eul_wid: mlw-au
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Frogs by Aristophanes Scholia

The Scholia on the Frogs constitutes an extensive body of ancient and medieval commentary on Aristophanes' comedy The Frogs. This is not a unified literary work but a vast compilation of approximately 770 individual explanatory notes, assembled over more than a millennium from the Hellenistic period, beginning around the 3rd century BCE, through the Byzantine era. Written in Greek, these annotations appear as marginal and interlinear glosses in medieval manuscripts of the play. They function as a detailed guide to the original text, which was first performed in 405 BCE, elucidating obscure vocabulary, identifying historical figures and mythological references, unpacking political satire, analysing literary parody, and noting textual variants. The compilation is a critical educational instrument, crafted to aid students and readers in later periods in comprehending the culturally distant world of Athenian Old Comedy. The survival of the scholia relies almost entirely on Byzantine manuscripts, most notably a 10th-century codex. The resulting text is a layered scholarly archive, preserving fragments of erudition from many centuries of classical philological tradition.

ΥΠΟΘΕΣΕΙΣ

Διόνυσός ἐστι μετὰ θεράποντος Ξανθίου κατὰ Εὐριπίδου πόθον εἰς ᾍδου κατιών· ἔχει δὲ λεοντῆν καὶ ῥόπαλον, πρὸς τὸ τοῖς ἐντυγχάνουσιν ἔκπληξιν παρασχεῖν. ἐλθὼν δὲ ὡς τὸν Ἡρακλέα πρότερον, ἵνα ἐξετάσῃ τὰ κατὰ τὰς ὁδοὺς, ᾗ καὶ αὐτὸς ἐπὶ τὸν Κέρβερον ᾤχετο, καὶ ὀλίγα ἄττα περὶ τῶν τραγικῶν τούτῳ διαλεχθεὶς ὁρμᾷ πρὸς τὸ προκείμενον. ἐπεὶ δὲ πρὸς τῇ Ἀχερουσίᾳ λίμνῃ γίνεται, ὁ μὲν Ξανθίας, διὰ τὸ μὴ συννεναυμαχηκέναι τὴν περὶ Ἀργινούσας ναυμαχίαν, ὑπὸ τοῦ Χάρωνος οὐκ ἀναληφθεὶς πεζῇ τὴν κύκλῳ πορεύεται. ὁ δὲ Διόνυσος δύο ὀβολῶν περαιοῦται, προσπαίζων ἅμα τοῖς κατὰ τὸν πόρον ᾄδουσι βατράχοις καὶ γελωτοποιῶν. μετὰ ταῦτα ἐν ᾍδου τῶν πραγμάτων ἤδη χειριζομένων οἵ τε μύσται χορεύοντες ἐν τῷ προφανεῖ καὶ τὸν Ἴακχον ᾄδοντες ἐν χοροῦ σχήματι καθορῶνται, ὅ τε Διόνυσος μετὰ τοῦ θεράποντος εἰς ταὐτὸν ἔρχεται τούτοις. τῶν δὲ προηδικημένων ὑπὸ Ἡρακλέους προσπλεκομένων τῷ Διονύσῳ, διὰ τὴν ἐκ τῆς σκευῆς ἄγνοιαν, μέχρι μέν τινος οὐκ ἀγελοίως χειμάζονται, εἶτα μέντοι γε ὡς τὸν Πλούτωνα καὶ τὴν Περσέφατταν παραχθέντες ἀλεώρας τυγχάνουσιν. ἐν δὲ τούτῳ ὁ μὲν τῶν μυστῶν χορὸς περὶ τοῦ τὴν πολιτείαν ἐξισῶσαι καὶ τοὺς ἀτίμους ἐντίμους ποιῆσαι χἀτέρων τινῶν πρὸς τὴν Ἀθηναίων πόλιν διαλέγεται. τὰ δὲ λοιπὰ τοῦ δράματος μονόκωλα, ἄλλως δὲ τερπνὴν καὶ φιλόλογον λαμβάνει σύστασιν. παρεισάγεται γὰρ Εὐριπίδης Αἰσχύλῳ περὶ τῆς τραγικῆς διαφερόμενος, τὸ μὲν ἔμπροσθεν Αἰσχύλου παρὰ τῷ ᾍδῃ βραβεῖον ἔχοντος, τότε δὲ Εὐριπίδου τῆς τιμῆς ἀντιποιησαμένου καὶ τοῦ τραγῳδικοῦ θρόνου. συστήσαντος δὲ τοῦ Πλούτωνος αὐτοῖς τὸν Διόνυσον διακούειν, ἑκάτερος αὐτοῖν λόγους πολλοὺς καὶ ποικίλους ποιεῖται, καὶ τέλος πάντα ἔλεγχον καὶ πᾶσαν βάσανον οὐκ ἀπιθάνως ἑκατέρου κατὰ τῆς θατέρου ποιήσεως προσαγαγόντος, κρίνας παρὰ προσδοκίαν ὁ Διόνυσος τὸν Αἰσχύλον νικᾶν, ἔχων αὐτὸν ὡς τοὺς ζῶντας ἀνέρχεται. οὐ δεδήλωται μὴν ὅπου ἐστὶν ἡ σκηνή· εὐλογώτατον δʼ ἐν Θήβαις· καὶ γὰρ ὁ Διόνυσος ἐκεῖθεν καὶ πρὸς τὸν Ἡρακλέα ἀφικνεῖται Θηβαῖον ὄντα. Τὸ δὲ δρᾶμα τῶν εὖ πάνυ καὶ φιλολόγως πεποιημένων. ἐδιδάχθη ἐπὶ Καλλίου τοῦ μετὰ Ἀντιγένη διὰ Φιλωνίδου εἰς Λήναια. πρῶτος ἦν· δεύτερος Φρύνιχος Μούσαις· Πλάτων τρίτος Κλεοφῶντι. οὕτω δὲ ἐθαυμάσθη τὸ δρᾶμα διὰ τὴν ἐν αὐτῷ παράβασιν, ὥστε καὶ ἀνεδιδάχθη, ὥς φησι Δικαίαρχος.

ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥΜαθὼν παρʼ Ἡρακλέους Διόνυσος τὴν ὁδὸν πρὸς τοὺς κατοιχομένους πορεύεται, λαβὼν τὸ δέρμα καὶ τὸ σκύταλον, ἀναγαγεῖν θέλων Εὐριπίδην· λίμνην τε διέβαινεν κάτω καὶ τῶν βατράχων ἀνέκραγεν εὔφημος χορός. ἔπειτα μυστῶν ἐκδοχή. Πλούτων δʼ ἰδὼν ὡς Ἡρακλεῖ προσέκρουσε διὰ τὸν Κέρβερον. ὡς δʼ ἀνεφάνη, τίθεται τραγῳδίας ἀγὼν, καὶ δὴ στεφανοῦταί γʼ Αἰσχύλος. τοῦτον δʼ ἄγει Διόνυσος εἰς φῶς, οὐχὶ μὰ Δίʼ Εὐριπίδην.

ΘΩΜΑ ΤΟΥ ΜΑΓΙΣΤΡΟΥΔιόνυσος Εὐριπίδου πόθῳ ληφθεὶς καὶ οὐχ οἷός τʼ ὢν ἄλλως θεραπεῦσαι τὸν ἔρωτα, εἰς ᾍδου κατελθεῖν ἠβουλήθη, ὅπως ἐκεῖ τούτῳ ἐντύχῃ. ἐπεὶ δὲ τῆς ὁδοῦ ἄπειρος ἦν, ἔγνω δεῖν εἰς Ἡρακλέα πρόσθεν ἐλθεῖν. οὗτος γὰρ πάλαι, κελεύσαντος Εὐρυσθέως, Κερβέρου χάριν εἰς ᾍδου κατῄει. ἐλθὼν δὲ καὶ πυθόμενος περὶ τῆς ὁδοῦ, ἤκουσε παρʼ αὐτοῦ, ὅπως ἄρα δεῖ κατελθεῖν, χαριεντισαμένου πρὸς αὐτὸν πρότερον. Διόνυσος δὲ καὶ πρὶν ἀπαντῆσαι πρὸς Ἡρακλέα, κατʼ αὐτὸν ἐσκευάσθη, λεοντῆν ἐνδεδυμένος καὶ ῥόπαλον φέρων. ὡς οὖν ἤκουσε παρʼ Ἡρακλέους περὶ τῆς ὁδοῦ, μεθʼ ἑαυτοῦ δοῦλόν τινα ἔχων Ξανθίαν, ἐχώρει πρὸς ᾍδην, καὶ πρῶτον μὲν ἐντυγχάνει τῇ Ἀχερουσίᾳ λίμνῃ, καὶ ὁρᾷ ἐν αὐτῇ τὸν Χάροντα μετὰ σκάφους, διʼ οὗ τοὺς τεθνεῶτας εἰς ᾍδου ἐπέρα. καὶ ὁ μὲν Ξανθίας οὐκ ἐπέβη τοῦ σκάφους, διὰ τὸ μὴ τὴν ἐν Ἀργινούσαις ναυμαχῆσαι μάχην· πεζῇ δὲ περιῄει τὴν λίμνην. Διόνυσος δὲ ἐπιβὰς, καὶ τῶν ἐν αὐτῇ βατράχων ἀκούσας μέλη παρὰ τὸν πλοῦν, διαπεραιοῦται, καὶ αὖθις Ξανθίᾳ συγγίνεται, καὶ σὺν αὐτῷ πάλιν ἁψάμενος τῆς ὁδοῦ εὑρίσκει, ἃ Ἡρακλῆς αὐτῷ προειρήκει, δυσχερῆ τινα θεάματα· καὶ τοὺς μύστας παρʼ αὐτὰς τὰς πύλας τοῦ ᾍδου χορεύοντας. εἶτα ὡς Ἡρακλῆς εἰσελθὼν, καὶ μεταξὺ πολλῶν τούτῳ συμβάντων, παραγίνεται πρὸς Πλούτωνα, καὶ ὅτου χάριν ἧκεν εἰπὼν, ἔσχεν ὑπακούοντα Πλούτωνα, οὐχ ἵνʼ Εὐριπίδην ἀναγάγῃ, ἀλλʼ ἵνʼ ἀγωνισαμένων Αἰσχύλου καὶ Εὐριπίδου, ὅστις τούτων ἄριστος τὰ εἰς τέχνην φανείη, τοῦτον αὐτὸς εἰληφὼς ἀνενέγκῃ πρὸς βίον. τούτου δὲ γενομένου, καὶ κρείττονος ἀναφανέντος Αἰσχύλου, Διόνυσος τοῦτον λαβὼν ἀνῆλθε. Τὸ δὲ δρᾶμα τῶν εὖ καὶ φιλοπόνως πεποιημένων. Ἐδιδάχθη δὲ ἐπὶ Καλλίου ἄρχοντος, τοῦ μετὰ Ἀντιγένη. οὕτω δὲ ἐθαυμάσθη διὰ τὴν ἐν αὐτῷ παράβασιν, καθʼ ἣν διαλλάττει τοὺς ἐντίμους τοῖς ἀτίμοις καὶ τοὺς πολίτας τοῖς φυγάσιν, ὥστε καὶ ἀνεδιδάχθη, ὥς φησι Δικαίαρχος.

ΣΚΟΠΟΣ ΤΟΥ ΠΑΡΟΝΤΟΣ ΔΡΑΜΑΤΟΣὉ παρὼν ποιητὴς, ὡς ἐν τῷ δράματι τοῦ Πλούτου τῷ τότε τῶν Ἀθηνῶν ἄρχοντι ὁπωσδήποτε χαριζόμενος, τότε τὸν Πλοῦτον ἀναβλέψαι φησὶ καὶ πλουτῆσαι τοὺς ἀγαθούς· τῶν Νεφελῶν δὲ τὸ δρᾶμα κατὰ τὸ φαινόμενον γράψας κατὰ Σωκράτους, κατὰ παντὸς συνετάξατο φιλοσόφου καὶ μετεωρολέσχου καὶ φυσικοῦ· Σωκράτης γὰρ μετερχόμενος τὴν ἠθικὴν φιλοσοφίαν, κατεγέλα μεταρσιολογίας καὶ φυσικῆς, ὡς γράφει Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασι, θεολογίας δὲ ὡς ἀκαταλήπτου πάντη ἀπείχετο· ὡς οὖν τὸ δρᾶμα τοῦ Πλούτου ὑπὲρ τοῦ τότε ἄρχοντος Ἀθηνῶν ἀσυμφανῶς ξυνετάξατο, κατὰ παντὸς δὲ φιλοσόφου μεταρσιολέσχου καὶ ψευδοτύπου τὸ δρᾶμα τῶν Νεφελῶν· οὕτω καὶ τήνδε τὴν κωμῳδίαν τῶν Βατράχων κατὰ παντὸς ὑποψύχρου καὶ ὑποξύλου καὶ ἀφυοῦς καὶ ἀτεχνότατα γράφοντος, τῷ μεμηνέναι δὲ οὐ συνιέντος ἑαυτὸν ὄντα βάρβαρον, οἰομένου δὲ μὴ μόνον ἰσοῦσθαι, ἀλλὰ καὶ τὰ κρείττονα φέρεσθαι τῶν λίαν ἐπιστημόνων. ὡς τῷ ὑπὲρ φύσιν Ὁμήρῳ τις ἀνώνυμος ἤριζε Σάτυρος, Ἡσιόδῳ δὲ Κέρκωψ, ἢ πλέον εἰπεῖν, Εὔρυτος μὲν τοξικῇ, Μαρσύας δὲ μουσικῇ τῷ Ἀπόλλωνι· Σειρῆσι δὲ καὶ Μούσαις Θάμυρις ὁ μαινόμενος· ἢ ὡς ὁ Αἰγύπτιος Σῶφις καὶ ὁ Θετταλὸς Σαλμωνεὺς ταῖς οὐρανίαις ἀντιπαταγοῦντες βρονταῖς καὶ τοῖς κεραυνοῖς δῆθεν ἀνταστράπτοντες. κατὰ τοιούτου παντὸς μὴ συνιέντος ἑαυτὸν, ἐξομοιουμένου δὲ φιληταῖς ἀλογίστοις καθάρμασι, δίκην βατράχων βοῶσι θορυβωδέστατα, τὸ τοιοῦτον ὁ ποιητὴς ἐξέθετο δρᾶμα. Διασκευὴ δὲ καὶ ἔκθεσις τοιάδε τοῦ δράματος· πλάττεται τῷ ποιητῇ δυσφορῶν ὁ Διόνυσος διὰ τὸ ἐν τοῖς Διονυσίοις μὴ εἶναι τραγικὸν ἢ κωμικὸν δεξιὸν ποιητήν. ὅθεν καὶ βουληθεὶς κατιέναι εἰς ᾅδου, ὡς Εὐριπίδην ἐκεῖθεν ἀνάξειεν, ἐπὶ Διονυσιακοῖς τοῖς κοθόρνοις, καὶ λεοντῆν καὶ ῥόπαλον ἔχων τρόπῳ τοῦ Ἡρακλέους, μετὰ Ξανθίου οἰκέτου, ὄνῳ ἐποχουμένου, τοῖς ὤμοις δὲ ἀνάφορον φέροντος, ὃ ἀλλακτὸν δημωδεστέρως καλεῖται, εἰς Θήβας ἢ Τίρυνθα, πόλιν τοῦ Ἄργους, ἀφικνεῖται πρὸς Ἡρακλέα, ὁδοὺς τὰς εἰς ᾅδου χρῄζων μαθεῖν ἐξ αὐτοῦ καὶ πανδοχεῖα καὶ ἐκτροπὰς, ἅτε τοῦ Ἡρακλέους εἰς ᾅδου πρὶν κατελθόντος ἐπʼ ἀναγωγῇ τοῦ Κερβέρου· εἰ καὶ δυσὶ γενεαῖς προγενέστερος ἦν Ἡρακλέους ὁ Διόνυσος. παρʼ οὗ μαθὼν ὅσων ἔχρῃζεν, ἀπάρχεται τῆς πορείας. παρὰ τὴν λίμνην δὲ πεφθακὼς τὴν Ἀχερουσίαν, αὐτὸς μὲν ὁ Διόνυσος δυσὶν ὀβολοῖς περαιοῦται τῷ Χάρωνι, Ξανθίας δʼ, ἀνθʼ ὧν τῇ περὶ Ἀργινούσας οὐκ ἐναυμάχησε ναυμαχίᾳ, τῷ Χάρωνι μὴ ἀναληφθεὶς πεζῇ τὴν λίμνην κύκλῳ περιπορεύεται· καὶ τί δεῖ λεπτολογεῖν τὸ πᾶν τοῦ συγγράμματος τέλος; Διόνυσος ξενίζεται Περσεφόνῃ καὶ Πλούτωνι, καὶ κρίσιν ποιησάμενος ποιητῶν, Εὐριπίδου καὶ Αἰσχύλου, καὶ ἄριστον τῷ ὄντι Αἰσχύλον νομίσας, καὶ παρὰ προσδοκίαν τοῦτον λαβὼν ἀλλʼ οὐκ Εὐριπίδην, αὖθις ἐς τοὺς ζῶντας ἀνέρχεται.

Ὁ Ξανθίας ἐπὶ ὄνου παράγεται καθεζόμενος, ἔχων ἐπὶ τῶν ὤμων ἀνάφορον, ὅπου ἦν τὰ στρώματα. εὐθὺς ἐν τῇ εἰσβολῇ διαβάλλει τούς τε κωμῳδοὺς ὡς γελοίοις χρωμένους καὶ παρατρέποντας τοὺς θεατὰς ἀπὸ τῆς ἀκριβείας.

τῶν εἰωθότων: Ἀντὶ τοῦ τῶν ἐθίμων, ἡ μετοχὴ ἀντὶ τοῦ ὀνόματος· καὶ Ὅμηρος τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντὶ τοῦ πινυτός. —εἰωθότων: Τῶν συνήθων διαλέγεσθαι εἰς ἡδονὴν τοῦ θεάτρου. Θ. τῶν συνήθων.

θεώμενοι: Οἱ θεαταί. Θ.

νὴ Δίʼ ὅ τι βούλει γε: Ἴδιον αὐτοῦ τὸ εἰς ταῦτα ὀλισθαίνειν· ὡς καὶ ἐν δευτέραις Θεσμοφοριαζούσαις ὁ θεράπων φησὶν ὡς διά γε τοῦτο τοὔπος, οὐ δύναμαι φέρειν σκεύη τοσαῦτα, καὶ τὸν ὦμον θλίβομαι. ἐνταῦθα δέ φησιν ὅτι οὐ δύναμαι ἀνέχεσθαι τοῦ θλίβομαι λεγομένου.

πάνυ γάρ ἐστʼ ἤδη χολή: Ἀντὶ τοῦ πολύ. τὸ δὲ πολὺ, κἂν ᾖ γλυκὺ, πικρόν ἐστιν. Ἄλλως. ὡσανεὶ ἔλεγε ναυτία, διὰ τὸ ἐπιδαψιλεύειν τὴν παιδιὰν ταύτην. συνεχῶς γὰρ εἰσῆγον τοὺς τὰ τοιοῦτα λέγοντας. —χολή: Λύπη.

ἀντὶ τοῦ χωρὶς τοῦ εἰπεῖν θλίβομαι. ἀντὶ τοῦ ἄνευ εἰπεῖν πιέζομαι.

γέλοιον Ἀττικῶς, γελοῖον δὲ κοινόν. ἡ δὲ σημασία ἡ αὐτή.

μεταβαλλόμενος: Ἀντὶ τοῦ μεταφέρων, μετατιθεὶς ἀπὸ ὤμου εἰς ὦμον. τἀνάφορον δὲ ξύλον ἀμφίκοιλον, ἐν ᾧ τὰ φορτία ἐξαρτήσαντες οἱ ἐργάται βαστάζουσι. —μεταθέμενος τὸ ἐπὶ ὤμου φορτίον. Θ. χεζητιᾷς: Μέλλεις ἀποπατεῖν.

μηδʼ ὅτι τοσοῦτον: Μὴ οὕτω ποιήσαιμι καίτοι ἄχθος τοσοῦτον φέρων.

ἀποπαρδήσομαι: Εἰς τὸ αὐτὸ κατήντησεν ὡς δῆθεν ἄκων. —καθαιρήσει: Καταβιβάσει ἀπὸ τοῦ ὤμου. Θ. καθαίρω παροξυτόνως τὸ ἀποπλύνω, καθαιρῶ δὲ περισπωμένως τὸ καταβάλλω. Θ.

πλήν γʼ ὅταν μέλλω ἐξεμεῖν: Οἷον, εἰ ὅλως λέγεις, τότε εἰπὲ, ὅτε μέλλω ἐξεμεῖν, ἵνα ἅπαξ ἐμέσω καὶ μὴ καὶ τότε ὅτε λέγεις. Ἄλλως. τότε, φησὶ, λέγε, ἐὰν θέλῃς, ἐπιτηρήσας, ὅτε μέλλω ἐξεμεῖν. ῥᾷστα γὰρ ἂν ἐξεμέσαιμι, ἐὰν εἴπῃς.

Φρύνιχος: Δίδυμός φησιν ὅτι νῦν Φρυνίχου τοῦ κωμικοῦ μέμνηται, ὡς παρʼ ἕκαστα ἐν ταῖς κωμῳδίαις φορτικευομένου. ἔστι δὲ πατρὸς Εὐνομίδου. κωμῳδεῖται δὲ καὶ ὡς ξένος, καὶ ἐπὶ φαυλότητι ποιημάτων, καὶ ὡς ἀλλότρια λέγων καὶ ὡς κακόμετρα. εἰσὶ δὲ καὶ ἄλλοι τρεῖς Φρύνιχοι. Φρύνιχος δὲ ὁ κωμικὸς οὐδὲν τούτων ἐποίησεν ἐν τοῖς σωζομένοις αὐτοῦ· εἰκὸς δὲ ἐν τοῖς ἀπολωλόσιν εἶναι αὐτοῦ τοιοῦτόν τι.

Λύκις: Κωμῳδίας ποιητής. ὡς ψυχρὸς κωμῳδεῖται· λέγει δὲ αὐτὸν καὶ Λύκον· οὗ οὐδὲν φέρεται. Ἄλλως. ὁ δὲ νοῦς, εἴπερ ποιήσω μηδὲν ὧν οὗτοι εἰώθασι ποιεῖν τοῖς σκευοφοροῦσιν· ἵνα τὸ φέρουσι σημαίνῃ πτῶσιν δοτικήν. Ἄλλως. τριχῶς λέγεται. ἢ γὰρ σκευηφοροῦσιν, ἢ σκεύη φέρουσιν, ἢ σκευοφόρους ἄνδρας ποιοῦσιν. ἔστι δὲ βεβιασμένος ὁ λόγος, εἴπερ ποιήσω μηδὲν ὧν οὗτοι ποιοῦσι, σκευηφοροῦντας εἰσάγοντες μετὰ πολλῶν. περιλείπεται οὖν ἀκούειν ἁπλῶς ὧν οὗτοι εἰώθασι ποιεῖν τοῖς σκευηφοροῦσιν, ἵνα τὸ σκευηφοροῦσι σημαίνῃ πτῶσιν δοτικήν. —καὶ αὐτὸς ὡς κακὸς ποιητὴς κωμῳδεῖται.

σκευοφοροῦσʼ: Τοῖς. καὶ οὗτοι οἱ τρεῖς κωμικοὶ εἰσὶ ποιηταὶ, σκευοφοροῦντας εἰσάγοντες ἐν ταῖς κωμῳδίαις καὶ αἰσχρὰ ποιοῦντας.

τῶν πράξεων τῶν ἀπατηλῶν. Θ. εἰρωνεία. πανουργευμάτων, ἀπατηλῶν ποιημάτων.

πλεῖν ἢ ʼνιαυτῷ: Παρὰ τὸ Ὁμηρικὸν αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. καὶ τὸ «ἐν ὠμῷ γήραϊ θῆκε.» διὰ τὴν ἀηδίαν οὖν γηράσκω, φησίν.

ἄρʼ ὁ τράχηλος οὑτοσὶ: Ὁ Ξανθίας ἀχθόμενος ἐφʼ ᾧ βαστάζει φόρτῳ λέγει.

ὑπὸ τοῦ φορτίου ἐρεῖ. Θ.

ἀλαζονεία. ἡμετέρα ἀτιμία αὐτοῦ ἀλαζονεία καὶ ἔπαρσις. Θ.

υἱὸς Σταμνίου: Δέον εἰπεῖν υἱὸς Διὸς Σταμνίου εἶπε παρʼ ὑπόνοιαν, ἐπειδὴ ὁ οἶνος ἐν σταμνίῳ βάλλεται. ὁ δὲ Διόνυσος εἰς τὸν οἶνον ἀλληγορεῖται. σταμνία καὶ στάμνους τοὺς ἀμφορεῖς τοῦ οἴνου φασίν. παίζει δὲ ἅμα καὶ πρὸς τὸ σχῆμα ὅτι υἱός εἰμι σταμνίου. Ἄλλως. ἔπαιξεν, ἐπεὶ ὁ κέραμος ἐν ἑαυτῷ βαστάζει τὸν οἶνον ὥσπερ παῖδα καὶ τρέφει.

τοῦτον δʼ ὀχῶ: Ὀχεῖσθαι ποιῶ· ἐπὶ τοῦ ὄνου γὰρ ἦν καθήμενος ὁ Ξανθίας· νοεῖται δέ τι καὶ αἰσχρόν· ἀντὶ τοῦ, ἐπιβαίνω αὐτόν. —ὀχῶ μὲν ἐνεργητικῶς τὸ ἀφροδισιάζω καὶ ὀχεύω τὸ αὐτὸ, καὶ τὸ πρᾶγμα ὀχεία. ὀχοῦμαι δὲ παθητικῶς ἤτοι ἐπιβάτης εἰμὶ καὶ ἐφʼ ἵππου κάθημαι ἢ ἑτέρου τινός. καὶ ἀπὸ τούτου ὄχημα τὸ ἅρμα. Οἱ δὲ Ἀττικοὶ τὸ ὀχεῖν ἐνεργητικὸν καὶ ἐπὶ τοῦ ὀχεῖσθαι ποιεῖν ἐκλαμβάνουσι καὶ ἐπιβάτην καθιστάναι ἕτερον, ὡς καὶ ὁ Ἀριστοφάνης ἐνταῦθα «τοῦτον δʼ ὀχῶ» ἀντὶ τοῦ ὀχεῖσθαι ποιῶ. Θ.

ὀχεῖ: ἀντὶ τοῦ βαστάζει. ἐπʼ ὀχήματος φέρῃ.

οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω: Ἐπάνω γὰρ τοῦ ὄνου καθεζόμενος ὁ οἰκέτης, ἐβάσταζε τὸ ἀνάφορον. τινὲς εἰς τὸ φέρω δύο στιγμὰς ποιοῦσιν, ἀφαιροῦντες τοῦ μὰ τὸν Δίʼ οὔ τὴν μίαν στιγμήν.

πιέζεται: Κατηνέχθη ὅμως καὶ αὐτὸς ἐπὶ τὸ πιέζομαι.

ἐν τῷ μέρει σὺ τὸν ὄνον: Ἀντὶ τοῦ, κατά τι μέρος, ἢ ἐν τῷ ἴσῳ μέρει κατὰ τὴν ἀμοιβὴν βάστασον τὸν ὄνον.

τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν: Πρὸς τοὺς χρόνους, ὅτι τῷ προτέρῳ ἔτει ἐπὶ Ἀντιγένους περὶ Ἀργίνουσαν ἐνίκων ναυμαχίᾳ οἱ Ἀθηναῖοι συμμαχούντων δούλων, προκακωθέντες ἄλλαις ναυμαχίαις, οὕστινας ἠλευθέρωσαν· πρὸς τοῦτο οὖν χαριεντιζόμενος λέγει, ὅτι εἴπερ ἐνεναυμαχήκειν, κἂν ἀφείμην ἐλεύθερος. ὥστε οἰμώζειν ἂν ἔλεγόν σοι. ἡ δὲ Ἀργίνουσα, πόλις τῆς Αἰολίδος, ἀντικρὺ δὲ Λέσβου κειμένη καὶ Μαλίας καλουμένης ἄκρας.

κατάβα πανοῦργε: Τὸ χ, ὅτι κατάβα φησί. πρὸς τοὺς ἀξιοῦντας, ὅτι κατάβηθι λέγεται μόνως. τὸ δὲ πανοῦργε, ἡμεῖς μὲν μετριώτερον φαμὲν, Ἀττικοὶ δὲ ἐπὶ σφοδρᾶς βλασφημίας.

ὡς Κενταυρικῶς: Πρῶτον μὲν ἕως τούτου ὑπακούων τῷ Διονύσῳ λέγει ὁ Ἡρακλῆς, ἐνήλαθʼ ὅστις· εἶτα τὴν ὄψιν καταπλαγεὶς τὸ μὲν ἀκόλουθον οὐκ ἀνεπλήρωσεν, εἰπὼν ὅστις ἐστίν, ἀλλὰ θαυμάσας ἐπηρώτησε τίς εἴη. ἀντὶ τοῦ ἀκόσμως καὶ ὑβριστικῶς, ὅτι καὶ οἱ Κένταυροι ὑβρισταί. καὶ τοῦτο οἶδεν Ἡρακλῆς ἐκ τῆς πρὸς αὐτοὺς μάχης. τινὲς δὲ ἀντὶ τοῦ μαλακῶς. εἰρωνεύεται γὰρ ὁ Ἡρακλῆς. ὁ γὰρ Διόνυσος μαλακὸς καὶ τρυφηλός. —Κενταυρικῶς: Λίαν ἀγρίως, δίκην Κενταύρων. Θ. ἀτάκτως.

ὅστις: Ἦν. πρός τινα τῶν ἑαυτοῦ παίδων τοῦτό φησιν, οὔπω τῆς θύρας ἀνοιγείσης.

ὁ παῖς: Ὁ Διόνυσος νεύει πρὸς τὸν Ξανθίαν, καὶ λέγει μειρακευόμενος, ὡς δείσαντος αὐτὸν τοῦ Ἡρακλέους. καθόλου γὰρ τοιοῦτον εἰσάγουσι τὸν Διόνυσον, ὡς ὄντα δειλὸν, μόνον δὲ καυχηματίαν. —ὁ παῖς: Ὦ παῖ.

μὴ μαίνοιό γε: Δίδυμος ἀντὶ τοῦ, μὴ μανείης. πιθανώτερον δὲ ἀντὶ τοῦ, ὑπέλαβέ σε μαίνεσθαι ὁ Ἡρακλῆς. Ἄλλως. μὴ οὕτω μανείης, ὡς ὑπολαβεῖν σε τὸν Ἡρακλέα φοβηθῆναι.

ἐπὶ κροκωτῷ: Διονυσιακὸν φόρεμα ὁ κροκωτός. ἐφόρει δὲ λεοντῆν, ἵνα ᾖ φοβερὸς ὡς Ἡρακλῆς. Ἡρακλέους γὰρ φόρεμα ἡ λεοντῆ. κροκωτῷ, γυναικείῳ ἐκ πήνης ἐνδύματι. —γυναικείῳ ἐνδύματι ἐκ μετάξης. Θ.

τίς ὁ νοῦς ἀντὶ τοῦ τί ὁ νοῦς θέλει εἶναι. ποία διάνοια. κόθορνος: Τινὲς ὅτι ὁ κόθορνος εἰς ἀμφοτέρους τοὺς πόδας ἁρμόζει, οἱ δὲ ὅτι ἀνδράσι καὶ γυναιξὶν ἁρμόττει. ἔνθεν καὶ Θηραμένης κόθορνος ἐλέγετο. ὅτι τοῖς καιροῖς καθομιλεῖν δύναται. ὁ δὲ Ξενοφῶν ἐν Ἑλληνικοῖς ἀμφοτέροις τοῖς ποσὶν ἁρμόζειν αὐτόν φησιν. ἐκπλήττεται δὲ ὁ Ἡρακλῆς ὁρῶν τὴν ἄτοπον ταύτην σκευὴν, καὶ ὅτι τὰ ἄμικτα ἔμιξεν. ὁ μὲν γὰρ κροκωτὸς καὶ ὁ κόθορνος γυναικεῖά ἐστιν, ἡ δὲ λεοντῆ καὶ τὸ ῥόπαλον ἀνδρῷα.

ἐπεβάτευον Κλεισθένει: Παίζει. λέγεται γὰρ καὶ ἐπὶ νεὼς τὸ ἐπιβατεύειν καὶ ἐπὶ συνουσίας κατὰ μεταφορὰν τῶν ἀλόγων ζῴων, ἃ ἐπιβαίνοντα συνουσιάζει. Ἄλλως. Κλεισθένης ὁ Σιβυρτίου ἐπʼ αἰσχρότητι κωμῳδεῖται. ἦν δὲ λεῖος τὸ γένειον· διὸ καὶ εὐνούχῳ εἰκάζει αὐτόν. Ἄλλως. τὸν Κλεισθένην καὶ ἐπὶ τοῦ πασχητιᾶν κωμῳδοῦσιν. ἐμφαίνει οὖν ὅτι εἰ κατὰ στρατείαν ἀπεδήμουν, μετὰ Κλεισθένους ἂν ἐστρατευσάμην. καὶ τὸ ἐπεβάτευον ἐκείνῳ, κακεμφάτως. ἐστρατήγησε δὲ νεωστὶ καὶ ἐνίκησεν οὗτος.

κατεδύσαμεν: Ἐβυθίσαμεν εἰς τὴν θάλασσαν.

σφὼ νὴ τὸν Ἀπόλλω: Θαυμάζων καὶ ἀπιστῶν λέγει ὁ Ἡρακλῆς τὸ σφώ. τινὲς δὲ εἰς τὸν Ἀπόλλω δύο στίζουσι καὶ εἰς τὸ ἐξηγρόμην. κᾆτʼ ἔγωγʼ ἐξηγρόμην: Σκώπτει τὸν Διόνυσον. καὶ ἐγὼ, φησὶν, ἀνέστην ἐξ ὀνείρου· δηλῶν ὅτι ὄναρ ταῦτα ἔπραξεν. οἱ δέ φασιν ὡς ὁ Διόνυσος ταῦτα λέγει, κᾆτʼ ἔγωγʼ ἐξηγρόμην, ὡς τῶν ἐπίτηδες ψευδομένων ἐπιλεγόντων τοῦτο, καθʼ ὃ δηλοῦται ὅτι ἐνυπνίῳ ἔοικε τὸ λεγόμενον. οἱ δὲ τῷ Ἡρακλεῖ προσνέμουσι τοῦτο, οἱ δὲ τῷ Ξανθίᾳ. καὶ τὸ, νὴ τὸν Ἀπόλλω, τῷ Διονύσῳ. μόνον γὰρ τὸ σφώ λέγειν τὸν Ἡρακλῆν. —σφώ: Ὑμεῖς οἱ θηλυμανεῖς. ἐξηγρόμην: Ἐξηγειρόμην ἐξ ὕπνου. Θ. ἐξ ὕπνου. τὸ ἐξηγρόμην λέγει δεικνὺς αὐτὸν, ὅτι ὀνείρατα φθέγγεται.

τὴν Ἀνδρομέδαν: Τῶν καλλίστων Εὐριπίδου δρᾶμα ἡ Ἀνδρομέδα. διὰ τί δὲ μὴ ἄλλο τι τῶν πρὸ ὀλίγου διδαχθέντων καὶ καλῶν, Ὑψιπύλης, Φοινισσῶν, Ἀντιόπης; ἡ δὲ Ἀνδρομέδα ὀγδόῳ ἔτει προεισῆλθεν. ἀλλʼ οὐ συκοφαντητὰ ἦν τὰ τοιαῦτα.

ἐπάταξε: Ἔπληξε.

μικρὸς ἡλίκος Μόλων: Παίζει. ἔστι γὰρ μεγαλόσωμος ὁ Μόλων. Ἄλλως. Δίδυμός φησιν ὅτι δύο Μόλωνές εἰσιν, ὁ ὑποκριτὴς καὶ ὁ λωποδύτης· καὶ μᾶλλον τὸν λωποδύτην λέγει, ὅς ἐστι μικρὸς τὸ σῶμα. Τιμαχίδας δὲ τὸν ὑποκριτὴν λέγεσθαι νυνὶ Μόλωνα.

γυναικὸς οὐ δῆτα: Τινὲς ἀπὸ τοῦ γυναικὸς ἀμοιβαῖα ποιοῦσι, τινὲς δὲ ὅλον φασὶ τὸν Ἡρακλέα λέγειν, λογιζόμενον τίνος ἠράσθη Διόνυσος. τοῦ δὲ Διονύσου εἰπόντος τὸ ἀτταταῖ, ὁ Ἡρακλῆς ὑποπτεύει ἀνδρὸς ἐρασθῆναι Κλεισθένους τὸν Διόνυσον.

ἀτταταί: Γράφεται ἀππαπαί. διὰ τούτου συγκαταθεμένου τοῦ Διονύσου καὶ ὁ Ἡρακλῆς ἐπήνεγκε, μὴ τοῦ Κλεισθένους, διὰ τὸ, ἐπεβάτευον Κλεισθένει. —ξυνεγένου: Αἰσχρῶς ἡνώθης.

οὐ γὰρ ἀλλʼ ἔχω κακῶς: Ἀντὶ τοῦ καὶ γὰρ ἀλλά. τὸ ἀλλὰ παρέλκει Ἀττικῶς. ἀντὶ τοῦ, ἔχω γὰρ κακῶς. —Ἄλλως. οὐ γὰρ ἀλλά ἀντὶ τοῦ καὶ γὰρ ἀλλά. Καλλίμαχος «οὐ γὰρ ἀλλʼ ἥκω.» οὐ γὰρ τοῦτό ἐστι. οὐ γὰρ τούτου ἐπιθυμῶ, ὃ λέγεις· ἀλλὰ κακῶς ἔχω.

ἐπιθυμία ἢ ἀγάπη.

διʼ αἰνιγμῶν: Ἀντὶ τοῦ διʼ ἀσαφείας. αἰνιγμάτων. Θ.

ἔτνους: Ὀσπρίου πισίνου. ὡς ἀδηφάγον δὲ τὸν Ἡρακλέα κωμῳδοῦσι. τὸ δὲ ἔτνος εἶδος ἀθάρας. οἱ δὲ ἀνδρεῖοι καὶ πρὸς τὰς μάχας θαυμαστοὶ ἔτνος ἐσθίουσιν ὡς συντελοῦν αὐτοῖς πλεῖστα, ὡς οἱ περὶ ταῦτα δεινοὶ λέγουσιν.

ἑτέρᾳ φράσω: Διδάσκω οἵως ἐρῶ, ὑποβαλών σοι τὸν ἔρωτα τοῦ ἔτνους. ἀντὶ τοῦ ἄλλῳ τινὶ ὑποδείγματι, οἷον ἄλλῳ τρόπῳ. ἔστι δὲ τὸ ἡμιστίχιον ἐξ Ὑψιπύλης Εὐριπίδου.

καὶ ταῦτα τοῦ τεθνηκότος: Τινὲς βούλονται ἓν πρόσωπον λέγειν ὅλον. τινὲς δὲ διορίζουσι τὸ τοῦ τεθνηκότος· ὡς τοῦ Ἡρακλέους λέγοντος αὐτό. οὕτω γὰρ καὶ αἱ διδασκαλίαι φέρουσι, τελευτήσαντος Εὐριπίδου τὸν υἱὸν αὐτοῦ δεδιδαχέναι ὁμώνυμον ἐν ἄστει Ἰφιγένειαν τὴν ἐν Αὐλίδι, Ἀλκμαίωνα, Βάκχας.

αὐτοῦ γὰρ τοῦ Διονύσου ἐστὶν ὁ ἀγών.

οἱ μὲν γὰρ οὐκ ἔτʼ εἰσὶν: Εὐριπίδου ἐξ Οἰνέως σὺ δʼ ὧδʼ ἔρημος ξυμμάχων ἀπόλλυσαι· οἱ μὲν γὰρ οὐκ ἔτʼ εἰσὶν, οἱ δʼ ὄντες κακοὶ.

τί δʼ οὐκ Ἰοφῶν: Υἱὸς Σοφοκλέους ὁ Ἰοφῶν. ἠγωνίσατο δὲ καὶ ἐνίκησε λαμπρῶς ἔτι ζῶντος τοῦ πατρὸς αὐτοῦ. διὸ ἀμφιβάλλει μήποτε τοῦ Σοφοκλέους εἴη εἰρηκὼς τραγῳδίαν.

ἐπαινέσας αὐτὸν ὁ Ἀριστοφάνης ὅτι τοῦτο καὶ μόνον ἐστὶ λοιπὸν ἀγαθὸν, προελθὼν ἔψεξεν αὐτόν. ὅπως ἔχει: Εἴτε αὐτοῦ δηλονότι τὰ ποιήματα εἴτε τοῦ πατρὸς αὐτοῦ Σοφοκλέους. τοιαύτη γὰρ περὶ αὐτοῦ τοὺς πολλοὺς δόξα κατεῖχε. πρότερον δὲ, τῇ ἡλικίᾳ, ἢ τιμιώτερον.

οὒ, πρίν γʼ ἂν Ἰοφῶντα: Κωμῳδεῖται γὰρ ὁ Ἰοφῶν ὁ υἱὸς Σοφοκλέους ὡς τὰ τοῦ πατρὸς λέγων ποιήματα. Ἄλλως. οὐ μόνον ἐπὶ τῷ ταῖς τοῦ πατρὸς τραγῳδίαις ἐπιγράφεσθαι κωμῳδεῖται, ἀλλʼ ἐπὶ τῷ καὶ ψυχρὸς καὶ μαλακὸς εἶναι. —Νικοστράτης δὲ υἱὸς ἦν. φασὶ δὲ ὅτι καὶ Ἀρίστων τοῦ Σοφοκλέους νόθος υἱὸς ἐγεγόνει ἔκ τινος Θεωρίδος Σικυωνίας. τὸ δὲ κωδωνίσω ἀντὶ τοῦ δοκιμάσω, ὅτι τινὰ τῶν ὀρνέων δοκιμάζεται τῷ τοῦ κώδωνος ψόφῳ. καὶ τοὺς ἵππους οὕτως ἐδοκίμαζον κώδωσιν εἰ ψοφοδεεῖς εἶεν, καὶ τοὺς ὄρτυγας. οἱ γὰρ ὑπομένοντες τὸν ἦχον τοῦ κώδωνος ἐπιτηδείως ἔχουσι πρὸς μάχην. τινὲς δὲ ἀπὸ τῶν ἀγγείων τῶν σαθρῶν, ἐπεὶ οὕτω δοκιμάζουσι διακρούοντες. τινὲς δὲ ἀπὸ τῶν φυλακῶν. βέλτιον δὲ τὸ ἐπὶ τῶν ἵππων καὶ τῶν ἀγγείων· τὰ δὲ ἄλλα ἐσχεδίασται. Ἄλλως. ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων τῶν κώδωνι δοκιμαζομένων εἰ θόρυβον ὑπομένειν δύνανται. Δημήτριος δὲ προσλαμβάνει καὶ ὅτι κατὰ τὰς φυλακὰς εἰ ἐγρηγόρασι κώδωσι διεσήμαινον, ὅπως ἂν φθέγγωνται.

κωδωνίσω: Δοκιμάσω, ἐκ μεταφορᾶς τῶν νομισμάτων. διακηρύξω. δοκιμάσω, ἐξετάσω.

εὔκολος: Ἁπλοϊκὸς καὶ ἐλευθέριος. τοιοῦτος δὲ ὁ Σοφοκλῆς. —μαλακογνώμων. Θ.

Ἀγάθων δὲ: Οὗτος τραγῳδίας ποιητὴς Ἀθηναῖος, υἱὸς Τισαμενοῦ. κωμῳδεῖται δὲ εἰς θηλύτητα. ἦν δὲ καὶ κωμῳδοποιὸς τοῦ Σωκρατικοῦ διδασκαλείου.

ποθεινὸς τοῖς φίλοις: Γράφεται δεξιός. φίλοις δὲ ἀντὶ τοῦ τοῖς σοφοῖς. οὗτος δὲ ἀγαθὸς ἦν τὸν τρόπον καὶ τὴν τράπεζαν λαμπρός. καὶ φασὶν ὅτι τὸ Πλάτωνος συμπόσιον ἐν ἑστιάσει αὐτοῦ γέγραπται, πολλῶν ἅμα φιλοσόφων παρʼ αὐτῷ καταχθέντων.

ἐς μακάρων εὐωχίαν: Ἢ ὡς περὶ τετελευτηκότος λέγει, ὡσανεὶ εἶπε τὰς μακάρων νήσους· ἢ ὅτι Ἀρχελάῳ τῷ βασιλεῖ μέχρι τῆς τελευτῆς μετὰ ἄλλων πολλῶν συνῆν ἐν Μακεδονίᾳ, καὶ μακάρων εὐωχίαν ἔφη τὴν ἐν τοῖς βασιλείοις διατριβήν. τοῦτο δὲ παρʼ ὑπόνοιαν.

Ξενοκλῆς: Υἱὸς Καρκίνου, ὃς κωμῳδεῖται ὡς ἄξεστος ἐν τῇ ποιήσει καὶ ἀλληγορικός. ἀδελφοὶ δὲ αὐτοῦ Ξενόκλειτος, Ξενότιμος, Δᾶτις. εἰσὶ δὲ, ὥς φασι, δύο Ξενοκλεῖς τραγῳδοὶ γεγονότες. τρίτος δέ ἐστι τούτοις ὁμώνυμος, πολιτικὸς, φαύλου μὲν πατρὸς, τῶν δὲ δήμων Χολαργεύς.

Πυθάγγελος δέ: Τραγῳδίας ποιητὴς μοχθηρὸς καὶ ἄσημος. ὁ Ξανθίας δὲ ὑπομνησθεὶς τῆς Πυθαγγέλου φωνῆς φησὶν ὅτι οὐ φροντίζετέ μου Πυθαγγέλου καὶ ταῦτα φροντίζοντες καὶ μνημονεύοντες. καλῶς δὲ καὶ πικρῶς ἔδειξεν ὡς δοῦλος τὸ προκείμενον.

λαλίστερα: Πολυλογώτερα. εἰς τοῦτο γὰρ Εὐριπίδης ἐκακίζετο. πλεῖν ἢ σταδίῳ: πλέον ἢ σταδίῳ Εὐριπίδου φλυαρότερα. τοῦτο δὲ ὡς ἐπὶ δρόμου, καθὼς καὶ ἐν τῇ συνηθείᾳ λέγομεν. ἀντὶ τοῦ λάλοι καὶ πιθανολόγοι.

ἐπιφυλλίδες: Κυρίως δὲ ἐπιφυλλίδες· οὕτω λέγεται τὰ βοτρύδια τὰ μετὰ τὸ πατεῖσθαι τῶν στεμφύλων ἐξερχόμενα. ταῦτα δὲ οὐ χρήσιμα. Ἄλλως. τὰ ἐπικείμενα τοῖς μεγάλοις βότρυσι βοτρύδια. Καλλίστρατος δὲ, τὰ αὐτὰ καθʼ ἑαυτὰ μικρά. κέκληται δὲ οὕτως, διὰ τὸ τοῖς φύλλοις καλύπτεσθαι. ἢ τὰ πρὸς αὐτοῖς τοῖς φύλλοις. Ἄλλως. ἐπιφυλλίδες εἰσὶ τὰ ἐν τοῖς βότρυσιν ἐν ἀρχῇ περιττώματα. οἱ δέ φασι τὰ ἐν κορυφαῖς τῶν κλημάτων. ταῦτα γὰρ οὐχ ὑποκάτω τῶν φύλλων, ὡς οἱ βότρυες, ἀλλʼ ἐπάνω φύονται. δείκνυσι δὲ ἐντεῦθεν ὡς οὐδὲν περὶ λόγους εἰσί.

χελιδόνων μουσεῖα: Παρὰ τὰ ἐν Ἀλκμήνῃ Εὐριπίδου πολὺς δʼ ἀνεῖρπε κισσὸς, εὐφυὴς κλάδος, χελιδόνων μουσεῖον. ἀντὶ τοῦ βάρβαρα καὶ ἀσύνετα. καὶ γὰρ ἡ χελιδὼν ἐπὶ τῶν βαρβάρων καὶ ἐν τοῖς ἑξῆς «οὗ περιβρέμεται Θρηϊκία χελιδών. —» τὸ χελιδόνων μουσεῖα παροιμία ἐπὶ τῶν πολυλόγων καὶ ἐπαχθῶν ταττομένη. τοιοῦτον γὰρ τὸ τῶν χελιδόνων γένος, πλέον διὰ τὸ πολὺ τῆς ᾠδῆς ἀνιῶν τοὺς ἀκούοντας ἢ διὰ τὸ μέλος εὐφραῖνον. καὶ ἐν τοῖς ἑξῆς «οὗ περιβρέμεται Θρηϊκία χελιδών.» Θ.

ἃ φροῦδα: Ἀφανῆ ὑπὸ τῆς χαρᾶς. ἢν μόνον: Ἤγουν, εἴπερ ἅπαξ τοὺς περιεστῶτας ἐπαινέτας σχοῖεν τῶν δραμάτων.

προσουρήσαντα: Εὐθυδρομήσαντα, εὐδοκιμήσαντα ἐν τραγῳδίας δράματι ἐπαινεθέντα. —οὐρίζω, τὸ ἀπὸ τοῦ οὔρου ἀνέμου. οὐρῶ, τὸ ἀπὸ τοῦ οὔρου, τοῦ ἐκκρινομένου ὑγροῦ. προσουρήσαντα οὖν, τὸ βραχύν τινα χρόνον διατρίψαντα, καὶ τῶν αὐτῶν λήρων ἐκχέαντα τῇ τραγῳδίᾳ.

γόνιμον δὲ ποιητὴν: Ἀντὶ τοῦ φυσικόν τινα καὶ μὴ βεβιασμένον. ἢ γεννητικόν.

παρακεκινδυνευμένον: Ἀντὶ τοῦ ὑψηλὸν, βλάσφημον, καὶ ὀγκῶδες. παράδοξον, ἀσύνηθες.

αἰθέρα Διὸς: Εὐριπίδου ἐκ Μελανίππης ὄμνυμι δʼ ἱρὸν αἰθέρʼ, οἴκησιν Διός. τὸ δὲ χρόνου πόδα ἐστὶν ἐξ Ἀλεξάνδρας «καὶ χρόνου «προὔβαινε πούς.»

γλῶτταν δʼ ἐπιορκήσασαν: Παρὰ τὰ ἐξ Ἱππολύτου Εὐριπίδου ἡ γλῶσσʼ ὀμώμοχʼ, ἡ δὲ φρὴν ἀνώμοτος.

σὲ δὲ ταῦτʼ ἀρέσκει: Ἀντὶ τοῦ σοί Ἀττικῶς. σημειωτέον δὲ ὅτι οἱ Ἀττικοὶ κέχρηνται τῷ τοιούτῳ σχηματισμῷ. ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις «καταφρονεῖ με καὶ Θήβας ὅδε.» μάλα πλεῖν ἢ μαίνομαι: Οἱ μὲν βραχύνουσιν, ἵνα τοῦ η ἔκθλιψις εἶναι δοκῇ, οἱ δὲ ἐκτείνουσι τὸ α, κρᾶσιν πιστεύοντες εἶναι τοῦ η καὶ τοῦ α βραχέος εἰς τὸ α μακρόν. μᾶλλον ἢ μαίνομαι. οἱ μὲν, φασὶν, ἐκτείνουσιν· οἱ δὲ συστέλλουσι. μεταλαμβάνεται δὲ εἰς τὸ μὲν οὖν, ἢ οὔκ· ἀλλὰ καὶ μᾶλλον. ἡ γὰρ μή ἀπαγόρευσις παρὰ τοῖς παλαιοῖς ἀντὶ τῆς οὐ ἀρνήσεως παραλαμβάνεται. Ἄλλως. ἀλλὰ πλέον ἢ μαίνομαι ἐπʼ αὐτῷ· τουτέστιν, ὑπερβαλλόντως μοι ἀρέσκει.

κόβαλα: Ἀντὶ τοῦ κακοῦργα καὶ ἀνελεύθερα. Δίδυμος, κατεστωμυλμένα, ἀπατητικά. καὶ κακοβούλους, κοβάλους.

μὴ τὸν ἐμὸν οἴκει: Καὶ τοῦτο παρὰ τὸ ἐν Ἀνδρομάχῃ μὴ τὸν ἐμὸν οἴκει νοῦν, ἐγὼ γὰρ ἀρκέσω.

καὶ μὴν ἀτεχνῶς γε: Ἀντὶ τοῦ ἀληθῶς ἢ ὅλως καὶ συνόλως, καὶ ἔστιν οἷον ἀδόλως. τέχνας γὰρ ἔλεγον οἱονεὶ τοὺς δόλους. «ἀμφὶ δὲ δε- «σμοὶ τεχνήεντες ἔχυντο.»

