CommentaryὙπόμνημα
Commentary on Dionysius Thrax Commentary PDF
The Commentary on Dionysius Thrax is a scholarly exegesis of the Art of Grammar by Dionysius Thrax, the foundational systematic treatise on the Greek language. Structured in forty passages, it follows the conventional format of an ancient commentary, proceeding lemma by lemma through the source text to provide definitions, illustrative examples, and detailed grammatical analysis. Its content systematically explicates the technical framework established by Dionysius, including the eight parts of speech and their grammatical accidents, while frequently engaging with alternative interpretations and critiques from other grammatical schools. The work’s primary aim was the preservation and standardization of Greek linguistic understanding for educational purposes. The attribution to an author named "Commentary" is anomalous and most likely stems from a cataloging error or a corruption in the manuscript transmission. The specific manuscript history of this text is unclear, and its relationship to other known commentaries on Dionysius Thrax, such as those by Heliodorus or Stephanus, cannot be verified from available sources. As part of the vast exegetical tradition surrounding the Art of Grammar, this commentary played a significant role in shaping medieval and Byzantine linguistic science and pedagogy, serving as a crucial intermediary that preserved and debated core grammatical concepts for centuries.
| 1 | COMMENTARIUS HELIODORI. § 12 (14b). .... ⟦ καὶ ὅτι ἐρωτηματικὰ μὲν ἔστιν εὑρεῖν ἐν παντὶ μέρει λόγου, πευστικὰ δὲ οὐκ ἔστιν εὑρεῖν ἐν παντὶ μέρει, εἰ μὴ ἐν ὀνόμασι καὶ ἐπιρρήμασι μόνοις, ἐν μὲν ὀνόμασι τίς ποῖοσ ⟧ πόσος πηλίκος ⟦ ποδαπός, ἐν δὲ ⟧ ἐπιρρήμασι ⟦ πῶς πῇ ποῦ ⟧ πόθεν πηνίκα. Καὶ χρὴ ⟦ εἰδέναι, ὅτι τῷ μὲν τίς ἐπάγεται κύριον ὄνομα ⟧ , τῷ δὲ ποῖος πᾶν ἐπίθετον, πλὴν τῶν κατὰ τὰ σωματικὰ μεγέθη κειμένων· ⟦ καὶ τὸ πόσος ἐπὶ πλήθους, καὶ τὸ πηλίκοσ ⟧ ἐπὶ μεγέθους, καὶ τὸ ποδαπός ἐπὶ ἔθνους. Καὶ τοῦτο πάλιν χρὴ εἰδέναι, ὅτι ⟦ τὰ μὲν μονοσύλλαβα τῶν ἐρωτηματικῶν ἐγκλινόμενα ⟧ ἀόριστα γίνεται, ἦλθέ τις καὶ που ἔστι καὶ πῃ ἀπῆλθε, τὰ δὲ δισύλλαβα κατα ⟦ βιβάζοντα τὸν τόνον, οἷον ποιὸς ἦχοσ ⟧ καὶ ποσός τις· καὶ ὅτι τὰ δισύλλαβα καὶ τρισύλλαβα ἀποβάλλοντα τὸ κατ’ ἀρχὴν ⟦ σύμφωνον ἀναφορικὰ γίνεται, οἷον ποῖοσ ⟧ οἷος, πόσος ὅσος, πηλίκος ἡλίκος [τοῖος οἷος], τινὰ δὲ καὶ τὸ ο κατ’ ἀρχὴν λαμβά ⟦ νοντα, ὁποῖος ὁπόσος ὁπηλίκοσ ⟧ · τὰ δὲ λαμβάνοντα κατ’ ἀρχὴν τὸ τ ἀνταποδοτικὰ γίνεται, ὅσος τόσος, οἷος τοῖος, ⟦ ἡλίκος τηλίκος, ἅτινα καὶ παρ ⟧ άγεται διὰ τοῦ ουτος , τοιοῦτος τοσοῦτος τηλικοῦτος, καὶ ἐπεκτείνεται διὰ τοῦ δε , τοιόσδε τοσόσδε τηλικόσδε. |
| 68 | ⟦ Ἀόριστον δέ ἐστι τὸ τῷ ἐρωτηματικῷ ⟧ ἐναντίως λεγόμενο ν.] Τὸ ἀόριστον ἐναντίως ἔχειν τῷ ἐρωτηματικῷ φησι, καθὸ ὁ μὲν ἐρωτῶν ⟦ ζητεῖ αὐτῷ ὁρισθῆναί τι, τὸ δὲ ⟧ ἀόριστον ἀναιρεῖ τὸν θέλοντά τι αὐτῷ ὁρισθῆναι, ἢ καθὸ ὁ ἐρωτῶν γινώσκει ⟦ τι, τὸ δὲ ἀόριστον ἄγνωστον. Καὶ ⟧ τὸ μὲν ὅστις δύο μέρη λόγου ἔχει ἀόριστα, τὸ ὅς καὶ τὸ τίς· τὸ δὲ ὁποῖος καὶ ὁπόσος καὶ ⟦ ὁπηλίκος κυρίωσ ⟧ μὲν ἀναφορικά ἐστιν, ἔσθ’ ὅτε δὲ καὶ ἀντὶ ἀορίστου αὐτὰ παραλαμβάνεται. Ἀναφορικὸν ⟦ δέ ἐστι ν , ὃ καὶ ὁμοιω ⟧ ματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖτα ι , τὸ ὁμοίωσιν σημαῖνο ν.] Ἀναφορά ἐστιν ἐγνωσμένου πράγματος ἀναπόλησις, ὡς ὅταν εἴπω «οἷός ἐστιν ὁ δεῖνα, τοιοῦτος ἦν ὁ Ἀχιλλεύς»· καὶ λοιπὸν ἀναφέρεις σὺ τὸν νοῦν ἐπὶ τὸν Ἀχιλλέα ἐκεῖνον τὸν ἐξ Ὁμηρικῶν ἐπῶν ἢ ἀπὸ γραφῆς σοι ἐγνωσμένον. Τοῦτο δὲ τὸ ἀναφορικὸν καὶ ⟦ ὁμοιωματικὸν καὶ ἀνταποδοτικὸν καὶ ⟧ δεικτικὸν καλεῖται ἀπὸ τῆς αὐτῆς ἐννοίας. Περιληπτικὸν δέ ἐστι τὸ τῷ ἑνικῷ ἀριθμῷ πλῆθος ⟦ σημαῖνον ⟧ . 〈Ἀλλ’〉 οὖν εἰ λέξει τις, ὅτε πληθυντικῶς αὐτὸ λέγομεν, οὐκέτι περιληπτικόν ἐστιν; Ναί, λεκτέον, καὶ ὅτε πληθυντικῶς αὐτὸ λέγομεν, ⟦ περιληπτι ⟧ κόν ἐστιν· ἀλλ’ οὐκ ἔδει αὐτὸν εἰπεῖν «τὸ δι’ ἑνικοῦ ἀριθμοῦ πλῆθος σημαῖνον»· οὐδὲ γὰρ μόνῳ τῷ ἑνικῷ ἀριθμῷ πλῆθος περιλαμβάνομεν· ἰδοὺ γὰρ λέγοντες οἱ δῆμοι, συνεστήκασιν ἐξ ἑκάστης διαιρέσεως τῆς ἐν αὑτῇ ⟦ πλῆθ ⟧ ος περιλαμβανούσης. Καὶ μή τις ὑπολάβῃ ξένον εἶναι τὸ λεγόμενον, ἐπειδὴ καὶ ἐν 〈τοῖσ〉 ἐπιμεριζομένοις παρὰ βραχὺ ⟦ ταὐτ ⟧ ὸν ὁρῶμεν· ὡς γὰρ ἐν τῷ ἕκαστος ἐκ τῆς καθ’ ἕνα τομῆς ἐπὶ πάντας γίνεται ἡ ἀναφορά, καὶ ἐν τῷ ἕκαστοι ἐκ τῆς ⟦ κατὰ πολλοὺς το ⟧ μῆς ἐπὶ πάντας κατὰ πολλοὺς τετμημένους λέγεται ἡ ἀναφορά, οὕτω καὶ ἐν τῷ δῆμος ἑνικῷ τύπῳ πλῆθος ⟦ περιλαμβά ⟧ νομεν, καὶ πάλιν ἐν τῷ δῆμοι πολλοὺς δήμους δηλοῦμεν συνηγμένους ἐκ διαιρέσεως ἑκάστης πλῆθος ⟦ περικλειούσησ ⟧ . Ἐπιμεριζόμενον δέ ἐστι τὸ ἐκ δύο ἢ καὶ πλειόνων ἐπὶ ἓν ἔχον τὴν ἀναφορά ν.] Καὶ ὁ ὅρος τοῦ ⟦ ἐπιμεριζο ⟧ μένου καὶ τὰ ἐπιφερόμενα παραδείγματα πάνυ ἐσφαλμένα ἐστίν· εἰ γὰρ τὰ ἐπιμεριζόμενα ἐκ ⟦ δύο ἢ καὶ ⟧ πλειόνων ἐπὶ ἓν ἕκαστον ἔχει τὴν ἀναφοράν, ἔδει εἰπεῖν ἢ ἕτερος ἢ ἄλλος, ἐπειδὴ ταῦτα ἐκ δύο ⟦ καὶ ⟧ πολλῶν ἕνα σημαίνει. Ἔστιν οὖν οὕτως ἄμεινον λέγειν· ἐπιμεριζόμενόν ἐστιν ὃ δηλοῖ ἕνα ἐκ δύο, ⟦ ἢ δύο καθ’ ⟧ ἕνα, ἢ ἕνα ἐκ πολλῶν, ἢ πολλοὺς καθ’ ἕνα· οἷον ἕνα μὲν ἐκ δύο, ὡς τὸ ἕτερος τῶν ὀφθαλμῶν, ⟦ δύο δὲ καθ’ ⟧ ἕνα, ὡς τὸ ἑκάτερος τῶν ὀφθαλμῶν, ἕνα τε ἐκ πολλῶν, ὡς τὸ ἄλλος, πολλούς τε καθ’ ἕνα, ὡς τὸ ἕκαστος. |
| 69 | ⟦ Εἰδέναι ⟧ δὲ χρή, ὥς τινες ἐδόξασαν τὸ ἐπιμεριζόμενον τὴν αὐτὴν ἔννοιάν πως ἔχειν τῷ περιληπτικῷ· ⟦ εἰ γὰρ τὸ ⟧ «ἕκαστος ἐλθέτω», φασίν, ἑνικῶς πολλοὺς περιλαμβάνει, δοκεῖ πως ταὐτὸν εἶναι τὸ ἐπιμεριζόμενον ⟦ καὶ τὸ περιλ ⟧ ηπτικόν, εἴ γε ἕκαστον αὐτῶν ἐπὶ τὸ πολλοὺς δηλοῦν ἀναφέρεται. Πρὸς οὓς δεῖ ο ⟦ ὕτω ⟧ λέγειν· ⟦ ἀγνοεῖν μοι ⟧ δοκεῖτε, ὡς πολλή ἐστιν ἡ διαφορὰ ἐπιμεριζομένου καὶ περιληπτικοῦ, οὐκ εἰδότες, ὅτι τὸ ἐπιμεριζόμενον μὲν ⟦ ἐκ τοῦ καθ’ ἕκα ⟧ στον ἐπιμερισμοῦ τὴν πρὸς πάντας ἔμφασιν ἔχει, τὸ δὲ περιληπτικὸν οὐκ ἐξ ἐπιμερισμοῦ ἀλλ’ αὐτόθεν ⟦ τὴν περίληψιν σημαίνει ⟧ . ⟦ Περιεκτικὸν δέ ἐστι τὸ ἐμφαῖνον ἐν ἑαυτῷ τι περιεχόμενο ν , οἷον δαφνών ⟧ παρθενώ ν.] Περιεκτικὸν δέ ἐστι, φησίν, ὄνομα τόπου ἐν ἑαυτῷ ἔχοντός τινα περιεχόμενα, ὡς ἀμπελὼν τόπος ὁ ἔχων ἀμπέλους καὶ κοιτὼν τόπος ὁ ἔχων κοίτας καὶ δαφνὼν τόπος ὁ ἔχων δάφνας. Δοκεῖ δὲ τὸ περιεκτικὸν καὶ αὐτὸ ταὐτὸν εἶναι τῷ περιληπτικῷ· τὸ γὰρ περιέχον τι καὶ περιλαμβάνει, καὶ τὸ περιλαμβάνον ὁμοίως περιέχει, ὅπερ ἐμφαίνει ποιεῖν τό τε περιεκτικὸν καὶ τὸ περιληπτικόν. Καὶ ἔστιν ἡ διαφορὰ αὕτη, ὅτι τὸ μὲν περιληπτικὸν οὐκ ἄλλο δηλοῖ τὸ περιλαμβάνον καὶ ἄλλο τὸ περιλαμβανόμενον, ἀλλὰ φωνὴ μόνον ἐστὶν ἐμφαντικὴ πλήθους, τὸ δὲ περιεκτικὸν καὶ ἄλλο σημαίνει τὸ περιέχον καὶ ἄλλο τὸ περιεχόμενον· ὁ γὰρ παρθενὼν τόπος ἐστὶ παρθένους περιέχων, ὁμοίως καὶ ὁ δαφνὼν τόπος ἐστὶ δαφνῶν περιεκτικός. Πεποιημένον δέ ἐστι τὸ παρὰ τὰς τῶν ἤχων ἰδιότητας μιμητικῶς εἰρημένο ν , οἷον φλοῖσβος ῥοῖζος ὀρυγμαδό ς.] Πεποιημένον ἐστὶ τὸ γεγενημένον παρὰ τὸν ἴδιον ἦχόν τινος· οἷον ἔστιν ἴδιος ποιός τις ἦχος ἵππων ἐν ὁμαλῷ τε ἅμα καὶ τραχεῖ τόπῳ βαδιζόντων, ὃς ⟦ μιμητικῶσ ⟧ πεποιημένος λέγεται κάρκαιρος ἀπὸ τοῦ καρκαίρειν, ὡς καὶ ὁ ποιητὴς ἐξ αὐτοῦ φησι 〈Υ 157〉 κάρκαιρε δὲ γαῖα πόδεσσι ν· ⟦ ὁμοίως ἔστιν ⟧ ἴδιος ποιός τις ἦχος θαλάσσης κινουμένης, ὃς μιμητικῶς πεποιημένος φλοῖσβος λέγεται, ὡς καὶ ὁ ποιητής φησι 〈ex. gr. Α 34〉 πολυφλοίσβοιο θαλάσση ς· πάλιν ἔστιν ἴδιος ποιός τις ἦχος ἀνδρὸς σὺν θώρακι καὶ ἀ ⟦ σπίδι ⟧ καὶ περικεφαλαίᾳ πίπτοντος, ὃς μιμητικῶς πεποιημένος λέγεται δοῦπος, ἐξ οὗ καὶ ὁ ποιητής φησι 〈ex. gr. Ε 42〉 δούπησεν δὲ πεσώ ν· πολλὰ δὲ καὶ ἄλλα πεποιημένα ἔστιν εἰπεῖν, ἀλλ’ ἀρκεῖ πρὸς τὴν παροῦσαν διδασκαλίαν τὰ προειρημένα ἡμῖν ⟦ παραδείγματα ⟧ . |
| 70 | Γενικὸν δέ ἐστι τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆνα ι · εἰδικὸν δέ ἐστι τὸ ἐκ τοῦ γένους διαιρεθέ ν.] Γενικὸν δὲ καλοῦσιν οἱ φιλόσοφοι ὃ δύναται διαίρεσιν ἀναδέξασθαι, εἰδικὸν δὲ αὐτὸ τὸ διαιρεθέν, οἷον τὸ ζῷον γενικὸν ἂν εἴποιεν. Διὰ τί; Διότι διαιροῦσιν αὐτὸ λέγοντες, τοῦ ζῴου τὸ μέν ἐστι θνητόν, τὸ δὲ ἀθάνατον· αὐτὸ δὲ τὸ θνητὸν καὶ αὐτὸ τὸ ἀθάνατον εἰδικὸν ἂν εἴποιεν, ὅτι ἐκ τοῦ γένους διῄρηται καὶ ἴδιόν τι ἀποδέδωκε· τὸ γὰρ θνητὸν ἴδιόν τί ἐστιν, ὁμοίως καὶ τὸ ἀθάνατον. Ἐγὼ δὲ λέγω, γενικὸν μὲν εἶναι ἐκεῖνο τὸ γένος ἐμφαῖνον διὰ τὸ ἀποτελεῖν τινα ἴδιόν τι ἔχοντα, εἰδικὸν 〈δὲ〉 ἐκεῖνο, ὃ ἴδιόν τι ἐκ τοῦ γένους λαβὸν ἔχει. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι κἀκεῖνα γενικά ἐστιν, ὅσα ἐκ τῶν γενῶν μὲν ἐτμήθησαν, ἑτέρων δὲ εἰδῶν γίνονται γένη, ὡς τὸ θνητόν· τοῦτο γὰρ εἰδικὸν 〈ὂν〉 πάλιν διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον [εἰδικὸν ὂν πάλιν]· ὁμοίως καὶ τὸ ἄλογον διαιρεῖται εἰς ἀέριον καὶ χερσαῖον καὶ ἔνυδρον· ἃ γένη γενῶν καὶ εἴδη εἰδῶν παρὰ τοῖς φιλοσόφοις εὐλόγως προσαγορεύεται. Τακτικὸν δέ ἐστι τὸ τάξιν δηλοῦ ν , ὡς πρῶτος δεύτερος τρίτο ς·] τάξεως γὰρ ὀνόματα ταῦτα, οὐκ ἀριθμοῦ. Ἀπολελυμένον δέ ἐστιν ὃ κα θ ’ ἑαυτὸ νοεῖτα ι , οἷον θεός λόγο ς.] Ἐπειδὴ τὰ μὲν ἄλλα τῶν εἰδῶν ἢ σὺν ἑτέροις ἢ ἐξ ἑτέρων νοεῖται, τὸ δὲ θεός παίδευσις λόγος πεπρωμένη πρὸς ἕτερον λόγον ἢ σχέσιν οὐκ ἔχει, τούτου χάριν ἀπόλυτα καλεῖται, ἅτε δὴ καθ’ ἑαυτὰ νοούμενα καὶ θεωρούμενα. Τοῦ δὲ ὀνόματος διαθέσεις εἰσὶ δύ ο , ἐνέργεια καὶ πάθο ς.] Διαθέσεις μᾶλλον τῷ ῥήματι ἕπονται, καὶ οὐ τῷ ὀνόματι· ἀλλ’ ἐπειδὴ ῥηματικὰ εἰσὶν ὀνόματα ἔχοντα καὶ τὰς ἀπὸ τῶν ῥημάτων διαθέσεις, διότι ἐνεργείας ἢ πάθους εἰσὶ σημαντικά, τούτου χάριν τοῦ ὀνόματος εἶπεν εἶναι τὰς διαθέσεις. Πλὴν μεμπτέος ἐστὶν οὕτως ἀποφηνάμενος, ὀφείλων μᾶλλον οὕτως εἰπεῖν· «ἔστι δὲ ὅτε καὶ διαθέσεις ὁρῶνται ἐν ὀνόμασι ῥηματικοῖς οὖσιν, οἷον παρὰ τὸ κέκριται γίνεται ὄνομα κριτής καὶ κριτός, ὧν τὸ μὲν εἰς ἐνέργειαν ἀναλύεται, τὸ δὲ εἰς πάθος»· κριτής μὲν γάρ ἐστιν ὁ κρίνων, ὃ σημαίνει ἐνέργειαν, κριτός δὲ ὁ κρινόμενος, ὅπερ πάθος δηλοῖ. § 13 (15b). |
| 71 (1t) | Περὶ ῥήματος. Ἀναγκαίως μετὰ τὸ ὄνομα τὸ ῥῆμα τέτακται. Εἰρήκαμεν γάρ, ὅτι τὰ κυριώτατα τῶν μερῶν τοῦ λόγου τό τε ὄνομα καὶ τὸ ῥῆμά ἐστιν, ἐπειδὴ ταῦτα ὥσπερ σῶμα καὶ ψυχὴ ὄντα ποιεῖ τὰ ἄλλα ἐξ αὐτῶν προιέναι τε καὶ φαίνεσθαι. Καὶ τὸ μὲν ὄνομα πρεσβεύει, ὅτι κατὰ οὐσίας τίθεται, τὸ δὲ ῥῆμα δευτερεύει, ὅτι κατὰ πραγμάτων· ἀναγκαίως τοίνυν μετὰ τὸ ὄνομα τὸ ῥῆμα τέτακται, καθὸ πρεσβεύει τῶν ἄλλων μερῶν τοῦ λόγου. Ὁ ὅρος αὐτοῦ παρὰ μὲν Διονυσίῳ ἔπταισται, παρὰ δὲ Ἀπολλωνίῳ εὖ ἔχει· καὶ ἵνα δῆλον γένηται τοῦτο, ἀμφοτέρων τοὺς ὅρους παραθήσομαι, καὶ πρῶτόν γε 〈τὸν〉 τοῦ Διονυσίου, περὶ οὗ καὶ νῦν ἡμῖν πρόκειται λέγειν. Ἔστι δὲ οὗτος· ῥῆμά ἐστι λέξις ἄπτωτο ς. Καλῶς εἶπε τὸ «ἄπτωτος», διαστέλλων αὐτὸ ἀπὸ ὀνόματος καὶ μετοχῆς καὶ ἀντωνυμίας καὶ ἄρθρου· ταῦτα γὰρ πτωτικά ἐστι. Καλῶς δὲ πάλιν καὶ ἀπὸ τῶν ἀπτώτων αὐτὸ διεχώρισε, συνδέσμου καὶ προθέσεως, εἰπὼν «ἐπιδεκτικὴ χρόνων»· καὶ ἀπὸ τοῦ ἐπιρρήματος πάλιν, προσθεὶς τὸ «προσώπων τε καὶ ἀριθμῶν», ἐπειδὴ χρόνων μόνον ἐστὶ δεκτικὸν τὸ ἐπίρρημα, οἷον χθές σήμερον αὔριον, προσώπων δὲ καὶ ἀριθμῶν οὐδαμῶς. Ἀλλ’ ἐν τῷ «ἐνέργειαν ἢ πάθος παριστῶσα» κατακλείσας τὸν ὅρον οὐ περιέλαβε τὰ ἀπαρέμφατα· κἀκεῖνα μὲν γὰρ χρόνους ἔχει καὶ ἐνέργειαν καὶ πάθος, ἀλλὰ προσώπων καὶ ἀριθμῶν οὐκ εἰσὶ δεκτικά. Καὶ ἐν τούτῳ ἔπταισται ὁ ὅρος, ἐν τῷ μὴ περιέχειν καὶ τὰ ἀπαρέμφατα. Καὶ ἐπειδὴ τοῦτο μεμαθήκαμεν, παραλάβωμεν τὰ νῦν καὶ τὸν Ἀπολλωνίου ὅρον ἐντελῶς ἔχοντα. Λέγει γὰρ οὕτως· «ῥῆμά ἐστι μέρος λόγου 〈ἄπτωτον〉 ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρων χρόνων ἐπιδεκτικὸν μετ’ ἐνεργείας ἢ πάθους 〈ἢ οὐδετέρου〉, προσώπων τε καὶ ἀριθμῶν παραστατικόν, ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ». Ὑγιῶς ἔχει οὗτος ὁ ὅρος· κατ’ οὐδὲν γὰρ οὔτε περισσεύει οὔτε ἐνδεῖ. Φησὶ μὲν γὰρ ἐν ἰδίοις μετασχηματισμοῖς χρόνους διαφόρους τὸ ῥῆμα δηλοῦν διὰ τὰ χρονικὰ ἐπιρρήματα, ἐπειδὴ κἀκεῖνα χρόνους δηλοῖ, οἷον σήμερον αὔριον χθές, ἀλλ’ οὐκ ἐν ἰδίοις μετασχηματισμοῖς, διότι ἕκαστον αὐτῶν ἐν διαφόροις φωναῖς τὸν διάφορον χρόνον ἐδήλωσε. |
