἰώθασι τοῖς ἕρμαιον κεκληρωμένοις ἐπιφορτίζεσθαι, ὡς κοινωφέλιμοι.

διασύρει τοὺς ῥήτορας.

διασύρει τοὺς Ἀθηναίους.

ἱκετηρία ἐστὶ κλάδος ἐλαίας ἐρίῳ περιπεπλεγμένος· οἱ γὰρ ἱκετεύοντες αὐτὸν κατεῖχον τὸν κλάδον.

Πάμφιλος ζωγράφος ἦν, ὃς τοὺς Ἡρακλείδας ἔγραψεν ἱκετεύοντας τὸν τῶν Ἀθηναίων δῆμον. μετὰ γὰρ θάνατον Ἡρακλέος Εὐρυσθεὺς διώκει τοὺς Ἡρακλείδας διὰ τὸ πρὸς τὸν πατέρα ἐμφύλιον μῖσος. ταύτην τὴν ἱστορίαν ἀνέγραψε Πάμφιλος τραγικός—κατὰ δέ τινας ζωγράφος ἦν—ὃς τὴν τῶν Ἡρακλειδῶν τύχην χαρακτηριστικῶς ὑφηγήσατο. Καλλίστρατος δὲ καὶ Εὐφρόνιος τραγῳδιῶν ποιητήν φασι καὶ διδάξαι Ἡρακλείδας. γραφὴ μέντοι ἐστὶν οἱ Ἡρακλεῖδαι καὶ Ἀλκμήνη καὶ Ἡρακλέος θυγάτηρ Ἀθηναίους ἱκετεύοντες, Εὐρυσθέα δεδιότες, ἥτις Παμφίλου οὐκ ἔστιν, ὥς φασιν, ἀλλʼ Ἀπολλοδώρου. ὁ δὲ Πάμφιλος, ὡς ἔοικε, καὶ νεώτερός ἐστιν Ἀριστοφάνους. ἄλλως. οὗτος ὁ τραγῳδοποιὸς ἔγραψε τοὺς Ἡρακλείδας ἱκετηρίαν ἔχοντας· ὅταν Εὐρυσθεὺς μετὰ θάνατον Ἡρακλέος τοὺς Ἡρακλείδας ἐδίωξε, καὶ οὗτοι μετὰ τῆς Ἀλκμήνης παρεκάλεσαν τοὺς Ἀθηναίους βοηθῆσαι αὐτοῖς. ἢ ὅτι τὰ συμβάντα αὐτοῖς ζωγράφος τις Πάμφιλος ἀθηναῖος εἰς τὴν στοὰν τῶν Ἀθηναίων ἔγραψεν.

ἀπαρτὶ: ἀπηρτισμένως. ἐπίρρημα δέ ἐστιν ὡς «ἀμογητί», παρὰ τὸ ἀπηρτισμένον καὶ πλῆρες. κέχρηται δὲ αὐτῷ καὶ Ἡρόδοτος λέγων· «ἀπὸ τούτου εἰσὶ στάδια ἑβδομήκοντα ἀπαρτί»· καὶ Φερεκράτης· «φράσον μοι. ἀπαρτὶ δὴ τοῦ προλαβεῖν». συνωνυμεῖ δὲ ἡ λέξις· ἔσθʼ ὅτε καὶ χρονικὸν ἐπίρρημα δηλοῖ.

«μόχθηρος» ἐπὶ τοῦ σώματος, τὸ δὲ «μοχθηρός» ἐπὶ τῆς ψυχῆς.

Ἑστία θεὰ θυγάτηρ Κρόνου καὶ Ῥέας, ἥτις καὶ πρώτη τὴν οἰκίαν ἐφεῦρεν· ἐπωνύμως δὲ ταύτῃ καὶ ἡ οἰκία ἑστία ἐκλήθη.

ἀντὶ τοῦ «αὐτόν» ἢ ἀντὶ τοῦ «δεῖ ἡμᾶς ποιῆσαι αὐτὸν βλέψαι πάσῃ σπουδῇ ὥσπερ πρότερον ἔβλεπε.»

οὐκ ἐτὸς: ἤγουν οὐκ ἀλόγως ἢ ματαίως ἀλλὰ δικαίως· ἐπιρρηματικὸν γάρ ἐστιν ἀντὶ τοῦ «ἐτεῶς», ἀπʼ αὐτοῦ συνῃρημένον.

τίς δῆτʼ ἰατρός ἐστι: διασύρει τοὺς ἰατροὺς καὶ διαβάλλει ὡς ἀμαθεῖς καὶ τοὺς διδόντας ὡς μικρολόγους. ἱστορία. Ἀσκληπιὸς Ἀπόλλωνος υἱὸς καὶ Κορωνίδος. ἰατρικὴν ἐκ Χείρωνος οὗτος ἐκδιδαγμένος, Ἤπιος πρὶν καλούμενος, Ἀσκληπιὸς ἐκλήθη ὡς Ἄσκλην ἰασάμενος τύραννον Ἐπιδαύρου ἢ ὡς μὴ σκέλλεσθαι ἐῶν καὶ θνήσκειν τοὺς ἀνθρώπους. λιμὸς κατέσχε μέγιστος ἔκπαλαι τὰς Ἀθήνας, ὡς περιτρέχειν πανταχοῦ τοὺς δραστηριωτέρους καὶ ἄλια καὶ ἄλευρα ἁρπάζειν ἐκ τηρούντων· ἐκ τούτων ἀλιτήριος καλεῖται πᾶς κακοῦργος.

παράδοξον, εὐκίνητον. Πενία γὰρ παραβάλλουσα μάχεται πρὸς αὐτούς.

ἰστέον ὅτι πολλή ἐστι διαφορὰ τοῦ διαλελυμένου καὶ τοῦ συνθέτου· «μέγας» μὲν «θυμός» τὸ πολὺ τοῦ χόλου, «μεγάθυμος» δὲ ὁ μεγαλόφρων καὶ μεγαλόψυχος. καὶ «χειροδίκης» μὲν συνθέτως ὁ βίαιος καὶ οὐκ ἐν τοῖς νόμοις ἀλλὰ ταῖς χερσὶν αὑτοῦ κείμενον ἔχων τὸ δίκαιον· «δίκην» δὲ «ἔχων ἐν χερσίν» ὁ δίκαιος καὶ ἀεὶ πρὸ χειρῶν καὶ οἷον φέρων τὸ δίκαιον. οὕτω καὶ «θερμὸν ἔργον» διαλελυμένως μὲν τὸ ἀναιδὲς καὶ θρασύ· «θερμουργὸς» δὲ «ἀνήρ» ἐν συνθέσει κατὰ λόγον ἐπαινετὸν ὁ θαρραλέος καὶ μὴ ψυχρὸς εἰς ἔργον.

ἴσως Ἐριννύς: ἐπισκώπτει τὴν διὰ τῶν Ἐριννύων Αἰσχύλου ὑπόθεσιν· παρεισάγονται γὰρ δεινοπαθοῦσαι. ὡς καὶ Εὐριπίδης· «γοργῶπες νερτέρων ἱέρειαι, δειναὶ θεαί.» ἢ ἄλλως. εἰώθασιν οἱ τραγῳδοὶ Ἐριννύας εἰσφέρειν μετὰ λαμπάδων· καὶ γὰρ τὰ ἀποτρόπαια τῶν φασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει.

κλαύσεται: οἰμώξεται ὡς μὴ οὖσα κατὰ φύσιν φοβερά, ἀλλὰ μάτην ἀπατῶσα ἡμᾶς.

πανδοκεύτριαν: ἀντὶ τοῦ «κάπηλιν». ἢ διὰ τὸ πάντας δέχεσθαι. εἴρηται δὲ κάπηλις ἀπὸ τοῦ κακύνειν τὸν πηλὸν ἤτοι τὸν οἶνον, ὅθεν καὶ ἄμπελος.

λεκιθόπωλιν: ἀπὸ τοῦ χρυσίζοντος ᾠοῦ, ᾠόπωλιν. λέκιθος δὲ κυρίως τὸ ξανθὸν τοῦ ᾠοῦ διὰ τὸ τῷ λέπει τοῦ ᾠοῦ κεύθεσθαι. ἔστι δὲ εἶδος ὀσπρίου, ὃ καλεῖται πίσος διὰ τὸ ἐοικέναι τὴν χροιὰν λεκίθῳ ᾠοῦ. ἀπὸ μέρους οὖν τὴν ὀσπριόπωλιν δηλοῖ.

βάραθρον: χάσμα φρεατῶδες καὶ σκοτεινὸν ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς κακούργους ἔβαλλον. ἐν δὲ τῷ χάσματι τούτῳ ὑπῆρχον ὀγκῖνοι, οἱ μὲν ἄνω, οἱ δὲ κάτω. ἐνταῦθα τὸν Φρύγα τὸν τῆς Μητρὸς ἐνέβαλον ὡς μεμηνότα. ἐπειδὴ προέλεγεν ὅτι ἔρχεται ἡ Μήτηρ εἰς τὴν ἐπιζήτησιν τῆς Κόρης. ἡ δὲ θεὸς ὀργισθεῖσα ἀκαρπίαν ἔπεμψε τῇ χώρᾳ· καὶ γνόντες τὴν αἰτίαν διὰ τοῦ χρησμοῦ, τὸ μὲν χάσμα κατέχωσαν, τὴν δὲ θεὸν ἵλεον ταῖς θυσίαις ἐποίησαν.

βάραθρον: ὄρυγμα ἔνθα εἰσάγονται οἱ κατάδικοι.

ἣ ταῖς κοτύλαις: ἀντὶ τοῦ «παρακλέπτουσά με ταῖς κοτύλαις» ἢ «μικροπρεποῦσά με βλάπτει, οἷον ταῖς μεταφοραῖς τῶν μέτρων ἀπατοῦσά με», ὡς τοῦ Βλεψιδήμου πεποιηκότος καὶ δεδωκότος ἀργύριον. κοτύλη δέ ἐστιν εἶδος μέτρου, ὃ λέγομεν ἡμεῖς ἡμίξεστον.

ἄναξ: ἰδίως τὸν Ἀπόλλωνα ἢ ὡς ἀλεξίκακον καὶ χρησμοὺς παρέχοντα πρὸς ἀποτροπὴν τῶν δεινῶν, ἢ ὡς πατρῷον θεόν.

ἐξωλέστερον: ἀπολέσθαι ὀφεῖλον ἢ ἐξολοθρευτικώτερον ἢ ἐξολέσαι δυνάμενον.

ἔρημος κυρίως ἡ μονωθεῖσα τῶν ἐνοικούντων γῆ, παρὰ τὸ ἔραν μόνην εἶναι.

φεύγω φεύξω κοινῶς, φευξῶ δωρικόν, φευξοῦμαι δὲ ἀττικόν.

οὐκ ἐνέχυρον: δῆλον ἐκ τούτου ὡς οὐ μόνον ἐνέχυρα ἀλλὰ καὶ ἐνέχυρον. φαίνεται δὲ καὶ ἀπηγορευμένον εἶναι μὴ μεθεῖναι τὰ ὅπλα ἐνέχυρα. λέγει οὖν· «αὕτη τῇ ἑαυτῆς βίᾳ ἀναγκάζει καὶ τοὺς νόμους παραβαίνειν τοὺς θεσπίσαντας ὅπλα ἐνέχυρα μὴ τιθέναι».

ἐνέχυρον ἀπὸ τοῦ «ἐχυρόν», τὸ στερεόν.

οἱ παλαιοὶ Ἀττικοὶ περισπῶσιν, οἱ δὲ νεώτεροι προπαροξύνουσιν.

ἀντὶ τοῦ «εἰ μέλλοντες ἐκβαλεῖν σε καὶ ἐπιλαθοίμεθα, μέγα κακὸν πράττομεν τότε».

εἰ δὲ μή: ἤτοι παύσασθε τοῦ ἐγχειρήματος. τὸ σχῆμα κατὰ παράλειψιν, ὅμοιον δὲ τῷ ὁμηρικῷ· «ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί». οὐ γὰρ ἀπέδωκε σύνταξιν ἐνταῦθα.

τύμπανα: τιμωρικά εἰσιν ὄργανα ἀπὸ ξύλων κατεσκευασμένα, ἐφʼ οἷς ἐτυμπάνιζον· ἐχρῶντο γὰρ ταύτῃ τῇ τιμωρίᾳ. λέγονται δὲ καὶ βάκλα, ἐφʼ οἷς τύπτονται ἐν τοῖς δικαστηρίοις οἱ τιμωρούμενοι.

κύφωνες: κύφων δεσμός ἐστι ξύλινος, ὃν οἱ μὲν κλοιὸν ὀνομάζουσιν, οἱ δὲ κάλιον· ἔνθα καὶ ὁ πονηρὸς ἄνθρωπος κύφων. τάσσεται δὲ κἀπὶ πάντων τῶν δυσχερῶν καὶ ὀλεθρίων, καὶ κυφωνισμὸς ἐπὶ τῶν τιμωριῶν. Ἀρχίλοχος δὲ ἀντὶ τοῦ «κακός» καὶ «ὀλέθριος». εἴρηται δὲ κύφων παρὰ τὸ τοὺς δεσμίους ἀναγκάζεσθαι κύφειν. κύφωνες ξύλα εἰσὶν ἐπιτιθέμενα εἰς τοὺς τένοντας τῶν καταδίκων, ἵνα μὴ εὕρωσιν ἀνακύψαι· καὶ γὰρ τὸν κρινόμενον ποιοῦσι κύφειν.