δειπνεῖν με δίδασκε: Τοῦτο γὰρ ἐπίστασαι, ἐκεῖνο δʼ οὔ. ταῦτά με, φησὶ, δίδασκε, καὶ μὴ κρῖνε τραγῳδίας. ὅτι ἀδηφάγος ὁ Ἡρακλῆς.

κρήνας: Γράφεται κρημνούς. ἐκτροπαὶ δὲ, ἐκνεύσεις τῶν ὁδῶν, ὅπου τις ἐκτραπῆναι δύναται. διὰ τὸ ἐκτρέπεσθαι τῆς ὁδοῦ καὶ κρύπτεσθαι, ὅταν ταραχή τις γένηται τῶν νεκρῶν. ὅσα δὲ οἱ ὁδοιποροῦντες ἐπάνω τῆς γῆς εὑρίσκουσι καθʼ ὁδὸν, ταῦτα καὶ αὐτὸς οἰόμενος καὶ ὑπὸ γῆν εἶναι, ἐρωτᾷ περὶ τούτων.

ἐπειδὴ ῥυπαρὸς οὗτος ὁ τόπος· ὅπου δὲ ῥυπαρία, κόρεις εἰσίν.

ὁ Ἡρακλῆς πρὸς τὸν Ξανθίαν τὸ ὦ σχέτλιε. ὁ Ἡρακλῆς ἀκούσας τοῦ Ξανθίου λέγοντος ὅτι περὶ ἐμοῦ οὐδεὶς λόγος, πρὸς αὐτὸν ποιεῖται τὸν λόγον ὅτι καὶ σὺ τολμήσεις καταβῆναι.

ἀντὶ τοῦ διὰ ποίας ὁδοῦ.

μήτε θερμὴν: Μήτε ὅπου ἐστὶ καῦμα μήτε δυσχείμερον ὁδὸν εἴπῃς.

θρανίου: Θράνους καὶ θρανάτια ταπεινά τινα διφρίδια καὶ ὑποπόδια λέγονται· καὶ ἡ παρὰ τῷ ποιητῇ θρῆνυς· ἐφʼ ὧν ἱστάμενοι οἱ ἀπαγχόμενοι ἀρτῶσιν ἑαυτοὺς, ἀπολακτίζοντες αὐτά. τοῦ δὲ κάλω ἡ εὐθεῖα ὁ κάλως.

πνιγηρὰν λέγεις: Πρὸς τὸν πνιγμὸν τῆς ἀγχόνης καὶ ὥσπερ ὁδοῦ καυματώδους. Ἄλλως. καυματώδη· ἅμα μὲν ἀντὶ τοῦ θερμήν· πνιγεὺς γὰρ ἡ κάμινος· ἅμα δὲ ὅτι πνίγει τῷ χρόνῳ τὸ σχοινίον καὶ τὸ θρανίον.

σύντομος: Ὅτι οὐ μόνον ἐπίτομον λέγουσιν, ἀλλὰ καὶ σύντομον. τετριμμένην δὲ, ἅμα μὲν ὡς ἐπὶ ὁδοῦ κατημαξευμένης, ἅμα δὲ καὶ πρὸς τὸ κώνειον διὰ θυείας τρίβεσθαι.

ψυχράν γε καὶ δυσχείμερον: Καὶ ὡς ἐπὶ ὁδοῦ ψυχρᾶς, καὶ ὅτι κατὰ ψύξιν φονεύει τὸ κώνειον. πήγνυσι δὲ, εἶπε, τἀντικνήμια. ἀπὸ τῶν ποδῶν γὰρ οὗτος ὁ θάνατος ἄρχεται, πρώτους αὐτοὺς καταψύχων. ὡς τοῦ ζωτικοῦ αἵματος περὶ τὴν καρδίαν συστελλομένου.

κατάντη: Οὕτως Ἀττικοὶ ἀντὶ τοῦ κατωφερῆ. εὐκολώτεραι γὰρ καὶ ταχύτεραι αἱ τοιαῦται ὁδοί.

ὡς ὄντος γε μὴ βαδιστικοῦ, ἐμοῦ δηλονότι ταχέως βαδίζειν μὴ δυναμένου. ὀξύποδος ἐμοῦ.

ἀφιεμένην τὴν λαμπάδα: Τοὺς λαμπαδιστὰς ἀγῶνας. λαμπαδηδρομίαι δὲ γίνονται τρεῖς ἐν τῷ Κεραμεικῷ, Ἀθηνᾶς, Ἡφαίστου, Προμηθέως. Κεραμεικὸς τόπος Ἀθήνησιν ὅπου συνετέλουν οἱ Ἀθηναῖοι κατὰ ἐνιαυτὸν λαμπαδοῦχον ἀγῶνα. πρὸς δὲ τῷ τόπῳ τούτῳ πύργον τινὰ ὑπάρχειν φασίν. ἐφʼ ὃν συμβουλεύει αὐτὸν ἀναβάντα θεωρεῖν τὴν λαμπάδα, καὶ ὅταν οἱ πρῶτοι λαμπαδίζοντες ἀφεθῶσι, καὶ αὐτὸν ἀπὸ τοῦ πύργου ἀφεῖναι ἑαυτὸν κάτω.

εἷναι, τόθʼ εἷναι: Ἀντὶ τοῦ ἀφεῖναι τοὺς δρομεῖς. τινὲς δὲ γράφουσιν εἵητε, ἀντὶ τοῦ ἀφείητε, οἱ δρομεῖς δηλονότι. τοῦτο δὲ γνωριμώτερον ἔχει τὸν νοῦν, ἐπειδὰν οἱ θεώμενοι εἴπωσιν ἀφείητε, δηλονότι οἱ τρέχοντες, καὶ σὺ σαυτόν. γράφεται δὲ ἐν πολλοῖς εἷναι, ἀντὶ τοῦ εἵητε. μήποτε τὸ δεύτερον εἷναι, τὸ ἓς καὶ σὺ σαυτὸν, ἁμαρτανομένου τοῦ προτέρου. λέγοι δʼ ἄν τις καὶ τοῦτο λόγον ἔχειν· ὡς τῶν θεωμένων ἐπικελευόντων τῷ τὸ σημεῖον ἀφιέντι κατὰ τὸ ἀρχαῖον σχῆμα, οὕτως εἷναι. Ἄλλως. ὅτι ἐν τῇ ἀφέσει τῆς λαμπάδος σημεῖον ἦν τοῖς μέλλουσι δραμεῖν, ὡς δεῖ τοῦ δρόμου κατάρξασθαι. ἦν δὲ τοῦτο πρὸ τοῦ εὑρεθῆναι παρὰ Τυρσηνοῖς τὴν σάλπιγγα. —εἷναι, τόθʼ εἷναι: Τὸ εἷναι σημαίνει καὶ τὸ κορευσθῆναι, ὡς ἐν τῷ «ἐξ ἔρον ἕντο,» καὶ ἔστι δασυνόμενον ὡς ἀπὸ τοῦ ἴω καὶ ἔημι τὸ πληρῶ. σημαίνει δὲ καὶ τὸ ἀφεῖναι καὶ πέμψαι, καὶ τοῦτο δασυνόμενον ὁμοῖον ὡς ἐνταῦθα. κανονίζεται δὲ οὕτως· ἵημι τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ βʹ ἀόριστος ἧν, ἡ μετοχὴ εἷς, ἕντος, καὶ τὸ ἀπαρέμφατον εἷναι.

ἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου: Καὶ γὰρ ὁ ἐγκέφαλος τῶν ἀνθρώπων ἔχει ὑφʼ ἑαυτὸν ὑμένας ἐοικότας τοῖς τῆς συκῆς φύλλοις. Ἄλλως. Ἀρίσταρχος, πρὸς τὸ σχῆμα, φησὶ, τοῦ ἐγκεφάλου. ἔστι γὰρ ὥσπερ δύο θρῖα συγκείμενα. θρῖα δὲ, τὰ τῆς συκῆς φύλλα, καὶ τὰ θρῖα δὲ οὕτως σκευάζεται. λέγεται δὲ ἀπὸ τοῦ κατειλεῖσθαι τοῖς τῆς συκῆς φύλλοις. ἡ δὲ σκευασία ἐστὶ, στέαρ, μέλι, ᾠὰ, σεμίδαλις. εἰώθασι δὲ καὶ τὸν ἐγκέφαλον ὀπτᾶν κατειλήσαντες τοῖς τῆς συκῆς φύλλοις, ἢ μετὰ τῆς ἄλλης τοῦ θρίου κατασκευῆς. ἢ καὶ μόνον, πρὸς ὃ καὶ παρέθηκε τὸ θρῖον.

ἄβυσσος: Ἣν οὐδὲ βυθὸς χωρῆσαι δύναται. Ἴωνες δὲ τὸν βυθὸν βυσσόν φασι.

τυννουτῳί σε: Συνάγων τοὺς δακτύλους φησίν· ἀντὶ τοῦ μικρῷ. ὁμοίως δὲ καὶ τυτθὸν, τὸ νήπιον, ἀντὶ τοῦ τιτθόν· τὸ ἔτι παρὰ τοῖς τιτθίοις καθεστηκός. φοβεῖ δὲ αὐτὸν, ἐπίτηδες σμικρύνων τὸ πλοῖον. —τύννος τὸ μικρὸν, ὁμοίως καὶ τυτθόν.

δύʼ ὀβολὼ μισθὸν λαβών: Οὐχ ὡς τοῦτο λαμβάνοντος, ἀλλὰ πρὸς τὸν δικαστικὸν μισθὸν, ὅτι δύο ὀβολῶν ἦν. ἅμα δὲ διὰ τὸ λεγόμενον, ὅτι τοῖς νεκροῖς ἐπὶ τοῦ στόματος βάλλουσι δύο ὀβολοὺς, καὶ ὅτι τὸ δικαστικὸν μισθάριον δύο ὀβολοὶ ἦσαν. ἐπιφέρει γοῦν ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ. ἦν δὲ καὶ τριώβολον, τοῦτο τῶν στρατηγῶν κολακείας χάριν προστιθέντων. ἐπὶ δὲ Ἀριστοφάνους καὶ δραχμὴν ἦν λαβεῖν.

ἀντὶ τοῦ μεγάλην δύναμιν ἔχουσιν.

Θησεὺς ἤγαγε: Ὅτε κατῆλθε μετὰ Πειρίθου εἰς Ἀϊδωνέα, ἁρπάσαι βουλομένου τὴν κόρην τῆς Δήμητρος Περσεφόνην. ἢ διὰ τὸ θητεύειν τὸν Χάρωνα διαπορθμεύοντα.

μή μʼ ἔκπληττε: Μή μʼ εἰς ἔκπληξιν καὶ φόβον ἔμβαλε· οὐ γάρ μʼ ἀποστήσεις τῆς ὁρμῆς. δειμάτου: Ἐκφόβει.

καὶ σκὼρ ἀεὶ νῶν: Ὅτι τινές φασι τῷ σκώρ πρῶτον κεχρῆσθαι Στράττιν ἐν Ἀταλάντῃ δράματι· ψεῦδος δὲ, πολλῷ γὰρ ὕστερον τῶν Βατράχων δεδίδακται ἡ Ἀταλάντη Στράττιδος. —νῶν δὲ ἀντὶ τοῦ ῥέον, νᾶον νῶν. σκὼρ δὲ ἀποπάτημα, χέσμα. κειμένους δὲ ἀντὶ τοῦ κολαζομένους. νῶν: Ῥέον. νάον σκὼρ: Κόπρον.

ἠλοίησεν: Ἔτυψεν. ἐφαρύτωσεν. ἢ γεραιὰν γνάθον ἔκρουσε.

ἢ Μορσίμου: Τραγῳδίας ποιητὴς ὑπόψυχρος. ἔστι δὲ Φιλοκλέους υἱός. ἦν δὲ ὀφθαλμῶν ἰατρὸς ἀγαθός. ἦν δὲ καὶ σμικρός. υἱὸν δὲ ἔσχεν Ἀστυδάμαντα. —ἀντὶ τοῦ θανάσιμόν τινα λόγον ἔγραψεν, οἷα νῦν πολλὰ γίνονται τοῖς φαρμακοῖς.

τὴν Κινησίου: Κινησίας διθυραμβοποιός· ὃς ἐποίησε πυρρίχην. ἢ ὅτι ἐν τοῖς χοροῖς πολλῇ κινήσει ἐχρῆτο. τινὲς δὲ οὐ γράφουσι τὸν, νὴ τοὺς θεοὺς, στίχον, ἀλλʼ ἀφαιροῦσιν αὐτὸν καὶ τὸν ἑξῆς οὕτω γράφουσιν ἢ πυρρίχην τις ἔμαθε τὴν Κινησίου. διὸ καὶ Ἀριστοφάνης παρατίθησι τὸ ἀντίσιγμα καὶ τὸ σίγμα. Ἄλλως. ὁ Κινησίας ἐπραγματεύσατο κατὰ τῶν κωμικῶν, ὡς εἶεν ἀχορήγητοι. ἦν δὲ καὶ τὸ σῶμα ὀκνηρὸς καὶ κατεσκελετευκώς. δοκεῖ δὲ καὶ κατησχημονηκέναι τοῦ τῆς Ἑκάτης ἀγάλματος. διὸ καὶ ἐν τοῖς ἑξῆς φησιν ἢ κατατιλᾷ τῶν ἑκαταίων, κυκλίοισι χοροῖσιν ὑπᾴδων. ἦν δὲ Θηβαῖος, μελοποιὸς κάκιστος, ὃς ἐν τοῖς χοροῖς ἐχρῆτο πολλῇ κινήσει.

τοὺς τόπους τῶν μυρρίνων. μυρρινὼν ὁ τόπος τῶν μυρρίνων. τόπους μεστοὺς μυρινῶν. Θ.

οἱ μεμυημένοι: Λόγος γὰρ ἐκράτει παρʼ Ἀθηναίοις ὡς ὁ τὰ μυστήρια διδαχθεὶς μετὰ τὴν ἐνθένδε τελευτὴν θείας ἠξιοῦτο τιμῆς. διὸ καὶ πάντες πρὸς τὴν μύησιν ἔσπευδον. —οἱ εἰδότες τὰ μυστήρια. οἱ τὰ μυστήρια διδαχθέντες. Θ.

ὄνος ἄγων μυστήρια: Τοῖς μυστηρίοις ἐξ ἄστεως εἰς Ἐλευσῖνα διὰ τῶν ὄνων φέρουσι τὰ εἰς τὴν χρείαν· ὅθεν ἡ παροιμία, διὰ τὸ κακοπαθεῖν μάλιστα τοὺς ὄνους ἀχθοφοροῦντας. ὡς ἂν οὖν ὅμοιόν τι πάσχων διὰ τὸ πιέζεσθαι τῷ ἐπικειμένῳ ἄχθει, τὴν παροιμίαν μίγνυσιν.

ἀτὰρ οὐ καθέξω: Ἅμα τῷ λόγῳ ῥίπτει τὰ σκεύη, ἵνα ὕστερον φαίνηται γελοιότερος, κελευόμενος ἆραι τὰ σκεύη. λέγει γοῦν, πρὶν καὶ καταθέσθαι, εἰπόντος, σὺ δὲ τὰ στρώματα αὖθις λάμβανε.

τῷ Ξανθίᾳ φησὶν ὁ Διόνυσος.

τῶν νεκρῶν δηλονότι τῶν ἐπὶ τὸ ἀπελθεῖν μελλόντων εἰς τὸν ᾍδην. ἐκ τοῦ κόσμου πρὸς τὸν Ἅδην, ἢ τῶν ἐκφερομένων τῆς πόλεως, ἀφʼ οὗ καὶ ἐκφορὰ, ἐπὶ τὸν Ἅδην, ὃ κοινῶς ἐξόδιον λέγεται. Θ.

ἐὰν δὲ μἥὐρω: Ἀντὶ τοῦ, ἐὰν δὲ μὴ εὕρω. γράφεται καὶ ἔχω, ἤγουν, ἐὰν μὴ ἔχω ἀργύριον· ἵνα λείπῃ τὸ ἀργύριον.

πρὸς τὸν βασταζόμενον νεκρόν.

πόσʼ ἅττα: Ἀντὶ τοῦ, πόσα σκεύη ἔχετε. γελοίως δὲ ὁ βασταζόμενός φησιν, ἀσθενῶς δὲ ἐρεῖ. ἡ δραχμὴ δὲ, ἓξ ὀβολῶν. δώδεκα οὖν ὀβολοὺς αἰτεῖ.

ὑπάγεθʼ ὑμεῖς: Ἀντὶ τοῦ ἀναχωρεῖτε. ἀποστρέφεται δὲ αὐτοὺς ὁ νεκρὸς, μὴ βουλόμενος σκευηφορεῖν, διὰ τὸ ἐλάχιστον εἶναι τὸν μισθόν. τὸ δὲ, ὑπάγετε ὑμεῖς τῆς ὁδοῦ, ὁ νεκρός φησι πρὸς τοὺς νεκροφόρους.

ἐὰν ξυμβῶ τί σοι: Ἐὰν ξυμβῶ σοι ἀντὶ τοῦ ἵνα ξυμφωνήσω σοί τι. ἔλεγον δὲ τὸ ἵνα ἀντὶ τοῦ ἐάν. καὶ Ὅμηρος «ἵνα μὴ ῥέξομεν ὧδε.»

ἐννέʼ ὀβολούς: Ἀντὶ τοῦ μίαν ἥμισυ δραχμήν· ἡ γὰρ δραχμὴ ἓξ ὀβολοί. Θ. μίαν ἥμισυ δραχμὴν δίδωσιν ὁ Διόνυσος. ἀναβιῴην νῦν: Ὀχλούμενος ὑπʼ αὐτῶν τοῦτο λέγει. ἐν ἤθει δὲ ἐκ τοῦ ἐναντίου ἡμῖν· οἷον ἀπολοίμην. οἱ δὲ, ὅτι χαλεπὸν ἦν τότε τὸ ζῆν, ὥστε ἄμεινον εἶναι τὸ τεθνάναι. εἰς κατάραν οὖν λαμβάνει τὸ ἀναζῆσαι ἐν Ἀθηναίοις. κατηγορίαν δὲ ἔχει οὐ τὴν τυχοῦσαν. Ἄλλως. ἐν ἤθει, ἐπεὶ ἁπλῶς ὁ ἀνθρώπινος βίος μοχθηρός. ἢ ὅτι τότε Ἀθηναίων δυστυχούντων οἱ ἀπολλύμενοι ἐμακαρίζοντο.

ἀντὶ τοῦ βαστάσω. ἐγὼ βαστάζω.

ὠὸπ, παραβαλοῦ: Ἐλατικὸν ἐπίφθεγμα τὸ ὠόπ. τὸ δὲ παραβαλοῦ ἀντὶ τοῦ ὅρμισον τῇ γῇ τὴν ναῦν. ἐν τῇ νηὶ γὰρ ὁ Χάρων λέγει. —πλησίασον τὸ σκάφος τῷ λιμένι.

τοῦτο λίμνη νὴ Δία: Τοῦτο οἱ μέν φασι τὸν Διόνυσον λέγειν, οἱ δὲ τὸν Ξανθίαν. ἐνταῦθα δὲ τοῦ πλοίου ὀφθέντος ἠλλοιῶσθαι χρὴ τὴν σκηνὴν καὶ εἶναι κατὰ τὴν Ἀχερουσίαν λίμνην τὸν τόπον ἐπὶ τοῦ λογείου, ἢ ἐπὶ τῆς ὀρχήστρας, μηδέπω δὲ ἐν ᾍδου.

χαῖρʼ ὦ Χάρων: Δημήτριός φησιν Ἀχαιοῦ ὅλον εἶναι ἐκ τοῦ Αἴθωνος. λέγουσι δʼ αὐτὸ οἱ σάτυροι, Χαῖρʼ ὦ Χάρων χαῖρʼ ὦ Χάρων χαῖρʼ ὦ Χάρων. ἦ που σφόδρα θυμοῖ. Ἄλλως. πιθανὸν ὑπονοεῖν τρεῖς τοῦτο λέγοντας, ἀσπαζομένους τὸν Χάρωνα, Διόνυσον, Ξανθίαν καὶ τὸν νεκρόν. δεῖ γὰρ ὑπονοῆσαι βούλεσθαι καὶ αὐτὸν συνεμβαίνειν αὐτοῖς.

τίς εἰς ἀναπαύλας: Εἰς ἀναπαύσεις γὰρ ἐκ κοσμικῶν ὀχλήσεων χωροῦσιν οἱ μεθιστάμενοι.

τίς εἰς τὸ Λήθης πεδίον: Τοῦτο κηρύσσει ὁ Χάρων. ὡς τόπους δὲ καταλέγει. ἐκ δὲ τοῦ δευτέρου τὸ ἀδύνατον τῶν καθʼ ᾍδου δηλοῖ, τοῦ ἠς ὄνου πόκας ἀντὶ τοῦ ἢ εἰς ὄνου πόκας. ἀδύνατον γὰρ πόκας ἀποκείρασθαι τῶν ὄνων. φαίνεται δὲ καὶ παροιμιῶδες ἤδη εἶναι. τὸ δὲ Λήθης πεδίον, Δίδυμός φησι, χωρίον ἐν ᾍδου διατετύπωκεν οὕτω λεγόμενον, ὡς καὶ τὸν Αὐαίνου λίθον ἔπλασεν ἀπὸ τοῦ τοὺς νεκροὺς αὐαίνεσθαι καὶ ἀλίβαντας εἶναι. ὄνου δὲ πόκας τὸ ἄχρηστον· οὐδὲ γὰρ αἱ τοῦ ὄνου πόκες χρησιμεύουσιν. ἡ παροιμία δὲ λέγεται ἐπὶ τῶν ἀνηνύτων, ἐν ᾧ τρόπῳ φαμὲν καὶ τὸ χύτραν ποικίλλεις, καὶ κόπρον ἀναθυμιᾷς. ἀνήνυτα δὲ καὶ τὰ ἐν ᾍδου. διὰ τοῦτο οὖν ὄνου πόκας ἀνέπλασε ποιητικῶς. —ἢ ʼς ὄνου πόκας: Εἰς τὸ μηδέν.

ἢ ʼς Κερβερίους: Τινὲς καὶ παρʼ Ὁμήρῳ γράφουσιν «ἐνθάδε Κερβερίων» ἀντὶ τοῦ Κιμμερίων· ἢ μᾶλλον τοὺς Κιμμερίους φασί. παίζει δὲ παρὰ τὸν Κέρβερον. —ὄνομα τόπου κηρύσσει ὁ Χάρων. Κερβερίους δὲ τοὺς Κιμμερίους λέγει. περαιωθῆναι μὲν ἐκεῖ οὔκ ἐστι, κατάβασις δὲ εἰς ᾍδου ἐκεῖ, ὡς μυθεύεται.

σχήσειν: Ὁρμίσειν. ἐλλιμενίσειν.

ἐς κόρακας: Παίζει ἐνταῦθα εἰπὼν ἐς κόρακας. Ἀθήνησι γὰρ τόπος ἦν οὕτω καλούμενος, οὐχὶ ἐν ᾍδου. ἢ τοῦτο λέγει, ἐπειδὴ καὶ οἱ ἐκεῖσε ῥιπτόμενοι εἰς ἀπώλειαν ἤρχοντο. ναὶ μὰ Δία σοῦ γʼ εἵνεκα: Παρόσον οὕτως οἱ ναῦται εἰώθασι λέγειν χαριζόμενοι τῷ ἐπιβάτῃ.

εἰ μὴ νεναυμάχηκε: Τὴν περὶ Ἀργίνουσαν φησὶ ναυμαχίαν. ἦσαν γὰρ οἱ δοῦλοι τότε ναυμαχήσαντες, περὶ οὐδενὸς ἄλλου ἢ περὶ τῶν ἰδίων κρεῶν, τουτέστι σωμάτων. φησὶν οὖν, οἷον οὐ περὶ χρημάτων καὶ πατρίδος, ἀλλὰ περὶ τοῦ ἰδίου σώματος. κρέας γὰρ τὸ σῶμα. φέρεται δὲ καὶ ἄλλη γραφή· τὴν περὶ τῶν νεκρῶν. εἴη δʼ ἂν λέγων περὶ τῆς ἐν Ἀργινούσαις ναυμαχίας, ἐν ᾗ ἐνίκων μὲν οἱ Ἀθηναῖοι, τοὺς νεκροὺς δὲ ἐκωλύθησαν ἀνελέσθαι ὑπὸ χειμῶνος. ἐξ οὗ καὶ τῶν δέκα στρατηγῶν ἀπώλοντο καταδικασθέντες οἱ ὑπομείναντες ἕξ. ἐπεὶ οὖν συνεναυμάχουν καὶ οἱ δοῦλοι, τοιοῦτό τι λέγει, δοῦλον οὐκ ἄγω, εἰ μὴ ἀνῄρηται τοὺς ἐκ τῆς θαλάσσης νεκρούς. οὐκ ἔχει δὲ νοῦν τὸ λεγόμενον. ναυμαχίας γὰρ οὐδεμιᾶς ἔδει πρὸς τὴν ἀναίρεσιν. χειμῶνι δὲ ἐκωλύθησαν. Ἄλλως. διὰ τί τὸν δοῦλον μόνον ἀπελαύνει, ἀλλʼ οὐχὶ καὶ τῶν ἐλευθέρων εἴ τις μὴ ἀνῄρηται τοὺς νεκρούς; παρίησι γὰρ τὸν Διόνυσον. ἢ εἴη ἂν λέγων νεκροὺς τοὺς Ἀθηναίους, διὰ τὸ ἐσχάτως τότε πράττειν. Ἄλλως. διάφοροι αἱ γραφαί· οἱ μὲν γὰρ κρεῶν, ὡς Ἀρίσταρχος φησὶν ἐπὶ τῶν σωμάτων λαμβάνεσθαι πολλάκις, καὶ παρὰ τῷ Σοφοκλεῖ ἐν Χρύσῃ τοιοῦτος ὢν ἄρξειε τοῦδε τοῦ κρέως. ἐνθάδε οὖν εἰ μὴ νεναυμάχηκε περὶ τῆς ψυχῆς τῆς ἑαυτοῦ· ὡς ποτὲ τῶν Ἀθηναίων ἐν περιστάσει γενομένων καὶ ὑπὲρ τῶν ψυχῶν ἀγωνιζομένων, προσλαβεῖν τοὺς δούλους καὶ ὕστερον ἐλευθερίας ἀξιῶσαι. ἕτεροι δέ φασιν αἰνίττεσθαι τὴν περὶ Ἀργινοῦσαν ναυμαχίαν, ἣν διὰ τοὺς νεκροὺς ἠγωνίσαντο, τὴν δευτέραν γραφὴν αἱρούμενοι. —τὴν περὶ τῶν κρεῶν: Τῶν νεκρῶν σωμάτων.

οὐκοῦν περιθρέξει: Περικυκλεύσεις. ὁ Χάρων πρὸς τὸν δοῦλον. ἀντὶ τοῦ οὐ λαμβάνω σε. ἀντὶ δὲ τοῦ τρέχων, γράφεται καὶ κύκλῳ.

παρὰ τὸν Αὐαίνου λίθον: Παρὰ τὸ αὔους τοὺς νεκροὺς εἶναι, ὡς ὄντος τινὸς ἐν ᾅδου οὕτως λεγομένου λίθου. φασὶ δὲ αὐαίνου λίθον τινὰ λέγεσθαι Ἀθήνησι, παρʼ ὃν οἰκείως ἀπὸ τοῦ αὐαίνου παρήχθη, ἐπειδὴ οἱ πολὺν χρόνου περιμείναντές τινας εἰώθασι λέγειν, αὖος γέγονα περιμένων. ἔοικε δὲ θρυλούμενον τοῦτο ἤδη. Ἄλλως. τοῦτο ἀναπλάττει ἀπὸ τοῦ τοὺς νεκροὺς ξηροὺς εἶναι καὶ ἀλίβαντας. ἀμφίβολον δὲ, πότερον ἀπὸ τῆς εἰς ος εὐθείας, ἢ ἀπὸ τῆς εἰς ης. Ἄλλως. τὸ μὲν φαινόμενον λίθος ἦν Αὐαίνου καλούμενος, τὸ δʼ ἀληθὲς οὕτως ἔχει· παρὰ τὸν λίθον αὐαίνου καὶ ξηραίνου. ἢ ὅπου ξηραίνονται οἱ νεκροί.

τῷ ξυνέτυχον: Ἀντὶ τοῦ, τίνι οἰωνῷ συνέτυχον ἐκ τῆς οἰκίας ἰών; δύναται δὲ τοῦτο καὶ ὁ Διόνυσος καὶ ὁ Ξανθίας λέγειν. —ξυνέτυχον: Συνήντησα. ἐξιών: Τῆς οἰκίας.

κάθιζʼ ἐπὶ κώπην: Τοῦτο ἀκούσας ὁ Διόνυσος ἐπάνω τῆς κώπης ἐκάθισε. —κάθιζʼ ἐπὶ κώπην: Ἤγουν ἐπὶ τῷ μεταχειρίζεσθαι ταύτην· ὁ δὲ παρανοήσας ἐπάνω ταύτης ἐκάθισεν. ὁ μὲν Χάρων, κάθιζε ἐπὶ κώπην, εἴρηκε τοῖς ἐν τῷ σκάφει, ὥστε μεταχειρίζεσθαι ταύτην καὶ κωπηλατεῖν. ὁ δὲ Διόνυσος παρανοήσας ἐκάθισεν ἐπάνω τῆς κώπης· διὸ καὶ ἐπιπλήττεται παρὰ τοῦ Χάρωνος.

τοπικὸν τὸ οὗ.

γάστρων: Γαστρίμαργε. εἰσάγουσι γὰρ τὸν Διόνυσον προγάστορα καὶ οἰδαλέον ἀπὸ τῆς ἀργίας καὶ οἰνοφλυγίας.

πρὸς τὰ ῥεύματα ἀντιβάς. μὴ φλυαρήσῃς ἔχων: Καὶ Πλάτων Εὐθυδήμῳ «ὅτι ἔχων «φλυαρεῖς, καὶ ἀρχαιότερος εἶ τοῦ δέοντος.» ἔχων: Περισσόν.

ὁ κᾆτα ἀντὶ τοῦ καί.

ἀθαλάττωτος: Θέλει εἰπεῖν, μὴ ὢν ναυτικός. ἀθαλάττωτος δὲ καὶ ἀσαλαμίνιος ταυτόν ἐστιν. Ἄλλως. ἢ διὰ τὴν περὶ Σαλαμῖνα ναυμαχίαν, ἢ ὅτι ἡ μὲν ἑτέρα τῶν ὑπηρετίδων νεῶν Σαλαμινία ἐκαλεῖτο, ἡ δʼ ἑτέρα Πάραλος. —ἀπὸ τῆς νεὼς ἡ ὀνομασία. ἀμέτοχος θαλάττης. μὴ ναυμαχήσας περὶ Σαλαμῖνα. τὰ κατὰ Ξέρξου δὲ οἶμαι. Θ.

ὠὸπ, ὂπ, ὠὸπ, ὂπ: Εἴσθεσις μέλους χοροῦ μονοστροφική· ἧς προτίθεται τὸ τοιοῦτον κῶλον δακτυλικὸν ὂν δίμετρον ἀκατάληκτον. κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικά. τὰ δὲ τοῦ χοροῦ κῶλά εἰσι δυοκαίδεκα, ὧν τὸ πρῶτον καὶ δεύτερον τροχαϊκὰ ἑφθημιμερῆ, τὸν πρῶτον ἔχοντα πόδα τρίβραχυν ἤτοι χορεῖον. εἰ δὲ βούλει, παιωνικὰ δίμετρα ἀκατάληκτα, ἐκ παίωνος τετάρτου καὶ διιάμβου. τὰ ἑξῆς δύο χοριαμβικὰ δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ τὸ πέμπτον τρίμετρον καταληκτικόν. τὸ ἕκτον μονόμετρον, ἢ ἰαμβικὴ βάσις. τὸ ἕβδομον δίμετρον ὑπερκατάληκτον Ἰωνικὸν ἀπὸ μείζονος. τὸ ὄγδοον χοριαμβικὸν τρίμετρον ἀκατάληκτον, τοῦ μὲν πρώτου ποδὸς πεντασυλλάβου τῆς πρώτης μακρᾶς εἰς δύο βραχείας διαλυομένης ἐκ χορείου καὶ ἰάμβου· ὅθεν ἴσως καὶ χοριαμβικὸν ἐκλήθη· τοῦ δὲ δευτέρου Ἰωνικοῦ ἀπὸ μείζονος, τοῦ δὲ τρίτου διιάμβου. τὸ ἔνατον χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ἑξῆς ὅμοιον. τὸ παρατέλευτον τρίμετρον ἀκατάληκτον· ὃ καλεῖται προσῳδιακὸν, διὰ τὸ τὸν πρῶτον ἔχειν πόδα Ἰωνικὸν ἀπὸ μείζονος. τὸ τελευταῖον ὡς τὸ πρῶτον. ἐπὶ τῷ τέλει κορωνίς. ὠόπ: ἐλατικὸν ἐπίφθεγμα. ναυτικῶς οὖν κελεύων ταῦτά φησι.

βατράχων παραχορήγημα. ἐπίφθεγμα δὲ ποιὸν τοῦτο. κέχρηται δὲ αὐτῷ ὡς ἐφυμνίῳ ὁ τῶν βατράχων χορός. Ἄλλως. ταῦτα καλεῖται παραχορηγήματα, ἐπειδὴ οὐχ ὁρῶνται ἐν τῷ θεάτρῳ οἱ βάτραχοι, οὐδὲ ὁ χορὸς, ἀλλʼ ἔσωθεν μιμοῦνται τοὺς βατράχους. ὁ δὲ ἀληθῶς χορὸς ἐκ τῶν εὐσεβῶν νεκρῶν συνέστηκεν. ἐλλείπει ὁ καί, ἵνʼ ᾖ λιμνῶν καὶ κρηνῶν τέκνα. καὶ γὰρ ἐν κρήναις γίνονται καὶ εὑρίσκονται οἱ βάτραχοι.

τὴν μετʼ αὐλῶν κοινήν. ὁμόηχον. Θ.

δεῦτε ἵνα. Θ. ἐμὰν ἀοιδὰν: Τὸ ἡμέτερον μέλος, ἢ ὃν εἰώθαμεν ὕμνον ἡμεῖς προσφέρειν. Θ.

Διὸς Διόνυσον ἐν Λίμναις: Λείπει παῖδα. ἀπὸ τῶν ἑαυτῶν λιμνῶν μεταφέρουσιν ἐπὶ τὸν ἐν Λίμναις Διόνυσον λεγόμενον. Λίμναι δὲ χωρίον τῆς Ἀττικῆς, ἐν ᾧ Διονύσου ἱερόν. Λίμνη τόπος ἱερὸς Διονύσου, ἐν ᾧ καὶ οἶκος καὶ νεὼς τοῦ θεοῦ. Π. Καλλίμαχος ἐν Ἑκάλῃ «Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς.» —Νῦσα δὲ τόπος τῆς Ἀραβίας, ἔνθα γεννᾶται ὁ Διόνυσος. τὸ ἰαχήσαμεν ἀντὶ τοῦ ἰαχοῦμεν. τὸν ἐν Νύσῃ χώρᾳ Αἰθιοπίας γεννηθέντα υἱὸν δηλονότι. Θ. Νύσιος δὲ ὁ Διόνυσος τοῖς Ἰνδοῖς ὀνομάζεται ἀπὸ τῆς ἐν Ἰνδοῖς Νύσης· οὐ μόνον δὲ Ἰνδοῖς, ἀλλὰ καὶ πᾶσι τοῖς πρὸς ἀκτῖνα ἔθνεσιν, ὥς φησι Φιλόστρατος ἐν τῷ Ἀπολλωνίου τοῦ Τυανέως βίῳ κραιπαλόκωμος: ὁ κωμάζων ἐν κραιπάλοις τοῖς ἱεροῖς. τοῦτο μετωνυμία καλεῖται· ὁ κατὰ μέθην γινόμενος ὕμνος.

τοῖς ἱεροῖσι Χύτροισι: Χύτροι ἑορτὴ παρʼ Ἀθηναίοις. ἄγεται δὲ παρὰ ταύτην τὴν αἰτίαν, ἣν καὶ Θεόπομπος ἐκτίθεται γράφων οὕτως «διασωθέντας οὖν τοὺς “ἀνθρώπους, ᾗπερ ἐθάρρησαν ἡμέρᾳ, τῷ ταύτης ὀνό- “ματι προσαγορεῦσαι καὶ τὴν ἑορτὴν ἅπασαν. ἔπειτα “θύειν αὐτοῖς ἔθος ἔχουσι, τῶν μὲν Ὀλυμπίων θεῶν “οὐδενὶ τὸ παράπαν, Ἑρμῇ δὲ χθονίῳ καὶ τῆς χύτρας, “ἣν ἕψουσι πάντες οἱ κατὰ τὴν πόλιν, οὐδεὶς γεύεται “τῶν ἱερέων. τοῦτο δὲ ποιοῦσι τῇ ἡμέρᾳ, καὶ τοὺς “τότε παραγενομένους ὑπὲρ τῶν ἀποθανόντων ἱλάσα- “σθαι τὸν Ἑρμῆν.” ἤγοντο δὲ ἀγῶνες αὐτόθι οἱ Χύτρινοι καλούμενοι, καθά φησι Φιλόχορος ἐν τῇ ἕκτῃ τῶν Ἀτθίδων.

ἑαυτῶν τέμενος λέγουσι τὸ ἐν Λίμναις τοῦ Διονύσου ἱερόν. πρὸς δὲ τὴν ὁμωνυμίαν, ὅτι ἐν Λίμναις εἰσὶν οἱ βάτραχοι. λίμναι δὲ καὶ τὸ ἱερόν. ἐφεξῆς δὲ σύστημα καὶ περίοδος ἀμοιβαία ἑπτάκωλος ἰαμβικῶν διμέτρων ἀκαταλήκτων, πλὴν τοῦ κώλου, ᾧ κέχρηνται ὡς ἐφυμνίῳ ὁμοίου τῷ πρώτῳ τοῦ μέλους αὐτῶν ἐπὶ τῷ τέλει παράγραφος.

ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι: Ὁ Διόνυσος λέγει δεινοπαθῶν ἐπὶ τῷ κωπηλατεῖν· ὄρρον δὲ, τὸν καλούμενον ταῦρον. μέρος δέ ἐστι τῆς πυγῆς. Ἡρωδιανὸς δὲ καὶ τῷ λόγῳ καὶ κατὰ τὴν διάλεκτον βαρέως.

ὦ κοὰξ, κοάξ: Διὰ τὸ συνεχὲς αὐτῶν ἐπίφθεγμα, παίζων λέγει· ὄρρον δὲ, τὸν λεγόμενον ταῦρον, τὸ μεταξὺ τῶν διδύμων. Καλλίστρατος, τὴν ὀσφῦν καὶ τὸ ἱερὸν ὀστοῦν. Δίδυμος, τὴν τράμιν, οὐχ ὥς τινες τὸ ἰσχίον. ἔνθεν καὶ τὸ ὀρρωδεῖν, τὸν ὄρρον ἱδροῦν. Ὅμηρος “ἴδιον ὡς ἐνόησα.” τοῦτο γὰρ πάσχουσιν οἱ φοβούμενοι. τὸ ὀρροπύγιον ἢ τὸ ἰσχίον. δεινοπαθεῖ δὲ ὁ Διόνυσος ἐπὶ τῷ κωπηλατεῖν. ὄρρον δὲ τὸν καλούμενον ταῦρον. ἔστι δὲ μέρος τῆς πυγῆς. Ἄλλως. ὄρρον τὸν λεγόμενον ταῦρον· οἱ δὲ τὴν ὀσφῦν καὶ τὸ ἱερὸν ὀστοῦν. πῶς οὖν ἐν Λυσιστράτῃ διώρισται “ποία δʼ ὀσφὺς, ποῖος δʼ ὄρρος”; τῇ προφορᾷ δὲ Τιμαχίδας ὀρρόν ὡς ὀρθόν. Δίδυμος δὲ τὴν τράμιν φησὶν, οὐχ ὥς τινες τὸ ἰσχίον. ἐτυμολογεῖται δὲ τὸ ὀρρωδεῖν· οἱ γὰρ δεδοικότες ἰδίουσι τὸν ὄρρον.

ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ: Σὺν αὐτῷ δηλονότι τῷ κοάξ. Ὅμηρος “ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἀνδράσιν.”

εἰκότως: Εἴσθεσις μέλους ἑτέρου μονοστροφικοῦ ἐκ κώλων διαφόρων ὀκτώ· ὧν τὸ πρῶτον τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ δεύτερον Ἰωνικὸν τρίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς παίωνος τετάρτου, τῶν δὲ ἑξῆς διτροχαίων. τὸ τρίτον χοριαμβικὸν δίμετρον βραχυκατάληκτον ἐκ παίωνος τετάρτου καὶ τροχαϊκῆς συζυγίας. τὸ τέταρτον δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου καὶ διτροχαίου. τὸ πέμπτον χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος τετάρτου καὶ ἰαμβικῶν συζυγιῶν ἤτοι διιάμβων. τὸ ἕκτον δίμετρον ἀκατάληκτον, ἔχον ἄμφω τὼ πόδε ἑξασυλλάβω. τὸ ἕβδομον ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ τελευταῖον δῆλον. ἐπὶ τῷ τέλει κορωνίς. εἰκότως οὐδὲν ἄλλο ἐσμὲν ἢ κοάξ· αὐτὸ γὰρ τοῦτο πράττομεν. ἢ εἰκότως ἀλγεῖς τὸν ὄρρον. πολυπραγμονεῖς γάρ. ὦ πολλὰ πράττων: Ὦ πολυπραγμονῶν. ἤτοι ὅτι οὐχ ἡσυχίαν ἔχων πλεῖ, ἀλλὰ χλευάζει αὐτούς· ἢ ὅτι καὶ εἰς ᾍδου ὑπέμεινεν ἐλθεῖν. ἢ ὦ πολλὰ περιεργαζόμενε.

καὶ κεροβάτας: Ὁ εἰς τὰ κέρατα τῶν ὀρῶν βαίνων· ἢ ὁ ἐπὶ κέρατος βαίνων. ἢ ἐπειδὴ χηλὰς ἔχειν δοκεῖ τράγου. διὸ καὶ αἰγοβάταν καὶ τραγοβάμονα λέγουσιν. —ἢ οἷον κερατοβάτης. Ἄλλως. ὁ βαίνων ἐπὶ τῶν κεράτων. κέρατα δέ φασι τὰ ἀκρωτήρια. Δίδυμος δέ φησιν, ἤτοι ὅτι κέρατα ἔχει, ἢ οἷον κεροβάτης, τὴν βάσιν ἔχων κερατίνην· εἴπερ ἱστορεῖται τὰ κάτω τράγου ἔχων. ὥστε ἀπὸ τῶν ποδῶν κεροβάτης. —Ἄλλως. διὰ τὸ κεκερατωμένην ἔχειν τὴν βάσιν. οὕτω γὰρ ὠνύχωται ὥστε δοκεῖν κεκερατῶσθαι. οὕτω γοῦν καὶ αἰγίπους.

καλαμόφθογγα: Ἐξ οὗ ἡ σῦριγξ. ὅτι οἱ ἀρχαῖοι καλάμῳ ἀντὶ κερατίου ἐχρῶντο. ἢ ᾔδεσαν μὲν τὸ κέρας, ἀνέφερον δὲ τῷ ὀνόματι ἐπὶ τὴν ἀρχαίαν χρῆσιν, ὡς καὶ χορδὰς λέγομεν ἔτι νῦν τὰς ἐκ τῶν νεύρων, ὅτι τὸ παλαιὸν ἐντέριναι ἦσαν. Ἄλλως. ἐπεὶ σύριγγι ἥδεται ὁ Πὰν, ἥτις ἐστὶν ἐκ καλάμων. — ἠχώδη δὲ ἡδὺ ἀπὸ τῆς λύρας ἀνεπέμπετο, ἢ ὅτι κάλαμος πάλαι ἀντὶ τοῦ κέρατος ὑπετίθετο τῇ λύρᾳ. καὶ διὰ τοῦτο ἐκ συνηθείας κάλαμον καλοῦσι τὸ κέρας, ὡς Σοφοκλῆς ἐν Αἰχμαλωτίσι “ὑφῃρέθη σου κάλαμος ὡσπερεὶ λύρας.” δόνακος δὲ, τοῦ λεπτοκαλάμου, μέλος ἀποτελοῦντος τῇ τοῦ ἀνέμου συγκρούσει. ἐν εἰσθέσει δὲ κῶλα πέντε· ὧν τὰ τρία ἰαμβικὰ δίμετρα ἀκατάληκτα, τὸ τέταρτον δῆλον. τὸ πέμπτον χοριαμβικὸν τρίμετρον ἐξ ἐπιτρίτων βραχυκατάληκτον.

ἐν λίμναις: ἐν τοῖς ὕδασι.

φλυκταίνας: Τὰ τῶν χειρῶν ἐπαναστήματα ἀπὸ τοῦ κωπηλατεῖν. —Ἄλλως. τὰ ἕλκη, τὰ οἰδήματα τὰ ἀπὸ καύσεως, ἃ καὶ φῷδας καλοῦσι. νυνὶ δὲ ἀπὸ τοῦ κωπηλατεῖν. λείπει δὲ ἐν ταῖς χερσί. —τὸ δὲ ἰδίει ἀντὶ τοῦ ἱδροῖ. καὶ Ὅμηρος “ἴδιον ὡς ἐνόησα.” ἱδρώττει. Θ.

πρὸς τοὺς βατράχους φησὶ διὰ τὸ φιλεῖν ᾠδήν.

μᾶλλον μὲν οὖν: Εἴσθεσις μέλους ἑτέρου μονοστροφικοῦ ἐκ κώλων διαφόρων δέκα· ὧν τὸ πρῶτον χοριαμβικὸν τρίμετρον ἐξ ἐπιτρίτων καὶ κρητικοῦ. τὸ βʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ τρίτον ὅμοιον, τοῦ τρίτου ποδὸς τριβράχεος ἢ χορείου. τὸ τέταρτον ὅμοιον καθαρόν· τὸ πέμπτον ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου καὶ χοριάμβου. τὸ ἕκτον ὅμοιον σπονδειοκατάληκτον τῷ δευτέρῳ ποδί. τὸ ἕβδομον ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὰ ἑξῆς δύο τῷ δευτέρῳ πέφυκεν ὅμοια. τὸ τελευταῖον δῆλον. ἐπὶ τῷ τέλει κορωνίς. εἰ δήποτʼ εὐηλίοις: Ἀντὶ τοῦ θερμαῖς. ὅτι ἐν τῷ χειμῶνι φοβούμενοι φεύγουσι καὶ ἀποσιωπῶσιν, ἐν δὲ τῷ θέρει ἄφοβοί εἰσιν. —ἢ ὅτι νηνεμίας οὔσης ᾄδουσιν οἱ βάτραχοι καὶ ὅταν τύχῃ ἀνέφελος ὁ ἀήρ. ἡλίου γὰρ ὄντος καὶ θαυμαστῆς οὔσης αἰθρίας τὸ τῶν βατράχων γένος ἄνω καὶ κάτω χωρεῖ καὶ πρὸς τὴν γῆν ἔσθʼ ὅτʼ ἐκφέρεται.

ἡλάμεσθα: Ἐπηδήσαμεν, ὡρμήσαμεν. κύπειρος δὲ εἶδος βοτάνης.

καὶ φλέω: Φλέως λοχμῶδες φυτὸν, οὗ μνημονεύει Θεόφραστος, παραδηλῶν ὅτι ποτάμιος βοτάνη ἐστὶν ὡς τὸ βούτομον. μέμνηται αὐτοῦ καὶ ἐν Ἀμφιαράῳ πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων; κύπειρον καὶ φελεὺς εἴδη βοτανῶν. τοῦ δὲ φελέως γεγεμισμένον ἦν τὸ ὄρος τῆς Ἀττικῆς, ἀφʼ οὗ καὶ ὁ δῆμος ἐκλήθη. Ἄλλως. κύπειρον καὶ φελεὺς εἴδη εἰσὶν ἀνθέων φυόμενα παρὰ χείλη ποταμῶν. ἢ ὅτι λοχμῶδες φυτὸν ὁ φελεὺς, οὗ μνημονεύει Θεόφραστος, ὅτι ποτάμιός ἐστι βοτάνη καθάπερ καὶ τὸ βούτομον.

νηκτικὸν γὰρ τὸ ζῷον.

ἢ Διὸς ὄμβρον φεύγοντες: Τὸν ἥλιον καὶ τὴν ἀλέαν διώκουσιν οἱ βάτραχοι, τὸν δʼ ὄμβρον φεύγουσιν, ἴσως ἐπεὶ τῶν χειμάρρων ποταμῶν πληρουμένων ἐκ τοῦ Διὸς ὄμβρου παρασύρονται.

ἔνυδρον ἐν βυθῷ χορείαν: Τὴν νῆξιν χορείαν εἶπε. καὶ οὐ φθέγγεται μὲν ἐν τῷ βυθῷ, ἀλλʼ ἄνω κέκραγεν. ἁπλούστερον δὲ εἶπεν.

τὴν πηδητικήν. αἰόλαν: Ποικίλην. Θ.

πομφολυγοπαφλάσμασιν: Ἐν φύσκαις ῥηγνυμέναις καὶ ἦχόν τινα ἀποτελούσαις. ἢ ἐν ταῖς δίναις τῶν ὑδάτων. πομφόλυγες γὰρ αἱ φλυκταινώδεις δῖναι. τοῦτο δέ φησιν, ἐπειδὴ τῶν ἐξ ὑετοῦ σταγόνων πιπτουσῶν ἐν τῷ πηγῶν ἢ λιμνῶν ὕδατι πομφόλυγες ἤτοι φύσκαι συνιστάμεναι, αὐτίκα διαφθειρόμεναι ἦχον ἀποτελοῦσί τινα. —πομφόλυγές εἰσι τὰ ἐπαναστήματα τῶν ὑδάτων. Ἄλλως. βοήμασι καὶ κεκράγμασι. πομφόλυξ δὲ καλεῖται ἡ σταγὼν τοῦ ὑετοῦ· καταπεσοῦσα γὰρ ἠχεῖ.

τουτὶ παρʼ ὑμῶν: Ἡ ἀμοιβαία αὕτη ἔκθεσις τῶν μελῶν τρισὶ διαιρεῖται περιόδοις· καὶ εἰσὶ τῆς μὲν πρώτης περιόδου κῶλα πέντε· ὧν τὸ μὲν πρῶτον δίμετρον ἀκατάληκτον καθαρὸν ἰαμβικόν. τὸ δεύτερον τροχαϊκὸν δίμετρον ὅμοιον. τὸ τρίτον ὅμοιον τοῦ δευτέρου τρίβραχυν ἔχοντος ἢ χορεῖον. τὸ τέταρτον ὅμοιον ἑφθημιμερές. τὸ τελευταῖον δῆλον. τὸ λέγειν βρεκεκὲξ παρʼ ὑμῶν ἔμαθον. —τοῦτο ἀφʼ ὑμῶν λαμβάνω, ὅ ἐστιν ἀντὶ τοῦ ἀφαιροῦμαι, ἵνα μὴ λέγητε τὸ κοάξ.

δεινά γʼ ἄρα πεισόμεσθα: Πάθοιμεν ἂν ἐκ τῆς βοῆς, ἣν ἐπὶ τοσοῦτον παρατενοῦμεν, ἐφʼ ὅσον οἷοί τε ὦμεν. —εἰ μέλλεις ἀφαιρεῖσθαι ἡμῶν δηλονότι τὸ βρεκεκέξ. εἰ κωλύσεις ἡμᾶς τοῦ βοᾶν.

οἰμώζετʼ, οὐ γάρ μοι μέλει: Τῆς δευτέρας περιόδου τὰ κῶλα ὁμοίως πέντε τοῖς ἄνω καθʼ ἕκαστον ὁμοίως ἔχοντα. ὁ μέντοι πρῶτος τοῦ τρίτου κώλου ποὺς τρίβραχύς ἐστι. δεῖ νοεῖν ὡς οἱ βάτραχοι ὑπὸ σκηνήν εἰσιν, ἀλλʼ οὐκ ἐν τῷ φανερῷ. ἡ μέντοι φωνὴ αὐτῶν ἐξακούεται, ὥσπερ καὶ αὐτοὶ κατὰ τὴν λίμνην ἠχοῦσιν. ἐπεὶ οὖν διαλελοίπασι καὶ χορὸς ἐγεγόνει, διὰ τοῦτο λόγον ἐποίησεν ὁ Διόνυσος, ἔμελλον ἄρα ὑμᾶς παύσειν. θηλυκῶς δὲ τὴν φάρυγγα λέγει.

χανδάνῃ: Ἀντὶ τοῦ δύνηται καὶ ἐξισχύῃ. χωρῇ. διʼ ἡμέρας: Διʼ ὅλης ἡμέρας. Θ.