| 72 | Ποίαν γὰρ κοινωνίαν ἔχει κατά γε φωνὴν τὸ σήμερον πρὸς τὸ χθές καὶ τὸ αὔριον, ἵνα, καθὼς τὸ ῥῆμα εἰρήκαμεν, οὕτως εἴπωμεν καὶ τὸ ἐπίρρημα ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦν; Χρὴ γὰρ ἀκριβῶς σκοπεῖν, ὅτι ἐπὶ μὲν τοῦ ῥήματος μία καὶ ἡ αὐτή ἐστι φωνὴ ἐν μέρει κινουμένη καὶ μετασχηματιζομένη καὶ μεταμορφουμένη εἴς τε χρόνους καὶ πρόσωπα καὶ ὅσα τῷ ῥήματι παρέπεται, οἷον γράφω ἔγραφον γέγραφα· ἐπὶ δὲ τοῦ ἐπιρρήματος οὐχ οὕτως, ἀλλὰ διάφορος φωνὴ τὸν διάφορον χρόνον ἐδήλωσε. Φησὶ δὲ πάλιν προσώπων τε καὶ ἀριθμῶν εἶναι αὐτὸ παραστατικόν, καὶ οὐκ ἀεί, ἀλλ’ ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ, ὅ ἐστι τὰς τῆς ψυχῆς βουλήσεις, ἵνα περιλάβῃ καὶ τὰ ἀπαρέμφατα· ταῦτα γὰρ ψυχικὴν βούλησιν μὴ ἐμφαίνοντα οὔτε προσώπων οὔτε ἀριθμῶν ἐστι παραστατικά. Καὶ μαρτυροῦσιν οἱ ὑπομνηματισταὶ τῷ λόγῳ, τοῦτό γε αὐτὸ λέγοντες, ὡς τούτου χάριν λέγει προσώπων τε καὶ ἀριθμῶν παραστατικὸν εἶναι τότε τὸ ῥῆμα, ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ, ἵνα καὶ ἡμεῖς ἀντεισοδιάσωμεν τὰ ἀπαρέμφατα, λέγοντες «ὅτε γὰρ τὰς τῆς ψυχῆς διαθέσεις οὐ δηλοῖ, οὔτε προσώπων 〈οὔτε ἀριθμῶν〉 ἐστι διασταλτικόν, ὡς ἐπὶ τῶν ἀπαρεμφάτων». Καὶ ταῦτα μὲν περὶ τοῦ ὅρου διειλήφαμεν. Δεῖ δὲ εἰδέναι, ὅτι δισσή ἐστιν ἡ [ψυχικὴ] διάθεσις· νοεῖται γὰρ διάθεσις ἡ δρᾶσις καὶ ἡ πεῖσις, καὶ πάλιν ἡ λόγῳ ἠρθρωμένη βούλησις τῆς ψυχῆς, ἐν ᾧ ἢ ὁρίζει ὡς δρῶσά τι, ἢ προστάττει ὥστε γενέσθαι, ἢ προσεύχεται ἵνα ἐκ τοῦ κρείττονός τι αὐτῇ ἀνυσθῇ, ἢ διστάζει, ἢ οὐδὲν τούτων ἐμφαίνει, ἀλλὰ μόνον αὐτὸ τὸ πρᾶγμα ὀνομάζει, ὃ ἐδήλου ἐν τῷ ὁρίζειν ἢ προστάττειν ἢ εὔχεσθαι 〈ἢ διστάζειν〉· καὶ 〈τοῦτο〉 ποιεῖ τὸ ἀπαρέμφατον, διὰ γὰρ τὸ τούτων οὐδὲν σημαίνειν εἴρηται. Διὰ τί 〈δὲ〉 τὸ ἀπαρέμφατον οὐ δηλοῖ ψυχικὴν διάθεσιν, ὅ ἐστι ψυχῆς βούλησιν; Φαμέν, ἐπειδὴ [αὐτὸ] τὸ ἀπαρέμφατον ὄνομά ἐστι τοῦ πράγματος καὶ αὐτὸ σημαίνει τὸ πρᾶγμα τὸ μήπω ἐμπεσὸν εἰς ψυχήν· ὅθεν ἡνίκ’ ἂν βουληθῶμεν αὐτὸ τὸ πρᾶγμα ὀνομάσαι καὶ 〈μὴ〉 εἰς ψυχὴν αὐτὸ ἐνσπεῖραι, λέγομεν «τὸ γράφειν καλόν ἐστι, τὸ ἀναγινώσκειν ὠφέλιμον ὑπάρχει», μετὰ τοῦ ἄρθρου αὐτὸ προφέροντες ὡς ὄνομα τυγχάνον τοῦ πράγματος. |
| 73 | Πᾶν δὲ πρᾶγμα μηδέπω ἐλθὸν εἰς ψυχὴν τὴν πράττουσαν αὐτό, ἅτε δὴ ἄψυχον ὄν, ψυχικὴν βούλησιν οὐκ ἐμφαίνει· διὰ τοῦτο τοίνυν ψυχικὴν διάθεσιν οὐ δηλοῖ τὰ ἀπαρέμφατα. Ἀλλ’ οὐδὲ ἀριθμοὺς ἔχει εὐλόγως, ἐπειδὴ αὐτοῦ τοῦ πράγματός ἐστι καὶ οὔπω εἰς πρόσωπον ἦλθε· προσώπου δὲ μὴ ὄντος οὐδὲ ἀριθμὸς παρέπεσθαι δύναται. Παρέπεται δὲ τῷ ῥήματι ὀκτ ώ , ἐγκλίσει ς , διαθέσει ς , εἴδ η , σχήματ α , ἀριθμο ί.] Ἐπεὶ πᾶν διδακτὸν ἐξ ὅρου καὶ παρεπομένων κατορθοῦται, πληρώσας ὁ τεχνικὸς τὴν ἐξήγησιν τοῦ ὅρου περὶ τῶν παρεπομένων ἄρχεται διαλαμβάνειν, ἅτινα ἐντελῶς ἐν τῷ περὶ ὀνόματος ἤδη εἰρήκαμεν. Χρὴ δὲ εἰδέναι, ὅτι οὐ «ψευδῶς» εἴδη παρέπεται τοῖς ῥήμασι, καθώς τινες λέγειν ἐπειράθησαν, φάσκοντες 〈ὅτι〉 τοῖς μὲν ὀνόμασιν εὐλόγως εἴδη παρέπεται ἅτε δὴ διάφορον σημασίαν ποιουμένοις ἔν τε πρωτοτύπῳ καὶ παραγώγῳ φωνῇ, ὡς ἐν τῷ λίθος καὶ λίθινος ὀνόματι, τοῖς δὲ ῥήμασιν οὐ προσηκόντως, εἴ γε ἐν αὐτοῖς κατ’ οὐδὲν διαφέρει τὸ ἄρδω τοῦ ἀρδεύω. Οἷς οὐ χρὴ πείθεσθαι. Φαμὲν γὰρ αὐτὰ προσφόρως παρέπεσθαι, ἵνα δι’ αὐτῶν τῆς τῶν ῥημάτων φωνῆς νοῶμεν τὸ διάφορον· εἰ γὰρ καὶ σημασίᾳ οὐδὲν ἀλλήλων διαφέρουσιν, ἀλλὰ συζυγίᾳ καὶ κλίσει πολὺ διεστήκασιν, ὡς καὶ τὰ σχήματα, ἐπεὶ οὔτε τὴν αὐτὴν κλίσιν οὔτε τὴν αὐτὴν σημασίαν ἔχει [καὶ] τὰ ἁπλᾶ καὶ τὰ σύνθετα· τὸ μὲν γὰρ σέβω πρώτης συζυγίας τῶν βαρυτόνων λέγομεν εἶναι, τὸ δὲ εὐσεβῶ πρώτης τῶν περισπωμένων, καὶ πάλιν τὸ μὲν φρονῶ ἐν τῷ παρατατικῷ ἔξωθεν λαμβάνει τὸ ε , οἷον ἐφρόνουν, τὸ δὲ καταφρονῶ ἔσωθεν· οὐ γὰρ λέγομεν ἐκαταφρόνουν, ἀλλὰ κατεφρόνουν. Πρόσωπ α , χρόνοι καὶ συζυγία ι.] Ταῦτα ἐν τοῖς ἰδίοις τόποις διεροῦμεν. § 16 (20b). Περὶ ἄρθρου. Ἔφασάν τινες δεῖν τοῦ ἄρθρου προτετάχθαι· τὴν ἀντωνυμίαν· οἷς οὐ χρὴ πείθεσθαι· ἡ μὲν γὰρ ἀντὶ ὀνόματος παραλαμβάνεται, τὸ δὲ σὺν ὀνόματι τάττεται· καὶ εὔλογον προκρίνεσθαι τὸ μετά τινος τῆς ἀντί τινος· προτακτέον τοίνυν τὸ συνὸν τοῖς ὀνόμασι τῆς ἀντὶ αὐτῶν παραλαμβανομένης. Καὶ λεκτέον ἄρθρον αὐτὸ λέγεσθαι ἤτοι ἐκ τοῦ συναρτᾶσθαι πτωτικοῖς καὶ μηδέποτε δίχα αὐτῶν εὑρίσκεσθαι· ἀμέλει ἡνίκα ἀπόλλυσι τὴν πρὸς τὰ πτωτικὰ συνάρτησιν, ἀντωνυμία γίνεται, οἷον 〈Α 12〉 ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶ ν, 〈Ε 292〉 τοῦ δ ’ ἀπὸ μὲν γλῶσσα ν, 〈Ε 603〉 τῷ δ ’ αἰεὶ πάρα εἷς γ ε· ἐν τούτοις γὰρ μὴ εὑρὸν ποίῳ πτωτικῷ συναρτηθῇ, ἀντὶ ἀντωνυμίας παραλαμβάνεται· ἢ παρὰ τὸ ἀρθροῦν τὰ 〈ὀνόματα〉 κατ’ ἀριθμὸν καὶ γένος καὶ πτῶσιν. |
| 74 | Ἀλλὰ πῶς τὸ ἄρθρον ἀρθροῖ ταῦτα; Ἐὰν προταγῇ τὸ ὁ, εὑρεθήσεται ἀρσενικὸν ὄνομα ἀριθμοῦ ἑνικοῦ πτώσεως ὀρθῆς, ἐὰν δὲ τὸ τῶν ἄρθρον αὐτοῦ προταγῇ, εὑρεθήσεται 〈ἀρσενικὸν ἢ〉 θηλυκὸν 〈ἢ οὐδέτερον〉 ὄνομα ἀριθμοῦ πληθυντικοῦ πτώσεως γενικῆς· ἢ παρὰ τὸ ἀρθροῦν κατὰ ἀναφορὰν τὴν προϋποκειμένην ἐν ἡμῖν γνῶσιν. Ὁριστέον οὖν αὐτὸ οὕτως· ἄρθρον ἐστὶ μέρος λόγου συναρτώμενον πτωτικοῖς κατὰ παράθεσιν προτακτικῶς ἢ ὑποτακτικῶς μετὰ τῶν συμπαρεπομένων τῷ ὀνόματι εἰς γνῶσιν προϋποκειμένην, ὅπερ καλεῖται ἀναφορά. Ἄρθρον 〈ἐστὶ〉 μέρος λόγου πτωτικό ν, ἀντὶ τοῦ πτώσεις ἐν ἑαυτῷ ἔχον, προτασσόμενον [καὶ ὑποτασσόμενον] τῆς κλίσεως τῶν ὀνομάτω ν.] Προστιθέναι δεῖ «καὶ ὑποτασσόμενον», ἵν’ ᾖ «προτασσόμενον καὶ ὑποτασσόμενον», τότε δηλονότι, ἡνίκα εἰς γνῶσιν προϋποκειμένην παραλαμβάνεται, ἥτις ἐστὶν ἀναφορά, ἐπεὶ οὐ πάντως προτάσσεται τοῦ ὀνόματος· καὶ ἔστι προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς, οἷον «ἄνθρωπος ὃς ἦλθε». Δέον δὲ εἰδέναι ὅτι τὰ μὲν προτακτικὰ καταλλήλως προτίθεται τῶν πτωτικῶν, τὰ δὲ ὑποτακτικὰ ἔσθ’ ὅτε καὶ ἐν διαφόρῳ πτώσει· καὶ τοῦ μὲν προτέρου 〈παράδειγμα «ὁ ἄνθρωπος περιπατεῖ», τοῦ δὲ ἑτέρου〉 «ἐθεασάμην τὸν ἄνθρωπον ᾧ ὡμίλησα». Καὶ διὰ τί; Λεχθήσεται ἡ αἰτία ἐν τῷ περὶ ἀντωνυμιῶν. Ἔστι δὲ ἡ κλίσις αὐτῶν κατὰ ἀκολουθίαν φωνῆς καὶ οὐ κατὰ ἀκολουθίαν τῆς σημασίας. Εἶπον δὲ τοῦτο, ἐπειδὴ θεματικὰ πρὸς ἐνίων ὑπελήφθη, ὡς καὶ αἱ πρωτότυποι τῶν ἀντωνυμιῶν, λεγόντων κατὰ ποῖον δὴ λόγον εἴποι τις τοῦ ὁ γενικὴν εἶναι τὸ τοῦ; ὅπου γε πάντα τὰ πτωτικὰ αὐτὸ μόνον κατὰ τὸ τέλος θέλει διαλλάττειν καὶ οὐ κατὰ τὸ ἄρχον, καὶ τὰ παρεσχηματισμένα τῶν οὐδετέρων συνάρχεται ἐκείνοις ἀφ’ ὧν καὶ παρεσχημάτισται· ἤρξατο δὲ τὸ οὐδέτερον ἀπὸ τοῦ τ , τοῦ ὁ ἀρσενικοῦ καὶ τοῦ ἡ θηλυκοῦ μὴ ἐχόντων τὸ τ · ποίας δὲ καὶ ἔχεται ἀκολουθίας τὸ ὦ κλητικὸν πρὸς τὸ ὁ, ὅτε αἱ κλητικαὶ θέλουσιν εἶναι ἢ 〈αἱ〉 αὐταὶ ταῖς εὐθείαις ἢ ἐλάττονες, τὸ δὲ 〈ὦ〉 ἐκ τῶν ἐναντίων καὶ μεγεθύνεται πρὸς τῷ καὶ τὸ πνεῦμα μαχόμενον ἔχειν; Πρὸς οὓς δεῖ λέγειν, ὅτι καὶ κατὰ τόνον καὶ κατὰ πτῶσιν καὶ κατὰ γραφὴν ἀκόλουθά ἐστι τὰ ἄρθρα ὑπεξαιρουμένου τοῦ ὦ, περὶ οὗ λεχθήσεται ἰδίᾳ ὡς οὐκ ἔστιν ἄρθρον ἀλλ’ ἐπίρρημα· τὸ γὰρ ὁ μόνον τὴν ἀφαίρεσιν τοῦ τ πέπονθε κατὰ τὴν εὐθεῖαν, καὶ τὸ θηλυκὸν αὖ τὸ ἡ· καὶ μαρτυροῦσι τούτων τὰ πληθυντικὰ ἐντελῶς λεγόμενα παρὰ Δωριεῦσι τοί καὶ ταί· διελέγχουσι δὲ τοῦτο καὶ αἱ λοιπαὶ πτώσεις ἀπὸ τοῦ τ ἀρχόμεναι· ὥσπερ γὰρ τὸ καλός ἔχει [τὸ] δυϊκὸν τὸ καλώ καὶ τὸ καλή τὸ καλά, οὕτω καὶ τὸ τός καὶ τὸ τή ἔχει τὰ δυϊκὰ τώ καὶ τά· ὁμοίως καὶ τὸ πνεῦμα σαφὲς τοῦτο παρίστησιν, ἐπεὶ οὐ δασύνεται ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον, εἰ μὴ ἀποβολὴν τοῦ τ ποιήσηται· οὐκοῦν ἐν οἷς δασύνεται τὸ ὁ καὶ τὸ ἡ καὶ τὰ τούτων πληθυντικά, ἐν τούτοις δείκνυσι τὴν ἀφαίρεσιν τοῦ τ . |
| 75 | Πέπονθε δὲ τὸ ἀρσενικὸν καὶ ἀποκοπὴν τοῦ ς κατὰ τὸ τέλος· καὶ ἔστιν ἐντεῦθεν γνῶναι· πᾶν γὰρ πτωτικὸν εἰς οι λῆγον κατὰ τὸ πληθυντικὸν εἰς ος λήγουσαν ἔχει τὴν ἑνικὴν εὐθεῖαν. Καὶ ἐξ ἄλλων δὲ πολλῶν κανόνων ἔστι μαθεῖν, ὅτι τός ἦν τὸ ἀρσενικὸν ἄρθρον κατὰ τὴν ἑνικὴν εὐθεῖαν καὶ τὸ θηλυκὸν τή καὶ τὸ οὐδέτερον τόν, ἐπειδή φαμεν ὅτι τὰ ἀπὸ τῶν εἰς ος ληγόντων ἀρσενικῶν παρεσχηματισμένα οὐδέτερα τῇ αἰτιατικῇ αὐτῶν συνεμπίπτει, ὁ καλός τὸν καλόν τὸ καλόν, ὁ σοφός τὸν σοφόν τὸ σοφόν· εἰ τοίνυν ἡ εὐθεῖα τῶν ἀρσενικῶν τός ἦν καὶ ἡ αἰτιατικὴ τόν, δῆλον ὅτι καὶ τὸ οὐδέτερον τόν ἦν κατὰ τὴν ἑνικὴν εὐθεῖαν. Ἀλλ’ ἀναγκαίως ἐλλείπει τὸ ν · ἐπειδὴ γὰρ ἀντωνυμίαις συνεμπίπτει ἡ φωνὴ τῶν ἄρθρων, 〈Α 12〉 ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆα ς, 〈ex. gr. Α 84〉 τὸν δ ’ ἀπαμειβόμενο ς, 〈ν 88〉 ὣς ἡ ῥίμφα θέουσ α, ἀναγκαίως τὸ οὐδέτερον εἰς ο ἔληξεν, ἵνα συνεμπέσῃ τῇ ἐκεῖνο καὶ τοῦτο καὶ αὐτό ἀντωνυμίᾳ. Παρέπεται δὲ αὐτῷ γέν η , ἀριθμο ί , πτώσει ς.] Καλῶς καὶ εὐλόγως γένη καὶ ἀριθμοὶ καὶ πτώσεις τῷ ἄρθρῳ παρέπονται· ἐπεὶ γὰρ τοῖς πτωτικοῖς συνήρτητο, καὶ τὰ τούτοις ἔσχε παρεπόμενα, ἵνα καθὼς τὸ ὄνομα γένος ἐπιδέχεται, ὁμοίως καὶ τὸ ἄρθρον ἐπιδέξηται, ἡνίκα πρὸς αὐτὸ ποιήσηται τὴν συνάρτησιν, καὶ ὡς 〈τὸ ὄνομα〉 ἀριθμὸν καὶ πτῶσιν ἐμφαίνει, ὁμοίως καὶ τὸ ἄρθρον ἐμφαίνῃ. Ὥσπερ τοίνυν τῶν ὀνομάτων γένη τρία λέγομεν εἶναι, οὕτω καὶ τῶν ἄρθρων τὰ ἰσάριθμα γένη καταλέγομεν, φάσκοντες ἀρσενικὸν μὲν γένος ὁ, θηλυκὸν δὲ ἡ, οὐδέτερον δὲ τό. Καὶ πάλιν ὥσπερ τῶν ὀνομάτων ἀριθμοὺς λέγομεν εἶναι τρεῖς, ἑνικός, δυϊκὸς καὶ πληθυντικός, οὕτω καὶ τῶν ἄρθρων τρεῖς φαμεν εἶναι· καὶ ἔστιν ἑνικὸς μὲν ἀρσενικὸς ὁ, δυϊκὸς δὲ τώ, πληθυντικὸς δὲ οἱ· καὶ ὡσαύτως ἑνικὸς μὲν θηλυκὸς ἡ, δυϊκὸς δὲ τά, πληθυντικὸς δὲ αἱ· καὶ τὸ τρίτον ἑνικὸς μὲν οὐδέτερος τό, δυϊκὸς δὲ τώ, πληθυντικὸς δὲ τά. |
| 76 | Καὶ πάλιν ὥσπερ τῶν ὀνομάτων πτώσεις εἶναι λέγομεν πέντε, οὕτω καὶ τῶν ἄρθρων τὰς αὐτὰς εἶναί φαμεν· καὶ ἔστιν ὀρθῆς μὲν πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα ὁ καλός, 〈γενικῆς δὲ πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα〉 τοῦ καλοῦ, δοτικῆς δὲ πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα τῷ καλῷ, αἰτιατικῆς δὲ πτώσεως ἀρσενικὸν ἄρθρον καὶ ἀρσενικὸν ὄνομα τὸν καλόν· τὸ δὲ ὦ κοινόν ἐστι καὶ γενῶν καὶ ἀριθμῶν κλήσεως ἐπίρρημα. Χρὴ δὲ ὁμοίως εἰδέναι, ὅτι κατὰ γένος καὶ ἀριθμόν εἰσι πτώσεις, ἃς μετὰ βραχὺ κατὰ τὴν ἐξήγησιν ἐπιόντες δηλώσομεν. Γένη μὲν οὖν εἰσι τρί α , ὁ ποιητή ς , ἡ ποίησις καὶ τὸ ποίημ α.] Ἐντέχνως διὰ 〈τοῦ εἰπεῖν ὁ ποιητής ἐσήμηνεν〉 ἡμῖν ἀρσενικὸν γένος κατά 〈τε〉 ἄρθρον καὶ ὄνομα, καὶ διὰ τοῦ εἰπεῖν ἡ ποίησις πάλιν ἐδήλωσεν ἡμῖν θηλυκὸν γένος κατά τε [τὸ] ἄρθρον καὶ ὄνομα, καὶ τὸ τρίτον διὰ τοῦ εἰπεῖν τὸ ποίημα πάλιν ἐσαφήνισεν ἡμῖν οὐδέτερον γένος κατά τε ἄρθρον καὶ ὄνομα, ἵνα δείξῃ, ὅτι τὸ ἄρθρον πτωτικοῖς συναρτᾶται. Ἀριθμοὶ δὲ 〈τρεῖσ 〉 , ἑνικὸς ὁ ἡ τ ό.] Ἀριθμὸς ἑνικὸς ἀρσενικοῦ ἄρθρου ὁ, καὶ ἀριθμὸς ἑνικὸς θηλυκοῦ ἄρθρου ἡ, καὶ ἀριθμὸς ἑνικὸς οὐδετέρου ἄρθρου τό· ἀριθμὸς δὲ δυϊκὸς ἀρσενικοῦ ἄρθρου τώ, ἀριθμὸς δὲ δυϊκὸς θηλυκοῦ ἄρθρου τά, καὶ ἀριθμὸς δυϊκὸς οὐδετέρου ἄρθρου τώ· ἀριθμὸς δὲ πληθυντικὸς ἀρσενικοῦ ἄρθρου οἱ, καὶ ἀριθμὸς πληθυντικὸς θηλυκοῦ ἄρθρου αἱ, καὶ ἀριθμὸς πληθυντικὸς οὐδετέρου ἄρθρου τά. Πτώσεις δὲ πέντ ε , ὁ τοῦ τῷ τόν ὦ.] Αὗται αἱ πτώσεις γένους εἰσὶ μόνου ἀρσενικοῦ καὶ ἀριθμοῦ μόνου ἑνικοῦ. § 17 (21 et 22b). Περὶ ἀντωνυμίας. Εὐλόγως τέτακται μετὰ τὸ ἄρθρον ἡ ἀντωνυμία, εἴ γε ἐπεχείρησε καὶ πρὸ τοῦ ἄρθρου ταγῆναι, καθὸ ἐκεῖνο μὲν ἀναφορὰν μόνον, ἡ δὲ ἀντωνυμία καὶ δεῖξιν καὶ ἀναφορὰν σημαίνει· ἀλλὰ τὴν δευτέραν εἴληχε τάξιν τοῦ ἄρθρου, ἐπεὶ προκρίνεσθαι ἔδει τὸ μετά τινος τοῦ ἀντί τινος. Ὁμοίως ζητοῦσί τινες περὶ τοῦ ὀνόματος, λέγοντες, εἰ ὄνομά ἐστι τὸ ἁπλοῦν, τί μὴ ἀντονομία τὸ παρασύνθετον λέγεται; Καί φαμεν ὅτι τὸ ὄνομα συντιθέμενον τρέπει τὸ μὲν πρῶτον ο εἰς ω , τὸ δὲ δεύτερον ο εἰς υ , οἷον διώνυμον ἀνώνυμον φερώνυμον. |
