ΥΠΟΘΕΣΕΙΣ Ἐκκλησία ὑφέστηκεν Ἀθήνησιν ἐν τῷ φανερῷ, καθʼ ἣν πολεμοποιοῦντας τοὺς ῥήτορας καὶ προφανῶς τὸν δῆμον ἐξαπατῶντας Δικαιόπολίς τις τῶν αὐτουργῶν ἐξελέγχων παρεισάγεται. τούτου δὲ διά τινος, Ἀμφιθέου καλουμένου, σπεισαμένου κατʼ ἰδίαν τοῖς Λάκωσιν, Ἀχαρνικοὶ γέροντες πεπυσμένοι τὸ πρᾶγμα προσέρχονται διώκοντες ἐν χοροῦ σχήματι· καὶ μετὰ ταῦτα θύοντα τὸν Δικαιόπολιν ὁρῶντες, ὡς ἐσπεισμένον τοῖς πολεμιωτάτοις καταλεύσειν ὁρμῶσιν· ὁ δὲ ὑποσχόμενος ὑπὲρ ἐπιξήνου τὴν κεφαλὴν ἔχων ἀπολογήσασθαι, ἐφʼ ᾧτε, ἂν μὴ πείσῃ τὰ δίκαια λέγων, τὸν τράχηλον ἀποκοπήσεσθαι, ἐλθὼν ὡς Εὐριπίδην αἰτεῖ πτωχικὴν στολήν. καὶ στολισθεὶς τοῖς Τηλέφου ῥακώμασι παρῳδεῖ τὸν ἐκείνου λόγον, οὐκ ἀχαρίτως καθαπτόμενος Περικλέους περὶ τοῦ Μεγαρικοῦ ψηφίσματος. παροξυνθέντων δέ τινων ἐξ αὐτῶν ἐπὶ τῷ δοκεῖν συνηγορεῖν τοῖς πολεμίοις, εἶτα ἐπιφερομένων, ἐνισταμένων δὲ ἑτέρων ὡς τὰ δίκαια αὐτοῦ εἰρηκότος, ἐπιφανεὶς Λάμαχος θορυβεῖν πειρᾶται. εἶτα γενομένου διελκυσμοῦ κατελεγχθεὶς ὁ χορὸς ἀπολύει τὸν Δικαιόπολιν καὶ πρὸς τοὺς θεατὰς διαλέγεται περὶ τῆς τοῦ ποιητοῦ ἀρετῆς καὶ ἄλλων τινῶν. τοῦ δὲ Δικαιοπόλιδος ἄγοντος καθʼ ἑαυτὸν εἰρήνην τὸ μὲν πρῶτον Μεγαρικός τις παιδία ἑαυτοῦ διεσκευασμένα εἰς χοιρίδια φέρων ἐν σάκκῳ πράσιμα παραγίνεται· μετὰ δὲ τοῦτον ἐκ Βοιωτῶν ἕτερος ἐγχέλεις τε καὶ παντοδαπῶν ὀρνίθων γόμον ἀνατιθέμενος εἰς τὴν ἀγοράν. οἷς ἐπιφανέντων τινῶν συκοφαντῶν συλλαβόμενός τινα ἐξ αὐτῶν ὁ Δικαιόπολις καὶ βαλὼν εἰς σάκκον, τοῦτον τῷ Βοιωτῷ ἀντίφορτον ἐξάγειν ἐκ τῶν Ἀθηνῶν παραδίδωσι, καὶ προσαγόντων αὐτῷ πλειόνων καὶ δεομένων μεταδοῦναι τῶν σπονδῶν, καθυπερηφανεῖ. παροικοῦντος δὲ αὐτῷ Λαμάχου, καὶ ἐνεστηκυίας τῆς τῶν Χοῶν ἑορτῆς, τοῦτον μὲν ἄγγελος παρὰ τῶν στρατηγῶν ἥκων κελεύει ἐξελθόντα μετὰ τῶν ὅπλων τὰς εἰσβολὰς τηρεῖν· τὸν δὲ Δικαιόπολιν παρὰ τοῦ Διονύσου τοῦ ἱερέως τις καλῶν ἐπὶ δεῖπνον ἔρχεται. καὶ μετʼ ὀλίγον ὁ μὲν τραυματίας καὶ κακῶς ἀπαλλάττων ἐπανήκει, ὁ δὲ Δικαιόπολις δεδειπνηκὼς καὶ μεθʼ ἑταίρας ἀναλύων. Τὸ δὲ δρᾶμα τῶν εὖ σφόδρα πεποιημένων, καὶ ἐκ παντὸς τρόπου τὴν εἰρήνην προκαλούμενον. ἐδιδάχθη ἐπὶ Εὐθύνου ἄρχοντος ἐν Ληναίοις διὰ Καλλιστράτου· καὶ πρῶτος ἦν· δεύτερος Κρατῖνος Χειμαζομένοις. οὐ σώζονται. τρίτος Εὔπολις Νουμηνίαις.
ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥἘκκλησίας οὔσης παραγίνονταί τινες πρέσβεις παρὰ Περσῶν καὶ παρὰ Σιτάλκους πάλιν, οἱ μὲν στρατιὰν ἄγοντες, οἱ δὲ χρυσίον· παρὰ τῶν Λακεδαιμονίων τε μετὰ τούτους τινὲς σπονδὰς φέροντες, οὓς Ἀχαρνεῖς οὐδαμῶς εἴασαν, ἀλλʼ ἔβαλλον. ὧν καθάπτεται σκληρῶς ὁ ποιητής, αὐτὸ τὸ ψήφισμά τε Μεγαρικὸν ἱκανῶς φησὶ καὶ τὸν Περικλέα οὐ τὸν Λάκωνα τῶνδε πάντων αἴτιον, σπονδὰς λύσιν τε τῶν ἐφεστώτων κακῶν.
τὰ περὶ τῶν μέτρων ταῦτα ἡμέτερά ἐστι Δημητρίου τοῦ Τρικλινίου. ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἄρχεται ἐκ συστηματικῆς περιόδου καὶ ἑξῆς ἐκ προσώπων ἀμοιβαίων. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι σαʹ, ὧν τελευταῖος «ἐγὼ δὲ φεύξομαί γε τοὺς Ἀχαρνέας». μεταξὺ δὲ τούτων κατʼ εἰσβολὴν κῶλα δʹ· μετὰ τὸν μβʹ στίχον κῶλον ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον ἤτοι πενθημιμερὲς τὸν αʹ ἔχον πόδα ἀνάπαιστον· μετὰ τὸν νθʹ κῶλον ἰαμβικὸν δίμετρον καταληκτικὸν ὃ καλεῖται ἑφθημιμερὲς ἐκ δακτύλου καὶ χορείου· μετὰ τὸν ριαʹ μονόμετρον βραχυκατάληκτον ἐξ ἀναπαίστου· μετὰ τὸν ριβʹ ἕτερον ὅμοιον· καὶ μετὰ τὸν ρκʹ κῶλον ὅμοιον τῷ μετὰ τὸν μβʹ ἤτοι πενθημιμερές. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. ἐπὶ δὲ τῷ τέλει τῶν στίχων κορωνίς.
ὅσα δὴ δέδηγμαι: θαυμαστικὸν τὸ «ὅσα», ἀντὶ τοῦ πολλά. ὁ δὲ «δή» σύνδεσμος παραπληρωματικὸς αὔξησιν δηλοῖ. ἐχρήσατο δὲ αὐτῷ καὶ Θουκυδίδης ἐν τῷ προοιμίῳ· «κίνησις γὰρ αὕτη δὴ μεγίστη». δύναται δὲ λείπειν ἡ «κατά» πρόθεσις, ἵνʼ ᾖ κατὰ τὴν ἐμαυτοῦ καρδίαν· ὃ καὶ βέλτιον. ὅτι μεταφέρει ἀπὸ τοῦ βίου ἐπὶ τὴν καρδίαν. ἀντὶ γὰρ τοῦ εἰπεῖν κατὰ τὴν ἐμαυτοῦ ζωήν, κατὰ τὴν ἐμαυτοῦ καρδίαν φησί. «δέδηγμαι» δὲ ἀντὶ τοῦ ἠνίαμαι, λελύπημαι. καὶ Ὅμηρος· «δάκε δὲ φρένας Ἕκτορι μῦθος» καὶ «θυμοδακὴς μῦθος». ἄλλως: καλῶς ἔφη «δέδηγμαι τὴν καρδίαν», παρόσον περὶ τὴν καρδίαν συνίσταται τὰ τοῦ θυμοῦ καὶ τὰ τῆς ἡδονῆς, ὡς καὶ παρʼ Ὁμήρῳ Ὀδυσσεὺς θυμούμενος κατὰ τῶν μνηστήρων· «στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ, τέτλαθι δὴ κραδίη» φάσκων.
ὅσα: τὸ μόριον τοῦτο ἀόριστον ὂν πλῆθος ἀριθμοῦ σημαίνει.
ὅσα θαυμαστικὸν τὸ «ὅσα» ἀντὶ τοῦ πολλά. πλῆθος γὰρ ἀριθμοῦ σημαίνει τὸ τοιοῦτον μόριον.
ἥσθην δὲ βαιά εὐφράνθην ὀλίγα.
ψαμμοκοσιογάργαρα: οἷον πολλὰ καὶ ἀναρίθμητα. τὸ γὰρ ψαμμοκόσια καθʼ ἑαυτὸ ἐπὶ πλήθους ἐτίθετο, παρὰ μὲν Εὐπόλιδι ἐν Χρυσῷ Γένει οὕτως· «ἀριθμεῖν θεατὰς ψαμμοκοσίους», παρὰ τὸ ἑξακοσίους ἢ ἑπτακοσίους, ἀπὸ τῆς ψάμμου ἀριθμητικῶς γεγενημένον. καὶ τὰ γάργαρα δὲ ἐπὶ πλήθους ἐτίθετο, ὡς ἐν Λημνίαις· «ἀνδρῶν ἐπακτῶν πᾶσʼ ἐγάργαιρʼ ἑστία». καὶ παρὰ Ἀριστομένει ἐν Βοηθοῖς· «ἔνδον γὰρ ἡμῖν ἐστιν ἀνδρῶν γάργαρα». καὶ παρὰ τῷ Σώφρονι δέ· «ἁ δὲ οἰκία τῶν ἀργυρωμάτων ἐγάργαιρε». καὶ ἐν τῇ τραγῳδίᾳ· «χρημάτων τε γάργαρα». θέλουσι δέ τινες καὶ τὸ παρὰ τῷ ποιητῇ «κάρκαιρε δὲ γαῖα πόδεσσι» τὴν πολλὴν κίνησιν τῶν ποδῶν σημαίνειν, οἷον γάργαιρε, καὶ τὸν καρκίνον δὲ οὕτως ὀνομάζεσθαι διὰ τὸ πλῆθος τῶν ποδῶν. εἰς τὸ αὐτό: ἀπὸ δύο λέξεων τὸ σύνθετον ἐγένετο δηλουσῶν πολλά. σύγκειται γὰρ ἀπό τε τῆς ψάμμου καὶ τῶν γαργάρων. ὁ γὰρ Πύθιος νεανιεύεται τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι αὐχῶν ἐν οἷς λέγει «οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάσσης». καὶ Εὔπολις ἐπεσημήνατο τὴν λέξιν, εἰπὼν «ἀριθμεῖν θεατὰς ψαμμοκοσίους». δύναται γὰρ ἐγκεῖσθαι τῇ λέξει τὸ «–κόσια», ἥτις ἐστὶ κατάληξις τῶν μετὰ τὸν ἑκατὸν ἀριθμῶν μέχρι τῶν χιλίων· οἷον διακόσια, τριακόσια καὶ τὰ ἑξῆς. τὸ δὲ γάργαρα καὶ αὐτὸ ἐπὶ πλήθους λαμβάνεται διὰ τὴν συγγένειαν τοῦ γ πρὸς τὸ κ. εἴρηται δὲ ἀντὶ τοῦ ἄφατα καὶ ἀναρίθμητα. τὸ δὲ κάρκαιρε παρὰ τῷ ποιητῇ ἐστι· «κάρκαιρε δὲ γαῖα πόδεσσι». μέμνηται δὲ καὶ Κρατῖνος· «ἀνδρῶν ἀρίστων πᾶσα γαργαίρει πόλις», οἷον πλήθει.
εἴρηται δὲ ἀντὶ τοῦ ἄφατα καὶ ἀναρίθμητα. μέμνηται καὶ Κρατῖνος· «ἀνδρῶν κρατίστων μάρμαιρε πόλις», οἷον πλήθει. Γ
ἀπὸ δύο λέξεων ἡ σύνθεσις τῆς λέξεως. σύγκειται γὰρ ἀπὸ τῆς ψάμμου καὶ τοῦ γάργαρα, ὃ σημαίνει τὰ πολλά. τὸ μὲν γὰρ Εὔπολις ἐπεσημήνατο λέγων «ἀριθμεῖν θεατὰς ψαμμοκοσίους», ὡς εἰ ἔλεγεν ἑξακοσίους ἢ ἑπτακοσίους. τούτων γὰρ τῶν ἀριθμῶν τὴν κατάληξιν ἔχει. τὸ δὲ γάργαρα Ἀριστομένης· «ἔνδον γὰρ ἡμῖν γάργαρα». ἔστι δὲ καὶ ἐν Λίμναις «ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαρʼ ἑστία».
ὠδυνήθην ἐλυπήθην.
ψαμμακοσιογάργαρα ἤγουν πολλά, νικῶντα καὶ τῆς ψάμμου τὸν ἀριθμόν.
ἄξιον χαιρηδόνος: ἀντὶ τοῦ χαρᾶς. τῷ τόνῳ δὲ ὡς ἀλγηδόνος. ὡς γὰρ ἀπὸ τοῦ ἀλγήσω μέλλοντος ἀλγηδών, ἀλγηδόνος, οὕτω καὶ ἀπὸ τοῦ χαιρήσω χαιρηδών, χαιρηδόνος.
χαιρηδόνος χαρᾶς καὶ ἡδονῆς.
τὸ κέαρ εὐφράνθην: σαφῶς Ἀριστοφάνης τὴν καρδίαν εἶπε κέαρ. ἄνω γὰρ εἰπὼν «ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν» νῦν φησιν «ἐφʼ ᾧ τὸ κέαρ εὐφράνθην».
τὴν καρδίαν εἶπε κέαρ ὡς καὶ ἄνω «ὅσα δὴ δέδηγμαι τὴν καρδίαν» εἴρηκεν.
ἐγᾦδα ἐγὼ οἶδα.
τοῖς πέντε ταλάντοις: ἀπλήστως ἀλλότρια καταφαγὼν ἐξήμεσεν αὐτά. ἀντὶ τοῦ κλέψας καὶ καταπιὼν ἀπέδωκεν. ἐζημιώθη γὰρ ὁ Κλέων πέντε τάλαντα διὰ τὸ ὑβρίζειν τοὺς ἱππέας. παρὰ τῶν νησιωτῶν γὰρ ἔλαβε πέντε τάλαντα ὁ Κλέων, ἵνα πείσῃ τοὺς Ἀθηναίους κουφίσαι αὐτοὺς τῆς εἰσφορᾶς. αἰσθόμενοι δὲ οἱ ἱππεῖς ἀντέλεγον καὶ ἀπῄτησαν αὐτὸν ταῦτα. μέμνηται Θεόπομπος.
ἐξήμεσεν ἀπέδωκεν.
ταῦθʼ ὡς ἐγανώθην: ἀντὶ τοῦ ἐχάρην, ἐφαιδρύνθην. ἀπὸ μεταφορᾶς τῶν λαμπρυνομένων χαλκωμάτων.
ὡς λίαν.
ἄξιον γὰρ Ἑλλάδι: τοῦτο παρῳδία καλεῖται, ὅταν ἐκ τραγῳδίας τι μετενεχθῇ εἰς κωμῳδίαν. ἔστι δὲ τὸ ἡμιστίχιον ἐκ Τηλέφου Εὐριπίδου ἔχον οὕτως· «κακῶς ὄλοιτʼ ἄν· ἄξιον γὰρ Ἑλλάδι». εἰς τὸ δρᾶμα οὖν τῶν Ἱππέων ἀποτείνεται. διὰ τοῦτο γὰρ φαίνεται καταδικασθεὶς ὁ Κλέων τάλαντα εʹ. ἄξιον οὖν φησιν Ἑλλάδος τὸ καταδικασθῆναι τὸν Κλέωνα.
ἄξιον οὖν φησιν Ἑλλάδος τὸ καταδικασθῆναι τὸν Κλέωνα.
τοῦτο τοὖργον τὸ καταδικασθῆναι τὸν Κλέωνα.
τραγῳδικόν: ἀντὶ τοῦ ἐμπαθές. ἐπείπερ καὶ ἡ τραγῳδία ἐμπαθῶν πραγμάτων ἀπαγγελτική· ἢ ἐπεὶ περὶ τραγῳδιῶν μέλλει λέγειν.
τραγῳδικόν ἀντὶ τοῦ ἐμπαθές.
ὅτε δὴ κεχήνη: ἡ συναίρεσις τοῦ «κεχήνη» Ἀττική. τὸ γὰρ ε καὶ α εἰς η συναιροῦσιν. εἰς τὸ αὐτό: συναλοιφή, ἀντὶ τοῦ κεχήνεα. ἔστι δὲ τὸ κεχήνεα Ἰακόν· οἱ γὰρ Ἴωνες ἀπὸ τοῦ αὐτοῦ συμφώνου ἄρχονται. οἱ δὲ σφόδρα προσέχοντές τινι κεχήνασι. δύναται δὲ εἶναι κατὰ μεταφορὰν τῶν ὀρνίθων τῶν ἔτι νεοττῶν προσδεχομένων τὴν τροφὴν καὶ κεχηνότων. οἷον οὖν τροφή μοι ἦν τὸ ἀκοῦσαί τι τῶν Αἰσχύλου τραγῳδιῶν.
κεχήνη: συναλείφεται ἀπὸ τοῦ κεχήνεα Ἀττικῶς. τὸ γὰρ ε καὶ α εἰς η. ἀπὸ μεταφορᾶς τῶν ὀρνίθων τῶν νεοττῶν τὴν τροφὴν προσδεχομένων καὶ κεχηνότων.
προσδοκῶν τὸν Αἰσχύλον: ἀντὶ τοῦ τὰς Αἰσχύλου τραγῳδίας. ὥσπερ καὶ ἡμεῖς ἔχοντες τὰ Αἰσχύλου Αἰσχύλον λέγομεν ἔχειν. οὐ γὰρ ἔζη κατʼ ἐκεῖνον τὸν χρόνον· ἐτελεύτησε γὰρ ἐπὶ ἄρχοντος Καλλίου τοῦ μετὰ Μνησίθεον πρὸ ἐνιαυτῶν λʹ. τιμῆς δὲ μεγίστης ἔτυχε παρὰ Ἀθηναίοις ὁ Αἰσχύλος, καὶ μόνου αὐτοῦ τὰ δράματα ψηφίσματι κοινῷ καὶ μετὰ θάνατον ἐδιδάσκετο.
ʼκεχήνη ἀτενῶς ἔβλεπον.
ὁ δʼ ἀνεῖπε: ἀνηγόρευσεν. ὁ κῆρυξ δὲ δηλονότι. Θέογνις δὲ οὗτος τραγῳδίας ποιητὴς πάνυ ψυχρός, εἷς τῶν τριάκοντα, ὃς καὶ χιὼν ἐλέγετο.
πῶς τοῦτʼ ἔσεισέ μου: εὔσειστον οὖσαν φύσει μᾶλλον ἐπέσεισε. κέχρηται δὲ τῇ ὑπερβολῇ τῇ ἐπὶ τῆς καρδίας καὶ Θουκυδίδης τὸ νόσημα ἐκφράζων.
ἡνίκʼ ἐπὶ Μόσχῳ ποτέ: ἀντὶ τοῦ μετὰ τὸν Μόσχον. ἦν δὲ οὗτος φαῦλος κιθαρῳδός, πολλὰ ἀπνευστὶ ᾄδων. εἰς τὸ αὐτό: ὁ Μόσχος κιθαρῳδὸς Ἀκραγαντῖνος. τινὲς οὕτως, ὅτι ὁ νικήσας ἆθλον ἐλάμβανε μόσχον. τὸ δὲ Βοιώτιον μέλος οὕτω καλούμενον, ὅπερ εὗρε Τέρπανδρος, ὥσπερ καὶ τὸ Φρύγιον. ὁ δὲ Δεξίθεος ἄριστος κιθαρῳδὸς καὶ πυθιονίκης. οἱ δὲ ψυχρὸν αὐτὸν εἶναί φασιν.
οὗτος ὁ Μόσχος φαῦλος ἦν κιθαρῳδὸς Ἀκραγαντῖνος. ἐκλήθη δὲ οὕτω διὰ τὸ λαμβάνειν ἐν τῇ νίκῃ μόσχον ἆθλον.
ἐπὶ Μόσχῳ ἀντὶ τοῦ μετὰ τὸν Μόσχον.
Δεξίθεος ἄριστος κιθαρῳδὸς καὶ πυθιονίκης. οἱ δὲ ψυχρὸν αὐτόν φασιν.
Βοιώτιον μέλος οὕτω καλούμενον ὅπερ εὗρε Τέρπανδρος.
τῆτες δʼ ἀπέθανον: ἐπὶ ἔτος, ὅπερ οἱ Δωριεῖς τᾶτες λέγουσιν. εἰς τὸ αὐτό: ἀντὶ τοῦ ἐπʼ ἔτος. οἱ Δωριεῖς δὲ διὰ τοῦ δ λέγουσι τῆδες.
τῆτες εἰς τὸ αὐτὸ ἔτος, ὅπερ οἱ Δωριεῖς διὰ τοῦ δ τῆδες λέγουσιν.
ὅτε δὴ παρέκυψε Χαῖρις: καλῶς τὸ «παρέκυψε». ὁ δὲ Χαῖρις οὗτος κιθαρῳδὸς καὶ αὐλῳδὸς φαῦλος. ὁ δὲ ὄρθιος αὐλητικὸς νόμος οὕτω καλούμενος διὰ τὸ εἶναι ἔντονον καὶ ἀνάτασιν ἔχειν, ὡς δηλοῖ καὶ Ὅμηρος «ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθιʼ· Ἀχαιοῖσι δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ».
Χαῖρις κιθαρῳδὸς καὶ οὗτος φαῦλος.
ἐξ ὅτου ʼγὼ ῥύπτομαι: ἀντὶ τοῦ σμήχομαι, τουτέστι ζῶ, μεταφορικῶς. τῷ γὰρ ζῶντι ἕπεται τὸ ῥύπτεσθαι, ὅ ἐστι τὸ σμήχεσθαι· ῥύμματα γὰρ τὰ σμήγματα. καὶ Ὅμηρος· «ῥύμματα πάντα κάθηρε». ῥύπτεσθαι οὖν τὸ σμᾶσθαι, παρεμπτώσει τοῦ τ, τὸ ῥύπον ἀφαιρεῖσθαι. ὁ δὲ ῥύπος κατὰ ἀφαίρεσιν τοῦ χ· ῥύπος γὰρ ὁ τῷ χρωτὶ ὑπὼν σπίλος.
ῥύπτομαι ἀντὶ τοῦ σμήχομαι, τουτέστι ζῶ, μεταφορικῶς.
ὑπὸ κονίας τὰς ὀφρῦς: παρʼ ὑπόνοιαν. δέον γὰρ εἰπεῖν ὑπὸ λύπης τὴν καρδίαν, ὡς καὶ ἐν ἀρχῇ ἔφη, «ὑπὸ κονίας τὰς ὀφρῦς» εἶπεν, ὅτι καὶ οἱ κονίᾳ σμώμενοι δάκνονται τὰς ὀφρῦς. ἄλλως: ὑπερβατόν· «ἀλλʼ οὐδεπώποτε οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς ἐξ ὅτου ʼγὼ ῥύπτομαι». ΓΓ
τοῦτο ὑπερβατόν· «ἀλλʼ οὐδεπώποθʼ οὕτως ἐδήχθην ὑπὸ κονίας γε τὰς ὀφρῦς ἐξ ὅτου ῥύπτομαι», ὡς καὶ νῦν, καὶ τὰ ἑξῆς. δέον δὲ ὑπὸ λύπης εἰπεῖν· ὁ δὲ «ὑπὸ κονίας» εἶπεν, ὅτι καὶ οἱ κονίαν ἤτοι ἄσβεστον ὀσμώμενοι δάκνονται τὰς ὀφρῦς.
κυρίας ἐκκλησίας: ἐν ᾗ ἐκύρουν τὰ ψηφίσματα. εἰσὶ δὲ νόμιμοι ἐκκλησίαι αἱ λεγόμεναι κύριαι τρεῖς τοῦ μηνὸς Ἀθήνησιν. ἡ πρώτη καὶ ἡ δεκάτη καὶ ἡ τριακάς. εἰσὶ δὲ καὶ πρόσκλητοι συναγόμεναι κατά τινα ἐπείγοντα πράγματα. αἱ μὲν οὖν νόμιμοι καὶ ὡρισμέναι ἐκκλησίαι κύριαι λέγονται, ὡς ἔφαμεν, αἱ δὲ πρὸς τὰ κατεπείγοντα συναγόμεναι σύγκλητοι.
νόμιμαι ἐκκλησίαι ἦσαν αἱ λεγόμεναι κύριαι, τρὶς τοῦ μηνὸς Ἀθήνησι γινόμεναι, ἐν τῇ πρώτῃ, τῇ δεκάτῃ καὶ τῇ τριακοστῇ, ἐν αἷς ἐκύρουν τὰ ψηφιζόμενα. ἦσαν δὲ καὶ ἕτεραι κατά τινα ἐναγόμενα γινόμεναι πράγματα, αἳ καὶ ἐκαλοῦντο σύγκλητοι. ἀπὸ γὰρ προσκλήσεως ἐγίνοντο, ἐκτὸς οὖσαι τῶν ὡρισμένων ἡμερῶν.
κυρίας ἐν ᾗ ἐκύρουν τὰ ψηφίσματα.
ἡ πνὺξ αὑτηΐ: ἡ ἐκκλησία, παρὰ τὴν τῶν λίθων πυκνότητα. ἢ ἀπὸ τοῦ πυκνοῦσθαι τοὺς ἄνδρας ἐν τῇ ἐκκλησίᾳ, ὡς αὐτὸς ἐν Σφηξίν· «ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ ἐκκλησιάζειν πρόβατα συγκαθήμενα».
πνὺξ τὸ δικαστήριον παρὰ τὴν τῶν λίθων πυκνότητα, ἢ παρὰ τὸ πυκνοῦσθαι τοὺς ἄνδρας ἐν αὐτῇ· πλῆθος γὰρ συνήρχετο δικαστῶν ἐν αὐτῷ καὶ ἑτέρων ἀκροωμένων.
οἱ δʼ ἐν ἀγορᾷ λαλοῦσι: διάφορα δηλοῖ ἡ λέξις. νῦν μὲν τὴν ἐκκλησίαν, ὅθεν ὁ Νέστωρ ἀγορητής, καὶ τὸν τόπον ἔνθα πιπράσκεται τὰ ὤνια, καὶ αὐτὰ τὰ ὤνια σημαίνει.
τὸ σχοινίον φεύγουσιν: ὑπὲρ τοῦ ἐξ ἀνάγκης αὐτοὺς εἰς τὰς ἐκκλησίας συνιέναι τοῦτο ἐμηχανῶντο καὶ πολλὰ ἄλλα. ἀνεπετάννυσαν γὰρ τὰ γέρρα καὶ ἀπέκλειον τὰς ὁδοὺς τὰς μὴ φερούσας εἰς τὴν ἐκκλησίαν καὶ τὰ ὤνια ἀνῄρουν ἐν ταῖς ἀγοραῖς, ὅπως μὴ περὶ ταῦτα διατρίβοιεν. ἔτι μὴν καὶ μεμιλτωμένῳ σχοινίῳ περιβάλλοντες αὐτοὺς συνήλαυνον εἰς τὰς ἐκκλησίας. τοῦτο δὲ ἐποίουν ὑπὲρ τοῦ μὴ βραδῦναι· ὅσοι γὰρ ἐχρίοντο, ζημίαν ἐξέτινον. ἄλλως: ἐπεὶ ὀκνηρῶς εἶχον οἱ Ἀθηναῖοι πρὸς τὰς συνόδους, εἰώθεσαν ὑπηρέται δύο μεμιλτωμένον σχοινίον ἐκτείνοντες διὰ τῆς ἀγορᾶς διώκειν τὸν ὄχλον εἰς τὴν ἐκκλησίαν, ὥς φησι Πλάτων ὁ κωμικός· «ὅσοι δʼ ἐχρίοντʼ ἐξέτινον ζημίαν». Γ
εἰώθασι δύο ὑπηρέται κεχρισμένον σχοινίον μίλτῳ ἤγουν βάμματι κοκκίνῳ ἐκτείνειν διὰ τῆς ἀγορᾶς καὶ τὸν ὄχλον διώκειν εἰς τὴν ἐκκλησίαν, ὥς φησι καὶ Πλάτων ὁ κωμικός· «ὅσοι δὲ ἐχρίοντο ἐξέτινον ζημίαν». τοῦτο δὲ ἐποίουν ἐπεὶ ὀκνηρῶς εἶχον Ἀθηναῖοι πρὸς τὰς συνόδους. ἀφῄρουν δὲ καὶ τὰ περὶ τὴν ἐκκλησίαν ἐν τῇ ἀγορᾷ κείμενα ὤνια, ἵνα περὶ ταῦτα διατρίβοιεν.
σχοινίον τὸ κοκκίνῳ βεβαμμένον.
ἀλλʼ ἀωρίαν ἥκοντες: ἀντὶ τοῦ ἀωρίᾳ καὶ μεθʼ ἡμέραν καὶ ἐπὶ τῶν νυκτῶν. ὁ δὲ νοῦς, ἀκαίρως καὶ παρὰ τὸν δέοντα καιρόν· ἄωρα γὰρ τὰ παρὰ τὸν καιρὸν τρυγώμενα.
οἱ πρυτάνεις οἱ ἄρχοντες.
ἀωρίαν παρὰ τὸν πρέποντα καιρόν.
ὠστιοῦνται: διωθήσονται. ἀπὸ ἐνεστῶτος τοῦ ὠστίζω. ὁ δὲ λόγος ὡς πρός τινά ἐστι λεγόμενος, ὡς καὶ Ὅμηρος· «φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας», καὶ «ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις».
ὠστιοῦνται διωθίζονται.
πρώτου ξύλου: περὶ τῆς προεδρίας, ὡς ξυλίνων οὐσῶν τῶν καθεδρῶν. ὅτι δὲ καὶ ἐκ λίθων παντί που δῆλον, ὅταν λέγῃ «ἐπὶ τῆς πέτρας κάθηνται».
περὶ πρώτου ξύλου ἤγουν περὶ τῆς προεδρίας.
ἅθροοι καταρρέοντες: ἀντὶ τοῦ ὁμοῦ. προπαροξύνειν δὲ δεῖ τὸ ὄνομα καὶ δασύνειν τὴν πρώτην συλλαβὴν Ἀττικῶς. «καταρρέοντες» δὲ ἀντὶ τοῦ ἀθρόως ἐπερχόμενοι. ἡ μεταφορὰ ἀπὸ τῶν ποταμίων ῥευμάτων. καὶ Ὅμηρος· «τὰ δʼ ἐπέρρεεν ἔθνεα πεζῶν».
ἀθρόοι ὁμοῦ.
καταρρέοντες δίκην ῥεύματος ἐπανερχόμενοι. καὶ Ὅμηρος· «τὰ δʼ ἐπέρρεεν ἔθνεα».
νοστῶν κάθημαι: ἁπλῶς ἀντὶ τοῦ ἐρχόμενος καὶ ἐπανερχόμενος.
στένω κέχηνα: πάλιν τὸ κέχηνα, ἐν ἴσῳ τῷ προσδέχομαι, ἢ δέομαι τῆς εἰρήνης, ὥσπερ οἱ νεοσσοὶ κεχήνασι δεόμενοι τῆς τροφῆς. τὸ δὲ «σκορδινῶμαι» ἀντὶ τοῦ κλῶμαι καὶ σπασμῷ συνέχομαι. οἱ γὰρ ἀπὸ πληθώρας σκορόδων ἐμοῦντες διὰ τὴν δριμύτητα μᾶλλον σπῶνται. τὸ δὲ ἐμεῖν καὶ τὸ ὁπωσοῦν κενοῦσθαι σκορδινᾶσθαί ἐστιν. οἱ δὲ κυρίως τὸ σκορδινᾶσθαί φασιν ἐπὶ τῶν κυνῶν τῶν ἐξ ὕπνου ἀνισταμένων, ὅταν τὰ μέλη καὶ ὅλους αὐτοὺς διατείνωσι. σκορδινᾶσθαι οὖν ἐστι τὸ ἀνακλᾶσθαι μετὰ χάσμης. γίνεται δὲ ἀπὸ ἀλογίας τὸ τοιοῦτον.
σκορδινᾶσθαι οὖν ἐστιν τὸ ἀνακλᾶσθαι μετὰ χάσμης. γίνεται δὲ ἀπὸ ἀλογίας τὸ τοιοῦτον. κυρίως ἐπὶ τῶν κυνῶν ἐξ ὕπνου ἀνισταμένων, ὅταν τὰ μέλη καὶ ὅλους αὐτοὺς διατείνωσιν.
τοῦτο ἐκ μεταφορᾶς εἴρηκε τῶν κυνῶν. οὗτοι γὰρ ἐξ ὕπνου ἀνιστάμενοι ἀνακλῶσι τὴν κεφαλὴν καὶ τοὺς πόδας ἐκτείνουσι καὶ πέρδονται. καὶ οἱ προσδοκῶντες οὖν τι καὶ τὸν χρόνον ἀργὸν διαβιβάζοντες τοιαῦτα εἰώθασι ποιεῖν μόνοι καθήμενοι, ἀποροῦντες τί δήποτε βραδύνει τὸ προσδοκώμενον.
κέχηνα ἤγουν προσδέχομαί τινα ἐλθεῖν.
σκορδινῶμαι ἀνακλῶμαι, ἤγουν ἐκτείνω τὰς χεῖρας καὶ τὸ λοιπὸν σῶμα.
γράφω, παρατίλλομαι: «γράφω» μὲν ἀντὶ τοῦ καταγράφω· ἢ ζωγραφῶ, ἐπὶ τῆς γῆς ξύων τῷ δακτύλῳ ἤ τινι τοιούτῳ παιδιᾶς τινος ἕνεκα. «παρατίλλομαι» δὲ τὰς ἐκ τῶν μυκτήρων τίλλω τρίχας ἢ τῶν μασχαλῶν. ταῦτα δὲ πάντα ποιοῦσιν οἱ προσδεχόμενοι μέν τι, τὸν δὲ χρόνον δαπανῶντες εἰς ἀπορίαν καὶ ἀμηχανίαν, μὴ τυγχάνοντες τοῦ προσδοκωμένου λογισμοῦ. ὅτε γὰρ αὐτοὶ ἐφʼ ἑαυτῶν διατίθενται ἀλύοντες, καὶ ἐπὶ γῆς γράφουσιν.
γράφω: ζωγραφῶ, ἐπὶ τῆς γῆς ξύων τῷ δακτύλῳ. «παρατίλλομαι», τὰς ἐκ τῶν μυκτήρων ἢ τῶν μασχαλῶν τρίχας. ἃ ποιοῦσιν οἱ προσδεχόμενοι μέν τι καὶ τὸν χρόνον δαπανῶντες ὑπὸ ἀδημονίας.
γράφω ἐν γῇ ζωγραφῶ, ἢ γράφω τῷ δακτύλῳ.
παρατίλλομαι ἐκ τῶν μυκτήρων ἢ τῶν μασχαλῶν τίλλομαι τρίχας.
λογίζομαι λογαριάζω.
ἀποβλέπων: οἱ γὰρ πολιορκούμενοι ἀεὶ εἰς τὸν ἀγρὸν ἀποβλέπουσιν, ἐπιθυμοῦντες ἐν αὐτῷ εἶναι.
ὁ στίχος ἐκ τραγῳδίας.
ἄνθρακας πρίω: τοῦτο Ἀχαρνέων ἴδιον, τὸ λέγειν πρίασο πρίω καὶ ἵστασο ἵστω. ἦν γὰρ ὁ Δικαιόπολις Ἀχαρνεύς. οὗτοι δὲ πολυάνθρακες καὶ οὐ δεόμενοι παρʼ ἄλλων πρίασθαι.
πολυάνθρακες γὰρ Ἀχαρνεῖς καὶ οὐ δεόμενοι παρʼ ἄλλων πρίασθαι.
οὐδʼ ᾔδει πρίω: οὐδὲ ἐγίνωσκε τὸ πρίω ῥῆμα. οὐ γὰρ ἐδεῖτο ἀγοράσαι, ἔχων οἴκοι.
χὠ πρίων ἀπῆν: τοῦτο παιδιὰ καλεῖται. ἀπὸ γὰρ τοῦ πρίω ῥήματος ὄνομα τὸ «πρίων».
ἀτεχνῶς ἀσφαλῶς.
ἀτεχνῶς φανερῶς.
βοᾶν: ἀντιφθέγγεσθαι, ἀντιλέγειν ἁπλῶς καὶ ὡς ἔτυχε. τὸ δὲ «ὑποκρούειν» ἐπὶ τῶν θορυβούντων λέγεται, ὅπερ ἡμεῖς φαμὲν ἐκκρούειν καὶ κωλύειν. τὸ δὲ «λοιδορεῖν», ἄμφω ῥητέον, καὶ λοιδορεῖν καὶ λοιδορεῖσθαι.
τὸ «ὑποκρούειν» κυρίως ἐπὶ τῶν θορυβούντων λέγεται, ὅπερ ἡμεῖς ἐκκρούειν καὶ κολούειν φαμέν.
βοᾶν ἀντιφθέγγεσθαι, ἀντιλέγειν.
λοιδορεῖν ἤγουν καὶ λοιδορεῖν καὶ λοιδορεῖσθαι.
οὑτοιΐ: δεικτικῶς.
μεσημβρινοί: οὐκ ὀρθρίσαντες.
ὠστίζεται: συνωθεῖ, συνθλίβεται.
εἰς τὸ πρόσθεν: εἴσθεσις· κωλάριον ἀπʼ ἐλάσσονος.
πρόσθεν ἔμπροσθεν.
καθάρματος: εἰώθασιν οἱ Ἀθηναῖοι θύειν δέλφακα καὶ ῥαίνειν τὰς καθέδρας τῷ αἵματι αὐτοῦ εἰς τιμὴν τῆς Δήμητρος, ἐπειδὴ τοὺς καρποὺς αὐτῆς βλάπτει. ἄλλως: ὅτι καθαίρονται οἱ ἐν τῇ ἐκκλησίᾳ χοίρου σφαζομένου καὶ ὁ ῥήτωρ φησίν· «ἐπειδὰν τὸ καθάρσιον περιενεχθῇ καὶ ὁ κῆρυξ τὰς πατρίους εὐχὰς εὔξηται, τότε δὴ κελεύει δημηγορεῖν». τὸ δὲ θυόμενον χοιρίδιον ἐπὶ καθάρσει τῶν τόπων κάθαρμα ἐκαλεῖτο, ὁ δὲ περικαθαίρων καθαρτής. καὶ παρὰ μὲν τοῖς κωμικοῖς κάθαρμα ἐκαλεῖτο. Αἰσχίνης δὲ ἐν τῷ κατὰ Τιμάρχου καθάρσιον καλεῖ.
ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν: ἱερεὺς Δήμητρος καὶ Τριπτολέμου ὁ Ἀμφίθεος. πέπαικται κωμικῶς ταῦτα, Κελεοῦ γεγονέναι αὐτὸν καὶ Τριπτολέμου. ταῦτα δὲ λέγει ἐν παιδιᾷ σκώπτων τὸν Εὐριπίδην ἀεὶ ἡδέως ἀπαγγέλλοντα τὰ γένη. τοῦ δὲ Κελεοῦ μέμνηται Βακχυλίδης διὰ τῶν ὕμνων. ἄλλως: τὸν πρόπαππον ἑαυτοῦ λέγει, ὃς Ἀμφίθεος ὁμωνύμως ἐκαλεῖτο.
σκώπτει ἐνταῦθα Εὐριπίδην ἀεὶ ἡδέως ἀπαγγέλλοντα τὰ γένη.
τήθην ἐμήν: τήθας ἐκάλουν τὰς μάμμας, καὶ τηθελὰς τοὺς μαμμοθρέπτους.
σπονδὰς ποιεῖσθαι: οὗτος ὁ σκοπὸς τοῦ δράματος, ὥστε σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους.
ἐφόδιʼ οὐκ ἔχω: ὅτι ἐκ τοῦ πολέμου πένης εἰμί. διὸ εἰρήνης ἐπιθυμῶ.
ἐφόδιʼ ἀναλώματα.
οἱ τοξόται: τοῦτό φησιν εἷς τῶν πρυτάνεων, κελεύων ἐκβαλεῖν τὸν Ἀμφίθεον ὡς ὑβριστήν. εἰς τὸ αὐτό: τοῦτο ἐκ τῶν πρυτάνεων τίς φησι, κελεύων ἀπελαύνειν τὸν Ἀμφίθεον ὡς ὑβριστήν. εἰσὶ δὲ οἱ τοξόται δημόσιοι ὑπηρέται, φύλακες τοῦ ἄστεος, τὸν ἀριθμὸν χίλιοι, οἵτινες πρότερον μὲν ᾤκουν τὴν ἀγορὰν μέσην σκηνοποιησάμενοι, ὕστερον δὲ μετέβησαν εἰς Ἄρειον πάγον. ἐκαλοῦντο δὲ οὗτοι καὶ Σκύθαι καὶ Πευσίνιοι, Πευσῖνός τινος τῶν πάλαι πολιτευομένων συντάξαντος τὰ περὶ αὐτούς.
ὦ Τριπτόλεμε: τοὺς ἑαυτοῦ προγόνους ἐπικούρους ὥσπερ καὶ συμμάχους ἐπικαλεῖται.
περιόψεσθε παραβλέψετε.
ἀπάγοντες: ἀπωθοῦντες, ἀπελαύνοντες.
καὶ κρεμάσαι τὰς ἀσπίδας: ἐν γὰρ εἰρήνῃ κρέμανται αἱ ἀσπίδες.
σπονδὰς ἤγουν εἰρήνην.
ἢν μὴ περὶ εἰρήνης πρυτανεύσητέ μοι: ἀντὶ τοῦ χρηματίσητε, σκέψησθε, πράξητε. πάντα γὰρ ὑπὸ τῶν πρυτάνεων διεπράττετο. ἐχρήσατο δὲ τῇ λέξει καὶ Δημοσθένης.
οἱ πρέσβεις οἱ παρὰ βασιλέως: οὕτως ὁ Περσῶν βασιλεὺς κατʼ ἐξοχήν. τοὺς δὲ ἄλλους ἔλεγον προστιθέντες καὶ τῶν ἀρχομένων τὰ ὀνόματα, οἷον βασιλεὺς Λακεδαιμονίων, βασιλεὺς Μακεδόνων. διαφορὰ δέ ἐστι πολλὴ βασιλέως καὶ τυράννου. βασιλεὺς μὲν γὰρ ἐκ προγόνων κατὰ διαδοχὴν ἔχει τὴν ἀρχήν, ἐπὶ ῥητοῖς λαβὼν γέρασι· τύραννος δὲ τὸ ἄρχειν βιαίως σφετερίζεται. χρῶνται δὲ ἀδιαφόρως ἔνιοι τοῖς ὀνόμασιν. Ἱέρωνα μὲν γὰρ βασιλέα Πίνδαρος καλεῖ τὸν Συρακουσίων τύραννον. Εὔπολις δὲ ἐν Δήμοις εἰσάγει τὸν Πεισίστρατον βασιλέα. ἀλλὰ καὶ τοὺς βασιλέας πολλάκις τυράννους λέγουσι. πρέσβεις δὲ οὗτοί εἰσιν οἱ περὶ τὸν Μόρυχον ἐμπλησθέντες τρυφῆς.
οἱ παρὰ βασιλέως: οὗτος Περσῶν βασιλεὺς κατʼ ἐξοχήν, τοὺς δὲ ἄλλους ἔλεγον προστιθέντες τῶν ἀρχομένων τὰ ὀνόματα, οἷον βασιλεὺς Μακεδόνων, βασιλεὺς Λακεδαιμονίων.
καὶ τοῖς ταῶσι: τοῖς κόλποις τοῖς πεποικιλμένοις, ἐπεὶ ὁ ταὼς ποικίλος. ἢ ὅτι πορφύρας ἔχουσι καὶ τιάρας, ὡς αὐτός φησι. τιάραι δέ εἰσι περικεφαλαῖαι Περσικαὶ ταώνων πτερὰ ἔχουσαι. ἢ ὅτι ἥκοντες ἀπὸ Περσίδος ταὼς ἔχοντες ἐληλύθασιν.
ἐπεὶ ὁ ταὼς ποικίλος, εἰσῆλθον δὲ καὶ οὗτοι ποικίλα φοροῦντες ἐνδύματα, τοῦτο λέγει. ἢ ὅτι τιάρας ἐφόρουν, αἵ εἰσι περικεφαλαῖαι Περσικαὶ ταώνων πτερὰ ἔχουσαι. ἢ ὅτι ταὼς ἔχοντες ἧκον ἐκ τῆς Περσίδος.
ταῶσι τοῖς κόλποις τοῖς πεποικιλμένοις, ὅτι πορφύρας ἔχουσι καὶ τιάρας· τοιοῦτοι γὰρ Πέρσαι ἀλαζόνες.
ὦ ʼκβάτανα τοῦ σχήματος: ἐξίασι γὰρ οἱ πρέσβεις κεκαλλωπισμένοι ὡς ἀπὸ Ἐκβατάνων, ἥτις ἐστὶ Περσικὴ πόλις.
μισθὸν φέροντας: διὰ τούτων παρίστησι τὴν τῶν Ἀθηναίων μαλακίαν, ἄλλως ἀναλισκόντων τοὺς χρόνους ἕνεκα κέρδους. πρὸ δώδεκα δὲ ἐτῶν ἦρχεν ὁ Εὐθυμένης Ἀθήνησι. καθάπτεται οὖν τῶν πρεσβευτῶν ὡς ἐπίτηδες χρονοτριβούντων ἐν ταῖς πρεσβείαις, ὑπὲρ τοῦ πλείονα μισθὸν λαμβάνειν.
ἐπʼ Εὐθυμένους ἄρχοντος: οὗτός ἐστιν ὁ ἄρχων, ἐφʼ οὗ κατελύθη τὸ ψήφισμα τὸ περὶ τοῦ μὴ κωμῳδεῖν γραφὲν ἐπὶ Μορυχίδου. ἴσχυσε δὲ ἐκεῖνόν τε τὸν ἐνιαυτὸν καὶ τοὺς δύο ἑξῆς ἐπὶ Γλαυκίνου τε καὶ Θεοδώρου, μεθʼ οὓς ἐπʼ Εὐθυμένους κατελύθη.
διὰ τῶν Καϋστρίων: Καΰστριος ποταμὸς τῆς Λυδίας περὶ Μίλητον πλησίον τῆς Λυδίας παρʼ ᾧ καὶ ὁ Ἄσιος λειμών. ἔνθα καὶ χῆνές εἰσι πολλοὶ διαιτώμενοι. καὶ Ὅμηρος· «χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρωνἈσίῳ ἐν λειμῶνι, Καϋστρίου ἀμφὶ ῥέεθρα.»
ἐσκηνημένοι: κέκλιται τὸ ῥῆμα ἀπὸ τῆς πρώτης τῶν περισπωμένων. εἰ γὰρ ἦν ἀπὸ τῆς τρίτης, ἦν ἂν διὰ τοῦ ω, ὡς κεχρυσωμένοι.
ὁδοιπλανοῦντες ἐν ὁδοῖς πλανώμενοι ὡς ξένοι.
ἐσκηνημένοι ἀπὸ τοῦ σκηνέω, σκηνῶ.
σφόδρα γὰρ ἐσωζόμην ἐγώ: ἐκ τοῦ ἐναντίου ἀπήντησεν ἀγανακτῶν. εἰ γὰρ ὑμεῖς ἀπώλλυσθε οὕτω διάγοντες, ἐσωζόμην ἄρα ἐγὼ πολιορκούμενος ὑπὸ Λακεδαιμονίων, κατακείμενος καὶ καθεύδων ἐν τῷ τείχει ἐπὶ φρυγάνων καὶ καλάμης καὶ συρφετῶν. τὸ οὖν «ἐσωζόμην» ἐν εἰρωνείᾳ λέγει.
σφόδρα γὰρ ἐσωζόμην κατʼ εἰρωνείαν λέγει ἀγανακτῶν.
φορυτὸς ψιαθῶδές τι πλέγμα ἐν ᾧ τοὺς στάχυας ἐμβάλλουσιν. ἢ φορυτῷ τῇ ἐκ φρυγάνων στρωμνῇ.
τὴν ἔπαλξιν τὸ τεῖχος.
φορυτῷ τῷ ἐκ φρυγάνων καὶ καλάμης συρφετῷ.
ξενιζόμενοι δέ: προτρεπόμενοι εἰς τὰ ξένα βρώματα τοῦ βασιλέως τῶν Περσῶν.
ξενιζόμενοι δὲ πρὸς βίαν φιλοφρονούμενοι ὡς ξένοι πολυτελέσι βρώμασι καὶ πόμασι καὶ ἄκοντες ἐπίνομεν, κινούμενοι ὑπὸ τῶν Περσῶν.
χρυσίδων: χρυσῶν φιαλῶν.
χρυσίδων τῶν ἐκ χρυσοῦ ποτηρίων.
ὦ Κραναὰ πόλις: τοῦτο τέτριπται ὑπὸ τῶν παλαιῶν. καὶ Αἰσχύλος γὰρ καὶ Σοφοκλῆς ἐχρήσαντο τῇ λέξει. λέγει δὲ Κραναὰς τὰς Ἀθήνας, ἤτοι τὰς τραχείας. λεπτόγεως γὰρ ἡ Ἀττική. ἢ ἀπὸ Κραναοῦ τινος, ὃς ἦν τῶν αὐτοχθόνων εἷς.
Κραναὰς τὰς Ἀθήνας λέγει, ἤτοι τὰς τραχείας. ἢ ἀπὸ Κραναοῦ τινος.
Κραναὰς λέγει τὰς Ἀθήνας ἢ ὡς τραχείας, λεπτόγεως γὰρ ἡ Ἀττική, ἢ ἀπὸ Κραναοῦ τινος, ὃς ἦν τῶν αὐτοχθόνων εἷς. ἐχρήσαντο δὲ τῇ λέξει καὶ Αἰσχύλος καὶ Σοφοκλῆς.
ὦ Κραναὰ πόλις ἤγουν ὦ Ἀθῆναι.
οἱ βάρβαροι γὰρ ἄνδρας: ἄνδρας νῦν ἀντὶ τοῦ ἀνδρείους καὶ γεννάδας.
ἄνδρας ἀνδρείους, γενναίους.
καταφαγεῖν ἐμφατικῶς ἡ κατὰ ὥσπερ καὶ τὸ ἐμφαγεῖν.
λαικαστάς: πόρνους.
λαικαστάς τε καὶ καταπύγονας καὶ ἀμφότερα τοὺς πόρνους σημαίνει.
ἀλλʼ εἰς ἀπόπατον: ἀπόπατος λέγεται ἡ ἄφοδος τῆς ἐκδεδιῃτημένης τροφῆς, παρὰ τὸ ἐκτρέπεσθαι τῆς ὁδοῦ. πάτος γὰρ ἡ κοινὴ ὁδός. καὶ Ὅμηρος· «πάτον ἀνθρώπων ἀλεείνων». ἀντὶ δὲ τοῦ εἰπεῖν ἐπὶ πόλεμον ᾤχετο, ἔφη «εἰς ἀπόπατον ᾤχετο».
εἰς ἀπόπατον ἤγουν εἰς πόλεμον ὤφειλεν εἰπεῖν. ἔπαιξε δέ.
ἐπὶ χρυσῶν ὀρῶν: παρόσον ἱστόρηται χρηματίζειν ὁ τῶν Περσῶν βασιλεὺς ὑπὸ χρυσῆν πλάτανον καθεζόμενος, ἔπαιξεν εἰπὼν «ἐπὶ χρυσῶν ὄρων». ὄρος γὰρ ἡ ἀμίς. ἢ διὰ τὰ ἐν Περσίδι χρυσοῦ μέταλλα.
δύο ταῦτα ἐδήλωσε διὰ τοῦ εἰπεῖν «ἐπὶ χρυσῶν ὀρῶν», τά τε οὐροδόχα ἀγγεῖα, ἅ φασιν ἀμίδας, καὶ τὰ τῆς Περσίδος ὅρια, ἐν οἷς φασι γίγνεσθαι τὸν χρυσόν. ὅθεν ἱστοροῦσι τὸν Ξέρξην ὑπὸ χρυσῆν πλάτανον καθεύδειν ὅτε κατὰ τῶν Ἀθηναίων ἐστράτευσεν.
κἄχεζεν ἤγουν ἀπεδήμει.
χρυσῶν ὀρῶν ἤγουν ἀμίδων, οὐροδόχων ἀγγείων.
ξυνήγαγεν συνήρμοσεν.
τὸν πρωκτὸν τὸν στρατὸν ὤφειλεν εἰπεῖν.
τῇ πανσελήνῳ; : οἱ γὰρ Ἕλληνες πάντα ἔπραττον πρὸς τὴν σελήνην ἀποβλέποντες, καὶ μάλιστα οἱ Λακεδαιμόνιοι. Δάτιδος γοῦν καὶ Ἀρταφέρνους τῶν στρατηγῶν τοῦ Περσῶν βασιλέως εἰς Μαραθῶνα ἐμβεβληκότων, περιέμενον τὴν πανσέληνον ἐπὶ τῷ τότε ἐξελθεῖν ἐπὶ τὸν πόλεμον. πρὶν δὲ ἐκείνους παραγενέσθαι, κατώρθωσαν οἱ Ἀθηναῖοι τὸν πόλεμον. παίζει οὖν πρὸς τὸ τοιοῦτον ἔθος.
τῇ πανσελήνῳ; ὅπου ἦν τεσσαρεσκαιδεκαταία ἡ σελήνη· τότε γάρ ἐστι πανσέληνος.
ὅλους ὁλοκλήρους.
ἐκ κριβάνου: οὐδετέρως λέγεται τὸ κρίβανον, ὡς μαρτυρεῖ Φερεκράτης· «τουτὶ τί ἐστιν; ὡς ἀνεκὰς τὸ κρίβανον.» οὕτω δὲ λέγεται οἱονεὶ κρίβαυνον, ἐν ᾧ αἱ κριθαὶ ὀπτῶνται. βαύνους δὲ ἔλεγον τὰς καμίνους.
καὶ τίς εἶδε πώποτε: λείπει τὸ οὐδείς, ὡς καὶ παρʼ Ὁμήρῳ· «τίς ἂν τάδε γηθήσειεν ἰδών;» προσυπακούεται γὰρ τὸ οὐδείς.
βαύνους ἔλεγον τὰς καμίνους. κρίβανον οὖν ἐν ᾧ τοὺς κριθίνους ἕψουσιν ἄρτους, οἱονεὶ κρίβαυνον, ἀπὸ τοῦ βαύνειν καὶ ἕψειν τὸ κρῖ.
κριβάνου οὕτω φασὶ τὸ σκεῦος ἐν ᾧ τοὺς κριθίνους ἕψουσιν ἄρτους.
τίς προσυπακούεται οὐδείς.
τῶν ἀλαζονευμάτων βαβαί.
τριπλάσιον Κλεωνύμου: ὅτι ὡς μέγα ἔχων σῶμα καὶ δειλὸς διεβάλλετο ὁ Κλεώνυμος. ἑτέρωθι δὲ καὶ ἀδηφάγος εἴρηται. νῦν δὲ καὶ φενακιστὴν αὐτὸν καλεῖ χαριεντιζόμενος.
ταῦτʼ ἄρʼ ἐφενάκιζες σύ: ἀντὶ τοῦ διὰ ταῦτα. «φέρων» δέ, τουτέστιν λαμβάνων, κομιζόμενος.
φέρων λαμβάνων.
Ψευδαρτάβαν: γελοίως ἔπαιξε. παίζει δὲ ὡς τοιούτων ὄντων ὀνομάτων παρὰ Πέρσαις, Ἀρταβάζου καὶ Ἀρταξέρξου. καὶ τὸ «Ψευδαρτάβαν» ἐποίησε παρὰ τὴν ἀρτάβην. Περσικὸν δὲ καὶ Αἰγύπτιον τὸ ὄνομα.
τὸν βασιλέως ὀφθαλμόν: ἀντὶ τοῦ τὸν μέγα δυνάμενον παρὰ βασιλεῖ. οὕτω δὲ ἐκάλουν τοὺς σατράπας, διʼ ὧν πάντα ὁ βασιλεὺς ἐπισκοπεῖ· ὡς βασιλέως ὦτα τοὺς ὠτακουστάς, διʼ ὧν ἀκούει τὰ πραττόμενα ἑκάστῳ πανταχοῦ.
τοὺς σατράπας οὕτως ἐκάλουν βασιλέως ὀφθαλμούς, διʼ ὧν πάντα ὁ βασιλεὺς σκοπεῖ, ὡς καὶ βασιλέως ὦτα τοὺς ὠτακουστάς, διʼ ὧν ἀκούει τὰ παρʼ ἑκάστου πραττόμενα πανταχοῦ.
τὸν βασιλέως ὀφθαλμόν τὸν μέγα δυνάμενον παρὰ βασιλεῖ.
τοῦ πρέσβεως: προπαροξυτόνως, ὡς μάντεως. ἀπὸ εὐθείας τῆς ὁ πρέσβις. οἱ δὲ παροξυτόνως ὡς χαλκέως, ἀπὸ εὐθείας τῆς ὁ πρεσβεύς· οἵτινες ἁμαρτάνουσιν· οὐ γάρ ἐστιν ὁ πρεσβεύς.
τόν γε ὀφθαλμόν· ἔπαιξε δέ.
ὁ βασιλέως οὕτως ἐκάλουν οἱ κήρυκες ἐξ ὀνόματος.
πρὸς τῶν θεῶν ἄνθρωπε ναύφρακτον βλέπεις: ἐξεπίτηδες μέγαν ὀφθαλμὸν ἐσκεύασται ἔχων ὁ πρεσβευτής. «ναύφρακτον» δέ, ἤτοι ναύσταθμον, ὡς περιβλέποντος ἐν κύκλῳ τοῦ πρεσβευτοῦ καὶ ἀξιωματικῶς εἰσιόντος. τινὲς δὲ «ναύφρακτον» τὴν ἐν ναυσὶ στρατιάν· οἷον οὖν στρατιὰν βλέπεις ὅλην· ἐπειδὴ μεγάλοι ταῖς τριήρεσιν ὀφθαλμοὶ γίνονται, διʼ ὧν τὰς κώπας ἐμβάλλοντες ἐκωπηλάτουν. ἐφράττοντο δὲ καὶ δερματίνοις τροποῖς πρὸς τὸ μὴ τρίβεσθαι τὰ σανιδώματα. ἄλλως: ὁ ναυτικὸς στρατὸς ναύφρακτος καλεῖται. σκώπτων οὖν αὐτὸν διὰ τὸ σοβαρῶς καὶ μόλις προσιέναι ταῦτά φησι, πότερον ἐν ὀφθαλμοῖς τὸ ναυτικὸν ἔχων οὕτω βαδίζεις, ἢ ναῦν ἀκρωτήριον κάμπτουσαν; ἐπειδὴ δεδοικότες οἱ ἐμπλέοντες, ὅταν πλησίον ὦσι τῆς γῆς, ἠρέμα καὶ ἐπιστημόνως ἰθύνουσι, μὴ προσπταίσωσι τῇ γῇ. ἐσκευασμένος δὲ ἦν ὁ Πέρσης, δέρμα ἔχων καθειμένον εἰς τύπον τοῦ τε πώγωνος καὶ τοῦ στόματος ὡς ἂν προσωπεῖον. ἄλλως: ἔξεισι τερατώδης τις γελοίως ἐσκευασμένος καὶ ὀφθαλμὸν ἔχων ἕνα ἐπὶ παντὸς τοῦ προσώπου.
ναύφρακτον: ναύσταθμον, ὡς περιβλέποντος ἐν κύκλῳ τοῦ πρεσβευτοῦ καὶ ἀξιωματικῶς εἰσιόντος. τινὲς δὲ «ναύφρακτον» τὴν ἐν ναυσὶ στρατιάν· οἷον οὖν στρατιὰν βλέπεις ὅλην, ἢ ναῦν ἀκρωτήριον κάμπτουσαν. ἐπειδὴ δεδοικότες οἱ ἐμπλέοντες, ὅταν ὦσι πλησίον τῆς γῆς, ἠρέμα καὶ ἐπιστημόνως ἰθύνουσι, μὴ προσπταίσωσι τῇ γῇ. ἔξεισι τερατώδης τις γελοίως ἐσκευασμένος καὶ ὀφθαλμὸν ἔχων ἕνα ἐπὶ παντὸς τοῦ προσώπου.
ἐξεπίτηδες μέγαν ὀφθαλμὸν ἔχων κατεσκευάσθη ὁ πρεσβίς, ὃν ἰδὼν περιβλέποντα καὶ ἀξιωματικῶς ἰόντα ἐξεπλάγη. φησὶ γοῦν στρατιὰν ὅλην βλέπεις ναυτικὴν — αὐτὴν γὰρ καλεῖ «ναύφρακτον» — καὶ διὰ τοῦτο μέγιστον ἔχεις ὀφθαλμὸν καὶ περιβλέπεις πανταχοῦ. ἢ ἐπεὶ μεγάλοι ταῖς τριήρεσιν ὀφθαλμοὶ γίνονται διʼ ὧν τὰς κώπας ἐμβάλλουσιν.
ναύφρακτον ναύσταθμον. ὡς περιβλέποντος ἐν κύκλῳ λέγει.
ἢ περὶ ἄκραν κάμπτων: τηνικαῦτα γὰρ μάλιστα εἰώθασι προορᾶν καὶ φυλάττειν τὴν ναῦν, ὁπόταν ἄκραν τινὰ κάμπτωσι. νεώριον οὖν, φησί, περιβλέπεις ἐν ᾧ νεωλκήσεις; οἶκον δὲ νεώς, ὃν καλοῦσιν ἀγκῶνα. ἢ μᾶλλον ὑποκρύφους τόπους διὰ τὸν ἄνεμον, ἔνθα ὑπὸ σκέπην εἰσίν.
οἶκον δὲ λέγει νεώς, τόπον τινὰ σκέπην ἔχοντα καὶ ὑποκεκρυμμένον διὰ τοὺς ἀνέμους, ἔνθα εἰσέρχονται τούτων πνευσάντων.
εἰώθασι προορᾶν καὶ φυλάττειν τὴν ναῦν, ὁπόταν ἄκραν τινὰ κάμπτωσι.
ἄσκωμʼ ἔχεις: ὡς τοῦ δέρματος ἐξηρτημένου τοῦ μύστακος αὐτοῦ καὶ τῆς ῥινός, καὶ οὕτως ἐσκευασμένου γέλωτος χάριν. ἄσκωμα δέ, ὁ ἱμὰς ὁ συνέχων τὴν κώπην πρὸς τῷ σκαλμῷ. ἄλλως: ὁ τῆς κώπης ὀφθαλμὸς ἔχει τὸ ἄσκωμα. κώπης δὲ ὀφθαλμὸς τὸ τρῆμα.
ἄσκωμα ὁ ἱμὰς ὁ συνέχων τὴν κώπην. δέρμα δὲ εἶχεν ἐξηρτημένον τοῦ μύστακος καὶ τῆς ῥινὸς αὐτοῦ.
ἀπισονασάτρα: παίζει ὡς τῇ Περσικῇ διαλέκτῳ χρώμενος.
ξυνήκαθʼ ἔγνωτε.
… τοῦτο ὁ κῆρυξ ἢ ὁ πρύτανις.
χαυνόπρωκτε: ἀντὶ τοῦ ἔκλυτε. Ἴαον δὲ ἀντὶ τοῦ Ἀθηναῖε. Ἴωνες γὰρ Ἀθηναῖοι ἀπὸ Ἴωνος τοῦ Ξούθου. ὡς βάρβαρος δὲ τὸ αυ ἔφη, βαρβαρικὸν ἀντὶ τοῦ ἑλληνιζομένου.
Ἴωνας τοὺς Ἀθηναίους λέγει ἀπὸ Ἴωνος τοῦ Ξούθου. ὡς βάρβαρος δὲ τὸ αυ ἔφη, Δωρικὸν ὂν ἀντὶ τοῦ ἑλληνιζομένου.
… ἔκλυτος.
ὡς σαφῶς λέγει.
ὅτι χαυνοπρώκτους: ὅτι πάντας τοὺς Ἕλληνας Ἰάονας ἐκάλουν οἱ βάρβαροι προείρηται. καὶ Ὅμηρος· «Ἰάονας ἑλκεχίτωνας».
οὐκ, ἀλλʼ ἀχάνας: ἀχάνη μέτρον ἐστὶ Περσικόν, ὥσπερ ἡ ἀρτάβη παρʼ Αἰγυπτίοις. ἐχώρει δὲ μεδίμνους Ἀττικοὺς μεʹ, ὡς μαρτυρεῖ Ἀριστοτέλης. ἄλλοι δέ φασιν ὅτι κίστη ἐστίν, εἰς ἣν κατετίθεντο τοὺς ἐπισιτισμοὺς οἱ ἐπὶ τὰς θεωρίας στελλόμενοι.
ἀχάνας μέτρον Περσικόν.
ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί: ἀντὶ τοῦ πρὸς ἐμαυτόν. Ἀττικὸν δὲ τὸ τοιοῦτο σχῆμα. ὡς μὴ συνιέντος δὲ αὐτοῦ δείκνυσι τῷ δακτύλῳ «ἐμοὶ» λέγων καὶ «τουτονί».
βάψω βάμμα Σαρδιανικόν: ἵνα μή σε ἐρυθρὸν ποιήσω τῷ βάμματι μαστίξας, οἱονεὶ ἵνα μή σε φοινίξω. νῆσος γάρ ἐστι μεγίστη ἡ Σαρδὼ πρὸς τῇ Ἰταλίᾳ. γίνονται δὲ ἐν αὐτῇ πορφύραι διάφοροι καὶ ὀξύταται. βούλεται οὖν δηλοῦν, ἵνα μή σοι πληγὰς ἐντρίψω.
νῆσός τίς ἐστι μεγάλη ἡ Σαρδὼ πρὸς τῇ Ἰταλίᾳ, ἐν ᾗ γίνονται πορφύραι διάφοροι καὶ ὀξύταται. ἢ ὅτι εἰς τὴν Σαρδὼ τῆς Λυδίας πυρρὰ βάμματα γίνεται. βούλεται οὖν δηλοῦν ὅτι εἰ μὴ εἴποις τἀληθές, μαστίζων σε ἐρυθρὸν ποιήσω τοῖς αἵμασιν.
… ἤγουν μαστίζων ἐρυθρὸν ποιήσω τῷ αἵματι.
ἀνανεύει: τοῦτό ἐστι παρεπιγραφή, ὑπὲρ τοῦ σαφὲς γενέσθαι ὅτι ἀρνούμενος ἀνένευσεν.
ἀνανεύει ἀρνούμενος γὰρ ἀνένευεν.
ἰαμβικὰ μονόμετρα βραχυκατάληκτα.
ἄλλως: ἠλιθίως καὶ ματαίως, ὡς καὶ Ὅμηρος «Σπέρχειʼ, ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς». οἱ δὲ Ἀττικοὶ εἰώθασι προστιθέναι τὴν την, λέγοντες τηνάλλως.
ἄλλως μάτην. Ἀττικοὶ γὰρ τηνάλλως φασὶ προστιθέντες τὴν την.
Ἑλληνικόν γʼ ἐπένευσαν: τοῦτο εἶπεν ὡς διαφέροντος καὶ τοῦ νεύματος τοῦ Ἑλληνικοῦ. ἐπένευσε δὲ μετὰ τὸ περιάγειν τὴν κεφαλήν. χρὴ μέντοι εἰδέναι ὅτι ἕνα καλέσας μικρῷ πρότερον, νῦν ὡς περὶ δύο τὸν λόγον ποιεῖται.
χρὴ εἰδέναι ὅτι ἕνα πρέσβιν καλέσας ἄνω νῦν ὡς περὶ δύο τὸν λόγον ποιεῖται.
αὐτόθεν: ἀπὸ τῆς Ἀττικῆς, ἐντεῦθεν.
ἐγᾦδʼ: τὸ «ἐγᾦδα» ἀντὶ τοῦ ἐγὼ οἶδα. οὗτος δὲ ὁ Κλεισθένης ἀεὶ τὸ γένειον ἐξυρᾶτο πρὸς τὸ ἀεὶ φαίνεσθαι νέος. διὰ τοῦτο εὐνούχῳ αὐτὸν εἰκάζει.
ὦ θερμόβουλον: παρῳδίᾳ χρῆται. ἔστι γὰρ ἐν Τημενίδαις Εὐριπίδου, «ὦ θερμόβουλον σπλάγχνον». οὗτος οὖν σκώπτων Εὐριπίδην προσέθηκε «πρωκτὸν» παρὰ προσδοκίαν.
τοιόνδε δʼ ὦ πίθηκε: καὶ τοῦτο παρῴδηκεν ἐκ τῶν Ἀρχιλόχου ἐπῳδῶν· «τοιάνδε δʼ ὦ πίθηκε τὴν πυγὴν ἔχεις».
οὐ δήπου Στράτων: καὶ οὗτος κωμῳδεῖται ὡς λωβώμενος τὸ γένειον καὶ λειαίνων τὸ σῶμα ὡς ὁ Κλεισθένης, ὥς φησιν αὐτὸς Ἀριστοφάνης ἐν ταῖς Ὁλκάσι· «παῖδες ἀγένειοι, Κλεισθένης τε καὶ Στράτων».
πάλιν ἐν μέσῳ ἰαμβικὸν πενθημιμερές.
πάλιν ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ τρίμετροι.
εἰς τὸ πρυτανεῖον: ὥστʼ ἐκεῖ εἶναι τοὺς πρέσβεις παρʼ Ἀθηναίοις.
ταῦτα δῆτʼ οὐκ ἀγχόνη: ἡ διαφορὰ τοῦ ὀνόματος ἐν τῷ τόνῳ. ὀξυτόνως μὲν γὰρ τὸ πάθος, βαρυτόνως δὲ τὸ σχοινίον καὶ ὁ βρόχος.
ἀγχονὴ τὸ πάθος, ἀγχόνη τὸ σχοινίον.
οὐκ ἀποπνιγήσομαι, φησί, τῇ λύπῃ, οὐ τυγχάνων καὶ αὐτὸς ξενίας; τοὺς μὲν γὰρ πρέσβεις ξένους ὄντας καλοῦσι καὶ ξενίζουσιν ἐν τῷ πρυτανείῳ, ἐμὲ δὲ τὸν ὑπὲρ τῆς πόλεως στρατευόμενον καὶ πονοῦντα οὐ ξενίζουσιν.
ταῦτα δῆτʼ οὐκ ἀγχόνη ἀγανακτῶν ὡς ξενιζομένων τῶν πρέσβεων τοῦτο λέγει.
τοὺς δὲ ξενίζειν: παροιμία ἐπὶ τῶν πολλοὺς ξένους ὑποδεχομένων «οὐδέποτʼ ἴσχει ἡ θύρα». μέμνηται καὶ Εὔπολις ἐν Φίλοις «νὴ τὸν Ποσειδῶ οὐδέποτʼ ἴσχει γʼ ἡ θύρα». καὶ Καλλίμαχος ἐν Ἑκάλῃ «τῖον δέ ἑ πάντες ὁδῖται ἦρα φιλοξενίης· ἔχε γὰρ τέγος ἀκλήϊστον». καὶ Πίνδαρος «ἔνθʼ ἄρα πεπταμέναιν ξείνων ἕνεκεν ταῖν θύραιν». λέγει δὲ περὶ τῶν πρυτάνεων, διότι αὐτὸν μὲν ὑπὲρ τῆς πόλεως στρατευόμενον καὶ πονοῦντα οὐ δέχονται ἐν τῷ πρυτανείῳ, τοὺς δὲ πρέσβεις ξένους ὄντας καλοῦσι καὶ ξενίζουσιν ἐν αὐτῷ. «ἴσχει» δὲ ἀντὶ τοῦ κωλύει ἢ ἀποκλείει. ἄλλως: οὐδέποτε ἐκώλυσεν ἢ ἀπέκλεισεν. ὁ δὲ λόγος ἐπὶ τῶν πρυτάνεων, καθὸ ἐπὶ ξενίαν καλοῦσι τοὺς ἀφικνουμένους.
οὐδέποτʼ ἴσχει γʼ ἡ θύρα παροιμία ἐπὶ τῶν πολλοὺς ξένους ἀποδεχομένων.
ἴσχει κωλύει ἢ ἀποκλείει.
καὶ τῇ πλάτιδι: τῇ γυναικί· παρὰ τὸ πελάζειν τῷ ἀνδρὶ κατὰ τὴν κοίτην.
πρεσβεύεσθε: ἀντὶ τοῦ πρέσβεις πέμπετε. τὸ δὲ «κεχήνατε», ἐξαπατᾶσθε καὶ ἐνεοί ἐστε.
προσίτω Θέωρος: οὗτος ἐπὶ κολακείᾳ κωμῳδεῖται. ὁ κῆρυξ καλεῖ ἄλλον πρεσβευτὴν ἐλθόντα παρὰ Σιτάλκους τοῦ Θρᾳκῶν βασιλέως, πρὸς ὃν ἦσαν ἀποστείλαντες αὐτὸν Ἀθηναῖοι· οὗτος δὲ ἐκαλεῖτο Θέωρος. μέμνηται δὲ αὐτοῦ ποτὲ μὲν ὡς ἐπιόρκου, ὡς καὶ ἐν ταῖς Νεφέλαις· φησὶ γὰρ «εἴπερ βάλλει τοὺς ἐπιόρκους, πῶς δῆτα οὐχὶ Σίμωνʼ ἐνέπρησεν οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον· καίτοι σφόδρα γʼ εἰσʼ ἐπίορκοι;», ποτὲ δὲ ὡς κόλακος, ὡς ἐν τοῖς Σφηξίν.
οὗτος εἰσκηρύττεται: ἀντὶ τοῦ καλεῖται ὑπὸ τοῦ κήρυκος.
ἀλαζὼν φοβερῶς εἰσῆλθε καὶ οὗτος ἐσκευασμένος.
εἰσκηρύττεται εἴσω καλεῖται παρὰ τοῦ κήρυκος.
οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν: τοῦτο διὰ μέσου ὁ Δικαιόπολις· οὐκ ἂν ἔτριψας τὸν χρόνον εἰ μὴ πολὺν μισθὸν ἐλάμβανες. τὸ γὰρ «ἔφερες» ἀντὶ τοῦ ἐλάμβανες, ἐβάσταζες.
… τοῦτο διὰ μέσου.
ʼφερες ἐλάμβανες. διὰ τοῦτο γὰρ πολὺν χρόνον διέτριβον ἐν τῇ πρεσβείᾳ ἵνα πλείω μισθὸν λάβωσι. δύο γάρ, ὡς ἔφη, δραχμὰς εἶχον τῆς ἡμέρας μισθόν.
κατένειψε ἐπλήρωσε.
ὅτʼ ἐνθαδὶ Θέογνις: οὗτος ὁ Θέογνις τραγῳδίας ποιητὴς ψυχρός. κωμῳδῶν οὖν αὐτὸν παρίστησιν ἡμῖν τὴν πολλὴν χιόνα διὰ τῆς τούτου περὶ τὰ ποιήματα ψυχρότητος. τὸν ψυχρὸν οὖν τῷ ψυχρῷ παρέβαλε. πάνυ δὲ χαριέντως ἔσκωψε.
κωμῳδῶν τὸν Θέογνιν ὡς ψυχρὸν ὄντα ποιητὴν δείκνυσιν τὴν τοῦ τότε χειμῶνος ψυχρότητα, πάνυ χαριέντως ψυχρῷ τὸ ψυχρὸν παραβάλλων.
Θέογνις οὗτος τραγῳδίας ποιητὴς πάνυ ψυχρός.
Σιτάλκους τῶν Θρᾳκῶν βασιλέως πρὸς ὃν ἀπέστειλαν αὐτὸν Ἀθηναῖοι.
καὶ δῆτα φιλαθήναιος: τὸ «φιλαθήναιος» προπαροξύνειν δεῖ, ἐπεὶ τὰ εἰς ος λήγοντα προπερισπώμενα ἁπλᾶ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· οἷον δῆμος Ἀριστόδημος, πῶλος ἐχέπωλος, κνεφαῖος ἀκροκνέφαιος, ὀμφαῖος πανόμφαιος, ἀρχαῖος φιλάρχαιος· οὕτω καὶ φιλαθήναιος.
ἐν τοῖσι τοίχοις: ἴδιον ἐραστῶν ἦν τὸ τὰ τῶν ἐρωμένων ὀνόματα γράφειν ἐν τοῖς τοίχοις ἢ φλοιοῖς δένδρων οὕτως «ὁ δεῖνα καλός». καὶ παρὰ Καλλιμάχῳ «ἀλλʼ ἐνὶ δὴ φλοιοῖσι κεκομμένα τόσσα φέροιτε γράμματα, Κυδίππην ὅσσʼ ἐρέουσι καλήν». καὶ ἐν τοῖς Σφηξίν· «ἰὼν παρέγραψε “κημὸς καλός”».
ὁ δʼ υἱός, ὃν Ἀθηναῖον: τοῦτον πολίτην ἐποίησαν Ἀθηναῖοι, τοῦ πατρὸς στρατιὰν αὐτοῖς παραπέμποντος. ἐλέγετο δὲ οὗτος Τήρης. ἔνιοι δέ φασιν ὅτι ὁμώνυμος ἦν τῷ πατρὶ Σιτάλκει, ὃς σύμμαχος ἦν Ἀθηναίοις. μέμνηται Θουκυδίδης, προστίθησι δὲ ἄλλο ὄνομα λέγων οὕτω· «καὶ Σάδοκον τὸν υἱὸν αὐτοῦ Ἀθηναῖον.»
τοῦτον πολίτην ἐποίησαν Ἀθηναῖοι.
τὸν υἱὸν Σιτάλκους Ἀθηναῖοι πολίτην ἐποίησαν ἐν τῇ ἑορτῇ τῶν Ἀπατουρίων. ἐλέγετο δὲ Λήρης· ἔνιοι δέ φασιν αὐτὸν ὁμώνυμον τῷ πατρί.
ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων: χαριέντως ὡς ἐξαπατωμένων τῶν Ἀθηναίων. λέγει δὲ νῦν περὶ Ἀπατουρίων, ἑορτῆς ἐπισήμου καὶ δημοτελοῦς, ἀγομένης παρὰ τοῖς Ἀθηναίοις κατὰ τὸν Πυανεψιῶνα μῆνα. ἐν δὲ τοῖς Ἀπατουρίοις ἀνεγράφη τῇ πολιτείᾳ ὁ υἱὸς Σιτάλκους.
ἑορτὴ ἦν τῶν Ἀπατουρίων ἐπίσημος καὶ δημοτελὴς ἀγομένη παρʼ Ἀθηναίοις κατὰ τὸν Πυανεψιῶνα μῆνα, ἤγουν τὸν Δεκέμβριον, ἐν ᾗ ἐνεγράφη τῇ πολιτείᾳ ὁ υἱὸς Σιτάλκους.
… χαριέντως λέγει ὡς ἐξαπατωμένων τῶν Ἀθηναίων.
ἠντεβόλει παρεκάλει, ἱκέτευε.
τῇ πάτρᾳ τῇ πατρίδι αὐτοῦ.
ὅσον τὸ χρῆμα: ὡς πολλῶν ὄντων παρνόπων ἐν τῇ Ἀττικῇ. βούλεται δὲ πολὺ πλῆθος σημᾶναι. εἶδος δὲ ἀκρίδων οἱ πάρνοπες. εἰσὶ δὲ οὗτοι ἀττέλεβοι, Ἀττικοὶ πάρνοπες.
μαχιμώτατον: τοῦτο ψεύδεται, ὡς ἀσθενῶν ἢ ὀλίγων ὄντων.
Ὀδομάντων στρατός: Ὀδόμαντες ἔθνος Θρᾳκικόν· φασὶ δὲ αὐτοὺς Ἰουδαίους εἶναι.
ἀποτεθρίακεν: ἀπέτιλεν. κυρίως δὲ ἀπεφύλλησε συκᾶς· θρῖα γὰρ τὰ φύλλα τῆς συκῆς. ἐλειαίνοντο δὲ καὶ ἀπετίλλοντο οἱ Θρᾷκες τὰ αἰδοῖα καὶ ἀποσεσυρμένα εἶχον αὐτά.
καταπελτάσονται: κατακοντίσουσι, καταπολεμήσουσι. πέλτη γὰρ εἶδος μηχανῆς, ἀφʼ ἧς ἀκόντια καὶ ἄλλα τινὰ ἀφιᾶσιν. ἢ καταδραμοῦνται. πέλτη γὰρ ἀσπὶς μικρὰ μὴ ἔχουσα ἱμάντα. ἐχθροὶ δὲ ἦσαν καὶ οἱ Βοιωτοὶ τοῖς Ἀθηναίοις.
πέλτη μηχανή τίς ἐστιν ἀφʼ ἧς ἀκόντια καὶ ἄλλα τινὰ ἀφιᾶσιν, οἱ δὲ ἀσπίς φασιν ἐστί τις μὴ ἔχουσα ἱμάντα.
καταπελτάσονται κατακοντίσουσι, καταπολεμήσουσι.
Βοιωτίαν ἐχθροὶ γὰρ ἦσαν Βοιωτοὶ τοῖς Ἀθηναίοις.
ὁ θρανίτης λεώς: ἀντὶ τοῦ ὁ ναυτικός. ἐκ μέρους δὲ τὸ πᾶν εἶπε. τῶν γὰρ ἐρεττόντων οἱ μὲν ἄνω ἐρέττοντες θρανῖται λέγονται, οἱ δὲ μέσοι ζυγῖται, οἱ δὲ κάτω θαλάμιοι. ὁ δὲ λόγος, εἰ οἱ Ὀδόμαντες τοσαῦτα λαμβάνουσι, πᾶν τὸ παρʼ ἡμῖν ναυτικὸν πλῆθος ἀγανακτήσει, πολλὰ μὲν ἐν ταῖς τριήρεσι κάμνοντες, ὀλίγα δὲ λαμβάνοντες.
τῶν ἐρεσσόντων οἱ μὲν ἀνωτέρω καθήμενοι θρανῖται λέγονται, οἱ δὲ μέσοι ζυγῖται, οἱ δὲ κάτω θαλάμακες. μέμνηται τούτων καὶ ἐν Βατράχοις «νὴ τὸν Ἀπόλλω καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι».
ὁ θρανίτης ὁ ναυτικός, ἀπὸ μέρους, ἐὰν οἱ Ὀδόμαντες τοσαῦτα λάβωσιν.
οἴμοι τάλας ἀπόλλυμαι: δεῖ νοεῖν ὅτι ἐκ τῶν ἀγρῶν ἔρχεται ὁ Δικαιόπολις, ἔχων φορτίον σκορόδων, καὶ ἐπηρεάζεται ὑπὸ τῶν ξένων, ὡς ἐκείνων λιμωττόντων καὶ ἁρπαζόντων τὰ σκόροδα. τοῦτο δὲ εἶπε πορθούμενος, παρόσον καὶ οἱ πορθούμενοι ἀπόλλυνται. ἀρέσκονται δὲ τοῖς σκορόδοις οἱ Θρᾷκες, οὐκ ἀπεικότως· θερμὰ γὰρ τὰ σκόροδα φυσικῶς, οἱ δὲ Θρᾷκες ψυχρὰν χώραν νέμονται.
δεῖ νοεῖν ὅτι ἐξ ἀγροῦ ἐρχόμενος ἀφῃρέθη ὅπερ ἔφερε φορτίον σκορόδων ὑπὸ τῶν Ὀδομάντων. πεινῶντες γὰρ τοὺς ἐν ὁδοῖς ἐπηρεάζοντες ἦσαν. ἀρέσκονται δὲ τοῖς σκορόδοις οἱ Θρᾷκες, θερμοῖς οὖσι φυσικῶς, οἱ δὲ ψυχρὰν χώραν νέμονται.
ὁ σωσίπολις ὁ ταῖς τριήρεσι σώζων τὴν πόλιν.
οἴμοι τάλας ἐξ ἀγροῦ ἦν ἐρχόμενος.
τῶν Ὀδομάντων τῶν Θρᾳκῶν.
πορθούμενος ἀφαιρεθείς.
ἀποβαλεῖτε ἀποδώσετε.
σύ Δικαιόπολις.
οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.ὁ Θέωρος δὲ ἐπιπλήττει τοῖς βαρβάροις ἁρπάσασι τὰ σκόροδα καὶ τῷ Δικαιοπόλιδι ὁμοίως ἐπιπλήττει ἐρεθίζοντι αὐτούς. εἰς τὸ αὐτό: ἀντὶ τοῦ σφοδροῖς οὖσι καὶ πικροῖς γενομένοις, μετειληφόσι τῶν σκορόδων, ἀπὸ μεταφορᾶς τῶν ἀλεκτρυόνων. τούτοις γὰρ ὅτε μέλλουσι μάχεσθαι σκόροδα δίδοται ἐσθίειν, ἵνα θερμανθέντες ὀξύτεροι γένωνται, ὡς καὶ ἐν Ἱππεῦσί φησιν «ἵνʼ ἄμεινον, ὦ τᾶν, ἐσκοροδισμένος μάχῃ.»
ἀπὸ μεταφορᾶς τῶν ἀλεκτρυόνων εἴρηκε τὸ «ἐσκοροδισμένοις». ἐν Ἱππεῦσι δὲ τὰ περὶ τούτων εἴρηται. μέμνηται γὰρ τῆς λέξεως καὶ ἐν τούτοις λέγων «ἵνʼ ἄμεινον, ὦ τᾶν, ἐσκοροδισμένος μάχῃ».
πρόσει προσέλθῃς.
ἐσκοροδισμένοις τῶν σκορόδων ἐμφορηθεῖσι καὶ θυμοῦ πλησθεῖσι. μή τι πάθῃς κακόν, δηλονότι.
διοσημία ʼστί: παρεφυλάττοντο γὰρ οἱ Ἀθηναῖοι τὰς διοσημίας καὶ διέλυον τὰς ἐκκλησίας διοσημίας γενομένης, ἢ ἄλλο τι μέλλοντες ἀνύειν. διοσημία δέ ἐστιν ὁ παρὰ καιρὸν χειμών.
διοσημία ἤγουν χειμὼν παρὰ καιρόν.
παρεῖναι δʼ εἰς ἕνην: οἷον εἰς τρίτην. καὶ Ἡσίοδος· «μὴ δʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφι». τινὲς δὲ εἰς τριακάδα. διαλυθείσης δὲ τῆς ἐκκλησίας συνήγοντο πάλιν βουλευσόμενοι περὶ τῶν αὐτῶν. Ἀττικοὶ καλοῦσιν ἕνην καὶ τὴν παλαιάν. καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος «τὰς ἕνας ἀρχὰς ταῖς νέαις ὑπεξιέναι».
μυττωτόν: ἀντὶ τοῦ σκόροδα, ἐξ ὧν ὁ μυττωτὸς γίνεται. κατασκευάζεται δὲ ἀπὸ τυροῦ καὶ σκορόδων καὶ ᾠοῦ. ἀπὸ τοῦ παντὸς οὖν κατασκευάσματος τὸ μέρος ἐδήλωσε, τουτέστι τὰ σκόροδα.
μυττωτόν ἤγουν σκόροδα, ἀπὸ μέρους. κατασκευάζεται δὲ ὁ μυττωτὸς ἀπὸ τυροῦ, σκορόδων καὶ ᾠῶν.
μήπω γε: γελοίου χάριν εἶπε πρὸς τὸ «χαῖρε» τὸ «μήπω».
ὤσφροντο: ἀντὶ τοῦ ᾔσθοντο εἶπε τὸ «ὤσφροντο», ὅτι διʼ οἴνου εἰσὶν αἱ σπονδαί, ὡς ἐκ τῶν μετὰ ταῦτα δῆλον. διʼ ὀσφρήσεως δὲ ἡ αἴσθησις τῆς ἀναφορᾶς τοῦ οἴνου.
ὤσφροντο ᾔσθοντο. «ὤσφροντο» δὲ εἶπεν ὅτι διʼ οἴνου αἱ σπονδαί.
στιπτοὶ γέροντες: ἀντὶ τοῦ πυκνοί· εἴρηται δὲ ἀπὸ τῶν ἐσθήτων, αἵτινες ὑφανθεῖσαι εἰς πυκνότητα συμπατοῦνται. ἢ ἀντὶ τοῦ στερεοὶ καὶ πεπιλημένοι ἀπὸ τοῦ στείβειν, ὅ ἐστι πατεῖν.
πρίνινοι: στερεοὶ καὶ σκληροί. ἰσχυρὸν γὰρ τὸ τῆς πρίνου ξύλον. καὶ Ἡσίοδος «πρίνου δὲ γύην». καὶ πάλιν «πρίνινον, ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν».
ἀπὸ μεταφορᾶς τῶν ἐσθήσεων εἴρηται τὸ «στιπτοί», αἵτινες ὑφανθεῖσαι εἰς πυκνότητα συνάπτονται. ἢ ἀντὶ τοῦ στερεοὶ καὶ πεπιλημένοι, ἀπὸ τοῦ στείβειν, ὅ ἐστι πατεῖν. πατούμενα γὰρ ἐν τῷ πλύνεσθαι τὰ ἱμάτια συμπεπιλημένα πλέον γίγνεται.
στιπτοί πυκνοί.
πρίνινοι σκληροί, ἰσχυροί.
ἀτεράμονες: λίαν σκληροί, μὴ τειρόμενοι, ἀνένδοτοι. κυρίως δὲ τὰ μὴ ἑψόμενα τῶν ὀσπρίων ἀτεράμονα λέγεται, οἷον οὐχ ἁπαλά.
σφενδάμνινοι: ἰσχυροί· τοιοῦτον γὰρ τὸ τῆς σφενδάμνου ξύλον. ἀντὶ τοῦ σφενδονῆται. ἄλλως: τὸ «σφενδάμνινοι» ταὐτόν ἐστι τῷ «πρίνινοι». σφένδαμνος γὰρ εἶδος ἰσχυροῦ ξύλου. ἔστι δὲ καὶ εἶδος καννάβεως ἡ σφένδαμνος· ἡ γὰρ σφενδόνη ἀπὸ καννάβεως γίνεται.
τὰ μὴ ἑψόμενα τῶν ὀσπρίων κυρίως οὕτω λέγονται ἀτεράμονα, οἷον οὐχ ἁπαλά, ἀπὸ τοῦ μὴ τείρεσθαι καὶ δαμάζεσθαι.
ἀτεράμονες λίαν σκληροί, μὴ τειρόμενοι.
Μαραθωνομάχαι προείρηται ἡ ἱστορία.
ἀμπέλων τετμημένων: οἱ γὰρ Πελοποννήσιοι εἰσβάλλοντες εἰς τὴν Ἀττικὴν ἔτεμνον τὴν γῆν τῶν Ἀχαρνέων.
κἀς τοὺς τρίβωνας: Ἀττικὸν τὸ σχῆμα, ἀντὶ τοῦ εἰς τοὺς τρίβωνας συνέλεγον τοὺς λίθους.
τρία γε ταυτὶ γεύματα: ἔπαιξε παρὰ τὰς σπονδάς, ἐπεὶ διʼ οἴνου γίνονται αἱ διʼ ὅρκων συνθῆκαι.
ἔπαιξεν, ἐπεὶ διʼ οἴνου αἱ σπονδαὶ καὶ αἱ διʼ ὅρκων συνθῆκαι γίνονται.
γεῦσαι ἀντὶ τοῦ ἀνάγνωθι.
αἰβοῖ φεῦ.
ὄζουσι πίττης: κοινὸν ἐπὶ οἴνου καὶ νεὼς τὸ πίσσης ὄζειν. ἔστι γὰρ πισσίζων οἶνος. ὁ δὲ λόγος, ὄζουσιν αἱ σπονδαὶ αὗται κατασκευῆς τριήρων, διὰ τὸ ὀλιγοχρόνιον αὐτῶν.
ὄζουσι, φησίν, αἱ σπονδαὶ πίττης καὶ κατασκευῆς νεῶν, διὰ τὸ ὀλιγοχρόνιον. τὰ γὰρ νεωστὶ χρισθέντα τῶν ἀγγείων ὄζουσι πίττης. ὁμοίως δὲ καὶ τὰ πλοῖα καὶ πᾶν ἀγγεῖον νεωστὶ κατασκευασθὲν ὀσμήν τινα φυσικὴν ἀποπέμπει, εἴτε ἐκ ξύλου ἐστὶν εἴτε καὶ ἑτέρας ὕλης. καὶ Θεόκριτος «ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.»
τὰς πόλεις τῶν συμμάχων δηλονότι.
ἀντὶ τοῦ μόναι πρεσβεῖαι ἔσονται περὶ τῶν συμμάχων, ὥστε μένειν ἐν ταῖς πόλεσι καὶ συμμαχεῖν.
ὀξύτατον ὥσπερ διατριβῆς: ἀντὶ τοῦ ἀπωλείας καὶ συντριβῆς. ἢ ἀντὶ τοῦ μόναι πρεσβεῖαι ἔσονται περὶ τῶν συμμάχων, ὥστε μένειν αὐτοὺς καὶ μὴ μεθίστασθαι, ἀλλὰ συμμαχεῖν τῇ πόλει. ἄλλως: ἀπὸ μεταφορᾶς τοῦ τραπέντος οἴνου εἰς ὄξος. καὶ γὰρ ὄξος τῶν οἴνων τὸ ὀξύτατον.
ὀξύτατον ἀπὸ τοῦ τραπέντος οἴνου εἰς ὄξος.
διατριβῆς ἢ ἀντὶ τοῦ ἀπωλείας καὶ συντριβῆς.
ὦ Διονύσια: θαυμάζων ταῦτα λέγει, προσδοκῶν εἰρήνης οὔσης τὴν τῶν Διονυσίων πανήγυριν ἔσεσθαι. ἀντὶ τοῦ ἥδισται, ἄξιαι τῶν Διονυσίων.
ὦ Διονύσια θαυμάζων ταῦτα λέγει.
… ἤγουν ἥδισταί εἰσι καὶ ἄξιαι τῶν Διονυσίων.
ἀμβροσίας καὶ νέκταρος τρυφῆς καὶ εὐφροσύνης, διὰ τὴν εἰρήνην· ταύτης γὰρ οὔσης καὶ πανηγύρεις γίνονται.
καὶ μὴ ἐπιτηρεῖν σιτία: εἴ ποτε γὰρ ἔξοδος ἐπὶ στρατιὰν ἐγένετο, εἰώθεσαν οἱ στρατηγοὶ προλέγειν τοῖς στρατιώταις ὥστε τριῶν ἡμερῶν παρασκευάζεσθαι σιτία. σκώπτει οὖν τοῦτο τὸ στρατηγικὸν παράγγελμα ὡς ἀηδὲς καὶ βαρὺ τοῖς εἰρήνης ἐπιθυμοῦσιν.
ὅτι ἐξερχόμενοι οἱ στρατιῶται πρὸς μάχην τροφὰς ἡμερῶν τριῶν φέρουσιν.
κἀν τῷ στόματι λέγουσι: ὡς γυναῖκας εἰδωλοποιεῖ τὰς σπονδάς· στόμα γοῦν αὐτοῖς προστίθησιν. ἢ ἐν τῷ ἡμετέρῳ στόματι γευσαμένων ἡμῶν μονονουχὶ φωνὴν ἀφιᾶσιν. ἄλλως: λέγουσι, φησίν, αἱ σπονδαὶ «ἄπιθι ὅπου θέλεις», εἰκότως. ἐν γὰρ πολέμῳ διὰ τὰς ἐπιδρομὰς τῶν πολεμίων καὶ τὰς πολιορκίας οὐκ ἔστιν ἀπελθεῖν ὅπου τις βούλεται.
ὡς γυναῖκας εἰδωλοποιεῖ τὰς σπονδὰς καὶ στόμα αὐταῖς περιτίθησιν. ἢ γευσαμένων ἡμῶν, φησί, διὰ τοῦ ἡμετέρου στόματος μονονουχὶ βοῶσιν «ἄπιθι ἔνθα βούλει». εἰρήνης γὰρ οὔσης τοιοῦτό τι γίνεται, καὶ ὅπου ἄν τις βουληθείη ἄπεισι. πολέμου δὲ ἐπικειμένου πάντες ἐντός εἰσι τῶν πόλεων διὰ τὰς τῶν πολεμίων ἐπιδρομάς.
χαίρειν κελεύων: κατʼ εὐφημισμὸν τὸ «χαίρειν»: τοῦτο δὲ τὸ «χαίρειν κελεύων» τὸν Ἀμφίθεον λέγειν οἴονταί τινες, ἵνα γραφῇ τὸ «κελεύω» χωρὶς τοῦ ν. τὸ δὲ ἑξῆς «ἐγὼ δὲ πολέμου» τὸν Δικαιόπολιν.
ἄξω τὰ κατʼ ἀγρούς: τὰ Λήναια λεγόμενα. ἔνθα καὶ ὁ ἐπιλήναιος ἀγὼν τελεῖται τῷ Διονύσῳ. Λήναιον γάρ ἐστιν ἐν ἀγροῖς ἱερὸν τοῦ Διονύσου διὰ τὸ πλεκτοὺς ληνοὺς ἐνταῦθα γεγονέναι. ἢ διὰ τὸ πρῶτον ἐν τούτῳ τῷ τόπῳ ληνὸν τεθῆναι. Μένανδρος· «τραγῳδὸς ἦν ἀγών, Διονύσια».
τῇδε πᾶς ἕπου δίωκε: ἐντεῦθεν ἡ πάροδος γίνεται τοῦ χοροῦ, ὃν συμπληροῦσιν οἱ Ἀχαρνεῖς. παράγονται δὲ συντόνως καὶ μετὰ σπουδῆς διώκοντες τὸν Ἀμφίθεον σπονδὰς ποιησάμενον πρὸς τοὺς Λακεδαιμονίους. γέγραπται δὲ τὸ μέτρον τροχαϊκόν, πρόσφορον τῇ τῶν διωκόντων γερόντων σπουδῇ. ταῦτα δὲ ποιεῖν εἰώθεσαν οἱ τῶν δραμάτων ποιηταὶ κωμικοὶ καὶ τραγικοί, ἐπειδὰν δρομαίως εἰσάγωσι τοὺς χορούς, ἵνα ὁ λόγος συντρέχῃ τῷ δράματι. τὸ δὲ τῇ τοπικόν ἐστιν ἐπίρρημα καὶ κεῖται ἐν ἴσῳ τῷ ἐνταῦθα. καὶ ἔχει παρὰ τοῦ ποιητοῦ «τῇ ἴμεν, ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύεις». σημαίνει δέ ποτε καὶ ῥῆμα προστατικόν· «Κύκλωψ, τῆ πίε οἶνον». ἐχρήσατο δὲ καὶ τῷ πληθυντικῷ ὁ Σώφρων εἰπὼν «τῆτε τοι κορῶναί εἰσιν». ἄλλως: κορωνίς· εἰσέρχεται γὰρ ὁ χορὸς διώκων τὸν Ἀμφίθεον. καὶ ἔστι μεταβολικὸν τὸ μέλος, ἐκ δύο δυάδων μονοστροφικῶν· ὧν ἡ μὲν πρώτη ιδʹ κώλων ἔχει τὰς περιόδους, ὧν δʹ μὲν ἐν ἐκθέσει τροχαϊκοὶ καταληκτικοὶ τετράμετροι, εἶτα ἐν εἰσθέσει κῶλα γʹ παιωνικὰ δίρρυθμα.
καὶ τὸν ἄνδρα πυνθάνου: ἀντὶ τοῦ περὶ τοῦ ἀνδρός· ὅμοιον γάρ ἐστι τῷ «ἄνδρα μοι ἔννεπε Μοῦσα».
ξυλλαβεῖν τὸν ἄνδρα: διττή ἐστιν ἡ χρῆσις τοῦ συλλαβεῖν παρὰ τοῖς ἀρχαίοις· πρὸς γὰρ διάφορον κλίσιν, διάφορος καὶ ἡ διάνοια. ἐὰν μὲν γὰρ πρὸς αἰτιατικὴν ἡ σύνταξις ᾖ, ἔχθραν καὶ δυσμένειαν παρίστησι τοῦ συλλαμβάνοντος, κακουργίαν δὲ τοῦ συλλαμβανομένου, ὥσπερ καὶ νῦν. καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου «οὐχὶ συλληψόμεθα αὐτόν;» ἐὰν δὲ πρὸς δοτικήν, σημαίνει φιλίαν καὶ συμμαχίαν, ὡς Ἰσοκράτης ἐν ταῖς παραινέσεσιν· «ὁρῶ δὲ καὶ τὴν τύχην ἡμῖν συλλαμβάνουσαν», ἴσον τῷ συναγωνιζομένην. ἐπάγει γοῦν «καὶ τὸν παρόντα καιρὸν συναγωνιζόμενον». καὶ Δημοσθένης ἐν τῷ πρώτῳ Φιλιππικῶν.
εἴ τις οἶδʼ ὅποι τέτραπται: ἀστεία καὶ καθαρὰ εἰς ὑπερβολὴν ἡ σύνταξις, τὸ λέγειν οὐκ εἰς ποίαν γῆν πέφευγεν ἀλλὰ «ποῖ γῆς;» δόξαν γὰρ πεπαιδευμένου καρπώσαιτο ἄν τις οὕτως εἰπών.
τῶν ἐτῶν τῶν ἐμῶν: οὐκ ἀπόβλητον οὐδὲ τοῦτό μοι δοκεῖ. σφόδρα γὰρ Ἀττικὴ ἡ φράσις· λείπει γὰρ τὸ ἕνεκα. τὸ κατʼ ἔλλειψιν οὖν ῥηθὲν κοινὸν αὐτῷ πεποιηκὼς λέγοις ἂν καὶ σὺ παραπλησίως «οἴμοι τῆς τύχης», «μακάριος τῆς ἐμῆς παιδείας».
τῶν ἐτῶν καὶ τοῦτο Ἀττικόν· λείπει γὰρ τὸ ἕνεκα.
οὐκ ἂν ἐπʼ ἐμῆς γε νεότητος: ὁ μὲν χορὸς συνέστηκεν ἐξ κδʹ ἀνδρῶν. ἔστι δὲ νῦν γεροντικός. πάνυ δὲ ἐμμελῶς καὶ μετὰ πάσης ἀρετῆς ὁ ποιητὴς ἐμιμήσατο τοὺς γερόντων τρόπους καὶ λόγους· τρόπους μὲν ἐκ τῆς ἀκροχολίας, λόγους δὲ ἐκ τῆς τῶν παλαιῶν ἔργων ὑπομνήσεως. τοιοῦτος ἡμῖν καὶ ὁ Νέστωρ δοκεῖ λέγων «ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ» καὶ πάλιν «εἴθʼ ὣς ἡβῴοιμι βίη τε μοι ἔμπεδος εἴη· τῷ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ». ὁ μὲν οὖν Ὅμηρος ἡρωϊκὸς ὢν ἡρωϊκῶν πράξεων μέμνηται, Ἀριστοφάνης δὲ ὡς μετρίοις ἀνδράσι καὶ βαναύσοις περιέθηκεν ἄνθρακας καὶ φορτία βασταζόμενα.
ἀνθράκων φορτίον: καὶ πάλιν ἐν εἰσθέσει κῶλα ἕξ, ὧν δίρρυθμον τό τε πρῶτον καὶ τὸ τρίτον καὶ τὸ πέμπτον, τὰ δὲ λοιπὰ τρίρρυθμα.
Φαΰλλῳ: ὁ Φάυλλος δρομεὺς ἄριστος Ὀλυμπιονίκης, ὁπλιτοδρόμος περιώνυμος, ὃν ἐκάλουν ὁδόμετρον· ἦν δὲ καὶ πένταθλος. ἐφʼ οὗ καὶ ἐπίγραμμα τοιόνδε· «πέντʼ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάυλλος, δίσκευσεν δʼ ἑκατὸν πέντʼ ἀπολειπομένων». ἐγένετο δὲ καὶ ἕτερος ἀθλητής, ὀγδόην Ὀλυμπιάδα νικήσας· καὶ τρίτος λωποδύτης.
ὧδε φαύλως ἄν: ἀντὶ τοῦ εὐχερῶς καὶ μετὰ ῥᾳστώνης. δηλοῦται δὲ ἐκ τῆς λέξεως καὶ τὸ ἁπλοῦν καὶ τὸ κακόν. τὸ δὲ ἑξῆς, οὐκ ἂν ὧδε φαύλως.
ἀπεπλίξατο: ἀπεσείσατο, ἀπέφυγεν. πλὶξ γὰρ τὸ βῆμα, καὶ πλίγματα τὰ πηδήματα. ἔνθεν καὶ τὸ περιβάδην ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηρος «αἱ δʼ εὖ μὲν τρώχων, εὖ δʼ ἐπλίσσοντο πόδεσσιν». ἔλεγον δὲ πλὶξ καὶ τὸ ἀπὸ τοῦ ἀντίχειρος εἰς τὸν λιχανὸν δάκτυλον διάστημα, καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν.
ἐλαφρῶς κούφως.
ἀπεπλίξατο ἀπεπήδησε· πλὶξ γὰρ τὸ πήδημα. καὶ Ὅμηρος· «εὖ δʼ ἐπλίσσοντο πόδεσσιν».
νῦν δʼ ἐπειδὴ στερρόν: σκληρόν. ἀντὶ τοῦ γεγηρακὸς καὶ αὖον. ὥσπερ κατὰ ἀντίθεσιν ἐπὶ τῶν ἀκμαζόντων τὸ χλωρόν. Θεόκριτος· «ποιεῖν τι δεῖ ἇς γόνυ χλωρόν», ἀντὶ τοῦ ἀκμαῖον, νέον, ἀπὸ μεταφορᾶς τῶν καλάμων, οἱ ὄντες μὲν χλωροὶ ἁπαλοί εἰσι, ξηραινόμενοι δὲ σκληροὶ γίνονται. εὐφήμως οὖν εἶπε «στερρὸν» ἀντὶ τοῦ σκληρόν.
στερρόν ἀντὶ τοῦ γεγηρακὸς καὶ αὖον.
σκληρὸν καὶ γεγηρακός, ὥσπερ ἐπὶ τῶν ἀκμαζόντων χλωρόν. καὶ Θεόκριτος «ποιητὴς λόγων χλωρῶν», ἤγουν ἀκμαίων.
Λακρατίδῃ: Λακρατίδης ἀρχαῖος ἄρχων Ἀθήνησιν, ὡς καὶ Φιλόχορος. ἦρξε δὲ ἐπὶ τῶν χρόνων Δαρείου. ἐφʼ οὗ πλείστη χιὼν ἐγένετο καὶ ἀπέπηξε πάντα, ὡς μὴ δύνασθαί τινα προϊέναι. διόπερ τὰ ψυχρὰ πάντα Λακρατίδας ἐκάλουν. δηλοῦνται δὲ καὶ νῦν τὸ ψυχρὸν καὶ γεροντικόν. λέγει οὖν ὅτι διὰ τὸ γῆρας οὐχ οἷός τʼ εἰμι θᾶττον βαδίζειν.
Λακρατίδῃ ἀρχαῖος ἄρχων οὗτος ἐν Ἀθήναις. οἷον καὶ οὐκέτι οἷός τʼ εἰμι βαδίζειν θᾶττον.
ἐγχάνῃ καταγελάσῃ.
ἐχθοδοπός ἐχθρός.
τῶν ἐμῶν χωρίων λείπει τὸ ἕνεκα ἐνταῦθα ὡς καὶ ἄνω.
τῶν ἐμῶν χωρίων ἕνεκα.
πρὶν ἂν σχοῖνος: εἶδος φυτοῦ κατὰ τὸ ἄκρον ὀξέος καὶ πληκτικοῦ, προσεοικότος βελόνῃ. παρατηρεῖν δὲ δεῖ ὅτι ἀρσενικῶς λέγουσι τὸν σχοῖνον. ὁ δὲ λόγος, πρὶν αὐτοὺς τρώσω ὡς σχοῖνος ὀξὺς καὶ ὀδυνηρός.
σχοῖνος εἶδος φυτοῦ τὸ ἄκρον ἔχοντος ὀξύ, ἐοικὸς βελόνῃ.
ἐμπαγῶ ἤγουν πρὶν τρώσω αὐτοὺς ὡς σχοῖνος ὀξύς.
ἐπίκωπος: ἀντὶ τοῦ διὰ νεὼς καὶ ναυτικὸς ὢν ἐπίω αὐτοῖς. ναυτικοὶ δὲ οἱ Ἀθηναῖοι καὶ προσέχοντες τῷ ναυτικῷ. ἡ δὲ ὁμώνυμος λέξις ἐστὶ καὶ παρʼ Ὁμήρῳ «οὐ γάρ μοι νέες εἰσὶν ἐπήρετμοι». ἐπίκωπος οὖν ἤτοι ὅπερ ἔφην, ναυτικός, ἤτοι ξιφηρής· κώπη γὰρ ἡ τοῦ ξίφους λαβή.
ἐπίκωπος ναυτικός, ἤγουν διὰ νεώς, ἢ ξιφηρής· κώπη γὰρ ἡ τοῦ ξίφους λαβή.
ἵνα μήποτε πατῶσιν: εἰώθασι σκόλοπάς τινας ἐγκρύπτειν ἐν ταῖς ἀμπέλοις, ἵνα μηδεὶς ἐξ ἐπιδρομῆς καὶ εὐχερῶς κακουργῇ. ἐπειδὴ οὖν προεῖπε σκόλοψ καὶ «σχοῖνος αὐτοῖς ἅτʼ ἐμπαγῶ», εἰκότως ἐπήνεγκε τοῦτο, «ἵνα μηκέτι πατῶσι τὰς ἐμὰς ἀμπέλους».
Παλληνάδε: οἱ Παλληνεῖς δῆμός ἐστι τῆς Ἀττικῆς, ἔνθα Πεισιστράτῳ βουλομένῳ τυραννεῖν καὶ Ἀθηναίοις ἀμυνομένοις αὐτὸν συνέστη πόλεμος. συγκέκοπται δὲ ἡ λέξις· τὸ γὰρ ὁλόκληρόν ἐστι Παλληναίαδε, ὑπήλλακται δὲ ἡ κυριότης τῆς διανοίας. δέον γὰρ εἰπεῖν «ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν Παλληνικόν», τουτέστι γενναῖον, εἶπε «Παλληνάδε». ὃ δὲ εἰπεῖν βούλεται τοῦτό ἐστιν· ὁμοίως διακεῖσθαι καὶ τραχέως ἔχειν πρὸς τὸν σπεισάμενον Λακεδαιμονίοις, ὡς πάλαι πρὸς Πεισίστρατον τὸν τύραννον, ἡνίκα συνεστήσαμεν ἐν Παλλήνῃ τὴν μάχην. μέμνηται δὲ τούτου καὶ Ἀνδροτίων καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων Πολιτείᾳ. ἄλλως: Παλλήνη δῆμος τῆς Ἀττικῆς. νῦν δὲ διὰ τοῦ β γραπτέον κατὰ συγγένειαν τοῦ β εἰς τὸ π. εἴρηται δὲ ἀπὸ τοῦ βάλλειν λίθοις. θέλει γὰρ εἰπεῖν ὅτι δεῖ ζητεῖν τὸν ἄνδρα καὶ λιθολευστεῖν αὐτόν.
οἱ Παλληνεῖς δῆμός ἐστι τῆς Ἀττικῆς, ἔνθα συνέστη πόλεμος Πεισιστράτῳ μὲν βουλομένῳ τυραννεῖν, Ἀθηναίοις δὲ ἀμυνομένοις αὐτόν. δέον δὲ εἰπεῖν βλέπειν Παλληνικόν, τουτέστι γενναῖον, εἶπε «Παλληνάδε», ὑπαλλάξας τὴν λέξιν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὁμοίως δεῖ ἡμᾶς ὁρμῆσαι πρὸς τὸν σπεισάμενον Λακεδαιμονίοις, ὥσπερ πάλαι πρὸς Πεισίστρατον τὸν τύραννον ἐν Παλλήνῃ συνεκροτήσαμεν μάχην.
ἐμπλείμην λίθοις: κορεσθείην. εὐκτικῆς ἐγκλίσεως τετύχηκε τὸ «ἐμπλείμην». ἔστι γὰρ ἐμπιπλῶ, ὃ κατὰ ἀναδιπλασιασμὸν κέκλιται, ἀφʼ οὗ παραγωγὸν τὸ ἐμπίπλημι. ἀπὸ τούτου γίνεται τὸ «πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου». τὸ δὲ πλῶ ἑτέρᾳ παραγωγῇ, ἀφʼ οὗ τὸ πλήθω, ὡς ἀπὸ τοῦ νῶ τὸ νήθω. ἀπὸ δὴ τοῦ πλῶ πλείμην, ὡς ἀπὸ τοῦ βλῶ βλείμην, οὗ τὸ δεύτερον «εἴπερ γάρ κε βλεῖο».
τὸ «ἐμπλείμην» εὐκτικῆς ἐστιν ἐγκλίσεως. ἀπὸ γὰρ τοῦ πλῶ τὸ πληρῶ γίνεται εἰς –μι πλῆμι καὶ τὸ παθητικὸν πλέμαι καὶ τὸ εὐκτικὸν πλείμην, ὡς τιθείμην. ὡς καὶ ἀπὸ τοῦ βλῶ βλῆμι καὶ τὸ εὐκτικὸν βλείμην βλεῖο, ὡς τὸ «εἴπερ γάρ κε βλεῖο». ἀπὸ τούτου γίνεται κατʼ ἀναδιπλασιασμὸν τὸ πιμπλῶ, ὡς τὸ «πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου». καὶ τὸ πλήθω ὡς ἀπὸ τοῦ νῶ τὸ νήθω.
ἐμπλείμην ἐμπλησθείην.
εὐφημεῖτε Δικαιόπολις μέλλων ποιεῖν θυσίαν τοῦτο λέγει· τοῦτο γὰρ ἦν ἔθος.
σίγα πᾶς: ἐπʼ αὐτῷ τούτῳ δυσχεραίνουσι καὶ διάκεινται χαλεπῶς, ὅτι οὐ μόνον εἰρήνην ἐποίησεν, ἀλλὰ καὶ θυσίας ἐπιτελεῖ.
οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν: τῷ δὶς τὸν αὐτὸν λόγον ἐπιφθέγξασθαι παρίστησιν ἐκ μετατροπῆς ἀλήθειαν βεβαιούμενος.
ἀλλὰ δεῦρο πᾶς: πρὸς ὀλίγον χρόνον ὑποστείλασθαι βούλονται, ἵνα μὴ προϊδόμενος ὁ σπονδοφόρος φύγῃ, ἀλλὰ δυνηθῶσιν αὐτὸν χειρώσασθαι. τοιαῦται ἦσαν καὶ αἱ Ὀδυσσέως πρὸς Διομήδην παρακελεύσεις· «ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο τυτθόν, ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν».
βούλεται ὑποστείλασθαι μικρὸν ἵνα μὴ προϊδόμενος ὁ σπονδοφόρος φύγῃ. διʼ ὃ «δεῦρο πᾶς, φησίν, ἐκποδών». οὕτω καὶ Ὀδυσσεὺς πρὸς Διομήδην παρακελεύεται· «ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο τυτθόν, ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν».
πρόϊθʼ ὡς τὸ πρόσθεν: κατὰ τὴν τῶν Διονυσίων ἑορτὴν παρὰ τοῖς Ἀθηναίοις αἱ εὐγενεῖς παρθένοι ἐκανηφόρουν· ἦν δὲ ἐκ χρυσοῦ πεποιημένα τὰ κανᾶ, ἐφʼ ὧν τὰς ἀπαρχὰς ἁπάντων ἐτίθεσαν.
διπλῆ δὲ μετὰ κορωνίδος, ὅτι εἰσίασιν οἱ ὑποκριταί, καὶ ἔστιν ἰαμβεῖα.
ὁ Ξανθίας τὸν φαλλόν: φαλλὸς ξύλον ἐπίμηκες ἔχον ἐν τῷ ἄκρῳ σκύτινον αἰδοῖον ἐξηρτημένον. ἵσταται δὲ ὁ φαλλὸς τῷ Διονύσῳ κατά τι μυστήριον. περὶ δὲ αὐτοῦ τοῦ φαλλοῦ τοιαῦτα λέγεται. Πήγασος ἐκ τῶν Ἐλευθερῶν—αἱ δὲ Ἐλευθεραὶ πόλις εἰσὶ τῆς Βοιωτίας—λαβὼν τοῦ Διονύσου τὸ ἄγαλμα ἧκεν εἰς τὴν Ἀττικήν. οἱ δὲ Ἀττικοὶ οὐκ ἐδέξαντο μετὰ τιμῆς τὸν θεόν, ἀλλʼ οὐκ ἀμισθί γε αὐτοῖς ταῦτα βουλευσαμένοις ἀπέβη. μηνίσαντος γὰρ τοῦ θεοῦ νόσος κατέσκηψεν εἰς τὰ αἰδοῖα τῶν ἀνδρῶν καὶ τὸ δεινὸν ἀνήκεστον ἦν. ὡς δὲ ἀπεῖπον πρὸς τὴν νόσον κρείττω γενομένην πάσης ἀνθρωπείας μαγγανείας καὶ τέχνης, ἀπεστάλησαν θεωροὶ μετὰ σπουδῆς· οἳ δὴ ἐπανελθόντες ἔφασαν ἴασιν ταύτην εἶναι μόνην, εἰ διὰ τιμῆς ἁπάσης ἄγοιεν τὸν θεόν. πεισθέντες οὖν τοῖς ἠγγελμένοις οἱ Ἀθηναῖοι φαλλοὺς ἰδίᾳ τε καὶ δημοσίᾳ κατεσκεύασαν, καὶ τούτοις ἐγέραιρον τὸν θεόν, ὑπόμνημα ποιούμενοι τοῦ πάθους. ἴσως δὲ καὶ ὅτι παίδων γενέσεως αἴτιος ὁ θεός· ἡδονὴν γὰρ καὶ ἀφροδίσια μέθη ἐξανίστησι. τοιγαροῦν καὶ ὁ Λάιος ἐνδοὺς ἑαυτὸν μέθῃ «εἴς τε βακχεῖον πεσὼν» ἐφύτευσε παῖδα. φαλλὸς δὲ τὸ πέος. παίζει δὲ πρὸς τὸν οἰκέτην. Ξανθίας γὰρ οἰκετικὸν ὄνομα. κέχρηται δὲ αὐτῷ καὶ ἐν Βατράχοις· «Ξανθίας γὰρ ποῦ ʼστιν;» εἰσὶ δὲ καὶ ἐν τῇ κωμῳδίᾳ οἰκέται Ξανθίας, Τίβιος, Σωσίας, Δᾶος, Γέτας.