οὐ νικήσετε: Τῆς τρίτης περιόδου τὰ κῶλα ὀκτώ· ὧν τὰ μὲν πέντε ὅμοια πάντως τοῖς ἄνω πλὴν τοῦ τετάρτου τὸν δεύτερον πόδα τρίβραχυν ἔχοντος. τὸ δὲ ἕκτον καὶ ὄγδοον ἰαμβικὰ τρίμετρα ἀκατάληκτα. τὸ γὰρ ἕβδομον δῆλον. ἐπὶ τῷ τέλει κορωνίς.

ἀντὶ τοῦ ἐπὶ τούτῳ τῷ λέγειν βρεκεκεκέξ. πάντως ἀντὶ τοῦ παντελῶς. ἔξωθεν δὲ προσληπτέον τὸ νικήσεις.

ἔμελλον ἄρα: Σιωπῶσιν οἱ βάτραχοι καὶ ἕτερος χορὸς εἰσέρχεται, ὡς προείπομεν, ὁ τῶν μυστῶν, ὅς ἐστιν ἀναγκαῖος.

ὦ παῦε παῦε: Κορωνὶς ἀμοιβαία εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μϛʹ. ὧν τελευταῖος ἀλλʼ ἠρεμεὶ πτήξαντες ἀκροασώμεθα. μετὰ δὲ τὸν μβʹ κῶλον ἰαμβικὸν ἑφθημιμερὲς τὸ, αὐλεῖ τις ἔνδον· ὃ κατὰ παρεπιγραφήν φασι κεῖσθαι· ὡς καὶ ἑξῆς τὸ, διαύλιον προσαυλεῖ. ἐπὶ τῷ τέλει κορωνίς. —παῦσαι τῆς κωπηλασίας, παραβαλοῦ δὲ τῷ πλοίῳ. ἢ παῦε τῆς ὁμιλίας. τῷ δὲ πλοίῳ παραβαλοῦ. πρὸς τὴν γῆν δὲ φθάσας φησὶ ταῦτα. παῦε, ὦ Διόνυσε, τῆς κωπηλασίας. πλησίασον τὴν ναῦν τῷ λιμένι. Θ. . παραβαλοῦ τῷ κωπίῳ: Πλησίασον τὴν ναῦν τῷ λιμένι διὰ τοῦ κωπίου.

ἀπόδος τὸν ναῦλον: Καλλίστρατος ὅτι τὸν ναῦλον ἀρσενικῶς, καὶ οὐχὶ τὸ ναῦλον εἰώθασι λέγειν. διασώζεται δὲ καὶ ἔν τισιν ἡ γραφή. καὶ ἔστι παρὰ τοῖς νεωτέροις καὶ ἡ ναῦλος “ἡ ναῦλος ἡμῖν τῆς νεὼς ὀφείλεται.” οὐ μόνον δὲ ἀρσενικῶς, ἀλλὰ καὶ διὰ δύο λλ λέγεται ναῦλλος καὶ ναῦλλον. ἔχε δὴ: Ἀντὶ τοῦ κράτει. ἐν ᾍδου λοιπὸν τὰ πράγματα.

ἦ Ξανθίας: Ὄντως ὑπάρχει ὁ Ξανθίας, ὃν ὁρῶ;

ἰαῦ: Μίμημά ἐστι συριγμοῦ. —τοῦτο ὁ Ξανθίας φησί.

μεταβέβληται ἡ σκηνὴ καὶ γέγονεν ὑπόγειος. μεταβέβληται δὲ καὶ ὁ χορὸς τῶν βατράχων εἰς τοὺς μύστας. ἵνα δὲ κωμῳδήσῃ τοὺς Ἀθηναίους ὡς τοιούτους σκώπτει τοὺς ἐν τῷ θεάτρῳ, λέγων ὅτι καὶ νῦν ὁρῶ ἐνταῦθα τοὺς πατραλοίας.

ὁ Ἡρακλῆς δηλονότι. ἀντὶ τοῦ ὁ Ἡρακλῆς.

καὶ νυνί γʼ ὁρῶ: Τοὺς ἐν τῷ θεάτρῳ ἐπιόρκους ὁρᾶν φησιν.

ἠλαζονεύετο: Ἀντὶ τοῦ ἐψεύδετο. καὶ Μένανδρος “ἀλλʼ ἀλαζὼν καὶ θεοῖσιν ἐχθρός.”

γενναῖον. Θ. γενναῖον, ἰσχυρὸν, πολεμικόν. ἐπιδεικνύμενος. Θ.

οὐδὲν γὰρ οὕτω γαῦρον: Παρὰ τὰ ἐκ Φιλοκτήτου Εὐριπίδου οὐδὲν γὰρ οὕτω γαῦρον ὡς ἀνὴρ ἔφυ. κενοδοξῶν. κομπαστικόν. Θ.

ἀγώνισμα: Ἄθλου κατόρθωσιν ἀξίαν.

ἐξόπισθε νῦν ἴθι: Ὡς φοβούμενος ὁ Διόνυσος ταῦτα λέγει· ὅθεν δὲ αἰσθάνεται τοῦ ψόφου, ἐκεῖθεν αὐτὸν ἄγει καὶ προβάλλει.

φέρʼ ἐπʼ αὐτὴν ἴω: Ὡς κατωφεροῦς τοῦ Διονύσου ἐπιτηδείως.

Ἔμπουσα τοίνυν: Φάντασμα δαιμονιῶδες ὑπὸ Ἑκάτης ἐπιπεμπόμενον. καὶ οἱ μέν φασιν αὐτὴν μονόποδα εἶναι, καὶ ἐτυμολογοῦσιν οἱονεὶ ἑνίποδα διὰ τὸ ἑνὶ ποδὶ κεχρῆσθαι· οἱ δὲ ὅτι ἐξηλλάττετο τὴν μορφήν. δοκεῖ δὲ καὶ ταῖς μεσημβρίαις φαντάζεσθαι, ὅταν τοῖς κατοιχομένοις ἐναγίζωσιν. ἔνιοι δὲ τὴν αὐτὴν τῇ Ἑκάτῃ, ὡς Ἀριστοφάνης ἐν τοῖς Ταγηνισταῖς “χθονία θʼ Ἑκάτη σπείρας ὄφεων ἐλελιζομένη.” εἶτα ἐπιφέρει “τί καλεῖς τὴν Ἔμπουσαν;”

καὶ σκέλος χαλκοῦν ἔχει: Τῷ χαλκῷ προσέθηκε τὸ βολίτινον ἐπίτηδες. ἔνιοι δὲ ὄνου σκέλος λέγουσι. διὸ καὶ παρά τισι καλεῖσθαι ὀνόκωλον· τὸ δὲ ὅλον, φησὶ Κράτης, ἔοικέ τι εἶναι φάντασμα παντοδαπὸν γινόμενον. τινὲς ἓν πρόσωπον ὅλον λέγουσι. Θ. βολίτινον δὲ, ὄνειον. βόλιτος γὰρ κυρίως τὸ τῶν ὄνων ἀποπάτημα. τὸ αὐτὸ δὲ καὶ βόλβιτος.

ἱερεῦ διαφύλαξον: Ἱερέως τινὸς ἀκολουθοῦντος αὐτῷ μέμνηται. ἐν προεδρίᾳ κάθηται ὁ τοῦ Διὸς ἱερεύς. ἀποροῦσι δέ τινες πῶς ἀπὸ τοῦ λογείου περιελθὼν καὶ κρυφθεὶς ὄπισθεν τοῦ ἱερέως τοῦτο λέγει. φαίνονται δὲ οὐκ εἶναι ἐπὶ τοῦ λογείου, ἀλλʼ ἐπὶ τῆς ὀρχήστρας, ἐν ᾗ ὁ Διόνυσος ἐνέβη καὶ ὁ πλοῦς ἐπετελεῖτο, ὥστε μηκέτι ὁμοίως λόγον εἶναι, ἀλλὰ μὴν οὐ διὰ παντὸς ὄπισθε δεῖ γενέσθαι αὐτόν. Ἄλλως. παρὰ ταῖς θέαις προεδρίᾳ ἐτετίμητο ὁ ἱερεὺς τοῦ Διονύσου. πρὸς συνήθειαν οὖν καλεῖ ὁ Διόνυσος τὸν ἱερέα. Ἄλλως. ἤδη γὰρ ἦν τῶν μεμυημένων κατὰ τὴν σκηνὴν γενόμενος. οἱ δέ φασιν ἄτοπον εἶναι νομίζειν ἀκολουθεῖν αὐτοῖς ἱερέα· μὴ γὰρ ἐμφαίνεσθαι· τὸ δʼ ἀληθὲς οὕτως ἔχειν· οἱ μεγάλοις κακοῖς περιπίπτοντες, πρὸς ἱερεῖς ἐρχόμενοι, ἱκέτευον αὐτοὺς εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι εἰς ἀπαλλαγήν. κατὰ οὖν μίμησιν ἐκείνων καὶ οὗτος νῦν λέγει. ἔχειν δέ φασι καὶ λόγον εἶναί τινος τὸν στίχον ποιητοῦ νῦν διασυρόμενον.

Ἡράκλεις: Εἶχε γὰρ σχῆμα Ἡρακλέους ὁ Διόνυσος. ἢ καὶ ὡς ἀλεξίκακον Ἡρακλέα καλεῖ.

μʼ ὦνθρωπε: Πρὸς τὸ συνεχὲς τῆς ἀρχῆς τοῦ δευτέρου στίχου· διότι ἀπὸ συναλοιφῆς ἄρχεται. εὐλαβεῖται δὲ καταφανὴς γενέσθαι ὁ Διόνυσος.

τοῦτό γʼ ἔθʼ ἧττον θατέρου: Πιθανῶς τὸ τοῦ δειλοῦ ἦθος, τὸ μηδαμῶς θέλειν φανερὸν γενέσθαι. θέλει δὲ εἰπεῖν ὅτι τοῦτο χεῖρόν ἐστι τοῦ ἑτέρου.

ἴθʼ ᾗπερ ἔρχει: Τοῦτο ἔμφασιν παρέχει, ὡς προερχομένου αὐτοῦ πρότερον ὄπισθεν τοῦ ἱερέως ὄντος.

πεπράγαμεν: Ἐπάθομεν.

Ἡγέλοχος: Τραγῳδίας ὑποκριτὴς, ὃν καὶ ἐν τῷ Ὀρέστῃ Εὐριπίδου, προστάντος αὐτῷ τοῦ πνεύματος ἐν τῷδε τῷ στίχῳἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ· αἰφνιδίως ὀφθῆναι συνελόντα τὴν συναλοιφήν. τοῦτον δὲ καὶ ὡς ἀτερπῆ τὴν φωνὴν Πλάτων σκώπτει. —ὅτι Ἡγέλοχος ὁ τραγικὸς ὑποκριτὴς ὢν τοῦ Εὐριπίδου Ὀρέστην ὑποκρινόμενος οὕτω προηνέγκατο ὥστε μὴ ὑποχωρῆσαι ἐκ τῆς συναλοιφῆς τὸ γαληνά, ἀλλὰ διαχωρῆσαι μᾶλλον, ὥστε δόξαι τὴν γαλῆν αὐτὸν εἰπεῖν. διὸ καὶ ἐνθάδε πειρατέον οὕτω προφέρεσθαι. ἐν ἐνίοις μέντοι τῶν Εὐριπίδου εὐκρινῶς γράφεται γαληνά. ὡς δʼ ἀξιοῦσί τινες Ἀττικοὶ γαλῆν περισπῶσι λέγοντες ὡς χρυσῆν. πῶς ἔδοξεν ὁ Ἡγέλοχος ἐκ τῆς συναλοιφῆς γαλῆν εἰπεῖν; τὸ μὲν γὰρ περισπωμένως προενέγκασθαι οὐ πιθανόν. μήποτε οὖν οὐκ ἔλεγον οὕτως, ἀλλὰ γαλῆν. ὡς ἀηδὴς δὲ τὴν φωνὴν κωμῳδεῖται ὁ Ἡγέλοχος. ἔστι δὲ παροιμία ἐπὶ τῶν διαφυγόντων τὰ λυπηρά. οἱ δὲ λέγοντες ποιήτριαν εἶναι τὸν Ἡγέλοχον Ἀθήνησι τούτῳ συνεχῶς χρωμένην τῷ ἔπει καὶ ἄλλʼ ἄττα τῶν αὐτοσχεδίως συντιθέντων οὐκ ἀνεκτὰ τερατεύονται. —ἀποροῦσιν ἐνταῦθα πῶς ἐν Εὐριπίδου μὲν Ἠλέκτρᾳ τοῦθʼ εὕρηται, ὁ δὲ λέγει, ὥσπερ Ἡγέλοχος.

ὁδὶ δὲ δείσας: Ὁ τοῦ Διονύσου ἱερεύς. πυρρὸς γὰρ ἦν κατὰ φύσιν. παρʼ ὑπόνοιαν δὲ τὸ ἐπυρρίασε πρὸς τὸ ὠχρίασεν. Ἀρίσταρχος δέ φησιν ἐφʼ ἑαυτοῦ λέγειν τὸν Ξανθίαν· καὶ γὰρ διότι πυρρὸς, οὕτως ἐπικεκλῆσθαι, καθάπερ Πυρρίας καὶ Σμικρίνης· ὁ δὲ Ἰξίων, ἐπί τινος τῶν καθημένων, ξανθὸν τὸ χρῶμα ὄντος. ἐν ἔθει γὰρ εἶναι διασκώπτειν τοὺς ἀκροωμένους, ὡς καὶ Πλάτων ἐν Παιδαρίῳ ποιεῖ. Εὔπολις δὲ τὸν τοῦ Διονύσου ἱερέα ὀνομάζει αἰγίπυρρον ἀντὶ τοῦ πυρρόν. τὸ γὰρ ἄνθος ἔχειν φησὶ Δημήτριος ἱκανῶς ἐρυθρόν. —ἐκκαλύψας τὸ αἰδοῖον εἶπε τοῦτο πρὸς τὸ ἐπυρρίασε παίζων. πυρρὸν γὰρ ἦν καὶ τὸ αἰδοῖον. ὑπερεπυρρίασε: Ἐξεκαύθη κατὰ τὸ πρόσωπον. Θ.

αἰθέρα Διὸς: Ἀντὶ τοῦ τὸν Εὐριπίδην· αὐτοῦ γὰρ ὁ ἴαμβος. ἢ τὴν ἐπιθυμίαν Εὐριπίδου τοῦ ταῦτα λέγοντος. πρὸς τὸ ἄνω εἰρημένον. αὐτὸς γὰρ αἴτιος τοῦ ταῦτα παθεῖν τὸν Διόνυσον. καὶ γὰρ διʼ αὐτὸν κατῆλθεν εἰς ᾍδου.

κατήκουσας: Περισσὴ ἡ κατά. αὐλεῖ τις ἔνδοθεν: Παρεπιγραφή. σημαίνει γὰρ ὅτι ἔσωθέν τις ηὔλησε μὴ ὁρώμενος τοῖς θεαταῖς.

αὔρα τις: Μακροκαταληκτεῖ. τὰ γὰρ εἰς ρα εἰ μὲν μονοφθόγγῳ παραλήγει, μακροκαταληκτεῖ, πήρα. εἰ δὲ διφθόγγῳ, βραχυκαταληκτεῖ· πλὴν τοῦ αὔρα, καὶ Φαίδρα παρʼ ΕὐριπίδῃΦαίδρα· τὸ γὰρ τῆσδʼ οὐ προτιμήσω καλόν. ἀποροῦσι τινὲς ἐνταῦθα, πῶς οὐ θέρμη δᾴδων εἶπεν, ἀλλὰ αὔρα. καὶ φαμὲν, ὅτι τοῦτο λέγει δεικνὺς, ὅτι καὶ δᾷδας οἱ μύσται ἔφερον, καὶ θεία πνοή τις ἐξ αὐτῶν ἐφέρετο. μυστικωτάτη: Τῶν ἐν Ἐλευσῖνι μυστηρίων. τινὲς δὲ εἰς τὸ μυστικωτάτη δύο ποιοῦσιν.

ἠρέμα: Ἡσύχως. πτήξαντες: Συστείλαντες ἑαυτούς.

Ἴακχʼ, ὦ Ἴακχε: Ἡ πάροδος τῆς ᾠδῆς ταύτης τοῦ τῶν μυστῶν χοροῦ κώλων ἐστὶν ἀντισπαστικῶν δύο διμέτρων βραχυκαταλήκτων. ἑξῆς δὲ τούτων σύστημα ἀμοιβαῖον ἐκ στίχων ἰάμβων τριμέτρων ἀκαταλήκτων πέντε. —μετεβλήθη ὁ χορὸς εἰς μύστας.

ἔφραζε: Ὁ Ἡρακλῆς.

ὅνπερ Διαγόρας: Διαγόρας μελῶν ποιητὴς ἄθεος, ὃς καὶ καινὰ δαιμόνια εἰσηγεῖτο, ὥσπερ Σωκράτης. καὶ ὁ μὲν Ἀρίσταρχος Διαγόρου νῦν μνημονεύειν φησὶν οὐχ ὡς ᾄδοντος αὐτοῦ τοὺς θεοὺς, ἀλλʼ ἐν εἰρωνείᾳ κειμένου τοῦ λόγου, ἀντὶ τοῦ χλευάζοντος, ἐξορχουμένου. ἀνακινεῖ οὖν τοὺς Ἀθηναίους ὁ κωμικός· ὅθεν καὶ οἱ Ἀθηναῖοι ὡς διαχλευάζοντος τοὺς θεοὺς καταψηφισάμενοι ἀνεκήρυξαν τῷ μὲν ἀναιρήσοντι ἀργυρίου τάλαντον, τῷ δὲ ζῶντα κομίσαντι δύο. ἔπειθον δὲ καὶ τοὺς ἄλλους Πελοποννησίους, ὡς ἱστορεῖ Κρατερὸς ἐν τῇ συναγωγῇ τῶν ψηφισμάτων. ἦν δὲ οὗτος Τηλεκλύτου παῖς, Μήλιος τὸ γένος, τὸν χρόνον κατὰ Σιμωνίδην καὶ Πίνδαρον. οἱ δὲ τὸ διʼ ἀγορᾶς περισπῶσιν, ὡς Ἀπολλόδωρος ὁ Ταρσεὺς, καί φασιν—Ἴακχον λέγειν, ὃν ᾄδουσιν ἐξ ἄστεως διὰ τῆς ἀγορᾶς ἐξιόντες εἰς Ἐλευσῖνα. γέγονε δὲ καὶ ἕτερος κωμῳδούμενος ἐπὶ μεγέθει, Ἕρμιππος ἐν Μοίραις μείζων γὰρ ἢ νῦν δὴ ʼστὶ, καὶ δοκεῖ γέ μοι, ἐάν τι τούτων ἐπιδίδωται ἡμέρας μείζων ἔσεσθαι Διαγόρου. Ἄλλως. διθυραμβοποιὸς ὁ Διαγόρας ποιητὴς, συνεχῶς Ἴακχε Ἴακχε ᾄδων. ἢ κωμικὸς διθυραμβικὰ, τουτέστι Διονυσιακὰ δράματα ποιῶν.

Ἴακχʼ ὦ πολυτιμήτοις: ᾨδὴ καὶ στροφὴ κώλων ιδʹ· ὧν τὸ πρῶτον ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον· ὃ καλεῖται Γλυκώνειον. τὸ δεύτερον δίμετρον καταληκτικὸν, ἢ ἐξ ἀντισπάστου καὶ βακχείου. τὸ τρίτον ὅμοιον ὁποτερῳοῦν τῶν ἐν τῇ παρόδῳ. τὸ τέταρτον ἐκ διτροχαίου ἀντισπαστικοῦ καὶ βακχείου, Ἀλκαϊκὸν, φασὶ, καλούμενον. τὸ πέμπτον Ἰωνικὸν δίμετρον ἀκατάληκτον ἀνακλώμενον καθʼ Ἡφαιστίωνα καλούμενον, ἀντʼ Ἰωνικῶν παίωνα τρίτον καὶ ἐπίτριτον δεύτερον ἔχον. τὰ ἑξῆς δύο τὸν αὐτὸν τρόπον. τὸ ὄγδοον Ἰωνικὸν ἀπʼ ἐλάττονος πενθημιμερές. τὸ ἔνατον ἐξ ἀντισπάστου καὶ βακχείου δίμετρον, ἢ ἑφθημιμερές. τὰ ἑξῆς δύο Ἰωνικὰ ἐκ παιώνων τρίτων καταληκτικὰ ἢ ἐκ παίωνος καὶ, εἰς ὃν συναιρεῖται, βακχείου. τὸ δωδέκατον Ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον καθαρόν. τὸ τρισκαιδέκατον καθαρὸν μὲν, καταληκτικὸν δέ. τὸ τελευταῖον, ὡς τὸ δυωκαιδέκατον, ἐπιμεμιγμένον μέντοι ἐπιτρίτῳ δευτέρῳ, ἢ διτροχαίῳ. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔξω νενευκυῖα. ἑξῆς δὲ τριστιχία ἰαμβικὴ παραγράφῳ τερματιζομένη· μεθʼ ἣν ἀντῳδὴ καὶ ἀντιστροφὴ, παραπλησίως καθʼ ἕκαστον σχεδὸν τῇ τε ποσότητι καὶ ποιότητι τῶν κώλων ἔχουσα τῇ στροφῇ. ἐφʼ ἧς τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος. Ἴακχʼ ὦ πολυτιμήτοις: Μία τῶν μυστηρίων ἐστὶν ἡ εἰκὰς, ἐν ᾗ τὸν Ἴακχον ἐξάγουσι. πολυτιμήτοις δὲ ἐν ἕδραις, καθὸ συνίδρυται τῇ Δήμητρι ὁ Διόνυσος. εἰσὶ γοῦν οἵ φασι Περσεφόνης αὐτὸν εἶναι· οἱ δὲ τῇ Δήμητρι συγγενέσθαι. ἄλλοι δὲ ἕτερον Διονύσου εἶναι τὸν Ἴακχον, οἱ δὲ τὸν αὐτόν. τινὲς δέ φασι, πολυτιμήτοις ἐν ἕδραις, καθὸ φιλοτιμότεροί εἰσιν οἱ μεμυημένοι ἐν ᾍδου, ὡς σαφὲς ποιεῖ ἐν Εἰρήνῃδεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.

ναίων: Κατοικῶν.

ἀνὰ λειμῶνα χορεύσων: Ἐν τοῖς λειμῶσι τὰς χορείας ἐποιοῦντο διὰ τὰ ἄνθη, χορεύοντες ἐν τῷ προφανεῖ ἐν χοροῦ σχήματι. —ἀνὰ λειμῶνα: Διὰ γὰρ τὰ ἄνθη ἐν λειμῶσι τὰς χορείας ἐποιοῦντο.

θιασώτας: Τοὺς χορευτάς. συγχορευτάς. Θ. οὕτω λέγει, οὐχ ὥς τινες, συνθιασώτας.

τινάσσων: Κινῶν. Θ.

βρύοντα: Ἀνθοῦντα. θάλλοντα. Θ.

στέφανον μύρτων: Μυρσίνῳ στεφάνῳ ἐστεφανοῦντο οἱ μεμυημένοι, οὐχ, ὥς τινες νομίζουσι, κισσίνῳ. ὁ δὲ Ἀπολλόδωρος καὶ τοὺς θεσμοθέτας φησὶ διὰ τοῦτο μυρσίνῃ στέφεσθαι, ὅτι οἰκείως ἔχει πρὸς τὸ φυτὸν ἡ θεὸς καὶ ὅτι τοῖς χθονίοις ἀφιέρωτο. —ἡ μυρσίνη ᾠκείωται τοῖς χθονίοις θεοῖς, Διονύσου δεδωκότος, ὅτε ἀνήγαγε τὴν Σεμέλην. τρία γὰρ αὐτῷ ᾠκείωται, κισσὸς, ἄμπελος, μυρσίνη. μυθολογοῦσι δʼ ἐν Σάμῳ μόνῃ θεῶν μὴ προσφέρεσθαι τῇ Ἥρᾳ. ἐπεὶ γὰρ, ὥς φασιν, ἐξῃτεῖτο τὴν ψυχὴν τῆς Σεμέλης τοὺς κάτω θεοὺς, καθάπερ ἦν ἐπηγγελμένον, ὑποσχέσθαι λέγουσιν αὐτῇ τὸν ᾍδην τοῦτο δράσειν, τοῦ Διονύσου τῶν μάλιστα τερπόντων αὐτῷ ἀντίψυχον ἀντʼ ἐκείνης πέμψαντος· τὸν δὲ Διόνυσον πυθόμενον τὰ παρὰ τῶν κάτω θεῶν ἐπεσταλμένα σοφίσασθαι πρὸς ταῦτα καὶ τριῶν ὄντων αὐτῷ μάλιστα ἠγαπημένων, τοῦ τε κισσοῦ καὶ τῆς ἀμπέλου καὶ τῆς μυρσίνης, ἀποστεῖλαι τοῖς κάτω θεοῖς αὐτήν. δηλοῖ δὲ καὶ Ἰοφῶν ὁ τραγικός.

λείπει γέραιρε ἢ αὔξανε. ἀκόλαστον δὲ τὴν μὴ δεομένην κολάσεως, τὴν ἀναμάρτητον, ἣν οὐκ ἄν τις κολάσειε χορείαν. τὴν ἱεράν. ἀκόλαστον: Μανιώδη, βακχικὴν, ὁσίαν· οὐ γὰρ δὴ αἰσχρὰν καὶ ἀσελγῆ. τὸ δὲ ἐγκατακρούων πρὸς τὸ ὁσίοις μύσταις. —ἀκόλαστον: Μὴ κολάσεως ἀξίαν ἤγουν μέμψεως.

ἀντὶ τοῦ χαρίτων πεπληρωμένην, ὅ ἐστι κεχαριτωμένην.

λείπει γεραίρων.

τοῦτο εἶπε διὰ τὸ κρεοφαγεῖν ἐν τοῖς Θεσμοφορίοις καὶ ὅτι Δήμητρι καὶ Κόρῃ θύουσι τὸ ζῷον. ἐπειδὴ ἐν τοῖς Δημητρίοις χοῖροι· θύονται. Θ. ἔνιοι δέ φασιν οὕτω λέγειν τοὺς Ἀττικοὺς περισπωμένως τὸ κρεῶν. οὐκ ἄλογος δὲ ἡ περισπωμένη· γέγονε γὰρ τὸ πάθος ἐν αὐτῇ τῇ γενικῇ, κρεάων ὡς γεράων, εἶτα κρεῶν ὡς γερῶν. τοῦτο δὲ εἶπε διὰ τὸ χοιροσπαθεῖν τοῖς Θεσμοφορίοις. θύουσι γὰρ ἐν τοῖς μυστηρίοις τοῦ Διονύσου καὶ τῆς Δήμητρος τὸν χοῖρον, διότι λυμαντικός ἐστιν ἀμφοτέρων. Θ. χοιρείων κρεῶν: Παρόσον χοῖροι τῇ Δήμητρι καὶ τῷ Διονύσῳ ἐθύοντο, ὡς λυμαντικοὶ τῶν θεοῖν δωρημάτων. εἰκότως δʼ ἐν ᾅδου ὢν ἐπιβοᾶται τὴν Περσεφόνην. —χοιρείων κρεῶν: Πνοὴ δηλονότι.

χορδῆς λάβῃς: Ἡ εἴλησις ἡ τῶν ἐντέρων ἐστὶ χορδή. ἣν εἰλητὸν καλοῦμεν ἡμεῖς.

ἔγειρε φλογέας: Νοητέον οὕτως, ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ τινάσσων. ἥκεις γὰρ νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.

φωσφόρος ἀστήρ: Τὸ μυστηριακὸν πῦρ φωσφόρον λέγουσι. λέγει δὲ, ἐπεὶ τὴν νύκτα λέγουσιν αἰνιγματωδῶς, διὰ τὸ λαθεῖν τοὺς ἀμυήτους. ἢ ὅτι ἐν νυκτὶ ἄγεται τὰ μυστήρια. ἀξιοῦσι δέ τινες αὐτὴν τὴν λαμπάδα φωσφόρον ἀστέρα λέγειν. ὁ δὲ λόγος κολοβός ἐστιν, εἰ μὴ τὸ τινάσσων ἀντὶ τοῦ τινασσόμενος λαμβάνεται. ἐν δέ τισιν ἐκλέλοιπε τὸ τινάσσων. Ἴακχʼ, ὦ Ἴακχε, ἀναλόγως τῇ στροφῇ γράφουσι καὶ τὸ χερσίν εἰς τὸ ἔγειρε συνάπτουσιν· ἥκεις γὰρ κατὰ ἀναστροφήν. νύκτωρ δʼ ἐτελεῖτο τὰ μυστήρια. ὧν τῆς τελετῆς οὐ μόνον χορευτὴς, ἀλλὰ καὶ ἔξαρχος ἦν ὁ Διόνυσος. καὶ μὲν δὴ Διονύσου ἐν Ἐλευσῖνι ἱερόν ἐστι καὶ ἐν Διονυσίοις ἐτελεῖτο τὰ μυστήρια.

φλέγεται δὲ λειμών: Λειμὼν γὰρ ἀνάκειται καὶ ἄνθη ἀνειμένα τοῖς μύσταις ἐν τῷ πεδίῳ. δηλοῖ δὲ καὶ Σοφοκλῆς. —φλέγεται: καταλάμπεται. φέγγεται: Καταλάμπεται.

διὰ τὴν χαρὰν νεάζουσιν οἱ γέροντες. ἡ δὲ δύναμις ἐν γόνασιν, ὡς καὶ ὁ ποιητὴς λέγει. —ὡς τῶν μυστῶν ὄντων γερόντων.

ἀντὶ τοῦ τὸ βαρὺ τῆς ἡλικίας καὶ τοῦ γήρως. χρονίων τʼ ἐτῶν: Εἰ μὲν οὕτω γράφεται, Ἰωνικόν ἐστι πενθημιμερὲς ἐκ παίωνος τρίτου ἀναλόγως τῷ ἐν τῇ στροφῇ ὀγδόῳ. εἰ δὲ χρόνους τʼ ἐτῶν, ὡς ἐν τοῖς πλείοσιν, ἰαμβικὴ ταυτοποδία. —ζητεῖται ἐνταῦθα, πῶς εἶπεν ἐνιαυτοὺς ἐτῶν, ἐπεὶ ἔτος καὶ ἐνιαυτὸς ταὐτόν. λύεται δὲ παρὰ τῶν παλαιῶν οὕτως· τὸ ἰαύειν ποτὲ μὲν ἐπὶ ὕπνου καὶ ἀνακλίσεως τίθεται, ὡς παρʼ Ὁμήρῳ “τῇ παριαύων τερπέσθω,” ἤγουν παρακείμενος· ὡς ἐπὶ πολὺ δὲ ἡ λέξις ἐπὶ διατριβῆς καὶ ἀργίας λέγεται, ὅθεν καὶ ἐνιαυτὸς ὁ μακρὸς καὶ πολλὴν ἔχων διατριβήν. διὸ καὶ τὸ ἐτέων ἐνιαυτοὺς ἀντὶ τοῦ διατριβὰς ἐξειλήφασιν. ἐνιαυτοὺς: Διατριβάς.

λαμπάδι: ἅπτων τῇ λαμπάδι. φλέγων: Λάμπων. Θ. προβάδην: προβαίνων τῷ ῥυθμῷ.

πάνθηρον ἕλειον: Προσληπτέον τὸ εἰς. ἔξαγε εἰς τὸ πάνθηρον καὶ ἕλειον δάπεδον. πάνθηρον δὲ παντοδαπῶν θηρίων δεκτικόν. τινὲς δὲ ἀναγινώσκουσιν ἐπʼ ἀνθηρόν. —ἀνθηρὸν: Ἀνθῶν πλῆρες. ἕλειον: ἑλῶδες.

Τὴν εὐωχίαν, τὴν εὐτονίαν, τὴν χορείαν. χοροποιὸν ἥβην λέγει ἢ τὴν αὐτοῦ τοῦ Διονύσου ἡλικίαν τὴν τοὺς χοροὺς καθιστῶσαν, ἢ τοὺς χορεύοντας μύστας. ἥβαν: Ἡμᾶς χορευτάς. μάκαρ: Ὦ.

εὐφημεῖν χρὴ: Ἀρίσταρχος ἐπὶ τούτων λέγει τὸν χορὸν μεμερίσθαι εἰς μερικὰ ἀνάπαιστα, ἄλλα δὲ ἀμείβεσθαι τὸν χορόν. καὶ τί ἄρα συνεῖδεν ὁ Ἀρίσταρχος; δύναται δὲ καὶ ἐνσύζογον εἶναι τὸ λεγόμενον, πολλαχοῦ δὲ μεμερίσθαι καὶ εἰς διχορίαν τὸ λοιπὸν, ὥστε εἰς δώδεκα καὶ δώδεκα διαμεμερίσθαι. Ἄλλως. εὐφημεῖν χρὴ, στροφὴ καὶ εἴσθεσις χοροῦ ἐπιρρηματική. ἔθος γὰρ ἐν τῷ ἐπιρρήματι χρηστὰ συμβουλεύειν τῇ πόλει, ἢ ἐλέγχειν τοὺς πονηρευομένους. ἐκ στίχων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν ὀκτωκαίδεκα, ὧν τελευταῖος καὶ παννυχίδας τὰς ἡμετέρας, αἳ τῇδε πρέπουσιν ἑορτῇ.ἐπὶ τῷ τέλει παράγραφος. ὁ δὲ λόγος ἀπὸ τοῦ ποιητοῦ, καίτοι δοκῶν εἶναι χοροῦ. ἰστέον δὲ ὅτι εἰ καὶ διὰ τοὺς ἐν ᾍδου μύστας φαίνεται λέγειν, ἀλλὰ τῇ ἀληθείᾳ διὰ τοὺς ἐν Ἐλευσῖνι. ἐνταῦθα καὶ ὑφίστατο ἡ σκηνὴ τοῦ δράματος. —κἀξίστασθαι: ἐκχωρεῖν.

μὴ ἐμυήθη. ὄργια δὲ τὰ μυστήρια.

μήτε Κρατίνου: Πρὸς τοὺς περὶ Ἀρίσταρχον οἰομένους ὅτι ταῦρος ἦν αὐτοῖς τὸ ἔπαθλον. εἴρηται δὲ παρὰ τὸ Σοφοκλέους ἐκ Τυροῦς “Διονύσου τοῦ ταυροφάγου.” ἢ ὅτι φίλοινος ἦν καὶ διὰ τοῦτο ἐπίθετον τοῦ Διονύσου αὐτῷ περιτιθέασιν. οἱ δὲ ἔτι περιεργότερον ὅλον τὸν λόγον ἀποδιδόασι. μήτε Κρατίνου βακχεῖʼ ἐτελέσθη, ἅ ἐστι τοῦ μοσχοφάγου Διονύσου. ἢ τολμηρόν· ἀπὸ τῶν βακχῶν. τολμηροὺς γὰρ διέσυρε τοὺς Ἀθηναίους ἐν τοῖς δράμασι. βωμολόχοις δὲ, τοῖς πρὸς χάριν λέγουσι καὶ ἀπὸ κολακείας. ἀπὸ δὲ τῶν λοχώντων περὶ τοὺς βωμοὺς καὶ βουλομένων τι λαβεῖν μετενήνεκται ἡ λέξις. οὗτοι γὰρ ἐπὶ τῶν βωμῶν πολλὰ λιπαροῦσι κολακεύοντες λαβεῖν τι παρὰ τῶν θυόντων. τινὲς δὲ, τοῦ ταῦρον ἔπαθλον λαμβάνοντος. ἢ τοῦ λαιμάργου. —μηδὲ Κρατίνου: τινὲς βούλονται τὴν φιλονεικίαν αὐτοῦ δηλοῦσθαι ἐκ τοῦ ταυροφάγου, ὅ ἐστι Διονύσου. ταυρόκερως γὰρ ὁ θεός. Εὐριπίδηςκαὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖ. οἱ δὲ οὕτως. μηδὲ Κρατίνου βακχεῖα ἐτελέσθη, ἅ ἐστι τοῦ ταυροφάγου Διονύσου, ἀπὸ τοῦ συμβαίνοντος ταῖς βάκχαις. διέσπων γὰρ βοῦς καὶ ἤσθιον ὠμὰ κρέα. Ἀπολλώνιος δέ φησι ταυροφάγον τὸν Διόνυσον ἀπὸ τῶν διδομένων τοῖς διθυράμβοις βοῶν.

ὁ ἐναντιούμενος τῷ δυσκόλῳ. ὁ ἐναντίος τῷ δυσκόλῳ.

τοῦτο πρὸς τοὺς ῥήτορας.

ἤγουν πρὸ τῆς πόλεως. δῶρα λαμβάνει.

ἢ προδίδωσι φρούριον: Πρὸς τοὺς ποιήσαντας τοὺς Φερεκράτους Πέρσας. τὰ γὰρ ἀπόρρητα ἤκουσαν ὡς νῦν ἡμῖν ἔθος. διὸ καὶ ἐντεῦθεν λοιδορεῖται τῷ Θωρυκίωνι καὶ αὐτὸς ὅσον μὴ οἶδεν. ἀπόρρητα δὲ ἔλεγον τὰ ἀπειρημένα ἐξάγεσθαι. ἐν γοῦν τούτοις ἐπιφέρει ἀσκώματα καὶ λίνα καὶ πίτταν. δῆλον ὅτι οὐδὲν ἔδει ἀποπέμπειν τούτων ἐξ Αἰγίνης, ὧν Θωρυκίων τὰ ἀπόρρητα Ἀθήνηθεν ἀποπέμπει. ὅτε οὖν πρὸς τοὺς Πελοποννησίους ἦν ὁ πόλεμος, ἀπόρρητον ἦν τὰ πρὸς ναυπηγίαν ἐξάγειν. ἤτοι δὲ ὁ Θωρυκίων ἐξ Αἰγίνης ὢν, ἢ εἰς Αἴγιναν ἐξάγων. καθὸ δὴ κοινὸν ἐμπόριον ἡ Αἴγινα. οὗτος ταξίαρχος ἦν ἐν τοῖς Πελοποννησιακοῖς τῶν Ἀθηναίων, ὃς πίσσαν ἔπεμψε τοῖς ἀντιπάλοις εἰς τὸ ἀνάψαι τὴν ἑαυτοῦ πόλιν. ὅθεν γνωσθεὶς ἐκωμῳδεῖτο ἐπὶ προδοσίᾳ. τινὲς δὲ Θορυκίων γράφουσιν, ἀντὶ τοῦ τὰ τῶν Θορυκίων μιμούμενος. —τἀπόρρητʼ: τὰ τῆς πόλεως μυστήρια.

εἰκοστολόγος: Τὰ εἰκοστὰ ἐν τῇ κρίσει συνάγων. —ἐπεὶ οἱ στρατηγοὶ ἀπῄτουν τὰς εἰκοστὰς τῶν λιμένων καὶ τῶν νήσων καὶ οὕτως ἀνήλισκον εἰς τὰ πολεμικά.

ἀσκώματα: Εἰς διφθέρας γὰρ τὰς διανοίας τὰς ἑαυτοῦ γράψας ἔπεμπε τοῖς πολεμίοις ἐν τῇ Λακωνικῇ. ἄσκωμα δερμάτιόν τι, ᾧ ἐν ταῖς τριήρεσι χρῶνται, καθʼ ὃ ἡ κώπη βάλλεται. —δέρματα. Ἐπίδαυρον: Πόλιν Λακωνικήν.

ἢ χρήματα: Κῦρος γὰρ Λυσάνδρῳ ἔπεμψε χρήματα τότε εἰς πόλεμον δανείου χάριν.

τῶν τῆς Ἑκάτης μυστηρίων. τοῦτο δὲ εἰς Κινησίαν τὸν διθυραμβοποιόν· οὗτος γὰρ ᾄδων κατετίλησε τῆς Ἑκάτης. Κινησίαν τὸν διθυραμβοποιὸν κωμῳδεῖ, ὃς εἰσήνεγκεν ἐν δράματι τὴν Ἑκάτην καὶ κατετίλησεν αὐτῆς. ἢ ἐπειδὴ ἠρυθρίασε ποίημα γράψας εἰς Ἑκάτην. ἢ κατατιλᾷ: Ἤγουν ἀσεβῶς διάκειται περὶ τὰ τῆς Ἑκάτης ἀγάλματα, ὅτε πανηγυρίζει. Κινησίας δὲ τοῦτο πεποίηκε. —ἢ κατατιλᾷ τῶν Ἑκαταίων, ἤτοι κατὰ τῶν ἀγαλμάτων τῆς Ἑκάτης κόπρον ἐκκρίνει διάρρυτον, τουτέστι ὑγρὰν, ὑπᾴδων τοῖς χοροῖς κυκλίοις ἤγουν λυρικοῖς ποιήμασιν.

τοῦτο εἰς Ἀρχῖνον. μήποτε δὲ καὶ εἰς Ἀγύρριον. μέμνηται δὲ τούτων καὶ Πλάτων ἐν Σκευαῖς καὶ Σαννυρίων ἐν Δανάῃ. οὗτοι γὰρ προϊστάμενοι τῆς δημοσίας τραπέζης τὸν μισθὸν τῶν κωμῳδῶν ἐμείωσαν κωμῳδηθέντες. ἢ τοὺς μισθοὺς: Οὓς ἔλαβε παρὰ τῆς βουλῆς αὐτοῖς παρασχεῖν. λέγει δὲ διὰ τὸν Ἀρχῖνον.

τελεταῖς: Τὸ τέλος ἑξαχῶς λέγεται· σημαίνει γὰρ τὸ στρατιωτικὸν σύνταγμα, τὸ τῶν πραγμάτων πέρας, τὴν ταῖς πόλεσιν φοιτῶσαν πρόσοδον, τὸ ἀξίωμα, ὡς Εὐριπίδης τοῖς ἐν τέλει βεβῶσι πείσομαι. τὸ δαπάνημα, ὡς ὁ αὐτὸς μάτην γὰρ οἴκῳ σὸν τόδʼ ἐκβαίη τέλος. καὶ τὴν μυστικὴν καὶ οὕτω τελοποιὸν ἑορτήν. ὅθεν καὶ ἡ τελετὴ λέγεται καὶ τελεῖσθαι, τὸ μυεῖσθαι καὶ τελούμενοι, οἱ τὰ μυστικὰ ἤτοι θεῖα διδασκόμενοι. Θ.

τούτοισιν ἀπαυδῶ: Παρὰ τὴν τοῦ ἱεροφάντου καὶ δᾳδούχου πρόρρησιν τὴν ἐν τῇ ποικίλῃ στοᾷ.

χώρει νῦν: Εἴσθεσις ἑτέρα μέλους μονοστροφικοῦ διαιρεθέντος τοῦ χοροῦ, ἐκ κώλων ἀναπαιστικῶν ιʹ, ὧν τὰ μὲν ἄκρα καὶ τὸ δʹ καὶ εʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ δεύτερον καὶ ἕκτον ἑφθημιμερῆ. τὸ τρίτον καὶ τὸ ὄγδοον δίμετρα βραχυκατάληκτα. τὰ δὲ λοιπὰ τρίμετρα καταληκτικὰ εἰς συλλαβήν. ἑξῆς δὲ στίχοι δύο ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ὡς ἐξ ἑτέρας στροφῆς. ἐπὶ τῷ τέλει παράγραφος. ἐντεῦθεν Ἀρίσταρχος ὑπενόησε μὴ ὅλου τοῦ χοροῦ εἶναι τὰ πρῶτα. τοῦτο δὲ οὐκ ἀξιόπιστον. πολλάκις γὰρ ἀλλήλοις οὕτω παρακελεύονται οἱ περὶ τὸν χορόν. —τῶν καθʼ ᾍδου. οἱ τοῦ χοροῦ δὲ μύσται ἀλλήλοις παρακελεύονται.

ἐγκρούων: Βαίνων εὐρύθμως. ἢ ἀντὶ τοῦ ἐκβάλλων. —ἤτοι βάλλων ἢ βαίνων.

ἠρίστηται: Ἄριστον γεγένηται τὸ τῆς τελετῆς. ἔμβα δὲ, ἀντὶ τοῦ χόρευε.

χόρευε.

αἰρεῖς τὴν Σώτειραν: Οἷον ὑψώσεις τοῖς ἐπαίνοις. ἔστιν Ἀθήνησι Ἀθηνᾶ Σώτειρα λεγομένη, ᾗ καὶ θύουσιν. —χὥπως αἴρεις: Σκόπει ὅπως μεγαλύνεις. χὥπως αἴρῃς: Καὶ σκόπει ὅπως ὑψώσῃς.

μέλπω μολπάζω ὡς τρέχω τρόχω τροχάζω.

εἰς νέωτα.

ὁ γὰρ πόλεμος αὐτῷ ἐλυσιτέλει.

ἕτερον τρόπον.

Δήμητερ: Εἴσθεσις ἑτέρα μέλους μονοστροφικοῦ ἐκ κώλων ἰαμβικῶν δέκα· ὧν τὸ πέμπτον καὶ τὸ δέκατον ἑφθημιμερῆ Ἀνακρεόντια, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, ὧν τελευταῖον “—κήσαντα ταινιοῦσθαι.” ἑξῆς δὲ ὡς ἐξ ἑτέρας στροφῆς κῶλα τέσσαρα, ὧν τὸ πρῶτον καὶ τὸ τρίτον ἰαμβικά· τὸ μὲν τρίμετρον, τὸ δὲ δίμετρον. τὰ δὲ λοιπὰ τροχαϊκὰ δίμετρα βραχυκατάληκτα, ἰθυφαλλικὰ καλούμενα Ἀρχιλόχεια. ἐπὶ τῷ τέλει παράγραφος. —δίμετρα ἀκατάληκτα ἰαμβικά. ἕως τοῦ “τίς σὰς παρήειρε φρένας.”

παῖσαι: Ὅπερ ἡμεῖς παῖξαι. Ὅμηρος “παίσατε, ὥς χʼ ὁ ξεῖνος.” —παῖσαι: Ἀντὶ τοῦ παῖξαι Ἀττικῶς.

ταινιοῦσθαι: Ἀντὶ τοῦ στεφανοῦσθαι. ταινία γὰρ τὸ ῥάμμα τοῦ στεφάνου.

τὸν ὡραῖον: Τὸν κατὰ καιρὸν φαινόμενον Διόνυσον· ἐπεὶ τὸν καιρὸν τοῦ ἔαρος τὰς ἑορτὰς αὐτοῦ ἦγον, καὶ τὰ κωμικὰ δράματα ἐν ταύταις εἰσήγετο. —ἄγʼ εἶα: Τοῦτο λέγει, ἐπειδὴ, ὅτε ἔδευον, ἀπὸ τοῦ Κεραμεικοῦ εἰς Ἐλευσῖνα προέπεμπον τὸν Διόνυσον.

ξυνοδεστήν.

Ἴακχε: Εἴσθεσις ἑτέρου μέλους διαιρεθέντος αὖθις τοῦ χοροῦ, ἐκ κώλων ὀκτωκαίδεκα· ὧν τὰ μὲν αʹ, βʹ, δʹ, ϛʹ, ιβʹ, ιγʹ, ιεʹ τρίμετρα καταληκτικά· τὰ δὲ γʹ, ηʹ, θʹ, ιδʹ δίμετρα ἀκατάληκτα. τὰ δὲ εʹ, ιαʹ, ιϛʹ καὶ τὸ τελευταῖον τρίμετρα ἀκατάληκτα. τὰ ζʹ καὶ ιʹ ἑφθημιμερῆ. τὸ δὲ ιζʹ τετράμετρον καταληκτικόν. ἐν ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος. μεμιγμένως λέγει τὰ μὲν πρὸς τὸν Ζαγρέα Ἴακχον, τὰ δὲ πρὸς τὸν Διόνυσον.

συνακολούθει: Τοῦτο, ἐπεὶ ὁδεύουσιν ἀπὸ τοῦ Κεραμεικοῦ εἰς Ἐλευσῖνα προπέμποντες τὸν Διόνυσον. τὸ δὲ ἄνευ πόνου πολλὴν ὁδὸν περαίνεις, ἀντὶ τοῦ, μεθʼ ἡμῶν ὢν ῥᾳδίαν πάνυ τὴν ὁδὸν ποιήσεις. ἢ ὅτι ἐν τοῖς ναοῖς διατρίβων, εἰ φανείης ἡμῖν ἐξαίφνης ἐπικαλεσαμένοις, ἐνταῦθα δείξεις τὰς ὁδοὺς ἄνευ πόνου τοῖς θεοῖς ποιεῖσθαι. πάντα γὰρ αὐτοῖς εὐπετῆ. —πάντα γὰρ εὐπετῆ φασὶ τοῖς θεοῖς.

τὴν Δήμητραν.

περαίνεις: Εἴρηται γὰρ ὅτι ἐξ ἄστεως μέχρι Ἐλευσῖνος πολλὴν ὁδὸν πορεύεται. ἀπὸ ἄστεως μέχρι Ἐλευσῖνος. τελεῖς, διέρχῃ. εἴρηται γὰρ ὅτι ἐξ ἄστεος εἰς Ἐλευσῖνα ἐπορεύοντο.

σὺ γὰρ κατεσχίσω: Ἴσον τῷ διὰ σὲ κατεσχίσθη. εἴρηται γὰρ ὁ αὐτὸς Ἴακχος τῷ Διονύσῳ κατά τινας. τῷ δὲ Διονύσῳ αἱ κωμῳδίαι ἀνάκεινται. ἔοικε δὲ παρεμφαίνειν ὅτι λιτῶς ἤδη ἐχορηγεῖτο τοῖς ποιηταῖς. ἐπὶ γοῦν τοῦ Καλλίου τούτου φησὶν Ἀριστοτέλης ὅτι σύνδυο ἔδοξε χορηγεῖν τὰ Διονύσια τοῖς τραγῳδοῖς καὶ κωμῳδοῖς· ὥστε ἴσως ἦν τις καὶ περὶ τὸν Ληναϊκὸν ἀγῶνα συστολὴ, χρόνῳ δʼ ὕστερον οὐ πολλῷ τινι καὶ καθάπαξ περιεῖλε Κινησίας τὰς χορηγίας· ἐξ οὗ καὶ Στράττις ἐν τῷ εἰς αὐτὸν δράματι ἐφῆ σκηνῆ μὲν τοῦ χοροκτόνου Κινησίου. —ἢ οὕτως. κατηρτίσω καὶ σχιστὰ ὑποδήματα φορέσαι ἐποίησας.

καὶ τὸ ῥάκος: Ἔτι δύναται καὶ ταῦτα τὴν αὐτὴν ἔννοιαν ἔχειν. ῥάκος δὲ οἱ μὲν τὸ τριβώνιον, οἱ δὲ τὸ προσωπεῖον, ὅτι ῥάκεσι κατακολλᾶται. —ἐπὶ εὐδαιμονίᾳ πρὸς τὸ εὐτελεῖν.

ὅτι σύνηθες ἦν τὸ ἐπιλέγειν, ὁπότε ἐπαινοῖέν τι ἢ συνομολογοῖεν, καὶ Εὔπολις Κόλαξι. καὶ ἐν τοῖς πρόσθεν κεῖται.

ἀπὸ τοῦ ἄστεως μέχρι Ἐλευσῖνος.

ἀντὶ τοῦ πρὸ ὀλίγου, ἀρτίως.

συνεχόρευον γὰρ καὶ αἱ γυναῖκες.

καὶ μετʼ αὐτῆς: Τοῦτο πρὸς τὸ ἄνω τὸ, συμπαιστρίας. μετʼ αὐτῆς τῆς συμπαιστρίας δηλονότι.

κἄγωγε πρός: Τινὲς τοῦτο τοῦ Διονύσου φασὶ μεταξὺ παρεμβάλλοντος λέγειν.

βούλεσθε δῆτα: Στροφὴ καὶ εἴσθεσις χοροῦ ἐπιρρηματικὴ ἐκ κώλων πεντεκαίδεκα ἰαμβικῶν ἑφθημιμερῶν, πλὴν τοῦ γʹ, ϛʹ, θʹ, ιβʹ, καὶ τελευταίου τριμέτρων ἀκαταλήκτων. ἐπὶ τῷ τέλει παράγραφος. τὸ δὲ πρὸς λαγνείαν ἐπιρρεπὲς ἀμφοτέρων σκώπτων, τοῦ τε δεσπότου καὶ τοῦ δούλου, τοῦτό φησιν. ὁ δὲ Ἀρχέδημος ὡς ξένος παρʼ αὐτοῦ κωμῳδεῖται. νόμος γὰρ ἦν τοὺς ἐξ ἀλλοδαπῆς Ἀθήνησι κατοικεῖν ἐθέλοντας εἰς πολίτας, ἐνταῦθα χρόνον ὀλίγον διατρίψαντας ἐγγράφεσθαι. ὅπερ Ἀρχέδημος οὐκ ἐποίησε. δέον οὖν εἰπεῖν ὅτι οὐκ ἐπολιτογραφήθη, ὥστε τοὺς πολίτας ὥσπερ συγγενεῖς ἔχειν, οὐκ ἔφυσεν, εἶπεν. ἑξῆς δὲ ταύτης τῆς στροφῆς ἐν εἰσθέσει σύστημα κατὰ περικοπὴν ἀμοιβαῖον ἐκ κώλων ἀναλόγως τῇ στροφῆ κειμένων· ὧν τὸ τελευταῖον παραγράφῳ σημειοῦται.

