The delta section of the Suda comprises 1,718 entries ranging from proper names and toponyms to grammatical glosses and extended literary citations. Early entries treat proper nouns such as Δαγίσθαιος and the idol Δαγών worshipped by the Philistines, alongside brief toponymic notes like Δάβαινα.
The middle of the letter is rich in lexicographical and grammatical analysis. The cluster around διδάσκαλος (δ 859–861) illustrates the Suda's typical method: quoting Sophocles, tracing etymology through δαίω and reduplication, and noting syntactic government. Similar entries explain distinctions such as διδασκαλεῖον versus διδασκάλιον.
The letter closes with a run of δυσ- compounds — δυσχέρεια, δυσχείμερος, δυσχρηστούμενος — the last illustrated with a passage on Hannibal's deteriorating situation and his dispatch to Carthage. This range makes the delta section useful for studying Attic religious vocabulary, Byzantine etymological practice, and historiographical excerpts preserved nowhere else.
| δ 1 | Δάα. |
| δ 2 | Δάβαινα: ὄνομα τόπου. καὶ Δαβαινίτης. |
| δ 3 | Δαγίσθαιος: ὄνομα κύριον. |
| δ 4 | Δαγών: εἴδωλον ὑπὸ τῶν ἀλλοφύλων θεραπευόμενον, ᾧ τὴν κι‐ βωτὸν λαβόντες ἀνέθεσαν. |
| δ 5 | Δᾷδες: λαμπάδες. καὶ Δᾳδίον παρὰ πολλοῖς. |
| δ 6 | Δᾳδουχεῖ: φαίνει. καὶ Δᾳδουχήσας Ἀθήνησιν. ὡς Ἀθη‐ ναίων φασὶν οἱ ταῦτα ἀκριβοῦντες δόκιμοι· εὔξαντο δὲ καὶ τῇ Βουλαίᾳ καὶ τῇ κόρῃ διά τε τῶν ἱεροφαντῶν καὶ τοῦ δᾳδούχου σωτηρίαν αὐτοῖς. καὶ Δᾳδουχήσας, λαμπαδηφορήσας. ὁ πρὸ Στρατοκλέους Ἀθή‐ νησι δᾳδουχήσας, ἐκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις. |
| δ 7 | Δᾶερ: ἀνδράδελφος. ἐπὶ κλητικῆς. ἡ δὲ εὐθεῖα δαήρ. |
| δ 8 | Δάειρα: ὄνομα κύριον. |
| δ 9 | Δαημονέστεροι: ἐμπειρότεροι. |
| δ 10 | Δαημονέστατος: ἐμπειρότατος. ἦν δὲ ὁ Ἀλέξανδρος καὶ τάξαι στρατιὰν καὶ ὁπλίσαι δαημονέστατος. ἦσαν δὲ καὶ τελετῶν ἀμφό‐ τεροι δαημονέστατοι. καὶ Δαημονεστάτων, ἐμπείρων, ἐπιστη‐ μόνων. οἷα δὴ δαημονεστάτων τὰ πολέμια. πέμπει δὲ πρεσβευτὴν τῆς τε Ἑλλήνων φωνῆς δαήμονα καὶ τῆς Ῥωμαίων οὐ πάντῃ ἀνή‐ κουστον, ὡς καὶ τοῦ πολίτην Ῥωμαίων κατὰ ποίησιν γενέσθαι μὴ δόξαι ἀνάξιον. |
| δ 11 | Δαΐ: τῇ μάχῃ. ἐν Ἐπιγράμμασιν· ἁ πάρος αἱματόεν πολέμου μέλος ἐν δαΐ, σάλπιγξ, καὶ γλυκὺν εὐράνας ἐκπροχέουσα νόμον. |
| δ 12 | Δαΐαν ὁδόν: ἀγωνιστικὴν ἢ ἔμπειρον, ἀπὸ τοῦ δαῆναι, ὅ ἐστι μαθεῖν. ἢ ἀντὶ τοῦ φιλόνεικον. ὁ δὲ καίτοι δράσας κακὸν δάϊον ἐλεγχόμενος ὅμως ἦγε τὴν ἡσυχίαν. |
| δ 13 | Δαΐζων: διακόπτων· ἢ παρὰ τήνδε τὴν μάχην καταμαχόμενος. |
| δ 14 | Δαϊκταμένοις: ἀναιρουμένοις. |
| δ 15 | Δαΐμονος: τοῦ δαίμονος. |
| δ 16 | Δαΐξας: διακόψας. |
| δ 17 | Δαΐς: ἡ μάχη. |
| δ 18 | Δαΐς: ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς καίεται. δᾲς ἥδε; δᾲς δῆτ’· οὐχ ὁρᾷς ἐστιγμένην; τί δαῒ τὸ μέλαν τοῦτ’ ἐστὶν αὐτῆς ἐν μέσῳ; ἡ πίττα δήπου καομένης ἐξέρχεται. |
| δ 19 | Δαΐφρονος: συνετοῦ ἢ πολεμικοῦ. |
| δ 20 | Δάκες: οἱ νῦν Πατζινακίται λεγόμενοι. ἡ εὐθεῖα Δάκος, τῷ δάκει. Δάκη καὶ Δάκετα, θηρία ἰοβόλα ἑρπετά. καὶ Δακέτας ὁμοίως. |
| δ 21 | Δάκῃς· αἰτιατικῇ. αὐθυπότακτον. |
| δ 22 | Δακνόμενος· αἰτιατικῇ. ἐνοχλούμενος, ὑπὸ τῶν τῆς ἱπποτροφίας ἀναλωμάτων κατεσθιόμενος. δοκεῖ γὰρ δαπανηρὸν εἶναι τὸ ἵππους τρέφειν· ὅπερ καὶ τῇ Λακωνικῇ προσέζευκται κατάρᾳ. καὶ γὰρ δὴ τοῦτο οἱ Λακεδαιμόνιοι ἐν κατάρας ἔθεσαν μέρει. ἔστι δὲ αὕτη· οἰκο‐ δομά σε λάβοι καὶ ἀμβολά, ὁ δὲ ἵππος καὶ ἁ γυνά τοι μοιχὸν ἔχοι. ὡς τούτων πάντων δαπανηρῶν ὄντων καὶ ἐπιζημίων. τὸ δὲ δακνό‐ μενος εἶπεν, ἀπὸ τοῦ αὐτὸν κατακεκλεῖσθαι ἔσω τῶν στρωμάτων. |
| δ 23 | Δακία χώρα· ἣν ὁ Τραϊανὸς ἐν τοῖς πέραν τοῦ Ἴστρου χωρίοις κατῴκισε. καὶ ταύτην Αὐρηλιανὸς ἀπέλιπε, κεκακωμένης τῆς Ἰλλυριῶν τε καὶ Μυσῶν χώρας, ἡγούμενος ἀδυνάτως ἔσεσθαι τὴν πέραν ἐν μέσοις τοῖς ποταμοῖς ἀπειλημμένην διασῴζεσθαι. ἐξαγαγὼν οὖν τοὺς ἐκεῖσε Ῥωμαίους ἀπῳκισμένους ἔκ τε τῶν πόλεων καὶ τῶν ἀγρῶν ἐν μέσῃ τῇ Μυσίᾳ καθίδρυσε, τὴν χώραν ὀνομάσας Δακίαν· ἣ νῦν ἐν μέσῳ τῶν δύο Μυσιῶν κειμένη διαιρεῖ αὐτὰς ἀπ’ ἀλλήλων. |
| δ 24 | Δακρύσαι· αἰτιατικῇ. |
| δ 25 | Δακρυόεντα: μετὰ δακρύων. |
| δ 26 | Δακτυλήθρα: ἡ τοῦ δακτύλου σφενδόνη. καὶ δακτυλήθρας ἔχων ἐσθίειν λέγεται τὸ ὄψον, ἵν’ ὡς θερμότατον ἀναδιδῶ τῇ γλώττῃ. |
| δ 27 | Δακτύλιος: ἡ σφραγίς. ὁ δὲ Ἀννίβας ὁ Καρχηδονίων στρα‐ τηγός, Μαρκέλλου τοῦ ὑπάτου ἀποθανόντος, ἐπιστὰς τῷ σώματι αὐτοῦ, ὡς εἶδε τὰ τραύματα πάντα ἐπὶ τοῦ στέρνου, ἐπῄνεσε μὲν ὡς στρα‐ τιώτην, ἐπέσκωψε δὲ ὡς στρατηγόν· καὶ τὸν δακτύλιον αὐτοῦ περιελὼν ἐτύπωσεν ἐπιστολήν. σούκινοι καὶ ἐλεφάντινοι δακτύλιοι γυναιξίν εἰσι σύμφοροι. |
| δ 28 | Δάκτυλοι: παρὰ πολλοῖς οἱ βάλανοι τοῦ φοίνικος. καὶ παρ‐ οιμία· Δακτύλου ἡμέρα: ἐπὶ τῶν εὐημερούντων. Δάκτυλος γάρ τις ἀνὴρ γέγονεν Ἀθήνησι μεγίστων λαχὼν τιμῶν. |
| δ 29 | Δακίβιζα: ὄνομα τόπου. καὶ ζήτει ἐν τῷ Οὐάλης. |
| δ 30 | Δάλδις: πόλις Λυδίας. |
| δ 31 | Δαλίον: οὕτως οἱ κωμικοὶ διὰ τοῦ λ. φέρε δὴ τὸ δαλίον τόδ’ ἐμβάψω. ἐδόκουν γὰρ καθαίρειν ἀποβάπτοντες τοῦ πυρός. οἱ δὲ δᾳδίον γράφουσιν. ἡ δαλιδᾶς, τῆς δαλιδᾶ. |
| δ 32 | Δαλός: λαμπάς, ἢ ξύλου ἀπόκαυμα, ἢ δᾳδίον ἡμίφλεκτον. καὶ παροιμία· Δαλὸς εἰς πῦρ. |
| δ 33 | Δαμάγητος: ὄνομα κύριον. ὁ Ἡρακλεώτης. |
| δ 34 | Δαμαλήτης: ὄνομα κύριον. |
| δ 35 | Δάμαλις: ζῷον. |
| δ 36 | Δάμαρτος: γυναικός. |
| δ 37 | Δαμασίφρων: ὁ ἀπατῆσαι δυνάμενος. Πίνδαρος· δαμασίφρονα χρυσόν. |
| δ 38 | Δαμασκηνός: ἀπὸ τόπου. |
| δ 39 | Δαμάσκιος, Στωϊκὸς φιλόσοφος, Σύρος, Σιμπλικίου καὶ Εὐλαλίου τῶν φρυγῶν ὁμιλητής· ἤκμαζεν ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων. γέ‐ γραπται αὐτῷ ὑπομνήματα εἰς Πλάτωνα καὶ Περὶ ἀρχῶν καὶ Φιλό‐ σοφος ἱστορία. |
| δ 40 | Δάμασος, Ῥώμης ἐπίσκοπος, εἰς ἐποποιΐαν εὐφυής, πολλὰ καὶ σύντομα ἡρωϊκῷ μέτρῳ ἐξέδωκε, καὶ ὀγδοηκοντούτης ἐπὶ Θεοδοσίου βασιλέως ἐτελεύτησεν. ἔγραψε καὶ ἄλλα πολλά. |
| δ 41 | Δαμάστης, Σιγειεύς, ἀπὸ Σιγείου τῆς Τρωάδος, Διωξίππου υἱός, γεγονὼς πρὸ τῶν Πελοποννησιακῶν, σύγχρονος Ἡροδότῳ, τῶν πλουσιωτάτων, ἱστορικός. γέγραφε Περὶ τῶν ἐν Ἑλλάδι γενομένων, Περὶ γονέων καὶ προγόνων τῶν εἰς Ἴλιον στρατευσαμένων βιβλία βʹ, Ἐθνῶν κατάλογον καὶ πόλεων, Περὶ ποιητῶν καὶ σοφιστῶν· καὶ ἄλλα συχνά. γέγονε δὲ Ἑλλανίκου μαθητής. |
| δ 42 | Δαμάτειρα: ἡ δαμάστρια. |
| δ 43 | Δαμαίων: κύριον. |
| δ 44 | Δαμέντα: δαμασθέντα, ἢ φονευθέντα. καὶ Δαμῆναι, δα‐ μασθῆναι. |
| δ 45 | Δαμιανός, Ἐφέσιος, σοφιστής· ὃς καὶ ἐν ὑπάτοις ἐνεγράφη ἐπὶ τοῦ βασιλέως Σευήρου καὶ Βιθυνίας ἦρξε καὶ τὴν στοάν, τὴν ἐκτὸς Ἐφέσου ἀποτεινομένην εἰς τὸ ἱερόν, θολικὴν κατεσκεύασεν. |
| δ 46 | Δάμις, ἀνὴρ οὐκ ἄσοφος, τὴν ἀρχαίαν οἰκῶν Νῖνον. οὗτος τῷ Ἀπολλωνίῳ προσφιλοσοφήσας ἀποδημίας τε αὐτοῦ ἀναγέγραφεν, ὧν κοινωνῆσαι καὶ αὐτός φησι· καὶ γνώμας καὶ λόγους καὶ ὁπόσα ἐς πρόγνωσιν εἶπεν. ὁ γὰρ Ἀπολλώνιος ἀπὸ Ἀντιοχείας ἧκεν εἰς Νῖνον. προσεφοίτησε δὲ αὐτῷ Δάμις ὁ Νῖνος καὶ συνῆν αὐτῷ, ὅ τι μάθοι μνημονεύων. φωνὴ δὲ ἦν τῷ Ἀσσυρίῳ ξυμμέτρως πράττουσα. τὸ γὰρ λογοειδὲς οὐκ εἶχεν, ἅτε παιδευθεὶς ἐν βαρβάροις· διατριβὴν δὲ ἀναγράψαι καὶ ξυνουσίαν καὶ ὅ τι ἤκουσεν ἢ εἶδεν ἀνατυπῶσαι καὶ ὑπομνήματα τοιάδε ξυνθεῖναι σφόδρα ἱκανὸς ἦν. οὐ μὴν ὡς δυοῖν γε ἀμελῆσαι τούτοιν, τῆς τε ἀνδρίας, ᾗ χρώμενος Ἀπολλώνιος διεπορεύθη βάρβαρα ἔθνη καὶ λῃστρικά, οὐδ’ ὑπὸ Ῥωμαίους πω ὄντα, τῆς τε σοφίας, ᾗ τὸν Ἀράβιον τρόπον ἐς ξύνεσιν τῆς τῶν ζῴων φωνῆς ἦλθεν. ἔμαθε δὲ τοῦτο διὰ τουτωνὶ τῶν Ἀραβίων πορευόμενος. |
| δ 47 | Δάμνα: ἐδάμαζεν. |
| δ 48 | Δάμνημι: δαμάζω. |
| δ 49 | Δαμόκριτος, ἱστορικός. Τακτικὰ ἐν βιβλίοις βʹ, Περὶ Ἰουδαίων· ἐν ᾧ φησιν, ὅτι χρυσῆν ὄνου κεφαλὴν προσεκύνουν καὶ κατὰ ἑπταετίαν ξένον ἀγρεύοντες προσέφερον καὶ κατὰ λεπτὰ τὰς σάρκας διέξαινον καὶ οὕτως ἀνῄρουν. |
| δ 50 | Δαμόξενος, Ἀθηναῖος, κωμικός. τῶν δραμάτων αὐτοῦ Σύν‐ τροφοι, ὡς Ἀθήναιος λέγει ἐν γʹ Δειπνοσοφιστῶν· καὶ Ἑαυτὸν πενθῶν, ὡς πάλιν ὁ αὐτὸς ἐν τῷ ἑνδεκάτῳ. |
| δ 51 | Δαμόστρατος, ἱστορικός. Ἁλιευτικὰ ἐν βιβλίοις κʹ καὶ Περὶ τῆς ἐνύδρου μαντικῆς καὶ ἕτερα σύμμικτα ἐχόμενα ἱστορίας. |
| δ 52 | Δαμόφιλος, φιλόσοφος, σοφιστής· ὃν ἀνεθρέψατο Ἰουλιανός, ὁ ἐπὶ Μάρκου τοῦ βασιλέως ὕπατος· γράψας πάμπολλα, ἐξ ὧν ταῦτά μοι εὕρηται ἐπὶ ταῖς τῶν βιβλίων θήκαις· Φιλόβιβλος πρῶτος περὶ ἀξιοκτήτων βιβλίων πρὸς Λόλλιον Μάξιμον, Περὶ βίου ἀρχαίων, καὶ ἕτερα πάμπολλα. |
| δ 53 | Δαμώματα: τὰ δημοσίᾳ ᾀδόμενα. Ἀριστοφάνης· τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων τὸν σοφὸν ποιητὴν ὑμνεῖν. |
| δ 54 | Δάμων: ὄνομα κύριον. |
| δ 55 | Δαμοίτης: κύριον. |
| δ 56 | Δανά: τὰ ξηρὰ ξύλα. τὸ δα μακρόν. Καλλίμαχος· δανὰ ξύλα κεάσαι. τουτέστι σχίσαι. |
| δ 57 | Δανάη: ὄνομα κύριον. ἡ Ἀκρισίου. κρίθητι καὶ σύ· οὐκ εἶ Δανάη ἡ Ἀκρισίου. ταύτης γὰρ δυσπειθῶς πρός τινα δίκην ἀπαντώσης, σοφός τις πρὸς αὐτὴν ἀπεφθέγξατο· κρίθητι καὶ σύ· οὐκ εἶ Δανάη ἡ Ἀκρισίου θυγάτηρ. καὶ Δανάης ἐλύγωσεν ὅδε φρένα. τουτέστιν ὁ χρυσός. ἐπιχωριάζει τῇ μεγάλῃ Ἀντιοχείᾳ τῆς Συρίας τὸ δανικόν, ᾧπερ χρῶνται εἰς μικρὰς πραγμα‐ τείας. |
| δ 58 | Δαναΐς, Δαναΐδος, καὶ Δαναΐδων. καὶ ζήτει τὴν παροιμίαν ἐν τῷ ἀπληστία. |
| δ 59 | Δανάκη: τοῦτο νομίσματός ἐστιν ὄνομα, ὃ τοῖς νεκροῖς ἐδίδοσαν πάλαι συγκηδεύοντες· νεὼς Ἀχερουσίας ἐπίβαθρον. Ἀχερουσία δέ ἐστι λίμνη ἐν ᾅδου, ἣν διαπορθμεύονται οἱ τελευτῶντες τὸ προειρημένον νόμισμα τῷ πορθμεῖ διδόντες. |
| δ 60 | Δανεῖσαι· δοτικῇ. τούτου τὸ χρῆσαι αἱρετώτερον· τὸ μὲν γὰρ χρῆσαι ἐπὶ φίλων, τὸ δὲ δανεῖσαι πρὸς τοὺς τυχόντας. καὶ Δα‐ νειστής, ὁ δανείζων. |
| δ 61 | Δανότατα: ξύλα ξηρότατα. |
| δ 62 | Δαξισμός· ὑπὸ δὲ πόνου τινὸς δαξισμοῦ τῆς καρδίας παύσασθαι ἱπτάμενον. |
| δ 63 | Δάοχος: εἷς ἐστιν οὗτος τῶν προεμένων Φιλίππῳ τὰ Θετταλῶν πράγματα. |
| δ 64 | Δαπανᾶν· αἰτιατικῇ. οὐ τὸ ἀναλίσκειν ἁπλῶς, ἀλλὰ τὸ λαμπρῶς ζῆν καὶ σπαθᾶν καὶ δαπανᾶν τῇ ἀσωτίᾳ· οὕτω Δημοσθένης· καὶ οἱ ἄλλοι δικανικοὶ οὕτως χρῶνται τῷ ὀνόματι. Θουκυδίδης δὲ τὴν πόλιν δαπανᾶν φησιν, ἀντὶ τοῦ εἰς ἀναλώματα μεγάλα ἐμβάλλειν. |
| δ 65 | Δάπεδον: ἔδαφος. Ὅμηρος· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ. |
| δ 66 | Δάπιδας: τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δάπιδας λέγουσι. καὶ δάπισι, τοῖς τάπησιν. οὕτω γὰρ Ἀττικοί. Ἀριστοφάνης Πλούτῳ· οὐδ’ ἐν δάπισιν ἔσται καταδαρθεῖν. |
| δ 67 | Δάπτω: τὸ μετὰ σπαραγμοῦ ἐσθίω· ὅπερ καὶ δαρδάπτω λέγεται. Βάβριος· καὶ σπλάγχνα δάπτων. |
| δ 68 | Δάρας· Προκόπιος· Ῥωμαίων δὲ ἱππεῖς ἦσαν ἄρχοντες ἱππέων, οἳ τὰ πρότερα τὴν ἐς Δάρας μάχην διήνεγκαν. |
| δ 69 | Δαρδανεύς: ὄνομα ἔθνους. καὶ Δαρδάνιοι. |
| δ 70 | Δαρδάπτω: τὸ μετὰ σπαραγμοῦ ἐσθίω. |
| δ 71 | Δαρετίου· τὸν τρίποδ’ ἀνθέμεναι ἐξ ἑκατὸν λιτρῶν καὶ πεντή‐ κοντα ταλάντων Δαρετίου χρυσοῦ τὰς δεκάτας δεκάταν. |
| δ 72 | Δαρεικούς: νόμισμά τι ἦν χρυσοῦν, ὅπερ Δαρεῖος πρῶτος ἐπ‐ ενόησεν. ὅτι Ξέρξης ὡς αὐτὸν πρεσβευσαμένου Ἀριστείδου καὶ τρισχιλίους δαρεικοὺς αὐτῷ διδόντος, οὐδὲν ἐπιστρέφεσθαι ἔφη τοῦ Περσικοῦ πλούτου τοιαύτῃ χρώμενος διαίτῃ. ἔτυχε δὲ οὐκ ἐπιμελῆ τὸν ἄρτον προσφερόμενος. τούτου τοῦ Δαρείου ἠριθμήθη ὁ στρατός, καὶ εὑρέθησαν μυριάδες χωρὶς τοῦ ναυτικοῦ σὺν ἱππεῦσιν οʹ. νέες δὲ ἑξακόσιαι συνελέγησαν ἐπὶ Σκύθας. |
| δ 73 | Δαρεικούς: εἰσὶ μὲν χρυσοῖ στατῆρες οἱ δαρεικοί· ἠδύνατο δὲ ἕκαστος αὐτῶν ὅπερ καὶ ὁ παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενος χρυσός. οὐκ ἀπὸ Δαρείου τοῦ Ξέρξου πατρός, ἀλλ’ ἀφ’ ἑτέρου τινὸς πα‐ λαιτέρου βασιλέως ὠνομάσθησαν. λέγουσι δέ τινες δύνασθαι τὸν δα‐ ρεικὸν δραγμὰς ἀργυρίου κʹ, ὡς τοὺς εʹ δαρεικοὺς δύνασθαι μνᾶν ἀργυρίου. |
| δ 74 | Δαρεῖος· ὅτι Ἀλέξανδρος ὁ τῶν Μακεδόνων πρὸς Δαρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, τοῦτον κατὰ κράτος νικᾷ. καὶ αἰτεῖται εἰς διαλλαγὴν ἐλθεῖν καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. ὅτι αὐτὸς Δαρεῖος ὑπὸ τοῦ ἰδίου σατράπου ἀναιρεῖται, Βέσσος ὄνομα· καὶ προσάγει τὴν κεφαλὴν Ἀλεξ‐ άνδρῳ τῷ Μακεδόνι. ζήτει περὶ τούτου ἐν τῷ Ἀλέξανδρος, καὶ ζήτει ἐν τῷ Δημοκήδης. ζήτει παράνω ἐν τῷ Δαρεικούς. |
| δ 75 | Δᾴς: λαμπάς. πῦρ τε ἐν δᾳσὶ καὶ φακέλους πίσσῃ κεχρισμένους κομίζοντες τὴν πλάτην ἀνάπτουσιν. καὶ αὖθις· τὰ ἡμίτομα ἐπὶ κλίναις βεβλημένα μάλα ἁβραῖς καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κεκοσμημέναις ἐπιθέντας, ὑπὸ δᾳσὶν ἐπακμαζούσαις τῷ πυρί, καὶ τὸν ὑμέναιον ᾀδουσῶν γυναικῶν, κομισθῆναι μετὰ χορείας γαμηλίου τε καὶ κερτόμου. |
| δ 76 | Δάσασθαι: διαμερίσασθαι. Ἡρόδοτος· ἐς τρεῖς μοίρας ὁ Ξέρξης δασάμενος πάντα τὸν πεζὸν στρατόν. |
| δ 77 | Δασέως καὶ Δασεῖα. |
| δ 78 | Δάσιος: ὁ δασύς. |
| δ 79 | Δάσκιος: ὁ πολύσκιος. |
| δ 80 | Δασμολογία: φορολογία. καὶ Δασμολόγοι, φορολόγοι. |
| δ 81 | Δασμολογῶ· αἰτιατικῇ. συνάγω. Πλάτων μὲν ἀτελεῖς φόρων τοὺς παρ’ αὐτὸν φοιτῶντας ἐποίει· σὺ δὲ δασμολογεῖς, καὶ παρ’ ἑκόν‐ των καὶ ἀκόντων λαμβάνεις. |
| δ 82 | Δασμός: μερισμός, φόρου ἀπαρχή. Ξενοφῶν· εὗρον δὲ καὶ πώλους εἰς δασμὸν βασιλεῖ τρεφομένους ιζʹ. καὶ αὖθις· Ἀθηναῖοι δὲ δείσαντες τὸν Μίνωος στόλον ὑπέστησαν δασμὸν οἴσειν εἰς Κρήτην, ὅν τινα ἂν ἐκεῖνοι δικαιώσειαν. |
| δ 83 | Δασμοφορῶ· δοτικῇ. |
| δ 84 | Δάσονται: διασπῶνται. κατὰ μέρη φαγοῦνται καὶ μεριοῦνται. |
| δ 85 | Δασπλῆτα: τὴν ἐπὶ κακῷ προσπελάζουσαν. ἐν Ἐπιγράμμασι· σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν οἷά τε πικρὴν νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα. Δασπλῆτις γὰρ ἡ Ἐριννύς. |
| δ 86 | Δασύπους: λαγώς. καὶ παροιμία· Πρότερον χελώνη παραδραμεῖται δασύποδα· ἐπὶ τοῦ ἀδυνάτου. |
| δ 87 | Δασύπους κρεῶν ἐπιθυμεῖ: λέγεται ἐπὶ τοῦ ἐπιθυμοῦντος παρ’ ἄλλῳ γενέσθαι τὰ ὄντα παρ’ ἑαυτῷ. |
| δ 88 | Δατεῖσθαι καὶ Δατηταί: δατεῖσθαι μὲν τὸ μερίζεσθαι, δατηταὶ δὲ οἱ μερισταί. τὸ δὲ εἰς δατητῶν αἵρεσιν, εἶδός ἐστι δίκης. ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινά, οἱ δὲ μή, ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις εἰς δατητῶν αἵρεσιν. οὕτως Λυσίας καὶ Ἀριστοτέλης. Δατηταὶ κυ‐ ρίως, οἱ τὰ κοινὰ διανέμοντες τοῖς μὴ βουλομένοις. |
| δ 89 | Δᾶτις, Πέρσης· ὃς ἐπετήδευσεν ἑλληνίζειν. ὃν λέγουσι φάναι χαίρομαι, ἀντὶ τοῦ εἰπεῖν χαίρω. καί ἐστι Δατισμός. Δᾶτις· οὗτος δὲ εἶδεν ὄψιν ὀνείρου, καὶ ἥτις ἦν ἡ ὄψις, οὐ λέγεται. ὁ δέ, ὡς ἡμέρη τάχιστα ἐπέλαμψεν, ζήτησιν ἐποίεε τῶν νεῶν. εὑρὼν δὲ ἐν Φοινίσσῃ ἄγαλμα Ἀπόλλωνος κεχρυσωμένον ἐπυνθάνετο, ὁκόθεν εἴη σεσυλημένον. πυθόμενος δὲ ἐξ οἵου ἦν ἱεροῦ, ἔπεμπε τῇ ἑωυτοῦ νηῒ ἐς Δῆλον, καὶ κατατίθεται εἰς τὸ ἱερὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται τοῖσι Δηλίοισιν ἀπαγαγεῖν τὸ ἄγαλμα. ὃς ἑλληνίζειν βουλόμενος, εἶπεν ἥδομαι καὶ χαίρομαι καὶ εὐφραίνομαι. Δᾶτις καὶ Ἀρταφέρνης, Περσῶν καθηγεμόνες μετὰ τὴν καθαίρεσιν Μαρδωνίου ἀπέστειλαν εἰς τὴν Ἑλλάδα, καταπειράσοντες τὰς πόλεις καὶ γῆν καὶ ὕδωρ αἰτήσοντες. οἱ δὲ νησιῶται πάντες ἔδωκαν· Ἀθηναῖοι δὲ βαρέως ἐνεγκόντες τοὺς πρεσβευτὰς ἐξεκήρυξαν. οἱ Λακεδαιμόνιοι δὲ ἀμφότερα δώσειν ἐπηγ‐ γείλαντο· καὶ ἐμβαλόντες αὐτοὺς εἰς φρέατα καὶ καταχώσαντες ἀπ‐ εφήναντο δεδωκέναι τὴν τῶν αἰτουμένων χάριν. |
| δ 90 | Δατόν: παρὰ Ῥωμαίοις σημασία τῆς ἡμέρας καὶ τοῦ καιροῦ, ὅτε τις ἢ ἐκ πόλεως ἢ ἔκ τινος τόπου ἀποσταλῇ. σημείωσαι, μή ποτε τοῦτό ἐστιν, ὃ καὶ νῦν συνήθως λέγεται, τί δατὸν ἔχεις; οἱ δὲ ζάκανον. |
| δ 91 | Δατός: πόλεως ὄνομα. καὶ Δατὸς ἀγαθῶν, ἐν ᾗ καὶ χρύσεια μέταλλα. |
| δ 92 | Δάτος, πόλις Θρᾴκης, σφόδρα εὐδαίμων. ἀφ’ ἧς καὶ ἡ παροιμία· Δατὸς ἀγαθῶν. ταύτην δὲ τὴν πόλιν καὶ τὴν παρακειμένην χώραν καὶ θηλυκῶς καὶ ἀρσενικῶς ὀνομάζουσιν. |
| δ 93 | Δατοῖς: δόλοις, πανουργεύμασιν. ἐσκόπησαν ἐγγράφοις προσ‐ ρήμασι διαμαρτύρασθαι αὐτούς. ἀλλ’ ἐπεὶ τοῦτο οὐχ ἁπλῶς καὶ ὡς ἔθος ἐνεχώρει γενήσεσθαι διὰ τὸν τοῦ βασιλέως φόβον, δατοῖς οὐκ ἔξω δεινότητος τεχνασθεῖσιν ἐχρήσαντο. |
| δ 94 | Δαυίδ, προφήτης, προπάτωρ τοῦ κυρίου καὶ θεοῦ ἡμῶν. ὃς μετὰ τὸ βασιλεῦσαι ἐπορεύετο μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ ἦν μετ’ αὐτοῦ. εἶχε δὲ δυνατοὺς ἄνδρας λζʹ, ὥστε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸς ρʹ, τὸν δὲ μέγαν πρὸς χιλίους ἄνδρας. δυνατοὶ καὶ ἀκαταγώνιστοι πρὸς τοὺς ἐναντίους, θυρεοὺς αἴροντες καὶ δόρατα μέγιστα, κοῦφοι τοῖς ποσίν, ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τρέχοντες. ἡ κατασκευὴ αὐτῶν ἔκπληκτος, τὰ πρόσωπα αὐτῶν ὡς λεόντων. τοὺς δὲ πολεμιστάς, οὓς εἶχε Δαβὶδ μετ’ αὐτοῦ, μυριάδες τλβʹ καθὼς ἠριθμήθη ὑπὸ Ἰωὰβ τοῦ ἀρχιστρατήγου αὐτοῦ. καὶ τοῦτο πονηρὸν ἐφάνη ἔναντι κυρίου, καὶ ἀπέστειλε κύριος Γὰδ τὸν προφήτην πρὸς Δαβὶδ καὶ εἶπε· τάδε λέγει κύριος ὁ θεός· ἔκλεξαι σεαυτῷ γενέσθαι σοι ἓν τῶν τριῶν, ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ, ἢ μῆνας τρεῖς φεύγειν ἔμπροσθεν τῶν ἐχθρῶν σου, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου. καὶ εἶπε Δαβίδ· στενά μοι πάντοθεν τὰ τρία· πλὴν ἐμπεσοῦμαι εἰς χεῖρας κυρίου. καὶ ἐξελέξατο τὸν θάνατον, καὶ ἀπέθανον ἀπὸ πρωΐθεν μέχρι ὥρας ἀρίστου χιλιάδες οʹ. καὶ εἶπε Δαβίδ· ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήσας, οὗτοι τὰ πρόβατα· γενέσθω δὴ ἡ χείρ σου ἐπ’ ἐμοί. καὶ παρακληθεὶς ὁ κύριος ἀπέστειλε τὴν χεῖρα αὐτοῦ καὶ συνέσχεν ἡ θραῦσις, καὶ ᾠκοδόμησεν ἐκεῖ Δαβὶδ θυσιαστήριον. |
| δ 95 | Δαυίδ, βασιλεὺς Ἰσραήλ. διώκοντος αὐτὸν τοῦ Σαούλ, ἐμπεσόντος δὲ τοῦ Σαοὺλ εἰς χεῖρας τοῦ Δαβὶδ καὶ ἅπαξ καὶ δίς, καὶ μηδὲν ἀδικηθέντος, ἔφη Δαβὶδ ὁ πραότατος πρὸς Σαοὺλ τὸν ἀπανθρωπότατον· ἵνα τί καταδιώκεις, ὦ βασιλεῦ, τοῦ λαβεῖν τὴν ψυχήν μου; δικάσαι κύριος ἀναμέσον ἐμοῦ καὶ σοῦ καὶ ἐκδικήσει με ἐκ χειρός σου. ἡ δὲ χείρ μου οὐκ ἔσται ἐπὶ σέ, καθὼς λέγεται τῇ ἀρχαίᾳ παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια. καὶ ὁ μὲν οἶκος Δαβὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. εἶτα τῶν ἀλλοφύλων κατὰ Σαοὺλ ἐστρατοπεδευκότων, τοῦ δὲ πρὸς τὴν ἐγ‐ γαστρίμυθον ἀπελθόντος καὶ τὴν ἀπόφασιν δεξαμένου, προθύμως εἰσ‐ ῆλθεν εἰς τὸν πόλεμον καὶ τοξευθεὶς τὰ ὑποχόνδρια ἐτελεύτησεν. οὗτος ἐν πολέμοις ἄριστος ἦν καὶ τῶν νόμων ἀκριβὴς φύλαξ καὶ πάντας πολεμίους ἐχειρώσατο ὀλίγοις τέ τισι πταίσμασι τὸ σῶμα πιεσθεὶς θείαις ἐπαιδεύετο μάστιξι. πρὸς γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν τῆς βασιλείας ἐξέπεσε γέλως τε τοῖς πολεμίοις ἀπεδείχθη. καὶ ταῦτα μετανοίαις καὶ δάκρυσιν ἐθεράπευσεν. ἦν δὲ ὁ Δαβὶδ ἐν‐ άρετος καὶ ἀνδρεῖος ὡς οὐκ ἄλλος τις, ἐν δὲ τοῖς ὑπὲρ τῶν ὑπηκόων ἀγῶσι πρῶτος ἐπὶ τοὺς κινδύνους ὥρμα, τῷ πονεῖν καὶ μάχεσθαι παρακελευόμενος τοὺς στρατιώτας ἐπὶ τὰς πράξεις, ἀλλ’ οὐχὶ τῷ προστάττειν ὡς δεσπότης, νοῆσαί τε καὶ συνιδεῖν περὶ τὰς τῶν μελ‐ λόντων καὶ τῶν ἐνεστηκότων οἰκονομίας ἱκανώτατος, σώφρων, ἐπιεικής, χρηστὸς πρὸς τοὺς ἐν συμφοραῖς ὑπάρχοντας, μὴ ἐξαμαρτών, εἰ μὴ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα. κατέλιπε δὲ πλοῦτον, ὅσον οὐκ ἄλλος βασιλεὺς οὔτε Ἑβραίων οὔτε ἄλλων ἐθνῶν. ὅτι ὁ Δαβὶδ εἰς βασιλέα τρίτον ἐχρίσθη. |
| δ 96 | Δαυίδειος σορός· καὶ Δαυίδειον μέλος, τὸ τοῦ Δαβίδ. |
| δ 97 | Δαυίδης: ὄνομα κύριον. |
| δ 98 | Δαυλόν: τὸ δασύ. καὶ Δαυλία κορώνη, ἡ ἀηδών. τουτέστιν ἡ δασεῖα. |
| δ 99 | Δαφίδας, Τελμισσεύς, γραμματικός, γεγραφὼς περὶ Ὁμήρου καὶ τῆς αὐτοῦ ποιήσεως ὅτι ἐψεύσατο· Ἀθηναῖοι γὰρ οὐκ ἐστράτευσαν ἐπὶ Ἴλιον. ἦν δὲ οὗτος λοιδορούμενος παντὶ καὶ μέχρις αὐτῶν μὴ φειδόμενος τῶν θεῶν. καὶ Ἄτταλον μὲν τὸν βασιλέα Περγάμου διὰ τοῦτο ἔχειν αὐτῷ ἐπιβουλεύοντα. εἰς δὲ τὴν Πυθίαν ἐλθόντα ποτὲ σκώπτειν εἰς τὸ μαντεῖον καὶ ἐπιγελῶντα ἐρέσθαι, εἰ τὸν ἵππον εὑρήσει. χρησθῆναι δὲ αὐτῷ, εὑρήσειν ταχέως. εἶτα ἐκεῖνον διαθρυ‐ λῆσαι τοῦτο, ὅτι μηδὲ ἦν αὐτῷ ἵππος, μηδὲ ἀπώλετο. ἀναχωρήσαντα δὲ συλλαβόμενος Ἄτταλος ἐπέταξε κατακρημνισθῆναι. ἐν ᾧ δὲ τόπῳ τοῦτο ἐγένετο, ἐκαλεῖτο Ἵππος ὁ τόπος. καὶ ἔγνω πρὸς τῷ θανάτῳ, μὴ ἐψεῦσθαι τὸ λόγιον. οὕτως οὖν ἐνυβρίσας κακῶς ἀπώλετο. |
| δ 100 | Δαφνίνην φορῶ βακτηρίαν: τοῦτο λέγειν εἰώθασιν οἱ ὑπό τινων ἐπιβουλευόμενοι, παρόσον ἀλεξιφάρμακον ἡ δάφνη. |
| δ 101 | Δαφοινόν: τὸ πάνυ φοινίσσον. σᾶμα τόδε φθιμένου μενεδίου εἴσατο Δάμις ἵππου, ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης τύψε. |
| δ 102 | Δάψατο· ἁ μεγάλα δ’ Αἴγυπτος ἑανῷ δάψατο χαίτην. |
| δ 103 | Δαψίδων· Πολύβιος· οἵων γὰρ ἂν δέκα συμβαίνῃ τὸ τοῦ τείχους ὕψος, τοιούτων ιβʹ δεήσει τὰς κλίμακας δαψίδων ὑπάρχειν. τουτ‐ έστιν ... |
| δ 104 | Δαψιλέστατος: πολυτελέστατος. λέγεται δὲ καὶ ἐπὶ ῥευμά‐ των, καὶ ἐπὶ τῶν μεγαλοψυχούντων. |
| δ 105 | Δαψίλεια: ἡ πολυτέλεια. καὶ Δαψιλής, ὁ πολύς. |
| δ 106 | Δαιδάλεον: τῇ κατασκευῇ ποικίλον. κεκρύφαλον τόνδε λα‐ βεῖν Σαμύθας. δαιδάλεός τε γάρ ἐστι καὶ ἁδύ τι νέκταρος ὄζει. καὶ Δαιδαλόεις, ὁ ποικίλος. |
| δ 107 | Δαίδαλον: ποικίλον κατασκεύασμα. ἀπὸ Δαιδάλου τινὸς μη‐ χανοποιοῦ, ὃς κατασκευάσας διάφορα μηχανήματα γέγονε περιβόητος. οὐκοῦν διαλαθὼν ἐπὶ τῷ βωμῷ κατέπηξε τὰ δαίδαλα τῶν τριπόδων, ἃ ἐπήγετο. |
| δ 108 | Δαιδαλόχειρ: ὁ ποικίλα καὶ ἐξαίσια ταῖς χερσὶν ἐργαζόμενος. Δῆρις ὁ δαιδαλόχειρ τῇ Παλλάδι πῆχυν ἀκαμπῆ ἄνθετο. καὶ αὖθις Αἰλιανός· ἦν δὲ τὰ λυχνία ἀργύρου πεποιημένα καὶ τέχνης θαυμαστῆς δαίδαλα. καὶ Ἀριστοφάνης· ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύ‐ πριδος ἔρνος. |
| δ 109 | Δαιδάλου πτερά: ἐπὶ τῶν δι’ ἀπορίαν προσθήκης χρωμένων παρελκύσει. |
| δ 110 | Δαιδάλου ποιήματα: ἐπὶ τῶν ἀκριβούντων τὰς τέχνας. ἐπειδὴ οἱ παλαιοὶ δημιουργοὶ συμμεμυκότας τοὺς ὀφθαλμοὺς ἐποίουν, ὁ δὲ Δαίδαλος ἀνεπέτασεν αὐτοὺς καὶ τοὺς πόδας διέστησε. καὶ Ὅμηρός φησιν· ὃς χερσὶν ἠπίστατο δαίδαλα πάντα τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη· ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας. |
| δ 111 | Δαιδάλλω· ῥῆμα. |
| δ 112 | Δαίει: καίει. καὶ Δαιομένη, μερίζουσα, διαιροῦσα. δαίω γὰρ καὶ τὸ μερίζω. ἐξ οὗ καὶ δαιτυμών καὶ Δαίς, δαιτός, ἡ εὐωχία. |
| δ 113 | Δαίμονα: ἐκστατικόν. φασὶ δὲ οἱ φιλόσοφοι δαίμονας εἶναί τινας ἀνθρώπων συμπάθειαν ἔχοντας. |
| δ 114 | Δαιμονᾶν: ὑπὸ δαίμονος κατέχεσθαι, καὶ μαίνεσθαι. καὶ Δαιμονήσας. ὁ δὲ ἐξέλιπε τὸν βίον δαιμονήσας, διὰ τὸ γενέσθαι τινὰς ἐπισημασίας τοῦ δαιμονίου διὰ τὴν περὶ τὸ ἱερὸν παρανομίαν. |
| δ 115 | Δαιμόνιε: μακάριε. |
| δ 116 | Δαιμονίᾳ: δαιμονίως. ἀδελφῆς υἱὸς ἔτη ιηʹ γεγονώς, ἐπι‐ δειξάμενος εὐθὺς ἐκ νέων φύσεώς τινα ῥώμην δαιμονίαν· ὃς ἀπὸ τέγους πεσὼν παραχρῆμα ἐτελεύτα τὸν βίον. |
| δ 117 | Δαιμόνιος ὁρμή: τοῦ δαίμονος, ἢ τοῦ θεοῦ. |
| δ 118 | Δαιμονίως: παραδόξως. ἐθεραπεύθη δέ, ἔφη, δαιμονίῳ τρόπῳ. ὁ δὲ ἐς τὰ ἀφροδίσια δαιμονίως ἐσπουδακώς. ἀντὶ τοῦ παραδόξως, ὑπερφυῶς. |
| δ 119 | Δαίμων: ἡ ἑκάστου τύχη. Ἀριστοφάνης ἐν Πλούτῳ· τοῦ σώ‐ ματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνη‐ μένον. καὶ Σοφοκλῆς· γενναῖος ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος. τουτ‐ έστι τῆς τύχης. οὐδὲν ἀθλιώτερον τοῦ πάντα κύκλῳ περιερχομένου καὶ τὰ νέρθε γῆς, φησίν, ἐρευνῶντος, καὶ τὰ ἐν ταῖς ψυχαῖς τῶν πλησίον διὰ τεκμάρσεων ζητοῦντος, μὴ αἰσθανομένου, ὅτι ἀρκεῖ πρὸς μόνῳ τῷ ἔνδον ἑαυτοῦ δαίμονι εἶναι καὶ τοῦτον γνησίως θεραπεύειν. θεραπεία δὲ αὐτοῦ καθαρὸν πάθους διατηρεῖν καὶ εἰκαιότητος καὶ δυσαρεστήσεως τῆς πρὸς τὰ ἐκ θεοῦ καὶ ἀνθρώπων γινόμενα. τὰ μὲν γὰρ ἐκ θεοῦ καὶ ἀνθρώπων φίλια διὰ συγγένειαν, ἔστι δ’ ὅτε καὶ τρόπον τινὰ δι’ ἄγνοιαν ἀγαθῶν καὶ κακῶν· ἐλάττων ἡ πώρωσις αὕτη τῆς στερισκούσης τὰ λευκὰ καὶ μέλανα. |
| δ 120 | Δαίνυ: εὐώχει. Ὅμηρος· δαίνυ δαῖτα γέρουσι. καὶ Δαινύ‐ μενος, εὐωχούμενος. |
| δ 121 | Δάϊον: τέρας πολεμικόν. |
| δ 122 | Δαίω: τὸ μανθάνω. δαίσω, δαΐσκω, καὶ ἀποβολῇ τοῦ ι δάσκω· ἐπειδὴ τὰ εἰς κω κοινολεκτούμενα οὐ θέλουσι δίφθογγον ἔχειν· ἀνα‐ διπλασιασμῷ διδάσκω καὶ ἐξ αὐτοῦ διδάσκαλος. |
| δ 123 | Δαίρω: τὸ τύπτω. Δέρω δὲ τὸ ἐκδέρω. |
| δ 124 | Δαίς: ἡ εὐωχία. καὶ Δαῖτα θάλειαν ὅτε φησί, στοιχείου μεταθέσει δίαιτάν φασι λέγεσθαι. τὸ δὲ ἀπὸ τοῦ δαίσασθαι λέγειν, βιαιότερον. |
| δ 125 | Δαιταλεῖς: δαιτυμόνες καὶ θιασῶται καὶ συμπόται καὶ οἷον συνδαιταλεῖς. οὕτως Ἀριστοφάνης. ἐπιδείπνιον ὁ βασιλεὺς θέαν τοῖς δαιταλεῦσιν ὥσπερ ἀξιόλογον χαριζόμενος, τοῦτ’ ἐδείκνυεν. |
| δ 126 | Δαῖτας: εὐωχίας. Φοῖβε, δέξαι πλωτήρων μάζης χεριφυρέα δαῖτα. καί, οἵους Ἡσίοδος παρεισάγει τοὺς Αἰακίδας, πολέμῳ κεχα‐ ρηότας ἠΰτε δαιτί. |
| δ 127 | Δαιτή: ἐπ’ εὐθείας διὰ τοῦ η. ἡ εὐωχία. ἐπὶ δὲ δοτικῆς, δαιτί, τῇ εὐωχίᾳ· ἐκ τοῦ δαίς, δαιτός, δαιτί. |
| δ 128 | Δαιτὸς ἐΐσης: ἐξ ἴσου μεριζομένης εὐωχίας. Ζηνόδοτος δὲ τῆς ἀγαθῆς φησιν· ἐπειδὴ ἡ τροφὴ τῷ ἀνθρώπῳ ἀγαθόν. ἐπειδὴ οἱ πρῶτοι ἄνθρωποι, οἷς δὴ οὐ παρῆν ἄφθονος ἡ τροφή, βίᾳ ἥρπαζον καὶ ἀφῃροῦντο τοὺς ἔχοντας, καὶ μετὰ τῆς ἀκοσμίας ἐγίνοντο καὶ φόνοι· ἐξ ὧν λεχθῆναι τὴν ἀτασθαλίαν. ἐν γὰρ ταῖς θαλίαις ἡμάρτανον τὰ πρῶτα οἱ ἄνθρωποι. ὕστερον δὲ διένεμον, καὶ ἦλθεν εἰς κόσμον τὰ δόρπα. ἔνθεν καὶ δαιτρός· καὶ δαίς, ἡ εὐωχία· καὶ δαιτυμόνες. ὅτι ἐπὶ ἀνθρώπων λέγεται δαίς, ἐπὶ δὲ θηρίων οὔ. ἀγνοῶν δὲ Ζηνό‐ δοτος τῆς φωνῆς ταύτης τὴν δύναμιν ἔφη· ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε δαῖτα. |
| δ 129 | Δαιτυμόνες: ἀριστηταί, εὐωχούμενοι. |
| δ 130 | Δαιτρεύειν: μερίζειν. |
| δ 131 | Δαιτρόν: μεριστήν, μάγειρον. |
| δ 132 | Δαιτρός: προσδιαιρῶν ἐλάχιστα τοῖς ἑστιωμένοις. οὕτως γὰρ εἱστιῶντο μεριζόμενοι τά τε πρόβατα καὶ τὸν πότον. παρὸ καὶ λέγει· δαιτὸς ἐΐσης. ἰσομοίρου τροφῆς. ἢ Δαιτρός, ὁ διαιρῶν καὶ δια‐ νέμων τὰ κρέα. ὅτι Τίμαιός φησι, τοὺς ποιητὰς καὶ τοὺς συγ‐ γραφεῖς διὰ τῶν ὑπεράνω πλεονασμῶν ἐμφαίνειν τὰς ἑαυτῶν φύσεις, λέγων ἐκ τοῦ δαιτρεύειν τὸν ποιητὴν πολλαχοῦ τῆς ποιήσεως γαστρί‐ μαργον παρεμφαίνειν, τὸν δὲ Ἀριστοτέλην ὀψαρτύοντα, ὀψοφάγον εἶναι καὶ λίχνον, τὸν δὲ Διονύσιον τὸν τύραννον κλινοκοσμοῦντα καὶ τὰς τῶν ὑφασμάτων ἰδιότητας καὶ ποικιλίας ἐξεργαζόμενον συνεχῶς. ἀνάγκη τὴν ἀκόλουθον ποιεῖσθαι διάληψιν, καὶ δυσαρεστεῖσθαι κατὰ τὴν προαίρεσιν. |
| δ 133 | Δέ: ἀντὶ τοῦ γάρ. μισθοφορεῖ δέ. περὶ Ἀπόλλωνός φησιν Ἀριστοφάνης ἐν Ὄρνισι. |
| δ 134 | Δεβελτός: πόλις Θρᾳκική. |
| δ 135 | Δεββώρα: ὄνομα κύριον. ἡ προφῆτις καὶ ἀρρενόφρων. |
| δ 136 | Δεδαϊγμένος: ἀνῃρημένος. |
| δ 137 | Δέδασται: μεμέρισται. καὶ Δεδαίαται, μεμέρισται. |
| δ 138 | Δέδεμαι· δοτικῇ. |
| δ 139 | Δέδευκε: πεφύρακεν. |
| δ 140 | Δέδειε: φεύγει ἢ φλέγει. |
| δ 141 | Δεδειχότας: δείξαντας. Δεδηχότας δὲ δακόντας. |
| δ 142 | Δέδηγμαι τὴν καρδίαν: ἠνίαμαι, λελύπημαι. καὶ Ὅμηρος· δάκε δὲ φρένας Ἕκτορι μῦθος. καί, θυμοδακὲς μῦθος. καρδίαν δὲ εἶπε, παρόσον περὶ τὴν καρδίαν συνίσταται τὰ τοῦ θυμοῦ καὶ τὰ τῆς ἡδονῆς. παρ’ Ὁμήρῳ Ὀδυσσεύς· στῆθος πλήξας, κραδίην ἠνίπαπε μύθῳ, τέτλαθι κραδίη φάσκων. |
| δ 143 | Δεδημευμέναι: ἀπηγορευμέναι. |
| δ 144 | Δέδηε: φλέγει. |
| δ 145 | Δεδήσεται: δεθήσεται. |
| δ 146 | Δεδηχότας: δακόντας. |
| δ 147 | Δέδια: φοβοῦμαι. |
| δ 148 | Δέδιθι: φοβήθητι. |
| δ 149 | Δεδιξάμενοι: φοβηθέντες. |
| δ 150 | Δεδίξεσθαι: ἐκφοβῆσαι, διῶξαι. ἦχον ἐγεῖραι συμμιγῆ τε καὶ ἄγριον, καὶ σὺν τῷ ἀλαλάγματι ἐπιδουπῆσαι τοῖς τυμπάνοις, ὡς καταπλῆξαι καὶ δεδίξεσθαι τὸ Ῥωμαϊκόν. |
| δ 151 | Δεδιότες. καὶ Δεδιώς, φοβούμενος. οἱ δὲ ἀμφὶ τοῖς οἰκείοις δεδιότες ἐνταῦθα πρῶτον ἠξίουν ἰέναι. |
| δ 152 | Δεδίσσω: ἐκφοβῶ. τὰ δὲ διὰ δύο σς ῥήματα ἓξ φωνήεντα παραλαμβάνει. α· ἄλλος, ἀλλάσσω. ε· πῦρ, πυρός, πυρέσσω. η· πτήσσω. ι· δεδίσσω καὶ δειδίσσω καὶ δεδίττω. καὶ Δεδιττόμενος, ἐκ‐ φοβῶν. υ· ἀφύσσω, τὸ ἀπαντλῶ. ο· τὸ γὰρ ὄσσω ἐκ τοῦ ὄπτω ἐστὶ μετηλλαγμένον. ω· ὀνειρώσσω, ἀγρώσσω. |
| δ 153 | Δεδιττόμενος: ἐκφοβῶν. |
| δ 154 | Δεδμήμεθα: ὑποτετάγμεθα. |
| δ 155 | Δεδμημένοι: δεδαμασμένοι. καὶ Δέδμηνται. ἐν Ἐπι‐ γράμμασι· οἱ δὲ χαλινοὶ στοιχηδόν, ξεστοί τ’ ἀμφίβολοι κάμακες δέ‐ δμηνται, ποθέουσαι ὁμῶς ἵππους τε καὶ ἄνδρας, Παλλαδίου. |
| δ 156 | Δεδοκημένος: ἐκδεχόμενος, ἐνεδρεύων, δοκεύων καὶ ἐπιτηρῶν. |
| δ 157 | Δεδοκιμασμένα: κεκριμένα. ἔγραψε δὲ Εὐσέβιος καὶ ἄλλα ὑπομνήματα δεδοκιμασμένα. |
| δ 158 | Δεδοξοποιημένον: δόξῃ κοσμούμενον. Πολύβιος· τὰ μὲν γὰρ ἄλλα ζῷα ταῖς τοῦ σώματος ἐπιθυμίαις δουλεύει· τὸ δὲ τῶν ἀν‐ θρώπων γένος καὶ προσδεδοξασμένον οὐχ ἧττον διὰ τὴν ἀλογιστίαν ἢ διὰ τὴν φύσιν ἁμαρτάνει. |
| δ 159 | Δέδορκεν: ὁρᾷ, βλέπει. |
| δ 160 | Δέδοται καὶ κακοῖσιν ἄγρα: ἐπὶ τῶν παρ’ ἀξίαν εὐπρα‐ γούντων. |
| δ 161 | Δεδουπώς: πεπτωκώς, τεθνηκώς. |
| δ 162 | Δεδραγμένος: πεπραγμένος. |
| δ 163 | Δέδοικα: φοβοῦμαι. δέδοικα μὴ ’κ θεοῦ πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος μηδέν τι μᾶλλον ὁ νοσῶν εὐφραίνεται. ἀντὶ τοῦ πῶς γὰρ οὐ θεῖόν τι εἴη τὸ κατὰ τὸν Αἴαντα, εἰ πεπαυμένος τοῦ κακοῦ, μᾶλλον ἐν ἀνίᾳ διάγει. ὡς ὧδ’ ἐχόντων τῶνδ’ ἐπίστασθαί σε χρή. ὅτι κάκιον νῦν ἐκεῖνος ἔχει. |
| δ 164 | Δέδοιμι: οἰκοδομοίην. οἰκίον εὖτε δέδοιμι. |
| δ 165 | Δέδυκα: ὑπεισῆλθον. Δέδυκε δὲ εἰσῆλθε. |
| δ 166 | Δέει: τὸ δεῖ. τὸ ὁριστικὸν δηλονότι. Δέει δέ, φόβῳ. ὁ δὲ Νικόμαχος ὡς πεφωραμένος ἐν παντὶ ἦν δέει. |
| δ 167 | Δεεινός: ὁ δεινός. |
| δ 168 | Δέημα· ὡς γελοῖον, ὦ θεοί, τὸ δέημα τῆς νύμφης, ὃ δεῖταί μου σφόδρα. |
| δ 169 | Δεῆσαν: χρείας γενομένης. |
| δ 170 | Δεήσεις: ἀντὶ τοῦ ἐνδείας. Ἀντιφῶν Ἀληθείας πρώτῳ. |
| δ 171 | Δέκα καὶ Δεκαδοῦχος· δέκα μὲν ἦρχον μετὰ τοὺς λʹ κατα‐ στάντες, ἐκαλεῖτο μέντοι τούτων ἕκαστος τῶν ἀρχόντων δεκαδοῦχος, ὡς δηλοῖ Λυσίας. |
| δ 172 | Δεκαδαρχίαι· τὰς ὑπὸ Λακεδαιμονίων κατασταθείσας ἐν ταῖς πόλεσι δεκαδαρχίας συνεχῶς ὀνομάζουσιν οἱ ἱστορικοί. καὶ Φίλιππος μέντοι παρὰ Θετταλοῖς δεκαδάρχην κατέστησεν, ὡς Δημοσθένης ἐν ϛʹ Φιλιππικῶν. |
| δ 173 | Δεκάζεσθαι: ἐρρήθη μὲν ἀπὸ τοῦ κατὰ δεκάδα φθείρεσθαι δώροις. ὅτε γὰρ βούλοιντό τινες ἀρχῆς τυχεῖν ἢ ἄλλο τι ἀνύσασθαι, κατὰ δέκα ἀνθρώπους ἐδίδοσάν τινα, ὅπως συμπράττωσιν αὐτοῖς. ἐξ ἐκείνου δὲ ἤδη τὸν λαμβάνοντα ἕνεκα τοῦ συμπράττειν μὴ ἀπαντῶντος τοῦ βελτίστου, δεκάζεσθαί φασιν. ὅμοιον καὶ τὸ ἐριθεύεσθαι τῷ δε‐ κάζεσθαί ἐστιν. καὶ γὰρ ἡ ἐρίθεια εἴρηται ἀπὸ τῆς τοῦ μισθοῦ δόσεως. |
| δ 174 | Δεκάζεσθαι: δωροδοκεῖσθαι. καὶ Δεκάζειν, διαφθείρειν χρή‐ μασιν, ἢ δώροις. Αἰλιανός· πολλοὺς διέφθειρε νομάδων δεκάσας εἰς προδοσίαν. καὶ Δεκάζων, τὸ σημαινόμενον δῆλον. ἐποιήθη δὲ τὸ ὄνομα ἐντεῦθεν. Λύκος μέν ἐστιν ἥρως μορφὴν ἔχων τοῦ θηρίου. πρὸς δὲ τοῖς ἐν Ἀθήναις ἀνεστήλωται δικαστηρίοις· πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ ιʹ γινόμενοι ἀνεστρέφοντο. ἔνθα καὶ ἡ παρ‐ οιμία· λύκου δεκάς. ἐξ οὖν τῆς δεκάδος τὸ δεκάζειν καὶ δεκάζεσθαι. |
| δ 175 | Δεκαμναιαῖον: δέκα μνᾶς. Σκόπας, Αἰτωλῶν στρατηγός, ὃς ἀποτυχὼν τῆς στρατείας νόμους ἔγραφε. καὶ ὀψώνιον ἐξέθηκεν αὐτῷ ὁ βασιλεὺς ἑκάστης ἡμέρας δεκαμναιαῖον, τοῖς δὲ ἐπί τινος ἡγε‐ μονίας τεταγμένοις μναιαῖον. ἀλλ’ ὅμως οὐκ ἠρκέσθη τούτοις, καὶ φθο‐ νηθεὶς τὸ πνεῦμα προσαπέθηκε τῷ χρυσίῳ. ρʹ δὲ δραχμαὶ ποιοῦσι μνᾶν. |
| δ 176 | Δεκάπαλαι: τὸ πρὸ πολλοῦ πάνυ λέγουσιν Ἀττικοί. |
| δ 177 | Δεκάπους σκιά: τὸ παλαιὸν οἱ καλοῦντες ἐπὶ δεῖπνον καὶ καλούμενοι παρεσημαίνοντο τὴν σκιάν. καὶ οὕτως οἱ μὲν ἔμενον τοὺς κληθέντας, οἱ δὲ ἀπῄεσαν ἐπὶ τὰς ἑστιάσεις, οὐδ’ ὑποτηρήσεως οὔσης αἰτίας, ἐφ’ ἧς οἷόν τε ἦν τεκμήρασθαι, εἰς πόσας ὥρας προήκει. |
| δ 178 | Δεκάπουν σκιάν· Ἀριστοφάνης· σοὶ δὲ μελήσει, ὅταν ᾖ δε‐ κάπουν τὸ στοιχεῖον, λιπαρῶς χωρεῖν ἐς δεῖπνον. περὶ ἡλιοτροπίου φησί. τουτέστι τοῦ ἡλίου ἡ σκιὰ ὅταν ᾖ δέκα ποδῶν, ἤγουν ὅτε γίνεται ὀψινόν. |
| δ 179 | Δεκάσκαλμος ναῦς. |
| δ 180 | Δεκαταῖος: δέκατος. |
| δ 181 | Δεκατεύειν: δεκάτην δοῦναι. ἐφ’ οἷς οἱ Ἕλληνες ὤμοσαν, εἰ νικήσειαν, στρατεύσειν καὶ δεκατεύσειν ἅπαντας τῷ Πυθίῳ. ἐς δεκάτην παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει. τὴν δεκάτην γὰρ εἱστίων ἐπὶ τοῖς τικτομένοις, καὶ ἐν αὐτῇ τὰ ὀνόματα ἐτίθεντο τοῖς παισίν. Εὐριπίδης Αἰγεῖ· τίς σε μᾶτερ ἐν δεκάτᾳ τόκου ὠνόμαζεν; ὁ δὲ Ἀριστοτέλης ἐν ταῖς ζʹ φησὶν ἐπιτίθεσθαι τὰ ὀνόματα, γράφων οὕτως· πλεῖστα δὲ ἀναιρεῖται πρὸς τὴν ζʹ, διὸ καὶ τὰ ὀνόματα τότε τίθενται. |
| δ 182 | Δεκατεύειν: ἀντὶ τοῦ δεκάτην εἰσπράττεσθαι καὶ λαφυραγωγεῖν. τὰ δ’ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο θεοῖς, διὸ κυρίως δεκατεῦσαι τὸ καθιερῶσαι, κατὰ μεταφορὰν δὲ καὶ τὸ δεκάτην ὁπωσοῦν λαβεῖν καὶ ἀπαιτῆσαι. |
| δ 183 | Δεκατευτάς: τοὺς τελώνας τοὺς τὴν δεκάτην ἐκλέγοντας καὶ συλλέγοντας. οὕτως Ἀντιφῶν. καὶ Δεκατηλόγοι, οἱ αὐτοί. εἴρηται δὲ καὶ θηλυκῶς τὴν Δεκατηλόγον. |
| δ 184 | Δεκατευτήριον: τὸ ἐν τῇ Ἀβύδῳ πορθμεῖον. ὡς εὐθὺς τὴν Ἄβυδον λυμανεῖται καὶ τὸ ἐν αὐτῇ δεκατευτήριον. |
| δ 185 | Δεκατηλόγους: τοὺς τὴν δεκάτην ἐκλέγοντας. ταυτὸν ἄρα τοῖς δεκατευταῖς. |
| δ 186 | Δεκάτην ἑστιάσαι: ἔθος ἦν παίδων γεννωμένων τοῖς Ἀθη‐ ναίοις ἀστοῖς, τῇ ιʹ τῶν νυκτῶν ἀπὸ τῆς γενέσεως συγκαλεῖσθαι τοὺς πρὸς πατρὸς καὶ μητρὸς οἰκείους καὶ τοὺς ἐγγυτάτω φίλους, καὶ παρόντων ἐκείνων τά τε ὀνόματα τοῖς παισὶ τίθεσθαι καὶ καλλιερεῖσθαι τοῖς θεοῖς· ἔπειτα εὐωχεῖσθαι τοὺς συνεληλυθότας. καὶ τοῦτό ἐστιν ἡ δεκάτη. καὶ Δεκατῶ ῥῆμα. ὡς τὸ, ὁ λαμβάνων δεκάτας δε‐ δεκάτωται. τῆς τῶν Συρακουσίων δεκάτης πολὺ προτιμώτερόν σε ποιού‐ μενος. |
| δ 187 | Δεκασμός: δωροδοκία. |
| δ 188 | Δεκάχοια: δεκαπλάσια. |
| δ 189 | Δεκέβαλος: ὁ τῶν Δακῶν βασιλεύς. ζήτει ἐν τῷ δεινός. |
| δ 190 | Δεκέλεια: τόπος. |
| δ 191 | Δεκελεικός: ὁ Πελοποννησιακὸς πόλεμος· ἀπὸ μέρους τοῦ τελευταίου. |
| δ 192 | Δεκέτης: ὁ δεκαετής. θηλυκῶς δὲ Δεκέτις, διὰ τοῦ ι. |
| δ 193 | Δέκιος, Ῥωμαίων βασιλεύς, Φιλίππου διάδοχος, ὃς βασιλικῷ θεσπίσματι τοὺς τὰ Χριστιανῶν δοξάζοντας ἐθανάτου καὶ τοὺς οὐ θεοὺς προσκυνεῖν ἠνάγκαζεν. |
| δ 194 | Δεκτέον: δεῖ δέχεσθαι. |
| δ 195 | Δεκτῆρες: ὑποδοχεῖς. |
| δ 196 | Δελεάζοντες: ἐπικρύπτοντες. οἱ δὲ Σκυθοπολῖται δύο ἡμέρας ἠρέμησαν τὴν πίστιν αὐτῶν δελεάζοντες, τῇ δὲ τρίτῃ νυκτὶ παρατηρή‐ σαντες κοιμώμενον ἀνεῖλον. |
| δ 197 | Δέλεαρ: ἀπάτη, δόλος. τοῦ δὲ προθύμως συγκαταθεμένου, δελέατος προσετίθει τὸ ἀκόλουθον παρακαλῶν πλεῦσαι πρὸς τὸν Δη‐ μήτριον. |
| δ 198 | Δελεάζω· αἰτιατικῇ. καὶ Δελήτιον, τὸ δέλεαρ. |
| δ 199 | Δελεασμός. καὶ Δελεάσμασι. |
| δ 200 | Δελέαστρα: παγίδες. |
| δ 201 | Δέλτα: τὸ τέταρτον στοιχεῖον. σημαίνει δὲ καὶ τὸ γυναικεῖον αἰδοῖον. δέλτα παρατετιλμέναι. |
| δ 202 | Δέλτος: πινακίδιον, τιτλάριον, σχεδάριον. Ζήνων ὁ Κιτιεὺς Κλεάνθην τὸν αὑτοῦ διάδοχον ἀφωμοίου ταῖς σκληροκήροις δέλτοις, αἳ μόλις μὲν γράφονται, διατηροῦσι δὲ τὰ γραφέντα. |
| δ 203 | Δελτωτόν· ζήτει ἐν τῷ ἔμβολον. |
| δ 204 | Δέλφακας καὶ Δελφάκιον: τοὺς μεγάλους χοίρους, οἱ δὲ καὶ τοὺς μικρούς. Ὅμηρος· ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι χοίρει’· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι. δέλφακος ἄρρενος λίθῳ τὴν κεφαλὴν παίοντες ἀρῶνται. νέα γάρ ἐστιν, ἀλλὰ δελφα‐ κουμένη ἥξει μεγάλην τε καὶ παχεῖαν κέρκον. |
| δ 205 | Δελφάκιον: ὁ μικρὸς χοῖρος. Ἀριστοφάνης· οἴμοι κακοδαί‐ μων, δελφάκιον γέγονα. τοῦτο εἴρηκεν ἀφευθεὶς τὸν πρωκτόν. ἀντὶ τοῦ φλογισθείς. μετὰ γὰρ τὸ τυθῆναι τὰ δελφάκια φλογίζονται, ἵνα ψιλωθῶσιν. |
| δ 206 | Δελφίνιον: ἔστι μέντοι χωρίον ἐν Χίῳ· ἔστι δὲ καὶ ἐν Ἀθή‐ νησιν ἱερὸν Ἀπόλλωνος οὕτω καλούμενον, ἔνθα ἦν τὸ ἐν Δελφινίῳ δικαστήριον. |