τί δῆτα: ἐπέβαλον γὰρ ζημίαν ἐνίοτε τοῖς ἁλοῦσιν ἢ χρήματα καταθέσθαι ἤ τι τοιοῦτον. «τῇ δίκῃ» δὲ τῇ τιμωρίᾳ. εἴθιστο γὰρ τὸ τῆς ἥττης ἤδη καὶ πρόστιμον λέγεσθαι παρὰ τῶν κρινομένων.

ἱκανοὺς: ἀντὶ τοῦ «ἀρκοῦντας». ὁ γὰρ ἱκάνων, ὅ ἐστι παραγινόμενος, ἤρκεσε πρὸς τὴν ἔξοδον.

ὅτι εἴθιστο ἐπὶ τῇ τιμωρίᾳ καὶ προστίμῳ ὑποπίπτειν τοὺς ἁλόντας, «οὐκ ἄν, φησίν, ἀναβάλοισθε ἀποθανόντες» ἀντὶ τοῦ «ταχέως ἀπελθόντες τελευτήσατε. εἰ γὰρ νικήσετε, οὐκέτι δίκαιόν ἐστιν».

ἀλλʼ ἤδη: ὅτι τὸ μέτρον τούτων τῶν στίχων ἀναπαιστικὸν τετρασύλλαβον καταληκτικόν. δέχεται δὲ ἀνάπαιστον, σπονδεῖον καὶ δάκτυλον.

«βούλευμα» μὲν τὸ ἴδιον, «βούλημα» δὲ τοῦ δημοσίου ἡ βουλή.

οὐκοῦν εἶναί φημι: ὅτι κακόμετρος ὁ στίχος, ἐνίοις δὲ καὶ ἄμετρος. ἡ δὲ σύνταξις τοιαύτη· «οὐκοῦν, ἢν βλέψῃ ποτὲ ὁ Πλοῦτος, φημὶ εἶναι ὁδόν, ἥντινα ἰών τις παύσει ταῦτα». τέλειον δὲ εἴη, εἰ καὶ τὸν «καί» προσθείη τις σύνδεσμον, εἰπὼν «καὶ τοῖς ἀνθρώποις ἀγάθʼ ἂν πορίσειεν».

ἀλλʼ ὦ ὑμεῖς οἵτινες ἐγένεσθε μόνοι ἀπὸ πάντων ἀνθρώπων ἀναπειθεῖς ἤγουν ἀπειθεῖς εἰς τὸ οὐχ ὑγιαίνειν, συνθιασῶται δὲ εἰς τὸ ληρεῖν, ἐὰν γένηται τοῦτο ὅπερ λέγεται, φαίνεταί μοι ὅτι οὐκ ἀρέσει ὑμῖν.

εἰ τοῦτο γένοιθʼ ὃ: ὅρα τὴν δεξιότητα τοῦ κωμικοῦ· προσποιεῖται ὡς οὐκ οἶδεν ἡ Πενία τὴν γνώμην τοῦ Χρεμύλου καὶ τὴν τοῦ Πλούτου, ὅτι πρὸς μόνους τοὺς δικαίους ἥξει. καὶ διὰ τοῦτο οὕτως εἴρηκεν ὅτι, ἐὰν ἀναβλέψῃ ὁ Πλοῦτος καὶ πλουτίσῃ πάντας, ποῖος τῶν ἀνθρώπων ἔσται ὁ τὴν οἱανοῦν τέχνην μεταχειρισόμενος;

ἢν ἐξῇ ζῆν: πρὸς τὸ ἀνώτερον· τίς ἐθελήσει τέχνην μετελθεῖν, ἢν ἐξῇ ζῆν καὶ τὸ ἑξῆς.

ἀντὶ τοῦ «κατὰ λῆρον ληρεῖς». ἀττικὴ δὲ ἡ φράσις καὶ τὸ σχῆμα ἀττικόν, ὡς τὸ «μανίαν μαίνῃ». ἀττικὸν δέ ἐστι τὸ εἰπόντα τὸ πρᾶγμα ἐπαγαγεῖν τὸ ἀπὸ τοῦ πράγματος ῥῆμα, ὡς τὸ «ὕβριν ὑβρίζεις» καὶ «φυγὴν φεύγεις» καὶ ὅσα τοιαῦτα καὶ τὰ λοιπά.

ἡ στάσις ἡ μετὰ τοῦ Χρεμύλου καὶ τῆς Πενίας ἐστὶ πραγματική.

ἔμπορος: ὁ πραγματευτής, κυρίως δὲ ἄνθρωπος ὁ πλέων θάλασσαν, παρὰ τὸ «πόρος». πόρος δὲ ἐπὶ ὑγρῶν λέγεται κυρίως, καὶ εὔπορος ὁ ἔχων ἀεὶ τὸν ἐπιρρέοντα πλοῦτον, ἐκ μεταφορᾶς τοῦ ὑδατικοῦ πόρου.

«ἀνδραποδιστής» εἴρηται ἀπὸ τοῦ ἄνδρα ἀποδίδοσθαι ὅ ἐστι πωλεῖν· «ἀνδράποδα» δὲ ἀπὸ τοῦ ὑποκεῖσθαι τὸν οἰκέτην τῷ δεσπότῃ, καθάπερ ὑπόκειται ὁ ποὺς τῷ ἀνδρί. διαβάλλονται δὲ οἱ Θετταλοὶ ὡς ἀνδραποδισταί, καὶ Εὐριπίδης· «πολλοὶ παρῆσαν, ἀλλʼ ἄπιστοι Θετταλοί». δῆλον δὲ ἀπὸ Ἰάσονος, ὃς ἠνδραπόδισε τὴν Μήδειαν· ἀνδράποδον δὲ εἴρηται ὁ ποὺς ἐν ἀνδράσιν ἀπὸ ὑποκειμένου μέρους τῷ ὅλῳ· ὑπόκειται οὖν ὁ οἰκέτης τῷ δεσπότῃ, καθάπερ ὁ ποὺς τῷ ὅλῳ σώματι.

ὡς Ὅμηρος· «ὑπʼ αἰθούσης τάπητας ἔθηκας».

ἐκ βαλανείου: διὰ τὸ τοὺς πένητας ἀποροῦντας ἐνδυμάτων διὰ τὸ ψύχος ἐν βαλανείῳ καθεύδειν, ἐκ τῆς θέρμης φλυκταίνας ποιεῖν. Ἀπολλόδωρος τὰ ἐκ τοῦ πυρὸς ἐρευθήματα ἢ ἐκ ψύχους ἢ τοὺς τύλους καὶ τὰ ἐπικαύματα τὰ ἐκ τοῦ πυρός φησιν, ὡς τῶν πενήτων διὰ τὸ αὐτουργεῖν τοῦτο πασχόντων.

κολοσυρτὸς κυρίως ὁ ἦχος ὁ ἐκ ξύλων γεγονὼς συρομένων ἀπὸ τοῦ ὄρους, ἀπὸ τοῦ κᾶλον, τὸ ξύλον, καὶ τοῦ σύρω.

κώνωπάς φησι τὰς ἐμπίδας· οἱ δὲ ὡς τὰς ψύλλας οὔσας ἀφώνους εἶπε βομβεῖν· κωνώπων γὰρ μᾶλλον τοῦτο ἴδιον. ἐντεῦθεν πλανηθέντες τινὲς θηλυκῶς εἰρῆσθαι ᾠήθησαν τοὺς κώνωπας, ληροῦσι δέ· ἀρσενικῶς γὰρ λέγονται. οἱ Δωριεῖς δὲ ἀρσενικῶς λέγουσι τὸν ψύλλον, οἱ δὲ Ἀττικοὶ θηλυκῶς. «ἠχοῦσαι», φησίν, οἱ κώνωπες, «ἠχοῦσαι γὰρ περιίπτανται»· οὐκ ἔστι δέ, ἀλλὰ πρὸς τὰς ψύλλας.

ἐπεγείρουσαι καὶ φράζουσαι· πεινήσεις, ἀλλʼ ἐπανίστω: ὡς ἄν τις εἴπῃ· «τοῦτο βοῶσιν ὅτι ἀνάστα, ποίει δοῦλε μὴ πεινήσῃς».

ὅτι ὁ μὲν ἄρτος πάλαι μέμακται, ἡ δὲ μάζα νῦν.

Ἀττικοὶ ῥαφανίδα φασὶν ἣν ἡμεῖς ῥάφανον, πάλιν δὲ ῥάφανον ἢν ἡμεῖς κράμβην. εἴρηται δὲ ῥαφανὶς παρὰ τὸ ῥᾳδίως φαίνεσθαι· λόγος γὰρ ὡς σπειρόμεναι θᾶττον ἄνεισιν.

θράνος ἐστὶν ὑποπόδιον, ἔνθα καὶ θρανίτης, ὡς λυχνίτης, ὑποκοριστικῶς.

μάκτρα· θυεία ἐπιμήκης, ἐν ᾗ μάττουσι τὰ ἄλευρα.

ἀνεκρούσω, ἀπὸ μεταφορᾶς τῶν κιθαρῶν ἤ τινος ἄλλου τοιούτου ὀργάνου. διενήνοχε δὲ πτωχεία πενίας, ὅτι ἡ μὲν πενία μεμετρημένη ἐστὶν ἔνδεια, πόνῳ τὰ χρειώδη θηρῶσα· εἴρηται δὲ παρὰ τὸ πένεσθαι ὃ σημαίνει τὸ ἐνεργεῖν· ὁ δὲ πτωχὸς παρὰ τὸ πτώσσειν ἅπαντας. τοῦ μὲν γὰρ πτωχοῦ ὁ βίος ἐστὶν ἵνα μὴ ἔχῃ τι, τοῦ δὲ πένητος ἄλλος ἐστὶν ἵνα ἔχῃ τὴν ἐφήμερον ζωήν· ὥστε ἄλλο ἐστὶ πτωχεία καὶ ἄλλο πενία. παράξενος γὰρ ἔνι ὁ βίος τοῦ πτωχοῦ, ὅτι μοχθεῖ καὶ κοπιᾷ, καὶ οὐδὲ κἂν αὐτοῦ ἐν τῷ θανάτῳ ἔχῃ ἵνα ταφῇ

τὰ μὴ ὅμοιά φησιν αὐτοὺς ὁμοιοῦν, ὡς εἴ τις λέγει Διονύσιον τὸν ἐν Σικελίᾳ ἐξώλη καὶ ἐμμανῆ τύραννον ἐοικέναι Θρασυβούλῳ τῷ Λύκου ἀνδρὶ φιλοπόλιδι καὶ παντὸς κρείττονι λόγου διὰ τὰς ἐπιφανεῖς αὐτοῦ κατὰ πόλεμον νίκας οἱ Λακεδαιμόνιοι γὰρ κρατήσαντες τῶν Ἀθηναίων λʹ τυράννους ἀπὸ τῆς πόλεως αὐτῶν ἐν Ἀθήναις διάγειν ἔταξαν· ὁ οὖν Θρασύβουλος ἐραστὴς ὢν τῆς δημοκρατίας κατέλαβε Φυλὴν τῆς Ἀττικῆς μετά τινων ἄλλων, μεθʼ ὧν κατέλυσε τοὺς λʹ.

ἐπικαλεῖται δὲ τὴν Δήμητραν κατὰ τῆς Πενίας, ὡς οὖσαν παρεκτικὴν πάντων τῶν ἀγαθῶν.

ἑλληνικὸν τὸ ποδαγρᾶν. ὑπὸ γὰρ ἀργίας μεγάλης. γίνονται ποδάγραι.

εἴρηται δὲ τὸ «ἀσελγῶς» ἀπὸ τῶν ἐν Σέλγη πόλει τῆς Πισιδίας κατά τινας μὲν σεμνῶς βιοῦν οἰομένων· «ἀσελγῶς» «μὴ σεμνῶς», ὁμοίως τάχα τοῖς Σελγαίοις, ἀλλʼ αἰσχρῶς κατὰ δὲ τοὺς ἐπισκεπτικώτερον τὸ ἔθνος εἰδότας Κίλιξι καὶ Ἀρμενίοις ὅμορον ὂν καὶ ὁμότροπον, «ἀσελγῶς» «αἰσχρῶς» ἐπιτατικώτερον, ὡς οἱ τῆς Σέλγης οἰκήτορες.

ἰσχνοὶ καὶ σφηκώδεις: ἢ λεπτοὶ κατὰ τὸ μέσον ἢ πικροί, ἐπεὶ καὶ τὸ ζῳύφιον πικρόν ἐστι σφόδρα. δριμύτεροι οὖν ὡς σφῆκες ἅμα καὶ ἰσχνότεροι γίνονται οἱ λιμώττοντες.

τοὺς ῥήτορας: τοὺς δημαγωγούς, τοὺς νομομαθεῖς· ῥήτορας γὰρ δημαγωγοὺς Ἀθήνησι καθίστων. περισύρει δὲ τούτους ὡς πλεονέκτας καί φησιν ὅτι ἴδε τοὺς ῥήτορας, ὡς, ὁπόταν μέν εἰσι πτωχοί, εἰσὶν εὐσεβεῖς καὶ δίκαιοι, ὅταν δὲ πλουτήσωσι καὶ ταῦτα ἀδίκως ἐκ τῶν κοινῶν, γίνονται ἄδικοι.

πτερυγίζεις: ἀντὶ τοῦ «μάταια καὶ κοῦφα διαλέγῃ», ἀπὸ τῶν νεοσσῶν ἃ πτερυγίζουσι μὲν τὰς πτέρυγας ἵπτασθαι, οὐ δύνανται δέ· «οὕτως καὶ σὺ θέλεις μὲν εἰπεῖν καὶ πειράζεις, οὐδὲν δὲ ἀνύεις». ἄλλως. «φλυαρεῖς διὰ λόγων»· τὸ γὰρ πτερὸν ἠχῶδες καὶ θορυβητικόν.