οὐκ ἔφυσε φράτορας: Ἀντὶ τοῦ εἰπεῖν, οὐκ ἔφυσεν ὀδόντας, εἶπε φράτορας, ἵνα ὡς ξένον διαβάλῃ. ἡ δὲ παροιμία, ἑπτέτης ὢν ὀδόντας οὐκ ἔφυσεν. Ἄλλως. ἀντὶ τοῦ εἰπεῖν ὀδόντας φραστῆρας, φράτορας εἶπε, τουτέστι συγγενεῖς. ἡ μεταφορὰ ἀπὸ τῶν παίδων, οἵτινες ὄντες περὶ τὰ ἑπτὰ ἔτη ἔχουσι πάντας τοὺς ὀδόντας. λέγει οὖν ὅτι χρονίσας ἐν ταῖς Ἀθήναις οὐκ ἠδυνήθη ἀναγραφῆναι εἰς τοὺς πολίτας. οὗτος ὡς ξένος κωμῳδεῖται. καὶ Εὔπολις Βάπταις “ἐπιχώριος δʼ ἔστʼ ἢ ξένης ἀπὸ χθονός;”

ἀντὶ τοῦ ἄρχει τοῦ δήμου.

ἐν τοῖς ἄνω νεκροῖς: Οὐχ ὡς Ἀπολλώνιος πρὸς τὴν ἐξήγησιν τὴν εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν, ὅτι διὰ τὴν κακοπραγίαν νεκροὺς τοὺς Ἀθηναίους λέγουσι· ψυχρὸν γάρ· ἀλλὰ πιθανῶς οἱ κάτω τοὺς ζῶντας ἄνω νεκρούς φασιν, ὅτι κατετρίβησαν ἐν τοῖς κακοῖς ὑπὸ τῶν στρατηγῶν. Ἄλλως. νεκροὺς τοὺς Ἀθηναίους λέγει ἢ διότι τὸ ἀρχαῖον φρόνημα ἀποβεβλήκασιν· ἢ διότι οἱ ἐν τῷ κόσμῳ ἄνθρωποι, εἰ καὶ ζῶσιν, ἀλλὰ τοῖς τοῦ βίου ματαίοις ἐγκυλινδούμενοι, δεινότερα τῶν τεθνηκότων πάσχουσι ζῶντες κολαζόμενοι· ἢ διότι πολλοῖς κακοῖς ὑπὸ τῶν δημαγωγῶν κατατριβόμενοι ἀναισθήτως ἔχουσιν ὡς νεκροὶ, αὐτοὺς ἀτιμωρήτους ἐῶντες. χάριεν δὲ τὸ ὑπὸ τῶν νεκρῶν τοὺς ζῶντας καλεῖσθαι νεκρούς. —ἵνα διαβάλλῃ τοὺς Ἀθηναίους ὡς ἀσθενεῖς καὶ νεκρούς.

τῆς ἐκεῖθεν μοχθηρίας: Ἀντὶ τοῦ εἰπεῖν, δημαγωγίας, ἢ πολιτείας, μοχθηρίας εἶπεν, χαριέντως πρὸς τὰ κακὰ αὐτῶν. —τὰ πρῶτα ἔχων.

τὸν Κλεισθένη: Διαβάλλει τὸν Κλεισθένη ὡς φαυλόβιον, καὶ πρὸς τοῦ Σεβίνου πορνευόμενον. διὸ καὶ δεινοπαθοῦντά φησιν ἐπὶ τῇ τούτου τελευτῇ. —τὸν Κλεισθένην: Ἀντὶ τοῦ τὸν Καλλίαν. τὸν Καλλίαν. … ὑποτίθεται υἱὸν Κλεισθένους, οὗ τὸ ὄνομα οὐκ εἶπε. καθʼ ὁμοιότητα γὰρ τοῦ πατρὸς ἐν ταῖς ἐρημίαις καὶ περὶ τὰς ταφὰς καὶ τοὺς τάφους κακῶς ἔπασχεν.

ἐν ταῖς ταφαῖσι: Ταφαὶ, ὅπου οἱ ἐν πολέμῳ ἐνδόξως τετελευτηκότες μετὰ τιμῆς ἐθάπτοντο δημοσίᾳ. Ἄλλως. τοῖς κατὰ τὸν πόλεμον ἀποθανοῦσι δημοσίᾳ τάφους προὐτίθεσαν. τὸ οὖν τίλλειν τὰς τρίχας καὶ κόπτεσθαι ἅμα μὲν ὡς ἐπὶ τετελευτηκότι ἀναγκαίως, ἅμα δὲ εἰς μαλακίαν καὶ τὸ κόπτεσθαι κακεμφάτως.

Σεβῖνον, ὅστις ἐστὶν Ἀναφλύστιος: Ὀνοματοποιεῖ τοῦτο, ὡς πρὸς τὴν μαλακίαν Κλεισθένους, παρὰ τὸ αἰσχρόν. πιθανῶς δὲ τὸ ὅστις ἐμφαίνει οὐ τὸν ὑπὸ ἑνὸς μόνον περαινόμενον. πέπλασται δὲ αὐτῷ ὥσπερ ὁ Σεβῖνος, οὕτω καὶ ὁ Ἀναφλύστιος. ἀναφλᾶν γὰρ ἔλεγον τὸ μαλάσσειν τὸ αἰδοῖον. —καὶ ὑποσύρειν τὸ καλύπτον τὴν βάλανον δέρμα. βάλανος δέ ἐστι τὸ ἄκρον τῆς πόσθης. καὶ Σεβῖνος ἴσως παρὰ τὸ βινεῖν. ἔστι δὲ καὶ Σεβῖνος ὠνομασμένος παρὰ Πλάτωνι ποιητῇ. ἔστι δὲ καὶ δῆμος Ἀττικῆς Ἀναφλύστιος.

τουτονὶ τὸν Ἱπποβίνου: Παρεγραμμάτισε διὰ τὴν ἀσέλγειαν παρὰ τὸ Ἱππονίκου εἰς πορνομανῆ. τὸ δὲ ἵππος πολλαχοῦ ἐπὶ τοῦ μεγάλου λαμβάνουσιν· ἱππόπορνε. κωμῳδεῖται δὲ καὶ ὁ Καλλίας ὡς σπαθῶν τὴν πατρικὴν οὐσίαν, καὶ μάλιστα ἐπὶ γυναιξὶ μεμηνώς. ἢ τοῦ κτηνοβάτου. —τοῦτον: Ὃν πάντες ἴσασι δηλονότι.

ἐνημμένον: Ἐνδεδυμένον. Θ.

Διόνυσος. ἄλλοι δὲ Ξανθίας. ἐρωτᾷ.

μηδὲν: Τὸ δεν παρέλκει.

ἐρωτήσῃς με.

τὸ ὁμοῖον καὶ ἐν Γηρυτάδῃ.

αἴροιʼ ἂν: Λάβοις ἄν. Θ. τὰ στρώματα δηλονότι.

ἀλλʼ ἢ Διὸς Κόρινθος: Παροιμία ἐπὶ τῶν τὰ αὐτὰ συνεχῶς λεγόντων. τῶν Μεγαρέων ἀποστάντων Κορινθίων, ἀπεστάλη κῆρυξ πολλάκις λέγων ὅτι οὐκ ἀνέξεται ὑμῶν ὁ τοῦ Διὸς Κόρινθος· καὶ ἐπέμενέ τε τὸ αὐτὸ λέγων, ἕως οἱ Μεγαρεῖς σικχανθέντες ἔλεγον, παῖε παῖε τὸν Διὸς Κόρινθον, καὶ παροιμία ἐλέχθη ἐπὶ τῶν ταυτολογούντων ἀεὶ καὶ ταὐτὸ πραττόντων. ὁ δὲ Διὸς Κόρινθος, παῖς Διὸς, βασιλεὺς Κορίνθου. Μεγαρεῖς δὲ ὑποτελεῖς ἦσαν Κορινθίοις. —παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων. προφέρονται δὲ παρὰ τὸν Διὸς Κόρινθον. καὶ Πίνδαρος μνημονεύει τῆς παροιμίας ἐν Νεμεονίκαις. Μεγαρεῖς ὑποτελεῖς ἦσαν τοῖς Κορινθίοις καὶ ἀπαιτούμενοι, φησὶν, ἀεὶ ὑπὸ τοῦ κήρυκος ταῦτα λέγοντος, οὐ τιμᾶτε τὸν Διὸς Κόρινθον. ὁ δὲ Διὸς Κόρινθος παῖς Διὸς βασιλέως Κορίνθου. οἱ δὲ ἀπέκτειναν αὐτὸν ἐπιφωνοῦντες παῖε παῖε τὸν Διὸς Κόρινθον. ἔνθεν ἡ παροιμία ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων καὶ πραττόντων. Ἄλλως. Μεγαρεῖς συνῴκουν Κορινθίοις καὶ πολλὰ πάσχοντες κακῶς ὑπʼ αὐτῶν ἀπέστησαν. εἶτα πρὸς αὐτοὺς ἀπελθόντες πρέσβεις ἠξίουν ἐπανελθεῖν καὶ συνεχῶς ἔλεγον, ὁ Διὸς Κόρινθος ὑμᾶς ποθεῖ, ὁ Διὸς Κόρινθος διʼ ὑμᾶς λυπεῖται, καὶ συνεχῶς τὸ ὁ Διὸς Κόρινθος ἔλεγον, ὅθεν εἰς παροιμίαν ἦλθεν ἐπὶ τῶν τὸ αὐτὸ ποιούντων. Ἄλλως. Κόρινθος παῖς ἦν τοῦ Διὸς, ἔκτισε δὲ τὴν Κόρινθον. καὶ ἀποθανόντα τοῦτον ἐσέβοντο οἱ Κορίνθιοι. Κερκυραῖοι δὲ ἄποικοι ὄντες Κορινθίων καὶ ὑποτελεῖς ὄντες τῇ μητροπόλει ὕστερον ἀφωσιώθησαν. καὶ οἱ Κορίνθιοι ἐπικηρυκευόμενοι πρὸς αὐτοὺς ἔλεγον, μνήσθητε τοῦ Διὸς Κορίνθου. καὶ οὕτως ἀπειρηκότες οἱ Κερκυραῖοι ἀπήλασαν τὸν κήρυκα λέγοντες παῖε παῖε τὸν Διὸς Κόρινθον.

ὁ λόγος πρὸς τὸν χορόν. χωρεῖτε νῦν: Εἴσθεσις ἑτέρου μέλους προῳδικὴ διαιρεθέντος αὖθις τοῦ χοροῦ, καὶ τοῦ μὲν τὴν προῳδὴν ᾄσαντος, τοῦ δὲ τὴν ἀντιστροφήν. καὶ εἰσὶ τῆς μὲν προῳδῆς τὰ κῶλα ὀκτώ. τὸ πρῶτον Ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν, τοῦ δευτέρου ποδὸς ἑξασυλλάβου. τὰ βʹ, δʹ καὶ τελευταῖον παιωνικὰ δίμετρα καταληκτικὰ ἐκ παίωνος πρώτου, ἢ τετάρτου, καὶ βακχείου, ἢ ἀμφιβράχεος. τὸ τρίτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ πέμπτον καὶ ἕβδομον ἐπιχοριαμβικὰ δίμετρα ἀκατάληκτα ἐκ διιάμβου, ἢ ἐπιτρίτου τρίτου, καὶ χοριάμβου. τὸ ἕκτον τροχαϊκὸν ἰθυφαλλικόν. τῆς δὲ στροφῆς τὰ κῶλα ἓξ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ὧν τὰ πρῶτα ἰαμβικὰ δίμετρα ἀκατάληκτα. τὰ δεύτερα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ. τὸ μέντοι τῆς ἀντιστροφῆς τρίβραχυν ἔχει τὸν δεύτερον πόδα· ἔνθα καὶ ἀντὶ τοῦ ἱλαρὸν, ἱερὸν γράφεται. τὰ τρίτα Ἰωνικὰ ἀπὸ μείζονος δίμετρα καταληκτικὰ ἐκ παίωνος δευτέρου καὶ κρητικοῦ ἤτοι ἀμφιμάκρου. τὰ πέμπτα καὶ τὰ ἕκτα ὁμοίως. τὰ μέντοι τῆς ἀντιστροφῆς ἀντʼ Ἰωνικῶν ἔχει παίωνας δευτέρους. τὰ τελευταῖα Ἰωνικὰ ἡμιόλια ἤτοι δίμετρα βραχυκατάληκτα. ἐπὶ τῷ τέλει τῆς μὲν προῳδοῦ καὶ τῆς στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς. χωρεῖτε: Δύνανται πάντες οἱ κατὰ τὸν χορὸν ἀλλήλοις παρακελεύεσθαι, καὶ μὴ εἰς ἀμοιβαῖα διαιρεῖσθαι. ἀλλὰ τοῦτο εἰς οὐδὲν φαίνοιτο ἂν οἰκονομούμενος.

ἤτοι Κόρης ἢ Δήμητρος.

οἷς μέτεστιν, οἷς ὅσιον.

τῇ Δήμητρι καὶ τῇ Κόρῃ τὸ φέγγος οἴσων.

πολυρρόθους: Πολυήχους.

τὸν ἡμέτερον: Ἀντὶ τοῦ κατὰ τὸν ἡμέτερον τρόπον καὶ ὡς ἔθος ἔχομεν παίζοντες.

Μοῖραι οἱ θεσμοί.

ὅσοι μεμυήμεθʼ: Ἀντὶ τοῦ ἐμυσταγωγήθημεν. μυστήρια δὲ ἐκλήθη παρὰ τὸ τοὺς ἀκούοντας μύειν τὸ στόμα, καὶ μηδενὶ ταῦτα ἐξηγεῖσθαι. μύειν δέ ἐστι τὸ κλείειν τὸ στόμα. —τοῖς μυσταῖς.

καὶ τοὺς ἰδιώτας: Ἀντὶ τοῦ, τοὺς ἰδίους, τοὺς πολίτας. ἀντέστραπται δὲ τοῦτο τὸ ἴδιον ἀντὶ τοῦ ἰδιωτικοῦ, καὶ οὕτω πολλάκις εἴρηται. σημειωτέον δὲ ὅτι καὶ ἰδιώτης λέγεται ὁ πρὸς γένος ἴδιος καὶ ὁ ἀμαθής. — ἀντὶ τοῦ ἰδίους. ἐν παραγωγῇ ἴδιος ἰδιώτης. καὶ ἰδιώτας: Τὸ ἰδιωτικὸν κατὰ τοὺς παλαιοὺς τέσσαρα σημαινόμενα ἔχει. σημαίνει γὰρ τοὺς ἰδίους ἢ συγγενεῖς ἢ πολίτας, ὡς ἐνταῦθα. σημαίνει καὶ τὸν ἀμαθῆ. ἐλέγοντο καὶ ἰδιωτικὰ τὰ ἀντιδιαστελλόμενα πρὸς τὰ θεῖα, ἤτοι τὰ ἀνθρώπινα, ὡς ὅταν φῶμεν θεῖα χρήματα καὶ ἰδιωτικά. καὶ τέταρτον τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ δημοτικόν.

ἄγε δὴ: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οδʹ. ὧν τελευταῖος ἐμοῦ δεηθείης ἂν, εἰ θεὸς θέλει. ἐπὶ τῷ τέλει κορωνίς. ἐπανάληψις τὸ τίνα.

ὡς ἐπὶ ξένων.

ἀντὶ τοῦ ἅψαι. ἅψαι. Ἀττικῶς. Θ.

τὸ φρόνημα.

εἷς τῶν ἐν ᾍδου λέγει. τινὲς δὲ τὸν Αἰακὸν λέγουσιν ἀποκρίνασθαι· ὅπερ ἀπίθανον.

παραπλήσιά ἐστι τούτοις τὰ ἐν τῷ Θησεῖ πεποιημένα παρʼ Εὐριπίδῃ. ἐκεῖ γὰρ τοιοῦτος ἦν σπουδάζων καὶ τοιαῦτα λέγει πρὸς τὸν Μίνωα. διστάσαι δὲ ἄν τις μὴ καὶ ταῦτα μιμεῖται Ἀριστοφάνης. προείρηται ὅτι πολὺς ἐν τούτῳ τῷ γένει ἐστὶν Ἀριστοφάνης.

ἀντὶ τοῦ ἀπέδρασας.

ἀλλὰ νῦν ἔχει μέσος: Ἀντὶ τοῦ, μέσον ἐλήφθης. τοῦτο δὲ ἐκ μεταφορᾶς τῶν ἀθλητῶν. τὸ ἔχει δὲ, οὕτως Ἀττικοὶ, ἀντὶ τοῦ ἔχῃ· ἀπὸ τοῦ ἔχομαι δευτέρου προσώπου.

μελανοκάρδιος: Διὰ τὸ τῆς λέξεως φοβερὸν εἶπε μελανοκάρδιος πέτρα. οὐ γὰρ ἔχει καρδίαν ἡ πέτρα. ἐκ μεταφορᾶς τῶν ἀγρίων ἀνθρώπων, οὓς διὰ τὴν ἐνοῦσαν αὐτοῖς ἀγριότητα μελανοκαρδίους φασί. —ἐκ Θησέως Εὐριπίδου. Θ. καὶ τὰ μὲν ἑαυτῷ πλάττων λέγει, τὰ δὲ ἐξ Εὐριπίδου, πρὸς φόβον Διονύσου.

περίδρομοι: Οἷον πανταχοῦ δυνάμενοι περιστρέφεσθαι· λέγει δὲ τὰς Ἐρινύας.

Ἔχιδνά θʼ ἑκατοντακέφαλος: Ὁ τόπος οὗτος παρὰ τὰ ἐν Θησεῖ Εὐριπίδου κάρα τε γάρ σου συγχεῶ κόμαις ὁμοῦ, ῥανῶ τε πεδόσʼ ἐγκέφαλον, ὀμμάτων δʼ ἄπο αἱμοσταγεῖς πρηστῆρες ὕσονται κάτω.

πνευμόνων: Ἀττικοὶ τὸν πνεύμονα πλεύμονα λέγουσιν, ὡς καὶ τὸ νίτρον λίτρον.

Ταρτησία μύραινα: Μύραινα, δαίμων φοβερά· παρὰ τὸ μύρεσθαι. παρὰ τὰ ἐν τῷ Θησεῖ Εὐριπίδου. Ταρτησίαν δὲ εἶπε μύραιναν πρὸς τὸ ἐκπληκτικώτερον, διὰ τὸ ἐκτετοπισμένον. λέγουσι δὲ Ταρτησίαν γαλῆν, ἀντὶ τοῦ μεγάλην. ἡ δὲ Τάρτησος Ἰβηρικὴ πόλις περὶ τὴν Ἄορνον λίμνην. μύραινα δὲ ἰχθὺς θαλάσσιος. ἀντὶ δὲ τοῦ εἰπεῖν ἔχιδναν, μύραιναν εἶπε. τὸ γὰρ Στυγὸς ἐπὶ πλησίον εἶπε τούτοις. ἔστι δὲ ταῦτα ἐν Θησεῖ πεποιημένα Εὐριπίδῃ· ἐκεῖ γὰρ τοιοῦτός ἐστι σπουδάζων ὁ Εὐριπίδης οἷος ἐνταῦθα παίζων.

Γοργόνες Τιθράσιαι: Ἀπὸ δήμου τῆς Ἀττικῆς πονηροῦ. οὐκ εἰκῆ δὲ τοῦτο εἶπεν, ἀλλʼ ἐοίκασι τὸν δῆμον τοῦτον διαβάλλειν ὡς κακοπράγμονα. εἰσὶ δὲ οὗτοι ἀπὸ Τίθραντος τοῦ Πανδίονος παιδὸς ἐπώνυμοι. εἰς δὲ τὴν Αἰγηΐδα φυλὴν κατανενέμηνται. Ἄλλως. Τιθράσιος, τόπος τῆς Λιβύης, ἔνθα αἱ Γοργόνες διέτριβον. —διασπαράξωσι. τόπος τῆς Λιβύης.

ἀντὶ τοῦ νικήσω.

οὗτος, τί δέδρακας: Ἰδὼν ὁ Ξανθίας διὰ τὸν φόβον ἀποπατήσαντα τὸν Διόνυσον, φησὶν, οὗτος, τί δέδρακας; τὸ δὲ κάλει θεὸν τινὲς οὕτως ἀποδεδώκασιν. ἐν τοῖς Ληναϊκοῖς ἀγῶσι τοῦ Διονύσου ὁ δᾳδοῦχος κατέχων λαμπάδα, λέγει, καλεῖτε θεόν. καὶ οἱ ὑπακούοντες βοῶσι, “Σεμελήϊʼ Ἴακχε πλουτοδότα.” ἢ πρὸς τὸ ἐν ταῖς θυσίαις ἐπιλεγόμενον. ἐπειδὰν γὰρ σπονδοποιήσωνται, ἐπιλέγουσιν, ἐκκέχυται, κάλει θεόν· πρὸς ὃ ἐξείλεκται εἰς τοῦτο. Ἄλλως. κάλει θεόν: Πρὸς βοήθειαν κάλει θεόν. οὐ γὰρ Διόνυσος θεὸς ἦν, ὅτι εἶπεν αὐτῷ, κάλει θεόν. τοῦτο δὲ ὡς ἐν κωμῳδίᾳ πέπλασται. Ἄλλως. εἰώθασιν οἱ μεγάλοις κακοῖς περιπίπτοντες θεὸν ἐπικαλεῖσθαι πρὸς ἀρωγὴν θυσίας τινὸς ὑποσχέσει. δείκνυσι δὲ ἐντεῦθεν ὡς ὁ Διόνυσος οὐκ ἔστι θεὸς, ὡς ἐν κωμῳδίᾳ παίζων. τὸ δὲ ἐγκέχοδα ἀπὸ τοῦ χέζω μέσος παρακείμενος.

ἀλλʼ ὡρακιῶ: Ἀντὶ τοῦ ὠχριῶ, φροντίζω. ὥρα γὰρ ἡ φροντίς. ἐκ δὲ φροντίδος ἐκλύεταί τις. ὡρακιᾶσαι δὲ λέγεται τὸ ὑπὸ φόβου ὠχριᾶσαι· ἀπὸ τοῦ τὴν ὥραν αἰκίζειν. τοῦτο δὲ Σοφοκλῆς εἶπεν ἐν Ἀμφιαράῳ σατυρικῷ. τὸ ὠχριᾶσαι θλιβομένης τῆς καρδίας. τοῦτο δὲ πολλοῖς γίνεται.

ποὖστιν: Ὁ Διόνυσος φοβούμενος λέγει, ποῦ ἐστιν ἡ καρδία μου; —ποῦ ʼστιν ἡ καρδία σου; ὦ χρυσοῖ θεοὶ, ἐνταῦθʼ ἔχεις τὴν καρδίαν, ἔνθα μου τὴν χεῖρα προσήγαγες;

ἐνταῦθʼ ἔχεις τὴν καρδίαν: Ἔνθα μου τὴν χεῖρα προσήγαγες· ἤγουν περὶ τὸν πρωκτόν. λαμβάνει ὁ Διόνυσος τὴν χεῖρα τοῦ Ξανθίου, καὶ προστίθησιν εἰς τὸν πρωκτόν. ὁ δὲ τίθησι τὸν σπόγγον εἰς τὸ αἰδοῖον αὐτοῦ γέλωτος χάριν.

πῶς δειλὸς: Δειλός εἰμι ἐγὼ, ὅτι ᾔτησά σε σπογγίαν; τοῦτο δὲ ὡς θαυμάζων ἑαυτὸν ὁ Διόνυσος λέγει, ὅτι οὐκ ἂν ἄλλος ᾔτησέ σε, ὦ Ξανθία, σπόγγον, ἀλλʼ ἐσιώπησεν ἄν. τοῦ γὰρ δειλοῦ τὸ οἰκεῖον σιωπᾶν, οὐ τὸ λαλεῖν. τὸ δὲ ἐγώ ἢ μόνον κατʼ ἐρώτησιν, ἢ καθʼ ὁμαλισμὸν μέχρι τοῦ δειλός.

ὀσφραινόμενος: Οἱ τῷ φόβῳ ἐκλυόμενοι ὀσφρήσει τὸν πόνον παύουσιν. ὁ δὲ πόνος αὐτοῖς ἐκ καρδίας γίνεται.

ἀπεψησάμην: Κατεμαξάμην. ἀποψᾶν λέγουσι τὸ ἐκμάσσειν. καὶ ἐν Πλούτῳ “ἀποψώμεσθα δʼ οὐ λίθοις ἔτι.” —ψῶ σημαίνει πέντε. τὸ λεπτύνω, ἐξ οὗ καὶ ψιλὸν στρατιώτην λέγομεν τὸν ἄοπλον καὶ γυμνόν. τὸ ψαύω καὶ προσεγγίζω, ἐξ οὗ καὶ ψώρα καὶ τὸ ἀπεψησάμην. τὸ τέμνω, ἐξ οὗ καὶ ψωμὸς ὁ εἰς μικρὰ τεμνόμενος. τὸ συντρίβω, ἐξ οὗ καὶ ψώχοντες τοὺς στάχυας ἀντὶ τοῦ ταῖς χερσὶ συντρίβοντες. καὶ ψῶ τὸ καίω, ἐξ οὗ καὶ ψωλὸς δαλὸς ὁ κεκαυμένος καὶ ψωλόεις εἶδος κεραυνοῦ. Θ.

ἴθι νῦν: Τὸ ἴθι ἀντὶ τοῦ ἄγε. συνομωνυμεῖ γὰρ τὸ δεῦρο, ὃ σημαίνει καὶ τὸ ἄγε. ληματιᾷς: Λῆμά ἐστι τὸ φρόνημα. ληματιᾷς οὖν, μέγα φρονεῖς. γράφεται καὶ ληματίας, χωρὶς τοῦ ι· οἷον μεγαλόφρων καὶ ἰσχυρός.

ἀφοβόσπλαγχνος: Ἄφοβος. ἐπειδήπερ ὁ φόβος, ὥς φασιν, ἐν τοῖς σπλάγχνοις ἐστίν. ἢ ὅτι ἡ καρδία ἐν τοῖς σπλάγχνοις, περὶ ἣν ὁ φόβος γίνεται.

ἀνὰ μέρος ἐν ἴσῃ μερίδι.

φέρε δὴ ταχέως: Οὐδαμῶς, φησὶν, ὀφείλεις λέγειν, ἀλλὰ καὶ διδόναι, ἵνα σοι πιστεύσω, ὅτι ἀληθῶς ἐπαγγέλλῃ μοι αὐτὰ διδόναι.

εἰς τὸν Ἡρακλειοξανθίαν: Αὐτὸς Ξανθίας ἐκαλεῖτο. παραπλήσια δὲ ὅπλα τοῖς Ἡρακλέους εἶχε. συμμιγνὺς οὖν τὰ δύο ὁμοῦ εἶπεν Ἡρακλειοξανθίαν.

ὁὐκ Μελίτης μαστιγίας: Ἀντὶ τοῦ, ὁ ἐκ Μελίτης Ἡρακλῆς. ἐν γὰρ Μελίτῃ δήμῳ τῆς Ἀττικῆς ἐμυήθη Ἡρακλῆς τὰ μικρὰ μυστήρια. ἔστι δὲ ἐκεῖ καὶ ἱερὸν Ἡρακλέους. ἐκλήθη δὲ ἀπὸ Μελίτης νύμφης, ᾗ ἐμίγη ὁ Ἡρακλῆς. μαστιγίαν δὲ ὡς πρὸς δοῦλον. παρὰ δὲ τὴν ὑπόνοιαν σκώπτει, ἐπειδὴ ἐν Μελίτῃ ἐστὶν ἐπιφανέστατον ἱερὸν Ἡρακλέους ἀλεξικάκου, ὁ δὲ Ξανθίας ἀντιμετείληφε τὴν τοῦ Ἡρακλέους σκευήν. τὸ δὲ τοῦ Ἡρακλέους ἄγαλμα ἔργον Γελάδου τοῦ Ἀργείου, τοῦ διδασκάλου Φειδίου. ἡ δὲ ἵδρυσις ἐγένετο κατὰ τὸν μέγαν λοιμόν· ὅθεν καὶ ἐπαύσατο ἡ νόσος, πολλῶν ἀνθρώπων ἀπολλυμένων. Ἀπολλώνιος δὲ οὐ κακῶς ὑπονενοῆσθαί φησι τὸ κωμῳδεῖσθαί τινα. ἴσως δὲ ὅτι ἦρχε, διὰ τοῦτο οὐκ ὠνομάσθη. ἢ ὀλίγον πρότερον εἰρῆσθαι. Καλλίας γὰρ ὁ Ἱππονίκου ἐν Μελίτῃ ᾤκει. παρεικάζει δὲ αὐτὸν ἅμα τῷ Ἡρακλεῖ, ἅμα χλευάζων διὰ τὸ λεοντῇ ἐν ταῖς μάχαις χρῆσθαι, ὡς ἐν τοῖς ὀπίσω κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον. ἐπεὶ εἴ γε ὄντως ἐπὶ τὸν Ἡρακλέα ἀνέφερε, τί μᾶλλον εἶπε τὸ ἐκ Μελίτης, καὶ μὴ ἐξ ἄλλου δήμου; πανταχοῦ γὰρ Ἡράκλεια ἐπιφανῆ. σύνηθές τε οὐχ οὕτω λέγειν ἐπὶ θεῶν, οὑκ Μελίτης, ἀλλʼ ὁ ἐν Μελίτῃ, ὡς καὶ Ζεὺς ὁ ἐν Ὀλυμπίᾳ· ἐπὶ δὲ ἀνθρώπων, ἐκ Μελίτης, ἐξ Οἴου, ἐκ Κοθωκιδῶν. πῶς δὲ καὶ παλαιότερον εἶναι Ἀριστοφάνους τὸ ἄγαλμα, εἰ ἀκμάζοντος τοῦ λοιμοῦ ἱδρύθη; σχεδὸν γὰρ μειρακίσκος ἤδη ἥπτετο τῶν ἀγώνων.

θεράπαινα Περσεφόνης λέγει ταῦτα πρὸς τὸν Ξανθίαν ἔχοντα τὴν λεοντῆν. Θ. θεράπων, ὡς δέ τινες φασὶν, δούλη Περσεφόνης.

ἡ Κόρη δηλονότι.

κατερικτῶν χύτρας: Τῶν κατακεκομμένων ὀσπρίων, ἢ τῶν κυάμων τῶν σχιζομένων. λέγει δὲ τὰ σχιζόμενα ὄσπρια, τοὺς κυάμους, τὰ ἐρεικόμενα. καὶ τὴν ἐρίγμην δὲ ἐντεῦθεν ἐτυμολογοῦσί τινες.

ἔτνος ἐστὶν ἀθάρα μετὰ γάλακτος. ἔτνους: Ὃ νῦν φάβα οἱ ἰδιῶται καὶ οἱ ἄγροικοι, τὸ διαλελυμένον ὑπὸ τῆς ἑψήσεως καὶ τῆς τορύνης. τορύνη δὲ, ὁ χυτρόπους. Ἄλλως. πρῶτον εἰπὼν καθολικῶς κατερικτῶν, ἤτοι κατεσχισμένων ὀσπρίων, ἐπειδὴ οὐδὲν ἄλλο τῶν ὀσπρίων σχίζομεν ἀλλʼ ἢ τοὺς κυάμους, ὅταν ἔτνος ποιῆσαι θέλωμεν, ἐπήγαγε τὸ ἔτνους. ἔχαιρε γὰρ τούτῳ πάνυ ὁ Ἡρακλῆς. ἢ τὸ ἔτνους ἑρμηνεία τοῦ κατερικτῶν.

κολλάβους: Λέγει τοὺς ἄρτους, τοὺς ἐοικότας τὴν πλάσιν τοῖς κολλάβοις τῆς κιθάρας. οἱ δὲ εἶδος πλακοῦντος τετραγώνου, ἢ ἄρτου μικροῦ, παρὰ τὸ ἐκ μεγάλων κολλυβίζεσθαι. Ἄλλως. ἄρτοι νέοι ἐκ πυρῶν. καὶ οἱ λάσταυροι ὑπὸ Σικυωνίων λέγονται. καὶ ἡ νευρὰ τοῦ ὀργάνου. —τὰ γὰρ ὀπτὰ καλὰ τὰ ἐξ ἀνθράκων ὀπτώμενα. Θ. τοὺς λεγομένους κόλλικας. φασὶ δὲ κολλάβους καὶ τὰ τῆς μουσικῆς ἰδιωτικῶς λεγόμενα καβάλια. Θ.

ἐπαινῶ: Οὐ βούλομαι εἰσελθεῖν.

ἔφρυγε: Ἐτηγάνιζε. κᾦνον ἀντὶ τοῦ καὶ οἶνον.

πάνυ καλῶς: Παραιτούμενοι οἱ παλαιοὶ ἔλεγον, κάλλιστʼ ἐπαινῶ, καὶ, ἐπῄνουν. νῦν οὖν παραιτούμενος εἰσιέναι φησὶν ὁ θεράπων, ἀντὶ τοῦ ἔασον. ληρεῖς ἔχων: Τοῦτο λέγει κρατῶν αὐτὸν ὁ Διόνυσος, καὶ μὴ συγχωρῶν αὐτὸν εἰσελθεῖν ἅμα τῇ θεραπαίνῃ τῆς Περσεφόνης. περιττὸν δὲ τὸ ἔχων.

καὶ γὰρ αὐλητρὶς: Αὕτη ἡ κατασκευὴ πρὸς τὸ, ἀλλʼ εἴσιθʼ ἅμʼ ἐμοί.

τὸ τέλειον ἥδε.

εἰσάγεται καταφερὴς Διόνυσος.

ἡβυλλιῶσαι: Ἡβῶσαι καὶ αἰσχρῶς τίλλουσαι τὸ αἰδοῖον. ἢ ἀντὶ τοῦ ἀκμάζουσαι τὴν ἡλικίαν. ἄρτι παρατετιλμέναι: Ἐκ τούτου δείκνυται ὅτι παρέτιλλον, καὶ οἱονεὶ ἐξέδερον ἢ ἔτυπτον τὸ γυναικεῖον αἰδοῖον. οὕτως γὰρ πάλαι ἐψίλουν. καὶ δορίαλος τὸ γυναικεῖον αἰδοῖον, ὡς παρὰ τῷ αὐτῷ ποιητῇ αἱ γυναῖκες τὸν δορίαλον φράγνυνται.» τίλλουσι δὲ τὰς τρίχας αἱ νεόνυμφοι. ἣ ἐσπασμέναι τὰς ἐπανθούσας τῷ προσώπῳ τρίχας, καὶ τὰς τῶν ὀφρύων. κρεῖττον γάρ ἐστι τοῦτο τοῦ ξυρεῖν. —παρατετιλμέναι: λείπει τὰς τρίχας. αἱ γὰρ μελλόνυμφοι τίλλουσι τὰς τρίχας.

τεμάχη: Τὰ κόμματα τῶν ἰχθύων.

ἀφαιρεῖν: Ἀντὶ τοῦ κόπτειν, ἢ διαιρεῖν ἐκ τῶν ὀβελίσκων, ἢ κλέπτειν. ἐσῄρετο: Νῦν ἀντὶ τοῦ εἰσεφέρετο.

αὐτὸς: Ἀντὶ τοῦ ὁ δεσπότης.

τῷ Διονύσῳ φησί. ὁ Ξανθίας πρὸς τὸν Διόνυσον. μετεστόλισται γὰρ ὁ Διόνυσος εὐλαβηθεὶς καὶ περιβέβληται τὴν τοῦ Ξανθίου στολήν.

ἐπίσχες: Κρατεῖ τὸν Ξανθίαν ὁ Διόνυσος. τὸ δὲ οὔτι που, ἢ ἀντὶ τοῦ ἆρα· ἢ πρὸς τὸ οὔτι που στικτέον. τὸ δὲ λοιπὸν κατʼ ἐρώτησιν λέγε. οὔτι που, ἤγουν οὐδαμῶς σπουδὴν ποιεῖς· ἤγουν ἀληθὲς τοῦτο ἐνόμισας, ὅτι σε παίζων Ἡρακλέα ἐσκεύασα; ἆρα, φησὶ, νομίζεις σεαυτὸν Ἡρακλέα εἶναι, ἐπεὶ ἐποίησα παίζων σχῆμά σε παραπλήσιον ἔχειν τοῦ Ἡρακλέους, διὰ τὴν λεοντῆν καὶ τὸ ῥόπαλον;

οὐ δήπου μʼ ἀφελέσθαι διανοεῖ: Ἀντὶ τοῦ ὄντως διανοῇ, ὥστε ἀφελέσθαι με τὰ ὅπλα. ἡ γὰρ οὐ ἄρνησις συγκατάθεσιν δηλοῖ.

οὐ τάχʼ ἀλλʼ ἤδη ποῶ: Οὐδʼ ὅλως, φησὶ, διανοοῦμαι. ἀλλʼ ἤδη αὐτὰ ἀφαιροῦμαι· οἷον, οὐ διστάζω. —ἐπεὶ εἶπε σπουδάσεις, λέγει οὐ σπουδάσω λόγοις ἀλλʼ ἔργῳ.

τὴν λεοντῆν.

ἀνατίθημι.

τὸ προσδοκῆσαι σεαυτὸν Ἡρακλέα εἶναι.

ταῦτα μὲν πρὸς ἀνδρός ἐστιν: Εἴσθεσις μέλους χοροῦ προῳδικὴ στροφῆς λόγον ἔχουσα, ἔχει γὰρ καὶ ἀντίστροφον, τὸ, νῦν σὸν ἔργον ἐστίν ἐκ κώλων τροχαϊκῶν ιʹ, ὧν τὰ γʹ, ϛʹ, θʹ, δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ Εὐριπίδεια, τὰ δὲ λοιπὰ ἀκατάληκτα· πλὴν τοῦ τελευταίου τετραμέτρου ὄντος καταληκτικοῦ. ἑξῆς δὲ σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς, ἀναλόγως τῇ στροφῇ τῇ τε ποσότητι καὶ ποιότητι τῶν κώλων. ἐπὶ τῷ τέλει ἑκατέρου παράγραφος καὶ ἔσω νενευκυῖα διπλῆ διὰ τὴν ἀνταπόδοσιν. ταῦτα λέγει ὁ χορὸς διὰ τὸν Διόνυσον· ἐπειδὴ οὗτος, ὅτε ἐφοβήθη διὰ τὰς τοῦ διακόνου ἀπειλὰς, τὸν Ξανθίαν ἐποίησεν ὡς δεσπότην, ἑαυτὸν δὲ δοῦλον. ὅτε δὲ ὁ θεράπων τοῦ ᾍδου ἀπήγγειλε τῷ Ξανθίᾳ, ὅτι ἡ κόρη δεῖπνον καὶ ὄψα ἐποίησε, δεσπότην πάλιν ἑαυτὸν ποιεῖ, τὸν δὲ Ξανθίαν δοῦλον. ἀποδέχεται δὲ τὸν Διόνυσον ὁ χορὸς ὡς μὴ μένοντα ἐπὶ τοῖς αὐτοῖς.

ἀντὶ τοῦ εἰς πάντα τετριμμένος.

μετακυλίνδειν: Ὅμοιον τῷ ἐν Ἀλκμήνῃ Εὐριπίδου οὐ γάρ ποτʼ εἴων Σθένελον ἐς τὸν εὐτυχῆ χωροῦντα τοῖχον τῆς δίκης ἀποστερεῖν. παροιμία δέ ἐστι, πρὸς τὸν εὖ πράττοντα τοῖχον ῥέπειν, ἐπὶ τῶν περὶ τὸ λυσιτελοῦν αὑτοῖς ἀεὶ στρεφομένων. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν ἐπιβατῶν τῆς νεὼς, ὅταν θατέρου μέρους αὐτοῖς κατακλυζομένου, πρὸς τὸ ἕτερον οὗτοι μεθίστανται. —τὴν μεταφορὰν εἶπεν ὡς ἐπὶ τοῦ ἐπιβάτου· ὅταν γὰρ ταραχθῇ ἡ θάλασσα καὶ κινδυνεύῃ τὸ πλοῖον, ὁ ἐπιβάτης σωφρονῶν τὸν μὲν ἕτερον τοῖχον ἐᾷ, εἰς δὲ τὸν ἕτερον μετακυλίνδει ἑαυτόν.

τὸ καλῶς πρᾶττον μέρος.

ἢ γεγραμμένην: Ἀντὶ τοῦ, μηδὲν ἀνύοντα· ὅτι ἀκίνητον τὸ ἐπιγεγραμμένον τῇ εἰκόνι.

μεταστρέφειν: Μεταστρέφεσθαι. τὸ ἡδύτερον καὶ εὖ ἔχον.

Θηραμένης: Οὗτος τῶν τὰ πολιτικὰ πραττόντων. σκώπτει δὲ αὐτὸν ὡς εὐμετάβολον ὄντα καὶ πρὸς τὸν καιρὸν ἁρμόζοντα. οὗτος δὲ γέγονεν ὁ Θηραμένης διδάσκαλος Ἰσοκράτους, στρατηγὸς δὲ καὶ ὑποκριτὴς εὐμετάβλητος, Ἄγνωνος παῖς, Στειριεὺς τῶν δήμων. τούτῳ πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιστα καὶ σχετλιώτατα, ἥ τε τῶν ἐν Ἀργεννούσῃ στρατηγῶν ἀπαγωγὴ, ἣν αὐτὸς συνεστήσατο μετὰ Καλλιξένου, καὶ ἡ τῶν λʹ ἐπὶ καταλύσει τοῦ δήμου κατάστασις. τοιγάρτοι τῆς τοῦ βίου προαιρέσεως ἐπαξίας τῆς τελευτῆς ἔτυχεν· ὑπὸ γὰρ αὐτῶν τῶν λʹ ἀνῃρέθη, Κριτίου κρίναντος αὐτόν. ἔνιοι δέ φασι καὶ καταφυγόντα αὐτὸν ἐπὶ τὴν ἑστίαν ἀποσπασθῆναι. τοῦτον διὰ τὴν ποικιλίαν τοῦ ἤθους Κόθορνον ἐκάλουν, ἐπειδὴ ἑκατέρᾳ στάσει τῇ τῶν πολιτευομένων ἑαυτὸν παρετίθει, καθομιλῶν τοῖς καιροῖς καὶ τὸ συμφέρον ἑαυτοῦ τοῦ πιστοῦ προτάσσων, ἐπειδὴ καὶ ὁ κόθορνος ἀνδράσι καὶ γυναιξὶ πρὸς τὰς ὑποδέσεις ἁρμόττει. δοκεῖ δὲ οὗτος καὶ τὰ τρία ψηφίσασθαι ἐπιζήμια, ἢ δεσμεύεσθαι ἐν τῷ ξύλῳ, ἢ πιεῖν κώνειον, ἢ ἐκφυγεῖν. δοκεῖ δὲ ἀπὸ Κέω τῆς νήσου εἶναι, οὐκ εἶναι δὲ γνήσιος, ἀλλὰ ποιητὸς υἱὸς τοῦ Ἄγνωνος. ὁ Θουκυδίδης δὲ αὐτὸν ἐπαινεῖ. Ἄλλως. ὁ Θηραμένης οὗτος ἀνὴρ πανοῦργος ἦν, καὶ πρὸς τοὺς καιροὺς μεταβαλλόμενος. Χῖοι γὰρ καὶ Κῖοι πόλεμον εἶχον πρὸς ἀλλήλους. ὅτε οὖν παρὰ Χίοις ἦν, Χῖον ἑαυτὸν ἐκάλει· ὅτε δὲ παρὰ Κίοις, Κῖον· τῇ δὲ ἀληθείᾳ Χῖος ἦν.

ἐν στρώμασι Μιλησίοις: Ἐκεῖ γὰρ ἐν Μιλήτῳ καλὴ ἡ τῶν στρωμάτων ἐργασία. καὶ τὰ Μιλήσια στρώματα ποικίλα καὶ ἁπαλὰ γίνεται καὶ διάφορα. εἰς τρυφὴν δὲ οἱ Μιλήσιοι διαβάλλονται, καὶ εἰς τὸ στολῆς πολυτελές· ἐσθῆτές τʼ ἐνταῦθα κατεσκευάζοντο ποικίλαι καὶ τάπητες· ὡς καὶ Θεόκριτος πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνου, ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν καταβόσκων. ἀμίδα δὲ, τὴν οὐρητρίδα, τὸ οὐρηρὸν ἀγγεῖον.

ἀνατετραμμένος: Ἀνακείμενος καὶ φιλῶν ὀρχηστρίδα. ἄνω χάσκων. ἀνακεκλιμένος καὶ ἐξηπλωμένος. κινῶν: Συνουσιάζων.

ἐγὼ δὲ πρὸς τοῦτον: Ὁρῶν γὰρ ὁ Διόνυσος συνιόντα τῇ ὀρχηστρίδι τὸν Ξανθίαν, καὶ ὥσπερ ἐρεθιζόμενος τοῦ αἰδοίου ἐδραττόμην — φησὶν — ἀντὶ τοῦ ἐμαυτοῦ, ὁ δὲ Ξανθίας γνοὺς ἅτε καὶ αὐτὸς πρότερος τὰ αὐτὰ ποιῶν ἐπάταξεν ἄν με.

τοῦ ʼρεβίνθου: Τοῦ αἰδοίου. τὸ δὲ ὅλον, ὡς ταῦτα τοῦ Ξανθίου ποιοῦντος, ἐπειδὰν διακονῇ τῷ Διονύσῳ, καὶ διὰ τοῦτο ἐπιγνόντος ἂν αὐτὰ, εἰ ἀνὰ μέρος ἐποίει ὁ Διόνυσος. —ἢ κυρίως ἐρεβίνθου· εἰώθασι γὰρ οἱ δοῦλοι ἐν τοῖς τῶν δεσποτῶν πότοις εἰς παραμυθίαν ἑαυτῶν τοιαῦτα περιφέρειν.

τοὺς χοροὺς τοὺς προσθίους: Ἀντὶ τοῦ εἰπεῖν ὀδόντας, εἶπεν χορούς. Διόνυσος γάρ ἐστιν ὁ τῶν χορῶν προστάτης. τὸ δὲ ὅλον παρὰ τὴν ὑπόνοιαν.

Πλαθάνη, Πλαθάνη: Κορωνὶς ὁμοία εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μαʹ, ὧν τελευταῖος δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω. πανδοκεύτρια πρὸς Πλαθάνην θεράπαιναν ἑαυτῆς λέγει. εἰσάγει δὲ τὸν Ἡρακλέα νῦν βεβρωκότα τι. ἀνημιωβολιμαῖα δὲ, ἀντὶ τοῦ, ἕκαστον αὐτῶν ἥμισυ ὀβολοῦ ἦν, ἄξιον ἡμιωβολίου. ἢ ὠμὰ ὄντα κατὰ τὸ ἥμισυ. Ἄλλως. ὅτι ἰδίως ἐπὶ τοῦ ἀνημιωβολίου πωλούμενα. ἀπὸ δὲ συντάξεως ὀνόματα γίνεται καλὸς καὶ ἀγαθὸς, καλοκαγαθία· θεοῖς ἐχθρὸς, θεοεχθρία· οὕτως ἀνʼ ἡμιωβόλιον, ἀνημιωβολιαῖον. δηλοῖ δὲ ἡμιωβόλου ἄξια. ἐπισημειοῦσθαι δὲ τὴν λέξιν ἔδει τῷ χ. ἀνάβραστα δὲ, ζεστὰ, ἡψημένα. —ζεστὰ, παρὰ τὸ βράσσειν. ἀνημιωβολιαῖα: Ἄξιον ἡμίσεος ὀβολοῦ ἓν ἕκαστον. παλαιόν: Ὅτι ὥσπερ ἀπὸ τοῦ καλὸς καὶ ἀγαθὸς σύνθετον ὄνομα γίνεται καλοκαγαθία, καὶ ἀπὸ τοῦ θεὸς καὶ τοῦ ἐχθρὸς θεοεχθρία, οὕτω καὶ ἀπὸ τοῦ ἥμισυ καὶ τοῦ ὀβολὸς, ἡμιωβολιαῖον, τὸ ἡμιοβόλου ἄξιον. διὸ καὶ ἐπισημειοῦσθαι τὴν λέξιν τῷ χ.

ὅτε ἦλθεν ἐπὶ τὸν Κέρβερον.

ἡ ἑτέρα πανδοκεύτρια.

τῷ Διονύσῳ δηλονότι.

ἀντὶ τοῦ ὁ Διόνυσος. ὁ Ξανθίας δὲ ἠρέμα λαλεῖ.

ληρεῖς ὦ γύναι: Οὐ δείκνυται Ἡρακλῆς σκορόδων γευσάμενος. διὸ πρὸς ταύτην φησὶ, ληρεῖς, ὦ γύναι.

οὔμενούν με προσεδόκας: Οὐ προσεδόκας με γνῶναί σε, ἐπειδὴ κόθορνος τοῦ Διονύσου ἐστὶν, οὐ τοῦ Ἡρακλέους. —κοθόρνους τὰ ὑποδήματα.

τὸ τάριχος: Οὕτως ἔλεγον οἱ Ἀττικοὶ, οὐδετέρως. ἐπελαθόμην δὲ, φησὶν, εἰπεῖν τὸ τάριχος.

νέον, ἁπαλόν.

αὐτοῖς τοῖς ταλάροις: Ἔτι ὄντα, φησὶν, ἐν τοῖς μικροῖς καλαθίσκοις. —ταλάροις: Τυροβόλοις. τοῖς μικροῖς καλαθίοις, ὅπου ὁ τυρός ἐστι. αὐτοῖς: Σύν. ταλάροις: Καλαθίσκοις. λέγει δὲ τὰ λεγόμενα ἰδιωτικῶς τυροβόλια.

ἀπῄτουν.

κἀμυκᾶτο: Ἐπεβριμήσατο. πικρὸν ἐβρυχᾶτο, ἐμήνιεν.

οὗτος ὁ τρόπος πανταχοῦ: Τὸ τρώγειν καὶ μὴ διδόναι, φησὶ, τὸν μισθόν. τοῦτο δὲ ὁ Ξανθίας, ἐπαίρων κατὰ τοῦ Διονύσου τὰς γυναῖκας.

μαίνεσθαι δοκῶν: Καὶ παρʼ Εὐριπίδῃ μαινόμενος Ἡρακλῆς καὶ σπῶν τὸ ξίφος. πρὸς τοῦτο οὖν παίζει.

ἀντὶ τοῦ δείσασαι δυϊκῶς.

κατήλιφα: Τὴν μεσόδομον, ἢ τὴν κλίμακα. —κλίμακα. σανίδα, ἐν ᾗ πάντα τὰ πωλούμενα τιθέασιν, εἰς ἣν ἀναβαίνοντες οἱ κατοικίδιοι ὄρνις ἐκεῖ κοιμῶνται. νομίζουσι δὲ Ἡρακλέα τὸν Διόνυσον εἶναι ὡς ἡρπακότα τὰ χρειώδη καθʼ ᾍδου, ὅτε κατῆλθεν ἐπὶ τὸν Κέρβερον.

τὰς ψιάθους: Οἷον καὶ τὰ στρώματα τοῦ πανδοκείου. ἐν δὲ τῷ Καλλιστράτῳ γέγραπται τοὺς ψιάθους, καὶ ὅτι σεσημείωται τοῦτο, ὅτι ἀρσενικῶς εἶπε. —ὅτι ὧδε ἀρσενικῶς, ὧδε δὲ θηλυκῶς, διὸ τὸ χ. Θ. τὸ δὲ, ἀλλʼ ἐχρῆν τι δρᾶν, δύναται καὶ ἡ γυνὴ λέγειν, ἀντὶ τοῦ τιμωρήσασθαι. —ἐχρῆν ὑμᾶς τι δρᾶν περὶ αὐτόν.

τὸν προστάτην Κλέωνα: Ἦν γὰρ ἀποθανὼν τότε. τὰ δὲ δράματα καθʼ ᾅδου νῦν. Κλέωνα δὲ τὸν βυρσοδέψην, εἰς ὃν γέγραφε τοὺς Ἱππέας. Ὑπέρβολον δὲ, εἰς ὃν καὶ Εὔπολις ἔγραψε τὸν Μαρικᾶν. ἀπώλετο δὲ περὶ τὴν Σάμον, πολεμούντων αὐτῷ τῶν Σαμίων.

ἐάνπερ ἐπιτύχῃς: Ὡς καὶ τοῦ Ὑπερβόλου τεθνηκότος. παρατηρητέον δὲ ὅτι τέσσαρες ἐπὶ σκηνῆς διαλέγονται.

φορτία: Ψωμοὺς, κρέα, τυροὺς, καὶ τἄλλα. τινὲς δὲ ἤκουσαν τὰ κόπρια φορτικῶς.