| δ 207 | Δελφίς: πρὸς ναυμαχίαν πολεμιστήριον ὄργανον. ὅθεν καὶ δελφινοφόρον ναῦν Θουκυδίδης ἐν τῇ ζʹ φησίν· ἔπειτα αὐτοὺς αἱ κεραῖαι ὑπὲρ τῶν εὔπλων, αἱ ἀπὸ τῶν ὁλκάδων δελφινοφόροι, ἠρμέναι ἐκώλυον. |
| δ 208 | Δελφίς: ὁ ἰχθύς. καὶ ὄργανον ναυτικὸν σιδηροῦν, ἢ μολί‐ βδινον. Ἀριστοφάνης· πρὶν ἐκεῖνον προσικέσθαι σου, πρότερον τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβαλοῦ. δελφίν, σιδηροῦν κατασκεύασμα ἢ μολίβδινον, εἰς δελφῖνα ἐσχηματισμένον. τοῦτο δὲ ἐκ τῆς κεραίας τοῦ ἱστοῦ ἠφίεσαν εἰς τὰς τῶν πολεμίων καὶ κατεδύοντο. δελφινοφόρος τε ἡ ναῦς. τὴν ἄκατον δὲ παραβαλοῦ· ἀντὶ τοῦ ἕτοιμον ποίει, ὡς εἴ τις κίνδυνος ἐκ τοῦ ἀνέμου, ἐς αὐτὴν ἐμβησομένοις. |
| δ 209 | Δελφὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψει δὲ ἀπόλλυται: ἐπεὶ οὗτοι διὰ τὸ ἱερᾶσθαι τῷ θεῷ ἐστεφανωμένοι, τῶν δὲ ἐπιτηδείων ἀποροῦντες οὐκ ἀπαλλάσσουσιν. |
| δ 210 | Δελφοί: τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτω δὲ ἐκλήθη διὰ τὸ τὸν Δελφύνην δράκοντα ἐκεῖ εὑρεθῆναι, ὃν ἀπέκτεινεν ὁ Ἀπόλλων. Πυθὼ δέ, διὰ τὸ ἐκεῖ σαπῆναι. καὶ Δελφίς, ἡ Δελφική, ἡ τοῦ Ἀπόλλωνος. Δελφὶς γὰρ φάμα τόδ’ ἐθέσπισεν, ὄφρα γενοίμαν τᾶς κείνου νύμφας σῆμα καὶ ἱστορίη. |
| δ 211 | Δελφύς: μήτρα. ἔνθεν ἀδελφός. ὁ ἐκ τῆς αὐτῆς μήτρας. |
| δ 212 | Δελφῖνα νήχεσθαι διδάσκεις: ἐπὶ τῶν ἐν ἐκείνοις τινὰ παιδοτριβούντων, ἐν οἷς ἤσκηνται. καὶ Δελφῖνα πρὸς τὸ οὐραῖον δεῖς· ἐπὶ τῶν ἀδυνάτων· διὰ τὸ εὐκίνητον καὶ ὀλισθηρόν. |
| δ 213 | Δέμνια: ἐγκοίτια στρώματα. καὶ Φυγοδέμνιος, ἡ παρθένος. |
| δ 214 | Δέμας: σῶμα. δέμας πυρός. λείπει τὸ ὡς, ἵν’ ᾖ ὡς πῦρ. |
| δ 215 | Δέμω· αἰτιατικῇ. οἰκοδομῶ. ἐξ οὗ καὶ ἐδείματο. |
| δ 216 | Δεννάζων: βλασφημῶν. κακὰ δεννάζων ῥήματα. |
| δ 217 | Δενδίλλων: τοῖς ὄμμασι νεύων. |
| δ 218 | Δένδρεϊ: τῷ δένδρῳ. λύσις ὀνείρου· ξηρῶν φανέντων δενδρέων κενοὶ κόποι. |
| δ 219 | Δενδροκόμους: τὰς κομώσας τοῖς δένδροις. Ἀριστοφάνης Νεφέλαις· δενδροκόμους κορυφάς. |
| δ 220 | Δενδρώτης: ἡ τῶν δένδρων αὔξησις. |
| δ 221 | Δενδρυάζειν: εἰς δρῦς καταδύεσθαι κυρίως. ἀπὸ τῶν πα‐ λαιῶν, ταῖς δρυσὶ σκέπῃ χρωμένων πρὶν τὰς οἰκήσεις εὑρεθῆναι. καὶ τὸ καθ’ ὕδατος δύεσθαι καὶ ἀποκρύπτειν ἑαυτόν. |
| δ 222 | Δεντᾶτος: ὄνομα κύριον. |
| δ 223 | Δεξαμενή· εἰς τὸ ἱερὸν τῆς Σοφίας ἥκων ἐς αὐτήν που τὴν θείαν δεξαμενὴν ἐξαπιναίως ἐκάθισεν. ἀλλὰ κἀνθένδε ἀφέλκειν αὐτὴν ἴσχυσε. τουτέστιν ἡ τράπεζα ἡ τὰ θεῖα δεχομένη. |
| δ 224 | Δεξάμενος: ἀντὶ τοῦ λαβών. Ἡρόδοτος. |
| δ 225 | Δεξιὰ κυρίου: ἡ ἄνωθεν ῥοπὴ καὶ ἡ ἀγαθὴ ἐνέργεια παρὰ τῇ θείᾳ γραφῇ. Δεξιὰ ἔλεγον οἱ παλαιοὶ τὰ συνετά, ἀριστερὰ δὲ τὰ μωρά. Σοφοκλῆς· οὔποτε γὰρ φρένοθέν γ’ ἐπ’ ἀριστερά, παῖ Τελαμῶνος, ἔβης. |
| δ 226 | Δεξιάς: συνθήκας. ὁ δὲ πέμπει χιλίαρχον δεξιὰς τῷ Ἰωσήπῳ δοῦναι κελεύσας. |
| δ 227 | Δεξίδωροι: δωροδόκοι. δεξιάν τε ἐνέβαλεν αὐτῷ· σύνταξις. |
| δ 228 | Δεξικράτης· οὗτος Ἀθηναῖος, κωμικός. δράματα αὐτοῦ εἰσιν Ὑφ’ ἑαυτῶν πλανώμενοι, ὡς Ἀθήναιός φησιν ἐν γʹ Δειπνοσοφιστῶν. |
| δ 229 | Δεξιμήλων: θεῶν. ἀπὸ τοῦ δέχεσθαι τὰ θυόμενα μῆλα. βωμῶν κυριώτερον. |
| δ 230 | Δεξιολάβος: παραφύλαξ. |
| δ 231 | Δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδονίπτραν: Ἀρι‐ στοφάνης· ἐπὶ τῶν ἁρμοδίως τοῖς πράγμασι κεχρημένων. |
| δ 232 | Δεξιός: εὔνους, ἀγαθός, ἐπιτήδειος. καὶ Δεξιώτερος, ἀντὶ τοῦ ἀγαθός. καὶ τούτων ὅστις δεξιώτερος καὶ φιλοικτίρμων θαρρεῖν ἐπεκέλευεν. Δεξιοὺς δὲ τοὺς πεπαιδευμένους ἔλεγον. ζητῶν δεξιὸς εἶναι. Ἀριστοφάνης Νεφέλαις. ὁ δὲ φίλος γέγονε τούτῳ καὶ δεξιάν τε ἐνέβαλεν αὐτῷ, καὶ ἑστιᾶν ἔμελλεν. καὶ Ἰώσηπος· ὁ δὲ ἐζήτει ἐπὶ δεξιᾷ καταβῆναι. τουτέστιν ἐπὶ συνθήκῃ. Δεξιοὺς ἔλεγον οἱ παλαιοὶ καὶ τοὺς ἐστρατευμένους καὶ ἐπαίνου ἀξίους· τοὺς δὲ διαδιδράσκοντας στρατιώτας φιλοδίκους καὶ συκοφάντας. |
| δ 233 | Δεξιός: καὶ ὁ εὐχερής. ἐπὶ Ἰουστινιανοῦ Πέτρος τις ἦν Βαρσύμης οὕτω καλούμενος, ὃς ἐπὶ τῆς τραπέζης τοῦ χαλκοῦ καθήμενος κέρδη αἰσχρὰ ἐπορίζετο ἐκ ταύτης τῆς ἐργασίας, τὴν περὶ τοὺς ὀβο‐ λοὺς κλοπὴν εὖ μάλα τεχνάζων καὶ τοὺς αὐτῷ ξυμβάλλοντας ἀεὶ τάχει ἐκκρούων· δεξιὸς γὰρ ἦν κλέψαι. καὶ αὖθις· ὁ δὲ δεξιᾷ χρησάμενος τύχῃ ἐκυρίευσε Ῥώμης. ὅτι πρώτῳ Ποπλίῳ ἐλλοχήσεως ἀμοιβῆς δεξιῶς γενομένης ὑπὸ Ῥωμαίων ἐδόθη στέφανος ἀγρώστεως χλωρᾶς. ἀντὶ ἁρμοδίως. καὶ Ἀρριανός· ὁ δὲ παρὰ Μάννον ἀπεχώ‐ ρησε δεξιάς τε παραβάς, ἃς βασιλεῖ ἔδωκε, καὶ ὅρκους πατήσας, οὓς ὤμοσε. |
| δ 234 | Δεξιός: ὁ εὐπαίδευτος. καὶ Δεξιοί, οἱ εὐπαίδευτοι. Ἀρι‐ στοφάνης· τὸ δὲ μεταστρέφεσθ’ ἀεὶ πρὸς τὸ μαλθακώτερον, δεξιοῦ πρὸς ἀνδρός ἐστι, καὶ φύσει Θηραμένους. οὗτος ὁ Θηραμένης τῶν τὰ πολιτικὰ πραττόντων ἦν. σκώπτει δὲ αὐτὸν ὡς εὐμετάβολον ὄντα καὶ πρὸς τὸν καιρὸν ἁρμόζοντα. ὁ δὲ Θηραμένης οὗτος διδάσκαλος Ἰσοκράτους, Ἅγνωνος παῖς, Στιριεὺς τῶν δήμων. τούτῳ πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιστα καὶ σχετλιώτατα, ἥ τε τῶν ἐν Ἀργεννούσῃ στρατηγῶν ἀπαγωγή, ἣν αὐτὸς συνεστήσατο μετὰ Καλλιξένους, καὶ ἡ τῶν λʹ ἐπὶ καταλύσει τοῦ δήμου κατάστασις. τοιγάρτοι τῆς τοῦ βίου προαιρέσεως ἐπαξίως τῆς τελευτῆς ἔτυχεν· ὑπὸ γὰρ αὐτῶν τῶν λʹ ἀνῃρέθη, Κριτίου κρίναντος αὐτόν. ἔνιοι δέ φασι καὶ καταφυγόντα ἐπὶ τὴν ἑστίαν ἀποσπασθῆναι. τοῦτον διὰ τὴν ποικιλίαν τοῦ ἤθους Κόθορνον ἀπεκάλουν, ἐπειδὴ ἑκατέρᾳ στάσει τῇ τῶν ἀντιπολιτευομένων ἑαυτὸν παρετίθει, καθομιλῶν πρὸς τοὺς καιροὺς καὶ τὸ συμφέρον ἑαυτῷ τοῦ πιστοῦ προτάσσων, ἐπειδὴ καὶ ὁ κόθορνος ἀνδράσι καὶ γυναιξὶ πρὸς τὰς ὑποδέσεις ἁρμόττει. δοκεῖ δὲ οὗτος καὶ τὰ τρία ψηφίσασθαι ἐπιζήμια, ἢ δημεύεσθαι ἐν τῷ ξύλῳ ἢ πιεῖν κώνειον ἢ ἐκφυγεῖν. δοκεῖ δὲ οὗτος ἀπὸ Κέω τῆς νήσου εἶναι, οὐκ εἶναι δὲ γνήσιος, ἀλλὰ ποιητὸς υἱὸς τοῦ Ἅγνωνος. ὁ δὲ Θουκυδίδης αὐτὸν ἐπαινεῖ. καὶ διαβάλλει αὐτοὺς ὡς ἅρπαγας. |
| δ 235 | Δεξιοῦται· αἰτιατικῇ. προσάγεται, ξενοδοχεῖ, φιλοφρονεῖται. |
| δ 236 | Δεξίωσις: ὑποδοχή. |
| δ 237 | Δέξιππος, Δεξίππου, ὁ Ἐρέννιος χρηματίσας, Ἀθηναῖος, ῥήτωρ, γεγονὼς ἐπὶ Βαλεριανοῦ καὶ Γαλλιήνου καὶ Κλαυδίου δευτέρου καὶ Αὐρηλιανοῦ τῶν βασιλέων Ῥωμαίων. |
| δ 238 | Δέξιππος, Κῷος, ἰατρός, Ἱπποκράτους μαθητής· ὃς μεταπεμ‐ φθεὶς ὑπὸ Ἑκατόμνου τοῦ Καρῶν βασιλέως ἰάσασθαι αὐτοῦ τοὺς παῖδας ἀπογνωσθέντας Μαυσωλὸν καὶ Πιξώδαρον, ἐπὶ ὑποσχέσει ἰάσατο τοῦ παῦσαι τὸν πρὸς Κᾶρας τότε αὐτοῖς ἐνεστῶτα πόλεμον. ἔγραψεν Ἰατρικὸν βιβλίον αʹ καὶ Περὶ προγνώσεων βʹ. |
| δ 239 | Δεξιοί: οἱ εὐπαίδευτοι. |
| δ 240 | Δέομος: νόμος, ἢ δεσμός. |
| δ 241 | Δέομαι· γενικῇ, αἰτιατικῇ δέ. τοῦτον τοίνυν ἐροῦμεν. ἃ δὴ δέομαί τε καὶ ἀντιβολῶ. |
| δ 242 | Δέον· ὅτι εἰ κείμενόν ἐστι τὸν σπουδαῖον πολιτεύεσθαι, χρὴ διελομένους τὸ δέον παρ’ ἑαυτοῖς· ὅπερ σημαίνει καὶ τὸ καλὸν καὶ τὸ συμφέρον καὶ τὸ ἀναγκαῖον, τὸ μὲν ἀναγκαῖον, ὅταν λέγωμεν πᾶν τὸ γενόμενον δέον εἶναι καὶ φθαρῆναι, τὸ δὲ συμφέρον, ὅταν λέγωμεν, δέον εἶναι περιπάτοις χρῆσθαι ἢ διαίτῃ τοιαύτῃ, τὸ δὲ καλόν, ὅταν λέγωμεν δέον εἶναι τὰ δίκαια ποιεῖν ἢ πείθεσθαι τοῖς νόμοις ἢ τοῖς γονεῦσι. γʹ οὖν σημαίνει. δέον δὲ λέγεται, ὅτι συνέχει ἐν οἷς χρή. |
| δ 243 | Δέον· ὥσπερ Περικλέης εἰς τὸ δέον ἀνάλωσα. Περικλέης Ἀθη‐ ναίων στρατηγός, λόγον ἀπαιτούμενος ὑπὲρ χρημάτων Κλεάνδρῳ τῷ ἁρμοστῇ Λακεδαιμονίων ἐπὶ προδοσίᾳ, τοῦτο οὐκ ἐδήλου, ἀλλ’ εἰς τὸ δέον ἔλεγεν ἀναλῶσαι αὐτά. οἱ δὲ ἄλλως φασί. πολλῶν ὄντων χρη‐ μάτων ἐν τῇ ἀκροπόλει, εἰς τὸν πόλεμον τὰ πλεῖστα ἀνάλωσε. φασὶ δὲ ὅτι καὶ λογισμοὺς διδοὺς νʹ ταλάντων ἁπλῶς εἰπεῖν εἰς τὸ δέον ἀνηλωκέναι. μετὰ δὲ ταῦτα μαθόντες Λακεδαιμόνιοι Κλεανδρίδην μὲν ἐδήμευσαν, Πλειστοάνακτα δὲ εʹ ταλάντοις ἐζημίωσαν ὑπολαβόντες δωροδοκήσαντας αὐτοὺς φείσασθαι τῆς λοιπῆς Ἀθηναίων γῆς, καὶ τὸν Περικλέα, ἵνα μὴ γυμνῶς εἴπῃ ὅτι δέδωκα τοῖς Λακεδαιμονίων βασι‐ λεῦσι ταῦτα, οὕτως αἰνίξασθαι. |
| δ 244 | Δέον: τὸ πρέπον. ὅτι συνέχει ἐν οἷς χρή. Προκόπιος· μίαν πηγὴν οὖσαν, οὐ δέον αὐτὴν ἐκπεπωκότων ἀποξηρανθῆναι. |
| δ 245 | Δέοντο: ἐδεσμεύοντο. |
| δ 246 | Δέος: φόβος. |
| δ 247 | Δέω μικροῦ: μικροῦ γε ἔχομαι. |
| δ 248 | Δέπας: τὸ ποτήριον. καὶ Δεπάεσσι, σὺν τοῖς ποτηρίοις. |
| δ 249 | Δεραγχέας πάγας: τὰς τὴν δέρην ἀγχούσας. |
| δ 250 | Δέρας· τὸ χρυσόμαλλον δέρας, ὅπερ ὁ Ἰάσων διὰ τῆς Ποντικῆς θαλάσσης σὺν τοῖς Ἀργοναύταις εἰς τὴν Κολχίδα παραγενόμενοι ἔλαβον, καὶ τὴν Μήδειαν τὴν Αἰήτου τοῦ βασιλέως θυγατέρα. τοῦτο δὲ ἦν οὐχ ὡς ποιητικῶς φέρεται, ἀλλὰ βιβλίον ἦν ἐν δέρμασι γεγραμμένον, περιέχον ὅπως δεῖ γίνεσθαι διὰ χημείας χρυσόν. εἰκότως οὖν οἱ τότε χρυσοῦν ὠνόμαζον αὐτὸ δέρας, διὰ τὴν ἐνέργειαν τὴν ἐξ αὐτοῦ. |
| δ 251 | Δέργμα: τὸ βλέμμα. ἐκ τοῦ δέρκω, τὸ βλέπω. |
| δ 252 | Δέραια: ἐπιτραχήλιος κόσμος. |
| δ 253 | Δεραιοπέδη: τὸ ἰξευτικὸν λίνον. ἐν Ἐπιγράμμασι· τάνδε πετη‐ νῶν ἄρρηκτον Πίγρης τάνδε δεραιοπέδην. λέγεται δὲ καὶ λαιμοπέδην. |
| δ 254 | Δέρη: τράχηλος. λέγεται καὶ Δειρή. |
| δ 255 | Δερρίδιον: σκιάδιον δερμάτινον. |
| δ 256 | Δέρρις: δέρμα· βύρσα· ἢ τρύχινον παραπέτασμα. |
| δ 257 | Δέρκειν: βλέπειν. καὶ Δερκομένων, βλεπόντων. |
| δ 258 | Δερκυλλίδας: ὄνομα κύριον. βασιλεὺς Λακεδαιμονίων. |
| δ 259 | Δερματικόν: Λυκοῦργος λέγει τὸ ἐκ τῶν δερματίων τῶν πι‐ πρασκομένων περιγινόμενον ἀργύριον. |
| δ 260 | Δέρμη: πόλις. |
| δ 261 | Δερμιστής: Λυσίας μὲν τὸν σκώληκά φησιν οὕτως λέγεσθαι, Ἀρίσταρχος δὲ τὸν ὄφιν. εἴη δ’ ἂν μᾶλλον ὁ δέρματα ἐσθίων ἐτυ‐ μώτερον οὕτω καλούμενος. |
| δ 262 | Δερμόπτερα ζῷα: οἷον νυκτερίς, ἥτις μόνη τῶν πτητικῶν ζῴων καὶ γάλα ἔχει ἐν μαστοῖς καὶ θηλάζει εὐθέως τὸ γεννώμενον. |
| δ 263 | Δερμύλλοντα. |
| δ 264 | Δέρος: αἱ τοιαῦται εὐθεῖαι ἤτοι Ἰωνικαί εἰσιν ἢ Δωρικαί· δέρος, κῶος. ἀπὸ γὰρ τοῦ δέρας καὶ κῶας πεποίηνται. |
| δ 265 | Δέρτρον: ἐπίπλουν. ὁ δὲ Ἀρίσταρχος τὸ δέρμα καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ἥπατος. ἄμεινον δὲ τὸ ῥάμφος. δέρτρον ἀπὸ τοῦ δέρειν, ὅπερ ἐστὶ κρούειν. τούτῳ δὲ διαρρήσσουσιν ἃ ἂν ἐσθίωσιν οἱ γῦπες τῇ κρούσει τοῦ ῥάμφους. καί ἐστι τὸ ὄνομα ῥη‐ ματικόν. ὡς παρὰ τὸ πλήσσω πλῆκτρον, οὕτως καὶ παρὰ τὸ δέρω δέρτρον. |
| δ 266 | Δέρω: τὸ ἐκδέρω. καὶ Δέρεις, ὁμοίως. Δαίρω δὲ τὸ τύπτω. καὶ Δήρεις. |
| δ 267 | Δερῶ σε θύλακον κλοπῆς: ἀντὶ τοῦ ἐκδερῶ σε, ὥστε ἀπὸ τοῦ σώματος θύλακον ποιῆσαι εἰς ὑποδοχὴν κλεμμάτων. |
| δ 268 | Δέσιος: παρὰ Μακεδόσιν ὁ μὴν ὁ Ἰούνιος. |
| δ 269 | Δεσμὰ τῆς ψυχῆς, αἱ φλέβες καὶ αἱ ἀρτηρίαι καὶ τὰ νεῦρα. ὅταν δὲ καθ’ ἑαυτὴν ἠρεμῇ, δεσμὰ γίνεσθαι αὐτῆς πρὸ τοῦ λόγου καὶ τὰ ἔργα. |
| δ 270 | Δεσμεύω· αἰτιατικῇ. καὶ Δεσμῶ· αἰτιατικῇ. |
| δ 271 | Δεσμωτήριον: ἡ φυλακή. |
| δ 272 | Δεσμώτης: καὶ αὐτὸς ὁ δέσμιος, ὡς ὁ δεσμώτης Προμηθεύς· καὶ ὁ δεσμῶν. Κρατῖνος ἐν Πυτίνῃ ἐπὶ τῶν δεσμοφυλάκων· ὄψει γὰρ αὐτὴν ἐκτὸς οὐ πολλοῦ χρόνου πρὸς τοῖσι δεσμώταισι καταπιττου‐ μένην. |
| δ 273 | Δεσμοὶ Τυρρηνοί: οἷς ἐχρῶντο κατ’ ἐκεῖνο καιροῦ εἰς τὰς τῶν δεσμωτῶν κακουχίας. |
| δ 274 | Δεσπόζω· γενικῇ. |
| δ 275 | Δεσποτεία: ἡ κυρίευσις. |
| δ 276 | Δεσπότου κεκαρμένου: πενθοῦντος. |
| δ 277 | Δεσπόσυνος: παῖς τοῦ δεσπότου. |
| δ 278 | Δέτ. |
| δ 279 | Δέοιτο: χρῄζοι. |
| δ 280 | Δέδευκε: πεφύρακεν. |
| δ 281 | Δεύειν: φυρᾶν. ἔστι δὲ καὶ τὸ φυρᾶν Ἑλληνικόν. |
| δ 282 | Δευθέντα: βραχέντα. καὶ Δευόμενος, βρεχόμενος. Αἰλια‐ νός· αἵματί τε δευόμενοι οἱ τοῖχοι τῶν δωματίων, καὶ ἐκ τῶν δαπέδων ἀνέβρυε λύθρον, καὶ πάντων τὰς διανοίας ἐξέπληττον. |
| δ 283 | Δευκαλίων: ὄνομα κύριον. |
| δ 284 | Δεῦρ’ ἀεί: ἀντὶ τοῦ ἕως τούτου. Πλάτων Νόμων ζʹ. πρὸς τοὺς λόγους, οὓς ἐξ ἕω μέχρι δεῦρο ἀεὶ διεληλύθαμεν. τινὲς ἀντὶ τοῦ ὡδὶ τιθέασιν. |
| δ 285 | Δεῦρ’ ᾖξα θᾶσσον ἢ καθ’ ἡδονὴν ποδός: ἀντὶ τοῦ ταχύ‐ τερον ἢ ὡς ἔδει βαδίζειν. |
| δ 286 | Δεῦρ’ ἴθι· Ἀριστοφάνης· δεῦρ’ ἴθ’, ἵνα κλάῃς. ἐπὶ τῶν ἐπὶ κακῷ τινα ἐπισπωμένων. τὸν παῖδά φησιν πλησίον ἐλθεῖν τῆς κλίνης, ἐφ’ ἧς ἀνέκειτο ὁ δεσπότης, τύψειν αὐτὸν ἀπειλῶν. |
| δ 287 | Δεῦρο: ἐνθάδε· ἐπὶ τοῦ παρόντος. καὶ Δεῦρο ἀεί, ἀντὶ τοῦ μέχρι τοῦ παρόντος. σημαίνει δὲ καὶ τὸ ἐλθέ. Δεῦρο νῦν πρόσελθε, ἀντὶ τοῦ πλησίασον, ἐγγὺς ἐλθέ. καὶ παρ’ Ὁμήρῳ· δεῦρ’ ἴθι. λέγεται δὲ καὶ Δευρὶ παρὰ Ἀριστοφάνει. ταχέως ἥκειν ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν· κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ μὰ τὸν Ἀπόλλω κατὰ γῆς ἀποπέμψω. |
| δ 288 | Δεῦρο: τοῦτο τὸ ἐπίρρημά τινες ἐπὶ χρόνου τετάχθαι νομίζουσιν. οἱ δὲ ῥήτορες ἐπὶ τόπου πάντες αὐτῷ χρῶνται· ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· καὶ παρασχεῖν τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν αὐτὸς δεῦρο παρέλθῃ. καὶ Ἀντιφῶν ἐν τῇ Παρανόμων κατηγορίᾳ· ναυμάχους ὡς περὶ δωρεῶν μὲν εἰπεῖν κατάγειν δεῦρο. καὶ Δείναρχος ἐν τῷ κατὰ Λεωχάρους· περὶ τοῦ ταλαιπώρου Διδύμου νῦν πρὸς ὑμᾶς ἐρῶ. καί μοι δεῦρο αὐτοῦ τὸ παιδίον κάλεσον. καὶ Δημοσθένης· ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι. καὶ ἄλλοι ἕτεροι. |
| δ 289 | Δεύσας: βρέξας. ὁ δὲ δεύσας τοῦ αἵματος τοὺς δακτύλους προσέγραψεν. |
| δ 290 | Δευσοποιός: βαφεύς. σημαίνει δὲ καὶ τὸν ἔμμονον καὶ δυσαπό‐ πλυτον. |
| δ 291 | Δευσοποιός: κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τὸ ὄνομα, τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄνθος τῆς βαφῆς, ἐκ μετα‐ φορᾶς δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων, τῶν ἐχόντων τὸ χρῶμα ἔμ‐ μονόν τε καὶ πολυχρόνιον. καὶ Δευσοποιὸς πονηρία· μετῆκται ἡ λέξις ἀπὸ τῶν καταβεβαμμένων ἐρίων. σημαίνει δὲ τὸ βέβαιον καὶ ἀνέκπλυτον τοῦ χρώματος. οἱ συγγραφεῖς δὲ ὅταν ἀμετακίνητόν τι δηλῶσαι βούλωνται, καταχρῶνται τῇ λέξει καὶ ἐπ’ ἄλλων. δύναται οὖν ἡ δευσοποιὸς πονηρία ὑπερβάλλουσα εἶναι καὶ ἧς οὐχ οἷον ἦν περιγενέσθαι. |
| δ 292 | Δεύτατος: ὁ ἔσχατος. ἀπὸ τοῦ δεύεσθαι καὶ ἐνδεῖν. |
| δ 293 | Δεῦτε: παρακελεύσεως ἐπίρρημα. |
| δ 294 | Δευτεριάζειν· ἐγὼ ἤδη διαπραξάμενος παραδῶ σοι δευτεριά‐ ζειν. τὸ ὕστερον διαπράττεσθαι. |
| δ 295 | Δεύτερος πλοῦς: ὅτε ἀποτυχών τις οὐρίου κώπαις πλεῖ. |
| δ 296 | Δέφεσθαι· Ἀριστοφάνης· ὑμᾶς δὲ θρία λαβόντας διφόρου συκῆς ἐν τοῖς προθύροις δέφεσθαι. ἵνα κνησμὸν αὐτοῖς τὸ φύλλον ἐμποιῇ. |
| δ 297 | Δέφειν: τὸ τοῦ αἰδοίου τινὰ ἅπτεσθαι. καὶ Δεφόμενος, ἀντὶ τοῦ ἀποδέρων τὸ αἰδοῖον. |
| δ 298 | Δέχεται καὶ βῶλον ἀλήτης· αἰτιατικῇ. ἐπὶ τῶν πάντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων τάττεται. ἢ ἁπλῶς, ἐπὶ τῶν μηδένα προσιε‐ μένων. |
| δ 299 | Δεῖ: πρέπει. δʹ ἔχει τὰ σημαινόμενα. ἀντὶ τοῦ χρή. καὶ ἀντὶ τοῦ χρεία ἐστί. δεῖ δὲ χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν γενέσθαι τῶν δεόντων. καὶ ἀντὶ τοῦ δεσμεῖ. καὶ δέει ἐν διαλύσει ἀντὶ τοῦ ἀπέχει. καὶ παρὰ Ἀριστοφάνει δεῖ, ἀντὶ τοῦ δῆσον. ὀπίσω τὼ χεῖρε δεῖ. |
| δ 300 | Δεῖγμα: κυρίως μὲν τὸ δεικνύμενον ἀφ’ ἑκάστου τῶν πωλου‐ μένων. ἔστι δὲ καὶ τόπος τις ἐν τῷ Ἀθήνησιν ἐμπορίῳ, εἰς ὃν τὰ δείγματα ἐκομίζετο, καλούμενος οὕτως. Ἀττικὸν δέ ἐστιν ἔθος τὸ καλεῖν ἀπὸ τῶν ἐν τῷ τόπῳ καὶ αὐτοὺς τοὺς τόπους. Δεῖγμα τόπος ἦν ἐν Πειραιεῖ, ἔνθα πολλοὶ συνήγοντο ξένοι καὶ πολῖται καὶ ἐλογοποίουν. τὸ δὲ τῶν δικῶν προσέθηκεν Ἀριστοφάνης, ἵνα δείξῃ καὶ διαβάλῃ τοὺς Ἀθηναίους ὡς φιλοδίκους. οἵων ἀργαλεωτάτων ἤκους’ ἐν τῷ δείγματι τῶν δικῶν ἀντιλεγόντων. Δεῖγμα καὶ ἡ ἔνδειξις. Ἀριστοφάνης· τοῦ βίου δ’ ἐξέβαλλε δεῖγμα πρὸ τῶν θυρῶν πτερά. οἷον τῆς παρ’ αὐτῷ ἔνδον τρυφῆς σημεῖον καὶ ἀπόδειξις πρὸ τῶν θυρῶν αὐτοῦ τὰ τῶν ὀρνίθων πτερὰ τιλθέντων καὶ τυθέντων πρὸς εὐωχίαν προέβαλλε. |
| δ 301 | Δειδέχατ’ ἀλλήλους· Ὅμηρος. |
| δ 302 | Δειδία: ἡ σκοτία νύξ. Δείδια δὲ φοβοῦμαι. καὶ Δείδιεν, ἐφοβεῖτο. δείω, δεδίω· ὡς πείθω, πεπίθω. δεδίω, δέδια· πλεο‐ νασμῷ τοῦ ι, δείδια. καὶ Δείδιθι, φοβήθητι. καὶ Δειδιώς, φοβούμενος. |
| δ 303 | Δειδίσκω: δεικνύω. |
| δ 304 | Δειδίσσω: ἐκφοβῶ. |
| δ 305 | Δείδω: τὸ φοβοῦμαι. |
| δ 306 | Δειελινόν: τὸ δειλινόν. καὶ Δείελον, τὸ δειλινόν. |
| δ 307 | Δείκελον: εἴδωλον. ἄγαλμα ἢ ὁμοίωμα. ἐν Ἐπιγράμμασι· Ῥείης πυργοφόρου δείκελον εἰσοράων. Δείκνυμί σοι καὶ Δει‐ κνύω σοι· δοτικῇ. |
| δ 308 | Δείκηλα: μιμήματα, εἰκάσματα. τὸ δει δίφθογγον. κυρίως τὸ ὁμοίωμα καὶ εἴκελον τῷ Διΐ, καταχρηστικῶς δὲ πᾶν ὁμοίωμα. |
| δ 309 | Δεικνύντα καὶ Δεικνύναι καὶ Δεικνῦσα. |
| δ 310 | Δειλάκρα· Ἀριστοφάνης Πλούτῳ· ἐγὼ δὲ κατακέκνισμαι δειλ‐ άκρα. σκώπτει καπρῶσαν τὴν γραῦν. δειλάκρα δὲ ἄκρως ἀθλία. καὶ Δειλακρίων, ὁ ἄκρως δειλός· ὁ ἐλεεινός, ὁ ταλαίπωρος· ἢ ὁ ἐπίπονος. ὁ αὐτὸς Ἀριστοφάνης· ὦ δειλακρίων. ὦ γλίσχρων, ὁρᾷς, ὡς οὐκέτ’ εἶναί σοι δοκῶ μιαρώτατος; |
| δ 311 | Δειλακρίων· ὁ Ἑρμῆς ἐλέγετο, ὡς λίχνος. κρεαδίων γὰρ ἐπι‐ δεικνυμένων αὐτῷ κατήρχετο αὐτίκα. |
| δ 312 | Δειλανδρία καὶ Δειλανδρῶ. |
| δ 313 | Δείλαιος: ἄθλιος. |
| δ 314 | Δείλη ὀψία: ἡ περὶ δύσιν ἡλίου. Δείλη πρωΐα, ἡ πρὸ ἀρίστου ὥρα, ἢ μετὰ τὸ ἄριστον. Ξενοφῶν· ἡνίκα δὲ δείλη ἐγένετο, ἐφάνη κονιορτός. καὶ κλίνεται δείλης. |
| δ 315 | Δείλης πρωΐας καὶ Δείλης ἑσπέρας· οὕτω λέγουσιν Ἀτ‐ τικοί. |
| δ 316 | Δειλία: ὁ φόβος. δειλία ἐστὶ κακία ἐν ἐνδείᾳ τῇ περὶ τάδε τινὰ τὰ πάθη, ἐναντία τῇ ἀνδρείᾳ καὶ τῇ θρασύτητι. καὶ κατὰ μὲν τὸ κακία εἶναι καὶ ἀσυμμετρία· περὶ δὲ τὰ πάθη, ἐναντία ἐστὶ τῇ ἀνδρείᾳ, κατὰ δὲ τὸ ἐνδείᾳ περὶ τάδε εἶναι, τῇ θρασύτητι· οὔτε γὰρ τῇ θρασύτητι ἐναντία ἡ δειλία κατὰ τὸ κακία εἶναι κοινωνεῖ γὰρ αὐτῇ τούτου· οὔτε τῇ ἀνδρείᾳ κατὰ τὸ ἔνδεια εἶναι κατὰ τάδε· οὐ γάρ ἐστιν ἐναντίον τὸ περὶ τάδε ἐνδεὲς τῷ περὶ τὰ αὐτὰ μέσῳ. |
| δ 317 | Δειλινήσας: δείλης τοῦτο ποιήσας. καὶ Δειλινόν, δείλης. |
| δ 318 | Δειλοκομπήσας: ἐξαπατήσας. Ἕρμιππος. |
| δ 319 | Δειλότερος τοῦ παρακύπτοντος: ἐπὶ τῶν σφόδρα δειλῶν. ἀνὴρ γάρ τις ἐγένετο δειλός, ὃς παρακύψας ἐκ σπηλαίου καὶ ἰδὼν τὸν Ἡρακλέα ἀπελιθώθη· καὶ διέμεινεν ἔτι καὶ νῦν ὁ λίθος ἀνθρω‐ ποειδής. φοβούμενος γὰρ τὸν Ἡρακλέα κατέδυ εἰς σπήλαιον καὶ διὰ δειλίαν ἀπέθανε. καὶ ἑτέρα παροιμία· Δειλότερος Πεισάνδρου. ἔνθα καὶ Πείσανδρος ἦλθε δεόμενος ψυχὴν ἰδεῖν, ἣ ζῶντ’ ἐκεῖνον προὔλιπε. δειλὸς γὰρ ἦν καθ’ ὑπερβολήν. |
| δ 320 | Δείλοψ: ὄνομα ἔθνους. |
| δ 321 | Δεῖμα: φόβος. Ἀρριανός· τοσόνδε αὐτοὺς δεῖμα, ὡς προσ‐ αγόντων δεινῶν, κατέσχεν ὥστε μὴ δύνασθαι ἀποστῆσαι τῆς ἐκ‐ πλήξεως. |
| δ 322 | Δειμαλέος: εὐλαβής. καὶ ὁ δειλίας καὶ φόβου ἐμποιητικός. Κέρβερε δειμαλέην ὑλακὴν νεκύεσσιν ἰάλλων, ἤδη φρικαλέον δείδιθι καὶ σὺ νέκυν. |
| δ 323 | Δειμάμενοι: οἰκοδομήσαντες. καὶ Δείμασθαι, οἰκοδομεῖν. καὶ Δειμᾶν ὁμοίως. |
| δ 324 | Δειματώδης: ὁ φοβερός. |
| δ 325 | Δειματῶν: φοβῶν. καὶ Δειματοῦται, φοβεῖται. |
| δ 326 | Δειμαίνει: φοβεῖται. Προκόπιος· οὐδέ τι πρὸς τοῦ ξυν‐ οικοῦντος δειμαίνουσα δέος οὔτε αἰδῶ τινα ἔργου ἐλάμβανε πώποτε. πάντες δειμαίνοντες τοῦ εὐνούχου Εὐτροπίου τὴν ἀκοὴν ἐξεστήκεσαν, καθάπερ οἱ μνηστῆρες τὸν Ὀδυσσέα γυμνωθέντα τῶν ῥακίων ἰδόντες. καὶ Δειμαίνοντα, φοβούμενον. οἱ δὲ μάλιστα μὲν καὶ ὡς ἀμφὶ τῷ περιβόλῳ δειμαίνοντες, χώραν περιβεβλημένῳ πολλήν. |
| δ 327 | Δεῖμος καὶ φόβος καὶ Κυδοιμός, ὑπηρέται τοῦ Ἄρεως, υἱοὶ τοῦ πολέμου· οἳ καὶ αὐτοὶ συμπεπόνθασι τῷ Ἄρει, τοῦ Ἡφαίστου αὐτοὺς μὴ φοβηθέντος. |
| δ 328 | Δείμωμεν: δειμάμενοι οἰκοδομοῦμεν. |
| δ 329 | Δεῖν: δεσμεύειν. καὶ Δεῖν Ἀριστοφάνης ἀντὶ τοῦ δεῖσθαι. δεῖν δ’ ἔοικεν. καὶ ἀντὶ τοῦ ὀφείλειν. καὶ Μικροῦ δεῖν, ἀντὶ τοῦ παρ’ ὀλίγον. |
| δ 330 | Δεῖν ᾠήθην: δέον εἶναι ὑπέλαβον, ἀναγκαῖον ἐνόμισα. |
| δ 331 | Δεινά· οὐχὶ δεινὰ ταῦτα τύπτειν τουτονί. ἀντὶ τοῦ μεγάλα. καὶ Σοφοκλῆς· γνοὺς δ’ ὁ ἐξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος, ἔξω περι‐ σπᾷ κἀνακωχεύει. ἀντὶ τοῦ ἔμπειρος. |
| δ 332 | Δεινὰ μὲν οὖν, δεινὰ ταράσσομαι σοφὸς οἰωνοθέτας, οὔτε δοκοῦντ’ οὔτ’ ἀποφάσκονθ’· ὅ τι λέξω δ’ ἀπορῶ· πέτομαι δ’ ἐλπίσιν οὔτ’ ἐνθάδ’ ὁρῶν οὔτ’ ὀπίσω. δοκοῦντα δὲ καὶ ἀποφάσκοντα οὔτε πιστὰ οὔτε ἄπιστα. |
| δ 333 | Δείναρχος, Κορίνθιος, ῥήτωρ, τῶν μετὰ Δημοσθένους ἐγκριθέν‐ των εἷς. υἱὸς τίνος ἐστίν, οὐχ ἱστόρηται. γράψας κατὰ μέν τινας λόγους τοὺς πάντας ρξʹ, κατὰ δὲ τὸ ἀληθέστερον μόνους ξʹ, τοὺς πάντας δικανικούς· ὧν οἱ μέν εἰσι δημόσιοι, οἱ δὲ ἰδιωτικοί. ἐτελεύτησε δὲ οὗτος ἐπιμελητὴς Πελοποννήσου καταστὰς ὑπὸ Ἀντιπάτρου, μετὰ τὸ τελευτῆσαι Ἀντίπατρον, Πολυσπέρχοντος αὐτῷ ἐπιβουλεύσαντος. |
| δ 334 | Δεινῆς ἀνάγκης οὐδὲν ἰσχυρότερον: ἀνάγκη γὰρ καὶ θεοὺς βιάζεται. καὶ Πλάτων φησίν, ἀνάγκην δὲ οὐδὲ θεοὺς βιάζεσθαι. |
| δ 335 | Δεινιάδαι: ὄνομα πόλεως, ἢ τόπου. |
| δ 336 | Δεινίας: ὄνομα κύριον. |
| δ 337 | Δεινοκράτης, Μεσσήνιος, οὐ μόνον κατὰ τὴν τριβήν, ἀλλὰ καὶ κατὰ τὴν φύσιν αὐλικὸς καὶ στρατιωτικὸς ἄνθρωπος. τὸν δὲ πραγματι‐ κὸν τρόπον ἐπέφαινε μὲν τέλειον, ἦν δὲ ψευδεπίγραφος καὶ ῥωπικός. ἔν τε γὰρ τοῖς πολεμικοῖς κατὰ μὲν τὴν εὐχέρειαν καὶ τὴν τόλμαν πολὺ διέφερε τῶν ἄλλων καὶ λαμπρὸς ἦν ἐν τοῖς κατ’ ἰδίαν κινδύνοις. ὁμοίως δὲ καὶ κατὰ τὴν ἄλλην διάθεσιν ἐν μὲν ταῖς ὁμιλίαις εὔχαρις καὶ πρόχειρος ἦν, παρά τε τὰς συνουσίας εὐτράπελος καὶ πολιτικός, ἅμα δὲ τούτοις φιλέραστος, περὶ κοινῶν ἢ πολιτικῶν πραγμάτων ἀτενίσαι δὲ καὶ προϊδέσθαι τὸ μέλλον ἐμφρόνως, ἔτι δὲ παρασκευάσα‐ σθαι καὶ διαλεχθῆναι πρὸς πλῆθος ἐς τέλος ἀδύνατος. καί ποτε κεκινηκὼς ἀρχὴν μεγάλων κακῶν τῇ πατρίδι, τελείως οὐδὲν ᾤετο ποιεῖν, ἀλλὰ τὴν αὐτὴν ἀγωγὴν ἦγε τοῦ βίου, προορώμενος οὐδὲν τῶν μελλόντων, ἐρῶν δὲ καὶ κωθωνιζόμενος ἀφ’ ἡμέρας καὶ τοῖς ἀκροάμασι τὰς ἀκοὰς ἀνατεθεικώς. βραχεῖάν τέ τινα τῆς περιστάσεως ἔμφασιν ὁ Τῖτος αὐτὸν ἠνάγκασε λαβεῖν. ἰδὼν γὰρ αὐτὸν παρὰ πότον ἐν μακροῖς ἱματίοις ὀρχούμενον, παραυτὰ μὲν ἐσιώπησε, τῇ δ’ αὔριον ἐντυγχάνοντος αὐτοῦ καί τι περὶ τῆς πατρίδος ἀξιοῦντος, ἐγὼ μέν, ὦ Δεινοκράτη, πᾶν, ἔφη, ποιήσω τὸ δυνατόν· ἐπὶ δὲ σοῦ θαυμάζω πῶς δύνῃ παρὰ πότον ὀρχεῖσθαι, τηλικούτων πραγμάτων ἀρχὴν κε‐ κινηκὼς ἐν τοῖς Ἕλλησι. δοκεῖ δὲ τότε βραχύ τι συσταλῆναι, καὶ μαθεῖν ὡς ἀνοίκειον ὑπόθεσιν τῆς ἰδίας αἱρέσεως καὶ φύσεως ἀπο‐ δέδωκε. πλὴν τό γε παρεῖναι εἰς τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου, πεπει‐ σμένος ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεσσήνην χειρωθήσεσθαι κατὰ τὴν αὑτοῦ βούλησιν. |
| δ 338 | Δεινόλοχος, Συρακούσιος, ἢ Ἀκραγαντῖνος, κωμικός. ἦν ἐπὶ τῆς ογʹ Ὀλυμπιάδος, υἱὸς Ἐπιχάρμου, ὡς δέ τινες, μαθητής. ἐδίδαξε δράματα ιδʹ Δωρίδι διαλέκτῳ. |
| δ 339 | Δεινομάχη: ὄνομα κύριον. καὶ Δεινόμαχος, ὄνομα κύριον. |
| δ 340 | Δεινόν· δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν’, ἐπεγείρειν. τουτέστι τὸ ἐπεγείρειν καὶ ἀνακινεῖν τὰ πάλαι συμβάντα δυσχερές· ὅμως δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως. καὶ Καλλίμαχος· τί δάκρυον εὗδον ἐγείρεις; Ἀριστοφάνης· δεινὸν μὲν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τ’ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον. ἀντὶ τοῦ ὠμὸν καὶ σκληρόν· μεταφορικῶς ἀπὸ τῶν ὀμφάκων. οὕτω δὲ αἱ σταφυλαὶ δριμεῖαι οὖσαι καὶ οὔπω πέπειροι καλοῦνται. ἐκ γὰρ τοῦ ἐναντίου πεπανὸν τὸ ὥριμον καὶ ἡδύ. θηλυκῶς δὲ τὰς ὄμφακας. καὶ Πλάτων ὁ κωμικὸς ἐν δράματι Ἑορταῖς· καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας. ἴσον δὲ ἴσῳ φέρον, ἀντὶ τοῦ δίκαιον καὶ ἐξ ἴσου· ἀπὸ μετα‐ φορᾶς τοῦ κιρναμένου οἴνου πρὸς ἴσον ὕδωρ. λέγει δὲ κατ’ ἴσον εἰπεῖν καὶ ἀκοῦσαι. καὶ αὖθις· ἀνθρώπους ἐσθίειν βλέποντας καὶ δεινοὺς κατὰ γαστέρα· λέγω δὴ Κλεισόφους τε καὶ Θήρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας. |
| δ 341 | Δεινοπαθεῖ: δεινῶς ἔχει, χαλεπὰ πάσχει. |
| δ 342 | Δεινόπους ἀρά: ἡ διὰ τῶν ποδῶν δέος ἐμποιοῦσα. |
| δ 343 | Δεινός: πανοῦργος, ἱκανός, ἀκολάκευτος, σοφός, ἔμπειρος. λέγειν σὺ δεινός, μανθάνειν δ’ ἐγὼ κακὸς σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν ς’ εὕρηκ’ ἐμοί. ὁ νοῦς· σὺ μὲν δεινὸς εἶ ἐν τῷ λέγειν, ἐγὼ δὲ οὐ μετ’ εὐνοίας σου ἀκούω διὰ τὴν δυσμένειαν. |
| δ 344 | Δεινός· ὅτι Δεκέβαλος, ὁ τῶν Δακῶν βασιλεύς, δεινὸς μὲν ἦν συνεῖναι τὰ πολέμια, δεινὸς δὲ καὶ πρᾶξαι, καὶ ἐπελθεῖν εὔστοχος, ἀναχωρῆσαι καίριος, ἐνέδρας τεχνίτης, μάχης ἐργάτης· καὶ καλῶς μὲν νίκῃ χρήσασθαι, καλῶς δὲ ἧτταν διαθέσθαι ἠπίστατο· ἀφ’ οὗ δὴ καὶ ἀνταγωνιστὴς ἀξιόμαχος ἐπὶ πολὺ τοῖς Ῥωμαίοις ἐγένετο. Δεινὸς λέγεται καὶ ἡ τῶν λόγων δύναμις. |
| δ 345 | Δεῖνος: προπερισπωμένως ὁ ψηκτήρ. ὃ παρ’ ἡμῖν ψηκτρίον λέγεται. |
| δ 346 | Δεινότητα: τήν τε τῶν λόγων δύναμιν δηλοῖ, τήν τε παν‐ ουργίαν. |
| δ 347 | Δεινουμένην: πατουμένην. δεινουμένην ὑπὸ βουσὶν ἐμὴν ἐφύ‐ λασσον ἅλωα. |
| δ 348 | Δείνων: ὄνομα κύριον. |
| δ 349 | Δείνωσις: δεινότης, σκότωσις. |
| δ 350 | Δεινωποί: δειματώδεις, φοβεροί. |
| δ 351 | Δεινοί: φοβεροί, ἔμπειροι, σοφοί. διὸ ἄμφω ἅπαντες ἀλ‐ λήλοιν ὠμοσάτην, ὅσοι δὴ ἐν Χριστιανοῖς δεινότατοι ὅρκοι εἰσί τε καὶ ὀνομάζονται, μή ποτε ἀλλήλω καταπροήσεσθαι ἄχρι τῶν ἐς τὸν ὄλεθρον φερόντων κινδύνων. |
| δ 352 | Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι: ἐπὶ τῶν σφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. καὶ Ὅμηρος· δεινὸς ἀήτης. ὡς, κλυτὸς Ἱπποδάμεια. |
| δ 353 | Δείξαντες· οἱ δὲ αἰφνιδίως ἐπεκθέουσι τῷ τάγματι καὶ διὰ τῆς φάραγγος δείξαντες προσπίπτουσι τοῖς Ῥωμαίοις. |
| δ 354 | Δείξεις· ὁ δὲ Ἀρκεσίλαος ἐς τὰς ἀργυρικὰς δείξεις ἀπήντα πρῶτος, συχνοῖς τε ἐπήρκει καὶ συνηράνιζε. |
| δ 355 | Δειπνητός: ὁ καθ’ ἡμᾶς ἀρίστου καιρός. Δειπνίζω ἕτερον· Δειπνῶ δὲ ἐγὼ αὐτός. καὶ Δειπνεῖν. καίτοι τὸν Ἀγαμέμνονα ἐποίησεν Ὅμηρος δειπνίζοντα τοὺς ἀρίστους. καὶ αὖθις· ὑπόδεξαι ἡμᾶς καὶ δείπνισον. |
| δ 356 | Δειπνολόχον: κλεπτοτρόφον. |
| δ 357 | Δεῖπνόν τι ὦ Σκύθα· ζήτει ἐν τῷ Ἀκκιζόμενος. ζήτει περὶ πολυτελῶν δείπνων ἐν τῷ Βιτέλλιος. |
| δ 358 | Δεῖπνον: τὸ πρωϊνὸν ἄριστον. ὅπερ ἀκρατισμὸς λέγεται. εἶτα περὶ ὥραν γʹ ἄριστον, παρὰ τὸ εἰς ἀριστείαν προέρχεσθαι. καὶ δεῖπνος, μεθ’ ὃν δεῖ πονεῖν. εἶτα τὸ ἑσπερινὸν δόρπος, παρὰ τὸ δόρυ παύειν. καὶ Ἀριστοφάνης· δειπνεῖν με δίδασκε. ἐπὶ τῶν ἀδηφάγων. |
| δ 359 | Δειπνοσοφισταί: βιβλίον ἐστὶν οὕτως ἐπιγραφόμενον (Ἀθή‐ ναιος δὲ ὁ γεγραφὼς ὄνομα) ὅ ἐστιν ἐπωφελές. ὅτι Οὐλπιανός, εἷς τῶν Δειπνοσοφιστῶν, ὃς Κειτούκειτος ἐκλήθη διὰ τὸ συνεχῶς προ‐ βάλλειν, εἰ κεῖται ὥρα ἐπὶ τοῦ τῆς ἡμέρας μορίου· καὶ εἰ ὁ μέθυσος ἐπὶ ἀνδρός· εἰ μήτρα ἐπὶ τοῦ ἐδωδίμου βρώματος· σύαγρός τε εἰ κεῖται ἐπὶ τοῦ συός. καὶ νόμον εἶχεν ἴδιον μηδενὸς ἀποτρώγειν, πρὶν εἰπεῖν κεῖται ἢ οὐ κεῖται. Κειτούκειτος· ζήτει ἐν τῷ Ἀθήναιος περὶ ὧν μνημονεύει ἀνδρῶν παλαιῶν μεγαλοψύχως δοξάντων ἑστιᾶν, περί τε Ἀλεξάνδρου καὶ Ἀλκιβιάδου καὶ Ἐμπεδοκλέους Ἀκραγαντίνου καὶ τῶν λοιπῶν. |
| δ 360 | Δειπνοφόροι: αἱ φέρουσαι τοῖς κατακεκλιμένοις ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τὰ δεῖπνα. |
| δ 361 | Δείρα. καὶ Δειράδες, οἱ τραχώδεις τόποι τῶν ὀρῶν. ὁ δὲ δείσας μὴ περὶ τῶν ὅλων τὴν χώραν ἐκλείπειν ἔγνω. καὶ αὖθις· τὸν πάρος Ὀρβηλοῖο μεμυκότα δειράσι ταῦρον. |
| δ 362 | Δειρατιώτης: δῆμός ἐστι τῆς Λεοντίδος Δειράδες, ἀφ’ οὗ ὁ δημότης Δειρατιώτης. |
| δ 363 | Δειραχθές: τὸ τὴν δειρὴν ἀλγῦνον. δειραχθὲς ἐΰβροχον ἅμμα πετεινῶν. |
| δ 364 | Δειρή: ὁ τράχηλος. |
| δ 365 | Δεῖσα: ἡ ὑγρασία. |
| δ 366 | Δεισαλέα: κοπρώδη. δεῖσα γὰρ ἡ κόπρος. |
| δ 367 | Δείσαντες: φοβηθέντες. καὶ Δείσας, φοβηθείς. Ἡρόδοτος· ὁ δὲ δείσας περὶ τοῖς Ἕλλησι, μὴ οὐ δύνωνται τὸν βάρβαρον ὑπερ‐ βαλέσθαι. καὶ Ἀππιανός· δείσας ὁ Καῖσαρ περὶ τῷ Κικέρωνι ὑπ‐ έστρεφεν εἰς τοὐπίσω. καὶ αὖθις· ὁ δὲ δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει. |
| δ 368 | Δεισιδαιμονία: εὐλάβεια περὶ τὸ θεῖον, δειλία, ἀμφιβολία περὶ τὴν πίστιν. καὶ Δεισιδαίμων, οἱονεὶ δεδοικώς. ὁ Ἀπόστολος· ἄνδρες Ἀθηναῖοι, ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. ἀντὶ τοῦ θεοσεβεῖς. καὶ Κρίτων ἐν τοῖς Γετικοῖς φησιν· οἱ δὲ βασιλεῖς τῶν Γετῶν ἀπάτῃ καὶ γοητείᾳ δεισιδαιμονίαν καὶ ὁμόνοιαν αὐτοῖς ἐν‐ εργασάμενοι μεγάλων ἤδη ἐφίενται. καὶ Πολύβιος ὁ Μεγαλοπολίτης περὶ Τιμαίου φησίν· οὗτος γὰρ ἐν μὲν ταῖς τῶν πέλας κατηγορίαις πολλὴν ἐπιφαίνει δεινότητα καὶ τόλμαν, ἐν δὲ ταῖς ἰδίαις ἀποφάσεσιν ἐνυπνίων καὶ τεράτων καὶ μύθων ἀπιθάνων καὶ συλλήβδην δεισιδαι‐ μονίας ἀγεννοῦς καὶ τερατείας γυναικώδους ἐστὶ πλήρης. ὅτι Ἀσκλη‐ πιόδοτος ὅσιος ἦν καὶ εὐσεβὴς καὶ τὰ μὲν πρῶτα δεισιδαίμων ἐγεγόνει καὶ εὐλαβὴς οὕτως σφόδρα ὥστε μήτε θύειν ἀνέχεσθαι μήτε τινὸς ἀπορρήτου μηδενὸς ἀκούειν· οὐ γὰρ εἶναι ταῦτα τῆς γενέσεως ἄξια, ἀλλὰ τοῦ Ὀλύμπου καὶ τῶν ἐν Ὀλύμπῳ διαζῆν ἡγουμένων. ὅτι ἡ εὐσέβεια μέση τυγχάνει ἀσεβείας καὶ δεισιδαιμονίας. ὅτι δεισι‐ δαιμονία ἡ ἄκαιρος παρρησία. ὁ Πύρρος γὰρ συλῶν τὰ χρήματα τῆς Φερσεφόνης ἐπισκώψας ἔφη· ἡ ἄκαιρος θεοσέβεια δεισιδαιμονία ἐστί, καὶ τὸ συλλέξαι πλοῦτον ἄπονον εὐβουλία. |
| δ 369 | Δεισιδαίμων: θεοσεβής· ἢ ἀμφίβολος περὶ τὴν πίστιν, καὶ οἱονεὶ δεδοικώς. καὶ Δεισιδαιμονίας, ἀντὶ τοῦ θεοσεβείας, εὐλαβείας περὶ τὸ θεῖον· ἢ δειλίας. ὁρῶν δὲ τοὺς στρατιώτας δεισι‐ δαιμονοῦντας ἐπὶ τοῖς σημείοις ἐφιλοτιμεῖτο διὰ τῆς ἰδίας ἐπινοίας καὶ στρατηγίας μεταθεῖναι τὰς τοῦ πλήθους εὐλαβείας. |
| δ 370 | Δεῖ σοι: πρέπει. |
| δ 371 | Δεῖται: προσδεσμεύεται ἢ χρῄζει. |
| δ 372 | Δή: ἀντὶ τοῦ νῦν. Ἀριστοφάνης Νεφέλαις· φρόντιζε δὴ καὶ διάθρει. Σωκράτης λέγει πρὸς τὸν πρεσβύτην. τὸ δὴ ἰσοδύναμον τῷ νῦν. |
| δ 373 | Δηβελτός: πόλις Θρᾳκική. |
| δ 374 | Δήετε: εὑρήσετε. |
| δ 375 | Δηθά: ἐπὶ πολὺν χρόνον. |
| δ 376 | Δηθάκις: πλειστάκις. |
| δ 377 | Δῆθεν: ὡς δή φησι· τοῦτο δὲ προσποίησιν ἀληθείας ἔχει, δύνα‐ μιν δὲ ψεύδους. λαμβάνεται δὲ τὸ θεν ὡς παραπληρωματικόν. ὁ δὲ Σερτώριος παρῄνει ὡς δῆθεν αὐτοῖς παραδοῦναι τὴν πόλιν. ὁ δὲ Κῦρος ὡς ἐπὶ Πισίδας δῆθεν ἐπορεύετο, ἐφ’ οὓς στρατεύειν προεφασίζετο. καὶ αὖθις· προέτεινε τὰς χεῖρας ἱκετεύων δῆθεν. καὶ αὖθις· ἄλλως δὲ τῇ καθ’ ἡμᾶς πολιτείᾳ χαίρειν ἐθέλοντα δῆθεν. |
| δ 378 | Δηθύνω: ἐγχρονίζω, βραδύνω. |
| δ 379 | Δήεις: εὑρήσεις. ἐν Ἐπιγράμμασι· γραψάμενος δήεις. |
| δ 380 | Δηΐα: καταπεπολεμημένη, κατακεκαυμένη· ἢ δηΐα, πεπονθυῖα. κοινῶς πολεμία, Ἀττικῶς δύστηνε. Σοφοκλῆς· ὦ δηΐα Τέκμησσα, δύσ‐ μορον γένος. |
| δ 381 | Δηϊάνειρα: ὄνομα κύριον. |
| δ 382 | Δηϊδάμεια: ὄνομα κύριον. |
| δ 383 | Δηΐλεια. |
| δ 384 | Δηΐμαχος: ὄνομα κύριον. |
| δ 385 | Δηϊόκεω· ὅτι Ἀλυάττης Κυαξάρῃ τε τῷ Δηϊόκεω ἀπογόνῳ ἐπολέμησε καὶ Μήδοισι Κιμμερίους τε ἐκ τῆς Ἀσίας ἐξήλασε. |
| δ 386 | Δηϊονεύς: ὄνομα κύριον. |
| δ 387 | Δηϊοπίστης: ὄνομα κύριον. |
| δ 388 | Δήϊος: ὄνομα κύριον. |
| δ 389 | Δηϊοτῆτος: μάχης. |
| δ 390 | Δηϊώ: ὄνομα κύριον. |
| δ 391 | Δηΐων: διακόπτων. |
| δ 392 | Δηΐπυλος: ὄνομα κύριον. |
| δ 393 | Δηΐπυρος: ὄνομα κύριον. |
| δ 394 | Δηΐφοβος: ὄνομα κύριον. |
| δ 395 | Δηλαδή: φανερῶς. |
| δ 396 | Δηλαϊστή: ἐλεεινή, ἀθλία. |
| δ 397 | Δηλάτωρ: ὁ κατήγορος. καὶ Δηλάτωρες. ὅτι Ἀναστάσιος ὁ βασιλεὺς Ῥωμαίων τὸ τῆς δηλατωρίας πάθος τιμωρεῖται πρὸς τοῖς ἄλλοις ἔργοις. |
| δ 398 | Δηλατωρίαι: αἱ τῆς καταστάσεως τοῦ δημοσίου φόρου ἀπο‐ δείξεις παρὰ Ῥωμαίοις, αἱ εἰσαγγελίαι. |
| δ 399 | Δήλεια καὶ Δηλιάς. |
| δ 400 | Δηλίου κολυμβητοῦ· τοῦτο ἐρρήθη εἰς βιβλίον Ἡρακλείτου διὰ τὸ δυσνόητον, Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀπο‐ πνιγήσεται ἐν αὐτῷ. ἐπιγράφουσι δὲ αὐτὸ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ Ἀκριβὲς οἰάκισμα πρὸς στάθμην βίου, ἄλλοι Γνώμην ἠθῶν, Κόσμον τρόπων ἑνὸς τῶν ξυμπάντων. ἢ οὕτως· Δηλίου κολυμβητοῦ, ἐπὶ τῶν ἄκρως νηχομένων. Σωκράτει γὰρ δόντος τοῦ Εὐριπίδου Ἡρακλείτου τοῦ Σκοτεινοῦ σύγγραμμα, ἐρέσθαι, τί δοκεῖ; τὸν δὲ φάναι· ἃ μὲν συνῆκα γενναῖα· οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα· πλὴν Δηλίου δεῖται κολυμβητοῦ εἰς τὸ μὴ ἀποπνιγῆναι ἐν αὐτῷ. καὶ παροιμία· Δήλιος κολυμβητής, ἐπὶ τῶν πάνυ ἐμπείρων νήχεσθαι. |
| δ 401 | Δηληγατίων: κατὰ Ῥωμαίους ἡ ἐκταγὴ τοῦ σιτοπομπείου, καὶ ἡ ἀννονῶν μετακομιδή. |
| δ 402 | Δήλημα: βλάβη. |
| δ 403 | Δηλήμων: ὁ βλαπτικός. |
| δ 404 | Δηλήσεται: βλάψει, διαφθερεῖ. καὶ Δήλησις, ἡ βλάβη. λῃστὰς ἐπελθόντας ἐπὶ δηλήσει τῶν βοῶν Θεσπιάδου. |
| δ 405 | Δηλητήριον: φάρμακον. |
| δ 406 | Δηλιάς: ἡ ναῦς. καὶ ἡ Δημήτηρ. καὶ κύριον ὄνομα. |
| δ 407 | Δηλιασταί: οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί. οὕτως Λυκοῦργος. |
| δ 408 | Δήλιος: ὁ ἀπὸ τῆς Δήλου. Δῆλος γὰρ ἡ νῆσος τοῦ Ἀπόλ‐ λωνος. |
| δ 409 | Δηλονότι. |
| δ 410 | Δήλων: ὁράσεων. καὶ Δῆλοι· δοτικῇ· ὁράσεις, ἐνύπνια. |
| δ 411 | Δημαγωγεῖ: στρατηγεῖ. ἄρχει τοῦ δήμου. ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτορας· νυνὶ δὲ δημαγωγεῖ. τουτέστιν οὐκ ἐνεγράφη εἰς τοὺς φράτορας. καὶ αὖθις· ἐκδημαγωγηθέντας εἰς παρρησίαν. |
| δ 412 | Δημαγωγικός: στρατηγικός. Πολύβιος· Μολπαγόρας, ἀνὴρ λέγειν καὶ πράττειν ἱκανός, κατὰ δὲ τὴν αἵρεσιν δημαγωγικὸς καὶ πλεονέκτης· ὃς μοναρχικὴν ἐξουσίαν ἑαυτῷ περιποιησάμενος ἀνῃρέθη παρά τινων. καὶ αὖθις· ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ ἐστιν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους, ἀλλ’ εἰς ἀμαθῆ καὶ βδελυρόν. Ἀριστοφάνης φησί. |
| δ 413 | Δημαγωγός. ἀνδρὸς δημαγωγοῦ μεταπείσαντος αὐτόν. τουτ‐ έστι τοῦ δήμου ἄρχοντος. ὁ Φλαμίνιος ὀχλοκόπος καὶ δημαγωγὸς τέλειος, πρὸς ἀληθινῶν δὲ καὶ πολεμικῶν πραγμάτων χειρισμὸν οὐκ εὐφυής. |
| δ 414 | Δημάδης, Ἀθηναῖος, ῥήτωρ, καὶ δημαγωγὸς πανοῦργος καὶ εὐτυχής· πρότερον ναύτης ὤν. ἔγραψεν Ἀπολογισμὸν πρὸς Ὀλυμ‐ πιάδα τῆς ἑαυτοῦ δωδεκαετίας, Ἱστορίαν περὶ Δήλου καὶ τῆς γενέσεως τῶν Λητοῦς παίδων. οὗτος κατέλυσε τὰ δικαστήρια καὶ τοὺς ῥητορι‐ κοὺς ἀγῶνας. τελευτᾷ δὲ ἐπὶ Ἀντιπάτρου. |
| δ 415 | Δημάδης, μετ’ Ἀντίπατρον βασιλεύσας Θήβας ἀνέστησε, Δημέου ναύτου, ναύτης καὶ αὐτός, ναυπηγὸς καὶ πορθμεύς. ἀποστὰς δὲ τούτων ἐπολιτεύσατο καὶ ἦν προδότης καὶ ἐκ τούτου εὔπορος παντὸς καὶ κτήματα ἐν Βοιωτίᾳ παρὰ Φιλίππου δωρεὰν ἔλαβεν. οὗτος Δημο‐ σθένει λέγοντι ὑπὲρ Ὀλυνθίων ἀντέλεγεν, Εὐθυκράτη δὲ τὸν Ὀλύνθιον, ἀτιμωθέντα παρὰ Ἀθηναίοις, ἐψηφίσατο ἐπίτιμον εἶναι καὶ πρόξενον Ἀθηναίοις. λόγους δὲ διδοὺς ἀρχῆς θορυβηθεὶς ἀπεδήμησεν, οὔτε ἑαυτῶν, εἰπών, ἐστὲ κύριοι οὔτε ἐμοῦ. ἐπέστελλε δὲ Φιλίππῳ καὶ τὸν υἱὸν ἔπεμπε πρὸς αὐτόν. ἱπποτρόφει δὲ καὶ ἠγωνίζετο Ὀλυμπιάσι καὶ ἐνίκα. ἔγραψε δὲ καὶ ψήφισμα τῷ Φιλίππῳ τοὺς Ἕλληνας ὑπ‐ ακούειν. ἐν Χαιρωνείᾳ δὲ αἰχμάλωτος γενόμενος ἀφείθη καὶ πρεσ‐ βευτὴς ὑπὲρ τῶν αἰχμαλώτων ἀπεστάλη, οὓς ἀνῆκε Φίλιππος. δὶς δὲ παρανόμων ἥλω. ἐπολιτεύσατο δὲ καὶ ἐπ’ Ἀλεξάνδρου. |
| δ 416 | Δημάδης, Λακιάδης, Ἀθηναῖος, ῥήτωρ. τοῦτον εἰσεποίησεν ὁ πρότερος Δημάδης ὁ καὶ δημαγωγὸς ἀπὸ αὐλητρίδος τεχθέντα. πατὴρ δὲ καὶ αὐτὸς Δημέα τοῦ ῥήτορος γέγονε καὶ ἀπώλετο ῥιφεὶς εἰς τὴν Ἀμφιπόλεως λίμνην ὑπὸ Ἀντιπάτρου, τοῦ Κασάνδρου πατρὸς καὶ διαδόχου. |
| δ 417 | Δημάρατος, Προκλέους ἀπόγονος, ὑπὸ Κλεομένους τοῦ Εὐρυ‐ σθέως ἀπογόνου, ὃς Ἱππίαν καθεῖλε συμβασιλεύων, ἐκβέβληται ὡς νόθος, διότι τεχθέντος αὐτοῦ καὶ ἀγγελθέντος Ἀρίστωνι τῷ πατρί, λογισάμενος ὁ πατὴρ τὸν ἀπὸ γάμων χρόνον ἐλάττονα δέκα μηνῶν ὄντα, οὐκ ἐμὸς παῖς οὗτός ἐστιν, ἔφη. ἐκπεσὼν δὲ εἰς Πέρσας ἀνῆλθε, καὶ τελευτήσαντος Δαρείου, συμπράξας εἰς τὴν βασιλείαν τῷ Ξέρξῃ ἐπὶ τὴν Ἑλλάδα στρατεύειν ἔπεισεν. |
| δ 418 | Δημάρητος: ὄνομα κύριον, οἱονεὶ Δημάρατος. |
| δ 419 | Δημαρχία: ὅτε δῆμος ἄρχει. καὶ ὄνομα ἀξιώματος. |
| δ 420 | Δήμαρχος: ἑκάστου δήμου τῶν ἐν Ἀθήναις ὁ κατάρχων δήμ‐ αρχος ἐλέγετο. οὗτοι δὲ τὰς ἀπογραφὰς ἐποιοῦντο τῶν προσόντων ἑκάστῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρ’ αὐτοῖς ἦν. ἀλλὰ καὶ συνῆγον τοὺς δήμους, ὁπότε δεήσειεν, καὶ ψῆφον αὐτοῖς ἐδίδοσαν, καὶ ἐνεχύραζον δὲ οὗτοι. |