| 77 | Καλῶς δὲ ἡ φύσις ἐπενόησε τοῖς μὲν ῥήμασι τὴν μετοχήν, ἐπειδὴ πέφυκε τὰ ῥήματα συντάττεσθαι τοῖς ὀνόμασιν, οἷον «Πλάτων ἀναγινώσκει»· καὶ βουλομένων ἡμῶν κλῖναι τὰ ῥήματα μετὰ τῶν ὀνομάτων καὶ μὴ δυναμένων λέγειν «Θέωνος ἀναγινώσκει», εὐθέως ὑπεισέρχεται χαριζομένη τοῖς ῥήμασι πτώσεις ἡ μετοχή, καὶ ἔστι σὺν αὐτοῖς τοῖς ὀνόμασι φυσικῶς πραγματευομένη, οἷον «Θέωνος τύπτοντος», «Θέωνι ἀναγινώσκοντι», «Θέωνα ἐξηγούμενον»· τοῖς δὲ ὀνόμασι τὴν ἀντωνυμίαν, ἐπειδὴ τῶν ῥημάτων ἐχόντων πρῶτον καὶ δεύτερον πρόσωπον, καὶ τῶν ὀνομάτων τρίτου ὄντων προσώπου καὶ οὐ συντασσομένων τοῖς τοῦ πρώτου καὶ δευτέρου προσώπου ῥήμασιν, ἀνθυπεισῆλθεν ἡ ἀντωνυμία ἔχουσα πρόσωπα καὶ πρόσωπα ποιοῦσα τοῖς ὀνόμασιν· ἀντὶ γὰρ ἀδυνάτου τοῦ «Θέων ἐποίησα» λέγεται «ἐγὼ ἐποίησα», καὶ ἀντὶ ἀδυνάτου τοῦ «Πλάτων ἔγραψας» φαμὲν «σὺ ἔγραψας». Ἔστι δὲ αὐτῆς ὁ ὅρος οὗτος· «ἀντωνυμία ἐστὶ λέξις ἀντὶ ὀνόματος παραλαμβανομένη, προσώπων ὡρισμένων παραστατικὴ μετὰ κλίσεως τῆς κατὰ πτῶσιν καὶ ἀριθμὸν θεματικῆς, ὁπότε μὴ διὰ τῆς φωνῆς τὸ γένος παριστάνει». Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἀντωνυμία μέν ἐστιν αὐτὸ τὸ πρᾶγμα καὶ αὐτὴ ἡ σημασία, ἀντώνυμον δὲ αὐτὴ ἡ λέξις καὶ ἡ φωνή, ὡς προσηγορία μὲν τὸ πρᾶγμα, προσηγορικὸν δὲ ἡ λέξις. Ἀντὶ ποίου ὀνόματος παραλαμβάνεται ἡ ἀντωνυμία; Τοῦτο οὐκ ἐδήλωσε· λέγομεν δὲ ἡμεῖς, ὅτι ἀντὶ κυρίου ὀνόματος μόνου, ἵν’ ᾖ οὕτως ὁ λόγος· «ἀντωνυμία ἐστὶ λέξις ἀντὶ ὀνόματος κυρίου μόνου παραλαμβανομένη προσώπων ὡρισμένων δηλωτική», ἤγουν ἐγνωσμένων καὶ δεδηλωμένων, ὅ ἐστι γνώσει παραλαμβανομένων. |
| 78 | Παραλαμβάνεται δὲ τῇ γνώσει τὸ πρόσωπον ἐν ταῖς ἀντωνυμίαις, καθὸ ἢ δεῖξιν σημαίνουσιν ἢ ἀναφοράν· 〈καὶ〉 ἐν μὲν 〈τῷ〉 πρώτῳ καὶ δευτέρῳ προσώπῳ δεῖξιν μόνον σημαίνουσιν, ἐν δὲ τῷ τρίτῳ καὶ δεῖξιν καὶ ἀναφοράν, πλὴν τῆς αὐτός· αὕτη γὰρ ἀναφορὰν μόνην σημαίνει, οὐ παντελῶς τῆς δείξεως ἀμοιροῦσα, συντάσσεται γὰρ ταῖς δεικτικαῖς ἀντωνυμίαις. Παρέπεται δὲ τῇ ἀντωνυμίᾳ ἕ ξ.] Καὶ ἐκ τῶν παρεπομένων τῇ ἀντωνυμίᾳ δῆλόν ἐστιν ὅτι ἀντ’ ὀνόματος παραλαμβάνεται· ὅσα γὰρ τῷ ὀνόματι, καὶ αὐτῇ παρέπεται, πλεοναζόντων μόνων τῶν προσώπων ἐν τοῖς παρεπομένοις, διὰ τὸν προειρημένον λόγον τὸν λέγοντα, ὅτι διὰ τοῦτο παρελήφθη ἡ ἀντωνυμία, ἵνα ἀναπληρώσῃ ἀντὶ τοῦ ὀνόματος πρῶτον καὶ δεύτερον πρόσωπον, καθὸ οὐ δέδοται Θέωνι ἐκ τεχνικοῦ παραγγέλματος λέγειν «Θέων τύπτω», ἀλλ’ «ἐγὼ τύπτω», οὐδὲ «Δίων τύπτεις», ἀλλὰ «σὺ τύπτεις», ἐπειδὴ τὰ ὀνόματα, καθὼς ἤδη εἰρήκαμεν, τρίτου εἰσὶ προσώπου. Πρόσωπα πρωτοτύπων μὲν ἐγώ σύ ἵ.] Ὥσπερ δύο ἀδελφῶν διαιρουμένων πάντα τὰ τῆς οὐσίας εἰς δύο διαιρεῖται, καὶ εἰ τύχοι χρυσὸς ὢν ἐν τῇ οὐσίᾳ, καὶ τούτῳ χρυσὸς ἀποδίδοται καὶ τούτῳ, οὕτως εἰς δύο διαιρουμένων τῶν ἀντωνυμιῶν, εἴς τε πρωτότυπον καὶ παράγωγον, πάντα τὰ παρεπόμενα εἰς δύο διαιρεῖται, εἴς τε τὴν πρωτότυπον ἀντωνυμίαν καὶ εἰς τὴν παράγωγον· καὶ ἐπειδὴ πρῶτον παρεπόμενόν ἐστι τὰ πρόσωπα, ἀποδοτέον καὶ τῇ πρωτοτύπῳ πρόσωπα καὶ τῇ παραγώγῳ. Ἔστι τοίνυν τὰ πρόσωπα τῶν μὲν πρωτοτύπων ἀντωνυμιῶν ἐγώ σύ ἵ. Καὶ μὴ ἀκούων, ὦ τᾶν, πρόσωπα καὶ πτώσεις ἐν ταῖς ἀντωνυμίαις ταραχθῇς, τοῦτο λογιζόμενος, πῶς καὶ πρόσωπα καὶ πτώσεις ὁρῶνται ἐν τῇ αὐτῇ ἀντωνυμίᾳ, τοῦ ὀνόματος μὴ ἔχοντος οὕτως· τοῦτο γὰρ αὐτὸ σαφές σοι γενήσεται. Προειρήκαμεν γὰρ ἤδη, ὅτι τὸ ὄνομα οὐκ ἠδύνατο οὔτε πρώτῳ προσώπῳ ῥήματος οὔτε δευτέρῳ συντάττεσθαι, ἀλλὰ μόνῳ τρίτῳ· καὶ διὰ τοῦτο προῆλθεν ἡ ἀντωνυμία, ἀντὶ ὀνόματος ἀναπληροῦσα τὴν σύνταξιν τὴν ὀφείλουσαν γίνεσθαι ἔν τε πρώτῳ καὶ δευτέρῳ προσώπῳ τοῦ ῥήματος· ὥστε εἴ γε ἠδυνήθη τὸ ὄνομα τοῦτο ποιῆσαι, ἐλέγετο ἂν τὸ ὄνομα πρόσωπα ἔχειν, καὶ τῆς ἀντωνυμίας οὐκ ἐγίνετο χρεία. Οἷον εἰ ἐφίετο Θουκυδίδην λέγειν «Θουκυδίδης συνέγραψα», ἐλέγετο ἂν τὸ Θουκυδίδης ὄνομα πρώτου προσώπου εἶναι, ἐπειδὴ ῥήματι τῷ συνέγραψα συνετάττετο πρώτου προσώπου ὄντι· καὶ πάλιν εἰ δυνατὸν ἦν λέγειν «Θουκυδίδης συνέγραψας», ἐλέγετο ἂν τὸ Θουκυδίδης ὄνομα δευτέρου προσώπου 〈εἶναι〉, ἐπειδὴ ῥήματι συνετάττετο δευτέρου προσώπου ὄντι· ἀλλ’ ἐπειδὴ τοῦτο ἀδύνατον, φαμὲν ἀντὶ τοῦ «Θουκυδίδης συνέγραψα» πρώτου προσώπου τὸ «ἐγὼ συνέγραψα», 〈καὶ〉 ἀντὶ τοῦ «Θουκυδίδης συνέγραψας» δευτέρου προσώπου τὸ «σὺ συνέγραψας». |
| 79 | Ἔστι τοίνυν ἡ ἐγώ ἀντωνυμία πρώτου προσώπου καὶ ἡ σύ δευτέρου εὐθείας πτώσεως· ἀντὶ γὰρ τοῦ Θουκυδίδης ὀνόματος ὀρθῆς ὄντος πτώσεως παρελήφθησαν· καὶ γένους νῦν ἀρσενικοῦ, ἐπειδὴ 〈ἀντὶ〉 ἀρσενικοῦ ὀνόματος παρελάβομεν· εἰ δὲ εἴη γυνὴ ἡ λέγουσα «ἐγὼ ἔγραψα», ἢ πρὸς γυναῖκά φαμεν «σὺ ἔγραψας», γένους ἂν εἴη θηλυκοῦ ἐν τοῖς τρισὶ προσώποις καὶ πτώσεως ὀρθῆς ἡ ἐγώ σύ ἵ ἀντωνυμία 〈καὶ ἀριθμοῦ ἑνικοῦ, περὶ γὰρ μιᾶς φαμεν, καὶ σχήματος ἁπλοῦ〉· καὶ πάλιν εἰ παιδίον εἴη τὸ λέγον «ἐγὼ ἔγραψα», ἢ πρὸς παιδίον λέγομεν «σὺ ἔγραψας», γένους ἂν εἴη οὐδετέρου ἐν τοῖς τρισὶ προσώποις καὶ πτώσεως ὀρθῆς ἡ ἐγώ σύ ἵ ἀντωνυμία, καὶ ἀριθμοῦ ἑνικοῦ, περὶ γὰρ ἑνός φαμεν, καὶ σχήματος ἁπλοῦ, ἁπλῆ γὰρ ὁρᾶται καὶ μίαν ἔχουσα λέξιν κατὰ 〈πᾶν〉 πρόσωπον ἡ ἐγώ 〈σύ ἵ〉 ἀντωνυμία, καὶ εἴδους πρωτοτύπου, πρωτόθετος γάρ ἐστι καὶ πρωτοφυής, μήπω παραγωγὴν ἐξ ἄλλου εἰς τὸ εἶναι δεξαμένη. Οὐ μὴν σιωπήσω καὶ τὰς πλαγίους αὐτῆς κατὰ πρόσωπον καὶ πτῶσιν καὶ ἀριθμόν· τὸ γὰρ γένος αὐτῆς οὐκ ἐκ τῆς φωνῆς, ἀλλ’ ἐκ τῆς δείξεως τοῦ λέγοντος διακρίνεται· καὶ τὸ σχῆμα ἴσμεν ὅτι ἁπλοῦν ἐστι, καὶ τὸ εἶδος ὅτι πρωτότυπον· οὐκοῦν ἰτέον ἐπὶ τὴν κλίσιν, ἵνα τοῖς 〈ἐν〉τυγχάνουσι σαφὴς αὕτη γένηται. Πρὸ δὲ τῆς κλίσεως εἰδέναι χρή, ὅτι τῶν μὲν ὀνομάτων καὶ τῶν ῥημάτων ἡ κλίσις κατ’ ἀκολουθίαν φωνῆς προέρχεται, καὶ ἡ ἑτέρα ὑπὸ τῆς ἑτέρας κανονίζεται, αἱ δὲ πρωτότυποι ἀντωνυμίαι σημασίᾳ μόνον ποιοῦνται τὴν κλίσιν, οὐ μέντοι φωνῆς ἀκολουθίᾳ· διὸ καὶ θεματικὰς αὐτὰς καλοῦμεν, ὅτι ἑκάστη φωνὴ ἑαυτῇ ἐστι θέμα, καὶ οὐ κανονίζεται ἡ ἑτέρα ὑπὸ τῆς ἑτέρας. Ἐπεὶ τοίνυν διὰ φωνῆς ἀκολούθου οὐκ ἔστιν ἡμῖν δυνατὸν περιγενέσθαι τῆς κλίσεως αὐτῶν, ἀπὸ ὀνομάτων ἀντ’ αὐτῶν παραλαμβανομένων ἐπιγνωσόμεθα αὐτῶν τὰς πτώσεις· ἀντωνυμία γὰρ καλεῖται, ὅτι ἀντὶ ὀνόματος παραλαμβάνεται. |
| 80 | Εἰ τοίνυν ἀντὶ τοῦ «Πλάτων ἀναγινώσκω» εἴποι Πλάτων ὑπὲρ ἑαυτοῦ «ἐγὼ ἀναγινώσκω», ἐναργὲς ὡς ἡ ἐγώ ἀντωνυμία εὐθείας ἐστὶ πτώσεως πρώτου προσώπου ἀριθμοῦ ἑνικοῦ, ἧς τὸ δεύτερον καὶ τρίτον πρόσωπον εἴποι ἂν Πλάτων πρός τινα καὶ περί τινος, τῆς αὐτῆς πτώσεως μενούσης καὶ τοῦ αὐτοῦ ἀριθμοῦ ὄντος ὁμοίως τῷ συντεταγμένῳ ὀνόματι, «σὺ Δίων περιπατεῖς», «αὐτὸς Σωκράτης πράττει»· ἡ γὰρ αὐτός ἀντὶ τῆς ἵ παραλαμβάνεται ἀλέκτου οὔσης. Καὶ εἰ ἀντὶ τοῦ «Πλάτωνος 〈ἀναγινώσκοντος» εἴποι Πλάτων ὑπὲρ ἑαυτοῦ〉 «ἐμοῦ ἀναγινώσκοντος», δῆλον ὡς γενικῆς πτώσεώς ἐστι καὶ πρώτου προσώπου ἡ ἐμοῦ ἀντωνυμία, ἧς τὸ δεύτερον καὶ τρίτον πρόσωπον 〈εἴποι ἂν Πλάτων πρός τινα καὶ περί τινος «σοῦ Δίωνος περιπατοῦντος», «αὐτοῦ Σωκράτους πράττοντος»· καὶ εἰ ἀντὶ τοῦ «Πλάτωνι ἀναγινώσκοντι» δυνατὸν Πλάτωνα εἰπεῖν ὑπὲρ ἑαυτοῦ «ἐμοὶ ἀναγινώσκοντι», δῆλον ὡς ἡ ἐμοί ἀντωνυμία δοτικῆς πτώσεώς ἐστι καὶ πρώτου προσώπου, ἧς τὸ δεύτερον καὶ τρίτον πρόσωπον〉 δέδοται Πλάτωνι λέγειν πρός τινα καὶ περί τινος «σοὶ Δίωνι περιπατοῦντι», «αὐτῷ Σωκράτει πράττοντι»· καὶ εἰ ἀντὶ τοῦ «Πλάτωνα ἀναγινώσκοντα» δυνατὸν Πλάτωνα εἰπεῖν ὑπὲρ ἑαυτοῦ «ἐμὲ ἀναγινώσκοντα», φανερὸν 〈ὡσ〉 ἡ ἐμέ ἀντωνυμία αἰτιατικῆς ἐστι πτώσεως καὶ πρώτου προσώπου, ἧς τὸ δεύτερον καὶ τρίτον πρόσωπον δυνατόν ἐστιν εἰπεῖν Πλάτωνα πρός τινα καὶ περί τινος «σὲ Δίωνα περιπατοῦντα», «αὐτὸν Σωκράτην πράττοντα». Ἐπεὶ τοίνυν μεμαθήκαμεν, ὅτι σημασίᾳ μόνον ποιοῦνται τὴν κλίσιν αἱ πρωτότυποι ἀντωνυμίαι, καὶ ὅτι ἀπὸ ὀνομάτων ἀντ’ αὐτῶν παραλαμβανομένων ἐπιγινώσκονται αὐτῶν αἱ πτώσεις, ἔλθωμεν ἐπὶ τὴν κλίσιν αὐτῶν, κλίνοντες αὐτὰς κατὰ πρόσωπον καὶ ἀριθμὸν καὶ πτῶσιν οὕτως· ἀντωνυμία πρωτότυπος πρώτου προσώπου ὀρθῆς πτώσεως ἑνικοῦ ἀριθμοῦ «ἐγὼ Πλάτων ἀναγινώσκω», βʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. «σὺ Δίων περιπατεῖς», γʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. «ἳ Σωκράτης πράττει»· αʹ πρ. γεν. πτ. ἑν. ἀρ. «ἐμοῦ Πλάτωνος ἀναγινώσκοντος», βʹ πρ. γεν. πτ. ἑν. ἀρ. «σοῦ Δίωνος περιπατοῦντος», γʹ πρ. γεν. πτ. ἑν. ἀρ. «οὗ Σωκράτους πράττοντος»· αʹ πρ. δοτ. πτ. ἑν. ἀρ. «ἐμοὶ Πλάτωνι ἀναγινώσκοντι, βʹ πρ. δοτ. πτ. ἑν. ἀρ. «σοὶ Δίωνι περιπατοῦντι», γʹ πρ. δοτ. πτ. ἑν. ἀρ. «οἷ Σωκράτει πράττοντι»· αʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. «ἐμὲ Πλάτωνα 〈ἀναγινώσκοντα〉», βʹ πρ. |
| 81 | αἰτ. πτ. ἑν. ἀρ. «σὲ Δίωνα περιπατοῦντα», γʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. «ἓ Σωκράτην πράττοντα»· βʹ πρ. μόνου κλητικῆς πτώσεως ἑν. ἀρ. «σὺ Δίων περιπατεῖς»· οὔτε γὰρ κατὰ τὸ πρῶτον πρόσωπον οὔτε κατὰ τὸ τρίτον κλητικὴν ἔχουσι τὰ ἑνικά ἐπεὶ οὐδεὶς ἑαυτὸν καλεῖ οὐδὲ τὸν ἀπόντα. Περὶ δυϊκοῦ ἀριθμοῦ. —Ἀντωνυμία πρωτότυπος πρώτου προσώπου ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως δυϊκοῦ ἀριθμοῦ «νῶϊ Πλάτωνε ἀναγινώσκοντε», βʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. «σφῶϊ Δίωνε περιπατοῦντε», γʹ πρ. μόνης αἰτ. πτ. δυ. ἀρ. «σφωὲ Σωκράτεε πράττοντε»· ἡ γὰρ ὀρθὴ τοῦ τρίτου προσώπου ἐσιγήθη διά τινα εὔλογον αἰτίαν· ἔστι δὲ αὕτη, ὅτι ἡ μὲν εὐθεῖα ὀρθοτονεῖται, τὸ δὲ τρίτον δυϊκὸν ἐγκλίνεται· πῶς οὖν ἠδύνατο εὐθεῖα κατὰ τὸ τρίτον δυϊκὸν πρόσωπον ἅμα ὀρθοτονεῖσθαι καὶ ἐγκλίνεσθαι; οὐκοῦν εὐλόγως σεσιώπηται. Καὶ ἐπεὶ τοῦτο μεμαθήκαμεν, ἔλθωμεν ἐπὶ τὴν ἑξῆς τῶν δυϊκῶν κλίσιν, κλίνοντες οὕτως· ἀντωνυμία πρωτότυπος αʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. «νῶϊν Πλατώνοιν ἀναγινωσκόντοιν», βʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. «σφῶϊν Διώνοιν 〈περιπατούντοιν〉», γʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. «σφωῒν Σωκρατοῖν πραττόντοιν»· βʹ πρ. μόνου κλητ. πτ. δυ. ἀρ. «σφῶϊ Δίωνε περιπατοῦντε»· οὔτε γὰρ κατὰ τὸ πρῶτον πρόσωπον οὔτε κατὰ τὸ τρίτον κλητικὴν ἔχουσι τὰ δυϊκὰ διὰ τὴν προειρημένην αἰτίαν. Περὶ πληθυντικοῦ ἀριθμοῦ. —Ἀντωνυμία πρωτότυπος αʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. «ἡμεῖς Πλάτωνες ἀναγινώσκοντες», βʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. «ὑμεῖς Δίωνες 〈περιπατοῦντεσ〉», γʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. «σφεῖς Σωκράτεις πράττοντες»· αʹ πρ. γεν. πτ. πληθ. ἀρ. «ἡμῶν Πλατώνων ἀναγινωσκόντων», βʹ πρ. γεν. πτ. πληθ. ἀρ. «ὑμῶν Διώνων 〈περιπατούντων〉», γʹ πρ. γεν. πτ. πληθ. ἀρ. «σφῶν Σωκρατῶν πραττόντων» αʹ πρ. δοτ. πτ. πληθ. ἀρ. «ἡμῖν Πλάτωσιν ἀναγινώσκουσι», βʹ πρ. δοτ. πτ. πληθ. ἀρ. «ὑμῖν Δίωσι περιπατοῦσι», γʹ πρ. δοτ. πτ. πληθ. ἀρ. «σφίσι Σωκράτεσι πράττουσι»· αʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. «ἡμᾶς Πλάτωνας ἀναγινώσκοντας», βʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. «ὑμᾶς Δίωνας περιπατοῦντας», γʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. «σφᾶς Σωκράτεις 〈πράττοντασ〉»· βʹ πρ. μόνου κλητ. πτ. πληθ. ἀρ. «ὑμεῖς Δίωνες περιπατοῦντες»· πάλιν γὰρ οὔτε κατὰ τὸ πρῶτον πρόσωπον οὔτε κατὰ τὸ τρίτον κλητικὴν ἔχουσι τὰ πληθυντικὰ διὰ τὸν προειρημένον λόγον. Χρὴ δὲ εἰδέναι, ὅτι ἡ κατὰ τὸ τρίτον πρόσωπον τῶν πρωτοτύπων ἀντωνυμία, ἥτις ἐστὶν ἵ, καὶ αἱ ἀπ’ αὐτῆς κλίσεις ἀσυνήθεις ἦσαν· καὶ ἐξεῦρεν ἡμῖν ἀντ’ ἐκείνης ἄλλας ἡ τέχνη συνήθεις, αἳ καλοῦνται μονοπρόσωποι διὰ τὸ μὴ ἔχειν πρῶτον καὶ δεύτερον πρόσωπον, αἵτινες καὶ ἀναλόγως κλίνονται κατὰ φωνήν. |