τινές φασι τὸν Διόνυσον λέγειν τοῦτον τὸν στίχον. ὄρυγμα ἐν Ἀθήναις, εἰς ὃ ἐβάλλοντο οἱ κακοῦργοι.

κόλικας: Ἢ ἄρτους, ἢ ἔντερα. τὸ δὲ ᾧ, οὐ πρὸς τὸ δρέπανον, ἀλλὰ πρὸς τὸν λάρυγγα. κατέσπασας δὲ ἀντὶ τοῦ κατεβρόχθισας.

ἐκπηνιεῖται: Ἃ ἔφαγεν ἡμῶν, ἀφελκύσει. ἀπὸ τῶν τὴν κρόκα μηρυομένων εἰς πηνία. Ἄλλως. ἐξελκύσει ἀπὸ τοῦ πηνίου. Ὅμηρος «πηνίον ἐξέλκουσα.» ἢ ἐξάξει. ἀπὸ μεταφορᾶς τῆς κατὰ μικρὸν ἐκ τοῦ σκώληκος ἐξαγομένης πήνης. εἰ δὲ διὰ τῆς οι διφθόγγου γράφεται, μετὰ τιμωρίας ἀπαιτήσει. τὸ ἐκποινιεῖται ἢ διὰ τοῦ ο καὶ ι γράφεται, ἀντὶ τοῦ μετὰ τιμωρίας ἀπαιτήσει. ἢ διὰ τοῦ η, ἵνʼ ᾖ ἀντὶ τοῦ ἐξάξει. ἐπειδὴ καὶ τὴν μέταξαν καταρχὰς ἐκ τοῦ σκώληκος ἐξάγομεν κατὰ μικρόν. πήνη δὲ ἡ μέταξα. ἐξελκύσει. ἐκποινιεῖται: Μετὰ τιμωρίας λάβοι. προσκαλούμενος: Ἀντὶ τοῦ ἐγκαλῶν, εἰς δικαστήριον ἕλκων, κατηγορῶν αὐτοῦ.

κάκιστʼ ἀπολοίμην: Ἐνταῦθα φοβούμενος ὁ Διόνυσος ὑποκρίνεται φιλίαν πρὸς Ξανθίαν, ἵνα πάλιν Ἡρακλῆς γένηται, καὶ αὐτὸς Ξανθίας κελευόμενος ὑπὸ Διονύσου.

καὶ πῶς ἂν Ἀλκμήνης: Ἅπερ πρὸς αὐτὸν ὁ Διόνυσος πρότερον ἔλεγε, ταῦτα λέγει καὶ αὐτὸς εἰρωνευόμενος καὶ παίζων.

γλάμων: Ὁ ἔχων λήμας, ὁ ἀκάθαρτος, παρόσον ἐρώμενος, φασὶν, ἦν Διονύσου. Καλλίστρατός φησιν ὅτι οὕτως ἐκαλεῖτο Γλάμων, ὡς Χάρων. ἄλλοι δὲ, τὸν λημῶντα καὶ δίυγρον τοὺς ὀφθαλμούς. Σοφοκλῆς ἐν Μάντεσιν ἐπί τινων ὀρνέων «τοὺς γλαμυροὺς «κατὰ φορβάν.»

κἀπὶ τούτοις λαμβάνω, ἐπὶ τῷ μὴ ἀφαιρεῖσθαί με τὸ Ἡρακλέους σχῆμα.

νῦν σὸν ἔργον: Εἴσθεσις μελῶν χοροῦ περιοδικὴ καὶ ἀντίστροφος ὁμοία τῇ προρρηθείσῃ, καὶ τὸ σύστημα τοῖς αὐτοῖς τῶν ἐν τῇ στροφῇ κατά τε ποσότητα καὶ ποιότητα κώλοις συγκείμενον ἔχουσα. ἧς ἐπὶ τῷ τέλει παράγραφος. τοῦ δὲ συστήματος δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος—ὁ χορὸς πρὸς τὸν Ξανθίαν. τὸ δὲ ἑξῆς· νῦν σὸν ἔργον ἐστὶν ἀνανεάζειν.

ἀντὶ τοῦ Ἡρακλέους. μωραίνων ληφθήσῃ.

παραληρῶν: Ἀγενές τι ποιῶν, καὶ οὐ τῆς Ἡρακλέους σκευῆς ἄξιον. —οὐδὲν πλέον τοῦ ληρῶν.

ἀντὶ τοῦ μαλακισθείς. ἀντὶ τοῦ ἂν εἴπῃς τι.

ὀρίγανον: Ἀντὶ τοῦ δριμύ. τοιοῦτον γὰρ τὸ φυτόν. —πρὸς τὸ ἄνω. δεῖν δὲ ἔοικε δριμὺ βλέπειν.

ἀντὶ τοῦ φοβεῖσθαι.

ξυνδεῖτε ταχέως: Κορωνὶς αὖθις ἑτέρα εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ξεʹ· ὧν τελευταῖος πρότερον ποιῆσαι πρίν με τὰς πληγὰς λαβεῖν. ὁ ξʹ μέντοι ἰαμβικὸς ἑφθημιμερής. εἶτα κῶλον ἀντισπαστικὸν ἐξ ἐπιτρίτου πρώτου ἡμιόλιον. μεθʼ ὃ μονόμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου, καὶ Ἰωνικὸν ἀπʼ ἐλάσσονος ἡμιόλιον. ἐπὶ τῷ τέλει πάντων κορωνίς. τὸν κλέψαντα τὸν κύνα τὸν Κέρβερον.

ἥκει τῳ κακόν: Ὁ Διόνυσος τοῦτο λέγει, ὅπερ καὶ ὁ Ξανθίας περὶ αὐτοῦ ἀνωτέρω. ἀμέλει δώσει δίκην. ἡσυχῆ δὲ ταῦτα λέγει.

μὴ πρόσιτον: Οὐκ εὖ οὐδὲ κυρίως τὸ πρόσιτον προκαλεῖται. δύναται δὲ ἄλλοις μὲν λέγειν τὸ πρόσιτον ἑπομένοις αὐτῷ, ἄλλους δὲ ἔτι καλεῖν. ὧν καὶ τὰ ὀνόματα εἴρηκεν ὡς δούλων, ἢ τοξοτῶν βαρβάρων. τινὲς δέ φασιν, ἐκ τοῦ, εἶεν καὶ μάχει, τὸν παρὰ τοῦ Πλούτωνος ἐξελθόντα λέγειν ἕως τοῦ, κλέπτοντα τἀλλότρια. τὸ δὲ μἀλλʼ ὑπερφυᾶ, τὸν Διόνυσον λέγειν. εἶτα πάλιν τὸν παρὰ τοῦ Πλούτωνος, σχέτλια μὲν οὖν καὶ δεινά. ἔνιοι δέ φασι πάντα αὐτὸν λέγειν τὸν Πλούτωνα, ἀγανακτοῦντα ἐπὶ τῷ τύπτεσθαι τοὺς ἀκολούθους ὑπὸ Ξανθίου, ἀπὸ τοῦ εἶεν καὶ μάχει, ἕως τοῦ, σχέτλια μὲν οὖν καὶ δεινά. —εἶεν ταῦτα ἃ λέγεις καὶ μάχῃ ἡμῖν.

εἶτʼ οὐχὶ δεινὰ: Εἶτʼ οὐχὶ δεινὰ, κλέπτοντα τοῦτον τὰ ἀλλότρια πρὸς τούτῳ τύπτειν; —δεινὰ ἀντὶ τοῦ μεγάλα. οὐ δεινὸν, φησὶν, ὅτι καὶ τύπτει κλέψας;

μάλʼ ὑπερφυᾶ: Τιμαχίδας βραχέως ἀξιοῖ προφέρεσθαι, οὐ πιθανῶς, συναλοιφῆς οὔσης ἐκ τοῦ μή καὶ ἀλλά. ὅτι γὰρ τῷ μή πολλαχῇ ἀντὶ τοῦ οὐ χρῶνται, πολλάκις εἴρηται.

ἀντὶ τοῦ τυχόν.

σοι: Χάριν σου. γενναῖον: Ἀντὶ τοῦ εὐγενές.

βασάνιζε γὰρ τὸν παῖδα: Λέγεται βασανίζειν καὶ τὸ χωρὶς πληγῶν ἀνακρίνειν, ἀπὸ τῆς βασάνου λίθου. —τὸν Διόνυσον.

ἐν κλίμακι δήσας: Τὸ ἐν πρὸς τὸ δήσας, ἀντὶ τοῦ ἐνδήσας κλίμακι. ἀντὶ τοῦ, εἰς κλίμακα δήσας, ὡς Ὅμηρος «κάππεσον ἐν Λήμνῳ.» ἀντὶ τοῦ εἰς τὴν Λῆμνον.

ὑστριχίδι: Ἐκ δέρματος μετʼ αὐτῶν τῶν τριχῶν μάστιξ. ἐξ ὑείων τριχῶν μάστιγι.

ὀπτὰς πλίνθους. πλὴν πράσῳ μὴ τύπτε τοῦτον: Ἐπεὶ οἱ ἐλεύθεροι πρὸ τούτου πράσοις ἐδέροντο καὶ σκορόδοις. τὸ δὲ χ πρὸς τὸ ἔθος τοῦ τύπτειν. οἱ δὲ ὅτι διώρισται τὸ πράσον ἀπὸ τοῦ γητείου. τινὲς γὰρ οἴονται εἶναι τὸ τοῦ πράσου φύλλον. δύναται μὲν οὖν ἐν ἤθει τὰ ὄντως χαλεπὰ προσθεὶς, ἐπιφέρειν· πλὴν μὴ τούτοις αὐτὸν τύπτε, ἅπερ ἐστὶν ἐλαφρότατα. δύναται δὲ καὶ ἄντικρυς· βασάνιζε πανταχῶς αὐτὸν, μὴ ἐν παιδιᾷ, μηδὲ ὡς τοὺς ἐλευθέρους παῖδας τῷ ἐκκαυλήματι τοῦ πράσου τύπτουσιν ἢ τοῦ γητείου.

κἄν τι πηρώσω: Ἐὰν βλάψω μέρος τοῦ σώματος τοῦ παιδίου τύπτων, τὴν τιμὴν λήψῃ.

μὴ δῆτʼ ἔμοιγε: Οἷον ἄνευ τιμῆς, οὐδὲν θέλω ὑπὲρ αὐτοῦ. τινὲς δὲ, μὴ δῆτʼ ἐμέ γε, τοῦτον δὲ βασάνιζʼ ἀπαγαγών. αὐτὸν μὲν οὖν. εἶναι δὲ καὶ ὅλον τοῦ Ξανθίου. —μὴ δῆτʼ ἔμοιγε πηρώσῃς αὐτὸν, ἀλλʼ ἀπαγαγὼν αὐτὸν, οὕτως ὡς ἔφην βασάνιζε.

ἡ κατά ἀντὶ τῆς ὑπό.

κατάθου: Ἀπειλῶν τῷ Διονύσῳ λέγει τὸ κατάθου.

μηδὲν ψεῦδος: Ὁ γὰρ τόπος οὐ δέχεται ψεῦδος, ὅπου πᾶσα κρίσις. τὸ δὲ ἀγορεύω ἐν ὀργῇ λέλεκται.

ταῦτʼ ἀκούεις: Ὁ παρὰ τοῦ Πλούτωνος τοῦτό φησι τῷ Ξανθίᾳ. ἀντὶ τοῦ, ὄντως εἶ δοῦλος.

οὐ καὶ σὺ τύπτει: Τὸ τύπτει δεύτερον πρόσωπον, Ἀττικῶς. —ὁ Διόνυσος πρὸς τὸν Ξανθίαν ὅτι Ἡρακλέα σαυτὸν λέγεις. τινές φασι τοῦ Ξανθίου ὅλον εἶναι. τινὲς δὲ, τοῦ Διονύσου πρὸς τὸν Ξανθίαν. θεὸς γὰρ ὁ Ἡρακλῆς, ὃν ὁ Ξανθίας ἐμιμεῖτο.

ἢ προτιμήσαντά τι: Φροντίσαντα τῶν πληγῶν, Ἀττικῶς. ἢ ἐπιστραφέντα, τοῦ δακρῦσαι ἢ ἀποιμῶξαι ἕνεκα. —προτιμήσαντα: Φροντίσαντα, ἢ αἴσθησιν λαβόντα.

παρακινήσαντα: Κινηθέντα, ἢ σαλευθέντα, ἐκτραπέντα τοῦ καθεστηκότος ἢ αἰσθανθέντα, παρόσον ὁ αἰσθανόμενος μάστιγος κινεῖται. —ἀποκινήσαντʼ: Ἐκτραπέντα τοῦ καθεστηκότος.

ἤδη ʼπάταξά σʼ: Πιθανὸν τὸν Ξανθίαν πρῶτον τύπτεσθαι. οὕτω γὰρ καὶ τὸ «οὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα, ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις.» τινὲς μὲν ὅτι Ξανθίας. εἰς αὐτὸν γὰρ ἐλεύσεται, ἅτε δὴ Ἡρακλέα τέως ὄντα. τινὲς δὲ, ὅτι Διόνυσος. ἔχει δὲ καὶ τοῦτο λόγον, ὅτι θεράπων νῦν ἐστιν ὁ Διόνυσος καὶ πρῶτος τύπτεται. προσποιεῖται γοῦν ὁ ἕτερος μὴ αἰσθάνεσθαι, λέγων, οὐδʼ ἐμοὶ δοκεῖς.

πηνίκα: Ὡς μὴ αἰσθανόμενος καὶ αὐτὸς ὁ Διόνυσος λέγει· πότε με ἔτυψας.

κᾆτα πῶς οὐκ ἔπταρον: Οὐκ ᾐσθόμην. ὁ γὰρ πταρμὸς κεφαλῆς κίνησις καὶ αἴσθησις. ἢ ἐπεὶ οἱ θιγόντες τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται, ἢ ὀσφραίνονται προσενεγκόντες. οὕτω, φησὶν, ἥψατό μου ἡ πληγὴ, ὃν τρόπον ἅπτεται κάρφος μυκτῆρος.

οὔκουν ἀνύσεις: Οὐ σπεύσεις· αὐτὸς ὁ μαστιγούμενος ἐπικελεύων τῷ τύπτοντι.

τἀν Διομείοις: Δῆμος τῆς Αἰγηίδος φυλῆς, ἀπὸ Διόμου ἐρωμένου τοῦ Ἡρακλέους. ἔστι δὲ Ἡράκλειον αὐτόθι. περὶ οὗ καὶ Ῥιανός φησι δηλῶν, ὅτι Δίομος Ἡρακλῆς ἐγένετο. —τοῦτο ὡς ἀλγήσας φησί.

ἐπὶ τὸν ἕτερον, ἵνα τύψῃ αὐτόν. ἄνθρωπος ἱερός: Ἀποδέχεται αὐτὸν ὁ τύπτων ὡς δερόμενον καὶ φροντίζοντα τῶν μυστηρίων. τυπτόμενος γὰρ θείας τελετῆς μέμνηται.

τὸ ἰοὺ ἰού ὡς αἰσθόμενος ὁ Διόνυσος λέγει. ἱππέας ὁρῶ: Ὡς θαυμάζων ἱππέων ἔφοδον. προφάσεις δὲ ἐξευρίσκουσι γελοίως.

κρομμύων ὀσφραίνομαι: Τοῦτο γὰρ συμβαίνει, τὸ δακρύειν ἀκουσίως, τοῖς ὀσφραινομένοις κρομμύων. —ταῦτα γὰρ παρεκτικὰ δακρύων. Θ.

ἔπειτα προτιμᾷς οὐδέν: Καὶ νῦν οἷον οὐκ ἐπιστρέφῃ. δύναται δὲ τὸ αὐτὸ πρόσωπον λέγειν ὅλον.

τὴν ἄκανθαν ἔξελε: Ὁ Ξανθίας ἀλγήσας λέγει. ἐπάρας τὸν πόδα τὴν πτέρναν δείκνυσι.

τί τὸ πρᾶγμα τουτί: Ὡς δυσκρίτως ἔχων τοῦτο λέγει ὁ Αἰακός.

Ἄπολλον, ὅς που: ᾌδειν προσποιεῖται αἰσθόμενος ὁ Διόνυσος. οἱ γὰρ ἀλγοῦντες τοὺς θεοὺς ἀνακαλοῦνται.

ἴαμβον Ἱππώνακτος: Ὡς ἀλγήσας καὶ συγκεχυμένος οὐκ οἶδε τί λέγει· ἐπεὶ οὐχ Ἱππώνακτος, ἀλλʼ Ἀνανίου. ἐπιφέρει δὲ ὁ Ἀνανίας αὐτῷ ἢ Νάξον, ἢ Μίλητον, ἢ θείαν Κλάρον ἵκου καθʼ ἱέρʼ, ἢ Σκύθας ἀφίξεαι.

τὰς λαγόνας σπόδει: Κάθαιρε. σποδεῖν γὰρ κυρίως τὸ τοὺς βωμοὺς καθαίρειν.

ὁ ἕτερος τῶν τυπτομένων λέγει.

ὃς Αἰγαίου πρῶνας: Παρὰ τὰ Σοφοκλέους ἐκ Λαοκόωντος «Πόσειδον, ὃς Αἰγαίου μέδεις πρῶνας, ἢ «γλαυκᾶς μέδεις εὐανέμου λίμνας, ἐφʼ ὑψηλαῖς σπιλά- «δεσσι στομάτων.»

ἀμφότεροι γὰρ ὠδυνήθησαν.

ὁ ᾍδης. ὁ Πλούτων. Θ. τὸν θεὸν ἐξ ὑμῶν.

Μοῦσα χορῶν ἱερῶν: Κἀνταῦθα παράβασίς ἐστιν, ἀλλʼ οὐκ ἔχει πάντα μέρη τῆς παραβάσεως, ἀλλὰ μόνα τὰ τέσσαρα, τὴν ᾠδὴν, τὸ ἐπίρρημα, τὴν ἀντῳδὴν, τὸ ἀντεπίρρημα. ἔστι γοῦν ἡ παροῦσα ᾠδὴ ἐκ κώλων πολυσχηματίστων ιβʹ. ὧν τὸ πρῶτον τετράμετρον βραχυκατάληκτον ἀσυνάρτητον προσοδιακὸν ἀναπαιστικὸν καλούμενον, ἢ δακτυλικὸν τετράμετρον ἀκατάληκτον. τὸ δεύτερον ἀναπαιστικὸν δίμετρον καταληκτικόν. τὸ τρίτον ὅμοιον τρίμετρον ἀκατάληκτον, κατὰ τὴν τρίτην χώραν τῆς μὲν ᾠδῆς ἀμφιβράχεος, τῆς δʼ ἀντῳδῆς κρητικοῦ κειμένου. τὸ τέταρτον χοριαμβικὸν, τοῦ δευτέρου ποδὸς ὄντος διτροχαίου, τρίμετρον βραχυκατάληκτον. τὸ εʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ϛʹ δίμετρον ἐξ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου ἀκατάληκτον. τὸ δὲ τῆς ἀντῳδῆς ἐκ διιάμβου καὶ διτροχαίου, τὸ ἕβδομον δακτυλικὸν πενθημιμερές. τὸ ὄγδοον χοριαμβικὸν ἡμιόλιον, συνίζησιν ἔχον εἰς τὸ Θρηϊκία, διὰ τὸ ἡμιόλιον εἶναι τὸ τῆς ἀντῳδῆς ἐκ διτροχαίου. τὸ ἔνατον ὅμοιον τῷ πέμπτῳ καὶ τὸ δέκατον, τὸ ἑνδέκατον μονόμετρον ὑπερκατάληκτον. τὸ δωδέκατον τροχαϊκὸν δίμετρον βραχυκατάληκτον ἰθυφαλλικόν. ἡ δὲ ἀντῳδὴ ἰσόμετρος. ἐπὶ τῷ τέλει τῆς μὲν ᾠδῆς παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα· τῆς δὲ ἀντῳδῆς δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. —Μοῦσα: Τερψιχόρη. Θ.

Κλεοφῶντος: Κλεοφῶν στρατηγὸς τῶν Ἀθηναίων. καὶ εἰς τοῦτον τὸν δημαγωγὸν ὅλον δρᾶμα φέρεται Πλάτωνος καὶ ἐπιγράφεται ὁμωνύμως αὐτῷ Κλεοφῶν. τοῦτον δὲ κωμῳδεῖ ὡς ξένον καὶ ἀμαθῆ καὶ φλύαρον καὶ δυσγενῆ. Θρᾷκα γὰρ αὐτὸν ἔλεγεν. ἀντεποιεῖτο δὲ τῶν πρωτείων τῆς πόλεως.

Θρῃκία χελιδὼν: Ἵνα διαβάλλῃ αὐτὸν ὡς βάρβαρον. κωμῳδεῖται δὲ ὡς υἱὸς Θρᾴσσης. οὗτος δὲ ἦν ὁ καλούμενος Κλεοφῶν ὁ λυροποιός. καὶ Πλάτων ἐν Κλεοφῶντι δράματι βαρβαρίζουσαν πρὸς αὐτὸν πεποίηκε τὴν μητέρα. καὶ αὐτὴ δὲ Θρᾷσσα ἐλέγετο. χελιδὼν δὲ, ἀπαιδευσία. ἀηδόνιον δὲ νόμον, παρόσον ἡ ἀηδὼν τὸν ἑαυτῆς υἱὸν Ἴτυν θρηνεῖ. καὶ τοῦτον ἐπίκλαυτον ᾄδειν λέγει συνειδότα ἑαυτῷ δεινότατα περὶ τὴν πόλιν πεπανουργηκότι. —ἀντὶ τοῦ ἀπαιδευσία. σκώπτει δὲ αὐτὸν ὡς Θρᾷκα.

γοερὸν, θρηνητικόν.

κἂν ἴσαι γένωνται: Αἱ ψῆφοι δηλονότι αἱ λευκαὶ καὶ αἱ μέλαιναι. ὑπερβολικῶς δὲ εἶπεν, ὅταν γὰρ ἴσαι αἱ ψῆφοι γένωνται, ἀπολύεται ὁ κατηγορούμενος. πρὸς τὸ ἔθος δὲ, ὅτι ὁ φεύγων ἀπολύεται ἴσων τῶν ψήφων ἐνεχθεισῶν, ἀπὸ τοῦ κατὰ τὸν Ὀρέστην γενομένου. Εὐριπίδης ἐν Ἰφιγενείᾳ τῇ ἐν Ταύροις ἐξέσωσά σε καὶ πρίν γʼ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας κρίνασʼ, Ὀρέστα.

παράβασις τοῦ χοροῦ πρὸς τοὺς θεατάς. ἐπίρρημα. τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι: Τὸ τοιοῦτον παράβασις καλεῖται, ἅπερ ἔλεγον ἐπιστρέφοντες πρὸς τοὺς θεωμένους. ἔστι δὲ ὁ τρόπος ὅταν καταλιπὼν τὰ ἑξῆς τοῦ δράματος ὁ ποιητὴς συμβουλεύσῃ τοῖς θεωμένοις, ἢ ἄλλο τι ἐκτὸς λέγῃ τῆς ὑποθέσεως. σύγκειται δὲ ἐκ στίχων τροχαϊκῶν τετραμέτρων καταληκτικῶν κʹ. ὧν τελευταῖος ὑστέρῳ χρόνῳ πότʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν. ἐπὶ τῷ τέλει διπλῆ ἔσω νενευκυῖα διὰ τὴν ἀνταπόδοσιν.

ἐξισῶσαι τοὺς πολίτας: Τουτέστιν, ἐντίμους ποιῆσαι τοὺς ἀτιμωθέντας. τοιαύτη γὰρ κατάστασις ἐνειστήκει, καθʼ ἣν ἐφυγαδεύθησάν τινες τῶν πολιτῶν καὶ ἄτιμοι ἐγένοντο. —δημοκρατίαν ποιῆσαι. — Ἄλλως. — ἴσως κἀνταῦθα περὶ τῶν δʹ λέγει στρατηγῶν, οἷον, καὶ εἴ τις ἥμαρτε σφαλεὶς, ἀπολογησάσθω κατακληθείς. δείματα δὲ τὰς ἀτιμίας λέγει, τοὺς φόβους ἀφελεῖν ἀπὸ τῶν εὐλαβουμένων. —τὰ δείματα: Τοὺς φόβους τοῦ ἐπικειμένου πολέμου. τὸ δὲ Φρυνίχου παλαίσμασιν, ἐπεὶ ὁ τραγικὸς Φρύνιχος ἐν Ἀνταίῳ δράματι περὶ παλαισμάτων πολλὰ διεξῆλθεν, ὡς πρόκειται. ἔθος δὲ ἔχουσιν οἱ κωμικοὶ παρακωμῳδεῖν τοὺς τραγικοὺς, ὅταν πολλάκις καὶ συνεχῶς χρῶνται τοῖς αὐτοῖς. Ἄλλως. στρατηγοῦντος αὐτοῦ ἡττήθησαν Ἀθηναῖοι, καὶ πολλοὶ αὐτῷ προσεκρούσθησαν, ὡς προδόντι τὸν πόλεμον. τινὲς δὲ τοῦτον κωμικὸν ποιητὴν λέγουσιν, ὃς κινουμένους τοὺς χοροὺς εἰσῆγε καὶ παλαίοντας. ἐγένετο δὲ στρατηγὸς, ἐφʼ οὗ πολλοὶ ἥμαρτον τῶν στρατηγῶν καὶ ἄτιμοι ἐγένοντο.

τοῖς ἡμαρτηκόσιν. ἐγγενέσθαι: Εἰς φιλίαν ἐλθεῖν.

εἶτʼ ἄτιμον φημὶ χρῆναι, ἕως τοῦ, κἀντὶ δούλων δεσπότας: Ἐπειδὴ τοὺς συνναυμαχήσαντας δούλους ἐλευθέρους ἐποίησαν. καὶ Πλαταιᾶς δὲ εἶπεν, ὡς καὶ τῶν Πλαταιέων ἀφέντων ἐλευθέρους τοὺς συνναυμαχήσαντας περὶ Σαλαμῖνα.

καὶ Πλαταιᾶς: Ἀντὶ τοῦ Πλαταιέας. τοὺς συνναυμαχήσαντας δούλους Ἑλλάνικός φησιν ἐλευθερωθῆναι, καὶ ἐγγραφέντας ὡς Πλαταιεῖς συμπολιτεύσασθαι αὐτοῖς, διεξιὼν τὰ ἐπὶ Ἀντιγένους τοῦ πρὸ Καλλίου. Καλλίστρατός φησιν οὐ συναλοιφὴν εἶναι, ἀλλὰ διάλεκτον ἰδίαν, σημαίνουσαν τὸ δέον εἶναι. ἢ ὁμοίους ἡγεῖσθαι τοῖς ἐν Πλαταιάσι τὸ Ξέρξου νενικηκόσι πεζόν.

οὐ μέμφομαι ὑμῖν.

λείπει τούτοις.

χοἱ πατέρες ἐναυμάχησαν: Ἴσως περὶ τῶν δʹ στρατηγῶν λέγει τῶν σωθέντων ἐκ τῶν δέκα τῶν περὶ Ἀργέννουσαν ναυμαχησάντων. κατεδικάσθησαν γὰρ αὐτοὶ μὴ ἀνελόμενοι τοὺς νεκρούς. καὶ οἱ μὲν ἓξ ὑπομείναντες θανάτῳ ἐκολάσθησαν, οἱ δὲ λοιποὶ δʹ ἔφυγον· οὓς Ἀριστοφάνης κατακαλεῖσθαί φησι δεῖν καὶ ἐπιδίκους εἶναι. ἡ δὲ Ἀργίνουσα κώμη ἦν τῆς Αἰολίδος. συμβαλόντες γὰρ ἐνίκησαν Ἀθηναῖοι Λακεδαιμονίους καὶ νικήσαντες ἐπανῆλθον. ἐν δὲ τῇ ὁδῷ χειμῶνι περιπεσόντες πολλοὶ τεθνήκασιν αὐτῶν καὶ τούτους ἐάσαντες οἱ στρατηγοὶ ἐπανῆλθον οἱ ιʹ. καὶ οἱ μὲν ἓξ ἐκολάσθησαν, οἱ δὲ δʹ ἔφυγον. ἴσως δὲ καὶ ἐν τῷ, εἴτις ἥμαρτε Φρυνίχου παλαίσμασι, περὶ τῶν αὐτῶν δʹ λέγει· οἷον, καὶ εἴτις ἥμαρτε σφαλεὶς, ἀπολογησάσθω κατακληθείς.

εἰ δὲ ταῦτʼ ὀγκωσόμεθʼ: Ἐὰν δὲ ὡς μεγάλα ἁμαρτήματα ὑπερφονήσωμεν καὶ μὴ θελήσωμεν ἀνεῖναι τοῖς συνναυμαχήσασι. ὑπερφρονήσωμεν, ἀλαζονευθῶμεν, μεγαλαυχήσωμεν.

κυμάτων ἐν ἀγκάλαις: Δίδυμός· φησι παρὰ τῷ Αἰσχύλῳ. ἔστι δὲ ὄντως παρὰ Ἀρχιλόχῳ ψυχὰς ἔχοντες κυμάτων ἐν ἀγκάλαις. θέλει δὲ εἰπεῖν, καὶ ταῦτα ὄντες ἐν πολλοῖς κινδύνοις. ἐνειστήκει γὰρ ὁ Πελοποννησιακὸς πόλεμος.

ὑστέρῳ: Ὅτε βλαβησόμεθα τῷ πολέμῳ.

εἰ δʼ ἐγὼ ὀρθῶς ἰδεῖν: Τοῦτο Ἴωνός ἐστιν ἐκ Φοίνικος ἢ Καινέως «εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος, ὦ πολιῆται.» θέλει δὲ εἰπεῖν ὅτι εἰ δύναμαι κρίνειν. οἰμώξεται δὲ, τιμωρηθῆναι ὀφείλει. τὸ δὲ οὐ πολὺν, σύναπτε εἰς τὸ χρόνον. —ἐπιστήμων καὶ δυνατός.

πολύν: Συναπτέον εἰς τὸ χρόνον. Θ. ὁ πίθηκος: Ὁ ἐοικὼς κατὰ τὴν ἡλικίαν πιθήκῳ. Θ.

ὁ μικρὸς: Τῷ σώματι δηλονότι. φαίνεται δὲ ὁ Κλειγένης περὶ τὰ πολιτικά. καὶ τῶν πλουσίων μέν ἐστι, ξένος δὲ καὶ βάρβαρος οὗτος.

ὁπόσοι κρατοῦσι: Δέον εἰπεῖν, ὁπόσης κρατοῦσι γῆς, οὐκ εἶπεν, ἀλλʼ ἐπήνεγκεν, ὅσα παρέχεται βαλανεὺς τοῖς λουομένοις σμήγματα. —οἱ βαλανεῖς τοῖς λουομένοις ἐχορήγουν σμήγματα· τοῦτον δὲ ὡς βαλανέα ἐξάγει.

κυκησιτέφρου κτλ.: Ταῦτα τοιαῦτα καθάρματά ἐστιν, οἷς οἱ λουόμενοι χρῶνται τῶν βαλανέων πωλούντων. γίνεται δὲ κυκησίτεφρον ἀπὸ τοῦ κυκῶ, τὸ ταράσσω, καὶ τοῦ τέφρα.

καὶ Κιμωλίας γῆς: Μία τῶν Κυκλάδων αὕτη ἡ νῆσος ἡ Κιμωλία, νιτροποιὸς γῆ, ἐξ ἧς τὸ νίτρον ἢ τῶν Ἐρυθρῶν τῆς Ἰωνίας ἀκρωτήριον, φέρον ἄμμον στυπτικήν. τὸν οὖν Κλειγένην ἐν τοιούτῳ ἤθει λέγει· ὥσπερ εἰ ἔλεγε, πονηρότατός ἐστι πάσης γῆς, ὁπόσης οἱ βαλανεῖς κρατοῦσι, Κιμωλίας καὶ τέφρας καὶ τῆς λοιπῆς τῆς τοιαύτης. —ἔστι δὲ εἶδος λευκῆς γῆς.

εἰδὼς δὲ τάδε: Ἃ πείσεται, οὐκ ἄοπλος διάγει, ἀλλʼ ἐν χειρὶ ξύλον ἀεὶ φέρει, μήποτε καὶ ἀποδυθῇ. πολλοὶ γὰρ αὐτῷ ἀπειλοῦσι. ἀντὶ τοῦ βιώσεται ὅτι οἰμώξεται.

οὐκ εἰρηνικὸς: Ἀντὶ τοῦ οὐχ ἥσυχος, ἀλλʼ οἷον ἔνοπλος. εἰδὼς δὲ, φησὶ, τάδε, προσεποιεῖτο πρόφασιν καὶ μανίαν, εἰδὼς ὅτι μισεῖται παρὰ τῶν πολιτῶν. διὸ καὶ βακτηρίαν ἔχων περιῄει, διʼ ἧς ἠμύνετο τοὺς ἐπερχομένους αὐτῷ. —ἵνα μή ποτε κ. τ. λ.: Πολλοὶ γὰρ αὐτῷ ἀπειλοῦσι.

πολλάκις ἡμῖν ἔδοξε: Τὸ ἀντεπίρρημα ὅμοιον κατὰ πάντα τῷ ἐπιρρήματι, ἐκ στίχων κʹ τροχαϊκῶν τετραμέτρων καταληκτικῶν συγκείμενον, ὧν ὁ τελευταῖος ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα. τὸ αὐτὸ πέπονθεν ἡ πόλις εἰς τοὺς χρηστοὺς τῶν ἀνθρώπων καὶ εἰς τὸ ἀρχαῖον νόμισμα. ὥσπερ γὰρ τῷ παλαιῷ νομίσματι οὐ χρώμεθα καλῷ ὄντι, ἀλλὰ τῷ καινῷ κακῷ ὄντι, οὕτω καὶ τοῖς ἀρχαίοις ἀνθρώποις οὐ χρώμεθα καλοῖς οὖσι, τοῖς δὲ νῦν στρατηγοῖς κακοῖς οὖσι χρώμεθα. —πεπονθέναι: Ἀντὶ τοῦ πεποιηκέναι. διαβάλλει τοὺς Ἀθηναίους ὡς φιλοπονήρους.

εἴς τε τἀρχαῖον νόμισμα: Τῷ προτέρῳ ἔτει ἐπὶ Ἀντιγένους Ἑλλάνικός φησι χρυσοῦν νόμισμα κοπῆναι. καὶ Φιλόχορος ὁμοίως τὸ ἐκ τῶν χρυσῶν Νικῶν.

οὐ κεκιβδηλευμένοις: Ἀντὶ τοῦ, οὐ κακούργοις, οὐδὲ κεκαπηλευμένοις, ἀλλὰ καθαροῖς. τοῖς παλαιοῖς δηλονότι ἀνδράσι.

κεκωδωνισμένοις: Δεδοκιμασμένοις, ἐκλελεγμένοις ἀκριβῶς. —χαραχθεῖσιν, ἐξητασμένοις καὶ δεδοκιμασμένοις. Θ.

τοῖς πονηροῖς χαλκίοις: Τοῖς χαλκοῖς κτίσμασι, τοῖς ἀδοκίμοις καὶ μεμιγμένοις χαλκῷ. ὡς ἐπὶ νομισμάτων. χαλκία δὲ ὡς χρυσία ἔλεγον τῷ σχήματι, χαλκᾶ σκεύη. νῦν δὲ ὡς κακὸν νόμισμα τὸ χρυσοῦν οὕτως εἶπεν. δύναιτο δʼ ἂν καὶ τὸ χαλκοῦν λέγειν. ἐπὶ γὰρ Καλλίου χαλκοῦν νόμισμα ἐκόπη.

χθές τε καὶ πρώην: Ἀντὶ τοῦ καινοῖς. ὡς ἐπὶ νομίσματος δὲ τῷ κόμματι.

προσελοῦμεν: Ἀντὶ τοῦ προπηλακίζομεν, ἐλαύνομεν, ἐκβάλλομεν. —προσελοῦμεν: Ὑβρίζομεν, ἀτιμάζομεν. ἀτιμάζομεν. προσελεῖν τὸ ὑβρίζειν Ἀττικοὶ φασίν. προσελεῖν τὸ ὑβρίζειν. καὶ πυρρίαις: Ἀντὶ τοῦ δούλοις. ὄνομα γὰρ δούλου ὁ Πυρρίας. ἀπό τινος δούλου Πυρρίου, ὡς καὶ Ξανθίας ἀπὸ Ξανθίου τινός. ὧν ὁ μὲν πυρρὸς ἦν τὴν κόμην, ὁ δὲ ξανθός. φαρμακοῖσι δὲ, τοῖς λεγομένοις καθάρμασιν. —καθάρμασιν. φαρμακοῖσι, καθάρμασι. τοὺς γὰρ φαύλους καὶ παρὰ τῆς φύσεως ἐπιβουλευομένους εἰς ἀπαλλαγὴν αὐχμοῦ ἢ λιμοῦ ἤ τινος τῶν τοιούτων ἔθουν, οὓς ἐκάλουν καθάρματα.

χρῆσθαι δηλονότι. ἐξ ἀξίου γοῦν τοῦ ξύλου: Παρὰ τὴν παροιμίαν, ἀπὸ καλοῦ ξύλου κἂν ἀπάγξασθαι. θέλει οὖν λέγειν, βέλτιόν ἐστι χρῆσθαι τοῖς γενναίοις στρατηγοῖς καὶ δεδοκιμασμένοις ἢ τοῖς φαύλοις. κἂν γὰρ δέῃ παθεῖν, κρεῖττον ἀπʼ ἀγαθοῦ ἢ φαύλου πάσχειν.

νὴ τὸν Δία τὸν Σωτῆρα: Αἰακὸς ἢ Πλούτωνος οἰκέτης πρὸς τὸν τοῦ Διονύσου Ξανθίαν. κορωνὶς δὲ εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οϛʹ. ὧν τελευταῖος ἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γενήσεται.

βινεῖν: Συνουσιάζειν, γαμεῖν. ὅτι οἱ κομίζοντες τὴν ἡλικίαν τὸ συνουσιάζειν ἀρχὰς ἔχουσι τοῦ βίου. ἄλλοι δὲ παρὰ τὸ βύειν δεδώκασιν.

ἐξελέγξαντʼ ἄντικρυς: Γράφεται ἐξελεγχθέντα. λείπει δὲ τὸ θαυμάζω, ἢ τοιοῦτόν τι. —φανερῶς.

οἴμωζε μέν τʼ ἄν: Ἀντὶ τοῦ ἔφευγον καὶ εἴων αὐτὸν οἰμώζειν, εἰ ἔτυψέ με. τοῦτο μέντοι δουλικόν: Τὸ λοιδορεῖν τὸν δεσπότην ἀπόντα.

μάλʼ ἐποπτεύειν δοκῶ: Σύμμαχος οὕτως αὐτῇ τῇ λέξει φαίνεται συνεχῶς λέγειν· εὐφημοῦντες τὴν τῶν μυστηρίων ἐποπτείαν. οἱ τὰ μυστήρια παραλαμβάνοντες, μύσται καλοῦνται. οἱ δὲ παραλαβόντες τὰ μυστήρια τῷ αὖθις ἐνιαυτῷ ἐφορῶσιν αὐτὰ καὶ ἐποπτεύουσι, καὶ ἐποπτεύοντες χαίρουσιν ἐπὶ τῷ πολλὰ πράττειν. ὁ δὲ νοῦς· ὅταν, φησὶ, λάθρα καταράσωμαι τῷ δεσπότῃ, λίαν οὕτως ἥδομαι, ὡς δοκεῖν μυστήρια ἐποπτεύειν καὶ ἑορτάζειν. τὸ δὲ μἀλλʼ εἶπεν ἀντὶ τοῦ οὐκ ἀλλά· ἐν οἵῳ τρόπῳ λέγομεν, οὐχ οἷον ἥδομαι, ἀλλʼ ὑπερήδομαι. ἔστι δὲ καὶ ἄλλη γραφὴ, μάλα γʼ ἐποπτεύειν δοκῶ. ἔτι δὲ καὶ, μάλʼ ἐποπτεύειν μοι δοκῶ. τονθορύζων δὲ, ψιθυρίζων, ἠρέμα γογγίζων, ἢ λάθρα φθεγγόμενος, ὑποτρέμων, τὰ χείλη κινῶν. τὸ δὲ, πολλὰ πράττων, ἢ ἀντὶ τοῦ, χαίρεις τονθορύζων, ἡνίκα πολλὰ μοχθῇς κελεύοντος τοῦ δεσπότου, νοητέον· ἢ οὕτω, τί δὲ χαίρεις πολλὰ πράττων, ἤγουν πάσχων, ἢ μοχθῶν· ἵνʼ ᾖ ὁ τοῦ Αἰακοῦ λόγος κατʼ εἰρωνείαν. ἢ τοῦ οἰκέτου λέγοντος οὕτω· χαίρω ὡς μὰ τὸν Δία οὐδὲν ἄλλο οἶδα, εἰς ὃ χαίρω ἐγώ.

πολλὰ πράττων: Πάσχων.

Ὁμόγνιε Ζεῦ: Τὴν ὁμοιότητα θαυμάζων, λέγει· οἷον, ὦ ὁμοιότητος. τὸ δὲ παρακούων, οὐχ ὡς ἡμεῖς εἰώθαμεν λέγειν, καταφρονῶν τῶν λεγομένων παρὰ τῶν δεσποτῶν, ἀλλʼ ἴσως τὸ λάθρα ἐπακροώμενος. ἔνθεν καὶ ὠτακουστὰς οἱ Ἀττικοί φασι. τὸ δὲ, πλεῖν ἢ μαίνομαι, ἀντὶ τοῦ, ἐξανίσταμαι ἑαυτοῦ ἐκ τῆς ἀξίας.

τοῖς θύραζε: Τοῖς ἐκτός.

κἀκμιαίνομαι: Οὕτως ἔλεγον τὸ ἀποσπερματίζειν, ὡς οἱ ὀνειρώττοντες. τοῦτο οὖν φησιν, ὅτι ἥδομαι ὡσανεὶ ἀποσπερματίζων. —ἀποσπερματίζω. ἁγνισμὸν λογίζομαι.

ὁμομαστιγίας: Ὥσπερ φαμὲν ἑταιρεῖος Ζεὺς καὶ ὁμόγνιος καὶ ἱκέσιος καὶ ξένιος, καὶ ὅσα τοιαῦτα, οὕτω καὶ δούλιος, ὁ τῶν δούλων ἔφορος. ἐπεὶ δὲ οἱ δοῦλοι μάστιξιν ὑπόκεινται καὶ πληγαῖς, διὰ τοῦτο ὁμομαστιγίας εἶπεν. ἢ βουλόμενος εἰπεῖν, ὃς ἡμᾶς νῦν εἰσήγαγε, παίζων παρʼ ὑπόνοιαν εἶπεν ὁμομαστιγίας. Ἄλλως. ἀντὶ τοῦ εἰπεῖν ὁμόγνιος, ὡς ἔμπροσθεν, ἢ ὁμάδελφος, εἶπεν ὁμομαστιγίας, οἷον ὁμόδουλος. στικτέον δὲ ἐπὶ τοῦ μαστιγίας. μέλλων γὰρ αὐτοῦ πυνθάνεσθαι περί τινος πράγματος δουλικοῦ, σιωπᾷ, ἀκούσας ἔνδον γενομένου θορύβου, περὶ οὗ καὶ ἑξῆς πυνθάνεται. οὐ γὰρ ὁρκίζει αὐτὸν κατὰ τοῦ Διὸς, ἵνα εἴπῃ αὐτῷ περὶ τῆς ἔνδον βοῆς. δύναται δὲ συνάπτεσθαι καὶ ἀπὸ τοῦ, καί μοι φράσον, μέχρι τοῦ, χὠ λοιδορησμός.

νόμος τις ἐνθάδʼ ἐστὶ: Ἀπό τινος νόμος ἐστὶν ἐν τῷ ᾅδῃ, τὸν βελτίονα ἄνδρα τῶν ἑαυτοῦ συντέχνων ἐγγὺς τοῦ Πλούτωνος καθέζεσθαι.

τῶν μεγάλων.

σίτησιν αὐτὸν: Ταῦτα μεταφέρει ἀπὸ τῶν ἐν τῇ Ἀττικῇ ἐθῶν εἰς τὰ καθʼ ᾅδου.

τοῦ Πλούτωνος ἑξῆς: Ἀντὶ τοῦ, ἐγγὺς τοῦ θρόνου τοῦ Πλούτωνος.

τῷ εὑρισκομένῳ σοφῷ.

βαλαντιητόμοις: Τοῖς τὰ βαλάντια τέμνουσιν, ἃ ἐν ταῖς ζώναις ἀπῃωρημένα φέρουσιν ἄνθρωποι.

ἀντὶ τοῦ πλῆθος τῶν τοιούτων ἐστὶν ἐν ᾍδου.

τῶν ἀντιλογιῶν: Παρίστησιν αὐτοῦ τὸ περὶ τοὺς λόγους σαθρόν. καὶ ἐν ἄλλοις «στρεψίμαλ- «λος τὴν τέχνην Εὐριπίδης.» λυγισμῶν: Καμπῶν. γράφεται λογισμῶν, τουτέστι παραλογισμῶν. τὸ δὲ κάμπτειν, ἅμα μὲν πρὸς τὰ μέλη, ἅμα δὲ πρὸς τὸ ἐξελίττειν καὶ ἀναδύεσθαι. Ὅμηρος «δίδη μόσχοισι λύγοισι.» Δίδυμος δὲ, λυγισμῶν, ἀπὸ τῶν συνδέσεων τοῦ λόγου.

ὑπερεμάνησαν: Ἀντὶ τοῦ, λίαν ἐχάρησαν. τούτων γὰρ οἱ τοιοῦτοι ὀρέγονται, ἵνʼ ὁπότε φωραθῶσι κλέπτοντες, διὰ τούτων τοὺς κεκρατηκότας φεύγωσι. διαβάλλει δὲ Εὐριπίδην ἐνταῦθα ὡς λίαν πανοῦργον καὶ τὰ τοιαῦτα ἐν τοῖς δράμασιν ἐπιτηδεύοντα.

οὐκ ἐβάλλετο: Λίθοις δηλονότι. εἶτα οὐκ ἐλιθοβολεῖτο, φησὶ, τοῦτο ποιήσας.

οὐράνιόν γʼ ὅσον: Ἀντὶ τοῦ, πολὺ καὶ μεγάλως ἐβόησαν.

ὀλίγον τὸ χρηστόν ἐστιν: Δείκνυσιν ὡς πρὸς τὸ θέατρον. μιγνύει δὲ τὰ ἐνθάδε τοῖς ἐκεῖ. νῦν γὰρ οὐ καθʼ ᾍδου ἔφη.

ὁ Σοφοκλῆς.

κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου: Καλλίστρατος, οὐχ ὡς παραδεδωκότος Αἰσχύλου τὸν θρόνον τῷ Σοφοκλεῖ, ἀλλʼ ὡς παραδεδεγμένου αὐτὸν καὶ ὑποκεχωρηκότος.

Κλειδημίδης: Καλλίστρατος, ὅτι ἴσως Σοφοκλέους υἱὸς οὗτος. Ἀπολλώνιος δὲ, ὅτι Σοφοκλέους ὑποκριτής. τοῦτο δὲ πόθεν, σκέψασθε. διαβάλλει δὲ καὶ Κλειδημίδην ὡς κακόξενον.

ἔφεδρος: Κριτής. ἔφεδρος, ὁ μαχομένων τινῶν παρακαθήμενος, καὶ μέλλων τῷ νενικηκότι μαχήσασθαι.

ἕξειν κατὰ χώραν: Ἀντὶ τοῦ, ἐάσειν οὕτως ὡς εὗρεν Αἰσχύλον καθέζεσθαι.

ἀντὶ τοῦ ἄρτι. ζυγοστατηθήσεται.

μειαγωγήσουσι τὴν τραγῳδίαν: Μεῖον λέγουσι τοὺς ὑπὲρ τῶν υἱῶν εἰς τὰ Ἀπατούρια ὄϊς ὑπὸ τῶν πατέρων εἰσφερομένους, διὰ τὸ ἐπιφωνεῖν τοὺς φράτορας ἐπὶ τοῦ σταθμοῦ τοῦ ἱερείου, μεῖον μεῖον. ὅτι δὲ ἵστατο, Ἀριστοφάνης ἐν Δράμασι δεδήλωκε. τοῦτο δὲ κέκληται κουρεῖον, ἀπὸ τῶν κούρων, ὑπὲρ ὧν ἐθύετο. μεῖον δὲ, διὰ τὴν προειρημένην αἰτίαν. καὶ ἐπιζήμιόν τι τοῖς ἧττον εἰσάγουσιν ἀπεδέδοτο, καθάπερ αὐτός φησιν Ἀριστοφάνης ἀλλʼ εὔχομαι ʼγωγʼ ἑλκύσαι σε τὸν σταθμὸν, ἵνα μή με προσπράττωσι γραῦν οἱ φράτορες. μειαγωγὸς δὲ ἐλέγετο ὁ προάγων τὸ ἱερεῖον, ὅτι μεῖον τὸ ἱερεῖον ἔλεγον, τὸ παριστάμενον ὑπὲρ τῶν εἰς τοὺς φράτορας εἰσφερομένων. μεῖον δὲ ἐκλήθη ἀπὸ τοῦ συμβαίνοντος. ἔδει γὰρ αὐτὸ ἔλαττον ἔχειν σταθμοῦ τινος ὡρισμένου διὰ τοὺς φιλοδοξοῦντας. οἱ δὲ φράτορες, ἵνα μείζονας νέμωνται μερίδας, ἐπεφώνουν, οὐκ ἐῶντες ἱστάναι, διὰ τοῦ μεῖόν ἐστιν. Ἄλλως. ἐάν τις εἰσάγῃ εἰς τοὺς ἰδίους φράτορας υἱὸν ἐν ἡλικίᾳ γενόμενον, παρίστη αὐτοῖς ἐπὶ ὡρισμένῳ σταθμῷ ἱερεῖον, πρὸς ὃν ἔδει προσάγειν, καὶ οὐκ ἐξῆν μεῖζον παρασχεῖν. ὅτε δὲ ἐντεθείη τὸ ἱερεῖον εἰς τὸν ζυγὸν, περιεστῶτες ἐβόων, μεῖον μεῖον· τοῦτο δηλονότι ἔλαττόν ἐστι. παρὰ τοῦτο οὖν λέγει καὶ μειαγωγεῖν τὴν τραγῳδίαν, τουτέστι πρὸς τὸν ζυγὸν προσάξουσι καὶ στήσουσιν. Ἄλλως. ἐπεὶ εἰώθασι προσφέρειν οἱ εἰς τοὺς φράτορας γραφόμενοι πρόβατον, καὶ οἱ ἱστάμενοι ἔλεγον, μεῖον μεῖον. καὶ τὸν εἰσάγοντα μειαγωγὸν ἐκάλουν. —μειαγωγήσουσι: ὡς πρόβατον στήσουσι. ζυγοστατήσουσι.

τοὺς κανόνας: Κυρίως τὸ ἐπάνω τῆς τρυτάνης ὂν καὶ εἰς ἰσότητα ταύτην ἄγον.

καὶ πλαίσια: Τὰ τῶν ξύλων τετράγωνα. — ὥσπερ πλινθία, ἐν οἷς πλινθεύουσι. τὸ δὲ ξύμπηκτα πρὸς οὐδὲν, ἀλλʼ οἷον περιττὰ καὶ σοφά. τοῦτο δὲ πρὸς Εὐριπίδην. καὶ διαμέτρους τοὺς διαβήτας ὡς Ὅμηρος «σταφύλην ἐπὶ νῶτον ἐΐσας.» πλαίσιον γὰρ, πλινθίον τετράγωνον. Ἀφθόνιος· καὶ τὸ σχῆμα πλαίσιον τυγχάνει τοῦ μηχανήματος. διάμετρος δὲ, ἡ ἐν τῷ κύκλῳ κέντρον τέμνουσα μέσον γραμμή. διαβήτης, σταφύλη· ὅπερ ἐστὶν ὄνομα παρὰ τοῖς ἀρχιτέκτοσιν ἐπὶ τῆς καθιεμένης μολύβδου τιθέμενον. Ὅμηρος «σταφύλην ἐπὶ νῶτον ἔχουσα.» οὐδὲν δὲ ἀλλʼ οἷον περιττὰ καὶ σοφά. ἢ διὰ τούτων δείκνυσιν ὅτι παντοδαπῶς ἐξετασθήσεται. —ξύμπηκτα: Ἡνωμένα.

ἀπὸ τοῦ καθιεμένου μολίβου.

ταυρηδὸν: Τοιοῦτος γὰρ τῷ σχήματι ὀργιζόμενος ὁ Αἰσχύλος.

οὔτε γὰρ Ἀθηναίοισιν: Ἀντὶ τοῦ οὐκ ἤρεσκεν. ὡς φαύλων περὶ τὰς ἀποκρίσεις ὄντων οὐκ ἐστοίχησεν. —ξυνέβαινεν: Ἔχαιρεν, ἀπεδέχετο αὐτούς.