| δ 421 | Δήμαρχοι· ὅτι ὁ δῆμος εἰς τὴν προτέραν ἐπανελθὼν εὐκοσμίαν δημάρχους εἵλετο Σικίννιον καὶ Βροῦτον, οἳ τοῖς ὑπάτοις εἰς τὸ αὐτὸ τῆς δυνάμεως καθιστάμενοι ἐνιαυτῷ τε ταύτην καρπούμενοι τὴν ἐξ‐ ουσίαν, ἐδημαγώγουν τὸ πλῆθος τοῖς καθ’ ἡδονὴν πολιτεύμασιν. ὄνομα δὲ πολιτείας οἱ δήμαρχοι παρὰ τοῖς Ἀθηναίοις, οἱ πρώην ναύκραροι καλούμενοι· οἷς ἐξῆν ἐνεχυράζειν. καὶ Φερεκράτης· ὑπέλυσε δήμαρχός τις ἐλθὼν εἰς χορόν. οἱ κατὰ δῆμον ἄρχοντες. οὗτοι δὲ διεκόσμουν τὴν ἑορτὴν τῶν Παναθηναίων. |
| δ 422 | Δημαίνετος: ὄνομα κύριον. |
| δ 423 | Δημελέητος: ἐλεεινός. |
| δ 424 | Δημεύσας: δημοσιεύσας. |
| δ 425 | Δημηγόρος: ἐπὶ τοῦ δήμου λαλῶν. καὶ Δημηγορῶ· δοτικῇ. |
| δ 426 | Δημήτηρ: ἡ γῆ, οἱονεὶ Γημήτηρ τις οὖσα. ἐπεὶ δὲ ἕδρα πάσης πόλεώς ἐστιν ἡ γῆ, ὡς βαστάζουσα τὰς πόλεις πλάττεται πυργοφόρος. καὶ αὖθις· ᾤκουν δὲ γῆν εὐδαίμονα μάλιστα καὶ καρ‐ ποὺς ἐνεγκεῖν οὖσαν ἀγαθήν, οἶνον ἡδὺν καὶ πολὺν ἔχουσαν. |
| δ 427 | Δήμητρα: ὄνομα θεᾶς. |
| δ 428 | Δημήτρειος καρπός: ὁ τῆς Δήμητρος. ὅτι Ἀπολλώνιον βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτως καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσειδώνιον, τὸ τοῦ Ποσειδῶνος· ὡς Ἀθήναιον, τὸ τῆς Ἀθηνᾶς· καὶ Διο‐ νύσιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς. τὸ δὲ Ποσειδάνειον δῆλον ὅτι Δωριαῖον. |
| δ 429 | Δημήτριος, Φανοστράτου, Φαληρεύς (Φάληρον δὲ λιμὴν τῆς Ἀττικῆς), ὃς τὸ πρῶτον Φανὸς ἐκαλεῖτο· φιλόσοφος Περιπατητικός. γέγραφε φιλόσοφά τε καὶ ἱστορικὰ καὶ ῥητορικὰ καὶ πολιτικὰ καὶ περὶ ποιητῶν. ἠκροάσατο δὲ Θεοφράστου καὶ δημαγωγὸς Ἀθήνησι γέγονε. συνέγραψε δὲ συχνὰ βιβλία. οὕτως ἦν δὲ σφόδρα εὐπρεπὴς ὡς καὶ διαβολὴν λαβεῖν, ὅτι γέγονεν ἐρώμενος Νέωνος, καὶ προσαγορευθῆναι ὑπό τινων αὐτὸν Λαμπετὼ καὶ Χαριτοβλέφαρον. εἰς μέγα δὲ ἀρθεὶς δόξης καὶ ἐπικρατείας ὑπὸ τοῦ φθόνου κατεστρατηγήθη καὶ ἐξελαθεὶς ὑπὸ Ἀθηναίων εἰς Αἴγυπτον ἦλθε καὶ παρὰ τῷ Σωτῆρι Πτολεμαίῳ διατρίβων δηχθεὶς ὑπὸ ἀσπίδος ἀπέθανε καὶ ἐτάφη ἐν τῷ Βουσιρίτῃ νομῷ, πλησίον Διοσπόλεως τῆς ἐν τοῖς ἕλεσι. τοῦ πατρὸς δὲ ἤδη γεγηρακότος Δημητρίου τοῦ Πολιορκητοῦ, αἱ τῆς βασιλείας ἐλπίδες ἐς τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὅπλων εὔνοιαν. ἦν δὲ τῷ κάλλει καὶ μεγέθει διάφορος, ἔτι δὲ καὶ κεκοσμημένος ὅπλοις βασιλικοῖς εἶχε πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, δι’ ἧς εἰς ἐλπίδας ἁδρὰς ἦγε τοὺς πολλούς· πρὸς δὲ τούτοις πραότης τις ἦν περὶ αὐτόν, ἁρμόζουσα νέῳ βασιλεῖ, δι’ ἧς εἰς προθυμίαν ἐξεκαλεῖτο πάντας ὥστε καὶ τοὺς ἐκτὸς τάξεως συνδραμεῖν ἐπὶ τὴν ἀκρόασιν, συναγωνιῶντας τῇ νεότητι καὶ τῇ μελλούσῃ γίνεσθαι κρίσει διὰ τῆς παρατάξεως. |
| δ 430 | Δημήτριος, ὁ ἐπίκλην Ἰξίων, γραμματικός, Ἀδραμυττηνός, γε‐ γονὼς κατὰ τοὺς Αὐγούστου τοῦ Καίσαρος χρόνους· ὃς διέτριψεν ἐν Περγάμῳ. ἐπεκλήθη δὲ τοῦτο, ὡς μέν τινες, διότι λεπίδας χρυσᾶς κλέπτων τοῦ ἐν Ἀλεξανδρείᾳ τῆς Ἥρας ἀγάλματος ἐφωράθη, ὡς δὲ ἄλλοι, ὅτι ἀπεσύλησεν Εὐριπίδειον Φιλότιμον τὸ δρᾶμα ἔχον τὸν Ἰξίονα, ἕτεροι δέ, ὅτι τῷ διδασκάλῳ Ἀριστάρχῳ ἀντήρισεν, ὥσπερ ὁ Ἰξίων εὐεργετήσασιν αὐτὸν τοῖς θεοῖς ἀχαριστεῖν ἐπεχείρησεν. ἔγραψε δὲ πολλά· Περὶ τῶν εἰς μι ληγόντων ῥημάτων· καὶ ἄλλα περὶ ἀντω‐ νυμιῶν· εἰς Ὅμηρον ἐξήγησιν, εἰς Ἡσίοδον ὁμοίως. |
| δ 431 | Δημήτριος, ὁ Ἀντιγόνου, καὶ Πτολεμαῖος ὡμολόγησαν φιλίαν σφίσιν ἔνσπονδον εἶναι ἐπ’ ἐλευθερώσει τῆς πάσης Ἑλλάδος καὶ ἐπὶ τῷ τῇ ἀλλήλων ἐπιμαχεῖν· καὶ ἅμιλλα ἦν αὐτοῖν, πότερος μᾶλλον τὰ δόξαντα ἔργῳ ἐμπεδώσει. καὶ ὁ Μακεδονικὸς ἄρχων οὐ διὰ σχολαι‐ ότητος ἀφικνεῖται καὶ τήν τε Μουνυχίασιν οὖσαν φρουρὰν ἐκβάλλει καὶ Διονύσιον, τὸν ἐπιτεταγμένον αὐτῇ, κτείνει καὶ Δημήτριον τὸν Φαληρέα μεθίστησιν, ὃς δὴ τὰ Ἀθήνησιν ἦγεν εἰς ὀλιγαρχίαν, καὶ αὐτονομεῖσθαι, καθότι πάτριον, Ἀθηναίοις τε καὶ Μεγαρεῦσιν ἔδωκεν, φυλάττειν τε ὅσα ἦν σφίσιν ἐκ τῆς εἰς τὸ ἀρχαῖον πολιτείας νόμιμα. ὁ δὲ Πτολεμαῖος ἅτε διαφερόντως τρόπου πραότητα καὶ φιλανθρωπίαν ἔργοις δηλώσας ἐπῆρε τοὺς Ἕλληνας τῇ τοῦ ἐλευθεροῦσθαι ἐλπίδι ἐν‐ διδόναι σφᾶς ἐπὶ μᾶλλον· ἐπεὶ καὶ τὰ ἐφολκὰ τῶν λόγων καὶ ὧν ἔπραττε, θαρσεῖν ἐποίει, πιστεύοντας ὡς ἐπὶ σαφεῖ τῶν Ἑλλήνων ἐλευθερώσει καὶ οὐκ ἀρχῆς ἐπιθυμίᾳ τὰ πραττόμενα γίγνοιτο. αὐτο‐ νόμους τε δὴ τὰς πλείστας τῶν Ἑλληνίδων πόλεων ἀφίησι καὶ τὰς Ἰσθμιάδας σπονδὰς ἐπήγγελλε κελεύων οἷα ἐπ’ ἐλευθερώσει θαλλο‐ φοροῦντας θεωρεῖν εἰς τὰ Ἴσθμια. ἄρας δὲ ἐντεῦθεν ἀπέπλευσεν ἐπ’ Αἰγύπτου, Λεωνίδην ἐπὶ τῇ Ἑλληνικῇ ἀρχῇ ἐπιστήσας· καὶ Λιβύης πάσης ἐκράτησεν, Ὀφέλλα τοῦ Κυρηναίου δυνάστου πρὸς Ἀγαθοκλέους κατὰ Σικελίαν ἀναιρεθέντος δόλῳ. διέμεινε δὲ ἄρα οὐκ ἐπὶ πολὺ Πτολεμαίῳ καὶ Δημητρίῳ ἡ ὁμολογία τῆς ξυμβάσεως πέρι. |
| δ 432 | Δήμιον: δημόσιον. |
| δ 433 | Δημιόπρατα: ἃ ὁ δῆμος πιπράσκει. τὰ δημοσίᾳ πιπρασκό‐ μενα ἐκ δημεύσεως, καὶ τῶν δημοσιουμένων διὰ Κλέωνα. Ἀριστο‐ φάνης· ἐπίπαστα λείξας δημιόπραθ’ ὁ βάσκανος. |
| δ 434 | Δήμιος: ὁ κολάζων τοὺς παρανόμους. |
| δ 435 | Δημιουργεῖ· αἰτιατικῇ. τὰ μὴ ὄντα ποιεῖ. καὶ Δημιουργία. |
| δ 436 | Δημιουργός: χειροτέχνης, ὁ τὰ μὴ ὄντα ποιῶν. δημώδη ἐργαζόμενος. Ἅιδης δημιουργὸς ἄγριος. καὶ μηκέτι δέχεσθαι τοὺς κατ’ ἔτος ἐκπεμπομένους Κορινθίων ἐπιδημιουργοὺς κελεύοντες. ἑαυτόν τι παρέχων ὑπόδειγμα, ὥσπερ οἱ πλαστικώτεροι τῶν δημιουργῶν, τὸν χαλκὸν ἄμορφον παραλαβόντες καὶ ἀειδέστερον, εἰς μορφὴν ἐν‐ τείνουσι καὶ κατασχηματίζουσι. |
| δ 437 | Δημιουργοί: οἱ κεραμεῖς, οἱ σκευοποιοί. δημιουργοὺς ἐκάλουν καὶ τὰς νῦν λεγομένας ὑπονυμφίδας, τουτέστι τὴν παρεστῶσαν τῇ νύμφῃ γυναῖκα. ὅθεν ἐστὶ καὶ Μενάνδρῳ Δημιουργός. κοινῶς δὲ ἔλεγεν δημιουργοὺς τοὺς τὰ δημόσια ἐργαζομένους, ποτὲ δὲ καὶ τοὺς ἀρχιτέκτονας. Ἀριστοφάνης ἐν Εἰρήνῃ. καὶ δημιουργικῶς, ἀντὶ τοῦ, τεκτονικῶς· δημιουργοὶ γὰρ οἱ τέκτονες. ὅτι οἱ παλαιοὶ δημιουργοὶ συμμεμυκότας τοὺς ὀφθαλμοὺς ἐποίουν, ὁ δὲ Δαίδαλος ἀνεπέτασεν αὐτοὺς καὶ τοὺς πόδας διέστησεν. καὶ Ὅμηρός φησιν· ὃς χερσὶν ἠπίστατο δαίδαλα πάντα τεύχειν. |
| δ 438 | Δημοβόρος: ὁ τὰ δημόσια ἐσθίων. |
| δ 439 | Δημογέροντες: οἱ τοῦ δήμου ἐντιμότατοι. |
| δ 440 | Δημοδόκος, ἀοιδός. ζήτει ἐν τῷ ἀοιδός. |
| δ 441 | Δημόθοινα καὶ Δημοθοινία: τοῦ δήμου εὐωχία, ἢ θυσία. |
| δ 442 | Δημοκήδης, Καλλιφῶντος, ἱερέως ἐν Κνίδῳ γενομένου Ἀσκλη‐ πιοῦ, Κροτωνιάτης, ἰατρός· ὃς ἐν Αἰγίνῃ ἰάτρευσέ τε καὶ ἔγημε καὶ Πολυκράτην τὸν Σάμου τύραννον ἰάτρευσεν ἐπὶ χρυσίου ταλάντοις δύο· καὶ ὑπὸ Δαρείου τοῦ Πέρσου μετεπέμφθη καὶ συνεγένετο αὐτῷ χρόνον ἱκανόν. ἔγραψεν ἰατρικὸν βιβλίον. ὅτι Δαρεῖος ὁ βασιλεὺς ἐν ἄγρῃ θηρῶν ἀποθρώσκων ἀπὸ ἵππου ἐστράφη τὸν πόδα καί κως ἰσχυροτέρως· ὁ γάρ οἱ ἀστράγαλος ἐξεχώρησεν ἐκ τῶν ἄρθρων. νομίζων δὲ καὶ πρότερον περὶ ἑωυτὸν ἔχειν τοὺς δοκέοντας Αἰγυπτίων εἶναι πρώτους τὴν ἰατρικὴν τούτοισιν ἐχρῆτο. οἱ δὲ στρεβλοῦντες καὶ βιώ‐ μενοι τὸν πόδα κακὸν μεῖζον ἐργάζοντο. ἐφ’ ἑπτὰ μὲν δὴ ἡμέρας καὶ ἑπτὰ νύκτας ὑπὸ τοῦ παρεόντος κακοῦ ὁ Δαρεῖος ἀγρυπνίησιν εἴχετο· τῇ δὲ δὴ ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρως παρακούσας τις πρότερον ἔτι ἐν Σάρδισι τοῦ Κροτωνιήτεω Δημοκήδεος τὴν τέχνην ἀγγέλλει τῷ Δαρείῳ· ὁ δὲ ἄγειν μιν τὴν ταχίστην παρ’ ἑωυτὸν ἐκέλευε. τὸν δὲ ὡς ἐξεῦρον ἐν τοῖσιν Ὀροίτεω ἀνδραπόδοισιν ὅκου δὴ ἀπημε‐ λημένον, παρῆγον εἰς μέσον πέδας τε ἕλκοντα καὶ ῥάκεσιν ἐσθημένον. σταθέντα δὲ ἐς μέσον ἠρώτα ὁ Δαρεῖος, τὴν τέχνην εἰ ἐπίσταιτο. ὁ δὲ οὐκ ἀπεδέκετο, ὀρρωδέων μὴ ἑωυτὸν ἐκφήνας τοπαράπαν τῆς Ἑλλάδος ᾖ ἀπεστερημένος. κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπι‐ στάμενος· καὶ τοὺς ἀγαγόντας αὐτὸν ἐκέλευσε μάστιγάς τε καὶ κέντρα παραφέρειν εἰς τὸ μέσον. ὁ δὲ ἐν ἑωυτῷ δὴ ὦν ἐκφαίνει, φάς, ἀτρεκέως μὲν οὐκ ἐπίστασθαι, ὁμιλήσας δὲ ἰητρῷ φλαύρως ἔχειν τὴν τέχνην. μετὰ δέ, ὡς ἐπέτρεψεν, Ἑλληνικοῖσι ἰήμασι χρεώμενος καὶ ἠπιάματα τὰ ἰσχυρὰ προσάγων ὕπνου τε μεταλαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ὄντα ἀπέδεξεν, οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔσεσθαι. οὕτω φησὶν Ἡρόδοτος ὁ λογοποιός. ὅτι καὶ Ἄτοσσα, ἡ Κύρου μὲν θυγάτηρ, Δαρείου δὲ γυνή, ἐπὶ τοῦ μαστοῦ ἔσχε φῦμα, μετὰ δὲ ἐκραγὲν ἐνέμετο πρόσω. ὅσον μὲν δὴ χρόνον ἦν ἔλασσον, ἡ δὲ κρύπτουσα καὶ αἰσχυνομένη ἔφραζεν οὐδενί, ἐπείτε δὲ ἐν κακῷ ἦν, μετεπέμψατο τὸν Δημοκήδην καί οἱ ἐπέδειξεν. ὁ δὲ φὰς ὑγιέα ποιήσειν ἐξορκοῖ μιν ἦ μέν οἱ ἀντυπουργήσειν ἐκείνην τοῦτο, ὃ ἂν αὐτῆς δεηθῇ· δεήσεσθαι δὲ οὐδενὸς τῶν ὅσα ἐς αἰσχύνην φέρει. καὶ ᾐτήσατο τὴν εἰς Ἑλλάδα ἄφιξιν. |
| δ 443 | Δημοκλείδας: ξένους, καὶ μοιχούς. τοιοῦτος ὁ Δημοκλῆς. |
| δ 444 | Δημοκοπεῖν καὶ Ἑλληνοκοπεῖν. Πολύβιος· ὁ δὲ Περσεὺς τὴν πρὸς Ῥωμαίους φιλίαν ἀνανεωσάμενος ἑλληνοκοπεῖν ἐπεβάλετο. λέγεται δὲ καὶ δημοκοπία καὶ δοξοκοπία. ὑπάτους αἱροῦνται ἐκ δόξης πολεμικῆς Λεύκιον, ἐκ δὲ δημοκοπίας Τερέντιον. |
| δ 445 | Δημόκομπος: ὁ στωμύλος. |
| δ 446 | Δημοκρατία. ὅτι Πολύβιός φησιν, ὡς δημοκρατία ἐπανελο‐ μένη τοὺς ἐπιβουλεύοντας οὐκέτι μισθοφόροις τηρεῖ τὴν ἑαυτῆς ἐλευ‐ θερίαν. |
| δ 447 | Δημόκριτος, Ἡγησιστράτου, οἱ δὲ Ἀθηνοκρίτου ἢ Δαμασίππου, γεγονὼς ὅτε καὶ Σωκράτης ὁ φιλόσοφος, κατὰ τὴν οζʹ Ὀλυμπιάδα, οἱ δὲ κατὰ τὴν πʹ φασίν· Ἀβδηρίτης ἐκ Θρᾴκης, φιλόσοφος, μαθητὴς κατά τινας Ἀναξαγόρου καὶ Λευκίππου, ὡς δέ τινες καὶ Μάγων καὶ Χαλδαίων Περσῶν· ἦλθε γὰρ καὶ εἰς Πέρσας καὶ Ἰνδοὺς καὶ Αἰ‐ γυπτίους καὶ τὰ παρ’ ἑκάστοις ἐπαιδεύθη σοφά. εἶτα ἐπανῆλθε καὶ τοῖς ἀδελφοῖς συνῆν Ἡροδότῳ καὶ Δαμάστῃ. ἦρξε δὲ ἐν Ἀβδήροις, διὰ τὴν ἑαυτοῦ σοφίαν τιμηθείς. μαθητὴς δὲ αὐτοῦ διαφανὴς ἐγένετο Μητρόδωρος ὁ Χῖος· οὗ πάλιν ἀκροαταὶ Ἀνάξαρχος καὶ Ἱπποκράτης ὁ ἰατρός. ἐπεκλήθη δὲ Σοφία ὁ Δημόκριτος, καὶ Γελασῖνος δέ, διὰ τὸ γελᾶν πρὸς τὸ κενόσπουδον τῶν ἀνθρώπων. γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο, ὅ τε μέγας Διάκοσμος, καὶ τὸ Περὶ φύσεως κόσμου. ἔγραψε δὲ καὶ ἐπιστολάς. |
| δ 448 | Δημόκριτος· ὅτι Δημόκριτος ὁ Ἀβδηρίτης οὐκ ἦλθεν εἰς Ἀθήνας, ἀλλὰ τοσαύτης πόλεως ὑπερεφρόνησεν, οὐκ ἐκ τοῦ τόπου δόξαν λαβεῖν βουλόμενος, ἀλλὰ τῷ τόπῳ δόξαν περιθεῖναι προελόμενος. ὅτι ἐλθόντα Ἱπποκράτην πρὸς Δημόκριτον κελεῦσαι κομισθῆναι γάλα καὶ θεασάμενον τὸ γάλα εἰπεῖν αἰγὸς εἶναι πρωτοτόκου καὶ μελαίνης· καὶ τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ τὴν κόρην τὴν μετὰ Ἱπποκράτους πρὸς αὐτὸν ἐλθοῦσαν τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀσπάσα‐ σθαι οὕτω· χαῖρε κόρη· τῇ δὲ ἐχομένῃ, χαῖρε γύναι. καὶ ἦν ἡ κόρη τῆς νυκτὸς διεφθαρμένη. ἤδη δὲ ὑπέργηρων ὄντα πρὸς τῷ κατα‐ στρέφειν εἶναι· τὴν οὖν ἀδελφὴν λυπεῖσθαι, ὅτι ἐν τῇ τῶν Θεσμο‐ φόρων ἑορτῇ μέλλοι τεθνήξεσθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴν οὐ ποιήσειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι αὐτῷ προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι· τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν ἑαυτὸν τὴν ἑορτήν. ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖς δὲ ἦσαν, ἀλυπότατα τὸν βίον προήκατο. |
| δ 449 | Δημόκοινον: δημόσιον. τὸ τοῦ δημοσίου. καὶ Δημό‐ κοινος, δημόσιος βασανιστής. ἢ ὁ δήμιος. |
| δ 450 | Δημονιάδης: ὄνομα κύριον. |
| δ 451 | Δημοποίητος: ὁ ὑπὸ τοῦ δήμου εἰσποιηθεὶς καὶ γεγονὼς πο‐ λίτης. Περικλῆς γὰρ ὁ Ξανθίππου, νόμον γράψας τὸν μὴ ἐξ ἀμφοῖν ἀστυπολίτην μὴ εἶναι, οὐ μετὰ μακρὸν τοὺς γνησίους ἀποβαλών, ἄκων καὶ στένων καὶ λύσας τὸν ἑαυτοῦ νόμον καὶ ἀσχημονήσας, ἐλεεινὸς ἅμα καὶ μισητὸς ἔτυχεν ὧν ἐβούλετο. ὅμως γε μὴν ἀντιβολοῦντος καὶ δεκάσαντος τοὺς ἐντεῦθεν ζῶντας, ὀψὲ καὶ μόλις τὸν νόθον οἱ παῖδα τὸν ἐξ Ἀσπασίας τῆς Μιλησίας ἐποίησε δημοποίητον. Δη‐ μοποίητος οὖν ὁ φύσει ξένος, ὑπὸ δὲ τοῦ δήμου πολίτης γεγονώς. |
| δ 452 | Δῆμος: παρὰ Ἀριστοφάνει ἡ κώμη. ἢ ἡ νῆσος. σημαίνει δὲ καὶ τὸν τῶν Ἀθηναίων δῆμον. ἕκτῳ ς’ ἔτει προσεῖπον ἐς τὸν δῆμον ἐλθών. |
| δ 453 | Δημός: τὸ λίπος. δημοῦ βοείου θρῖον ἐξωπτημένον. σκεύασμά τι μετὰ ἐγκεφάλου γινόμενον ἐν τοῖς θρίοις, τουτέστι τοῖς φύλλοις τῆς συκῆς. |
| δ 454 | Δημοσθένης, Ἀθηναῖος, υἱὸς Δημοσθένους καὶ Κλεοβούλης, ῥήτωρ, τῶν δήμων Παιανιεύς· ἐπιμελὴς μᾶλλον ἢ εὐφυής, ὡς Ἕρμιπ‐ πος ἱστορεῖ· καὶ πρὸς τὰς ἡδονὰς ἀκόλαστος, ὡς καὶ τοῦτό φησιν ὁ αὐτός. ὅθεν καὶ νέος μὲν ὢν Βάταλος ἐκλήθη, ὡς καὶ γυναικείᾳ ἐσθῆτι πολλάκις χρησάμενος· Ἀργὰς δὲ μετὰ τὸ εἰς ἄνδρας τελέσαι· ὅπερ ἐστὶν ὄνομα ὄφεως. ἐπεθύμησε δὲ ῥητορικῆς Καλλίστρατον θεασάμενος τὸν ῥήτορα ὑπὲρ Ὠρωπίων λέγοντα. διήκουσε δὲ Ἰσαίου, τοῦ Ἰσοκράτους μαθητοῦ, καὶ τοῖς λόγοις ἐχρῆτο Ζωΐλου τοῦ Ἀμφι‐ πολίτου, σοφιστεύοντος ἐν Ἀθήναις, καὶ Πολυκράτους καὶ Ἀλκιδάμαντος, τοῦ Γοργίου μαθητοῦ, καὶ αὐτοῦ μέντοι Ἰσοκράτους. συνεφιλολόγησε δὲ Αἰσίωνι τῷ Ἀθηναίῳ καὶ Θεοπόμπῳ τῷ Χίῳ φιλοσόφῳ. διηκροάσατο δὲ καὶ Εὐβουλίδου τοῦ διαλεκτικοῦ καὶ Πλάτωνος· ἐτελεύτησε δὲ φυγὼν εἰς Καλαβρίαν ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ διὰ τὸν Μακεδόνα Ἀντί‐ πατρον, προσενεγκάμενος φάρμακον τὸ ἐν τῷ δακτυλίῳ, ἔτη βιώσας δύο καὶ ἑξήκοντα. |
| δ 455 | Δημοσθένης, ὁ ῥήτωρ, ἀνὴρ ἦν γνῶναί τε καὶ εἰπεῖν, ὅσα ἐνθυμηθείη, δυνατώτατος γενόμενος. ὅθεν καὶ δεινότατος ἔδοξε τῶν καθ’ αὑτόν, οἷα δὴ ἱκανώτατος τὸ ἀφανὲς εἰκάσαι καὶ τὸ γνωσθὲν ἐξηγήσασθαι. καὶ ἐν οἷς ὑπὲρ τῶν κοινῶν λέγειν τι ἢ πράττειν ἐπ‐ εχείρησε, καιρῷ μὲν ἐπιτηδείῳ οὐ μάλα ἐχρήσατο ἐς δόξαν τῶν δημ‐ αγωγούντων. πλεῖστα δὲ εἷς ἀνὴρ οὗτος τῶν καθ’ αὑτὸν Ἀθηναίων τοῖς Μακεδόνων τυράννοις σὺν παρρησίᾳ ἀντειπὼν παρὰ τοῖσδε ἀδωρό‐ τατος ἔδοξεν εἶναι. ὅτε δὴ συνέβαινε τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν, οἷα δὴ τῶν κερδῶν ἐφιεμένους μᾶλλον ἐκ τοῦ ἐς τὸ κοινὸν λυσιτε‐ λοῦντος, ἐξωνηθέντας χρημάτων δόσει τὸ κατὰ σφᾶς ὡς ἐδόκουν ἐν τῷ παραυτίκα κέρδους τοῦ σφετέρου εἵνεκα πρὸ τοῦ ἐς τὰ κοινὰ συμφέροντος τίθεσθαι. ὅθεν αὐτῷ καὶ ἐφ’ οἷς ὕστερον ᾐτιάθη συγ‐ γνόντες οἱ Ἀθηναῖοι κατεδέξαντό τε αὖθις καὶ ἐς πάντα συμβούλῳ ἐχρήσαντο. καὶ αὐτῷ ἡ τελευτὴ γενναία ἐπιγενομένη μάλιστα ἐς μεταμέλειαν ἤγαγεν αὐτοὺς οὐκ ἀφανῆ τῶν γνωσθέντων. οὐ πολλῷ γοῦν ὕστερον ἢ ἐξαγγελθῆναι τεθνηκότα Δημοσθένην μετεγίνωσκον ἐφ’ οἷς δέει τῶν Μακεδόνων μᾶλλον ἢ γνώμῃ τῇ δικαιοτάτῃ ἔκριναν, καὶ ἀτέλειάν τε τῷ πρεσβυτάτῳ γένους τοῦ Δημοσθένους ψηφίζονται καὶ χαλκοῦν στῆναι αὐτὸν ἐν ἀγορᾷ, καὶ ἐλεγεῖον τῇ βάσει τοῦ ἀνδριάντος ἐπέγραψαν· εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, εἶχες, οὔποτ’ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών. |
| δ 456 | Δημοσθένης, μαχαιροποιός, Παιανιεύς, οὗ Δημοσθένης ὁ ῥήτωρ, ὃς ὀρφανὸς καταλειφθεὶς ἐπιτρόπους ἔσχε γʹ, Ἄφοβον, Δημοφῶντα, Θηριππίδην. ὧν ἀμελούντων αὐτοῦ καὶ τῆς οὐσίας, αὐτὸς αὑτὸν ἐν‐ εχείρισε διδασκάλῳ Ἰσαίῳ. φιλόπονος δὲ οὕτως ἦν, ὥστε φασὶν ἑαυτὸν οἴκοι καθείρξαντα ἑαυτοῦ ξυρῆσαι τῆς κεφαλῆς μέρος, ἵνα μήτε προΐοι μήτε δέχοιτό τινα. παιδευθεὶς δὲ εἷλε τῆς ἐπιτροπῆς τοὺς ἐπιτρόπους. σοφιστεύειν βουληθεὶς ἀπέστη διαβληθεὶς ἐπὶ Μόσχῳ μειρακίῳ τῶν εὐγενῶν. λογογραφεῖν δὲ ἀρξάμενος διεβλήθη πάλιν, ὡς ἐναντίους λόγους ἐκδοὺς Ἀπολλοδώρῳ καὶ Φορμίωνι. καὶ τούτου οὖν ἀποστὰς ἤρξατο πολιτεύεσθαι. τραυλὸς δὲ ὢν καὶ τὸν ὦμον ἀπρεπῶς ἐκίνει, καὶ τὴν ἀκοὴν ἀσθενὴς καὶ τὸ πνεῦμα οὐ διαρκής· ἅπερ ἀσκήσει δι‐ ωρθώσατο. τήν τε ὑπόκρισιν οὐκ ὢν ἄκρος ὑπ’ Ἀνδρονίκῳ καὶ ταύτην ἐξήσκησεν. ἐχορήγησε δὲ καὶ ἐτριηράρχησε καὶ αἰχμαλώτους ἐλύσατο καὶ θυγατέρας συνεξέδωκεν. ὅτε δὲ ἐχορήγει, τυπτηθεὶς ὑπὸ Μειδίου τρισχιλίαις, ὥς φασιν, ἐπείσθη. καὶ Δημαίνετον ἀνεψιὸν γραψάμενος τραύματος, ὥς φασιν, διελύσατο. αἰτησάμενος δὲ Χαβρίου τοῦ στρατ‐ ηγοῦ γυναῖκα, Χαβρίου τελευτήσαντος, Κτησίππου θυγατέρα ἔγημεν. ἐπολιτεύσατο δὲ κατὰ Φίλιππον· οὗ Θηβαίοις ἐπιόντος, πείθει συμ‐ μαχῆσαι· καὶ κατὰ Χαιρώνειαν ἡττῶνται, χιλίων ἀποθανόντων καὶ δισχιλίων αἰχμαλώτων. ἀγαπητὴν δὲ σχὼν θυγατέρα τελευτήσασαν ἐπένθει, καὶ ἑβδομαίου τοῦ πάθους ὄντος, ἀγγελθέντος ἀνῃρῆσθαι Φίλ‐ ιππον ὑπὸ Παυσανίου, μετημφιάσατο καὶ τοῖς θεοῖς ἔθυσεν. ἐπολι‐ τεύσατο δὲ καὶ κατὰ Ἀλεξάνδρου τοῦ Φιλίππου. οὗ Ἅρπαλος πολλὰ νοσφισάμενος χρήματα ὡς Ἀθηναίους κατέφυγεν· ὧν καὶ Δημοσθένης εἰληφέναι μέρος ἔδοξε. καὶ ἔφυγεν εἰς Τροιζῆνα. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήσαντος, ὁ Δημοσθένης κατῆλθε κληθείς. Ἀντίπατρος δὲ ἄρξας τῶν Ἑλλήνων, πέμψας ἐξαιτεῖ τοὺς δέκα ῥήτορας. ἐκδόν‐ των Ἀθηναίων, ὁ Δημοσθένης εἰς Σικελίαν ἔφυγεν. Ἀρχίας δὲ ὁ ὑποκριτὴς ἀποσταλεὶς ἐπ’ αὐτὸν ὑπ’ Ἀντιπάτρου βίᾳ ἀποσπᾷ ἀπὸ τοῦ ἱεροῦ Ποσειδῶνος, ὃ ἦν ἄσυλον. ὁ δὲ ὑπὸ τῇ σφραγῖδι φάρμακον ἔχων, μυζήσας ἀπέθανεν. |
| δ 457 | Δημοσθένης Θρᾷξ· οὗτος ἔγραψε Μετάφρασιν Ἰλιάδος πεζῷ λόγῳ, Ἐπιτομὴν τῶν Δαμαγήτου τοῦ Ἡρακλεώτου, Περὶ διθυραμβο‐ ποιῶν, Μετάφρασιν εἰς τὴν Ἡσιόδου Θεογονίαν. |
| δ 458 | Δημοσιεύων· αἰτιατικῇ. δωρεὰν ἐργάζομαι. Ἀριστοφάνης· ἀλλ’ ὦ πόνηρ’, οὐ δημοσιεύων τυγχάνω. οἱ γὰρ δημοσίᾳ χειροτονούμενοι ἰατροὶ καὶ δημόσιοι προῖκα ἐθεράπευον. οἷον, οὐ κοινῇ ἐσπείσαμεν, ἀλλ’ ἐμαυτῷ μόνῳ, καὶ ἀμισθὶ οὐ μεταδίδωμί σοι. |
| δ 459 | Δημόσιον: τὸ τοῦ δήμου. |
| δ 460 | Δημόσιος· δημοσίους λέγουσι τοὺς τῆς πόλεως δούλους. ὅτι ἡ βασιλεία κτῆμα τῶν κοινῶν, ἀλλ’ οὐ τὰ δημόσια τῆς βασιλείας κτήματα. διὸ τὰς ἐξ ἀνάγκης καὶ μεθ’ ὕβρεως εἰσπράξεις ὥσπερ τυραννικὰς ἀκολασίας μισεῖν δεῖ, τὰς δὲ σὺν λόγῳ καὶ φιλανθρωπίᾳ τῶν εἰσφορῶν ἀπαιτήσεις ὥσπερ κηδεμονίαν τιμᾶν. |
| δ 461 | Δημοσίων πραγμάτων διοικητής, οἷον φροντιστὴς χορ‐ ηγίας, τριηραρχίας καὶ τῶν τοιούτων. ἰδίως δέ, οἷον εἰ ἀδικοῖτό τις καὶ δικάζοιτο πρός τινα, αὐτὸς ἐφρόντιζεν. ἀπεχθάνῃ δέ, διότι οἱ ἀλλοτρίοις πράγμασιν ἐπιχειροῦντες μισοῦνται. |
| δ 462 | Δημοσιώνης: εὐτελής. οἱ μὲν ἄλλοι ἀποδοχῆς ἐτύγχανον, οὗτος δὲ δοκῶν εἶναι δημοσιώνης παρεθεωρεῖτο. |
| δ 463 | Δημοτελῆ: δημοσίαν. Δημοτελῆ καὶ δημοτικὰ ἱερὰ διέ‐ φερον ἀλλήλων καὶ τῶν ὀργεονικῶν καὶ τῶν γενικῶν. |
| δ 464 | Δημοτελῶς: παντὶ τῷ δήμῳ. |
| δ 465 | Δημοτευόμενος: μετὰ τῶν δημοτῶν. φησὶ Δημοσθένης. Δημοτεύεσθαί ἐστι τὸ τοῦδέ τινος δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπ’ αὐτοῦ. |
| δ 466 | Δημότης: πολίτης. |
| δ 467 | Δημοτικά: τὰ τοῖς πολλοῖς ἐμπρέποντα. ὁ δὲ ἔλεξε δημο‐ τικωτάτους λόγους· ὁρᾶτε μέν με σωτηρίας δεόμενον. |
| δ 468 | Δημοῦσθαι: δημοκοπεῖν καὶ ἀντιπαίζειν. |
| δ 469 | Δημοφάνης: ὄνομα κύριον. |
| δ 470 | Δημόφιλος, ἐπίσκοπος Κωνσταντίνου πόλεως ἄνθρωπος ἦν οἷος ἐμπεσὼν ὁμοῦ σύμπαντα φύρειν ἀκόσμῳ φορᾷ καθάπερ ἄτακτος χει‐ μάρρους, πολὺν ἐν τοῖς λόγοις τὸν συρφετὸν ἄγων, ὡς εἴσεταί τις ἐκ γοῦν τῆς ἐν τοῖς ἔτι σῳζομένοις ὑπομνήμασιν αὐτοῦ γεγονυίας δημη‐ γορίας· ἔνθα καὶ μᾶλλον εἰκὸς ἦν ἀσφαλείας αὐτὸν φροντίδα θέσθαι τινά, ὡς ἐγγράφοις μνήμαις ἀναλαμβανομένων τῶν λεγομένων. ἐν τούτοις γοῦν ἄλλα τε πολλὰ διείλεκται ἄναρθρα, διαρρήδην δὲ ἐν τοῖς περὶ πατρὸς καὶ υἱοῦ λόγοις. φησὶ γάρ· υἱὸς μὲν πατρὸς θελήσει γεγέννηται μόνου, ἀχρόνως, ἀμεσιτεύτως, ἵνα διάκονος γένηται καὶ ὑπηρέτης τῶν βουλημάτων τοῦ πατρός. ἐπειδὴ γὰρ ὁ προγινώσκων θεὸς ἃ ἔμελλε πράττειν ἀδύνατα ἦν τῆς ἀκρατήτου τάξεως τοῦ μέλ‐ λοντος αὐτὰ ποιεῖν θεοῦ ἐν τῷ γενέσθαι μέλλοντα· ἢ γὰρ ἔδει αὐτὰ πάντα θεοὺς γενέσθαι πρὸς ἀξίαν τοῦ ποιοῦντος, καὶ ἐκ τούτων ἔμελ‐ λον εἶναι θεοί· ἢ ἔδει αὐτὰ γενόμενα λύεσθαι, ὥσπερ κηρὸν πυρὶ θερμῷ προσαγόμενον· γέγονε μὲν οὖν μεσίτης τῶν τε ἐσομένων καὶ τοῦ γεγεννηκότος αὐτὸν θεοῦ, ὁ υἱός, ἵνα συντάξας ἑαυτὸν καὶ συγ‐ καταβαίνων τοῖς γινομένοις ἀποτελέσειε τὸ βούλημα τοῦ πατρός· καὶ μεσίτης γεγένηται τοῦ θεοῦ καὶ ἡμῶν τῶν δι’ αὐτοῦ γενομένων. ἐλάνθανε διὰ τούτων τοῦ τε θεοῦ τῶν ὅλων ἀσθένειαν καὶ βασκανίαν καταψευδόμενος καὶ τὸν υἱὸν πάντων τῶν κτισμάτων ἀποφαίνων κατα‐ δεέστερον. ὁ μὲν γὰρ ἀσθενὴς ἂν ἦν κατὰ Δημόφιλον, εἰ βουληθείς, ἔπειτα ἀπόρως εἶχε τοῖς πᾶσι τὸ εἶναι δωρήσασθαι· φθόνου δ’ οὐκ ἀπήλλακτο ἄν, εἰ ἐξὸν αὐτῷ θεοὺς τὰ πάντα ποιεῖν, ὁ δὲ ἐφαίνετο μηχανώμενος, ὅπως μὴ ταύτης αὐτῷ τύχῃ τὰ γενησόμενα τῆς ἀξίας. τοῦ δέ γ’ αὖ παιδὸς οὐκ ἦν τῶν κτισμάτων οὐδέν, ὃ μὴ ἄμεινον ὑπάρχειν ἐδείχθη ἄν, εἴπερ γε μὴ δι’ ἑαυτὸν ἐκεῖνος ἔτυχε γεγονώς, ἀλλὰ διὰ σκοπὸν καὶ χρείαν τῆς τούτων γενέσεως. ἅπαν γάρ τοι τὸ δι’ ἑτέρων γινόμενον χρείαν ἔλαττον ὑπάρχειν ἐκείνων ἀνάγκη, δι’ ἃ τοῦ εἶναι τυγχάνει. καὶ ἄλλα δὲ ἐληρώδει πολλά. |
| δ 471 | Δημοφῶν: ὄνομα κύριον. |
| δ 472 | Δημοχάρης: ἀδελφιδοῦς Δημοσθένους. περὶ οὗ Τίμαιός φησιν ἡταιρηκέναι μὲν τοῖς ἄνω μέρεσι τοῦ σώματος, οὐκ εἶναι δὲ ἄξιον τὸ ἱερὸν πῦρ φυσᾶν, ὑπερβεβηκέναι δὲ τοῖς ἐπιτηδεύμασι τὰ Βότρυος ὑπομνήματα καὶ τὰ Φιλαινίδος καὶ τῶν ἄλλων ἀναισχυντότερα γράφων. Πολύβιος δὲ λέγει πρὸς Τίμαιον· ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ’ οὐδὲ τῶν ἀπὸ τέγους ἄχρι τοῦ σώματος εἰργασμένων οὐδείς. οὐδ’ ἵνα πιστὸς φανῇ κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ἄλλην ἀναισχυντίαν, καὶ προσ‐ κατέψευσται τἀνδρός, κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώ‐ νυμον. ἠξιώθη δὲ ὁ Δημοχάρης καὶ στρατηγίας παρ’ Ἀθηναίοις καὶ τῶν ἄλλων τιμῶν, ὧν οὐδὲν αὐτῷ συνεξέδραμε, τοιαύταις ἀτυχίαις παλαίοντι. |
| δ 473 | Δημώ: ὄνομα κύριον. ἐξένισεν ἡ Βαυὼ τὴν Δημώ. Δημῷ δὲ τῷ λίπει. |
| δ 474 | Δημωδέστερος: ἀσχημονέστερος· διὰ τὸ ἐν ὄψει πάντων γινό‐ μενον, διὰ τὸν δῆμον. |
| δ 475 | Δημώναξ: ὄνομα κύριον. |
| δ 476 | Δημωφελής: δῆμον ὠφελῶν. |
| δ 477 | Δήν: ἐπίρρημα. |
| δ 478 | Δηνάριον: εἶδος ἀργυρίου ὁλοκοτίνου ἰδίαν ἔχων ἰσχύν. |
| δ 479 | Δηναδίπτρα: κατὰ Ῥωμαίους δωρεὰ βασιλικὴ στρατιώταις. |
| δ 480 | Δηναιόν: τὸ ἐνιαύσιον, τὸ μακροχρόνιον. καὶ Δηναιόν, ἐπὶ πολὺν χρόνον. Δήνεον δὲ τὸ βούλευμα. |
| δ 481 | Δήομεν, εὑρήσομεν. |
| δ 482 | Δῃοῦν: πολεμεῖν, πορθεῖν. Δηΐουν δὲ διέκοπτον, ἐτί‐ τρωσκον. |
| δ 483 | Δηώ, Δηοῦς κλίνεται. ἡ Δημήτηρ. |
| δ 484 | Δῃώσας: πραιδεύσας, ἀνελών, κατεκτονώς. |
| δ 485 | Δήπου: ὡς δή. |
| δ 486 | Δήπουθεν: δηλονότι. ἢ ἔκ τινος τόπου. καὶ χρὴ πείθεσθαι δήπουθεν. καὶ τὴν σχολὴν δήπουθεν ἐκείνην ἐπαινῶν. ἀντὶ τοῦ δηλονότι. ἢ ἔκ τινος τόπου. |
| δ 487 | Δηριάασθον. |
| δ 488 | Δηριγευόμενος: ὀψικευόμενος. ἔστι δὲ ἡ λέξις Ῥωμαϊκή. |
| δ 489 | Δῆρις, δήρεως, δήρει. |
| δ 490 | Δῆριν: μάχην, ἢ φιλονεικίαν. ἐν Ἐπιγράμμασι· μέλλον ἄρα στυγερὰν κἀγώ ποτε δῆριν Ἄρηϊ ἐκπρολιποῦσα χορῶν παρθενίων ἀΐειν. καὶ αὖθις· φεῦγε Λάκων ποτὲ δῆριν, ὑπαντιάσασα δὲ μάτηρ. |
| δ 491 | Δῆρις, ὁ δαιδαλόχειρ τῇ Παλλάδι πῆχυν ἀκαμπῆ ἄνθετο. ἐν Ἐπιγράμμασιν. |
| δ 492 | Δηρόν: ἐπιπολύ. |
| δ 493 | Δήσαντες: δεσμεύσαντες. |
| δ 494 | Δῆτα: οὕτως. |
| δ 495 | Δηφενσίων: ὁ ἔκδικος χάρτης. καὶ Δηφένσωρ, ὁ ἔκδικος. |
| δ 496 | Δήφηλα: πόλις παρὰ Ἰωσήπῳ. |
| δ 497 | Δί: ἐπέκτασις. |
| δ 498 | Δία: τὸν Δία. Δῖα δὲ ἡ ἔνδοξος. καὶ Δῖος, ὁ ἔνδοξος. |
| δ 499 | Διαβάλλεται: χρῶνται ἐπὶ τοῦ ἐξαπατᾶν. Ἄρχιππος· τὸν γὰρ γέροντα διαβαλοῦμαι τήμερον. καὶ Ἀριστοφάνης· διαβάλλεταί ς’ ὁ θεῖος, ὦ πόνηρε σύ. |
| δ 500 | Διαβάλλειν: τὸ ἐξαπατᾶν καὶ παραλογίζεσθαι. Θουκυδίδης αʹ καὶ Κράτης. καὶ Διαβάλλειν τὸ πέλαγος, τὸ διεκπερᾶν. ἐν‐ τεῦθεν ἐνόει διαβάλλειν τὸ ἐν μέσῳ πέλαγος καὶ λῃστεύειν τὰς νήσους. καὶ Ἀρριανός· αὐτόν τε κυβερνῶντα τὴν στρατηγίδα ναῦν διαβάλλειν. καί, διαβάλλειν ἐπιχειροῦντι Ἀλεξάνδρῳ τὸν Ὦξον πο‐ ταμόν. ἀντὶ τοῦ περᾶν. καὶ Διαβάλλω· αἰτιατικῇ. διαβάλλει τὸν ἀεὶ προτετιμημένον. |
| δ 501 | Διαβάσης: ἐπελθούσης. Ῥωμαϊκῆς δυνάμεως ἐπ’ αὐτοὺς δια‐ βάσης. |
| δ 502 | Διαβασιλίζεται: τῆς βασιλείας ἀντιποιεῖται. |
| δ 503 | Διαβάσκει: περιέρχεται, περιέπει. |
| δ 504 | Διαβαίνω· αἰτιατικῇ. |
| δ 505 | Διαβηνός: ὄνομα κύριον. |
| δ 506 | Διαβησείοντας: ἐρωτικῶς ἔχοντας διαβῆναι. Ἀγαθίας· ὁ δὲ πύργους ἐποίησεν, ἀπερύκειν τοὺς Ῥωμαίους διαβησείοντας. |
| δ 507 | Διαβήτης. ἐργαλεῖον ὁ διαβήτης, εὔχρηστος τέχναις πολ‐ λαῖς, τῷ λ στοιχείῳ παρεοικώς. τούτου τὸ ἓν μέρος ἐντιθέντες, τὸ δὲ ἕτερον περιάγοντες κύκλους ποιοῦσι. σημαίνει δὲ καὶ ὄνομα καιροῦ παραστατικόν. |
| δ 508 | Διάβολος· ζήτει ἐν τῷ Σατανᾶς. ὅτι διάβολος διὰ τοῦτο, ὡς δυνάμενος διαβάλλειν καὶ ἐχθροὺς ποιεῖν τοὺς φίλους. καὶ ζήτει ἐν τῷ δύναμις. |
| δ 509 | Διαβούλιον: ὁ διαλογισμός. συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. καὶ Διαβούλια, τὰ ἐκ λογισμῶν ἀτόπων πταί‐ σματα. |
| δ 510 | Διαβούλομαι: ἀναπείσω. Θουκυδίδης. |
| δ 511 | Διὰ βραχέος: ἐν συντόμῳ. |
| δ 512 | Διάβροχος: οἰνωμένος. ὡς δὲ ἐμέθυεν ὁ πορνοβοσκὸς καὶ διάβροχος ἦν πάνυ, τί μέλλομεν, ἔφη. |
| δ 513 | Διαβιασάμενος: παραναγκασθείς. Πολύβιος· διαβιασάμενος δὲ τὴν ἀσθένειαν τῇ συνηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ Ἄργους εἰς Μεγα‐ λόπολιν αὐθημερόν. |
| δ 514 | Διὰ γὰρ μαχαιρῶν καὶ πυρὸς ῥίπτειν δεῖ: ἐπὶ τῶν παραβαλλομένων καὶ ῥιψοκίνδυνα ποιούντων. |
| δ 515 | Διαγεγονότος: παρελθόντος. μετὰ τὸν πρῶτον ἀνοικισμὸν τῆς πόλεως τοὺς διαγεγονότας. Διαγινώσκειν δέ ἐστι τὸ δι’ ἀκριβείας ἐπιστημονικῆς τὸ πρᾶγμα εἴσεσθαι μετὰ προλαβοῦσαν γνῶσιν. |
| δ 516 | Διαγέγραπται: κατέξυσται, ἀνῄρηται ἀπὸ τῆς τοῦ γραμματέως δέλτου, ὅπου αἱ δίκαι ἀνεγράφοντο, καὶ αἱ εἰσαγωγαὶ τῶν δικῶν. Ἀριστοφάνης Νεφέλαις· ἥδομαι, ὅτι πεντετάλαντός μοι διαγέγραπται δίκη. |
| δ 517 | Διαγγέλλω· δοτικῇ. καὶ Διαγγελλομένους, παρακελευομένους. Ξενοφῶν· ἐγίνωσκον αὐτοὺς ἀπιέναι βουλομένους καὶ διαγγελλομένους. ἢ ἀντὶ τοῦ φανερουμένους, δήλους γινομένους. |
| δ 518 | Διαγελῶ· αἰτιατικῇ. |
| δ 519 | Διάγειν. οὐδὲ διῆγε τοὺς λόγους οὐδὲ λεπτολογίᾳ ἐδίδου οὐδὲ εἰρωνευομένου τις ἤκουσε. περὶ Ἀπολλωνίου φησὶ Φιλόστρατος ὁ Λήμνιος. |
| δ 520 | Διαγκωνισάμενος: ἐπ’ ἀγκῶνος καθίσας. ὁ δὲ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμποδος, ἀποβλεψάμενος εἰς τὸ ἄγαλμα τοῦ Ἀσκληπιοῦ εἶπεν· ὦ δέσποτα, τί ἐκέλευσας. |
| δ 521 | Διαγνώμη: διάγνωσις, καὶ διάκρισις. ὥσπερ καὶ καταβοή. ἡ λέξις ἰδικὴ Θουκυδίδου. |
| δ 522 | Διαγνώμων: διακρίνων, διαγινώσκων. ὁ μὲν δὴ Ἡραΐσκος αὐτοφυὴς ἐγένετο διαγνώμων τῶν τε ζώντων καὶ τῶν μὴ ζώντων ἱερῶν ἀγαλμάτων· εὐθὺς γὰρ ἐμβλέπων ἐτιτρώσκετο τὴν καρδίαν ὑπὸ τοῦ θειασμοῦ καὶ ἀνεπήδα τό τε σῶμα καὶ τὴν ψυχήν, ὥσπερ ὑπὸ τοῦ θεοῦ κατάσχετος. εἰ δὲ μὴ κινοῖτο τοιοῦτον, ἄψυχον ἦν ἐκεῖνο τὸ ἄγαλμα καὶ ἄμοιρον θείας ἐπιπνοίας. οὕτω διέγνω τὸ ἄρρητον ἄγαλμα τοῦ Αἰῶνος ὑπὸ τοῦ θεοῦ κατεχόμενον, ὃ Ἀλεξανδρεῖς ἐτίμησαν, Ὄσιριν ὄντα καὶ Ἄδωνιν ὁμοῦ κατὰ μυστικὴν θεοκρασίαν. ἐνῆν δὲ τοῦ Ἡραΐσκου τῇ φύσει καὶ τὸ τοὺς μολυσμοὺς τῆς φύσεως ἀναινόμενον. εἰ γοῦν αἴσθοιτο φθεγγομένης ὅπως δὴ καὶ ὅθεν γυναικὸς ἀκαθάρτου τινός, ἤλγει παραχρῆμα τὴν κεφαλήν· καὶ τοῦτο σημεῖον ἐποιεῖτο τῆς ἀφεδρείας. ἦν δὲ καὶ ἡ πρώτη αὐτοῦ γένεσις μυστική· λέγεται γὰρ κατελθεῖν ἀπὸ τῆς μητρὸς τοῖς χείλεσιν ἔχων τὸν κατασιγάζοντα δάκτυλον, οἷον Αἰγύπτιοι μυθολογοῦσιν Ὦρον καὶ Ἥλιον. τοιγαροῦν, ἐπεί οἱ συνεπεφύκει τοῖς χείλεσιν ὁ δάκτυλος, ἐδεήθη τομῆς, καὶ διέμεινεν ἀεὶ τὸ χεῖλος ὑποτετμημένος. |
| δ 523 | Διαγόρας, Τηλεκλείδου, ἢ Τηλεκλύτου, Μήλιος, φιλόσοφος καὶ ᾀσμάτων ποιητής· ὃν εὐφυᾶ θεασάμενος Δημόκριτος ὁ Ἀβδηρίτης ὠνήσατο αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν καὶ μαθητὴν ἐποιήσατο. ὁ δὲ καὶ τῇ λυρικῇ ἐπέθετο, τοῖς χρόνοις ὢν μετὰ Πίνδαρον καὶ Βακχυλίδην, Μελανιππίδου δὲ πρεσβύτερος· ἤκμαζε τοίνυν οηʹ Ὀλυμ‐ πιάδι. καὶ ἐπεκλήθη Ἄθεος διότι τοῦτο ἐδόξαζεν, ἀφ’ οὗ τις ὁμό‐ τεχνος αἰτιαθεὶς ὑπ’ αὐτοῦ ὡς δὴ παιᾶνα ἀφελόμενος, ὃν αὐτὸς ἐπεποιήκει, ἐξωμόσατο μὴ κεκλοφέναι τοῦτον, μικρὸν δὲ ὕστερον ἐπι‐ δειξάμενος αὐτὸν εὐημέρησεν. ἐντεῦθεν οὖν ὁ Διαγόρας λυπηθεὶς ἔγραψε τοὺς καλουμένους Ἀποπυργίζοντας λόγους, ἀναχώρησιν αὐτοῦ καὶ ἔκπτωσιν ἔχοντας τῆς περὶ τὸ θεῖον δόξης. κατοικήσας δὲ Κό‐ ρινθον ὁ Διαγόρας αὐτόθι τὸν βίον κατέστρεψεν. |
| δ 524 | Διαγόρας ὁ Μήλιος: ἐπὶ τῶν ἀθέων καὶ ἀπίστων καὶ ἀσεβῶν. οὗτος γὰρ μετὰ τὴν ἅλωσιν Μήλου ᾤκει ἐν Ἀθήναις· τὰ δὲ μυστήρια οὕτως ηὐτέλιζεν ὡς πολλοὺς ἐκτρέπειν τῆς τελετῆς. τοῦτο οὖν ἐκή‐ ρυξαν κατ’ αὐτοῦ Ἀθηναῖοι καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν, τῷ μὲν ἀποκτείναντι τάλαντον λαμβάνειν, τῷ δὲ ἄγοντι δύο. ἐκηρύχθη δὲ τοῦτο διὰ τὸ ἀσεβὲς αὐτοῦ, ἐπεὶ τὰ μυστήρια πᾶσι διηγεῖτο, κοινοποιῶν αὐτὰ καὶ μικρὰ ποιῶν καὶ τοὺς βουλομένους μυεῖσθαι ἀποτρέπων. φησὶν οὖν Ἀριστοφάνης ἐν Ὄρνισι· τῇδε μέντοι θἠμέρᾳ μάλιστ’ ἐπ‐ αναγορεύεται· ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον, λαμβάνειν τάλαντον· ἤν τε τῶν τυράννων τις τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαν‐ τον λαμβάνειν. τεθνηκότι, τουτέστι τῶν ἐπὶ θανάτῳ φευγόντων. ἐν ὑπερβολῇ δὲ εἴρηται, τοὺς τεθνηκότας ἀποκτείνειν. |
| δ 525 | Διαγορεύων: ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. οὕτως Ἰσαῖος. τὸ δὲ ἐναντίον συναγορεύειν, ὥσπερ ἐναντίον καὶ τὸ συμφέ‐ ρεσθαι πρὸς τὸ διαφέρεσθαι καὶ τὸ συμφωνεῖν πρὸς τὸ διαφωνεῖν. |
| δ 526 | Διαγωνιάσαντες: διενθυμηθέντες. οἱ δὲ διαγωνιάσαντες μὴ διὰ τὸ προηττῆσθαι δόξωσι καταπεπλῆχθαι τοῖς ὅλοις, ἐξῆγον ἅμα φωτί. ἀντὶ τοῦ εὐλαβηθέντες. |
| δ 527 | Διαγωνίζω· αἰτιατικῇ. |
| δ 528 | Διάγραμμα: τὸ μίσθωμα. διέγραφον γὰρ οἱ ἀγορανόμοι, ὅσον ἔδει λαμβάνειν τὴν ἑταίραν ἑκάστην. |
| δ 529 | Διάγραμμα: τὸ ταττόμενον ἐν ταῖς συμμορίαις, ὁπόσον ἕκαστον εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τιμὴν τῆς οὐσίας. διαγραφεὺς μέντοι ἐστὶν ὁ καθιστάμενος ἐν ταῖς συμμο‐ ρίαις ἐπὶ τῷ διακρῖναι, πόσον ἕκαστος εἰσενεγκεῖν ὀφείλει. |
| δ 530 | Διάγραμμα: ὅταν εἰσφορᾶς δεήσειεν εἰς τὸ κοινόν, πολέμου ὄντος, τὸ ἑκάστῳ ἐπιγραφόμενον ἀργύριον διάγραμμα καλεῖται. |
| δ 531 | Διαγραφή: ἡ διατύπωσις τῶν πιπρασκομένων μετάλλων δη‐ λοῦσα διὰ γραμμάτων, ἀπὸ ποίας ἀρχῆς μέχρι πόσου πέρατος πι‐ πράσκεται. |
| δ 532 | Διαγραφή· καὶ τοῦτο ἐπὶ Ἰουστινιανοῦ ἐγένετο, ζημίαις πολ‐ λαῖς καθυποβάλλεσθαι τὴν πόλιν. |
| δ 533 | Διαγραφὴ δίκης: ὅταν ἀπαλλαγῇ τοῦ ἐγκλήματος ὁ φεύγων, ἢ κατὰ συγχώρησιν τοῦ διώκοντος ἢ κατὰ διάγνωσιν τυχόντος, καὶ μηκέτι παρὰ μηδενὸς ἐγκαλῆται, διαγραφὴ δίκης λέγεται. |
| δ 534 | Διαγράψαντος: τινὲς μὲν ἀντὶ τοῦ καταβαλόντος καὶ κατα‐ θέντος, ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ. |
| δ 535 | Διαγράψασθαι: ἀντὶ τοῦ ἀνελέσθαι τὸ ἔγκλημα. καὶ Δια‐ γράφω σε· αἰτιατικῇ. |
| δ 536 | Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ νόσον ἢ λύπην λεπτῶν καὶ ἰσχνῶν γινομένων. |
| δ 537 | Διαδέχομαι· αἰτιατικῇ. |
| δ 538 | Διάδημα: τὸ βασιλικὸν ἔνδυμα, τάχα δὲ καὶ ἔνδεμα, τὸ στέμμα. |
| δ 539 | Διαδιδράσκει· αἰτιατικῇ. διαφεύγει. καὶ διαδρᾶναι. |
| δ 540 | Διαδικασάμενος: ὀνειδίσας, διελέγξας. ὃς διαδικασάμενος αὐτῷ περὶ τῆς ἀποστασίας ἀπέκτεινεν αὐτοῦ τοὺς παῖδας. |
| δ 541 | Διαδικασία· διαδικασία ἐστίν, ἣν ποιοῦνταί τινες τοῖς μέλ‐ λουσι χορηγεῖν, οὓς ἂν ὁρισθῆναι βούλωνται, πότε χρὴ λειτουργεῖν αὐτούς. |
| δ 542 | Διαδορατίζω. |
| δ 543 | Διαδόσεις: τὰς ἐκ διαιρέσεως ἴσης ἐπιβαλλούσας δόσεις. Λυσίας. |
| δ 544 | Διαδρᾶναι: διαφυγεῖν. |
| δ 545 | Διαδρασιπολίτας: ἀντὶ τοῦ δειλούς, ἀποδιδράσκοντας τὴν πολιτείαν. |
| δ 546 | Διαδρομαί: ἐπὶ τῶν ἐπὶ παρατάξει κινημάτων. καὶ ἥ γε ἵππος παρήλασε πρώτη εὐτάκτως τε καὶ σὺν κόσμῳ, εἶτα διῃρέθησαν καὶ ἀλλήλοις ἀντιπρόσωποι στάντες μαχομένων σχήματα ἐπεδείξαντο. κᾆτα ἐνόπλιοι διαδρομαί τινες ἐγίνοντο καὶ ἐξελίξεις καὶ περίοδοι. |
| δ 547 | Διαζεύγνυμι· γενικῇ. |
| δ 548 | Διαζηλοτυπούμενοι: φθονερῶς διακείμενοι. οἱ δὲ διαζηλο‐ τυπούμενοι πρὸς τὸν Σκιπίωνα ἐπεβάλοντο διασύρειν τὰς πράξεις αὐτοῦ. |
| δ 549 | Διάζομαι τὸν στήμονα. |
| δ 550 | Διάζωμα: τὸ περὶ τὰ αἰδοῖα σκέπασμα. |
| δ 551 | Διαζωννύω· αἰτιατικῇ. |
| δ 552 | Διαείδεται: γνωρίζεται, φαίνεται. ἔνθ’ ἀρετὴ διαείδεται ἀνδρῶν, κατὰ τὸν ποιητήν· μᾶλλον δέ, ὅπου ζητεῖται τὸ μέγεθος τῆς ἀρετῆς. |
| δ 553 | Διαήσει: διαπέμψει. Διάησι δὲ διέρχεται. παρ’ Ἡσιόδῳ. |
| δ 554 | Διαθέουσα: διατρέχουσα. |
| δ 555 | Διαθέσθαι: ἀντὶ τοῦ ἀποδόσθαι. |
| δ 556 | Διάθεσις· ὅτι ἐπειδὴ οὐκ ἄσχετός ἐστιν ὁ δεσμὸς τῆς ψυχῆς πρὸς τὸ σῶμα ἀλλὰ συμπαθής, διαβαίνει γοῦν ἐκ τῶν τῆς ψυχῆς κινημάτων ἴχνη πρὸς τὸ σῶμα καὶ ἐκ τοῦ σώματος πρὸς τὴν ψυχήν. ἄλλο γοῦν τὸ εἶδος τοῦ διανοουμένου καὶ ἄλλο τοῦ λυπουμένου, καὶ ἐπὶ τῶν λοιπῶν ἐμφαίνεται ἴχνος ἐν τῷ σώματι τῆς κινήσεως τῆς ψυχῆς, ὅθεν καὶ οἱ φυσιογνώμονες ἐκ τῆς τοῦ σώματος ἰδέας τεκμαί‐ ρονται τὰς τῆς ψυχῆς διαθέσεις. ὅτι δὲ καὶ ἐκ τῶν παθῶν τοῦ σώματος διαβαίνει τι καὶ πρὸς τὴν ψυχήν, πρόδηλον· ἀλγοῦντι γὰρ συναλγεῖ καὶ εὐθυμοῦντι συνήδεται. ὅτι δὲ καὶ ἐμποδίζει αὐτῇ τὸ σῶμα τοίως ἢ τοίως διακείμενον, οὐδεὶς ἀγνοεῖ, ὅπερ οὐκ ἂν ἐγένετο, τὸ ἐμποδίζεσθαι αὐτὴν ὑπ’ αὐτοῦ, εἰ μὴ διέβαινεν ἀπὸ τῆς πρὸς αὐτὸ σχέσεως συμπάθειά τις ἐπὶ τὴν ψυχήν· οὕτως ὡς τοῦ ἐγκεφάλου κοιλίας μὲν παθούσης τῆς ὄπισθεν τὸ μνημονευτικὸν πάσχειν, ἄλλως δὲ αὐτὸ τὸ λογιστικόν, καὶ τοίως μὲν διακειμένου φανταστὸν εἶναι τὴν ψυχήν, τοίως δὲ δυσφάνταστον. καὶ αἱ διάφοροι δὲ τῶν ψυχῶν ἐπιτηδειότητες καὶ τὸ εἰς τάδε ἢ τάδε τὰ πάθη ἐπιρρεπῶς ἔχειν ἐκ τῆς πρὸς τὸ σῶμα σχέσεως καὶ συμπαθείας παραγίνεται· ὅθεν καὶ νενομίκασί τινες ταῖς τοῦ σώματος κράσεσιν ἕπεσθαι τὰς τῆς ψυχῆς δυνάμεις. |
| δ 557 | Διάθεσις καὶ Διατίθεσθαι: ἑκάτερον αὐτῶν κεῖται ἐπὶ τοῦ διαθήκας γράφειν. Ἰσαῖος ἐν τῷ πρὸς Ἀριστογείτονα· μετὰ ταύτην τοίνυν τὴν ἀπόκρισιν ἑτέραν διαθήκην ἐκόμισαν, ἣν ἔφασαν Ἀρχέπολιν ἐν Λήμνῳ διαθέσθαι. καὶ Λυσίας ἐν τῷ πρὸς Τιμωνίδην· πῶς δ’ ἂν τῆς διαθέσεως τοῦ τετελευτηκότος ἀμελήσαιμεν, ἣν ἐκεῖνος διέθετο οὐ παρανοῶν οὐδὲ γυναικὶ πεισθείς. ἐχρήσαντο δὲ καὶ ἐπὶ τοῦ πωλεῖν ἑκατέρῳ αὐτῶν. παρ’ Ἰσοκράτει δὲ ἐπὶ τοῦ πάσχειν κεῖται τὸ διατί‐ θεσθαι, ὥς φησιν ἐν Ἑλένης Ἐγκωμίῳ· γνοίη δ’ ἄν τις κἀκεῖθεν, ὅσον διαφέρει τῶν ὄντων, ἐξ ὧν αὐτοὶ διατιθέμεθα πρὸς ἕκαστον τῶν καλῶν. Ἀντιφῶν δὲ τῇ διαθέσει ἐχρήσατο ἐπὶ γνώμης ἢ διανοίας. ὁ αὐτὸς καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέστιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῷ βʹ τῆς Ἀληθείας ὁ αὐτὸς κέχρηται αὐτῷ καὶ ἐπὶ τῆς δια‐ κοσμήσεως. |
| δ 558 | Διάθεσις: Ἰσοκράτης ἀντὶ τοῦ πρᾶσις. Ἀντιφῶν δὲ ἀντὶ τοῦ διοίκησις. καὶ διαθέσθαι ἐπὶ τοῦ διοικῆσαι. παραλαμβάνεται δὲ τὸ διαθέσθαι καὶ ἀντὶ τοῦ συνθέσθαι, ὡς Ὑπερίδης καὶ Δημοσθένης. |
| δ 559 | Διαθέσεις οὐ μόνον αἱ ἐπιστῆμαι καὶ αἱ τέχναι, ἀλλὰ καὶ αἱ ἀρεταί. ὑπάρχει δὲ τῇ τέχνῃ τὸ φαῦλον καὶ σπουδαῖον. τῶν γὰρ τεχνῶν αἱ μέν εἰσι φαῦλαι, αἱ δὲ σπουδαῖαι. τῷ δὲ τῆς ἐπιστήμης ὀνόματι Ἀριστοτέλης ἀντὶ τῆς τέχνης χρῆται κοινότερον. ὑπάρχοι δ’ ἂν καὶ τῇ διαθέσει, γένος οὔσῃ τέχνης, τὸ φαῦλόν τε καὶ σπουδαῖον. Διαθέσεις λέγονται, ἅ ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλονται, οἷον θερμότης καὶ ψύξις καὶ νόσος καὶ ὑγεία. διάκειται μὲν γάρ πως κατ’ αὐτὴν ὁ ἄνθρωπος, ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ εἰς ψυχρὸν καὶ ἐκ τοῦ ὑγιαίνειν εἰς τὸ νοσεῖν. εἰ μή τις διὰ χρόνου πλῆθος ἤδη πε‐ φυσιωμένη ἀνίατός ἐστιν ἢ δυσκίνητος, ἣν ἄν τις ἴσως ἕξιν ἤδη προσ‐ αγορεύοι. καὶ διαφέρει ἕξις διαθέσεως· ἡ μὲν γὰρ ἕξις δυσκίνητος, ἡ δὲ διάθεσις εὐκίνητος. |
| δ 560 | Διαθέτης: διοικητής, ἐπιμελητής. ἦν δὲ καὶ τἄλλα σοφὸς οἴκου διαθέτης καὶ πολύ τι τῆς ἡμέρας μέρος εἰς ταῦτα ἀνήλισκε, τὰ μὲν αὐτουργῶν, τὰ δὲ διατάττων. |
| δ 561 | Διαθείη: διαπράξει. |
| δ 562 | Διαθηγή. |