| 82 | Εἰσὶ δὲ αὗται· οὗτος αὐτός ἐκεῖνος ὅδε· ἔστι δὲ καὶ 〈ἡ〉 ὁ δεῖνα, ἥτις κέκλιται διχῶς, τοῦ δεῖνος καὶ τοῦ δείνατος. Περιττὸν δὲ ἡγοῦμαι τούτων τὴν κλίσιν ποιήσασθαι καὶ τὸν σχηματισμὸν καὶ τὴν ἐξ αὐτοῦ κλίσιν, τῆς φωνῆς καθὼς προεῖπον ἀναλογίαν ἐχούσης ὡς τὰ εἰς ος ἀρσενικὰ καὶ ἐπιθετικὰ ὀνόματα. Παραγώγων δὲ ἐμός σός ὅ ς.] Ἀπὸ κοινοῦ «πρόσωπα» δεῖ προσθεῖναι, ἵν’ ᾖ «παραγώγων δὲ πρόσωπα»· πρῶτον μὲν πρόσωπον ἐμός, δεύτερον δὲ πρόσωπον σός, καὶ τρίτον ὅς, πάλιν τῶν τριῶν προσώπων πτώσεως ὄντων ὀρθῆς, οἷον ὁ ἐμός ὀρθῆς, ὁ σός ὀρθῆς, ὁ ὅς ὀρθῆς, καὶ γένους ἀρσενικοῦ· ἔστι γὰρ τὸ θηλυκὸν ἡ ἐμή, καὶ τὸ οὐδέτερον τὸ ἐμόν· καὶ ἀριθμοῦ ἑνικοῦ· ἔστι γὰρ τὸ δυϊκὸν τὼ ἐμώ, καὶ τὸ πληθυντικὸν οἱ ἐμοί· καὶ σχήματος ἁπλοῦ μία γὰρ ἁπλῆ σχέσις ἐστὶν ἑκάστη αὐτῶν· καὶ εἴδους παραγώγου, ἐπειδὴ πᾶσαι αἱ κτητικαὶ ἀντωνυμίαι παράγωγοί εἰσι· καὶ παράγονται ἀπὸ τῶν γενικῶν τῶν πρωτοτύπων διὰ τὸ τὴν γενικὴν κτητικὴν εἶναι· καὶ δηλοῦσι πρόσωπα δύο, τό τε τοῦ κτήτορος καὶ τὸ τοῦ κτήματος· ἀλλ’ ἐν μὲν τῷ ἔσω μέρει τῆς λέξεως τὸν κτήτορα παρεμφαίνουσιν, ἐν δὲ τῷ ἔξω τὸ κτῆμα. Συμβαίνει τοίνυν κλινομένων τῶν κτητικῶν ἀντωνυμιῶν καὶ τοῦ μὲν ἔσωθεν αὐτῶν μέρους, ἐν ᾧ ἦν ὁ κτήτωρ, ἀκινήτου ὄντος, τοῦ δὲ ἔξωθεν, ἐν ᾧ ἦν τὸ κτῆμα, κινουμένου, τὸν μὲν κτήτορα ἐπὶ πάσης πτώσεως καὶ ἀριθμοῦ ἀμεταθέτως ἔχειν, τὸ δὲ κτῆμα ἐν μὲν τοῖς ἑνικοῖς ἓν εἶναι, ἐν δὲ τοῖς δυϊκοῖς δύο, ἐν δὲ τοῖς πληθυντικοῖς πολλά. Καὶ ἡ μὲν ἐμοῦ σοῦ οὗ γενικὴ πρωτότυπος οὖς ἑνικοῦ ἀριθμοῦ καὶ ἓν πρόσωπον κατὰ τὸ πρῶτον καὶ δεύτερον καὶ τρίτον πρόσωπον δηλοῦσα, ποιεῖ τὴν ἐμός σός ὅς κτητικὴν ἀντωνυμίαν ἐν τοῖς τρισὶ προσώποις ἕνα κτήτορα ἐπὶ ὅλης τῆς κλίσεως ἔχουσαν εἴπομεν γὰρ ὅτι ἔσωθεν νοούμενος ὁ κτήτωρ ἀμεταθέτως ἔχει τὸ μέντοι κτῆμα ἐν μὲν τοῖς ἑνικοῖς ἓν ἐμφαίνουσιν, 〈ἐν δὲ τοῖς δυϊκοῖς δύο,〉 ἐν δὲ τοῖς πληθυντικοῖς πολλά, ὡς ἔστιν ἐκ τῆς ὑποκειμένης κλίσεως μαθεῖν σαφῶς, ἥτις ἐστὶν αὕτη, ἀκολουθίαν φωνῆς φυλάττουσα καὶ κλινομένη ὡς τὰ εἰς ος ἀρσενικὰ καὶ ἐπιθετικὰ ὀνόματα. Ἀντωνυμία παράγωγος πρώτου προσώπου ὀρθῆς πτώσεως ἑνικοῦ ἀριθμοῦ ὁ ἐμός, βʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ σός, γʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ ὅς· αʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ ἐμοῦ, βʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ σοῦ. γʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ οὗ· αʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ ἐμῷ, βʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ σῷ, γʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ ᾧ· αʹ πρ. αἰτ. πτ. ἑν. |
| 83 | ἀρ. τὸν ἐμόν, βʹ πρ. αιτ. πτ. ἑν. ἀρ. τὸν σόν, γʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν ὅν αʹ πρ. κλητ. πτ. ἑν. ἀρ. ὦ ἐμός· ἀττικῶς γὰρ κέκλιται, ἵνα μὴ συνεμπέσῃ τῇ αἰτιατικῇ τῶν πρωτοτύπων. Αἱ δὲ τοῦ δευτέρου προσώπου κτητικαὶ κλητικὰς οὐκ ἔχουσι· δευτέρου γὰρ ὢν προσώπου ὁ κτήτωρ πρὸς ἑαυτὸν ἀπαιτεῖ γενέσθαι τὴν προσφώνησιν· δεύτερον γάρ ἐστι πρόσωπον πρὸς ὃν ὁ λόγος ὑπὲρ αὐτοῦ· ἀλλὰ καὶ τὸ κτῆμα κλητικῶς γινόμενον πρὸς ἑαυτὸ πάλιν ἀπαιτεῖ γενέσθαι τὴν προσφώνησιν· κλητικὴ γάρ ἐστι τοῦ πέλας κλῆσις· ἀδύνατον δὲ ἐν μιᾷ φωνῇ δύο προσφωνήσεις ἀνὰ μέρος γίνεσθαι. Τρίτου προσώπου κλητικῆς πτώσεως ἑνικοῦ ἀριθμοῦ ὦ ὅς. Περὶ δυϊκοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ ἐμώ, βʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ σώ, γʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ ὥ· αʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν ἐμοῖν, βʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν σοῖν, γʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν οἷν· αʹ πρ. κλητ. πτ. δυ. ἀρ. ὦ ἐμώ· εἰρήκαμεν δὲ ὡς οὐκ ἔχουσι κλητικὰς αἱ τοῦ δευτέρου προσώπου κτητικαὶ ἀντωνυμίαι· γʹ πρ. κλητ. πτ. δυ. ἀρ. ὦ ὥ. Περὶ πληθυντικοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ ἐμοί, βʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ σοί, γʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ οἵ· αʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν ἐμῶν, βʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν σῶν, γʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν ὧν· αʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς ἐμοῖς, βʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς σοῖς, γʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς οἷς· αʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς ἐμούς, βʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς σούς, γʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς οὕς· αʹ πρ. κλητ. πτ. πληθ. ἀρ. ὦ ἐμοί· βʹ πρ. οὐκ ἔστι κλητικὴ διὰ τὸν προειρημένον λόγον· γʹ πρ. κλητ. πτ. πληθ. ἀρ. ὦ οἵ. Ἡ δὲ νῶϊν γενικὴ πρωτότυπος οὖσα καὶ πρώτου προσώπου δυϊκοῦ τε ἀριθμοῦ καὶ δύο πρόσωπα δηλοῦσα ποιεῖ τὴν νωΐτερος πρώτου προσώπου κτητικὴν ἀντωνυμίαν δύο κτήτορας ἔχουσαν, ἥτις κλινομένη ἐπὶ πάσης πτώσεως καὶ παντὸς ἀριθμοῦ δύο κτήτορας δηλοῖ· εἴπομεν 〈γὰρ〉 ὅτι ἔσωθεν νοούμενος ὁ κτήτωρ ἀμεταθέτως ἔχει· τὸ μέντοι κτῆμα αὐτῆς ἐν μὲν ταῖς ἑνικαῖς πτώσεσιν ἕν ἐστιν, ἐν δὲ ταῖς δυϊκαῖς δύο, ἐν δὲ ταῖς πληθυντικαῖς πολλά. Καὶ ἡ σφῶϊν ὁμοίως πρωτότυπος οὖσα καὶ δευτέρου προσώπου καὶ δυϊκοῦ ἀριθμοῦ καὶ δύο πρόσωπα δηλοῦσα ποιεῖ τὴν σφωΐτερος δευτέρου προσώπου κτητικὴν ἀντωνυμίαν 〈δύο κτήτορας ἔχουσαν〉, ἥτις καὶ αὐτὴ κλινομένη ἐπὶ πάσης πτώσεως καὶ 〈παντὸσ〉 ἀριθμοῦ δύο κτήτορας δηλοῖ διὰ τὸν προειρημένον λόγον· τὸ μέντοι κτῆμα αὐτῆς πάλιν ἐν μὲν ταῖς ἑνικαῖς πτώσεσιν ἕν ἐστιν, ἐν δὲ ταῖς δυϊκαῖς δύο, ἐν δὲ ταῖς πληθυντικαῖς πολλά. |
| 84 | Ἡ δὲ σφωΐν τοῦ τρίτου προσώπου τῶν δυϊκῶν γενικὴ διὰ τὸ μόνως ἐγκλίνεσθαι παράγωγον ἀντωνυμίαν οὐκ ἐποίησεν· αἱ γὰρ παράγωγοι ἀπὸ ὀρθοτονουμένων εἰώθασι γίνεσθαι, καὶ οὐκ ἀπὸ ἐγκλιτικῶν, ὡς δῆλον ἐκ τῶν παραδειγμάτων, ἅτινά ἐστι ταῦτα· Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ νωΐτερος, βʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ σφωΐτερος, γʹ πρ. οὐκ ἔστι διὰ τὸν προειρημένον λόγον· αʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ νωϊτέρου, βʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ σφωϊτέρου, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ νωϊτέρῳ, βʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ σφωϊτέρῳ, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν νωΐτερον, βʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν σφωΐτερον, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. κλητ. πτ. ἑν. ἀρ. ὦ νωΐτερε, βʹ πρ. κλητ. πτ. κατὰ τὸν προειρημένον λόγον οὐ συνίσταται, καὶ γʹ πρ. οὐκ ἔστι. Περὶ δυϊκοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ νωϊτέρω, βʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ σφωϊτέρω, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν νωϊτέροιν, βʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν σφωϊτέροιν, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. κλητ. πτ. δυ. ἀρ. ὦ νωϊτέρω, βʹ καὶ γʹ πρ. οὐκ ἔστι. Περὶ πληθυντικοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ νωΐτεροι, βʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ σφωΐτεροι, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν νωϊτέρων, βʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν σφωϊτέρων, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς νωϊτέροις, βʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς σφωϊτέροις, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς νωϊτέρους, βʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς σφωϊτέρους, γʹ πρ. οὐκ ἔστι· αʹ πρ. κλητ. πτ. πληθ. ἀρ. ὦ νωΐτεροι, βʹ καὶ γʹ πρ. οὐκ ἔστιν. Ἡ δὲ ἡμῶν ὑμῶν σφῶν γενικὴ πρωτότυπος οὖσα καὶ πληθυντικοῦ ἀριθμοῦ καὶ πολλὰ πρόσωπα δηλοῦσα κατὰ τὸ πρῶτον καὶ δεύτερον καὶ τρίτον πρόσωπον ποιεῖ τὴν ἡμέτερος ὑμέτερος σφέτερος κτητικὴν ἀντωνυμίαν ἐν τοῖς τρισὶ προσώποις πολλοὺς κτήτορας ἐπὶ ὅλης τῆς κλίσεως ἔχουσαν, ἥτις κλινομένη ἐπὶ πάσης πτώσεως καὶ παντὸς ἀριθμοῦ πολλοὺς κτήτορας δηλοῖ· εἴπομεν γὰρ ὅτι ἔσωθεν νοούμενος ὁ κτήτωρ ἀμεταθέτως ἔχει· τὸ μέντοι κτῆμα αὐτῆς ἐν μὲν ταῖς ἑνικαῖς πτώσεσιν ἕν ἐστιν, ἐν δὲ ταῖς δυϊκαῖς δύο, ἐν δὲ ταῖς πληθυντικαῖς πολλά, ὡς δῆλον ἐκ τῶν παραδειγμάτων, ἅτινά ἐστι ταῦτα· Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ ἡμέτερος, βʹ πρ. ὀρ. |
| 85 | πτ. ἑν. ἀρ. ὁ ὑμέτερος, γʹ πρ. ὀρ. πτ. ἑν. ἀρ. ὁ σφέτερος· αʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ ἡμετέρου, βʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ ὑμετέρου, γʹ πρ. γεν. πτ. ἑν. ἀρ. τοῦ σφετέρου· αʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ ἡμετέρῳ, βʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ ὑμετέρῳ, γʹ πρ. δοτ. πτ. ἑν. ἀρ. τῷ σφετέρῳ· αʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν ἡμέτερον, βʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν ὑμέτερον, γʹ πρ. αἰτ. πτ. ἑν. ἀρ. τὸν σφέτερον· αʹ πρ. κλητ. πτ. ἑν. ἀρ. ὦ ἡμέτερε, βʹ πρ. κλητικὴ οὐ συνίσταται, γʹ πρ. κλητ. πτ. ἑν. ἀρ. ὦ σφέτερε. Περὶ δυϊκοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ ἡμετέρω, βʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ ὑμετέρω, γʹ πρ. ὀρ. καὶ αἰτ. πτ. δυ. ἀρ. τὼ σφετέρω· αʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν ἡμετέροιν, βʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν ὑμετέροιν, γʹ πρ. γεν. καὶ δοτ. πτ. δυ. ἀρ. τοῖν σφετέροιν· αʹ πρ. κλητ. πτ. δυ. ἀρ. ὦ ἡμετέρω, βʹ πρ. κατὰ τὸν προειρημένον λόγον κλητικὴ οὐ συνίσταται, γʹ πρ. κλητ. πτ. δυ. ἀρ. ὦ σφετέρω. Περὶ πληθυντικοῦ ἀριθμοῦ. —Ἀντωνυμία παράγωγος αʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ ἡμέτεροι, βʹ πρ. ὀρ πτ. πληθ. ἀρ. οἱ ὑμέτεροι, γʹ πρ. ὀρ. πτ. πληθ. ἀρ. οἱ σφέτεροι· αʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν ἡμετέρων, βʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν ὑμετέρων, γʹ πρ. γεν. πτ. πληθ. ἀρ. τῶν σφετέρων· αʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς ἡμετέροις, βʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς ὑμετέροις, γʹ πρ. δοτ. πτ. πληθ. ἀρ. τοῖς σφετέροις· αʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς ἡμετέρους, βʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς ὑμετέρους, γʹ πρ. αἰτ. πτ. πληθ. ἀρ. τοὺς σφετέρους· αʹ πρ. κλητ. πτ. πληθ. ἀρ. ὦ ἡμέτεροι, βʹ πρ. κατὰ τὸν προειρημένον λόγον κλητικὴ οὐ συνίσταται, γʹ πρ. κλητ. πτ. πληθ. ἀρ. ὦ σφέτεροι. Καὶ τοσαῦτα μὲν εἰρήκαμεν δεῖξαι βουλόμενοι τὰ παρεπόμενα πρόσωπα 〈καὶ πτώσεις καὶ ἀριθμοὺσ〉 ταῖς πρωτοτύποις καὶ παραγώγοις ἀντωνυμίαις. Χρὴ δὲ εἰδέναι, ὅτι εἰσὶν ἐπὶ πασῶν τούτων τῶν κτητικῶν ἀντωνυμιῶν γένους [καὶ προσώπου καὶ ἀριθμοῦ] ἀκόλουθοι παραλλαγαί· τούτων γὰρ θηλυκὰ καὶ οὐδέτερα ὁμοίως τοῖς τριγενέσι παρασχηματίζονται ὡς γὰρ ἔρημος ἐρήμη ἔρημον, οὕτως ἐμός ἐμή ἐμόν, καὶ ὡς μέθυσος μεθύση μέθυσον, οὕτω σός σή σόν καὶ ὅς ἥ ὅν, καὶ ὡς σοφώτερος σοφωτέρα σοφώτερον, οὕτω νωΐτερος νωϊτέρα νωΐτερον καὶ σφωΐτερος σφωϊτέρα σφωΐτερον καὶ ἡμέτερος ἡμέτερος ἡμετέρα ἡμέτερον καὶ ὑμέτερος ὑμετέρα ὑμέτερον καὶ σφέτερος σφετέρα σφέτερον· καὶ ὅτι πρόδηλος ἡ τούτων κλίσις κλινομένων ὡς τὰ εἰς ος ἀρσενικά, καὶ ὡς τὰ εἰς η 〈ἢ εἰς α 〉 θηλυκά, καὶ ὡς τὰ εἰς ον οὐδέτερα ὀνόματα. Γένη τῶν μὲν πρωτοτύπων διὰ μὲν τῆς φωνῆς οὐ διακρίνετα ι , διὰ δὲ τῆς ὑ π ’ αὐτῶν δείξεω ς. |