τοὺς τοιχωρύχους: Τοὺς προσέχοντας Εὐριπίδῃ πονηρούς.

λῆρόν τε τἄλλʼ ἡγεῖτο: Ἀντὶ τοῦ, τοὺς ἄλλους. Ἀθηναίους μὲν συνετοὺς ἡγεῖτο, πονηροὺς δὲ τοὺς πλείστους. διὸ μὴ ἐπιτρέψαι αὐτοῖς τὴν κρίσιν. τοὺς δὲ ἄλλους ἀνθρώπους λῆρον ἡγεῖτο πρὸς τὴν τοιαύτην ἐξέτασιν.

αὐτοῦ γὰρ ὁ ἀγών.

ὡς ὅταν γʼ οἱ δεσπόται: Ὅταν γὰρ οἱ δεσπόται σπουδάζωσι θᾶττόν τι ἀπαρτισθῆναι, ἐπιπλήττουσι τοῖς δούλοις, ἵνα θᾶττον ἐνεργῶσιν.

ἦπου δεινὸν ἐριβρεμέτας: Κορωνὶς καὶ εἴσθεσις μέλους χοροῦ μονοστροφικὴ, τέσσαρος περιόδους ὁμοίους ἔχουσα. τὰ κῶλα δʼ ἑκάστης περιόδου εἰσὶν ἑπτὰ ἰσόμετρα. ὧν τὰ μὲν πρῶτα καὶ τρίτα καὶ πέμπτα δακτυλικά. ἀλλὰ τὰ μὲν ἑφθημιμερῆ, τὰ δὲ πέμπτα πενθημιμερῆ. τὰ δεύτερα καὶ τέταρτα καὶ ἕκτα ἀναπαιστικὰ ἑφθημιμερῆ. τὰ δʼ ἕβδομα τροχαϊκὰ ἑφθημιμερῆ Εὐριπίδεια. μετροῦνται μέντοι καὶ κατὰ δύο δακτυλικοὺς ἑξαμέτρους καὶ ἕνα πεντάμετρον καὶ ἕνα τροχαϊκὸν δίμετρον καταληκτικόν. ἦπου δεινὸν ἐριβρεμέτας: Ὁ Αἰσχύλος πρὸς τὸ βροντῶδες τῶν ῥημάτων καὶ κομπῶδες· οἷά ἐστι κἀκεῖνα ἐν ἀρχῇ τοῦ Προμηθέως χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἶμον, ἄβροτον εἰς ἐρημίαν. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς, ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι, ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις. καὶ πάλιν ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον στέρνων διαμπὰξ πασσάλευʼ ἐρρωμένως.

ἐριβρεμέτας: Ὁ μεγαλόφωνος Αἰσχύλος.

τὸν ὀξέως λαλοῦντα. θήγοντος ὀδόντας: Ἀπὸ μεταφορᾶς εἶπε τῶν χοίρων, οἳ ὅταν εἰς μάχην παρασκευάζωνται, τοῦτο ποιοῦσι. στροβήσεται δὲ, ἀντὶ τοῦ ταραχθήσεται.

Εὐριπίδου.

ταραχθήσεται.

ὑψιλόφων τε λόγων: Τῶν τοῦ Αἰσχύλου· διὰ τὸ ὑψηλόν. τουτέστι μετεώρων, μεγάλων. χαρακτηρίζει δὲ ἀμφοτέρους, Εὐριπίδην καὶ Αἰσχύλον.

σκινδαλμῶν τε παραξόνια: Σκινδαλμὸς κυρίως τὸ περὶ τὸν φλοιὸν τοῦ καλάμου ξέσμα. παραξόνια δὲ, οἷον κινδυνώδη καὶ παράβολα, περὶ τὸν τροχὸν ἑλκόμενα. καὶ ἄνω ἔφη ἐπʼ αὐτοῦ τοῦ Εὐριπίδου «τοιουτονί τι παρακεκινδυνευμένον.» Ἄλλως. παραξόνια, κινδυνώδη· ἀπὸ τοῦ ἄξονος. ἀεὶ γὰρ τὸ μέρος τοῦτο κινδυνεύει. σμιλεύματα δὲ, τὰ ἐκβαλλόμενα ἀπὸ σμίλης. ἀντὶ τοῦ διαγλύμματα, ἐρεθίσματα. —σχινδαλμῶν: Λεπτολογιῶν. φιλονεικήματα.

φρενοτέκτονος: Τοῦ ἐκ τῆς αὐτοῦ φρενὸς τεκταινομένου καὶ συντεθέντος Αἰσχύλου. ταῦτα δὲ λέγει, ἐπειδὴ τοιούτοις ὀνόμασιν Αἰσχύλος ἐκέχρητο κτύπον ἀποτελοῦσι. τὸ δὲ ἑξῆς, φωτὸς ἀμυνομένου, τουτέστι τοῦ Εὐριπίδου ἀμυνομένου τὰ ἱπποβάμονα ῥήματα τοῦ φρενοτέκτονος ἀνδρός· τουτέστι τοῦ Αἰσχύλου.

παρὰ τὴν βάσιν τῶν ἵππων.

φρίξας δʼ αὐτοκόμου: Ὡσεὶ εἶπεν, ὀργισθεὶς ὥσπερ σῦς· πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται. εἰς ἓν δὲ συνήγαγεν ὁμοῦ ἀμφοτέρας τὰς Ὁμηρικὰς εἰκόνας, τήν τε ἐπὶ τοῦ λέοντος, ἐν τῷ, λασιαύχενα χαίταν, καὶ τὴν ἐπὶ τοῦ συός.

ἐπισκύνιον ξυνάγων: Ὅμηρος πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται, ὄσσε καλύπτων· τὸ περὶ τὰς ὀφρῦς δέρμα· κατὰ μετάθεσιν τοῦ λ εἰς ν. σκῦλος γὰρ λέγεται τὸ δέρμα· ἔνθεν καὶ σκυλοδέψης, ὡς βυρσοδέψης. τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος ἤτοι δέρμα. τὸ συνοφρύωμα τοῦ μετώπου. ὅθεν καὶ σκύζεσθαι, τὸ ὀργίζεσθαι, διὰ τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μέρος τοῖς ὀργιζομένοις, καὶ ἐπισκύσαι, τὸ χαλεπῆναι· ἀπὸ τοῦ τὸ ἐπισκύνιον καθέλκειν τοὺς χαλεπαίνοντας. ἐπισκύνιον ξυνάγων: Συστέλλων. ἐπισκύνιον ξυνέχων· Συνάγων, ὥσπερ οἱ θυμούμενοι θῆρες.

γομφοπαγῆ: Ἀκριβέστατα, πολυσύνθετα, σκληρὰ, καὶ ἦχον ποιοῦντα, ὥσπερ αἱ κεκαρφωμέναι σανίδες. πινακηδὸν ἀποσπῶν: Ἀποσπῶν τὰ ῥήματα ὥσπερ πίνακας ἀπὸ πλοίων, οὐχ ὡς Εὐριπίδης, σκινδαλμούς. πινακίδες δὲ αἱ μεγάλαι σανίδες τῶν πλοίων, δίκην σανίδων τῶν ἐκ νεὼς ἀποσπωμένων ἐν τρικυμίᾳ.

γηγενεῖ φυσήματι: Ἀντὶ τοῦ μεγάλῳ, ὥστε σεισμοὺς ποιεῖν. ἀρχαία γὰρ ὑπόνοια τὸ ὑπὸ πνευμάτων κατεχομένην σείεσθαι τὴν γῆν.

λίσπη: Τῷ τόνῳ ὡς κίστη. Ἀπολλώνιος δὲ ὀξύνει ὡς ψιλή. λίσπη δὲ ἡ ἐκτετριμμένη καὶ λεία. οὕτω γὰρ λέγονται οἱ τοιοῦτοι ἀστράγαλοι· ἀφʼ οὗ καὶ οἱ λίσποι τὰ ἰσχία. Καλλίστρατος δὲ θηρίδιον λεπτὸν σφόδρα· ἀφʼ οὗ καὶ οἱ τὰ ἰσχία λεπτοὶ λίσποι λέγονται. Ἄλλως. λίαν ἐκτετριμμένη καὶ ὀλισθηρὰ γλῶσσα· διὰ τὸ ἐν τοῖς λόγοις εὐαπόφυκτον. Ἄλλως. λίσπους καλοῦσι τοὺς ὑφʼ ἡμῶν καλουμένους στρυφνοὺς ἀστραγάλους. οἱ τοιοῦτοι δὲ δυστροπικοί εἰσιν ἐν τῷ παίζειν. λέγει δὲ τὴν Εὐριπίδου. πρὸς δὲ τὸ ἱπποβάμονα, καὶ τὰ λοιπὰ, τὸ κινοῦσα χαλινοὺς εἶπε. φθονεροὺς δὲ, ὡς φθονουμένου τοῦ Εὐριπίδου ἐπὶ σοφίᾳ. δαιομένη δὲ, διαμερίζουσα, διαιροῦσα, κατατέμνουσα τὰ Αἰσχύλου ῥήματα. καταλεπτολογήσει δὲ, τὴν τοῦ Αἰσχύλου λεπτολογίαν λεπτῶς βασανίσει ὁ Εὐριπίδης.

διαμερίζουσα, διαιροῦσα. τὴν τοῦ Αἰσχύλου λεπτολογίαν καταλεπτολογήσει ὁ Εὐριπίδης.

πλευμόνων πολὺν πόνον: Τὰ γὰρ τοιαῦτα ῥήματα μετὰ πολλοῦ ἐξέρχονται πόνου.

οὐκ ἂν μεθείην: Γράφεται καὶ μεθείμην. κορωνὶς δὲ εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μεʹ. ὧν τελευταῖος ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ἐπᾴσατε. ἐπὶ τῷ τέλει κορωνίς. —πρὸς τὸν Αἰσχύλον Εὐριπίδης.

αἰσθάνει γὰρ τοῦ λόγου: Ὃν λέγει, ὡς οὐ παραχωρήσει σοι τοῦ θρόνου, φάσκων εἶναί σου κρείττων.

ἀποσεμνυνεῖται: Ἀντὶ τοῦ, ἀπονοεῖται σιωπῶν. ὑπερηφανεῖ πάλιν, ὅπερ ἐποίει ζῶν. Ἄλλως. σεμνότητος γὰρ ἕνεκα ἐπιπολὺ ἐσιώπα Αἰσχύλος, ἐν τοῖς θεάτροις εἰσιών. —σεμνῶς ἑαυτὸν σχηματίσει.

ὡς τοῦ Αἰσχύλου τερατευομένου ἐν ταῖς ἀρχαῖς τῶν δραμάτων.

λείπει κατʼ αὐτοῦ.

ἀγριοποιὸν: Ἀγρίους εἰσάγοντα καὶ ὠμοὺς τοὺς ἥρωας.

ἀπύλωτον στόμα: Φρύνιχος, ἀθύρωτον. οἱ δὲ γράφουσιν ἀπύλωτον, ἀντὶ τοῦ ἀνεῳγμένον καὶ πύλην μὴ ἔχον, μὴ χαλιναγωγούμενον, μηδὲ κρατούμενον.

ἀπεριλάλητον: Ἤτοι οὐκ εἰδότα λαλεῖν, ἢ οἷον οὐκ ἄν τις περιλαλήσαι. κομποφακελορρήμονα δὲ, βαρυρρήμονα, σκληρὰ καὶ συνδεδεμένα ἔπη λέγοντα. φάκελοι γὰρ τὰ βαρέα καὶ συνδεδεμένα φορτία τῶν ξύλων. —σκληρὰ καὶ συνδεδεμένα ἔπη λέγοντα.

ἄληθες ὦ παῖ: Ἐν ἐρωτήσει. ἀντὶ τοῦ, ὄντως δὴ σύ. ὅτι δὲ λαχανοπώλιδος υἱὸς ἦν Κλειτοῦς ὁ Εὐριπίδης, Ἀλέξανδρός φησιν. εἴρηται δὲ ὁ στίχος παρὰ τὰ Εὐριπίδου ἄληθες ὦ παῖ τῆς θαλασσίας θεοῦ. βαρυτονητέον δὲ τὸ ἄληθες. ἀρουραίας δὲ, διότι τὰ λάχανα ἐκ τῆς γῆς φύεται.

πτωχοποιὲ: Ὁ τὸν Τήλεφον τὸν βασιλέα Μυσῶν πτωχὸν ποιήσας. στωμυλιοσυλλεκτάδη δὲ, ὁ πολυλογίας συνάγων. —ἀντὶ τοῦ στωμύλα ῥήματα συλλέγων. Θ. πολυλογίας συλλέγων. ῥακιοσυρραπτάδη δὲ, ὁ τὰ ῥάκη συρράπτων καὶ ἐνδύων τοὺς βασιλεῖς. ἢ ὁ τὰ τῶν ἄλλων ποιητῶν συλλέγων καὶ οἰκεῖα ἑαυτοῦ λογιζόμενος. —τὰ ῥάκη συλλέγων.

σπλάγχνα θερμήνῃς: Θυμὸς γάρ ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος, διʼ ὄρεξιν ἀντιλυπήσεως κινούμενος. ἢ ὀργὴ ἐναρχομένη. κότος δὲ, ὀργὴ θυμὸν ἐπιτηροῦσα. μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτιθεμένη. χόλος δὲ, ὀργὴ διοιδοῦσα. ὀργὴ δὲ, ἐπιθυμία τιμωρίας τοῦ ἠδικηκέναι δοκοῦντος ἤγουν προσηκόντως. ἢ λύπη μεθʼ ὑπολήψεως τοῦ ὀλιγωρεῖσθαι.

τὸν χωλοποιὸν: Διὰ τοὺς τρεῖς, Βελλεροφόντην, Φιλοκτήτην, Τήλεφον.

ἄρνʼ ἄρνα μέλαιναν: Ὡς τοιαύτης γινομένης θυσίας τῷ Τυφῶνι ἐπὶ τῷ λῆξαι τὰς καταιγίδας. — ἄρνʼ ἄρνα μέλαιναν: Τοιαῦτα γὰρ ἔθυον τῷ Τυφῶνι, ὁπότε στροβιλώδης ἐκινήθη ἄνεμος. τῶν γὰρ τοιούτων οὗτός ἐστιν ἔφορος. εἰκότως δὲ μέλαιναν, καὶ οὐ λευκὴν, ἐπειδὴ καὶ ὁ Τυφὼς μέλας.

τυφὼς γὰρ ἐκβαίνει: Οἷον ἀθρόως ἐκβαίνειν μέλλει. τοὺς δὲ καταιγιδώδεις ἀνέμους τυφὼς καλοῦσι. τούτῳ ἐνόμιζον μέλανα ἄρνα σφάζειν, ὅπως λήξῃ τὸ πνεῦμα. εἰς τὸν Αἰσχύλον δὲ τοῦτο.

ὦ Κρητικὰς μὲν: Ἐν γὰρ τοῖς Κρησὶν Ἴκαρον μονῳδοῦντα ἐποίησε. καὶ οἱ μὲν εἰς τὴν τοῦ Ἰκάρου μονῳδίαν ἐν τοῖς Κρησί. θρασύτερον γὰρ δοκεῖ εἶναι τὸ πρόσωπον. Ἀπολλώνιος δὲ, ὅτι δύναται καὶ εἰς τὴν Ἀερόπην τὴν ἐν ταῖς Κρήσσαις εἰρῆσθαι· ἣν εἰσήγαγε πορνεύουσαν. οἶμαι δὲ διὰ τὰ ἐν τῷ Αἰόλῳ. Τιμαχίδας δὲ, διὰ τὴν ἐν τοῖς Κρησὶ μίξιν Πασιφάης πρὸς τὸν ταῦρον. Ἄλλως. ἐκ τῶν ἐν τῷ Αἰόλῳ Κανάχης καὶ Μακαρέως, ἢ, ὥς τινες, Δανάης καὶ Μεγαρέως ἀδελφῶν. ἐδόκει γὰρ τοῖς παλαιοῖς πάνυ ἐναγὲς εἶναι ταῖς ἀδελφαῖς μίγνυσθαι. ἢ ὅτι ἡ Φαίδρα, ἧς τὸ πάθος ἐδραματούργησε, Κρῆσσα ἦν. καὶ γάμους ἀνοσίους λέγει, διὰ τὸ αὐτὴν ἐρασθῆναι μὲν Ἱππολύτου, ὃν ὁ Θησεὺς ἐξ Ἱππολύτης ἔσχε, μιᾶς τῶν Ἀμαζόνων, μὴ δυνηθεῖσαν δὲ τελέσαι τὸν ἔρωτα διὰ τὴν Ἱππολύτου σωφροσύνην, ἀγχόνῃ χρήσασθαι.

πόνηρον ἐνταῦθα ἢ τὸν κακὸν νοεῖ, εὕρηται γὰρ καὶ οὕτως, ἢ τὸν γεωργόν.

ἵνα μὴ κεφαλαίῳ: Ἀντὶ τοῦ ἁδρῷ. καὶ ἐν Νεφέλαις κεφάλαιον ῥαφανῖδος, οὐδʼ ἑλέσθαι δειπνοῦντʼ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος.

κεφαλαίῳ: Καθολικῷ καὶ μεγάλῳ. κεφάλαιόν ἐστι τὸ πρὸς τὰ φύλλα καυλῶδες. οὐκ ἔτεμον δὲ κατὰ μῆκος ὡς νῦν, ἀλλὰ κατὰ κύκλον τὰς ῥαφανῖδας.

ἐκχέῃ τὸν Τήλεφον: Ὡσανεὶ ἔφη τὸν ἐγκέφαλον. ἰδιώτατα δὲ τὸν Τήλεφον κωμῳδεῖ.

ἔλεγχʼ αὐτὸν, ἐλέγχου παρʼ αὐτοῦ.

ὥσπερ πρῖνος: Ὅτι ἡ πρῖνος καιομένη ψόφον ποιεῖ. —ἔστι δὲ ἡ πρῖνος ξύλον πικρότατον.

ὡς ἐπὶ ἀλεκτρυόνων.

τὰ κεφάλαια.

κἄτι μάλα τὸν Τήλεφον: Ὡσεὶ ἔφη, καὶ ὃν κωμῳδεῖς Τήλεφον, εἰς μέσον φέρε.

ὁτιὴ ποίησις οὐχὶ συντέθνηκεν: Ἐπεὶ τὰ Αἰσχύλου ἐψηφίσαντο διδάσκειν. κομπῶδες δὲ τοῦτο ἔφη. τῶν γὰρ δυνατῶν καὶ μετὰ θάνατον ᾄδονται τὰ ποιήματα. —ὁτιὴ: Διότι. ποίησις· Ἡ.

τούτῳ δὲ συντέθνηκε: Συναποθανοῦσα πάρεστιν ἐνθάδε ἐν τῷ ᾍδῃ, καὶ ἕξει αὐτὴν ξύμμαχον.

ὑμεῖς δὲ ταῖς Μούσαις: Πρὸς τὸν χορόν. ἴσον τῷ προᾴσατε, ὡς ὑπογραμμὸς, προγραμμός τις ὤν.

Διὸς ἐννέα: Κορωνὶς καὶ εἴσθεσις ἐπῳδικὴ διὰ τὸ μετὰ τὴν κορωνίδα τίθεσθαι, ἐκ κώλων ἀναπαιστικῶν μὲν διμέτρων ἑφθημιμερῶν κατὰ τὰς περιττὰς χώρας, κατὰ δὲ τὰς ἀρτίας ἀντισπαστικῶν ἡμιολίων ἐξ ἐπιτρίτου τετάρτου, ἢ καὶ πεντασυλλάβου, πλὴν τοῦ τρισκαιδεκάτου ἰαμβικοῦ καθαροῦ ὄντος ἑφθημιμεροῦς· ἐφʼ ᾧ κορωνίς. ἑξῆς δὲ σύστημα κατὰ περικοπὴν ἀμοιβαῖον. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι δέκα· ὧν τελευταῖος ὀρθῶς μʼ ἐλέγχειν, ὧν ἂν ἅπτωμαι λόγων. ἐπὶ τῷ τέλει παράγραφος. —ἀντὶ τοῦ θυγατέρες.

περὶ Αἰσχύλου.

γνωμοτύπων: Τῶν τὰς οἰκείας γνώμας διὰ τῶν λόγων τυπούντων. ἢ τῶν τύπους αὐτὰς τοῖς ὕστερον καταλιμπανόντων. ἢ τῶν ταῖς γνώμαις ἀλλήλους τυπτόντων. ὀξυμερίμνοις: Τοῖς μετὰ σκέψεως εὑρισκομένοις καὶ ἀσαφέσι.

ῥήματα καὶ παραπρίσματα: Τὰ μὲν ῥήματα πρὸς τὸν Αἰσχύλον, τὰ δὲ παραπρίσματα πρὸς τὸν Εὐριπίδην λεπτολόγον ὄντα.

Δήμητερ ἡ θρέψασα: Παρόσον Ἐλευσίνιος τῶν δήμων ἦν ὁ Αἰσχύλος. ἢ ὅτι ἐν τοῖς Ἐλευσινίοις ἐτελεῖτο τὰ δράματα τοῦ Αἰσχύλου. ἔστι δὲ τοῦτο τὸ ἔπος Αἰσχύλου.

λείπει ποίησον ἢ δός.

τὸν καρπόν. καλῶς: Ὅτι καὶ νῦν τὸ καλῶς ἐπὶ παραιτήσει. ἀποστρεφόμενος δὲ καὶ παραιτούμενος ὁ Εὐριπίδης λέγει τὸ καλῶς.

ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι: Ἅτε δὴ Σωκρατικὸς ὢν καινὰ δαιμόνια ἔπλασεν.

ὡς ἐπὶ νομισμάτων.

τοῖσιν ἰδιώταις θεοῖς: Τινὲς ἐν τῷ θεοῖς δύο τιθέασιν, ἵνα ἓν ᾖ τὸ, ἴδιοί τινές σοι κόμμα καινόν.

αἰθὴρ ἐμὸν βόσκημα: Καὶ Σωκράτης ἐν Νεφέλαις μὰ τὴν ἀναπνοὴν, μὰ τὸ χάος, μὰ τὸν ἀέρα. χαρακτηρίζει δὲ Εὐριπίδην, εὐεπίφορον ὄντα ἐπὶ τὸ ὀνομάζειν αἰθέρα. στρόφιγξ δὲ, ἀπὸ τοῦ στρέφειν αὐτὸν καὶ πανουργεύεσθαι. —ἀντὶ τοῦ στροφὴ, κίνησις. μυκτῆρες δὲ ὀσφραντήριοι, ὡς συντελούντων τῶν μυκτήρων εἰς τὴν φωνήν.

λείπει τὸ ποιήσατε δότε ἢ θελήσατε. Θ.

καὶ μὴν ἡμεῖς: Κορωνὶς καὶ εἴσθεσις χοροῦ προῳδικὴ, ὅτι προτίθεται τῆς διπλῆς, ἐκ κώλων τροχαϊκῶν ιδʹ· ὧν τὰ μὲν αʹ, βʹ, εʹ, ϛʹ, ηʹ, θʹ, ιαʹ, ιβʹ, ιδʹ δίμετρα ἀκατάληκτα, τὰ δʼ ἄλλα ἑφθημιμερῆ, πλὴν τοῦ παρατελεύτου μονομέτρου ἀκαταλήκτου ὄντος. ἐπὶ τῷ τέλει κορωνίς.

λόγων ἐμμέλειαν: Ὅτι καταχρηστικῶς νῦν τὴν εὐρυθμίαν. κυρίως γὰρ ἡ μετὰ μέλους τραγικὴ ὄρχησις. οἱ δὲ, ἡ πρὸς τὰς ῥήσεις ὑπόρχησις. —ἔπιτε: ἐπέλθετε.

δαΐαν ὁδὸν: Ἀγωνιστικὴν, ἔμπειρον, ἀπὸ τοῦ δαῆναι. —ἢ φιλόνεικον. ἤγουν μαθεῖν. ἐπὶ τούτοις δὲ δαΐαν ὁδὸν, ἔμπειρον. ἢ ἀντὶ τοῦ φιλόνεικον.

προσδοκᾶν οὖν: Ἔθος τοῖς ποιηταῖς προλέγειν, ἃ εἰς τὸ ἑξῆς λέγειν μέλλουσι. κἀνταῦθα οὖν οὗτος τοῦτο ποιεῖ.

κατερρινημένον: Ἐξεσμένον. ῥίνη γὰρ ἐργαλεῖον τεκτονικὸν, ᾧ ῥινοῦσιν. ἢ εὐτελὲς, ὅτι ἐξευτελίζομεν τῇ ῥινί. —τὸν Εὐριπίδην.

αὐτοπρέμνοις: Δυσκόλοις, προρρίζοις, ἢ μεγάλοις. —τὸν Αἰσχύλον.

ἀλινδήθρας: Συναγωγὰς, στροφὰς, λεπτολογίας, πλοκὰς τοῦ Εὐριπίδου. —ἀλινδῆθραι ἀπὸ τοῦ ἀλίζω, τὸ συναθροίζω. κυλίστρας.

ἀλλʼ ὡς τάχιστα: Εἴσθεσις διπλῆς ἀμοιβαίας ἐκ στίχων ἰαμβικῶν Ἱππωνακτείων τετραμέτρων καταληκτικῶν ξϛʹ· ὧν τελευταῖος πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος, ἀλλὰ Κῖος. ἐπὶ τῷ τέλει διπλῆ ἔξω νενευκυῖα.

οἷον τὸν ἐμὸν χαρακτῆρα.

ἐν τοῖς τελευταίοις.

παρὰ Φρυνίχῳ τραφέντας: Ἀπατεὼν γὰρ, ὡς ἀφελέστερος ὁ Φρύνιχος. νῦν δὲ Φρύνιχον λέγουσι τὸν τραγῳδοποιητήν. τοῦτον δὲ ἐπαινοῦσιν εἰς τὴν μελοποιίαν. νυνὶ δὲ ὡς ἀφελοῦς ὄντος αὐτοῦ μνημονεύει ὁ Ἀριστοφάνης. ἦν δὲ πρὸ Αἰσχύλου.

ἐγκαλύψας: Ὡς αὐτοῦ εἰσφέροντος ἐν δράματι τινὰ κεκαλυμμένον. ὁ Ἀχιλλεὺς δὲ καθήμενός ἐστι καὶ οὐκ ἀποκρινόμενος παρʼ Αἰσχύλῳ ἐν δράματι ἐπιγραφομένῳ Φρυξὶν ἢ Ἕκτορος λύτροις. οὐδὲν δὲ ὁ Ἀχιλλεὺς φθέγγεται. Ἄλλως. εἰκὸς τὸν ἐν τοῖς Φρυξὶν Ἀχιλλέα ἢ Ἕκτορος λύτροις· ἢ τὸν ἐν Μυρμιδόσιν, ὃς μέχρι τριῶν ἡμερῶν οὐδὲν φθέγγεται.

οὐδὲ τουτί: Εἰκὸς αὐτὸν ἀποκροτοῦντα τῷ δακτύλῳ δεικνύειν τὸ οὐδὲ τουτί. τὸ δὲ, οἱ δʼ ἐσίγων, ὁ Ἀχιλλεὺς, φασὶ, καὶ ἡ Νιόβη.

σωρούς.

καί με τοῦτʼ ἔτερπε: Μᾶλλον τῇ σιωπῇ ἐτερπόμην ἢ τοῖς νῦν λαλοῦσιν. ὅτι οἱ πολλοὶ ἐν σκηνῇ ἐλάλουν.

πρὸς τὸν Διόνυσον.

ὁ δεῖνα: Ὅτι ἐπὶ δείξεως. δείκνυσι γὰρ τὸν Αἰσχύλον παρόντα.

διῄει: Ἀνύοιτο ἂν, εἰς τέλος ἂν ἦλθεν.

ὦ παμπόνηρος: Ἢ ἐγὼ, ἢ αὐτὸς νόει. καὶ πρὸς μὲν τὸν Διόνυσον, ὦ παμπόνηρος ἐγὼ, ὁ εἰς πάντα πονηρευόμενος καὶ πάντα ἐξετάζων, οἷα ἐφενακιζόμην ὑπʼ αὐτοῦ ἐπὶ τούτῳ· πρὸς δὲ τὸν Αἰσχύλον, στίξον εἰς τὸ παμπόνηρος, καὶ τὸ ὢ ἀντὶ τοῦ φεῦ· ὢ παμπόνηρος ὑπάρχει αὐτὸς, ταῦτα πονηρευόμενος εἰς ἀπάτην τῶν θεατῶν. —ὑπὸ τοῦ Αἰσχύλου.

τί σκορδινᾷ: Οὕτως ἔλεγον τὸ παρὰ φύσιν τὰ μέλη ἐκτείνειν, σκορδινᾶσθαι. γίνεται δὲ περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτείνωσι τὰ μέλη· ὅπερ συμβαίνει καὶ περὶ τοὺς ἄλλως πως βασανιζομένους καὶ διαστρεφομένους τὰ μέλη. —σκορδονιᾷ: Δριμύτατα βλέπεις. δριμέα γὰρ τὰ σκόροδα.

βόεια: Μεγάλα καὶ κτύπου πλέα, ὀφρῦς ἔχοντα, ὑψηλὰ καὶ ὑπερήφανα.

μορμορωπὰ: Καταπληκτικὰ, φοβερά. ἐκ μεταφορᾶς τῆς μορμοῦς, τῆς τὰ βρέφη φοβούσης.

ἄγνωτα τοῖς θεωμένοις: Ἀπὸ τοῦ ἄγνωτος. οὐ γὰρ παρασχηματίζεται ἀπὸ τοῦ ἀγνὼς εἰς οὐδέτερον γένος, ὥς φησιν Ἡρωδιανός. —ἄγνωστα.

ἢ Σκαμάνδρους: Χαρακτηριστικὸν καὶ τοῦτο· ὅτι πολὺς Αἰσχύλος ἐν τῷ ποταμοὺς καὶ ὄρη λέγειν.

γρυπαιέτους: Ἐπίσημα ἀσπίδος ἀλλόκοτα. εἰώθασι γὰρ ζωγραφεῖν εἰς τὰς ἀσπίδας ἀετούς. ζητεῖται δὲ, ποῦ μᾶλλον τὸ ἤ συναπτέον· εἰς τὸ, ἢ ʼπʼ ἀσπίδων ἐπόντας· ἢ τοῖς ἄνω· ἢ τῷ γρυπαιέτους χαλκηλάτους. —Ἄλλως. ἐπὶ ἀσπίδων ὄντας.

ἤδη ποτʼ ἐν μακρῷ: Παρὰ τὸ ἐξ Ἱππολύτου ἤδη πότʼ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ.

προείρηται ὅτι ἐκ τῶν Μυρμιδόνων ἐστὶν ἐπὶ νεὼς «ἐπὶ δʼ αἰετὸς ξουθὸς ἱππαλεκτρυών.» τὸ δὲ ἵππος ἐπὶ τοῦ μεγάλου. ἱππαλεκτρυόνα: Γράφεται κολοκτρυόνα, ὡς γένος τι Περσικὸν ἀττελάβοις ὅμοιον. Ἄλλως. ἱππαλεκτρυὼν εἰ καὶ τοῖς φιλοσόφοις ἀπηγόρευται μὴ εἶναι, ἀλλʼ ἐστὶ τῇ ἀληθείᾳ ζῷον θαλάσσιον, ὃν καί τις τῶν καθʼ ἡμᾶς εὑρὼν κατὰ τύχην ἐξιόντα ἀπεκτονὼς καὶ πᾶσι νεκρὸν δείξας, ἐνέγραφεν ἐν τῇ σημαίᾳ αὐτοῦ καὶ τῇ ἀσπίδι, ὡς ἂν καὶ τοῖς μὴ εἰδόσιν ὁ ἆθλος κηρύττοιτο. τινὲς δὲ τὸ ἵππος ἐπὶ τοῦ μεγάλου.

Ἔρυξιν: Οὗτος γὰρ ὡς ἄμορφος καὶ ἀηδὴς διαβάλλεται. —ἵνα διαβάλλῃ αὐτὸν ὡς ἄμορφον. οὗτος γὰρ ὡς κτηνοβάτης ἐκωμῳδεῖτο, ἢ ὡς ἀηδής. Θ.

ὥσπερ σύ.

παραπετάσμασι: Ταῖς σκηναῖς, τοῖς Περσικοῖς βήλοις, ἢ βηλοθύροις.

ἐγὼ δηλονότι.

κομπώδη οὖσαν.

ἔξυσα.

ἐπυλλίοισιν: Ἀντὶ τοῦ λογίοις μικροῖς· ὡς δὲ βρέφος βρεφύλλιον, καὶ εἶδος εἰδύλλιον· οὕτω καὶ ἔπος ἐπύλλιον. περιπάτοις: Εἰώθασι γὰρ οἱ κακούμενοι περιπατεῖν. ἢ ἀντὶ τοῦ διατριβαῖς. ὡς ἐπὶ ἀσθενοῦντος δὲ διαλέγεται. ἐκ μεταφορᾶς τῶν λεπτυνομένων σωμάτων διὰ τῆς καθάρσεως. τευτλίοισι: Εἰώθασιν οἱ τῶν ἰατρῶν παῖδες τὰς τῶν σωμάτων καθάρσεις διὰ περιπάτων καὶ τεύτλων λευκῶν καὶ ἑτέρων ποτῶν ποιεῖσθαι. τὸ δὲ ἐπυλλίοις ἀντὶ τοῦ λογίοις μικροῖς. μικροῖς: Γράφεται λευκοῖς.

χυλὸν διδοὺς: Οὐκ ἀπὸ πτισάνης, ἀλλʼ ἀπὸ ἠθῶν ἀνδρῶν καὶ βιβλίων. γράφεται δὲ καὶ ἀπηθῶν, ἀντὶ τοῦ ἐκλεγόμενος. μονῳδίαις δὲ, γυμνάσμασι μονῳδικοῖς.

Κηφισοφῶντα: Ὅτι ἐδόκει δοῦλος ὢν ὁ Κηφισοφῶν συμπονεῖν αὐτῷ, καὶ μάλιστα τὰ μέλη, ὃν καὶ συνεῖναι τῇ γυναικὶ αὐτοῦ κωμῳδοῦσιν. ἕτερος δέ ἐστι Κηφισοφῶν ὁ καὶ τὸ ψήφισμα εἰσενεγκὼν ὑπὲρ τοῦ εἰρχθῆναι τῆς ἐν πρυτανείῳ σιτήσεως.

τὴν ὑπόθεσιν.

ἢ τὸ σαυτοῦ: Ὅτι δυσγενὴς ὁ Εὐριπίδης. ἐπῶν δὲ, τῶν ἰαμβείων. ἔπη γὰρ καὶ αὐτὰ καλοῦσιν.

ἀργόν: Ὥσπερ σὺ τὴν Νιόβην καὶ τὸν Ἀχιλλέα ἐποίησας μηδὲν λέγοντας.

ἡ γυνή τέ μοι χὡ δοῦλος: Ἀντὶ τοῦ τὰ αὐτά. καὶ εἰς τοῦτο κωμῳδεῖται ὁ Εὐριπίδης, ὅτι διαφόροις τοῖς προσώποις ἀνοικείους λόγους περιτίθησιν.

ὅτι καὶ παρθένος ἐν τραγῳδίαις λέγει.

ταῦτα: Τὸ τοὺς δούλους τοῖς δεσπόταις ἰσοτίμους ποιεῖν.

δημοκρατικὸν: Τὰ περὶ δημοκρατίας καὶ ἰσότητος, φησὶν, ἔασον. ἐμὸν γάρ ἐστι μᾶλλον ἐμπεριπατῆσαι περὶ τούτου, οὐ σόν. παρόσον ἡσυχίας καὶ εἰρήνης ὁ θεὸς αἴτιος. ἔασον οὖν ὦ τᾶν· ὀρθῶς γάρ σου κατηγορεῖ ἐπὶ τῇ πάντων ἀδολεσχίᾳ ὁ Αἰσχύλος, καὶ οὐκ ἂν ἔχοις ἐμπεριπατῆσαι οὐδὲ ἐπαινέσαι σεαυτὸν ἐπὶ τούτῳ. Ἄλλως. οὐ δεῖ σε, φησὶ, ζητεῖν ὅπως ἂν ἀποδείξῃς ὡς κάλλιστα τοῦτο ἐποίεις. οὐ γὰρ καλὸν ἐξ ἴσου τοὺς δούλους τοῖς δεσπόταις παρρησιάζεσθαι. περίπατος δὲ διατριβή.

τοὺς ἐν δράματι.

γωνιασμοὺς: Πλαγιασμοὺς, ἀπάτας. καχυποτοπεῖσθαι δὲ, ἀντὶ τοῦ κακὰ ὑπονοεῖν, ἐάν τις εἰς αὐτοὺς τεχνάσηται. —ἀποφυγὰς καὶ ἀπαγωγάς.

κάχʼ ὑποτοπεῖσθαι: Τὸ τέλειον κακὰ ὑπονοεῖν. ὑπονοεῖν, ἐάν τις εἰς αὐτοὺς τεχνάσηται.

εἰ κακῶς ἔλεγον.

οὐκ ἐκομπολάκουν: Κενοὺς οὐκ ἐποίουν ψόφους. οὐκ ἔλεγον κομπώδη ὡς ὁ Αἰσχύλος. —ἐμεγαλορρημόνουν. Θ.

ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας: Οὐ τὴν φρόνησιν αὐτῶν ἀφειλόμην, ἀπὸ τοῦ φρονεῖν καὶ συνεῖναι τὸ λεγόμενον ἀποσπάσας αὐτούς.

Κύκνους: Ὅτι δύο Κύκνοι ἐγένοντο· ὁ μὲν Ἄρεος υἱὸς, ὁ ὑφʼ Ἡρακλέους φονευθεὶς, ὡς ἐν τῇ Ἀσπίδι Ἡσίοδος, ὁ δὲ Ποσειδῶνος, ὁ ὑπʼ Ἀχιλλέως· ὡς καὶ Πίνδαρος ἱστορεῖ. κωδωνοφαλαροπώλους: Ἀπολλώνιός φησιν ὅτι παρήνεγκε χρωμένους κώδωσί τινας. κώδωνας ἐν τοῖς φαλάροις καὶ χαλινοῖς τῶν ἵππων ἔχοντας.

Φορμίσιος: Δίδυμός φησιν ὅτι Φορμίσιος δραστικὸς ἦν καὶ τὴν κόμην τρέφων καὶ φοβερὸς δοκῶν εἶναι. διὸ καὶ Αἰσχύλου μαθητὴν αὐτόν φησιν εἶναι. βαθὺς δὲ ἦν καὶ καθίει τὸν πώγωνα. κωμῳδεῖται δὲ καὶ εἰς δωροδοκίαν. Μεγαίνετός θʼ ὁ Μάνης: Ὁ Μεγαίνετος, ὅτι οὐ πάντως βάρβαρος, ἀλλʼ ἀναίσθητος καὶ οὐκ ἀστεῖος. αὐθάδης δὲ οὗτος καὶ τῶν στρατηγιώντων ἐστὶ καὶ ἄλλως θρασύς. τινὲς δὲ δούλων ὀνόματα. —Μεγαίνετός θʼ ὁ Μάγνης: Ἀμφότεροι βάρβαροι.

σαλπιγγολογχυπηνάδαι: Σάλπιγγας καὶ λόγχας καὶ ὑπήνας ἔχοντες. τοῦτο δὲ εἰς τὸν Φορμίσιον ἀποτείνει—ὡς μέγαν ἔχοντα πώγωνα. εἶπε δὲ συνθέτως τὸ μὲν ἀπὸ τοῦ πολέμου, τὸ δὲ ἀπὸ τοῦ πώγωνος. σαρκασμοπιτυοκάμπται: Ὡς σαρκάζοντας μὲν καὶ προσποιουμένους τὰ πολεμικὰ, οὐκ ἀληθῶς δὲ τοιούτους· ἰσχύος δὲ ἐπιμελουμένους. διὸ καὶ τὸν Μεγαίνετον Μάνην εἶπεν, οὐ πάντως βάρβαρον, ἀλλʼ ἀναίσθητον. ἐπίτηδες δὲ ἐχρήσατο τοῖς συνθέτοις διὰ τὸ Αἰσχύλου ἦθος. —ἀντὶ τοῦ μεγάλαι. Ἄλλως. σαρκασμοπιτυοκάμπτης συνετέθη παρὰ τὸ σαρκασμὸς καὶ τὸ πίτυς καὶ τὸ κάμπτω. ἔστι δὲ σαρκασμὸς εἰρωνεία δακνηρὰ καὶ βαρύτης, ὅθεν καὶ τὴν κλῆσιν ἔχει ὡς οἷά τι θηρίον σαρκὶ ἐμφυέν. ἄλλοι δὲ σαρκασμοὺς νοοῦσι τοὺς μαλακοὺς καὶ φθορεῖς ἀπὸ τοῦ τὰς σάρκας κάμπτειν, ἤτοι συνθλίβειν δίκην πίτυος. ἔστι δὲ καὶ πιτυοκάμπτης φάρμακον φθοροποιὸν, ὡς ἐν τοῖς νόμοις εὕρηται. βυκινοκονταρογέναι. μαλακοὶ καὶ φθορεῖς. Θ.

Θηραμένης: Ὡς ἀστεῖος καὶ πιθανὸς, Κλειτοφῶν δὲ ὡς ἀργὸς ἐκωμῳδεῖτο. νῦν δὲ ὡς παλίμβολον καὶ πανοῦργον βούλεται τοῦτον ἀποδεῖξαι, καὶ παραπλήσιον Θηραμένει. —ὁ ἀστεῖος.

οὐ Χῖος, ἀλλὰ Κῖος: Ὅτι δοκεῖ προσγεγράφθαι τῇ πολιτείᾳ, Ἄγνωνος αὐτὸν ποιησαμένου, ὡς Εὔπολις Πόλεσιν. Ἀρίσταρχος δὲ ὡς γεγραμμένου Κῷος ἐξηγεῖται· ὅτι πρὸς τὸ Κῷος εἰσήγαγε τὸ Χῖος. τὸν γὰρ ἀντίστροφον τῷ Χίῳ λέγεσθαι. τοῦτο οὖν φησιν, ὅτι οὐδέποτε κακοβολεῖ ὁ Θηραμένης ὡς ἐν ἀστραγάλοις, ἀλλʼ ἐπιτυγχάνει. ἐπιπλήττει δὲ αὐτῷ ὁ Δημήτριος, ὡς τελέως ἀγνοοῦντι ὅτι Κῖος ἦν. παραλείπει δὲ ὅμως καὶ αὐτὸς ὅτι οὐδὲν ἧττον παρὰ τὴν ὑπόνοιαν εἴρηται ἀντὶ τοῦ Κῷος Κῖος. Δίδυμος δέ φησιν ὅτι δύναται καὶ τῆς παροιμίας μεμνῆσθαι, οὐ Χῖος, ἀλλὰ Κῖος, παρόσον ποικίλος τις ὢν καὶ ἀγχίστροφος, καθωμίλει τοὺς καιροὺς, πρὸς τὸ κρεῖττον μέρος ἀεὶ διδοὺς ἑαυτόν. Κῷος δὲ ἐλέγετο εἶναι.

τοιαῦτα μέντοι ʼγὼ φρονεῖν: Τὸ πλῆρες μέντοι ἐγώ. εἴσθεσις τῆς διπλῆς εἰς δύο περιόδους διῃρημένη, ἐκ κώλων ἰαμβικῶν διμέτρων ἀκαταλήκτων καʹ. εἰσὶ δὲ τῆς μὲν πρώτης περιόδου κῶλα θʹ, τῆς δὲ δευτέρας κῶλα δυοκαίδεκα. ἧς τὰ ηʹ, ιαʹ, ιβʹ, καταληκτικά εἰσιν. ἐπὶ τῷ τέλει τῆς μὲν πρώτης περιόδου παράγραφος, τῆς δὲ δευτέρας δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι ἔξω νενευκυῖαι.

τῇ τραγῳδίᾳ.

διαγινώσκειν.

καὶ τὰς οἰκίας: Προσέχειν τῇ οἰκίᾳ καὶ οὐ πολέμοις.

ἐκ τῆς λεπτολογίας Εὐριπίδου μεμαθηκὼς καὶ πεπαιδευμένος.

ποῦ ʼστιν ἡ χύτρα: Ταῦτα πάντα μικροπρεπείας παραδείγματα.

τὸ πινάκιον. οἱ δέ φασι τὸ σαλτζάριον. Θ.

τέθνηκέ μοι: Ἀντὶ τοῦ κέκλασται, ἢ ἀπώλετο. πρὸς τὰς λέξεις Εὐριπίδου.

τῆς ἐλάας: Μέχρι καὶ τῶν εὐτελῶν ἐρωτῶσιν. ἐλάα δὲ ὁ καρπὸς τῆς ἐλαίας. καταχρηστικῶς δὲ θάτερον ἀντὶ θατέρου λαμβάνεται.

Μαμμάκυθοι: Ἀρίσταρχός φησιν ὠνοματοπεποιῆσθαι. πῶς οὖν, Δημήτριός φησιν, εἰ μὴ σύνηθες αὐτοῖς τὸ ὄνομα, οὗ καὶ δρᾶμα ὅλον οὕτως ἐπιγέγραπται Μαμμάκουθοι; ὅ τινες Πλάτωνος λέγουσιν. Ἄλλως. ἀντὶ τοῦ μαμμόθρεπτοι. Δίδυμος, ὅτι Μαμμάκυθος καὶ Μελητίδης ἐπὶ μωρίᾳ διεβέβληντο, καθάπερ καὶ ὁ Βουταλίων καὶ ὁ Κόροιβος. Μελιτίδην δὲ, τὸν εὐήθη· παρὰ τὸ μέλι. ἢ καὶ γέγονέ τις οὕτω μωρός.

τάδε μὲν λεύσεις φαίδιμʼ: Κορωνὶς καὶ εἴσθεσις χοροῦ, ἐπῳδικὴ μὲν διὰ τὸ μετὰ τὴν διπλῆν κεῖσθαι, προῳδικὴ δὲ διὰ τὸ προτίθεσθαι ἑτέρας διπλῆς, ἐκ κώλων ιγʹ. ὧν τὸ αʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ βʹ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον, τὰ γʹ, ϛʹ, ιγʹ τροχαϊκὰ ἑφθημιμερῆ. τὰ δὲ λοιπὰ ἀκατάληκτα καὶ δίμετρα, πλὴν τοῦ μονομέτρου παρατελεύτου. ἐν ἐκθέσει δὲ στίχοι δύο ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ, ὅμοιοι τοῖς ἑξῆς διπλῆς ἀμοιβαίας εἰσθέσεως ἑβδομήκοντα κώλοις, ὧν τελευταῖον καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι. ἐπὶ τῷ τέλει τῆς μὲν προῳδικῆς κορωνίς· τῶν δὲ τετραμέτρων διπλῆ ἔξω νενευκυῖα. πρὸς τὸν Αἰσχύλον ὁ χορὸς ἀπὸ τῶν αὐτοῦ. ἔστι δὲ ἀρχὴ αὕτη Μυρμιδόνων Αἰσχύλου. τοῦτο δὲ παρὰ τὴν ὑπόνοιαν.

ἐκτὸς οἴσει: Ἀντὶ τοῦ, ἐκτὸς τῶν ὡρισμένων λόγων. ἐμφαίνει δέ τι ὡρισμένον λέγειν, καὶ μάλιστα ὡς ἐπʼ ἄκρου ἱπποδρόμου ἐλαῖαι ἦσαν, καθʼ ἃς ἐξεφέροντο οἱ ὑποπίπτοντες κατὰ τὸν δρόμον. θέλει δὲ εἰπεῖν, ἐκτὸς τοῦ προκειμένου. ἢ ἐπεὶ εἶπεν ὁ Διόνυσος τίς τῆς ἐλάας παρέτραγεν; παρὰ τὸ παρέτραγε παίζων ὁ χορὸς τοῦτό φησι μή σʼ ὁ θυμὸς ἁρπάσας ἐκτὸς οἴσῃ τῶν ἐλαῶν. Ἄλλως. ἐν τῷ τέλει τοῦ τόπου οὗ ἐτελεῖτο ὁ δρόμος, ἐλαῖαι στιχηδὸν ἵστανται, οὖσαι κατάντημα τοῦ δρόμου, καὶ οὐδεὶς ἐπέκεινα τούτων ἐχώρει. ὅστις οὖν πέρα τοῦ δέοντος ἔπραττέ τι, ἔλεγον ὡς ἐκτὸς τῶν ἐλαιῶν φέρεται. ἐπεκράτησε δὲ εἰς παροιμίαν. — σημείωσαι δὲ ὅτι μὴ μόνον ἐλαία, ἀλλὰ καὶ ἐλάα παρὰ ποιηταῖς τε καὶ λογογράφοις εὕρηται.

χρώμενος τοῖς ἱστίοις: Λείπει ὁ καί. ἔστι γὰρ, καὶ ἄκροισι χρώμενος. τοῦτο δὲ εἴρηκεν ἐκ μεταφορᾶς τῶν πλεόντων, οἳ, ὅταν πνεῦμα σφοδρὸν ἐμπνεύσῃ, συστέλλουσι τὰ ἱστία, ἵνα μὴ τῇ βιαίᾳ τούτου φορᾷ ἀνατραπείη τὸ σκάφος. χαλῶντες δὲ ἤδη κατὰ μικρὸν ἄγουσι τὴν ναῦν εἰς τὸ πρόσω τοῦ πλοῦ. ἄκροισι δὲ τοῖς ἐν ἄκρῳ δεχομένοις τὸ πνεῦμα καὶ μὴ κατὰ τὸ μέσον.

ἐπάξεις τὸν λόγον κατʼ αὐτοῦ.

πυργώσας: Ἔτι ὁ χορὸς αὐξήσας καὶ μεγάλα οὖν εἰπών.

τραγικὸν λῆρον: Παρʼ ὑπόνοιαν, ἀντὶ τοῦ τέχνην. τραγικὸν δὲ, ὅτι ἀλλήλους διαβάλλουσι κωμικοὶ καὶ τραγικοί.

ἐκ χρηστῶν καὶ γενναίων: Ἀλλʼ ἀπὸ καλῶν κακοὺς καὶ αἰσχροτέρους ἐποίησας. μοχθηροὺς δὲ, ἀντὶ τοῦ αἰσχροτέρους.

τεθνάναι· μὴ τοῦτον ἐρώτα: Οὐδὲ τοῦτο συκοφαντητέον, ὅτι νεκρὸν λέγει τεθνάναι. ἴσως γὰρ πρὸς τὸ γελοῖον ἐπιτετήδευται. γελοίου χάριν εἶπεν. ἤδη γὰρ ἀπέθανε.

διαδρασιπολίτας: Ἀντὶ τοῦ, δειλούς. μὴ ἀποδιδράσκοντας τὴν πολιτείαν.

κοβάλους: Ἐκ παραλλήλου κοβάλους καὶ πανούργους.

ἑπταβοείους: Ἀντὶ τοῦ μεγάλους· ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος τοῦ Αἴαντος.

κρανοποιῶν: Κράνη καὶ λόφους διηγούμενος ἀφανιεῖ με τῷ πατάγῳ τῶν ὀνομάτων.

τοὺς ἕπτʼ ἐπὶ Θήβας: Οἱ Πέρσαι πρότερον δεδιδαγμένοι εἰσίν· εἶτα οἱ ἑπτὰ ἐπὶ Θήβας. νῦν δὲ τὸ ὕστερον πρότερον εἶπε. πλὴν οὐδὲ τῷ ποιητῇ ἐγκλητέον. οὐδὲ γάρ ἐστιν ἀκριβῶσαι τὸ τοιοῦτον, οὐδὲ τοῖς ἀπελέγχουσιν αὐτόν.

Θηβαίους γὰρ πεποίηκας: Δῆλον ὡς οὐ φίλων ὄντων τοῖς Ἀθηναίοις τῶν Θηβαίων, ἀλλὰ διαφερομένων. —ἀνδρειοτέρους: Τῶν Ἀργείων, ὧν πολὺ κατὰ πόλεμον κλέος. Θ.

ἀλλʼ ὑμῖν αὔτʼ ἐξῆν: Ὑμῖν ἐξῆν τοῖς Ἀθηναίοις μιμήσασθαι καὶ ἀσκεῖν τὰ πολεμικά. —αὔτʼ: Τὰ πολεμικά. οὐκ ἐπὶ τοῦτο: Ἀλλʼ εἰς ἐγκλήσεις καὶ δικορραφίας· κατηγορεῖ δὲ Ἀθηναίων ἐντεῦθεν.

τοὺς Πέρσας: Αἰσχύλου δρᾶμα οὕτω καλούμενον. τὸ δὲ εἶτα, καὶ τὸ μετὰ τοῦτο, οὐ θέλουσιν ἀκούειν πρὸς τὰς διδασκαλίας, ἀλλʼ ἐν ἴσῳ τῷ καὶ τοῦτο ἐδίδαξα καὶ τὸ ἕτερον.