| δ 563 | Διαθήκη: δυικῶς ἐκφωνεῖται. ἡ μὲν ἐπὶ θνῃσκόντων διατάξεως καὶ ἐνταλμάτων χαρακτῆρα φέρουσα. θατέρα δὲ διαθήκη καὶ ἡ θεοῦ πρὸς Ἀβραὰμ καὶ τοὺς λοιποὺς προπάτορας γενομένη ἐπαγγελία, ἐκ τοῦ σπέρματος αὐτῶν ἀναστήσειν τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστόν. καὶ παρὰ Ἀριστοφάνει διαθήκη, ἡ συνθήκη. ἢν μὴ διά‐ θωνται διαθήκην ἐμοί. καὶ Διατίθεμαι, ἀντὶ τοῦ συντίθεμαι. |
| δ 564 | Διαθήκη καὶ ὁ νόμος. Δαβίδ· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. εἴρηκε γάρ, ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. οἱ δὲ οὐκ ἤκουσαν αὐτοῦ. |
| δ 565 | Διαθήκην διαθώμεθα, ἣν διέθετο πίθηκος τῇ γυναικί· ἀντὶ τοῦ συνθήκην. αἰσχρὸς γάρ τις τὴν ὄψιν συνεχῶς τῇ γυναικὶ διαπληκτιζόμενος διέθετο ἐπὶ φίλων, μήτε τύπτειν μήτε τύπτεσθαι μήτε δάκνειν, ὡς αὐτὸν φιλοῦντα, μήτε δάκνεσθαι. οἷον, σὺ μὲν οὐχ ἑλκύσεις τῶν ὀρχιπέδων, οὐδὲ ἐγὼ τῶν τριχῶν. ἔοικε δὲ τὸν Παναίτιον κω‐ μῳδεῖν· ὡς καὶ ἐν Νήσοις· καταλιπὼν ἀναίτιον πίθηκον. ἔνθα καὶ μαγείρου πατρὸς εἶναι λέγει αὐτόν. πίθηκον μὲν διὰ τὸ πανοῦργον, μαχαιροποιὸν δὲ τὸν μαχαίραις ἐργαζόμενον, ὡς μάγειρον. αὐτόθεν οὖν φησιν αὐτὸν μαχαιροποιόν. ὁ γὰρ Παναίτιος μάγειρος μικροφυὴς ἦν. διαβάλλει δὲ αὐτὸν Ἀριστοφάνης ὡς καταλαβόντα τὴν γυναῖκα αὐτοῦ μοιχευομένην· ἐδυναστεύετο γὰρ ὑπ’ αὐτῆς μεγάλης οὔσης. |
| δ 566 | Διαθλίβειν· ζήτει ἐν τῷ βλιμάζειν. |
| δ 567 | Διαθλοῦντες: πονοῦντες. καὶ Διαθλῶ· αἰτιατικῇ. |
| δ 568 | Διάθρυπτε. |
| δ 569 | Διαθρύπτεται: χαυνοῦται, διαλύεται. |
| δ 570 | Διακαυνίσασθαι: διακληρώσασθαι. |
| δ 571 | Διακεκαυμένον: πῦρ ἐν ἑαυτῷ ἔχον. Ἀριστοφάνης· δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ. τί δ’, ὦ τάλας, τοῦδ’ ἔχῃ πλέκους χρέος; χρέος μὲν οὐδέν, βούλομαι δ’ ὅμως λαβεῖν. οἱ γὰρ πρεσβύ‐ τεροι διὰ τὸ μόλις βαδίζειν ἐν σπυρίδι ἔκρυπτον τὸν λύχνον, ὥστε σῴζειν τὸ πῦρ. |
| δ 572 | Διακεκναισμένη: διεφθαρμένη. καὶ Διακεκναισμένος, ἠμαυρωμένος. εἰ γενοίμην ὠχρός, ὡς οἱ περὶ τὸν Σωκράτην, καὶ ἀνυπόδετος καὶ ῥυπῶν. οἱ γὰρ ἱππεῖς εὖχροι καὶ ὑποδεδεμένοι καὶ ἐν γυμνασίοις ἐξεταζόμενοι καὶ παλαίστραις. καὶ ἐν Ἱππεῦσι· μὴ φθονεῖτε ἡμῖν κομῶσι μηδ’ ἀπεστλεγγισμένοις. τουτέστι λιπῶσι. τοῦτο οὖν καὶ νῦν ὁ νεανίσκος δεδοικέναι φησί, τὸ ἀπεχθέσθαι τοῖς περὶ τὴν ἱππικὴν ἔχουσιν, εἰ καταλιπὼν τὸ κοσμεῖν τὸ σῶμα καὶ μετιέναι τὰ τῶν ἱππέων ἐπιτηδεύματα, τῶν φιλοσόφων μετέλθω. καὶ ἐν Νε‐ φέλαις· οὐ γὰρ ἂν τλαίην ἰδεῖν τοὺς ἱππέας τὸ χρῶμα διακεκναι‐ σμένος. |
| δ 573 | Διακέκοπται: οἷον ἀδόκιμόν ἐστι. διέκοπτον γὰρ τὸ ἀδόκιμον νόμισμα οἱ παλαιοί. |
| δ 574 | Διακεκορῆσθαι: διαπεπαρθενεῦσθαι, τετμῆσθαι τῇ μίξει. |
| δ 575 | Διακεκριμένως. διακεχωρισμένως. |
| δ 576 | Διακελεύω· δοτικῇ. |
| δ 577 | Διακενῆς: ἄνευ τινὸς προφάσεως. Δαβίδ· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. |
| δ 578 | Διάκενος: ἡ κενή. |
| δ 579 | Διακεχαραγμένος: ξίφεσι πεπληγμένος. ὁ δὲ διεσώθη εἰς τὸν Ναρσῆν διακεχαραγμένος τὸ σῶμα. |
| δ 580 | Διακεχείρικε· γενικῇ. ὥσθ’ ἅπαντα τὸν βίον ὑπεύθυνον εἶναι ὁμολογῶν, ὧν διακεχείρικεν, ἢ πεπόλιται παρ’ ἡμῶν. Διαχειρίζω δὲ αἰτιατικῇ. καὶ αὐτὸς ἑαυτὸν διεχείρισε. καὶ διαχειρίσας ὀρθῶς τὴν οὐσίαν παρέδωκε τοῖς υἱέσι. |
| δ 581 | Διακεχρημένον: ἀντὶ τοῦ κατὰ μέρος δεδανεισμένον. Δη‐ μοσθένης. |
| δ 582 | Διακεχυμένοι: ἐκλελυμένοι τὴν ψυχὴν ὑπὸ χαρᾶς. τινὲς δὲ τῶν νεανίσκων ἀπήντων πρὸς Γάϊον διακεχυμένοι καί τι καὶ προσπαί‐ ζοντες ἀλλήλοις. |
| δ 583 | Διακλιμακίσας: διαπαλαίσας. κλίμαξ γὰρ καὶ κλιμακισμός, πάλαισμα ποιόν. |
| δ 584 | Διακλεισθέντες: ἐξαπορήσαντες, κωλυθέντες, εἱρχθέντες. καὶ πάσης ἀθρόον ἀγορᾶς διακλεισθέντες ἐν ἀκαρεῖ χρόνῳ ἐκινδύνευον διαφθαρῆναι. |
| δ 585 | Διακλῶν: διαθρύπτων. |
| δ 586 | Διακναιόμενος: ξεόμενος, ἢ λυπούμενος. Ἀριστοφάνης· ἄτοπος δ’ ἔγκειταί μοί τις πόθος, ὅς με διακναίσας ἔχει. |
| δ 587 | Διακναισθήσεται: διαφθαρήσεται. διακναίειν ἐστὶ κυρίως τὸ ξύειν τυρὸν τῇ κνῆστι, |
| δ 588 | Διακομισθείς: διελθών. |
| δ 589 | Διακόνιον: οἱ μὲν τὴν τοῦ πλακοῦντος κρηπῖδα, Μενεκλῆς δὲ ἐν τῷ Γλωσσοκόμῳ ταῦτα εἴρηκε περὶ αὐτοῦ· Ἀθηναῖοι τῷ Ἀπόλλωνι τὴν καλουμένην εἰρεσιώνην ὅταν ποιῶσι, πλήττοντες λύραν τε καὶ κοτύλην καὶ κλῆμα καὶ ἄλλ’ ἄττα κυκλοτερῆ πέμματα ταῦτα καλοῦσι διακόνιον. λέγεται δ’ ἐπί τινος ἐγκρατοῦς. ὁμοίως δὲ καὶ Ἀμερίας διακόνια τὰ κατὰ τὴν εἰρεσιώνην τῷ Ἀπόλλωνι πλασσόμενα πέμματα. τινὲς δὲ λέγουσι ζωμὸν ποιόν, τινὲς δὲ μᾶζαν. |
| δ 590 | Διάκονος: μακρὸν τὸ α. ὁ δὲ ἦν ἱερεύς, διάκονος τὴν τιμήν. καὶ Φιλοκτήτης· ἀλλ’ ἢ τεθνήκας’, ἢ τὰ τῶν διακόνων, ὡς εἰκὸς οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος ποιούμενοι, τὸν οἴκαδ’ ἤπειγον στόλον. καὶ Διακονῶ. δοτικῇ. |
| δ 591 | Διακορεῦσαι: διαπαρθενεῦσαι· οἱονεὶ διατεμεῖν. |
| δ 592 | Διακορεῖς: πεπληρωμένους. ἰδὼν αὐτοὺς διακορεῖς μέθης ὄντας. |
| δ 593 | Διακορής: μεμεστωμένος. |
| δ 594 | Διακορῶ: κόρην διαφθείρω. |
| δ 595 | Διακόσμησις: τοῦ παντὸς ἡ διάθεσις. μέση ἡ γῆ κέντρου λόγον ἔχουσα, μεθ’ ἣν τὸ ὕδωρ σφαιροειδές, ἔχον τὸ αὐτὸ σχῆμα τῇ γῇ, ὥστε τὴν γῆν ἐν ὕδατι εἶναι· μετὰ τὸ ὕδωρ δὲ ἀέρα ἐσφαιρωμένον. κύκλους δὲ εἶναι ἐν τῷ οὐρανῷ εʹ. |
| δ 596 | Διακούω· γενικῇ. διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν καὶ κρίνετε δικαίως. ὁ Μωϋσῆς φησιν ἐν τῷ Δευτερονομίῳ. |
| δ 597 | Διακουράζεσθαι: ἀτενὲς βλέπειν. διὰ τὸ τοὺς ὀφθαλμοὺς κόρας λέγεσθαι. |
| δ 598 | Διακωδωνίζω: διαφημίζω. καὶ Διακωδωνισθέντες, διαφημισθέντες. ὡς ἐπὶ πλεῖστον δὲ ἐπὶ τῶν διαπαιζομένων λαμβά‐ νεται. |
| δ 599 | Διακωδωνίσαντες: δοκιμάσαντες. διακωδωνίσας δὲ ὁ παι‐ δευτὴς τὰ μειράκια, λέγε, ἔφη, ὅτι βούλει· πρὸς Ἱππόδρομον διαλεγό‐ μενος τὸν σοφιστήν. |
| δ 600 | Διακωδωνίσω: οἷον δοκιμάσω· Ἀριστοφάνης. διότι τινὰ τῶν ὀρνέων δοκιμάζεται τῷ τοῦ κώδωνος ψόφῳ. καὶ τοὺς ἵππους οὕτως ἐδοκίμαζον κώδωσιν, εἰ ψοφοδεεῖς εἶεν. ἢ ἀπὸ τῶν ὀρτύγων· οἱ γὰρ ὑπομένοντες τὸν ἦχον τοῦ κώδωνος ἐπιτηδείως ἔχουσι πρὸς μάχην. τινὲς δὲ ἀπὸ τῶν ἀγγείων τῶν σαθρῶν, ἐπεὶ οὕτως δοκιμάζουσι δια‐ κρούοντες. τινὲς δὲ ἀπὸ τῶν φυλάκων. βέλτιον δὲ τὸ ἐπὶ τῶν ἵππων καὶ τῶν ἀγγείων. τὰ δ’ ἄλλα ἐσχεδίασται. τὸ δὲ τοὺς φύλακας ἐγρηγορέναι κώδωσι διεσήμαινον, ὅπως ἀντιφθέγγωνται. καὶ Ἰάμ‐ βλιχος· ἐπειδὴ διακωδωνίζων ἕκαστον τῶν ποιμένων οὐχ οἷός τε ἦν ἀκοῦσαι καὶ μαθεῖν, οἵτινες ἦσαν οἱ παῖδες. |
| δ 601 | Διακωχή: διάλειψις. |
| δ 602 | Διακωλύω· αἰτιατικῇ. |
| δ 603 | Διακραδαίνων: σείων. |
| δ 604 | Διακριδόν: διακεκριμένως. |
| δ 605 | Διακριθέν: διαχωρισθέν, διϋλισθέν. καὶ μέντοι διακριθὲν πρότερον ὑπὸ τοῦ λεγομένου ἠθμοῦ. |
| δ 606 | Διακρίνεται: ἀμφιβάλλει, ἀπιστεῖ, διαχωρίζεται. καὶ Δια‐ κρίνομαι, τὸ χωρίζω· δοτικῇ. |
| δ 607 | Διακρούεσθαι: ἐξωθεῖν· ἢ ὑπερτίθεσθαι, καὶ ἄλλοτε ἄλλως διαναβάλλεσθαι. καὶ Διακρούω· αἰτιατικῇ. |
| δ 608 | Διάκτωρ: διάκονος, ἄγγελος, ἀπαγγέλλων. |
| δ 609 | Διακυβιστῶ· αἰτιατικῇ. |
| δ 610 | Διακυκῶσι: διαταράττουσι. |
| δ 611 | Διαλαβών: διαδεξάμενος. καὶ διαλαβόντες, ὅσα χρυσοῦ καὶ ἀργύρου εἴχετο συγχωνεύσαντες. ἢ καὶ διαλαβόντες ἐξῆλθον νυκτός. |
| δ 612 | Διαλαβών: προκατασχών. ὁ δὲ διαλαβὼν τὰς ὁδοὺς φυ‐ λακαῖς. |
| δ 613 | Διαλλαγή: εἰρήνη. ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε διαλλαγή. ἐπειδὴ γάμοι καὶ ἑορταὶ ἐν καιρῷ τῆς εἰρήνης ἄγονται. ἢ ὅτι ἡδίστη καὶ ἐπίχαρίς ἐστιν. |
| δ 614 | Διαλλαγῆναι: τὸ δι’ αὐτοῦ τοῦ ἐχθροῦ παρακληθῆναι καὶ φιλωθῆναι. ἐναλλαγῆναι δὲ τὸ ἀπὸ φιλίας εἰς φιλίαν ἄλλου μετα‐ πηδῆσαί τινος, ἐχθροῦ ὄντος τὸ πρότερον. |
| δ 615 | Διαλαγχάνειν: διαμερίζεσθαι, διακληροῦσθαι. τὸ διαιρεῖσθαι κλήρῳ. διάληξις δὲ τὸ πρᾶγμα. |
| δ 616 | Διαλλακτής: φιλώτης. Ἀριστοφάνης· διαλλάττεσθε καὶ ξυμ‐ βαίνετε. ἀντὶ τοῦ φιλιοῦσθε. |
| δ 617 | Διαλαμβάνει· αἰτιατικῇ. ὑπονοεῖται. ἡ δὲ εὐμηχάνως δια‐ λαμβάνει καὶ δεῖται τῶν Καβείρων τιμωρῆσαι αὐτῇ καὶ μετελθεῖν τὸν ἐπίορκον. |
| δ 618 | Διαλαμβάνων: ὑπομνηματίζων, συγγράφων. |
| δ 619 | Διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσι Λακωνικοῖς, οἷσι πιστὸν οὐδέν, εἰ μή περ λύκῳ κεχηνότι. ἡ παροιμία ἐπὶ τῶν τὰ ἀλλότρια διαρπα‐ ζόντων. ὃν γὰρ τρόπον λύκοις οὐκ ἔστι πίστις, οὐδὲ τούτοις. τὸ δὲ κεχηνότι, ἐπὶ τῶν μάτην χαινόντων. |
| δ 620 | Διαλλάττω· τὸ συμβιβάζομαι· δοτικῇ. ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου. διαλλάττω δὲ αἰτιατικῇ· διαλλάξαντες τὰ ὅπλα πρὸς ἀλλήλους. |
| δ 621 | Διαλαχεῖν: τὸ διανεμεῖσθαι οἱ ῥήτορες εἰρήκασιν, ἀπολαχεῖν δὲ τὸ δια‐ νείμασθαι τὰ πατρῷα· ζήτει ἐν τῷ ἀπολαχεῖν. |
| δ 622 | Διὰ λαίλαπος. |
| δ 623 | Διαλέγεσθαι: τὸ συνουσιάζειν. |
| δ 624 | Διαλέγομαι· δοτικῇ. |
| δ 625 | Διαλέγουσαν: διοικοδομοῦσαν. λέγειν γὰρ τὸ οἰκοδομεῖν. καὶ Διαλέγου, διορύττου. Θουκυδίδης. |
| δ 626 | Διαλέγοιντο γυναιξίν: ὁμιλοῖεν ἢ συνουσιάζοιεν. οὕτως Ἱεροκλῆς. |
| δ 627 | Διαλεκτική: ἡ ἀποδεικτική. ὀλίγα διαλεκτικῆς ἁψάμενος. Διαλεκτική ἐστιν ἐπιστήμη ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων. τυγχά‐ νει δ’ αὐτὴ ἐπὶ σημαίνοντα καὶ σημαινόμενα. ἢ οὕτως, μέθοδος δι’ ἐν‐ δόξων περὶ παντὸς τοῦ προκειμένου συλλογιστική. καλεῖται δὲ δια‐ λεκτικὴ ἀπὸ τοῦ διαλέγεσθαι· τὸ δὲ διαλέγεσθαι ἐν ἐρωτήσει τε καὶ ἀποκρίσει. Διάλεκτος· ζήτει ἐν τῷ γλῶττα· καὶ ζήτει ἐν τῷ γυμνασία. ὅτι διαφέρει ἡ διαλεκτικὴ τῆς ῥητορικῆς. καὶ ζήτει ἐν τῷ διεξοδικούς. ὅτι Διάλογος λόγος ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως συγκείμενος, περί τινος τῶν φιλοσοφουμένων καὶ πολιτικῶν μετὰ τῆς πρεπούσης ἠθο‐ ποιΐας τῶν παραλαμβανομένων προσώπων καὶ τῆς κατὰ τὴν λέξιν κατασκευῆς. διαλεκτικὴ δέ ἐστι τέχνη λόγων, δι’ ἧς ἀνασκευάζομέν τι ἢ κατασκευάζομεν ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως τῶν προσδια‐ λεγομένων. τοῦ δὴ λόγου τοῦ Πλάτωνος δύο εἰσὶ χαρακτῆρες, οἱ ἀνωτάτω. [Start of a diagram][Start of a diagram section]ὁ ὑφηγητικὸς[End of a diagram section] [Start of a diagram section]καὶ ὁ ζητητικός.[End of a diagram section] [Logical Relationship in a Diagram start mark]διαιρεῖται δὲ ὁ ὑφηγητικὸς[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]εἰς θεωρηματικὸν[End of a diagram section] [Start of a diagram section]καὶ πρακτικόν.[End of a diagram section] [Logical Relationship in a Diagram start mark]καὶ ὁ θεωρηματικὸς δὲ[Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark]ὁ δὲ πρακτικὸς[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]εἰς τὸ φυσικὸν[End of a diagram section] [Start of a diagram section]καὶ λογικόν.[End of a diagram section] [Start of a diagram section]εἰς τὸ ἠθικὸν[End of a diagram section] [Start of a diagram section]καὶ πολιτικόν.[End of a diagram section] [Logical Relationship in a Diagram start mark]ὅτι καὶ τοῦ ζητητικοῦ βʹ εἰσὶ χαρακτῆρες.[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]γυμναστικὸς[End of a diagram section] [Start of a diagram section]καὶ ἀγωνιστικός.[End of a diagram section] [Logical Relationship in a Diagram start mark]καὶ τοῦ ἀγωνιστικοῦ[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]ἐνδεικτικὸς[End of a diagram section] [Start of a diagram section]καὶ ἀνατρεπτικός.[End of a diagram section] [Logical Relationship in a Diagram start mark]οἱ δὲ ἄλλως διαιροῦσιν·[Logical Relationship in a Diagram end mark] [Start of a diagram section]εἰς δραματικὸν[End of a diagram section] [Start of a diagram section]διηγηματικὸν[End of a diagram section] [Start of a diagram section]μικτόν.[End of a diagram section][End of a diagram] ἀλλ’ οὗτοι τραγικῶς μᾶλλον ἢ φιλοσόφως διαιροῦσιν. ὁ δὲ μὴ ὢν διάλογος αὐτοδιήγητος λέγεται λόγος. |
| δ 628 | Διάλεξις· Ἀριστοφάνης Νεφέλαις· διάλεξιν ἡμῖν παρέχουσι. τουτέστι λόγων ἐμπειρίαν. καὶ νοῦν, τουτέστι τὰ νοηθέντα φράζειν. διαφέρει δὲ διάλεξις διαλέκτου, ὅτι διάλεκτος μέν ἐστι φωνῆς χα‐ ρακτὴρ ἐθνικός, διάλεξις δὲ τῆς συνήθους φωνῆς ἐκτροπὴ ἐπὶ τὸ σεμνότερον καὶ ἀγροικότερον. |
| δ 629 | Διαλεπτολογοῦμαι: διαλέγομαι. ὥσπερ καὶ ὁ Σωκράτης ἔφη· ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον· ἵνα μὴ ἕλκῃ τὴν ἰκμάδ’ ἐς τὰ κάρδαμα. οὕτω καὶ ὁ πρεσβύτης· διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας. |
| δ 630 | Διάλειμμα: διάστημα. καὶ Διαλείποντα, τὰ διαχωρή‐ ματα. Ἀρριανός· φυλακαὶ δὲ ἐπὶ τὰ διαλείποντα τῆς τάφρου ἐτετά‐ χατο. |
| δ 631 | Διαλείμματος: διαχωρισμοῦ. |
| δ 632 | Διαλείπουσαι: ἀλλήλων ἀπέχουσαι. Ἀρριανός· διαλείπουσαι ὅσον ξύμμετρον εἰς τὸ συνορᾶν τε ἀλλήλους καὶ κατακούειν εὐπετῶς. |
| δ 633 | Διαλειπούσῃ: διακοπτομένῃ. ὑφειμένῃ οὖν καὶ διαλειπούσῃ πολλαχῇ τῇ φωνῇ ἐδεῖτο ξυγγνῶναί οἱ βασιλέα. |
| δ 634 | Διάληξις: διαλαγχάνειν μέν ἐστι τὸ διαιρεῖσθαι κλήρῳ, διάληξις δὲ τὸ πρᾶγμα. |
| δ 635 | Διάληψις: ἐνθύμησις, ἢ γνῶσις. Πολύβιος· διὰ γὰρ τὴν ὑπερβάλλουσαν ἐπὶ τοῦτο τὸ μέρος ἐπιθυμίαν ἦν ὑπὲρ αὐτοῦ διάληψις, ὡς οὐδὲν προὐργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν. οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ λόγον, ἀλλ’ ἐκ τῶν συμβαινόντων ἀγαθοὶ ποιεῖσθαι τὰς διαλήψεις. τὰς τοῦ νοὸς ὁρμάς. ἄρτι γὰρ δι’ αὐτὸ τοῦτο προκεχειρισμένοι τὸν Πασίστρατον διὰ τὸ πρᾶξιν ἔχειν τινα καὶ τόλμαν, παραχρῆμα μετέπιπτον ἐς τἀναντία ταῖς γνώμαις διὰ τὴν περιπέτειαν. καὶ αὖθις· παραπλησίως καὶ τὰ πλήθη ὁμοίως τούτοις ἔχει τὰς διαλήψεις ὑπὲρ τῶν κοινῶν, τῆς φύσεως αὐτοὺς δι‐ δασκούσης. καὶ Πολύβιος· οἱ δὲ Ῥωμαῖοι οὐκ ἐκ καταφορᾶς, ἀλλ’ ἐκ διαλήψεως χρώμενοι ταῖς μαχαίραις, πρακτικοῦ τοῦ κεντήματος περὶ αὐτὰς ὑπάρχοντος, τύπτοντες ἐς τὰ στέρνα καὶ εἰς τὰ πρόσωπα διέφθειραν πάντας. |
| δ 636 | Διαλογή: διάλεξις, ὁμιλία· Δαβίδ· ἡδυνθείη αὐτῷ ἡ δια‐ λογή μου. |
| δ 637 | Διάλογος· ζήτει ὀπίσω ἐν τῷ διαλεκτική. |
| δ 638 | Διαλοιδορεῖται. δοτικῇ συντάσσεται. ὁ γὰρ Ἀριστοφάνης οὐ φιλῶν Πρόδικον ταῦτά φησιν, ὅσον μισῶν Σωκράτην. ἐν γὰρ τοῖς Ὄρνισι διαλοιδορεῖται Προδίκῳ. |
| δ 639 | Διαλύω· αἰτιατικῇ. πνεῦμα μέν ἐστιν, ἀλλὰ διαλύον ὄρη. |
| δ 640 | Διαμαδῶντες: διαβρέχοντες. |
| δ 641 | Διαμαρτία: ἡ ἀποτυχία. καὶ Διαμάρτοι, ἀποτύχοι. μέλλοντος σημασία. |
| δ 642 | Διαμαρτάνω· γενικῇ. καὶ τοῦ σκοποῦ δοκοῦσιν ἔμοιγε διαμαρτάνειν. |
| δ 643 | Διαμάρτυραι: βεβαίωσαι. καὶ Διαμαρτυρεῖν, τὸ προ‐ λέγειν τῆς ἀπειθείας τὴν τιμωρίαν καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν. |
| δ 644 | Διαμαρτυρία καὶ Διαμαρτυρεῖν: τρόπος τις ἦν ἡ μαρτυρία παραγραφῆς· πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι, ὡς εἰσαγώγιμός ἐστιν ἡ δίκη ἢ οὐκ εἰσαγώγιμος. διαφέρει δὲ τῆς παραγραφῆς τῷ τὴν μὲν δια‐ μαρτυρίαν γίνεσθαι οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε ὁ διώκων προὐβάλλετό τινα μαρτυροῦντα εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρῶτον ἐγίνετο ἡ κρίσις πρὸς αὐτὸν τὸν διαμαρτυρήσαντα, οὐ πρὸς τὸν ἐξ ἀρχῆς δικαζόμενον. εἰ δὲ μὴ προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προσαγαγεῖν τινα μαρτυροῦντα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸς τὸν διαμαρτυρήσαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεσκήπτοντο δὲ ψευδομαρτυριῶν καὶ ταῖς διαμαρτυρίαις, ὥσπερ ταῖς μαρτυρίαις. τάχα δὲ ἐπὶ μὲν ταῖς τοῦ ἀποστασίου δίκαις ἐκεκώλυτο τὸ διαμαρτυρεῖν, ἐν δὲ ταῖς τοῦ ἀπροστασίου οὐκέτι. |
| δ 645 | Διαμάρτῃ ἐκεῖνος· αὐθυπότακτον. |
| δ 646 | Διαμαρτύρωμαί σοι: ἀντὶ τοῦ βεβαιώσω σε· μέλλοντα σημαίνει. ἐπὶ δὲ ἐνεστῶτος διὰ τοῦ ο μικροῦ· ὡς ἐν τῷ, ἄκουσον λαός μου, καὶ λαλήσω σοι Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι. |
| δ 647 | Διαμαρτυρομένους: προλέγοντας, ἀποτρέποντας. ἀπέστειλαν πρεσβευτὰς διαμαρτυρομένους μήτε τὴν πόλιν οἰκίζειν μήτε παρὰ τὰς συνθήκας ποιεῖν μηδέν. καὶ Διαμαρτύρασθαι, βεβαιῶσαι. ἐβου‐ λήθησαν οὖν καὶ διαμαρτύρασθαι τοῦτο τρόπον τινά. |
| δ 648 | Διὰ μαχαιρῶν καὶ πυρὸς ῥιπτεῖν χρή: ἐπὶ τῶν παρα‐ βόλως τι ποιούντων. |
| δ 649 | Διὰ μάχης ἐλθεῖν· οὐδενὸς τοπαράπαν θαρρήσαντος διὰ μάχης αὐτοῖς ἐλθεῖν οὔτε μὴν ἀντιτάξασθαι ἐς τὸ παντελές. |
| δ 650 | Διαμέλλει: ἀναβολῇ χρῆται. ὁ δὲ πρὸς ὀργὴν ὑπεριδὼν καὶ μὴ πάνυ πιστεύσας διεμέλλησεν. |
| δ 651 | Διαμεμετρημένη ἡμέρα: μέτρον τί ἐστιν ὕδατος πρὸς με‐ μετρημένον ἡμέρας διάστημα ῥέον· ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί, ὡς δὴ τούτῳ ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ γʹ τοῖς δικάζουσιν. ἐπισκεπτέον δὲ τῷ παρ’ Ἰσαίῳ, ὃς μεμετρημένης ἡμέρας ὁτὲ μὲν χωρὶς ὕδατός φησι γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ. |
| δ 652 | Διὰ μέσου τείχους· τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, ἀπὸ τοῦ Βορείου καὶ τοῦ Νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παρ’ ἑκάτερα τὸ Νότιον ἐλέγετο· οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργία. |
| δ 653 | Διάμετρος: γεωμετρικόν τι εἶδος. Εὐνάπιος· ὡς κατά τινας διαμέτρους κεραίας κεχιῶσθαι τὴν γλῶτταν ταῖς ἀντιτύποις συμβολαῖς τῶν ἀκίδων. Δείναρχος δὲ διάμετρον λέγει τὸ ἐλλεῖπον ἀπὸ τοῦ δικαίως μετρηθέντος. |
| δ 654 | Διαμησάμενος: διορύξας. διαμησάμενος γὰρ πᾶσαν τὴν ὑπὸ τὰ κράσπεδα τοῦ Ὀλύμπου ἄμμον ὕδωρ πολὺ καὶ πότιμον εὗρεν. καὶ αὖθις· διαμησάμενος τὴν χιόνα τὴν ἐπ’ αὐτῇ ἐξῳκοδόμει τὸν κρημνόν. |
| δ 655 | Διαμείνῃς· αὐθυπότακτον. |
| δ 656 | Διαμῆσαι: διακόψαι. |
| δ 657 | Διαμώμενος: θερίζων. καὶ Διαμώμενοι, διασκάπτοντες, ζητοῦντες. Θουκυδίδης· διαμώμενοι τὸν κάχληκα ἐπὶ τῇ θαλάσσῃ ἔπινον οἷον εἰκὸς ὕδωρ. καὶ αὖθις· οἱ δὲ ἐσκήνουν ἐπὶ τῆς χιόνος διαμώμενοι καὶ μεταξὺ ἐκκαθαίροντες. |
| δ 658 | Διαμνημονεύω· αἰτιατικῇ συντάσσεται. οὓς καὶ διαμνημονεῦσαι καθέκαστον ὁ λόγος διὰ τὸ πλῆθος καὶ πρὸς ὄνομα διελθεῖν παρῃτήσατο. |
| δ 659 | Διαμπάξ: διόλου, διαπαντός. |
| δ 660 | Διαμπερέως. |
| δ 661 | Διαμπερές: διόλου διῆκον. ὁ δὲ διῆγεν αὐτοὺς ἐπί τι ὄρυγμα, ὃ διαμπερὲς μὲν ἦν ὀρωρυγμένον ἐπὶ σταδίους λʹ, εἶχε δὲ ἔξοδον ἐπὶ θάτερα τοῦ ὀρύγματος. |
| δ 662 | Διαμοιρωμένη: διαιροῦσα, καὶ μερίζουσα. ἢ τὰς μοίρας μεμφομένη. |
| δ 663 | Διαμυδαίνεται: ἀντὶ τοῦ διαπηδᾷ καὶ διαρρεῖ καὶ διηθεῖ. |
| δ 664 | Διαμυλλαίνῃ, αἰσχρῶς πράττεις. καί, οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός. Ἀριστοφάνης φησί. |
| δ 665 | Διάνδιχα: διχῶς. |
| δ 666 | Διανενεύκαμεν: ἀντὶ τοῦ ἐπεραιώθημεν. |
| δ 667 | Διανεῦσαι: διακολυμβῆσαι. διανεῦσαι ἐθελήσαντες ἐβαπτί‐ ζοντο ὑπὸ τῆς πανοπλίας. |
| δ 668 | Διανεῖμαι: μερίσαι. |
| δ 669 | Διανείμῃς· αὐθυπότακτον. |
| δ 670 | Διανηξάμενος: διακολυμβήσας. |
| δ 671 | Διανίζεται: διανίπτεται, διαρρύπτεται, καθαρίζεται. |
| δ 672 | Διανθίζω: τὸ τὰ ἄνθη συλλέγω. καὶ Διηνθισμένας. |
| δ 673 | Διανοεῖσθαι: τοῦτο ἐνέργειά ἐστι καὶ διέξοδος τῆς ψυχῆς. ἐπίστασθαι μὲν γὰρ πολλὰ δυνατὸν εἶναι, διανοεῖσθαι δὲ ἅμα πολλὰ ἀδύνατον. πᾶς γὰρ ὁ διανοούμενος ἕν τι διανοεῖται. ὡς γὰρ ἀδύνα‐ τον ἅμα λέγειν πολλοὺς λόγους, οὕτως διανοεῖσθαι ἅμα πολλά. λόγος γάρ τις ἡ διάνοια, αὐτῆς τῆς ψυχῆς ἐφ’ ἑαυτῆς λεγούσης. |
| δ 674 | Διάνοια Εὔριπος: ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθμήτων ἀν‐ θρώπων. |
| δ 675 | Διάνοια· ζήτει ἐν τῷ δόξα. |
| δ 676 | Διανταίᾳ πληγῇ· τοῦ γὰρ περὶ τὸν βραχίονα τραύματος δι‐ ανταίᾳ πληγῇ καταβαροῦντος κατεξανέστη τῶν ἀλγηδόνων. |
| δ 677 | Διανύω· αἰτιατικῇ. |
| δ 678 | Διανυσθῆναι: τελειωθῆναι. |
| δ 679 | Διαξαίνειν: ἀναιρεῖν, διακόπτειν. ὁ δὲ ἑάλω, καὶ ἔμελλεν ὁ δῆμος διαξαίνειν αὐτόν. ὁ δὲ οὐκ ἀφῆκεν, ἀλλ’ εἴασεν αὐτὸν γῆν πρὸ γῆς ἀπιέναι. καὶ αὖθις· ὁ δὲ φόνους ἐργασάμενος ἐναγεῖς καὶ διαρρήξας καὶ διαξήνας τοὺς νόμους καὶ τὴν ἀνδρῶν ἀπειπάμενος φύσιν καὶ γήμας ἀθύτους τε καὶ ἀγάμους ἐκεῖνος γάμους. |
| δ 680 | Διαξῆναι: διαλῦσαι. Ἀριστοφάνης· ἐπὶ ταῖς ἀρχαῖς διαξῆναι. τῶν γὰρ ἐρίων οἱ μαλλοὶ ἔχουσι τὰς ἀρχὰς καὶ τὰς κορυφὰς πεπιλη‐ μένας· καὶ ἐπὰν τιλθῶσι, διαλύεται ὁ μαλλός. πρὸς ἑκάτερον οὖν καὶ τὰς κορυφὰς τοῦ ἐρίου πεπιλημένας ἐν τῷ πόκῳ καὶ τὰς κεφαλὰς τῶν πονηρῶν συνισταμένων τοῖς πράγμασι διαλῦσαι χρή. |
| δ 681 | Διαπαλαίω· δοτικῇ. |
| δ 682 | Διαπαρατριβαί: ἐνδελέχειαι. |
| δ 683 | Διαπαρθενεῦσαι: μιγῆναι παρθένῳ. ἐλέγετο δὲ οὕτως καὶ τὸ παρθενοτροφῆσαι καὶ διαφυλάξαι παρθένον. |
| δ 684 | Διαπατταλευθήσῃ χαμαί. ἀπὸ τῶν τὰς βύρσας διατεινόν‐ των. σημαίνει δὲ τὸ διερευνᾶν καὶ ζητεῖν ἐπιμελῶς. |
| δ 685 | Διαπατταλευθήσῃ: ἀντὶ τοῦ ἐκταθήσῃ χαμαί. τὰς γὰρ βύρσας ἐκτείνοντες ἐπὶ τῆς γῆς, ἵνα μὴ συνάγοιντο καὶ συστέλλοιντο ἐκ τῆς τοῦ ἡλίου καύσεως, κατὰ τὰ ἄκρα παττάλοις κατακρούοντες ἐκτεί‐ νουσιν. |
| δ 686 | Διαπαίζω· δοτικῇ. |
| δ 687 | Διαπεπαρθενεῦσθαι: τετμῆσθαι τῇ μίξει. |
| δ 688 | Διαπεπονημένης: κατορθωθείσης. |
| δ 689 | Διαπεράναντες: διακεντήσαντες. |
| δ 690 | Διαπερᾶναι: τελειῶσαι. |
| δ 691 | Διαπεσούσης: ἀποτυχούσης. ἔδοξεν οὖν αὐτῷ ἐπισφαλὲς ἔχειν τι τὸ κοινωνῆσαι αὐτοῖς τῆς πράξεως, καὶ διαπεσούσης καὶ συντελεσθείσης τῆς ἐπιβουλῆς. καὶ Διαπίπτων, ἀποτυγχάνων. |
| δ 692 | Διαπέσοιμι: οἷον διαμαρτήσαιμι τῆς ἐλπίδος. Ἀριστοφάνης· μή ς’ ἀπολέσαιμ’, εἴ τι τῶν ἐμῶν ψευσμάτων ἐνείη, διαπέσοιμι παν‐ ταχῆ. |
| δ 693 | Διαπεφώνηκεν: ἀντὶ τοῦ ἐσχάτην καὶ τελευταίαν φωνὴν ἀφῆκε· τουτ‐ έστιν ἀπέθανεν. ὅτε δὲ λέγει, ὅτι διαπεφώνηκε δὲ τούτων οὐδὲ εἷς, περὶ τῆς ὁμοφωνίας τῶν δʹ εὐαγγελιστῶν φησιν ὁ Χρυσόστομος. |
| δ 694 | Διαπεινῶμεν ἀεὶ πρὸς τὸ πῦρ: παρὰ προσδοκίαν. ὡσεὶ ἔφη, διαπίνομεν ἀεὶ πρὸς τὸ πῦρ· ὁ δὲ εἶπε διαπεινῶμεν· οἱ γὰρ πότοι χειμῶνος πρὸς τὸ πῦρ γίνονται. εἴρηκε δὲ οὕτω διὰ τὸν λιμόν. τουτέστιν ἐσχάτως πεινῶμεν, ὥστε καὶ τὰ ἱμάτια ἀποδυόμενοι καθεζό‐ μεθα πρὸς τὸ πῦρ διὰ τὸ ῥῖγος. ἢ διαπύρως καὶ ἐκτόπως πεινῶμεν· ὃ καὶ βέλτιον. |
| δ 695 | Διὰ πείρας συχνῆς: ἀντὶ τοῦ ἀκρίβειαν. τοῦτον ἐπίσταμαι διὰ πείρας συχνῆς μάλα τήν τε ἀγαθοειδῆ προαίρεσιν προβεβλημένον καὶ τὴν τοῦ πατρὸς οὐ πολύ τι λειπόμενον κατὰ τὴν εὐσεβῆ προ‐ θυμίαν. |
| δ 696 | Διαπειρωμένη: ἀπόπειραν ποιουμένη. ὁ δὲ ἐξώρκισεν αὐτήν, εἰ ταῦτα οὕτως ἐγνωκυῖα λέγει ἢ διαπειρωμένη αὐτοῦ. ἡ δὲ ὤμοσεν, ἦ μὴν τῷ ὄντι καὶ φρονεῖν ταῦτα καὶ λέγειν. |
| δ 697 | Διαπηδῶ· αἰτιατικῇ. |
| δ 698 | Διαπηνικίσαι: ἐξαπατῆσαι. πηνίκην γὰρ οἱ ἀρχαῖοι Ἀττικοὶ τὴν ἐκ τῶν τριχῶν περιθετὴν κόμην. καὶ τὸ φενακίσαι τινὲς ἀπὸ τούτου εἰρῆσθαι λέγουσιν. |
| δ 699 | Διαπιθηκίσαι: τὸ διαπαῖξαι· ἀπὸ τῶν πιθήκων· φιλοπραγμο‐ νέστατον γὰρ τὸ ζῷον. |
| δ 700 | Διαπίνομεν ἀεὶ πρὸς τὸ πῦρ· ζήτει παράνω ἐν τῷ διαπεινῶμεν. |
| δ 701 | Διαπίπτω· γενικῇ. |
| δ 702 | Διαπλέκειν: διαποικίλλειν, διάγειν. Ἀριστοφάνης Ὄρνισι· εἰ με τῶν ὀρνίθων τις ὑμῶν βούλεται διαπλέκειν ζῶν ἡδέως τὸ λοιπὸν ὡς ἡμᾶς ἴτω. |
| δ 703 | Διαπλέω· αἰτιατικῇ. |
| δ 704 | Διαπληκτίζονται· δοτικῇ. διαμάχονται. |
| δ 705 | Διαπλώσας: διαπλεύσας, διελθών. ὦ σὺν ἀοιδᾷ πάντα δια‐ πλώσας καὶ σὺν ἔρωτι βίον. |
| δ 706 | Διαπνεῖν καὶ ἀποπνεῖν τὸ πέρδεσθαι. εὐσχημονέστερον τοῦ ἀποψοφιεῖν. |
| δ 707 | Διαπολεμῶ· δοτικῇ. |
| δ 708 | Διὰ πολλοῦ χρόνου· ὁ γὰρ γέρων, ὡς ἔπιε διὰ πολλοῦ χρόνου, ἤκουσέ τ’ αὐλοῦ, περιχαρὴς τῷ πράγματι, ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται τἀρχαῖ’ ἐκεῖν’, οἷς Θέσπις ἠγωνίζετο. |
| δ 709 | Διαπονεῖν: ἀσκεῖσθαι. |
| δ 710 | Διαπορηθέντες: διαποροῦντες. |
| δ 711 | Διαπορήσω: ζητῶ, ἀμφιβάλλω. |
| δ 712 | Διαπορεία: ἡ διαπόρευσις. |
| δ 713 | Διαπορθμεύεται: διακομίζεται, διαπερᾷ. |
| δ 714 | Διαπορθμεύσων: διαπεράσων, διακομίσων. |
| δ 715 | Διαπραξάμενον ἐλευθερίαν: κατασκευασάμενον. |
| δ 716 | Διαπρέπειν: διαφαίνεσθαι, διαφέρειν. |
| δ 717 | Διαπρεπής: ἔκδηλος, ἐπίσημος. |
| δ 718 | Διαπρήσει: διανύει, τελειοῖ. |
| δ 719 | Διαπρύσιον: διὰ παντὸς δεξιόν, μέγα, ἐξάκουστον, διαβόητον. |
| δ 720 | Διαπτύω· αἰτιατικῇ. |
| δ 721 | Διαπυνθάνεται: ἐρωτᾷ. |
| δ 722 | Διαπυρώτατος: ὁ θερμός. |
| δ 723 | Διάρας (διατείνας) τὸ ὄμμα εἰς οὐρανόν. |
| δ 724 | Διαράμενον· ὡς οὐκ εἰκός τε αὐτὸν διαράμενον βλοσυροῖς ὀφθαλμοῖς ἀντιβλέψαι χρυσίῳ. τοὐναντίον μὲν οὖν. |
| δ 725 | Διάργεμοι: πῇ μὲν λευκοί, πῇ δὲ μέλανες. ἀλλ’ οἱ μὲν ὑμῶν μέλανες, οἱ δὲ τεφρώδεις, ἕτεροι ξανθοὶ καὶ διάργεμοι στήθη. |
| δ 726 | Διαρραῖσαι: διαφθεῖραι. |
| δ 727 | Διαρρέουσα: τρυφηλή. |
| δ 728 | Διαρρεῖν: διαχεῖσθαι, χαυνοῦσθαι. οὗ διαρρεῖ πολὺ καὶ κλεινὸν ὄνομα. ἀντὶ τοῦ εὐφημία γεραίρει. |
| δ 729 | Διαρρήδην: σαφῶς, φανερῶς. διαρρήδην ἀπειπὼν μήτε μάχην συνάπτειν μήτε περαιτέρω ἰέναι μήτε ἄλλο πράττειν μηθέν. |
| δ 730 | Διαρρήξωμεν· αἰτιατικῇ. διακόψωμεν. |
| δ 731 | Διαρθρώσας: διατυπώσας. |
| δ 732 | Διαρκῶς: καρτερῶς. δαψιλῶς. Αἰλιανός· ὁ δέ, οὐ γὰρ ἐλελήθει τὰ ἔνδον, ὑπερήδετο καὶ τὴν ἐλπίδα ὑπὲρ τῶν παρόντων ἐλάμβανεν εἰς τὸ κρεῖττον καὶ ἔτι μᾶλλον τῇ πολιορκίᾳ διαρκῶς ἐν‐ εκαρτέρει. |
| δ 733 | Δίαρμα· Πολύβιος· ἅμα δὲ πρὸς τὸν ἀπὸ Λιβύης πλοῦν καὶ πελάγιον δίαρμα λίαν εὐφυῶς ἔκειτο τοῖς Καρχηδονίοις ἡ πόλις. καὶ αὖθις· ἦν μὲν γὰρ ἀπὸ τοῦ χάρακος ἐπὶ θάλατταν ρκʹ στάδια· τὸ δὲ δίαρμα βραχὺ πλεῖον ξʹ. καὶ διὰ τοῦτο ἦν ἀδηλότης καὶ συν‐ έχεια τῆς ἐπιφάσεως. καὶ αὖθις· εἶδον ὄψιν γεγεφυρωμένου τοῦ θαλαττίου διάρματος ἀπὸ τοῦ Βυζαντίου ἕως Καλχηδόνος. |
| δ 734 | Διὰ ῥωπήϊα: τὰ παρ’ ἡμῖν ῥωπάκια. |
| δ 735 | Δίαρσις: ἔπαρσις εἰς ὕψος. Πολύβιος· οἱ δὲ Ῥωμαῖοι συν‐ δραμόντες εἰς τὰς χεῖρας τοὺς Κελτοὺς ἀπράκτους ἐποίησαν, ἀφελόμενοι τὴν ἐκ διάρσεως αὐτῶν μάχην· ὅπερ ἐστὶν ἴδιον Γαλατικῆς χρείας διὰ τὸ μηδαμῶς κέντημα τὸ ξίφος ἔχειν. |
| δ 736 | Διαρτᾶν: κυρίως ἀντὶ τοῦ διαίρειν. καὶ τὸ ἀρτῆσαι ἐπὶ τοῦ ἀνακρεμάσαι. |
| δ 737 | Διαρτῆσαι: τὸ ἐξαπατῆσαι. οὕτως Μένανδρος. Διαρτίσαι δὲ διὰ τοῦ ι, ἀναπλάσαι, καταρτίσαι. Διαρτίζω γὰρ πλάττω καὶ τελειῶ. Διαρτῶ δὲ τὸ κρεμῶ. |
| δ 738 | Διαρτία: ἡ διάπλασις. εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς. |
| δ 739 | Διαρτίζεται: ὁρμᾷ. |
| δ 740 | Διαρτώμενος: ὁ δὲ Ἡρακλῆς τοῖς μὲν ἴχνεσι διαρτώμενος (τουτέστιν ἐξαπατώμενος), οὐδὲν δὲ ἧττον οἰόμενος εἶναι διερευνήσασθαι τὸν χῶρον. καὶ αὖθις· πολλαχόθεν ἀκροβολισμοῖς χρώμενοι, ἵνα διαρτώμενοι τῇ δοκήσει τῶν κατὰ πρόσωπον ἐπιόντων, μηδεμίαν αἴσθησιν λάβωσι τῶν ὑπὲρ κεφαλῆς. καὶ Διαρτῶ, τὸ κρεμῶ. καὶ Δι‐ αρτωμένων, καταρτιζομένων. |
| δ 741 | Διάρροια: πάθος περὶ τὰς ὗς γινόμενον. τρία δέ εἰσι πάθη βράγχη, κραῦρα, διάρροια. ἡ μὲν οὖν βράγχη μέρους τινὸς τοῦ σώ‐ ματος, ἡ δὲ κραῦρα πυρετὸς σὺν κεφαλῆς πόνῳ. σημειοῦται δὲ τοῦτο τῷ καταβεβλῆσθαι τὰ ὦτα καὶ κατηφὴς εἶναι τὸ ὄμμα. ἡ μὲν οὖν διάρροιά ἐστιν ἀθεράπευτος, τὴν δὲ κραῦραν οἱ νομεῖς ἐγχυματίζουσι, τῆς δὲ βράγχης περιτέμνουσι τὰ σεσηπότα τῶν σαρκιδίων. |
| δ 742 | Διαρρυῆναι: φθαρῆναι. |
| δ 743 | Διασαλακωνίσαι: διαθρύψαι. ὡδὶ προβὰς τρυφερόν τι δια‐ σαλακώνισον. οἱ νεώτεροι διαφθεῖραι καὶ βιάσασθαι ἐπὶ τοῦ αὐτοῦ τάττουσιν ἀδιαφόρως. |
| δ 744 | Διασαφηνίζειν: τὸ τῇ γλώττῃ ἀκριβοῦν. |
| δ 745 | Διασαφῆσαι: ἑρμηνεῦσαι. |
| δ 746 | Διασαφούσης: ἀντὶ τοῦ φωτιζούσης. σελήνης τὸν ζόφον διασαφούσης. |
| δ 747 | Διασείων τοὺς ὑπευθύνους, εἰ πέπων ἢ μὴ πέπων· αἰτιατικῇ. ἀντὶ τοῦ ἁπαλῶς καὶ ῥᾳδίως διασεισθῆναι δυνάμενος. μετα‐ φορικῶς δὲ ἀπὸ τοῦ συκάζειν κέχρηται τοῖς ὀνόμασιν Ἀριστοφάνης. ὥσπερ οὖν ἐπὶ τῶν καρπῶν ἐκ μὲν τῶν πεπόνων ἔστι δρέψασθαι καὶ φαγεῖν, ἐκ δὲ τῶν ἀώρων οὐκέτι· οὕτω, φησί, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁ Κλέων διελογίζετο καὶ διέκρινε, τίς ἐπιτήδειος διασεισθῆναι, καὶ τίς σκληρὸς καὶ δυσκαταμάχητος. ἀντὶ δὲ τοῦ εἰπεῖν, πένης ἢ πλούσιος, ἐνέμεινε τῇ μεταφορᾷ ὡς ἐπὶ σύκων. |
| δ 748 | Διασείστους· ἐοίκασιν ὠνομάσθαι οἱ διάσειστοι παρὰ τὸ κινεῖ‐ σθαι καὶ διασείεσθαι πρότερον, εἶτα βάλλεσθαι, ἵνα ἀκακούργητοι μᾶλ‐ λον ὦσι. |
| δ 749 | Διασήθειν: διαξύειν, ἀπαλείφειν, παράπτεσθαι. |
| δ 750 | Διασηκῶσαι· ὅτι βαστάσαι οὐ τὸ ἆραι δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ ψηλαφῆσαι καὶ διασηκῶσαι καὶ διασκέψασθαι τῇ χειρὶ τὴν ὁλκήν. |
| δ 751 | Διάσημος: ὁ λαμπρός. καὶ Διασημότατος. |
| δ 752 | Διάσια: ἑορτὴ Ἀθήνησι Μειλιχίου Διός· προσαγορεύεται δὲ Διάσια, ἀπὸ τοῦ διαφυγεῖν αὐτοὺς εὐχαῖς τὰς ἄσας. καὶ Ἀριστο‐ φάνης· ὅτ’ ἐπριάμην σοι Διασίοις ἁμαξίδα. |
| δ 753 | Διασκανδικίσεις: μὴ ἀποδειλιάσῃς, μὴ εὐριπιδίσῃς, μὴ ἀμε‐ λήσῃς. σκώπτει δὲ τὸν Εὐριπίδην ὡς λαχανοπώλιδος υἱόν. σκάνδιξ γὰρ εἶδος λαχάνου λεπτοῦ. καὶ ἀλλαχοῦ· σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος. |
| δ 754 | Διασχεδάζω· αἰτιατικῇ. |
| δ 755 | Διασκεδαννύουσι: διασκορπίζουσι. λέγεται δὲ καὶ Δια‐ σκίδνησιν. Ἰώσηπος· οὔτε γὰρ ἀταξία διασκίδνησιν αὐτοὺς τῆς συν‐ τάξεως τῆς ἐν ἔθει. |
| δ 756 | Διασκευαζόμενα. Εὔπολις, Ἀθηναῖος, κωμικός, ἔγραψε τόσα καὶ ἄλλα διασκευαζόμενος. καὶ Διασκευάσασθαι, ἀντὶ τοῦ συ‐ σκευάσασθαι. ἴσως. |
| δ 757 | Διασκευή. ἀπὸ τῆς κλίνης σοι γέγραφα μόλις ἀνεχόμενος εἰς διασκευὴν τῶν γραμμάτων. τουτέστι συνθήκην. |
| δ 758 | Διασκηνητέον: καταλυτέον. Ξενοφῶν· ἐδόκει διασκηνητέον εἶναι εἰς τὰς κώμας εἰς στέγας. |
| δ 759 | Διασμώμενος: ἐρευνῶν. |
| δ 760 | Διασμύχων: διαξύων. διακαίων. |
| δ 761 | Διασπαθᾶν: ἀφειδῶς δαπανᾶν. |
| δ 762 | Διασπεύσας: διεγείρας, παρορμήσας. τοὺς μὲν στρατιώτας διασπεύσας, τοὺς δὲ χιλιάρχους παρακαλέσας ἅψασθαι τῆς πράξεως. |
| δ 763 | Διασπείρω· αἰτιατικῇ. |
| δ 764 | Δι’ ἀσπιδέος πεδίοιο: οἱ μὲν διὰ τὸ πολλὰς ἀσπίδας ἐν αὐτῷ ἐρρίφθαι, οἱ δὲ ἀσπιδοειδοῦς διὰ τὸ τοῦ πεδίου περιφερές, οἱ δὲ ἀπὸ μήκους. |
| δ 765 | Διασπώμενος: συντρίβων καὶ κατακλῶν. |
| δ 766 | Διάστασις: Ἀντιφῶν ἀντὶ τοῦ διακόσμησις. |
| δ 767 | Διαστελλόμενος: διαχωριζόμενος. |
| δ 768 | Διαστῆσαι: ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύνατον ποιῆσαι. |
| δ 769 | Διαστήτην: ἐχωρίσθησαν. |
| δ 770 | Διαστείχειν: διέρχεσθαι. |
| δ 771 | Διαστείχοντας: διαπορευομένους. καὶ Διαστείχουσαν, δι‐ ερχομένην. |
| δ 772 | Διαστολή: διαχώρησις, ἐξοχή. οὐ χρὴ θαυμάζειν, εἰ φιλο‐ τιμότερον ἐξηγούμεθα τὰ κατὰ τὸν Σκιπίωνα καὶ πᾶν τὸ ῥηθὲν ὑπ’ αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν. |
| δ 773 | Διασύρω· αἰτιατικῇ. |
| δ 774 | Διασφάξ: διατομὴ ὄρους. καὶ Διασφάγες, διεστῶσαι πέτραι. |
| δ 775 | Διασχών: διελθών, διαστήσας. Πολύβιος· ὁ δὲ διασχὼν τῶν πολεμίων ὡς τρία στάδια κατεστρατοπέδευσε, μεταξὺ λαβὼν τὸν πο‐ ταμόν. |
| δ 776 | Διατάγματα· ὁ δὲ διατάγματα προθεὶς ἱκέτευε τὸν δῆμον εἰς διαλλαγὰς ἐλθεῖν καὶ αὐτοῖς ἀμνηστίαν ὑπισχνεῖτο. ἀντὶ τοῦ λήθην τῶν ἐπταισμένων. |
| δ 777 | Διαττᾶν: σήθειν. |
| δ 778 | Διατατικώτερον· Πολύβιος· τοῦτ’ ἄμεινον ὑπολαμβάνοντες εἶναι καὶ διατατικώτερον, τὸ μήτε τῷ καιρῷ μήτε ταῖς ἐκκλησιαστικαῖς καὶ παραστατικαῖς διαθέσεσι περιγίνεσθαι τῶν ἐναντίων. |
| δ 779 | Διαταφρεύει: διασκάπτει. |
| δ 780 | Διατάχους· ἐπίρρημα· διὰ ταχέων δέ. |
| δ 781 | Διατεθώκηται: τεθρόνισται, διεχώρισται. |
| δ 782 | Διατεθρυλημένος τὰ ὦτα: οἷον κατηδολεσχημένος. ἢ οἷον πλειστάκις καὶ περὶ τῶν αὐτῶν πλεῖστα ἀκηκοώς. |
| δ 783 | Διατεθρυμμένος: διακεκλασμένος. |
| δ 784 | Διατεκμαίρεται: στοχάζεται. |
| δ 785 | Διατερσαίνω: ξηραίνω. |
| δ 786 | Διᾴττειν: ὁρμᾶν, διατρέχειν. ἢ δάκνειν. |
| δ 787 | Διατείνεται: διαβεβαιοῦται. |
| δ 788 | Διατίθεται· δοτικῇ. πράττει. |
| δ 789 | Διατιμᾶται: δοκιμάζεται. |
| δ 790 | Διατιμητικός: δοκιμαστικός. |
| δ 791 | Διατιτρᾶν: διατρυπᾶν. ἐς τὰ ἀποκρημνότατα ἄνω διατι‐ τράντες. καὶ αὖθις· μαχαιριδίοις διατιτρᾶν τοὺς ἀσκούς. |
| δ 792 | Διατορηθῆναι· δύο δὲ τῶν ὀρυγμάτων ὑπόβρυχα καὶ κατω‐ τέρω τοῦ χάρακος διατορηθῆναι τὴν γῆν ὑπὸ τὸν περίβολον αὐτὸν ἐξενεχθήτην. διατορηθῆναι οὖν ἀντὶ τοῦ διακοπῆναι, διατρυπηθῆναι. |
| δ 793 | Διάτορον: ἐξάκουστον, ὀξύτερον, μεγαλόφωνον. |
| δ 794 | Διατορώτατον: τρανότατον. |
| δ 795 | Διὰ τοῦ τοίχου λαλεῖν: ἐπὶ τῶν ἀναισθήτως τι διαπρατ‐ τομένων. |
| δ 796 | Διατρέχοντες: οἱ διᾴττοντες ἀστέρες, οἱ ἀποσπινθηρίζοντες. |
| δ 797 | Διατριβή: τόπος ἐν ᾧ τινες μανθάνουσιν. ἢ καιρὸς καθ’ ὃν ἀναστρεφόμεθα περί τι. ἢ διάλεξις φιλόσοφος. σημαίνει δὲ καὶ τὸ ἐπιτήδευμα καὶ τὸ ἀσχόλημα, δίαιταν, διαγωγήν, πρόφασιν ἀφ’ ἧς μέλλομεν περὶ τὰ πράγματα διατρίβειν. Ἀριστοφάνης Πλούτῳ· εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ. καὶ ἡ ἀργία. ἐγίνετο δὲ αὐτῷ ἑκούσιος ἡ διατριβὴ καὶ τῆς ἐφόδου ἡ σχολαιότης, τοῦ τε ἀτάκτου ἕνεκα καὶ τοῦ ἐς τὸ ἀποβησόμενον προμηθοῦς. |
| δ 798 | Διατροπή: συμπάθεια, οἶκτος. τῶν δὲ Καρχηδονίων πολὺν κλαυθμὸν μετὰ δακρύων προϊεμένων, διατροπὴ μεγάλη τὸ συνέδριον ἐπέσχεν. |
| δ 799 | Διατοιχεῖ: ἀντὶ τοῦ ποτὲ μὲν ἐπὶ τοῦ δεξιοῦ τοίχου τοῦ πλοίου, ποτὲ δὲ ἐπὶ τοῦ ἀριστεροῦ γίνεται. |
| δ 800 | Διατυπῶν: διατιθέμενος ἐπὶ τὸ βέλτιον. καὶ διατυπῶν τὸ ἀτύπωτον καὶ μεταπλάττων πρὸς εὐσχημοσύνην τὸ ἄτακτον. |
| δ 801 | Διαυανθῆναι: ξηρανθῆναι. |
| δ 802 | Διαύγεια: ἡ ἔλλαμψις. |
| δ 803 | Διαυγία· ὁ Θεολόγος· μὴ λίθων διαυγίαις. τοῦτο διὰ τοῦ ι γράφεται καὶ παροξύνεται· προπαροξύνεται δὲ ἐν τῷ ἀττικίζειν. εἰ δὲ ὁ παρὼν λόγος ἀττικίζει, προπαροξύνειν ὀφείλομεν διαύγειαν λέ‐ γοντες, ὡς ἀμέλειαν. |
| δ 804 | Διαύλειον προσαυλεῖ τις: τοῦτο παρεπιγραφή. φασὶ δὲ διαύλειον λέγεσθαι, ὅταν ἡσυχίας πάντων γινομένης, ἔνδον ὁ αὐλητὴς ἄσῃ. Ἀριστοφάνης Βατράχοις. |
| δ 805 | Διαυλίζων: βαθύνων, ἢ μηκύνων. |
| δ 806 | Δίαυλος: ὁ διστάδιος τόπος. ἢ μέτρον πήχεων σʹ. Δίαυ‐ λος καὶ ἡ μακρὰ περίοδος. τούτους δὴ τοὺς μακροὺς διαύλους ποιεῖσθαι. |
| δ 807 | Δίαυλος: ὁ διττὸν ἔχων τὸν δρόμον ἐν τῇ πορείᾳ, τὸ πλη‐ ρῶσαι τὸ στάδιον καὶ ὑποστρέψαι. δολιχοδρόμοι δὲ οἱ ζʹ τρέχοντες. διὸ καὶ δολιχοδρόμοι· οἱ γὰρ σταδιοδρόμοι διπλοῦν ἐποίουν τὸν δρό‐ μον. ὁπλίτης δὲ δρόμος, ὅταν μεθ’ ὅπλων ἀγωνίζωνται· ηʹ δέ εἰσιν ἀγωνίσματα, στάδιον, δίαυλος, δόλιχος, ὁπλίτης, πυγμή, παγκράτιον, πάλη καὶ ἅλμα. δόλιχος τὸ ἱπποδρόμιον ἀπὸ τοῦ κάμπτειν· δολιχὸς δὲ ὁ μακρός. |
| δ 808 | Διαυλωνίζειν: τὸ διὰ στενοῦ ῥεῖν. |
| δ 809 | Διαυχενίζεσθαι: ὁ δὲ τὰ φρονήματα καὶ τοὺς θυμοὺς τῶν στρατιωτῶν ἀνηρέθιζε καὶ διαυχενίζεσθαι πρὸς τὸ ἀγέρωχον ταῖς με‐ λέταις ἐξεκάλει καὶ φιλοκίνδυνον. ἀντὶ τοῦ ὑψοῦ τὸν αὐχένα ἔχειν. |
| δ 810 | Διαφανές· διαφανές φασιν εἶναι φύσιν τινὰ ἐν πλείοσιν ὑπ‐ άρχουσαν, διαπορθμευτικὴν τῶν χρωμάτων, ἥτις φωτὸς μὲν μὴ παρ‐ όντος δυνάμει ἐστὶν αὐτὸ τοῦτο διαφανές, ἐνεργείᾳ δὲ γίνεται δια‐ φανὲς φωτὸς παρόντος. ἔστι δὲ διαφανῆ οὐκ ἀὴρ μόνον καὶ ὕδωρ, ἀλλὰ καὶ πολλὰ τῶν στερεῶν σωμάτων, οἷον φεγγῖται λίθοι, κέρατα, ὕελος, γύψος καὶ ἕτερα. ἔστιν οὖν τοῦ διαφανοῦς ἡ φύσις, ἥτις ἐν πλείοσιν οὐσίαις ὑποκειμέναις ἔχει τὸ εἶναι, ἑτέρα αὐτῶν οὖσα, ὥσπερ καὶ ἐπὶ τῶν ἑτέρων ποιοτήτων ὁρῶμεν. μετέχει δὲ τῆς διαφανείας καὶ τὸ ἀΐδιον τὸ ἄνω σῶμα, οἷον τὸ χῦμα τῶν σφαιρῶν· διαφανὲς γὰρ ἅπαν. καὶ γὰρ ὁρῶμεν τὰ ἐν τῇ ἀπλανεῖ ἄστρα διὰ τούτου. καὶ αἱ μὲν σφαῖραι διαφανεῖς εἰσι, τὰ ἄστρα δὲ οὐκέτι, ὅθεν καὶ ἐπι‐ προσθοῦσιν ἀλλήλοις. ἐντεῦθεν γοῦν ἡ τοῦ ἡλίου ἔκλειψις ἐπιπροσ‐ θουμένου ὑπὸ τῆς σελήνης ἐναργῶς φαίνεται γίνεσθαι. |
| δ 811 | Διαφανῆ χιτώνια: οὐ τὰ λαμπρά, ἀλλὰ τὰ ἰσχνά, δι’ ὧν διαφαίνεται τὰ σώματα τῶν γυναικῶν. καὶ Ἡσαΐας ὁ προφήτης· καὶ τὰ διαφανῆ Λακωνικά. |
| δ 812 | Διαφανῶς: σαφῶς, ἢ συμφώνως. |
| δ 813 | Διαφαίνει: διαδείκνυσιν. |