Ξανθίας δοῦλος.
τὴν ἐτνήρυσιν: τὴν ζωμάρυστρον, ἐν ᾗ τὸ ἔτνος ἀρύονται. καθάριον δὲ εἰς ὑπερβολὴν τὸ ὄνομα. ἔστι δὲ καὶ τοῦτο ἀστεῖον καὶ πεπαιδευμένῳ ἁρμόζον, μηδὲ τῶν κατὰ τὴν οἰκίαν σκευῶν τῆς καθημερινῆς χρείας ἀγνοεῖν τὰ ὀνόματα. ἐτνήρυσιν οὖν ἐκάλεσαν παρὰ τὸ ἐν αὐτῇ ἀρύεσθαι τὸ ἔτνος. λέγομεν δὲ ἐτνήρυσιν πᾶν τὸ τάρασσον. ἔτνος δὲ ἔλεγον τὴν ἀθάραν καὶ τὸ πίσσινον ἀφέψημα, ὡς καὶ ἐν Βατράχοις· «ἤδη ποτʼ ἐπεθύμησας ἔτνους;»
ἐτνήρυσιν: τὴν ζωμάρυστρον, ἐν ᾗ τὸ ἔτνος ἀρύονται.
ἐτνήρυσιν ἀγγεῖον ἐν ᾧ ἀρύουσι τὸ ἔτνος.
τοὐλατῆρος: ἐλατήρ ἐστι πλακουντῶδες πέμμα πλατύ. ἔνθεν καὶ ἡ ἐπωνυμία παρὰ τὸ ταῖς χερσὶν ἐλαύνεσθαι εἰς πλάτος. «ἐλατῆρος» οὖν τοῦ πέμματος. ἔστι δὲ ἄρτος πλατύς, ἐν ᾧ τὸ ἔτνος ἐτίθεσαν καὶ προσῆγον τῷ βωμῷ. ἐλατὴρ δὲ πᾶν τὸ πλατύ. εἰσὶ δὲ καὶ λαγαρώδεις παρὰ τὸ λαγαρόν. καὶ πέλανοι παρʼ Εὐριπίδῃ.
ἐλατήρ: πλακουντῶδες πέμμα πλατύ.
τοῦ ʼλατῆρος πλακουντώδους πέμματος, ἐν ᾧ τὸ ἔτνος.
τὸν φαλλὸν λέγει.
οἰκετῶν οἰκείων.
ὅπως σκόπει.
θυμβροφάγον: ἤτοι ἀγροικικὸν καὶ ἐλευθέριον, παρόσον οἱ ἐν ἀγρῷ διατρίβοντες ἀφελέστεροι καὶ ἐπιεικέστεροι. τὸ δὲ θύμβρον ἐν ἀγρῷ γίνεται. ἔστι δὲ τοῦτο ἄγριον φυτόν. ἢ πικρὸν καὶ δριμὺ κατὰ τῶν ἐχθρῶν· δριμὺ γὰρ τὸ φυτόν. οἱ δὲ ἀντὶ τοῦ δριμὺ καὶ ἱλαρόν. τινὲς δέ φασι τῷ θύμῳ εἶναι παραπλήσιον. ἢ ἁπαλόν, ἡδύ. κωμικῶς δὲ ἔπαιξεν.
ὅτι οἱ ἐν ἀγροῖς διατρίβοντες ἀφελέστεροι καὶ ἐπιεικέστεροι. τὸ δὲ θύμβρον ἐν ἀγρῷ γίνεται. «θυμβροφάγον» οὖν ἀντὶ τοῦ ἁπαλὸν καὶ ἐπιεικές. οἱ δὲ ἀντὶ τοῦ δριμύ. τοιοῦτον γὰρ καὶ τὸ φυτόν, θύμῳ ὥς φασι παραπλήσιον.
θυμβροφάγον ἤγουν ἀγροικικὸν καὶ ἐλευθέριον.
κἀκποιήσεται γαλᾶς: ἀντὶ τοῦ παῖδας δριμυτάτους. τοῦτο δὲ τὸ σχῆμα καλεῖται παρὰ προσδοκίαν. ἔδει γὰρ φάναι ἐκποιήσεται παῖδας νεανίας.
ὀπύσει τρυπήσῃ ἤγουν συγγένηται μετὰ σοῦ.
γαλᾶς παῖδας δριμυτάτους· ἔπαιξε δὲ «γαλᾶς» εἰπών.
ἐπειδὰν ὄρθρος ᾖ: παρόσον ἐν τῷ ὄρθρῳ δοκοῦσιν οἱ ἄνθρωποι συνεχῶς βδέειν, διὰ τὸ τότε τὰς πέψεις γίνεσθαι.
πρόβαινε κἀν τῷ ὄχλῳ: ὡς ἐπὶ ὄχλου πομπευόντων αὐτῶν λέγει. φυλάττεσθαι δὲ ἀντὶ τοῦ παρατηρεῖν, φυλάττειν.
φυλάττεσθαι θέλε.
περιτράγῃ: περικόψῃ, περιφάγῃ, ἀντὶ τοῦ κλέψῃ.
περιτράγῃ περικόψας καταφάγῃ.
ὀρθὸς ἑκτέος: ὑμῖν δʼ ἐστὶν ὁ φαλλὸς κατασχετέος, βαστακτέος, ἑπομένοις τῇ κανηφόρῳ. ἅμα δὲ καὶ πρὸς τὸ κακέμφατον, ὅτι ὁ φαλλὸς ἵστατο πρὸς μίμησιν τοῦ αἰδοίου. καὶ τοῦτο δὲ παίζει κωμικῶς, λέγων τὸν φαλλὸν ὀρθὸν κατέχειν ὄπισθεν τῆς παρθένου.
σφῶιν συνίζησις.
ἑκτέος ἤγουν λαβώμεθα τοῦ φαλλοῦ.
… παίζει κἀνταῦθα.
ᾄσομαι τὸ φαλλικόν: ᾄσματα λέγεται φαλλικὰ τὰ ἐπὶ τῷ φαλλῷ ᾀδόμενα μέλη. ἔστι δὲ εἰς Διόνυσον ἢ εἰς ἄλλον καρπόν.
Φαλῆς ἑταῖρε: διπλῆ καὶ μέλος, ὃ βʹ ἡγεῖται παρόδῳ. ἡ περικοπὴ κώλων ιζʹ τοῦ ὑποκριτοῦ, ἧς πρῶτα μέν εἰσιν ηʹ ἐν εἰσθέσει ἰαμβικὰ δίμετρα, ἀκατάληκτα μὲν βʹ, τὸ δὲ γʹ καταληκτικόν, τὰ δʼ ἄλλα εʹ ἀκατάληκτα.
περισπωμένως δὲ τὸ «Φαλῆς» ἀναγνωστέον, ὡς Ἑρμῆς. οὕτως δὲ Ἀττικοί. παρὰ Δωριεῦσι δὲ βαρυτόνως. «ἡ δʼ ἀμφάλητα κυπτάζει». οὕτως Σώφρων ἐχρήσατο. ὥσπερ δὲ Ὅμηρος ἥρμοσε κατάπληξιν τῇ φυγῇ καὶ ἑταίραν αὐτῆς ἔφησεν εἶναι «θεσπεσίη ἔχε φύζα», εἰπών, «φόβου κρυόεντος ἑταίρη», οὕτως καὶ ὁ κωμικὸς ἐκεῖθεν λαβὼν τὰς ἀφορμὰς Διονύσῳ Φαλῆν ἑταῖρον εἶναί φησιν. ἀκόλουθα γὰρ Διονυσιακῷ ποτῷ τὰ ἀφροδίσια. μαρτυρεῖ δὲ ἡμῖν καὶ Εὐριπίδης· «ὁ δʼ ἡδονῇ δοὺς εἴς τε βακχεῖον πεσὼν ἔσπειρεν ἡμῖν παῖδα».
Φαλῆς ὦ φαλλέ.
νυκτοπεριπλάνητε: οἰκείας ἐντίθησι φωνὰς ψυχῇ ἀνειμένῃ καὶ ἤδη μεθυούσῃ. ἡδίστην δὲ τὴν σύνθεσιν τὴν τοῦ «νυκτοπεριπλάνητε» ἡ περὶ πρόθεσις εἰργάσατο.
… οἰκείας φωνὰς ψυχῇ ἀνειμένῃ τῇ μέθῃ τίθησιν.
νυκτοπεριπλάνητε ἥδιστον τὴν σύνθεσιν ἡ περὶ ἀπειργάσατο.
μοιχέ: διὰ τὸ τοὺς μεθύοντας γίνεσθαι περὶ τὰ ἀφροδίσια. δεῖ δὲ νοεῖν ὅτι ταῦτα οὐχ ὡς ἐν βλασφημίᾳ λέγεται τὸ «μοιχὲ» καὶ τὸ «παιδεραστά», ἀλλὰ πρὸς διάχυσιν καὶ ἱλαρότητα τοῦ φαλλοῦ, ὡς καὶ παρʼ Ὁμήρῳ πρὸς διάθεσιν ψυχῆς· «Ἆρες Ἄρες βροτολοιγέ».
ἕκτῳ σʼ ἔτει προσεῖπον: ἕκτον γὰρ ἦν λοιπὸν ἔτος, ἀφʼ οὗ ὁ πόλεμος Ἀθηναίοις πρὸς Πελοποννησίους συνέστη. «δῆμον» δὲ ἔφη τὴν κώμην, οὐχ ὡς παρʼ Ὁμήρῳ «δῆμον Ἐρεχθῆος».
ἕκτῳ σʼ ἔτει ἀφʼ οὗ ἡ πρὸς Πελοποννησίους ἡμῖν συνέστη μάχη.
εἰς τὸν δῆμον ἤγουν εἰς τὴν κώμην.
καὶ Λαμάχων: ὁ Λάμαχος οὗτος Ἀθηναίων στρατηγός, υἱὸς Ξενοφάνους, ὃν ὅτε εἰς Σικελίαν ἔπλεον οἱ Ἀθηναῖοι ἐχειροτόνησαν. ἦν δὲ μετʼ Ἀλκιβιάδου καὶ Νικίου, ὡς ἱστορεῖ Θουκυδίδης διὰ τῆς ϛʹ· ἦν δὲ φιλοπόλεμος οὗτος.
Λαμάχων οὗτος Ἀθηναίων στρατηγός.
ὡρικὴν ὑληφόρον: ἀντὶ τοῦ ὡραίαν καὶ ἀκμαίαν. ὥρα γὰρ ἡ ἀκμή. καὶ ὡραῖόν φασιν οἱ τραγικοὶ τὸ ἀκμαῖον· κοινὰ δὲ τὰ τοιαῦτα ὀνόματα. ὡρικὸν δὲ μειράκιον καὶ κόρη, ὡς ἐν Δαιταλεῦσιν αὐτός· ἡ δὲ λέξις ἀπόδεκτος.
ὡρικὴν ὡραίαν.
ὑληφόρον ξυληφόρον.
ὡρικὴν ὑληφόρον ἀντὶ τοῦ ὡραίαν καὶ ἀκμαίαν.
τὴν Στρυμοδώρου Θρᾷτταν: ἤτοι κοινῶς δούλην, ἢ οὕτως καλουμένην, τὴν ἐκ Θρᾴκης, ὡς τὴν ἀπὸ Φρυγίας καὶ Παφλαγονίας. φελλεῖς δὲ ἔλεγον οἱ Ἀττικοὶ τοὺς πετρώδεις τόπους, οἵτινες κάτωθεν μέν εἰσι πετρώδεις, ἐπιπολῆς δὲ ὀλίγην ἔχουσι γῆν. μέμνηται δὲ καὶ ἐν Νεφέλαις τοῦ φελλέως. οἱ δὲ ὅτι ὄρος Φελλεὺς οὕτω καλούμενον.
τὴν Στρυμοδώρου Θρᾷτταν δούλην, ἢ τὴν ἀπὸ Στρύμονος ποταμοῦ Θρᾴκης.
Φελλέως ὄρος Ἀττικῆς ὁ Φελλεύς.
μέσην λαβόντʼ ἄραντα: ἐν εἰσθέσει κῶλα τρία ἰσάριθμα, ὧν τὰ βʹ ἰαμβικὰ δίμετρα, τὸ δὲ ἓν μονόμετρον.
καταγιγαρτίσαι: ἀντὶ τοῦ κατὰ τῶν γεωργικῶν γιγάρτων βαλεῖν καὶ διαμηρίσαι. γεωργικῶς δὲ παίζει. ἢ ὅτι τὸ ῥῆμα πρόσκαιρον, ἵνα ἀπὸ τῶν γιγάρτων τὸ μόριον ᾖ πεπλασμένον. οὐ γὰρ διὰ παντὸς συνουσιάσαι δηλοῖ τὸ «καταγιγαρτίσαι». γίγαρτα δὲ τὰ ἐντὸς τῆς σταφυλῆς ὀσπριώδη. ἢ ἀντὶ τοῦ συνουσιάσαι. γίγαρτον γὰρ τὸ αἰδοῖον. ἢ καταθλῖψαι, ἀπὸ μεταφορᾶς τῶν γιγάρτων.
γεωργικῶς παίζει τηρῶν τὴν τροπήν. γίγαρτα γὰρ τὰ ἐντὸς τῆς σταφυλῆς κοκκία. ἐνταῦθα δὲ τὸ αἰδοῖον λέγει. «καταγιγαρτίσαι» οὖν ἐπὶ συνουσίας ἀντὶ τοῦ συγγενέσθαι αὐτῇ.
καταγιγαρτίσαι συγγενέσθαι.
ἐκ κραιπάλης: ἡ ἐξ ἑωθινοῦ μέθη κραιπάλη καλεῖται, ἡ ἀπὸ χθιζῆς οἰνοποσίας.
κραιπάλη ἐστὶ τὸ ἀπόζειν οἴνου ἐκ τῆς χθιζῆς οἰνοποσίας ἕωθεν.
ἐν τῷ φεψάλῳ: ἐν τῷ καπνῷ. φέψαλοι γὰρ οἱ σπινθῆρες, ὡς καὶ ἀλλαχοῦ δηλοῖ· «ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ». καὶ παρὰ Ἀρχιλόχῳ δὲ κεῖται· «πυρὸς δʼ ἦν αὐτῷ φεψάλυξ». διὰ δὲ τὸ μὴ δεῖσθαι ἀσπίδος εἰρήνης γενομένης, ἔφη «ἐν φεψάλῳ κρεμήσεται ἡ ἀσπίς», παρὰ τὸ Ἡσιόδειον «αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο». καὶ τί δεῖ περὶ ἀσπίδος καὶ πηδαλίου λέγειν, ὅπου γε καὶ περὶ ἀχρήστων βουλευμάτων ταύτην ἐξήνεγκε τὴν γνώμην ὁ ποιητὴς εἰπὼν «ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν». περὶ δὲ ὅπλων ἐπιμελείας ἀξιουμένων τοὐναντίον ἔθηκεν· «ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει».
οὗτος ὁ Δικαιόπολις.
Ἡράκλεις: διπλῆ· εἶτα ἕπεται δυὰς μονοστροφικὴ ἀμοιβαία τὰς περιόδους ἔχουσα δεκακώλους, ἐκ στίχων δύο τροχαϊκῶν τετραμέτρων καταληκτικῶν καὶ κώλων ηʹ· ὧν τοὺς μὲν στίχους ὁ ὑποκριτὴς λέγει, τὰ δὲ κῶλα ὁ χορός. πρῶτος τοίνυν ἐστὶ στίχος ἐν ἐκθέσει κατὰ τὸ ἴσον τοῖς χορικοῖς ἃ ποιεῖ δοχμὸν συζυγίαν καὶ παίωνας τρεῖς καὶ διαίρεσιν. τῷ δὲ δικώλῳ τούτῳ ἀντιστροφικὸν τὸ μὲν πρῶτόν ἐστιν «ἀπολεῖς ἄρα τὸν ἥλικα τόνδε φιλανθρακέα», τὸ δὲ τῆς δευτέρας «οὗτοι ἴσοι χαμαί». ἕπεται δὲ τοῖς δυσὶ κώλοις στίχος τροχαϊκὸς ὅδε «ἀντὶ ποίας αἰτίας» καὶ ἐν εἰσθέσει τὰ λοιπὰ κῶλα ϛʹ, παιωνικὰ δίρρυθμα.
βαλλόμενος λίθοις ὁ Δικαιόπολις ὑπὸ τοῦ χοροῦ φησιν «Ἡράκλεις». ὡς ἀλεξίκακον τὸν Ἡρακλέα καλεῖ. γελοίου δὲ χάριν τῆς μὲν κεφαλῆς οὐ φροντίζει, τῆς δὲ χύτρας προνοεῖται.
Ἡράκλεις: βαλλόμενος λίθοις ὁ Δικαιόπολις ὑπὸ τοῦ χοροῦ ὡς ἀλεξίκακον τὸν Ἡρακλέα καλεῖ. πάνυ δὲ κινεῖ γέλωτα, τῆς μὲν κεφαλῆς αὐτοῦ ἀφροντιστῶν, τῆς δὲ χύτρας προνοούμενος, ἐν ᾗ τὸ ἔτνος ἦν. τῷ δὲ συντρίβειν καὶ Μένανδρος κέχρηται ἐν Λευκαδίᾳ καὶ ἐν Ἀσπίδι «ἔχων τὴν ἀσπίδα ἔκειτο συντετριμμένην». σχετλιαστικὴ δὲ ἡ τοῦ «Ἡράκλεις» φωνή. οὗτος γὰρ ὁ θεὸς εἰς ἐπικουρίαν ἐκαλεῖτο ὡς ἀλεξίκακος τοῖς σχέτλια πάσχουσιν.
οὗτος ὁ θεὸς εἰς ἐπικουρίαν ἐκαλεῖτο, ὡς ἀλεξίκακος τοῖς σχέτλια πάσχουσιν.
γέλωτα πάνυ κινεῖ τῆς μὲν κεφαλῆς ἀφροντίστως ἔχων, τῆς δὲ χύτρας προνοούμενος, ἐν ᾗ τὸ ἔτνος ἦν.
ὦ μιαρὰ κεφαλή: ἐκ τοῦ ἡγεμονικοῦ μέρους τοῦ σώματος δηλοῖ τὸν ἄνδρα, παραπλησίως Ὁμήρῳ «Τεῦκρε φίλη κεφαλὴ» καὶ «τοίην γὰρ κεφαλήν». καὶ παρὰ Δημοσθένει «καὶ ταῦτʼ ἔλεγες, ὦ μιαρὰ κεφαλή».
ἐκ τοῦ ἡγεμονικωτέρου μέρους τοῦ σώματος δηλοῖ τὸν ἄνδρα.
ὅστις ἡμῶν μόνος: χωρὶς ἡμῶν τῶν Ἀθηναίων· ἢ μόνος ἐξ ἡμῶν.
ἴστε γινώσκετε.
χώσομεν τοῖς λίθοις: τοιοῦτο καὶ τὸ Ὁμηρικὸν «λάινον ἕσσο χιτῶνα». ἐν ἤθει δὲ αὐτὸ μετεποίησεν. Ἀλέξανδρος μὲν γὰρ ἄξιος τῶν λίθων, Λακεδαιμονίας ἐρασθεὶς γυναικὸς ἐπὶ συμφορᾷ τῆς πατρίδος· οὗτος δὲ εἰρήνης ἐρᾷ ἐπʼ ἀγαθῷ τῆς πατρίδος.
χώσομεν τοῖς λίθοις παρὰ τὸ Ὁμηρικὸν «λάινον ἕσσο χιτῶνα».
μηδαμῶς πρὶν ἄν γʼ ἀκούσητʼ: μεγαλοφρόνως καὶ γενναίως οὐ παραιτεῖται τὸν θάνατον, ἀλλὰ πρῶτον εἰπεῖν ἀξιοῖ, καὶ τότε ἀποθανεῖν ἐὰν ᾖ δίκαιον.
οὐκ ἀνασχήσομαι: ὅτι τινὲς τὸ «ἀνασχήσομαι» ὡς ἔκφυλον νομίζουσιν. ἐχρήσατο δὲ αὐτῷ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οὐ δεῖ οὖν μόνον λέγειν ἀνέξομαι.
ἐμισεῖτο γὰρ ὁ Κλέων ὡς συνταράττων τὰ κοινά.
κατατεμῶ τοῖσιν ἱππεῦσι ποτʼ ἐς καττύματα: ἐνταῦθα πάλιν περιττεύει τὸ «ποτὲ» διὰ τὴν μετροποιΐαν, καὶ ἔτι πρὸς τὴν ἐξήγησιν· οὐ ποτὲ τέμνει τὸν Κλέωνα Ἀριστοφάνης ἀλλʼ ἀεί. ὡς οὖν ἄνω τὸ «νῦν» περιττεύει, οὕτως ἐνταῦθα τὸ ποτέ. ἔστι γὰρ τοῦ αὐτοῦ μέτρου τὸ κῶλον. καττύματα δέ ἐστι δέρματά τινα ἰσχυρὰ καὶ σκληρά, ἅπερ τοῖς σανδαλίοις καὶ τοῖς ἄλλοις ὑποδήμασιν ὑποβάλλεται. οἰκεία δὲ ἡ ἀπειλὴ κατὰ τοῦ Κλέωνος· βυρσοδέψης γὰρ οὗτος. ὅτι δὲ τοῖς ἱππεῦσιν ἦν τις ἔχθρα πρὸς Κλέωνα, καὶ διὰ τῆς ἀρχῆς δεδήλωκε «καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὖργον».
ὅτι ἔχθρα ἦν τοῖς ἱππεῦσι πρὸς Κλέωνα δεδήλωται διὰ τοῦ τῶν Ἱππέων δράματος, ἀλλὰ καὶ διὰ τούτου «καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὖργον».
σοῦ δʼ ἐγὼ λόγους λέγοντος: ἕπεται τῇ δυάδι δίστιχον, ὃ τοῖς μέλεσιν ἐξ ἔθους ὑπάγουσιν, ὅπερ ἐστὶ τετράμετρον τροχαϊκὸν καταληκτικόν. οὐ λέγει δὲ ὅτι τοὺς μὲν μακροὺς οὐ προσήσομαι, ἀκούσομαι δὲ τοὺς διὰ συντομίας λεγομένους, ἀλλʼ ὅτι πάντες λόγοι μακροὶ πεφύκασι κρινόμενοι πρὸς πρᾶξιν, εἰ πέπρακται.
τῶν δʼ ἐμῶν σπονδῶν: λείπει ἡ περί. οὐ βούλεται δὲ αὐτοὺς τῶν Λακεδαιμονίων μνημονεύειν διὰ τὸ ἐνθυμουμένους τὰ ὑπʼ αὐτῶν γεγενημένα ὀργίλους καθίστασθαι.
οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος: ἐπὶ ἀπιστίᾳ γὰρ διεβάλλοντο οἱ Λακεδαιμόνιοι. καὶ Εὐριπίδης ἐν Ἀνδρομάχῃ «Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια». τρία δὲ ἐγκλήματα παραβασίας προσέθηκεν αὐτοῖς. αἱ γὰρ συνθῆκαι διὰ τριῶν τελοῦνται, λόγων, ἔργων, χειρῶν· λόγων μέν, οἷον διʼ ὅρκων, ἔργων δέ, διὰ τῶν ἐν βωμοῖς θυσιῶν, χειρῶν δέ, ἐπειδὴ αἱ πίστεις διὰ τῶν δεξιῶν γίνονται. καὶ Ὅμηρος· «καὶ δεξιαί, ᾗς ἐπέπιθμεν».
οὐχ ἁπάντων, οὐχ ἁπάντων: πάνυ δεινῶς καὶ τεθαρρηκότως ἐχρήσατο τῇ ἐπαναλήψει, καὶ οὐ κατέπτηξεν οὐδʼ ηὐλαβήθη ἐν τοσούτοις ὑπὲρ τῶν ἐχθρῶν εἰπὼν ὅτι οὐ μόνον οὐκ ἠδίκησαν κατὰ πάντα, ἀλλʼ ὅτι καὶ ἐν τοῖς ἀδικηθεῖσι ταχθεῖεν ἄν.
ταραξικάρδιον: αὐξήσει κέχρηται εἰπὼν «καὶ ταραξικάρδιον». ἔστι γάρ τι δεινόν, ὃ μὴ οὕτως ἐστὶ δεινόν, ὡς δάκνειν καὶ ταράττειν τὴν καρδίαν. ὅπερ δὲ τῇ καρδίᾳ ταραχὴν ἐμποιήσειεν ἄν, τοῦτο ἀναμφιβόλως δεινότατον νομίζοιτʼ ἄν.
εἰσὶ καὶ ἄλλα δεινά, τὸ δὲ τὴν καρδίαν ταράττον τοῦτʼ ἂν εἴη κυρίως δεινὸν καὶ ἀναμφιβόλως νομίζοιτο.
κἄν γε μὴ λέγω δίκαια: τοῦτο δεινὸν καὶ προσκρουστικόν, ἐπειδὴ οἱ στρατηγοῦντες καὶ δημαγωγοῦντες κωλυταὶ τῆς εἰρήνης ἐγίνοντο.
ὑπὲρ ἐπιξήνου θελήσω τὴν κεφαλὴν ἔχων λέγειν: ἐὰν μὴ λέγω, φησί, δίκαια, τῆς κεφαλῆς ἀφαιρεθείην. ἐπίξηνος καλεῖται ὁ μαγειρικὸς κορμός, ἐφʼ οὗ τὰ κρέα συγκόπτουσιν.
ἐπιξήνου τοῦ μαγειρικοῦ κορμοῦ, ἐφʼ οὗ τὰ κρέα τιθέντες κόπτουσιν.
μὴ οὐ καταξαίνειν τὸν ἄνδρα: μὴ οὐχὶ λίθοις αὐτὸν αἱμάσσειν ὥστε φοινικοῦν αὐτῷ ποιῆσαι τὸ σῶμα· τὸ δὲ καταξαίνειν ὡς ἐπὶ ἐρίων ἔθηκεν· διὸ καὶ «φοινικίδα» εἶπεν, ὡς ἐπὶ ἱματίου. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ χρῆσθαι Λακεδαιμονίους φοινικίδι πρὸς τοὺς πολέμους, τοῦτο μὲν διὰ τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δὲ ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ αἵματος ῥύσεως ἐθίζει καταφρονεῖν. τὸ οὖν ἐν φοινικίδι ἀντὶ τοῦ ἐν τάξει πολεμίων ἀπὸ τοῦ φορήματος δηλώσειεν ἂν εἰκότως, ἐπεὶ τὸ φοινιχθῆναι αἱμαχθῆναι. τὸ δὲ «ξαίνω» ῥῆμα καὶ παρὰ Δημοσθένει κεῖται ἐν τῷ κατʼ Αἰσχίνου περὶ τῆς παραπρεσβείας· «εἰπούσης τι καὶ δακρυσάσης ἐκείνης, περιρρήξας τὸν χιτῶνα ὁ οἰκέτης ξαίνει κατὰ τοῦ νώτου πολλάς».
ὡς ἐπὶ ἐρίων ἔθηκε τὸ «καταξαίνειν»· διὸ καὶ «φοινικίδα» εἶπεν, ὡς ἐπὶ ἱματίου. Ἀριστοτέλης γάρ φησιν ἐν τῇ τῶν Λακεδαιμονίων πολιτείᾳ χρῆσθαι Λακεδαιμονίους φοινικίδι πρὸς τοὺς πολεμίους, τοῦτο μὲν ἐπὶ τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δὲ ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ αἵματος ῥύσεως ἐθίζει καταφρονεῖν. ἐν τάξει οὖν πολεμίων ἀπὸ τοῦ ἐνδύματος εἴρηκε τὸ φοινιχθῆναι, ἤγουν αἱμαχθῆναι δίκην φοινικοβαφοῦς ἐνδύματος.
μὴ οὐ συνίζησις.
εἰς φοινικίδα ἤγουν μὴ οὐ λίθοις αὐτὸν αἱμάσσειν ὥστε φοινικοῦν γενέσθαι αὐτοῦ τὸ σῶμα.
θυμάλωψ: ὁ διακεκαυμένος ἀναβάτης. χαριέντως δὲ εἶπεν, ἐπεὶ ἀνθρακεῖς εἰσιν οἱ Ἀχαρνεῖς. ἀντὶ γὰρ τοῦ εἰπεῖν οἵως ἐξεκαύθητε «οἷος», εἶπε, «θυμάλωψ ἐπέζεσεν».
ὦχαρνηΐδαι: τὴν Ὁμηρικὴν περίφρασιν πολιτικῶς μιμεῖται· «ὦ υἷες Ἀχαιῶν», ἐν μιᾷ λέξει προενεγκάμενος τὸ ὄνομα ὅλον, ὦ Ἀχαρνέων παῖδες.
ἐξελύμην ἢν ἀκούσω: καὶ παρʼ Ὁμήρῳ «νῦν ἐλύμην τρὶς τόσσα πορών». Γ
ἀνταποκτενῶ: ταῦτα λέγει τινὸς τῶν Ἀχαρνέων ἁρπάσας κόφινον γερόντων, ἐν ᾧ τοὺς ἄνθρακας φέρουσιν, ὃν βούλεται ξίφει διαχρήσασθαι. σκώπτει δὲ τοὺς Ἀχαρνέας ὡς ἀνθρακοκαύστας.
ὁμήρους: ὅμηρα ἐκάλουν τὰ ἐπὶ συνθήκαις διδόμενα ἐνέχυρα.
ἔνδον εἵρξας: ἀποκλείσας. δασέως δὲ τὸ «εἵρξας» Ἀττικοί. τὸ μέντοι παρʼ Ὁμήρῳ «ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ» ψιλῶς. τὸ δὲ «εἵρξας» δασέως ἀναγινώσκομεν, ὅταν τὸ πράξας δηλοῖ· «ἡ μὲν ἄρʼ ὣς ἕρξασʼ ἀπεβήσατο δῖα θεάων». τὸ δὲ ἐπὶ τῆς εἱρκτῆς δασέως Ἀττικοί.
ἔνδον εἵρξας ἐντὸς οἰκίας καθείρξας.
εἴσομαι δʼ ὑμῶν τάχα: ψίαθον ἀνθράκων προενήνοχεν, ὅν φησι παῖδα εἶναι τῶν Ἀχαρνέων, πάνυ κωμικώτατα. τὰ δὲ μεγάλα πάθη ὑποπαίζει τῆς τραγῳδίας, ἐπεὶ καὶ ὁ Τήλεφος κατὰ τὸν τραγῳδοποιὸν Αἰσχύλον, ἵνα τύχῃ παρὰ τοῖς Ἕλλησι σωτηρίας, τὸν Ὀρέστην εἶχε συλλαβών. παραπλήσιον δέ τι καὶ ἐν ταῖς Θεσμοφοριαζούσαις ἐποίησεν. ὁ γὰρ Εὐριπίδου κηδεστὴς Μνησίλοχος, ἐπιβουλευόμενος παρὰ τῶν γυναικῶν, ἀσκὸν ἁρπάσας παρά τινος γυναικός, ὡς ἂν παιδίον ἀποκτεῖναι βούλεται. τὸ δὲ «εἴσομαι» ἀντὶ τοῦ γνώσομαι, ὡς καὶ παρʼ Ὁμήρῳ «εἴσομʼ αἴκε μʼ ὁ Τυδεΐδης».
εἴσομαι δʼ ὑμῶν: ἀντὶ τοῦ γνώσομαι. ψίαθον ἀνθράκων προσενήνοχεν, ὅν φησι παῖδα εἶναι τῶν Ἀχαρνέων, πάνυ κωμικώτατα.
εἴσομαι γνώσομαι.
ὁ λάρκος δημότης: ὁ λάρκος πλέγμα τι κοφινῶδες ἢ ψιαθῶδες, ἐν ᾧ φέρουσι τοὺς ἄνθρακας.
μηδαμῶς ὦ μηδαμῶς: τοῦτο ἀποσιώπησις καλεῖται. ἔχεις καὶ παρὰ Δημοσθένει τὸ ὅμοιον· «ἀλλʼ ὦ τί ἄν σέ τις εἰπὼν ὀρθῶς προσείποι;» εἰρηκότος γὰρ αὐτοῦ «μηδαμῶς» εἶπεν «ὦ μηδαμῶς».
ἀπολεῖς ἄρα τὸν ἥλικα: ἤτοι τὸν λάρκον, ἢ ἐμὲ τὸν σοῦ αὐτοῦ ἥλικα, διὰ τῆς τοῦ λάρκου σφαγῆς.
διπλαῖ δὲ δύο, ὅτι ἡ ἑτέρα ἕπεται δυάς, ἡ ἀντιστρέφουσα τῇ προαποδεδομένῃ, ἧς ἡ ἀρχὴ «ὡς ἀποκτενῶ κέκραχθε», τέλος δὲ τῆς πρώτης «οὐ προδώσω ποτέ», τῆς δὲ δευτέρας «τῇ στροφῇ γίνεται».
ἀλλὰ νῦν λέγʼ εἴ σοι: ἐπιτρέπουσιν αὐτῷ λέγειν μόνον ἵνα ἀφῇ τὸν λάρκον.
ὅτι τῷ τρόπῳ σοὐστὶ φίλος: ἀντὶ τοῦ εἰπὲ καὶ ὅτῳ τρόπῳ ὁ Λακεδαιμόνιός ἐστί σοι φίλος. ἢ οὕτως· εἰπὲ τί σου τῷ τρόπῳ φίλον ἐστὶ περὶ Λακεδαιμονίων. τὸ δὲ ἑνικὸν ἀντὶ τοῦ πληθυντικοῦ προηνέγκατο, ἀντὶ τοῦ περὶ Λακεδαιμονίων. τὸ ὅμοιον καὶ παρὰ τῷ ῥήτορι ἐν τῷ πρώτῳ τῶν Φιλιππικῶν· «ἀλλὰ μὴ τόν γε Παίονα καὶ Ἰλλύριον».
λέγʼ ἤγουν εἰπὲ τί σου τῷ τρόπῳ φίλον ἐστὶ περὶ Λακεδαιμονίων.
ἐξεράσατε: ἀντὶ τοῦ ἐκκενώσατε, ἐκβάλετε, ἀπορρίψατε. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς ἔρας, τουτέστι τῆς γῆς.
οὑτοιΐ σοι χαμαί: κωμῳδεῖ καὶ διασύρει τοὺς Ἀθηναίους ὡς καὶ ταχέως θυμουμένους καὶ ταχέως παυομένους.
ἐγκάθηνταί που λίθοι: ἐγκεκρυμμένοι εἰσίν· οἱ γὰρ κρυπτόμενοι ὑποκάθηνται.
ὅπως σκοπεῖτε.
ἐκσέσεισται ἢ ὁ κόλπος ἢ ὁ τρίβων.
σειόμενον τὸ τριβώνιον.
ἀλλὰ κατάθου τὸ βέλος: σημειωτέον ὅτι ἐπὶ ξίφους τὸ βέλος τέθεικε. καὶ Ὅμηρος πᾶν τὸ βαλλόμενον.
ὡς ὅδε γε σειστός: χορεύουσιν ἅμα καὶ κόρδακα ἐνδείκνυνται, τὸ λεγόμενον οὕτως ἐπὶ τῆς κωμικῆς ὀρχήσεως. ἀναστρεφόμενοι δὲ ἀποτινάσσουσι τοὺς χιτῶνας, ἀποδεικνύντες ὡς μηδένα τῶν λίθων ἐγκεκρυμμένον ἔχουσι. λέγεται δὲ στροφὴ τῶν κώλων τὸ σύστημα.
σειστὸς ἐσείοντο γὰρ τὰ ἱμάτια ὀρχούμενοι.
ἐμέλλετʼ ἄρα: ἠθικώτατα καὶ ἥδιστα πρὸς τοὺς ἐν τῷ λάρκῳ ἄνθρακας διαλέγεται, λέγων ὅτι ἐμέλλετε μετὰ βοῆς ἀνασείειν, ὡς τῆς τοῦ λάρκου ῥήξεως μετὰ βοῆς μελλούσης γίνεσθαι.
ἐμέλλετʼ ἄρα πάντες: ὑφʼ ὃ διπλῆ καὶ ἐν εἰσθέσει στίχοι ἰαμβικοὶ ιαʹ.
Παρνάσσιοι ἀντὶ τοῦ μεγάλοι, ἀπὸ Πάρνηθος τοῦ ὄρους τῆς Ἀττικῆς.
ἄνθρακες Παρνάσσιοι: ἀντὶ τοῦ μεγάλοι. Πάρνης γὰρ ὄρος τῆς Ἀττικῆς, χορηγίαν ἔχον πολλῶν ξύλων. ἔπαιξεν οὖν Παρνασσίους εἰπών, ὡς ἀπὸ τόπου Παρνασσοῦ, τὴν λέξιν παραγαγὼν ἵνα ὑποδηλώσῃ αὐτοὺς ἱερούς· ὁ γὰρ Παρνασσὸς ὄρος Φωκίδος ἐστίν, ἱερὸν Ἀπόλλωνος καὶ Διονύσου.
Παρνάσσιοι: ἀντὶ τοῦ μεγάλοι. τὸ γὰρ Παρνάσσιον ἐπὶ τοῦ μεγάλου ἐτίθεσαν. οἱ δὲ τοὺς ἀπὸ Πάρνηθος τοῦ ὄρους τῆς Ἀττικῆς ἄνθρακας.
Παρνασὸς ὄρος τῆς Ἀττικῆς ἱερὸν ἔχων Ἀπόλλωνος καὶ Διονύσου. ὡς χορηγίαν δὲ ἔχοντος ξύλων πολλῶν παίζει Παρνασίους ἄνθρακας εἰπών, ἤγουν καὶ μεγάλους. οἱ δὲ τοὺς ἀπὸ Πάρνηθος ὄρους τῆς Ἀττικῆς ἄνθρακας φασὶ λέγειν.
Παρνήσσιοι ἤγουν μεγάλοι.
ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης: ἡ ἐξ ἀνθράκων τέφρα μαρίλη λέγεται. «μαρίλης» οὖν ἀντὶ τοῦ τῆς ἀπὸ τῶν ἀνθράκων σποδιᾶς. ἐπαφῆκεν ὁ λάρκος ὑπὸ ἀγωνίας, ὥσπερ ἡ σηπία τὸ μέλαν. θηρώμεναι γὰρ αἱ σηπίαι ἐπαφιᾶσιν ἐκ τοῦ προσόντος αὐταῖς μέλανος, ταράττειν βουλόμεναι τὸν παρʼ αὐταῖς τόπον, ἵνα μὴ καταφανεῖς ὦσι τοῖς θηρῶσιν.
ὑπʼ ἀγωνίας ἀπὸ τῆς τῶν ἀνθράκων σποδιᾶς ἐπαφῆκεν ὁ λάρκος, ὥσπερ ἡ σηπία ἐπαφίησι τὸ μέλαν θηρευομένη. αἱ γὰρ σηπίαι θηρευόμεναι ἐπαφιᾶσιν ἐκ τοῦ προσόντος αὐταῖς μέλανος, ταράττειν βουλόμεναι τὸν παρʼ αὐταῖς τόπον, ἵνα μὴ καταφανεῖς ὦσι τοῖς θηρεύουσιν.
μαρίλης τῆς ἀπὸ τῶν ἀνθράκων σποδιᾶς ἢ τέφρας.
ὀμφακίαν: ἀντὶ τοῦ ὠμὸν καὶ σκληρόν, μεταφορικῶς ἀπὸ τῶν ὀμφάκων. οὕτω δὲ αἱ σταφυλαὶ δριμεῖαι οὖσαι καὶ οὔπω πέπειροι. ἐκ γὰρ τοῦ ἐναντίου πέπανον τὸ ὥριμον καὶ ἡδύ. θηλυκῶς δὲ καὶ τὰς ὄμφακας λέγουσιν. ἔχεις παρὰ Πλάτωνι τῷ κωμικῷ ἐν δράματι Ἑορταῖς «καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας».
μηδὲν ἴσον ἴσῳ φέρον: ἀντὶ τοῦ δίκαιον καὶ ἐξ ἴσου, ἀπὸ μεταφορᾶς τοῦ κιρναμένου οἴνου πρὸς ἴσον ὕδωρ. λέγει δὲ κατʼ ἴσον εἰπεῖν τε καὶ ἀκοῦσαι.
ἴσον ἴσῳ ἤγουν εἰπεῖν τι καὶ ἀκοῦσαι· εἴρηται δὲ ἀπὸ μεταφορᾶς τοῦ κιρναμένου οἴνου ὕδατι ἴσῳ.
ἐμοῦ θέλοντος: τὸ ἑξῆς οὕτως· ἐμοῦ θέλοντος λέγειν ὑπὲρ ἐπιξήνου πάντα ὅσα ἂν λέγω ὑπὲρ Λακεδαιμονίων.
τί οὖν λέγεις: διπλῆ καὶ εἴσθεσις εἰς περίοδον τοῦ χοροῦ πεντάκωλον δοχμίαν, ὄντων διπλῶν μὲν τῶν δύο πρώτων, ἁπλῶν δὲ τῶν τριῶν τὸ λοιπόν.
ἐπίξηνον τὸν μαγειρικὸν κορμὸν ἐν ᾧ τὰ κρέα τιθέντες κόπτουσιν.
τί οὖν οὐ λέγεις;: εἴσθεσις χοροῦ προῳδικὴ στροφῆς λόγον ἔχουσα. ἔχει γὰρ καὶ ἀντίστροφον τὴν «τί ταῦτα στρέφεις», καὶ ἔστιν ἐκ κώλων παιωνικῶν ϛʹ ἐπιμεμιγμένων κρητικοῖς καὶ βακχείοις, ὧν τὸ αʹ τρίμετρον καταληκτικὸν ἐκ βακχείων, τὸ βʹ δίμετρον ἀκατάληκτον ἐκ κρητικῶν, τὸ γʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, τὸ δʹ ἡμιόλιον ἤτοι δίμετρον βραχυκατάληκτον, τὸ εʹ δίμετρον καταληκτικὸν ἐκ βακχείου, τὸ ϛʹ ἡμιόλιον ὅμοιον τῷ δʹ. ἐν ἐκθέσει δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι βʹ ὅμοιοι τοῖς ἑξῆς. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔσω νενευκυῖα.
λείπει τὸ μαθεῖν, ἵνα ᾖ «πάνυ γὰρ πόθος μʼ ἔχει» μαθεῖν «ὅτι φρονεῖς» καὶ δίκαια λογίζῃ.
ἀλλʼ ᾗπερ: τὸ «ᾗπερ» ἀντὶ τοῦ ὥσπερ, καθάπερ.
καὶ ἐν ἐκθέσει στίχοι ἰαμβικοὶ δύο. ὑφʼ ὃ διπλῆ, διότι ἐπιφέρεται ἐπὶ τῇ διστιχίᾳ στίχους ἰαμβικοὺς ιθʹ.
ᾗπερ καθά, ὥσπερ.
ἰδοὺ θεᾶσθε: ἀφʼ ἑαυτοῦ ταῦτα ὁ Δικαιόπολις λέγει. διὰ δὲ τῶν λελεγμένων ὁ κωμικὸς ἡμᾶς παιδεύει ὡς χρὴ τοὺς λέγοντας οὐκ ἀπὸ τοῦ μεγέθους τῶν σωμάτων σκοπεῖν, ἀλλʼ ἐπʼ ἐκεῖνα ἀφʼ ὧν λέγειν ἔμελλον. τὸ δὲ «τυννουτοσὶ» δεικνὺς τὸν δάκτυλον τὸν μικρὸν λέγει.
διὰ τούτων ἡμᾶς ὁ ποιητὴς παιδεύει, ὡς χρὴ τοὺς λέγοντας οὐκ ἐπὶ τοῦ μεγέθους τῶν σκωμμάτων σκοπεῖν, ἀλλʼ ἐπʼ ἐκεῖνα ἀφʼ ὧν λέγειν ἔμελλον.
τυννουτοσί δεικνὺς τὸν δάκτυλον τὸν μικρὸν λέγει παρὰ τὴν κοινὴν συνήθειαν.
οὐκ ἐνασπιδώσομαι: ἀντὶ τοῦ οὐ καθοπλίσομαι, οὐκ ἀσπίδι περιβαλοῦμαι σεμνυνόμενος, ἢ σκευασθήσομαι, ἐπειδὴ βραχύς εἰμι. βούλεται δὲ εἰπεῖν ὅτι οὐ παρασκευάσομαι ἐπὶ πολύ.
τὸ «ἐνασπιδώσομαι» εἴρηκεν ἀντὶ τοῦ οὐκ ἀσπίδας περιβαλοῦμαι σεμνυνόμενος. βούλεται δὲ εἰπεῖν ὅτι οὐ παρασκευάσομαι ἐπὶ πολύ.
ἀνὴρ ἀλαζών οἷον οἱ ῥήτορες.
ἀπεμπολώμενοι: πιπρασκόμενοι διὰ τῆς κολακείας. τοῦτο δέ φησι διὰ τὸ εὐχερῶς πείθεσθαι τοῖς ῥήτορσι τοὺς Ἀθηναίους ἀπατῶσιν αὐτούς.
τῶν τʼ αὖ γερόντων οἶδα: τῆς τῶν γερόντων φιλοδικίας καὶ τῆς περὶ τὸ καταγινώσκειν ἑτοιμότητος ὅλον.
ψήφῳ δακεῖν: οἷον καταδικάζειν. πανταχοῦ δὲ ὡς φιλοδίκους καὶ πρὸς τὸ καταδικάζειν ἑτοίμους τοὺς Ἀθηναίους κωμῳδεῖ.
ψήφῳ δακεῖν καταδικάζειν.
ψήφῳ δακεῖν ἤγουν τὰς φιλοδικίας καὶ τὸ καταδικάζειν.
αὐτός τʼ ἐμαυτόν: ὡς ἀπὸ τοῦ προσώπου τοῦ ποιητοῦ ὁ λόγος οὗτος.
διὰ τὴν πέρυσι κωμῳδίαν: τοὺς Βαβυλωνίους λέγει. τούτους γὰρ πρὸ τῶν Ἀχαρνέων Ἀριστοφάνης ἐδίδαξεν, ἐν οἷς πολλοὺς κακῶς εἶπεν. ἐκωμῴδησε γὰρ τάς τε κληρωτὰς καὶ χειροτονητὰς ἀρχὰς καὶ Κλέωνα, παρόντων τῶν ξένων. καθῆκε γὰρ δρᾶμα τοὺς Βαβυλωνίους ἐν τῇ τῶν Διονυσίων ἑορτῇ, ἥτις ἐν τῷ ἔαρι ἐπιτελεῖται, ἐν ᾧ ἔφερον τοὺς φόρους οἱ σύμμαχοι. καὶ διὰ τοῦτο ὀργισθεὶς ὁ Κλέων ἐγράψατο αὐτὸν ἀδικίας εἰς τοὺς πολιτάς, ὡς εἰς ὕβριν τοῦ δήμου καὶ τῆς βουλῆς ταῦτα πεποιηκότα, καὶ ξενίας δὲ αὐτὸν ἐγράψατο καὶ εἰς ἀγῶνα ἐνέβαλεν. τὰ δὲ Λήναια ἐν τῷ μετοπώρῳ ἤγετο, ἐν οἷς οὐ παρῆσαν οἱ ξένοι, ὅτε τὸ δρᾶμα τοῦτο, οἱ Ἀχαρνεῖς, ἐδιδάσκετο.
κατεγλώττιζέ μου κατελάλει μου ψευδῆ· χαριεντίζεται δὲ κωμικῶς.
κἀκυκλοβόρει: ἐνταῦθα κατέμιξε τὴν κωμῳδιακὴν χάριν καὶ τὰ δικαστικὰ ῥήματα· τὸ μὲν γὰρ διαβάλλειν καὶ λέγειν ψευδῆ καὶ πλύνειν εἴποι τις ἂν τῶν περὶ τὰ δικαστήρια ταῦτα λέγειν δεινῶν, τὸ δὲ κυκλοβορεῖν καὶ καταγλωττίζειν χαριεντίσματά ἐστι κωμῳδίας.
κἀκυκλοβόρει κατέβαλεν· Κυκλοβόρος δὲ ποταμὸς ἐν Ἀθήναις χείμαρρος ἄγαν ἠχῶν.
μολυνοπραγμονούμενος πολυπραγμονούμενος ὤφειλεν εἰπεῖν.
ἐνσκευάσασθαί με: ἀντὶ τοῦ πτωχικὴν ἀναλαβεῖν ἐσθῆτα, ὡς ἀπὸ τοῦ σχήματος ἐλεεινότατον καὶ ἀθλιώτατον εἶναί με δοκεῖν. τὰ γὰρ σεμνὰ τῶν σχημάτων καὶ φθόνον ἐπάγει.
ἐνσκευάσασθαι σκευὴν ἀναλαβεῖν.
τί ταῦτα στρέφει: ἀντὶ τοῦ τεχνάζῃ, μεταβάλλῃ, καὶ μετὰ τέχνης καὶ ποικιλίας προσέρχῃ.
παρʼ Ἱερωνύμου: οὗτος ὁ Ἱερώνυμος μελῶν ἐστι ποιητὴς καὶ τραγῳδοποιὸς ἀνώμαλος καὶ ἀνοικονόμητος, διὰ τὸ ἄγαν ἐμπαθεῖς γράφειν ὑποθέσεις καὶ φοβεροῖς προσωπείοις χρῆσθαι. ἐδόκει δὲ κροτεῖσθαι. ἐκωμῳδεῖτο δὲ ὡς πάνυ κομῶν. διόπερ Ἄϊδος κυνῆν ἔφη αὐτὸν παίξας κωμικῶς ὡς κουριῶντα.
Ἱερωνύμου οὗτος μελῶν ἦν ποιητής.
Ἄϊδος κυνῆν παρὰ τὸ Ὁμηρικόν, «Ἄϊδος κυνέην».
Ἄϊδος συνίζησις.
τὰς Σισύφου: δριμύν τινα καὶ πανοῦργον παραδεδώκασιν οἱ ποιηταὶ τὸν Σίσυφον, διὰ μιᾶς λέξεως παρʼ Ὁμήρῳ δεδιδαγμένοι «ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν».
Σισύφου δριμύν τινα καὶ πανοῦργον τοῦτόν φησιν.
καί μοι βαδιστέʼ ἐστίν: μεταβολὴ γέγονεν τόπου ὡς ἐπὶ τὴν οἰκίαν Εὐριπίδου. «βαδιστέα» δὲ ἀντὶ τοῦ βαδιστέον. τὰ γὰρ τοιαῦτα σχηματίζουσι καὶ πληθυντικῶς λεγόμενα. καὶ ἐν Πλούτῳ «συνεκποτέʼ ἐστί σοι καὶ τὴν τρύγα». καὶ Θουκυδίδης «πολεμιστέα τοῖς Ἀθηναίοις εἶναι».
… ὡς ἐπὶ τὴν οἰκίαν Εὐριπίδου μεταβολὴ γέγονε.
τοῦ Δικαιοπόλιδος κρούσαντος τὴν θύραν Εὐριπίδου Κηφισοφῶν ὑπακούει.
οὐκ ἔνδον: οἰκείως ἐξομοιοῖ τὸν οἰκέτην τῷ δεσπότῃ. τὸ δὲ «εἰ γνώμην ἔχεις» ἀντὶ τοῦ εἰ φρόνιμος εἶ καὶ συνετός.
εἰ γνώμην ἔχεις εἰ φρόνιμος εἶ.
ὁ νοῦς μὲν ἔξω συλλέγων: σκώπτει πάλιν τὸν Εὐριπίδην διὰ τὸ ἐν τοῖς λόγοις εἶναι συλλογιστικόν, καὶ οὗ ἂν λέγῃ τὸ ἐναντίον πάλιν κατασκευάζοντα, οἷον «ἡ γλῶσσʼ ὀμώμοχʼ, ἡ δὲ φρὴν ἀνώμοτος». οἷον αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται. παρατηρητέον δὲ ὅτι τὰ Εὐριπίδου ἰαμβεῖα ἐπύλλια λέγονται. ἄλλως: Ὁμηρικῶς. ὁ γὰρ ποιητὴς διώρισε τὰς ψυχὰς πρὸς τὰ σώματα εἰπὼν «πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν». οὕτως καὶ Ἀριστοφάνης. εἶπε γὰρ «ὁ νοῦς μὲν ἔξω, αὐτὸς δὲ ἔνδον». τὸ δὲ «ἀναβάδην», ἐπὶ ὑψηλοῦ τόπου καθήμενος. κακοσχόλως δὲ εἶπε. τρυγῳδίαν δὲ ἀντὶ τοῦ κωμῳδίαν, διὰ τὸ τοῖς νικῶσι κωμικοῖς τρύγα δίδοσθαι, τουτέστι νέον οἶνον.
οἷον αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται. τὰ Εὐριπίδου ἰαμβεῖα ἐπύλλια ἔφη εἶναι.
σκώπτει πάλιν τὸν Εὐριπίδην διὰ τὸ ἐν τοῖς λόγοις συλλογιστικὸν εἶναι. «ἐπύλλια» δὲ εὐτελῶς οὕτω τὰ Εὐριπίδου ἰαμβεῖά φησι. ταῦτα δέ φησι διὰ τὸ εἰρημένον τῷ Εὐριπίδῃ «ἡ γλῶσσʼ ὀμώμοχʼ, ἡ δὲ φρὴν ἀνώμοτος».
ξυλλέγων συλλογιζόμενός τι τῶν ἔξωθεν.
ἀναβάδην: ἄνω τοὺς πόδας ἔχων, ἐπὶ ὑψηλοῦ τόπου καθήμενος.
ἀναβάδην ἐπὶ ὑψηλοῦ τόπου καθήμενος, ἢ ἄνω τοὺς πόδας ἔχων. τοῦτο γὰρ τὸ «ἀναβάδην» δηλοῖ.
ὦ τρισμακάριε: θαυμάζων τὸν Κηφισοφῶντα ὁ Δικαιόπολις ἐφʼ οἷς εἶπε τοῦτό φησιν. καὶ Ὅμηρος «τρισμάκαρες Δαναοί».
ὅθʼ ὁ δοῦλος οὑτοσί: διὰ τοῦ δοκοῦντος ἐπαίνου διαβάλλει τὸν Εὐριπίδην ὅτι δεινοὺς εἰσάγει τοὺς δούλους ἐν ταῖς τραγῳδίαις.
Εὐριπίδιον: ἐρωτικὰς μιμεῖται φωνάς· οἱ γὰρ ἐρῶντες εἰώθασι τοὺς ἐρωμένους ἐρωτικῶς διʼ ὑποκοριστικῶν καλεῖν.
… ἰαμβικὸν δίμετρον ἀκατάληκτον.
εἴπερ πώποτʼ ὑπήκουσας δηλονότι.
Χολλίδης ἐγώ: δῆμος τῆς Αἰγηΐδος φυλῆς. ἢ παίζει διὰ τὸ χώλους εἰσάγειν.
ἀλλʼ οὐ σχολή: ἐν εἰσθέσει μονόμετρον ἰαμβικόν, μεθʼ ὃ ἔκθεσις εἰς στίχους ἰαμβικοὺς ἀκαταλήκτους τριμέτρους παʹ.
ἀλλʼ οὐ σχολή ἰαμβικὸν μονόμετρον ἀκατάληκτον.
ἀλλʼ ἐκκυκλήθητʼ: εἰ μὴ σχολὴν ἔχεις κατελθεῖν, ἀλλʼ ἐκκυκλήθητι, τουτέστι συστράφηθι. ἐκκύκλημα δὲ λέγεται μηχάνημα ξύλινον τροχοὺς ἔχον, ὅπερ περιστρεφόμενον τὰ ἔνδον ὡς ἐν οἰκίᾳ δοκοῦντα διαπράττεσθαι καὶ τοῖς ἔξω ἐδείκνυε, λέγω δὴ τοῖς θεαταῖς. βούλεται οὖν εἰπεῖν ὅτι κἂν φανερὸς γενοῦ. διὸ ἐπήνεγκεν «ἀλλʼ ἐκκυκλήσομαι, καταβαίνειν δʼ οὐ σχολή».
ἀναβάδην ποιεῖς: φαίνεται γὰρ ἐπὶ τῆς σκηνῆς μετέωρος. τὸ δὲ «ἀναβάδην» ἀντὶ τοῦ ἄνω τοὺς πόδας ἔχων.
λέλακας: ἀντὶ τοῦ κέκραγας.
ἀτὰρ τί τὰ ῥάκιʼ: οὕτως αὐτὸν ἐσκευοποίησεν ἐν ῥακίοις καθεζόμενον καὶ ποιοῦντα τὰς τραγῳδίας. κωμῳδεῖ οὖν αὐτὸν ὡς πτωχοὺς καὶ ταπεινοὺς εἰσάγοντα τοὺς ἥρωας.
παλαιοῦ δράματος: τοῦ Τηλέφου. ἀμφίβολον δέ πως τὸ παλαιὸν ἔφη. δηλοῖ γὰρ καὶ τὸ πρὸ πολλοῦ χρόνου παρʼ Ὁμήρῳ «ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός». δηλοῖ δὲ καὶ τὸ διερρυηκός, ὡς τὸ «πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ νέαι ἠδὲ παλαιαί». τοῦτο δὲ νῦν δηλοῖ.
δράματος τοῦ Τηλέφου.
παλαιὸν λέγει τὸ δρᾶμα ἢ ὡς πρὸ πολλοῦ γεγονὸς αὐτῷ, ἢ διὰ τὸ παλαιὰ ῥάκια περιβαλεῖν αὐτὸν τὸν Τήλεφον.
ῥῆσιν μακράν: τὸ μακρὸν οὐκ ἀργῶς αὐτῷ λέλεκται, ἀλλʼ ἐπειδὴ τοὺς ἀγγέλους καὶ τοὺς προλόγους μακρηγοροῦντας εἰσάγει Εὐριπίδης, πρὸς αὐτὸν ὁ λόγος ἀποτείνεται.
μακράν τοῦτο λέγει διὰ τὸ εἰσάγειν τὸν Εὐριπίδην μακρηγοροῦντα τὰ πρόσωπα.
τὰ ποῖα τρύχη: γέγραπται τῷ Εὐριπίδῃ δρᾶμα Οἰνεύς. μετὰ δὲ τὸν θάνατον Τυδέως καὶ ἐπιστράτευσιν Διομήδους κατὰ Θηβαίων ἀφῃρέθη τὴν βασιλείαν Οἰνεὺς διὰ τὸ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων καὶ περιῄει ταπεινός, ἄχρις οὗ ἐπανελθὼν ὁ Διομήδης Ἄγριον μὲν ἀνεῖλε, τὴν βασιλείαν δὲ Οἰνεῖ παραδέδωκε. τρύχη δὲ τὰ ῥάκη, τραγικῶς.
τρύχη τὰ ῥάκη, τραγικῶς.
Οἰνεὺς ὁδί ὡς προκειμένου τοῦ προσώπου Οἰνέως.
Φοίνικος Φοίνικα λέγει τὸν Ἀμύντορος.
λακίδας διερρωγότα ἱμάτια.
Φιλοκτήτου εἰσήγαγε τὸν Φιλοκτήτην ἐν τῇ Λήμνῳ πενόμενον.
πτωχιστέρου συνήθως αὐτὸ παρεσχημάτισεν ὡς λαλιστέρου, ψευδιστέρου, πτωχιστέρου.
τὰ δυσπινῆ τὰ ἐρρυπωμένα, τὰ ῥυπαρά. πίνος γὰρ ὁ ῥύπος. εἰσήγαγε δὲ καὶ τοῦτον καταβληθέντα ἐκ τοῦ Πηγάσου καὶ ἐρρυπωμένα ἱμάτια ἔχοντα.
χωλός, προσαιτῶν: οὐκ εἶπεν ἐπαιτῶν ἀλλὰ «προσαιτῶν». οὕτω γὰρ λέγεται. ἔκειτο γὰρ καὶ πλησίον τοῦ Βελλεροφόντου.
ἐπίτηδες τοῦτο ἐποίησεν ἵνα διέλθῃ πάντας ὅσους ἐποίησε πτωχοὺς ῥάκιʼ ἐνδεδυμένους.
οἶδʼ, ἄνδρα Μυσόν μόλις εὗρε τοῦτον.
τὰ σπάργανα τὰ ἱμάτια. κυρίως δὲ τὰ ῥάκη. ὡς ἐπὶ βιβλίων τινῶν ἢ ῥακῶν.
τῶν Θυεστείων ῥακῶν: ἢ τῶν Κρησσῶν ἢ αὐτοῦ τοῦ Θυέστου.
ἐξήγαγεν ὁ θεράπων τὰ ῥάκη.
ὦ Ζεῦ διόπτα: ταῦτά φησιν ἐπεὶ πολύτρητα ἦν τὰ ῥάκη, διʼ ὧν ἦν πάντα ἐπισκοπῆσαι. καὶ ὁ Ζεὺς δὲ παντεπόπτης λέγεται.
ἐνσκευάσασθαί με: λείπει τὸ ποίησον. διασύρει δὲ ὅτι οὐκ ἐχρῆν τοιαῦτα ἐπὶ σκηνῆς ἄγειν.
Εὐριπίδη, ἐπειδήπερ συνίζησις.
τὸ πιλίδιον: πρὸς τοὺς νῦν ὑποκριτάς, ὅτι χωρὶς πίλου εἰσάγουσι τὸν Τήλεφον. τὸ δὲ τοῦ Τηλέφου πιλίδιον, τὸ νῦν λεγόμενον καμαλαύκιον.
πρὸς τοὺς νῦν ὑποκριτὰς ὁ λόγος. καθάπτεται δὲ αὐτῶν ὅτι χωρὶς πιλίου ἤτοι περικεφαλαίας εἰσάγουσι τὸν Τήλεφον.
πιλίδιον περικεφαλαίαν τινά, τὸ νῦν λεγόμενον καμελαύκιον.
δεῖ γάρ με δόξαι οἱ δύο στίχοι οὗτοι ἐκ Τηλέφου Εὐριπίδου.
φαίνεσθαι δὲ μή: τουτέστι μὴ ἀλλάξαι τὴν φύσιν, ἀλλὰ τὴν μορφήν.
τοὺς μὲν θεατάς: ἵνʼ εἴπῃ τῶν μὲν θεατῶν τὸ εὐπαίδευτον, τῶν δὲ χορευτῶν τὴν ἀμουσίαν.
τοὺς δʼ αὖ χορευτάς: καὶ διὰ τούτων τὸν Εὐριπίδην διασύρει. οὗτος γὰρ εἰσάγει τοὺς χοροὺς οὔτε τὰ ἀκόλουθα φθεγγομένους τῇ ὑποθέσει, ἀλλʼ ἱστορίας τινὰς ἀπαγγέλλοντας, ὡς ἐν ταῖς Φοινίσσαις, οὔτε ἐμπαθῶς ἀντιλαμβανομένους τῶν ἀδικηθέντων ἀλλὰ μεταξὺ πίπτοντας.
σκιμαλίσω: ἐξουθενίσω ἢ χλευάσω, τῷ μικρῷ δακτύλῳ ὡς τῶν γυναικείων πυγῶν ἅψωμαι. εἴρηται δὲ ἡ λέξις καὶ ἐν Εἰρήνῃ. ἐλέγετο δὲ σκιμαλίζειν κυρίως τὸ τῷ μικρῷ δακτύλῳ τῶν ὀρνίθων ἀποπειρᾶσθαι εἰ ᾠοτοκοῦσιν.
σκιμαλίζειν ἐστὶ τὸ τῷ μικρῷ δακτύλῳ τῶν ὀρνίθων ἀποπειρᾶσθαι εἰ ᾠοτοκοῦσιν. ἐνταῦθα δὲ παίζει, οἷον τῶν γυναικείων πυγῶν ἅψομαι λέγων.
σκιμαλίσω ἐξουθενίσω, χλευάσω, ψηλαφήσω.
εὐδαιμονοίης: παρὰ τὰ ἐκ Τηλέφου Εὐριπίδου «καλῶς ἔχοιμι, Τηλέφῳ δʼ ἁγὼ φρονῶ».
γλίσχρος: ἀντὶ τοῦ ταπεινὸς κόλαξ. «προσαιτῶν» δὲ ἀντὶ τοῦ πολλὰ αἰτῶν. τοῦ δὲ λιπαρεῖν τὸ ι ἐκτείνεται· ἔστι γὰρ τὸ λίαν παρεῖναί τινι.
γλίσχρος ταπεινὸς κόλαξ.
προσαιτῶν ἀντὶ τοῦ πολλὰ αἰτῶν.
τοῦ λιπαρεῖν τὸ ι ἐκτείνεται, εἰ καὶ ἔστιν ἐκ τοῦ λίαν παρεῖναί τινι. τοῦτο γὰρ συστέλλεται.
διακεκαυμένον λύχνῳ: ὅτι οἱ πρεσβῦται διὰ τὸ μόλις βαδίζειν ἐν σπυρίδι κρύπτουσι τὸν λύχνον, ὥστε σώζειν τὸ πῦρ.
πλέκους χρέος: τοῦ σπυριδίου, τοῦ πλέγματος. καὶ τοῦτο δὲ παρὰ τὰ ἐκ Τηλέφου Εὐριπίδου· «τί δʼ ὦ τάλας σοὶ τῷδε πείθεσθαι μέλει;»
πλέκους τοῦ πλεκτοῦ σπυριδίου.
χρέος μὲν οὐδέν, βούλομαι δʼ ὅμως λαβεῖν: μιμεῖται τὸν Εὐριπίδου χαρακτῆρα τῷ λόγῳ.
φεῦ ἰδίᾳ τὸ «φεῦ» γραπτέον.
εὐδαιμονοίης ὥσπερ ἡ μήτηρ ποτέ: σκώπτει αὐτὴν ὡς λαχανόπωλιν, τὴν Κλειτώ.
νυν δή.
μἀλλὰ συνίζησις.
κυλίσκιον: ποτήριον.
ἀποκεκρουσμένον: ἀποκεκλασμένον,
οὔπω μὰ Δίʼ οἶσθʼ: οἷον οὐκ οἶδας ὅπως βαρὺς εἶ ἐν τοῖς δράμασι καὶ ἀποκναίεις τοὺς θεατάς.
οἷʼ αὐτὸς ἐργάζει κακά: ἐργάσῃ κακῶς αὐτὸς ἑαυτὸν χαριζόμενός μοι ταῦτα διʼ ὧν σε κακῶς λέγω.
κακά λείπει τὸ μὴ δούς.
οὐκ οἶσθʼ οὐκ οἶδας.
δός μοι χυτρίδιον: ἢ ὅτι χύτραν φέρουσιν, ἐν ᾗ ἐστι σπόγγος πεπληρωμένος μέλιτος, ὃν ἐτίθεσαν ἐν τῷ στόματι τῶν παιδίων ὅπως σιωπήσωσι καὶ μὴ κλαύσωσι ζητοῦντες τροφήν· ἢ ὅτι οἱ πένητες τὰ τρήματα τῆς χύτρας σφηνοῦσι τοῖς σπόγγοις. ἢ τετρημένον ἁπανταχοῦ ὥσπερ οἱ σπόγγοι. καὶ τοῦτο δὲ ὑπερβολὴ πενίας, τὸ κεχρῆσθαι τοῖς τετρημένοις. μιμεῖται δὲ τὸν Τήλεφον.
τετρημένον ἁπανταχοῦ ὥσπερ οἱ σπόγγοι.
βεβυσμένον σπόγγῳ κεκλεισμένον.
τὴν τραγῳδίαν: οἷον τὰ σκεύη τῆς τραγῳδίας.
ταυτηνί τὴν χύτραν δηλονότι.
ἰσχνά μοι φυλλεῖα: τὰ ἀπολεπίσματα τῶν λαχάνων. «ἰσχνὰ» δὲ οἷον μεμαραμμένα καὶ εὐτελῆ τῶν λαχάνων φύλλα. τοιαῦτα γὰρ οἱ πτωχοὶ ἐσθίουσι. καὶ ἐν Πλούτῳ «ἀντὶ δὲ μάζης φύλλʼ ἰσχνῶν ῥαφανίδων». καλεῖται δὲ φυλλεῖα καὶ τὰ τῆς θριδακίνης φύλλα. σκώπτει δὲ αὐτὸν ὡς λαχανοπώλιδος υἱόν.
ἰσχνά μοι φυλλεῖα τὰ εὐτελῆ καὶ μεμαραμμένα φύλλα τῶν λαχάνων. τοιαῦτα γὰρ οἱ πτωχοὶ ἐσθίουσιν.
φυλλεῖα καλεῖται καὶ τὰ τῆς θριδακίνης φύλλα. ἢ πάντων τῶν λαχάνων λέγει τὰ φύλλα, ὡς καὶ ἐν Πλούτῳ «ἀντὶ δὲ μάζης φύλλʼ ἰσχνῶν ῥαφανίδων». σκώπτει δὲ αὐτὸν ὡς λαχανοπώλιδος υἱόν.
ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν: τοῦτο πεπαρῴδηται ἀσήμως ἐξ Οἰνέως Εὐριπίδου. ὁ δὲ Σύμμαχος καὶ ἐκ Τηλέφου φησὶν αὐτό.
σκάνδικά μοι δός: καὶ ἐν τοῖς Ἱππεῦσι δεδήλωται ὅτι ἡ μήτηρ Εὐριπίδου πωλεῖν ἐλέγετο σκάνδικας. θηλυκῶς δὲ ἡ σκάνδιξ ἔλεγον. ἔστι δὲ λάχανον ἄγριον εὐτελές.
σκάνδικα λάχανόν ἐστιν ἄγριον εὐτελέστατον πάνυ.
μέμνηται ταύτης τῆς λέξεως καὶ ἐν Ἱππεῦσι λέγων «μή μοί γε, μή μοι, μὴ διασκανδικίσῃς». σκώπτει δὲ αὐτὸν αὖθις ὡς λαχανοπώλιδος υἱόν.
πηκτὰ δωμάτων: τὰς θύρας. Ὅμηρος· «θύρας πυκινῶς ἀραρυίας».
πρὸς τὰς ἔμπροσθεν τῶν θυρῶν ἱσταμένας κιγκλίδας πηκτὰς τὰς θύρας εἶπε διὰ τὸ διόλου ἀσφαλίζειν καὶ ἀποκλείειν τὰς ὄψεις καὶ μὴ ὁρᾶν τινὰ δύνασθαι τὰ ἔνδον ὥσπερ ἀπὸ τῶν κιγκλίδων.
θύμʼ θυμέ.
γραμμὴ δʼ αὑτηΐ: ἀρχή, ἀφετηρία, ἡ λεγομένη βαλβίς. ἐκ μεταφορᾶς οὖν τῶν δρομέων.
ἕστηκας: ἀντὶ τοῦ ἐπὶ συννοίᾳ μένεις καὶ οὐκ εἶ, ὥσπερ Εὐριπίδην ὅλον μετασχηματισάμενος καὶ ἀναλαβὼν ἐν σεαυτῷ.
ἐκεῖ εἰς τὸ ἐπίξηνον.
παράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ: εἴ τι δοκεῖ σοι αὐτῇ, ὦ καρδία, εἰπέ, παρασχοῦσα τὴν κεφαλὴν εἰς τὸ ἐπίξηνον.
ἄγαμαι καρδίας: Ἀττικῶς ἀντὶ τοῦ θαυμάζω.
τί δράσεις: διπλῆ καὶ τριὰς μεσῳδική, ἧς αἱ μὲν ἑκατέρωθέν εἰσι δίκωλοι διπλῶν δοχμίων, ἡ δὲ μέση δίστιχος ἰαμβικὴ τρίμετρος ἀκατάληκτος.
σιδηροῦς ἀνήρ: στερρὸς ἀνὴρ καὶ ἀτέραμνος.
εἷς λέγειν τἀναντία: λείπει τὸ ὤν, ἵνʼ ᾖ εἷς ὤν.
νυν δή.
αἱρεῖ: ἀντὶ τοῦ βούλει.
αἱρεῖ λέγειν δηλονότι.
μή μοι φθονήσητʼ ἄνδρες: ἐκ Τηλέφου Εὐριπίδου «μή μοι φθονήσητʼ, ἄνδρες Ἑλλήνων ἄκροι, εἰ πτωχὸς ὢν τέτληκʼ ἐν ἐσθλοῖσιν λέγειν».
τρυγῳδίαν ποιῶν: κωμῳδίαν· ἤτοι διὰ τὸ τρύγα ἔπαθλον λαμβάνειν, τουτέστι νέον οἶνον, ἢ διὰ τὸ μὴ ὄντων προσωπείων τὴν ἀρχὴν τρυγὶ χρίεσθαι τὰς ὄψεις.
τρυγῳδίαν τὴν κωμῳδίαν φησίν, ἢ διὰ τὸ τρύγα ἔπαθλον λαμβάνειν τοὺς κωμῳδούς, τουτέστι νέον οἶνον, ἢ διὰ τὸ τὴν ἀρχὴν τρυγὶ χρίεσθαι τὰς ὄψεις τοὺς κωμῳδοῦντας μὴ ὄντων τῶν προσωπείων· ὕστερον γὰρ ἐπενοήθη τὰ προσωπεῖα.
τρυγῳδίαν ἤγουν κωμῳδίαν.
οὐ γάρ με ὡς ἐκ τοῦ ποιητοῦ τοῦτο· προείρηται δὲ τὰ περὶ τούτου.
ξένων παρόντων: διὰ τὸ ἐν τοῖς Βαβυλωνίοις πολλῶν παρόντων ξένων εἰρηκέναι κατὰ πολλῶν τὸν Ἀριστοφάνην· διὸ καὶ κατηγορήθη ὑπὸ Κλέωνος.
αὐτοὶ γάρ ἐσμεν: οἷον μόνοι Ἀθηναῖοι χωρὶς τῶν συμμάχων καὶ ξένων. χειμῶνος γὰρ λοιπὸν ὄντος εἰς τὰ Λήναια καθῆκε τὸ δρᾶμα τοῦτο. εἰς δὲ τὰ Διονύσια ἐτέτακτο Ἀθήναζε κομίζειν τὰς πόλεις τοὺς φόρους, ὡς Εὔπολίς φησιν ἐν Πόλεσιν.
οὑπὶ Ληναίῳ τʼ ἀγών: ὁ τῶν Διονυσίων ἀγὼν ἐτελεῖτο δὶς τοῦ ἔτους, τὸ μὲν πρῶτον ἔαρος ἐν ἄστει, ὅτε καὶ οἱ φόροι Ἀθήναζε ἐφέροντο, τὸ δὲ δεύτερον ἐν ἀγροῖς, ὁ ἐπὶ Ληναίῳ λεγόμενος, ὅτε ξένοι οὐ παρῆσαν Ἀθήνησι· χειμὼν γὰρ λοιπὸν ἦν.
αὐτοί μόνοι.
οὑπὶ Ληναίῳ τʼ ἀγών ἑορτὴ Διονύσου τὰ Λήναια.
περιεπτισμένοι: οἷον ξένων ἀπηλλαγμένοι καὶ καθαροὶ ἀστοί. κυρίως δὲ πτίσσειν ἐστὶ τὸ κριθὰς ἢ ἄλλο τι λεπίζειν καὶ καθαροποιεῖν. ἔνθεν καὶ πτισάνη, ἡ λελεπισμένη κριθή.
κυρίως περιεπτισμένα λέγονται τὰ κεκαθαρμένα τῶν λεπιστῶν σπέρματα, οἷον κριθαὶ ἢ ἄλλο τι τοιοῦτον. ὅθεν καὶ ἡ πτισσάνη λέγεται.
περιεπτισμένοι κεκαθαρμένοι, ξένων ἀπηλλαγμένοι.
μέρος γάρ ἐστι τῶν πολιτῶν οἱ μέτοικοι εὐτελὲς ὡς τὰ ἄχυρα τῶν κριθῶν.
οὑπὶ Ταινάρῳ θεός: ὁ αὐτῶν τῶν Λακεδαιμονίων. Ταίναρον γάρ ἐστι τῆς Λακωνικῆς ἀκρωτήριον, ἐν ᾧ στόμιον ἦν κατάγον εἰς Ἅιδου. ἐνταῦθα δὲ ἦν καὶ Ποσειδῶνος ἱερὸν Ἀσφαλείου. τοῦτο δὲ εἶπεν, ἐπειδὴ τοὺς Εἵλωτας ἱκέτας καθεσθέντας ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος τοῦ Ταιναρίου οὐδὲν δείσαντες ἀνεῖλον Λακεδαιμόνιοι, καὶ διὰ τοῦτο ἐδόκουν ἐναγεῖς εἶναι.
οὑπὶ Ταινάρῳ ἦν γὰρ ἐπὶ τῷ Ταινάρῳ ἀκρωτηρίῳ τῆς Λακωνικῆς ἱερὸν Ποσειδῶνος Ἀσφαλείου.
τοῦτο λέγει ἐπειδὴ τοὺς Εἵλωτας καθεσθέντας ἐν τῷ ἱερῷ τοῦ Ποσειδῶνος τοῦ Ταιναρίου οὐδὲν δείσαντες ἀνεῖλον Λακεδαιμόνιοι καὶ διὰ τοῦτο ἐδόκουν ἐναγεῖς εἶναι.
… ἤγουν διὰ σεισμοῦ καταχώσειε αὐτοὺς ἐν ταῖς οἰκίαις.
κἀμοὶ ὡς καὶ αὐτοῖς τοῖς Ἀχαρνεῦσι.