| 86 | ] Ἴσμεν ὅτι γένη εἰσὶ τρία, ἀρσενικόν, θηλυκόν, οὐδέτερον, ἅπερ αἱ πρωτότυποι ἀντωνυμίαι διὰ μὲν τῆς φωνῆς οὐ διαστέλλουσι, διὰ δὲ τῆς ὑπ’ αὐτῶν δείξεως· ἡ γὰρ δεῖξις συνεξηγούμενον ἔχει καὶ τὸ γένος· ὅθεν καὶ μοναδικαὶ καλοῦνται, ἐπεὶ διὰ μιᾶς φωνῆς ἡ τριγένεια παρίσταται ἡ γὰρ ἐγώ καὶ σύ ἐπὶ παντὸς γένους λέγεται. Ἰστέον δὲ ὡς πᾶσα ἀντωνυμία ἢ δεικτική ἐστιν ἢ ἀναφορική· καὶ δεικτικαὶ μέν εἰσι μόνον αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόσωπον, 〈αἱ δὲ κατὰ τὸ τρίτον πρόσωπον〉, ὅσαι γένους εἰσὶ παραστατικαί, καὶ δεικτικαὶ καὶ ἀναφορικαί, ὡς ἡ ἐκεῖνος ὅδε οὗτος, ὑποστελλομένης τῆς αὐτός· μόνην γὰρ ἀναφορὰν δηλοῖ· ἥτις πάλιν δεικτικὴ γίνεται συντασσομένη ταῖς δεικτικαῖς ἀντωνυμίαις, οἷον ἐγὼ αὐτός, σὺ αὐτός, ἐκεῖνος αὐτός. Εἶπον δὲ «ὅσαι γένους εἰσὶ παραστατικαί», ἐπειδὴ αἱ τοῦ τρίτου προσώπου, ὅτε γένους ἀπαρέμφατοί εἰσι, μόνον ἀναφορικαὶ τυγχάνουσιν, ἡ ἵ οὗ οἷ ἕ. Ἔστι δὲ καὶ ἐκ πολλῶν κανόνων μαθεῖν, ὡς οὐκ ἀκόλουθοί εἰσιν αἱ πρωτότυποι ἀντωνυμίαι οὔτε κατὰ πρόσωπον οὔτε κατὰ πτῶσιν οὔτε κατὰ ἀριθμόν, ἀλλ’ ὅτι θέματα ἴδια καθεστήκασι κατὰ πρόσωπον 〈καὶ κατὰ πτῶσιν〉 καὶ κατὰ ἀριθμόν. Τῶν δὲ παραγώγω ν.] Ἀπὸ κοινοῦ τὸ «γένη διὰ τῆς φωνῆς διακρίνεται», ἵν’ ᾖ «τῶν δὲ παραγώγων γένη διὰ τῆς φωνῆς διακρίνεται, οἷον ὁ ἐμός, ἡ ἐμή, τὸ ἐμόν». Ἐψεύσατο δὲ εἰπὼν τὰς παραγώγους σημαίνειν διὰ τῆς φωνῆς τὸ γένος· τῶν γὰρ πρωτοτύπων μὴ σημαινουσῶν, πῶς αἱ παράγωγοι σημαίνουσιν; Ἔστι τοίνυν τοῦ κτήματος τὸ ἄρθρον, καὶ οὐ τῆς ἀντωνυμίας. Καὶ εὑρήσεις τοῦτο ἀληθές, εἴ γε ἀναλύσεις αὐτὴν εἰς τὴν γενικήν, ἐξ ἧς καὶ ἐγένετο· εἰ γὰρ εἴποις «ὁ δοῦλός μου», δῆλον γενήσεται ὅτι τὸ ἄρθρον τοῦ κτήματός ἐστι, καὶ ὅτι δύναται ἀρσενικὸν καὶ θηλυκὸν καὶ οὐδέτερον γένος εἰπεῖν «ὁ δοῦλός μου»· καὶ πάλιν εἰ εἴποις κατὰ ἀνάλυσιν «ἡ δούλη μου», πάντως εὑρεθήσεται τὸ μὲν ἄρθρον τοῦ κτήματος ὄν, ἡ δὲ ἀντωνυμία γένους ἀδιάστολος, διότι μιμοῦνται πᾶσαι αἱ παραχθεῖσαι κατὰ τὸ ἐντὸς πρόσωπον τὰς πρωτοτύπους ἀντωνυμίας, καὶ οὔτε γένος διαστέλλουσι κατὰ τὸ ἐντὸς πρόσωπον, οὔτε ἄρθρων εἰσὶ δεκτικαί, οὔτε ἀκόλουθοι τοῖς ἀριθμοῖς, καθὼς ἐκεῖναι· ποία γὰρ ἀκολουθία τῆς ἐμός ἀντωνυμίας κατὰ τὸ ἐντὸς πρόσωπον πρὸς τὴν νωΐτερος καὶ ἡμέτερος; Ἰστέον δὲ καὶ τοῦτο, ὅτι τὸ μὲν πρόσωπον ἐν τῷ ῥήματι τὸ τέλος κινεῖ, ἐνταῦθα δὲ τὴν ἀρχήν, ἐπειδὴ ἡ ἀντωνυμία δύο κλίσεις ἀναδεξαμένη, τὴν μὲν κατὰ πτῶσιν, τὴν δὲ κατὰ πρόσωπον, τὸ μὲν πρόσωπον κινούμενον ἐν τῇ ἀρχῇ δείκνυσι, τὴν δὲ πτῶσιν ἐν τῷ τέλει, ἐπειδὴ τὸ γένος καὶ ἡ πτῶσις καὶ ὁ ἀριθμὸς τῷ τέλει μᾶλλον ᾠκείωνται τὰ δύο γὰρ κατὰ ταὐτὸν οὐκ ἠδύνατο ἔχειν, τὸ πρόσωπόν τε καὶ τὴν πτῶσιν, ἵνα μὴ εἰς σύγχυσιν ἐμπέσῃ· ἀλλ’ ὥσπερ τὸ ῥῆμα τὴν μὲν ἀρχὴν ἀπένειμε τοῖς χρόνοις, τὸ δὲ τέλος τοῖς προσώποις, οὕτω καὶ αὕτη εἰς δύο ἐμπεσοῦσα τὴν 〈μὲν〉 ἀρχὴν ἀπένειμε τοῖς προσώποις, τὸ δὲ τέλος ταῖς πτώσεσιν, ἐπειδὴ καὶ 〈ἐν〉 τῷ ὀνόματι μᾶλλον τὸ τέλος αὐταῖς ᾠκείωται. |
| 87 | Ἀριθμοὶ πρωτοτύπων μὲν ἑνικὸς ἐγώ σύ ἵ , δυϊκὸς νῶϊ σφῶ ϊ , πληθυντικὸς ἡμεῖς ὑμεῖς σφεῖ ς.] Βούλεται δεῖξαι, πῶς καὶ ὁ ἀριθμὸς παρέπεται τῇ πρωτοτύπῳ πλὴν τὰ παραδείγματα οὐ καλῶς εἶπεν· ὤφειλε γὰρ εἰπεῖν «ἑνικὸς ἐγώ, δυϊκὸς νῶϊ, πληθυντικὸς ἡμεῖς», ἵνα ἑκάστου ἀριθμοῦ μίαν φωνὴν λέγων ἀτάραχον στήσῃ τὸν ἀκροατήν, καὶ μὴ διὰ τοῦ εἰπεῖν «ἑνικὸς ἐγώ σύ ἵ», καὶ πάλιν «δυϊκὸς νῶϊ σφῶϊ», εἶτα «πληθυντικὸς ἡμεῖς ὑμεῖς σφεῖς» μᾶλλον πρόσωπα καὶ οὐκ ἀριθμοὺς παραστήσῃ, ὡς ἔστιν ἐκ τῶν παραδειγμάτων μαθεῖν. Παραγώγων δὲ ἑνικὸς ἐμός σός ὅ ς , δυϊκὸς ἐμώ σώ ὥ , πληθυντικὸς ἐμοί σοί ο ἵ.] Ἀπὸ κοινοῦ μὲν τὸ «ἀριθμοί», ἵν’ ᾖ «παραγώγων δὲ ἀριθμοί». Πάλιν δὲ καὶ ἐνταῦθα τῷ αὐτῷ πταίσματι περιέπεσεν· ἔδει γὰρ εἰπεῖν «ἑνικὸς ἐμός, δυϊκὸς ἐμώ, πληθυντικὸς ἐμοί», καὶ μὴ πρόσωπα ἀντὶ ἀριθμῶν παραστῆσαι. Πτώσεις πρωτοτύπων μὲν ὀρθῆς ἐγώ σύ ἵ , γενικῆς ἐμοῦ σοῦ ο ὗ , δοτικῆς ἐμοί σοί ο ἷ , αἰτιατικῆς ἐμέ σέ ἕ , κλητικῆς σ ύ.] Πάλιν μέμψεως ἄξιος ὁ τεχνογράφος, ὅτι βουλόμενος πτώσεις πρωτοτύπων ἀντωνυμιῶν παραστῆσαι, μετὰ τῶν πτώσεων καὶ τὰ πρόσωπα παρέλαβεν· ἔδει γὰρ οὕτως εἰπεῖν, «ὀρθῆς ἐγώ, γενικῆς ἐμοῦ, δοτικῆς ἐμοί, αἰτιατικῆς ἐμέ, κλητικῆς σύ», ἵνα πάλιν ἑκάστης πτώσεως μίαν φωνὴν λέγων μὴ ταράξῃ τὸν ἀκροατήν. Ἰστέον δὲ ὅτι κλητικὴν οὐκ ἔχει ἡ πρωτότυπος ἀντωνυμία οὔτε ἐν πρώτῳ οὔτε ἐν τρίτῳ προσώπῳ, ἀλλ’ ἐν δευτέρῳ μόνῳ ἐπὶ παντὸς ἀριθμοῦ· οὐδεὶς γὰρ οὔτε ἑαυτὸν οὔτε τὸν ἀπόντα καλεῖ, ἀλλὰ μόνον τὸν πέλας· καὶ ὅτι κατεκερμάτισε πανταχοῦ ὁ τεχνικὸς τὴν ἀντωνυμίαν, μηδαμοῦ κλίσιν αὐτῆς τελείαν ποιησάμενος, μήτε ἐν πρωτοτύποις μήτε ἐν παραγώγοις. |
| 88 | Καὶ διά τοι τοῦτο ἡμεῖς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν τὴν κλίσιν τῆς τε πρωτοτύπου καὶ 〈τῆσ〉 παραγώγου, ἐξ ἧς δυνάμεθα πάντα σαφῶς παραστῆσαι τὰ παρεπόμενα. Παραγώγων δὲ ὀρθῆς ἐμός σός ὅ ς , γενικῆς ἐμοῦ σοῦ ο ὗ , δοτικῆς ἐμῷ σῷ ᾧ , αἰτιατικῆς ἐμόν σόν ὅ ν.] Ἀπὸ κοινοῦ τὸ «πτώσεις», ἵν’ ᾖ «παραγώγων δὲ πτώσεις ὀρθῆς ἐμός σός ὅς, γενικῆς ἐμοῦ σοῦ οὗ, δοτικῆς ἐμῷ σῷ ᾧ, αἰτιατικῆς ἐμόν σόν ὅν, κλητικῆς ἐμός». Πάλιν καὶ ἐνταῦθα πτώσεις βουλόμενος εἰπεῖν, συμπεριέλαβεν ἑκάστης πτώσεως τὰ τρία πρόσωπα, ὅπερ οὐκ ἔδει διὰ τὸν προειρημένον λόγον· ἀλλ’ οὕτω προενέγκασθαι, «ὀρθῆς ἐμός, γενικῆς ἐμοῦ, δοτικῆς ἐμῷ, αἰτιατικῆς ἐμόν, κλητικῆς ἐμός». Χρὴ δὲ εἰδέναι, ὅτι αὕτη ἀκόλουθός ἐστι κατὰ πτῶσιν καὶ ἀριθμόν, ἐπειδὴ διὰ τῆς φωνῆς ἔξωθεν τὸ γένος διαστέλλει· καὶ κλίνεται, καθὼς ἄνω εἰρήκαμεν, ὡς τὰ εἰς ος ἐπίθετα ὀνόματα· ἀττικῶς τε ἔχει τὴν κλητικὴν ὦ ἐμός, ἵνα μὴ συνεμπέσῃ τῇ αἰτιατικῇ τοῦ πρωτοτύπου. Σχήματα δύ ο , ἁπλοῦ ν , σύνθετο ν · ἁπλοῦν μέ ν , οἷον ἐμοῦ σοῦ ο ὗ , σύνθετον δ έ , οἷον ἐμαυτοῦ σαυτοῦ ἑαυτο ῦ.] Κατὰ τὸ ἀρχαῖον οὐκ ἦν σύνθετος ἀντωνυμία· καὶ μαρτυροῦσι τούτῳ τῷ λόγῳ τὰ Ὁμηρικά, ἅτε δὴ ἀρχαϊκώτερα ὄντα καὶ ἐν ἁπλαῖς ταῖς ἀντωνυμίαις πεφρασμένα· οὔποτε γὰρ σύνθετος ἀντωνυμία παρὰ τῷ ποιητῇ εὑρίσκεται· ἀλλ’ ὕστερον ἐπενοήθη δι’ εὔλογον αἰτίαν. Ποίαν δή; Τοιαύτην, ἵνα διὰ μὲν τῆς ἁπλῆς τὸ μεταβατικὸν πρόσωπον δηλῶται, διὰ δὲ τῆς συνθέτου τὸ ἀμετάβατον, ἅ ἐστι τὸ ἀλλοπαθὲς καὶ αὐτοπαθές. Οἷον τί ἐστιν ὃ λέγω; Ἰδοὺ ἐν τῷ «ἐμοὶ αὐτῷ χαρίζομαι» καὶ «ἐμοὶ [αὐτῷ] χαρίζῃ», ἐπειδὴ ἡ αὐτὴ ἀντωνυμία ἁπλῆ οὖσα ἐλέγετο καὶ ἐν ἀμεταβάτῳ προσώπῳ καὶ ἐν μεταβατικῷ, ἐπενόησαν ὕστερον οἱ μεθ’ Ὅμηρον ὥστε τὴν ἀμετάβατον κατὰ τὸ πρόσωπον ἀντωνυμίαν συνθέτως λέγεσθαι «ἐμαυτῷ χαρίζομαι», ἵνα δηλῶται δι’ αὐτῆς ἡ αὐτοπάθεια, καὶ τὴν μεταβατικὴν ἁπλῇ φωνῇ λέγεσθαι, ἵνα σημαίνηται δι’ αὐτῆς ἡ ἀλλοπάθεια· καὶ ἐν τῷ «σὲ αὐτὸν ἐτίμησας» 〈καὶ «σὲ ἐτίμησα»〉 πρὸς ἀντιδιαστολὴν τοῦ αὐτοπαθοῦς καὶ ἀλλοπαθοῦς, ἵνα ἡ σύνθετος καὶ ἡ ἁπλῆ νοοῖτο, ἐπενόησαν λέγειν «σαυτὸν ἐτίμησας», καὶ ἐν τῷ τρίτῳ «ἑαυτὸν ἐτίμησεν». |
| 89 | Ἀλλὰ φασί τινες, εἰ ἐκ τοῦ ῥήματος τοῦ ἀμεταβάτου καὶ τοῦ ἐν μεταβάσει νοεῖται ἡ ἁπλῆ καὶ ἡ σύνθετος, ἔασον τῷ ῥήματι τὴν ἐξουσίαν εἰς τὸ διδόναι νοεῖν τήν τε ἁπλῆν καὶ τὴν σύνθετον ἀντωνυμίαν, τουτέστι τὴν ἀλλοπαθῆ καὶ 〈τὴν〉 αὐτοπαθῆ. Πρὸς οὕς φαμεν ἡμεῖς, εἰ ἐνεχώρει τὸ τοιοῦτο γενέσθαι καὶ ἐπὶ τῶν τριῶν προσώπων τῶν ἀντωνυμιῶν, εὔλογον ἦν τὸ προβαλλόμενον· εἰ δὲ τούτοις συντασσόμενον τὸ ῥῆμα ἀμφιβολίαν ἔχει, πῶς οὐ διαστολῆς τύχωσι τὰ τοιαῦτα; Ἰδοὺ γὰρ τὰ μὲν πρῶτα καὶ δεύτερα πρόσωπα τῶν πρωτοτύπων ἀντωνυμιῶν διὰ τοῦ ῥήματος δηλοῦσι τὴν αὐτοπαθῆ τε καὶ τὴν ἀλλοπαθῆ· τὸ γὰρ «ἐμὲ ἔτυψεν» ἀλλοπαθής, τὸ δὲ 〈K 378〉 ἐμὲ λύσομαι αὐτοπαθής· τὸ δὲ τρίτον οὐδὲ ἐν τῷ ῥήματι, καθὼς εἰρήκαμεν, ἔχει τὴν διαστολὴν πολλάκις. Ἐξὸν δέ ἐστιν ἡμῖν διὰ μιᾶς ἀντωνυμίας καὶ ἑνὸς ῥήματος τὰς δύο συντάξεις νοεῖν· τὸ γὰρ «ἐχαρίσατό οἱ» καὶ «ἤκουσέν οὑ» πρὸς ἄμφω χωροῦν ἐργάζεται τὴν ἀμφιβολίαν· δυνατὸν γὰρ νοεῖν «ἐχαρίσατο αὐτῷ» ἀλλοπαθῶς καὶ «ἐχαρίσατο αὑτῷ» αὐτοπαθῶς, καὶ «ἤκουσεν αὐτοῦ» καὶ «ἤκουσεν ἑαυτοῦ»· ὥστε κατὰ τοῦτο οὐκ ἀκαίρως ἔτυχε διαστολῆς τὸ τοιοῦτον, ἵνα πάντως ἐν τῇ ἀντωνυμίᾳ, ἐὰν τὸ ῥῆμα τὴν ἀπὸ τῆς εὐθείας δρᾶσιν ποιοῦν ἐπὶ τὰς πλαγίους κατὰ τοῦ αὐτοῦ προσώπου τὴν διάβασιν ποιῆται, σύνθετον καὶ αὐτοπαθῆ δεχώμεθα τὴν ἀντωνυμίαν. Ἰστέον δὲ ὅτι οὐκ ἀπὸ τῆς ἐμοῦ κτητικῆς ἀντωνυμίας ἐγένετο ἡ ἐμαυτοῦ σύνθετος ἀντωνυμία· διὰ τίνα τεχνικὴν αἰτίαν, μαθησόμεθα προσέχοντες ταῖς βιωφελέσι τέχναις τῶν μεγάλων τεχνογράφων Ἡρωδιανοῦ καὶ Ἀπολλωνίο υ, καὶ τὸ τρίτον πρόσωπον τῆς κτητικῆς ἀντωνυμίας πῶς πολλάκις εἰς σύνθετον μεταλαμβάνεται. Νῦν δὲ ἀναγκαῖόν ἐστιν ἐπὶ τὴν κλίσιν ἐλθεῖν τῆς συνθέτου ἀντωνυμίας, φάσκοντας εὐθεῖαν μὲν αὐτῆς μὴ συνίστασθαι τεχνικῷ τινι λόγῳ, τὴν δὲ γενικὴν ταύτην εἶναι ἐμαυτοῦ σεαυτοῦ ἑαυτοῦ, καὶ τὴν δοτικὴν ἐμαυτῷ σεαυτῷ ἑαυτῷ, καὶ τὴν αἰτιατικὴν ἐμαυτόν σεαυτόν ἑαυτόν, καὶ τὴν κλητικὴν πάλιν ἀσύστατον εἶναι τεχνικῷ τινι λόγῳ· τὰ δὲ δυϊκὰ οὕτω προφέρεσθαι, ἑαυτώ τρίτου προσώπου αἰτιατικῆς μόνης, καὶ ἑαυτοῖν τρίτου προσώπου γενικῆς καὶ δοτικῆς, ἀσύστατον πάλιν αὐτῶν λέγοντας εἶναι τὴν κλητικήν, καὶ τῶν πληθυντικῶν τὴν εὐθεῖαν, τό τε πρῶτον καὶ δεύτερον πρόσωπον τῶν πλαγίων αὐτῶν, καὶ τὴν κλητικήν· τὴν δὲ γενικὴν ταύτην εἶναι τρίτου προσώπου ἑαυτῶν, καὶ τὴν δοτικὴν ἑαυτοῖς, καὶ τὴν αἰτιατικὴν ἑαυτούς. |
| 90 | Εἴδη δ έ , ὅτι αἱ μέν εἰσι πρωτότυπο ι , ὡς ἐγώ σύ ἵ , αἱ δὲ παράγωγο ι , ὡς πᾶσαι αἱ κτητικα ί , αἳ καὶ διπρόσωποι καλοῦντα ι.] Παρέπεται καὶ εἴδη ταῖς ἀντωνυμίαις, διότι αἱ μὲν αὐτῶν εἰσι πρωτόθετοι, ὡς ἐγώ σύ ἵ, αἱ δὲ παράγωγοι, ὅ ἐστιν ἀπὸ τῶν πρωτοτύπων παρηγμέναι, ὡς ἀπὸ τῆς ἐμοῦ πρωτοτύπου ἡ ἐμός κτητικὴ ἀντωνυμία, ἣ καὶ διπρόσωπος καλεῖται, καθὸ κτητικὴ οὖσα ἐμφαίνει ἐν ἑαυτῇ τόν τε κτήτορα καὶ τὸ κτῆμα, καθὼς ἤδη περὶ αὐτῶν εἰρήκαμεν ἐν τοῖς προλαβοῦσιν. Παράγονται δὲ ἀπὸ μὲν ἑνικῶν αἱ ἕνα κτήτορα δηλοῦσα ι , ὡς ἀπὸ τοῦ ἐμοῦ ἐμό ς.] Καλῶς εἶπεν «αἱ ἕνα κτήτορα δηλοῦσαι»· ἐν ὅλῃ γὰρ τῇ κλίσει αὐτῶν εἷς ἐστιν ὁ κτήτωρ· ἀλλ’ ἐν μὲν τοῖς ἑνικοῖς ἓν τὸ κτῆμα, ἐν δὲ τοῖς δυϊκοῖς δύο τὰ κτήματα, ἐν δὲ τοῖς πληθυντικοῖς πολλὰ τὰ κτήματα· τὸ γὰρ κτῆμά ἐστι τὸ ἐν τῷ τέλει κινούμενον, ὅπερ ἐπὶ τῶν ἀριθμῶν μεταβάλλεται εἰς δύο καὶ πολλὰ κτήματα. Ἀπὸ δὲ δυϊκῶν αἱ δύ ο , ὡς ἀπὸ τοῦ νῶϊ νωΐτερο ς.] Ἀπὸ κοινοῦ τὸ «κτήτορας δηλοῦσαι», ἵν’ ᾖ οὕτως τὸ λεγόμενον, «ἀπὸ δὲ δυϊκῶν αἱ δύο κτήτορας δηλοῦσαι». Ἀληθὲς δὲ τοῦτο· πάλιν γὰρ ἐνταῦθα ἐν ὅλῃ τῇ κλίσει δύο εἰσὶν οἱ κτήτορες· ἀλλ’ ἐν μὲν τοῖς ἑνικοῖς ἓν τὸ κτῆμα, ἐν δὲ τοῖς δυϊκοῖς δύο, ἐν δὲ τοῖς πληθυντικοῖς πολλά, διὰ τὸν προειρημένον λόγον, ὅτι τὸ κτῆμά ἐστι τὸ κινούμενον. Ἀπὸ δὲ πληθυντικῶν αἱ πολλού ς , ὡς ἀπὸ τοῦ ἡμεῖς ἡμέτερο ς.] Ὁμοίως ἀπὸ κοινοῦ τὸ «κτήτορας δηλοῦσαι», ἵν’ ᾖ «ἀπὸ δὲ πληθυντικῶν αἱ πολλοὺς κτήτορας δηλοῦσαι». Καὶ τοῦτο δὲ ὀχυρόν· ὁμοίως γὰρ καὶ ἐνταῦθα ἐν ὅλῃ τῇ κλίσει οἱ κτήτορες ἀκίνητοι μένουσι, τὰ δὲ κτήματα πρὸς τοὺς ἀριθμοὺς μεταβάλλονται. Τῶν δὲ ἀντωνυμιῶν αἱ μέν εἰσιν ἀσύναρθρο ι , αἱ δὲ σύναρθρο ι · ἀσύναρθροι μὲν ἐγώ σύ ἵ , σύναρθροι δὲ ἐμός σός ὅ ς.] Ἐψεύσατο τοῦτο εἰπών· οὐ δεῖ γὰρ συνάρθρους καὶ ἀσυνάρθρους καλεῖν ἀντωνυμίας. Ἰδοὺ γὰρ αἱ μὲν καλούμεναι σύναρθροι οὐκ εἰσὶν ἄρθρων δεκτικαὶ κατὰ τὰ δεύτερα πρόσωπα, καθὸ οὔ φαμεν «ὁ ἐμὸς 〈εἶ〉», αἱ δὲ καλούμεναι ἀσύναρθροι δεκτικαὶ πάλιν εἰσὶν ἄρθρων· Ἀττικοὶ γὰρ «τὸν ἐμέ» φασίν, ὡς καὶ Καλλίμαχος 〈fr. |