| δ 814 | Διαφέρεσθαι: ἐρίζειν, φιλονεικεῖν. τοῦτον οὖν ὁμόδουλος κύων ὑπέρ τινος παραπεσόντος ἐδέσματος οἰηθεῖσά οἱ διαφέρεσθαι, προσπαίζοντος ἄλλως, ἡ δὲ ἠγανάκτησεν. |
| δ 815 | Διαφέρει μοι: ἀντὶ τοῦ τοὐμόν ἐστι. |
| δ 816 | Διαφερόντως: ἐξαιρέτως. |
| δ 817 | Διαφερώμεθα: φιλονεικήσωμεν. |
| δ 818 | Διαφέρων: παρασκευάζων. παρέργως τὰ πρότερα τὸν πόλεμον διαφέρων Ἰουστινιανὸς ἀξιολογωτάτην αὐτοῦ πεποίηται τὴν παρα‐ σκευήν. καὶ Διαφερόντων, ἀντὶ τοῦ ἐπιλέκτων. πυνθανόμενος τὴν πόλιν ὠχυρῶσθαι καὶ πλῆθος ἀνθρώπων διαφερόντων εἰς αὐτὴν ἠθροῖσθαι. |
| δ 819 | Διαφερούσῃ· πληθυούσῃ. ὁ δὲ ἐστρατοπέδευσεν ἐν χώρᾳ πάντα τὰ γεννήματα διαφερούσῃ. |
| δ 820 | Διαφέρω: τὸ διαλλάσσω. γενικῇ. τοσοῦτον διαφέρομεν τῶν προγόνων. δοτικῇ δὲ ἐπὶ τοῦ ἐχθραίνω. ὑπὲρ οὗ καὶ τότε καὶ νῦν καὶ ἀεὶ ὁμολογῶ πο‐ λεμεῖν καὶ διαφέρεσθαι τούτοις. καί, τίνι διαφέρει στιγμὴ ὑποστιγμῆς; χρόνῳ. |
| δ 821 | Διαφεύγω· αἰτιατικῇ. |
| δ 822 | Διαφεῖναι: διαλῦσαι. καὶ Διαφείς, ἀντὶ τοῦ ἀπολύσας, ὁρίσας. ὁ δὲ διαφεὶς τοὺς ἡγεμόνας ἐκίνει τὴν πρωτοπορίαν. |
| δ 823 | Διαφημίζω ἀεί. |
| δ 824 | Διαφθείρω· αἰτιατικῇ. |
| δ 825 | Διαφθονούμενος· ὁ δὲ διαφθονούμενος Ζήνωνι ἐν ἡσυχίᾳ ἔμενεν. |
| δ 826 | Διαφθορά: θάνατος. |
| δ 827 | Διάφορα: ἀναλώματα. Θουκυδίδης. |
| δ 828 | Διαφορά: ἔχθρα. Διαφορά, τὸ ἐν τῇ συνηθείᾳ ἡ παραλ‐ λαγή, καὶ ἀνομοιότης. |
| δ 829 | Διαφορηθῶ: διασπασθῶ. καὶ Διαφορηθῆναι, ἀντὶ τοῦ δια‐ σπασθῆναι. |
| δ 830 | Διαφόρημα: τὸ παίγνιον. καὶ Διαφορήσει, διάφορος γέ‐ νηται. |
| δ 831 | Διαφορῆσαι· τοὺς δὲ ἵππους εἶναι ἀγρίους, ὑπό τε τῷ ἀήθει τοῦ δεσμοῦ καὶ ὑπὸ τοῦ ἀπηρτημένου βάρους ἔτι μᾶλλον ἀνασοβηθέντας διαφορῆσαι αὐτόν. |
| δ 832 | Διαφορότης: ἡ διαφορὰ παρὰ Αἰλιανῷ. |
| δ 833 | Διάφοροι: ἐχθροί. παρὰ τὸ διαφορεῖσθαι τὰς γνώμας. λέγεται δὲ καὶ Διάφορον πρᾶγμα, τὸ τίμιον. ἐστρέβλωσαν δὲ πολλοὺς τούτων, οἷς ἠπίστησαν ἔχειν κεκρυμμένον διάφορον ἢ κατασκεύασμα ἢ ἄλλο τι τῶν πλείονος ἀξίων. |
| δ 834 | Διαφορουμένης τῆς κρόκης ὑπὸ τῶν ἀλεκτρυόνων: ἀντὶ τοῦ διασπωμένης. Ἀρριανός· τοὺς δὲ ἵππους ἀνασοβηθέντας διαφορῆσαι αὐτόν. |
| δ 835 | Διαφρήσετε: διαφορήσετε, διαπέμψετε. |
| δ 836 | Διὰ φροντίδος ἦν αὐτῷ: ἀντὶ τοῦ ἐβουλεύετο, ἐσκέπτετο. Αἰλιανός· ὁ δὲ θεὸς λέγει ἐκείνους μὴ πολυπραγμονεῖν, αὐτῷ γὰρ εἶναι διὰ φροντίδος. |
| δ 837 | Διαφρυκτοῦν: διαψηφίζειν, διακληροῦν. τὸν γὰρ κύαμον ἐκά‐ λουν φρυκτόν. ἀντὶ δὲ ψήφων κυάμους ἐφόρουν οἱ τῶν Ἀθηναίων δικασταί. |
| δ 838 | Διαχειρίσαι· αἰτιατικῇ. φονεῦσαι. |
| δ 839 | Διαχειροτονία: διάκρισίς τις χειροτονίας ἐν πλήθει γινομένης. τοῦτο Δημοσθένης. |
| δ 840 | Διαχεῖται: χαίρει, διαχέεται. |
| δ 841 | Διαχωρήματα: τὰ διαλείποντα. Ἀρριανός· φυλακαὶ δὲ ἐπὶ τὰ δια‐ λείποντα τῆς τάφρου ἐτετάχατο. |
| δ 842 | Διαχώρους: τὰ διαστήματα τῶν λόχων. οὕτω τε ἀνεπλήρωσε τῇ πυκνότητι τοῦ στρατοῦ τοὺς διαχώρους. |
| δ 843 | Διὰ χρόνου: ἀντὶ τοῦ μετὰ πολὺν χρόνον. ἆρ’ ἂν βλαβῆναι διὰ πολλοῦ χρόνου τί σοι δοκῶ, ὦ δέσποθ’ Ἑρμῆ, τῆς Ὀπώρας κατελάσας; οὔκ, εἴ γε κυκεῶν’ ἐπιπίοις γληχωνίαν. καὶ γὰρ οἱ διὰ χρόνου ἐσθίοντες ὀπώραν πολλὴν βλάπτονται καὶ οἱ συνουσιάζοντες συνεχῶς. οἱ οὖν πολλὴν ὀπώραν ἐσθίοντες, ἐὰν γλήχωνα πίωσιν, οὐ βλάπτονται διὰ τὸ ὑπὸ τοῦ οἴνου κατεσθίεσθαι τὴν καρδίαν. ἵνα οὖν ἡ δριμύτης ἀποστύφῃ, γλήχωνα πίνουσιν. |
| δ 844 | Διάχυσις: χαρά, τέρψις. |
| δ 845 | Διαψαλάττεσθαι: τὸ διαστέλλεσθαι εἰς ἔρευναν. τὸ γὰρ ἀψάλακτον, ἄθικτον. οὕτως Κράτης. |
| δ 846 | Διάψαλμα: μέλους ἐναλλαγή. |
| δ 847 | Διαψᾶν: διορύττειν, διασκαλεύειν. κελεῦσαι πάντας διαψᾶν τὴν ἄμμον καὶ ποιεῖν βοθύνους εὐμεγέθεις. |
| δ 848 | Διαψαίρουσι: διαπνέουσι. ψαίρειν γὰρ τὸ πνεῖν οἱ ναυτικοὶ λέγουσιν. |
| δ 849 | Διαψεύδονται· γενικῇ. ἐκπίπτουσιν, ἀποτυγχάνουσιν. διὸ τοῦ μὲν καλοῦ διαψεύδονται, τοῦ δὲ παρ’ αὑτοῖς συμφέροντος ὡς ἐπίπαν οὐκ ἐπιτυγχάνουσι. |
| δ 850 | Διαψήφισις καὶ Ἀποψήφισις· οἱ πολῖται συνίασιν ἕκαστοι κατὰ τοὺς αὑτῶν δήμους καὶ περὶ τῶν αἰτίαν ἐχόντων ἢ παρεγγε‐ γραμμένων εἰς τὴν πολιτείαν ψῆφον φέρουσι κρύβδην· οἷον Ἀχαρνεῖς περὶ Ἀχαρνέων καὶ περὶ Ἐλευσινίων οἱ Ἐλευσίνιοι καὶ οἱ λοιποὶ δημόται παραπλησίως. καὶ τοῦτο διαψήφισις καλεῖται. οἱ μὲν οὖν πλειόνων ψήφων τυγχάνοντες ἀναμφισβητήτως τὴν πολιτείαν ἔχουσιν, ὅσοι δ’ ἂν ἐλάττονας ψήφους λάβωσιν, οὐκέτι νομίζονται, καὶ τοῦτό ἐστιν ἡ ἀποψήφισις. |
| δ 851 | Διαψήφισις: ἰδίως ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξετάσεων, αἳ γί‐ νονται περὶ ἑκάστου τῶν δημοτευομένων, εἰ τῷ ὄντι πολίτης καὶ δη‐ μότης ἐστίν, ἢ ξένος ὢν παρεγγέγραπται. |
| δ 852 | Διβητήσια: διβίκια. |
| δ 853 | Διγῆρες: οἱ λαμπροί. ἢ οἱ στρουθοί. |
| δ 854 | Δίγλωσσος: ὁ δύο γλώσσας ἐπιστάμενος. Ἀνάχαρσις Σκύθης ἦν, μητρὸς δὲ Ἑλληνίδος. διὸ καὶ δίγλωττος ἦν· ὃς ἔθηκεν νόμους Σκύθαις. |
| δ 855 | Δίγνωμος: ὁ ἐπαμφοτερίζων τῇ γνώμῃ. |
| δ 856 | Διδαξάμενος: τελέσας τι ὑπὲρ ἑτέρου διδασκάλῳ. |
| δ 857 | Διδάξομαι· Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ εὐξάμενος τοῖς θεοῖσιν διδάξομαι. ἀντὶ τοῦ διδαχθήσομαι. νῦν μὲν παθητικῶς ἀποδεκτέον, τουτέστι διδαχθήσομαι. ἔστι δὲ τῶν μέσων, παθητικὸν μὲν γὰρ ἔχει τὸν σχηματισμόν, ἐνέργειαν δὲ δηλοῖ. εἴποι γὰρ ἂν διδάξομαι τὸν υἱὸν φιλοσοφεῖν κυριώτερον ἢ διδάξω. διδάξω μὲν γὰρ ὁ διδάσκαλος ἐρεῖ, διδάξομαι δὲ ὁ πατὴρ καὶ πᾶς ὁ παραδιδοὺς ἕτερον μανθάνειν. δυνατὸν οὖν καὶ νῦν μὲν εἶναι τὸ αὐτό· ἵν’ ᾖ νοούμενον, διδάξομαι, ἐπεὶ οὐ τὸν υἱόν, ἐμαυτόν. τοῦ μέτρου οὐκ ἐπιτρέποντος εἰπεῖν ἐμαυτὸν διδάξας, ἔφη αὐτὸς βαδίζων εἰς τὸ φροντιστήριον. |
| δ 858 | Διδασκαλεῖον: τὸ σχολεῖον. Διδασκάλιον δὲ αὐτὸ τὸ μάθημα. |
| δ 859 | Διδάσκαλον· ἰδίως διδασκάλους λέγουσι τοὺς ποιητὰς τῶν δι‐ θυράμβων ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδῶν. καὶ Σοφοκλῆς· οἱ δ’ ἀκοσμοῦντες βροτῶν διδασκάλων λόγοισι γίνονται κακοί. |
| δ 860 | Διδάσκαλος· κανών· δαίω, τὸ μανθάνω, δαίσω, δαΐσκω, καὶ ἀποβολῇ τοῦ ι, δάσκω· ἐπειδὴ τὰ εἰς κω κοινολεκτούμενα οὐ θέλουσι δίφθογγον ἔχειν· ἀναδιπλασιασμῷ διδάσκω, καὶ ἐξ αὐτοῦ διδάσκαλος. |
| δ 861 | Διδάσκω· αἰτιατικῇ. |
| δ 862 | Διδαχή: ἀντὶ τοῦ διδασκαλία. Ἡρόδοτος γʹ. |
| δ 863 | Δίδημι: τὸ δεσμεύω. |
| δ 864 | Διδίας: ὄνομα κύριον. |
| δ 865 | Διδούς, διδόντος, ἢ καὶ διδοῦντος. |
| δ 866 | Δίδραχμον: συντέλεσις, εἰσφορά, λειτουργία. ἔχει δὲ τὸ δί‐ δραχμον οὐγγίας ϛʹ, κʹ ὀβολοί, γράμματα ἕξ. |
| δ 867 | Δίδωμί σοι: παρέχω σοι. |
| δ 868 | Διδυμαχίας: ὄνομα κύριον. ὅτι Ἀσωπόδαρος καὶ Διδυμαχίας ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ σμικρότητι σώματος διεβέβληντο. |
| δ 869 | Διδυμαῖος. |
| δ 870 | Δίδυμον ξύλον: ἡ παρὰ Ῥωμαίοις φοῦρκα. εὑρὼν δὲ Ἰλ‐ λοῦστον φθορέα ἐκρέμασεν ἐπὶ διδύμου ξύλου. οὓς δὲ ζῶντας ἐκ διδύμων ξύλων ἀπαρτῶν. |
| δ 871 | Δίδυμος, Ἀτήϊος ἢ Ἄττιος χρηματίσας, φιλόσοφος Ἀκαδημαϊκός. Πιθανῶν καὶ σοφισμάτων λύσεις ἐν βιβλίοις βʹ. καὶ ἄλλα πολλά. |
| δ 872 | Δίδυμος, Διδύμου ταριχοπώλου, γραμματικὸς Ἀριστάρχειος, Ἀλεξανδρεύς, γεγονὼς ἐπὶ Ἀντωνίου καὶ Κικέρωνος καὶ ἕως Αὐγούστου· Χαλκέντερος κληθεὶς διὰ τὴν περὶ τὰ βιβλία ἐπιμονήν· φασὶ γὰρ αὐτὸν συγγεγραφέναι ὑπὲρ τὰ τρισχίλια πεντακόσια βιβλία. |
| δ 873 | Δίδυμος νέος, Ἀλεξανδρεύς, γραμματικός, ὃς ἐσοφίστευσεν ἐν Ῥώμῃ. ἔγραψε Πιθανά, Περὶ ὀρθογραφίας καὶ ἄλλα πλεῖστα καὶ ἄριστα. |
| δ 874 | Δίδυμος, ὁ Κλαύδιος χρηματίσας, γραμματικός. Περὶ τῶν ἡμαρτημένων παρὰ τὴν ἀναλογίαν Θουκυδίδῃ, Περὶ τῆς παρὰ Ῥω‐ μαίοις ἀναλογίας, Ἐπιτομὴν τῶν Ἡρακλέωνος· καὶ ἄλλα τινά. |
| δ 875 | Δίδυμος, ὁ τοῦ Ἡρακλείδου, γραμματικός, ὃς διέτριψε παρὰ Νέρωνι καὶ ἐχρηματίσατο· μουσικός τε ἦν λίαν καὶ πρὸς μέλη ἐπιτήδειος. |
| δ 876 | Δίδυμος, Ἀλεξανδρεύς· Γεωργικὰ ἐν βιβλίοις ιεʹ. |
| δ 877 | Δίδυμος καὶ ὁ ἀπόστολος Θωμᾶς. |
| δ 878 | Δίδυμοι: συνήθως ἡμῖν καὶ οἱ συμφυεῖς, ἰδίως οἱ μόνοι· ἢ δισ‐ σῶς· καί, αὐλοῖσι διδύμοις. |
| δ 879 | Διδυχμίας καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀσωπόδαρος ἐπὶ σμικρότητι σώματος διεβέβληντο. |
| δ 880 | Διαίνεσθαι: βρέχεσθαι. Διαίνω γὰρ τὸ ὑγραίνω. |
| δ 881 | Διαίρεσις: ἡ διαχώρισις. |
| δ 882 | Διαιωνιεῖ: δι’ αἰῶνος παραμενεῖ. |
| δ 883 | Διαιρῶν· αἰτιατικῇ. ἀναπτύσσων, δοκιμάζων καὶ διακρίνων τὰ πράγματα καὶ οἷον διαίρεσιν αὐτῶν ποιῶν. |
| δ 884 | Δίαιτα: ἡ καθ’ ἑκάστην ἡμέραν τροφή. καὶ ἡ κρίσις. τὴν τῶν ἐγκλημάτων δίαιταν ἐπίτρεψον ἄλλοις. |
| δ 885 | Διαίταις: ταῖς χωρὶς δικαστηρίου κρίσεσι. διαίτης οὖν ἐν ἡδονῇ καὶ τύφῳ τιθεμένης, τὸ καλὸν ἐθὰς γενόμενος καὶ τὴν ὑπο‐ τυφομένην ἀλαζονείαν ἐπὶ τῇ βασιλικῇ καραδοκίᾳ διὰ τῶν προσ‐ ώπων ἀπεμφαίνων ἀκροβατεῖν τε ἤρξατο καὶ μετέωρον τὸν αὐχένα αἴρειν καὶ συλλήβδην φάναι, προσέχων πᾶσιν ὥσπερ οἰκέταις ἀν‐ θρώποις. |
| δ 886 | Διαιτῆσαι: κρῖναι, γνῶναι. καὶ Διαιτητής, ὁ κριτής. |
| δ 887 | Διαιτηταί· τοὺς ὑπὲρ πεντήκοντα ἔτη γεγονότας καὶ καθαροὺς πάσης αἰτίας ὑπειλημμένους, ἀπὸ τοῦ ληξιαρχικοῦ γραμματείου κλη‐ ρώσαντες τὰ τῶν πολιτῶν διαιτᾶν ἐποίουν. ξένοις μέντοι γε ἐπὶ τοῦτο ἐλθεῖν οὐ συγκεχώρητο. ἔξεστι δὲ τοῖς μεμφομένοις δίαιταν ἐκκαλεῖσθαι τὸ δημόσιον δικαστήριον. |
| δ 888 | Διαιτηταῖς: ἕτεροι παρὰ τοὺς δικαστάς εἰσιν οἱ διαιτηταί. οἱ μὲν γὰρ ἐν δικαστηρίοις ἐδίκαζον καὶ τὰς ἀπὸ τῶν διαιτητῶν ἀφεσίμους ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐτοῖς τοῖς κρινομένοις διῄτουν. καὶ εἰ μὲν ἤρεσκε τοῖς ἀντιδίκοις, τέλος εἶχεν ἡ δίκη· εἰ δὲ μή, τὰ ἐγκλήματα καὶ τὰς προβλήσεις καὶ μαρτυρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἑκατέρων ἐμβαλόντες εἰς καδίσκους καὶ σημηνάμενοι παρεδίδοσαν τοῖς εἰσαγω‐ γεῦσι τῶν δικῶν. |
| δ 889 | Διαιτητήριον: ἐν ᾧ διαιτῶνται. |
| δ 890 | Διαιτῶν: δικάζων. καὶ Διαιτῶν, τὸ ἴσον νέμων. δοτικῇ. |
| δ 891 | Δι’ αἰφνιδίου ὀπός: τουτέστι τῆς ἐνθουσιαστικῆς. |
| δ 892 | Διέβαλεν: ἐξηπάτησε. καὶ Θουκυδίδης οὕτως κέχρηται καὶ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. διέβαλέ μ’ ἡ γραῦς. ἀντὶ τοῦ ἐξηπάτησε. |
| δ 893 | Διεγείρωμεν: παροτρύνωμεν. |
| δ 894 | Διέγνωκα: κέκρικα. |
| δ 895 | Διεγγύησιν: ἀντὶ τοῦ κατάστασιν ἐγγυητῶν. Δημοσθένης. |
| δ 896 | Διέδριον. ὡς δὲ οὐκ ἴσχυον τῇ εἰσόδῳ χρήσασθαι, ἄραν‐ τες αὐτὸν διεδρίῳ κατὰ τοὺς οἴκους τῶν λεγομένων σχολῶν εἰσ‐ εκόμιζον. |
| δ 897 | Δίεδρος. |
| δ 898 | Διεδοιδύκησε: διέγραψε τῇ χειρὶ στρογγύλην αὐτὴν ποιήσας ὡς δοίδυκα. |
| δ 899 | Διέζευξε: διεχώρισε. καὶ παρὰ τοῖς μουσικοῖς διεζευγμένον λέγεται τὸ τετράχορδον. καὶ συνεζεῦχθαι λέγουσι τὸ ἐν τῷ αὐτῷ εἶναι. |
| δ 900 | Διέθει: διέτρεχεν. |
| δ 901 | Διεθρόησαν· Θουκυδίδης· οἱ δὲ πρέσβεις τῶν Ἀθηναίων διε‐ θρόησαν, ὡς χρήματα πολλὰ ἴδοιεν. ἀντὶ τοῦ διελάλησαν, διεθορύ‐ βησαν. |
| δ 902 | Διέκδυσιν: διεξέλευσιν. τῶν δὲ δεσμωτῶν εἷς ἀπορρήξας τὰ δεσμὰ καὶ διεκδύς, εἶτα καταφεύγει ἐπὶ τὰ τῆς Δήμητρος πρόθυρα. ἀντὶ τοῦ ὑπεξελθών, ἐκφυγών. |
| δ 903 | Διεκερμάτισε τὴν δραχμὴν ἐν τοῖς ἰχθύσιν: ἀντὶ τοῦ ... |
| δ 904 | Διεκόρησας τὴν παῖδα: διεπαρθένευσας. |
| δ 905 | Διεκορκορύγησε: κορκορυγεῖν λέγουσι τὸ λαλεῖν τὴν γαστέρα. ἐμιμήσατο δὲ τῇ φωνῇ τῶν ἐντέρων τὸν ἦχον. Ἀριστοφάνης Νεφέ‐ λαις· εἶτ’ ἐταράχθης τὴν γαστέρα, καὶ κλόνος αὐτὴν ἐξαίφνης διεκορ‐ κορύγησε. κλόνος δὲ στρόφος, ἴλιγξ. |
| δ 906 | Διεκοσμήθησαν: διετάχθησαν. |
| δ 907 | Διεκωδώνισεν: ἀντὶ τοῦ διεπείρασε καὶ ἐξηπάτησεν. ἡ δὲ μεταφορὰ ἢ ἀπὸ τῶν περιπολούντων τοῖς κώδωσι νυκτὸς τὰς φυ‐ λακάς· ἢ ἀπὸ τῶν δοκιμαζόντων τοὺς μαχίμους ὄρτυγας τῷ ἤχῳ τοῦ κώδωνος. |
| δ 908 | Διεκπατῆσαι: τοῦ πάτου παρεξελθεῖν. λέγουσιν Ἐπιμενίδην χρόνον ἕνα διεκπατῆσαι ἀσχολούμενον περὶ ῥιζοτομίαν. |
| δ 909 | Διεκπέσαντες: διεκτρυπήσαντες, διεκδραμόντες. |
| δ 910 | Διέκπλοι: τὸ ἐμβάλλειν καὶ διασχίζειν τὴν τῶν ἐναντίων τάξιν καὶ πάλιν ὑποστρέφειν καὶ αὖθις ἐμβάλλειν. ἀναστροφαὶ δέ εἰσιν αἱ εἰς τοὐπίσω ὑποχωρήσεις. |
| δ 911 | Διεκπερδικίσαι: διαδρᾶναι, ἐκφυγεῖν, ἐξαπατῆσαι. ἀπὸ τοῦ πέρδικος, πανούργου ὄντος καὶ ἀποδιδράσκοντος. |
| δ 912 | Διέκυψαν. χόρτῳ παραπλησίως ἀπὸ τῆς γῆς διακύψαντες ἤνθησαν. |
| δ 913 | Διελέσθαι: διαμερίσαι. |
| δ 914 | Διέλιπεν: ἀφῆκεν. |
| δ 915 | Διεμήρισαν ἄνδρες ἐρασταί. καὶ Διαμηρίζοιμι, ἀντὶ τοῦ συνουσιάσοιμι. Ἀριστοφάνης· τῆς διακόνου πρώτης ἀνατείνας τὼ σκέλη διαμηριῶ. |
| δ 916 | Διεμπολᾶν: τὰ πρὸς πραγματείαν ἐπιτήδεια ἀγοράζειν. |
| δ 917 | Δι’ ἐναντίας. |
| δ 918 | Διενέγκαντες: ὑπερενέγκαντες. πολλὰ γὰρ δὴ πράγματα δι‐ ήνεγκαν μεθ’ ἡμῶν, εἰσβολάς τε καὶ μάχας. καὶ αὖθις· οὕτω δὲ διενέγκαντός μου ἐπὶ μῆνα ἡμερῶν. |
| δ 919 | Διενεγκεῖν: ἀγαγεῖν. Εὐνάπιος· κατὰ τούτους τοὺς χρόνους ὑπὸ τῆς ἀνδρώδους γυναικὸς ἔργον τι κατετολμήθη καὶ συνεπράχθη γενναῖον οὕτω καὶ ἀνδρῶδες ὥστε ἄπιστον εἶναι διενεγκεῖν εἰς τὴν διήγησιν. καὶ Διενέγκω· δοτικῇ. καὶ Διενέγκῃς· αὐθυπό‐ τακτον. |
| δ 920 | Διενήνοχα: διαφέρω. |
| δ 921 | Δι’ ἐνιαυτοῦ: ἀντὶ τοῦ δι’ ὅλου τοῦ ἐνιαυτοῦ· καὶ δι’ ἡμέρας ἀντὶ τοῦ δι’ ὅλης τῆς ἡμέρας. |
| δ 922 | Διενοχλῶ σοι· καὶ αἰτιατικῇ. |
| δ 923 | Διεντέρευμα: τὸ ἐρώτημα. |
| δ 924 | Διεξάγοντας: διοικοῦντας. μεθυσκομένους καὶ ῥᾳδίως διεξ‐ άγοντας τὰ κατὰ τὴν φυλακήν. |
| δ 925 | Διεξέπεσε· τὰ ὅπλα ἀνελόμενος διεξέπεσε διὰ τῶν πολεμίων. τουτέστι διήλασε, διῆλθε, διέφυγεν. |
| δ 926 | Διέξειν: ὑπάρξειν. οὕτω γὰρ διέξειν τὰς χεῖρας καὶ φροντιεῖν τοῦ μηδὲν ἀδίκημα ποιήσειν τὸν Προυσίαν εἰς αὐτούς. |
| δ 927 | Διεξῄεσαν. |
| δ 928 | Δίεξιν: διεξέλευσιν. |
| δ 929 | Διεξιφίσω: διεμαχέσω περὶ τῆς χώρας. ἐν Μαραθῶνι πολεμήσας πρὸς τοὺς Μήδους τοῖς ξίφεσι κατ’ αὐτῶν ἐχρήσω. Μαραθὼν δὲ τόπος τῆς Ἀττικῆς, εἰς ὃν ἐνωρμίσατο Δᾶτις καὶ Ἀρτάβαζος Μηδικοὶ σατράπαι πεμφθέντες ὑπὸ Δαρείου βασιλέως καταδουλώσασθαι τὴν Ἑλλάδα. ἔνθα συμβαλόντες αὐτοῖς οἱ Ἀθηναῖοι Μιλτιάδου στρατη‐ γοῦντος, μόνων Πλαταιέων συμμαχησάντων αὐτῷ χιλίοις ἀνδράσι καὶ οὕτω πληρωθέντος τοῦ ἀριθμοῦ τῆς Ἑλληνικῆς δυνάμεως τῆς Περσικῆς καὶ τοῖς Ἕλλησι τῆς ἐλευθερίας αἴτιοι κατέστησαν, μόνοι ἐξ ἁπάντων τῶν Ἑλλήνων τὸν πρῶτον τῶν Περσῶν διαφθείραντες. |
| δ 930 | Διεξοδικούς· περὶ διαλεκτικῆς φησιν ὁ Ἀφροδισιεὺς Ἀλέξαν‐ δρος, ὅτι διαφέρει ἡ διαλεκτικὴ τῆς ῥητορικῆς τῷ τὴν διαλεκτικὴν περὶ πᾶσαν ὕλην τῇ δυνάμει χρῆσθαι καὶ μὴ διεξοδικοὺς ποιεῖσθαι τοὺς λόγους, ἀλλ’ ἐν ἐρωτήσει τε καὶ ἀποκρίσει (ἀπὸ γὰρ τούτου καὶ ὅλον τὸ ὄνομα αὐτῇ), καὶ καθολικωτέρας καὶ κοινοτέρας τὰς ἀπο‐ φάσεις ποιεῖσθαι, τὴν δὲ ῥητορικὴν μήτε περὶ πᾶσαν ὕλην ὁμοίαν εἶναι τῇ διαλεκτικῇ (περὶ γὰρ τὴν πολιτικὴν μᾶλλον ὁ ῥήτωρ), καὶ διεξοδι‐ κῶς γε ὡς ἐπὶ τὸ πλεῖστον χρῆσθαι λόγῳ καὶ περὶ τῶν καθέκαστα μᾶλλον λέγειν πρὸς περιστάσεις καὶ τύχας καὶ καιροὺς καὶ τὰ πρόσωπα καὶ τοὺς τόπους καὶ τὰ τοιαῦτα τοὺς λόγους σχηματίζει, ἅπερ ἐν τοῖς καθέκαστά ἐστι· περὶ τοιούτων γὰρ αἵ τε συμβουλαὶ καὶ τὰ ἐγκώμια καὶ αἱ δίκαι. Διεξοδικοὺς οὖν ἀντὶ τοῦ πλατυτέρους, καθολι‐ κωτέρους. Διεξῳδηκὸς δὲ τὸ διωγκωμένον. |
| δ 931 | Διεξοδικῶς: λεπτομερῶς. καὶ Διεξοδικώτερον, λεπτο‐ μερέστερον. |
| δ 932 | Διέξοδοι: ἐκπνοαί, ἐκκρίσεις. λήθουσι γάρ τοι καὶ ἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν τόκῳ σπαρῇ. ἔστι δὲ ταῦτα ἐκ τοῦ Οἰνομάου Σοφοκλέους. |
| δ 933 | Διεξόδους ὑδάτων: ἀντὶ τοῦ κρουνηδὸν ἐφέροντο τὰ δάκρυα. Δαβίδ· διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου. Διέξοδοι οὖν ὑδάτων οἱ ὀχετοί. |
| δ 934 | Διεπεραιώθη: διειλκύσθη, διῆλθε. κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη. ἀντὶ τοῦ ἐγυμνώθη. εἰ μὴ γὰρ εἰς πέρας ἑλκυσθῇ, οὐκ ἐξέρχεται. |
| δ 935 | Διέπεσεν: ἀπέτυχεν. καὶ ἡ μὲν κατὰ τὸν Βιθίαν ἐλπὶς τούτῳ τῷ τρόπῳ διέπεσεν. |
| δ 936 | Διέπει: ἐνεργεῖ, διοικεῖ, καθίσταται. |
| δ 937 | Διεπίμπρατο. |
| δ 938 | Διέπτυξε: διεσαφήνισεν. |
| δ 939 | Διεπυνθάνετο: ἠρώτα. |
| δ 940 | Διερά· ὅτι τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ εἶναι ἔνικμα καὶ διερά. |
| δ 941 | Διεργάζεται: ἀναιρεῖ, κτείνει. Ἰώσηπος· πλήξας δὲ αὐτὸν κάτωθεν ἐπὶ τὸν βουβῶνα δόρατι παραχρῆμα διεργάζεται. καὶ Διεργασθείς, ἀναλωθείς. |
| δ 942 | Διερέττοντα: διακωπηλατοῦντα. |
| δ 943 | Διερευνῶ· αἰτιατικῇ. |
| δ 944 | Διέρρει: δύο σημαίνει, τὸ διεφθείρετο καὶ ἀντὶ τοῦ ἐπεφήμιστο. διέρρει δὲ φήμη λέγουσα καὶ εὐπατρίδην αὐτὸν εἶναι. |
| δ 945 | Διερειδόμεθα: στηριζόμεθα. |
| δ 946 | Διερήν: δίυγρον. καὶ Διερός, ὁ ὑγρός. |
| δ 947 | Διερικνοῦντο: διεκαμπυλοῦντο. |
| δ 948 | Διέρριψαν· τήν τε οὐσίαν καὶ τὰ ὀστᾶ αὐτοῦ, ἐπειδὴ φθάσας ἑαυτὸν προαπεχρήσατο, διέρριψαν. |
| δ 949 | Διερμηνεύω· δοτικῇ. |
| δ 950 | Διερρωγώς: διεσχισμένος. καὶ Διερρωγότα. |
| δ 951 | Διερρύη: διέδραμε, διῆλθε. τὸ γάρ τοι κλέος τῶν τετολμημένων διερρύη πολύ. λέγεται καὶ διέρρει. Αἰλιανός· διέρρει τοίνυν ὑπὲρ τῆς ἀνθρώπου κλέος σοβαρώτατον. ἀντὶ τοῦ λαμπρόν, ἐπηρμένον. |
| δ 952 | Διερρυηκόσιν· ἠλίθιον ἐφθέγξω καὶ τοῖς χείλεσι διερρυηκόσι. τουτέστι μωρῶς καὶ ἀνοήτως καὶ ἀπαιδεύτως, καὶ τοῖς χείλεσι κεχα‐ λασμένοις καὶ κεχηνόσιν· ἀντὶ τοῦ οὐ συνεστραμμένοις. |
| δ 953 | Διεσαρδάνισε: διεγέλασεν, οὐκ ἐπὶ διαχύσει, ἀλλ’ οἷον Σαρ‐ δάνιον γέλωτα. |
| δ 954 | Δίεσιν: διαχωρισμόν. καὶ ἡ πρὸ μουσικῆς ᾠδῆς κίνησις. δίεσις λέγεται τὸ ἐλάχιστον μέτρον τῶν ἐναρμονίων διαστημάτων, ὅπερ ἀπολωλὸς ἐκ τῆς ἡμετέρας αἰσθήσεως καὶ τὸ ἐναρμόνιον προσαπώλεσεν, ἀγυμνάστου πρὸς αὐτὸ τῆς ἀκοῆς ἀπολελειμμένης. |
| δ 955 | Δίεσις: τὸ χώρισμα. ἢ ἄνεσις. |
| δ 956 | Διεσκαριφησάμεθα: ἀντὶ τοῦ διελύσαμεν. σκάριφον γάρ ἐστι τὸ κάρφος καὶ φρύγανον. ἔστι δὲ τὰ τοιαῦτα εὐδιάλυτα καὶ εὐφύσητα. οὕτως Ἰσοκράτης. σκαριφήσασθαί ἐστι τὸ ἐπισεσυρμένως τι ποιεῖν καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν. |
| δ 957 | Διεσκεδασμένον: διατετυπωμένον. καὶ Διεσκέδασε, δι‐ εσκόρπισεν. |
| δ 958 | Διεσκευασμένην: μετὰ δόλου γεγραμμένην. Πολύβιος· ἐκ‐ πέμπουσι τῶν Κρητῶν τινας ὡς ἐπὶ λῃστείαν δόντες ἐπιστολὴν δι‐ εσκευασμένην. |
| δ 959 | Διεσκήριπτεν: ἐπεστήριζεν. ἦλθε πόθ’ ἑρπύζουσα σὺν δρυὸς ξύλῳ, τό μιν διεσκήριπτε τὴν τετρωμένην. |
| δ 960 | Διεσκίασται: ἀποκέκρυπται. |
| δ 961 | Διεσμιλευμένον: διεσχισμένον, ἠκριβωμένον, ἐξεσμένον, περι‐ κεκαθαρμένον. |
| δ 962 | Διεσπαθηκότα: διερριφότα. |
| δ 963 | Διεσπευσάμην: ἀντὶ τοῦ διὰ σπουδῆς ἐποιησάμην. ἢ ἀντὶ τοῦ διεπραξάμην. |
| δ 964 | Διεσπλεκωμένῃ· Ἀριστοφάνης Πλούτῳ· οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν τε καὶ τρισχιλίων. τὸ πλέκειν ἐπὶ τοῦ συνουσιάζειν τάττουσιν, οὐχ ὡς προηγουμένως τοῦ σημαινομένου, ἀλλ’ ὁμοίως πολλοῖς συμβολικοῖς ὀνοματοποιοῦντες, καὶ μάλιστα ἐν οἷς τὸ εὐθυρημονεῖν ἐνίσταται. |
| δ 965 | Διέστειλεν: ἀντὶ τοῦ οὐκ ἀναμφιβόλως ἐχρήσατο τοῖς λόγοις. περὶ Μωσέως δέ ἐστι. Δαβίδ· καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτῶν. |
| δ 966 | Διεσφαιρίσθη: ὥσπερ σφαῖρα κατηνέχθη. |
| δ 967 | Διεσφηκωμένον: διαδεδεμένον. |
| δ 968 | Διέσχεν: διῆλθεν. Ἀρριανός· οἱ μὲν γὰρ διέσχον τὴν φά‐ λαγγα ἀντὶ τοῦ διεχώρισαν· τῶν δὲ ὑπερκυλισθεῖσαι αἱ ἅμαξαι ὀλίγα ἔβλαψαν. |
| δ 969 | Δίεται: διέρχεται. |
| δ 970 | Διέτεινε: διαρρήδην εἶπεν. |
| δ 971 | Διετέτατο· ἀλλ’ οὐ διετέτατο. ξύλοις τέσσαρσι διετέτατο. |
| δ 972 | Διετείνοντο: ἰδίως Ἀντιφῶν. ἀντὶ τοῦ διὰ συντόνου σπουδῆς ἀπηρνήσαντο. |
| δ 973 | Διετής, διετοῦς. ἀπὸ διετοῦς καὶ κατωτέρω. ὁ Εὐαγγελιστής. |
| δ 974 | Διετίτρη· τῶν Λιβύων τὰ σκάφη μικρὰ ὄντα, ταῖς Ῥωμαϊκαῖς ναυσὶν ὑποτρέχοντα διετίτρη τὰς πρύμνας καὶ τὰ πηδάλια ἐξέκοπτεν. |
| δ 975 | Διευθετῶ: τὸ καλῶς διατίθεμαι. |
| δ 976 | Διευκρινῆ: σαφῆ. καὶ Διευκρίνησις, ἡ σαφήνεια. |
| δ 977 | Διευκρινημένοι: διακρίνοντες. καὶ Διευκρινήσας, καλῶς διαχωρίσας. τοὺς ἀλκιμωτάτους τοῦ πλήθους διευκρινήσας. |
| δ 978 | Διευφημῶ, Διαφημίζω δέ. |
| δ 979 | Διέφερον· Ἀππιανός· οἱ δὲ Κελτοὶ ἐς Ῥωμαίους τι μήνιμα ἐκ πολλοῦ διέφερον. ἀντὶ τοῦ εἶχον, ἐνεκότουν. |
| δ 980 | Διέφερον: παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ διήνυον ἢ ὑπέμενον ἢ ἐπιμελῶς ἐξήνυον. οἱ δὲ Ἀθηναῖοι τὸν πόλεμον διέφερον. |
| δ 981 | Διεφθαρμένος: τοῦ πρέποντος παρατραπεὶς τὸν νοῦν. ἤδη γὰρ Ἀντώνιος τῷ Κλεοπάτρας ἔρωτι διεφθαρμένος ἥττων ἦν ἐν πᾶσι τῆς ἐπιθυμίας. |
| δ 982 | Διεφορήθη· χρημάτων δὲ ἄπιστον πλῆθος διεφορήθη. ἀντὶ τοῦ ἐξηνέχθη, ἐξεκομίσθη. |
| δ 983 | Διεφόρησαν: μετεκόμισαν. τάς τε καταλειφθείσας ἐν τῷ χάρακι κατασκευάς, πολλαὶ δ’ ἦσαν, ὡς ἐς χρόνιον πολιορκίαν διε‐ φόρησαν. |
| δ 984 | Δι’ ἔχθρας γενήσομαι: ἀντὶ τοῦ ἐχθρὸς ἔσομαι. Ἀριστο‐ φάνης· οὐ γὰρ δι’ ἔχθρας οὐδετέρῳ γενήσομαι. τὸν μὲν γὰρ ἡγοῦμαι σοφόν, τῷ δὲ ἥδομαι. τὸν Αἰσχύλον σοφόν, ἥδομαι δὲ τῷ Εὐριπίδῃ. |
| δ 985 | Διεχρήσατο· αἰτιατικῇ. |
| δ 986 | Διέχουσαν: ἀπῳκισμένην οὖσαν. ἐς Σελεύκειαν πόλιν ἐπι‐ θαλασσίαν ἀφίκετο, Ἀντιοχείας ρʹ καὶ λʹ σταδίους διέχουσαν. |
| δ 987 | Διεψευσμένοι: ἠγνοηκότες. Πολύβιος· πάντων τούτων ἦσαν διεψευσμένοι οἱ Αἰτωλοί. καὶ αὖθις· διεψεύσθησαν δὲ τοῖς λογισμοῖς· κατετάχησε γὰρ αὐτοὺς Ἀννίβας ἐξελὼν τὴν πόλιν. |
| δ 988 | Διζημένη καὶ Διζήμενος, ζητῶν. |
| δ 989 | Διειδές: λαμπρόν, διαυγές. καὶ καθαρὸν ὕδωρ. |
| δ 990 | Διεῖλεν: ἐχώρισεν. |
| δ 991 | Δίειμι: διέρχομαι. |
| δ 992 | Διεῖπεν: διῴκει, περιήρχετο. |
| δ 993 | Διειργάσατο: ἐφόνευσεν, ἀπέκτεινεν. ὁ δὲ καὶ τῶν ἄλλων ἑκάτερον διειργάσατο. |
| δ 994 | Διείργω· γενικῇ. οὔτε ἡ ἀρχὴ τῷ ἀρχὴ εἶναι τοῦ ἀνάρχου διείργεται. αἰτιατικῇ δέ· οὐ μόνον πλοῦτον διεῖργον τῶν ὀρεκτῶν κόλπων τοῦ Ἀβραάμ. |
| δ 995 | Διείρεο. |
| δ 996 | Διείρουσι: τὸ ἐπιβάλλουσιν. |
| δ 997 | Διειρωνόξενοι: ἐξαπατῶντες τοὺς ξένους καὶ ψευδόμενοι δι’ εἰρωνείας καὶ ὑποκρίσεως. οἱ Λάκωνες· παρ’ οἷς καὶ ὁ τῆς ξενηλασίας ἔκειτο νόμος. ὅτι δὲ αἰσχροκερδεῖς καὶ μικρολόγοι οἱ Λάκωνες, δηλοῖ ὁ χρησμός· ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἄλλο δὲ οὐδέν. ἦσαν δὲ καὶ περὶ τοὺς ξένους ἀπάνθρωποι, καὶ οὐκ ἐξὸν ξένῳ τινὶ ἀεὶ τῆς Σπάρτης ἐπιβαίνειν, ἀλλ’ ὡρισμέναις ἡμέραις. |
| δ 998 | Διείς: ἐκτείνας, ἁπλώσας. διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς. |
| δ 999 | Δίεισι: διέρχεται. |
| δ 1000 | Διῆγε: παρεξέτεινεν. Ἰωάννης Ἀντιοχεύς· ὃς ἐρυμνὰ χωρία κατειληφὼς ἐπὶ πολὺ διῆγε τὸν πόλεμον, ἀμβλύνων τὴν τοῦ Ἀννίβου ὀξύτητα χρονίαις διατριβαῖς. |
| δ 1001 | Διηγκυλημένον: τὸ ἀκόντιον μεταχειριζόμενον. ἀντὶ τοῦ ἐν μασχάλῃ κρατῶν τὸ δόρυ. Ξενοφῶν· ὁ δὲ πᾶσι παρήγγελλε διηγκυλημένους ἰέναι, ὡς ὁπόταν σημήνῃ ἀκοντίζειν δεήσοι· καὶ τοὺς τοξότας ἐπιβεβλῆσθαι ἐπὶ ταῖς νευραῖς, ἢ οὕτως ὡς ὁπόταν σημήνῃ, τοξεύειν δεῆσον. καὶ τοὺς γυμνῆτας λίθων ἔχειν μεστὰς διφθέρας. |
| δ 1002 | Διηθεῖν: διυλίζειν. καὶ Διηθεῖται, ἀφυλίζεται. Δι‐ ήθησις γὰρ ἡ διύλισις. |
| δ 1003 | Διῆκαν: διέπεμψαν. |
| δ 1004 | Διήκει: διέρχεται. ὁ δὲ εἶπεν, ἀλλὰ πιστεύω· πάνυ γάρ σου κλέος ἐπ’ ἀρετῇ διήκει. |
| δ 1005 | Διήκουσαν: διελθοῦσαν, διερχομένην. |
| δ 1006 | Διήκουσεν. ἠκροάσατο. |
| δ 1007 | Διήλλαξεν: ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν. ἢ ἀντὶ τοῦ ἤμειψεν. |
| δ 1008 | Διήλυσις: ὁ χωρισμός. |
| δ 1009 | Διήνεγκαν· γενικῇ. ὑπέμειναν, ἐκαρτέρησαν. Προκόπιος· Ῥωμαίων δὲ ἱππεῖς ἦσαν ἄρχοντες ἱππέων, οἳ τὰ πρότερα τὴν ἐς Δάρας μάχην διήνεγκαν. τουτέστιν ὑπερήνεγκαν, ἢ διεπράξαντο. καὶ αὖθις· ἐπ’ ἐννέα διήνεγκε τὴν πολιορκίαν ἔτη. |
| δ 1010 | Διηνέχθη: ἐμαχέσατο. |
| δ 1011 | Διηνθισμένας: ἐκ τοῦ διανθίζω, τοῦ τὰ ἄνθη συλλέγω. |
| δ 1012 | Διηρέθιζεν: ἀνεκίνει, ἀνετάραττεν, ἀνερρίπιζεν. ὁ δὲ τὸ θηριῶδες καὶ ἄγριον ὑπεκίνει καὶ διηρέθιζεν, εἴ που κύριος γένηται τοῦ χωρίου. |
| δ 1013 | Διῆρες πλοῖον. |
| δ 1014 | Διῄρει: διέτεμε, διεμέριζεν. ὁ δὲ πρεσβύτης ὢν διῄρει τὰς μοίρας τῶν κρεῶν. |
| δ 1015 | Διῄρηκε: διεχώρισεν. |
| δ 1016 | Διήρης ναῦς: ὑπὸ δύο ἐρετῶν ἐλαυνομένη. |
| δ 1017 | Διῄρησαι: δέδεσαι. |
| δ 1018 | Διηρθρωμένον: δεδηλωμένον, ἠκριβωμένον. |
| δ 1019 | Διήρκεσε: διέμεινε, παρέμεινεν. αἱ δὲ ἐντολαί, ἃς τοῖς βασιλεῦσιν ἐνετείλατο, καὶ τὰ ἐπεσταλμένα τοῖς Κελτοῖς εἰς τοσόνδε διήρκεσεν εἰς ἐπανόρθωσιν τῶν ἀδικημάτων ὥστε ἀπέδοσαν μὲν τὰ ἁρπασθέντα. καὶ τὰ λοιπά. |
| δ 1020 | Διῆρξα: ἀντὶ τοῦ διὰ τέλους ἦρξα. Λυσίας. |
| δ 1021 | Διιπόλεια: ἑορτὴ Ἀθήνησιν, ἐπιτελουμένη Διί. |
| δ 1022 | Διήρτησεν: ἐξηπάτησεν, ἐπλάνησεν. |
| δ 1023 | Διήσειν: διαφήσειν. οὓς οὔτε δέξασθαι οὔτε διήσειν διὰ τῆς χώρας ὠμωμόκεσαν. |
| δ 1024 | Διηύθυνεν: ἐκώλυσεν. |
| δ 1025 | Διηυχενίζετο: ὑψηυχένει. ἕτερα δὲ οὐ πολύ τι μείω ἀν‐ ωρθοῦτο καὶ διηυχενίζετο, ἀλλὰ τούτων βαρύτερα καὶ κεραυνῷ προσ‐ εμφερῆ. |
| δ 1026 | Διηυχενίζετο: τὸν αὐχένα ὄρθιον εἶχεν. Εὐνάπιος· ὁ δὲ ἐπὶ τὰ λειπόμενα τῶν πραγμάτων διεξανιστάμενος ἀνωρθοῦτο καὶ διηυχενίζετο πρὸς τὸν λεγόμενον Λέοντα, ὅπως αὐτὸν φονεύσειεν. |
| δ 1027 | Διήφυσεν: διέκοψεν. |
| δ 1028 | Διηχή: ἡ τῶν ἤχων διαπορθμευτικὴ δύναμις, ἣ διὰ τῶν μηνίγ‐ γων καὶ τοῦ ἔνδοθεν πνεύματος ἐνεργεῖται. |
| δ 1029 | Διθυραμβοδιδάσκαλοι περὶ μετεώρων καὶ περὶ τῶν νεφε‐ λῶν λέγουσι πολλὰ καὶ συνθέτους δὲ λέξεις ἐποίουν καὶ ἔλεγον ἐνδια‐ εριαιερινηχέτους· οἷος ἦν Ἴων ὁ Χῖος, ὁ ποιητής. ἐποίησε δὲ ποίημα, οὗ ἡ ἀρχή· ἀοῖον ἠεροφοίταν ἀστέρα μῆνα μὲν ἀελίου λευκῇ πτέρυγι πρόδρομον. παίζων δὲ Ἀριστοφάνης ἀοῖον αὐτὸν ἀστέρα φησὶ κλη‐ θῆναι. περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ κωμῳδίας καὶ ἐπιγράμ‐ ματα· καταλογάδην καὶ Πρεσβευτικὸν λεγόμενον. καὶ Σωκράτους τοῦ φιλοσόφου ἐστὶ λόγος εἰς αὐτόν. καὶ Καλλίμαχος ἐν Χωλιάμβοις μέμνηται αὐτοῦ, ὅτι πολλὰ ἔγραψε. |
| δ 1030 | Διθύραμβος: ὕμνος εἰς Διόνυσον. ὁ δὲ Ἀπολλώνιος λόγων ἰδέαν ἐπήσκει οὐ τὴν διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασι. |
| δ 1031 | Διθυράμβων νοῦν ἔχεις ἐλάττονα: ἐπὶ τῶν ἀδιανοήτων. |
| δ 1032 | Διθύροις: διπτύχοις, διπλαῖς θύραις. |
| δ 1033 | Δίθυρσον· Ἀρριανός. τὸ δίθυρσον, τὸ λογχωτὸν καὶ τὸ περισφύριον, οἷς ἀνέδην ἐβάκχευεν, ὅτ’ ἐς Διόνυσον ἐφοίτα. |
| δ 1034 | Διιέναι: διέρχεσθαι. |
| δ 1035 | Διιέντα: ἐκπέμψαντα. |
| δ 1036 | Διίεται: διέρχεται. |
| δ 1037 | Διιθύτης: ὁ διευθύνων. |
| δ 1038 | Διιείς: διαπέμψας. |
| δ 1039 | Διίημι: διέρχομαι. καὶ Διίησιν. |
| δ 1040 | Διικνείσθω· γενικῇ. φθασάτω. καὶ Διικνούμενος, διερ‐ χόμενος. |
| δ 1041 | Δίιος ὀργὴ καὶ Δίιος βωμός. |
| δ 1042 | Διῖχθαι: διέρχεσθαι. |
| δ 1043 | Διιππασία καὶ Ἀνιππασία: τῶν ἵππων ἅμιλλα, ὥσπερ δὴ διωμοσία καὶ ἀντωμοσία τὸ αὐτὸ ἄμφω δηλοῖ. |
| δ 1044 | Διιπετέος: τοῦ ὑπὸ Διὸς πληρουμένου. |
| δ 1045 | Διιπόλεια: ἑορτή τις Ἀθήνησι τὰ Διιπόλεια. καὶ Διιπο‐ λειώδη καὶ τεττίγων ἀνάμεστα. Διιπόλεια, τὰ λεγόμενα Διάσια. ἑορτὴ οὕτως ἐλέγετο, διότι τῷ Πολιεῖ Διὶ ἐθύετο. |
| δ 1046 | Διίπταται· αἰτιατικῇ. |
| δ 1047 | Διισθμήσαντα: τὸν ἰσθμὸν διαβιβάσαντα. παρεκάλει αὐτὸν βοηθεῖν, τοὺς λέμβους διισθμήσαντα. |
| δ 1048 | Διισθμονίσαι: τὸ διὰ τοῦ Ἰσθμοῦ ἕλκειν τὴν ναῦν· ὅπερ ἐποίουν ἐν τῷ Ἰσθμῷ οἱ Κορίνθιοι. |
| δ 1049 | Διιστάς: διαχωρίζων. |
| δ 1050 | Διίσταται· γενικῇ. διαχωρίζεται. |
| δ 1051 | Διίσχω σου, τὸ κρατῶ σου καὶ ἄρχω σου. καὶ Διισχύω· γενικῇ. |
| δ 1052 | Διισχυρίζομαι: ἀνθίσταμαι, ἀμφιβάλλω. περὶ τούτων οὐδὲν διισχυρίζομαι. |
| δ 1053 | Διιτρέφης ἀνεπτέρωκεν: ἐπὶ τῶν ἀναπειθόντων ἐπί τι πρᾶγμα. Ἀριστοφάνης· δεινῶς τέ μου τὸ μειράκιον ἀνεπτέρωκεν ὥσθ’ ἱππηλατεῖν. οὗτος γὰρ πρότερον πυτινοπλόκος ἦν, ἔπειτα ἐγέ‐ νετο φύλαρχος καὶ ἵππαρχος. |
| δ 1054 | Διιτρέφης πυτιναῖα ἔχων πτερά· οὗτος πολυπράγμων ἐγένετο, ὃς θάλλινα ποιῶν ἀγγεῖα ἐπλούτησε καὶ ἱππάρχησε καὶ ἐφυ‐ λάρχησεν. Εὐφρόνιος δὲ τὰ περὶ τῷ τραχήλῳ τῆς πυτίνης κρεμώμενα ἱμαντάρια ἑκατέρωθεν πτερὰ καλεῖσθαι· καὶ ὅτι οὗτος πυτίνας ἔπλεκε. τινὲς δὲ εἰς πένητα εἰρῆσθαι διὰ τὸ ἀνυπόκριτον. ὡς εἰ ἔφη, μηδὲν ἄλλο ἔχων ἀλλ’ ἢ πίθου πόδας καὶ χύτρας ὀμφαλούς. οὗτος δὲ ἦν νεόπλουτος καὶ ἅρπαξ καὶ πονηρός. Πλάτων ἐν Ἑορταῖς· καὶ ξένον, τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν· πυτίνη δέ ἐστι πλέγμα. ὃς ᾑρέθη φύλαρχος, ἵππαρχος, εἶτ’ ἐξ οὐδενὸς μεγάλα πράττει κἄστι νῦν ξουθὸς ἱππαλεκτρυών. ἀντὶ τοῦ ἤδη μέγας ὄρνις γέγονε καὶ οὐχ ὁ τυχών. ἢ βουλευτής· ὁ γὰρ ἀλεκτρυὼν ἐν τοῖς ὄρνισιν ἐντιμότερος. |
| δ 1055 | Δικάζεσθαι Βίαντος τοῦ Πριηνέως κρείσσων. καὶ Πριήνη δίκη, ἐπὶ τῶν ἰσχὺν ἐχόντων ἐν τῷ δικάζεσθαι. |
| δ 1056 | Δικάζω· αἰτιατικῇ. τὸ ἐγκαλῶ. καὶ στρατηγῷ δικάζομεν. |
| δ 1057 | Δικαϊκόν· τρέχε ἐπὶ τὸ σεαυτοῦ ἡγεμονικόν, ἵνα νοῦν δικαϊκὸν αὐτὸ ποιήσῃς. |
| δ 1058 | Δικασπόλοι: δικασταί. |
| δ 1059 | Δίκας πραττόμενοι: ἀντὶ τοῦ τιμωρίαν ἐπιζητοῦντες. |
| δ 1060 | Δικασταὶ αἱρετοί· ζήτει ἐν τῷ Ἀμφικτυόνες. |
| δ 1061 | Δικαιάρχεια: πόλις. Δικαιαρχία δὲ ἡ δικαίως ἄρχουσα. |
| δ 1062 | Δικαίαρχος, Φειδίου, Σικελιώτης, ἐκ πόλεως Μεσσήνης, Ἀρι‐ στοτέλους ἀκουστής, φιλόσοφος καὶ ῥήτωρ καὶ γεωμέτρης. Καταμε‐ τρήσεις τῶν ἐν Πελοποννήσῳ ὀρῶν, Ἑλλάδος βίον ἐν βιβλίοις γʹ. οὗτος ἔγραψε τὴν πολιτείαν Σπαρτιατῶν· καὶ νόμος ἐτέθη ἐν Λακε‐ δαίμονι καθ’ ἕκαστον ἔτος ἀναγινώσκεσθαι τὸν λόγον εἰς τὸ τῶν Ἐφόρων ἀρχεῖον, τοὺς δὲ τὴν ἡβητικὴν ἔχοντας ἡλικίαν ἀκροᾶσθαι. καὶ τοῦτο ἐκράτει μέχρι πολλοῦ. |
| δ 1063 | Δικαίαρχος, Λακεδαιμόνιος, γραμματικός, ἀκροατὴς Ἀρι‐ στάρχου. |
| δ 1064 | Δικαιογένης: ὄνομα κύριον, ὃς τραγῳδίας καὶ διθυράμβους ἔγραψεν. |
| δ 1065 | Δικαιοδοσία. Πολύβιος· ὅταν ᾖ τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν ἀδικησάντων ἢ κατὰ νόμους ἢ κατά τινας ἄλλας ὑποκειμένας δι‐ καιοδοσίας. ἀντὶ τοῦ εὐλόγους ἀφορμάς. |
| δ 1066 | Δικαιοδότης: ὁ δικαστής. |
| δ 1067 | Δικαιόπολις: πόλις ἐν Θράκῃ, πλησίον Αὐδήρων. |
| δ 1068 | Δικαιοπραγεῖν· καὶ μηδενὶ δικαιοπραγεῖν παρὲξ τῶν προσ‐ ταττομένων. |
| δ 1069 | Δίκαιον πρᾶγμα: ὅτι τῷ νόμῳ ἐστὶ σύμφωνον καὶ κοινωνίας ποιητικόν. |
| δ 1070 | Δίκαιος· κατὰ τὸν Αἰσχύλον οὐ δοκεῖν δίκαιος, ἀλλ’ εἶναι θέλων, βαθεῖαν τῷ ὄντι καὶ αὐτὸς αὔλακα διὰ φρενῶν καρπούμενος. ὅτι ἡ κωμῳδία τὸν δίκαιον οὐ πολιτικὸν οὐδ’ ἥμερον καλεῖ. |
| δ 1071 | Δίκαιος· δοκῶ δὲ ἐγὼ τοῦτον δειλιᾶν τῷ ξυνειδέναι, οὐ δί‐ καιος ὢν περὶ βασιλέα· ὧν ἐπάξιος τυχεῖν ἦν, ταῦτα ὡς καὶ πεισόμενος ἤδη δειμαίνει. |
| δ 1072 | Δίκαιος· ὅτι ἔφη τις τῶν ὁσίων· ἄλλους μὲν γὰρ οὐ πάντες ἀπαιτούμεθα σῶσαι, ἑαυτοὺς δὲ πάντες πάντως. καὶ ἄλλος· σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν. καὶ ὁ Προφήτης ὡς ἐκ θεοῦ· ἐν τῷ ἀπο‐ στρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ ποιῆσαι ἀδικίαν πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. καὶ δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτόν, ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ. |
| δ 1073 | Δικαιοσύνη: ἐπιστήμη ὧν αἱρετέον καὶ εὐλαβητέον καὶ οὐδε‐ τέρων. δικαιοσύνη οὖν ἡ κοινὴ ἀρετὴ καὶ ἡ ἀντιδιαιρουμένη ταῖς ἄλλαις ἀρεταῖς ὁμωνύμως. διαφέρει δὲ ἀνδρία καὶ δικαιοσύνη, ὁμο‐ γενεῖς οὖσαι ὑπὸ τὸ αὐτὸ γένος, τὴν ἀρετήν· οἷον ἄλλως μὲν ἡ ἀν‐ δρία μεσότης, ἄλλως δὲ ἡ δικαιοσύνη· ἡ μὲν γὰρ δύο κακιῶν, θρασύ‐ τητος καὶ δειλίας, ἡ δὲ πλεονεξίας καὶ μειονεξίας ἐξ ὧν ἡ ἀδικία· ἐν γὰρ τούτοις τῇ ἀδικίᾳ τὸ εἶναι. καὶ περὶ ἄλλα μὲν ἡ ἀνδρία, περὶ γὰρ τὰς τῶν κινδύνων ὑπομονάς· περὶ ἄλλα δὲ ἡ δικαιοσύνη, περὶ γὰρ τὸ ἴσον, τό τε ἐν διανομῇ καὶ τὸ ἐν τοῖς συναλλάγμασι. καὶ οὕτω μὲν τὰ ὁμογενῆ. |
| δ 1074 | Δικαιοσύνη: οὐχ ἡ πολιτικὴ ἀρετή, ἀλλ’ ἡ μείζων, τῷ δὲ αὐτῷ ὀνόματι χρωμένη. δικαιοσύνην δὲ τὴν ἑκάστῃ τῶν λοιπῶν ἀρε‐ τῶν οἰκειοπραγίαν ἀρχῆς πέρι καὶ τοῦ ἄρχεσθαι. καὶ Δικαιοσύνη, ἀποχὴ κερδῶν. |
| δ 1075 | Δικαιοσύνη καὶ ἡ τελεία ἀρετὴ καὶ ἡ δικαία αἴτησις, ὡς ὁ ψάλλων· Δαυίδ· εἰσάκουσον, κύριε, δικαιοσύνης μου. |
| δ 1076 | Δικαιότερον σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων· σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσιν, ἴσως παρὰ τὴν στάσιν. καὶ ἑτέρα παροιμία. Δικαιότερος τρυτάνης. |
| δ 1077 | Δικαιούμενος: κολαζόμενος. δίκης τυγχάνων. |
| δ 1078 | Δικαιοῦν: δύο δηλοῖ, τό τε κολάζειν καὶ τὸ δίκαιον νομίζειν· οὕτως Ἡρόδοτος. δικαιῶν τοῖς αὐτοῖς ἀμύνεσθαι τοὺς Σκύθας, οἷς δὴ καὶ αὐτοὶ ἐς Ἀθηναίων τοὺς ἐνδόντας τὴν ἄκραν ὑπῆρξαν παρα‐ σπονδήσαντες. καὶ αὖθις Ἀππιανός· ξυμβάσεις ποιεῖν, ἐφ’ οἷς ἂν Γάβιοι δικαιῶσιν. ἀντὶ τοῦ δίκαιον εἶναι νομίζωσι. καὶ Ἰώσηπος· οἱ δὲ ἐφ’ ὕβρει τὴν δικαίωσιν λογιζόμενοι, κατασπάσαντες τῶν ὅπλων πολλά, ᾤχοντο εἴς τι χωρίον. |
| δ 1079 | Δικαιοῦσαν· αἰτιατικῇ. καταδικάζουσαν. ὑπὲρ δὴ τούτων τὴν Ἄρτεμιν μηνίσαι καὶ μετελθεῖν 〈δικαιοῦσαν〉 αὐτοὺς τῆς γῆς ἀγονίᾳ. |
| δ 1080 | Δικαίωμα· ὅτι οὐδὲν δικαίωμα τῶν ὅπλων ἰσχυρότερον· πᾶς γὰρ ὁ δυνάμει προὔχων δικαιότερα ἀεὶ καὶ πράττειν καὶ λέγειν δοκεῖ. ὅτι Ἀρχέλαος, ὁ Φυσικὸς τὴν αἵρεσιν ἐπικληθείς, ἐδόξασε τὸ δίκαιον καὶ αἰσχρὸν οὐ φύσει εἶναι, ἀλλὰ νόμῳ. |
| δ 1081 | Δικαιώματα: εὐλόγους ἀφορμάς. ἐάν τε γὰρ νικῶμεν ἡμεῖς, ἕξεις πρὸς ἐμὲ δικαιώματα μεγάλα, διότι κεκοινώνηκας ἡμῖν τῶν με‐ γίστων κινδύνων. |
| δ 1082 | Δικαιώματα, νόμος, ἐντολαί, κρίματα· νόμον καλεῖ τὸν ὑπὸ τοῦ θεοῦ διὰ τοῦ Μωσέως δεδομένον, ἐντολὰς δὲ καὶ προστάγματα πάλιν τὸν αὐτὸν ὡς βασιλικῶς ἐνταλθέντα καὶ προσταχθέντα, δι‐ καιώματα, ὡς δικαιοῦν τὸν κατορθοῦντα δυνάμενον, κρίματα δὲ ὡς τὰς θείας ψήφους ὑποδεικνύντα καὶ τὰς ἀξίας ἀντιδόσεις τῶν τε ἐν‐ νόμως καὶ παρανόμως βιούντων, μαρτύρια δὲ ὡς διαμαρτυρούμενον καὶ δεικνύντα, οἵαις ὑποβληθήσονται οἱ ταῦτα παραβαίνοντες. δικαιώματα δὲ καὶ αἱ κατακρίσεις. |
| δ 1083 | Δικαίως ἀδίκως: ἀντὶ τοῦ παντὶ τρόπῳ. Ἀριστοφάνης Πλούτῳ· ἡ γὰρ οἰκία αὕτη ’στίν, ἣν δὴ χρημάτων σήμερον μεστὴν ποιῆσαι, καὶ δικαίως καὶ ἀδίκως. τουτέστι πάσῃ τέχνῃ. |
| δ 1084 | Δικαίωσις: κατάκρισις. οὐ γάρ τί που μετὰ μακρὸν ἐκο‐ λάσθη δικαιώσει. δικαιωθέντων πάντων τῶν ἀδελφῶν Ἀρισταίου τοῦ γίγαντος δικαίωσιν τὴν πρεπωδεστάτην. |
| δ 1085 | Δικαιώσεις: Λυσίας τὰς δικαιολογίας, Θουκυδίδης δὲ τὰς κο‐ λάσεις λέγει. |
| δ 1086 | Δικαιωτήρια: οἷον δικαστήρια. |
| δ 1087 | Δίκελλα: γεωργικὸν ἐργαλεῖον. οὐ βουσὶ καὶ δικέλλῃ πο‐ ριζομένοις τὸν βίον, ἀλλ’ ἵππῳ καὶ μαχαίρᾳ. καὶ Δικελλίτης. |
| δ 1088 | Δικέραιον: δύο κέρατα ἔχουσαν. ἐν Ἐπιγράμμασι· δέρμα δὲ καὶ δικέραιον ἀπὸ στόρθυγγα μετώπων σπασάμενος κούρᾳ θέτο παρ’ ἀγρώτιδι. |
| δ 1089 | Δίκη: ἡ ὑπὲρ ἰδιωτικῶν ἀδικημάτων συνισταμένη κατηγορία, καὶ ἧς τὸ τίμημα ὥρισται τοῖς νόμοις. ὁ δὲ δίκην ἄδικον δικάσας καὶ διαφυγὼν μὴ ἀπολέσθαι πρότερος τούτων περιῆν. καὶ δίκην γενέ‐ σθαι ἄδικον. αἱ τοιαῦται δίκαι οὕτω λέγονται αἱ εἰς ἄκαιρον ἀπο‐ καθιστάμεναι ἤτοι διὰ πολιτικὴν αἰτίαν ἢ τῶν μαρτύρων ἁλόντων ψευδοκατηγόρων. |
| δ 1090 | Δίκη: κρίσις. σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ ἐπὶ τῶν ἰδιωτικῶν ἐγκλημάτων λέγεται, ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος δῆλον ποιεῖ. |
| δ 1091 | Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην: ἐπὶ τῶν φιλοδί‐ κων καὶ συνειρόντων δίκας δίκαις. καί, Δίκην ὑφέξειν, κἂν ὄνος δάκῃ κύνα. ἐπὶ τῶν ἐπὶ μικροῖς συκοφαντουμένων. |
| δ 1092 | Δίκην: τρόπον. καὶ ὁ μὲν ἐξετρίβη πίτυος δίκην ῥιφεὶς εἰς θάλασσαν, καὶ δίδωσι δίκας αὐτῷ γένει. |