παρακεκομμένα: μηδὲν ἐντελὲς ἔχοντα. ἀπὸ μεταφορᾶς τῶν ἀδοκίμων νομισμάτων, ἅπερ παράτυπα λέγεται καὶ παρακεκομμένα. καὶ νῦν δὲ εἰώθασι λέγειν τοὺς παραχαράκτας παρακόπτοντας· ὅθεν καὶ παρὰ Ἀθηναίοις παράσημος ῥήτωρ.
παρακεκομμένα μηδὲν ἐντελὲς ἔχοντα.
ἐκ μεταφορᾶς τῶν ἀδοκίμων νομισμάτων εἴρηται τὸ «παρακεκομμένα», ἅτινα οὐδὲ τῷ κόμματι καλῶς ἔχουσι. λέγονται δὲ παρὰ τὴν κοινὴν συνήθειαν παράτυπα, ὡς καὶ παραχαράκται οἱ κακῶς κόπτοντες τὰ νομίσματα λέγονται.
παρʼ Ἀθηναίοις καὶ παράσημοί τινες ὀνομάζονται ῥήτορες διὰ τὸ σεσημειωμένοι εἶναι εἰς κακουργίαν.
Μεγαρέων τὰ χλανίσκια: οἱονεὶ ἐξετίνασσον αὐτοὺς παραγινόμενοι. ἢ τοιοῦτό τι λέγει· ἐσυκοφάντουν οὐ μόνον τοὺς Μεγαρέας ἀλλὰ καὶ τὰ χλανίσκια αὐτῶν, ἀντὶ τοῦ τὴν ὕπαρξιν αὐτῶν, τὴν οὐσίαν. ἢ περιφραστικῶς τοὺς Μεγαρέας.
ἤγουν τὴν περιουσίαν αὐτῶν ἢ τὰ ἐνδύματα αὐτῶν ζητῶν, εἴ που εὕροι σίκυον ἤ τι τῶν ἑξῆς.
σίκυον ἀπὸ εὐθείας τῆς ὁ σίκυος.
ἢ χόνδρους ἁλός: οὕτως οἱ Ἀττικοί· πολλοὶ δὲ ἦσαν παρὰ Μεγαρεῦσιν ἅλες.
ταῦτʼ ἦν Μεγαρικά: ταῦτα λέγοντες εἶναι Μεγαρικὰ πάντα διήρπαζον.
κἀπέπρατʼ: ὑπὸ τῶν συκοφαντούντων καὶ τῶν μικρολόγων.
πόρνην δὲ Σιμαίθαν: οἱ ἀπὸ τῶν Ἀθηναίων Μεγαρικὴν γυναῖκα ἥρπασαν Σιμαίθαν. Δωρικώτερον δὲ εἶπε «Σιμαίθαν». ταύτης δὲ καὶ Ἀλκιβιάδης ἠράσθη, ὃς καὶ δοκεῖ ἀναπεπεικέναι τινὰς ἡρπακέναι τὴν πόρνην.
μεθυσοκότταβοι: … λάταξ, χαλκὴ φιάλη, ἣν μεταξὺ τοῦ δείπνου ἐτίθεσαν οἴνου πεπληρωμένην. εἶτα εἰς μικρὰ ποτήρια ἐμβαλόντες οἶνον, εἰς ταύτην ἀπὸ ὕψους ἔρριπτον ἐπὶ τῷ ψόφον ἐκτελέσαι, ὃς ἐκαλεῖτο κότταβος. ἐπῃνεῖτο δὲ ὁ μείζονα ψόφον ποιῶν.
σημείωσαι περὶ τοῦ κοττάβου. εἶδος παιδιᾶς ὁ κότταβος, ἐν συμποσίοις γινόμενος. ἐτελεῖτο δὲ οὕτω. μέσον τῆς τραπέζης ζυγὸς ἀπῃώρητο, ὑπὸ δὲ ἑκάστην πλάστιγγα τοῦ ζυγοῦ βραχύ τι ἀνδράριον ἵδρυτο χαλκοῦν. πληροῦντες οὖν οἱ συμπίνοντες τὰ οἰκεῖα αὐτῶν στόματα ἐκ τῆς φιάλης ἐνέπτυον ἐν ταῖς πλάστιγξι. μία δὲ τῶν πλαστίγγων τῷ σφοδροτέρῳ πτύσματι βαρυνομένη κατελθοῦσα καὶ πλήξασα τὸ ἀνδράριον ἦχόν τινα ἀπετέλει, ὃς ἐκαλεῖτο κότταβος. ὁ δὲ τῶν χειλέων κτύπος ὁ γινόμενος ἐκ τοῦ πτύσματος ἐκαλεῖτο λάταγος. ἐπῃνεῖτο δὲ ὁ μείζονα κτύπον ποιήσας, ὁ δὲ ἡττώμενος ἐζημιοῦτο τὴν τοῦ συμποσίου δαπάνην.
πεφυσιγγωμένοι: πεφυσημένοι. φύσιγξ λέγεται τὸ ἐκτὸς λέπισμα τῶν σκορόδων, ἡ φυσίγγη. ἔπαιξεν οὖν καὶ τοῦτο εἰς Μεγαρέας ὅτι πολλὰ σκόροδα ἔχουσιν. ἢ πεπλησμένοι, ἀπὸ μεταφορᾶς τῶν τὸν ἄνεμον δεχομένων ἀσκῶν ἢ φυσῶν. ἢ ἐκκεκαυμένοι, οἰδοῦντες.
πεφυσιγγωμένοι ἐξωγκωμένοι ἐκ μεταφορᾶς τῶν ἀσκῶν.
Ἀσπασίας πόρνα δύο: τῇ μιᾷ τούτων ἐκέχρητο ὁ Περικλῆς· διʼ ἣν ὀργισθεὶς ἔγραψε τὸ κατὰ Μεγαρέων ψήφισμα ἀπαγορεύων δέχεσθαι αὐτοὺς εἰς τὰς Ἀθήνας. ὅθεν ἐκεῖνοι εἰργόμενοι τῶν Ἀθηνῶν προσέφυγον τοῖς Λακεδαιμονίοις. ἡ δὲ Ἀσπασία Περικλέους ἦν σοφίστρια καὶ διδάσκαλος λόγων ῥητορικῶν· ὕστερον δὲ καὶ γαμετὴ αὐτοῦ γέγονεν.
κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου: ἐνταῦθα εἰς τὸν Περικλέα βούλεται ἀγαγεῖν τὴν αἰτίαν τοῦ πολέμου, ὡς οὐκ εὐπρεπῆ αὐτῷ προσάπτων πρόφασιν.
λαικαστριῶν πορνῶν.
Περικλέης οὑλύμπιος: πρὸς τὸ «Ὀλύμπιος», ὅτι ὁ Ζεὺς Ὀλύμπιος καλεῖται, ἐπήγαγε τὸ «ἤστραπτεν, ἐβρόντα».
ἐτίθει νόμους: μιμούμενος τὸν τῶν σκολίων ποιητήν. Τιμοκρέων δὲ ὁ Ῥόδιος μελοποιὸς τοιοῦτον ἔγραψε σκόλιον κατὰ τοῦ Πλούτου, οὗ ἡ ἀρχὴ «ὤφελέν σʼ ὦ τυφλὲ Πλοῦτε μήτε γῇ μήτʼ ἐν θαλάσσῃ μήτʼ ἐν ἠπείρῳ φανῆμεν, ἀλλὰ Τάρταρόν τε ναίειν κʼἈχέροντα· διὰ σὲ γὰρ πάντʼ αἰὲν ἀνθρώποις κακά.» τούτοις ἔοικε καὶ τὰ ὑπὸ Περικλέους εἰσηγηθέντα, ἐπεὶ ὁ Περικλῆς γράφων τὸ ψήφισμα εἶπε Μεγαρέας μήτε ἀγορᾶς μήτε θαλάττης μήτʼ ἠπείρου μετέχειν. ἐπεὶ οὖν ὅμοια τοῖς Τιμοκρέοντος ἔγραψε, διὰ τοῦτο εἶπεν ὅτι «ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους». ἐνεκάλεσε δὲ ὁ Περικλῆς τοῖς Μεγαρεῦσιν ὅτι τὴν ἱερὰν γῆν τὴν ὀργάδα ἐγεώργησαν.
ὅτε δὴ ʼπείνων: ἀντὶ τοῦ ἐλίμωττον, ὑπὸ λιμοῦ διεφθείροντο. «βάδην» δὲ ἀντὶ τοῦ κατὰ βραχὺ αὐξανομένου τοῦ λιμοῦ καὶ ἐπίδοσιν λαμβάνοντος, προϊόντος ἐπὶ τὸ μεῖζον.
ʼπείνων ἤγουν ὑπὸ τοῦ λιμοῦ διεφθείροντο.
λαικαστρίας πόρνας.
ἐρεῖ τις, οὐ χρῆν: ἐρεῖ τις ὅτι οὐκ ἐχρῆν πόλεμον κινῆσαι τοὺς Λακεδαιμονίους. τί οὖν ἐχρῆν αὐτοὺς ποιεῖν εἴπατε.
ἐρεῖ τις, οὐ χρῆν καὶ τοῦτο ἀπὸ Τηλέφου Εὐριπίδου παραγέγραπται.
φέρʼ εἰ Λακεδαιμονίων τις: ὡς συγγυμνάζων τὸ πρᾶγμά φησιν, εἴ τις τῶν Λακεδαιμονίων πλεύσας εἰς Σέριφον καὶ τὸ τυχὸν αὐτοὺς ἀδικήσας καὶ λαβὼν παρʼ αὐτῶν τοῦτο ἀπέδοτο, εἶτα ἐκεῖνοι κατέφυγον πρὸς ὑμᾶς δεόμενοι βοηθείας, ἤγετε ἄρα ἡσυχίαν; λέγει ὅτι οὐδαμῶς, ἀλλὰ κατὰ τάχος ἐβοηθεῖτʼ ἄν. ταὐτὸ καὶ Λακεδαιμόνιοι ἐποίησαν ἀδικούντων ὑμῶν Μεγαρέας. πικρῶς δὲ οὐκ εἶπεν, εἴ τις συκοφαντήσας ἀπέδοτο ἀπὸ τῶν Ἀθηναίων λαβών, τοῦτο γὰρ οὐδὲν μέγα αὐτῶν τινὰ καὶ εἰς τὸ ἐλάχιστον ἀδικούμενον ἀμύνασθαι, ἀλλά φησιν ὅτι τῆς Σερίφου τῆς εὐτελεστάτης νήσου τῶν Ἀθηναίων, καὶ οὐχὶ εἰ ἔλαβέ τι ἄξιον λόγου κτῆμα ἀλλὰ κυνίδιον, ἠνέσχεσθε ἄν;
φήνας: συκοφαντήσας, φενακίσας. ἡ δὲ Σέριφος νῆσός ἐστιν εὐτελεστάτη πρὸς τῇ Θρᾴκῃ.
ἦ πολλοῦ γε δεῖ: ἀντὶ τοῦ οὐδὲ ὅλως. καὶ τοῦτο δὲ ἐκ Τηλέφου.
θορύβου στρατιωτῶν: τοῦ θορύβου τῶν πραττόντων, τῶν βοώντων περὶ τοῦ δεῖν τριηράρχους εἶναι.
περὶ τριηράρχου ὅτι δεῖ τριηράρχους εἶναι.
μισθοῦ διδομένου: μισθοῦ μὲν τοῦ διδομένου τοῖς ἐμβαίνουσιν εἰς τὰς ναῦς. παλλάδια δὲ ἐν ταῖς πρῴραις τῶν τριήρων ἦν ἀγάλματά τινα ξύλινα τῆς Ἀθηνᾶς καθιδρυμένα, ὧν ἐπεμελοῦντο μέλλοντες πλεῖν.
μισθοῦ διδομένου τοῦ διδομένου τοῖς ἐμβαίνουσιν εἰς τὰς ναῦς.
παλλαδίων ἀγαλμάτων τῆς Παλλάδος.
χρυσουμένων καλλωπιζομένων.
στοᾶς στεναχούσης: τῆς λεγομένης ἀλφιτοπώλιδος, ἣν ᾠκοδόμησε Περικλῆς, ὅπου καὶ ὁ σῖτος ἀπέκειτο τῆς πόλεως. ἦν δὲ περὶ τὸν Πειραιᾶ. «στεναχούσης» δὲ διὰ τὸ πλῆθος τῶν ἐκεῖ συναγομένων ἐπὶ σιτισμῷ.
στοᾶς τῆς λεγομένης ἀλφιτοπώλιδος ἔνθα ὁ σῖτος ἀπέκειτο τῆς πόλεως.
Περικλῆς στοάν τινα πεποίηκε περὶ Πειραιᾶ εἰς ἣν ὁ τῆς πόλεως ἀπέκειτο σῖτος. ἐκστρατείας οὖν μελλούσης γενέσθαι καὶ πλοῦ συνήγετο τὸ ναυτικὸν ἐν αὐτῇ ἐπὶ σιτισμῷ, καὶ τῷ πλήθει θροῦς ἦρτο μέγιστος. τούτου χάριν τὸ «στεναχούσης» τῆς στοᾶς εἴρηκεν.
τροπωτήρων: τῶν ἱμάντων τῶν συνδεόντων πρὸς τὸν πάτταλον, λέγω δὴ τὸν σκαλμόν, τὴν κώπην. Ὅμηρος· «τροποῖς ἐν δερματίνοισι», τουτέστι τοῖς τροπωτῆρσιν.
τροπωτήρων τῶν ἱμάντων τῶν συνδεόντων τὰς κώπας ἐν τῷ σκαλμῷ.
σκορόδων, ἐλαῶν: οἱ γὰρ ἐπὶ πόλεμον ἐξιόντες ταῦτα ὠνοῦντο καὶ ἐν λίνοις ἔβαλλον.
στεφάνων, τριχίδων: ταῦτα μὲν πάντα ὡς εὐωχουμένων τῶν μελλόντων ἐμβαίνειν εἰς τὰς ναῦς. τριχίδες δὲ εἶδος ἰχθύων, ἴσως οὓς καὶ ἡμεῖς καλοῦμεν θρίσσας, ἐπεὶ θριξὶν ὅμοια ἔχουσιν ὀστᾶ.
ὑπωπίων: τῶν τύλων τῶν γινομένων ἐν ταῖς χερσὶν ἀπὸ τῆς τοῦ σιδήρου ἐργασίας. λέγεται δὲ ὑπώπια καὶ τὰ ἀφʼ οἱασδηποτοῦν πληγῆς τραύματα.
τριχίδων εἶδος ἰχθύος, ἴσως ἣν καλοῦμεν ἡμεῖς θρίσσαν διὰ τὸ ὅμοια θριξὶν ἔχειν ὀστᾶ.
κωπέων πλατουμένων: τῶν εἰς κώπας ξύλων ἐπιτηδείων.
τύλων τῶν ξυλίνων ἥλων.
θαλαμιῶν τῶν ναυτῶν.
τροπουμένων τὰς κώπας ἁρμοζόντων ἵνα ἴδωσιν εἰ συντρέχουσι τοῖς τρήμασιν.
νιγλάρων: ὁ νίγλαρος κροῦμά ἐστι καὶ μέλος μουσικὸν παρακελευστικόν.
τὸν δὲ Τήλεφον καὶ ταῦτα ἐκ Τηλέφου Εὐριπίδου.
ἄληθες ὦπίτριπτε: ἐνταῦθα διαιρεῖται ὁ χορὸς εἰς δύο μέρη, καὶ τὸ μὲν ὀργίζεται ἐφʼ οἷς λέγει ὁ Δικαιόπολις, τὸ δὲ καὶ ἀποδέχεται. ἐν εἰσθέσει δὲ ἰαμβικὴν τὴν «ἄληθες ὦπίτριπτε».
καὶ συκοφάντης: καὶ εἰ ἐτύγχανέ τις ἡμῶν συκοφάντης ὤν, τοῦτο ἔσκωψας καὶ οὐκ ἀπεκρύψω; τοῦτο οὖν μετὰ ἠθικῆς ἐρωτήσεως, οἷον καὶ τὸ Ὁμηρικὸν «ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο».
εἶτʼ εἰ δίκαια: κατʼ ἐρώτησιν ὁ λόγος· εἰ καὶ δίκαια ἦν, φησίν, ἐχρῆν τοῦτον αὐτὰ εἰπεῖν;
τὸ ἡμιχόριον τὸ συναγωνιζόμενον αὐτῷ λέγει ὅτι μὴ ἀναχωρήσῃς ἀλλʼ ἄντειπε· βελτίων γὰρ ἔσῃ.
θενεῖς ἀντὶ τοῦ τύψεις.
ἀρθήσει καταληφθήσῃ.
ἀρθήσει καταβληθήσῃ.
ἰὼ Λάμαχʼ ὦ: ὑφʼ ὃ διπλῆ καὶ εἴσθεσις εἰς περίοδον ὀκτάκωλον, ἧς τὰ μὲν ἄλλα ἐστὶ δόχμια, ἁπλοῦν δὲ τὸ τέταρτον, διπλοῦν δὲ τὸ ἕκτον, τὸ δὲ πέμπτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον.
Λάμαχʼ τὸν φιλοπόλεμον.
γοργολόφα φοβερώτατε.
ἔχομαι μέσος: ἀντὶ τοῦ ἥττημαι, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν τῶν τὰ μέσα ληφθέντων.
ἀπὸ τῶν ἀθλητῶν τῶν τὰ μέσα ληφθέντων τοῦτο εἴρηκεν. οἱ γὰρ παλαίοντες τὰ μέσα ληφθέντες οὐκ εὐκόλως ἔχουσιν ἐκφυγεῖν τοὺς ἀντιπαλαίοντας, ὁρῶντες αὐτοὺς ἰσχυροτέρους ἑαυτῶν.
τίς Γοργόνʼ ἐξήγειρεν: ὡς τοῦ Λαμάχου ἔχοντος ἐντετυπωμένην ἐν τῇ ἀσπίδι Γοργόνα.
ἐκ τοῦ σάγματος: ἐκ τῆς θήκης τοῦ ὅπλου, ὃ καλεῖται σάγμα. σάγη γὰρ τὸ ὅπλον, καὶ πανσαγία ἡ πανοπλία. ἀντὶ τοῦ οὖν τὴν ἀσπίδα. ἐν τῇ ἀσπίδι δὲ ἐντετύπωτο ἡ Γοργών.
Γοργόνʼ ἤγουν τὴν ἀσπίδα, ὡς τῆς Γοργόνος ἐντετυπωμένης ἐν τῇ ἀσπίδι.
σάγμα καλεῖται ἡ θήκη τῶν ὅπλων. σάγη γὰρ τὸ ὅπλον, καὶ πανσαγία ἡ πανοπλία.
κακορροθεῖ κακῶς ἀγορεύει. καὶ τοῦτο ἐκ Τηλέφου.
κἀστωμυλάμην: ἀντὶ τοῦ ἐφλυάρησα, περισσόν τι τοῦ δέοντος ἐλάλησα ἢ πανούργως ἐφθεγξάμην.
κἀστωμυλάμην πανούργως ἐφθεγξάμην.
ἰλιγγιῶ: σκοτοδινιῶ, ὑπὸ τῆς γαστρὸς συνέχομαι. τοῦτο δὲ οἱ Συρακόσιοι εἴελον λέγουσιν.
τὴν μορμόνα: ἀντὶ τοῦ τὰ φοβερά· φοβερὰ γὰρ ὑπῆρχεν ἡ Μορμώ.
τὸ πτερόν: τὸ πτερὸν αἰτεῖ ἵνα ἐξεμέσῃ. εἰώθασι γὰρ οἱ δυσεμεῖς πτερῷ χρῆσθαι ὥστε εὐκόλως ἐμέσαι.
βδελύττομαι: ἀλληγορικῶς ἀπὸ τῶν ἐξεμούντων διὰ τὰς χολάς· οὗτος δέ φησι διὰ τοὺς λόφους.
τοὺς λόφους ἀντὶ τοῦ τὰς χολάς, ἀπὸ τῶν ἐξεμούντων· οὗτος δὲ «τοὺς λόφους» εἴρηκεν.
ἆρα κομπολακύθου;: ματαιοκόμπου καὶ κομπώδους ἐν τῷ καυχᾶσθαι. παρεποίησε δὲ καὶ παρέπλασεν ὄνομά τι ὄρνιθος διὰ τὸ κομπαστὴν εἶναι Λάμαχον. ἄλλως: ἀπὸ τοῦ λακεῖν ἐν παραγωγῷ γέγονε τὸ ληκύθιον. ληκυθίζειν γὰρ τὸ μεῖζον βοᾶν καὶ ψοφεῖν. ἦχον γὰρ ἀποτελεῖ καὶ ἡ λήκυθος, ἐπεὶ καὶ αὐτὴ πεφύσηται. πάντα δὲ τὰ πεφυσημένα κόμπον ποιεῖ. ἀπὸ οὖν τοῦ κόμπου καὶ τῆς ληκύθου ὄνομα συνέθηκεν.
κομπολακύθου ματαιοκόμπου.
διὰ τὸ κομπαστὴν εἶναι τὸν Λάμαχον παρέπλασεν ὄρνιθος ὄνομα, ἢ ἀπὸ τοῦ κόμπου καὶ τῆς ληκύθου συνέθηκε τὸ ὄνομα. ληκυθίζειν γὰρ τὸ μεγάλως βοᾶν καὶ ψοφεῖν. ἦχον γὰρ ἀποτελεῖ καὶ ἡ λήκυθος ἐπεὶ καὶ αὕτη πεφύσηται. πάντα δὲ τὰ πεφυσημένα κόμπον ποιεῖ.
οἴμʼ ὡς τεθνήσει: τὸ τέλειόν ἐστιν οἴμοι. Ἀττικοὶ δὲ διὰ τοῦ σ φασὶ τεθνήσῃ.
τεθνήσει Ἀττικῶς διὰ τοῦ σ τὸ τεθνήξει φησί.
οὐ σπουδαρχίδης: οὐ σπουδάζων περὶ ἀρχῆς. Αἰολέων δὲ ἴδιον τὰ ἐπίθετα πατρωνυμικῷ τύπῳ φράζειν.
στρατωνίδης: ἀντὶ τοῦ στρατευόμενος, στρατιώτης.
μισθαρχίδης: μισθὸν λαμβάνων. ἢ ὅτι τοὺς τῶν στρατιωτῶν μισθοὺς ἤσθιεν.
κόκκυγές: ἀντὶ τοῦ ἄτακτοι καὶ ἀπαίδευτοι. καὶ γὰρ ὁ κόκκυξ ἄμουσόν τι φθέγγεται.
ταῖς τάξεσι τοῖς τοῦ πολέμου καταλόγοις.
Τισαμενοφαινίππους: ὁ Τισαμενὸς ὡς ξένος καὶ μαστιγίας κωμῳδεῖται, ὁ δὲ Φαίνιππος ὡς συώδης καὶ ἡταιρηκώς. ὁ δὲ Χάρης ἐπὶ ἀμαθίᾳ διεβάλλετο.
Πανουργιππαρχίδας: τούτους κωμῳδεῖ ὡς πανούργους, τόν τε Τισαμενὸν καὶ τὸν Φαίνιππον καὶ Ἱππαρχίδην καὶ Γέρητα τὸν φαλακρὸν καὶ τὸν Θεόδωρον. «Διομειαλαζόνας» δὲ ἀπὸ Διομείων τοῦ δήμου, ὃς ὠνόμασται οὕτως ἀπό τινος Διόμου.
καὶ ὡς πανούργους δὲ τούτους κωμῳδεῖ καὶ τὸν Γέρητα τὸν φαλακρὸν καὶ τὸν Θεόδωρον ὄντα ἐκ τοῦ δήμου τῶν Διομείων, ὃς ὠνόμασται οὕτως ἀπό τινος Διόμου.
τοὺς δʼ ἐν Χάοσι: Χάονες μὲν ἔθνος Ἠπειρωτικόν. πέπαικται δὲ παρὰ τὸ ἐν Ἱππεῦσιν «ὁ πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν». ἐπειδὴ καὶ εἰς μαλακίαν διεβάλλετο Γέρης καὶ Θεόδωρος, καὶ ὅτι ἐκ δούλων.
Χάρητι στρατηγὸς ὁ Χάρης.
Χάοσι ἔθνος Θρᾴκης οἱ Χάονες.
Γερητοθεοδώρους Γέρητος καὶ Θεόδωρος εἰς μαλακίαν διεβάλλοντο.
ἐν Καμαρίνῃ κἀν Γέλᾳ κἀν Καταγέλᾳ: Καμαρίνα καὶ Γέλα πόλεις Σικελίας. ἐποίησε δὲ τὸ Καταγέλα ἀπὸ τοῦ καταγελᾶν αὐτῶν τοὺς στρατηγούς.
ἁμηγέπου: ἁπανταχοῦ, ὅπως ἂν τύχῃ, καθʼ οἱονδήποτε τρόπον.
ὦ Μαριλάδη: παρεποίησε τὸ ὄνομα ἀπὸ τῆς μαρίλης, ὅτι τὸ ἀμαυρὸν πῦρ δηλοῖ. τουτέστιν ὦ γέρον Ἀχαρνικέ.
ἤδη πεπρέσβευκας σὺ πολιὸς ὤν ἕνη;: οὕτως ἐν τοῖς ἀκριβεστάτοις, ἕνη, ἵνα λέγῃ «ἐκ πολλοῦ». Ἀττικοὶ δὲ τὸ ἕνη περιττὸν ἐτίθεσαν, ὡς τὸ ἔχων, «ληρεῖς ἔχων». οἱ δὲ λείπειν φασὶ τὸ δύο ἵνα ἐρωτῶν λέγῃ ἓν ἢ δύο.
Πρινίδης: ἀπὸ τοῦ πρίνου ἔπλασεν ὄνομα, ἐπειδὴ οἱ Ἀχαρνεῖς ἀνθρακεῖς. ἡ δὲ πρῖνος ἐπιτήδειον ξύλον εἰς ἄνθρακας.
τἀκβάτανα Περσικὴ πόλις.
ὁ Κοισύρας: ὁ Μεγακλῆς. Κοισύρα δὲ ἐγένετο Ἀθήνησιν εὐγενὴς γυνὴ καὶ πλουσία, μήτηρ τοῦ Μεγακλέους, ὃς καταβεβρωκὼς τὴν οὐσίαν καὶ ὕστερον πεπλουτηκὼς ἐκ τοῦ τὰ κοινὰ πράσσειν λέγεται.
οἷς ὑπὲρ ἐράνου: ἔθος εἶχον τέλεσμά τι εἰς τὸ κοινὸν διδόναι, ὅπερ οἱ μὴ διδόντες καὶ ἄτιμοι ἐνομίζοντο καὶ μετὰ βίας ἀπῃτοῦντο. παρὰ προσδοκίαν δὲ ἐπήγαγε τὸ «χρεῶν».
ἐράνου τελέσματός τινος.
ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι: εἰώθεσαν, εἴ ποτε ἐκχέοιτο ἀπόνιπτρα ἀπὸ τῶν θυρίδων, ἵνα μή τις βραχῇ τῶν παριόντων, «ἐξίστω» λέγειν. παίζει οὖν πρὸς τὸ «ἐξίστω» ὄνομα, ὁμώνυμον ὂν τῷ ἐκχώρησον. τοῦτο δὲ λέγει διασύρων Μεγακλέα καὶ Λάμαχον ὡς πρότερον μὲν πένητας ὄντας, εἶτα ἐξαίφνης πλουτήσαντας ἀπὸ τῶν τῆς πόλεως, ὅτι αὐτοῖς οἱ φίλοι χθὲς καὶ πρώην συνεβούλευον καταχρέοις οὖσιν ὑπό τε ἐράνων καὶ ὀφλημάτων ἐξίστασθαι τῆς οὐσίας, ὡς μὴ δυναμένοις ἀποδοῦναι. ἢ τοῖς δανείζουσι παρῄνουν οἱ φίλοι ἐξίστασθαι τοῦ δανείζειν τοῖς τοιούτοις, ὀφείλουσιν ἐράνους καὶ χρέα. οὐ νῦν οὖν αὐτοὺς διαβάλλει ὡς πένητας, ἀλλʼ ὡς ποτὲ πένητας.
παρῄνουν ἤγουν τῆς οὐσίας ἐξίστασθαι ὡς μὴ δυναμένοις ἀποδοῦναι τά τε χρέα καὶ τὸν ἔρανον.
εἰώθασιν ὅταν μέλλωσιν ἐκχέειν τὸ ἀπόνιπτρον ἀπὸ τῶν θυρίδων τοῖς παριοῦσιν ἐπιβοᾶν «ἔξω». παίζει οὖν πρὸς τὸ «ἐξίστω» ὄνομα ὁμώνυμον ὂν τῷ ἐκχώρησον. τοῦτο δὲ λέγει διασύρων Μεγακλέα καὶ Λάμαχον ὡς πρότερον μὲν ὄντας πένητας εἶτα ἐξαίφνης πλουτήσαντας ἀπὸ τῆς πόλεως.
κατὰ τὸ καρτερόν ἀντὶ τοῦ ἰσχυρῶς.
ἀγοράζειν: τὸ ἀγοράζειν οὐκ ἴσον τῷ ὠνεῖσθαι τέθεικεν ὡς ἡμεῖς, ἀλλʼ ἀπὸ τοῦ ἐν ἀγορᾷ διατρίβειν. λείπει δὲ τὸ ἰόντας.
ἁνὴρ νικᾷ: ἐξιόντων τῶν ὑποκριτῶν ὁ χορὸς λέγει τὴν τελείαν παράβασιν. τῆς δὲ παραβάσεως τὸ μὲν κομμάτιόν ἐστι στίχων δύο ἀναπαίστων τετραμέτρων καταληκτικῶν, αὐτὴ δὲ ἡ παράβασις ἐξ ὁμοίων στίχων τριάκοντα δύο.
ἁνὴρ νικᾷ τοῖσι λόγοισιν: ἐξελθόντων τῶν ὑποκριτῶν εἰσάγεται ὁ χορὸς συνήθως λέγων τὴν παράβασιν, ἧς προτίθεται κομμάτιον στίχων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν δύο. ἡ δὲ παράβασις, ὃ καὶ μακρὸν λέγεται, στίχων ἐστὶν ὁμοίων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν λαʹ, ὧν τελευταῖος «οὔτε πανουργῶν οὔτε κατάρδων ἀλλὰ τὰ βέλτιστα διδάσκων». ἡ δὲ ἔκθεσις αὐτῆς κώλων ὁμοίων ἀναπαιστικῶν ϛʹ, ὧν τὰ μὲν εʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛʹ τὸ «δειλὸς καὶ λακαταπύγων»δίμετρον καταληκτικὸν ἑφθημιμερές, παροιμιακόν. ἐπὶ τῷ τέλει ἀμφοτέρων παράγραφος.
κωμῳδοῦνται οἱ Ἀθηναῖοι ὡς ταχέως μετανοοῦντες ἐν οἷς βουλεύονται.
ἀλλʼ ἀποδύντες: ἀπὸ μεταφορᾶς τῶν ἀποδυομένων ἀθλητῶν. ἀποδύονται τὴν ἔξωθεν στολὴν ἵνα εὐτόνως χορεύσωσιν.
ἀποδύντες ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν.
οἱ μέλλοντες εἰσιέναι τῶν ἀθλητῶν ἐν τοῖς ἀγῶσιν εἰώθασιν ἀποδύεσθαι τοὺς ἔξωθεν χιτῶνας, ὡς ἂν εὐστροφώτεροι ὦσι πρὸς τὰ παλαίσματα. τὸν αὐτὸν δὲ τρόπον κἀνταῦθα εἴρηκεν.
τρυγικοῖς κωμικοῖς.
οὔπω παρέβη: ἀντὶ τοῦ ἐν τῇ παραβάσει οὔπω εἶπεν.
ταχυβούλοις: ταχέως μεταβαλλομένοις, προπετέσιν, ἀπερισκέπτοις. κωμῳδοῦνται δὲ οἱ Ἀθηναῖοι ὡς τοιοῦτοι, καὶ ὅτι ταχέως μετανοοῦσιν ἐν οἷς βουλεύονται.
ξενικοῖσι λόγοισιν: ἀντὶ τοῦ ἀλλοτρίοις καὶ μὴ προσήκουσιν, ὅτι ἀνοίκειον Ἕλλησι τὸ ἐξαπατᾶσθαι. ἢ ξενικοῖς, τοῖς ἀπὸ τῶν ξένων πρέσβεων λεγομένοις.
ἐπειδὴ ἀνοίκειον Ἕλλησι τὸ ἐξαπατᾶσθαι, διὰ τοῦτο διδάσκει μὴ πείθεσθαι αὐτοὺς ξενικοῖς λόγοις.
χαυνοπολίτας: κεχαυνωμένους περὶ τὴν πολιτείαν ἢ τὴν πόλιν.
ἰοστεφάνους: παρὰ τὰ ἐκ τῶν Πινδάρου διθυράμβων «αἱ λιπαραὶ καὶ ἰοστέφανοι Ἀθῆναι». ἄλλως: διασύρει ὅτι οἱ προδόται τούτοις χρῶνται τοῖς λόγοις.
ἐπʼ ἄκρων τῶν πυγιδίων: παρὰ τὴν παροιμίαν «ἐπʼ ἄκρων τῶν ὀνύχων». οἱ γὰρ ἡδέως τι ἀκούοντες δοκοῦσιν ἐπάνω τῶν πυγῶν καθέζεσθαι.
τῶν πυγιδίων οἱ γὰρ ἡδέως τι ἀκούοντες δοκοῦσιν ἐπάνω τῶν πυγῶν καθέζεσθαι.
παρὰ τὴν παροιμίαν τὸ «ἐπʼ ἄκρων ὀνύχων» ἔπαιξεν οὗτος «ἐπʼ ἄκρων τῶν πυγιδίων» εἰπών. καὶ Σοφοκλῆς «ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο ὑψήλʼ ἐκόμπεις κἀπʼ ἄκρων ὡδοιπόρεις». εἰώθασι γὰρ οἱ ἀλαζόνες ἐπʼ ἄκρων ὀνύχων βαδίζειν, καὶ οἱ ἐπαίνων εἰς αὐτοὺς γινομένων ἀκούοντες τὴν πυγὴν τῆς καθέδρας ἐξαίρειν.
ὑποθωπεύσας: κολακεύσας. παρὰ τὸ λιπαρὰς δὲ Ἀθήνας, λιπαρὰς ἀφύας.
εὗρε τὸ πᾶν: ἀντὶ τοῦ πᾶν πρᾶγμα κατώρθου.
ἀφύων τιμήν: ἀντὶ τοῦ εὐτελῆ τιμήν. καὶ ἑνικῶς λέγεται, ὡς ἐν Ταγηνισταῖς, «ἅλις ἀφύης μοι. παρατέταμαι γὰρ ἐσθίων».
ἀφύων τιμήν ἀντὶ τοῦ εὐτελῆ τιμήν.
καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν: ἀντὶ τοῦ τὴν ἡμῶν αὐτῶν πολιτείαν ἐπιδείξας ταῖς συμμάχοις πόλεσι, τουτέστι διδάξας τοὺς συμμάχους ὡς χρὴ δημοκρατεῖσθαι, εὔνους ὑμῖν αὐτοὺς ἐποίησα. ἄλλως: ἐν ταῖς ἄλλαις πόλεσι τοὺς ἡμετέρους δείξας δήμους ὅτι δημοκρατοῦνται καὶ ἄνευ τυραννίδος ἀλλήλοις πειθόμενοι.
τοῦτο βούλεται εἰπεῖν ὡς διδάξας τοὺς συμμάχους ὡς χρὴ δημοκρατεῖσθαι εὔνους ὑμῖν αὐτοὺς ἐποίησα καὶ φόρους ὑμῖν κομίζειν.
τὸν φόρον τὸ τέλος.
τὸν ποιητὴν τὸν Ἀριστοφάνην.
αὐτοῦ τοῦ Ἀριστοφάνους.
βασιλεὺς ἀντὶ τοῦ ὁ μέγας, ὁ Περσῶν.
βασανίζων: ἀκριβῶς ἐξετάζων.
πότεροι ταῖς ναυσὶ: πότερον αὐτοὶ τῶν Ἀθηναίων ἐν τῇ ναυμαχίᾳ κρατοῦσιν. ἔθος δὲ τοῖς βασιλεῦσι τὰ τοιαῦτα περιεργάζεσθαι.
ποτέρους εἴποι κακὰ πολλά: ἀντὶ τοῦ περὶ τούτου τοῦ ποιητοῦ ἠρώτα τίνας κωμῳδεῖ καὶ διαβάλλει. ἔφασκε γὰρ ὁ τῶν Περσῶν βασιλεὺς ὅτι οὓς ἂν οὗτος ὁ ποιητὴς τουτέστιν ὁ Ἀριστοφάνης σκώψῃ, τούτους σωφρονίζεσθαι καὶ γίνεσθαι βελτίους. τοῦτο δὲ χαριεντιζόμενος ψευδῶς λέγει.
ἔφη, φησίν, ὁ βασιλεὺς περὶ τοῦ ποιητοῦ τούτου ἤγουν τοῦ Ἀριστοφάνους, ὅτι οὓς ἂν κωμῳδήσῃ τούτους σωφρονίζεσθαι καὶ γίνεσθαι βελτίους. τοῦτο δὲ χαριεντιζόμενος ψευδῶς λέγει.
τοῦτον ἤγουν περὶ τούτου, τουτέστιν ἐμοῦ.
ποτέρους εἴποι κακὰ πολλά τίνας κωμῳδεῖ καὶ διαβάλλει.
τούτους γὰρ ἔφη: τοὺς Ἀθηναίους δηλονότι ἐρωτῶν ὁ βασιλεὺς ταῦτα λέγει περὶ αὐτοῦ.
τοῦτον τὸν ποιητήν· ταῦτα δὲ περὶ ἑαυτοῦ λέγει.
διὰ τοῦθʼ ὑμᾶς Λακεδαιμόνιοι: διὰ τὸ ἔχειν ὑμᾶς τὸν Ἀριστοφάνην, ποιητὴν ἄριστον.
καὶ τῆς νήσου μὲν ἐκείνης: τῆς νήσου ἐν ᾗ τὰ χωρία Ἀριστοφάνους, λέγω δὴ τῆς Αἰγίνης.
ἀφέλωνται: ἐγγὺς αὐτῶν λάβωσιν.
ἀλλʼ ἵνα τοῦτον τὸν ποιητήν: ἐγγὺς αὐτῶν λάβωσιν. ἐντεῦθεν τινὲς νομίζουσιν ἐν Αἰγίνῃ τὰς κωμῳδίας ποιεῖν τὸν Ἀριστοφάνην διὰ τὸ ἐπενηνοχέναι αὐτὸν «ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται» ὑμᾶς, οὐ τὴν Αἴγιναν. ταῖς ἀληθείαις εἷς ἦν τῶν ἐν τῇ νήσῳ κληρουχησάντων. οὐδὲν δὲ ἐκώλυε καὶ ἑτέρωθι συγγράφειν, εἰ ὑπὸ Λακεδαιμονίους ἡ νῆσος ἐγεγόνει. ἄλλως: οὐδεὶς ἱστόρηκεν ὡς ἐν Αἰγίνῃ κέκτηταί τι Ἀριστοφάνης, ἀλλʼ ἔοικε ταῦτα περὶ Καλλιστράτου λέγεσθαι, ὃς κεκληρούχηκεν ἐν Αἰγίνῃ μετὰ τὴν ἀνάστασιν Αἰγινητῶν ὑπὸ Ἀθηναίων.
οὐ θωπεύων: οὐ κολακεύων, οὐκ ἀπατῶν, οὐδέ τισι μισθὸν διδοὺς ἵνα αὐτὸν ἐπαινέσωσιν.