ἐχάρην γοῦν ἡνίκʼ ἤκουσα: Ἐν τοῖς φερομένοις Αἰσχύλου Πέρσαις οὔτε Δαρείου θάνατος ἀπαγγέλλεται οὔτε χορὸς τὰς χεῖρας συγκρούσας λέγει ἰαυοῖ, ἀλλὰ τὰ μὲν πράγματα ὑπόκειται ἐν Σούσοις καὶ περίφοβός ἐστιν ἡ μήτηρ Ξέρξου ἐξ ὀνείρου τινός· χορὸς δὲ Περσῶν γερόντων διαλεγόμενος πρὸς αὐτὴν, εἶτα ἄγγελος ἀπαγγέλλων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν καὶ τὴν Ξέρξου φυγήν. Χαῖρις δέ φησι τὸ Δαρείου ἀντὶ τοῦ Ξέρξου. σύνηθες γὰρ τοῖς ποιηταῖς ἐπὶ τῶν υἱῶν τοῖς τῶν πατέρων ὀνόμασι χρῆσθαι. πρὸς ὅν ἐστιν εἰπεῖν ὅτι ἐν τῷ δράματι λέγεται Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος. Ἡρόδικος δέ φησι διττὰς γεγονέναι τὰς καθέσεις, καὶ τὴν τραγῳδίαν ταύτην περιέχειν τὴν ἐν Πλαταιαῖς μάχην. δοκοῦσι δὲ οὗτοι οἱ Πέρσαι ὑπὸ τοῦ Αἰσχύλου δεδιδάχθαι ἐν Συρακούσαις, σπουδάσαντος Ἱέρωνος, ὥς φησιν Ἐρατοσθένης ἐν γʹ περὶ κωμῳδιῶν. Ἄλλως. Δίδυμος, ὅτι οὐ περιέχουσι θάνατον Δαρείου οἱ Πέρσαι τὸ δρᾶμα. διὸ τινὲς διττὰς καθέσεις τουτέστι διδασκαλίας τῶν Περσῶν φασι, καὶ τὴν μίαν μὴ φέρεσθαι. τινὲς δὲ γράφουσι Δαρείου τοῦ Ξέρξου. οἱ δὲ ὅτι τοῖς κυρίοις ἀντὶ τῶν πατρωνυμικῶν κέχρηνται, καὶ ὅτι ὁ Ξέρξης, οἱ δὲ, ὅτι εἴδωλον Δαρείου φθέγγεται, ἐκείνου τεθνηκότος δηλονότι.

Ὀρφεὺς γὰρ τελετάς θʼ ἡμῖν: Ὅτι πολλὴ δόξα κατεῖχε περὶ Ὀρφέως, ὡς τελετὰς συντετάχοι.

Μουσαῖος δὲ: Τὸν Μουσαῖον παῖδα Σελήνης καὶ Εὐμόλπου Φιλόχορός φησιν. οὗτος δὲ παραλύσεις καὶ τελετὰς καὶ καθαρμοὺς συνέθηκεν. ὁ δὲ Σοφοκλῆς χρησμολόγον αὐτόν φησι. Ἡσίοδος δὲ: Ὡς πρώτου ὄντος Ἡσιόδου μέμνηται.

χρήστʼ ἐδίδαξε: Τινὲς συναλοιφὴν λέγουσιν. χρηστὰ δὲ ἀντὶ τοῦ χρήσιμα.

καὶ μὴν οὐ Παντακλέα: Διαβάλλει τὸν Παντακλέα ὡς ἀμαθῆ ἐν τῷ ὁπλίζεσθαι. μέμνηται δὲ τούτου καὶ Εὔπολις ἐν Χρυσῷ γένει «Παντακλέης σκαιός.»

ἐπόμπευεν.

τὸ κράνος πρῶτον περιδησάμενος: Δέον ἐπιδήσαντα τὸν λόφον τότε τὸ κράνος περιθέσθαι. καὶ Ὅμηρος ἐμφαίνει τοῦτο κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευε.

Λάμαχος ἥρως: Ὁ Λάμαχος οὗτος ἄριστος ἦν τὰ πολεμικά. ἦν δὲ ἐπὶ τῶν χρόνων Αἰσχύλου καὶ Ἀριστοφάνους, στρατηγὸς Ἀθηναίων. μέμνηται δὲ τούτου καὶ ἐν Ἀχαρνεῦσιν. ὅθεν δὲ, ἤγουν ἐκ τοῦ Ὁμήρου.

ἀπομαξαμένη: Τὸ ἀπομαξαμένη ἀπὸ μεταφορᾶς εἴρηται τῶν σπόγγῳ ἤ τινι τοιούτῳ σώματός τινος ἰκμάδα ἀφαιρουμένων, καὶ τοῦτο νοτίδος πληρούντων, ὥσπερ ἦν ἐκεῖνο τὸ σῶμα πρότερον διάβροχον.

ἀντεκτείνειν: Ἀνταποδιδόναι, ὁμοιοῦν, ἐξισοῦν.

οὐ Φαίδρας: Διὰ τὸν Ἱππόλυτον, δρᾶμα Εὐριπίδου. Σθενέβοια δέ ἐστιν, ἣν Ὅμηρος Ἄντειαν λέγει, ἥτις ἠράσθη τοῦ Βελλεροφόντου. οὗ μὴ ὑπακούοντος κατεψεύσατο πρὸς τὸν ἴδιον ἄνδρα Προῖτον ὡς βιαζομένη. καὶ ὃς ἔπεμψε τοῦτον εἰς τὸν πενθερὸν αὐτοῦ ἀναιρεθησόμενον. ἐλθόντος οὖν ἐκεῖσε Βελλεροφόντου καὶ καθαροῦ φανέντος, μὴ φέρουσα τὴν αἰσχύνην ἡ Σθενέβοια κωνείῳ ἐχρήσατο.

ὥστε καὐτόν σε: Ἵνα διαβάλῃ τὴν γυναῖκα τοῦ Εὐριπίδου. τὸ δὲ ἃ γὰρ εἰς τὰς ἀλλοτρίας ἐποίεις, διπλῶς νοητέον· ἢ ὅτι τὰς τῶν ἄλλων μοιχεύων γυναῖκας καὶ αὐτὸς ὑφʼ ἑτέρων τουτὶ πέπονθας· ἢ ἃ ἐποίεις περὶ τὰς ἑτέρας, λέγω δὴ Φαίδραν καὶ Σθενέβοιαν, μοιχευομένας αὐτὰς λέγων, τούτοις ἐπλήγης. ἀντὶ τοῦ, καὶ αὐτὸς τὴν γυναῖκα μεμοίχευσαι. — μεμοίχευσαι γὰρ τὴν γυναῖκα.

κώνεια πίνειν: Ὅτι πληθυντικῶς εἶπε κώνεια, ἕνεκα τοῦ πολλὰς εἶναι. ἦν δὲ καὶ ἑνικῶς εἰπεῖν. τάχα μέντοι μᾶλλον πρὸς τὸ περὶ γυναικῶν ἱστορούμενον. πολλαὶ γὰρ τὴν Σθενέβοιαν μιμησάμεναι πιοῦσαι κώνειον ἐτελεύτησαν.

τοῖς μὲν γὰρ παιδαρίοισιν: Ὁ διδάσκαλος τοῖς μικροῖς· ὁ δὲ ποιητὴς τοῖς ἡβῶσι.

ἀντὶ τοῦ χρήσιμα.

καὶ Παρνασσῶν: Οἷον ῥήματα ὄρεσι παραπλήσια. ὁ δὲ Λυκαβηττὸς ὄρος τῆς Ἀττικῆς, Παρνασσὸς δὲ Φωκίδος. ἢ τὸ Λυκαβηττοὺς καὶ Παρνασσῶν μεγέθη Αἰσχύλος ἔν τινι τῶν αὐτοῦ πεποίηκε δραμάτων. ἔστι δὲ Λυκαβηττὸς ὄρος Ἀθηναίων.

συμμέτρως. μετρίως.

γνωμῶν καὶ διανοιῶν: Σημειωτέον ὅτι πρὸς γενικὴν ἔταξε τὸ ἴσα.

ἀξιοπιστοτέροις.

ἃ ʼμου χρηστῶς: Τὸ λέγειν τοὺς ἥρωας μείζω ῥήματα, καὶ πρὸς τὰς μεγίστας διανοίας καὶ τοὺς λόγους τοιούτους προάγειν. —ἅπερ ῥήματα.

ῥάκιʼ ἀμπίσχων: Διὰ Οἰνέα καὶ Τήλεφον καὶ τοὺς ἄλλους.

περιειλλόμενος: Ἀντὶ τοῦ περιειληθεὶς ἢ συστραφείς. εἴλλειν γὰρ τὸ συστρέφειν.

οὔλων ἐρίων: Ὁ Διόνυσός φησιν, οἷον ἐνδεδυμένος ἔνδοθεν ἐρίων χιτῶνα. περιείληται γὰρ ῥάκη προσποιούμενος εἶναι πένης. —λείπει τὸ πένεσθαι.

παρὰ τοὺς ἰχθῦς ἀνέκυψε: Ἀντὶ τοῦ παρὰ τὰ ἰχθυοπώλια. τὸ δὲ τοιοῦτον Ἀττικόν. Εὔπολις περιῆλθον ἐς τὰ σκόροδα καὶ τὰ κρόμμυα. φησὶν οὖν ὅτι ἀναφαίνεται περὶ τὰ ἰχθυοπώλια ἀγορασείων· ἀντὶ τοῦ τρυφῶν εὑρίσκεται.

στωμυλίαν: Σκώμματα, κολακείαν, πανουργίαν.

τῶν μειρακίων στωμυλλομένων: Ἄπειροι οὗτοι ἐκκλησίας φησὶν οὖν ὑπὸ Εὐριπίδου διατραφέντας ἐπὶ τὸ λέγειν ὁρμῆσαι. παράλους δὲ τοὺς κωπηλάτας. Πάραλος γὰρ καὶ Σαλαμινία τριήρεις εἰρηναρχικαί. κοινῶς δὲ παράλους τοὺς ἐκ τῶν τριήρων ναύτας. οὐ γὰρ ἴδιόν τι λέγοι ἂν περὶ τῆς παράλου τριήρους νεώς. ἄτιμοι δὲ οὗτοι ἦσαν.

ῥυππαπαὶ: Ἐπίφθεγμα ναυτικὸν, παρασκευαστικὸν κωπηλασίας τὸ ῥυπαπαῖ. —ἐπιφώνημα ναυτικόν.

τῷ θαλάμακι: τῷ κωπηλατοῦντι ἐν τῷ κάτω μέρει τῆς τριήρους. οἱ δὲ θαλάμακες ὀλίγον ἐλάμβανον μισθὸν, διὰ τὸ κολοβαῖς χρῆσθαι κώπαις παρὰ τὰς ἄλλας τρεῖς τάξεις τῶν ἐρετῶν, ὅτι μᾶλλον εἰσιν ἐγγὺς τοῦ ὕδατος. ἦσαν δὲ τρεῖς τάξεις τῶν ἐρετῶν· καὶ ἡ μὲν κάτω, θαλαμῖται, ἡ δὲ μέση ζυγῖται, ἡ δὲ ἄνω θρανῖται. θρανίτης οὖν, ὁ πρὸς τὴν πρύμναν· ζυγίτης ὁ μέσος· θαλάμιος ὁ πρὸς τὴν πρῴραν. καὶ θαλαμία ὀπὴ, διʼ ἧς ἐξέρχεται ἡ κώπη. οἷον οὖν παρὰ τῷ συγκαθέδρῳ παρδεῖν.

μινθῶσαι: Διοσφρᾶναι, δυσοσμίας ἀναπλῆσαι, μιᾶναι, ῥυπῶσαι. μίνθη δὲ τὸ παρʼ ἡμῖν ἡδύοσμον. οἱ δὲ τὸν θύμον. ἢ κόπρον αἰγῶν.

νῦν δʼ ἀντιλέγει: Εἴσθεσις τῆς διπλῆς εἰς δύο περιόδους διῃρημένης ἐκ κώλων ὁμοίων ἀναπαιστικῶν κγʹ. ὧν τὰ μὲν πρῶτα δύο κῶλα δίμετρα ὄντα ἀκατάληκτα τῇ διπλῇ συνάπτεται. τῆς δὲ πρώτης περιόδου εἰσὶ κῶλα ιαʹ ἀκατάληκτα, πλὴν τοῦ τελευταίου ἑφθημιμεροῦς. ὁμοίως δὲ καὶ τὰ τῆς δευτέρας ἔχει. τὸ μέντοι παρατέλευτον ἀναπαιστική ἐστι βάσις. ἐπὶ τῷ τέλει τῆς μὲν πρώτης περιόδου παράγραφος, τῆς δὲ δευτέρας δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. ἀντιλέγει ὁ πάραλος καὶ οὐ κωπηλατεῖ.

καὶ τικτούσας: Ἔγραψε γὰρ τὴν Αὔγην ὠδίνουσαν ἐν ἱερῷ.

τοῖσιν ἀδελφοῖς: Ὡς αἱ τοῦ Αἰόλου θυγατέρες.

καὶ φασκούσας οὐ ζῇν: Ἔστι μὲν παρὰ τὰ ἐκ Φρίξου Εὐριπίδου τίς δʼ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν; ἀλλʼ ὁ λέγων ἐστὶ Φρίξος, οὗτος δὲ ὡς παρὰ γυναικὸς εἰρημένον αὐτὸ λέγει. ἰδεῖν οὖν χρὴ, μήποτε τὸν αὐτὸν νοῦν παρʼ Εὐριπίδῃ γυνὴ λέγῃ, καὶ μήποτε τὸ ὑπὸ τῆς τροφοῦ ἐν Ἱππολύτῳ λεγόμενον ἀλλʼ ὅ τι τούτου φίλτρον ἄλλο, σκότος ἀμπίσχον κρύπτει νεφέλαις καὶ τὰ ἑξῆς.

ἀνεμεστώθη: Ἀνεπληρώθη τῶν γραμματεύειν βουλομένων καὶ μὴ στρατεύεσθαι. ἢ καὶ ἐπὶ κακοπραγμοσύνῃ τοὺς γραμματεῖς διαβάλλει. «ὄλεθρος γραμματεὺς συκοφαντῶν.» Ἄλλως. ἐπειδὴ ἀφέντες τὰ γενναῖα πράγματα φορολόγοι γεγένηνται· οἱ δὲ μετιόντες τὸν λόγον κέρδους ἕνεκα τούτοις εἵποντο. δημοπιθήκους δὲ τοὺς πανούργους περὶ τὸν δῆμον, ὡς τὸ ζῷον ὁ πίθηκος. ἢ τοὺς τὸν δῆμον κολακεύοντας καὶ πείθοντας.

λαμπάδα δʼ οὐδεὶς: Ἔδει γὰρ λαμπαδουχεῖν ἐν Ἡφαιστείοις καὶ Παναθηναίοις. ἐν Ἀθήναις ἐστὶ γυμνάσιον, ἐν ᾧ ἐλαμπαδηφόρουν οἱ γυμναζόμενοι. ὅτι τῆς λαμπάδος ἀγὼν Ἀθήνησιν ἤγετο, Προμήθεια, Ἡφαίστεια, Παναθήναια.

ἀπεφαυάνθην: Ἐξηράνθην.

ἐν ἑνὶ λευκοπίων ἀντὶ τοῦ λιπαρός. ἀντὶ τοῦ ὀπίσω ὤν.

κᾆθʼ οἱ Κεραμῆς: Οἱ τὸν Κεραμεικὸν οἰκοῦντες. δῆμος δὲ Ἀθηναίων. ἐκεῖ γὰρ ὁ ἀγὼν ἐγίνετο. καὶ ἐν Πλούτῳ πρώτῳ «τῶν λαμπαδηφόρων τε πλεῖ- «στον αἰτίαν τοῖς ὑστάτοις πλατειῶν.» τοῦτο δέ φησιν Εὐφρόνιος, ὅτι ἀπὸ τοῦ ἐν τῷ Κεραμεικῷ ἀγῶνος τῆς λαμπάδος, καὶ τοὺς ὑστάτους τρέχοντας ἀπὸ τῶν ἀγοραίων τύπτεσθαι πλατείαις ὑπὸ τῶν νεανίσκων χερσί· καὶ λέγονται αἱ τοιαῦται Κεραμεικαὶ πληγαί. ἐμφαίνεται δὲ ἀπὸ τούτων ὅτι παρὰ τοῖς Κεραμεικοῖς τοῦτο μάλιστα γίνεται. πύλαις δὲ ταῖς εἰσόδοις τοῦ ἀγῶνος. —ταῖς εἰσόδοις τοῦ δρόμου. Θ.

ταῖς πλατείαις: Ταῖς πλατείαις χερσὶ δηλονότι. ἢ μάστιξιν. ἢ οὕτω λεγομέναις Κεραμεικαῖς πληγαῖς πλατείαις.

ἀνεχώρει καὶ ἔφευγεν.

μέγα τὸ πρᾶγμα: Ἡ παροῦσα στροφὴ καὶ ἀντιστροφὴ κώλων ἐστὶν ἑκατέρα δέκα ἐπιμεμιγμένων τριβράχεσιν· ὧν τὰ αʹ, δʹ, ϛʹ, ιʹ τροχαϊκὰ τετράμετρα καταληκτικά· τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα. τὸ μέντοι ζ τῆς στροφῆς ἀναπαιστικὸν πενθημιμερὲς, καὶ τὸ ἑξῆς δίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος· τῆς δὲ ἀντιστροφῆς κορωνίς.

διακρίνειν.

φιλονεικήσῃ.

ἀντιλέγειν. σαφῶς, ἀκριβῶς.

μὴ ʼν ταὐτῷ κάθησθον: Ἀντὶ τοῦ μὴ ἐν τῷ αὐτῷ τόπῳ καὶ λόγῳ καὶ τρόπῳ τὰς ἀντιλογίας ποιεῖσθε.

εἰσβολαὶ: Ἀφορμαὶ, ἀρχαὶ, φιλονεικίαι, εἴσοδοι.

ἐπέρχεσθε, ἐπιπορεύεσθε. ἀναδέρετον: Ἀνακαλύπτετε. ἀνακαλύπτετε, καὶ εἰς τὸ μέσον προφέρετε.

κἀποκινδυνεύετον: Κινδυνεύοντες λέγετε, τουτέστι τολμῶντες.

οὐκ ἔθʼ οὕτω: Ὡς τῶν Ἀθηναίων οὐχ ὁμοίως πρότερον γεγυμνασμένων ἐν τοῖς ποιητικοῖς σοφίσμασιν.

τὰ δεξιὰ: Δεξιοὺς νομίζουσι τοὺς ἐστρατευμένους καὶ ἐπαίνου ἀξίους· τοὺς δὲ διαδιδράσκοντας τὰς στρατείας φιλοδίκους εἶναι καὶ συκοφάντας. ἢ τὸ ἐναντίον, ἵνα ᾖ, πάντες οἱ ἀμαθεῖς ἔξω ἐστρατευμένοι εἰσίν. ἐν εἰρωνείᾳ δεξιά.

παρηκόνηνται: Παρωξυμμένοι εἰσὶν οἱ θεαταὶ δηλονότι. ἐκ μεταφορᾶς τῶν ξιφῶν, ἅπερ ἀκονῶσιν εἰς μάχην ἐρχόμενοι οἱ ἄνθρωποι. οἰκειοῦται δὲ ἐνταῦθα ὁ Ἀριστοφάνης τοὺς θεατάς.

καὶ μὴν ἐπʼ αὐτοὺς: Κορωνὶς ἑτέρα εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλβʹ. ὧν τελευταῖος μελοποιὸν ὄντα καὶ ποιοῦντα ταῦτʼ ἀεί. ἐπὶ τῷ τέλει κορωνίς. —εἰς τὰ προοίμια δηλονότι. ὁ γὰρ πρόλογος μέρος πρῶτον τῆς τραγῳδίας.

τοῦ δεξιοῦ: Ἀντὶ τοῦ ἐπιδεξίου. ἐν εἰρωνείᾳ δὲ τοῦτό φησι.

γράφεται καὶ ῥημάτων.

ἐξ Ὀρεστίας: Τετραλογίαν φέρουσι τὴν Ὀρέστειαν αἱ διδασκαλίαι, Ἀγαμέμνονα, Χοηφόρους, Εὐμενίδας, Πρωτέα σατυρικόν. Ἀρίσταρχος καὶ Ἀπολλώνιος τριλογίαν λέγουσι, χωρὶς τῶν σατυρικῶν.

πατρῷʼ ἐποπτεύων: Τὸ πατρῷα κεκίνηκε τὴν ἀμφιβολίαν. ἤτοι γὰρ τοῦ ἐμοῦ πατρὸς Ὀρέστης φησὶν, ἢ τὰ καθʼ ᾍδου λέγει πατρῷα κράτη τοῦ Ἑρμοῦ, καθʼ ὃ καὶ χθόνιος ὁ Ἑρμῆς, ὁ ἐκ πατρὸς ἔχων τὰς ἐν τῷ κόσμῳ βασιλείας ἐπιτηρεῖν. δέον δὲ εἰπεῖν πατρόθεν, πατρῷα εἶπε πρὸς τὸ κράτη. δῆλον δὲ ἐκ τοῦ, «πατρῷον τοῦτο κέκτηται γέρας.»

σωτὴρ γενοῦ μοι: Ἐπὶ τοῦ παρόντος ἀγῶνος, ὃν ἀγωνίζομαι, θέλων τιμωρῆσαι τῷ πατρί.

ἀλλʼ ἢ τρία: Ἔξωθεν προσληπτέον τὸ ἔπη, ἢ ἰαμβεῖα.

προσοφείλων: Χρεωστῶν αὐτῷ καὶ ἑτέραν μέμψιν πρὸς τῇ προτέρᾳ, ἢ τιμωρηθῆναι.

ὁρᾷς ὅτι ληρεῖς: Ὁ Αἰσχύλος φησὶ πρὸς τὸν Διόνυσον, ὡς ἀπατώμενον ὑπὸ Εὐριπίδου. διὸ ἐπιφέρει Διόνυσος, «ἀλλʼ ὀλίγον γέ μοι μέλει.» ἀλλʼ ὀλίγον γέ μοι: Οὐ μέλει μοι ὑβριζομένῳ, ἀλλὰ καταφρονῶ σου. οὐ φροντίζω, φησὶ, κἂν λέγῃς ὅτι ἥμαρτεν.

οὐ δῆτʼ ἐκεῖνον: Τὸν δόλιον δηλονότι, ἀλλὰ τὸν Ἐριούνιον. πρὸς τὴν ἐκδοχὴν τοῦ Ἐριουνίου, ὅτι οὐκ ὀρθῶς. Ἀρίσταρχος δέ φησι τῶν ἐξηγήσεων τοῦ στίχου τὴν προτέραν κατὰ τὸν ποιητὴν εἶναι, ἣν ὁ Εὐριπίδης ἔφη. τὰ τοῦ ἐμοῦ πατρὸς κράτη ἐποπτεύων, ὃς κρατηθεὶς ὑπὸ τῶν περὶ Αἴγισθον ἀπώλετο.

τοῦτο κέκτηται: Τὸ εἶναι χθόνιον, ὡς νῦν ὁ πατήρ. ἢ τὸ ἐποπτεύειν τὰ ὑποχθόνια.

οὕτω γʼ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος: Οἷον τυμβωρύχου πατρός. ἐπειδὴ ὁ χθόνιος λέγεται μὲν καὶ ὁ γήϊνος· λέγεται δὲ καὶ ὁ ὑπὸ γῆν· τὰ δʼ ὑπὸ γῆν οἱ κλέπται ζητοῦσι. τοῦτο ὁ Διόνυσος λέγει, ὑποτεμνόμενος τὸν Εὐριπίδου λόγον, διὰ τὸ ὑπερσπεύδειν, ὡς καὶ Ἀρίσταρχός φησιν. οὕτω γὰρ εἰκότως Αἰσχύλος ἐπήγαγε Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.

Διόνυσε πίνεις οἶνον: Οἷον κραιπαλᾷς ἱκανῶς καὶ ληρεῖς, σκληρὸν οἶνον πιὼν, ἀλλʼ οὐχ ἡδὺν οὐδὲ ἁπαλόν. οἷον, μεθύεις· ἵνα μὴ κατʼ ἐρώτησιν λέγῃ, ἀλλʼ ἐν ἀποφάνσει. ἀνθοσμίας δὲ ὁ εὐώδης, ἐγκειμένου τοῦ ἄνθους καὶ τῆς ὀσμῆς. καὶ γέγονε παράγωγον ἀνθόσμιος καὶ ἀνθοσμίας. ἢ οὕτως· ἃ οὐκ ἀποδέχῃ ἀκούεις· φληνάφους φημὶ καὶ λόγους ἀπρεπεῖς.

σὺ δʼ ἐπιτήρει τὸ βλάβος: ᾯ βλάψεις αὐτὸν ἐν τῇ κατηγορίᾳ, ἢ τὸ ἁμάρτημα.

τὸ ἥκω, φησὶ, ταυτόν ἐστι τῷ κατέρχομαι.

μάκτραν, εἰ δὲ βούλει, κάρδοπον: Εἴρηται ἐν τοῖς πρόσθεν ὅτι τοῦτο ἀρχαιότερόν ἐστι τὸ τὰς μεταλήψεις τῶν λέξεων τῶν ἰσοδυναμουσῶν ἐπιτηδεύειν. Πλάτων Ποιητῇ «ὁρᾶτε τὸ διῆρες ὑπερῷον.» ὡς τὸ παρʼ Ὁμήρῳ Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς, ἔκ τε κονίης, ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ. καὶ τὸμηκέτι παῖδε φίλω πολεμίζετε, μηδὲ μάχεσθον, πρὸς Ἕκτορα καὶ Αἴαντα μονομαχοῦντας ἀπὸ τοῦ Ἰδαίου κήρυκος εἰρημένον. καὶ τὸ μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε ἤρτυον. καὶ τὸ «βάσκʼ ἴθι οὖλε Ὄνειρε·» καὶ «βάσκʼ ἴθι Ἶρι ταχεῖα.»

ταῦτʼ: Οὕτως.

κατὰ τί λέγεις διαφορὰν ἔχειν.

ἐλθεῖν μὲν εἰς γῆν: Ἐλθεῖν μὲν εἰς τὴν πόλιν, ὅταν μετῇ τινι τῆς πατρίδος, ὅταν δὲ φυγὰς ἔλθῃ, τότε καὶ κατέρχεται. ἰδίως δὲ ἐπὶ τῶν φυγάδων χρῶνται τῷ κατέρχεται. —ᾧ ἐξουσία ἐστὶ τῆς πατρίδος.

οὐ πιθὼν: Διὰ τοῦ ι γραπτέον καὶ ὀξυτονητέον τὸ πιθών, ἵνα ᾖ δευτέρου ἀορίστου καὶ μέλλοντος. τοῦτο δὲ ὅτι οἱ τὰς διώξεις ποιοῦντες οἱ αὐτοὶ τοὺς ὑπομείναντας ἐπανάγουσι.

σὺ δʼ ἐς τὸ κακὸν: Ἀντὶ τοῦ παρατήρει τὸ κακῶς λεγόμενον. τὸ δὲ, τύμβου δʼ ἐπʼ ὄχθῳ, τὰ ἑξῆς τοῦ προλόγου.

ἐξικνούμεθα: Ἀντὶ τοῦ ἀκουόμεθα, εἰσακουσθῆναι δυνάμεθα. —παραγινόμεθα.

κἄν που δὶς εἴπω ταυτὸν: Κἄν τι ἐλάχιστον ῥῆμα ἢ περισσὸν εὕρῃς καὶ παρέλκον ἐν τῷ λόγῳ. ἀπὸ τῆς στοιβῆς τῶν φορτίων. στοιβὴν: Σωρείαν λέξεων ἐνοῦσαν ἔξω τοῦ πρέποντος, παρὰ τὸ πρέπον.

οὐ γὰρ μοὐστίν: Γνῶναι πρὸ τοῦ ἀκοῦσαι. ἀντὶ τοῦ πάνυ γάρ.

ἦν Οἰδίπους: Ἐξ Ἀντιγόνης Εὐριπίδου. ἔστι δὲ ἀρχὴ τοῦ δράματος.

ἀποκτενεῖν τὸν πατέρα: Παρὰ τὰ Εὐριπίδου ἐν Φοινίσσαις εἰρημένα περὶ Οἰδίποδος καὶ Λαΐου. καὶ ὁ χρησμὸς δὲ οὕτως ἔχει. πρὶν καὶ γεγονέναι: Ἢ τὸ φῦναι καὶ γεγονέναι ἐκ παραλλήλου ἐστίν· ἢ σύναπτε τὸ φῦναι πρὸς τὸ ἔφη· τὸ δὲ γεγονέναι πρὸς τὸ ἀποκτενεῖν. εἰ δέ τις εἴποι ὡς μετὰ τὸ γεννηθῆναι καὶ εἰς ἀνδρὸς ἡλικίαν ἐλθεῖν τοῦτον ἀπέκτεινεν, ἐροῦμεν ὅτι ἐξ οὗ ἐσπάρη μετὰ τῶν ἀνῃρημένων ἦν ὁ Λάϊος. τὸ δὲ ἐπαύσατο οὐκ ἐπὶ τοῦ ἀεὶ δυστυχοῦντος, ἀλλʼ ἐπὶ τοῦ πρόσθεν μὲν εὐδαιμονοῦντος, ὕστερον δὲ προσκεκρουκότος τῇ τύχῃ.

χειμῶνος ὄντος: Τοῦτο ἔχει διασκευὴν παρʼ αὐτῷ, τὸ χειμῶνος ὄντος. τὸ δὲ ἐν ὀστράκῳ, ἐπεὶ ἐν χύτραις ἐξετίθεσαν τὰ παιδία. διὸ καὶ χυτρίζειν ἔλεγον. ἤρρησε δὲ ἀπὸ τοῦ ἐρρεῖν τοῦ σημαίνοντος τὸ μετὰ φθορᾶς ἐλθεῖν. —ἤρρησεν: Μετὰ φθορᾶς ἦλθεν.

μετʼ Ἐρασινίδου: Εἷς τῶν περὶ Ἀργέννουσαν στρατηγησάντων δυστυχῶς. ἀπέθανε δὲ δημοσίᾳ, οὗτός τε καὶ οἱ ὑπομείναντες, Θράσυλλος, Περικλῆς, Λυσίας, Ἀριστοκράτης, Διομέδων, ὥς φησι Φιλόχορος. Δημήτριος δέ φησι, περιττότερόν τι γενέσθαι τῷ Ἐρασινίδῃ, τὸ καὶ κλοπῆς κατηγορηθῆναι τῶν περὶ Ἑλλήσποντον χρημάτων.

ξέσω, δοκιμάσω.

ποεῖς γὰρ οὕτως: Οὕτω γὰρ τοὺς λόγους ποιεῖς ὡς πάντα προσδέχεσθαι. ὅτι μικροπρεπὲς τὸ κωδάριον. οὐχ οὕτω δὲ θύλακον· ἀλλʼ ἐάν τις ποιήσῃ θυλάκιον, ἐγχωρεῖ.

Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος: Ἀρχελάου αὕτη ἐστὶν ἡ ἀρχὴ, ὥς τινες ψευδῶς. οὐ γὰρ φέρεται νῦν Εὐριπίδου λόγος οὐδεὶς τοιοῦτος. οὐ γάρ ἐστι, φησὶν Ἀρίσταρχος, τοῦ Ἀρχελάου, εἰ μὴ αὐτὸς μετέθηκεν ὕστερον, ὁ δὲ Ἀριστοφάνης τὸ ἐξ ἀρχῆς κείμενον εἶπε.

Διόνυσος, ὃς: Ὑψιπύλης ἡ ἀρχή. κάθαπτος δὲ ἀντὶ τοῦ πυρφόρος, φωτεινὸς, διὰ τὰς δᾷδας. Ἄλλως. κάθαπτος: Τιμαχίδας, ὡς ταρακτὸς, καθειμένος. τὸ δὲ ἑτέρως λεγόμενον δηλοῖ τὸ οἷον καθάπτεσθαι.

πηδᾷ χορεύων: Προσήρτησε τὸ, ληκύθιον ἀπώλεσεν. τὸ δὲ λοιπὸν τοῦ ἰάμβου «παρθένοις σὺν Δελφίσιν.»

ἢ δυσγενὴς ὢν: Τὸ λοιπὸν τοῦ ἰάμβου «πλου- «σίαν ἀροῖ πλάκα.» Σθενεβοίας δὲ ἡ ἀρχή. διαβάλλει δὲ τὴν ὁμοειδίαν τῶν εἰσβολῶν τῶν δραμάτων. ὑφέσθαι δὲ, ὑποχωρῆσαι, εἶξαι. ὑποχαλάσαι, ἐνδοῦναι.

ὡς ἐπὶ ἀνέμου σφοδροῦ λέγει.

τὸ λέγειν τὸ ληκύθιον.

κἀπέχου: Τουτέστι, σκόπει μὴ τοιοῦτόν τι εἴπῃς, ὡς προσαφθῆναι τούτῳ δύνασθαι λήκυθον.

Σιδώνιόν ποτʼ ἄστυ: Τοῦ δευτέρου Φρίξου Εὐριπίδου ἡ ἀρχή. τὸ λοιπὸν δὲ τοῦ στίχου «ἵκετʼ ἐς Θήβης πέδον.»

ἀποπρίω τὴν λήκυθον: Ἤτοι πρὸς Εὐριπίδην ὁ λόγος, ὅτι ἀγόρασον παρʼ Αἰσχύλου τὴν λήκυθον· ἢ πρὸς Αἰσχύλον, ὥστε πωλῆσαι. ὡσεὶ εἶπεν, ὤνησαι αὐτὴν καὶ ἀπόδος ἀντὶ τῆς ἀπολωλυίας. τὸ δὲ πρίω ἐν ἴσῳ τῷ ὤνησαι. ἀλλʼ ἐν τοῖς ἑξῆς φησιν Εὐριπίδης, ἐγὼ πρίωμαι τῷδε; ὥστε ματαία ἡ παρατήρησις τῷ Συμμάχῳ.

ἐγὼ πρίωμαι τῷδε: Ἀντὶ τοῦ, ἀγοράσω τὴν λήκυθον καὶ ἀποδώσω τὴν ἀπολωλυῖαν; δῆλον γέγονεν ὅτι τὸ ἀποπρίω ἀντὶ τοῦ ἐξώνησαι. λέγει δὲ τοῦτο, ἐπειδὴ συνεχῶς ἐκεῖνος, ληκύθιον ἀπώλεσεν. τὸ δὲ πρίωμαι ἴσον τῷ ὠνήσωμαι.

θοαῖσιν ἵπποις: Τὸ δὲ λοιπὸν τοῦ ἰάμβου «Οἰνομάου γαμεῖ κόρην.» Ἰφιγενείας δὲ τῆς ἐν Ταύροις ἡ ἀρχὴ αὕτη.

ἀπόδος πάσῃ τέχνῃ: Λήκυθον αὐτῷ ἀπόδος ἀντὶ τῆς ἀπολομένης. ἐπιλέγει δὲ, λήψει ὀβολοῦ πάνυ καλήν. διὰ τούτων δὲ ὁ Διόνυσος ἐμφαίνει ὡς ἐπειδὴ ἐν τοῖς προλόγοις τοῖς σοῖς ἀποδίδοται ἡ λήκυθος, ὥσπερ δοκεῖς αὐτὴν ὀφείλειν Αἰσχύλῳ. οὐκοῦν ἀγοράσας ταύτην ἀπόδος αὐτῷ. —ἀντὶ τοῦ πώλησον.

Οἰνεύς ποτʼ ἐκ γῆς: Ἔστι μὲν ἐκ Μελεάγρου μετὰ ἱκανὰ τῆς ἀρχῆς. ἡ δὲ ἀρχὴ τοῦ δράματος Καλυδὼν μὲν ἥδε γαῖα Πελοπίας χθονός. τὸ δὲ λεῖπον τοῦ στίχου «οὐκ ἔθυσεν Ἀρτέμιδι.» Οἰνεὺς δὲ τῆς αὐτοῦ γῆς εὐφορησάσης ἀπαρχὰς πᾶσι θεοῖς θύσας, Ἀρτέμιδι οὐκ ἔθυσεν. ὅθεν ὀργισθεῖσα σῦν μέγαν κατὰ τῆς χώρας αὐτοῦ ἀφῆκεν, ἵνα ταύτην λυμήνηται. ἐπὶ τοῦτον τὸν κάπρον τοὺς ἀρίστους ἐκ τῆς Ἑλλάδος πάντας συνεκάλεσεν, καὶ τῷ κρατύναντι τὸν θῆρα τὴν δορὰν δώσειν ἀριστεῖον ὑπέσχετο, συνελθούσης δὲ μετὰ τῶν ἀριστέων καὶ Ἀταλάντης τῆς Σχοινέως, κοινῇ τὸν κάπρον περιέστησαν ἅπαντες. ἐπεὶ δὲ τὸ δέρας τῇ Ἀταλάντῃ πρώτῃ τὸν κάπρον τοξευσάσῃ ὁ Μελέαγρος χαριζόμενος ἔδωκε, καὶ οἱ πρὸς μητρὸς αὐτοῦ θεῖοι, ἀγανακτοῦντες εἰ τὰ ἀριστεῖα γυνὴ λήψεται, τὸ δέρας μὲν Ἀταλάντης ἀφείλοντο, ὑπὸ δὲ Μελεάγρου ἐφονεύθησαν, ὀλίγον ὕστερον καὶ αὐτοῦ, τῆς μητρὸς ἐπὶ τῇ ἀναιρέσει τῶν ἀδελφῶν λυπηθείσης, καὶ ἀναψάσης τὸν Μοιρῶν δαλὸν, ἀποθανόντος.

διχῶς, πολύβοτρυν.

πρὸς τοδὶ γὰρ εἰπάτω: Εἰς ὃ μέλλω λέγειν, εἰπάτω τὸ ληκύθιον. ἀκόλουθον τοῦ εἰπέ προστακτικοῦ τὸ τρίτον εἰπέτω, ὡς λεγέτω· τοῦ δὲ εἶπον, εἰπάτω, ὡς γράψον γραψάτω.

Ζεὺς ὡς λέλεκται: Μελανίππης τῆς σοφῆς ἡ ἀρχή.

ἐρεῖ γὰρ, ληκύθιον ἀπώλεσεν: Ἐπεὶ οὐ προσέθηκε τῷ ἡμιστιχίῳ τὸ ληκύθιον ἀπώλεσε, πεποίηκε τὸν Διόνυσον ὥσπερ ὑφαρπάζοντα τὸν λόγον.

ὥσπερ τὰ σῦκα: Σῦκα λέγει τὰ συκώματα, ἢ ἕλκος γινόμενον ἐπὶ τοῖς ὀφθαλμοῖς, σῦκον καλούμενον. Ἄλλως. τὰ ὑπὸ τῶν ἰατρῶν συκώματα λεγόμενα σῦκα ἔφη. —σῦκον, εἶδος παθήματος ἀεὶ ἐν τοῖς ὀφθαλμοῖς καὶ οὐκ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος φυόμενον· ὅ φασιν ἰδιωτικῶς συκάμινον.

τράπου: Τοῦτο ἢ πρὸς τὸν Αἰσχύλον διʼ Εὐριπίδην, ἢ πρὸς Εὐριπίδην διʼ Αἰσχύλον· εἰ καὶ Εὐριπίδης τὸν λόγον προήρπασε. τὸ δὲ ταὔτʼ ἀεὶ ἀντὶ τοῦ ταυτά. διὰ δὲ τὴν συναλοιφὴν ἀναβιβάζεται ὁ τόνος. οὐ δεῖ δὲ περισπᾶν, ὡς ἐν τῷ Πλούτῳ εἴρηται.

τί ποτε πρᾶγμα: Κορωνὶς καὶ εἴσθεσις χοροῦ ἐπῳδικὴ διὰ τὸ κεῖσθαι μετὰ τὴν κορωνίδα — ἐνίοτε δὲ καὶ μετὰ τὴν διπλῆν, ὡς πολλάκις εἴρηται —, ἐκ κώλων ἀντισπαστικῶν ἐπιμεμιγμένων ἐπιτρίτοις καὶ διιάμβοις καὶ διτροχαίοις δέκα. ὧν τὸ πρῶτον δίμετρον ἀκατάληκτον ἐκ πεντασυλλάβου ἀντισπάστου· ὃ καλεῖται γλυκώνειον. τὸ δεύτερον ἐκ παίωνος τετάρτου καὶ διιάμβου ὅμοιον. τὸ τρίτον τοῦ πρώτου ποδὸς πεντασυλλάβου καταληκτικόν. τὸ τέταρτον ἐκ διτροχαίου καὶ ἐπιτρίτου τρίτου ἀκατάληκτον. τὸ εʹ ὅμοιον τῷ βʹ. τὸ ἕκτον ἐκ διτροχαίου καὶ ἐπιτρίτου πρώτου. τὸ ζʹ ὅμοιον τῷ βʹ. τὸ ηʹ καταληκτικὸν ἐκ διτροχαίου καὶ βακχείου ἢ ἀμφιβράχεος. τὸ θʹ ὅμοιον τῷ βʹ. τὸ ιʹ ὅμοιον τῷ ὀγδόῳ. ἑξῆς δὲ ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι γʹ. ἑξῆς δὲ τίθεται κῶλον ἰαμβικὸν ἑφθημιμερὲς, τὸ, διαύλιον προσαυλεῖ. ὅπερ κατὰ παρεπιγραφὴν τίθεται. ὥσπερ καὶ τὸ, αὐλεῖ τις ἔνδον· καὶ ἄλλα πολλά. φασὶ δὲ διαύλιον λέγεσθαι ὅταν ἡσυχίας πάντων γενομένης ἔνδον ὁ αὐλητὴς ᾄσῃ. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς κορωνίς. τοῦ δὲ συστήματος παράγραφος.

τῶν μέχρι νῦν ὄντων ποιητῶν.

τὸν βακχεῖον ἄνακτα: Τὸν Αἰσχύλον, οἷον τὸν ἄριστον μελοποιὸν, τὸν ὥσπερ ἐκβακχεύοντα ἐν τῇ ποιήσει. ὁ γὰρ Εὐριπίδης ἔρχεται ἐπὶ τὰ μέλη αὐτοῦ. —τὸν ἔνθεον ἄρχοντα τῶν μελῶν, τὸν ἐκβακχεύοντα ἐν τῇ ποιήσει.

εἰς ἓν γὰρ αὐτοῦ πάντα: Εἰς τὸ αὐτὸ τέλος περατούμενα πάντα· ἐπεὶ κἀκεῖνος εἶπεν, ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.

καὶ μὴν λογιοῦμαι: Ἀντὶ τοῦ ἀριθμήσω, ψηφίσω. ἐπεὶ προεῖπεν Εὐριπίδης, εἰς ἓν συγκεφαλαιώσομαι αὐτοῦ πάντα τὰ μέλη. Ἐρατοσθένης δὲ τῶν ψευδαττικῶν τινὰς γράφειν φησὶ, τὼ ψήφω λαβὼν, ἵνα καὶ τὰ πεπλασμένα δράματα, ἐν οἷς τὸ παράπαν τοῦτο ἠγνόηται, δοκῇ μὴ σεσολοικίσθαι. —λογαριάσω. Θ.

διαύλιον προσαυλεῖ τις. τοῦτο παρεπιγραφὴ, ὥσπερ καὶ ἄλλα πολλάκις. φασὶ δὲ διαύλιον λέγεσθαι ὅταν ἡσυχίας πάντων γενομένης ἔνδον ὁ αὐλητὴς ᾄσῃ. Φθιῶτʼ Ἀχιλεῦ: Εὐριπίδης ἐστὶ τὰ Αἰσχύλου λέγων. ἔστι δὲ ἐκ Μυρμιδόνων Αἰσχύλου. τοῦτο ἀπὸ τῶν πρέσβεων πρὸς Ἀχιλλέα Αἰσχύλος πεποίηκεν. ἔστι δὲ ἐκ Μυρμιδόνων. προφέρει καὶ Εὐριπίδης εἰς γέλωτα ἄλλα ἐξ ἄλλων δράματα συναγαγών. διὸ καὶ ἀσαφῆ, μίαν ἁρμονίαν οὐκ ἔχοντα. οὐκ ἄρα τὰ μὴ ξυνετὰ ζητητέον. ἀνδροδάϊκτον δὲ, τὴν ἀνδρῶν φόνον ποιοῦσαν. τὰ δὲ τοιαῦτα εἴδη καλεῖται ἀλλοιόστροφα, ὡς Ἡφαιστίων φησίν· ὅσα πάντως διαιρεῖται ἢ κατὰ πρόσωπον ἀμοιβαῖον, ἢ χοροῦ πρὸς ὑποκριτὴν ἀπόκρισιν. ἔστι δὲ τῆς μὲν ᾠδῆς ταύτης τὰ κῶλα ἀναπαιστικὰ εʹ. ὧν τὸ πρῶτον τρίμετρον καταληκτικὸν εἰς συλλαβὴν, ὃ καλεῖται Αἰολικὸν, διὰ τὸ ἴαμβον ἔχειν τὸν πρῶτον πόδα. τὸ δεύτερον καὶ τὸ εʹ δίμετρα ὑπερκατάληκτα. τὸ γʹ πενθημιμερές. τὸ τέταρτον ἑφθημιμερὲς, ὃ καλεῖται, ὡς εἴρηται, παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος. τοῦ δὲ συστήματος τὰ κῶλα ὅμοια πέντε, πλὴν τοῦ τετάρτου τῷ δευτέρῳ τῆς ᾠδῆς ὁμοίου, ἑφθημιμερῆ. ἐπὶ τῷ τέλει παράγραφος. τῆς δὲ ἑξῆς ᾠδῆς τὰ κῶλα ἕξ. τὸ πρῶτον δακτυλικὸν ἑφθημιμερές. τὸ βʹ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ γʹ καὶ τὸ ϛʹ ὡς τὸ βʹ τῆς ἄνω ᾠδῆς. τὸ δʼ δακτυλικὸν τετράμετρον. ἔστι δὲ κῶλον ἐκ χοροῦ, ὡς ἀνέγνων ἐν Ἀγαμέμνονι δράματι Αἰσχύλου. τὸ εʹ ὅμοιον δίμετρον. ἔστι δὲ ἡμιτελὲς ἐνταῦθα. τὸ γὰρ τέλειόν ἐστιν, «αἴσιον ἀνδρῶν ἐκτελέων·» ὅπερ ἑφθημιμερές ἐστιν. ἐπὶ τῷ τέλει παράγραφος. ἑξῆς δὲ σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ἕξ. ἐπὶ τῷ τέλει παράγραφος. ὁ μέντοι ἕκτος στίχος ἔν τισιν οὐ κεῖται· οἷον, ἴθι δὴ πέραινε.

Ἑρμᾶν μὲν πρόγονον: Ἐκ τῶν Αἰσχύλου Ψυχαγωγῶν. προφέρεται δὲ οὐκ ἐφεξῆς τὰ αὐτὰ μέλη αὐτοῦ, ἀλλʼ ὡς ἔτυχεν ἄλλο ἄλλοθεν, καὶ ἐπιλέγει τὸ ἰήκοπον, κυρίως ἐκείνων τῶν στίχων ὂν, τοῦ, Φθιῶτʼ Ἀχιλλεῦ. τοῦτο ἐκ τῶν Αἰσχύλου Ψυχαγωγῶν. τὸ δὲ Ἑρμὰν μὲν τίομεν λέγουσιν οἱ Ἀρκάδες διὰ ταῦτα· ἐν τῇ Κυλλήνῃ, ἥ ἐστιν ὄρος Ἀρκαδίας, ἐτιμᾶτο ὁ Ἑρμῆς. διὰ γοῦν τὴν ἐξ ἀμνημονεύτων χρόνων τιμὴν ὡς πρόγονος τούτοις ἐδόκει. ᾄδουσι δὲ καί τινα ἱστορίαν μυθώδη. λίμναν δὲ λέγει τὴν Στυμφαλίδα, ἐν Ἀρκαδίᾳ γὰρ καὶ αὕτη.

ἰστέον ὅτι τὸ ἰήκοπον οὐ πελάθεις ἐπʼ ἀρωγὰν παίζων πανταχοῦ ἐπιφέρει, κυρίως ἐκείνων τῶν ἰαμβείων ὂν, τοῦ, Φθιῶτʼ Ἀχιλεῦ.

κύδιστʼ Ἀχαιῶν: Ἀρίσταρχος καὶ Ἀπολλώνιος, ἐπισκέψασθε πόθεν εἰσί. Τιμαχίδας δὲ ἐκ Τηλέφου Αἰσχύλου. Ἀσκληπιάδης δὲ ἐξ Ἰφιγενείας.

εὐφημεῖτε μελισσονόμοι: Ἐξ Ἱερειῶν Αἰσχύλου. οἱ διανέμοντες τὰ τῆς πόλεως, ἢ οἰκοῦντες ἐν τῇ πόλει. —εὐφήμως λέγετε οἱ δίκην μελισσῶν νεμόμενοι ἐν τῷδε τῷ τῆς θεᾶς ἄλσει.

ἰήκοπον: Τινὲς ἀξιοῦσι τὸ ἰή ψιλοῦν, ὅταν μὴ ᾖ ἐν ὕμνῳ. ἐκεῖ γὰρ δασύνεται. ὡς ἐφυμνίῳ δὲ κέχρηται τῷ ἰήκοπον οὐ πελάθεις.

ὅσιον κράτος: Ἐν τοῖς πλείστοις αἴσιον. Ἀσκληπιάδης τὸ ὅσιον. ἔστι δὲ ἐξ Ἀγαμέμνονος Αἰσχύλου. βουβωνιῶ δὲ ἀντὶ τοῦ φλεγμαίνω τοὺς βουβῶνας. —ὅσιον: Ἁγίαν καὶ δικαίαν ἐπικράτησιν.

ἐπεὶ συνεχῶς εἶπε τὸ ἰήκοπον. Θ.

λείπει τὸ ἀπελθεῖν.

στάσιν μελῶν: Στάσιμον μέλος, ὃ ᾄδουσιν ἱστάμενοι οἱ χορευταί. —σύνοδον, διήγησιν.

ἐκ τῶν κιθαρῳδικῶν νόμων: Τιμαχίδας γράφει, ὡς τῷ ὀρθίῳ νόμῳ κεχρημένου τοῦ Αἰσχύλου καὶ ἀνατεταμένως. —ἀντὶ τοῦ ξένην τραγῳδίαν.

ἐν τισι οὐ κεῖται.

ὅπως Ἀχαιῶν: ᾨδὴ κώλων ιδʹ. ὧν τὸ πρῶτον ἰαμβικὸν ἑφθημιμερές. τὸ βʹ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ δʹ δακτυλικὸν πενθημιμερές. τὸ εʹ Φερεκράτειον. τὸ ζʹ τρίμετρον ἀκατάληκτον. τὸ ηʹ δίμετρον. τὸ ιʹ ὅμοιον τῷ αʹ. τὸ ιαʹ ὅμοιον τῷ βʹ. τὸ ιβʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐπιμεμιγμένον διτροχαίῳ. ἐπὶ τῷ τέλει παράγραφος. τὸ δʼ ἐφύμνιον δίμετρον ἰαμβικὸν ἀκατάληκτον. Εὐριπίδης ὁμοίως τὰ Αἰσχύλου χορικὰ μέλη διεσπασμένως λέγει ἐξ ἄλλων καὶ ἄλλων δραμάτων. τοῦτο μέντοι ἐξ Ἀγαμέμνονος. δίθρονον δὲ κράτος, αὐτόν τε καὶ τὸν Μενέλαον. ἀκμὴν δὲ τὴν νεότητα. ἔστι δὲ ἀναπόδοτον. —καὶ τοῦτο ἐξ Ἀγαμέμνονος.

τὸ φλαττοθραττόφλατ: Τοῦτο λέγει χλευάζων ὡς ἀσυνετοποιόν. τινὲς δὲ καὶ σημειοῦνται αὐτὸ, ὅτι τῶν διορθωτῶν τινὲς περιεῖλον τὰς τοιαύτας ἐν τοῖς μέλεσι προσθέσεις. Σφίγγα δὲ δυσαμερίαν, τὴν ἐπὶ κακῷ χρόνῳ Θηβαίοις φανεῖσαν, πάροχον θανάτου. ταῦτα δὲ ἐκ Σφιγγὸς Αἰσχύλου. θούριος δὲ ὄρνις, ἡ πολεμοῦσα Θηβαίοις τύχη. τὸ δὲ ξὺν δορὶ καὶ χειρὶ πράκτορι, ἐξ Ἀγαμέμνονος, ἐκ τῆς συνεπείας τοῦ «κύριός εἰμι θροεῖν.» ἐπειδὴ δὲ οἱ τῆς Σφιγγὸς πόδες λεοντώδεις ἦσαν, ὁ δὲ τοῦ λέοντος ὄνυξ δίκην δόρατος πλήττει, διὰ τοῦτο δόρατι εἶπεν.