ὅτι βελτίστους: διότι αὐτοὺς ὠφελῶ· καὶ τοῦτο ἔστιν ἰδεῖν καὶ εἰς τοὺς παῖδας ἁπλῶς πῶς φεύγουσιν ἀπὸ τῶν ἰδίων γονέων ἀγαπώντων αὐτούς.

οὕτως ἐστὶ δύσκολον πρᾶγμα, ἵνα νοήσῃ τις τὸ δίκαιον.

ἀλλʼ ὦ Κρονικαῖς λήμαις: ἀρχαίαις μωρίαις ἐσκοτισμένοι τὸ φρονεῖν. παροιμία δʼ ἐστὶν ἀπὸ τῶν ἀμβλυωπούντων. λήμη ἐστὶ τὸ πεπηγὸς δάκρυον, ὅπερ ἐπικαθεζόμενον βλάπτει τοὺς ὀφθαλμούς. τὸ γὰρ τῶν γερόντων δάκρυον παχὺ ὂν λήμας μεγάλας ἀποτελεῖ καὶ ποιεῖ. σημαίνει οὖν· «τετυφλωμένοι τὰς φρένας, ὥσπερ οἱ τὰς λήμας ἔχοντες τῶν ὀφθαλμῶν ἰόντων ἐμποδίζονται τὰς ὄψεις».

διὰ τεσσάρων ἐτῶν συνήρχοντο· κατὰ δὲ τὸ πέμπτον ἐτελεῖτο ὁ ἀγών.

μετὰ τὴν μάχην ἐστεφάνωσε διὰ κλάδων, δηλῶν ὅτι καὶ οἱ μαχόμενοι ἀλόγως ἐστέφοντο.

ὅτι οὐ κοτίνῳ ἐστεφανοῦντο, ἀλλὰ τῷ τῆς καλλιστεφάνου ἐλαίας κλάδῳ. οὐκ ἀκριβῶς οὖν φησι· καλλιστεφὴς γὰρ ἡ ἐλαία λέγεται. «ταύτης δὲ τὰ φύλλα ἔμπαλιν ταῖς λοιπαῖς ἐλαίαις πέφυκεν», ὥσπερ Ἀριστοτέλης φησίν· «ἔξω γὰρ ἀλλʼ οὐκ ἐντὸς ἔχει τὰ λευκά. ἔστι δὲ ἐν τῷ Πανθείῳ, καλεῖται δὲ καλλιστέφανος. ἀφίησί τε τοὺς πτόρθους, ὥσπερ ἡ μύρτος, εἰς τοὺς στεφάνους συμμέτρους. ἀπὸ ταύτης λαβὼν καρπὸν Ἡρακλῆς ἐφύτευσεν Ὀλυμπίασιν, ἀφʼ ἧς οἱ στέφανοι τοῖς ἀθληταῖς δίδονται». ὥς φασι δέ τινες· «ἔστιν αὕτη παρὰ τὸν Ἰλισσὸν ποταμὸν σταδίους ξʹ τοῦ ἱεροῦ ἀπέχουσα· περιῳκοδόμηται δέ, καὶ ζημία μεγάλη τῷ θίγοντι αὐτῆς ἐστιν. ἀπὸ ταύτης ἔφερον λαβόντες οἱ Ἠλεῖοι τῶν ἀθλητῶν ἐν Ὀλυμπίᾳ τοὺς στεφάνους».

παρʼ ὑπόνοιαν καὶ κατὰ λέξιν καὶ κατὰ γραφήν.

ὅπερ ἀγαπᾷ τις κατέχει παρʼ ἑαυτῷ.

τὴν Ἑκάτην ἐν ταῖς τριόδοις ἐτίμων οἱ παλαιοὶ διὰ τὸ τὴν αὐτὴν Σελήνην καὶ Ἑκάτην καὶ Ἀρτέμιδα καλεῖσθαι. κατὰ δὲ νουμηνίαν οἱ πλούσιοι ἔπεμπον δεῖπνον ἑσπέρας ὥσπερ θυσίαν τῇ Ἑκάτῃ ἐν ταῖς τριόδοις· οἱ δὲ πένητες ἤρχοντο πεινῶντες καὶ ἤσθιον αὐτὰ καὶ ἔλεγον ὅτι ἡ Ἑκάτη ἔφαγεν αὐτά. λέγεται οὖν· «παρὰ τῆς Ἑκάτης μάθωμεν τῆς ἐπισταμένης τί πενία ἢ πλοῦτος· αὕτη γὰρ ἐπίσταται τίνες παρέχουσιν αὐτῇ δεῖπνα». ἔθος ἦν ἄρτους καὶ ἄλλα τινὰ κατὰ μῆνα τιθέναι τῇ Ἑκάτῃ τοὺς πλουσίους, λαμβάνειν δὲ ἐξ αὐτῶν τοὺς πένητας· ἀπὸ γὰρ τῶν ἱερῶν οἱ πτωχοὶ ζῶσιν.

ὑπερβολικά, ὡς καὶ ὁ Εὐριπίδης· «τὰ καλὰ καὶ τὰ μὴ καλὰ καλῶς ἔχουσιν».

ταῦτα ἐκ Τηλέφου Εὐριπίδου τραγικεύεται. ἄλλως. ἐκ Φοινισσῶν Εὐριπίδου μετείληπται δὲ ὁ στίχος· οὐ γὰρ ἀκολούθως καλεῖ ἐν Ἀθήναις οὖσα.

Παύσωνα: τὸν σύντροφον καὶ διαιτητήν. Παύσων δὲ ἐπὶ πενίᾳ κωμῳδεῖται, ζωγράφος ὤν.

κύφων· ὁ ξύλινος δεσμός, ἐν ᾧ δεσμοῦνται οἱ ἐν τῇ φρουρᾷ. τινὲς δὲ κύριον ὄνομά φασι πτωχοῦ τινος.

χρή· ὁ παρατατικὸς ἀντὶ ἐνεστῶτος.

ἀξιοῦται, ἀντὶ τοῦ «ἄξιόν ἐστι» κατὰ Ἀττικούς.

τὸ εὐτρεπὲς ἐπὶ οἴκου, τὸ δὲ εὐπρεπὲς ἐπὶ ἀνθρώπου.

τοῦτο λαμβάνεται εἰς τὰς κτήσεις πάσας.

οὗτοι, ὡς ἔοικεν, εὐθὺς ἀπῆγον ἐκεῖ, ἔφη δὲ ὁ Καρίων.

μεμυστιλημένοι: εὐωχημένοι, ζωμὸν ἀρυσάμενοι κοίλοις ἄρτοις καὶ μυστρία μιμουμένοις. ὅθεν καὶ τὸ ὄνομα τοῖς μυστρίοις, οἱονεὶ μυστίλιόν τι ὄν. ὁ δὲ νοῦς· «ὦ πολλὰ ταλαιπωρήσαντες καὶ εἰς οὐδὲν ἑστιαθέντες, νῦν δὲ εὐτυχήσαντες».

μετὰ τὸ χαρίσασθαι τὴν δημοκρατίαν τοῖς Ἀθηναίοις τὸν Θησέα, Λύκος τις συκοφαντήσας ἐποίησεν ἐξοστρακισθῆναι τὸν ἥρωα· ὁ δὲ παραγενόμενος εἰς Κῦρον διῆγε παρὰ Λυκομήδει τῷ δυνάστῃ τῆς νήσου, ὃς ζηλοτυπήσας ἀναιρεῖ αὐτὸν δόλῳ. Ἀθηναῖοι δὲ λιμώξαντες καὶ κελευσθέντες ἐκδικῆσαι τῷ Θησεῖ, τὸν μὲν Λυκομήδην ἀνεῖλον, τὰ δὲ ὀστᾶ μεταστειλάμενοι καὶ τὸ Θησεῖον οἰκοδομήσαντες ἰσοθέους οὕτω τιμὰς διανέμουσι. διανομαὶ δὲ καὶ εὐωχίαι τοῖς Θησείοις γίνονται· ταῖς δὲ ὀγδόαις τὰ Θησεῖα ἤγετο· ἑορτὴ δὲ αὐτῷ ἐπετελεῖτο, ἐπειδὴ αὐτὸς συνήγαγε τὴν Ἀττικὴν πρότερον σποράδην καὶ κατὰ κώμας οἰκουμένην.

ἐπʼ ὀλίγοις ἀλφίτοις: ἢ διὰ τὸ πλῆθος τῶν ὄψεων ὀλίγον ἄρτον ἀνήλισκον, ἢ τοῖς κοίλοις ἄρτοις τοὺς ζωμοὺς ἀρυόμενοι ταχέως κορέννυνται διʼ ἔνδειαν ἄρτων, καὶ πάντες ἀθάραν ἤσθιον ἐν τῇ ἑορτῇ τοῦ ἥρωος. πεποίηται δὲ ἡ λέξις παρὰ τὴν μάσησιν ἢ παρὰ τὸ εἰς μικρὰ τίλλεσθαι τοὺς ἄρτους καὶ οὕτως ἐσθίειν.

ἐξωμμάτωται: ὅρα πῶς τοῖς σπουδαίοις γελοιώδη παραμίξας λανθάνει. ἡ γὰρ «ἐξ» πρόθεσις ἐπίτασιν δηλοῦσα τὸ φαινόμενον σημαίνει ἀντὶ τοῦ «ἐπιτεταμένως ὁρᾶν», ὡς τὸ «ἐκ θυμοῦ φιλέων». ἢ μᾶλλον παίζων ἐπὶ στερήσεως λέγει.

ἀπαγγέλλεις μοι, φησί, χαρᾶς ἄξιον ὥστε καὶ βοᾶν τῇ χαρᾷ νικώμενον.

εὔπαιδα: ἐπαμφοτερίζει ἡ χρῆσις ἐπί τε τοῦ καλοῦ παιδὸς καὶ τοῦ καλοὺς παῖδας ἔχοντος. καὶ «μέγα ἀνυμνήσω, φησί, τὸν Ἀσκληπιὸν μέγα φῶς ὄντα τοῖς ἀνθρώποις». πολλοὶ δὲ παῖδες τοῦ Ἀσκληπιοῦ· Ποδαλείριος, Μαχάων, Ἰασώ, Πανάκεια, Ὑγεία. ἀναπέπλασται δὲ τὰ ὀνόματα παρὰ τὸ ἰᾶσθαι καὶ πάντας ἀνακεῖσθαι. «εὔπαιδα»· ἢ τὸν τοὺς καλοὺς παῖδας ἔχοντα ἢ τὸν καλὸν παῖδα. ὁ δὲ νοῦς πέπαικται εἰς τραγῳδίαν· καὶ γὰρ ὁ χαρακτὴρ τραγικός, ὡς ἐν Ὀρέστῃ· «ἀναβοάσομαι πατρὶ Ταντάλῳ».

αὐτὴ δὲ ὡς αἰσχρὸν φεύγει τὸν λόγον ἤ τι πρᾶγμα ἀκούσασα ἐφοβήθη ἀποτρέπουσα τὸν λόγον.

εἴθιστο γὰρ τοῖς ἀρχαίοις ἐκεῖ καθαίρειν τοὺς ἀφωσιωμένους· καὶ Ὅμηρος· «εἰς ἅλα λύματʼ ἔβαλλον»,

«ἐλούομεν» μὲν καὶ κατὰ συγκοπὴν «ἐλοῦμεν».

βωμῷ: ἀντὶ τοῦ «ὁσιωθείσης τῆς θυσίας» καὶ τῶν ἀπαργμάτων ἐπὶ τῶν βωμῶν τεθέντων, ἅπτονται τοῦ βωμοῦ ἢ τοῦ κανοῦ καὶ ἐπιφθέγγονται ὅσια, καὶ τότε ἔξεστι τοῖς ἀπὸ τῆς θυσίας ἀδεῶς χρῆσθαι.

προθύματα: σημαίνει τὰ προκατάργματα ἢ τὰ πρὸ τῆς θυσίας γινόμενα θυμιάματα ἢ πλακούντια.

καθωσιώθη: ἀντὶ τοῦ «ἀφιερώθη», ἤτοι «ὄλυρα ἢ κριθὴ ἢ λιβανωτὸς ὁσίως ἀνετέθη».

καττύματα λέγονται οἱ μικροὶ ἱμάντες οἱ ἐπὶ τῆς κόπρου ἐρριμμένοι. λέγει οὖν· «ἐκ πολλῶν καὶ μικρῶν τὴν στιβάδα ηὐτρεπίζομεν».

εἰς πολλὰ κεκωμῴδηται, εἰς συκοφάντην, ῥήτορα καὶ τὰ δημόσια κλέπτοντα καὶ ξένον καὶ τὰς ὄψεις βεβλημένον.

ἀθάρη μόνη ἡ σεμίδαλις λέγεται. ἀττικὸν δὲ διὰ τοῦ η «ἀθάρης», Αἰολεῖς «ἀθήρας», ἡ δὲ κοινὴ διὰ τοῦ α «ἀθάρας»

ἀττικὸν τὸ λαμβάνειν ἔξωθεν τὸ «πεπλησμένος»· τὴν χύτραν ἀθάρης, ὡς λέγομεν «ἀλάβαστρον μύρου» καὶ «ἀσκὸς οἴνου» ἀντὶ τοῦ «ἀλάβαστρον μεστὸν μύρου».

δαιμονίως: ἤγουν ὡς εἷς τῶν ἱερείων δηλαδὴ ὄφεων.