| 91 | 315 b Sch〉 ναὶ μὰ τὸν αὐτὸν ἐμ έ, καὶ 〈fr. 315 a Sch〉 τὸν σὲ Κροτωπιάδη ν, καὶ Μένανδρος ἐν Ὕμνιδι 〈fr. 474 K〉 τὸν ἐμὲ τουτον ί· καὶ ὡς αὐτῶν ἐχουσῶν προτακτικὰ ἄρθρα, συντάσσεται αὐταῖς καὶ ὑποτακτικά, «ἐγὼ ὁ τιμήσας σε», «ἐμὲ ὃν ἐτίμησας». Καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τῶν δεικτικῶν ἀντωνυμιῶν, ὅτι τὸ ἄρθρον τοῦ κτήματός ἐστι καὶ οὐ τῆς ἀντωνυμίας· ἐν τῷ γὰρ «ὁ ἐμὸς δοῦλος» ἀναλύοντες τὴν σύνταξιν εἰς τὴν πρωτότυπον «ὁ δοῦλός μου» φαμέν, καὶ ἐν τῷ «ὁ ἐμὸς παῖς» ἀναλύοντες «ὁ παῖς μου» φαμέν. § 18 (23 b). Περὶ προθέσεως. Καὶ ἐκ τῆς προθέσεως δείκνυται, ὅτι καλῶς προτέτακται τῶν μερῶν τοῦ λόγου τό τε ὄνομα καὶ τὸ ῥῆμα· εἰ μὴ γὰρ προετάγη τὸ ὄνομα καὶ τὸ ῥῆμα, τίνος ἂν προετίθετο ἡ πρόθεσις; Προετάγη δὲ τοῦ ἐπιρρήματος, ὅτι ὀνόματι συντίθεται καὶ παρατίθεται, τὸ δὲ ἐπίρρημα πρὸς ῥῆμα φέρεται, δι’ ὃ καὶ οὕτως ὠνομάσθη· καὶ γὰρ ὅσον τὸ ὄνομα προκρίνεται τοῦ ῥήματος, τοσοῦτον καὶ ἡ πρόθεσις τοῦ σὺν τῷ ῥήματι ἐπιρρήματος. Ὁ δὲ ὅρος αὐτῆς οὗτος· «πρόθεσίς ἐστι μέρος λόγου καθ’ ἕνα σχηματισμὸν λεγόμενον, προθετικὸν 〈πάντων〉 τῶν τοῦ λόγου μερῶν ἐν παραθέσει ἢ συνθέσει, ὅτε μὴ κατὰ ἀναστροφὴν ἐκφέρεται». Ὑγιῶς ἔχει οὗτος ὁ ὅρος ἄπταιστος ὤν· ὁ δὲ ὅρος Διονυσίου ἔπταισται, ὡς δῆλον ἐκ τῆς ἐξηγήσεως· ἔχει γὰρ οὕτως· «πρόθεσίς ἐστι λέξις»· λείπει τὸ «ἄκλιτος», ἵν’ ᾖ «πρόθεσίς ἐστι λέξις ἄκλιτος» καὶ οἷον ἀκίνητος καὶ μονοσχημάτιστος, ὅπερ ὁ ἄνω ὅρος παρεφυλάξατο, εἰπών «πρόθεσίς ἐστι μέρος λόγου καθ’ ἕνα σχηματισμόν», ὃ δηλοῖ κατὰ ἄκλιτον φωνήν· τοιαύτη γὰρ ὁρᾶται ἡ πρόθεσις καὶ ἐν πτώσεσι καὶ ἐν προσώποις. «Προτιθεμένη πάντων τῶν τοῦ λόγου μερῶν ἔν τε συνθέσει καὶ συντάξει» προσθετέον «ὅτε μὴ κατὰ ἀναστροφὴν ἐκφέρεται»· τοῦτο γὰρ παρεφυλάξατο ὁ προλεχθεὶς ὅρος· ἵν’ ᾖ «προτιθεμένη πάντων τῶν τοῦ λόγου μερῶν ἔν τε συνθέσει καὶ συντάξει, ὅτε μὴ κατὰ ἀναστροφὴν ἐκφέρεται». |
| 92 | Καὶ εἴρηται «ὅτε μὴ ἐκφέρεται», ἐπειδὴ τὰ μὲν ἄλλα μοναδικὴν ἔχει σύνταξιν, οἷον τὰ ἄρθρα μόνοις ὀνόμασι συντάσσονται, καὶ τὰ ἐπιρρήματα μόνοις ῥήμασιν, ἡ δὲ πρόθεσις διαφόρως ὀνόματι συντασσομένη καὶ ῥήματι διὰ τοῦτο ἴδιον ἔσχε πρὸς διαφόρους συντάξεις τὸ διτονεῖν· ἡνίκα γὰρ μεσολαβηθῇ ὑπ’ αὐτῶν, ἐπὶ ῥῆμα μὲν φερομένη ὀρθοτονηθήσεται, ἐπ’ ὄνομα δὲ ἀναστραφήσεται, 〈Τ 4〉 εὗρε δὲ Πατρόκλῳ περὶ κείμενο ν , 〈ex. gr. α 247〉 Ἰθάκην κάτα κοιρανέουσι ν, ἐπειδὴ πρὸς τὴν σύνταξιν ὁ τόνος τῶν προθέσεων. Ὅτι δὲ προτίθεται πάντων τῶν τοῦ λόγου μερῶν ποτὲ μὲν ἐν συνθέσει ποτὲ δὲ ἐν παραθέσει, δῆλον ἐκ τῶν λεχθησομένων γενήσεται· ταῖς μὲν γὰρ εὐθείαις τῶν ὀνομάτων κατὰ σύνθεσιν 〈σύν〉εστι, 〈ταῖς δὲ πλαγίοις καὶ κατὰ σύνθεσιν καὶ κατὰ παράθεσιν·〉 καὶ ὅταν συντεθῇ ἡ εὐθεῖα, καὶ αἱ ἐξ αὐτῆς πλάγιοι σύνθετοί εἰσιν· ἐὰν δὲ ἐν πλαγίῳ εὑρεθῇ καὶ μὴ δυνηθῇ τὴν αὐτὴν σύνταξιν καὶ σημασίαν φυλάξαι ἐν τῇ εὐθείᾳ, τότε κατὰ παράθεσιν σύνεστι τῇ πλαγίῳ. Οἷον τί ἐστιν ὃ λέγω; τὸ περιφέρων ἐπειδὴ ἐν τῇ εὐθείᾳ συνετέθη, συντίθεται καὶ ἐν ὅλῃ τῇ κλίσει· τὸ δὲ παρὰ Τρύφωνος καὶ κατὰ Κτησιφῶντος καὶ περὶ Διονυσίῳ, ἐπειδὴ οὐ δυνάμεθα λέγειν παρατρύφων καὶ κατακτησιφῶν καὶ περιδιονύσιος, οὐκ ἔχει κατὰ σύνθεσιν τὴν πρόθεσιν, ἀλλὰ κατὰ παράθεσιν. Καὶ 〈ἐν〉 ῥήματι πάντοτε κατὰ σύνθεσίν ἐστιν, οἷον περιπατῶ περιφέρω· καὶ ἐν ἐπιρρήματι πάλιν κατὰ σύνθεσίν ἐστιν, οἷον ὑπέρευγε ὑπέρφευ. Καὶ ἐν μετοχαῖς κατὰ σύνθεσίν εἰσιν, ἐὰν καὶ ἐν τοῖς ῥήμασιν αὐτῶν κατὰ σύνθεσιν ὦσιν, οἷον ἡ περιπατῶν μετοχὴ κατὰ σύνθεσιν, ἐπειδὴ καὶ τὸ περιπατῶ, ὁμοίως καὶ τὸ περιφέρων, ἐπειδὴ καὶ τὸ περιφέρω· χωρὶς εἰ μὴ ἐν πλαγίοις πάλιν τῆς μετοχῆς παράθεσις γένηται, ὡς ἔχει τὸ «κατὰ ἀναγινώσκοντος, κατὰ φιλοσοφοῦντος, παρὰ [τῶν] ὑποκρινομένων» ἐν ταύταις γὰρ ταῖς πλαγίοις παράθεσίς ἐστι καὶ οὐ σύνθεσις. Τοῖς δὲ ἄρθροις παρατίθενται, οἷον καθ’ ὅ, δι’ ὅ, ἐν ᾧ· καὶ ταῖς ἀντωνυμίαις ἀεὶ κατὰ παράθεσίν εἰσι κατὰ τὰς πλαγίους, κατὰ γὰρ τὰς εὐθείας οὐδὲ ἐν συνθέσει, οἷον περὶ ἐμοῦ, περὶ σοῦ, παρ’ ἐμοί, παρὰ σοί, δι’ ἐμέ, διὰ σέ. |
| 93 | Καὶ ἑαυτῶν ἔσθ’ ὅτε προτίθενται κατὰ σύνθεσιν ἐμφάσεως ἕνεκεν πλείονος, οἷον παρακαταθήκη, 〈Β 267〉 ἐξυπανέστη, 〈Ν 50. 87〉 ὑπερκατέβησαν. Ἐν συνδέσμῳ κατὰ σύνθεσίν ἐστιν ἅπαξ, ὡς ἐν τῷ ἐπεί· ἡ γὰρ ἐπί πρόθεσις καὶ ὁ εἴ σύνδεσμος συντεθέντα ἐποίησαν τὸν ἐπεί σύνδεσμον κατὰ ἔκθλιψιν τοῦ ι · προηγεῖται καὶ ἐν παραθέσει, ὡς ἐν τῷ καθ’ ὅτι. Ἔστι δὲ ὅτε καὶ ἀντὶ συνδέσμων παραλαμβάνονται, ὥς φαμεν «ἐκ ῥᾳθυμίας πέπονθας» ἀντὶ τοῦ «ἕνεκεν ῥᾳθυμίας πέπονθας». Εἰσὶ δὲ αἱ προθέσεις ἅπασαι ὀκτὼ καὶ δέκ α.] Προστιθέναι δεῖ καὶ ἐνταῦθα «κατὰ τὸ κοινὸν ἔθος», ἵν’ ᾖ οὕτως, 〈«εἰσὶ δὲ αἱ προθέσεις ἅπασαι κατὰ τὸ κοινὸν ἔθος ὀκτὼ καὶ δέκα»〉· τοῦτο δὲ εἶπον, ἐπεὶ παρὰ τῷ ποιητῇ εὑρίσκομεν τὴν παραί καταί ὑπείρ ἐνί· δεῖ οὖν ἀναγκαίως προστιθέναι «κατὰ τὸ κοινὸν ἔθος». Χρὴ δὲ εἰδέναι, ὅτι τῇ μὲν φωνῇ δεκαοκτώ εἰσι, τῇ δὲ δυνάμει δεκαεπτά· μία γάρ ἐστιν ἐν αὐταῖς διφορουμένη κατὰ τὸ αὐτὸ σημαινόμενον· ἡ γὰρ περί τὴν αὐτὴν ἔχει σημασίαν τῇ ἀμφί, καὶ ἀποτελεῖται ἐν δύο φωναῖς σημαινόμενον ἕν. Ὧν μονοσύλλαβοι μὲν ἕ ξ , ἔν εἴς ἔξ σύν πρός πρ ό·] καὶ τὰς μονοσυλλάβους φησὶ προτέρας ἀεὶ τίθεσθαι παντὸς μέρους λόγου, ὑστέρας δὲ οὐδέποτε. Τοῦτο παρεπόμενόν ἐστι ταῖς προθέσεσι, τὸ ἀπὸ μονοσυλλάβου σχήματος ἄχρι δισυλλάβου παραύξεσθαι καὶ τὴν δισυλλαβίαν μὴ ὑπερβαίνειν· καὶ δι’ αὐτὸ τοῦτο ὅτε πλεονάζει ἡ ὑπὲρ τὸ ι , οὐκ ἔξωθεν πλεονάζει, ἵνα μὴ ἐμπέσῃ τῇ τρισυλλαβίᾳ, ἀλλ’ ἔσωθεν, ὡς ἐν τῷ 〈Ω 13〉 ὑπεὶρ ἅλα τ ’ ἠϊόνας τ ε. Καὶ τοῦτο πάλιν αὐταῖς παρέπεται, τὸ βραχυκαταληκτεῖν· ὅθεν φανερὸς ὁ πλεονασμὸς τῆς εἴς καὶ τῆς παραί καὶ καταί καὶ ὑπείρ· ἡ γὰρ ἔξ ἀπὸ τῆς ἔκ γέγονεν, ὡς ἀπὸ τοῦ φρίκη φρίξ καὶ ἀπὸ τοῦ ἀλκή ἄλξ, διὰ τὸ ἄφωνον εἶναι τὸ κ . Ὁμοίως καὶ τὸ ψιλῷ πνεύματι κεχρῆσθαι, ὑποστελλομένης τῆς ὑπό 〈καὶ τῆς ὑπέρ〉, διότι τὸ υ στοιχεῖον ἀρκτικὸν ὂν δασεῖ τῷ πνεύματι κέχρηται. Καὶ τὸ ὀξυτονεῖσθαι αὐταῖς παρέπεται, εἰ μὴ ἀναστρέφοιντο· ἔνθεν ἡ ὑπέρ, ὀφείλουσα βαρύνεσθαι διὰ τὸν χαρακτῆρα, ἀλόγως ὠξύνθη· τὰ γὰρ εἰς ρ βραχυκατάληκτα βαρύνονται, ἄνερ πάτερ· καὶ ἡ ἀπό καὶ ἡ ὑπό πάλιν παραλόγως ὠξυτονήθησαν· αἱ γὰρ εἰς ο λήγουσαι λέξεις βαρύνονται, ἐκεῖνο ἄλλο τοῦτο, χωρὶς τῆς αὐτό, ἥτις οὕτως ἐτονώθη· καὶ ὀξύνονται διὰ τοῦτο δηλονότι, ἵνα εὔθετοι ὦσι πρὸς τὴν ἀναστροφήν· εἰ γὰρ ἐβαρύνοντο, πῶς ἔτι τὴν ἀναστροφὴν ἐποιοῦντο; δι’ ἣν καὶ οἱ Αἰολεῖς ὤξυνον αὐτάς, καὶ ταῦτα βαρυντικοὶ ὄντες. |
| 94 | Καὶ τὸ διὰ ψιλῶν συμφώνων ἐκφέρεσθαι παρέπεται αὐταῖς, σεσημειωμένης τῆς ἀμφί, ἥτις καὶ δείκνυσιν ἐν ταῖς συνθέσεσιν, ὅτι βαρέως φέρει τὸ δασὺ σύμφωνον, εἰς ψιλὸν μεταβάλλουσα τοῦτο, ὡς ἐν τῷ ἀμπέχεσθαι καὶ ἀμπεχόνη. Ταῦτα πάντα τὰ ἀσθενῆ παρέπεται ταῖς προθέσεσιν. Καὶ τάχα διὰ τοῦτο προτίθενται πάντων τῶν τοῦ λόγου μερῶν, ἵνα ὥσπερ 〈οἱ ἄρρωστοι οἱ μὴ δυνάμενοι περιπατῆσαι ὑπὸ ἄλλων βαστάζονται, οὕτω καὶ αἱ προθέσεισ〉 ὑπὸ ἄλλων βαστάζωνται λέξεων διὰ τὴν ἐνοῦσαν αὐταῖς ἀσθένειαν. Αἵ τινες οὐκ ἀναστρέφοντα ι.] Πῶς γὰρ προτιθέμεναι καὶ μονοσύλλαβοι τυγχάνουσαι τοὺς τόνους ὄπισθεν φέρειν δύνανται; ἀναστροφῆς γὰρ τοῦτο ἴδιον, τὸ τὸν οἰκεῖον ἀναπέμπειν τόνον. Καὶ σημειωτέον, ὅτι μόνη ἡ σύν ἀναστροφὴν ἐν μονοσυλλάβοις πέπονθεν, ὡς ἐν τῷ 〈ο 410〉 ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύ ν· εἰδέναι δὲ χρὴ ὁμοίως, ὅτι οὐ δεῖ τὸ σπανίως εἰρημένον εἰς κοινότητα παραλαμβάνειν. Δισύλλαβοι δὲ δύο καὶ δέκ α.] Καθολικῶς χρὴ λέγειν, ὅτι αἱ τριχρονοῦσαι τῶν προθέσεων οὐκ ἀναστρέφονται ἢ κατὰ θέσιν ἰδίαν ἢ κατὰ παρείσοδον πάθους, κατὰ θέσιν μὲν ἰδίαν, ὡς ἡ ἀντί καὶ ἡ ἀμφί, κατὰ παρείσοδον δὲ πάθους, ὡς ἡ ὑπείρ καὶ παραί καὶ καταί· αἱ δὲ διχρονοῦσαι ἀναστροφὴν ὑπομένουσιν, εἰ μή πω συνέμπτωσις κωλύσῃ· οὐ γὰρ ἀναστρέφεται ἡ διά, ἵνα μὴ συνεμπέσῃ τῇ αἰτιατικῇ τοῦ δαίμονος, 〈ὡς ἐν τῷ〉 〈Β 2〉 Δία δ ’ οὐκ ἔχε νήδυμος ὕπνο ς, οὐδὲ ἡ ἀνά, ἵνα μὴ σημαίνῃ τὸν ἄνακτα, ὡς ἐν τῷ 〈Π 233〉 Ζεῦ ἄν α , Δωδωναῖ ε , Πελασγικ έ, ἢ τὸ ἀνάστηθι ῥῆμα, 〈ὡς ἐν τῷ〉 〈Ι 247〉 ἀλ λ ’ ἄν α , εἰ μέμονάς γ ε. Χρὴ δὲ εἰδέναι, ὅτι ἀντιπεπόνθασιν ἀλλήλαις αἱ μονοσύλλαβοι καὶ αἱ δισύλλαβοι προθέσεις· ἐπειδὴ γὰρ πᾶσαι αἱ μονοσύλλαβοι εἰς σύμφωνον κατέληξαν, μία δὲ αὐτῶν εἰς φωνῆεν, ἡ πρό, διὰ τοῦτο σχεδὸν εἶπεν 〈ἔν εἴς ἔξ σύν πρός πρό, τὴν πρό τελευταίαν τάσσων, ὕστερον δὲ τῇ ἐναντίᾳ τάξει χρῆται, ἐπεὶ〉 αἱ δισύλλαβοι πᾶσαι εἰς φωνῆεν κατέληξαν, μία δὲ αὐτῶν εἰς σύμφωνον, ἡ ὑπέρ, ἐξ ἧς τὸ ὑπέρτερον παρήχθη. |
| 95 | § 19 (24b). Περὶ ἐπιρρήματος. Εἰρήκαμεν ὅτι τὸ ἐπίρρημα πρὸς ῥῆμα φέρεται, διὸ καὶ οὕτως ὠνομάσθη, ἡ δὲ πρόθεσις ὀνόματι συντίθεται καὶ παρατίθεται· δεύτερον δὲ τὸ ῥῆμα τοῦ ὀνόματος· δεύτερον ἄρα καὶ τὸ ἐπίρρημα τῆς προθέσεως τῆς κατὰ σύνθεσιν καὶ παράθεσιν προτιθεμένης τῶν ὀνομάτων. Ὁριστέον δὲ οὕτως τὸ ἐπίρρημα· «ἐπίρρημά ἐστι λέξις ἄκλιτος κατηγοροῦσα τῶν ἐν τοῖς ῥήμασιν ἐγκλίσεων καθόλου ἢ μερικῶς, ὧν ἄνευ οὐ κατακλείει διάνοιαν». Ἔχει δὲ ἡ ἔννοια τοῦ ὅρου οὕτως· «ἐπίρρημά ἐστι λέξις ἄκλιτος», ὅ ἐστιν ἀκίνητος· οὐδὲ γὰρ κλίσιν ἢ κίνησιν ἔχει τὰ ἐπιρρήματα, διότι ἕκαστον ἐπίρρημα μίαν φωνὴν ἔχει καὶ ἕνα σχηματισμόν. Καὶ τοσοῦτον ἄκλιτά ἐστι τὰ ἐπιρρήματα, ὅτι καὶ τὰ πτωτικὰ ὀνόματα, ἡνίκα σύνταξιν ἐπιρρηματικὴν ἀναδέξηται, ἄπτωτα μένει ὡς ἐπιρρήματα γενόμενα, οἷον 〈Ζ 326〉 οὐ μὲν καλὰ χόλο ν, 〈υ 294. φ 312〉 οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιο ν, 〈Ε 545〉 ὅσ τ ’ εὐρὺ ῥέε ι. «Κατηγοροῦσα τῶν ἐν τοῖς ῥήμασιν ἐγκλίσεων»· κατηγοροῦσα ἀντὶ τοῦ τιθεμένη, ἵν’ ᾖ τὸ ἑξῆς οὕτως, «τιθεμένη κατὰ τῶν ἐν τοῖς ῥήμασιν ἐγκλίσεων», ἐπειδὴ καὶ τὸ ἐπίρρημα κατηγόρημά φασιν οἱ φιλόσοφοι. Καὶ ὅπερ ἐστὶ τὸ ἐπίθετον ὄνομα ἐν τοῖς ὀνόμασι—δίχα γὰρ ἄλλου ὀνόματος οὐ λέγεται, οἷον «καλὸς ἄνθρωποσ»—τοῦτο καὶ τὸ ἐπίρρημα ἐν τοῖς ῥήμασιν· ἄνευ γὰρ ῥήματος οὐ συγκλείει διάνοιαν, οἷον «καλῶς ποιῶ». Καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐντεῦθεν, ὅτι εἴ που μέν ἐστι ῥῆμα, οὐ πάντως ἐπίρρημα, οἷον «Τρύφων περιπατεῖ», εἴ που δὲ ἐπίρρημα, πάντως ῥῆμα, οἷον «καλῶς Τρύφων γράφει». Διὸ ἐζήτησάν τινες, πῶς τὸ φεῦ καὶ τὸ οἴμοι οὐκ ἔχουσιν ἐπαγόμενον ῥῆμα. Καί φαμεν, ἐπειδὴ δυνάμει καὶ ταῦτα ἀπὸ διαθέσεως ῥηματικῆς ἀνάγονται· οἱ γὰρ θαυμάζοντες ἢ σχετλιάζοντες προπεπόνθασι δηλονότι καὶ ὅτι εἰ μή τις εἴποι «ἔγραψας»; οὐκ ἂν εἴποιμι ναί ἢ οὔ· καὶ ὅτι τῷ γραμματικῷ ἐξηγησαμένῳ ἐπιφωνοῦμεν τὸ εὖ, ὃ δίχα ῥήματος οὐ λέγεται. Πάλιν δὲ ἐζήτησαν, εἰ πρὸ ῥήματος καὶ μετὰ ῥῆμα τάσσεται, οἷον «καλῶς γράφω, γράφω καλῶς», πῶς ἀπὸ θατέρας τῶν συντάξεων ἐπίρρημα μόνον καλεῖται, οὐκέτι δὲ καὶ ὑπόρρημα. |