ἐπιτυχεῖν. Θ. καὶ τοῦτο ἐξ Ἀγαμέμνονος. ἀντὶ τοῦ ἀναισχύντοις. ἰταμαῖς κυσὶ: Τοῖς ἁρπακτικοῖς ἀετοῖς. ταῦτα δὲ ὡς ἀσαφῆ πάρελθε. —διὰ τοῦ ἀέρος φοιτώσαις.

τὸ συγκλινὲς ἐπʼ Αἴαντι: Τιμαχίδας φησὶ τοῦτο ἐν ἐνίοις μὴ γράφεσθαι. Ἀπολλώνιος δέ φησιν ἐκ Θρῃσσῶν αὐτὸ εἶναι.

τί τὸ φλαττόθρατ: Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιγʹ. ἐπὶ τῷ τέλει παράγραφος. ἐκ Μαραθῶνος: Ἐπεὶ ὁ φλέως ἄνθος ἐν Μαραθῶνι, ὃν οἱ ἰδιῶται φλόμον. διὰ τὸ ἔχειν τὸ φλατ ἐν ἀρχῇ παρόμοιον τῷ φλέῳ. ὡς ἐν Μαραθῶνι οὖν τοῦ φλέω πολλοῦ ὄντος· ἑλώδης γὰρ ὁ τόπος.

ἱμονιοστρόφου: Οἷον σχοινιοστρόφου μέλη, ἃ εἰκὸς ἄνδρα ὕδατα ἀρυόμενον ᾄδειν. ἱμονιὰ γὰρ καλεῖται τὸ τῶν ἀντλημάτων σχοινίον, καὶ τὸ ᾆσμα, ὃ ᾄδουσιν οἱ ἀντληταὶ, ἱμαῖον. Καλλίμαχοςἀείδει καὶ πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον.

ἀλλʼ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν μετήνεγκα: Ἐγὼ, φησὶν, εἰς τὸ καλὸν ἐκ τοῦ καλοῦ αὐτὰ μετήνεγκα. ἐκ γὰρ τοῦ κιθαρῳδικοῦ καλοῦ ὄντος εἰς τὸ τραγῳδικὸν μετήνεγκα, ἵνα μὴ εἰς ταὐτὰ τοῖς ὑπὸ Φρυνίχου μέλεσι προεισηγμένοις ἐμπίπτω. ἀποδέχονται δὲ πάντες τοῖς μέλεσι τὸν Φρύνιχον ἐπιτυγχάνοντα.

ἤνεγκον· Διχῶς ἔλεγον· ἤνεγκον μὲν ἀπὸ τοῦ ἐνέγκω· ἤνεγκα δὲ ἀπὸ τοῦ ἐνείκω. ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ: Ἵνα μὴ τὰ αὐτὰ τῷ Φρυνίχῳ μελοποιῶ. ἦν δὲ οὗτος μελοποιὸς ἡδύς. ὁ δὲ λόγος, ἐκ τῶν κιθαρῳδικῶν εἰς τὸ τραγικὸν γένος μετήνεγκα. τοῦτο γὰρ ὁ Εὐριπίδης προεῖπεν.

σκολίων: Σκολιὰ λέγονται τὰ παροίνια ᾄσματα. τὰ δὲ Καρικὰ αὐλήματα καὶ μέλη θρηνώδη ἐστίν. ἢ Καρικῶν, βαρβαρικῶν, δουλικῶν. Μελήτου: Προείρηται ὅτι τραγικὸς ποιητὴς ὁ Μέλητος. οὗτος δέ ἐστιν ὁ Σωκράτην γραψάμενος. κωμῳδεῖται δὲ καὶ ὡς ψυχρὸς ἐν τῇ ποιήσει καὶ ὡς πονηρὸς τὸν τρόπον. χορείων δὲ, μικροπρεπῶν, καὶ οἷα ἐν τοῖς χοροῖς ᾄδουσι. λύριον δὲ τὴν μικρὰν λύραν, ὥστε ψᾶλαι τὰ Εὐριπίδου.

ἡ τοῖς ὀστράκοις: Ἀπορίᾳ λύρας ὄστρακα τινὲς λαμβάνοντες ἦχον μὲν ἀπετέλουν, πάνυ δὲ ἄσημον. διαβάλλει δὲ ἐντεῦθεν Εὐριπίδην ὡς κακὸν μελοποιόν. Ἄλλως. ὅτι φαίνονταί τινες ἀγοραῖοι κρούοντες τοῖς ὀστράκοις καὶ προσᾴδοντες τῷ κρούματι τῷ διὰ τούτων. λέγεται δὲ εἰς τὴν Ὑψιπύλην ταῦτα, ἢ καθόλου τὴν μοῦσαν αὐτοῦ. ἐπιλέγει γὰρ «δεῦρο μοῦσα Εὐριπίδου.» Δίδυμος δὲ προστίθησιν ὅτι εἰώθασιν ἀντὶ λύρας κογχύλια καὶ ὀστράκια κρούοντες ἔνρυθμόν τινα ἦχον ἀποτελεῖν τοῖς ὀρχουμένοις.

αὕτη ποθʼ ἡ Μοῦσα: Ἐν ἐρωτήσει λέγει. αὕτη οὐκ ᾐσχροποίει; καὶ ἐν Σφηξὶν ἐπὶ τῆς αὐλητρίδος μέλλουσαν ἤδη λεσβιεῖν τοὺς ξυμπότας. λεσβιάζειν δὲ τὸ παρανόμως πλησιάζειν. διεβάλλοντο γὰρ ἐπὶ τούτῳ οἱ Λέσβιοι. καὶ ἐν τῷ εἰς Φερεκράτην ἀναφερομένῳ Χείρωνι δώσει δέ τοι γυναῖκας ἑπτὰ Λεσβίδας. καλὸν τὸ δῶρον, ἕπτʼ ἔχειν λαικαστρίας.

ἀλκυόνες: Χαρακτηρίζει τὰ Εὐριπίδου μέλη ὡς ἐκλελυμένα. ἀλκυόνες δὲ ἐπάνω τοῦ τῆς θαλάσσης ὕδατος καθήμεναι τὰ αὐτῶν ᾠὰ ἐν τῷ βυθῷ κείμενα θερμαίνουσι. καθʼ ὃν δὲ καιρὸν τοῦτο ποιοῦσιν, ἀλκυονίτιδες αὗται αἱ ἡμέραι καλοῦνται, καὶ ἔστιν ἐν αὐταῖς μεγίστη ἡσυχία ἀνέμων τε καὶ κυμάτων. οἱ δέ φασιν ὡς ἐν τῷ ἄκρῳ τῆς θαλάσσης ἐπὶ τῆς ψάμμου τοῦτο ποιοῦσι.

κύμασι στωμύλλετε: Διὰ τοῦ στωμύλλετε πάλιν εἰς αὐτὸν παίζει. ἐξ ἄλλων δὲ καὶ ἄλλων Εὐριπίδου δραμάτων κόμματα συντίθησι καὶ οὐδὲν κατὰ τὸ ἑξῆς λέγει μέλος. ἔστι δὲ τὸ προεγκείμενον ἐξ Ἰφιγενείας τῆς ἐν Αὐλίδι.

τέγγονται νοτεραῖς: Τὸ ἑξῆς, νοτίαις ῥανίσι πτερύγων χρόα δροσιζόμεναι.

εἰειειειει: Ἡ ἐπέκτασις τοῦ εἰ εἰ εἰλίσσετε κατὰ μίμησιν εἴρηται τῆς μελοποιίας. φάλαγγες: Αἱ λεγόμεναι καματηραί. ἀράχνιόν τι ἡ φάλαγξ. λέγουσι δὲ καὶ τῶν δακτύλων τὰ ἄρθρα φάλαγγας, ἅπερ νῦν μᾶλλον λέγει.

ἱστότονα: Τοὺς ἱστοὺς, οὓς ἐν τῷ ἀέρι οἱ ἀράχναι ὑφαίνουσι. λάμβανε δὲ ἀπὸ κοινοῦ εἰς τὰς μελέτας τὸ εἰλίσσετε οὕτως· καὶ εἰλίσσετε μελέτας κερκίδος ἀοιδοῦ· τουτέστιν, ὥσπερ αἱ ὑφάντριαι διὰ τῶν κερκίδων γυναῖκες ἐν τῷ ὑφαίνειν ᾄδουσιν, οὕτω καὶ ὑμεῖς ὦ ἀράχναι. πηνίσματα δὲ, ὑφάσματα. τὸ δὲ κερκίδος ἐκ Μελεάγρου Εὐριπίδου. τὸ δὲ, ἵνʼ ὁ φίλαυλος, ἐξ Ἠλέκτρας φίλαυλος δὲ ὁ τοὺς αὐλοὺς καὶ τὰ μέλη ποιῶν. αἰνίττεται δʼ ἴσως εἰς τὸν Ἀριόνιον μῦθον. κυανεμβόλοις δὲ ταῖς ἐν τῷ μέλανι βυθῷ χωρούσαις.

καὶ ταῦτα Εὐριπίδου. ἔστι δὲ ἀσυνάρτητα.

οἰνάνθας: Παρὰ τὸ ἐξ Ὑψιπύλης Εὐριπίδου «οἰνάνθα τρέφει τὸν ἱερὸν βότρυν.» ἡ πρώτη δὲ ἔκφυσις τῆς ἀμπέλου οἰνάνθη λέγεται. καὶ τὸ, περίβαλʼ ὦ τέκνον, ἐξ Ὑψιπύλης. —ὁ οἶνος.

ὁρᾷς τὸν πόδα τοῦτον: Ὡς καὶ τοιαῦτα ἀμοιβαῖα ἐν τοῖς μέλεσιν ἐπιτηδεύοντος Εὐριπίδου. καὶ ταῦτα δὲ αὐτὸς προστίθησιν ἀναμωκώμενος Εὐριπίδην, ὡς τὰ τοιαῦτα ἐν τοῖς μέλεσιν αὐτοῦ ἐπιτηδεύοντα. πόδα δὲ, τὸν ῥυθμὸν, ἢ τὸ μέλος· ἀπὸ μέρους.

Κυρήνης μελοποιῶν: Κυρήνη τις ἑταίρα ἐπίσημος, δωδεκαμήχανος ἐπικαλουμένη, διὰ τὸ τοσαῦτα σχήματα ἐν τῇ συνουσίᾳ ποιεῖν. ἔστι δὲ παρὰ τὰ ἐξ Ὑψιπύλης Εὐριπίδου «ἀνὰ τὸ δωδεκαμήχανον ἄντρον.» ἐκ δὲ τοῦ λέγειν, ἀνὰ τὸ δωδεκαμήχανον Κυρήνης, ἤγουν ἀνὰ τὰς δώδεκα ἐκείνης αἰσχρὰς μηχανὰς, δείκνυσιν αὐτὸν πάνυ φαυλότατον.

ὦ Νυκτὸς κελαινοφανὴς: Φασὶν ὡς πάντα ταῦτα τὰ ἔπη ἔκ τινος δράματός ἐστιν Εὐριπίδου. Ἀσκληπιάδης, παρὰ τὰ ἐξ Ἑκάβης Εὐριπίδου, ἐν μιμήσει δηλονότι. οὕτω γὰρ παραγέγραπται «ὦ στεροπὰ Διὸς, ὦ σκοτία νὺξ, τί ποτʼ αἴρομαι ἔννυχος οὕτω;» πρόσπολον δὲ, ὑπηρέτην. ψυχὴν δὲ, ὡς φαινόμενον· ἄψυχον δὲ, ὡς ἄϋλον καὶ εὐθέως οἰχόμενον. νυκτὸς δὲ παῖδα ἐνταῦθα εἴρηκε, καίτοι ἐν Ἑκάβῃ μελανοπτερύγων ὀνείρων εἰπὼν τὴν γῆν μητέρα. — ἀντὶ τοῦ μέλαινα.

πρόμολον: Πρόδρομον καὶ θανάτου σημαντικόν. μελανονεκυείμονα δὲ, μέλανα καὶ νεκρικὰ ἱμάτια φοροῦντα ὡς θανάτου σημαντικόν.

μεγάλους ὄνυχας ἔχοντα: Ὡς πάνυ τὰς ψυχὰς σπαράττοντα.

ἀλλά μοι ἀμφίπολοι: Ἀπολλώνιος παρὰ τὰ ἐκ τῶν Τημενιδῶν. —Ἀπολλώνιος ἀπὸ τῶν Εὐμενίδων φησὶν εἶναι.

Ὄνειρον ἀποκλύσω: Καὶ τοῦτο μιμεῖται ὁ Αἰσχύλος. τοῦτο δὲ λέγει παρόσον ἀποδιοπομπεῖσθαι εἰώθασι τοὺς χαλεπωτάτους τῶν ὀνείρων. ἀπρόσπλοκα ταῦτα καὶ ἀσυνάρτητα σὺν τοῖς ἑξῆς πᾶσι. τὸ δὲ ὄναρ, ὃ εἶδε, τοιοῦτον εἶναι δοκεῖ, ὡς γυνή τις ἐκ γειτόνων οὖσα αὐτῇ, Γλύκη καλουμένη, τὸν ἀλεκτρυόνα αὐτῆς ἁρπάσασα ᾤχετο. ἐπικαλεῖται δὲ τὸν Ποσειδῶνα ὡς πλησίον τῆς θαλάσσης ἰδοῦσα τὸν ὄνειρον.

Νύμφαι ὀρεσίγονοι: Ἐκ τῶν Ξαντριῶν Αἰσχύλου, φησὶν Ἀσκληπιάδης· εὗρε δὲ Ἀθήνησιν ἔν τινι τῶν διασωθέντων· «Νύμφαις … θεαῖσιν ἀγείρω, «Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις.» ἔοικε δὲ τὸ ὅλον ἐπιτηδεύειν ἀνυπότακτα. ἄλλως οὐδὲ παρʼ Αἰσχύλου ἥρμοζε τὰ τοιαῦτα λαμβάνεσθαι. τὸ δὲ Μανία ξύλλαβε, νῦν λέγει διὰ τὸν ἄτοπον ὄνειρον, εὐχομένη μανίας τυχεῖν, ἵνα μηδενὸς τούτων αἰσθάνοιτο. τὸ δὲ ἐγὼ δʼ ἁ τλάμων, πρὸς τὸ, φρούδη Γλύκη, ἔχει τὴν ἀκολουθίαν. κνεφαῖος δὲ, ἑωθινή. κνέφας γὰρ τὸ λυκόφως.

ἀντὶ τοῦ ἄτρακτον κλώθουσα.

εἰς ἀγορὰν φέρουσα: Πάλιν ἐπὶ πενίαν καὶ μικροπρέπειαν αὐτὸν κωμῳδεῖ.

ὅτι ἐν τοῖς μέλεσι δὶς τὰ αὐτὰ λέγει Εὐριπίδης.

ἀλλʼ ὦ Κρῆτες, Ἴδης: Τοὺς Κρῆτας λέγει. ἔστι δὲ ἐκ Κρητῶν Εὐριπίδου. οὐ μόνον ἐν Τροίᾳ, ἀλλὰ καὶ ἐν Κρήτῃ Ἴδη ἐστὶν, ὡς καὶ ὁ Λυκόφρων φησίν. ἐπεὶ δὲ ἐν Κρήτῃ ἦν ἡ τοῦτο λέγουσα, διὰ τοῦτο λέγει, Ἴδης τέκνα τὰ τόξα λαβόντες ἐπαμύνατε. Δίκτυνναν δὲ λέγει τὴν Ἄρτεμιν διὰ ταῦτα, ἐπειδὴ τῶν κυνηγετῶν ἐστι τὸ δίκτυα φέρειν. ἔφορος δὲ κυνηγίας ἡ Ἄρτεμις. φασὶ δὲ ὅτι νύμφη τις Βριτόμαρτις καλουμένη, θηρεύουσά ποτε δικτύοις τισὶ κατὰ τύχην ἐνέπεσε, καὶ ὑπὸ Ἀρτέμιδος ῥυσθεῖσα, Δικτύννης Ἀρτέμιδος ἱερὸν ἱδρύσατο. Ἑκάτην δὲ καὶ Ἄρτεμιν οἱ μὲν τὴν αὐτήν φασιν, οἱ δὲ ἄλλην καὶ ἄλλην· ὡς κἀνταῦθα. ταῦτα δὲ παρὰ τὰ ἐκ Κρητῶν Εὐριπίδου.

τὰ κῶλα: Τοὺς πόδας ὑμῶν.

κυνίσκας: Ἀντὶ τοῦ τὰς κύνας. ὡς φιάλας καὶ φιαλίσκας· διπύρους δὲ, ἀντὶ τοῦ διπλᾶς.

ἢ ἀντὶ τοῦ διαπύρους. ἢ ὅτι λαμπάδας ἔχει διττάς. διακαεῖς, ἢ διπύρους, ἤτοι διπλᾶς.

εὕρω, ἐρευνήσω, φωράσω. ἐρευνήσω, εὕρω, θεωρήσω.

τὸ γὰρ βάρος: Τινές φασιν ἕως τῶν ἐνταῦθα τὸν Αἰσχύλον λέγειν, τὰ δὲ ἑξῆς τὸν Διόνυσον.

τυροπωλῆσαι: Πρὸς γὰρ τὸν σταθμὸν ἐπωλεῖτο ὁ τυρός. —τυροπωλῆσαι τέχνην: Τυροπωλικῶς ζυγῆσαι. Θ.

ἐπίπονοί γʼ οἱ δεξιοί: Κορωνὶς καὶ εἴσθεσις μέλους χοροῦ προῳδικὴ, διὰ τὸ προτίθεσθαι τῆς κορωνίδος, ἐκ κώλων τροχαϊκῶν ἐπιμεμιγμένων χορείοις καὶ ἰάμβοις ηʹ. ὧν τὰ γʹ ἑφθημιμερῆ· τὰ δʼ ἄλλα δίμετρα ἀκατάληκτα, πλὴν τοῦ τελευταίου ἰθυφαλλικοῦ ὄντος. ἐπὶ τῷ τέλει κορωνίς. —οἱ εὐπαίδευτοι. σπουδαῖοι, μηχανικοὶ, οἱ ἐπιτήδειοι, οἱ φρόνιμοι. Θ.

μὰ τὸν: Ἐλλειπτικῶς ὀμνύει. καὶ οὕτως ἔθος ἐστὶ τοῖς ἀρχαίοις ἐνίοτε μὴ προστιθέναι τὸν θεὸν εὐλαβείας χάριν. εἰώθεισαν δὲ τοῖς τοιούτοις ὅρκοις χρῆσθαι ἐπευφημιζόμενοι, ὥστε εἰπεῖν μὲν μὰ τὸν, ὄνομα δὲ μηκέτι προσθεῖναι. καὶ Πλάτωνα δὲ τῷ τοιούτῳ κεχρῆσθαι. λέγει δὲ, οὐκ ἂν ἐπειθόμην, οὐδὲ εἴ τίς μοι ἔλεγε τῶν ἐπὶ τοῦ πράγματος τυχόντων. τὸ δὲ ἐπιτυχόντων, ἀντὶ τοῦ συνελθόντων. ἡ ἐπί ἀντὶ τῆς σύν. — μὰ τὸν: Δέον εἰπεῖν μὰ τὸν Δία, μὰ τὸν εἶπε μόνον. καὶ ἔστι τοῦτο εὐλαβείας ἴδιον, τὸ πεφεισμένως καὶ ἐλλειπτικῶς τοῦ ὅρκου ἅπτεσθαι.

ἴθι νῦν παρίστασθον: Κορωνὶς ἑτέρα εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ριεʹ· ὧν τελευταῖος νὴ τὸν Δίʼ οὐ γὰρ ἄχθομαι τῷ πράγματι. ἐπὶ τῷ τέλει κορωνίς. παρὰ τὼ πλάστιγγʼ: Παρὰ τοῖς νῦν λεγομένοις ζυγίοις. τὸ δὲ σχῆμα Ἀττικὸν, ὡς τὼ χεῖρε, τὼ πόλει καὶ νὴ τὼ σιώ. πλάστιγξ δὲ τὸ κατηρτημένον τοῦ ζυγοῦ μέρος, ᾧ ἐπιτίθεται τὰ ζυγά. —τὸ ἰδού ἀμφότεροί φασι.

κοκκύσω: Συρίσω, σύνθημα δῶ, δίκην ἀλεκτρυόνος βοήσω. τὸ δὲ «εἴθʼ ὤφελεν» ἀρχὴ τοῦ Μηδείας δράματος Εὐριπίδου.

βούνομοι: Ὑπὸ βοῶν καταστρεφόμεναι ἤγουν κατανεμόμεναι. ἐστὶ δὲ ἐκ Φιλοκτήτου Αἰσχύλου.

ἐριοπωλικῶς: Ὡς οἱ τὰ ἔρια πωλοῦντες, βρέχουσιν αὐτὰ, ἵνα βαρύνωσιν ἐν τῷ σταθμῷ. τὸ δὲ, «οὐκ ἔστι πειθοῦς,» ἐξ Ἀντιγόνης Εὐριπίδου. τὴν δὲ πειθὼ χρῆμα νοῦν οὐκ ἔχον φησὶν, ὅτι τὸ πείθειν ποικιλία καὶ στροφὴ λόγων ἐστὶ, παράγουσα τοὺς ἀκούοντας, καὶ οὐκ ἀληθὴς διάνοια. τὸ δʼ ἑξῆς ἐκ Νιόβης Αἰσχύλου.

ἤνʼ ἰδού: Ἠνὶ ἰδοὺ ἐκ παραλλήλου. Θ.

βέβληκʼ Ἀχιλλεὺς: Ἀρίσταρχός φησιν ἀδεσπότως τοῦτο προφέρεσθαι, ὡς Εὐριπίδου πεποιηκότος κυβεύοντας ἐν τῷ Τηλέφῳ, οὓς καὶ περιεῖλε. μήποτʼ οὖν ἐκεῖθεν ἦν. μᾶλλον δὲ ἐσχεδιακὼς ἂν εἴη Ἀριστοφάνης. οὐδὲ γὰρ τὸν Εὐριπίδην τοῦτο προφερόμενον. ἀλλὰ τὸν Διόνυσον χλευάζοντα. τινὲς δὲ, ὅτι ἐν τῷ Φιλοκτήτῃ ἦν ὁ τόπος. οἱ δὲ ἐν τῇ Ἰφιγενείᾳ τῇ ἐν Αὐλίδι. ἐμφαίνει δὲ καὶ Εὔπολις τοῦτο εἰδὼς ἀποφθαρεὶς δὲ δύο κύβω καὶ τέτταρα. τοῦτο δὲ Διόνυσος ὑποβάλλει αὐτῷ χλευάζων. Ἄλλως. ἐκ Μυρμιδόνων. πεποίηκε γὰρ αὐτοὺς κυβεύοντας. ἔθος δὲ τοῖς κυβεύουσιν οὕτω λέγειν, βʹ, δʹ, γʹ, εʹ. τοῦτο δὲ λέγει ὁ Διόνυσος δεικνὺς ὡς Αἰσχύλος νενίκηκε. τὸ δὲ σιδηροβριθὲς, ἐκ Μελεάγρου. τὸ δὲ, ἐφʼ ἅρματος γὰρ ἅρμα, ἐκ Γλαύκου Ποτνιέως Αἰσχύλου. τὸ δὲ ἐξηπάτηκεν εἶπεν ἐκ μεταφορᾶς τῶν παλαιστῶν. ἐκεῖνοι γὰρ ἀπατῶντες τοὺς ἀντιπάλους νικῶσιν.

σφῷν: Γρ. καὶ νῷν.

ἐκ Μελεάγρου Εὐριπίδου.

ἐκ Γλαύκου Αἰσχύλου.

ἑκατὸν Αἰγύπτιοι: Πολλαχοῦ ὡς ἀχθοφόρων τῶν Αἰγυπτίων μέμνηται.

Κηφισοφῶν: Καὶ διὰ τούτου δηλοῖ πάλιν σχεδόν τι τὸ συναμφότερον, ὡς Κηφισοφῶν συνεποίει τὰ δράματα, καὶ τὴν γυναῖκα αὐτοῦ εἶχεν. Ἄλλως. οὐχ ὡς μόνον συμποιοῦντος αὐτῷ τοῦ Κηφισοφῶντος τὰ δράματα, ἀλλὰ καὶ ὡς συνόντος αὐτοῦ τῇ γυναικί. οἱ δὲ γράφοντες χὠ Κηφισοφῶν, εἶναι δʼ ἀξιοῦντες ἀνάπαιστον τὸν τελευταῖον πόδα, σκεψάσθωσαν εἰ ἡ προπαραλήγουσα συστέλλεται.

τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν: Τὸν Αἰσχύλον σοφὸν, ἥδομαι δὲ τῷ Εὐριπίδῃ. σοφὸν μὲν Εὐριπίδην λέγει, ἥδεσθαι δὲ τῷ Αἰσχύλῳ. οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ τὸ ἐναντίον, καὶ ἑκατέρῳ συνηγορεῖν καὶ μάλιστα, ὅτι ἥδεται Εὐριπίδῃ, ὡς καὶ ἐν ἀρχῇ προεῖπεν.

οὐδὲν ἄρα πράξεις: Ἀπολλώνιος τοῦ Πλούτωνος τοῦτο εἶναί φησι, καὶ γίνεται πρόσωπα ἐν τῇ σκηνῇ δʹ. τινὲς δὲ τοῦ χοροῦ.

πύθεσθε: Ἀκούσατε.

τοῦ χάριν: Οὐκ ἐστιν ἄλλου προσώπου τὸ τοῦ χάριν, ἀλλʼ ὁ Διόνυσος ἑαυτῷ ἀνθυποφέρει.

πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου: Περὶ τῆς δευτέρας αὐτοῦ λέγει ἀποχωρήσεως, ἣν ἑκὼν ἔφυγε, κατελθὼν μὲν ἐπὶ Ἀντιγένους πρὸ ἐνιαυτοῦ τῶν Βατράχων, διὰ δὲ τὸ πιστεῦσαι Ἀντιόχῳ τῷ κυβερνήτῃ τὸ ναυτικὸν καὶ ἡττηθῆναι ὑπὸ Λυσάνδρου δυσχερανθεὶς ὑπʼ Ἀθηναίων. Ἄνδρων δὲ διαφέρεται πρὸς Ξενοφῶντα περὶ τῆς καθόδου. Καλλίστρατος δέ φησιν ὅτι οὗτος ἦν ὁ καιρὸς, καθʼ ὃν ἑκὼν ἔφυγεν ὁ Ἀλκιβιάδης. ὁ δὲ Ἀρίσταρχός φησι, καθʼ ὃν ἐκπεσὼν ἐν Λακεδαίμονι διατρίβων ἔπεισε Λακεδαιμονίους Ἀθηναίοις Δεκέλειαν ἐπιτειχίσαι· τελέως δὲ πταίουσι. λέγει οὖν περὶ τῆς δευτέρας ἀποχωρήσεως, ἣν ἑκὼν ἔφυγε. γεγόνασι δὲ Ἀλκιβιάδαι τέσσαρες. δυστοκεῖ δὲ λέγει ἀντὶ τοῦ ἀγανακτεῖ καὶ κακῶς πάσχει, ἐκ μεταφορᾶς τῶν δυστοκουσῶν γυναικῶν. ἢ δυστοκεῖ λέγει ἀντὶ τοῦ, κακὰ γεννήματα προάγει. Ἀλκιβιάδης γὰρ φύσει Ἀθηναῖος ὢν ἔφυγε μὲν καὶ πρόσθεν διά τινα αἰτίαν ἐκ πόλεως, κατελθὼν δὲ ὕστερον καὶ ναύαρχος καταστὰς ἐνεπιστεύσατο τὸ ναυτικὸν Ἀντιόχῳ· οὗ καὶ ὑπὸ Λυσάνδρου ἡττηθέντος φοβηθεὶς Ἀλκιβιάδης μεταχωρεῖ πρὸς Λακεδαιμονίους, οὓς καὶ πείθει Ἀθηναίοις ἐπιτειχίσαι Δεκέλειαν. ἡ δὲ Δεκέλεια χώρα ἐν τῇ Ἀττικῇ, ἧς τειχισθείσης μέγας ἦν κίνδυνος Ἀθηναίοις μὴ δυναμένοις ἐξελθεῖν. —πρὸς τοὺς ποιητὰς ὁ ......

ποθεῖ μὲν, ἐχθαίρει δὲ: Παρὰ τὰ ἐκ τῶν Ἴωνος Φρουρῶν, ὅπου ἡ Ἑλένη πρὸς τὸν Ὀδυσσέα φησὶ σιγᾷ μὲν, ἐχθαίρει δὲ, βούλεταί γε μήν. ὁ δὲ λόγος, ποθεῖ μὲν ὡς δραστήριον, μισεῖ δὲ ὡς τυραννικόν. ἢ ὡς εἰς Λακεδαιμονίους χωρήσαντα.

μισῶ πολίτην: Αὕτη Εὐριπίδου ἡ γνώμη, μὴ καταδέχεσθαι καθάπαξ Ἀλκιβιάδην. χαρακτηρίζει δὲ αὐτὸν ἅμα. ταῦτα δέ φησιν Εὐριπίδης περὶ Ἀλκιβιάδου, ὡς ὄντος αὐτοῦ τοιούτου, βραδέως μὲν ὠφελοῦντος τὴν πατρίδα, ταχέως δὲ βλάπτοντος.

μάλιστα μὲν λέοντα: Μάλιστα μὲν μὴ ἀνατρέφειν φρόνημα, ἐὰν δὲ ἀνατρέφῃ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθασῶσαι. ὥστε ὁ μὲν Εὐριπίδης συμβεβούλευκε μὴ δέχεσθαι, ὁ δὲ Αἰσχύλος τοιαύτην τινὰ διάνοιαν, ἢ μὴ καταδέξασθαι, ἢ καταδεξαμένους τροποφορεῖν. ἔν τισι δὲ μετὰ τὸ πρῶτον παραγραφή· ὥστε εἶναι τὸ μὲν πρῶτον ὁμολογουμένως Αἰσχύλου, τοὺς δὲ ἑξῆς ἄδηλον τίνος. ἢ γὰρ Εὐριπίδης δίς ἐστιν ἀποφηνάμενος, ἢ ὁ Διόνυσος ἀντὶ τοῦ ἀκούειν ἐκείνου αὐτὸς λέγων καὶ ταῦτα, ἐπεξεργαζόμενος τὸ παρʼ Αἰσχύλου λεγόμενον· ἢ ὁ χορός. ἔν τισι δὲ ἑνός ἐστι τὰ τρία, τοῦ Αἰσχύλου πρῶτον μὲν ἀποφατικῶς λέγοντος, τὰ δὲ ἑξῆς δύο μαλακώτερον ὑποτιθεμένου.

σοφῶς μὲν ὁ Αἰσχύλος, σαφῶς δὲ ὁ Εὐριπίδης.

εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ: Ὁ Κινησίας λεπτὸς ἦν, ὁ δὲ Κλεόκριτος μοχθηρός. φησὶν οὖν ὅτι εἴ τις ἀντὶ πτερῶν Κλεοκρίτῳ Κινησίαν παραβάλοι, ὥστε φέρεσθαι μεταρσίους, συμβήσεται αὐτοὺς ὀλέσθαι αὐροφορήτους γενομένους. Ἄλλως. εἴ τις πτερώσας: Ὡς λεπτὸς σφόδρα ὢν κωμῳδεῖται καὶ ὡς ξένος καὶ ὡς κόλαξ. ἐμνήσθη δὲ καὶ τοῦ Κινησίου ὡς τούτου καὶ τοῦ Κλεοκρίτου ὁμοφρονούντων. ἀθετεῖ δὲ τοὺς πέντε ἐφεξῆς στίχους ἕως τοῦ ῥαίνοιεν εἰς τὰ βλέφαρα τῶν ἐναντίων Ἀρίσταρχος. ὅτι φορτικώτεροί εἰσι καὶ εὐτελεῖς, διὰ τοῦτο ὑποπτεύονται. Ἀπολλώνιος δὲ οὐ διὰ τοῦτο, ἀλλʼ ὅτι οὐ πρὸς τὴν ὑπόθεσιν ἔχουσί τι. ἐρομένων δὲ αὐτῶν ἑκάτερος μίαν γνώμην λέγει.

κατέχοντες ὀξίδας: Ὀξυβάφους κατέχοντες ῥαίνοιεν ὄξει τοὺς πολεμίους. ὀξίδες δὲ κεράμια μικρά. ἢ εἶδος λοπάδος ἡ ὀξίς. ταῦτα δὲ ἠθετημένα μετρίως ἄν τις νομίσειεν ἐνδιεσκευάσθαι. καὶ γάρ ἐστι φορτικά. τὰ δὲ ἑξῆς κείμενα πρέποντα καὶ τῷ ποιητῇ καὶ τῇ ὑποθέσει. ὅταν, φησὶν, οὓς νῦν ἔχομεν παρεωραμένους καὶ δοκοῦμεν ἐχθροὺς τῆς πόλεως, τούτους ἐπανάγωμεν εἰς τὸ ἀρχαῖον ἀξίωμα, καὶ πιστοὺς νομίσωμεν· οἷς δὲ νῦν χρώμεθα ὡς πιστοῖς, τούτους ἀπίστους καὶ φθορέας τῆς πόλεως ἡγώμεθα, σωθείη ἡ πόλις. τοῦτο δὲ λέγει, διότι τοὺς καλοὺς καὶ λυσιτελοῦντας ἄνδρας τῇ πόλει ἀφέντες, ὡς καὶ ὄπισθεν ἐν τῇ παραβάσει ἔφη, μοχθηροῖς καὶ φαύλοις ἐχρῶντο πρὸς τὰ κοινά.

ἀμαθέστερόν πως εἰπὲ: Ἀγροικότερον καὶ παχύτερον. ἀπαιδευτότερον, ἢ κοινότερον. παρὰ τὴν παροιμίαν σαφέστερόν μοι κἀμαθέστερον φράσον.

εὖ γʼ ὦ Παλάμηδες: Πρὸς τὸν Εὐριπίδην· ὅτι εἰκὸς ἐκ Παλαμήδους πεπλάσθαι ταῦτα. ἢ ἐπειδὴ ὁ Παλαμήδης μηχανικὸς καὶ ἐφευρετὴς ἦν. εὗρε δὲ καὶ οὗτος μηχανὴν σωτηρίας τῇ πόλει. διὰ τοῦτο Παλαμήδην τοῦτον καλεῖ.

ταυτὶ πότερʼ αὐτὸς: Συναθετεῖται τοῖς ἄνω καὶ οὗτος. μένων γὰρ ἀκυροῖ τὴν ἐκείνων ἀθέτησιν, ἐν ᾗ φαίνεται τὰ μὲν πρότερα Αἰσχύλος λέγων, τὰ δὲ ἑξῆς Εὐριπίδης.

τὰς δʼ ὀξίδας Κηφισοφῶν: Τιμαχίδας πόρρωθεν ἐκ λαχανοπώλιδός φησι τὸν Εὐριπίδην διὰ τὰς ὀξίδας.

πόθεν: Ἀρνητικῶς ἴσον τῷ οὐδαμῶς. πρὸς βίαν δὲ, πρὸς ἀνάγκην· ἐπειδὴ τούτους ὁ καιρὸς ἤγαγεν.

ἐν ἐρωτήσει.

ᾗ μήτε σισύρα: Χλαίνης εἶδος εὐτελοῦς, οἷον ἐξωμίδα ἢ ἁπλοΐδα ἤ τι τοιοῦτον. καὶ ἀλλαχοῦ χειμῶνος ὄντος τρεῖς σισύρας ὀφειλέτω. τινὲς δὲ ἱμάτιον τραχὺ καὶ παχὺ, περιβόλαιον ἀγροικικὸν, δουλικὸν, παλαιόν· ἢ χιτὼν δερμάτινος. Βορέῃ δὲ λέγουσιν Ἡλίῳ τε τοιαύτην ἔριν γενέσθαι, ὁπότερος ἀνδρὸς ἀγροίκου ὁδοιποροῦντος τὴν σισύραν ἐκδύσῃ. ὁ δὲ νοῦς, μήτε χρηστὸς μήτε ὀχληρὸς πολίτης συμφέρει. πρὸς δὲ τὴν διαφοράν. ἔν τισι καὶ σισύρα καὶ σισύρνα ἐκ τρίτου τὸ αὐτὸ, πλὴν ὅτι ἡ μὲν σισύρα δοκεῖ βαίτη εἶναι ἐκ δερμάτων αἰγείων, ἡ δὲ χλαῖνα ἀπὸ ἐρίων.

εἴπερ ἀναδύσει: Ἐπανέλθῃ ἐκ τῆς δυστυχίας ὥσπερ ἐκ βυθοῦ. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν βυθιζομένων νηῶν.

ἐκεῖ φράσαιμʼ ἂν: Ἐν τῷ βίῳ. ἐπιθυμῶν δὲ ἀναβιῶναι τοῦτο λέγει.

ἀλλʼ ἐνθάδʼ ἀνίει τἀγαθά: Ἀντὶ τοῦ ἀνάπεμπε. παρὰ τὴν παροιμίαν ἐκεῖ βλέπουσα, δεῦρʼ ἀνίει τἀγαθά.

τὴν γῆν ὅταν νομίσωσι: Τὴν Περικλέους γνώμην λέγει. εἰ τὴν μὲν Ἀττικὴν ὡς πολεμίαν ἐάσουσι τέμνεσθαι, ἢ καὶ οὐ τέμνουσι, τὴν δὲ Λακωνικὴν περιπλεύσουσιν. Ἄλλως. ἐπὶ τὴν Περικλέους φέρεται γνώμην, ὃς συνεβούλευσε περιπλεῖν τὴν πολεμίαν, μὴ μάχεσθαι δὲ τεμνομένης τῆς Ἀττικῆς. Ἄλλως. τοιαύτην γνώμην καὶ Περικλῆς συνεβούλευσεν Ἀθηναίοις, Λακεδαιμονίων εἰσβαλλόντων εἰς τὴν Ἀττικὴν, μέγα βοήσας ἀπὸ τοῦ βήματος, ὡς οὐκ ἂν ἄλλως ἔσται τοῖς πράγμασι σωτηρία, εἰ μὴ τὸ κατὰ γῆν μάχεσθαι τούτοις ἀφέντες περιπλευσούμεθα Λακεδαίμονα πλήθει νεῶν.

πόρον δὲ τὰς ναῦς: Καὶ τοῦτο κατὰ τὴν Περικλέους γνώμην, ὃς ἐκέλευεν Ἀθηναίοις, ἐμβαλόντων Λακεδαιμονίων εἰς τὴν Ἀττικὴν, μὴ ἐπεξιέναι, ἀλλʼ εἴσω τείχους μένειν, αὐτοὺς δὲ διὰ τῶν πλοίων ἐπιέναι τῇ Λακωνικῇ. τὸν οὖν κατὰ γῆν πόρον ἀπορίαν ἡγεῖσθαι, τὸν δὲ διὰ θαλάσσης, τοῦτον ἡγεῖσθαι πόρον. ἢ καὶ οὕτως· ἕνα μὲν πόρον ἡγεῖσθαι χρημάτων, τὸ ναῦς ὡς πλείστας ἔχειν· τὸν δὲ ἄλλον πόρον, ὃς ἂν ἔξω τῆς γῆς ᾖ, τοῦτον ἀπορίαν νομίζειν· οἷον τὰ θεωρικὰ, ἢ δικαστικὰ, ἢ ἐκκλησιαστικά. συμβουλεύει οὖν πᾶσαν τὴν ἐν τούτοις γινομένην δαπάνην ταῖς ναυσὶν ἀφορίσαι. πρὸς ταύτην δὲ τὴν ἔννοιαν καὶ τὸ ἐπιφερόμενον ἀκόλουθον. φησὶ γὰρ ὁ Διόνυσος, «πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος,» ὡς πολλῶν ὄντων τῶν δαπανωμένων εἰς τὸν δικαστικὸν μισθόν. τοῦτο δὲ παρʼ ὑπόνοιαν εἶπε. νοεῖται μὲν γὰρ κατὰ τὸ φαινόμενον, ὅτι ἐγὼ μόνος ὁ δικάζων ὑμῖν κατὰ νοῦν ταῦτα λαμβάνω καὶ ἀποδέχομαι· τῇ δὲ ἀληθείᾳ κατηγορίαν Ἀθηναίων ἐμφαίνει, ὡς δικορραφούντων καὶ μισθοὺς πολλοὺς περὶ τὰς δίκας διδόντων. τὸ δὲ κρίνοις ἄν τινὲς τὸν Πλούτωνα λέγειν ἀξιοῦσιν. αἱροῦ δὲ τοὺς φίλους ἀντὶ τοῦ ἐμὲ λάβε.

οὓς ὤμοσας: Πρὶν κατελθεῖν.

τοὺς φίλους: Ἐμέ.

ἡ γλῶττʼ ὀμώμοκε: Παρὰ τὰ ἐξ Ἱππολύτου ἡ γλῶττʼ ὀμώμοχʼ, ἡ δὲ φρὴν ἀνώμοτος.

τί δʼ αἰσχρὸν ἢν μὴ: Παρὰ τὰ ἐξ Αἰόλου Εὐριπίδου τί δʼ αἰσχρὸν, ἢν μὴ τοῖσι χρωμένοις δοκῇ;

τὸ πνεῖν δὲ δειπνεῖν: Παρὰ τὰ ἐκ Φρίξου Εὐριπίδου. τὸ δὲ κώδιον προσέθηκεν, ἐπειδὴ καθεύδειν ἔφη. Ἄλλως. τοῦτο ἐκ Πολυΐδου δράματος τίς οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν, ὑπνοῦν δὲ τὸ κατθανεῖν. Ἀριστοφάνης δέ φησι τὸ πνεῖν δὲ δειπνεῖν καὶ τὸ καθεύδειν κώδιον. πεποίηκε δὲ τοῦτο, ἐπειδὴ ὁ Διόνυσος οὐδὲν ἕτερον ἠγάπα ἢ δειπνεῖν καὶ καθεύδειν ἐν μαλακοῖς στρώμασιν, οἷά ἐστιν τὰ ἐκ κωδίων.

τῷ ἑστιᾶσαι· ὡς ἀδηφάγος. τρυφερὸς γάρ.

μακάριον: Κορωνὶς καὶ εἴσθεσις χοροῦ ἐπῳδικὴ, διὰ τὸ μετὰ τὴν κορωνίδα κεῖσθαι, ἐκ κώλων τροχαϊκῶν ἐπιμεμιγμένων χορείοις καὶ ἰάμβοις καὶ ἀναπαίστοις διμέτρων ὀκτωκαίδεκα· ὧν τὰ μὲν αʹ, βʹ, γʹ, ηʹ, ιʹ, ιαʹ, ιβʹ, ιδʹ, ιεʹ καταληκτικὰ ἤτοι ἑφθημιμερῆ Εὐριπίδεια, ἢ ληκύθια· τὰ δʼ ἄλλα ἀκατάληκτα, πλὴν τοῦ θʹ καὶ τελευταίου βραχυκαταλήκτων ἰθυφαλλικῶν. ἐπὶ τῷ τέλει κορωνίς. λείπει τὸ πρᾶγμα, ἵνʼ ᾖ, μακάριον τὸ πρᾶγμα. φίλους δὲ νῦν ὡς καὶ ἡμεῖς. πολλαχοῦ δὲ τοὺς συγγενεῖς καὶ ἀναγκαίους. —ξύνεσιν: Ἀντὶ τοῦ φρόνησιν.

χάριεν οὖν: Ὅτι νῦν τὴν πρὸς Σωκράτην ἑταιρίαν δηλοῖ. Παναίτιος δὲ ὅλα ταῦτα περὶ ἑτέρου Σωκράτους φησὶ λέγεσθαι, τῶν περὶ σκηνὰς φλυάρων, ὡς Εὐριπίδης. Ἄλλως. τὸν Σωκράτη ἐνταῦθα κατηγορεῖ. ζῶν γὰρ οὗτος ὡς πολυλόγος κατηγορεῖτο, ὅτι πολλοὺς λόγους ἐν τοῖς ἐργαστηρίοις καὶ τραπέζαις διεξήρχετο περὶ φιλοσοφίας. λέγει οὖν ὅτι καλόν ἐστι, μὴ μετʼ αὐτοῦ τινα διάγειν, ἀφέντα τοὺς ποιητὰς τοιούτους ὄντας ὡς καὶ μετὰ θάνατον ἀναβιοῦν αὖθις δύνασθαι· οὗ νῦν Αἰσχύλος ἔτυχε.

καὶ σκαριφισμοῖς: Συνεστυμμένοις καὶ στυγνοῖς. παρόσον οὐκ ἀνειδέοις οἱ φιλόσοφοι διαλέγονται. ἢ οἷον σκαρισμοῖς καὶ λεπτολογίαις, εὐτελείαις, σκιαγραφίαις. σκαριφεύειν γὰρ τὸ τοὺς ζωγράφους ὑποτυπῶσαι πρῶτον τοὺς γραφομένους. καὶ σκαριφήσασθαι ἐπὶ τοῦ ἐπισεσυρμένως τι ποιεῖν, καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν σκιαγραφεῖν. εἰσὶ δὲ καὶ οἱ φιλόσοφοι λόγοι ὥσπερ σκιαὶ καὶ αἰνίγματα διὰ τὸ ἀερῶδες αὐτῶν καὶ λεπτόν. ἴσως δὲ ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ σκάριφος, ἤγουν τὸ κάρφος, καὶ φρύγανον· μᾶλλον δὲ ἡ γραφίς. —σκαρηφισμοῖσι: Σκιαῖς.

παραφρονοῦντος ἀνδρός: Λείπει τὸ ἐστίν, ὡς καὶ τὸ Ὁμηρικὸνεἰ δʼ ἤδη τεθνᾶσι, καὶ εἰν ἀΐδαο δόμοισι. λείπει γὰρ κἀνταῦθα τὸ ἐστί.

ἄγε δὴ χαίρων: Ἔκθεσις τοῦ δράματος, ὃ καὶ ἐπίλογος καλεῖται, ἐκ κώλων διμέτρων ἀναπαιστικῶν κζʹ· ὧν τὰ ϛʹ, ιαʹ, ιεʹ, κδʹ, κζʹ ἑφθημιμερῆ· τὰ δὲ λοιπὰ ἀκατάληκτα, πλὴν τῶν ηʹ καὶ ιγʹ μονομέτρων. ἐφʼ ἑκάστης περιόδου τέλει καὶ συστήματος παράγραφος.

τὴν ἡμετέραν: Πάντως γὰρ οἱ θεοὶ αὐτὴν φιλοῦμεν διὰ τὴν πρὸς ἡμᾶς εὐσέβειαν. —τοῦτο ἔφη ὁ Πλούτων, ἐπεὶ προσήκει ἡ Ἀττικὴ Δήμητρι καὶ Κόρη.

καὶ δὸς τουτὶ Κλεοφῶντι: Ἴσως σχοινίον ἐπιδίδωσιν αὐτῷ ὁ Πλούτων πρὸς ἀγχόνην, ἤ τι τοιοῦτον σύμβολον θανάτου. ὡς ξένος δὲ ὁ Κλεοφῶν κωμῳδεῖται. ἢ ὅτι γέρων ὢν ἔμελλε μετʼ ὀλίγον τεθνήξεσθαι. ἢ ὡς ἀγχόνης ἄξια ἔπραττε.

καὶ τούτοις τοῖσι πορισταῖς: Τοῖς φορολόγοις. τούτους λέγει, τοὺς περὶ πόρου χρημάτων εἰσηγουμένους. εἴη δʼ ἂν σχοινίον, ὃ ἐπιδίδωσιν αὐτοῖς.

Μύρμηκί θʼ ὁμοῦ; Ὀνόματα κύρια. ἐπὶ πονηρίᾳ δὲ οὗτοι ἐκωμῳδοῦντο. οὐ πάντως δὲ ὁ Μύρμηξ τῶν ποριστῶν ἐστιν, ἀλλὰ δὴ οἴονται ἀπὸ ἄλλης ἀρχῆς· οὐδὲ γὰρ ὁ Νικόμαχος. ἀλλὰ ἤτοι ὁ τραγικὸς ὑποκριτὴς, ἢ ὁ πολίτης, περὶ ὧν προείρηται. τί δʼ ἂν εἴη διδούς; τάχα βρόχους πρὸς ἀγχόνην, ἤ τι τοιοῦτον. ξυμποδίσας δὲ, συνδήσας τοὺς πόδας.

τοῦ Λευκολόφου: Εἴη ἂν οὗτος ὁ τοῦ Λευκολοφίδου, οὗ καὶ Πλάτων μέμνηται ἐν τῷ Πρωταγόρᾳ. ἦν γὰρ τῶν περὶ τοὺς καιροὺς τούτους στρατηγούντων· ἡγεῖτο δὲ τοῦ μέρους τοῦ ναυτικοῦ. τάχα δʼ ἂν οὗτος εἴη, ὃν καὶ παρεγγεγραμμένον λέγουσιν. οἰκεῖον γὰρ αὐτοῦ τὸ, στίξας αὐτούς· ἢν γὰρ ξένος. Ἄλλως. στρατηγὸς ἦν τοῦ ναυτικοῦ. καὶ Εὔπολις μέμνηται ἐν Πόλεσιν οὕτως περὶ τοῦ Ἀδειμάντου οὐκ ἀργαλέον δῆτʼ ἐστὶ πάσχειν τοῦτʼ ἐμὲ τὸν Λευκολοφίδου παῖδα τοῦ Πορθάονος;

τῷ Σοφοκλεῖ δηλονότι ὁ Εὐριπίδης.

ἢν δʼ ἄρʼ ἐγώ ποτε: Ἀπαγορεύει ὡς οὐκ ἔτι πάλιν εἰς ᾍδου ἀφίξεται.

μηδʼ ἄκων: Οἷον, μηδὲ εἴ τινες ἄκοντα τοῦτον λαβόντες καθίσαι ἐθελήσουσι.

φαίνετε: Πρὸς τὸν χορόν. ἀντὶ τοῦ, ἀνάπτετε ὦ μύσται.

πρῶτα μὲν εὐοδίαν: Ἡ τελευταία ἔκθεσις τοῦ δράματος ἐκ στίχων ἐστὶ δακτυλικῶν ϛʹ. ἐπὶ τῷ τέλει κορωνὶς ἡ καὶ τὸ δρᾶμα ἀποπερατοῦσα. εὐοδίαν δὲ, εὐκολίαν περὶ τὴν ὁδόν. ταῦτα δὲ παρὰ τὰ ἐν Γλαύκῳ Ποτνιεῖ Αἰσχύλου «εὐοδίαν μὲν πρῶτον ἀπὸ στόματος χέομεν.» —ἀντὶ τῷ Αἰσχύλῳ.

παυσαίμεθʼ ἂν: Τὸ παυσαίμεθα εἶπεν ὁ χορὸς, διότι τῷ μὲν δοκεῖν ἐν ᾍδου ἦν, τὸ δʼ ἀληθὲς Ἀθήνησιν, ἔνθα ἐτελεῖτο τὸ δρᾶμα. ξυνόδων δὲ, συμπλοκῶν, ἃς ἡ πόλις νυνὶ πάσχει. —τῶν πολεμικῶν ἀργαλέων.

Κλεοφῶν δὲ μαχέσθω: Παρόσον, ὡς Ἀριστοτέλης φησὶ, μετὰ τὴν ἐν Ἀργινούσαις ναυμαχίαν Λακεδαιμονίων βουλομένων ἐκ Δεκελείας ἀπιέναι ἐφʼ οἷς ἔχουσιν ἑκάτεροι καὶ εἰρήνην ἄγειν ἐπὶ τοῦ Καλλίου, Κλεοφῶν ἔπεισε τὸν δῆμον μὴ προσδέξασθαι, ἐλθὼν εἰς τὴν ἐκκλησίαν μεθύων καὶ θώρακα ἐνδεδυκὼς, οὐ φάσκων ἐπιτρέψειν ἐὰν μὴ πάσας ἀφῶσι τὰς πόλεις οἱ Λακεδαιμόνιοι. οὗτος δὲ ὁ Κλεοφῶν ὡς ξένος κωμῳδεῖται· οὗ καὶ ἄνω ἐμνήσθη, εἰπὼν «φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμει Θρηϊκία χελιδών.» μαχέσθωσαν οὖν, φησὶ, Κλεοφῶν καὶ οἱ ἄλλοι, ὅσοι τούτῳ ὅμοιοί εἰσι ξένοι, ἐν ταῖς πατρίσιν αὑτῶν, καὶ μὴ ἐν τῇ Ἀττικῇ κινείτωσαν πολέμους· οὐ γάρ ἐστιν αὐτῶν πατρὶς αὕτη.

πατρίοις ἐν ἀρούραις: Ἐν ταῖς ἑαυτῶν ἀρούραις. κωμῳδεῖ δὲ αὐτοὺς ὡς ξένους.