ἐφερπύσαι: βαδίσαι. ἀπὸ μεταφορᾶς τῶν ἑρπετῶν. ἐκ τούτου δὲ τὴν ἥσυχον κλοπὴν τὴν ἐπὶ τὴν χύτραν δηλοῖ.

Ἀττικοὶ μὲν μονοσυλλάβως φθοῖς· ὁ δὲ Καλλίμαχος «φθόϊας», ἤτοι πλακοῦντας οὖν.

εἰσὶ γὰρ τράπεζαι ἐν τοῖς ἱεροῖς, ἐν αἷς ἐπιτιθέασι τὰ ἐπιφερόμενα.

ἥγιζεν: ἀντὶ τοῦ «ἔβαλεν εἰς δέρματα σακκίων», ἅπερ καὶ θύλακον λέγομεν. τινὲς δὲ ἀντὶ τοῦ «ἀπετίθετο». παίζει δὲ τοῦτο ὡς ἐπὶ ἱερέων. ἀρσενικὸν δὲ ὁ σάκτης ὡς αἱ χρήσεις διδάσκουσιν.

εἰδῶν συγκείμενον ἔκ τε ἀστραγάλων καὶ καναβουρίων.

πολλὴν ὁσίαν: ὅσια μὲν τὰ πρὸς ἀνθρώπους ὧν ἔξεστι θίγειν. «δόξας, φησίν, ὅσιον εἶναι τὸ λαμβάνειν τι ἀπὸ τῶν ἐν τῷ ἱερῷ, ἐπεὶ καὶ ὁ ἱερεὺς ἐλάμβανεν».

διαβάλλει τὸν θεὸν ὡς κλέπτην. «ἐφοβήθην οὖν μὴ καὶ αὐτὸς ἐλθὼν κλέψαι τὴν χύτραν φθάσειέ με».

ὅτι στεφανηφόρος ὁ Ἀσκληπιὸς καὶ ἀεὶ νεάζων· ὑγείας γάρ ἐστιν ἔφορος.

τρία μὲν εἴδη τῆς συναλοιφῆς ἁπλᾶ καὶ δʹ σύνθετα· ἁπλᾶ μὲν ἔκθλιψις, κρᾶσις καὶ συναίρεσις· σύνθετα δὲ ἔκθλιψις καὶ κρᾶσις, ἔκθλιψις καὶ συναίρεσις, κρᾶσις καὶ συναίρεσις, καὶ ἔκθλιψις κρᾶσις καὶ συναίρεσις. ἁπλᾶ μὲν ἔκθλιψις ὡς τὸ «οὐχὶ οὕτως· οὐχʼ οὕτως», κρᾶσις δὲ ὡς τὸ «ἐποιήσαο· ἐποιήσω» καὶ συναίρεσις ὡς τὸ «πάϊς· παῖς»· σύνθετα δὲ οἷον ἔκθλιψις καὶ κρᾶσις ὡς τὸ «κἀγώ· καὶ ἐγώ», ἔκθλιψις δὲ καὶ συναίρεσις ὡς τὸ «ἔμʼ οὐπʼ ὀδύνη», κρᾶσις δὲ καὶ συναίρεσις ὡς τὸ «ᾡπόλος» ἀντὶ τοῦ «ὁ αἰπόλος», ἔκθλιψις δὲ καὶ κρᾶσις καὶ συναίρεσις ὡς τὸ «κᾆτα· καὶ εἶτα» καὶ «ᾡπόλοι» ἀντὶ τοῦ «οἱ αἰπόλοι».

ἀκόλουθον τῷ ἐφερπύσαι τὸ συρίξαι. ἕκαστον γὰρ τῶν ζῴων ἰδίαν φωνὴν ἔχει, ὡς αἲξ τὸ μηκάζειν, κορώνη τὸ κρώζειν καὶ τἄλλα ὁμοίως.

ὀδὰξ ἐλαβοίμην: ἀντὶ τοῦ «τοῖς ὀδοῦσιν αὐτὴν ἔδακον.»

εἶδος δὲ ὄφεως ὁ παρείας· παρὰ τὸ ἐπῆρθαι τὰς παρειάς. φασὶ δὲ αὐτὸν μὴ δάκνειν ἢ καὶ δάκνοντα μὴ λυπεῖν. μέμνηται δὲ αὐτοῦ καὶ Δημοσθένης «τοὺς ὄφεις τοὺς παρείας» λέγων. τὸ δὲ τοιοῦτον εἶδος εὑρίσκεται ἐν τοῖς ἱεροῖς τοῦ Διονύσου· οἵτινες καὶ ἐν τῇ Ἀλεξανδρείᾳ.

ἔφλων: ἤσθιον. φλᾶν δὲ τὸ μετὰ ψόφου ἐσθίειν· καὶ γὰρ φλᾶν τὸ θλᾶν, ὡς τὸ «φηρσὶν ὀρεσκῴοισιν».

διὰ τὴν ἀθρόαν τοῦ πνεύματος ἐκπήδησιν. ὅθεν καὶ πάρδος· ὁρμητικὸν γὰρ τὸ ζῷον.

ἐβδελύττετο: ἀντὶ τοῦ «ἐμίσει». χαριέντως δʼ εἶπε πρὸς τὸ «ἀπέπαρδον»· παρὰ τὸ βδέειν γὰρ τὸ βδελύττεσθαι.

ὅτι τινές φασιν εἶναι καὶ θυγατέρα τοῦ Ἀμφιάρεω αὐτήν. εἰ δὲ καὶ τὴν Ἰασὼ Ἀσκληπιοῦ θυγατέρα, ὥσπερ Ἀμφιάρεω, ἄξιον ἀπορεῖν· ἐπεὶ καὶ Ἕρμιππος ἐν τῷ πρώτῳ ἰάμβῳ τῶν Τριμέτρων Ἀσκληπιοῦ καὶ Λαμπετίας τῆς Ἡλίου λέγει Μαχάωνα καὶ Ποδαλείριον καὶ Ἰασὼ καὶ Πανάκειαν καὶ Αἴγλην νεωτάτην. ἄλλοι δὲ προστιθέασιν Ἰανίσκον καὶ Ἀλεξήνορα.

ἄλλο λίβανος καὶ ἄλλο λιβανωτός; λίβανος μὲν γὰρ αὐτὸ τὸ δένδρον, λιβανωτὸς δὲ ὁ καρπὸς τοῦ λιβάνου.

σκατοφάγον: ἀναίσθητον. εἴρηται δὲ ἀπὸ τῶν παρὰ Βοιωτοῖς βοῶν, οἳ διὰ τὴν πολλὴν ἀναισθησίαν σκατὰ ἤσθιον. ἑτερόκλιτος δέ ἐστιν ἡ «σκατός» γενικὴ ἀπὸ εὐθείας τῆς «σκώρ».

εἰπὼν γὰρ ὅτι τὸ κιβώτιον λίθινον ἦν, ὥσπερ ἑαυτοῦ τὴν λήθην ἐπανορθούμενος, φησί· «μὰ Δίʼ οὐκ ἦν λίθινον τὸ κιβώτιον.»

Νεοκλείδης· οὗτος ὡς ἅρπαξ τῶν δημοσίων κωμῳδεῖται.

τῶν φαρμάκων τὰ μέν εἰσι καταπλαστά, τὰ δὲ χριστά, τὰ δὲ ποτά. τινὲς δὲ προπαροξύνουσι «κατάπλαστα» λέγοντες.

ὅτι ἡ Τῆνος μία τῶν Κυκλάδων νήσων οὖσα δριμύτερα σκόροδα φέρει. καὶ Καλλίστρατος δὲ σκοροδοφόρον εἶναι τὴν γῆν λέγει.

διότι τὰ τῆς Τήνου δριμεῖά εἰσιν.

σχῖνος· παρὰ τὸ σχίζεσθαι καὶ δακρύειν· ἡ αὐτὴ γὰρ τῇ μαστίχῃ. δηκτικὰ γὰρ ταῦτα καὶ ὀξώδη.

σφηττίῳ: δριμυτάτῳ· δριμὺ γὰρ ὄξος παρὰ Σφηττίοις ἐγίνετο. ἢ ὅτι πικροὶ οἱ Σφήττιοι καὶ συκοφάνται.

ἐπομνύμενον: ἀντὶ τοῦ «ἐφεδρεύοντα ταῖς ἐκκλησίαις καὶ συκοφαντοῦντα ὑπὲρ τοῦ κερδαίνειν.»

ὡς εἰ ἔλεγε «πρὶν εἰπεῖν σε λόγον ἕνα», εἶπε «πρὶν ἐκπιεῖν οἴνου δέκα κοτύλας». σκώπτει δὲ τὰς γυναῖκας ὡς μεθυούσας. κοτύλη δέ ἐστιν εἶδος μέτρου ὃ νῦν καλεῖται ἡμίξεστον.

ἠσπάζοντο: ἐφιλοφρονοῦντο. κυρίως δὲ ἀσπάζεσθαί ἐστι τὸ περιπλέκεσθαί τινα διὰ τὸ ἄγαν σπᾶσθαι εἰς ἑαυτὸν τὸν ἕτερον καὶ περιβάλλειν τὰς χεῖρας ἐν τῷ φιλοφρονεῖσθαι.

ἐδεξιοῦντο: τὰς δεξιὰς συμβαλόντες ἑτέραν τῇ ἑτέρᾳ ἠσπάζοντο. καὶ Ὅμηρος· «δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισιν.»

ἐπειδὴ ὁ θεράπων εἶπεν ὡς οὐκέτι ἔσται ἐν σπάνει ἄρτων ἀλλʼ εὐπορίᾳ, διὰ τοῦτο αὐτὸν ἄρτοις ἀναδῆσαι βούλεται καὶ στεφανῶσαι. «κριβανωτῶν ὁρμαθῷ» ἀντὶ τοῦ «ἄρτων δέσμῃ», δέον εἰπεῖν «στεφάνῳ». κρίβανος δὲ παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος. παίζει δὲ ὡς ἀδδηφάγον αὐτόν.

καταχύσματα: ὅτι τῶν νεωνήτων δούλων τὸ παλαιὸν τῶν πρώτως εἰσιόντων εἰς οἰκίαν ἢ ἁπλῶς τῶν ἐφʼ ὧν οἰωνίσασθαί τι ἀγαθὸν βουλομένων τραγήματα κατέχεον, ὡς καὶ Θεόπομπός φησι· «φέρε σὺ τὰ καταχύσματα κατάχεε ταχέως τοῦ νυμφίου καὶ τῆς κόρης». ἐπεὶ οὖν καὶ ὁ Πλοῦτος ἐν πρώτοις εἰσδέχεται, τοῦτό φησι. σύγκειται δὲ τὰ καταχύσματα ἀπὸ φοινίκων, κολλύβων, τρωγαλίων, ἰσχάδων καὶ καρύων, ἅπερ ἥρπαζον οἱ σύνδουλοι. κυρίως γὰρ ἐπὶ νεωνήτοις δούλοις ταῦτα κατέχεον φέροντες αὐτοὺς καὶ καθίζοντες περὶ τὴν ἑστίαν· τοὺς γοῦν ὀφθαλμοὺς τοῦ Πλούτου διὰ τὸ νεωστὶ βλέψαι ὑπὸ Χρεμύλου καὶ ὡς ἐπὶ νεωνήτου δούλου εἰληφώς, καταχύσματα εἶπεν.

ὅτι Κέκροψ αἰγύπτιος ὢν τὸ γένος ᾤκισε τὰς Ἀθήνας, ὅθεν καὶ οἱ Ἀθηναῖοι Κεκροπίδαι. τινὲς δέ φασι τοῦτον καὶ διφυῆ γεγενῆσθαι· τὰ μὲν γὰρ ἄνω ἀνδρὸς εἶχε, τὰ δὲ κάτω θηρίου· ἢ ὅτι νόμους πολλοὺς ἐφεῦρε τοῖς ἀνθρώποις καὶ ἀπὸ ἀγριότητος εἰς ἡμερότητα ἤγαγεν· ἢ ὅτι τῶν ἀνδρῶν ὡς ἔτυχε σμιγομένων ταῖς γυναιξὶ καὶ ἐκ τούτου μὴ γινωσκομένου τοῦ παιδὸς παρὰ τοῦ πατρὸς ἢ τοῦ πατρὸς παρὰ τοῦ παιδός, αὐτὸς νόμους θέμενος ὡς φανερῶς συγγενέσθαι αὐταῖς καὶ μιᾷ στοιχεῖν καὶ εὑρὼν τὰς δύο φύσεις τοῦ τε πατρὸς καὶ τῆς μητρός, τούτου χάριν διφυὴς ἐκλήθη,

ὡς οὐδʼ ἐκεῖνʼ ἄρα οὐδʼ ὀρθῶς ταῦτα ἐποίουν τούς τε ἀγαθοὺς φεύγων καὶ τοὺς φαύλους μεταδιώκων.

βάλλʼ ἐς κόρακας: ὁ Χρεμύλος ἀγανακτεῖ πολλῶν αὐτὸν ἀσπαζομένων καὶ περιεχόντων, οἵτινες πρὸ τοῦ οὐδὲ ἑώρων αὐτὸν πένητα ὄντα, νυνὶ δὲ πλουτήσαντα κολακεύουσιν.

πρεπῶδές ἐστιν: ἔμφασις τοῦ Ἀριστοφάνους προσώπου· ὁ δὲ λόγος πρὸς τοὺς ἀντιτέχνους πρὸς διασυρμόν, οἳ διὰ τῶν αὐτῶν ὀβολῶν ἐπειρῶντο τὸν δῆμον πρὸς ἑαυτοὺς ἐπανάγειν. καὶ ἐν τοῖς Σφηξὶν ἐσεμνύνετο ὡς οὐκ εἰσὶ παρʼ αὐτῷ κάρυα ἐκ φορμίδος· φαίνεται μέντοι τὸ τοιοῦτον οὐ διὰ τῶν χορηγῶν γίνεσθαι ἀλλὰ διʼ αὐτῶν τῶν διδασκάλων.