| 96 | Καὶ λέγομεν πρῶτον μέν, ὅτι καὶ ἡ αὐτός ἀντωνυμία ἐπιταγματικὴ καλεῖται, καίτοι πολλάκις ὑποτασσομένη· ἄλλως τε φύσει προηγεῖσθαι πέφυκε τῶν ῥημάτων τὰ ἐπιρρήματα, ὡς καὶ τῶν ὀνομάτων τὰ ἐπίθετα. «Καθόλου ἢ μερικῶς»· καθόλου μέν, ὡς τὸ καλῶς σοφῶς—πᾶσι γὰρ τοῖς χρόνοις καὶ 〈πάσαισ〉 ταῖς ἐγκλίσεσι συντάσσονται—μερικῶς δέ, ὡς τὰ χρονικά· τὸ γὰρ χθές οὔτε τοῖς ἐνεστῶσιν οὔτε τοῖς μέλλουσι συντάσσεται, ἀλλ’ οὐδὲ τὸ μή τῇ ὁριστικῇ ἐγκλίσει, οὐδὲ ἡ οὔ ἀπόφασις προστακτικοῖς. Ἔστι μὲν οὖν ἡ ἐξήγησις τοῦ ὅρου αὕτη. Μάθωμεν δὲ εἰ καὶ ὁ Διονύσιος ὑγιῶς ὡρίσατο. «Ἐπίρρημά ἐστι μέρος λόγου ἄκλιτον»· τοῦτο καλῶς εἶπεν ὁ νῦν ἐξηγήσεως τυγχάνων τεχνογράφος, καὶ οὐκ ἔχομεν εἰς τοῦτο αὐτοῦ λαβέσθαι· ἄκλιτον γὰρ τὸ ἐπίρρημα, καθὼς ἤδη εἰρήκαμεν. «Κατὰ ῥήματος λεγόμενον ἢ ἐπιλεγόμενον ῥήματι»· ἐλλιπῶς ἐνταῦθα ἔχει, καὶ δεῖ προσθεῖναι «καθόλου ἢ μερικῶς»· πῶς δὲ καθόλου ἢ μερικῶς, ἤδη εἰρήκαμεν. Τῶν δὲ ἐπιρρημάτων τὰ μέν ἐστιν ἁπλ ᾶ , τὰ δὲ σύνθετ α.] Διὰ τούτου αἰνιγματωδῶς δέδωκεν ἡμῖν νοεῖν ὅτι σχήματα παρέπεται τοῖς ἐπιρρήμασιν· ἔστι γὰρ αὐτῶν τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα, τὰ δὲ παρασύνθετα καὶ ἁπλᾶ μέν, ὡς τὸ πάλαι, σύνθετα δέ, ὡς τὸ πρόπαλαι, παρασύνθετα δέ, ὡς τὸ παγκάλων παγκάλως· ἀπὸ γὰρ συνθέτου ὀνόματος γενόμενον ἐγένετο παρασύνθετον. Ἰστέον δὲ ὅτι καὶ εἴδη παρέπεται τοῖς ἐπιρρήμασιν· ἔστι γὰρ τὰ μὲν αὐτῶν πρωτότυπα, τὰ δὲ παράγωγα· πρωτότυπα μέν, οἷον ναί οὔ νή, ἐπεὶ οὐκ ἔχεται ἀφορμῆς ἑτέρας, ἀλλὰ πρωτόθετά ἐστι· παράγωγα δέ, οἷον ἑλληνιστί δωριστί, ἐπεὶ ἀπὸ τοῦ ἑλληνίζω καὶ δωρίζω παρῆκται. Ποιοῦνται δὲ παραγωγὴν ἐκ πάντων τῶν μερῶν τοῦ λόγου, ἐξ ὀνομάτων, βότρυς βοτρυδόν· καὶ ἀπὸ ῥημάτων, κρύβω κρύβδην, κλέπτω κλέβδην, αἰολίζω αἰολιστί, δωρίζω δωριστί, ἑλληνίζω ἑλληνιστί· καὶ ἀπὸ μετοχῶν, ἐπισταμένων ἐπισταμένως· καὶ ἀπὸ ἄρθρων, οἷον ὧν ὥς· καὶ ἀπὸ ἀντωνυμιῶν, οἷον οὗτος οὕτως, ἐκεῖνος ἐκείνως· καὶ ἀπὸ προθέσεων, πρός πρόσω, ἔς ἔσω, ἔξ ἔξω, ἀνά ἄνω, κατά κάτω· καὶ ἀπ’ αὐτῶν τῶν ἐπιρρημάτων, ἐγγύς ἐγγυτέρω· καὶ ἀπὸ συνδέσμων, καθό καθώς. Τὰ δὲ χρόνου δηλωτικ ά , οἷον νῦν τότε αὖθι ς.] Προστιθέναι δεῖ τὸ «γενικοῦ», ἵν’ ᾖ ὁ λόγος οὕτως· «τὰ δὲ γενικοῦ χρόνου σημαντικά, οἷον νῦν τότε αὖθις»· ταῦτα γὰρ γενικὴν παράτασιν χρόνου δηλοῦσι τὰ ἐπιρρήματα, οὐκ εἰδικήν τινα καὶ ὡρισμένην. |
| 97 | Καὶ χρὴ εἰδέναι, ὅτι τὰ γενικὴν παράτασιν χρόνου δηλοῦντα ἐπιρρήματα συμπαραλαμβάνεται κατὰ πάντα χρόνον, ὡς τὸ νῦν λέγομεν γὰρ «νῦν φρονῶ. νῦν ἐφρόνησα, νῦν φρονήσω»· καὶ μαρτυρεῖ ἡ χρῆσις, τοῖς τρισὶ χρόνοις αὐτὸ συντάξασα, ἐνεστῶτι καὶ παρῳχημένῳ καὶ μέλλοντι, οἷον 〈Hes. Opp. 176〉 νῦν γὰρ δὴ γένος ἐστ ί, 〈Ν 772〉 νῦν ὤλετο πᾶσα κα τ ’ ἄκρη ς, 〈Υ 307〉 νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξε ι. Καὶ τὸ ἤδη ὁμοίως· φαμὲν γὰρ «ἤδη γράφω, ἤδη ἔγραψα, ἤδη γράψω»· καὶ μαρτυρεῖ ἡ χρῆσις, τοῖς τρισὶ χρόνοις αὐτὸ συντάξας, οἷον μάττει γὰρ ἤδη καὶ τὸ πῦρ ἐκκάεται παρ’ Εὐπόλιδι 〈fr. 340 K〉, 〈ν 40〉 ἤδη γὰρ τετέλεστα ι , ἅ μοι φίλος ἤθελε θυμό ς, 〈unde?〉 ἐπίσχε ς , ἤδη γὰρ φράσ ω. Καὶ ἔστι σαφῶς εἰπεῖν, ὅτι τὰ χρονικὰ ἐπιρρήματα ἢ καθολικὸν χρόνον δηλοῖ ἢ μερικόν, καὶ ἢ ὡρισμένα ἐστίν, ὡς χθές σήμερον 〈αὔριον〉, ἢ ἀόριστα, ὡς πάλαι ποτέ· καὶ τούτων τὸ μὲν αὔριον καταχρηστικῶς τῷ ἐνεστῶτι συντάσσεται, τὸ δὲ νῦν καὶ ἤδη τοῖς τρισὶ χρόνοις, καθὼς ἤδη εἰρήκαμεν. Καὶ τὸ μὲν ἐχθές ἀνάλογον, τὸ δὲ χθές Ἀττικόν. Τούτοις δὲ ὡς εἴδη ὑποτακτέον καὶ τὰ καιροῦ παραστατικ ά.] «Ὑποτακτέον» ἀντὶ τοῦ ἐν ὑποτομῇ θετέον· «τὰ καιροῦ παραστατικά», τουτέστι τὰ ὑποτομὴν χρόνου δηλοῦντα, ἵνα τὰ μὲν ἄνω ᾖ 〈γενικῶσ〉 χρονικά, τὸ δὲ σήμερον καὶ χθές καὶ αὔριον εἶδος καὶ μέρος ἐκείνων, ἐπεὶ καὶ μερικῶς χρονικά ἐστιν ἐπιρρήματα. Καὶ χρὴ αὐτὰ συμφωνοῦσαν τοῖς τοῦ ῥήματος χρόνοις ποιεῖσθαι τὴν σύνταξιν, οἷον τὸ χθές παρῳχημένῳ συντάσσειν, οἷον «〈ἐ〉χθὲς ἔγραφον, ἐχθὲς γέγραφα, ἐχθὲς ἐγεγράφειν, ἐχθὲς ἔγραψα»· τὸ αὔριον ἐπεὶ ἀντίκειται τῷ παρῳχημένῳ, τοῖς δὲ μέλλουσιν ᾠκείωται, μέλλοντι χρὴ αὐτὸ συντάττειν, οἷον «αὔριον γράψω», καταχρηστικῶς δὲ καὶ τοῖς ὁμολογοῦσι 〈μὴ〉 παρῳχῆσθαι, ὅ ἐστι τοῖς ἐνεστῶσιν, οἷον «αὔριον γράφω, αὔριον ἀναγινώσκω», ἐπεὶ ὁ ἐνεστὼς ἔχει τὸν μέλλοντα ἐν ἑαυτῷ, καθὸ οὔπω πεπλήρωται ἀλλὸ μέλλει καὶ ἔτι δρᾶν. Τὰ δὲ μεσότητο ς , οἷον καλῶς σοφῶ ς.] Μεσότητος ἐπιρρήματά ἐστιν ὅσα ἀπὸ γενικῶν ὀνομάτων εἰς ως γεγόνασι· καὶ εἴρηνται μεσότητος, παρόσον εἰσὶ μέσα ἀρσενικῶν καὶ θηλυκῶν ὀνομάτων, ὡς τὸ καλοί καλαί καλῶν καλῶς, 〈φίλοι〉 φίλαι φίλων φίλως, σοφοί σοφαί σοφῶν σοφῶς. |
| 98 | Καὶ ἀπὸ μὲν τῆς γενέσεως μεσότητος, ἀπὸ δὲ τῆς σημασίας ποιότητος ἐπιρρήματα καλοῦνται, οἷον ἐὰν εἴπω «καλῶς γράφω», τὴν ποιότητα τῆς καλῆς γραφῆς ἐδήλωσα, ἢ 〈ἐὰν εἴπω〉 «σοφῶς λέγω», τὴν ποιότητα τῆς σοφωτάτης λέξεως ἐδήλωσα· ὥστε τοίνυν εἰ τι μεσότητος, τοῦτο καὶ ποιότητος· οὐ τὸ ἀνάπαλιν. Τὰ δὲ ποιότητο ς , οἷον πύξ λάξ βοτρυδόν ἀγεληδό ν.] Ποιότητος ταῦτα λέγεται καὶ ἀπὸ τῆς σημασίας· ποιότης γάρ ἐστι φωνὴ δηλοῦσα τὴν ποιότητα ἢ τῆς φωνῆς ἢ τοῦ πράγματος· ἐὰν μὲν γὰρ εἴπω πύξ λάξ, τὴν ποιότητα τῆς φωνῆς ἐδήλωσα, ἐὰν δὲ βοτρυδόν ἀγεληδόν, τὴν ποιότητα τοῦ πράγματος. Καὶ σκοπεῖν χρή, ὅτι ταῦτα, ποιότητος ὄντα δηλωτικά, οὐκ ἂν λεχθείη καὶ μεσότητος· οὐ γὰρ ἀπὸ γενικῶν εἰσιν ὀνομάτων μεταξὺ κειμένων ἀρσενικῶν καὶ θηλυκῶν. Τὰ δὲ ἀριθμοῦ δηλωτικ ά , οἷον δίς τρίς τετράκι ς.] Ψεύδεται ὁ τεχνικὸς λέγων ταῦτα εἶναι ἀριθμοῦ δηλωτικά, ἐπειδὴ οὐκ εἰσὶν ἀριθμοῦ δηλωτικά, ἀλλὰ ποσότητος ὡρισμένα· ἀγνοεῖ γάρ, ὡς ἔοικεν, ὅτι τὰ ἐπιρρήματα τῆς ποσότητος ἢ ὡρισμένα ἐστὶν ἢ ἀόριστα, ὡρισμένα μέν, ὡς δίς τρίς, ἀόριστα δέ, ὡς πολλάκις ὀλιγάκις. Τὰ δὲ τοπικ ά , οἷον ἄνω κάτ ω · ὧν σχέσεις εἰσὶ τρεῖ ς , ἡ ἐν τόπ ῳ , ἡ εἰς τόπο ν , ἡ ἐκ τόπο υ.] Τὰ τοπικὰ κοινῶς τόπον σημαίνει· εἰσὶ δὲ αὐτῶν συντάξεις καὶ σημασίαι τρεῖς, ἢ γὰρ τὴν ἐν τόπῳ σύνταξιν καὶ σημασίαν ποιοῦνται, ἢ τὴν εἰς τόπον, ἢ τὴν ἐκ τόπου. Καὶ ᾠκείωται τῇ μὲν ἐν τόπῳ σημασίᾳ ἡ ἔν πρόθεσις, οἷον «ἐν ἀγρῷ ἐστιν» ἢ «ἐν οἴκῳ ὑπάρχει», οἷον οἴκοι, τῇ δὲ εἰς τόπον ἡ εἴς, οἷον «εἰς Ἀθήνας, εἰς Πελοπόννησον ἀπῆλθεν», ὡς Ἀθήναζε Θήβαζε οἴκαδε, τῇ δὲ ἐκ τόπου ἡ ἀπό, οἷον «ἀπ’ οὐρανοῦ, ἀπὸ Λέσβου», οἷον Θήβηθεν ἀγρόθεν οἴκοθεν Ἀθήνηθεν· Ἀττικοὶ δὲ καταχρῶνται τῇ ἔν ἀντὶ τῆς εἴς, ὡς ὅταν λέγωσιν «ἐν διδασκάλου» καὶ «ἐν κιθαριστοῦ». Ἤθελον δέ τινες πρώτην τάττειν τὴν εἰς τόπον σχέσιν, λέγοντες ὡς οὐκ ἄν τις εἴη ἐν τόπῳ μὴ πρῶτον εἰς αὐτὸν ἐλθών. Ἀλλά φαμεν, ὡς εἰ μή τις εἴη πρότερον ἐν τόπῳ, οὐκ ἂν τὴν εἰς τόπον ὁρμὴν ποιήσαιτο. Τούτων τινὰ μέν ἐστιν, ὡς τὰ τριγενῆ τῶν ὀνομάτων, ἐν ἀκολουθίᾳ φωνῆς τὰς τρεῖς δηλοῦντα σχέσεις, ὡς τὸ οἴκοι οἴκαδε οἴκοθεν· ἃ δὲ ὥσπερ τὰ κοινά, ὡς τὸ ἔνθα· καὶ τὴν ἐν τόπῳ γὰρ σχέσιν δηλοῖ, ὡς τὸ 〈 cfr Σ 47〉 ἔνθα μὲν ἦ ν, καὶ τὴν εἰς τόπον, ὡς τὸ 〈ι 142〉 ἔνθα κατεπλέομε ν· ἃ δὲ ὡς τὰ μονογενῆ, καθὼς ἔχει τὸ ἵνα· τινὰ δὲ καὶ ἐν μιᾷ φωνῇ τὰς τρεῖς ἐδήλου σχέσεις, ὡς τὸ ἔμπροσθεν. |
| 99 | Καὶ ὅσα μὲν παρὰ πρόθεσιν εἰς ω λήγει, ταῦτα δύο σχέσεις δηλοῖ, τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον, ἄνω κάτω πρόσω ἔξω· ὅθεν οὐκ ἀλόγως τινὲς τὸ παρὰ τῷ ποιητῇ 〈η 13〉 καὶ εἴσω δόρπον ἐκόσμει τὴν ἐν τόπῳ δηλοῦν 〈φασι〉 σχέσιν, εἰ μή τινες ἀντιλέξωσι λέγοντες, ὅτι ἔδει αὐτὸ τὴν εἰς τόπον μόνον δηλοῦν, ἐπεὶ τὸ ἔνδον τὴν ἐν τόπῳ δηλοῖ σχέσιν. Καὶ ὅσα εἰς ῃ , πάλιν τὰς δύο σχέσεις δηλοῖ, ἐν τόπῳ μὲν 〈Ν 49〉 ἄλλῃ μὲν γὰρ ἔγω γ ’ οὐ δείδια χεῖρας ἀάπτου ς, εἰς τόπον δὲ 〈Α 120〉 ὅ μοι γέρας ἔρχεται ἄλλ ῃ, 〈γ 251 seq〉 ἀλλά πῃ ἄλλῃ Πλάζε τ ’ ἐ π ’ ἀνθρώπου ς, ἐν τόπῳ, 〈Ζ 377〉 〈πῇ ἔβη〉 Ἀνδρομάχ η; εἰς τόπον· ὅσα δὲ εἰς ου , τὴν ἐν τόπῳ σχέσιν δηλοῖ, 〈Eur. Bacch. 1111〉 ὑψοῦ δὲ θάσσω ν, 〈Arat. 225〉 αὐτοῦ καὶ κριοῖο θοώτεραί εἰσι κέλευθο ι· μόνον τὸ ποῦ καὶ τὴν εἰς τόπον εὑρέθη δηλοῦν, 〈Ν 219 seq〉 ποῦ τοι ἀπειλαὶ Οἴχοντα ι; Καὶ ὅσα δὲ εἰς δε , τὴν εἰς τόπον, οἴκαδε ἅλαδε οἶκόνδε τὸ γὰρ ἐνθάδε οὐδὲν πλέον δηλοῖ τοῦ ἔνθα, ἐκ παρολκῆς ἔχον τὸ δε · ὁμοίως καὶ τὰ εἰς ζε τὴν εἰς τόπον δηλοῖ, Ἀθήναζε Θήβαζε· ὁμοίως καὶ τὰ εἰς σε , πάντοσε ἄλλοσε πόσε· ὅσα δέ ἐστιν εἰς θε , 〈τὴν〉 ἐκ τόπου· 〈καὶ〉 εἰ μὲν παραλήγοιτο τῷ ο , ποιεῖ εἰς θι τὴν ἐν τόπῳ σχέσιν δηλοῦντα, οἷον οἴκοθεν οἴκοθι, πάντοθεν πάντοθι, οὐρανόθεν οὐρανόθι, Ἀβυδόθεν Ἀβυδόθι, ἐκείνοθεν ἐκείνοθι καὶ ἐν συγκοπῇ ἐκεῖθεν ἐκεῖθι καὶ 〈κεῖθεν〉 κεῖθι, 〈Apoll. Rh. 1, 955〉 〈κεῖθι〉 καὶ εὐναίης ὀλίγον λίθον εἰρύσαντε ς, πόθεν πόθι, ὅθεν ὅθι, ἀγχόθεν ἀγχόθι, αὐτόθεν αὐτόθι, καὶ ἐν συγκοπῇ ἄγχι καὶ αὖθι· εἰ δὲ μὴ ἔχοι τὸ ο , διὰ τοῦ σι ποιεῖ τὴν ἐν τόπῳ σχέσιν, Θήβηθεν Θήβησιν, Ἀθήνηθεν Ἀθήνησι, σεσημειωμένου τοῦ ἐγγύθεν· αὐτοῦ γὰρ μὴ ἔχοντος τὸ ο ἐγένετο ἐγγύθι· καὶ πάλιν ὅσα μὲν ἔχει τὸ ο , εἰς σε ποιεῖ τὴν εἰς τόπον σχέσιν, πάντοσε ἄλλοσε, τὰ δὲ μὴ ἔχοντα τὸ ο εἰς ζε ποιεῖ τὴν εἰς τόπον σχέσιν, Ἀθήναζε Θήβαζε. Ἰστέον δὲ ὅτι καὶ τὰ εἰς θεν παρὰ πρόθεσιν τὰς τρεῖς σχέσεις δηλοῖ, οἷον πρόσθεν ὕπερθεν· φαμὲν γὰρ ἐκ τοῦ πρόσθεν, εἰς τὸ πρόσθεν, ἐν τῷ πρόσθεν, ἐκ τοῦ ὕπερθεν, εἰς τὸ ὕπερθεν, ἐν τῷ ὕπερθεν· ἐν οἷς τὸ ἔνθεν μόνην τὴν ἐκ τόπου δηλοῖ, ἐπειδὴ ἐποίει τὸ ἔνθα, ὅπερ τὰς δύο σχέσεις δηλοῖ, καθὼς ἤδη εἰρήκαμεν· καὶ ὅτι τὰ ἄλλα τὰ εἰς θεν τὴν ἐκ τόπου σχέσιν δηλοῖ, ὅθεν τὸ 〈Γ 276〉 Ἴδηθεν μεδέων καὶ τὰ ὅμοια ὀνόματά εἰσιν ἐν περισσῷ ἔχοντα τὴν θεν · καὶ ὅτι τὸ ἐγγύς τὴν ἐν τόπῳ σχέσιν δηλοῖ, 〈Ξ 110〉 ἐγγὺς ἀνήρ καὶ ὅτι τὸ δεῦρο καὶ τὴν ἐν τόπῳ, 〈δ 384〉 πωλεῖταί τις δεῦρ ο, καὶ τὴν εἰς τόπον, 〈Eur. |
| 100 | Alc. 779〉 δεῦ ρ ’ ἔλ θ ’ ὅπως ἂν καὶ σοφώτερος γέν ῃ. Τὸ δὲ ἄνευ ἄνευθεν καὶ ἄτερ ἄτερθεν νόσφι χωρίς χωρισμοῦ εἰσι, καὶ οὐ τοπικὰ ἐπιρρήματα. Τὰ δὲ σχετλιαστικ ά , οἷον παπαί φε ῦ.] Σχετλιαστικὰ λέγεται τὰ ἐξ αὐτοπαθείας λεγόμενά τε καὶ ἀναπεμπόμενα ἐπιφθέγματα· ὅθεν καὶ πρώτου προσώπου εἰσίν, ἐπειδή, καθὼς ἔφην, ἐξ αὐτοπαθείας ἀνάγονται· ὁ γὰρ λυπούμενος ἢ δυσφορῶν λέγων ταῦτα τὴν περὶ αὑτὸν μόνον πεῖσιν ἀφηγεῖται. Τὰ δὲ εὐχῆς σημαντικ ά·] δι’ αὐτῶν γὰρ εὐκτικὰς συντάξεις σημαίνομεν, 〈ex. gr. Η 157〉 εἴ θ ’ ὣς ἡβώμοιμ ι· τὸ γὰρ αἴθε εἴθε φησὶν ὁ ποιητής· καὶ Καλλίμαχος 〈fr. 455 Sch〉 ἀβάλλε μη δ ’ ἀβόλησ α . Τὰ δὲ θαυμαστικ ά·] ἡνίκα γὰρ θαυμάζομεν, τούτῳ κεχρήμεθα τῷ φθέγματι. Τὰ δὲ ἀρνήσεως ἢ ἀποφάσεω ς , οἷον 〈οὔ〉 οὐχί οὐδῆτα οὐδαμῶ ς.] Ἀρνήσεως ταῦτα λέγονται, οἷον ἐγκλήματος ἐπιφερομένου δι’ αὐτῶν τις ἀρνεῖται, [οἷον οὐχί οὐδῆτα οὐδαμῶς,] οἷον «σὺ ἔτυψας Ἀρίσταρχον, σὺ Δίωνα ὕβρισας», «οὐδῆτα, οὐδαμῶς, οὐχί·» τὰ δὲ αὐτὰ καὶ ἀποφάσεως, ὅτι δι’ αὐτῶν τις ἀποφαίνεται μὴ ποιεῖν, οἷον «οὐ γράφω, οὐχὶ γράψω, οὐδῆτα ποιήσω, οὐδαμῶς ἀρνήσομαι». Καὶ χρὴ εἰδέναι, ὅτι ταῦτα τὰ ἀρνήσεως ἢ ἀποφάσεως ἐπιρρήματα ὁριστικοῖς συντάσσεται. Τὰ δὲ συγκαταθέσεω ς , οἷον ναί ναίχ ι·] δ ι ’ αὐτῶν γὰρ συγκατατιθέμεθα καὶ ἐπινεύομεν. Τὰ δὲ ἀπαγορεύσεω ς , οἷον μή μηδῆτ α·] δι’ αὐτῶν γὰρ ἀπαγορεύομεν τὸ μὴ τόδε ἢ τόδε ποιεῖν. Καὶ χρὴ εἰδέναι, ὅτι ταῦτα τὰ τῆς ἀπαγορεύσεως ἐπιρρήματα προστακτικοῖς συντάσσεται, καὶ ὅτι διαφέρει ἄρνησις ἀπαγορεύσεως τῇδε, ὅτι ἡ μὲν ἄρνησις ἐγκλήματος ἐπιφερομένου γίνεται, ἡ δὲ ἀπαγόρευσις ἀποτροπή ἐστι πράγματός τινος. Τὰ δὲ παραβολῆς ἢ ὁμοιώσεω ς·] δι’ αὐτῶν γὰρ παραβάλλομεν τῷ ὁμοίῳ τὸ ὅμοιον, 〈Β 455〉 ἠΰτε πῦρ ἀΐδηλο ν, 〈Β 87〉 ἠΰτε ἔθνεα εἶσ ι. Χρὴ δὲ εἰδέναι, ὅτι 〈τούτων〉 τὰ μέν ἐστι ποιητικά, τὰ δὲ τῆς κοινῆς διαλέκτου. Τὰ δὲ εἰκασμο ῦ , οἷον ἴσως τάχα τυχό ν. |
| 101 | Εἰκασμός ἐστιν ὁ μετὰ δισταγμοῦ εἰκάζων πρᾶγμα λόγος, ἐν ᾧ κεχρήμεθα ἢ τῷ ἴσως ἢ τῷ τάχα ἢ τῷ τυχόν· σημειωτέον δέ, ὅτι τὸ τάχα παρὰ μὲν Ἀττικοῖς ἐπὶ δισταγμοῦ λέγεται, παρὰ δὲ Ὁμήρῳ ἀντὶ τοῦ ταχέως. Τὰ δὲ ἀθροίσεω ς , οἷον ἄρδην ἅμα ἤλιθ α·] ἀθροίζοντες γὰρ καὶ συστρέφοντες ὄχλον τούτοις κεχρήμεθα τοῖς ἐπιρρήμασιν, οἷον «ἅμα περιπατήσατε, ἅμα συνέλθετε». Τὰ δὲ παρακελεύσεω ς , οἷον εἶα ἄγε φέρ ε·] δι’ αὐτῶν γὰρ παρακελευόμεθα, οἷον 〈Arist. Nub. 775〉 ἄγε δὴ ταχέως τουτὶ συνάρπασο ν, 〈Η 459〉 ἄγρει μά ν , ὅ τ ’ ἂν αὖτε κάρη κομόωντες Ἀχαιο ί. Καὶ χρὴ γινώσκειν, ὡς εὕρηται τὰ τοιαῦτα ἐπιρρήματα εἰς πρόσωπα κινούμενα προστακτικά. Τὰ δὲ συγκρίσεω ς , οἷον μᾶλλον ἧττο ν·] διὰ τούτων γὰρ τὰς συγκρίσεις ποιούμεθα, οἷον «οὗτος καὶ οὗτος ταχύς, ἀλλ’ οὗτος μᾶλλον ταχύς, οὗτος δὲ ἧττον». Τὰ δὲ ἐπιτάσεω ς , οἷον λίαν σφόδρ α.] Ἐπίτασις καὶ παράτασις ταὐτόν ἐστι· καὶ εἴρηται ἐπιτάσεως ἢ παρατάσεως τὰ τοιαῦτα ἐπιρρήματα, ἐπειδὴ δι’ αὐτῶν ἐπιτείνομεν καὶ αὐξάνομεν τὰ πράγματα, οἷον «λίαν τύπτει, σφόδρα παίσει». Τὰ δὲ ἀπωμοτικ ά , οἷον μ ά.] Ἀπωμοτικόν ἐστι τὸ μεθ’ ὅρκου ἀρνητικόν, οἷον «μὰ τὸν Ἀπόλλωνα»· πολλάκις δὲ ἀντὶ τοῦ κατωμοτικοῦ κέχρηνται αὐτῷ οἱ παλαιοί, ὡς καὶ ὁ ποιητής 〈Α 234〉 ναὶ μὰ τόδε σκῆπτρο ν· ἢ τάχα περιττεύει παρ’ αὐτῷ τὸ μά, καὶ ἔστι «νὴ τοῦτο τὸ σκῆπτρον»· ἐν γὰρ τῷ 〈υ 339〉 οὐ μὰ Ζῆ ν , Ἀγέλα ε, αἱ δύο ἀρνήσεις μίαν συγκατάθεσιν ποιοῦσιν, ἀντὶ τοῦ «νὴ τὸν Δία». Τὰ δὲ κατωμοτικ ά , οἷον ν ή.] Κατωμοτικόν [ὅ] ἐστι τὸ μεθ’ ὅρκου βεβαιωτικόν, οἷον 〈 cfr Α 234〉 νὴ τοῦτο τὸ σκῆπτρο ν, 〈Α 240〉 ἦ τά χ ’ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶ ν . Τὰ δὲ βεβαιώσεω ς , οἷον δηλαδ ή.] Βεβαιῶν γάρ τις πρᾶγμα τούτῳ κέχρηται τῷ ἐπιρρήματι, οἷον «ποῖ βαδίζεις; δηλαδὴ εἴσω», ἀντὶ τοῦ «φανερὸν καὶ βέβαιον καὶ πιστὸν ὅτι ἔσω». Τὰ δὲ θετικ ά , οἷον πλευστέο ν.] Θετικά ἐστι τὰ θέσιν καὶ ποίησιν πράγματος ὁρίζοντα· ἐὰν γὰρ εἴπω γαμητέον, ὁρίζω ὅτι δεῖ γαμεῖν, καὶ ἐὰν εἴπω ὅτι πλευστέον, ὁρίζω ὅτι δεῖ πλεῖν. Γίνονται δὲ ταῦτα ἀπὸ τῶν εἰς τος ῥηματικῶν ὀνομάτων προσθέσει τοῦ ε , οἷον ποιητός ποιητέος, πλευστός πλευστέος, πρακτός πρακτέος, δοτός δοτέος. Τὰ δὲ θειασμο ῦ , οἷον εὐοἵ εὔἁ ν. |