| δ 1093 | Δίκης: δικαιοσύνης, ἢ τιμωρίας. ἥξομεν κομιούμενοι παρ’ ἀνδρῶν ἀνοσίων καὶ ψευδόρκων δίκας. ὅτι τὴν δίκην φασὶν οἱ παλαιοὶ εὐθεῖάν τε εἶναι καὶ ἀκλινῆ καὶ ἄτρεπτον. καὶ τοῦτο ᾄδουσι μὲν πλεῖστοι, ἤδη δὲ καὶ ἀνάγκη· φύσιν γὰρ δήπου τὸ δίκαιον τοι‐ αύτην εἴληχεν. Ἡσίοδος δὲ αὐτὴν λέγει καὶ παρθένον καὶ ἀδιάφθορον, τῇ τε ἄλλῃ καὶ μέντοι καὶ ὑπ’ εὐνῆς ἀφροδισίου, αἰνιττόμενος ὅτι μὴ χρὴ δολοῦν τὸ δίκαιον, μήτε ἄλλως πεισθέντα μήτε λέχει παρατρα‐ πέντα. φησὶ δὲ καὶ μετιέναι αὐτὴν τιμωρουμένην τούτους, οἷσπερ οὖν ὕβρις μέμηλε κακὴ καὶ σχέτλια ἔργα. τοῖς γε μὴν ἐκείνην σέβουσι τήν τε γῆν καὶ τὰ οἰκεῖα βρύειν φησὶν ἀγαθὰ καὶ τὴν θάλατταν χο‐ ρηγεῖν ὅσα τίκτει καὶ τρέφει μάλ’ ἀφθόνως. ἀκούω δὲ αὐτὴν καὶ παρ’ αὐτοῦ Διὸς καθῆσθαι θρόνῳ καὶ κοινωνὸν τῶν ἀρίστων βουλευμάτων εἶναι. καὶ Ὅμηρος δὲ μέγα αὐτῆς τὸ κράτος ὑμνεῖ καὶ λέγει τοῖς ἀτιμάζουσιν αὐτὴν μηνιεῖν τὸν θεὸν καὶ λάβρους καταντλεῖν ὑετοὺς αὐτὴν καὶ χειμάρρους ἐπ’ αὐτοὺς ὠθεῖσθαι καὶ ἀφανίζειν πόλεις αὐτῶν καὶ ἔργα καὶ ποίμνας. καὶ ταύτῃ κολάζεσθαι τῇ τιμωρίᾳ ὕβρεως καὶ ἀτασθαλίας ἔργα ὑπομένοντας πρεπωδέστερα καὶ ἕτερα ἄττα. |
| δ 1094 | Δίκης ἀνάκρισις· οὐ πάσας δίκας κελεύουσιν οἱ νόμοι εἰσ‐ άγεσθαι, ἀλλ’ ὅταν ὁ φεύγων ἀντιλέγῃ καὶ παραγράφηται, λέγων εἰσαγώγιμον μὴ εἶναι αὐτήν, πρότερον ἐπὶ τούτῳ γίνεται κρίσις, ἥτις δίκης ἀνάκρισις λέγεται. |
| δ 1095 | Δίκης δικαιότερος: καθ’ ὑπερβολὴν ἐπὶ τῶν σφόδρα δι‐ καίων. |
| δ 1096 | Δίκης ὀφθαλμός· ὡς καὶ πάντας ἀνθρώπους ὁμολογῆσαι, διότι κατὰ τὴν παροιμίαν ἔστι δίκης ὀφθαλμός, ἧς μηδέποτε κατα‐ φρονεῖν ἀνθρώπους ὑπάρχοντας. |
| δ 1097 | Δείκηλα: μιμήματα, εἰκάσματα. τὸ δει δίφθογγον. κυρίως τὸ ὁμοίωμα καὶ εἴκελον τῷ Διί, καταχρηστικῶς δὲ πᾶν ὁμοίωμα. |
| δ 1098 | Δικηλιστῶν καὶ Μιμηλῶν: εἶδός ἐστι κωμῳδίας, ὥς φησι Σωσίβιος ὁ Λάκων. |
| δ 1099 | Δικητροπεῖ: φυγαδεύει. ἀλλ’ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει. ἀντὶ τοῦ καταδίκην. |
| δ 1100 | Δικιδίοις: ὑποκοριστικῶς ταῖς δίκαις. |
| δ 1101 | Δικλίς, δικλίδος καὶ δικλίδας, δίθυρον. ἐν Ἐπιγράμμασι· δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσώποις. |
| δ 1102 | Δικορραφεῖν: δίκας συρράπτειν, ἐν τοῖς δικαστηρίοις ἀνα‐ στρέφεσθαι. |
| δ 1103 | Δίκορος· ὅτι Ἀναστάσιος ὁ τῶν Ῥωμαίων βασιλεὺς Δίκορος ἐλέγετο. |
| δ 1104 | Δίκορσον: δικόρυφον. |
| δ 1105 | Δικραές: δικέφαλον. |
| δ 1106 | Δίκρανα· παρεσκεύαστο δὲ καὶ δίκρανα ὥστε ἀπωθεῖσθαι τὴν τῶν λεγομένων σκαλῶν προσαγωγήν. |
| δ 1107 | Δίκραιρος. δικραίρῳ δικέρωτα, δασυκνάμῳ δασυχαίταν. ἐν Ἐπιγράμμασι. |
| δ 1108 | Δίκροτα: διήρη. πλοῖα μονήρη, ἔστιν ἃ καὶ δίκροτα κατε‐ σκευάσαντο. τινὰ δὲ καὶ ἐκ τῆς πρύμνης καὶ ἐκ τῆς πρώρας ἑκατέ‐ ρωθεν πηδαλίοις ἤσκηντο, ὅπως αὐτοί τε μὴ μεταστρεφόμενοι καὶ ἐπιπλέωσι καὶ ἀναχωρῶσι καὶ τοὺς ἐναντίους ἐν τῷ πρόσπλῳ καὶ ἀπόπλῳ αὐτῶν σφάλλωσιν. |
| δ 1109 | Δικροῖς: διφυέσι ξύλοις, δικρανίοις. Ἀριστοφάνης· δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασι. τὴν εἰρήνην λέγων. ἔδει δὲ εἰπεῖν ξύλοις, καὶ εἶπε κεκράγμασιν, ἐπειδὴ οἱ ῥήτορες δημηγοροῦντες τῇ κραυγῇ ἔπειθον μὴ ποιῆσαι εἰρήνην. |
| δ 1110 | Δικτατωρεία: ἀρχὴ ἀνυπεύθυνος. |
| δ 1111 | Δικτάτωρ: ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων. ὃς παρὰ Ῥωμαίοις δισύπατος καλεῖται. ἀρχὴ δ’ ἦν πρόσκαιρος, οὐ διὰ βίου, καὶ ἀν‐ εύθυνος. ἢ ὁ μονάρχης πάντων κρατῶν. |
| δ 1112 | Δικτάτωρ· ἐπειδὴ Μάλιος, ἀνὴρ Λατῖνος μὲν γένος καὶ μέγα παρὰ τοῖς ὁμοφύλοις δυνάμενος, ἀναστήσας πανδημεὶ τὸ Λατίνων γένος χεῖρά τε μισθοφόρον πολλὴν ἀγείρας τιμωρεῖν τοῖς κηδεσταῖς ἀτίμως παρεωσμένοις ἠξίου τῆς δυναστείας, ἡ βουλὴ καταδείσασα τὸ πλῆθος τοῦ πολεμίου νέφους καινὸν ἡγεμονίας εὑρίσκει γένος, προ‐ χειρισαμένη τότε πρῶτον δικτάτορα, ὃς καθ’ Ἑλλάδα γλῶτταν κληθείη ἂν εἰσηγητὴς τῶν λυσιτελῶν, ὑπερέχων μὲν τῆς τῶν ὑπάτων ἀρχῆς, τοῖς δὲ βασιλεῦσι προσφερέστατος· ἀνυπεύθυνόν τε γὰρ τῶν ὅλων εἶχε τὸ κράτος καὶ ἰσοτύραννον ἐν τῷ καθεστηκότι χρόνῳ τὴν ἐξ‐ ουσίαν. τοιγαροῦν Γάϊος Καῖσαρ πρότερος καὶ μετὰ τοῦτον Αὔγουστος Ὀκταούιος, ὧν ὕστερον κατὰ τοὺς οἰκείους χρόνους μνημονεύσομεν, ὑπὸ τῷδε ὀνόματι τῆς μοναρχίας ἀντιλαμβάνεσθαι διέγνωσαν. |
| δ 1113 | Δικταῖον σπήλαιον. |
| δ 1114 | Δικτυεύς: ὁ ἁλιεύς· τῷ δικτυεῖ. |
| δ 1115 | Δίκτυον. καὶ παροιμία· Δικτύῳ ἄνεμον θηρᾷς, ἐπὶ τῶν μάτην καὶ ἀνοήτως τι ποιούντων. καί, Δίκτυον φυσᾷς, ἐπὶ τῶν ὁμοίως ἀνοήτων. |
| δ 1116 | Δικτυωτή: καγκελλωτή. καὶ Δικτυωτός, ὁ πολύπλοκος. |
| δ 1117 | Δίκτυς, ἱστορικός. ἔγραψεν Ἐφημερίδα· ἔστι δὲ τὰ μεθ’ Ὅμηρον καταλογάδην ἐν βιβλίοις θʹ, Ἰταλικά, Τρωικοῦ διακόσμου. οὗτος ἔγραψε τὰ περὶ τῆς ἁρπαγῆς Ἑλένης καὶ περὶ Μενελάου καὶ πάσης Ἰλιακῆς ὑποθέσεως. |
| δ 1118 | Δίκτυς· ὅτι ἐπὶ Κλαυδίου τῆς Κρήτης ὑπὸ σεισμοῦ κατενεχθείσης καὶ πολλῶν τάφων ἀνεωχθέντων εὑρέθη ἐν ἑνὶ τούτων τὸ σύνταγμα τῆς ἱστορίας Δίκτυος, τὸν Τρωικὸν περιέχον πόλεμον, ὅπερ λαβὼν Κλαύδιος ἐξέδωκε γράφεσθαι. |
| δ 1119 | Δίκυμα: τὰ διδυμοτόκα πρόβατα. |
| δ 1120 | Δίλημμα: τὸ δισσῶς λαμβανόμενον φρόνημα. |
| δ 1121 | Διλήμματον: διχῶς νοούμενον. |
| δ 1122 | Διλιμνῖται. |
| δ 1123 | Διλοχία: δύο λόχοι. καὶ ὁ ἡγούμενος αὐτῶν διλοχίτης. |
| δ 1124 | Διμήτωρ: ὁ Διόνυσος. |
| δ 1125 | Δημήτριος: ὄνομα κύριον. Διμίτριος δὲ διὰ τοῦ ι, ὁ δύο μίτρας ἔχων. |
| δ 1126 | Διμοιρίτης: τοῦτο ἐνίοτε τριώβολον ἀποδεδώκασιν, ἐπειδὴ τοῦτο δίμοιρόν ἐστι τῆς δραχμῆς. ὁ οὖν τοῦτο λαμβάνων στρατιώτης διμοιρίτης ἐλέγετο. ἔστι δέ τις καὶ στρατιωτικὴ ἀρχή, ὡς λοχαγός, διὰ τὸ παρ’ ἄλλους στρατιώτας δύο μοίρας λαμβάνειν. οἱ δὲ δι‐ μοιρίαν καὶ ἡμιλοχίαν τὸ αὐτό φασι. καὶ διμοιρίτης καὶ ἡμιλοχίτης, ὁ ἄρχων τῆς διμοίρας καὶ τῆς ἡμιλοχίας. |
| δ 1127 | Δινδύμοις· ὅτι οἱ ἐν Δινδύμοις τῆς Μιλησίας οἰκοῦντες Ξέρξῃ χαριζό‐ μενοι τὸν νεὼν τοῦ ἐπιχωρίου Ἀπόλλωνος τοῖς βαρβάροις προὔδοσαν. καὶ ζήτει ἐν τῷ Βραγχίδαι. |
| δ 1128 | Δῖναι: αἱ τῶν ὑδάτων συστροφαί. καὶ Δίνης, τῆς συστροφῆς τῶν ὑδάτων. |
| δ 1129 | Δινεύοντες: στρέφοντες. |
| δ 1130 | Δινήεντος: δίνας ἔχοντος, συστροφὰς ὕδατος περιφερεῖς τινας πεποιημένας. |
| δ 1131 | Δινήσας: στρέψας. Ἀρριανός· δῖναί τέ ἐστιν ὅπη ἀτόπως ἐπιστρέφουσαι, ὡς μὴ πρόσθεν ἐμπίπτειν χρῆναι τὴν ἑπομένην τῇ προπλεούσῃ νηὶ 〈ἢ〉 τὴν φθάνουσαν τῇ ἄγαν εἰρεσίᾳ ἐκ τῆς δίνης ἐξελαθεῖσαν ἐς εὐθὺ τοῦ πλοῦ καταστῆναι. |
| δ 1132 | Δῖνος: ἡ περιδίνησις ἡ αἰθερία, ἡ συστροφή. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ αἰθέριος δῖνος. οἱ δέ, ὅτι κεραμεοῦν ἐστιν ἀγγεῖον· τουτέστι βαθὺ ποτήριον, ὃ καλεῖται δῖνος. δῖνόν φησιν Ἀριστοφάνης καὶ τὰς νεφέλας θεούς. |
| δ 1133 | Δινωτήν: περιφερῆ. |
| δ 1134 | Δινωτοῖς: λιθοστρώτοις. |
| δ 1135 | Διό: σύνδεσμος. |
| δ 1136 | Διόβλητος: ὁ ὑπὸ κεραυνοῦ βληθείς. ὁ δὲ τοῦ τολμήματος ἡγεμὼν διόβλητος γενόμενος εἶτα κατεπρήσθη. |
| δ 1137 | Διόβλητοι: οὐρανόθεν βαλλόμενοι. σκηπτοί τε κατωλίσθανον καὶ ἐγίνοντο διόβλητοι ἅπαντες. |
| δ 1138 | Διογενές: εὐγενέστατον. |
| δ 1139 | Διογενειανός, Ἡρακλείας Πόντου, γραμματικός, γεγονὼς ἐπὶ Ἀδριανοῦ βασιλέως. |
| δ 1140 | Διογενειανός, Ἡρακλείας ἑτέρας, οὐ τῆς Πόντου, γραμματι‐ κός, γεγονὼς καὶ αὐτὸς ἐπὶ Ἀδριανοῦ βασιλέως. ἐπιστατέον δὲ μή‐ ποτέ ἐστιν ὁ ἐκ τῆς Ἀλβάκης Ἡρακλείας τῆς ἐν Καρίᾳ ἰατρός· ἦν γὰρ οὗτος παντοῖος λόγος· οὐ γὰρ εὗρον ῥητῶς τὸ ἐξ Ἡρακλείας αὐτὸν εἶναι τῆς ἐν Πόντῳ, ἀλλ’ οὕτω παρά τισι δεδόξασται. ἔστι δὲ αὐτοῦ βιβλία ταῦτα· Λέξις παντοδαπὴ κατὰ στοιχεῖον ἐν βιβλίοις εʹ· ἐπιτομὴ δέ ἐστι τῶν Παμφίλου λέξεων βιβλίων εʹ καὶ τετρακοσίων καὶ τῶν Ζωπυρίωνος· Ἐπιγραμμάτων ἀνθολόγιον, Περὶ ποταμῶν, λιμνῶν, κρηνῶν, ὀρῶν, ἀκρωρειῶν, Περὶ ποταμῶν κατὰ στοιχεῖον ἐπί‐ τομον ἀναγραφήν, Συναγωγὴν καὶ πίνακα τῶν ἐν πάσῃ γῇ πόλεων· καὶ λοιπά. |
| δ 1141 | Διογένης: ὄνομα φιλοσόφου, τοῦ καὶ Κυνός. τί χρὴ περὶ τῆς ἀνδρείας Διογένους λέγειν, τῆς πραότητος Ξενοκράτους, τῆς Ἀριστοτέλους εὐμουσίας, τῆς Θεοφράστου βαρύτητος, Ζήνωνος τῶν αὐστηρῶν καὶ γενναίων τρόπων, Πλάτωνος σεμνότητος, Πολέμωνος ἐγκρατείας· τούτων γὰρ οὐκ ἔστιν ὅστις οὐ πάντα ἀγαθὸς ὢν διέφερεν ὅμως τοῦ πλησίον καταπολύ. φέρεται καὶ ἐπίγραμμα εἰς αὐτόν· Διόγενες, ἄγε, λέγε, τίς ἔλαβέ σε μόρος ἐς ἄϊδος; ἔλαβέ με κυνὸς ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων. |
| δ 1142 | Διογένης, ἢ Οἰνόμαος, Ἀθηναῖος, τραγικός· γέγονεν ἐπὶ τῆς τῶν λʹ καταλύσεως. δράματα αὐτοῦ, Ἀχιλλεύς, Ἑλένη, Ἡρακλῆς, Θυέστης, Μήδεια, Οἰδίπους, Χρύσιππος, Σεμέλη. |
| δ 1143 | Διογένης, Ἱκεσίου υἱὸς τραπεζίτου, Σινωπεύς. ὃς φυγὼν τὴν πατρίδα διὰ τὸ παρακόψαι νόμισμα ἦλθεν εἰς Ἀθήνας καὶ Ἀντισθένει παραβαλὼν τῷ Κυνικῷ ἠράσθη τοῦ ἐκείνου βίου καὶ τὴν Κυνικὴν φι‐ λοσοφίαν ἠσπάσατο, πολλῆς οὔσης αὐτῷ ὑπεριδὼν οὐσίας. γηραιὸς δὲ ὢν ὑπὸ πειρατοῦ Σκιρτάλου ἐλήφθη καὶ πραθεὶς ἐν Κορίνθῳ Ξενιάδῃ τινὶ παρὰ τῷ πριαμένῳ διέμεινεν, οὐχ ἑλόμενος λυθῆναι ὑπὸ Ἀθη‐ ναίων ἢ τῶν οἰκείων καὶ φίλων. ἐπὶ δὲ τῆς ριγʹ Ὀλυμπιάδος κατέστρεψε τὸν βίον δηχθεὶς ὑπὸ κυνὸς τὸ σκέλος καὶ θεραπείας ὑπεριδών, κατὰ τὴν αὐτὴν ἡμέραν ὅτε καὶ ὁ Μακεδὼν Ἀλέξανδρος ἐν Βαβυλῶνι ἀπέθανεν. |
| δ 1144 | Διογένης, Ἀντισθένους ὁμιλητής, ὃς πρῶτος Κλέων ἐπεκλήθη· ἐν πίθῳ δὲ διέτριβεν. ἐρομένῳ δὲ αὐτῷ, πῶς ἂν πρωτεύσειεν, ἐπολι‐ τεύετο δέ, ὁ θεὸς ἀνεῖλεν, εἰ παραχαράξειεν. ὁ δὲ τὸ νόμισμα παρ‐ εχάραξεν· ἐφ’ ᾧ φυγὼν ἦλθεν ἐς Ἀθήνας. ἐντυχὼν δὲ Ἀντισθένει κατὰ δόξης διαλεγομένῳ ἐφιλοσόφησε. πλέων δὲ ὑπὸ καταποντιστῶν ληφθεὶς ἐπράθη. κηρυττόμενος δὲ καὶ ἐρωτώμενος, τί εἰδείη, ἄρχειν ἀνθρώπων, ἔφη. καὶ θεασάμενος Κορίνθιον πλούσιον ἄσωτον, τούτῳ με, ἔφη, πώλησον· δεσπότου γὰρ δεῖται. ὁ δὲ ὠνεῖται καὶ εἰς Κό‐ ρινθον ἄγει καὶ τῶν παίδων ἀποδείκνυσι παιδαγωγόν. ἔλεγε δὲ δαί‐ μονα ἀγαθὸν εἰς τὴν οἰκίαν εἰσεληλυθέναι. |
| δ 1145 | Διογένης· ὅτι Διογένης εἶχεν ἐρῶντα παῖδα καὶ πικρὸς ὢν πατὴρ οὐ συνεγίνωσκε νέου ῥᾳθυμίᾳ, ἀλλὰ ἀνείργων αὐτὸν καὶ ἀνα‐ στέλλων τοῦ πόθου μᾶλλόν οἱ τὸ πάθος παρώξυνε. καὶ ἦν τοῦ κακοῦ δεινὴ ἐπίτασις· ἐξερριπίζετο γὰρ ὁ ἔρως, ἐμποδὼν ἱσταμένου τοῦ Διογένους, καὶ ἐς τὴν παροῦσαν νόσον μᾶλλον ἐξήπτετο ὁ νέος. ἧκεν οὖν εἰς Δελφούς, ὡς ἑώρα φιλόνεικον ὂν τὸ κακόν, καὶ δυσανα‐ σχετῶν τε ἅμα καὶ περιαλγῶν ἐρωτᾷ, εἴ οἱ πέπαυται νοσῶν ποτε ὁ παῖς. ἡ δέ, ὡς εἶδεν οὐ πάντη φρενήρη γέροντα οὐδὲ ἐρωτικαῖς συγγνώμονα ἀνάγκαις, λέγει ταῦτα· λήξει παῖς σὸς ἔρωτος, ὅταν κούφῃ νεότητι Κύπριδος ἱμερόεντι καταφλεχθῇ φρένας οἴστρῳ. ὀργὴν οὖν πρήϋνον ἀμειδέα μηδ’ ἐπιτείνειν κωλύων· πράσσεις γὰρ ἐναντία σοῖσι λογισμοῖς. ἢν δ’ ἐφ’ ἡσυχίην ἔλθῃς, λήθην τάχος ἕξει φίλτρον καὶ νήψας αἰσχρᾶς καταπαύσεται ὁρμῆς. ἀκούσας τοίνυν ὁ Διογένης ταῦτα τὸν μὲν θυμὸν κατεστόρεσεν, ἐλπίδος δὲ ὑπεπλήσθη χρηστῆς, ἔχων τῆς τοῦ παιδὸς σωφροσύνης ἐγγυητὰς ἀξιόχρεως· καὶ ἐν ταὐτῷ βελτίων ἐγένετο ὁ πατὴρ ἡμερωθείς τε καὶ πραϋνθεὶς τὸν τρόπον. τοῦτό τοι καὶ ὁ τραγικὸς Αἵμων, ὁ τοῦ Σοφοκλέους, ἀπεδείξατο, τῆς Ἀντιγόνης ἐρῶν καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι· καὶ γάρ τοι καὶ ἐκεῖνος ὁμοίως ἐλαυνόμενος ξίφει πρὸς τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόσον διελύσατο. |
| δ 1146 | Διογένης ἢ Διογενειανός, Κυζικηνός, γραμματικός. ἔγραψε Πάτρια Κυζίκου, Περὶ τῶν ἐν τοῖς βιβλίοις σημείων, Περὶ ποιητικῆς, Περὶ στοιχείων. |
| δ 1147 | Διόγνητος: ὄνομα κύριον. |
| δ 1148 | Διοδεία: ἡ διέλευσις. |
| δ 1149 | Διόδωρος, μονάζων, ἐν τοῖς χρόνοις Ἰουλιανοῦ καὶ Οὐάλεντος ἐπισκοπήσας Ταρσῶν τῆς Κιλικίας. οὗτος ἔγραψεν, ὥς φησι Θεόδωρος Ἀναγνώστης ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ, διάφορα. εἰσὶ δὲ τάδε· Ἑρμηνεῖαι εἰς τὴν παλαιὰν πᾶσαν· Γένεσιν, Ἔξοδον καὶ ἐφεξῆς· καὶ Εἰς Ψαλμούς· Εἰς τὰς δʹ Βασιλείας· Εἰς τὰ ζητούμενα τῶν Παραλειπο‐ μένων, Εἰς τὰς Παροιμίας, Τίς διαφορὰ θεωρίας καὶ ἀλληγορίας, Εἰς τὸν Ἐκκλησιαστήν, Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων, Εἰς τοὺς προφήτας, Χρονικόν, διορθούμενον τὸ σφάλμα Εὐσεβίου τοῦ Παμφίλου περὶ τῶν χρόνων, Εἰς τὰ δʹ Εὐαγγέλια, Εἰς τὰς πράξεις τῶν Ἀποστόλων, Εἰς τὴν ἐπιστολὴν Ἰωάννου τοῦ Εὐαγγελιστοῦ, Περὶ τοῦ, εἷς θεὸς ἐν τριάδι, Κατὰ Μελχισεδεκιτῶν, Κατὰ Ἰουδαίων, Περὶ νεκρῶν ἀναστάσεως, Περὶ ψυχῆς κατὰ διαφόρων περὶ αὐτῆς αἱρέσεων, Πρὸς Γρατιανὸν κεφάλαια, Κατὰ ἀστρονόμων καὶ ἀστρολόγων καὶ εἱμαρμένης, Περὶ σφαίρας καὶ τῶν ζʹ ζωνῶν καὶ τῆς ἐναντίας τῶν ἀστέρων πορείας, Περὶ τῆς Ἱππάρχου σφαίρας, Περὶ προνοίας, Κατὰ Πλάτωνος περὶ θεοῦ καὶ θεῶν, Περὶ φύσεως καὶ ὕλης, ἐν ᾧ, τί τὸ δίκαιόν ἐστι, Περὶ θεοῦ καὶ ὕλης Ἑλληνικῆς πεπλασμένης, Ὅτι αἱ ἀόρατοι φύσεις οὐκ ἐκ τῶν στοιχείων, ἀλλ’ ἐκ μηδενὸς μετὰ τῶν στοιχείων ἐδημιουργή‐ θησαν, Πρὸς Εὐφρόνιον φιλόσοφον κατὰ πεῦσιν καὶ ἀπόκρισιν, Κατὰ Ἀριστοτέλους περὶ σώματος οὐρανίου, Πῶς θερμὸς ὁ ἥλιος, Κατὰ τῶν λεγόντων ζῷον τὸν οὐρανόν, Περὶ τοῦ πῶς ἀεὶ μὲν ὁ δημιουργός, οὐκ ἀεὶ δὲ τὰ δημιουργήματα, Πῶς τὸ θέλειν καὶ τὸ μὴ θέλειν ἐπὶ θεοῦ ἀϊδίου ὄντος, Κατὰ Πορφυρίου περὶ ζῴων καὶ θυσιῶν. |
| δ 1150 | Διόδωρος, ὁ Οὐαλέριος ἐπικληθείς, φιλόσοφος, μαθητὴς Τηλε‐ κλέους, Ἀλεξανδρεύς, υἱὸς Πωλίωνος τοῦ φιλοσόφου, τοῦ γράψαντος τὴν Ἀττικὴν λέξιν· γεγονὼς ἐπὶ τοῦ Καίσαρος Ἀδριανοῦ. |
| δ 1151 | Διόδωρος, Σικελιώτης, ἱστορικός. ἔγραψε Βιβλιοθήκην· ἔστι δὲ ἱστορία Ῥωμαϊκή τε καὶ ποικίλη ἐν βιβλίοις μʹ. γέγονε δὲ ἐπὶ τῶν χρόνων Αὐγούστου Καίσαρος καὶ ἐπάνω. |
| δ 1152 | Διόδωρος, καὶ αὐτὸς κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Αὐλητρίς, ὡς Ἀθήναιος ἐν τῷ δεκάτῳ τῶν Δειπνοσοφιστῶν λέγει. ἐν δὲ τῷ ιβʹ φησίν, ὅτι καὶ Ἐπίκληρος καὶ Πανηγυρισταί. |
| δ 1153 | Δίοδοι: αἱ ὁδοί, ἀπὸ τοῦ διοδεύειν. Ἀριστοφάνης· αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους προσπίπτουσαι τοῖς ἀπὸ τοῦ δείπνου, τάδε λέξουσι· δεῦρο παρ’ ἡμᾶς, ἐνθάδε μεῖραξ ἔσθ’ ὡραία. |
| δ 1154 | Διοκαισάρεια, ἡ νῦν λεγομένη Ἀνάζαρβα, πόλις ἐν Κιλικίᾳ· πρότερον δὲ Κύϊνδα ἐλέγετο. καὶ ζήτει ἐν τῷ Ἀνάζαρβα. |
| δ 1155 | Διοκλῆς, Ἀθηναῖος ἢ Φλιάσιος, ἀρχαῖος κωμικός, σύγχρονος Σαννυρίωνι καὶ Φιλυλλίῳ. δράματα αὐτοῦ Θάλαττα, Μέλιτται, Ὄνειροι, Βάκχαι, Θυέστης βʹ. τοῦτον δέ φασιν εὑρεῖν καὶ τὴν ἐν τοῖς ὀξυ‐ βάφοις ἁρμονίαν ἐν ὀστρακίνοις ἀγγείοις, ἅπερ ἔκρουεν ἐν ξυλιφίῳ. τὸ δὲ Θάλαττα ἑταίρας ὄνομά ἐστιν, ὡς Ἀθήναιός φησιν. |
| δ 1156 | Διοκλητιανός, βασιλεὺς Ῥωμαίων. ἐπὶ τούτου καὶ Μαξι‐ μιανοῦ γαμβροῦ αὐτοῦ διωγμὸς κατὰ Χριστιανῶν ἐκινήθη φρικω‐ δέστατος· προσέταξαν γὰρ κατὰ χώραν καὶ πόλιν τὰς Χριστοῦ ἐκ‐ κλησίας καταστρέφεσθαι καὶ τὰς θείας αὐτῶν γραφὰς κατακαίεσθαι, τοὺς δὲ Χριστιανοὺς εὑρισκομένους ἀναγκάζεσθαι θύειν τοῖς δαίμοσιν. ἡττηθέντες δὲ τῷ πλήθει τῶν ἀναιρουμένων Χριστιανῶν ἐξέθεντο δόγμα ὥστε τοὺς εὑρισκομένους Χριστιανοὺς ἐξορύττεσθαι τὸν δεξιὸν ὀφθαλμόν, οὐ μόνον διὰ τὸ ὀδυνηρόν, ἀλλὰ διὰ τὸ ἄτιμόν τε καὶ πρόδηλον καὶ τῆς τῶν Ῥωμαίων πολιτείας ἀλλότριον· οὓς ἡ θεία δίκη ἐνδίκως μετελθοῦσα δικαίως ἐξέκοψε· καὶ ὁ μὲν ἐσφάγη ὑπὸ τῆς συγκλήτου, ὁ δὲ ἀπήγξατο. οὗτος ὁ ἄνους καὶ μισόχριστος μνήμῃ καὶ ὀργῇ τῶν περὶ τὴν ἀρχὴν νεωτερισθέντων περὶ τὴν Αἴγυπτον οὐ μετρίως οὐδὲ ἡμέρως τῷ κρατεῖν ἀπεχρήσατο, ἀλλὰ προγραφαῖς τε καὶ φόνοις τῶν ἐπισήμων μιαίνων ἐπῆλθε τὴν Αἴγυπτον. ὅτε δὴ καὶ τὰ περὶ χημείας ἀργύρου καὶ χρυσοῦ τοῖς παλαιοῖς αὐτῶν γεγραμμένα βιβλία διερευνησάμενος ἔκαυσε πρὸς τὸ μηκέτι πλοῦτον Αἰγυπτίοις ἐκ τῆς τοιαύτης περιγίνεσθαι τέχνης μηδὲ χρημάτων αὐτοὺς θαρροῦντας περιουσίᾳ τοῦ λοιποῦ Ῥωμαίοις ἀνταίρειν. ἦν δὲ τὸ ἦθος ποικίλος τις καὶ πανοῦργος, τῷ δὲ λίαν συνετῷ καὶ ὀξεῖ τῆς γνώμης ἐπεκά‐ λυπτε πολλάκις τὰ τῆς οἰκείας φύσεως ἐλαττώματα, πᾶσαν σκληρὰν πρᾶξιν ἑτέροις ἀνατιθείς. ἐπιμελὴς δὲ ὅμως καὶ ταχὺς ἐν ταῖς τῶν πρακτέων ἐπιβολαῖς καὶ πολλὰ τῶν τῆς βασιλικῆς θεραπείας ἐπὶ τὸ αὐθαδέστερον παρὰ τὰ καθεστηκότα Ῥωμαίοις πάτρια μετεσκεύασεν. ὅτι Διοκλητιανὸς καὶ Μαξιμιανὸς τὴν βασιλείαν ἀφέντες τὸν ἰδιώτην μετῆλθον βίον. καὶ ὁ μὲν ἐς Σάλωνας, πόλιν Ἰλλυρικήν, ὁ δὲ ἐς τὴν Λευκανῶν ἀφίκετο. καὶ ὁ μὲν Μαξιμιανὸς πόθῳ τῆς ἀρχῆς ἐς μεταμέλειαν ἦλθε, Διοκλητιανὸς δὲ ἐν ἡσυχίᾳ κατεγήρα ἐν ἔτεσι τρισίν, ὑπερβάλλουσαν ἀρετὴν ἐνδειξάμενος, τῆς δὲ Ἑλληνικῆς θρησκείας οὐδ’ ὅλως ἀποστάς. |
| δ 1157 | Διοκωχή: ἀνακωχὴ χρόνου. ἐν μάχαις τισὶν αὐτοὺς νικήσας καὶ διοκωχὴν αἰτήσασιν ἔδωκεν. |
| δ 1158 | Διολισθαίνω. καὶ Διολισθεῖν, ἐκφυγεῖν. ὥστε τοὺς χρήστας διολισθεῖν. τουτέστι τοὺς δανειστὰς ἐκφυγεῖν. |
| δ 1159 | Διολκή. |
| δ 1160 | Διόλου: ἐπίρρημα, Δι’ ὅλου δὲ καιροῦ. |
| δ 1161 | Διόμεια: δῆμος τῆς Αἰγηΐδος φυλῆς· ἀπὸ Διόμου τοῦ Ἡρα‐ κλέους. Ἀριστοφάνης· ἐφρόντισα, ὁπόθ’ Ἡράκλεια τἀν Διομείοις γίνηται. τὸ δὲ Ἡράκλειον ἱερὸν Ἡρακλέους. καὶ Διομειαλα‐ ζόνας λέγει ἀπὸ Διομείων τοῦ δήμου, ὃς ὠνόμασται οὕτως ἀπό τινος Διόμου. |
| δ 1162 | Διομήδεια: ἡ νῆσος. |
| δ 1163 | Διομήδειον ἔπος. |
| δ 1164 | Διομήδειος ἀνάγκη. λέγεται καὶ ἵππος. παροιμία, ἀπὸ τοῦ Τυδέως ἢ ἀπὸ τοῦ Θρᾳκός· ὃς ἠνάγκαζε τοὺς ξένους αἰσχραῖς οὔσαις ταῖς θυγατράσιν αὐτοῦ μίσγεσθαι (ἃς καὶ ἵππους ἀλληγορεῖ), εἶτα ἀν‐ ῄρει. οἱ δέ, ὅτι Διομήδης καὶ Ὀδυσσεὺς τὸ Παλλάδιον κλέψαντες νυκτὸς ἐπανῄεσαν. ἑπόμενος δὲ ὁ Ὀδυσσεὺς τὸν Διομήδην ἐβουλήθη ἀποκτεῖναι. ἐν τῇ σελήνῃ δὲ ἰδὼν τὴν σκιὰν τοῦ ξίφους ὁ Διομήδης, δείσας τὸν Ὀδυσσέα ἐποίησε προάγειν παίων αὐτοῦ τῷ ξίφει τὸ μετάφρενον. τάττεται δὲ ἐπὶ τῶν κατ’ ἀνάγκην τι πραττόντων. διὰ τοῦτο λέγει, ὅτι ἵππους ἀνθρωποφάγους εἶχεν ὁ Διομήδης. ὅτι Διομήδης εἰς τὸν ἀπόπλουν καταχθεὶς εἰς τὰ ἴδια οὐκ ἐδέχθη, ἀλλὰ διωχθεὶς ἀπῆλθεν εἰς Καλαβρίαν καὶ κτίζει πόλιν, ἣν ἐκάλεσεν Ἀργυρίππην, τὴν μετονο‐ μασθεῖσαν Βενεβεντόν. |
| δ 1165 | Διόμνυται: ὀμνύει. |
| δ 1166 | Διομολογῶ· αἰτιατικῇ. |
| δ 1167 | Δῖον: ἔνδοξον. |
| δ 1168 | Διονύσια: ἑορτὴ παρ’ Ἀθηναίοις. καὶ παροιμία· ἐξ αὐτοῦ σχεδὸν τοσοῦτον, ὅσον ἐκ Διονυσίων. ἔθος ἦν Ἀττικοῖς λέγειν τὰ ἔτη καὶ τὸν ὑπερπίπτοντα ἀριθμὸν ἀπὸ τῶν Διονυσίων. καὶ αὖθις· ὦ Διονύσια· αὗται μὲν ὄζους’ ἀμβροσίας καὶ νέκταρος. εἴρηται ἐπὶ τῶν ἀποδοχῆς ἀξίων. προσδοκῶν εἰρήνης οὔσης τῶν Διονυσίων τὴν πανήγυριν ἔσεσθαι. ἀντὶ τοῦ ἥδισται, ἄξιαι τῶν Διονυσίων. Διονύσια οὖν ἑορτὴ Διονύσου, ἣν ἦγον Ναυπάκτιοι. |
| δ 1169 | Διονυσιάδης, Φυλαρχίδου, Μαλλώτης, τραγικός. ἦν δὲ οὗτος τῶν τῆς Πλειάδος, καὶ γέγραπται αὐτῷ μεταξὺ ἄλλων καὶ Χαρακτῆρες ἢ Φιλοκώμῳδοι, ἐν ᾧ τοὺς χαρακτῆρας ἀπαγγέλλει τῶν ποιητῶν. ὅτι Ἀπολλώνιον βραχέως τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. |
| δ 1170 | Διονύσιος ὁ Ἀρεωπαγίτης, ἐπίσκοπος Ἀθηνῶν, ἀνὴρ ἐλ‐ λογιμώτατος καὶ τῆς Ἑλληνικῆς παιδείας εἰς ἄκρον ἐληλακώς, ἀκουστὴς Παύλου πρὸς τὴν τοῦ Χριστιανισμοῦ θρησκείαν καὶ ὑπ’ αὐτοῦ κατα‐ σταθεὶς εἰς αὐτὰς τὰς Ἀθήνας ἐπίσκοπος. πρὸς δὲ τὴν πάτριον τῶν Ἑλληνικῶν μαθημάτων ἄσκησιν πάντων προὐκέκριτο· ἑκάστης γὰρ ὡς εἰπεῖν αἱρέσεως τῆς ὑπ’ αὐτῶν πρεσβευομένης ἐν πολλῇ καθεστήκει τῇ πείρᾳ. οὗτος ἤκουσε Παύλου δημηγοροῦντος ἐν Ἀθήναις καὶ τὸν Χριστὸν καὶ τὴν ἀνάστασιν μετὰ παρρησίας τοῖς Ἕλλησιν εὐαγγελιζο‐ μένου. καὶ πιστεύσας τῷ Παύλου κηρύγματι ὑπ’ αὐτοῦ καὶ τῆς πόλεως ἐπισκοπεῖν τάττεται. κατὰ γοῦν τὴν ἀρχὴν Τιβερίου Καίσαρος, ὅτε δὴ καὶ τὴν ἡλικίαν ἤκμαζεν, ἀπῆρεν εἰς Αἴγυπτον τοῖς ἐκεῖσε σοφοῖς ὁμιλῆσαι γλιχόμενος. συνῆν δὲ αὐτῷ καὶ Ἀπολλοφάνης ἐκεῖνος ὁ σοφιστής, οὗ Πολέμων ὁ Λαοδικεὺς ἐν Σμύρνῃ διήκουσεν, ὁ δι‐ δάσκαλος Ἀριστείδου. κατὰ γοῦν τὸν καιρὸν τοῦ σωτηρίου πάθους τοῦ δεσπότου Χριστοῦ, ἄμφω ἤστην ἐν Ἡλιουπόλει τῇ ἐν Αἰγύπτῳ. καὶ δὴ τῆς ἡλιακῆς ἐκλείψεως οὐ κατὰ φύσιν γεγενημένης, οὐ γὰρ ἦν συνόδου καιρός, εἰπεῖν λέγεται πρὸς τὸν μακάριον Διονύσιον τὸν σοφιστὴν Ἀπολλοφάνην ταῦτα· ὦ καλὲ Διονύσιε, ἀμοιβαὶ θείων πραγμάτων. μνημονεύει δὲ τούτων ἁπάντων ὁ αὐτὸς Διονύσιος ἐν τῇ πρὸς Πολύκαρπον τὸν μέγαν ἐπιστολῇ, τὸν Σμύρνης ἐπίσκοπον· ἦν γὰρ ὁ Ἀπολλοφάνης τῷ Διονυσίῳ τοῦ Χριστιανισμοῦ ἕνεκα δια‐ λοιδορούμενος· καί φησι· σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνην καὶ πατραλοίαν ἀποκαλεῖν, ὡς τοῖς Ἑλλήνων ἐπὶ τοὺς Ἕλληνας οὐχ ὁσίως χρωμένῳ. καίτοι πρὸς αὐτὸν ἡμᾶς ἦν ἀληθέστερον εἰπεῖν, ὡς Ἕλληνες τοῖς θείοις οὐχ ὁσίως ἐπὶ τὰ θεῖα χρῶνται διὰ τῆς σοφίας τοῦ θεοῦ τὸ θεῖον ἐκβάλλειν πειρώμενοι σέβας. καὶ μετὰ μικρόν· ἀλλὰ καὶ αὐτὸς Ἀπολλοφάνης οὐχ ὁσίως τοῖς θείοις ἐπὶ τὰ θεῖα χρῆται. τῇ γὰρ τῶν ὄντων γνώσει καλῶς λεγομένῃ πρὸς αὐτοῦ φιλοσοφίᾳ καὶ πρὸς τοῦ θείου Παύλου σοφίᾳ θεοῦ κεκλημένῃ πρὸς τὸν αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆς γνώσεως αὐτῶν ἐχρῆν ἀνάγεσθαι τοὺς ἀληθεῖς φιλοσόφους. καὶ μετὰ βραχέα· ἔδει συνιδεῖν Ἀπολλοφάνην σοφὸν ὄντα μὴ ἂν ἄλλως ποτὲ δυνηθῆναι τῆς οὐρανίας τι παρατραπῆναι τάξεως καὶ κινήσεως, εἰ μὴ τὸν τοῦ εἶναι αὐτὴν καὶ συνοχέα καὶ αἴτιον ἔχειν εἰς τοῦτο κινοῦντα, τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα, κατὰ τὸν ἱερὸν λόγον. καὶ αὖθις μετὰ μικρόν· εἰπὲ δὲ αὐτῷ, τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; ἀμφοτέρω γὰρ τότε κατὰ Ἡλιούπολιν ἅμα παρόντε καὶ συνεστῶτε παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶμεν, οὐ γὰρ ἦν συνόδου καιρός, αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐνάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. ἀνάμνησον δέ τι καὶ ἕτερον αὐτόν· οἶδε γὰρ ὅτι καὶ τὴν ἔμπτωσιν αὐτὴν ἐξ ἀνατολῶν ἑωράκαμεν ἀρξαμένην καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατος ἐλθοῦσαν, εἶτα ἀναποδίσασαν, καὶ αὖθις οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωσιν καὶ τὴν ἀνακάθαρσιν, ἀλλ’ ἐκ τοῦ κατὰ διάμετρον ἐναντίου γεγενημένην. τοσαῦτα τοῦ τότε καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριστῷ τῷ παναιτίῳ δυνατά, τῷ ποιοῦντι μεγάλα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ταῦτα, εἴ σοι θεμιτόν, εἰπέ, καὶ δυνατόν, Ἀπολλόφανες, ἐξέλεγχε καὶ πρὸς ἐμὲ τὸν τότε συμπαρόντα σοι καὶ συνεωρακότα καὶ συνανακρίναντα πάντα καὶ συναγάμενον. ἀμέλει καὶ μαντείας τότε οὐκ οἶδ’ ὅθεν ὁ Ἀπολλοφάνης ἀπάρχεται, καὶ πρὸς ἐμὲ ὥσπερ τὰ γινόμενα συμβάλλων ἔφη ταῦτα· ὦ καλὲ Διονύσιε· θείων ἀμοιβαὶ πραγμάτων. τοσαῦτα ὡς κατ’ ἐπιστολὴν εἴρηκεν ὁ μέγας Διονύσιος πρὸς τὸν θεοφόρον Πολύκαρπον. τῆς δέ γε σοφίας αὐτοῦ καὶ τῆς εὐγλωττίας ἔνδειξις ἀκριβὴς ἡ τῶν παρ’ αὐτοῦ γραφεισῶν βίβλων ἀνυπέρβλητος φράσις· τῇ τε γὰρ παρὰ τῶν ἔξωθεν καλουμένῃ παιδείᾳ, τῇ τε θείᾳ καὶ ἡμετέρᾳ, πολλὴν εἶχε τὴν ἐπιστήμην ἐν ἑκατέρᾳ. εἰ γάρ τις ἀπίδοι πρὸς τὰ κάλλη τῶν αὐτοῦ λόγων καὶ τὰ βάθη τῶν νοημάτων οὐκ ἀνθρωπίνης φύσεως ταῦτα νομίσοι γεννήματα, ἀλλά τινος ἀκηράτου καὶ θείας δυνάμεως. καὶ τοίνυν αὐτῷ γέγραπται τάδε· Πρὸς Τιμόθεον ἐπίσκοπον Ἐφέσου, καὶ αὐτὸν μαθητὴν Παύλου τυγχάνοντα, περὶ θείων ὀνομάτων βιβλία ιβʹ, περὶ ἡνωμένης καὶ δια‐ κεκριμένης θεολογίας, περὶ τοῦ, τίς ἡ τῆς εὐχῆς δύναμις, καὶ περὶ τοῦ μακαρίου Ἱεροθέου, περὶ εὐλαβείας καὶ συγγραφῆς θεολογικῆς, περὶ ἀγαθοῦ, φωτός, καλοῦ, ἔρωτος, ἐκστάσεως, ζήλου· καὶ ὅτι τὸ κακὸν οὔτε ὂν οὔτε ἐξ ὄντων οὔτε ἐν τοῖς οὖσιν, περὶ τοῦ ὄντος, ἐν ᾧ καὶ παραδείγματα, περὶ ζωῆς, περὶ σοφίας, νοῦ, λόγου, ἀληθείας, πίστεως, περὶ δυνάμεως, δικαιοσύνης, σωτηρίας, ἀπολυτρώσεως, περὶ μεγάλου καὶ μικροῦ, ταὐτοῦ, ἑτέρου, ὁμοίου, ἀνομοίου, στάσεως, κι‐ νήσεως, ἰσότητος, περὶ παντοκράτορος, παλαιοῦ ἡμερῶν· ἐν ᾧ καὶ περὶ αἰῶνος καὶ χρόνων· περὶ εἰρήνης, καὶ τί βούλεται αὐτὸ τὸ αὐτο‐ εῖναι, περὶ ἁγίου ἁγίων, βασιλέως βασιλέων καὶ κυρίου κυρίων καὶ θεοῦ θεῶν. ἑτέρα βίβλος πρὸς τὸν αὐτὸν Τιμόθεον περὶ ἐκκλησιαστικῆς ἱεραρχίας περιέχουσα κεφάλαια ιεʹ, ἑτέρα βίβλος πρὸς τὸν αὐτὸν Τι‐ μόθεον περὶ τῆς οὐρανίου ἱεραρχίας περιέχουσα καὶ αὐτὴ κεφάλαια ιεʹ, ἄλλη πρὸς τὸν αὐτὸν Τιμόθεον βίβλος περὶ μυστικῆς θεολογίας περι‐ έχουσα κεφάλαια εʹ, Περὶ τῶν οὐρανίων ταγμάτων καὶ ὅσα τῷ ἀριθμῷ. φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ πρὸς Γάϊον θεραπευτὴν δʹ, πρὸς Δωρό‐ θεον λειτουργὸν αʹ, πρὸς Σώπατρον ἱερέα αʹ, πρὸς Πολύκαρπον ἱεράρχην Σμύρνης αʹ, πρὸς Δημόφιλον θεραπευτὴν αʹ, πρὸς Ἰωάννην τὸν Θεο‐ λόγον, τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν αʹ. ἰστέον δέ, ὥς τινες τῶν ἔξω σοφῶν καὶ μάλιστα Πρόκλος θεωρήμασι πολλάκις τοῦ μακαρίου Διονυσίου κέχρηται καὶ αὐταῖς δὲ ξηραῖς ταῖς λέξεσι. καὶ ἔστιν ὑπό‐ νοιαν ἐκ τούτου λαβεῖν ὡς οἱ ἐν Ἀθήναις παλαιότεροι τῶν φιλοσόφων σφετερισάμενοι τὰς αὐτοῦ πραγματείας, ὧν αὐτὸς μνημονεύει πρὸς Τιμόθεον γράφων, ἀπέκρυψαν, ἵνα πατέρες αὐτοὶ ὀφθῶσι τῶν θείων αὐτοῦ λόγων. ὁ τοίνυν θεοφάντωρ Διονύσιος ἤδη που μακρὸν ἐλάσας χρόνον καὶ πλήρης ἡμερῶν γεγονὼς τῷ τοῦ πνεύματος μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ τελειοῦται ἐπὶ Τραϊανοῦ Καίσαρος, ὅτε καὶ ὁ θεοφόρος Ἰγνάτιος ἐν Ῥώμῃ τὸν τῆς ἀθανασίας διήθλησεν ἀγῶνα. ὅτι εἰς τὸν μέγαν Διονύσιον ἔγραψεν ἐγκώμιον Μιχαὴλ Σύγκελλος Ἱεροσο‐ λύμων, ἐν ᾧ φησιν· ὅσα δὲ δι’ ἀγράφου παραδόσεως ἢ ἐγγράφως παρειλήφαμεν, ἥκομεν ὑμῖν τοῖς φιλακροάμοσι παραθησόμενοι. τοιοῦτος οὖν εἰς ἡμᾶς κατήντηκε λόγος, ἀνέκαθεν πρὸς πατρὸς παιδὶ παρα‐ δεδομένος, ὡς ὁ μέγας Διονύσιος οὗτος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν, ἡνίκα μεσούσης ἡμέρας ὁ ἥλιος ἐκρύπτετο, ἐπὶ τῷ παραδόξῳ σφόδρα τεθηπὼς καὶ τὴν ἀνθρωπείαν ὑπερβεβηκὼς γνῶσιν, κατανοήσας τὸ γεγονός, ἄγνωστος, ἔφη, πάσχει θεός, δι’ ὃν τόδε τὸ πᾶν ἐζόφωταί τε καὶ σεσάλευται. καὶ παραχρῆμα τὸν χρόνον, καθ’ ὃν τουτὶ τὸ παγκόσμιον ἐτετέλεστο τερατούργημα, τεκμηριωσάμενος ἐτήρει παρ’ ἑαυτῷ, τοὐντεῦθεν διαγγελούμενον καραδοκῶν. μέμνηται μέντοι καὶ αὐτὸς ἐν τῇ πρὸς Πολύκαρπον ἐπιστολῇ τῆς ἡλιακῆς ἐκλείψεως ἐκείνης τῆς φρικωδεστάτης. Ἀπολλοφάνους γάρ, ἀνδρὸς φιλοσόφου, τὴν θρησκείαν Ἕλληνος τυγχάνοντος, νεμεσῶντός τε καὶ λοιδορουμένου τῷ τρισολβίῳ τούτῳ ὡς ἑταίρῳ δῆθεν ὄντι φιλτάτῳ καὶ ὁμογενεῖ, τὰ πατρῷα μὲν μυσαττομένῳ σεβάσματα, τὴν δὲ τῶν Χριστιανῶν προτιμῶντι καὶ ἀσπαζομένῳ πίστιν καὶ ταύτης ἀγωνιστι‐ κώτατα προασπίζειν, καὶ τοῖς Ἑλλήνων κατὰ τῶν Ἑλλήνων χρωμένῳ, τὴν λοιδορίαν καὶ νέμεσιν ἀνασκευάζειν πειρώμενος, μᾶλλον δὲ ὑπο‐ τιθέμενος τῷ Πολυκάρπῳ, πρὸς ὃν καὶ ὁ συστρατιώτης ἐποιεῖτο τὰ σκώμματα, τάδε φησί· σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολ‐ λοφάνην καὶ πατραλοίαν ἀποκαλεῖν· καὶ τὰ ἑξῆς. |
| δ 1171 | Διονύσιος, Ἁλικαρνασεύς, γεγονὼς ἐπὶ Ἀδριανοῦ Καίσαρος, σοφιστής, καὶ Μουσικὸς κληθεὶς διὰ τὸ πλεῖστον ἀσκηθῆναι τὰ τῆς μουσικῆς. ἔγραψε δὲ Ῥυθμικῶν ὑπομνημάτων βιβλία κδʹ, Μουσικῆς ἱστορίας βιβλία λϛʹ· ἐν δὲ τούτοις αὐλητῶν καὶ κιθαρῳδῶν καὶ ποιη‐ τῶν παντοίων μέμνηται· Μουσικῆς παιδείας ἢ διατριβῶν βιβλία κβʹ, Τίνα μουσικῶς εἴρηται ἐν τῇ Πλάτωνος Πολιτείᾳ βιβλία εʹ. |
| δ 1172 | Διονύσιος, Ἀλεξανδρεύς, Θρᾷξ δὲ ἀπὸ τοῦ πατρὸς Τήρου Τῆρος τοὔνομα κληθείς, Ἀριστάρχου μαθητής, γραμματικός. ὃς ἐσο‐ φίστευσεν ἐν Ῥώμῃ ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ ἐξηγήσατο Τυραν‐ νίωνι τῷ προτέρῳ. συνέταξε δὲ πλεῖστα γραμματικά τε καὶ συν‐ ταγματικὰ καὶ ὑπομνήματα. |
| δ 1173 | Διονύσιος, Ἀλεξανδρεύς, ὁ Γλαύκου υἱός, γραμματικός· ὅστις ἀπὸ Νέρωνος συνῆν καὶ τοῖς μέχρι Τραϊανοῦ καὶ τῶν βιβλιοθηκῶν προὔστη καὶ ἐπὶ τῶν ἐπιστολῶν καὶ πρεσβειῶν ἐγένετο καὶ ἀποκριμά‐ των. ἦν δὲ καὶ διδάσκαλος Παρθενίου τοῦ γραμματικοῦ, μαθητὴς δὲ Χαιρήμονος τοῦ φιλοσόφου, ὃν καὶ διεδέξατο ἐν Ἀλεξανδρείᾳ. |
| δ 1174 | Διονύσιος, Ἀλεξάνδρου, Ἁλικαρνασσεύς, ῥήτωρ, καὶ παντοίως λόγιος· γέγονε δὲ ἐπὶ Καίσαρος τοῦ Σεβαστοῦ, πρόγονος τοῦ ἐπὶ Ἀδριανοῦ γεγονότος Ἀττικιστοῦ. |
| δ 1175 | Διονύσιος, Μιτυληναῖος, ἐποποιός. οὗτος ἐκλήθη Σκυτο‐ βραχίων καὶ Σκυτεύς. τὴν Διονύσου καὶ Ἀθηνᾶς στρατιάν, Ἀργο‐ ναῦται ἐν βιβλίοις ϛʹ· ταῦτα δέ ἐστι πεζά· Μυθικὰ πρὸς Παρμένοντα. |
| δ 1176 | Διονύσιος, Βυζάντιος, ἐποποιός. Περιήγησιν τοῦ ἐν τῷ Βοσ‐ πόρῳ ἀνάπλου, Περὶ θρήνων· ἔστι δὲ ποίημα μεστὸν ἐπικηδείων. |
| δ 1177 | Διονύσιος, Κορίνθιος, ἐποποιός. Ὑποθήκας, Αἴτια ἐν βι‐ βλίῳ αʹ, Μετεωρολογούμενα· καὶ καταλογάδην Ὑπόμνημα εἰς Ἡσίοδον· Οἰκουμένης περιήγησιν δι’ ἐπῶν. ταῦτα δὲ εὗρον καὶ ἐν Διονυσίῳ τῷ τὰ Λιθιακὰ γράψαντι· πότερος οὖν αὐτῶν οὐκ οἶδα. |
| δ 1178 | Διονύσιος, Σικελίας τύραννος· ἔγραψε τραγῳδίας καὶ κωμῳ‐ δίας καὶ ἱστορικά. ὅτι καὶ ἕτεροι ἐτυράννησαν, ἀλλ’ ἡ τελευταία καὶ μεγίστη κάκωσις πάσαις ταῖς πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγέ‐ νετο. περὶ Διονυσίου τοῦ τυράννου ζήτει περὶ Φιλοξένου διθυραμβοποιοῦ ἐν τῷ ἄπαγέ με εἰς τὰς λατομίας. |
| δ 1179 | Διονύσιος, υἱὸς τοῦ Σικελίας τυράννου καὶ αὐτὸς τύραννος καὶ φιλόσοφος. Ἐπιστολὰς καὶ Περὶ τῶν ποιημάτων Ἐπιχάρμου. |
| δ 1180 | Διονύσιος, Μιλήσιος, ἱστορικός. Τὰ μετὰ Δαρεῖον ἐν βι‐ βλίοις εʹ, Περιήγησιν οἰκουμένης, Περσικὰ Ἰάδι διαλέκτῳ, Τρωικῶν βιβλία γʹ, Μυθικά, Κύκλον ἱστορικὸν ἐν βιβλίοις ζʹ. |
| δ 1181 | Διονύσιος, Μουσωνίου, Ῥόδιος ἢ Σάμιος, ἱστορικός· ἦν δὲ καὶ ἱερεὺς τοῦ ἐκεῖσε ἱεροῦ τοῦ ἡλίου. Ἱστορίας τοπικὰς ἐν βιβλίοις ϛʹ, Οἰκουμένης περιήγησιν, Ἱστορίας παιδευτικῆς βιβλία ιʹ. ὑπολαμβάνω ὅτι Διονύσιος ὁ Περιηγητὴς Βυζάντιος ἦν, διὰ τὸν ποταμὸν Ῥήβαν. |
| δ 1182 | Διονύσιος, Ἀλεξανδρείας· οὗ εὗρον ὑπόμνημα εἰς τὸν Ἐκ‐ κλησιαστὴν Σολομῶντος, λίαν εὐφραδές. |
| δ 1183 | Διονυσίων σκώμματα. ποτὲ μὲν βάλλων καὶ σκώπτων τοῖς ἐκ Διονυσίων σκώμμασιν. ἑορτὴ δὲ ἦν τὰ Διονύσια. ὃς λοξὰ βλέπων καὶ δεδορκὼς ἄλλο μὲν ἔκευθε φρεσίν, ἄλλο δὲ ἔφασκεν· οὗ ἀρᾶς καὶ πικρίας καὶ δόλου τὸ στόμα ἔγεμεν· ὃν ἐνδίκως ἡ δίκη δικάσασα κατεδίκασεν· ὃς κατὰ τὸν ποιητὴν ἐτώσιον ἄχθος ἀρούρης ἐτύγχανεν ὤν. ἀλλ’ ἐς κόρακας βέ‐ βληται καὶ οἴχεται ἄϊστος, ἄπυστος, γιγλύμου πολυστροφώτερος ἐν τοῖς πρακτέοις ἀποδεικνύμενος, ἐρρέσθω, οἰχέσθω, μηδ’ ἐν περιδείπνῳ ἐπαινεθησόμενος ὁ τρισ‐ βδέλυρος καὶ κυκῶν καὶ φύρδην καὶ μίγδην ποιῶν ἅπαντα, τὸ Κυκλώπειον τέρας· ὁ εἰδεχθὴς καὶ ἐμβρόντητος καὶ πλουτίνδην ᾑρημένος βιῶναι, θεοῦ ὄπιν οὐκ ἀλέγων οὐδὲ κατεπτηχὼς ἀδράστειαν ἄφυκτον· ὁ βωμολοχεύων ἀεὶ καὶ πέρπερα γλισχρευόμενος, ὁ κυνῶν κύντερος καὶ δαιμόνων ἀργαλεώτερος. |
| δ 1184 | Διονυσόδωρος: ὄνομα κύριον. |
| δ 1185 | Διόνυσος, ὁ Σεμέλης υἱός. παρὰ τὸ διανύειν ἑκάστοις τὸν ἄγριον βίον ζῶσιν. ἢ παρὰ τὸ διανοεῖν ἕκαστα τοῖς τὸν ἄγριον βίον ζῶσι. |
| δ 1186 | Δι’ ὀξείας δραμεῖν: ἐπὶ τῶν διακινδυνευόντων. ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην. |
| δ 1187 | Διοπετές: ἐξ οὐρανοῦ κατερχόμενον. ὅτι οἱ παρ’ Ἕλλησι τὰ ξόανα κατασκευάζοντες φόβον ἐμποιῆσαι βουλόμενοι τοῖς ὁρῶσιν ἔφασκον, ὅτι τὸ ἄγαλμα ἐξ οὐρανοῦ παρὰ τοῦ Διὸς ἐπέμφθη καὶ κατέπτη, κρεῖττον ὑπάρχον πάσης ἀνθρωπίνης χειρὸς καὶ ἀνάλωτον, ὅθεν καὶ διοπετὲς αὐτὸ καὶ οὐράνιον βρέτας ἐκάλουν, παρὰ τὸ βροτῷ ἐοικέναι. ὅπερ οὐχ οὕτως ἦν ἡ περὶ τῶν ἀγαλμάτων ματαία καὶ πεπλανημένη δόξα· ἀλλὰ τοὺς ἀγαλματοποιοὺς ἢ ἀποκτένοντες ἢ φυγαδεύοντες, ἵνα μηδένες εἰπεῖν ἔχοιεν ὅτι χειροποίητόν ἐστι τὸ ξόανον, φήμην πλάσαντες ἐν ταῖς ἀκοαῖς τῶν πεφενακισμένων ἠφί‐ εσαν, ἥτις καὶ τὴν Ἐφεσίων ἐπλάνα πόλιν. ὅτι δὲ ἀληθές ἐστι τοῦτο, μαρτυρεῖ τὸ ἐν Ἀλεξανδρείᾳ γενόμενον· Πτολεμαῖος γὰρ συναγαγὼν τεχνίτας ὥστε τὸν τῆς Ἀρτέμιδος ἀνδριάντα ποιῆσαι, μετὰ τὸ ἔργον βόθρον μέγαν ὀρύξας καὶ τὸν δόλον κρύψας ἐκέλευσε τοὺς τεχνίτας ἐν αὐτῷ δειπνῆσαι· οἵτινες δειπνοῦντες ἐκεῖσε κατεχώσθησαν καὶ ἀπέθανον ἄξιον μισθὸν τῆς κακουργίας κομισάμενοι. |
| δ 1188 | Διοπείθης: ὄνομα κύριον, καὶ κλίνεται εἰς ους. Ἀθηναῖος. Αἰλιανὸς περὶ Διοπείθους· οὗτος νόμον εἰσάγει τὸν ἀπὸ τοῦ ἄστεος ἐν Πειραιεῖ μείναντα, τοῦτον τεθνάναι. οὗτος οὖν ὠψίσθη ποτὲ ἄκων καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ· καὶ αὐτὸν οἱ ἐχθροὶ εἰς δίκην ὑπάγουσιν. |
| δ 1189 | Διοπομπεῖσθαι: ἀποτροπιάζεσθαι καὶ ἀποκαθαίρεσθαι. καὶ Ἀποδιοπομπείσθω. |
| δ 1190 | Δίοπος: ὁ διέπων καὶ ἐποπτεύων. ὁ τῆς νεὼς ἐπιμελητής. καὶ Δίοποι, οἱ βασιλεῖς· παρὰ τὸ διοπεῖν ἢ διοπτεύειν. |
| δ 1191 | Διοπτεύσων: διοψόμενος, κατασκοπήσων. |
| δ 1192 | Διοπτῆρα: κατάσκοπον, οἰκονόμον. Διοπτὴρ καὶ μηχανικόν τι ὄργανον, δι’ οὗ ἐστοχάζοντο ὕψος ἐπάλξεων. ἢ διόπτρα. |
| δ 1193 | Διοπτῆρες: οἱ ἐπιτηρηταί, οἱ προφύλακες. καταχεομένου τοῦ ἐξ ἐπιτεχνήσεως ὄμβρου τῶν Ἀβάρων καὶ συννεφοῦς ὄντος τοῦ ἀέρος καὶ ἐσέτι σκοτώδους οὐχ οἷοί τε ἐγένοντο οἱ διοπτῆρες διαγνῶναι ἐπιόντας τοὺς δυσμενεῖς. |
| δ 1194 | Διόπτης. ὦ Ζεῦ διόπτα καὶ κακόπτα πανταχῆ. ταῦτά φησιν, ἐπειδὴ πολύτρητα ἦν τὰ ῥάκη, δι’ ὧν ἦν πάντα ἐπισκοπῆσαι. ἀντὶ τοῦ παντεπόπτα. |
| δ 1195 | Διόπτρα: μηχανικὸν τεχνούργημα, δι’ οὗ οἱ γεωμέτραι ἀπηκρί‐ βουν τὴν τῶν ἐπάλξεων ἐκ διαστήματος ἀναμέτρησιν. Πισίδης· ταῦτα πρὸ πολλοῦ τῇ διόπτρᾳ σου βλέπεις. |
| δ 1196 | Διορθοῦμαι· αἰτιατικῇ. |
| δ 1197 | Διορίζω· δοτικῇ. Διορῶ δὲ αἰτιατικῇ. |
| δ 1198 | Διορία: προθεσμία. εἰ δὲ διὰ τοῦ ω μεγάλου, καιρὸν δηλοῖ, διωρία γραφόμενον. |
| δ 1199 | Διορίσκος. |
| δ 1200 | Διοριστέον: διαχωριστέον. |
| δ 1201 | Διορυγή: ἡ ὄρυξις. Διώρυξ δὲ διώρυγος. καὶ Διορω‐ ρυγμένος. |
| δ 1202 | Δῖος: ὄνομα μηνὸς παρὰ Μακεδόσιν, ὁ Νοέμβριος, ὁ νέος δὲ καὶ ὁ ἔν‐ δοξος. ἡ κλητικὴ ὦ δῖε. σημαίνει δὲ καὶ ὄνομα τόπου. |
| δ 1203 | Διὸς ἄνθος: φυτὸν ἀκανθῶδες. |
| δ 1204 | Διὸς ἐγκέφαλος: τὸ κάλλιστον βρῶμα. οὕτω λέγουσιν οἱ Πέρσαι ἐπὶ τῶν ἡδυπαθούντων· ἢ βασιλέως ἐγκέφαλος. |
| δ 1205 | Διοσημεία: θεομηνία. παρῆσαν δὲ οἱ χίλιοι Σκύθαι, πάσης ὀξύτεροι διοσημείας ἤτοι ἀστραπῆς ἢ πρηστῆρος ἢ κεραυνοῦ ἢ σκηπτοῦ ἢ διᾴττοντος ἀστέρος. ἢ Διοσημία ἐστὶν ὁ παρὰ καιρὸν χειμών. Ἀριστοφάνης· διοσημία ἐστί, καὶ ῥανὶς βέβληκέ με. τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ’ εἰς ἔνην· οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν. ἐπὶ τῶν ἀναβαλλομένων. παρεφυλάττοντο δὲ Ἀθηναῖοι τὰς θεοσημίας καὶ διέλυον τὰς ἐκκλησίας διοσημίας γενομένης, ἢ ἄλλο τι μέλλοντες ἀνύειν. καὶ Εὐνάπιός φησι περὶ Καρίνου τοῦ βασιλέως· καὶ πάντα ἦν αὐτοῦ βαρύτερα διοσημίας καὶ ἐλύττα ἐν μέσοις τοῖς ὑπηκόοις. |
| δ 1206 | Διοσκορίδης, Ἀναζαρβεύς, ἰατρός, ὁ ἐπικληθεὶς Φακᾶς διὰ τοὺς ἐπὶ τῆς ὄψεως φακούς. συνῆν δὲ Κλεοπάτρᾳ ἐπὶ Ἀντωνίου. καὶ γέγραπται αὐτῷ βιβλία κδʹ, τὰ πάντα ἰατρικὰ περιβόητα. |
| δ 1207 | Διὸς Κόρινθος: ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων παροιμία. ἐρρέθη δὲ δι’ αἰτίαν τοιαύτην· Μεγαρεῖς ὑπακούοντες Κορινθίοις ἐβαροῦντο τοῖς ἐπιτάγμασι καὶ φανεροὶ δυσανασχετοῦντες ἦσαν ἐπὶ τούτῳ. Κορινθίων δὲ πρέσβεις ἦλθον εἰς τὰ Μέγαρα καὶ τοῦ δήμου μὴ προσ‐ έχοντος αὐτοῖς ἀγανακτοῦντες ἐβόων· οὐκ ἀνέξεται ταῦτα ὁ Διὸς Κόρινθος. φασὶν οὖν τοὺς Μεγαρεῖς ἐκβάλλοντας αὐτοὺς παίειν καὶ λέγειν· παῖε τὸν Διὸς Κόρινθον. |
| δ 1208 | Διοσκόριος, Μυραῖος, γραμματικός, ὕπαρχος πόλεως καὶ πραιτωρίων, ὁ διδάξας τὰς θυγατέρας Λέοντος τοῦ βασιλέως ἐν Βυζαντίῳ. |
| δ 1209 | Διόσκουροι: Κάστωρ καὶ Πολυδεύκης. Αἰλιανός· καὶ μέντοι καὶ Διοσκούρων ἦν ἀγάλματα βʹ νεανίαι μεγάλοι, γυμνοὶ τὰς παρειὰς ἑκάτερος, ὅμοιοι τὸ εἶδος καὶ χλαμύδας ἔχοντες ἐπὶ τῶν ὤμων, ἐφημμένην ἑκάτερος· καὶ ξίφη ἔφερον τῶν χλαμύδων ἠρτημένα καὶ λόγχας εἶχον παρεστώσας, καθ’ ἃς ἠρείδοντο, ὁ μὲν κατὰ δεξιάν, ὁ δὲ κατὰ λαιάν. |
| δ 1210 | Διὸς κῴδιον· οὗ τὸ ἱερεῖον Διὶ τέθυται. θύουσί τε τῷ τε Μειλιχίῳ καὶ τῷ Κτησίῳ Διί. τὰ δὲ κῴδια τούτων φυλάσσουσι Δία προσαγορεύοντες. χρῶνται δ’ αὐτοῖς οἵ τε Σκιροφορίων τὴν πομπὴν στέλλοντες καὶ ὁ δᾳδοῦχος ἐν Ἐλευσῖνι, καὶ ἄλλοι τινὲς πρὸς τοὺς καθαρμοὺς ὑποστορνύντες αὐτὰ τοῖς ποσὶ τῶν ἐναγῶν. |
| δ 1211 | Δίοσμος: ἡ διαπορθμευτικὴ δύναμις τῶν ὀσφραντῶν παρὰ Θεοφράστῳ. οὐκ ἔστι δὲ ἡ ῥὶς τὸ αἰσθητήριον, ἀλλ’ ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόθεσις. |