Δεξίνικος: οὗτος πένης ἦν, καὶ κωμῳδεῖται ὡς τὰ ὄψα ἁρπάζων καὶ λίχνος. τινὲς στρατηγόν φασιν.

ὡς ἡδὺ τὸ εὐτυχεῖν, καὶ μάλιστα δίχα ἀναλωμάτων γινόμενον.

ἐπεισπέπαικεν: εἰσεπήδησε. κυρίως δὲ ἐπὶ στρατείας πολεμίων. παίζων τοῦτό φησιν, ὡς τῶν πλειόνων Ἀθηναίων ἐξ ἀδικίας πλουτούντων.

ἠδικηκόσιν: διαβάλλει τοὺς Ἀθηναίους ὡς τὰ πράγματα ἅπερ εἶχον ἐξ ἁρπαγμάτων καὶ ἀδίκως συνέλεγον.

σιπύη: ἐκ τῆς τῶν ἀναγκαίων εὐπορίας. σιπύη δὲ ἡ ἀρτοθήκη.

«ἀμφορεύς» λέγεται ἀπὸ τῆς «ἀμφί» προθέσεως καὶ τοῦ «φορῶ», τὸ κομίζω, «ἀμφιφορεύς» καὶ κατὰ συγκοπὴν «ἀμφορεύς».

ὅτι τὸ παλαιὸν ἐξήραινον διὰ τοῦ ἡλίου τὰς σταφυλὰς καὶ ἔκτοτε ἐπάτουν αὐτάς, καὶ ἀπετελεῖτο οἶνος μέλας.

ἀνθοσμίου: ἤτοι ἐρυθροῦ, ὡς Ὅμηρος· «μέλανος οἴνοιο». ἀνθοσμίου δὲ ἡδέος, εὐόσμου, ὥσπερ τῶν ἀνθέων τὰ εὐωδέστατα, ἢ ὡς ἀπὸ τῆς ἀνθοσμίας ἢ ὡς ἀπὸ εἴδους ἀμπέλου.

γενικῇ συντάσσεται

ἰπνὸς: ἢ τὸ μαγειρεῖον ἢ ἡ καπνοδόκη ἢ ὁ φανός· εἴρηται γάρ που· «ἔν τε τοῖς ἰπνοῖσι πῦρ».

ἀρτιάζομεν: παίζομεν τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ζυγὰ ἢ ἄζυγα. ἄρτια τὰ ζυγά, περισσὰ τὰ μονά, οἷον ὁ δύο ἀριθμὸς ἄρτιος, ὁ δὲ ἑπτὰ περισσός. ἄλλως. ἄρτια περισσὰ παίζομεν· παιδιὰ δέ τις ἦν, καθʼ ἣν ἐγένετο πεῦσίς τε κατασχόντος καὶ ἀπόκρισις προσπαίζοντος. ἀρτιάζειν δὲ λέγουσι τὸ ἁρπαγῇ παίζειν, ἴσως δὲ τὸ σφαιρίζειν.

ἀλλὰ σκορόδοις: οὐχ ἁπλῶς τοῦτο, ἀλλʼ ἵνα δείξῃ ὅτι τοσαύτῃ μεταβολῇ κεχρήμεθα, ὡς ἃ πρότερον ἠσθίομεν ἀγαπητῶς, τούτοις ἀποματτόμεθα. εἴρηται δὲ σκόροδον ἴσως, σκαιόν τι ῥόδον ὄν, παρὰ τὸ σκαιὸν ὄζειν. τινὲς ἔτι φασὶν ὅτι περιπεσόντες λιμῷ οἱ Ἀθηναῖοι σκορόδοις ἐχρῶντο, μήποτε δὲ τοῖς τῶν σκορόδων καυλοῖς. ἔστι δὲ ὁ καυλὸς ἀσφοδέλῳ ὅμοιος, ἐπιτήδειος πρὸς τὸ τὴν πυγὴν ἀποσπογγίζειν.

βουθυτεῖ: καταχρηστικῶς εἴρηται ἡ βουθυσία δηλοῦσα τὸν ὄγκον τοῦ μεγέθους καὶ τὸ ἐντελὲς τῆς θυσίας, ἣν ἑκατόμβην καλοῦσιν. ἐντελὴς δὲ θυσία ἡ ἐκ συὸς τράγου κριοῦ, ἣν Ἀθηναῖοι καλοῦσι τριττύν.

ἔδακνε γὰρ τὰ βλέφαρα: μεταβολὴ παντός, εἰ ὁ μὲν δεσπότης ὑποφέρει τὸν καπνόν, ὁ δοῦλος δʼ οὔ.

τὰ παρʼ ὑπόνοιαν παίζει.

παίζει παρὰ τὸν Ἐλευσίνιον νόμον· ἔθος γὰρ ἦν, ἐν οἷς τις ἱματίοις μυηθείη, εἰς θεοῦ τινος ταῦτα ἀνατιθέναι, ὥσπερ δηλοῖ καὶ Μελάνθιος «πάτριόν ἐστι» λέγων «ταῖς θεαῖς ἀνιεροῦν καὶ τὰς στολὰς τοῖς μύσταις ἐν αἷς τύχοιμεν μυηθέντες». μυστήρια δύο τελεῖται τοῦ ἐνιαυτοῦ τά τε Δημήτρια λεγόμενα καὶ Κόρεια, τὰ μικρὰ καὶ τὰ μεγάλα. καὶ ἔστι τὰ μικρὰ ὥσπερ προκάθαρσις καὶ προάγνευσις τῶν μεγάλων.

«ῥιγώσω» ἐπὶ σώματος, «ῥιγήσω» δὲ ἐπὶ ψυχῆς.

πολυφόρῳ: ἡ μεταφορὰ ἀπὸ τῶν πολυκάρπων χωρίων ἢ πολυανθῶν δένδρων. «πολυφόρῳ»· τῷ πολλά μοι κακὰ ὑφʼ ἕνα καιρὸν ἄγοντι καὶ ποικίλα. εἴρηται δὲ ἀπὸ τοῦ πολὺ ὕδωρ ἐπιδεχομένου οἴνου. ἤγουν ἀκράτῳ καὶ ἰσχυρῷ ὄντι πρὸς τὸ κακόν.

ἐκ παραλλήλου δὲ τὸ αὐτό.

αἱ δίκαι: ἀντὶ τοῦ «εἰς τὸ δίκαιον». παροιμία. σκώπτει δὲ πάλιν ὡς βίαιον οὖσαν τὴν ἐν δικαστηρίῳ δίκην.

πονηροῦ κόμματος: ἀντὶ γὰρ τοῦ εἰπεῖν «φαύλου συστήματος», «πονηροῦ κόμματος» εἶπεν, ἐπειδὴ καὶ περὶ πλούτου ὁ λόγος. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν νομισμάτων ἐξ ὀλίγου τινὸς χρυσίου ἀποκεκομμένου κόμματος· ἢ λείμματος τῶν ἀδίκων. ἄλλως. κόμμα· εἶδος φαύλου νομίσματος. ἢ τὸν παραχαραττόμενον ἄργυρον «κόμμα» φησίν.

βουλιμιᾷ: πάνυ λιμώττει· ὥσπερ καὶ βούπεινα καὶ βούγλωσσον. τινὲς εἶδος νόσου φασίν, ἐν ᾗ πολλὰ ἐσθίοντες οὐ πληροῦνται.

τροχός τις ἦν ἐν ᾧ δεσμούμενοι οἱ θεράποντες ἐκολάζοντο.

εἰ τοὺς συκοφάντας: οὕτω καλοῦνται οἱ ἐπηρεάζοντες ἀπὸ τῆς τοιαύτης αἰτίας. τὸ παλαιὸν ἀπειρημένον ἦν σῦκα ἐξάγειν ἐκ τῆς Ἀττικῆς, τοῦ φυτοῦ κατὰ ἀρχὴν θαυμαζομένου. τοὺς οὐ μικρῶς οὖν διερευνῶντας τὸ τοιοῦτον οὕτως ὀνομασθῆναι λόγος ἀπὸ τῆς ὀπώρας· παρασχεῖν δὲ καὶ τοῖς ὁπωσοῦν μάτην ἐγκαλοῦσιν τὸν ὀνομάσαντα, ἅμα καὶ τοῦ φαίνειν τὸ ἐγκαλεῖν ἢ εἰς δίκην εἰσάγειν δηλοῦντος. ὅτι δὲ ἀπὸ τούτων γέγονεν, ἐκ τῶνδε· συκοφάντας γὰρ τοὺς φιλεγκλήμονας καὶ συκοβίους καὶ συκωροὺς καὶ συκολόγους καὶ φιλοσύκους καὶ συκώδεις καὶ συκόπαιδας· ἴσως ἀπὸ τοῦ πάντας ἐφέλκεσθαι.

ὁ Εὔδαμος οὗτος φαρμακοπώλης ἦν, δακτυλίους πιπράσκων ὀνομαζομένους φαρμακίτας, δύναμιν ἀποτρεπτικὴν τῶν ὀφεωδῶν δηγμάτων καὶ ἄλλων τινῶν ἔχοντας ἢ ἀλεξητηρίους δηλητηρίων. εἴρηται δὲ τὸ προτιμᾶν ἐπὶ τοῦ λόγον ἔχειν καὶ ἐπιστρέφεσθαι. λέγει οὖν ὁ δίκαιος· «οὐ φροντίζω σου, ἔχων φυσικὸν δακτύλιον, τὸν λεγόμενον φαρμακίτην»· πρὸς ὃν ὁ θεράπων φησίν· «ἔχεις, ἀλλʼ οὐκ ἰσχύει οὗτος ὁ δακτύλιος πρὸς τὸ δῆγμα τοῦ συκοφάντου, ὡς τοσούτων ὄντων καὶ χειρόνων καὶ θηρίων πρὸς ἃ ὁ δακτύλιος πεποίηται».

τῷ συκοφάντῃ ἕπεταί τις, ὥστε μαρτυρεῖ, ἵνα αὐτοὺς εἰς δίκην καλέσῃ.

υ υ υ: ἐπίρρημα θαυμαστικόν· ὡς οἱ ὀσφραινόμενοι, τοῦτό φησιν. τινὲς δὲ «ὁ δίκαιος ὀσφραίνεται».

ὡς τῶν ἐμπόρων μὴ ἐξιόντων ἐπὶ τὰς στρατείας, ὥσπερ Εὐφρόνιός φησι, διὰ τὸ εὔχρηστον τὰ πρὸς τροφὴν ἐπιτήδεια συγκομίζοντας. τοῦτο οὖν λέγει· «ὡς ὅταν σταίη τις καιρὸς πολέμου, ἔμπορον ἐμαυτὸν ἀποκαλῶ».

τῶν δημοσίων φροντιστὴς πραγμάτων, οἷον χορηγίας, τριηραρχίας καὶ τῶν τοιούτων. ἰδίων: ἦ τῶν καθʼ ἕκαστον ἢ τῶν ἰδιωτικῶν.

ὦ εὐτελέστατε καὶ λάλε. κέπφος δέ ἐστιν ἄφρον ὄρνεον τὸ λεγόμενον παρὰ τοῖς πολλοῖς λάρος, ὅπερ φιλεῖ ἀφρὸν θαλάττιον ἐσθίειν. οἱ γοῦν παῖδες ἁλιέων, τὸ πρῶτον πόρρωθεν τὸν ἀφρόν, εἶτα ἐγγύτατα δεικνύοντες, εἶτα ἐν τῇ χειρί, οὕτως εὐχερῶς ἀγρεύουσιν. εἴρηται δὲ ἡ λέξις ἐπὶ τῶν ἀλογίστων καὶ ἀνοήτων ἀνδρῶν.

Βάττος Κυρήνην ἔκτισε κατὰ τὸν δοθέντα αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος χρησμόν· καὶ οἱ πολῖται οἱ Κυρηναῖοι ἀνταπόδοσιν τῆς εὐεργεσίας βουλόμενοι χαρίσασθαι τῷ βασιλεῖ, ἐποίησαν δακτύλιον, ἐν ᾧ ἡ πόλις αὐτῶν προσφέρει τῷ βασιλεῖ τὸ σίλφιον. καὶ τὸ φύλλον δὲ αὐτοῦ καὶ ὁ καρπὸς καὶ ὁ κλάδος καὶ ὁ ὀπὸς καὶ ἁπλῶς πᾶν αὐτοῦ πολλῆς τιμῆς ἄξιόν ἐστιν.

εἰώθασι τοῖς δένδροις κῶλα καὶ κρανία προσπατταλεύειν· οἱ δὲ γεωργοὶ πρὸς ἀποτροπὴν βασκανίας καὶ πρὸς τὸ μὴ ξηρανθῆναι αὐτά.

σύκινον: ἀσθενέστατον· τὸ γὰρ ξύλον τῆς συκῆς ἀσθενές. ἢ σύκινον τὸν συκοφάντην κεκαλυμμένως λέγει, ἀπὸ τῆς συκῆς σχηματίσας τὸ ὄνομα.

τὸ χρῆσθαι τοῖς ἐνεστῶσιν ἀντὶ παρῳχημένου καὶ τοῖς ἐνεστῶσιν ἀντὶ παρατατικοῦ, τῶν Ἀττικῶν.

λέγουσιν ὅτι οἱ πολλοὶ ἐλαττοῦσι τὸν ἀέρα τῶν λουτρῶν, εἰς αὑτοὺς αὐτὸν ἕλκοντες.