| 102 | ] Θειασμοῦ ἐπιρρήματά ἐστι τὰ θείας ἐμφορήσεως δηλωτικά· πληρούμενοι γὰρ καὶ ἐμφορούμενοι τοῦ δαίμονος οἱ βακχεύοντες τὸ εὐοἵ καὶ εὔἁν ἀνεφθέγγοντο. § 20 (25b). Περὶ συνδέσμου. Σοφῶς καὶ εὐτάκτως καὶ τεχνικῶς ὁ σύνδεσμος τελευταῖος τέτακται ἐν τοῖς μέρεσι τοῦ λόγου· ὥσπερ γὰρ ἐν πάσῃ τέχνῃ ὁ τεχνίτης πρότερον περιγράφει καὶ κατασκευάζει ἐκεῖνα τὰ μορφοῦντα αὐτοῦ τὴν τέχνην, ὕστερον δὲ ἐπινοεῖται καὶ ἐπιζητεῖ κἀκεῖνο τὸ μέρος τὸ δυνάμενον συνέχειν καὶ συνδεσμεῖν αὐτά, οὕτω καὶ ὁ τοῦ λόγου τεχνίτης πρότερον δείξας τὰ μέρη τὰ δυνάμενα τὸν λόγον ἐκτελέσαι, ὕστερον καὶ τὸ μέρος τοῦ λόγου τὸ δυνάμενον συνδεῖν τὰ μέρη τοῦ λόγου διδάξαι ἡμᾶς βούλεται, ἵνα μεμαθηκότες τὴν τῶν λέξεων δύναμιν μάθωμεν καὶ συνδεῖν ταύτας καὶ ἀποτελεῖν διάνοιαν. Σύνδεσμος γὰρ διὰ τοῦτο καλεῖται καὶ λέγεται, διὰ τὸ εἶναι αὐτὸν συνδετικὸν τῶν τοῦ λόγου μερῶν, ὡς ἔστι τοῦτο καὶ ἐκ τοῦ ὅρου καταμαθεῖν· ἔχει γὰρ οὕτω· «σύνδεσμός ἐστι μέρος λόγου ἄκλιτον, συνδετικὸν τῶν τοῦ λόγου μερῶν, οἷς καὶ συσσημαίνει, ἢ τάξιν ἢ δύναμιν 〈ἢ καὶ τάξιν καὶ δύναμιν〉 παριστῶν». Οὕτως ὁ ὅρος παραδέδοται, ὁ δὲ τοῦ Διονυσίου ἐπταισμένος ἐστίν, ὡς ἔστιν ἐκ τῆς ἐξηγήσεως καταμαθεῖν οὕτως· σύνδεσμός ἐστι λέξι ς· προσθεῖναι δεῖ τὸ «ἄκλιτος» ἢ «ἀμετακίνητος»· συνδέουσα διάνοια ν· δεῖ προστιθέναι «καὶ συσσημαίνουσα τῇ διανοίᾳ»· μετὰ τάξεω ς· προστιθέναι πάλιν δεῖ «ἢ δυνάμεως 〈ἢ καὶ τάξεως καὶ δυνάμεωσ〉», ἐπειδή τινες τῶν συνδέσμων ἐν τάξει μὲν παραλαμβάνονται, τὴν δὲ δύναμιν τοῦ πράγματος οὐκ ἐπαγγέλλονται, τινὲς δὲ οὐκ ἐν τάξει, ἀλλὰ τὴν δύναμιν ἐπαγγέλλονται, ἄλλοι δὲ καὶ ἐν τάξει παραλαμβάνονται καὶ τὴν δύναμιν τοῦ πράγματος ἐπαγγέλλονται. Καὶ ἔστι τὰ παραδείγματα ταῦτα· οἷον ὁ εἴ σύνδεσμος τάξιν μὲν δηλοῖ, οἷον «εἰ περιπατήσω κινηθήσομαι»—ἀκολουθία γάρ τίς ἐστιν ἡγουμένου πρὸς ἑπόμενον, καὶ οὐκ 〈ἂν〉 ἀναστρέψας εἴποις «εἰ κινηθήσομαι περιπατήσω»· ψεῦδος γάρ, ἐπεὶ εἴ τις περιπατήσει κινηθήσεται, 〈οὐκέτι δὲ εἴ τις κινηθήσεται πάντωσ〉 καὶ περιπατήσει—οὐκέτι δὲ καὶ δύναμιν ἐπαγγέλλεται, ὅ ἐστιν ὕπαρξιν τοῦ πράγματος· διστάζει γὰρ ὁ λέγων, καὶ ὡς μήπω τοῦ πράγματος γενομένου δῆλός ἐστι λέγων, ὅτι ἐὰν τοῦτο γένηται, τοῦτο ἔσται· ἔχομεν οὖν ἐκ τούτου τοῦ συνδέσμου τὴν τάξιν, ἀλλ’ οὐ τὴν δύναμιν γενομένην τοῦ πράγματος. |
| 103 | Ἐκ δὲ τοῦ ἐναντίου ὁ καί περὶ μὲν τὴν τάξιν οὐ καταγίνεται, τὴν δὲ δύναμιν ἐκφαίνει· ὅρα γάρ, εἰ διαφέρει τὸ «〈εἰ〉 περιπατῶ» τοῦ «καὶ περιπατῶ»· ὁ γὰρ λέγων «καὶ περιπατῶ» τίθησι τὸ πρᾶγμα· ἀδιαφόρως δὲ περὶ τὴν τάξιν δύναμαι εἰπεῖν «καὶ περιπατῶ καὶ κινοῦμαι καὶ ἀναγινώσκω» καὶ εἴ τι βούλει ἕτερον. Τὸ δὲ εἰπεῖν «ἐπεὶ περιπατῶ κινοῦμαι» καὶ ὕπαρξιν τοῦ πράγματος δηλοῖ καὶ τάξιν· εἰ μὴ γὰρ περιπατῶ, οὐ δύναμαι εἰπεῖν «ἐπεὶ περιπατῶ»· ἀλλὰ μὴν καὶ τάξιν· οὐ γὰρ δύναμαι εἰπεῖν ἀντιστρέψας «ἐπεὶ κινοῦμαι περιπατῶ», ψεῦδος γάρ. — Καὶ τὸ τῆς ἑρμηνείας κεχηνὸς δηλοῦσ α. Τοῦτό φησι διὰ τοὺς διαζευκτικοὺς συνδέσμους· ἐκεῖνοι γὰρ τὸ τῆς ἑρμηνείας, ὅ ἐστι τὸ τῆς διανοίας, διεζευγμένον καὶ διεστηκὸς δηλοῦσι· σαφῆ δὲ τὸν λόγον παραστήσομεν ἐν αὐτῷ τῷ τόπῳ γενόμενοι. Συμπλεκτικοὶ μὲν οὖν εἰσι ν , ὅσοι τὴν ἑρμηνείαν ἐ π ’ ἄπειρον ἐκφερομένην συνδέουσι ν.] Οὗτοι, φησίν, εἰσὶν οἱ συμπλεκτικοὶ σύνδεσμοι, οἵτινες τὴν διάνοιαν ἐπὶ πολὺ ἐκφερομένην καὶ ἐπεκτεινομένην συμπλέκουσι καὶ συνδέουσιν, ὥστε τὴν ἑτέραν τῇ ἑτέρᾳ συνδεδέσθαι καὶ συνηρτῆσθαι. Ταύτην δὲ ἔχουσι τὴν ἐπαγγελίαν, ὥστε συνδεῖν τὰς διανοίας ἐπ’ ἀλλήλας καὶ τὴν δύναμιν, ὅ ἐστι τὴν ὕπαρξιν, τὴν ἐν αὐταῖς παριστᾶν, ἐπιπλέκειν δὲ τοὺς λόγους οὐ κατὰ ἀκολουθίαν, ἀλλ’ ἀδιάφορον ποιεῖσθαι τούτων τὴν μετάθεσιν, οἷον «καὶ ἀνέγνων καὶ περιεπάτησα» ἢ «καὶ περιεπάτησα καὶ ἀνέγνων», «καὶ ἐξέμαθον καὶ ἐνόησα» ἢ «καὶ ἐνόησα καὶ ἐξέμαθον». Οὐ δεῖ γε οὖν τοῦτο αὐτὸ εἰδότας καὶ τὰ Ὁμηρικὰ μέμφεσθαι ὡς ἀτάκτως κατειλεγμένα καὶ δεόμενα ἀναστροφῆς ἐν τῷ 〈μ 134〉 τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τ ε, 〈π 41〉 αὐτὰρ ὅ 〈 γ ’〉 εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδό ν· οὐδὲ γὰρ τάξιν ἀπαιτεῖ, καθὰ εἰρήκαμεν, ὁ συμπλεκτικὸς σύνδεσμος. Χρὴ δὲ εἰδέναι, ὅτι οὐ δεῖ ἐξ ἀντικειμένων καὶ μαχομένων συμπλέκειν διάνοιαν, οἷον «καὶ ἡμέρα ἐστὶ καὶ νύξ ἐστι», τοῦτο γὰρ ἀδύνατον· ἀλλ’ οὕτως, «καὶ ἡμέρα ἐστὶ καὶ ἄνθρωποι προῆλθον καὶ τὰ συνήθη διαπράττονται». Εἰσὶ δὲ 〈οἵδε 〉 , μέν δέ τέ καί ἀλλά ἠμέν ἠδέ ἰδέ αὐτάρ ἀτάρ ἤτοι κέν ἄ ν] Ὁ μὲν μέν συμπλεκτικὸς σύνδεσμος συνήθης ἐστὶ καὶ ποιηταῖς καὶ λογογράφοις, δύναμιν ἔχων τὴν αὐτὴν τῶ ἤτοι συμπλεκτικῷ ὄντι· μὴ ὄντι δὲ συμπλεκτικῷ, ἀλλὰ διαζευκτικῷ, οὐδ’ ἔτι αὐτῷ ἰσοδυναμεῖ. Διαφέρει δὲ κατὰ δύο τρόπους τοῦ ἤτοι ὁ μέν, ὅτι ὁ μὲν μέν συνήθης, ὁ δὲ ἤτοι ποιητικός, καὶ ὅτι ὁ μὲν μέν μέσος παραλαμβάνεται, ὁ δὲ ἤτοι κατ’ ἀρχὴν τίθεται, οἷον 〈Β 494〉 Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχο ν , 〈e x . |
| 104 | g r . Α 68〉 ἤτοι ὅ γ ’ ὣς εἰπὼν κα τ ’ ἄ ρ ’ ἕζετ ο. —Καὶ ὁ δέ ὁμοίως καὶ παρὰ τοῖς ποιηταῖς ἐστι καὶ ἐν τῷ ἔθει συνήθης, ἰσοδυναμῶν τῷ ἀτάρ καὶ αὐτάρ· ἀλλὰ πάλιν διαφέρει, ὅτι ὁ μὲν συνήθης καὶ ἐν μέσῃ φράσει τίθεται, ὁ δὲ καὶ ποιητικὸς καὶ ἀρκτικός. Χρὴ δὲ εἰδέναι, ὅτι πάντως τῷ μέν ἐπιφέρεται ὁ δέ, τοῦ λόγου μεταβαίνοντος ἢ εἰς ἕτερον πρόσωπον ἢ εἰς ἑτέραν θέσιν καὶ ἔννοιαν πράγματος, εὑρισκομένου δὲ τοῦ δέ οὐ πάντως προῆν ὁ μέν. —Ὁ τέ καὶ ὁ καί τὴν ἴσην δύναμιν ἔχουσιν. —Ὁ ἀλλά ἀντὶ τοῦ δέ παραλαμβάνεται, οἷον «ἄνθρωπος μέν εἰμι, ἀλλὰ κατὰ τὸ ὄνομα οὐ πράττω», καὶ «ἡμέρα μέν ἐστιν, ἀλλὰ τὰ νέφη οὐχ ὁρῶ». —Ἠμέν ἠδέ ἰδέ ὅμοιοι τῷ καί. —Ὁ ἀτάρ καὶ ὁ αὐτάρ ὡς ὁ δέ εἰσιν. —Ὁ ἤτοι ὅμοιος τῷ μέν. —Ὁ κέν καὶ ὁ ἄν, παραπληρωματικοὶ ὄντες, εἰς τοὺς συμπλεκτικοὺς ἐτάγησαν· πῶς δὲ καὶ διὰ τί, ἐν τῷ περὶ συνδέσμου λεκτέον. Διαζευκτικοὶ δ έ , ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσι ν , ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διιστῶσι ν · εἰσὶ δὲ οἵδ ε , ἤ ἤτοι ἠ έ.] Ἠπορήθη, πῶς σύνδεσμοι λέγονται οἱ προκείμενοι, μαχομένην ἔχοντες τὴν ἐξ αὐτῶν σημασίαν τῇ θέσει τοῦ ὀνόματος· μάχεται γὰρ τὸ συνδεῖν τῷ διαζευγνύειν. Καὶ ἔχεται ἀπολογίας ἡ προκειμένη ἀπορία, ἐπεὶ καὶ ἐπ’ ἄλλων ἔστιν ἐπινοῆσαι ταὐτόν· ὀρθὴν μὲν γάρ φαμεν καὶ πτῶσιν, καὶ τὸ μάχομαι φωνῇ παθητικόν, σημαινομένῳ δὲ ἐνεργητικόν, καὶ τὸ Θῆβαι φωνῇ πληθυντικόν, σημαινομένῳ δὲ ἑνικόν, καὶ ἔτι πολλὰ ἔστιν ἄλλα μαχόμενα εὑρεῖν. Καὶ οἱ προκείμενοι οὖν σύνδεσμοι μὲν εἴρηνται ἕνεκα τοῦ συνδεῖν τὰς λέξεις καὶ τὰς φράσεις, ἕνεκα δὲ τοῦ ἀπ’ αὐτῶν δηλουμένου σύνδεσμοι διαζευκτικοὶ ὠνομάσθησαν· ὅλης γὰρ τῆς φράσεως ὄντες συνδετικοὶ τὰ ἐν αὐτῇ πράγματα διαζευγνύουσιν. Καὶ ἡ ἐπαγγελία αὐτῶν ἑνὸς ὕπαρξιν ἐπαγγέλλεται, τοῦ δὲ ὑπολειπομένου ἢ καὶ 〈τῶν〉 ὑπολειπομένων ἀναίρεσιν, οἷον «ἡμέρα ἐστὶν ἢ νύξ», 〈ex. gr. β 132〉 ζώει ὅ γ ’ ἢ τέθνηκε ν, «ἢ Ἀπολλώνιος ἄρχεται ἢ οἱ τούτου μαθηταί»· ἐν τούτοις γὰρ καὶ ἐν τοῖς τοιούτοις ἡ φράσις συμπλέκεται, τὰ δὲ πράγματα μαχόμενά ἐστι καὶ μὴ δυνάμενα κατὰ ταὐτὸν παραληφθῆναι. —Χρὴ δὲ εἰδέναι, ὅτι ὁ ἤ καὶ διαζευκτικός ἐστι σύνδεσμος καὶ παραδιαζευκτικὸς καὶ διασαφητικὸς καὶ διαπορητικὸς καὶ βεβαιωτικός· καὶ διαζευκτικὸς μέν, ὡς ἐν τοῖς ἄνω· παραδιαζευκτικὸς δέ, ὡς ἐν τῷ 〈Ξ 108〉 ἢ νέος ἠὲ παλαιό ς, ἀντὶ γὰρ τοῦ καί ἐστίν, οἷον «ὁ νέος καὶ ὁ παλαιός»· καὶ διασαφητικός, ὡς ἐν τῷ 〈Α 117〉 βούλο μ ’ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθα ι· καὶ διαπορητικός, ὡς ἐν τῷ 〈λ 172〉 ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἰοχέαιρ α· καὶ βεβαιωτικός, ὡς ἐν τῷ 〈Β 370〉 ἦ μὰν αὖ τ ’ ἀγορῇ νικᾷ ς , γέρο ν , υἷας Ἀχαιῶ ν . |
| 105 | Συναπτικοὶ δέ 〈εἰσιν 〉 , ὅσοι ὕπαρξιν μὲν οὐ δηλοῦσ ι , σημαίνουσι δὲ ἀκολουθία ν.] Ὁ νοῦς οὕτως· συναπτικοί εἰσιν, ὅσοι ὕπαρξιν μέν, τουτέστι τὴν ἐν πράγματι δύναμιν, οὐ δηλοῦσι, σημαίνουσι δὲ ἀκολουθίαν, φράσεως δηλονότι. — Εἰσὶ δὲ οὗτο ι , εἴ εἴπερ εἰδή εἰδήπε ρ.] Φασὶ δέ τινες, ὅτι κοινῆς ἔχονται σημασίας οἱ συναπτικοὶ καὶ οἱ συμπλεκτικοί· τὸ γὰρ συμπλέκειν καὶ τὸ συνάπτειν ταὐτόν ἐστιν. Καὶ ἔστιν ἡ διαφορὰ τῶν συμπλεκτικῶν καὶ τῶν συναπτικῶν αὕτη, ὅτι οἱ μὲν συμπλεκτικοὶ δύναμιν μὲν ἔχουσι τοῦ πράγματος, ἀταξίαν δὲ φράσεως, οἷον «καὶ περιπατῶ καὶ νοῶ» καὶ ἀνάπαλιν «καὶ νοῶ καὶ περιπατῶ»· οἱ δὲ συναπτικοὶ τὸ ἐναντίον οὐ παριστῶσι μὲν τὴν δύναμιν τοῦ πράγματος, ἀκολουθίαν δὲ φράσεως καὶ τάξιν φυλάττουσιν, οἷον «εἰ περιπατήσω κινηθήσομαι»· οὐ γὰρ δύναμαι εἰπεῖν «εἰ κινηθήσομαι περιπατήσω», ψευδὲς γάρ. Παρασυναπτικοὶ δέ εἰσι ν , ὅσοι με θ ’ ὑπάρξεως καὶ τάξιν δηλοῦσι ν · εἰσὶ δὲ οἵδ ε , ἐπεί ἐπείπερ ἐπειδή ἐπειδήπε ρ.] Διαφέρουσι τῶν συναπτικῶν οἱ παρασυναπτικοὶ τῇδε, ὅτι οἱ παρασυναπτικοὶ δύναμιν τοῦ πράγματος παριστῶσι καὶ ἀκολουθίαν πράγματος καὶ φράσεως ἔχουσιν· τοῦτο δὲ ὁ τεχνικός φησιν, ὅτι παρασυναπτικοί εἰσιν, ὅσοι μεθ’ ὑπάρξεως, τουτέστι τὴν τοῦ πράγματος δύναμιν ἐμφαίνοντες, καὶ τάξιν, φράσεως δηλονότι, δηλοῦσιν, οἷον «ἐπεὶ ὁ ἥλιος ὑπὲρ γῆν ἐστιν, ἡμέρα ἐστίν». Περὶ αἰτιολογικῶν καὶ ἀπορηματικῶν περιττόν ἐστι λέγειν, δήλης οὔσης τῆς φράσεως παρὰ τῷ τεχνικῷ. Λεκτέον οὖν περὶ συλλογιστικῶ ν. Συλλογιστικοί εἰσιν, ὅσοι πρὸς τὰς ἐπαγωγὰς καὶ συναγωγὰς τῶν ἀποδείξεων εὖ διάκεινται, οἷόν φαμεν «ἔχεις μέντοι τριώβολον, ἐδέξω δεύτερον τριώβολον καὶ πάλιν τριώβολον, ἀλλαμὴν ὁμολογήσεις ἔχειν ἐννέα ὀβολούς· τοιγαροῦν ποίησόν μοι γραμματεῖον». Περὶ παραπληρωματικῶ ν. —Οἱ παραπληρωματικοὶ καὶ αὐτοὶ σημαίνουσί τι, καθάπερ καὶ οἱ ἄλλοι σύνδεσμοι· ἀλλ’ ἐπεὶ ποικίλη αὐτῶν ἡ σημασία, ἀπὸ τοῦ ἐπικοίνως ἐπισυμβαίνοντος παραπληρωματικοὶ εἴρηνται. Ὁ μὲν γὰρ δή καὶ οἱ ἰσοδυναμοῦντες αὐτῷ ἐν συγκεφαλαιώσει καὶ παραγραφῇ λόγου παραλαμβάνονται, 〈ex. |
| 106 | gr. Β 1〉 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρε ς, 〈Ο 3〉 οἱ μὲν δὴ πα ρ ’ ὄχεσφιν ἐρητύοντ ο· ὁ δαί μετὰ τὰς πεύσεις παραλαμβάνεται, 〈ω 299〉 ποῦ δαὶ νηῦς ἕστηκε ν, 〈Κ 408〉 πῶς δαὶ τῶν ἄλλων Τρώω ν, 〈α 225〉 τίς δαί ς , τίς δαὶ ὅμιλο ς· καὶ ὁ γέ ἐκφαντικός ἐστιν ἐκπλήξεως ἢ σμικρότητος, ὡς ἐν τῷ 〈fr. poet. lyr. 3, 737 B 4 〉 τοῦτό γέ μοι χάρισα ι· καὶ ὁ πέρ ἐναντιωματικός ἐστιν, ὡς ἐν τῷ 〈Α 131〉 μὴ δ ’ οὕτως ἀγαθός περ ἐώ ν. Καὶ ἄλλα δὲ πολλὰ σημαίνουσιν οἱ παραπληρωματικοὶ σύνδεσμοι· καὶ ἐπεὶ οὐκ ἠδύναντο ἀπὸ σημασίας ὀνομασθῆναι, ἐκ τοῦ πλεονάζοντος τὴν ὀνομασίαν ἔσχον· πολλοὶ γὰρ αὐτῶν κατὰ πλεονασμὸν παραπληροῦσι μόνον τὴν φράσιν. Οἱ δὲ ἐναντιωματικοὶ δῆλοί εἰσιν ὡς τὸ ἐναντίον τῇ δυνάμει τοῦ πράγματος δηλοῦσιν· «ἀσθενὴς μὲν ἐγώ, σὺ δὲ ἰσχυρός, καὶ ὅμως ἀσθενὴς ὢν ἐνίκησά σε»· «μακρὰν ἱστάμην, ὅμως ἤκουσά σου λαλοῦντος». |