ὑποτείνων φαίνων.
ἐξαπατύλλων ἀπατῶν.
οὔτε κατάρδων: καταχέων ὑποσχέσεις. ἄλλως: οὐ καταβρέχων ὑμᾶς τοῖς ἐπαίνοις ὡς φυτά.
κατάρδων ποτίζων ὑμᾶς ὡς φυτὰ τοῖς ἐπαίνοις.
πρὸς ταῦτα Κλέων: διπλῆ καὶ εἴσθεσις εἰς τὸ καλούμενον πνῖγος, τὸ καὶ μακρόν, καὶ αὐτὸ ἀναπαιστικόν, ὥσπερ ἡ κατακλείς, ἐκ διμέτρου μὲν ἑνὸς καταληκτικοῦ, ἀκαταλήκτων δὲ πέντε.
παλαμάσθω ἐργαζέσθω.
τεκταινέσθω κατασκευαζέτω.
δεῦρο Μοῦσʼ ἐλθέ: διπλῆ καὶ ἐπιρρηματικὴ συζυγία, ἧς αἱ μὲν μελικαί εἰσι, κώλων ιαʹ παιωνικῶν· ὧν τὰ μὲν πρῶτα δʹ τρίρρυθμα, τὸ δὲ εʹ δίρρυθμον, εἶτα ἐν ἐκθέσει τετράρρυθμα δύο, καὶ ἐν εἰσθέσει τρία μὲν δίρρυθμα ἓν δὲ τρίρρυθμον.
φλεγυρά: λαμπρά, φέγγουσα, λάμπουσα, ἢ θερμὴ διὰ τοὺς ἄνθρακας· ἀντὶ τοῦ ἰσχυρά.
πρινίνων ἀντὶ τοῦ ἀγροίκων, στερεῶν· ἡ γὰρ πρῖνος ξύλον στερεόν.
φέψαλος σπινθήρ.
ἐρεθιζόμενος ἀναπτόμενος.
οὐρίᾳ ῥιπίδι: τῇ τοῦ ἀνέμου φορᾷ. λέγει δὲ τὸ πρὸς κίνησιν πνεύματος ἐπιτήδειον, ὃ ἡμεῖς ῥιπίδιον καλοῦμεν.
τὸ πρὸς κίνησιν πνεύματος ἐπιτήδειον, ὃ ἡμεῖς ῥιπίδιον καλοῦμεν, οὐρίαν ῥιπίδα λέγει διὰ τὸ φοράν τινα καὶ ὁρμὴν ποιεῖν πνεύματος.
ἐπανθρακίδες: λεπτοὶ ἰχθύες ὀπτοί. πάντα δὲ τὰ ἐπὶ ἀνθράκων ὀπτώμενα ἐπανθρακίδας ἐκάλουν.
οἱ δὲ Θασίαν ἀνακυκλῶσι: οἱ μέν φασι λείπειν τὸ λάγυνον, ἐπεὶ καταχρίονται πίσσῃ τὸ πῶμα. οὐ πιθανῶς· οὐδέπω γὰρ τότε Θάσιος οἶνος ηὐδοκίμει παρὰ τοῖς Ἀθηναίοις. οἱ δὲ ὅτι Θάσιαί τινες ῥαφανίδες λέγονται· λέγει δὲ τὴν ἠρτυμένην καὶ βρασσομένην. οἱ δὲ Θάσιόν φασι βάμμα λέγεσθαι ἐκ τῶν ἀπὸ πυρὸς ἰχθύων. ἰδίως Θασίαν ἅλμην ἐκάλουν. Κρατῖνος· «εἶδες τὴν Θασίαν ἅλμην». οἱ δὲ τὴν λεγομένην θερμοπότιδα. ἄλλως: Θασίαν, ζωμὸν ἅλμης εἰς ὃν ἀπέβαπτον τὰ ἠνθρακωμένα τῶν ἰχθύων.
λιπαράμπυκα: φιάλην Θασίου οἴνου πεπληρωμένην. ἄμπυξ δὲ λέγεται τὸ περιέχον. νῦν οὖν τὸ πῶμα τοῦ ἀγγείου λέγει. καὶ λιπαρὸν μὲν διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ παρὰ τὸ πυκάζειν καὶ καλύπτειν τὸν οἶνον, καταχρηστικῶς.
οἱ μὲν βάμμα τί φασι Θάσιον λέγεσθαι ἀπὸ ἰχθύων κατασκευαζόμενον, εἰς ὃ ἐμβάπτοντες ἐσθίουσι τοὺς ἰχθύας. οἱ δὲ ἀγγεῖόν τι Θασίου οἴνου πεπληρωμένον. ἄμπυκα δὲ νῦν λέγει τὸ πῶμα τοῦ ἀγγείου, λιπαρὸν μὲν διὰ τὸ ἡδὺ τοῦ οἴνου, ἄμπυκα δὲ διὰ τὸ περικαλύπτειν τὸν οἶνον. καταχρηστικῶς δὲ εἴρηται.
μάττωσιν ἄρτους κατασκευάζουσιν ἐγκρυφίας.
εὔτονον πρόθυμοι γὰρ οἱ ἄγροικοι εἰς πᾶσαν πρᾶξιν καὶ εὔτονοι.
ἐπίρρημα.
ἐν τῷ γήρᾳ πάσχομεν.
οἵτινες γέροντας ἄνδρας: τὸ «οἵτινες» οἱ νεώτεροι, ἢ ὑμεῖς οἱ Ἀθηναῖοι.
εἰς γραφάς: ἀντὶ τοῦ εἰς δικαστήρια καὶ κατηγορίας.
… ὑπὸ νέων ῥητόρων ἐᾶτε ἀπατᾶσθαι καὶ βλάπτεσθαι.
ἀλλὰ κωφοὺς: οἷον ἀφώνους. Ὅμηρος «κύματι κωφῷ».
παρεξηυλημένους: ἐκ μεταφορᾶς τῶν παλαιῶν αὐλῶν καὶ ἀχρείων. κυρίως γὰρ παρεξηυλῆσθαι λέγονται αὐλοὶ οἱ τὰς γλωσσίδας διερρηγμένοι.
ἀπὸ μεταφορᾶς τῶν παλαιῶν αὐλῶν τὸ «παρεξηυλημένοι» εἴρηκεν, οἳ τὰς γλωσσίδας διερρηγμένοι ἄφωνοι καὶ ἄχρηστοι κεῖνται.
παρεξηυλημένους ἀχρείους, ἐκ μεταφορᾶς τῶν παλαιῶν αὐλῶν.
Ἀσφάλειός ἐστιν: Ἀσφάλειος Ποσειδῶν παρὰ Ἀθηναίοις τιμᾶται. παρὰ τὸ καὶ αὐτὸν τῇ τριαίνῃ χρῆσθαι καὶ τοὺς γέροντας τῇ βακτηρίᾳ τοῦτο ἔφη. τιμᾶται δὲ Ποσειδῶν Ἀσφάλειος παρʼ αὐτοῖς ἵνα ἀσφαλῶς πλέωσιν.
παρὰ τὸ τοὺς γέροντας βακτηρίᾳ χρῆσθαι ὥσπερ ἐκεῖνος τριαίνῃ τὸ «Ἀσφάλειος Ποσειδῶν» ἔφη. ὡς γὰρ Ἀθηναῖοι τὸν Ποσειδῶνα τιμῶσιν, ὡς ἂν ὑπʼ αὐτοῦ κυβερνώμενοι ἀσφαλῶς πλέωσιν, οὕτω καὶ οἱ γέροντες τῇ βακτηρίᾳ χρῶνται ἵνα ἀσφαλῶς βαδίζωσι καὶ μὴ περιτραπέντες εἰς γῆν κατενεχθῶσιν.
Ἀσφάλειος τιμᾶται Ποσειδῶν Ἀσφάλειος παρʼ Ἀθηναίοις ἵνα ἀσφαλῶς πλέωσιν.
τονθορύζοντες: λάθρᾳ φθεγγόμενοι ἢ ὑπότρομοι τὰ χείλη κινοῦντες.
τῷ λίθῳ τῷ βήματι.
τῷ λίθῳ τῷ ἐν τῇ πνυκὶ δικαστηρίῳ.
τῆς δίκης τὴν ἠλύγην: οἱ γέροντες ἡμεῖς δηλονότι οὐδὲν ὁρῶντες ἐν τῷ δικαστηρίῳ εἰ μὴ τὴν σκιὰν τῆς δίκης. ἠλύγη γὰρ τὸ σκότος, καὶ ἠλυγισμένον τὸ ἐσκοτισμένον. βαρύνεται δέ· παρὰ γὰρ τὴν λύγην. πλεονάζει δὲ τὸ η. παρὰ προσδοκίαν δὲ εἶπε «τῆς δίκης» δέον ἀνθρώπων εἰπεῖν.
δίκης παρὰ προσδοκίαν «δίκης» εἶπε, δέον εἰπεῖν ἀνθρώπων.
τὴν ἠλύγην τὸ σκότος.
σπουδάσας εἰς τὸ βλάψαι τὸν γέροντα.
ἐς τάχος παίει: παίειν λέγουσι τὸ πᾶν ὁτιοῦν συντόνως ποιεῖν. «στρογγύλοις» δέ, πιθανοῖς ἢ πανούργοις. τὸ δὲ «ἐς τάχος» ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς διδασκαλείοις παίδων, ἐφʼ ὧν οὕτως ἐλέγετο, ἐς τάχος γράφει, ἐς κάλλος.
σκανδάληθρʼ ἱστὰς ἐπῶν: διχῶς ἀναγινώσκεται· ὑφʼ ἕν, ἵνʼ ᾖ σκανδαληθριστάς, ἢ ἀπόστροφος ἐν τῷ ρ, ἵνʼ ᾖ σκανδάληθρα ἱστάς. οἱ δὲ ὑφʼ ἓν ἀναγινώσκοντες ἐξηγοῦνται οὕτως· ἡ μὲν λέξις πεποίηται παρὰ τὸ ἱστάναι τὰ σκανδάληθρα, τουτέστι τὰ πέτευρα τῶν παγίδων, ἀπὸ τοῦ σκάζοντα συμπίπτειν καὶ κρατεῖν τὸ ἐμπεσόν. ὁ δὲ νοῦς, ἀνελκύσας ἐπὶ τοῦ βήματος συνηγόρους ἑαυτῷ καὶ θηρευτὰς λόγων ἐρωτᾷ ἡμᾶς. οὕτω γὰρ τὸ ὑπερβατόν, «κᾆτʼ ἀνελκύσας σκανδαληθριστὰς ἐρωτᾷ ἡμᾶς.» ἄλλως: σκανδάληθρα λέγεται τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ ξύλα, εἰς ἃ ἐρείδει. ὅπερ Ἀρχίλοχος λέγει ῥόπτρον. ἐνταῦθα οὖν λέγει ἐρείσματα λόγων καὶ βάρη.
οἱ μὲν ὑφʼ ἓν ἀναγιγνώσκουσιν οὕτω, «ἀνελκύσας σκανδαληθριστὰς ἐπῶν ἐρωτᾷ», ἤγουν συνηγόρους ἑαυτοῦ λαβὼν ἀπὸ τοῦ βήματος. οἱ δὲ διῃρημένως, «σκανδάληθρʼ ἱστὰς ἐπῶν», ἤτοι ἐρείσματα καὶ πανουργήματα λόγων. σκανδάληθρα δὲ λέγεται τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ ξύλα, ἅπερ Ἀρχίλοχος ῥόπτρα λέγει.
ἀνελκύσας ἀπὸ τοῦ βήματος συνηγόρους ἑαυτοῦ.
σκανδάληθρʼ ἱστὰς ἐρείσματα λόγων καὶ βάρη.
ἄνδρα Τιθωνόν: ὑπεράγαν γεγηρακότα. ἀπὸ Τιθωνοῦ τοῦ πάνυ γηράσαντος καὶ μεταβληθέντος εἰς τέττιγα.
μασταρύζει: συνέλκει καὶ συνάγει τὰ χείλη. ἀπὸ μεταφορᾶς τῶν ὑποτιτθίων παίδων, ἃ τὸν μαστὸν ἕλκοντα τῷ στόματι συνάγει τὰ χείλη.
λύζει: ἐὰν μὲν διὰ τοῦ ζ, ὀλολύζει. ἐὰν δὲ χωρὶς τοῦ ζ, ἀλύει, τουτέστιν ἀδημονεῖ.
λύζει: ποιὰν φωνὴν τραχεῖαν ἀφίησιν, ἢ λυγμῷ συνέχεται.
λύζει λυγμῷ συνέχεται.
ὀφλὼν χρεωστῶν.
περὶ κλεψύδραν: ἀντὶ τοῦ ἐν τῷ δικαστηρίῳ. ἡ γὰρ κλεψύδρα ἀγγεῖόν ἐστιν ἔχον μικροτάτην ὀπὴν περὶ τὸν πυθμένα, ὅπερ ἐν τῷ δικαστηρίῳ μεστὸν ὕδατος ἐτίθετο, πρὸς ὃ ἔλεγον οἱ ῥήτορες.
ἀγγεῖόν τι ἦν ἔχον ὀπὴν περὶ τὸν πυθμένα, ὅπερ μεστὸν ὕδατος ἐτίθετο ἐν τῷ δικαστηρίῳ, πρὸς ὃ ἔλεγον οἱ ῥήτορες. λέγει οὖν ἀπὸ μέρους τὸ δικαστήριον κλεψύδραν.
ξυμπονήσαντα ὑπομείναντα.
ἀνδρικὸν ἰσχυρόν.
Μαραθῶνι λείπει ἡ ἐν, ἐν Μαραθῶνι.
ἐδιώκομεν: περιεγένοντο γὰρ οἱ Ἀθηναῖοι Περσῶν ὅτʼ ἐμαχέσαντο πρὸς αὐτοὺς ἐν Μαραθῶνι.
ἀνδρῶν τῶν νέων ῥητόρων.
διωκόμεθα ἀντὶ τοῦ κατηγορούμεθα.
προσαλισκόμεθα: ἀντὶ τοῦ πρὸς τούτοις καταδικαζόμεθα καὶ ζημιούμεθα.
προσαλισκόμεθα ἤγουν τιμωρούμεθα.
Μαρψίας: οὗτος ὁ Μαρψίας ὡς φιλόνεικος καὶ φλύαρος καὶ θορυβώδης ῥήτωρ κωμῳδεῖται.
Μαρψίας οὗτος ῥήτωρ ἦν ταραχώδης, διὸ καὶ κωμῳδεῖται.
τῷ γὰρ εἰκὸς: πῶς δίκαιόν ἐστιν ἄνδρα γεγηρακότα ἀπολείπεσθαι συμπλακέντα ἀγριότητι; τοῦτο γὰρ δηλοῖ ἡ Σκυθῶν ἐρημία. οὗτος δὲ ὁ Θουκυδίδης Μελησίου παῖς ἦν· γεγόνασι δὲ δʹ· ὁ ἱστορικός, ὁ Γαργήττιος, ὁ Θετταλός, ὁ Μελησίου υἱός.
τῷ τῷ τρόπῳ;
Θουκυδίδην τινὰ παλαιὸν γέροντα ἀντιπολιτευσάμενον Περικλεῖ.
οὗτος ὁ Θουκυδίδης Μελησίου παῖς ἦν· γεγόνασι δὲ δʹ· ὁ ἱστορικός, ὁ Γαργήττιος, ὁ Μελησίου υἱός, ὁ Θετταλός.
συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ: ἐπεὶ θηριώδεις αἱ ἐρημίαι τῶν Σκυθῶν. ἀντὶ τοῦ ὀλέθρῳ καὶ κακοῖς συμπλακέντα. τοῦτο δὲ λέγει ὅτι καὶ οἱ Σκύθαι ἄοικοι ὄντες καὶ ἐπὶ τῶν ἁμαξῶν φερόμενοι αἴτιοι ἑαυτοῖς ὀλέθρου γίνονται. ἔστι δὲ παροιμία ἡ Σκυθῶν ἐρημία
τοῦτο λέγει ὅτι καὶ οἱ Σκύθαι ἄοικοι ὄντες καὶ ἐπὶ ἁμαξῶν φερόμενοι ἑαυτοῖς αἴτιοι ὀλέθρου γίνονται, ἄλλοτε ἀλλαχοῦ φερόμενοι ἐν ὄρεσι καὶ ἐρημίαις. ἔστι δὲ παροιμία ἡ Σκυθῶν ἐρημία ἐπʼ ὀλέθρου κειμένη, ἐπεὶ θηριώδεις αἱ ἐρημίαι τῶν Σκυθῶν καὶ ὀλέθρου αἴτιαι.
Σκυθῶν ἐρημίᾳ ἤγουν κακοῖς καὶ ὀλεθρίοις πράγμασι, ἐπεὶ θηριώδεις αἱ ἐρημίαι τῶν Σκυθῶν.
τῷ Κηφισοδήμῳ: οὗτος θρασὺς καὶ δεινὸς περὶ τὰς δίκας. Ἀθηναῖος δὲ καὶ οὗτος.
Κηφισοδήμῳ: τῷ λάλῳ ῥήτορι.
Κηφισοδήμῳ καὶ οὗτος Ἀθηναῖος, ῥήτωρ καὶ ξυνήγορος πολύλογος.
κἀπεμορξάμην: ἔκλαυσα. ἐκ τοῦ παρακολουθοῦντος. παρέπεται γὰρ τοῦτο τοῖς δακρύουσιν.
κἀπεμορξάμην ἤγουν ἐδάκρυσα. ἐκ τοῦ παρακολουθοῦντος. ἕπεται γὰρ τοῖς δακρύουσι τὸ ἀπομόρξαι τοὺς ὀφθαλμούς.
τοξότου: ἀντὶ τοῦ ὑπηρέτου δημοσίου, ἐπόπτου καλουμένου.
κυκώμενον βλαπτόμενον.
ὃς μὰ τὴν Δήμητρα: ὅστις πρεσβύτης ὑπὸ τοῦ τοξότου βλαπτόμενος οὐδὲ τῆς Δήμητρος ἠνέσχετο, ἡνίκα ἦν νέος. Ἀχαιὰν δὲ τὴν Δήμητραν ἐκάλουν ἀπὸ τοῦ κτύπου τῶν κυμβάλων καὶ τυμπάνων τοῦ γενομένου κατὰ τὴν ζήτησιν τῆς Κόρης. ἢ ἀπὸ τοῦ ἤχου ὃν παρεῖχεν τοῖς περὶ τὴν Γέφυραν εἰς Ἀθήνας ἀπιοῦσιν. ἢ ἀπὸ τοῦ περὶ τὴν θυγατέρα ἄχους. ὁ δὲ νοῦς, ἡνίκα ἦν Θουκυδίδης οὐχ ὅπως τοξότην ἠνέσχετο ἂν καταβοᾶν αὐτοῦ ἀλλʼ οὐδὲ τὴν Ἀχαιὰν αὐτήν.
ἐκεῖνος ἡνίκʼ ἦν ἤγουν ὅτε ἦν νέος κατὰ τὴν τοῦ Θουκυδίδου ἀρχήν.
Ἀχαιὰ ἡ Δημήτηρ εἴρηται ἀπὸ τοῦ ἄχους τοῦ ἐπὶ τῇ Περσεφόνῃ. τινὲς δὲ ἀπὸ ἱστορίας τοιαύτης. τοῖς Ταναγραίοις μεταστᾶσιν ἐκ τῆς Τανάγρας ἐκέλευε κατʼ ὄναρ ἡ Δημήτηρ φανεῖσα αὐτοῖς ἀκολουθῆσαι τῷ γινομένῳ ἤχῳ, καὶ ὅπου ἂν παύσηται, ἐκεῖ πόλιν κτίσαι. καὶ διώδευον ἀκούοντες ψόφου κυμβάλων καὶ τυμπάνων. καὶ παυσαμένων περὶ τὴν Ἀττικὴν ἔκτισαν πόλιν καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δήμητρος.
οὐχ ὅπως τοξότην ἠνέσχετο ἂν καταβοῶντος αὐτοῦ, ἀλλʼ οὐδὲ τὴν Ἀχαιὰν αὐτὴν ἤγουν τὴν Δήμητρα.
κατεπάλαισε: κατηγωνίσατο, κατεπολέμησεν.
Εὐάθλους δέκα: οὗτος ὁ Εὔαθλος ῥήτωρ πονηρός. Ἀριστοφάνης ἐν Ὁλκάσιν «ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος … ὥσπερ Εὔαθλος παρʼ ὑμῖν τοῖς νέοις». ἦν δὲ καὶ εὐρύπρωκτος καὶ λάλος. εἴη δʼ ἂν καὶ ἀγενής. διὸ καὶ τοξότην αὐτὸν καλεῖ, οἷον ὑπηρέτην.
ὁ Εὔαθλος καὶ ὡς εὐρύπρωκτος καὶ ὡς λάλος κωμῳδεῖται. εἴη δʼ ἂν καὶ ἀγενής. διὸ τοξότην αὐτὸν καλεῖ οἷον ὑπηρέτην. διεβάλλετο γὰρ ἡ τοξεία ὡς εὐτελής. καὶ Σοφοκλῆς «ὁ τοξότης ἔοικεν οὐ σμικρὰ φρονεῖν». ἀλλʼ ἔνδοξον ταύτην δεῖξαι βουλόμενός φησιν «οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην». μέμνηται τούτου τοῦ Εὐάθλου καὶ ἐν Ὁλκάσιν «ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος … ὥσπερ Εὔαθλος παρʼ ἡμῖν τοῖς νέοις».
αὐτοῦ τοῦ Εὐάθλου.
τὰς γραφάς τὰς δίκας.
ὅπως ἂν ᾖ τῷ γέροντι: ἵνα παντελῶς οἱ νέοι τῶν γερόντων κεχωρισμένοι ὦσι. «νωδὸς» δὲ ὁ μὴ ἔχων ὀδόντας ὑπὸ τοῦ γήρως.
χὠ Κλεινίου: Ἀλκιβιάδην τὸν Κλεινίου ὡς καταπύγονα κωμῳδοῦσιν.
κἀξελαύνειν χρή: κἂν ἐξελαύνειν δέῃ, κἂν φυγῇ ζημιοῦν, ὑπὸ τοῦ γέροντος τοῦτο χρὴ πάσχειν τὸν γέροντα.
τὸν νέον κτλ. οἷον δικάζειν.
κορωνίς, ὅτι ἐπεισίασιν οἱ ὑποκριταί, καὶ εἰσὶ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιϛʹ.
ἀγοράζειν: ἐν ἀγορᾷ διατρίβειν, Ἀττικῶς. ὅθεν καὶ ἡ Κόριννα ἐπιτιμᾷ τῷ Πινδάρῳ ἀττικίζοντι, ἐπεὶ ἐν τῷ πρώτῳ τῶν Παρθενίων ἐχρήσατο τῇ λέξει.
ἔξεστι καὶ Μεγαρεῦσι: ἐν ἐξουσίᾳ καὶ παρρησίᾳ ἐστί.
ἀγορανόμους: οὓς νῦν λογιστὰς καλοῦμεν.
τοὺς δʼ ἱμάντας ἐκ Λεπρῶν: οἱ μὲν ἀπὸ τοῦ λέπειν, ὅ ἐστι τύπτειν. οἱ δὲ ἀπὸ Λεπρίου πολίσματος τῆς Πελοποννήσου, οὗ μέμνηται καὶ Καλλίμαχος ἐν ὕμνοις «Καυκώνων πτολίεθρον ὃ Λέπριον πεφάτισται». οἱ δὲ ἐκ λεπρῶν βοῶν. φασὶ γὰρ τὰ τῶν λεπρῶν βοῶν δέρματα ἰσχυρὰ εἶναι. οἱ δὲ ὅτι οἱ Μεγαρεῖς λεπροὶ τὸ σῶμα. πρὸς οὓς σπένδεται. ἄμεινον δὲ λέγειν ὅτι τόπος ἔξω τοῦ ἄστεος Λεπροὶ καλούμενος, ἔνθα τὰ βυρσεῖα ἦν. οὗ καὶ ἐν Ὄρνισι μέμνηται «τί δʼ οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετε;» ἱμάντες δέ, λώρους λέγει, φραγέλλια· τὸ γὰρ παλαιὸν φραγέλλαις ἔτυπτον οἱ λογισταὶ τοὺς τῆς ἀγορᾶς.
φασιανός: ἀντὶ τοῦ συκοφάντης, παρὰ τὴν φάσιν, ὅ ἐστι φαίνειν. ἔστι δὲ καὶ πόλις τῆς Σκυθίας Φάσις, ὁμωνύμως τῷ ποταμῷ.
ἐν τἀγορᾷ συνίζησις.
ἀγορὰ ʼν Ἀθάναις: ἔρχεται Μεγαρεύς τις. οἰκεία δὲ πάνυ ἡ ἔννοια καὶ οἴκτου μεστή. πεινῶν γὰρ ἥκει καὶ τὰς θυγατέρας πωλεῖ διὰ τὸν λιμόν, εἰς χοίρους αὐτὰς μετασχηματίσας.
ἐπόθουν τυ ναὶ τὸν φίλιον: νὴ τὸν φίλιον Δία ἐπόθουν σε ὥσπερ μητέρα.
τυ σέ.
ἀμβᾶτε: ἀνάβητε. ἐμφαντικῶς δὲ τὸν λιμὸν ἐδήλωσεν εἰπὼν «ἀμβᾶτε πρὸς τὴν μᾶζαν». οἱ Μεγαρεῖς δὲ τρέπουσι τὸ ζ εἰς δύο δδ.
ἀκούετον δή, ποτέχετʼ ἐμὶν τὴν γαστέρα: παρὰ προσδοκίαν. δέον γὰρ εἰπεῖν «προσέχετε ἡμῖν τὸν νοῦν», ἔφη «τὴν γαστέρα», ἐπειδὴ ἐπείνων. ταῦτα δὲ λέγει ὁ Μεγαρεὺς πρὸς τὰς ἑαυτοῦ θυγατέρας, ἃς ἤγαγεν ἐπὶ τῷ πωλῆσαι διὰ τὸν λιμόν. πικρὰ δὲ ἡ ἔννοια τῷ ποιητῇ.
ποτέχετʼ προσέχετε, χρονίζετε.
δακτυλικὸν τρίμετρον.
ἐγώνγα καὐτός φαμι: καὶ ἐγὼ αὐτὸς τοῦτο σύμφημι.
φανερὰν ζαμίαν: ἐπειδὴ κόραι ἦσαν καὶ οὐ χοῖροι. ἡ δὲ τούτων φροντὶς καὶ δαπάνη πολλή ἐστι.
Μεγαρικά τις μηχανά: ἀντὶ τοῦ πονηρά, πανοῦργος μηχανή. διεβάλλοντο γὰρ ἐπὶ πονηρίᾳ οἱ Μεγαρεῖς, ὡς ἄλλα μὲν λέγοντες, ἄλλα δὲ ποιοῦντες.
διεβάλλοντο οἱ Μεγαρεῖς ἐπὶ πονηρίᾳ, ἄλλα μὲν λέγοντες, ἄλλα δὲ ποιοῦντες. διὰ τοῦτο τὴν μηχανὴν Μεγαρικὴν ὠνόμασεν.
Μεγαρικά ἤγουν πανοῦργος.
χοίρους γὰρ ὑμὲς σκευάσας: τοὺς παρʼ ἡμῖν νῦν λεγομένους δέλφακας, λέγω δὴ τοὺς μικροὺς σῦς· οὓς οἱ ἀρχαῖοι χοίρους ἐκάλουν. Ὅμηρος «ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι παρέστι χοίρεʼ, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν». ἐν γοῦν τοῖς ἑξῆς φησι «νεαρὰ γάρ ἐστιν ἀλλὰ δελφακουμένα ἕξει μεγάλα».
χοίρους τοὺς παρʼ ἡμῖν λεγομένους δέλφακας, ἤγουν τοὺς μικρούς.
τὰς ὁπλὰς τῶν χοιρίων: οὐ μόνον Ἀριστοφάνης ἐπὶ τῶν χοίρων ὁπλὰς εἴρηκεν, ἀλλὰ καὶ Σιμωνίδης ὁμοίως ἐπὶ χοίρου «ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν» καὶ Ἡσίοδος ἐπὶ βοῶν «μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλήν», καὶ τὸ ἐναντίον ἐπὶ τοῦ ἵππου «νύσσοντες χηλῇσιν».
οὗτος ὁπλὰς ἐπὶ χοίρων εἶπεν, Ἡσίοδος δὲ ἐπὶ βοῶν, «μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλήν», καὶ τὸ ἐναντίον χηλὴν ἐπὶ ἵππου «νύσσοντες χηλῇσιν». ὁπλαὶ μὲν γὰρ κυρίως ἐπὶ τῶν ὁλοκλήρους ἐχόντων τοὺς ὄνυχας, οἷον ἵππων ὄνων ὀρέων καὶ τῶν τοιούτων, χηλαὶ δὲ ἐπὶ τῶν διῃρημένους, βοῶν φημὶ καὶ αἰγῶν καὶ προβάτων καὶ τῶν τοιούτων. καὶ Λουκιανὸς ἐκφράζων τὸν Πᾶνά φησι «καὶ σκέλη τραγικὰ καὶ δίχηλα καὶ οὐρὰν ὑπὲρ τὰς πυγάς». οὗτοι δὲ ἐναντίως ἐχρήσαντο.
ἐξ ἀγαθᾶς ὑός: ὗν ἐπὶ θηλείας, σῦν δὲ ἐπὶ ἄρρενος. κέχρηνται δὲ καὶ ἀδιαφόρως.
ὅπως σκοπεῖτε.
εἴπερ ἵξετʼ οἴκαδε: ἐκ δευτέρου εἰς τὸν οἶκον εἰ ἀφίξεσθε, τῆς πρώτης πειραθήσεσθε λιμοῦ. Δωριεῖς δὲ θηλυκῶς λέγουσι τὴν λιμόν.
ἵξετʼ οἴκαδις εἰς τὸν οἶκον ἐκ δευτέρου ἀφίξεσθε.
τὰ πρᾶτα: τὰ πρῶτα, ἀντὶ τοῦ τῆς ἄκρας λιμοῦ πειραθήσεσθε.
τᾶς λιμῶ Δωριεῖς θηλυκῶς λέγουσι τὸν λιμόν.
τὰ ῥυγχία: «τὰ ῥυγχία» κυρίως ἔφη. ἐπὶ γὰρ χοίρου λέγεται ῥύγχος. ἄμεινον δὲ γράφειν ἀντὶ τοῦ «ταδί» ταδή· δωρίζει γάρ.
ῥύγχος κυρίως ἐπὶ χοίρου λέγεται, ῥάμφος δὲ ἐπὶ ἀετοῦ καὶ τῶν τοιούτων, τῶν ἐχόντων ἐπικύφους τὰς ῥῖνας. ἐνταῦθα δὲ «ῥυγχία» εἴρηκεν ὑποκοριστικῶς, ἐπεὶ καὶ χοιρία εἶπε διὰ τὴν σμικρότητα αὐτῶν.
τὰ ῥυγχία τὴν ῥῖνα.
τὸν σάκκον διὰ δύο κκ τὸ «σάκκος».
γρυλλιξεῖτε: χοίρων φωνὴν μιμήσεσθε.
οὕτω γάρ πως βοῶσι τὰ δελφάκια κοΐ, καὶ ἔστι ποιὰ φωνή.
γρυλλιξεῖτε δίκην χοίρων βοήσετε.
χήσετε φωνάν: ἀφήσετε φωνήν.
χοιρίων μυστηρικῶν: ὅτι ἐν τοῖς μυστηρίοις τῆς Δήμητρος χοῖρος θύεται. ἀνάκειται γὰρ τὸ ζῷον τῇ θεῷ. ἕκαστος δὲ τῶν μυουμένων ὑπὲρ ἑαυτοῦ ἔθυεν. ταῦτα δὲ καλεῖται μυστηρικά.
καρυξῶ κηρύξω.
λῇς ἆρα θέλεις, ποιητικῶς.
ἀγοράσοντες ἥκομεν: ἐν ἀγορᾷ διατρίψοντες ἤλθομεν, ἢ ὠνησόμενοί τι ἢ πωλήσοντες.
διαπεινᾶμες ἀεί: παρὰ προσδοκίαν, ὡσεὶ ἔφη διαπίνομεν ἀεὶ πρὸς τὸ πῦρ· ὁ δὲ εἶπε «διαπεινᾶμες» οἱ γὰρ πότοι χειμῶνος πρὸς τὸ πῦρ γίνονται· εἴρηκε δὲ οὕτω διὰ τὸν λιμόν. «διαπεινᾶμες» δὲ ἀντὶ τοῦ διαπεινῶμεν. ἢ οὕτως· ἐσχάτως πεινῶμεν, ὥστε καὶ τὰ ἱμάτια ἀποδόμενοι καθεζόμεθα πρὸς τῷ πυρὶ διὰ τὸ ῥῖγος. ἢ διαπύρως καὶ ἐκτόπως πεινῶμεν, ὃ καὶ βέλτιον.
ἀλλʼ ἡδύ τοι νὴ τὸν Δίʼ ἢν αὐλὸς παρῇ: ὡς ἐπὶ τῶν πινόντων καὶ ἀκουόντων αὐλῶν. ὅτι τὸ πῦρ εὐωχίας σημαντικόν. ὥστε ἡδὺ ἦν τὸ καθῆσθαι μετὰ αὐλῶν.
ἔθος γὰρ μετὰ αὐλῶν καὶ ὀργάνων πίνειν ἐν τοῖς συμποσίοις καὶ ἡδυνομένους τούτοις ἀεὶ πίνειν.
οἷα δή: ἀντὶ τοῦ τοιαῦτα δή.
ὅκα ἡνίκα.
τηνῶθεν ἐκεῖθεν ἦλθον.
ἐμπορευόμαν ὡδοιπόρουν.
πρόβουλοι οἱ στρατηγοί.
ὅπως τάχιστα: καὶ τοῦτο παρʼ ὑπόνοιαν. πικρῶς ἐπήγαγε τὸ «ἀπολοίμεθα». ἔδει γὰρ εἰπεῖν ὅπως σωθῶμεν.
αὐτίκʼ ἄρʼ ἀπαλλάξεσθε: πρὸς τὸ ῥηθὲν παρὰ τοῦ Μεγαρέως ἀπήντησεν ὁ Δικαιόπολις ἀστείως. εἰ γὰρ ἀπώλλυσθε, φησίν, ἀπηλλάττεσθε ἂν πραγμάτων.
σὰ μάν: ἀντὶ τοῦ τί μήν; τί γὰρ ἄλλο καταλείπεται ἢ τοῦτο;
ἀστείως καὶ οὗτος εἴρηκεν. εἰ γὰρ ἀπόλλοισθε, φησί, καὶ ἀπαλλάξεσθε πραγμάτων.
σὰ μάν; τί μήν;
τί δʼ ἄλλο Μεγαροῖ: λείπει τό, ἢ τοῦτο τὸ ἀπολέσαι ἡμᾶς σπουδάζειν.
Μεγαροῖ ἀντὶ τοῦ εἰς τὰ Μέγαρα.
ᾇπερ τοὶ θεοί: ἀντὶ τοῦ ὥσπερ οἱ θεοὶ πολυτίμητοί εἰσι καὶ τίμιοι, οὕτω καὶ ὁ σῖτος πολλῆς τιμῆς ἐστι. παίζει οὖν.
ἅλας οὖν φέρεις: ἐν Νισαίᾳ τῆς Μεγαρίδος ἅλες πήγνυνται. ἦν δὲ ὁ τόπος ὑπήκοος τῶν Ἀθηναίων.
ὑμὲς αὐτῶν ἄρχετε: διὰ τὸ θαλασσοκρατεῖν τοὺς Ἀθηναίους ἔφη ὅτι ὑμεῖς αὐτῶν ἄρχετε.
ὅκκʼ ἐσβαλεῖτε: ἐσβαλεῖν ἐστι τὸ τινὰς ἐν ἀγρῷ εἰσελθόντας ἐκκόψαι πάντα τὰ ἐν αὐτῷ. λέγει οὖν ὁ Μεγαρικὸς ὅτι «ποῖα σκόροδα»; ἅτινα ὑμεῖς ἐπελθόντες τοῖς χωρίοις τῆς Μεγαρίδος καθαπερεὶ γήϊνοι μύες ἐκκόπτετε. ἀπὸ δὲ τῶν σκορόδων ἐσήμηνε καὶ τὰ ἄλλα πάντα. τούτων δὲ ἐμνήσθη ὡς μηδὲ τῶν οὕτως εὐτελῶν φειδομένων τῶν Ἀθηναίων.
ὅκκʼ ὅτι.
τὼς ὡς.
ἀρουραῖοι ἀγρῶται.
«ποῖα σκόροδα»; φησίν, ἅτινα ἐπερχόμενοι ὑμεῖς ἐν τοῖς χωρίοις τῆς Μεγαρίδος ἐκκόπτετε καθάπερ μύες ἐκ γῆς ἀναφυόμενοι. ἀπὸ δὲ τῶν σκορόδων ἐδήλωσε καὶ τὰ ἄλλα πάντα. οὕτω γὰρ αὐτοῖς οἱ Ἀθηναῖοι ἐπέπεσον ὡς μηδὲ τῶν οὕτως εὐτελῶν φείσασθαι.
πάσσακι: ὑποκοριστικῶς, τῷ πασσάλῳ. «ἀγλῖθας» δὲ τὰς κεφαλὰς τῶν σκορόδων. φησὶν οὖν ὅτι ὥσπερ ἀρουραῖοι μύες ὀρύσσετε τῷ πασσάλῳ τὰς ἀγλῖθας.
πάσσακι πασσάλῳ, ὑποκοριστικῶς.
ἀγλῖθας τὰς κεφαλὰς τῶν σκορόδων.
χοίρους ἐγώνγα μυστικάς: διὰ τὸ ἐν τοῖς μυστηρίοις τῆς Δήμητρος θύεσθαι χοίρους.
ἄντεινον αἰ λῇς: ἀνάτεινον εἰ βούλει καὶ κρεμάσας ἐπίσκεψαι πόσου βάρους εἰσίν.
εἰώθασιν οἱ τὰς ὄρνις ὠνούμενοι ἀνατείνειν ταύτας καὶ τὸ βάρος αὐτῶν σκοπεῖν καὶ οὕτω καταλαμβάνειν εἶναι παχείας. ἀπὸ τούτων οὖν καὶ ἐπὶ τῶν χοίρων τοῦτο ποιῆσαι παρακελεύεται.
τουτὶ τί ἦν τὸ πρᾶγμα;: ὁ Ἀττικὸς κρεμάσας τὴν παῖδα ὁρᾷ τὸ αἰδοῖον αὐτῆς καὶ ἐρωτᾷ περὶ αὐτοῦ ὅ τι ποτέ ἐστιν. οὐ γὰρ ἦν ὅμοιον τῷ αἰδοίῳ τοῦ χοίρου.
τουτὶ κτλ. ἰδὼν τὸ μόριον τῆς παιδὸς τοῦτο λέγει.
χοῖρος τὸ γυναικεῖον μόριον χοῖρον καλοῦσιν Ἕλληνες.
ἦ οὐ χοῖρός ἐσθʼ ἅδε;: τὸ αἰδοῖον δείκνυσι τῆς παιδός.
ἦ οὐ συνίζησις.
θᾶσθε τοῦδε τὰς ἀπιστίας: ὁ Μεγαρεὺς πρὸς τοὺς θεατάς· θεᾶσθε, φησί, τοῦ Δικαιοπόλιδος τὰς ἀπιστίας.