ἀπὸ μεταφορᾶς τῶν νομισμάτων τῶν φαύλως διακεκομμένων.

κόμματα τὰ παραχαράγματα.

γραῦς ἐστι τις, ἥτις ἐμισθώσατο πρώην νεανίσκον δίκαιον ἐπὶ τῷ γαμεῖν· οὗτος δὲ πλουτήσας, ὡς δίκαιος, εἴασεν αὐτήν· διὸ καὶ καταβοᾷ τοῦ Πλούτου.

σύνηθες ἦν τοῖς κωμικοῖς εἰσάγειν μέσον τῶν δραμάτων αὐτῶν καὶ γελοιώδη τινά.

προσπαίζουσι τῇ πρεσβύτιδι οἱ γέροντες. καὶ «μειρακίσκη» μὲν διὰ τὸ τεθρυμμένον ὡράϊσμα· «ὡρικῶς» δὲ νεωτερικῶς ἢ εὐπρεπῶς ἢ κατὰ καιρόν.

τοῦτο ἀφʼ ἑτέρου ἔστιν ἑρμηνεῦσαι· Ἀθηναῖοι γὰρ ἀπὸ τῶν φυλῶν ἐποίουν τοὺς δικαστὰς καὶ τὰ γράμματα, οἷον ἡ πρώτη τὸ ἄλφα ἔσχε σημεῖον καὶ ἡ δευτέρα τὸ β, αἱ δὲ ἄλλαι ὁμοίως. «ἐν τῷ γράμματι» οὖν εἶπεν ὡς ἐπὶ τῶν ῥητόρων· οἱ γὰρ λαχόντες μόνον ῥητορεύουσι· λέγει οὖν ὅτι «ὁ κλῆρός σου οὐκ ἀνῆλθεν».

μισητίας: πορνείας οἱονεὶ μισγητίας παρὰ τὸ μίσγεσθαι. καὶ ἐν τούτοις μισητίαν φησὶ τὸ εἰς τὴν συνουσίαν εὐεπίφορον. «οὐχ ἕνεκα, φησί, τοῦ ὑπηρετεῖν με τῇ ἀσελγείᾳ»

φασὶν ὅτι ἐν τοῖς παλαιοῖς χρόνοις ἦσαν ἰσχυρότατοι οἱ Μιλήσιοι καὶ ὅπου προσετίθεντο πάντας ἐνίκων. Πολυκράτης οὖν ὁ Σάμιος, συγκροτῶν πρός τινα πόλεμον, ἠθέλησε λαβεῖν αὐτοὺς εἰς συμμαχίαν καὶ εἰς τὸ μαντεῖον ἀπῆλθεν ἐρωτήσων περὶ τούτου· ὁ δὲ θεὸς ἔχρησεν· «πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι».

ὁ Σύμμαχός φησι· «Νιτάριος πολὺς ἐπὶ μαλακίᾳ ὀνειδιζόμενος ἐν τοῖς ἑξῆς δράμασι, καὶ Βάτος». καὶ τὰς μικρὰς δὲ θηλείας βατύλους ἔλεγον, καὶ Θεοπόμπου δρᾶμά ἐστι Βατύλη. ἔνιοι δὲ «νιτάριον καὶ βάτος εἴδη φυτῶν»· θέλει δὲ εἰπεῖν «ὡς ἄνθη με εἶχεν». Δίδυμος δὲ «ὑποκορισμὸς εἰς γυναῖκας· νιττάριον, νεόττιον οἱονεὶ κοράσιον».

μυστηρίοις δὲ: ἐπεί ἐστι καὶ μικρὰ μυστήρια γινόμενα διʼ Ἡρακλέα Ἡρακλῆς γὰρ ἐπιστὰς ἠξίου μυεῖσθαι. ἔθος δὲ ἦν τοῖς Ἀθηναίοις ξένους μὴ μυεῖν· μὴ βουλόμενοι οὖν λῦσαι τὰ ἔθη μηδὲ ἀπῶσαι τὸν εὐεργέτην Ἡρακλέα, ἐπενόησαν μυστήρια εὐμετάδοτα.

αἱ γὰρ τῶν Ἀθηνῶν γυναῖκες ἐπὶ τῶν ἀμαξῶν ὀχούμεναι ἐς τὰ μεγάλα Ἐλευσίνια ἀπήρχοντο. ὡς ἐπὶ ἀμαξῶν οὖν ὀχουμένων αὐτῶν, ἐπὰν εἰς τὰ Ἐλευσίνια βαδίζωσιν ἐς τὰ μεγάλα μυστήρια, καὶ λοιδορουσῶν ἀλλήλας ἐν τῇ ὁδῷ, τοῦτο εἶπεν ἔθος γὰρ ἦν αὐταῖς τοῦτο.

ἐπεὶ ἐν Θάσῳ ᾤκει Στάφυλος ὁ ἐρώμενος Διονύσου, διαφέρει ὁ θάσιος οἶνος.

«ἐνέχεις» δὲ ἀντὶ τοῦ «ἐκίρνας».

οὐ μάτην ἀλλὰ χρεωστικῶς· ἡ γὰρ «ἀπό» ὡς ἐπὶ χρέους λαμβάνεται.

τηλία: τοῦ κοσκίνου ὁ κύκλος, ἢ σανὶς πλατεῖα, ἐφʼ ἧς ἄλφιτα ποιοῦσιν. ἐν δὲ τῷ ὑπομνήματι οὕτως· τοῦτο τί ἐστιν οὐκ οἶδα· ὅτι δὲ συμβάλλεται ἐν Μαρικᾷ Εὐπόλιδος, οἶδα· κἀκεῖ γὰρ τὴν Ὑπερβόλου μητέρα τηλίᾳ εἰκάζει, τῇ πλατείᾳ σανίδι. πρὸς δὲ τηλίαν ξύλον φαμὲν πλατύ, εἰς ὃ τιθέασιν οἱ ἀρτοκόποι τοὺς ἄρτους ἐπὶ τῷ ξηραίνεσθαι· ἄλλοι δὲ τηλίαν τὸ τῆς καπνοδόχης πῶμα, ὅ ἐστι περιφερές. φησὶν οὖν ὅτι «διὰ δακτυλίου ἑλκυσθείην ἂν ὀπῆς»· «ναί, φησίν, ἐὰν ᾖ ὁ δακτύλιος τηλία». τοῦτο δὲ ὡς παχείας αὐτῆς οὔσης καὶ μὴ δυναμένης διὰ δακτυλίου ἑλκυσθῆναι, ἀλλὰ τηλίας.

ὁ παῖς πρόσεισι στεφάνους κομίζων τῷ Πλούτῳ διὰ τὸ πεπλουτηκέναι.

ὡς διὰ χρόνου αὐτὴν ἀσπαζόμενός φησι, μεθύων δὲ οὐ λέγει «χαῖρε» ἀλλʼ «ἀσπάζομαι». ἡ δὲ διὰ τὸ ἄτοπον τῆς προρρήσεως ὡς ἐν ἔρωτι· «τί φησιν;»

οἱ γὰρ μεθύοντες οὐχ ὁρῶσι. παίζει οὖν ὅτι ὀξέως ἐθεάσατο τὰς πολιὰς αὐτῆς ὁ νέος, ἀμαυροῦσθαι ὀφείλων τὴν ὄψιν ἐκ τῆς μέθης. μεθύων δὲ ἔφη, ἐπεὶ καὶ ἐπὶ κῶμον ἀπῄει, ὥς φησι. «τοὐναντίον, εἶπε, τοῖς ἄλλοις πέπονθα», ἐπειδὴ νήφων οὐκ ἔγνω.

ὦ πόντιε Πόσειδον, θεοὶ δὲ πρεσβυτικοί· οἱ τοῖς πρεσβύταις ἐφιστάμενοι, ἐπεὶ καὶ ὁ Ποσειδῶν καὶ τῶν πρεσβυτέρων ἐστὶ θεῶν καὶ οὐχ ὅμοιός ἐστι Διονύσῳ ἢ Ἀπόλλωνι. τὸ δὲ «Ποντοπόσειδον» ἀπὸ τοῦ πόντου, «ὦ μέγιστε Πόσειδον». καὶ Σώφρων γάρ φησι «πόντος ἀγαθῶν», πλῆθος καὶ μέγεθος θέλων σημᾶναι ἄλλως ἐπεὶ γραῦς ἐστιν, ὡς τοῦ ὅρκου τούτου πρεσβυτικοῦ ὄντος, ἢ οὐ πάντως ἀλλʼ ἐν παιδιᾷ μετʼ ἐκπλήξεως φαίνεται καὶ μεγάλης τινὸς ἐμφάσεως χρῆσθαι τούτῳ.

εἰρεσιώνη κλάδος ἦν ἐλαίας ἐρίοις πεπλεγμένος· ἐξήρτηται δὲ αὐτοῦ τὰ ὡραῖα πάντα. ἵστασαν δὲ αὐτὸν πρὸ τῶν θυρῶν κατὰ παλαιὸν χρηστήριον. οἱ μὲν γάρ φασιν ὡς λοιμοῦ πᾶσαν τὴν γῆν κατασχόντος ὁ θεὸς εἶπε προηροσίαν περὶ ἁπάντων θυσίαν θῦσαι Ἀθηναίους· οὗ ἕνεκα χαριστήρια πανταχόθεν ἐκπέμπουσιν Ἀθήναζε τῶν καρπῶν τὰς ἀπαρχάς.

δέον εἰπεῖν «κάρυα», εἶπεν «ὀδόντας», ὡς πρὸς γραῦν. ἄλλως. ἀντὶ τοῦ «πόσα ἔχεις κάρυα». παιδιὰ γάρ ἐστι τοιαύτη· δραξάμενός τις κάρυα καὶ ἐκτείνας τὴν χεῖρα ἐρωτᾷ· «πόσα ἔχω;» καὶ ἐὰν ἐπιτύχῃ, λαμβάνει ὅσα ἔχει ἐν τῇ χειρί· κἂν δὲ ἁμάρτῃ τὴν ἀπόκρισιν, ἀποτιννύει ὅσα ἂν εὑρεθείη ἔχων.

«πλυνός» ὀξυτόνως τὸ ἀγγεῖον αὐτό, παροξυτόνως δὲ τὸ πλυνόμενον.

σημειωτέον ὡς ὁ Ἀριστοφάνης τὸ «ὑγιαίνειν» ἀεί ποτε ἐπὶ τῆς διανοίας λαμβάνεται.

εἰ ἡψάμην τῶν μαστῶν ταύτης.

οἱ χαλεπαίνοντες τὸ συνουσιάζειν ἔλεγον.

διεσπεκλωμένῃ: γεγηρακυίᾳ, ἐξηραμμένῃ, γαμηθείσῃ, ἐν τῇ συνουσίᾳ κατατετριμμένῃ, ἢ ἀχρήστῳ πρὸς συνουσίαν διὰ τὸ γῆρας. σπεκλοῦν γὰρ τὸ συνουσιάζειν, παρὰ τὸ πλέκεσθαι. σπέκλωμα γὰρ ὁ ἦχος τῆς συνουσίας. ἢ διαλελυμένῃ, κυρίως ἐπὶ σχοινίων τῶν πλακέντων, εἶτα διαλυθέντων ἐν χρόνῳ. ἢ ὑπεπλυνισμένη· ἐξηραμμένη. διεσπεκλωμένη οὖν πρὸς συνουσίαν, ἄχρηστος γενομένη, ἐκπεπαλαιωμένη καὶ ὑπὸ πολλῶν ἐν συνουσίᾳ τετριμμένη. τὸ δὲ σπεκλοῦν ἐπὶ τοῦ συνουσιάζειν τάττουσιν οὐχ ὡς προηγουμένως τοῦτο σημαίνειν, ἀλλʼ ὅμοιον πολλοῖς συμβολικοῖς ὀνοματοποιοῦντες, καὶ μάλιστα ἐφʼ ὧν τὸ εὐθυρρημονεῖν ἵστατο.

ἐπίττουν· ἠσέλγουν, κατεφίλουν. πιττοῦν κυρίως τὸ τὰς πλατείας ναῦς πίττῃ χρίειν. ἔνθεν οὖν μετήνεγκε τὴν λέξιν. ἢ ἀντὶ τοῦ «ἐκίνουν, συνῆλθον».

κογχύλιον ἐφιζάνον ταῖς πέτραις, ὃ ταύταις προσπήγνυται, δυσαποσπάστως ἔχον, ἐπειδόν τις αὐτὸ βουληθείη λαβεῖν. εὐεπίφορος δέ ἐστιν εἰς τὸ «λεπὰς πέτρᾳ», καὶ εἶπεν· «ὥσπερ λεπὰς τῷ μειρακίῳ». λεπὰς δὲ εἶδος ὀστρέου.

τίς ἔσθʼ ὁ κόπτων τὴν θύραν: Ἑρμῆς ὁ τῶν θεῶν κῆρυξ, πλουτησάντων ἁπάντων καὶ μηδενὸς ἔτι θύοντος τοῖς θεοῖς, καταλιπὼν τὴν μετὰ τούτων διατριβὴν κάτεισι πρὸς τὴν Χρεμύλου οἰκίαν ὡς τούτοις συνεσόμενος ἐς ἀεί. ψοφησάσης δὲ τῆς θύρας πρὸ τοῦ τὸν Ἑρμῆν κόψαι αὐτήν, ἔξεισιν ὁ Καρίων δοκῶν παρά τινος κεκόφθαι αὐτήν· γνοὺς δὲ ὡς μόνη κλαυσιᾷ καὶ ψοφεῖ, ἔμελλεν αὖθις εἰς τὴν οἰκίαν ἐσιέναι· συγκαλεῖ δὲ αὐτὸν ὁ Ἑρμῆς καὶ πρῶτα μὲν γελοῖά τινα φθέγγεται, εἶτα δεῖται τούτοις ὑποδεχθῆναι καὶ πολλὰς εὑρεσιλογίας εἰπὼν ὀνομάτων ἑρμαϊκῶν, τέλος ὡς διακονικὸς εἴσεισι. καὶ πρὸς τὸ φρέαρ τὰς κοιλίας πλύνειν κελεύεται.