| δ 1212 | Διὸς φήμη: ἡ μαντεία. ὁ γὰρ Ἀπόλλων ὑποφήτης τοῦ πατρός, καὶ παρ’ ἐκείνου λαμβάνειν τὰς μαντείας καὶ τοῖς ἀνθρώποις ἐκφέρειν. καὶ Ὅμηρος· Διὸς ἄγγελος ὄσσα δεδήει. |
| δ 1213 | Διὸς ψῆφος: οὕτως καλεῖται, ἐν ᾧ Ἀθηνᾶ καὶ Ποσειδῶν ἐκρίθησαν. Κρατῖνος Ἀρχιλόχοις· ἔνθα Διὸς μεγάλου θᾶκοι πεσσοί τε καλοῦνται. ὁ γὰρ τόπος, ἐν ᾧ ἐκρίθησαν, Διὸς ψῆφος καλεῖται. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων. |
| δ 1214 | Διότι: ἔσθ’ ὅτε καὶ ἀντὶ τοῦ ὅτι λαμβάνεται. οὕτως γὰρ ἄλλοι τε πολλοὶ καὶ Ἱεροκλῆς. ὅτι κατὰ τρεῖς τρόπους τὸ σαφέστερον ἡμῖν θεωρεῖται· καθ’ ἕνα μὲν τὸ ὅτι τοῦ διότι· σαφέστερον γὰρ ἡμῖν καὶ πρῶτον εἰς γνῶσιν· καὶ γὰρ ὅτι ἔχομεν ψυχὴν καὶ ὅτι ἀθάνατος, προχειρότερον εἰς νόησιν τοῖς πολλοῖς μᾶλλον ἢ τὸ παραχωρῆσαι καὶ ἐπιβάλλειν τῷ λόγῳ τῷ ταῦτα κατασκευάζοντι. δεύτερον τὸ καθόλου καὶ συγκεχυμένον τοῦ μερικοῦ καὶ διῃρημένου, οἷον τὸ εἰδέναι ἁπλῶς ὅτι σῶμα ἢ ὅτι τοιόνδε σῶμα, τουτέστιν οὐράνιον ἢ γήϊνον ἢ τοιῶσδε ἢ τοιῶς κεκραμένον. τρίτον τὸ ὡς πρὸς ἡμᾶς μὲν πρῶτον, ὕστερον δὲ τῇ φύσει· τῶν γὰρ ἁπλουστέρων, ἅπερ ἐστὶ τῇ φύσει πρῶτα ἡμῖν, τὰ συνθετώτερα γνωριμώτερα. |
| δ 1215 | Διότιμος: ὄνομα κύριον. |
| δ 1216 | Διοτρεφής: ὑπὸ Διὸς τεθραμμένος. |
| δ 1217 | Διοφάνης· οὗτος Μεγαλοπολίτης ἦν. ὃς μεγάλην ἕξιν εἶχεν ἐν τοῖς πολεμικοῖς διὰ τὸ πολυχρονίου γεγονότος τοῦ πρὸς Νάβιν πολέμου τοῖς Μεγαλοπολίταις ἀστυγείτονος πάντα συνεχῶς τὸν χρόνον ὑπὸ τὸν Φιλοποίμενα τεταγμένος τριβὴν ἐσχηκέναι τῶν κατὰ πόλεμον ἔργων ἀληθινήν. χωρίς τε τούτων κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν σωματικὴν χρείαν ἦν ὁ ἀνὴρ δυνατὸς καὶ καταπληκτικός. τὸ δὲ κυριώτατον, πρὸς πόλεμον ὑπῆρχεν ἀνὴρ ἀγαθὸς καὶ τοῖς ὅπλοις ἐχρῆτο διαφερόντως. |
| δ 1218 | Διοφανοῦς, τῷ Διοφανεῖ. |
| δ 1219 | Διόφαντος: ὄνομα κύριον. |
| δ 1220 | Δι’ ὄχλου: ἐπιβαρές. Ἀριστοφάνης· κεἰ δι’ ὄχλου τοῦτ’ ἐστὶ τοῖς θεωμένοις, ὅμως ἔχει τι τερπνὸν καὶ κωμῳδικόν. |
| δ 1221 | Διοχλῶ· δοτικῇ· τὸ μὲν ὅτι τι πᾶσι διοχλεῖ τοῖς ἐμοῖς, καὶ διοχλεῖς μοι. διοχλοῦμαι δὲ αἰτιατικῇ. πᾶσαν διοχλεῖσθαι γυναικωνῖτιν. |
| δ 1222 | Διώβολον καὶ Τριώβολον, καὶ Ἡμιωβόλιον ὁμοίως. |
| δ 1223 | Διωγκωμένον: πεφυσημένον. |
| δ 1224 | Διῴδει: ἐφλέγμαινε. |
| δ 1225 | Διῳδηκότα: ἐξωγκωμένον. ὅσοι γὰρ ἐκ τῆς αὐτῆς σπορᾶς γεγόνασι, κάτω τὸν πόδα τὸν δεξιὸν ἔχουσι διῳδηκότα καὶ βάδισιν ἀσθενῆ τε καὶ νωθῆ. καὶ Διῳδηκὼς ὁμοίως. |
| δ 1226 | Διωθεῖτε: ἀποστρέφετε. καὶ Διωθούμενοι, ἀνατρεπό‐ μενοι, ἐκβαλλόμενοι. |
| δ 1227 | Δίωκε ἀρετήν: ζήλου, ἐπιτήδευε. |
| δ 1228 | Διώκειν: εἰς ἀγορὰν ἄγειν. τοῦτο λέγεται, ὅταν προὐπο‐ φύγῃ τις. τάττεται δὲ καὶ ἐπὶ τοῦ συντόνως ἐλαύνειν. καὶ Διω‐ κόμεθα, ἀντὶ τοῦ κατηγορούμεθα. |
| δ 1229 | Διώκειν: ἐπὶ τοῦ ἄγειν εἰς κρίσιν καὶ κατηγορεῖν καὶ ἐπὶ τοῦ ἐπιθυμεῖν καὶ ὀρέγεσθαι· διώκειν γάρ φαμεν ἀρετήν. καὶ ἐπὶ τοῦ διελθεῖν. αἱ δὲ νῆες ἐς φυγὴν καταστᾶσαι πολλοὺς μετεδίωξαν τόπους· αἱ μὲν γὰρ εἰς Ἰόνιον κόλπον ἐξέπλευσαν, αἱ δὲ ἄλλῃ. |
| δ 1230 | Διῳκίσατο: διεχώρισεν, ἀπ’ ἀλλήλων ἐποίησε. διῳκίσατο τοὺς ἀνθρώπους ἀπὸ θεοῦ ἡ ἀνοσιότης. ὅστις δὲ δι’ ἀρετῆς καὶ ὁσιότητος ἀπάγων ἑαυτὸν ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων καὶ σπουδασμάτων ἐπ’ αὐτὸν τὸν θεόν, καὶ ζῶν τυγχάνει παρόντος καὶ τελευτήσας μετῳ‐ κίσατο πρὸς αὐτόν. |
| δ 1231 | Διῳκισμένος· γενικῇ. κεχωρισμένος. |
| δ 1232 | Διώκω σε: ἐλαύνω σε. τὸ δὲ κατηγορῶ γενικῇ. ὁ γὰρ διώκων τοῦ ψηφίσματος. καὶ, ἃ μὲν διώκει τῶν ψηφισμάτων, ταῦτά ἐστιν. |
| δ 1233 | Διωλύγιον: μέγα. καὶ παροιμία· Διωλύγιον κακόν, ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων. διωλύγιον γάρ ἐστι τὸ μέγα καὶ ἐπὶ πολὺ διῆκον. οὕτως δνοπαλίζεις διωλύγιος φλυαρία. Πλά‐ των. καὶ Δαμάσκιος· ταῦτα οὐ διωλύγιος φλυαρία δόξειεν ἂν εἶναι, καὶ δικαίως οὐ κατὰ γραῶν ὕθλον λεγόμενον, ἀλλὰ πέρα τοῦ μεγίστου φληνάφου; |
| δ 1234 | Διωμοσία: ὅρκοι οἱ ὑπὸ τῶν δικαζομένων γιγνόμενοι, τοῦ μὲν ὀμνύντος, ὅτι παθὼν ἐγκαλεῖ, τοῦ δὲ ἄρα, ὅτι οὐκ ἐποίησα. |
| δ 1235 | Διωμοσία καὶ ἀντωμοσία· ὅταν οἱ κατηγοροῦντες ὀμνύωσιν, ὡς ἀληθῶς κατηγοροῦσι, τοῦτο διωμοσία· ὅταν δὲ οἱ κατηγορούμενοι ὀμνύωσι τὸν αὐτὸν ὅρκον, διαλυόμενοι τὰ ἐγκλήματα, τοῦτο ἀντω‐ μοσία. διιππασία καὶ ἀνιππασία, τῶν ἵππων ἅμιλλα· ὥσπερ δὴ διωμοσία καὶ ἀντωμοσία τὸ αὐτὸ ἄμφω δηλοῖ. |
| δ 1236 | Διώμοτος. διωμότους συνίστασθαι τοῖς διαφερομένοις ἐκέ‐ λευε τοὺς ῥήτορας. τουτέστι τοὺς συνηγόρους. ὅτι ὁ Σιμόκατος ἐπὶ τοῦ ὅρκου ἐχρήσατο τῷ διωμοσία λέγων· οἱ Μαυρούσιοι διωμοσίαν κατὰ τῶν Ῥωμαίων ἐποιήσαντο. |
| δ 1237 | Διώμνυτο: παρατατικός. |
| δ 1238 | Δίων, Ἱππαρίνου, Συρακούσιος, φιλόσοφος Πλατωνικός, τοῦ Σικελίας τυράννου Διονυσίου τοῦ προτέρου τῆς γαμετῆς Ἀριστομάχης ἀδελφός· ὃς καὶ ἐκράτησε τῆς Σικελίας τυραννίδος, ἐκβαλὼν τὸν τοῦ προτέρου Διονυσίου υἱὸν Διονύσιον· οὗ πάλιν ἀδελφὸς Νισαῖος ἐξέβαλε Δίωνα τοῦτον. ἔγραψεν ἐπιστολὰς πρὸς Πλάτωνα καὶ ἄλλους τινάς. |
| δ 1239 | Δίων, ὁ Κάσσιος χρηματίσας, ὁ ἐπίκλην Κοκκήϊος· οἱ δὲ Κοκ‐ κηϊανός· Νικαεύς, ἱστορικός, γεγονὼς ἐπὶ τῶν χρόνων Ἀλεξάνδρου τοῦ Μαμαίας. ἔγραψε Ῥωμαϊκὴν ἱστορίαν ἐν βιβλίοις πʹ· διαιροῦνται δὲ κατὰ δεκάδας. Περσικά, Γετικά, Ἐνόδια, Τὰ κατὰ Τραϊανόν, Βίον Ἀρριανοῦ τοῦ φιλοσόφου. |
| δ 1240 | Δίων, ὁ Πασικράτους, Προυσαεύς, σοφιστὴς καὶ φιλόσοφος, ὃν Χρυσόστομον ἐκάλεσαν. ἀντεποιεῖτο δὲ σεμνότητος ὡς καὶ λεοντῆν φορῶν προϊέναι. ἦν δὲ λεπτὸς τὸ σῶμα καὶ διέτριψε τὸ πλεῖστον παρὰ Τραιανῷ τῷ Καίσαρι, ὡς καὶ συγκαθέζεσθαι ἐν τῷ βασιλικῷ ὀχήματι. ἔγραψεν Εἰ φθαρτὸς ὁ κόσμος, Ἐγκώμιον Ἡρακλέους καὶ Πλάτωνος, Ὑπὲρ Ὁμήρου πρὸς Πλάτωνα δʹ, Περὶ τῶν Ἀλεξάνδρου ἀρετῶν ηʹ. οὗτος διαβάλλει καὶ τὸν Ὅμηρον ὡς ψευδῶς τὰ περὶ τὸ Ἴλιον γεγραφότα. |
| δ 1241 | Διώνασσα: ὄνομα κύριον. |
| δ 1242 | Διωναία: ἡ Ἀφροδίτη. καὶ Διώνη, ἡ αὐτή. |
| δ 1243 | Διώνυμον: διαβόητον, ὀνομαστόν, περίφημον. |
| δ 1244 | Διώνυμοι· ἐν τοῖς Ἕλλησι διώνυμοι κόλακες καὶ κεκηρυγμένοι περιηχοῦσιν ἡμᾶς, Κλείσοφοί τε καὶ Στρουθίαι καὶ Θήρωνες καὶ οἱ περὶ τὴν Διονυσίου βομβοῦντες τράπεζαν καὶ οἱ περὶ τὴν δαῖτα Ἀλεξάνδρου μεμηνότες. |
| δ 1245 | Διωξικέλευθα κέντρα. |
| δ 1246 | Διώξιππος, Ἀθηναῖος, κωμικός. δράματα αὐτοῦ Ἀντιπορνο‐ βοσκός, Φιλάργυρος, Ἱστοριογράφος, Διαδικαζόμενοι. |
| δ 1247 | Διώξομαί σε δειλίας: ἀντὶ τοῦ κατηγορήσω σου. ἐς δι‐ καστὰς αὐτὸν ἀγαγόντες ἐδίωξαν κατηγορήσαντα τυραννίδος. |
| δ 1248 | Διώρης: ὄνομα κύριον. |
| δ 1249 | Διωρία: ἀνακωχή. δόξαν δ’ ἐπανεῖναι τὴν πολιορκίαν καὶ διωρίαν βουλῆς τοῖς στασιασταῖς παρασχεῖν. |
| δ 1250 | Διώρθου ἐκεῖνος τὰ πράγματα. ὑπερσυντελικός. |
| δ 1251 | Διώροφον: τὸ οἴκημα τὸ βʹ ἔχον στέγας. |
| δ 1252 | Διώρυξ, διώρυγος. |
| δ 1253 | Διωρυχή: διάνοιξις τοίχων ἢ χωμάτων. Διορυγὴ δὲ ἡ ὄρυξις. |
| δ 1254 | Διωσόμεθα: ἀπωσόμεθα καὶ ἀποπεμψόμεθα. |
| δ 1255 | Διωστῆρσιν: ἀναφορεῦσι τοῖς ἀναβαστάζουσιν. |
| δ 1256 | Δίπαλτος: ἀμφοτέραις ταῖς χερσίν. οἷον περιδεξίως, παντὶ σθένει. Σοφοκλῆς· πᾶς δὲ στρατὸς δίπαλτος ἄν με χειρὶ φονεύοι. ἢ οὕτως· ὁ στρατός με φονεύοι λαβὼν τὰ δίπαλτα δοράτια. |
| δ 1257 | Διπλασιάσαι: διχῶς λέγεται· ἢ γὰρ τὸν τόπον, ἐν ᾧ ἡ φάλαγξ μένοντος τοῦ πλήθους τῶν ἀνδρῶν, ἢ ἀριθμὸν αὐτόν. γίνεται δὲ ἑκάτερον διχῶς ἢ κατὰ λόχους ἢ κατὰ ζυγά. ταυτὸν δὲ εἰπεῖν κατὰ μῆκος ἢ κατὰ βάθος. κατὰ μῆκος μὲν οὖν γίνεται διπλασιασμὸς ἀνδρῶν, ὅταν μεταξὺ τῶν προϋπαρχόντων λόχων παρεμβάλωμεν, ἢ παρεμπλέκωμεν ἄλλους αὐτοῖς ἀριθμούς, τὸ μῆκος φυλάττοντες τὸ αὐτὸ τῆς φάλαγγος, ὥστε πύκνωσιν γενέσθαι μόνον ἐκ τῆς τῶν ἀνδρῶν διπλασιάσεως. κατὰ βάθος δέ, ὅταν μεταξὺ τῶν προϋπαρχόντων ζυγῶν παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλα αὐτοῖς ἰσάριθμα, ὥστε κατὰ βάθος πύκνωσιν εἶναι μόνον. κατὰ μῆκος δὲ τόπου γίνεται διπλα‐ σιασμός, ὅταν τὴν προειρημένην κατὰ μῆκος πύκνωσιν μανότητι μετατάττωμεν, ἢ οἱ παρεντεθέντες ἐξελλίσσωσι κατὰ μῆκος· κατὰ βάθος δὲ τόπου γίνεται διπλασιασμός, ὅταν τὴν προειρημένην κατὰ βάθος πύκνωσιν μανότητι μετατάττωμεν, ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ βάθος. ἔνιοι δὲ τοὺς τοιούτους ἀποδοκιμάζουσι, καὶ μάλιστα ἐγγὺς ὄντων τῶν πολεμίων, ἐφ’ ἑκάτερα δὲ τῶν κεράτων τοὺς ψιλοὺς καὶ τοὺς ἵππους ἐπεκτείνοντες τὴν ὄψιν τοῦ διπλασιασμοῦ χωρὶς ταραχῆς τῆς φάλαγγος ἀποδιδόασιν. ζήτει περὶ τούτου εἰς τὸ τέλος τοῦ βιβλίου ἐν τῷ διπλασιάσαι. |
| δ 1258 | Διπλαῖ: τὸ θηλυκὸν πληθυντικόν. τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα περισπῶσιν οἱ Ἀττικοί. ἀργυρᾶ, χρυσᾶ, κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ, ἀπὸ τοῦ φοινικιοῦν. |
| δ 1259 | Διπλόη: ἡ ἀπάτη. |
| δ 1260 | Διπλόη: ἡ ἔξωθεν ἀρετὴ φαινομένη, ἔσωθεν δὲ γέμουσα κακίας. καὶ οἱ φιλίαν μὲν ὑπισχνούμενοι, προϊέμενοι δὲ αὐτὸν τοῖς πολεμίοις. Πισίδης· ἐπέσχεν ὑμῶν τὴν βολὴν ἠπειγμένην ἡ τοῦ χιτῶνος ἐμπεσοῦσα διπλόη. τάττεται δὲ ἡ λέξις καὶ ἐπὶ τῶν σκο‐ λιῶν τοὺς τρόπους. |
| δ 1261 | Διπλοῦν Κ: ἀντὶ τοῦ κακά. καὶ διπλῆν ἑορτήν. |
| δ 1262 | Διπλοῦν κάππα: ἀντὶ τοῦ διπλοῦν κακόν. καὶ Τρία κάππα κάκιστα: Καππαδοκία, Κρήτη καὶ Κιλικία. |
| δ 1263 | Διποδία: εἶδος ὀρχήσεως. Ἀριστοφάνης· ἵν’ ἐγὼ διποδιάξω γε, κἀείσω καλὸν ἐς τοὺς Ἀσαναίους τε καὶ ἡμᾶς ἅμα. ἀντὶ τοῦ Ἀθηναίους. |
| δ 1264 | Διπτύχια: δύο περιβόλαια ἔχοντα, ὡς τὸ μὲν ὑπεστρῶσθαι, τὸ δὲ ἕτερον ὑποβεβλῆσθαι. |
| δ 1265 | Δίπυρος ἄρτος: ὁ παρὰ Ῥωμαίοις λεγόμενος παξαμᾶς. σισύρας ἐπὶ τῶν ὤμων φέροντες, ἐν αἷς δὴ ἄλλο οὐδέν, ὅτι μὴ δι‐ πύρους ἄρτους οἴκοθεν ἐμβεβλημένοι ἀφίκοντο. |
| δ 1266 | Δίρκη: ἡ πηγή. καὶ ὄνομα κύριον. ζήτει ἐν τῷ Ἀντιόπη. |
| δ 1267 | Δὶς ἑπτὰ πληγαῖς πολύπους πιλούμενος: ἐπὶ τῶν κολάσεως ἀξίων, παρόσον ὁ πολύπους θηρευθεὶς τύπτεται πολλάκις πρὸς τὸ πίων γενέσθαι. καὶ ἑτέρα παροιμία· Δὶς καὶ τρὶς τὸ καλόν, οὕτω χρὴ τὸ καλὸν πολλάκις λέγειν. καὶ Δὶς παῖδες οἱ γέροντες, ἐπὶ τῶν πρὸς τὸ γῆρας εὐηθεστέρων εἶναι δοκούντων. καὶ Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν λίθον, ἐπὶ τῶν ἐκ δευτέρου τοῖς αὐτοῖς ἀτοπήμασι περιπιπτόντων. |
| δ 1268 | Δισκεύων: ἐκδεχόμενος· ἢ κυλίων. καὶ ἐν Ἐπιγράμμασι· καὶ νῦν δίσκος ἐμοὶ κρόταλον. |
| δ 1269 | Δίσκος: ὁ σόλος. |
| δ 1270 | Διστάζω· αἰτιατικῇ. |
| δ 1271 | Διτάλαντον· καταστήσαντες διτάλαντον πετροβόλον τὰ μὲν κατέβαλλον τῶν τειχῶν, τὰ δὲ διέσειον. |
| δ 1272 | Δὶς κράμβη θάνατος. |
| δ 1273 | Διοιγνύντες: ἀνοίγοντες. |
| δ 1274 | Διοιδούντων: ἐκφυσώντων. |
| δ 1275 | Διοιδοῦσα: ἀντὶ τοῦ ὀγκουμένη. |
| δ 1276 | Διοικιεῖν: ἀντὶ τοῦ διαιρήσειν ὥστε μὴ ἐν ταυτῷ πάντας οἰκεῖν, ἀλλὰ χωρὶς καὶ κατὰ μόνας. |
| δ 1277 | Διοικίζω: τὸ διαχωρίζω. καὶ Διοικίζεσθαι, χωρί‐ ζεσθαι. Διοικῶ δὲ τὸ τελειῶ. |
| δ 1278 | Διοιμώζειν. |
| δ 1279 | Διοίσασα: διαπεράσασα. |
| δ 1280 | Διοίσεται: διαφορὰν σχῇ. |
| δ 1281 | Διοίσεται· Σοφοκλῆς· τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος. ἀντὶ τοῦ διάξει, βιώσεται. |
| δ 1282 | Διοίσειν: διαφέρειν. πίστεις τε ἔδοσαν ὡς καὶ προθύμως σφίσι τὸν πόλεμον διοίσοντες. ἀντὶ τοῦ συνδιενεγκόντες. τὸν πίθον οὔτε ἐπιεικὲς διοίσειν οὔτε ἀσφαλὲς καινὸν ὄντα. ἀντὶ τοῦ ἀνοῖξαι. καὶ παροιμία· οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν. ἐπὶ τῶν ὠχρῶν καὶ ἰσχνῶν· ἐπεὶ τοιοῦτος καὶ ὁ Χαιρεφῶν τὴν φύσιν καὶ τὴν ἰδέαν ἅτε σοφίᾳ συντετηκώς· ὅθεν καὶ νυκτερὶς ἐκαλεῖτο. καὶ Ἀριστοφάνης· οὐδὲν διοίσοντ’ ἄντικρυς τῶν Ἡρακλειδῶν οὐδ’ ὁτιοῦν τῶν Παμφίλου. οὗτος τραγῳδιοποιὸς ἐγένετο καὶ ἔγραψε τὰ συμβάντα τοῖς Ἡρα‐ κλείδαις. |
| δ 1283 | Διοίσομαι: ἀμφιβαλῶ. οὐ μὴν κατὰ τοῦτο διοίσομαι οὐδέν. |
| δ 1284 | Δίυγρος: ὁ ἀσθενής. |
| δ 1285 | Διύλισις: ἡ διήθησις. |
| δ 1286 | Διυπνίζω: ἐξανιστῶ. καὶ Διύπνισεν, ἐξύπνισεν. |
| δ 1287 | Διφαλαγγία ἀντίστομος: ἥτις μὲν ἡγεμόνας ἔχει μέσους τεταγμένους, τοὺς δὲ οὐραγοὺς ἔξω ἔχουσα ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους, οὓς μὲν ἐν δεξιᾷ, οὓς δὲ ἐν εὐωνύμῳ, τοὺς δὲ οὐραγοὺς ἐν μέσῳ τεταγμένους. Διφαλαγγία, αἱ βʹ φα‐ λαγγαρχίαι· ἄνδρες ͵ηρϞβʹ. τοῦτο δὲ καὶ μέρος ὑπ’ ἐνίων καλεῖται, ἀλλὰ καὶ κέρας, καὶ ὁ ἡγούμενος κεράρχης. ζήτει περὶ ταύτης ἐν τῷ τέλει τοῦ βιβλίου. |
| δ 1288 | Διφασία: ἡ δικαιολογία καὶ δικαιοσύνη. |
| δ 1289 | Διφάσια· ἐν τοῖσι τρώματα μεγάλα διφάσια Μιλησίων ἐγένετο ἔν τε Λιμενηΐῳ χώρης τῆς σφετέρης μαχεσαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ. |
| δ 1290 | Διφθέρα: ποιμενικὸν περιβόλαιον ἐκ δερμάτων. ὅτι ἀσκώ‐ ματα λέγονται τὰ ἐν ταῖς κώπαις σκεπαστήρια ἐκ δέρματος, οἷς χρῶνται ἐν ταῖς τριήρεσι, καθ’ ὃ τρῆμα ἡ κώπη βάλλεται· εἰς διφθέρας γὰρ τὰς διανοίας ἑαυτοῦ γράψας ὁ Θωρακίων ἔπεμπε τοῖς πολεμίοις ἐν τῇ Λακωνικῇ. |
| δ 1291 | Διφρεία: ἡ τοῦ ἅρματος περιφέρεια. |
| δ 1292 | Διφρηλατῶν: ἁρματηλατῶν. Σοφοκλῆς· σὺ δ’, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ’ ἐμόν. ὁ Αἴας φησί. καὶ Διφρηλάτης. |
| δ 1293 | Διφρίσκος: τὸ σκεῦος, ἐν ᾧ ἐφεστῶτες οἱ ἡνίοχοι ἐλαύνουσιν. ὑποκοριστικῶς δὲ εἶπε διὰ τὸ κούφους εἶναι καὶ μικροὺς τοὺς ἀγωνι‐ στικούς. |
| δ 1294 | Δίφρον: σελλίον. ἅρμα· ἢ καθιστήριον. καὶ Διφρο‐ φόρος, ἡ τὸ σελλίον βαστάζουσα. Ἀριστοφάνης· δίφρον διφροφόρει. ταῖς γὰρ κανηφόροις σκιάδειον καὶ δίφρον ἠκολούθει τις ἔχουσα. καὶ Διφροφορουμένους, φορείοις φερομένους. |
| δ 1295 | Διφροφόροι· Στράττις ἐν Ἀταλάνταις. Διφροφορου‐ μένους· Ἡρόδοτος· παρὰ Πέρσαις φορείοις φερομένους. καὶ τε‐ θέντος αὐτῷ δίφρου τινός, ἱζήσας κήρυκας διεπέμπετο τοῖς ἐν τῷ τείχει σφᾶς ἐκδιδόναι παραινῶν. Δίφρος, καὶ τὸ ἅρμα. παρὰ τὸ δύο φέρειν, τὸν παραβάτην καὶ τὸν ἡνίοχον. ἐξ οὗ καὶ διφρηλάτης. |
| δ 1296 | Διφυᾶ: δύο φύσεις ἔχοντα. |
| δ 1297 | Διφῶν: ζητῶν, ἐρευνῶν. |
| δ 1298 | Δίχα. |
| δ 1299 | Διχαζούσης: κλινούσης. ἤδη δὲ τοῦ καύματος ἀκμάζοντος καὶ διχαζούσης τῆς ἡμέρας. |
| δ 1300 | Διχῆ: διχῶς. |
| δ 1301 | Δίχηλα ζῷα: βοῦς, ἔλαφος, δόρκων, οἷς συμβέβηκεν ἐν τοῖς ὀπισθίοις ποσὶν ἀστραγάλους ἔχειν. |
| δ 1302 | Διχομηνία: τοῦ μηνὸς τὸ ἥμισυ. καὶ Διχομηνιαία, πεντε‐ καιδεκαταία τοῦ μηνὸς ἢ τῆς σελήνης. |
| δ 1303 | Διχόθεν: ἀπὸ τῶν δύο μερῶν. |
| δ 1304 | Διχοτομία φάλαγγος: ἡ εἰς δύο ἴσα τομή. ταύτης δὲ τὰ μέρη καλεῖται κέρατα, ὧν τὸ μὲν εὐώνυμον κέρας λέγεται καὶ οὐρά, τὸ δὲ ἕτερον δεξιὸν κέρας καὶ κεφαλὴ καὶ δεξιὸν ἀκρωτήριον καὶ δεξιὰ ἀρχή. ἀραγὸς καὶ ὀμφαλὸς καὶ συνοχή· φράγμα, ὡς ἔνιοι, καὶ στόμα, ὡς ἕτεροι, ἡ διχοτομία καλεῖται. καὶ Διχοτομῶ· αἰτιατικῇ. |
| δ 1305 | Δίψα, τῷ δίψει. ὅτι καὶ τὸ δίψος καταχρηστικώτερον εὑρίσκεται ὅπερ ἡ δίψα. δίψη δὲ τότε γράφεταιη, ὅταν ἔχῃ ἐπαγόμενον θηλυκὸν ἐπισημαῖνον αὐτό. ὡς ἂν δίψῃ τῇ ἐπιγινομένῃ. εἰ δὲ μὴ οὕτως εἴη, διὰ διφθόγγου τῷ δίψει. περὶ δίψης ζήτει ἐν τῷ Ἰουλιανός. |
| δ 1306 | Διψάς: εἶδος ὄφεως. ἔστι δὲ ἔχεως ὀλιγωτέρα, ἀποκτεῖναι δὲ ὀξυτέρα. οἱ δὲ δηχθέντες ἐξ αὐτῆς ἐξάπτονται εἰς δίψος ὥστε ῥήγνυσθαι. λευκὴ δέ ἐστι καὶ ἔχει ἐν τῇ οὐρᾷ γραμμὰς βʹ. πρηστῆρα δὲ αὐτήν τινες καλοῦσιν, καύσωνα δὲ ἄλλοι. γίνονται δὲ ἐν Λιβύῃ καὶ Ἀραβίᾳ μᾶλλον. καλοῦσι δὲ αὐτὴν καὶ μελάνουρον καὶ ἀμμοάτιν καὶ κεντρίδα. |
| δ 1307 | Διψῶ· αἰτιατικῇ. τὸ ἐπιθυμῶ. θεῷ γὰρ βούλομαι ἀρέσκειν καὶ πρὸς ἐκεῖνον ὁρᾶν καὶ τῇ ἐκείνου βουλήσει ἕπεσθαι τῷ οἴακι τῷ ἐκείνου διψῶν. καὶ Δίψα, ἡ ἐπιθυμία. Δημοσθένης· διψῶ τοῦ κωνείου. |
| δ 1308 | Διψῴης: εὐκτικόν. |
| δ 1309 | Δμηθέντα: δαμασθέντα, ὑπείξαντα. |
| δ 1310 | Δμηκότες: δαμάσαντες. |
| δ 1311 | Δμῆσις: ἡ δάμασις. |
| δ 1312 | Δμωίς: ἡ δούλη. |
| δ 1313 | Δμώς: ὁ δοῦλος. καὶ Δμωός. |
| δ 1314 | Δνοπαλίζω· οὕτως δνοπαλίζεις διωλύγιος φλυαρία. |
| δ 1315 | Δνοπαλίξεις: τουτέστι διὰ τῶν χειρῶν κινήσεις καὶ ἐκτινά‐ ξεις. ἡ εὐθεῖα Δνοπάλιξις. |
| δ 1316 | Δνοφερόν: μέλαν, σκοτεινόν. ὠλοφύρατο χερσὶν ἀμήσας ἀνδροφόνοις δνοφερὰν κρατὸς ὕπερθε κόνιν. |
| δ 1317 | Δοάξω: ἀμφιδόξω. |
| δ 1318 | Δόβειρα: ὄνομα πόλεως. |
| δ 1319 | Δογματίζει: θεολογεῖ, φυσιοῦται. Δογματίζειν ἐστὶ τὸ δόξαν τιθέναι, ὡς τὸ νομοθετεῖν νόμους τιθέναι. δόγματα δὲ ἑκατέ‐ ρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή. τούτων δὲ τὸ μὲν δοξαζόμενον πρότασίς ἐστιν, ἡ δὲ δόξα ὑπόληψις. ὁ τοίνυν Πλάτων περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. καὶ περὶ τῶν αὐτῷ δοκούντων ἀποφαίνεται διὰ τεσσάρων προσώπων, Σωκράτους, Τιμαίου, τοῦ Ἀθηναίου ξένου. εἰσὶ δ’ οἱ ξένοι, οὐχ ὥς τινες ὑπέλαβον, Πλάτων καὶ Παρμενίδης, ἀλλὰ πλάσματά ἐστιν ἀνώνυμα. περὶ δογμάτων. οἱ μὲν γενητόν, οἱ δὲ ἀγένητον, καὶ οἱ μὲν ἔμψυχον, οἱ δὲ ἄψυχον. Ἀναξαγόρας δὲ καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ὁμιλήσαντες τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν· ὕστερον δὲ καὶ Πλάτων, ὡς Πλούταρχος ἐν τοῖς Παραλλήλοις φησίν. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν σελή‐ νην ὠνόμασαν καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἴσιν, ἅτε ὁρῶντες αὐτοὺς δρόμῳ ἰόντας καὶ θέοντας θεοὺς ἐκ τοῦ θέειν καὶ ἰέναι. |
| δ 1320 | Δοθιῆνι σκορόδῳ ἠμφιεσμένῳ ἔοικεν. |
| δ 1321 | Δοθιών: φῦμα φλυκταίνῃ ἐοικός. ἔχουσα δοθίωνα ὑπο‐ φυόμενον ἄρτι. |
| δ 1322 | Δοκεύει: ἐπιτηρεῖ. |
| δ 1323 | Δόκησις: ὑπόνοια. ἢ τὸ μὴ ὄν, νομιζόμενον δέ. ὅ ἐστι φαν‐ τασία καὶ σκιὰ καὶ ὄναρ. |
| δ 1324 | Δόκησις ἀληθείας: περιφραστικῶς ἡ ἀλήθεια παρὰ Θου‐ κυδίδῃ. |
| δ 1325 | Δοκησίσοφος: ἀντὶ τοῦ φρόνιμος. Ἀριστοφάνης· νεανίας δοκησίσοφος. |
| δ 1326 | Δοκίδες: ἀστέρων ὀνόματα. |
| δ 1327 | Δοκιμάσας· αἰτιατικῇ. κρίνας. καὶ Δοκιμασθείσαις, κριθείσαις, βεβαιωθείσαις. μαθὼν ὡς ταῖς ἤδη ὑπὸ Ζαχαρίου δοκι‐ μασθείσαις σπονδαῖς οὐ στέργουσι Ῥωμαῖοι, ἐπαφίησι Τανχοσδρὼ κατὰ τῆς Ῥωμαίων ἐπικρατείας. καὶ Αἰσχύλος φησίν, οὐ γὰρ δοκεῖν δί‐ καιος, ἀλλ’ εἶναι θέλω. |
| δ 1328 | Δοκιμασθείς: Δημοσθένης μὲν ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς. λέγει γὰρ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι. ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων τὸ δοκιμασθῆναι, εἰ καὶ μηδ’ ἥντινα ἦρχον ἀρχήν· ἐνίοτε δὲ καὶ αὐτῶν ἐξητάζετο ὁ βίος. Λυκοῦργος δὲ γʹ δοκι‐ μασίας φησὶ κατὰ τὸν νόμον γίνεσθαι. καὶ γὰρ μία μέν ἐστιν, ἣν οἱ θʹ ἄρχοντες δοκιμάζονται· ἄλλη δέ, ἣν οἱ ῥήτορες, τρίτη δέ, ἣν οἱ στρατηγοί. λέγει δὲ ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν. |
| δ 1329 | Δοκιμασίαν ἐπαγγεῖλαι: τὸ δίκην ἑταιρήσεώς τινα καταγγεῖ‐ λαι. γίνεται δὲ ἡ τῆς ἑταιρήσεως δοκιμασία οὐ πᾶσιν, ἀλλὰ πολιτευο‐ μένοις ῥήτορσι καὶ ψηφίσματα γράφουσιν. |
| δ 1330 | Δοκιμαστῆρες: οἱ ἐτασταί. ὁ δὲ ὢν καὶ πρότερον ἔν γε Ἰταλιώταις πᾶσι δόκιμος μεῖζον ὡς τὸ εἰκὸς ἐπὶ φιλανθρωπίᾳ κλέος ἀπήνεγκεν. |
| δ 1331 | Δόκιμος καὶ Δοκίμων. |
| δ 1332 | Δοκιμώταται τῶν πόλεων. |
| δ 1333 | Δοκός: τὸ μέγα ξύλον. |
| δ 1334 | Δοκοῦντα· δοτικῇ. ἀντὶ τοῦ ἀρέσκοντα. πολλὰ λέγει παρά‐ δοξα καὶ δοκοῦντα τοῖς φιλοσόφοις, πολλὰ τῶν καθ’ ᾅδου, οὔπω τινὰ ἀκοὴν φέροντι τῷ Ἰσιδώρῳ τοσούτων ἀκουσμάτων. |
| δ 1335 | Δολίωνος: ὄνομα κύριον. |
| δ 1336 | Δολιχά: μακρά, πολλά. Δόλιχος, τὸ ἱπποδρόμιον. ἀπὸ τοῦ κάμπτειν· στάδιον δὲ ὁ ὀρθὸς δρόμος. |
| δ 1337 | Δολιχεύουσι: περιοδεύουσιν. Αἰλιανός· Διονύσιος τοὔνομα, ἔμπορος τὸ ἐπιτήδευμα, δολιχεύσας πολλοὺς πολλάκις πλοῦς περι‐ βάλλεται πλοῦτον εὖ μάλα ἁδρόν. |
| δ 1338 | Δολιχόν: μακρόν, ἢ πολύ. ἔχειν δὲ δόρυ οὐ κατὰ τὸν ἐξ ἵππου μαχόμενον δολιχόν, ἀλλ’ ὥστε μόνον τὴν ἐπιδορατίδα ὑπερέχειν ἐς ὕψος. |
| δ 1339 | Δόλιχος: τὸ ὄσπριον· καὶ τὸ ὄνομα τοῦ δρόμου, προπαροξυ‐ τόνως. δολιχὸς δὲ τὸ ἐπίθετον, ὁ μακρός, ὀξυτόνως. ἔστι δὲ ὁ δόλιχος κʹ στάδια. |
| δ 1340 | Δολιχόσκιον: τὸ μακροπόρευτον. |
| δ 1341 | Δολοβέλλας: ὄνομα κύριον. |
| δ 1342 | Δολόμητις: δολιόβουλος. |
| δ 1343 | Δόλος: ἡ ἐπὶ λύμῃ τῶν ἀδελφῶν ἐπιβουλή τε καὶ μηχανὴ παρὰ τῷ Ἀποστόλῳ. |
| δ 1344 | Δόλοψ: ὄνομα κύριον. |
| δ 1345 | Δόλων: οὕτω καλεῖται ὁ παρὰ τοῖς Κυζικηνοῖς τὴν Ἄρτεμιν θεραπεύων γυναικεῖος θίασος, ὥς φησιν Αἰλιανός. καὶ Δόλων, ὃ παρὰ Ὁμήρῳ. καὶ φυλάττει. |
| δ 1346 | Δόλωνες: τὰ μικρὰ ἱστία. χαλάσαντας τὰ μεγάλα ἄρμενα, τοῖς μικροῖς, ἃ δὴ δόλωνας καλοῦσιν, ἕπεσθαι. καὶ αὖθις Δόλωνες. προβαλόμενος τοῦ παντὸς στόλου ναῦς ὀλίγας, ταύταις τοὺς δόλωνας ἐπαράμενος ἔπλει. οἱ δὲ Ῥωμαῖοι πλησίον γενόμενοι καθεῖλον τοὺς δόλωνας. |
| δ 1347 | Δολώνεια: πόλις. |
| δ 1348 | Δόμα: τὸ διδόμενον δῶρον. |
| δ 1349 | Δόμεν, ὅς κεν δῷ· καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ: ὁ Ἡσίοδός φη‐ σιν. ἀντὶ τοῦ δόμεναι καὶ μὴ δόμεναι. |
| δ 1350 | Δομέστικοι: οἱ τῶν Ῥωμαίων ἱππεῖς. ἢ κατὰ Ῥωμαίους οἰκειακοὶ στρατιῶται. |
| δ 1351 | Δομετιανός, βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου νεώτερος, Νέρωνι καὶ Καλλιγούλᾳ καὶ Τιβερίῳ, τοῖς αἴσχιστα καὶ φαυλότατα προστᾶσι τῆς ἡγεμονίας, ἤπερ τῷ πατρὶ καὶ τἀδελφῷ προσεοικὼς τὸν τρόπον. μετρίοις γὰρ δὴ τῆς ἀρχῆς προοιμίοις χρησάμενος εὐθὺς ἐς πλείονά τε καὶ ἄτοπα τῆς γνώμης ἐκπίπτει μειονεκτήματα, πλεονεξίαν τε νοσῶν ἄμετρον καὶ ἀσέλγειαν, θυμοῦ τε ἀκρατὴς ὢν καὶ ἀπαραίτη‐ τος ἐν ταῖς κολάσεσι, φιλαπεχθήμων τε καὶ φιλάργυρος εἰ καί τις ἕτερος. ταχέως γοῦν τὸ πρὸς ἁπάντων μῖσος ἐφειλκύσατο ὡς τό τε τοῦ ἀδελφοῦ καὶ τοῦ πατρὸς ἀποσβέσαι κλέος. σφαγαῖς τε γὰρ τῶν ἐπισήμων τῆς βουλῆς ἑκάστης ἡμέρας ἐμίαινε τὴν πόλιν, τάς τε ἴσας τοῖς κρείττοσι μεταδιώκων τιμὰς οὐχ ὑπέμενεν ἑτέρων αὐτῷ γενέσθαι κατὰ τὸ Καπιτώλιον ἀνδριάντων στάσιν ἐκ χρυσοῦ τε καὶ ἀργύρου πεποιημένων. ἀπείχετο δὲ οὐδὲ τοῦ τῶν συγγενῶν φόνου, ἀλλ’ ἐπὶ πάντας τοὺς ἀφ’ αἵματος τὴν ἀνοσίαν ἤγαγε δεξιάν, οὔτε θεοὺς ὁμογνίους οὔτε δίκην αἰδούμενος, ἀλλ’ ὁμοῦ τά τε θεῖα περιφρονῶν καὶ τὰ ἀνθρώπινα. |
| δ 1352 | Δομετιανός, βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου, οὗ διάδοχος γενόμενος οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωσεν ἄριστον πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνος ἀνοσιουργίαν ἐκ διαμέτρου. καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθὼν μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενόμενος ἑαυτὸν ὁ ἄθεος τελευταῖον ἀπεθέωσε. κἀντεῦθεν οὖν ἔχθιστον ἅπασι καὶ ἀπόβλητον διὰ τὸ φονικόν τε καὶ θηριῶδες τῆς μιαρᾶς γνώμης ἑαυτὸν ὁ τάλας ἀποφήνας, εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισάμενος αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέβηλον καταστρέφει βίον. οὗτος σὺν τῷ βασκάνῳ δαίμονι νεμεσήσας τῷ ἀδελφῷ τοῦτον ἀναιρεῖ φαρμάκῳ, ἔρωτι τῆς ἀρχῆς. καὶ πονηρῶς τὰ πράγματα Ῥωμαίων διαθεὶς οὐδὲν ὠμότητος οὐδὲ πλεονεξίας οὐδὲ φονικῆς ἐνεργείας ἢ ἑτέρου τινὸς παραλέλοιπεν εἶδος ἢ σπούδασμα, μετὰ τοῦ καὶ ἀκρατὴς εἶναι καὶ ἀκόλαστος τὰ περὶ τὸ σῶμα. οὗτος καὶ Νέρβαν μετέστησεν ὡς ἐπιβουλεύοντα τῇ βασιλείᾳ, καὶ Ἀπολλώνιον τὸν Τυανέα ὡς φίλον Νέρβᾳ, συλλαβὼν ἀπέκειρε καὶ δέσμιον εἰς δικαστήριον ἤγαγε. καὶ ἐπεὶ ὁ φιλόσοφος οὐκ ἐνεδίδου ἐπεγγελῶν τὰ γινόμενα παρ’ αὐτοῦ καὶ ἐπιπλήττων τοῖς πραττομένοις, αἰσχυνθεὶς διαφῆκεν αὐτόν. τότε φασὶ καὶ τὸ πολυθρύλητον ἔπος εἰπεῖν τὸν Ἀπολλώνιον· οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι· ἄφαντον γενέσθαι παραχρῆμα. οὗτος καὶ τοὺς φιλοσόφους καὶ μαθηματικοὺς ἐφυγάδευσεν ἀπὸ Ῥώμης. ἐπὶ τούτου καὶ Ἰωάννης ὁ Εὐαγγελιστὴς εἰς Πάτμον ἐξορίζεται. καὶ τοὺς ἀπὸ τοῦ γένους Δαβὶδ ἀναιρεῖσθαι προσέταξε, καὶ Χριστιανοὶ πολλοὶ ἐπ’ αὐτοῦ μαρτυροῦσι. Νέρβας δὲ ἀπολύει τῆς ἐξορίας Ἰωάννην τὸν Θεολόγον. Ἀδριανὸς δὲ πολλὰ ἀνορθώσας καὶ Λαζοῖς ἤτοι Κόλχοις βασιλέα ἐπέστησεν. οὐκ εὐβούλως δὲ τῆς Μεσοποταμίας παραχωρεῖ Πέρσαις δεηθεῖσιν αὐτοῦ, κτηθείσης ὑπὸ Τραιανοῦ Ῥωμαίοις, καὶ τὸν Εὐφράτην ὅρον ποιεῖται τῆς ἀρχῆς. οὗτος διὰ τὸ φονικὸν καὶ θηριῶδες ἔχθιστος ὢν πρὸς τῶν οἰκείων συστάντων ἐπ’ αὐτῷ κατακτείνεται καὶ παρασκευασαμένους εἰσπέμψαι ξὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προσπεσόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν πατάξαι μέν, οὐ μὴν καιρίαν, ἀναπηδήσαντος γοῦν ἐκείνου. |
| δ 1353 | Δομέτιος: ὄνομα κύριον. |
| δ 1354 | Δομίτιος: ὄνομα κύριον. |
| δ 1355 | Δομνῖνος, φιλόσοφος, Σύρος τὸ γένος ἀπό τε Λαοδικείας καὶ Λαρίσσης πόλεως Συρίας, μαθητὴς Συριανοῦ καὶ τοῦ Πρόκλου συμφοιτητής, ὥς φησι Δαμάσκιος. ἐν μὲν τοῖς μαθήμασιν ἱκανὸς ἀνήρ, ἐν δὲ τοῖς ἄλλοις φιλοσοφήμασιν ἐπιπολαιότερος. διὸ καὶ πολλὰ τῶν Πλάτωνος οἰκείοις δοξάσμασιν διέτρεψε. καὶ διαλυμηνάμενος ἀποχρώ‐ σας ὅμως εὐθύνας τῷ Πρόκλῳ δέδωκε, γράψαντι πρὸς αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥς φησιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνος. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκρος οἷον ἀληθῶς φιλόσοφον εἰπεῖν· ὁ γὰρ Ἀθήνησιν Ἀσκληπιὸς τὴν αὐτὴν ἴασιν ἐχρησμῴδει Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμ’ ἀποπτύοντι πολλάκις καὶ τοῦτο φέροντι τῆς νόσου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοσηκότι. ἡ δὲ ἴασις ἦν ἐμπίπλασθαι χοιρείων κρεῶν. ὁ μὲν δὴ Πλούταρχος οὐκ ἠνέσχετο τῆς τοιαύτης ὑγιείας καίτοι οὐκ οὔσης αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμποδος ἀποβλέπων εἰς τὸ ἄγαλμα τοῦ Ἀσκληπιοῦ (καὶ γὰρ ἐτύγχανεν ἐγκαθεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ), ὦ δέσποτα, ἔφη, τί δὲ ἂν προσέταξας Ἰουδαίῳ νοσοῦντι ταύτην τὴν νόσον; οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖσθαι χοι‐ ρείων κρεῶν ἐκέλευσας. ταῦτα εἶπεν, ὁ δὲ Ἀσκληπιὸς αὐτίκα ἀπὸ τοῦ ἀγάλματος ἐμμελέστατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπείαν τῷ πάθει. Δομνῖνος δὲ οὐδὲ κατὰ θέμιν πεισθεὶς τῷ ὀνείρῳ, θέμιν τὴν Σύροις πάτριον, οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ χρησάμενος ἔφαγέ τε τότε καὶ ἤσθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευστος ἐπιτίθεσθαι τὸ πάθημα πάντως, ἕως ἐνεπλήσθη. τούτῳ οὖν ἤδη προσγεγηρακότι νεώτερος ὢν ἐντυχεῖν ὁ Ἀσκληπιόδοτος λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀστεμφὲς οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺς ἐντυγχάνοντας ἰδιώτας ἢ ξένους, ἄλλως τε καὶ τοὺς ἐπὶ τῷ διαφέρειν αὐχοῦντας, ἀμέλει καὶ ἑαυτῷ προσενεχθῆναι τραχύτερον. ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματος οὐκ ἠξίου ὁμολογεῖν πρὸς αὐτόν, οἷα δὲ νέος ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω θρασέως ὥστε τὸν Δομνῖνον μηκέτι προσέσθαι αὐτὸν εἰς ὁμιλίαν. |
| δ 1356 | Δόμνος: ὄνομα κύριον. |
| δ 1357 | Δόμορ. |
| δ 1358 | Δόμος: ὁ οἶκος. |
| δ 1359 | Δόνακες: κάλαμοι ἁλιευτικοί, ἢ αὐλοί. ἡ εὐθεῖα Δόναξ. |
| δ 1360 | Δονᾶτος: ὄνομα κύριον. |
| δ 1361 | Δονεῖται: κλονεῖται, σαλεύεται. Ἀριστοφάνης· πάνυ γάρ τις ἔρως με δονεῖ τῶνδε βοστρύχων. ἀντὶ τοῦ κινεῖ, ἐρεθίζει. |
| δ 1362 | Δόξα: ὑπόνοια, ὑπόληψις. Δόξα δέ ἐστιν ὁ παρὰ τῶν πολλῶν ἔπαινος· εἰ δὲ τῶν πολλῶν, ὅτι τῶν οὐκ εἰδότων. |
| δ 1363 | Δόξα: τὸ λογικὸν καὶ γνωστικὸν μέρος τῆς ψυχῆς διαιρεῖται εἰς νοῦν, διάνοιαν, δόξαν. ἡ μὲν οὖν δόξα καταγίνεται τὸ καθόλου ἐν τοῖς αἰσθητοῖς· οἶδε γὰρ ὅτι τὸ λευκὸν διακριτικὸν ὄψεως, καὶ ὅτι πᾶς ἄνθρωπος δίπους. ἔτι γε μὴν τῶν διανοητῶν οἶδεν ἄνευ λόγου τὰ συμπεράσματα. οἷον, ὅτι ἡ ψυχὴ ἀθάνατος οἶδεν· διὰ τί δέ, οὐκέτι. ὥστε δοξαστά ἐστι τό τε ἐν τοῖς αἰσθητοῖς καθόλου καὶ τῶν διανοη‐ τῶν τὰ συμπεράσματα. καὶ τοῦτ’ ἐστὶν ἡ δόξα, γνῶσις. διὰ τί δὲ ἀθάνατος ἡ ψυχή, οὐκέτι οἶδεν ἡ δόξα· διανοίας γὰρ ἔργον ἐστὶ τοῦτο. ὅθεν καὶ καλῶς ὁρίζεται τὴν δόξαν Πλάτων ἐν τῷ Σοφιστῇ, διανοίας λέγων ἀποτελεύτησιν, τῆς γὰρ διανοίας συλλογισαμένης, ὅτι ἀθάνατος ἡ ψυχή, τὸ συμπέρασμα μόνον οἶδεν ἡ δόξα. διανοίας δέ ἐστι τὸ οἷον ὁδόν τινα διανύειν μεταβαίνουσαν ἀπὸ προτάσεως εἰς συμπέρασμα· ἐξ οὗ καὶ τὴν κλῆσιν εἵλκυσεν. |
| δ 1364 | Δόξα· Σοφοκλῆς· τί δῆτα δόξης ἢ καλῆς μοι κληδόνος μάτην ῥεούσης ὠφέλημα γίνεται; εἰ τάς τ’ Ἀθήνας φασὶ θεοσεβεστάτας εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν· κἀμοί γε ποῦ ταῦτ’ ἐστίν; |
| δ 1365 | Δόξα: ἔπαινος. |
| δ 1366 | Δοξάζω· αἰτιατικῇ. |
| δ 1367 | Δόξα θεοῦ: παρὰ τῷ Ἀποστόλῳ τὸ δημιουργικὸν καὶ τὸ προνοητικόν. ταύτην τοιγαροῦν προσεκύρωσαν εἰδώλοις ἐν ὁμοιώματι ἀνθρώπων καὶ πετεινῶν καὶ τῶν λοιπῶν. |
| δ 1368 | Δόξαν: ἀρέσαν, βεβουλευμένον. δόξαν δὲ τοῖς Αἰγυπτίοις τὸν μὲν ἕτερον αὐτόθι μένειν, τὸν δὲ ἕτερον εἰς τὰς προσχώρους πόλεις ἀφικόμενον, ἐφ’ οἷς ποιήσεται εἰρήνην, ὁρίσαι. καὶ αὖθις· δοξάζων ἑαυτὸν ὑπὸ τῶν ἐναντίων καταφρονεῖσθαι. Σοφοκλῆς· σοὶ μὲν δοκεῖν ταῦτ’ ἐστίν, ἐμοὶ δ’ ἄγαν φρονεῖν. οἷον σοὶ μὲν ταῦτα ἐν δόξῃ καταλαμβάνεται, ἐγὼ δὲ σαφῶς ἐπίσταμαι. |
| δ 1369 | Δοξάριον: δόξα. ὑποκοριστικῶς. |
| δ 1370 | Δοξάσαι: ὑπονοῆσαι, εἰκάσαι. Ἀριστοφάνης· δοξάσαι ἐστὶ κόραι, τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν. καὶ Σοφοκλῆς· δόξα μοι παρεστάθη ναοὺς ἱκέσθαι δαιμόνων τάδ’ ἐν χεροῖν στέφη λαβούσῃ. ὅτι τὸν σπουδαῖον οὐ δεῖ δοξάσαι, τουτέστι ψεύδει μὴ συγκατατί‐ θεσθαι. |
| δ 1371 | Δοξασίας: δόξης, ὑπολήψεως. Δίων ἐν Ῥωμαϊκῶν νγʹ· προσ‐ έσται δὲ καὶ τῆς ἐμῆς δοξασίας. |
| δ 1372 | Δόξης· οἱ δὲ σὺν τῷ Φαβίῳ μέγα ἐκβοήσαντες οὐκέτι δόξης ἀλλὰ πολέμου ἔργα παρείχοντο. |
| δ 1373 | Δοξοκοπία: κενοδοξία. Ἀππιανός· ὁ δὲ Φλαμίνιος τὴν ἀρχὴν ἀπὸ δοξοκοπίας ᾑρημένος ἠπείγετο Ἀννίβᾳ συμπλακῆναι. λέ‐ γεται δὲ καὶ δημοκοπία καὶ δοξοκοπία. ὑπάτους αἱροῦνται ἐκ δόξης πολεμικῆς Λεύκιον, ἐκ δὲ δημοκοπίας Τερέντιον. |
| δ 1374 | Δοξολογῶ σε: ὑμνῶ σε. |
| δ 1375 | Δοξούμενοι. |
| δ 1376 | Δορά: τὸ δέρμα. καὶ Δορὰ ὄνων. ὅτι Ἐμπεδοκλῆς Κωλυσανέ‐ μας ἐπεκλήθη διὰ τὸ ἀνέμου πολλοῦ ἐπιθεμένου τῇ Ἀκράγαντι ἐξελάσαι αὐτὸν δορὰς ὄνων περιθέντα τῇ πόλει. |
| δ 1377 | Δόρατα: λογχάρια. |
| δ 1378 | Δοράτιον: μικρὸν δόρυ. |
| δ 1379 | Δορί: τῷ δόρατι. |
| δ 1380 | Δοριάλωτον: αἰχμάλωτον. |
| δ 1381 | Δορίκλυτος: περὶ τὸ δόρυ ἔνδοξος. |
| δ 1382 | Δορίκτητος πλοῦτος: ὁ ἀπὸ πολέμου. |
| δ 1383 | Δόριλλος: τὸ γυναικεῖον αἰδοῖον, ἐφ’ ὕβρει τραγῳδιοποιοῦ Δορίλλου. |
| δ 1384 | Δορίσκος: διφορεῖται. χωρίον Θρᾳκικόν. |
| δ 1385 | Δορκαλίδες: ὄργανόν ἐστι κολαστικόν τι. ἢ μάστιγες αἱ ἀπὸ ἱμάντων δορκάδων. |
| δ 1386 | Δορκάς. καὶ παροιμία· Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης. ἐπὶ τῶν τὴν ἰσχὺν ἀνίσων. |
| δ 1387 | Δόρκων: ὄνομα τόπου. καὶ ὁ ἔλαφος. |
| δ 1388 | Δοροδόκος: τὸ ξύλον τὸ ὑποδεχόμενον τῆς οἰκίας τὸν ὄροφον. |
| δ 1389 | Δορός: δόρατος. ἴσως τοι, κεἰ βλέποντα μὴ ’πόθουν, θανόντ’ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός. Τέκμησσά φησι, γυνὴ Αἴαντος περὶ Ἀγαμέμνονος. |
| δ 1390 | Δορπήσας: δειπνήσας. |
| δ 1391 | Δόρπεια: ἡ πρώτη ἡμέρα ἡ τῶν Ἀπατουρίων· ἡ δ’ ἑξῆς Ἀνάρρυσις, Κουρεῶτις δὲ ἡ τρίτη. καὶ ζήτει πλατύτερον ἐν τῷ Ἀπα‐ τούρια. |
| δ 1392 | Δόρπιστος: δείπνου ὥρα. |
| δ 1393 | Δόρπος: ὁ δεῖπνος. καὶ Δορπωρή, ὁ δεῖπνος. Δόρπος οὖν τὸ ἑσπερινὸν δεῖπνον, παρὰ τὸ δόρυ παύειν. καὶ ζήτει ἐν τῷ δεῖπνος. |
| δ 1394 | Δόρυ: τὸ ἀκόντιον. καὶ δορύκτητον ὄλβον ἐδέξατο. |
| δ 1395 | Δόρυ κηρύκειον: παροιμία ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων. οἱ δεκατευθέντες εἰς Δελφοὺς ὑπ’ Ἀθηναίων Γεφυ‐ ραῖοι λαβόντες χρησμόν· ἀνδρὶ Γεφυραίῳ φίλος οἶκος· ἀκολουθοῦντες βουσίν, ἕως ἂν οὗ ἐκεῖνοι κοπιάσωσιν, ὡς ὁ θεὸς αὐτοῖς ἔχρησεν, ὅπως ἐκεῖ καταμείνωσι, πολεμουμένων Ἀθηναίων ὑπὸ Εὐμόλπου, ἐπὶ τὴν Τάναγραν καλουμένην ὥδευσαν, δόντες μὲν τῷ προηγουμένῳ κηρύκειον, καθοπλίσαντες δὲ κατόπιν τοὺς νεούς. |
| δ 1396 | Δορυλάειον: τόπος. καὶ Δορύλαιον, τόπος. |
| δ 1397 | Δορυμέδων: ὄνομα κύριον. |
| δ 1398 | Δορυμήστορος: τοῦ ἐπιστημόνως πολεμοῦντος. |
| δ 1399 | Δορύξενος: ὁ ἐκ τῶν πολεμίων φίλος, ὁ πρεσβεύων περὶ λύτρων, εἰ ζωγρηθεῖέν τινες. ὡς Γλαῦκος καὶ Διομήδης. Δορυ‐ ξένους ἐκάλουν καὶ τοὺς ὁπωσοῦν ἐπιξενωθέντας. ἀνδρὸς τοιοῦδ’, ὅτῳ πρῶτον μὲν ἡ δορύξενος κοινὴ παρ’ ἡμῖν αἰέν ἐστιν ἑστία. ἢ ἐπιτατικῶς νῦν, ἀντὶ τοῦ ἡ καὶ πολεμίοις φίλη. |
| δ 1400 | Δορυξός· Ἀριστοφάνης· κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων, ἵν’ ἐμπολῷ βέλτιον, ἐπιθυμεῖ μαχῶν, ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας. |
| δ 1401 | Δορυσσόντων μόχθων: τουτέστι τῶν κατὰ πόλεμον μόχθων. ἐξ οὗ πολεμικῶν. |
| δ 1402 | Δορυφορεῖ· αἰτιατικῇ. τιμὴν περιποιεῖ. |
| δ 1403 | Δορυφόροι: φύλακες, ὑπηρέται βασιλέως, ὁπλοφόροι, ὑπα‐ σπισταί. |
| δ 1404 | Δός: δότε. καὶ δός· πᾶς ὁ βίος· λάβε δ’ οὐδ’ ἐπὶ νηυσὶν ἀκούσαις. |
| δ 1405 | Δοσίθεος: ὄνομα κύριον. |
| δ 1406 | Δόσις: ἰδίως λέγεται παρὰ τοῖς ῥήτορσιν συμβόλαιον γραφό‐ μενον, ὅταν τις τὰ αὑτοῦ διαδῷ διὰ τῶν ἀρχόντων. |
| δ 1407 | Δοσοληψία. |
| δ 1408 | Δότε μοι λεκάνην: ἐπὶ τῶν ὀργιζομένων καὶ προσποιου‐ μένων ὑπὸ χολῆς ἐμεῖν. |
| δ 1409 | Δότειρα. |
| δ 1410 | Δοτήρ: δότης. Δώτωρ δέ. |
| δ 1411 | Δότης, δότου. |
| δ 1412 | Δουλαγωγῶ· αἰτιατικῇ. |
| δ 1413 | Δουλεύω σοι. |
| δ 1414 | Δουλεία: κατὰ γʹ τρόπους· τὸν κατὰ τὴν δημιουργίαν, καθά φησιν· ὅτι τὰ σύμπαντα δοῦλα σά. τὸν παρὰ τῆς πίστεως, ὡς εἴρηται· ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. γʹ ἀπὸ τῆς πολιτείας κατὰ τὸ εἰρημένον· Μωυσῆς ὁ θεράπων μου. |
| δ 1415 | Δούλειον ἦμαρ. |
| δ 1416 | Δουλίχιος: νῆσος. |
| δ 1417 | Δουλιχοδείρων: μακροτραχήλων. |
| δ 1418 | Δουλοκρατίαν· ὅτι Γάϊος Ῥωμαίων βασιλεὺς δουλοκρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἴ τι ἂν εἰδοῖεν αὐτοῖς πλημμέλημα. ζήτει τὰ λοιπὰ ἐν τῷ Γάϊος. |
| δ 1419 | Δοῦλος ὢν κόμην ἔχεις: ἐπὶ τῶν παραλόγως τι πραττόν‐ των· παρόσον ἐλευθέρων τὸ κομᾶν. λέγεται καὶ Δουλότερος κατὰ σύγκρισιν. |
| δ 1420 | Δοῦλος: δύηλίς τις ὤν. δύη γὰρ ἡ κακοπάθεια καὶ δυστυχία. |
| δ 1421 | Δουλοσύνη. οἱ δὲ Φωκέες περιημάκτεον τῇ δουλοσύνῃ. ἀντὶ τοῦ ἐδυσφόρουν. |
| δ 1422 | Δουλῶ· δοτικῇ. |
| δ 1423 | Δούλων πόλις: παροιμία· ἐν Λιβύῃ· Ἔφορος εʹ. καὶ ἑτέρα ἱεροδούλων, ἐν ᾗ εἷς ἐλεύθερός ἐστιν. ἔστι δὲ καὶ ἐν Κρήτῃ Δουλό‐ πολις, ὡς Σωσικράτης ἐν τῇ αʹ τῶν Κρητικῶν. ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ἣν Φίλιππόν φασι συνοικίσαι τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συναγαγόντα, συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηρούς, ὡς δισχιλίους· ὡς Θεό‐ πομπος ἐν ιγʹ τῶν Φιλιππικῶν φησι. |
| δ 1424 | Δοῦλοι: πάντες μὲν φύσει θεοῦ, διαθέσει δὲ οἱ τούτου τὴν δεσποτείαν ἀσπασίως αἱρούμενοι. ὅτι δοῦλοι οἱ φαῦλοι τῶν κακῶν, οἱ δὲ σπουδαῖοι ἐλεύθεροι. εἶναι δὲ καὶ ἄλλην δουλείαν, τὴν ἐν ὑπο‐ τάξει, καὶ τρίτην ἐν κτήσει τε καὶ ὑποτάξει, ᾗ ἀντιτίθεται ἡ δεσποτεία, φαύλη οὖσα καὶ αὐτή. οὐ μόνον δὲ ἐλευθέρους εἶναι τοὺς σπουδαίους, ἀλλὰ καὶ βασιλέας· ἡ γὰρ βασιλεία ἀρχὴ ἀνυπεύθυνος, ἥτις περὶ μό‐ νους ἂν τοὺς σοφοὺς συσταίη. |
| δ 1425 | Δούπησεν: ἔπεσεν, ὥστε ψόφον ἀπετέλεσεν. |
| δ 1426 | Δοῦπον: ψόφον. καὶ Δοῦπος, θάνατος μετὰ ψόφου. |
| δ 1427 | Δούπων: ὄνομα κύριον. |
| δ 1428 | Δουράτειος ἵππος καὶ Δουράτεος. |
| δ 1429 | Δούρειος: ὁ ξύλινος ἵππος τῶν Ἑλλήνων. Ἀριστοφάνης· μέγεθος ὅσον ὁ δούρειος, ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην, τὸ δὲ μῆκος, ἑκατοντόργυιον. |
| δ 1430 | Δουρὶ καὶ Δορί: τῷ δόρατι. |
| δ 1431 | Δουρίληπτος: αἰχμάλωτος. |
| δ 1432 | Δοῦρις: ὄνομα ποιητοῦ. |
| δ 1433 | Δουροδόκης: τῆς τὰ δόρατα δεχομένης. |