τὸ θύριον φθεγγόμενον ἄλλως κλαυσιᾷ: ἐπειδὴ μηδὲν τῇδε τοῖς σχολιογράφοις ἐρρέθη καὶ ὡς ἀλλαχοῦ, πολλαχοῦ δέ, οὐ γὰρ ἀσαφὲς καὶ νενοημένον οὐδέν ἐστιν ἐν τῷ παρόντι χωρίῳ, φέρε, ἵνα μὴ ὁ χάρτης πάμπαν κενός ἐστι, βραχέα τινὰ λέξαιμεν, περιττῶς μὲν οἶδα, πλὴν δὲ ἡ λέξις ἅμα καὶ ὑψηλὴ καὶ γλυκεῖα· ἐπὶ γὰρ τῶν ἐχόντων αἴσθησιν καὶ μᾶλλον ἀνθρώπων λέγεται. οὗτος δʼ ἐπὶ ξύλου ἀψύχου καὶ τῆς θύρας τὸ κινεῖσθαι μὲν «φθέγγεσθαι» εἶπε, τὸ ψοφεῖν δὲ καὶ τρύζειν καὶ «κλαυσιᾶν». διαφέρει δὲ τὸ κόπτειν ψοφεῖν τε καὶ κλαυσιᾶν κόπτειν γὰρ κυρίως λέγεται, ὅταν τις εἰς οἰκίαν εἰσιέναι μέλλων τὴν θύραν ἔξωθε πλήττῃ· ἂν δʼ ἐξερχόμενος αὐτὴν ὑπανοίγῃ, ὁ τῆς ὑπανοίξεως κτύπος ψόφος καλεῖται· ὅταν δὲ ὑπʼ ἀνέμου ἡ θύρα κινουμένη μόνη κινῆται καὶ τρύζῃ, κλαυθμυρισμὸς ὁ τοιοῦτος τρυσμὸς λέγεται. «θύριον» δὲ καὶ οὐ «θυρίον» φαμέν, κἂν διὰ τοὺς ἀδιαφοροδιχρόνους καὶ τοῖς ῥητορεύουσιν ἀδιάφορα, ἄνευ μέντοι βραχέων τινῶν, οἷά εἰσι τὰ προγυμνασμάτων κεφάλαια, ὅμως δὲ κουστωδιώταις τῶν ὁμοτρόπων καὶ φιληταῖς λάροις καὶ λόγων ἀτέχνοις πανταχοῦ βοωμένοις—οὐ γάρ τις ἀνὴρ γλυκύθυμος, οὐδʼ ἀγανόφρων, οὐδέ τις λόγων κριτὴς ἐμβριθής— οὐκ ἀρέσκῃ τοιοῦτον ἀκριβείας ἐχόμενον λόγου· ἀλλʼ ἐρωτῶ πάντας ὁμοίως τούς τε γεννάδας αὐτῶν τε καὶ κουστωδιώτας καὶ βαναύσους αἰνέτας εἰ ἀδιαφορία καὶ συγγραμμάτων καὶ διχρόνων ἐστί, τί; τέχνας συγγραφικὰς ἐκμανθάνομεν; τί δὲ γραμματικῆς λόγοις προσέχομεν ἱδρῶσι πόνοις μερίμναις, νύκτας ἀγρύπνους ἰαύοντες, ἤματα αἱματόεντα διαπρήσσοντες, μὴ καθʼ Ἡσίοδον ἰλαδὸν ἀτμητὶ καὶ ῥᾳδίως μεταλαμβάνοιμεν κακότητος, ἀτεχνίας καὶ βαναυσότητος· ἀλλὰ ῥητορεύουσι μὲν καὶ ἡμῖν σκοπεῖται πᾶν τεχνικὸν ῥητόρων λόγου δεινότητος μετρογραφοῦσί τε χρόνων ἀκρίβεια συναμφοτέροις καὶ τοῖς συγγράμμασι τοῖς τε καταλογάδην καὶ τοῖς ἠρμένοις μέτρων ῥυθμοῖς, μὴ σόλοικον εἴτε βάρβαρον τῆς ἁρμογῆς τοῦ λόγου τὴν φορὰν πλέξαιμεν. οἴδατε δέ, εἰ μὴ τὸν ἐγκέφαλον καταπεπονημένον, ὥς φησι Δημοσθένης; καὶ ταῖς πτέρναις φορεῖτε. ὅτι σολοικισμός ἐστι τὸ περὶ τὴν σύνταξιν τὴν λογικὴν ἁμαρτάνειν, βαρβαρισμὸς δὲ τὸ περὶ χρόνους, τόνους καὶ πνεύματα· πῶς οὖν ἐθέλοιτε καλεῖσθαι μὴ βάρβαροι περὶ ταῦτα πάντα ἐξαμαρτάνοντες, λάθρα δὲ καὶ παραβύστῳ σὺν ὁμοτρόποις ἡμῖν ἡμᾶς διασύροντες, τοῖς ἀμαθέσι λόγων καὶ λάροις ὑμῶν φιληταῖς ἁπανταχοῦ ἐξαιρόμενοι; ἀλλʼ ἰστέον ἡμῖν, ὦ γεννάδαι, ὡς ἡ διαφορὰ τῶν διχρόνων ἡ τεχνική—τὰ λοιπὰ γὰρ λέγειν ἐῶ οὐ μέτροις καὶ συγγράμμασι λυσιτελῆ—καὶ τοῖς καταλογάδην συγγράμμασι πολλαχοῦ καὶ πολλάκις καὶ παρορθοῖ καὶ οὐκ ἐᾷ τοῦ λόγου τὴν προφορὰν ἐκφέρεσθαι βάρβαρον. κανών ἐστιν ὁ λέγων ὅτι τὰ εἰς ιον ὑποκοριστικὰ ἀπὸ βραχέος ἀρχόμενα προπαροξύνεται, ἀπὸ δὲ μακροῦ παροξύνεται· «ψωμίον, σταυρίον, ἠρίον, σακκίον» καὶ τὰ ὅμοια, «ἔριον» δὲ καὶ «σάκιον»—ἡ ἀσπίς—»πόδιον, ὅριον, ὄρειον» καὶ τὰ ὅμοια. οὕτω καὶ «θύριον» καὶ «πύλιον» φαμὲν καὶ «θύμιον» τὸ ἐπίθυμον καὶ «ψύχιον» τὸ ζῳύλλιον, ὃ θηρῶντα παίζει τὰ παιδάρια, καὶ πᾶν ὅμοιον, «θυμίον» δὲ τὸν θυμὸν καὶ «ψυχίον» τὴν ψυχὴν καὶ πάντα τὰ ὅμοια. «τρύβλιον» δὲ καὶ «τρυβλίον» καὶ «ἴκριον» καὶ «ἰκρίον» φαμὲν καὶ εἴ τι τοιοῦτον. ἔγνωτε ὅτι δίχρονα καὶ μακρά εἰσι καὶ βραχέα, λυσιτελῆ καὶ μέτροις καὶ τοῖς συγγράμμασι. τὸ λοιπὸν ἐῶ.

διχῶς νοεῖται· ἡ γλῶσσα τῶν θυομένων τῷ Ἑρμῇ δίδοται, ἐπειδὴ τῶν θυομένων δεσπότης ἐστίν· ἢ τῶν καταρωμένων ἀπʼ αὐτοῦ ἡ ἀρχή. Καλλίστρατος δὲ τῶν θυομένων φησὶ τὰς γλώσσας τοῖς κήρυξιν ἀπονέμεσθαι, διὸ καὶ τὸν ποιητὴν ποιεῖν τῷ Ἑρμῇ τεμνομένας αὐτάς. καὶ τοῦτο δὲ πρὸς τὸν Ἑρμῆν λέγει ἥκοντα παρὰ Διός. κολακεύων δὲ αὐτόν φησιν ὅτι τῶν ἱερείων ἡ γλῶττα τῷ Ἑρμῇ δίδοται ἐν ταῖς δημοτελέσι θυσίαις.

σωφρονεῖς: ἤτοι καλῶς λέγεις περὶ τῶν ἄλλων μὴ φροντίζειν θεῶν.

«καπήλισι» γράψον δέ, μὴ «καπηλίσι».

«κάπηλις» ἡ τελεία οἰνοπῶλις γυνή, καὶ ἁπλῷ τῷ τρόπῳ λέγεται· «καπηλίς» δὲ ἡ παῖς καπήλιδος ἢ καὶ ὑποκοριστικῶς καὶ ἡ τελείας ἡλικίας κάπηλις.

οἰνοῦτταν: πλακοῦς ἐστιν ἐκ γλεύκους καὶ ἀλφίτων συντεθειμένος καί τινων ἡδυσμάτων.

ἀναβάδην: ἄνω τοὺς πόδας ἔχων τῇ κλίνῃ ἐν τῷ καθεύδειν, τὴν κεφαλὴν δὲ κατωτέρω, ὥσπερ καὶ οἱ ἡμεροδρόμοι δρῶσι καὶ δρομοκήρυκες ἕνεκα τοῦ μὴ κατασπάσαι τὴν ὕλην περὶ τοὺς πόδας, λεπτῇ δέ τε χειρὶ παχὺν πόδα πιέζειν.

οὐκοῦν δικαίως ταῦτα πάσχεις, ὃς καὶ ζημιοῦσθαι πολλάκις ἐποίεις τοὺς τὰ τοιαῦτά σοι παρέχοντας.

τετράδι: τοῦ καθʼ ἑκάστην τετράδα τοῦ μηνὸς πεπεμμένου νῦν στελλομένου πλακοῦντός μοι. ἑκάστη γὰρ μηνὸς νουμηνία καὶ ἡ ἑβδόμη ἱέρωτο τῷ Ἀπόλλωνι, ἡ δὲ τετάρτη Ἑρμῇ, ἡ δὲ ἕκτη Ἀρτέμιδι, ἡ δὲ ὀγδόη Θησεῖ καὶ αἱ λοιπαὶ τοῦ μηνὸς ἄλλοις θεοῖς τε καὶ ἥρωσιν.

ποθεῖς τὸν οὐ παρόντα: παροιμία· τοῦτό ἐστι λεγόμενον ἐπὶ τῶν ἤδη παρῳχηκότων ἢ καὶ παντελῶς ἠφανισμένων. εἴρηται δὲ ἀφʼ ἱστορίας τοιαύτης· ὁ Ἡρακλῆς συμπλέων τοῖς Ἀργοναύταις ἐπὶ τὸ χρύσειον κῶας, ὡς ἀφίκοντο περὶ Κίον περί τινα κρήνην, στέλλει τὸν Ὕλαν ὑδρεύσασθαι. Νηρηΐδες δὲ τὸν νεανίαν λαβοῦσαι τοῖς ὕδασιν ἀπεθέωσαν· Ἡρακλῆς δέ, μηκέτι τοῦ μείρακος ὑποστρέφοντος, πᾶσαν ὕλην, ἁπάσας τὰς κρήνας, τὴν ὀρεινὴν περιτρέχων, τὸν οὐ παρόντα ζητῶν κατεφαίνετο· ὡς καὶ Θεόκριτος ὁ Σικελός, οὐ λέγω τὸν Χῖον, περὶ τούτου φησί· «κᾤχεθʼ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἴσων».

ἀσκωλίαζε: ἀσκώλια καθʼ ἱστορίαν ἦν τις ἑορτὴ Διονύσου, ἐν ᾗπερ, ἀσκῶν πεφυσημένων κειμένων ἐν μέσῳ τῷ θεάτρῳ, τινὲς ἥλλοντο ἐπʼ αὐτοὺς ἢ ἑνὶ τῷ ποδὶ ἢ καὶ ἐν δυσὶ καὶ ἐκίνουν γέλωτα τοῖς θεωμένοις καταπίπτοντες τῷ φυσήματι τῶν ἀσκῶν. εἰς τιμὴν δέ, ὡς ἔφην, τοῦ Διονύσου ταῦτα ἐδρῶντο. ὁ γὰρ ἀσκὸς δέρμα τοῦ τράγου ἐστίν· ὁ δὲ τράγος, τὸ ζῷον, πολέμιός ἐστι ταῖς ἀμπέλοις αὐτὰς κατεσθίων, καὶ ἐπίγραμμά τι φέρεται τῆς ἀμπέλου πρὸς τὸν τράγον οὑτωσὶ λέγον· «κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως ἔτι καρποφορήσω, ὅσον ἐπιλεῖψαί σοι, τράγε, θυομένῳ.» «ἀσκωλιάζειν» μὲν καθʼ ἱστορίαν τοῦτο σημαίνει τὸ ἅλλεσθαι τοῖς ἀσκοῖς ᾧ τρόπῳ εἰρήκειμεν· νῦν δὲ ἐσχηματισμένως καὶ δριμέως φησὶ πρὸς τὸν Ἑρμῆν· εἰπόντος γὰρ «οἴμοι τῆς κωλῆς καὶ τῆς ὠμοπλάτης», φησίν. «ἀσκωλίαζε καὶ ἐστερημένος τῆς κωλῆς καὶ πεινῶν ἐνταῦθα πρὸς τὴν αἰθρίαν καὶ τὸν ἥλιον δίαγε.»

παρʼ ὑπόνοιαν· οἱονεὶ «πιὼν ταύτην εἰς τὸν Ἅιδην ἀπότρεχε».

τὸν σαυτοῦ φίλον: πολλαὶ τέχναι ἀνάκεινται τῷ Ἑρμῇ· μία δὲ τούτων καὶ ἡ κλεπτῶν· ἐπεὶ δὲ κλέπται καὶ οἱ οἰκέται, τούτου ἕνεκεν ὁ Ἑρμῆς ἑαυτὸν φίλον τῷ Καρίωνι ὀνομάζει.

«καὶ μήν, ὅτε τι σκευάριον καὶ ἀγγεῖον τοῦ δεσπότου ἦς κλέψας, ἐγὼ ἐποίουν λανθάνειν, ὡς κλεπτικῆς δηλονότι ἔφορος». καὶ ὁ Καρίων πρὸς ταῦτα· «διὰ τὸ συμμετασχεῖν καὶ αὐτὸς μέρους τοῦ κλέμματος».

«ἀφελεῖν» λέγεται τὸ πονηρῶς ἐπαίρειν, «ὑφελεῖν» δὲ τὸ κρύψαι.

«πανουργήσας ἤτοι κλέψας τι κατεσχέθην ποτέ, ἐγὼ μόνος ἐμαστιζόμην, καὶ οὐ μετεῖχες καὶ σὺ τὰς ἴσας πληγὰς ἐμοί» ἤτοι «τῶν ἴσων ἐμοὶ πληγῶν» ἀττικῶς.

μὴ μνησικακήσῃς: Ἀθηναῖοι καὶ Λάκωνες πολλὰς κατʼ ἀλλήλων τὰς μάχας ἐρρήγνυντο· τέλος περιγεγονότες οἱ Λάκωνες ἐπέστησαν τοῖς Ἀθηναίοις τυράννους τριάκοντα, Ἀθηναίους καὶ αὐτοὺς ὄντας, οἳ τοὺς ὁμοφύλους παντοίως ἐκάκουν συντρίβοντες. τέλος Θρασύβουλός τις ἀθηναῖος φιλόπατρίς τε καὶ μισοτύραννος Φυλήν τινα τόπον ποτὲ καταλαβὼν Ἀττικῆς μετὰ καί τινων μισοτυράννων ἑτέρων, συνηργηκότος οὐ μετρίως αὐτοῖς καὶ Κεφάλου τοῦ πατρὸς Λυσίου τοῦ ῥήτορος ὀκτακοσίας ἀσπίδας χαρισαμένου πρὸς συμμαχίαν, περὶ τὸν Πειραιᾶ συμβαλόντες, κατὰ κράτος ἥττησαν τοὺς λʹ καὶ τοὺς σὺν αὐτοῖς. ἐπεὶ δὲ ὅτε ἦρχον οἱ τύραννοι, οὓς μὲν ἐκάκουν τῶν πολιτῶν, οἷς δὲ φιλίως ἐχρῶντο, μετὰ τὴν τούτων κατάλυσιν, Εὐκλείδου δημαγωγήσαντος, ψήφισμα ἔθεντο μὴ ἀλλήλοις μνησικακεῖν καὶ τὰ πρὸ Εὐκλείδου ἄκυρα εἶναι. τὰ μὲν τῆς ἱστορίας τοιάδε. τὰ δὲ παροιμιώδη τάδε τοιόνδε τὸν νοῦν ἔχουσιν· «εἰ δὲ καὶ ὑμεῖς, ὦ Καρίων, πλουτήσαντες νῦν ἐδοξάσθητε, ὡς οἱ μετὰ τοῦ Θρασυβούλου τότε κρατήσαντες τὴν Φυλὴν καὶ τοὺς ἐν τῷ Πειραιεῖ τυράννους ἡττήσαντες, μὴ μνησικακήσῃς ἐπὶ τοῖς πρώην ἐμοί, ὡς οὐδʼ ἐκεῖνοι τοῖς ὁμοφύλοις»

ταὐτομολεῖν: τὸ αὐτομολεῖν καὶ ἐνταῦθα διατρίβειν ἀστεῖον καὶ ἡδύ σοι νῦν φαίνεται.

παρὰ τὴν θύραν στροφαῖον: πολλά εἰσιν ἀντώνυμα τῷ Ἑρμῇ. νῦν δὲ τὰ πρόσφορα πρὸς τὴν παροῦσαν ὑπόθεσιν τιθεὶς παίζει ἀγωνιστικῶς λύων αὐτά· τέλος εὑρόντος τοῦ Ἑρμοῦ κλῆσιν ἑρμαϊκὴν πρόσφορον τοῖς πλουτοῦσι καὶ εἰσαχθέντος ὡς διακονικοῦ καὶ ὑπηρετοῦντος πλύνειν κοιλίας, φησὶν ὁ Καρίων· «οὐ μάτην ἄρα οὐδʼ οἱ ἐν Ἀθήναις δικάζοντες πολλοῖς δικαστηρίοις ἐγγράφεσθαι σπεύδουσι». καὶ αἱ πολλαὶ δὲ κλήσεις αἱ τοῦ Ἑρμοῦ τούτων ἕνεκα τῷ ἀλιτηρίῳ προελήφθησαν, ἵνα τό τε τῶν Ἀθηναίων κωμῳδήσῃ φιλόδικον καὶ τὸ τῶν δικαστῶν μοχθηρότατον. στροφαῖος λέγεται καὶ ἡ τῶν πυλῶν στρόφιγξ καὶ πᾶς πανοῦργος καὶ πράγματα μετατρέπων. καὶ τὸν Ἑρμῆν δὲ περὶ τὰς τῶν πυλῶν ἵδρυον στρόφιγγας, ἢ ἵνα τοὺς κλέπτοντας εἴργοι πρὸς τὰς οἰκίας εἰσδύεσθαι, ἢ ὅτι ταῖς οἰκίαις καὶ πόλεσι φρονήσεως χρεία καὶ πανουργίας, καὶ ἐν τοῖς ἀγροῖς δὲ καὶ τοῖς ἔξω πολέμοις, διὸ τοῖς μὲν ἀγροῖς Ἄρεος ἵστασαν εἴδωλον, τῆς Ἀθηνᾶς δὲ ταῖς πύλαις τῶν πόλεων, Ἑρμοῦ δέ, ὡς ἔφημεν, εἴδωλον ὄπισθε τῆς πύλης τῶν οἰκιῶν.

«ἐμπολαῖον» δὲ πρατήριον, ἀγοραῖον.

ἔγνως παλιγκάπηλον οἷς πρώην ἔφην.

ἀλλʼ ἡγεμόνιον: ὅτι ὁ Ἑρμῆς καὶ ὁ λόγος καὶ λογικῶν τεχνῶν ἡγεμονεύει καὶ πρακτικῶν, ὑποτιθεὶς ἑκάστῃ καὶ ἐφευρέσεις καὶ πανουργίας καὶ ἀφορμάς. ἡγεμόνιος δὲ λέγεται καὶ ὁ ὁδηγὸς τῶν τυφλῶν· διὰ τοῦτό φησιν «ἀλλʼ ὁ Πλοῦτος βλέπει».

μεθόδους καὶ τέχνας ὁ λόγος ἐργάζεται.

οἱ παλαιοὶ οὕτως, οἱ δὲ νεώτεροι μετὰ τοῦ ν.

μουσικοὶ ἀγῶνες οἱ διʼ ὀργάνων θυμέλης γινόμενοι καὶ οἱ λογικοί. γυμνικοὶ δὲ οἱ διʼ ἀλκῆς σώματος, ὥσπερ δρόμος, παλαίστρα, πυγμή, παγκράτιον, δίσκος, ἅλμα, ἀκόντισμα καὶ ἕτερα εἴδη μυρία.

οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες· οὐ ματαίως ἄρα τε οἱ ἐν ταῖς Ἀθήναις, φησί, δικάζοντες σπεύδουσι πολλοῖς ἐγγεγράφθαι γράμμασιν ἤτοι δικαστηρίοις. περὶ δὲ τῶν γραμμάτων καὶ τῶν δικαστηρίων τῶν ἐν Ἀθήναις καὶ περὶ τῶν δικαστῶν δὲ ὡσαύτως ἀνωτέρω φθάσας πλατυτέρως ἐδίδαξα, ὅτι τῷ Ἀρείου πάγου δικαστηρίῳ πρὸ τῶν προθύρων ἄλφα στοιχεῖον ἐγέγραπτο, τῇ Ἡλιαίᾳ δὲ η, τῷ ἐν Φρεαττοῖ φ, καὶ ἐπὶ τῶν λοιπῶν δὲ δικαστηρίων ὡσαύτως.

τίς ἂν φράσειε: ὁ τοῦ ἐν ἄστει τιμωμένου σωτῆρος Διὸς ἱερεύς. μηδενὸς ἔτι θύοντος Διί τε καὶ τοῖς ἄλλοις θεοῖς, ἔρχεται παρὰ τὴν τοῦ Χρεμύλου οἰκίαν βουλόμενος τοῦ λοιποῦ συνεῖναι αὐτοῖς.

ἀποπατησόμενοι: ἐκκρινοῦντες, ἀφοδεύσοντες πλεῖν καὶ πλείους ἢ καὶ μύριοι. πόθε δὲ ἀπόπατος ἡ ἔκκρισις εἴρηται, μάνθανε. πάτος μὲν λέγεται καὶ ἡ κατατετριμμένη ὁδὸς ἀπὸ τοῦ πατεῖσθαι, περὶ ἧς καὶ ὁ Ὅμηρος λέγει· «ὃν θυμὸν κατέδων πάτον ἀνθρώπων ἀλεείνων». πάτος λέγεται καὶ ἡ τροφή, ὅθε καὶ πάσασθαι τὸ φαγεῖν· καὶ ἐξ αὐτοῦ ἀπόπατος ἡ ἔκκρισις καὶ τὸ ἀποσκυβάλισμα τοῦ πάτου καὶ τῆς τροφῆς.

οὐκοῦν κἀκ τούτων τὰ νομιζόμενα, φησί, λαμβάνεις καὶ ἐκ τοῦ ἀποπάτου τῶν εἰσιόντων ἔχεις λοιπὸν τὴν ἀπονενεμημένην καὶ εἰωθυῖαν μοῖραν τοῖς ἱερεῦσιν ἀπολιμπάνεσθαι.

χαίρειν ἐάσας: ἀντίφρασις καὶ εὐφημία τὸ σχῆμα· ἤτοι ἀδημονεῖν καὶ λυπεῖσθαι, ὅθε λέγεται καὶ Χάρων, ὁ μὴ χαρᾶς ἀλλὰ θλίψεως αἴτιος.

ἱδρυσόμεσθα τὸν θεόν· ἱδρύσασθαι καὶ ἀφιερῶσαι τὸν θεὸν ἤτοι τὸν Πλοῦτον βούλονται ἀπαγαγόντες αὐτὸν ἐν τῇ ἀκροπόλει τῶν Ἀθηνῶν εἰς τὸν ὀπισθόδομον Ἀθηνᾶς, ἔνθα τὸ ταμιεῖον ὑπῆρχε. τοῦτο δὲ δῆθε ποιοῦσι καὶ ἐκεῖ βούλονται τὸν Πλοῦτον ἱδρύσαι, ὅτι ἐκεῖσε ἀπέκειτο ἀργυρίου ἐπισήμου ἤτοι κεχαραγμένου ἑξακισχίλια τάλαντα πάρεξ μόνον τριακοσίων.

τὰς χύτρας αἷς τὸν θεὸν: οἱ ἀφιεροῦντες ναοὺς ἢ καὶ θυσίας χύτρας ἀθάρας καὶ σεμιδάλεως ἢ πελάνων καὶ ὀσπρίων ἀληλεσμένων καὶ λοιπὰ δὲ ἡδύσματα προπομπεύοντα ἔθος εἶχον εἰσάγειν φερόμενα γυναικῶν κεφαλαῖς εὐπαρύφων. καὶ νῦν δὲ τὴν γραῦν τὴν ἐρωμένην τοῦ μείρακος φέρειν ἐπὶ τῆς κεφαλῆς πείσαντες τὰς ἱερὰς ταύτας χύτρας, τὸν ἀφρὸν τὸν τοῖς ἑψομένοις γίνεσθαι εἰωθότα, ὃν ἀφρὸν καὶ γραῦν ὀνομάζουσιν, ὁρῶντες ἄνω τῆς χύτρας ἐπιπολάζοντα, γελῶντές φασιν· «αἱ χύτραι αὗται, ἃς ἡ γραῦς ἐπὶ κεφαλῆς φέρει, τἀναντία δρῶσι χύτραις ταῖς ἄλλαις· ἐν ἐκείναις μὲν γὰρ ἡ γραῦς ἤτοι τὸ ἄφρισμα ἔπεστιν ἄνω, τούτων δὲ τῶν χυτρῶν ἡ γραῦς αὕτη γυνὴ τυγχάνει πολλῷ κατωτέρα». Τέλος Ἀριστοφάνους Πλούτου. Βλέψας ὁ Πλοῦτος ἐκ θεοῦ παρουσίας, ὥς φησι ῥήτωρ οὗτος Ἀριστοφάνης, τῶν ἁρπαγῶν ἕξω γε πλεονεξίας, δοκεῖ δʼ ἔμοιγε τυφλὸν αὐτὸν ὡς πάλαι εἶναι, μὰ τὴν πρόνοιαν, ὡς βλέπω τάδε· ἐπείπερ ἁρπάζουσι καὶ τανῦν πλέον.