| δ 1434 | Δοχμή: σπιθαμή. Ἀριστοφάνης· πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν. |
| δ 1435 | Δοχμή: ἡ παλαιστή. λέγει δὲ πρὸς τὸν βυρσοδέψην περὶ τοῦ δέρματος. |
| δ 1436 | Δόχμιον: πλάγιον. |
| δ 1437 | Δῶ: κατὰ ἀποκοπὴν δῶμα, ὁ οἶκος. |
| δ 1438 | Δωδεκάβοιον: ιβʹ βοῶν ἄξιον. |
| δ 1439 | Δωδεκαδώρῳ: δώδεκα παλαιστῶν ὄντι. δῶρον γὰρ ἡ πα‐ λαιστή. ἐν Ἐπιγράμμασι· Κυλληνίων αὐερύσαντες ἔρρεξαν καὶ οἱ δωδεκάδωρα κέρα ἄλλῳ μακροτένοντι ποτὶ πλατάνιστον ἐπάξαι. |
| δ 1440 | Δωδεκάκρουνος: κρήνη Ἀθήνησιν ἦν. Θουκυδίδης Ἐννεά‐ κρουνον. |
| δ 1441 | Δωδεκάκρουνον στόμα· ὁ γὰρ Κρατῖνος ἑαυτὸν ἐπῄνεσεν ἐν Πυτίνῃ λέγων· ἄναξ Ἄπολλον, τῶν ἐπῶν τοῦ ῥεύματος καναχοῦσι πηγαί, δωδεκάκρουνον στόμα, Ἰλισσὸς ἐν τῇ φάρυγγι ἂν εἴποιμι, εἰ μὴ ἐπιβύσει τις αὐτοῦ τὸ στόμα, κατακλύσει τοῖς λόγοισιν. |
| δ 1442 | Δωδεκαμήχανον: ἐπὶ τῶν παντοδαποῖς καὶ ποικίλοις χρω‐ μένων ἤθεσι. Κυρήνη γάρ τις ἐπίσημος γέγονεν ἑταίρα, δωδεκαμήχα‐ νος ἐπικαλουμένη διὰ τὸ τοσαῦτα σχήματα ἐν τῇ συνουσίᾳ ποιεῖν. ἔστι δὲ παρὰ τὸ ἐξ Ὑψιπύλης Εὐριπίδου· ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον. καὶ Δωδεκαμήχανος πόρνη, ιβʹ σχήμασι χρωμένη, Κυρήνη τοὔνομα. |
| δ 1443 | Δωδεκατημόριον: ἡ δωδεκάτη μοῖρα. |
| δ 1444 | Δωδεκίδες: θυσίαι δώδεκα ἱερείων, ὡς τριττύς, ἡ ἐκ τριῶν. |
| δ 1445 | Δωδωναῖον χαλκεῖον: ἐπὶ τῶν μικρολογούντων. Δήμων γάρ φησιν, ὅτι τὸ τοῦ Διὸς μαντεῖον ἐν Δωδώνῃ λέβησιν ἐν κύκλῳ περιείληπται· τούτους δὲ ψαύειν ἀλλήλοις, καὶ κρουσθέντος τοῦ ἑνὸς ἠχεῖν ἐκ διαδοχῆς πάντας, ὡς διὰ πολλοῦ χρόνου γίνεσθαι τῆς ἠχῆς τὴν περίοδον. Ἀριστοτέλης δὲ ὡς πλάσμα διελέγχων δύο φησὶ στύλους εἶναι καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειομένους ὑπ’ ἀνέμου τῷ λέβητι προσκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. κέχρηται τῇ παροιμίᾳ Μένανδρος Αὐλητρίσι. πρὸς Δήμωνα. εἰ δὲ πολλοὶ ἦσαν, οὐκ ἂν ἑνικῶς ἐλέγετο ἡ παροιμία. |
| δ 1446 | Δωδωναῖος: ὁ Ζεύς, παρόσον ἐν Δωδώνῃ τῆς Θεσπρωτίας ἐτιμᾶτο. |
| δ 1447 | Δωδώνη: πόλις ἐν τῇ Θεσπρωτίδι Πελασγίᾳ. ἐν ᾗ ἵστατο δρῦς, ἐν ᾗ μαντεῖον ἦν γυναικῶν προφητίδων. καὶ εἰσιόντων τῶν μαντευο‐ μένων ἐκινεῖτο δῆθεν ἡ δρῦς ἠχοῦσα· αἱ δὲ ἐφθέγγοντο, ὅτι τάδε λέγει ὁ Ζεύς. καὶ ἀνδριὰς ἵστατο ἐν ὕψει ῥάβδον κατέχων, καὶ παρ’ αὐτὸν λέβης ἵστατο· καὶ ἔπαιεν ὁ ἀνδριὰς τὸν λέβητα, ἐξ οὗ ἦχός τις ἐναρμόνιος ἀπετελεῖτο. αἱ δὲ τῶν δαιμόνων φωναὶ ἄναρθροί εἰσιν. |
| δ 1448 | Δωήκ: ὄνομα κύριον. ὁ Σύρος. |
| δ 1449 | Δῶμα: ὁ οἶκος. καὶ Δωμάτιον, οἰκημάτιον. |
| δ 1450 | Δωνατικὴ διάδοσις: ἡ διδομένη παρὰ τοῦ βασιλέως τοῖς στρατεύμασι. |
| δ 1451 | Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας· οἱ μὲν Ἡσιόδειον οἴονται τὸν στίχον, εἴρηται δὲ καὶ Πλάτωνος ἐν τρίτῃ Πολιτείᾳ. |
| δ 1452 | Δῶρα καὶ δωρεαὶ διαφέρει: δωρεαὶ μὲν γὰρ αἱ σιτήσεις καὶ αἱ προεδρίαι καὶ αἱ ἀτέλειαι καὶ τὸ ἱερᾶσθαι καὶ ὅσα ἄλλα λαμπρύνει ἄνδρας, δῶρα δὲ χρυσός, ἄργυρος, ἵπποι, ἀνδράποδα καὶ ὅσα ἑρμηνεύει πλοῦτον. ἀπὸ τοῦ δῶρα οὖν δωρὰ καὶ πλεονασμῷ τοῦ εʹ δωρεά. ἢ οὕτως· δῶρα μὲν τὰ ἐπὶ δωροδοκίᾳ διδόμενα, δωρεὰ δὲ ἐπὶ τιμῆς. |
| δ 1453 | Δωρεά: δόσις ἀναπόδοτος· ἔστι δὲ ἡ δόσις γένος τῆς δωρεᾶς. |
| δ 1454 | Δωρήκ: ὄνομα κύριον. |
| δ 1455 | Δωρησάμενος χρήμασι μεγάλοις: ἀντὶ τοῦ δωροδοκήσας. |
| δ 1456 | Δωρητόν: τὸ ὡς δῶρον διδόμενον. ἡ τραγῳδία· ὅσος παρ’ ὑμῖν ὁ φθόνος φυλάσσεται· οἷον τῆσδέ γ’ ἀρχῆς οὕνεχ’, ἣν ἐμοὶ πόλις δωρητὸν οὐκ αἰτητὸν εἰσεχείρισε, ταύτης Κρέων ὁ πιστὸς οὑξ ἀρχῆς φίλος, λάθρα μ’ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται. |
| δ 1457 | Δωρητός: ὁ δῶρα λαμβάνων. |
| δ 1458 | Δωριάζειν: παραγυμνοῦσθαι· Δωρικὸν γάρ ἐστι τὸ παρα‐ φαίνειν τὸ σῶμα, διὰ τὸ μηδὲ ζώνας ἔχειν, τὸ πολὺ δὲ χιτῶνας φορεῖν· ἐν δὲ Σπάρτῃ καὶ τὰς κόρας γυμνὰς φαίνεσθαι. |
| δ 1459 | Δωριεὺς καὶ Δωριεῖς. |
| δ 1460 | Δωρικόν. |
| δ 1461 | Δώριος: αὔλησις μουσική, ὥσπερ καὶ Λύδιος καὶ Φρύγιος. τὴν δὲ τροφὴν ἐκληρώσατο μετρίαν τινὰ καὶ ἄθρυπτον, οὔτε κακουρ‐ γοῦσαν διὰ πενίαν οὔτε διὰ πλοῦτον βλακεύουσαν, ἀλλὰ μέσην καὶ μουσικήν, τὸν Δώριον τρόπον τῆς τύχης ἀληθῶς ἡρμοσμένην. καὶ παροιμία· Ἀπὸ Δωρίου ἐπὶ Φρύγιον. οὐ φανοῦμαι στρογγύλων λογάρια, αὐτὰς δὲ τὰς φάσεις τῶν νοημάτων εἰς μέσον τιθέμενος, μόνον εἰ τῆς γλώττης τὸν τόνον ἀπὸ τῆς διαλέξεως εἰς ἐπιστροφὴν μεθαρμόσαιμι, ἀπὸ Δωρίου φασὶν ἐπὶ Φρύγιον. |
| δ 1462 | Δώριος: ὄνομα κύριον. καὶ Δώριος οἰκονομία. τήν τε ἀκακίαν καὶ τὸν αὐχμὸν ὁ Πολέμων ἐνεδέδυτο Ξενοκράτους καὶ τὸ βάρος, οἱονεὶ Δώριος οἰκονομία. καὶ Δώριον μέλος. |
| δ 1463 | Δωρίς, Δωρίδος, ὦ Δωρί. |
| δ 1464 | Δωρίσκος: διφορεῖται. ὄνομα τόπου. |
| δ 1465 | Δωριστί: τουτέστι δωροδοκιστί. Ἀριστοφάνης· τὴν Δωριστὶ μόνην ἁρμονίαν ἁρμόττεσθαι θαμὰ τὴν λύραν, ἄλλην δ’ οὐκ ἐθέλειν λαβεῖν. |
| δ 1466 | Δωρίχα: ὄνομα κύριον. καὶ ζήτει ἐν τῷ Ῥοδώπιδος ἀνάθημα. |
| δ 1467 | Δωρογραφή· ὅταν τις αἰτίαν ἔχοι τῶν πολιτευομένων δῶρα λαβεῖν, τὸ ἔγκλημα τὸ κατ’ αὐτοῦ διχῆ ἐλέγετο, δωροδοκία τε καὶ δώρων γραφή. |
| δ 1468 | Δωροδοκηθέντα. |
| δ 1469 | Δωροδοκήσαντα: οὐ μόνον δῶρα διδόναι καὶ ἀναπείθειν, ἀλλὰ καὶ τὸ λαμβάνειν. δωροδοκήσαντ’ ἐκ Μιτυλήνης πλεῖν ἢ μνᾶς ἕξ. |
| δ 1470 | Δωροδοκήσας· αἰτιατικῇ. δῶρα λαβών. |
| δ 1471 | Δωροδόκος: δῶρα δεχόμενος. |
| δ 1472 | Δῶρον: ἡ παλαιστή. καὶ Ὅμηρος· ἑκκαιδεκάδωρα πεφύκει. |
| δ 1473 | Δώρων δόκησιν: τὴν δωροδοκίαν. Θουκυδίδης. |
| δ 1474 | Δῶρον, ὃ διδοῖ τις, ἐπαίνει. |
| δ 1475 | Δωροξενία: ὅταν τις γραφεὶς ξενίας καὶ δῶρα δοὺς ἐκφύγῃ τὴν συκοφαντίαν, δωροξενία λέγεται. |
| δ 1476 | Δῶρος, ὁ ἀπὸ τῆς Ἀραβίας· ὥς φησι Δαμάσκιος εἰς τὴν Φιλόσοφον ἱστορίαν, δεινότατον εἶναι ζητητὴν τῆς ἀληθείας. τοῦτον Ἰσίδωρος ὁ φιλόσοφος ᾐσθάνετο μὲν τὴν ἀρχὴν ἐπὶ ταῖς Ἀριστοτέλους ὑποθέσεσιν ἐνδεδεμένον, ἅτε ἐκ παίδων ἐν αὐταῖς τεθραμμένον, πορρω‐ τέρω τῆς ἡλικίας, καὶ διὰ τὴν ἀήθειαν τῆς Πλάτωνος μεγαλοπρεποῦς ἐπιστήμης οὐ δυνάμενον ἀναπτῆναι πρὸς τὰ ὑψηλὰ καὶ λαμπρὰ τῶν νοημάτων. οὕτω δὲ ἔχοντα καταμαθὼν ἀνεκαλέσατό τε κατὰ βραχὺ καὶ ἀνεπέτασεν αὐτοῦ τὴν ψυχὴν εἰς τὸ μέγα πέλαγος τῆς ἀληθείας, ὥστε ἀποσκευασάμενον τὴν τὰ μικρὰ συλλογιζομένην ἀκρίβειαν περι‐ πατητικὴν εἰς τὴν διὰ Προμηθέως τινὸς ἅμα φανοτάτῳ πυρὶ κατα‐ πεμφθεῖσαν διαλεκτικήν, αὐτοψίαν τε καθαρώτατον οὖσαν νοῦ καὶ φρονήσεως, ἀναδραμεῖν τε καὶ ἐν αὐτῇ εἰσοικίσαι τὰς τοῦ βίου φιλο‐ σόφους ἐλπίδας. |
| δ 1477 | Δωροῦμαι· δοτικῇ. αἰτιατικῇ δέ· δωροῦμαί σε χρήμασιν. |
| δ 1478 | Δώς: ἡ δόσις, ἡ δωρεά. δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα. καὶ Αἰλιανὸς Ποικίλῃ ἱστορίᾳ περὶ τῶν Ῥωμαίων γυναι‐ κῶν· αἳ δεξάμεναι παρὰ Πύρρου τὰ δῶρα, ἔφασαν, ἡ δὼς αὐταῖς πρέπειν καὶ ἀξία εἶναι τοῦ πέμψαντος Πύρρου, ἀνόσιον δὲ αὐταῖς εἶναι φορεῖν. |
| δ 1479 | Δωσιάδης: ὄνομα κύριον. καὶ Δωσίδας. |
| δ 1480 | Δωσιδίκους: ἐκδότους τῇ δίκῃ. περὶ δὲ τῶν τεθνεώτων δω‐ σιδίκους παράσχοι τοὺς ἠδικηκότας. |
| δ 1481 | Δωσίθεος: ὄνομα κύριον. |
| δ 1482 | Δωσίπυγος· μισῶ τὴν ἀφελῆ, μισῶ τὴν σώφρονα λίαν. ἐπὶ τῆς ἀπονή‐ ρου καὶ δωσιπύγου. |
| δ 1483 | Δώσων: ὄνομα κύριον. |
| δ 1484 | Δωτίνη: ἡ δωρεά. |
| δ 1485 | Δωτωίς. |
| δ 1486 | Δώτωρ: ὄνομα κύριον. καὶ Βώτωρ. |
| δ 1487 | Δωτύς, δωτύος: τῆς τροφῆς. |
| δ 1488 | Δρᾷ: ποιεῖ. ἢ ποριεῖ. |
| δ 1489 | Δρᾶ: ἀντὶ τοῦ πράττε· προστακτικῶς. Ἀριστοφάνης Ὄρνισι· σὺ δ’ αὐτὸς ἤδη τἄλλα δρᾶ. |
| δ 1490 | Δράγματα: ἀπαρχαί. Ἡρῶναξ πρῶτα δράγματα φυταλιῆς τρισσῶν οἰνοπέδων τρισσοὺς ἱερώσατο τούσδε κάδους. |
| δ 1491 | Δραγμὴ χαλαζῶσα: ἐπὶ Διοφάντου τὸ θεωρητικὸν ἐγένετο δραγμή. ἐπεὶ δὲ ἐπέσχε χάλαζα τότε ἀπὸ τοῦ ἀέρος, δραγμὴν αὐτὴν χαλαζῶν ἐπέσκωπτον. |
| δ 1492 | Δράκαυλος· Σοφοκλῆς Τυμπανισταῖς. ἐπεὶ ἡ Ἀθηνᾶ δοκεῖ παρ’ αὐταῖς αὐλίσαι τὸν δράκοντα ταῖς Κέκροπος θυγατράσιν. ὅτι συναυλίζονται κατὰ τὸ εἰκὸς Κέκροπι ὄντι διφυεῖ. ὅτι συναυλίζεται μία τῶν ἐν τῇ ἀκροπόλει δράκοντι, προσημερεύουσα τῇ θεῷ. |
| δ 1493 | Δράκαινα. |
| δ 1494 | Δρακοντίδης: εἷς τῶν λʹ. |
| δ 1495 | Δράκων, Ἀθηναῖος νομοθέτης. οὗτος εἰς Αἴγιναν ἐπὶ νομο‐ θεσίαις εὐφημούμενος ὑπὸ τῶν Αἰγινητῶν ἐν τῷ θεάτρῳ ἐπιρριψάν‐ των αὐτῷ ἐπὶ τὴν κεφαλὴν πετάσους πλείονας καὶ χιτῶνας καὶ ἱμάτια ἀπεπνίγη καὶ ἐν αὐτῷ ἐτάφη τῷ θεάτρῳ. γέγονε δὲ τοῖς χρόνοις κατὰ τοὺς ζʹ σοφούς, ἢ μᾶλλον καὶ πρεσβύτερος. τῇ γοῦν λθʹ Ὀλυμπιάδι τοὺς νόμους ἔθετο γηραιὸς ὢν τοῖς Ἀθηναίοις. ἔγραψεν Ὑποθήκας εἰς ἔπη τρισχίλια. |
| δ 1496 | Δράκων, Στρατονικεύς, γραμματικός. Τεχνικά, Ὀρθογραφίαν, Περὶ τῶν κατὰ συζυγίαν ὀνομάτων, Περὶ ἀντωνυμιῶν, Περὶ μέτρων, Περὶ σατύρων, Περὶ τῶν Πινδάρου μελῶν, Περὶ τῶν Σαπφοῦς μέτρων, Περὶ τῶν Ἀλκαίου μελῶν. |
| δ 1497 | Δράκων, υἱιδοῦς Ἱπποκράτους, τοῦ διασήμου ἰατροῦ, ἀπὸ Θεσσαλοῦ· πατὴρ δὲ Ἱπποκράτους· οὗ πάλιν γέγονε Δράκων, ἰατρὸς καὶ αὐτός, ὃς Ῥωξάνην ἰάτρευσε, συνοικοῦσαν Ἀλεξάνδρῳ τῷ Μακε‐ δόνι. ὅτι δράκων, τὸ θηρίον, διπλῆν ἔχει τὴν γλῶσσαν, ὁμοίως καὶ ὁ ῥήτωρ. φασὶν ὅτι δράκων, ἐὰν ἁλῷ, εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ὅτι δράκων ἐν τῷ Ἰὼβ ὁ Διάβολος λέγεται. ψελίῳ δὲ τρυπή‐ σεις τὸ χεῖλος αὐτοῦ. |
| δ 1498 | Δρᾶμα: ποίημα, πρᾶγμα. ὡς καὶ δρᾶσαι, πρᾶξαι. λέγεται δὲ δρᾶμα καὶ τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα ὡς ἐν ὑπο‐ κρίσει. ὁ δὲ ἐβουλεύσατο ἀστειοτέρῳ δράματι πλανῆσαι τὸν ἠπατη‐ κότα. τουτέστι πράξει. Εὐνάπιος· καὶ τοῦτο ὥσπερ δράματι με‐ γάλῳ καὶ τραχεῖ τὸ κατὰ Μουσώνιον ἐπεισόδιον οὐκ ἔλαττον ὁ δαίμων ἐπήνεγκεν. |
| δ 1499 | Δραματουργήσας: συνείς. |
| δ 1500 | Δράμῃς: αὐθυπότακτον. |
| δ 1501 | Δράος καὶ Σάος ποταμοὶ περιλαμβάνοντες τὴν δευτέραν Παιο‐ νίαν εἰς τὸν ποταμὸν Ἴστρον καταφέρονται. |
| δ 1502 | Δραπετεύσας: φυγών. |
| δ 1503 | Δραπέτης: ὁ ἀποδρῶν τῆς δουλείας. ὁ τὸ δρᾶν πετεύων, ὅ ἐστι φεύγων. δραπέτης, τὸ δρα μακρόν. |
| δ 1504 | Δραπέτης κλῆρος: ὁ μετὰ πανουργίας γινόμενος. τοῦτο δὲ ἱστόρηται περὶ Κρεσφόντου καὶ τῶν Ἀριστοδήμου παίδων· ὅτι πανοῦργος ὁ Κρεσφόντης βῶλον ὑγρὰν εἰς τὴν ὑδρίαν ἐνέβαλε κλη‐ ρουμένων περὶ Μεσσήνης. Σοφοκλῆς· οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς· ἀλλ’ ὃς εὐλόφου κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν. καὶ Δραπέτισι θηλυκῶς παρὰ Κρατίνῳ. |
| δ 1505 | Δραπετίνδα: εἶδος παιδιᾶς. |
| δ 1506 | Δράπων: ὄνομα κύριον. |
| δ 1507 | Δράσας: ποιήσας. καὶ Δρᾶσαι. |
| δ 1508 | Δρασείεις: δρᾶν διανοῇ. ὦ Ζεῦ, τί δρασείεις ποθῶν τὸν λεών; Ἀριστοφάνης. καὶ Δρασείοντες, ἐπιθυμοῦντες πρᾶξαί τι. |
| δ 1509 | Δρασμός: φυγή. |
| δ 1510 | Δράσομαι· αἰτιατικῇ. |
| δ 1511 | Δρᾶσον· Ἀριστοφάνης Ὄρνισιν· ἀλλ’ οἶσθ’ ὃ δρᾶσον; Ἀττι‐ κῶς. τῷ σκέλει θένε τὴν πέτραν. |
| δ 1512 | Δραστήριον· τὸ κόσμιον καὶ ἡσύχιον μετὰ τοῦ δραστηρίου αὐτῷ ἐτέτακτο καὶ τοῦ ἀνδρώδους· ἐπιεικὴς γὰρ ὢν καὶ πρός γ’ ἔτι ἀπράγμων ὅμως εἰς ἀγῶνα πραγμάτων ἐμβεβηκὼς ἐξ ἀνάγκης οὐδενὸς ἐλείπετο τῶν περὶ ταῦτα καλινδουμένων. |
| δ 1513 | Δραστήριος: ὁ περίεργος. |
| δ 1514 | Δραστηρίοις: πρακτικωτάτοις. |
| δ 1515 | Δραχαρνεῦ: δρύινε Ἀχαρνεῦ, ἀναίσθητε. ἐκωμῳδοῦντο γὰρ οἱ Ἀχαρνεῖς ὡς ἄγριοι καὶ σκληροί. ποτάμιοι δέ, ὡς ῥᾳδίως δεχό‐ μενοι τοὺς παρεγγράφους. θυμοιτάδαι καὶ προσπάλτιοι, ὡς δικαστικοί. |
| δ 1516 | Δραχμή· ζήτει ἐν τῷ τάλαντα. αἱ ρʹ δραχμαὶ ποιοῦσι μίαν μνᾶν. Δραχμὴ δὲ ὁλκὴ νομίσματος εἰς ἀργυρίου δραχμὰς ιʹ. Δραχμή, ἓξ ὀβολῶν. καὶ Ἀριστοφάνης· εἰς χοιρίδιον δάνεισόν μοι τρεῖς δραχμάς. ἐπὶ τῶν μελλόντων ἀποθνήσκειν ἢ μυεῖσθαι· ἐπεὶ οἱ μυούμενοι χοῖρον ἔθυον. ἐδόκουν δὲ οἱ μυούμενοι ἐς τοὺς εὐσε‐ βεῖς τάττεσθαι. καὶ παροιμία· δραχμῆς μὲν αὐλεῖ, τεττάρων δὲ παύεται· ζήτει ἐν τῷ Ἀράβιος ἄγγελος. |
| δ 1517 | Δρεπανηφόρα τέθριππα· ἦν δὲ τῷ Δαρείῳ ὑπ’ Ἀλεξάνδρου πολε‐ μουμένῳ τέθριππα δρεπανηφόρα κατεσκευασμένα τὸν τρόπον τοῦτον. τῶν τροχῶν ἦσαν εἰς τὸν κύκλον περικεχαλκευμένα δρέπανα· συνέβαινέ τε ἐπερχομένων τὰς τάξεις ἀναιρεῖσθαι καὶ τοὺς ἐμπίπτοντας οἰκτρῶς ἀπόλλυσθαι· ἐλαυνομένων γὰρ τῶν δρεπάνων οἱ μὲν τῶν ποδῶν, οἱ δὲ τῶν χειρῶν, οἱ δὲ ἐκ τῶν ὅπλων κρατούμενοι ἐσύροντο ἐπὶ πολὺ καὶ ἀνῃροῦντο. |
| δ 1518 | Δρεπανηφόρος: ξιφηφόρος. καὶ Δρεπανηφόροι. Ξενοφῶν· τὰ δὴ δρεπανηφόρα καλούμενα εἶχον δρέπανα ἐκ τῶν ἀξόνων εἰς πλάγιον ἀποτεταμένα καὶ ὑπὸ τοῖς δίφροις ἐς γῆν βλέ‐ ποντα ὡς διακόπτειν ὅτῳ ἐτύγχανον. |
| δ 1519 | Δρέπεται: θερίζεται, τρυγᾶται, ἀπανθίζεται. ἐφ’ ἧς μνη‐ στῆρες ἀγαυοὶ πλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος, δρεπτόμενοι χάριτάς τε καὶ ὠνητὴν ἀφροδίτην. |
| δ 1520 | Δρέπομαι· γενικῇ· τῶν αὐτῶν σοι λόγων ἐδρεψάμην κἀγώ. αἰτιατικῇ δέ· πονηρὸν πονηρᾶς δόξης καρπὸν δρεπόμενος. καί, τὰ κάλλιστα δρεπόμενος τῆς φιλίας ἄνθη. |
| δ 1521 | Δρέπου: τρύγα. Ἡρόδοτος· τῶν δένδρων τὸν φλοιὸν περιλέποντες καὶ τὰ φύλλα καταδρέποντες ἤσθιον. |
| δ 1522 | Δρεφθῆναι: ἀποδρεπανισθῆναι. |
| δ 1523 | Δρῆσος: ὄνομα κύριον. καὶ ὄνομα ποταμοῦ. |
| δ 1524 | Δρησμός. |
| δ 1525 | Δρῆσται: οἱ οἰκέται. |
| δ 1526 | Δρηστοσύνη. |
| δ 1527 | Δριμέα: τὰ δριμύτατα. καὶ Δριμεῖα, ἡ δριμυτάτη. |
| δ 1528 | Δριξίπαρος: πόλις τῆς Θρᾴκης. |
| δ 1529 | Δριμώ: μία τῶν Ἀλκυονίδων. καὶ ζήτει ἐν τῷ Ἀλκυονίδες. |
| δ 1530 | Δρίος: σύνδενδρος τόπος. οὐκέτ’ ἀν’ ὑλῆεν δριὸς εὔσκιον, ἀγρότα πέρδιξ, ἠχήσεις ἀνεὶς γῆρυν ἀπὸ στόματος. |
| δ 1531 | Δρογγίλων: χωρίον Θρᾳκικόν. |
| δ 1532 | Δρομαῖος: ἐπιρρηματικῶς ἐπὶ ἑνικοῦ, Δρομαίως δὲ ἐπιρ‐ ρηματικῶς, πληθυντικῶς· ὡς τό, δρομαίως ἦλθον οἱ ἄνδρες. δρομαῖος δὲ ἦλθεν ὁ ἀνήρ. Δρομεὺς δέ, δρομέως. |
| δ 1533 | Δρομοκήρυκες: οἱ ἀγγελιαφόροι παρὰ Δίωνι. |
| δ 1534 | Δρομιχαίτης: ὄνομα κύριον. ὁ βασιλεὺς τῶν Ὀδρυσσῶν. |
| δ 1535 | Δρόμοις: τοῖς γυμνασίοις κατὰ Κρῆτας. δρόμῳ δ’ ἰσῶσαι τῇ φύσει τὰ πράγματα νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας. περὶ Ὀρέστου φησίν. οἷον οὐκ ἐλλείπων κατὰ τὰ τέρματα, ἀλλ’ ἴσος φανεὶς τοῖς τέρμασιν. ἀντὶ τοῦ ἴσος καὶ τεθαυμασμένος ἐν τῷ ἀγωνίσματι ὡς ἐπὶ τῇ μορφῇ· τουτέστιν ὡς θαυμαστὸς ἐπὶ τῇ μορφῇ, οὕτω καὶ ἐπὶ τῷ ἔργῳ ἐφάνης, ὡς ἐπὶ τῷ εἴδει οὕτω καὶ ἐπὶ τῷ ἔργῳ. λύσις ὀνείρων· ἀργῶς κινεῖσθαι δυστυχεῖς ποιεῖ τρίβους. τρέχειν καθ’ ὕπνους εὐσθενεῖς ποιεῖ τύχας. |
| δ 1536 | Δρώμενα: πραττόμενα, ἐνεργούμενα. καὶ Δρωμένων, πραττομένων. |
| δ 1537 | Δρώντων, ἀντὶ τοῦ δράτωσαν. χρήσθων, ἀντὶ τοῦ χρήσθω‐ σαν. Ἀττικῶν δέ ἐστιν ἡ σύνταξις, ὥσπερ ποιούντων ἐκεῖνοι, ἀντὶ τοῦ ποιείτωσαν, φρονούντων, ἀντὶ τοῦ φρονείτωσαν, καὶ νοούντων, νοείτωσαν. |
| δ 1538 | Δρωπακίζω: συνάγω, τρυγῶ. Δρωπὰ γὰρ τὰ δρεπτά, τὰ δρέπανα. Δρωπακίζειν, παρ’ ἡμῖν τὸ μετ’ ἀλοιφῆς τινος χρίεσθαι τὸ σῶμα πρὸς ψίλωσιν τῶν τῆς σαρκὸς τριχῶν καὶ μερικήν τινα κένωσιν τῶν ταύτῃ προσγινομένων αἰτιῶν, ἀπὸ τοῦ μυζᾶν αὐτάς. |
| δ 1539 | Δρῶπαξ: ὁ κεκαλλωπισμένος ἀνήρ. πολλοὺς ὁρῶ διὰ τὴν ὑγίειαν ἐπὶ τὸν ξυρὸν καὶ τὸν δρώπακα καταφεύγοντας. |
| δ 1540 | Δρωπίδης: ὄνομα κύριον. |
| δ 1541 | Δρύινος: ξύλινος, ὡς ἄν τις εἴποι λίθινος· πᾶν γὰρ ξύλον δρῦς καλεῖται κατὰ τὸ γενικὸν ἀπὸ τούτου. καὶ τὰ ἀκρόδρυα καὶ δρύφακτοι καὶ δρυμοὶ καὶ δόρατα καὶ δούρειος ἵππος καὶ δρυπέπεις ἐλάαι. ἴσως καὶ δρυπετεῖς αἱ ἀπὸ τοῦ δένδρου πεσοῦσαι. δρυπεπεῖς οὖν αἱ παρ’ ἡμῖν ῥουπάται. |
| δ 1542 | Δρυΐδαι: παρὰ Γαλάταις οἱ φιλόσοφοι καὶ σεμνόθεοι. |
| δ 1543 | Δρυμός: ἐν τῷ Παραπρεσβείας Δημοσθένης. πόλις ἐστὶ μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς. |
| δ 1544 | Δρυμός: ὁ σύνδενδρος τόπος. ἐν τοῖς δρυμοῖς αὐτόματος ἐξάπτεται φλὸξ τῶν δένδρων ὑπὸ σφοδροῦ πνεύματος κινουμένων καὶ ἀλλήλοις ἐντριβομένων. |
| δ 1545 | Δρυοκοίτης· ἀκρίδι τῇ κατ’ ἄρουραν ἀηδόνι καὶ δρυοκοίτῃ τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρὼ παρθένιον στάξασα κόρη δάκρυ. |
| δ 1546 | Δρύοπες: ἔθνος περὶ τὴν Πυθῶνα ἄδικον, ὃ Ἡρακλῆς μετῴ‐ κισεν. ὅτε γὰρ τὸν Ἐρυμάνθιον κάπρον ἔφερεν, ἐζήτει αὐτοὺς τρο‐ φήν· οἱ δὲ οὐκ ἔδωκαν. |
| δ 1547 | Δρύοχοι: πάτταλοι, οἱ ἐντιθέμενοι ναυπηγουμένης νεώς. καταχρηστικῶς δὲ τὰ προοίμια. Ἀριστοφάνης· Ἀγάθων ἄρχεται δρυ‐ όχους τιθέναι δράματος ἀρχάς. κάμπτει δὲ νέας ἁψίδας ἐπῶν, τὰ δὲ τορεύει, τὰ δὲ κολλομελεῖ καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυ‐ τεῖ καὶ γογγυλίζει καὶ χιανεύει καὶ λαικάζει. ἐν Ἐπιγράμμασι· τὸν δ’ ἔτι θείης εὔστοχον ἐν πότῳ, τὸν δὲ κατὰ δρυόχους. Δρυόχους Πλάτων ἐν Τιμαίῳ καλεῖ τὰ στηρίγματα τῆς πηγνυμένης νεώς. στόλου δ’ ἐκ δρυόχων ναυπηγουμένου καθ’ ἕνα καιρὸν λαθεῖν ἀδύ‐ νατον. |
| δ 1548 | Δρύππα· ἅτ’ ἐφιουλκὶς δρύππα καὶ τυροῦ δρύψια κυκλιά‐ δων. τουτέστιν ἐλαία καὶ τυροῦ ξέσματα περιφεροῦς. |
| δ 1549 | Δρυπέπης: ὁ πέπειρος καρπὸς τῶν δένδρων. ἡ ἐπὶ τῶν δένδρων πεπανθεῖσα ἐλαία· ὡσαύτως καὶ ἡ ἰσχάς. καὶ Δρύπεπα. τήν θ’ ἁλίπαστον δρύπεπα. τουτέστιν ἐλαίαν. καὶ τὸ πληθυντικὸν δρυπεπεῖς. |
| δ 1550 | Δρυπολεῖν: τὸ ξύλοις πολιορκεῖν. |
| δ 1551 | Δρῦς: ἔστι μὲν πόλις ἐν Ἠπείρῳ· ἔστι δὲ καὶ ἑτέρα ἐν Θρᾴκῃ. |
| δ 1552 | Δρῦς: τὸ δένδρον, τὸ δρυς βραχύ. οὐκέτι θελγομένας, Ὀρφεῦ, δρύας, οὐκέτι πέτραις ἄξεις. καὶ Ὅμηρος· ἢ δρυὸς ἢ πεύ‐ κης, τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ. |
| δ 1553 | Δρυτόμος: ὑλοτόμος, δενδροτόμος. |
| δ 1554 | Δρύφακτοι: ξύλινοι θώρακες, τὰ διαφράγματα, ἢ τὰ περι‐ τειχίσματα, ἢ κιγκλίδες, περιφράγματα, τὰ νῦν ταβλωτὰ καλούμενα, τὰ τῶν οἰκοδομημάτων ἐξέχοντα ξύλα. ὁ δὲ τετρακοσίας φορτίδας νῆας συσχών, δρυφάκτους τε ταύταις πηξάμενος ἐν κύκλῳ. |
| δ 1555 | Δρύφη: ξέσματα. |
| δ 1556 | Δρῦφοι. |
| δ 1557 | Δρύψαι: ἀποξέσαι. |
| δ 1558 | Δοιά: δύο. δοιὰ δὲ θέσθαι ἄροτρα πονησάμενος. |
| δ 1559 | Δοιδυκοποιός: ὁ τὰ κοχλιάρια ποιῶν. |
| δ 1560 | Δοῖδυξ: ὁ ἀλετρίβανος. Ἀριστοφάνης· ὡς εἰ μὴ γένοιθ’ οὗτος ἐν τῇ πόλει μέγας, οὐκ ἂν ἤστην σκεύη δύο χρησίμω, δοῖδυξ καὶ ἀλετρίβανος. ζήτει ἐν τῷ ἀλετρίβανος. |
| δ 1561 | Δοίημεν: παράσχοιμεν. |
| δ 1562 | Δοιοί: ἀντὶ τοῦ δύο. ὡς τό, δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει. |
| δ 1563 | Δυάζει: φλυαρεῖ, ἀλογεῖ. |
| δ 1564 | Δυερόν: βλαβερόν, ἐπιβλαβές. |
| δ 1565 | Δυεῖν· Πολύβιος· ἀπελθεῖν εἰς πόλιν, ἣ δυεῖν μὲν ἡμερῶν ἀπεῖχε. καὶ αὖθις· δυεῖν προελέσθαι θάτερον, ἢ τὸ ἢ τό. |
| δ 1566 | Δύη: ἡ κακοπάθεια, ἡ δυστυχία. ὅθεν καὶ δοῦλος, δυηλός τις ὤν. Καλλίμαχος· δύην ἀπόθεστ’ ἀλάλκοι. ἣν οὐδεὶς ποθεῖ. ἐν Μύθοις· τοὔνεκα τὴν ἰδίην οὔτις ὄπωπε δύην. |
| δ 1567 | Δυηπαθής: ὁ καρτερικός. αὐτοῦ σοι παρ’ ἅλωνι, δυηπαθὲς ἐργάτα μύρμηξ, ἠρίον ἐκ βώλου διψάδος ἐκτισάμαν. |
| δ 1568 | Δῦθι: ἔνδυσαι. |
| δ 1569 | Δύμας, ὁ Φρύξ, ὁ πατὴρ Ἑκάβης, εἰς Ἴλιον Πριάμῳ τὴν ἑαυτοῦ ἐξέδοτο θυγατέρα, ὅθεν Πρίαμος καὶ Φρυξὶ συμμαχεῖ. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν. Ὅμηρος. |
| δ 1570 | Δύμη: πόλις. καὶ Δυμαῖος, ὁ πολίτης. |
| δ 1571 | Δύναμις: ὁ στρατός. συναχθείσης δυνάμεως θαυμαστῆς ἡλίκης τὸ μέγεθος. καὶ αὖθις, πλείστης ὅσης, κατὰ Ἀττικὴν σύνταξιν, ἀντὶ τοῦ πολλῆς τὸ πλῆθος. Δύναμις λέγεται καὶ ἡ ἰσχὺς καὶ ὁ στρατός. τῷ ἀνὰ τοὺς ἑῴους πολέμους τὰς Ῥωμαίων τετράφθαι δυνάμεις. |
| δ 1572 | Δύναμις: καὶ ἡ ἰσχύς. Δαμάσκιος περὶ Ἰσιδώρου· ὁ δὲ ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅσον δυνάμεως, ἀλλ’ ὅσον ὀρέξεως εἶχε. |
| δ 1573 | Δύναμις· εἴ τις τῶν φευκτῶν τινος τὴν δύναμιν ἀποδοίη· οἷον ἄν τις τὸν κλέπτην ἢ σοφιστὴν ἢ διάβολον ὁριζόμενος λέγῃ τὸν μὲν διάβολον τὸν δυνάμενον βάλλειν καὶ ἐχθροὺς ποιεῖν τοὺς φίλους, τὸν δὲ κλέπτην τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια ἀφαιρεῖσθαι, τὸν δὲ σοφιστὴν τὸν δυνάμενον ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι. οὐδεὶς γὰρ τούτων τοιοῦτός ἐστι τῷ δύνασθαι, ἀλλὰ τῷ προαιρεῖσθαι τοιαῦτα. δύναμιν μὲν γὰρ καὶ οἱ ἀγαθοὶ ἔχουσι τοῦ τὰ φαῦλα δρᾶν, ἀλλ’ οὐ δρῶσιν αὐτὰ τῷ μὴ προαιρεῖσθαι. ἔστι δὲ δύναμις ὀργανικὸν ἀγαθὸν δι’ ἄλλο αἱρετόν. δυνάμει, ἢ ἐνεργείᾳ ἢ ἐντελεχείᾳ. ἀντὶ μὲν τοῦ σώματος ἐχρήσατο Ἀριστοτέλης τῇ δυνάμει, ἀντὶ δὲ τοῦ ἀσωμά‐ του τῷ ἐντελεχείᾳ, περὶ ψυχῆς τὸν λόγον διαιρῶν. καὶ γὰρ τῶν σωμάτων τὰ μὲν ἐν γενέσει καὶ φθορᾷ δυνάμει ἐστὶ καὶ κατ’ οὐσίαν καὶ κατὰ ποιότητα καὶ ποσότητα καὶ τὴν ἐκ τόπου εἰς τόπον μετα‐ βολήν. δυνάμει γάρ ἐσμεν ἄνθρωποι ἐν τῷ σπέρματι καὶ ἐν τῷ καταμηνίῳ, καὶ δυνάμει παῖδες ὄντες ἔχομεν τὸ τοῦ ἀνδρὸς μέγεθος· ὁμοίως καὶ ἐπὶ τοῦ ποιοῦ, δυνάμει ψυχροὶ θερμοὶ ὄντες καὶ δυνάμει κινούμεθα καθήμενοι. τὰ δὲ οὐράνια ἐν τῇ κατὰ τόπον μεταβολῇ μόνον ἔχουσι τὸ δυνάμει· ἀνατέλλων γὰρ ὁ ἥλιος δυνάμει μεσουρανεῖ, καὶ μεσουρανῶν δυνάμει δύνει. καὶ ἐπὶ τῆς ἄλλης αὐτοῦ κινήσεως καὶ τῶν ἄλλων ἀστέρων ἐν τῇ κατὰ τόπον μεταβολῇ τὸ δυνάμει ἐστὶ θεωρεῖν. ὅτι αἱ δυνάμεις τῷ χρόνῳ μὲν τῶν ἐνεργειῶν πρότεραι, τῷ λόγῳ δὲ δεύτεραι· πρότεραι μὲν γὰρ τῇ διδασκαλίᾳ καὶ σαφέστεραι ἡμῖν εἰσιν εἰς γνῶσιν αἱ ἐνέργειαι τῶν δυνάμεων τῇ τελειότητι· τελειότης γὰρ τοῦ δυνάμει ἡ ἐνέργεια· ταύτης γὰρ ἕνεκα ἡ δύναμις, τὸ δὲ οὗ ἕνεκα πρότερον τοῦ οὗ ἕνεκά του. καὶ παντὸς δὲ τὸ μὲν τέλος τῷ χρόνῳ ὕστερον, τῷ δὲ λόγῳ πρότερον· προτιθέμενοι γὰρ τῷ λόγῳ τὸ τέλος, οὕτω τὰ πρὸς αὐτὸ ζητοῦμεν καὶ παρασκευαζό‐ μεθα. δυνάμεις γεωμετρικαὶ εʹ· Πισίδης· τὰς πέντε δυνάμεις Ἀρχι‐ μήδους εἰς μίαν συνάψας ὅλην, εἰς τὸ κινῆσαι μόλις τῶν δυστραχή‐ λων ἐξ ὀχῶν τὰ φορτία. ὅτι Φίλων ἔφη δύο δυνάμεις εἰς πᾶσαν ψυχὴν συνέρχεσθαι, σωτήριόν τε καὶ φθοροποιόν. οὐδ’ ὄναρ οὗτος τῆς σωτηρίου ἐπῄσθετο, ἀλλ’ ὅλος ἄκρατος ἐκ τῆς φθοροποιοῦ ὑπέστη. |
| δ 1574 | Δυνατήν: ἐνδεχομένην. Ξενοφῶν ἔφη· ἡγήσασθαι δυνατὴν ὑποζυγίοις πορεύεσθαι ὁδόν. |
| δ 1575 | Δυναστεύω: τὸ ἄρχω. γενικῇ. |
| δ 1576 | Δυναστεία: ἡ ἰσχύς. |
| δ 1577 | Δυνάστην ἡ θεία γραφὴ τὸν διάβολον ἐκάλεσε· φησὶ γὰρ ὁ Δαβίδ· ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου. τουτέστι τὴν ἀνθρωπείαν φύσιν, ὡς ἔρημον γεγενημένην τηνικαῦτα θεοῦ. |
| δ 1578 | Δῦναι: κατελθεῖν. ἢ εἰς δύσιν ἀπελθεῖν. |
| δ 1579 | Δύνωμαι· γίνεται ἐκ τοῦ δύνημι, δύναμαι· τὸ ὑποτακτικόν, ἐὰν δύνωμαι. πᾶν δὲ ὑποτακτικὸν ἔχον ἐνεργητικὸν περισπώμενον προπερισπᾶται· ἱστῶ, ἐὰν ἱστῶμαι. ἐὰν δὲ οὐκ ἔχῃ ἐνεργητικόν, προπαροξύνεται· δύνωμαι, δύνωνται. καὶ Ὅμηρος· εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστί. περιώρικε γὰρ τὸν ἐπιδεχόμενον τελέσαι δυνατὸν εἶναι δεῖν, καὶ αὐτὸ τὸ πρᾶγμα εὔθετον εἶναι πρὸς τὴν τελείωσιν. |
| δ 1580 | Δυοκαιδεκάτη καὶ Δυοκαιδέκατος, Δυωδεκάτη δὲ καὶ Δυώδεκα. |
| δ 1581 | Δύο τοίχους ἀλείφεις: λέγεται ἐπὶ τῶν ἐπαμφοτεριζόν‐ των καὶ διὰ μέσου χωρούντων ἐν μάχαις ἢ φιλίαις. εἴρηται δὲ ἴσως ἀπὸ τῶν δύο τοίχους εὐφεγγίας ποιούντων. |
| δ 1582 | Δυωδεκάτη καὶ Δυωδέκατος. |
| δ 1583 | Δύο ἐτῶν ἐν τοῖς Ἕλλησι καταμείνας τῆς ἀδίκου φυγῆς ὤνητο. |
| δ 1584 | Δυοῖν: ἀντὶ τοῦ δύο. δυοῖν ἀποκρίνας κακοῖν· ἀντὶ τοῦ ἓν τῶν δύο ποιήσας. ἢ γῆς ἀπῶσαι πατρίδος, ἢ κτεῖναι λαβών. |
| δ 1585 | Δυρράχιον: πόλις, τὸ πάλαι Ἐπίδαμνος καλουμένη. |
| δ 1586 | Δυρράχιον: πόλις, ἡ ὕστερον κληθεῖσα Ἐπίδαμνος· πάλιν δὲ νῦν καλου‐ μένη Δυρράχιον, ὅτι κατὰ τὸν τόπον προεχούσης ἄκρας γεωλόφου τὸ κῦμα προσπίπτον καὶ σχιζόμενον ῥαχίαν ποιεῖ μεγάλην· ὅθεν καὶ διὰ τὴν ῥαχίαν καὶ τὸ δύσορμον Δυρράχιον ὠνόμασαν τὸν τόπον. |
| δ 1587 | Δυσάλγητος: ἀσυμπαθής. |
| δ 1588 | Δυσαλθές: δυσίατον. |
| δ 1589 | Δυσάλωτον: δύσληπτον. |
| δ 1590 | Δυσανάγωγος: δυσχερής, ἀπειθής. |
| δ 1591 | Δυσανασχετοῦσι: βραδέως οἴσουσι, παραιτοῦνται. δυσανα‐ σχετῶν δὲ τῇ συμφορᾷ ἐκ Καλυδῶνος ἐξεχώρει μετὰ τῆς Δηϊανείρας. |
| δ 1592 | Δυσανασχέτως: ὀκνηρῶς, ἀπειθῶς. ὁ δὲ δυσανασχέτως εἶχε δέξασθαι τὰ βασιλικὰ δῶρα. |
| δ 1593 | Δυσάνισος: Ἀντιφῶν. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἂν μικρὸν καὶ εὐκαταφρόνητον ᾖ. |
| δ 1594 | Δυσαῶν ἀνέμων: τῶν σφοδρῶς πνεόντων. πνευμάτων ἐπιλαβόντων δυσαῶν αὐτοῖς ἀνδράσι κατέδυσαν. |
| δ 1595 | Δυσάντητον: δυσχερές, δυσαπάντητον. |
| δ 1596 | Δυσαρεστούμενος: μὴ ἀρεσκόμενος. οἱ δὲ Ῥωμαῖοι ἔφασαν τὴν σύγκλητον δυσαρεστεῖσθαι τῇ τῶν ἐν Λακεδαίμονι τειχῶν καθαιρέσει. καὶ αὖθις· χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν, εἰ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε, τοὺς δ’ οὐκ ἐθέλοντας ἀντιβολεῖσθ’ ἑκάστοτε. |
| δ 1597 | Δυσαριστοτόκεια: δυστυχῶς ἄριστον τεκοῦσα. ἢ διὰ τὴν ἀριστείαν δύστηνον. |
| δ 1598 | Δυσαύλης· οὗτος αὐτόχθων μὲν ἦν, συνῴκησε δὲ Βαυοῖ καὶ ἔσχε παῖδας Πρωτονόην τε καὶ Νῆσαν. |
| δ 1599 | Δυσαχθές: βαρύ, ἀβάστακτον. |
| δ 1600 | Δυσβῆρες: οἱ δύσβατοι τόποι. |
| δ 1601 | Δυσβουλία: κακοβουλία. |
| δ 1602 | Δυσβράκανος: δυσκατανόητος· βράκανα γὰρ ἄγρια λάχανα δύσπλυτα. |
| δ 1603 | Δυσγάργαλις: δυσυπότακτος· γαργαλίζειν γὰρ τὸ εἰς γέλωτα ἄγειν καὶ πείθειν. |
| δ 1604 | Δυσγενής: ὁ ἐκ κακοῦ γένους. καὶ Δυσγένεια, ὁμοίως. |
| δ 1605 | Δυσδιάλλακτον: δυσθρήνητον. |
| δ 1606 | Δυσδιάφευκτον: δυσχερῶς λανθάνον. |
| δ 1607 | Δυσδιόρθωτος: ὁ ἀδιόρθωτος. |
| δ 1608 | Δυσαιάκτου: δυσθρηνήτου. |
| δ 1609 | Δυσσέβεια. |
| δ 1610 | Δυσέκβατον. |
| δ 1611 | Δυσεκλογίστων: δυσαρέστων, δυσδιαγνώστων. ἀδήλων δὲ ὄντων καὶ δυσεκλογίστων τῶν κατὰ πόλεμον ἔργων. |
| δ 1612 | Δυσέκλυτα: δυσχερῶς λυόμενα. |
| δ 1613 | Δυσέκτων: δυσγνώμων. |
| δ 1614 | Δυσέμβολος: δυσεπιχείρητος. καὶ Δυσεμβολώτατον. φρούριον Ἀρμενίας ἀπόρθητον ὑπάρχειν δοκοῦν διὰ τὸ δυσεμβολώ‐ τατον. πρὸς ἄφιππα χωρία καὶ δυσεμβολώτατα πολὺ προελθόντες οὐδενὸς κωλύοντος τῶν πολεμίων ἀπεκόπησαν πολὺ τῶν ὁμαλῶν καὶ ὑπτίων. |
| δ 1615 | Δυσέντευκτος: δυσομίλητος. |
| δ 1616 | Δυσέξιτος: τόπος ἀδιόδευτος. |
| δ 1617 | Δυσέξοιστον: δυσεκκόμιστον. |
| δ 1618 | Δυσεπήβολος· ὅτι Ἀγάπιος φιλόσοφος ἐθαυμάζετο ἐπὶ φιλομαθείᾳ καὶ ἀποριῶν προβολῇ δυσεπηβόλων. |
| δ 1619 | Δύσεργον: δυσχερές, δύσκολον. ἐπ’ ἄμφω τὰ πλευρὰ τοῦ δόρατος μεταλαμβανομένου, ὃ δὴ δύσεργον ἦν τοῖς ἀρρωστοτέραν ἔχουσι τὴν ἑτέραν. |
| δ 1620 | Δύσεριν: φιλόνεικον. παρὰ τὸ δυς, ὅ ἐστι κακόν, καὶ τὴν ἔριν. |
| δ 1621 | Δυσερμίας: κακῆς ἀποτυχίας· εὐερμίαν γὰρ τὴν ἐπιτυχίαν καλοῦσι. |
| δ 1622 | Δύσερμος ὡς δύσελπις. |
| δ 1623 | Δύσερως: ὁ σφόδρα κακῶς ἐρῶν, ἢ ὁ ἐπὶ κακῷ ἐρῶν. ἀποσφαγεῖσαν γὰρ αὐτὴν ὑπὸ ἐραστοῦ δυσέρωτος. |
| δ 1624 | Δύσζηλοι: φθονερώτατοι. |
| δ 1625 | Δυσειδής: ὁ ἄμορφος. |
| δ 1626 | Δυσείκαστον: ἀπρεπῶς εἰκασθέν. |
| δ 1627 | Δυσείμων: ὁ ἀχίτων. |
| δ 1628 | Δυσειρεσία: τὸ κακῶς ἐρέττειν. |
| δ 1629 | Δυσηλεγής: κακόηχος, χαλεπός. |
| δ 1630 | Δυσήνεμον: τὸ κακοὺς ἀνέμους ἔχον, δυστάραχον. |
| δ 1631 | Δυσηνίους: δυσπειθεῖς, ἀνυποτάκτους, δυσαγώγους, δυσμετ‐ όχους, τοὺς ἐκ μεταφορᾶς τῶν ἵππων· ἡνίαι γὰρ τὰ λῶρα. |
| δ 1632 | Δυσήνυκτον: δυσκατόρθωτον. |
| δ 1633 | Δυσῆρες: δυσχερές. |
| δ 1634 | Δυσηχής: ὁ κακόηχος. ἐν Ἐπιγράμμασι· ῥυσαμένη Πύθωνα δυσηχέος ἐκ πολέμοιο ἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται. |
| δ 1635 | Δυσίατον: ἀθεράπευτον. καὶ Δυσιατότερον ὁμοίως. |
| δ 1636 | Δυσιθάλασσα: τὰ εἰς τὴν θάλασσαν ἐμβαλλόμενα. καί, δίκτυα δυσιθάλασσα. |
| δ 1637 | Δυσίτητος. |
| δ 1638 | Δυσθανατῶντα: βιαίως τὸν βίον καταστρέφοντα. ἐν δέ τινι μοίρᾳ τῆς ἀτραποῦ δυσθανατῶντα στρατιώτην Ῥωμαῖον περιεβλέψαντο, τέτρασι βολαῖς τὸ σῶμα κοσμούμενον. |
| δ 1639 | Δύσθεος: ἀσεβής. ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ τέ‐ θνηκεν; |
| δ 1640 | Δυσθετήσας· ὁ δὲ Νάβις δυσθετήσας ταῖς συνθήκαις οὐ προσέσχε τοῖς γραφεῖσιν. ἀντὶ τοῦ μὴ στέρξας ταῖς συνθήκαις, μὴ ἐμμείνας. καὶ Δυσθετούμενοι, ἀντὶ τοῦ κακῶς διατιθέμενοι. καί, δυσθετούμενοι τοῖς συμβαίνουσιν ἀποδυσπετοῦσι. |
| δ 1641 | Δυσθήρατος: ὁ δυσεύρετος. |
| δ 1642 | Δύσθυμος: κακόβουλος. Σοφοκλῆς· ἐγὼ μὲν οὐκ εἰμὶ τοῖς πεπραμένοις δύσθυμος· εἰ δέ σοι δοκῶ φρονεῖν κακῶς, γνώμην δι‐ καίαν ἔχουσα τοὺς πέλας ψέγε. |
| δ 1643 | Δυσκάθεκτον: δυσνόητον, ἀκατάληπτον. |
| δ 1644 | Δυσκελάδου: κακοήχου. |
| δ 1645 | Δυσκίνητε: ἀμείλικτε, δυσμετάθετε. Ἅιδη δυσκίνητε, τί τὴν ἐπέραστον ἑταίρην ἥρπασας; ἢ καὶ σὴν Κύπρις ἔμηνε φρένα; |
| δ 1646 | Δυσκλέα: Ὅμηρος κατὰ συστολὴν ἐκφέρει τὰ τοιαῦτα. δυσκλέα Ἄργος ἱκέσθαι. καὶ ἀκλέα, ἀντὶ τοῦ ἄδοξον. οἱ δὲ Ἀττικοὶ ἐκτεί‐ νουσι. |
| δ 1647 | Δυσκλεές: ἄδοξον, ἄτιμον, ἀπρεπές. μὴ γὰρ οὕτως ὑφ’ ἡλίῳ δυσκλεὴς εἴην, ὥστε τὸν ἐμὲ σώσαντα μὴ ἀντισῶσαι. |
| δ 1648 | Δυσκλῃδόνιστον: δυσφήμιστον· Δυσκλυδώνιστον δὲ δυσ‐ έκβατον. |
| δ 1649 | Δυσκολαίνειν· λέγει Ἀριστοτέλης· δυσκολαίνει γὰρ ὁ μὴ διὰ προσηκουσῶν ἀποκρίσεων φθείρων καὶ κωλύων γίνεσθαι συλλο‐ γισμόν. δυσκολία δέ ἐστιν ἀπόκρισις παρὰ τὰς διαλεκτικὰς ἀποκρίσεις συλλογισμοῦ φθαρτική. |
| δ 1650 | Δυσκολοκάμπτους ᾠδάς: τὰς κεκλασμένας. Ἀριστοφάνης· εἰ δέ τις ἐπικάμψειέ τινα καμπήν, οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους, ἐπιτριβέσθω τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων. |
| δ 1651 | Δύσκωφος: ὁ ἐκ μέρους ἀκούων. |
| δ 1652 | Δυσλόγιστον: ὅμοιον τῷ πρᾶγος ἄσκοπον. |
| δ 1653 | Δύσλοφα: χαλεπῶς φερόμενα. |
| δ 1654 | Δυσλυτότατος: ὁ δύσλυτος. |
| δ 1655 | Δυσμαῖς βίου: τῷ τέλει τῆς ζωῆς. |
| δ 1656 | Δυσμεναίνω· δοτικῇ. |
| δ 1657 | Δυσμένεια: ἔχθρα. κακόνοια. καὶ Δυσμενής, ὁ πολέ‐ μιος. καὶ Δυσμενῶς ἔχω· δοτικῇ. |
| δ 1658 | Δύσμηνις: βαρύθυμος, ὀργίλος, μνησίκακος. |
| δ 1659 | Δύσμητις: ὁ κακόβουλος. |
| δ 1660 | Δυσμικῶν: τῶν τῆς δύσεως. προνοήσας δὲ καὶ τὰς τῶν δυσμικῶν ὁμαιχμίας ἔπεισε κοινοπραγῆσαί τινας τῶν δυναστῶν. |
| δ 1661 | Δυσμίσητος: ὁ πάνυ ἀπεχθόμενος. δένδρεα δυσμίσητα, καὶ ἤν ποτε τεῖχος ἴδωσι Τρώιον, αὐαλέαν φυλλοχοεῦσι κόμην. |
| δ 1662 | Δύσμορος: δυστυχής, κακοθάνατος. ἢν δὲ θάνῃς παλάμῃσιν ἐμαῖς, μήτηρ μὲν ἀκούσω δύσμορος ἀλλ’ ἐν ἐμῇ πατρίδι σῳζομένη. |
| δ 1663 | Δύσνους: ἐχθρός. ὁ δὲ ἦν δύσνους βασιλεῖ καὶ Ῥωμαίοις. |
| δ 1664 | Δυσξύμβολα: δυσνόητα. |
| δ 1665 | Δυσοδία: ἡ κακὴ ὁδός. |
| δ 1666 | Δύσοδος. καὶ Δυσόδης ὁδός. τραχεῖα, δυσχερῆ διάβασιν ἔχουσα. |
| δ 1667 | Δυσόμοια: ἀνόμοια. Στράττις. |
| δ 1668 | Δύσοργος: ὀξύχολος. Σοφοκλῆς· τοιαῦτ’ ἀνὴρ δύσοργος ἐν γήρᾳ βαρὺς ἐρεῖ πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος. σχόλιον· πρὸς οὐδέν, ἀντὶ τοῦ ἀληθές, ἢ αἴτιον ἐμοί. καὶ αὖθις· ὁ δ’ ἐνθάδ’ ἥκων, καίπερ οὐ δύσοργος ὤν, δηχθεὶς πρὸς ἃ ’ξήκουσεν ὧδ’ ἠμείψατο. |
| δ 1669 | Δυσόριστον. |
| δ 1670 | Δυσόρφναια: μέλανα. |
| δ 1671 | Δύσοσμος: δυσώδης. |
| δ 1672 | Δυσώδης καὶ Δυσωδία, ἡ πνοή. λύσις ὀνείρου· δυσωδίαν νόμιζε τὴν ἀηδίαν. |
| δ 1673 | Δυσώνυμος: κακώνυμος. |
| δ 1674 | Δυσωπεῖσθαι: ὑφορᾶσθαι, καὶ ὑπόπτως ἔχειν, φοβεῖσθαι μεθ’ ὑπονοίας. ὁρῶν δὲ τὸν ἀδελφὸν πάντα δυσωπούμενον καὶ οὐδὲν ἐπὶ τῶν ὄψων οὐχ ὑφορώμενον. καὶ ἐπὶ τοῦ κακῶς πάσχειν ὑπὸ τοῦ ἡλίου τὰς ὄψεις. ὡς ἂν καταλάμποντος τοῦ ἡλίου δυσωπεῖν τοὺς ἐχθρούς. ἔνιοι δέ, εἰ καὶ μὴ τῶν Ἀττικῶν, ἀντὶ τοῦ αἰδεῖ‐ σθαι. ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται. |
| δ 1675 | Δυσωπία. |
| δ 1676 | Δυσωποῦμαι: Δημοσθένης ἐν Φιλιππικοῖς καὶ Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ἀντὶ τοῦ φοβοῦμαι. |
| δ 1677 | Δυσωπῶ· αἰτιατικῇ. ἱκετεύω. Δυσωπῶ καὶ ἐπὶ τοῦ παρα‐ καλῶ καὶ ἐπὶ τοῦ ἐντρέπομαι. τοὺς Ἰουδαίους ἐλπίσας δυσωπήσειν ἐν τῷ κακοῦν ἐξὸν μὴ θέλειν. |
| δ 1678 | Δυσωρήσονται: δυσφυλακτήσουσιν. |
| δ 1679 | Δύσωρον: ὄνομα ὄρους. |
| δ 1680 | Δυσπάλαιστος: δυσκαταγώνιστος. οὕτως Εὐριπίδης. καὶ Δυσπαλές, δυσχερές, δυσκαταγώνιστον. |
| δ 1681 | Δύσπαρι: ἐπὶ κακῷ ὠνομασμένε, οἷον ζήσας ὡς Πάρις, δυσ‐ ώνυμε. |
| δ 1682 | Δυσπάριτον: δυσπόρευτον. Ξενοφῶν· ἐρωτώμενος δ’ εἰ εἴη δυσπάριτόν τι χωρίον. τὸ ἄβατον. |
| δ 1683 | Δυσπέμφελον: δυστάραχον. |
| δ 1684 | Δυσπαίπαλος: τραχεῖα. |
| δ 1685 | Δυσπετής: δυσχερής. |
| δ 1686 | Δυσπετοῦντα: κακῶς πάσχοντα. |
| δ 1687 | Δυσπειθὴς καὶ Δυσπείθεια. |
| δ 1688 | Δυσπινῆ: τὰ ἐρρυπωμένα, τὰ ῥυπαρά. πίνος γὰρ ὁ ῥύπος. Ἀριστοφάνης· ἀλλ’ ἤδη τὰ δυσπινῆ θέλεις πεπλώματα; καὶ αὖθις· εἶτ’ ἔδυσε δυσπινεῖς στολάς. |
| δ 1689 | Δυσπλῆτις. |
| δ 1690 | Δυσπόριστον: δυσεύρετον. |
| δ 1691 | Δυσποτμότερον: ἀθλιώτερον. καὶ Δυσποτμία Οἰδίπο‐ δος, ἡ δυστυχία. καὶ Πολύβιος· ἐς παραπλησίαν διάθεσιν ἦλθον τοῖς ἐν ταῖς πολυχρονίαις ἀρρωστίαις δυσποτμοῦσι. |
| δ 1692 | Δυσπρόσιτα: δυσχερῆ ἐγγισθῆναι. |
| δ 1693 | Δυσπροσπέλαστος. |
| δ 1694 | Δυσριγότερος: ὁ φρικωδέστατος. |
| δ 1695 | Δυστέκμαρτον: δυσκατέργαστον, δυσζήτητον, δυσεύρετον, δυσκατάληπτον. ποῦ δ’ εὑρεθήσεται ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας; καὶ Δυστεκμαρτότερον, δυσκαταληπτότερον. |
| δ 1696 | Δύστηνος: ταλαίπωρος, δυστυχής, ἄθλιος. τάττεται δὲ παρὰ Σοφοκλεῖ δυστηνοτάτη ἐπὶ τοῦ ἐξωλεστάτη, οὐκ ἐπὶ τοῦ οἴκτου, ἐν οἷς φησιν· ἰὼ παῖ δυστανοτάτας Ἠλέκτρα μητρός. οὐ γάρ ἐστιν νῦν ἐπὶ οἴκτου. |
| δ 1697 | Δύστηνος: ἐπὶ τοῦ ἀθλίου παρὰ Σοφοκλεῖ· τῇ τε δυστήνῳ τροφῷ. ἦπου τάλαινα τήνδ’ ὅταν κλύῃ φάτιν, ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει. |
| δ 1698 | Δυστόπαστος: κακοϋπονόητος. παρὰ τὸ τοπάζω. |
| δ 1699 | Δυστοπώτατα: δυσχερέστατα. |
| δ 1700 | Δυστραπελία. καὶ Δυστράπελος, δύστροπος, ἄμορφος, δυσμετάθετος. |
| δ 1701 | Δυστράπελος: δυσκίνητος, ἀμετάτρεπτος, δυσμετάθετος, ὃς οὐχ εὗρεν ἐκφυγεῖν τὸ πάθος. οὕτως λέγουσι καὶ δυστράπελον ὄρυγμα, τὸ οὐκ εὐδιάλυτον. ἢ ὁ ἀμετακίνητος ὀργῇ ἢ διαθέσει ἢ φιλαργυρίᾳ, τὸν αὐτὸν δὲ καὶ ἀτράπελον. Σοφοκλῆς· κεῖται ὁ δυστρά‐ πελος, τουτέστιν ὁ δύσκολος, ὁ δυσώνυμος Αἴας. ὡς καὶ αὐτὸς εἶπεν ὁ Αἴας· αἶ, αἶ, τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς· νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοί, καὶ τοῖς τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω. |
| δ 1702 | Δύστρητος: ὁ ἄχρηστος μαργαρίτης. |
| δ 1703 | Δυστροπία: ἡ κακότροπος γνώμη. |
| δ 1704 | Δύστροπον: σκολιόν, δυσάρεστον. οἰκέτην δύστροπον δεσμοῖς περιβαλών, ἄγριος ὢν καὶ ἀπαραίτητος τὴν ὀργήν. |
| δ 1705 | Δύστρος: ὁ Μάρτιος μήν. παρὰ Μακεδόσιν. |
| δ 1706 | Δυσοίκτου: δυσθρηνήτου. |
| δ 1707 | Δύσοιμος: δύσοδος. οἷον, ἐπὶ κακῷ ἄγουσα. |
| δ 1708 | Δυσύποιστος: ὁ δυσυποχώρητος. |
| δ 1709 | Δύσοιστος: δυσφόρητος. |
| δ 1710 | Δυσφημία: κακὴ ἀγγελία. ὁ δὲ στρατηγὸς θεωρῶν τὴν περὶ τὸ στρατόπεδον δυσφημίαν ἐταράττετο. |
| δ 1711 | Δύσφορα: χαλεπά, δυσύποιστα. λέγω γὰρ καὶ τὰ δύσφορ’ εἰ τύχοι κατ’ ὀρθὸν ἐξιόντα, πάντ’ ἂν εὐτυχεῖν. ὅ ἐστι καὶ τὰ χαλεπὰ κατ’ ὀρθὸν προϊόντα εὐτυχεῖν ἡμᾶς λέγω. καὶ αὖθις· ἀλλ’ ἀπὸ τῶν μετρίων ἐπ’ ἀμήχανον ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι, ἐν οἷς ἀνά‐ λυσίς ἐστιν οὐδεμία· τί μοι τῶν δυσφόρων ἐφίῃ; ἀντὶ τοῦ ἐπιθυμεῖς. τί μοι, φησί, τούτων γλίχῃ, ἅπερ ἐστὶν οὐκ εὐκόλως φέρειν, θρήνου καὶ πένθους. |
| δ 1712 | Δυσφόραστος: δυσκόλως ἐλεγχόμενος. ἢ ὁ κακῶς ὑφορώ‐ μενος καὶ ὑπονοῶν. |
| δ 1713 | Δυσφώρατος: μόλις φωραθῆναι δυνάμενος. |
| δ 1714 | Δυσχερασμάτων: ἀτυχημάτων. ὁ δὲ ἐπὶ τὸν ἀπράγμονα βίον ἐτράπετο, μίσει τῶν ἐν πολιτείᾳ δυσχερασμάτων. |
| δ 1715 | Δυσχέραινε· δοτικῇ. λυποῦ. |
| δ 1716 | Δυσχέρεια. εἰ γάρ πού τι καὶ εὑρίσκετο ὕδωρ, ἄποτον ὑπὸ δυσχερείας ἦν. καὶ Δυσχερής. |
| δ 1717 | Δυσχείμερος. |
| δ 1718 | Δυσχρηστούμενος: κακῶς διατιθέμενος. ὁ δὲ Ἀννίβας δυσ‐ χρηστούμενος ἤδη τοῖς πράγμασι διεπέμπετο ἐς Καρχηδόνα, ταύτην τὴν περίστασιν διασαφῶν. |
Also published as PDF.