τοῦδε τοῦ Δικαιοπόλιδος.
οὔ φατι: οὐ λέγει. «χοῖρον» δὲ τὸ αἰδοῖον τῆς γυναικός.
ἦμεν εἶναι.
χοῖρον τὸ μόριον δείκνυσι τῆς παιδός.
ἀλλὰ μὰν αἰ λῇς: ἀλλὰ μὴν ἐὰν θέλῃς. τὸ δὲ «περιδοῦ μοι» καὶ Ὅμηρος «δεῦρό νυν ἢ τρίποδος περιδώμεθα». Γ
περὶ θυμιτιδᾶν ἁλῶν: εἰ βούλει, φησί, ποιησώμεθα συνθήκας περὶ θυμιτίδων ἁλῶν, οἷον μετὰ θύμου τετριμμένων. καὶ ἑτέρωθι «ἅλας θυμίτας δοὺς ἐμοὶ καὶ κρόμμυα».
αἰ λῇς εἰ θέλεις.
περίδου συνθήκας ποίησον.
θυμιτιδᾶν μετὰ θύμου τετριμμένων· ἑτέρωθι δέ φησι «ἅλας θυμοίτας δοὺς ἐμοὶ καὶ κρόμμυα».
τὸ «περιδοῦ» καὶ παρʼ Ὁμήρῳ εὕρηται κείμενον, «δεῦρό νυν ἢ τρίποδος περιδώμεθʼ». μέμνηται δὲ τούτου οὗτος καὶ ἐν Νεφέλαις· «περιδοῦ νῦν ἐμοί, εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον».
αἰ μή ʼστιν οὗτος χοῖρος: τοῦτό φησιν ἐπεὶ καὶ τὸ γυναικεῖον αἰδοῖον χοῖρον ἐκάλουν οἱ Ἕλληνες. διὰ τοῦτο γοῦν ὁ Ἀττικὸς ἐπιφέρει «ἀλλʼ ἔστιν ἀνθρώπου».
ναὶ τὸν Διοκλέα: Διοκλῆς τις ἥρως ἐτιμᾶτο παρὰ Μεγαρεῦσιν, ᾧ καὶ ἀγῶνα τελοῦσι τὰ Διόκλεια. οὗ καὶ Θεόκριτος μέμνηται· «Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα ξεῖνον ἐτιμήσασθε, Διοκλέα τὸν φιλόπαιδα». ὃν δὲ ἐπὶ τῷ Διοκλεῖ ἔθηκεν ἀγῶνα Ἀλκάθους ὁ Πέλοπος, ἐπιτελοῦσιν οἱ Μεγαρεῖς.
Διοκλέα οὗτος ὡς ἥρως ἐτιμᾶτο παρὰ Μεγαρεῦσιν.
ἱστορία περὶ Διοκλέους τοῦ φιλόπαιδος. Διοκλῆς ὑπὲρ τοῦ ἐρωμένου αὐτῷ παιδὸς ἑαυτὸν δοὺς εἰς θάνατον ἐτιμᾶτο παρὰ Μεγαρεῦσι κατʼ ἔτος. Ἀλκάθους γὰρ ὁ Πέλοπος φιλημάτων ἀγῶνα τῷ Διοκλεῖ συνεστήσατο, ὃν καὶ ἐπετέλουν οἱ Μεγαρεῖς. μέμνηται τούτου καὶ Θεόκριτος λέγων «Νησαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, ὄλβιοι οἰκοίητε, τὸν Ἀττικὸν ὡς περὶ ἄλλων ξεῖνον ἐτιμήσασθε, Διοκλέα τὸν φιλόπαιδα».
εἴμεναι εἶναι.
ἦ λῇς ἀκοῦσαι φθεγγομένας; ἆρα θέλεις ἀκοῦσαι λαλουσῶν;
φώνει φθέγξαι.
οὐ χρῆσθα σιγᾶς: λεληθότως πρὸς τὰ χοιρίδια λέγει «οὐ χρῆσθα σιγᾶς».
πάλιν τύγʼ ἀποισῶ: ἐὰν σιωπήσητε, ἀποφέρω πάλιν ὑμᾶς οἴκαδε λιμωξούσας.
ἀποισῶ κομίσω λιμώξοντα.
κοῒ κοΐ αἱ παῖδες μιμοῦνται τὴν τῶν χοίρων φωνὴν «κοῒ κοΐ» λέγουσαι.
κοῒ κοΐ εἴσθεσις εἰς δισύλλαβα. Γ
κοῒ κοΐ ἰαμβικὸν μονόμετρον ἀκατάληκτον.
νῦν δὲ χοῖρος φαίνεται: νῦν σαφῶς σημαίνει ὅτι χοῖρος τὸ γυναικεῖον αἰδοῖον λέγεται.
κύσθος καὶ τοῦτο τὸ γυναικεῖον μόριον σημαίνει.
ποττὰν ματέρʼ πρὸς τὸ τῆς μητρὸς αἰδοῖον.
ποττὰν πρὸς.
ἀλλʼ οὐδὲ κτλ. διὰ τὸ εἶναι αὐτὴν γυναῖκα τοῦτο ἔφη.
σά μάν: ναὶ δή.
κέρκον οὐκ ἔχει: τὰ γὰρ κόλουρα ἐν ταῖς ἱερουργίαις οὐ θύεται, καὶ καθόλου ὅπερ ἂν μὴ ᾖ τέλεον καὶ ὑγιὲς οὐ θύεται τοῖς θεοῖς. ὅτι τὰ κόλουρα τῶν ζῴων ἐν ταῖς ἱερουργίαις οὐ θύεται, οὔτε ἄλλο τι τὸ μὴ τελείως ὁλόκληρον καὶ ὑγιές.
νέα γάρ ἐστι: τὸ «νέα» ἀντὶ τοῦ ἡβῶσα, ἣ αὐξομένη ἕξει παχεῖαν καὶ μεγάλην οὐράν· τοὺς γὰρ μείζονας λοιπὸν χοίρους δέλφακας ἐκάλουν. ἅμα δὲ καὶ ὡς ἐπὶ κόρης παίζει, ὅτι ἕξει μεγάλην οὐράν, τὴν τοῦ ἀνδρὸς πόσθην. αἰνίττεται δὲ εἰς τὸ κακέμφατον.
νέα ἤγουν ἡβῶσα καὶ αὐξάνουσα.
δελφακουμένα ἀνατρεφομένη ὡς δέλφαξ.
μεγάλαν κτλ. ἤγουν τὴν τοῦ ἀνδρὸς πόσθην. παίζει δέ.
αἰ τράφεν λῇς εἰ τρέφειν θέλεις χοίρους.
ἅδε τοι τὴν ἑτέραν ἀδελφὴν δεικνύει.
ὡς ξυγγενὴς ὁ κύσθος: τῇ ἑτέρᾳ κόρῃ, φησί, ὅμοιός ἐστι διὰ τὸ ἀδελφὰς εἶναι αὐτάς.
κἠκ τωὐτοῦ ἐκ τοῦ αὐτοῦ.
κἀναχνοιανθῇ: ἀντὶ τοῦ δασυνθῇ. χνοῦς γὰρ ἡ πρώτη θρὶξ καὶ λεπτή. τουτέστιν ἐὰν ἀκμάσῃ καὶ ἡβήσῃ.
ἀμπαχυνθῇ αὐξήσῃ.
κάλλιστός ἐστι χοῖρος: κοινὴ ἡ ἔννοια ἐπί τε τοῦ χοίρου τοῦ ζῴου καὶ ἐπὶ τοῦ αἰδοίου τῆς κόρης. πάνυ δὲ μετὰ χάριτος ἔφη, ἅμα μὲν πρὸς θυσίαν, ἅμα δὲ καὶ πρὸς τὴν συνουσίαν. τυθῆναι δὲ αὐτὴν λέγει τῇ Ἀφροδίτῃ τὸ φθαρῆναι αὐτήν.
θύειν τυθῆναι λέγει αὐτὴν τῇ Ἀφροδίτῃ τὸ συνευνηθῆναι ἀνδρὶ καὶ φθαρῆναι.
κοινὴ ἡ ἔννοια ἐπί τε τοῦ χοίρου τοῦ ζῴου καὶ ἐπὶ τοῦ αἰδοίου τῆς κόρης. πάνυ δὲ μετὰ χάριτος ἔφη, τυθῆναι λέγων αὐτὸν τῇ Ἀφροδίτῃ, τοῦτο μὲν τὴν σφαγὴν δηλῶν τοῦ ζῴου, τοῦτο δὲ τὴν ἐκ συνουσίας φθορὰν τῆς κόρης.
ἀλλʼ οὐχὶ χοῖρος: πολλοὶ τῶν Ἑλλήνων οὐ θύουσι χοίρους τῇ Ἀφροδίτῃ ὡς βδελυττομένην διὰ τὸν Ἄδωνιν αὐτούς.
ἀλλʼ οὐχὶ χοῖρος τοῦτο διὰ τὸ ζῷον.
μόνᾳ γε δαιμόνων: αὐτῇ μόνῃ μάλιστα ὁ χοῖρος θύεται, ὡς πρὸς τὸ αἰδοῖον.
τὸν ὀδελόν: Βοιωτοὶ τὸν ὀβελὸν ὀδελὸν λέγουσιν.
τὸν ὀδελόν λέγει δὲ τὸ τοῦ ἀνδρὸς μόριον παίζων.
τὸν Ποτείδα ἀντὶ τοῦ τὸν Ποσειδῶ.
τῶ τοῦ, Δωρικῶς.
πάνθʼ ἃ δίδως: ἅτινα ἂν παραβάλῃς αὐταῖς ἐσθίουσιν.
ἐρώτη τὸ «ἐρώτη» ἀντὶ τοῦ ἐρώτησον.
τρώγοις ἂν ἐρεβίνθους;: ἔπαιξε πρὸς τὸ αἰδοῖον τοῦ ἀνδρός, ἐπεὶ καὶ ἐρέβινθον αὐτὸ καλοῦσιν.
Φιβάλεως ἰσχάδας: τόπος Μεγαρίδος, ἄλλοι δὲ Ἀττικῆς. ἀμφιβάλλεται. ἄλλως: γένος συκῆς ἡ φίβαλις ἐπιτήδειον εἰς ξηρασίαν ἰσχάδων. ἐπεὶ δὲ ἀπὸ τοῦ ἰσχναίνεσθαι ἰσχὰς καλεῖται, καὶ τοὺς ἰσχνοὺς τῶν ἀνθρώπων φιβάλεις καλοῦσιν. ὁ δὲ τόνος φιβάλεως προπαροξυτόνως ὡς κορώνεως, πελέκεως.
ἔστιν, ὥς φασι, καὶ γένος συκῆς οὕτω καλούμενον φιβάλης, ἐπιτήδειον εἰς ξηρασίαν ἰσχάδων, ὅθεν καὶ τοὺς ἰσχνοὺς τῶν ἀνθρώπων φιβάλεις ἐκάλουν.
τρώξονται τρώγουσι.
τρώξονται φάγωσι.
βαβαί θαυμαστικόν.
οἷον ῥοθιάζουσʼ: ἀθρόως καὶ μετὰ κτύπου φωνῆς ὁρμῶσι καὶ ἐσθίουσι. θαυμαστικῶς δὲ τὸ οἷον. ἄλλως: μετὰ ῥόθου καὶ ψόφου ἐσθίουσιν.
ῥοθιάζουσʼ μετὰ ἤχου ἐσθίουσιν.
Τραγασαῖα ἀπὸ τοῦ τρώγειν ἔπαιξεν, ἅμα δὲ καὶ ὡς ἀπὸ πόλεως.
κατέτραγον κατέφαγον.
ἐγὼ γὰρ αὐτῶν τάνδε μίαν ἀνειλόμαν: τῶν ἰσχάδων δηλονότι μίαν ἔλαβον.
ἀνειλόμαν ἔλαβον.
ἀστείω γε τὼ βοσκήματε: ἀνθηρὰ καὶ καλὰ τὰ βοσκήματα. ἐπὶ χοίρων δὲ κεῖται τὸ βόσκημα. Ξενοφῶν δὲ ἐν ζʹ τῆς Παιδείας καὶ ἐπὶ ἵππων τέθεικε τὴν λέξιν.
ἀστείω ἀνθηρὰ καὶ καλὰ τὰ βοσκήματα.
κυρίως ἐπὶ χοίρων λέγεται τὸ βόσκημα, καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων ζῴων.
σκορόδων τροπαλλίδος: διαβάλλει τοὺς Μεγαρέας ὅτι εἰς τοσοῦτον ἦλθον πενίας ὡς καὶ τὰ τέκνα πωλεῖν δεσμοῦ σκορόδων καὶ χοίνικος ἁλῶν. τροπαλλὶς δὲ ἡ δέσμη τῶν σκορόδων. ἀστείως δὲ ὁ Μεγαρεὺς ἅμα καὶ περιπαθῶς ταῦτα ζητεῖ παρὰ τοῦ Δικαιοπόλιδος ἃ πρότερον οἱ Μεγαρεῖς ἄλλοις παρεῖχον.
τροπαλλίδος ἀποδέσμου.
χοίνικος εἶδος μέτρου.
σοι τό «σοι» παρέλκεται.
Ἑρμʼ ἐμπολαῖε: τὸ πλῆρες Ἑρμᾶ. λείπει δὲ τὸ γένοιτο. «ἐμπολαῖε» δέ, ἐμπορικέ, πραγματευτικέ. ὁ Μεγαρικὸς δὲ πάνυ καλῶς ἐμφαίνει τὸν πολὺν λιμόν· ὡς εὐτυχῶς γὰρ πωλήσας τὴν θυγατέρα αὐτοῦ καὶ καλῶς εὔχεται πάλιν οὕτως ἀποδόσθαι καὶ τὴν μητέρα αὐτοῦ. ἐμφαίνει δὲ τὸν μέγαν λιμόν.
ἐμπορικέ, πραγματευτικέ. τὸ πλῆρες δὲ Ἑρμᾶ.
Ἑρμʼ ἐμπολαῖε Ἑρμῆ ἐμπορικέ.
ὡς εὐτυχῶς πωλήσας τὰς ἑαυτοῦ θυγατέρας εὔχεται τῷ ἐμπολαίῳ Ἑρμῇ ὁμοίως καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὴν μητέρα ἀποδόσθαι. ἐμφαίνει δὲ καὶ διὰ τούτου τὸν πολὺν λιμόν.
ἀποδόσθαι πρᾶξαι δὸς ἢ θέλησον, Ἀττικῶς.
ὤνθρωπε συκοφάντης πρὸς τὸν Μεγαρέα.
ἐγὼ φανῶ: ἀποδείξω. ἔστι δὲ καὶ φάσις ὄνομα δίκης οὕτω καλουμένης.
ὅθενπερ ἀρχά: ἐκ τοῦ συκοφαντεῖν δηλονότι.
κλάων μεγαριεῖς: ἐπειδὴ τῇ Μεγαρέων ἐχρῆτο φωνῇ, ἀντὶ τοῦ λιμώξεις. ἢ εἰς Μέγαρα ἀπελεύσῃ. ἢ τὰ Μεγαρέων φρονήσεις. ἢ τῇ Μεγαρέων διαλέκτῳ χρήσῃ.
σάκον: σάκος νῦν διʼ ἑνὸς κ· ἀνωτέρω δὲ διὰ δύο.
μεγαριεῖς τῇ Μεγαρέων χρήσει διαλέκτῳ ἢ λιμώξεις ὡς οἱ Μεγαρεῖς.
σάκον διʼ ἑνὸς κ διὰ τὸ μέτρον. ἐν ἑτέρῳ δὲ διὰ δύο.
φαντάζομαι: ἀντὶ τοῦ συκοφαντοῦμαι. καλεῖ δὲ τὸν Δικαιόπολιν πρὸς τὸ συμμαχῆσαι αὐτῷ.
φαντάζομαι συκοφαντοῦμαι.
ὁ φαίνων ὁ συκοφαντῶν.
φαίνεις πρὸς τὴν ὁμωνυμίαν τοῦ «φαίνεις» παίζει, ὅτι καὶ ἐπὶ λύχνου τὸ φαίνειν καὶ ἐπὶ τοῦ κατηγορεῖν λέγεται.
θρυαλλίδος ἤγουν λύχνου ἀπὸ μέρους.
τοὺς πολεμίους τούτους, τοὺς περὶ τὸν Μεγαρικόν.
εἰ μὴ ʼτέρωσε: εἰ μὴ ἀλλαχοῦ ἀπελθὼν ἑτέρους συκοφαντήσεις.
οἷον τὸ κακόν: τὸ τῶν συκοφαντῶν. διαβάλλει οὖν τοὺς Ἀθηναίους ὡς πολλοὺς συκοφάντας ἔχοντας.
Μεγαρίκʼ Μεγαρικέ.
ἀλλὰ μὴν οὐκ ἐπιχώριον: τὸ χαίρειν, διὰ τὰ κατέχοντα ἡμᾶς κακά.
πολυπραγμοσύνης: ὅτι προπετῶς ἐφθεγξάμην τὸ χαίρειν, εἰς κεφαλήν μου τραπείη. λείπει δὲ τὸ ἕνεκα, ἵνʼ ᾖ ἕνεκα τῆς πολυπραγμοσύνης. ὁ δὲ λόγος, ἀλλὰ τὸ χαίρειν ἔλθοι εἰς τὴν κεφαλήν μου, ὅτι πολυπραγμονῶ εἰπών σοι χαίρειν. οὕτως δὲ ἔλεγον οἱ Ἀθηναῖοι εἰ κακηγοροῦντο ὑπό τινος, εἰς κεφαλήν σου τρέποιτο, τοῦτο δὴ ἐπὶ κακῶν λέγοντες. ἐπειδὴ ὁ Μεγαρεὺς λέγει οὐκ εἶναι αὐτοῖς ἐπιχώριον τὸ χαίρειν, φησὶν ὁ Ἀττικός, διὰ τὴν πολυπραγμοσύνην εἰς τὴν ἐμὴν κεφαλὴν τρέποιτο τὸ χαίρειν, ἀντὶ τοῦ, ὅτι πολυπράγμων εἰμί, εἰπών σοι μὴ βουλομένῳ τὸ χαίρειν, γένοιτο τοῦτο εἰς τὴν ἐμὴν κεφαλὴν τραπῆναι. ἀστείως δὲ πάνυ.
πολυπραγμοσύνης ἕνεκα.
ὅτι, φησί, πολυπράγμων εἰμί, εἰπών σοι μὴ βουλομένῳ χαίρειν, γένοιτο τοῦτο εἰς τὴν ἐμὴν κεφαλὴν τραπῆναι. ἀστείως δὲ πάνυ τοῦτο εἶπεν. οὕτω δὲ ἔλεγον Ἀττικοὶ καὶ ἐπὶ κακῶν καὶ ἐπὶ ἀγαθῶν, εἰς κεφαλὴν τρέποιτο σήν.
ἄνις τῶ χωρὶς τοῦ.
παίειν ἐφʼ ἁλὶ τὴν μᾶζαν: ἐσθίειν μετὰ ἁλῶν τὸν ἄρτον, διὰ τὸ ἀπορεῖν προσφαγίου.
εὐδαιμονεῖ γʼ ἅνθρωπος: κορωνίς· ἐξελθόντων τῶν ὑποκριτῶν καὶ μένοντος τοῦ χοροῦ μονοστροφικὴ περιόδων ἑξακώλων τετράς· ὧν ἡγοῦνται στίχοι ἰαμβικοὶ τετράμετροι καταληκτικοὶ δύο ἐν ἐκθέσει, καὶ ἐν εἰσθέσει κῶλα δʹ, ἰαμβικὰ δίμετρα ἀκατάληκτα γʹ καὶ ἓν Ἰωνικὸν ἀπὸ μείζονος ἡμιόλιον.
καρπώσεται μόνος τοὺς κάρπους ἐξοίσεται.
ἐν τἀγορᾷ καθήμενος: ἔν τισιν εὑρέθη ἐν τἀγορᾷ καθήμενος.
τἀγορᾷ συνίζησις.
Κτησίας οὗτος ὁ Κτησίας ὡς συκοφάντης διαβάλλεται.
ὑποψωνῶν σε: παρακλέπτων ἐπὶ ὀψωνίᾳ, κακουργῶν βλάψει, διότι αὐτὸς μόνος συναλλάττει τὰς ἀγοράς. ἄλλως: προστιθεὶς τῇ ὀψωνίᾳ· εἰσὶ γὰρ πολλοὶ διὰ μικρᾶς προσθήκης ὠνούμενοι.
πημανεῖται βλάψει, λυπήσει, ὦ Δικαιόπολι.
ἐξομόρξεται: ἐναποψήσεται, ἐναπομάξει. ὡς καταπύγων δὲ κωμῳδεῖται ὁ Πρέπις. ἀντὶ τοῦ οὐκ ἀνέξει τῆς κιναιδίας Πρέπιδος.
τὴν εὐρυπρωκτίαν τὴν μαλακίαν.
ἐξομόρξεται ἀποψήσεται, ἀπομάξει.
Πρέπις ὡς καταπύγων κωμῳδεῖται. φησὶ δὲ ὅτι οὐκ ἀνέξει τῆς κιναιδίας καὶ μαλακίας Πρέπιδος.
οὐδʼ ὠστιεῖ Κλεωνύμῳ: ὠθήσεις, φιλονεικήσεις. ἀντὶ τοῦ οὐδὲ πιεσθήσῃ ὑπὸ Κλεωνύμου ἀναγκάζοντός σε ἐκκλίνειν. οὗτος δὲ ὁ Κλεώνυμος ὡς ἀδήφαγος καὶ ῥίψασπις κωμῳδεῖται.
φανήν λαμπράν.
δίει διελεύσει.
Ὑπέρβολος: τοῦτον ὡς φιλόδικον διαβάλλει συνεχῶς Ἀριστοφάνης· ἦν δὲ στρατηγὸς Ἀθηναίων.
Κρατῖνος: οὗτος μελῶν ποιητής. κωμῳδεῖται δὲ ἐπὶ μοιχείᾳ καὶ ὡς ἀσέμνως κειρόμενος. μοιχὸς δὲ εἶδος καὶ ὄνομα κουρᾶς ἀπρεποῦς καὶ κιναιδώδους.
Κρατῖνος οὗτος μελῶν ποιητής.
ἀεὶ συνίζησις.
μοιχὸν ὄνομα κουρᾶς.
«μιᾷ» δὲ «μαχαίρᾳ» εἶπεν ὃ καλοῦμεν ἡμεῖς ξυράφιον.
οὐδʼ ὁ περιπόνηρος: ὡσεὶ ἔλεγεν ὁ περιφόρητος Ἀρτέμων, ἀπὸ τῆς παροιμίας ἧς μέμνηται καὶ Ἀνακρέων ταχθείσης ἐπὶ καλοῦ καὶ ἁρπαζομένου πρὸς πάντων παιδός. παρʼ ὑπόνοιαν δὲ ἔφη τὸ «Ἀρτέμων»· οὐ γὰρ τοῦτον ἀλλὰ τὸν Κρατῖνον βούλεται δηλῶσαι. συνεχρόνισε δὲ τῷ δικαίῳ Ἀριστείδῃ οὗτος ὁ Ἀρτέμων, ὃς ἦν ἄριστος μηχανητής. διὰ δὲ τὸ χωλὸν αὐτὸν εἶναι, ὅπου ἂν κατειλήφει πόλεμος καὶ χρεία μηχανῆς ἦν ἐπὶ τὸ τεῖχος καταβληθῆναι ἤ τι τοιοῦτον, μετεπέμποντο αὐτὸν φερόμενον. ἀπὸ τούτου οὖν ἡ παροιμία. καὶ πάντες οἱ σοφοὶ περιφόρητοι καλοῦνται.
ὁ περιπόνηρος ὁ περιφόρητος ὤφειλεν εἰπεῖν.
ὁ ταχὺς ἄγαν τὴν μουσικήν: ὡς ἐπὶ τροχοῦ ποιοῦντος αὐτοῦ ποιήματα. ἦν δὲ καὶ μελοποιός.
ὁ ταχὺς ἄγαν τὴν μουσικήν μελοποιὸς καὶ μηχανικὸς γὰρ ἦν καὶ ποιῶν ἐπὶ τροχοῦ μηχανήματα.
ὄζων κακόν ὡς δυσώδη διαβάλλει.
Τραγασαίου διὰ τὴν τῶν τράγων δυσωδίαν.
οὗτος ὁ Παύσων ζωγράφος πένης σκωπτολόγος.
Λυσίστρατος: ἐπὶ μαλακίᾳ διεβάλλετο. ἐν ἐνίοις δὲ καὶ πένης ὁ αὐτὸς καὶ κυβευτής. ἐκαλεῖτο δὲ καὶ χηναλώπηξ.
Χολαργέων: δῆμος τῆς Ἀττικῆς οἱ Χολαργεῖς, τῆς Ἀκαμαντίδος φυλῆς.
Λυσίστρατος ἐπὶ μαλακίᾳ διαβάλλεται.
τἀγορᾷ συνίζησις.
ὁ περιαλουργός: ὁ κακοῖς βεβαμμένος, ἢ ὁ βαθὺς τοῖς κακοῖς. μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς βαφῆς τῆς πορφυρᾶς, τῆς θαλασσοβαφοῦς, ὅτι ἐκ βάθους τὸ ὄστρεον εὑρίσκεται. ἁλουργὶς δὲ ἐσθὴς ἡ πορφυρᾶ.
ὁ περιαλουργός ὁ κακοῖς βεβαμμένος.
«περιαλουργὸς» δὲ ἤτοι κακοῖς βεβαμμένος ἢ ὁ βαθὺς τοῖς κακοῖς. μετενήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς βαφῆς τῆς πορφυρᾶς· ἐν γὰρ τῷ βάθει τῆς θαλάσσης τὸ ὄστρεον εὑρίσκεται ἐξ οὗ ἡ ἁλουργὶς ἤτοι ἡ πορφυρᾶ.
πλεῖν ἢ κτλ. ἀντὶ τοῦ τριάκοντα ἡμέρας· ὁ γὰρ μὴν τριάκοντα ἡμέραις πληροῦται.
πλεῖν ἢ κτλ. ἐπεὶ ὁ μὴν διὰ τριάκοντα ἡμερῶν πληροῦται.
ἔκαμόν γα τὰν τύλαν: κορωνίς· εἰσίασι γὰρ οἱ ὑποκριταί, καὶ εἰσὶν ἴαμβοι ξεʹ. ἄλλως: ἔρχεταί τις ἀνὴρ Θηβαῖος καμὼν τὸν ὦμον ἐν τῷ βαστάζειν τὸ φορτίον ὃ ἔφερε, καί φησιν, ἔκαμον τὸν ὦμον βαστάζων, ἴστω Ἡρακλῆς. τύλον δὲ ἀρσενικῶς καὶ τύλαν θηλυκῶς ἔλεγον τοῦ ὤμου τὸ τετυλωμένον καὶ πεπιλημένον καὶ τετριμμένον ἐκ τῆς σαρκός, ὁποῖον πολλάκις ἐπὶ τοῦ ὤμου γίνεται τοῖς ἀχθοφόροις ἐκ τοῦ βαστάζειν τι συνεχῶς. καὶ Τηλεκλείδης τραχήλου τύλαν εἶπεν.
ἴττω Ἡρακλεῖς συνίζησις.
τὰν τύλαν τὸν ὦμον.
ἔρχεταί τις ἀνὴρ Θηβαῖος καμὼν τὸν ὦμον ἐκ τοῦ φορτίου ὃ ἔφερε, καὶ ἐπικαλεῖται τὸν Ἡρακλέα ὡς ἀχθοφόρον ἢ ὡς θεὸν ἐγχώριον. Θηβαῖος γὰρ ἦν καὶ αὐτός. τύλον δὲ ἀρσενικῶς καὶ τύλαν θηλυκῶς ἔλεγον τὸν ὦμον τὸν τετυλωμένον καὶ πεπιεσμένον, ὁποῖον πολλάκις γίνεται ἐπὶ τοῖς ἀχθοφοροῦσι συνεχῶς.
τὰν γλάχωνα τὸ ὀρίγανον.
αὐληταὶ πάρα: ἀντὶ τοῦ πάρεστε. ἐσπούδαζον γὰρ οἱ Θηβαῖοι περὶ τὸν αὐλόν.
πάρα πάρεστε.
τοῖς ὀστίνοις φυσῆτε: λείπει τὸ αὐλοῖς. «ὀστίνοις» δὲ ἔφη, ἐπεὶ τὸ παλαιὸν ἀπὸ τῶν ἐλαφείων ὀστῶν κατεσκεύαζον τοὺς αὐλούς. τὸ δὲ «πρωκτὸν κυνὸς» κομμάτιόν ἐστιν ἀπὸ παροιμίας ἣν τοῖς ὀφθαλμιῶσιν ἔλεγον, ἐς πρωκτὸν κυνὸς βλέπε. μέμνηται ἐν Ἐκκλησιαζούσαις «τούτῳ μὲν εἶπον ἐς πρωκτὸν κυνὸς βλέπειν».
οἱ σφῆκες: ἀπὸ τοῦ ἤχειν τοὺς αὐλητὰς ὡς οἱ σφῆκες. μετὰ τοῦ Θηβαίου δὲ αὐληταὶ πολλοὶ ἦλθον εἰς τὰς θύρας τοῦ Δικαιοπόλιδος.
Χαιριδεῖς: τὰ τοῦ Χαίριδος πεπαιδευμένοι ἢ μελετῶντες. Χαῖρις δὲ αὐλητὴς Θηβαῖος ἄμουσος, οὗ μέμνηται ἐν ἀρχῇ τοῦ δράματος «ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον».Ἀττικὴ δὲ ἡ συνήθεια τὸ οὕτω λέγειν ἀπὸ τοῦ Χαίριδος Χαιριδεῖς, καὶ ἀπὸ τοῦ περιστερᾶς περιστεριδεῖς.
βομβαύλιοι: αὐληταί. τὸ δὲ βομβύλιος ἐν προσθέσει τοῦ α ἔφη «βομβαύλιος», παίζων παρὰ τὸν αὐλόν. βομβύλιος δὲ εἶδος μελίσσης, καὶ εἴρηται παρὰ τὸ βομβεῖν.
βομβαύλιοι αὐληταὶ βομβοῦντες.
νὴ τὸν Ἰόλαον: Ἰόλαος· ἥρως οὗτος τιμώμενος παρὰ Θηβαίοις. τὸ δὲ ἑξῆς· ὄπισθέν μου, φησίν, φυσῶντες τῷ πνεύματι αὐτῶν τὰ ἄνθη τῆς γλήχωνος ἀπέβαλον. ἐβάσταζε γὰρ φορτίον τῆς γλήχωνος.
ἐπιχαρίτως ἀντὶ τοῦ κεχαριτωμένως.
Ἰόλαον ἐτιμᾶτο παρὰ Θηβαίοις ὡς ἥρως.
ἐπιχαρίτως κεχαρισμένως ἡμῖν ἀπόδοιντο.
ἀπέκιξαν ἀπετίναξαν.
γλάχωνος ὀριγάνου.
ἀπέκιξαν ἀπέβαλον· ἐβάσταζε γὰρ φορτίον τῆς γλήχωνος.
ὀρταλίχων εἶδος ὀρνέων.
τετραπτερυλλίδων: τῶν ἀκρίδων παρὰ τὸ δʹ ἔχειν πτερά. «ὀρταλίχων» δέ, τινὲς τῶν ἀλεκτρυόνων, κατὰ τὴν τῶν Βοιωτῶν διάλεκτον.
κολλικοφάγε κόλλιξ εἶδος ἄρτου περιφεροῦς.
ὀρίγανον θηλυκῶς Ἀττικοὶ τὴν ὀρίγανον.
γλαχώ: ἡ γληχώ, τῆς γληχῶ. Ἀττικοὶ δὲ βληχώ φασιν.
γλαχώ βληχώ φασιν Ἀττικοί.
φαλαρίδας: οἱ μὲν γένος ὀρνίθων· οἱ δὲ τὰς ἐν τῇ Φαληρίδι γενομένας.
τροχίλους εἶδος ὀρνίθων.
ὡσπερεὶ χειμὼν ὀρνιθίας: οὕτως ὁ σφοδρὸς χειμών, ἐν ᾧ καὶ τὰ ὄρνεα διαφθείρεται. λέγεται δὲ καὶ ἄνεμος ὀρνιθίας ὁ ἐπὶ τὴν γῆν τὰ ὄρνεα στορεννὺς ὑπὸ τῆς τοῦ ψύχους πνοῆς. ὁ δὲ Σύμμαχος χειμῶνα ὀρνιθίαν ἀποδίδωσι διὰ τὸ χειμῶνος τὰ ὄρνεα ταῦτα ἐπιφαίνεσθαι, ὡς παρὰ Ἀράτῳ.
ὀρνιθίας σφοδρός, ἐν ᾧ καὶ τὰ ὄρνεα διαφθείρονται.
οὕτω καὶ ἄνεμον ὀρνιθίαν φασίν, ὃς ὑπὲρ τὴν γῆν τὰ ὄρνεα στορέννυσιν ὑπὸ τῆς τοῦ ψύχους σφοδρότητος. ὁ δὲ Σύμμαχος χειμῶνα ὀρνιθίαν ἀποδίδωσιν.
σκάλοπας: μύας τινάς, οὕς φαμεν σπάλακας.
ἐνύδριας: εἶδος ζῴου ὡς οἱ κάστορες ἡ ἔνυδρις. ἔστι δὲ ἰχθυοφάγον.
Κωπαΐδας: Κωπαῒς λίμνη ἐν Βοιωτίᾳ, ἐν ᾗ ἐγχελεῖς πλεῖσται. ἔστι δὲ καὶ πόλις ὁμώνυμος.
δός μοι προσειπεῖν: ὁ Δικαιόπολις ἀκούσας τὰ περὶ τῆς ἐγχέλους πρὸς τὸν Μεγαρέα λέγει ἄσμενος ὅτι ὦ τερπνὸν καὶ καλὸν ἡμῖν τέμαχος· κομίσας τὴν ἔγχελυν δός μοι αὐτὴν προσειπεῖν.
εἰ φέρεις εἰ ὄντως φέρεις.
ἀκούσας τὰ περὶ τῆς ἐγχέλεως ἠγαλλιάσατο καὶ βούλεται προσειπεῖν αὐτήν.
πρέσβειρα: ὁ στίχος ἀπὸ δράματος Αἰσχύλου, Ὅπλων κρίσεως οὕτως ἐπιγεγραμμένου, ἐν ᾧ ἐπικαλεῖται τὰς Νηρεΐδας ἐξελθούσας κρῖναι πρὸς τὴν Θέτιν τις λέγων «δέσποινα πεντήκοντα Νηρῄδων κορῶν».
κἠπιχάριττα τῷ ξένῳ: ἀντὶ τοῦ ἐπιχαρίτως ἔκβηθι τῷ ξένῳ.
ὦ φιλτάτη σύ: ὁ Δικαιόπολις εἰληφὼς τὴν ἔγχελυν λέγει ταῦτα, ἀσμένως αὐτὴν ὁρῶν.
χοροῖς: ἐσιτοῦντο γὰρ οἱ χορευταὶ δημοσίᾳ.
τρυγῳδικοῖς κωμικοῖς.
Μορύχῳ: ὁ Μόρυχος ἐπὶ ὀψοφαγίᾳ ἐκωμῳδεῖτο. ἦν δὲ καὶ τῶν ἡδέως βιούντων. τραγῳδίας δὲ ποιητὴς οὗτος.
Μορύχῳ οὗτος τραγῳδίας ποιητής.
ὁ Μόρυχος τραγῳδίας ἦν ποιητής. κωμῳδεῖται δὲ ἐπὶ ὀψοφαγίᾳ· ἦν γὰρ τῶν ἡδέως καὶ τρυφηλῶς βιούντων.
τὴν ἐσχάραν μοι: «ἐσχάραν» τὴν νῦν καλουμένην ἄρουλαν. «ῥιπίδα» δὲ τὸν φυσητῆρα.
ῥιπίδα τὴν νῦν καλουμένην φυσητῆρα.
τὴν ἀρίστην ἔγχελυν: Ἀττικῶς τὴν ἔγχελυν, Βοιωτοὶ ἔγχελιν. «σκέψασθε» δὲ ἀντὶ τοῦ θεάσασθε, προσέχετε.
σκέψασθε σκοπήσατε, προσέχετε.
ἔγχελυν Ἀττικοὶ ἔγχελυν, Βοιωτοὶ δὲ ἔγχελιν.
ἕκτῳ ἕκτον γὰρ ἔτος ἐνειστήκει τοῦ πολέμου.
τῆς ξένης χάριν: διὰ τὸ ἐπιξενίζεσθαι· παίζων δὲ ἔφη.
ἐντετευτλανωμένης: ἀντὶ τοῦ μετὰ τεύτλων ἑψηθείσης. μετὰ τεύτλων γὰρ ἤσθιον τὰς ἐγχέλεις. λέγονται γὰρ τεύτλοις συνεψόμεναι ἥδισται εἶναι. καὶ ἀλλαχοῦ φησι «τὰς ἐν τεύτλοις λοχευομένας».
ἐμοὶ δὲ τιμά: ἐμοὶ δὲ τὸ τίμημα αὐτῆς ποῦ ἔσται;
ἀγορᾶς τέλος: ἔθος ἦν τὸ παλαιόν, ὡς καὶ μέχρι τοῦ νῦν, τοὺς ἐν τῇ ἀγορᾷ πιπράσκοντας τέλος διδόναι τοῖς λογισταῖς. λέγει οὖν ὁ Δικαιόπολις ὅτι τέλος λαμβάνω ταύτην ὑπὲρ ὧν ἐπώλησας.
ἰώγα ταῦτα πάντα ἀντὶ τοῦ ἐγὼ ταῦτα πάντα.
ἰώγα ἐγώ.
κεῖσʼ ἄξεις ἰών: γράφεται καὶ «ἰώ» ἀντὶ τοῦ ἐγώ, καὶ δύο στιγμαὶ ἐν τῷ «ἄξεις», εἶτα τὸ «ἰώ».
ὅτι γʼ ἔστʼ Ἀθήναις: ταῦτα, φησίν, ὠνήσομαι παρὰ τῶν Ἀθηναίων, ἃ τοῖς Βοιωτοῖς οὐκ εἰσίν.
Φαληρικάς λιμὴν ἐν Ἀττικῇ τὰ Φάληρα.
ἀφύας ἢ κέραμον: καὶ ἀφύαι καὶ κέραμοι εἰσὶν ἐν τῇ Βοιωτίᾳ. «ἐντὶ» γὰρ ἀντὶ τοῦ εἰσίν.
ἀλλʼ ἔντʼ ἐκεῖ εἰσὶν ἐκεῖ ἀφύαι καὶ κέραμοι.
τᾶδε ἐνταῦθα.
ἐγᾦδα τοίνυν: οἶδα, φησίν, ὅτι ἐνταῦθα πλεονεκτεῖ τὸ τῶν συκοφαντῶν γένος· ὅθεν ἕνα λαβὼν καὶ δήσας ἀσφαλῶς ὥσπερ κέραμον ἔξαγε.
συκοφάντην ἔξαγε: διαβάλλει πάλιν τοὺς Ἀθηναίους ὡς πολλοὺς ἔχοντας συκοφάντας.
τὼ σιώ τοὺς θεούς.
λάβοιμι μέντἂν κέρδος: εἰληφὼς τὸν συκοφάντην πεπληρωμένον ἁμαρτίας ἅτε πίθηκον καὶ πωλήσας εὑρήσω πολὺ κέρδος. ταῦτα δὲ εἰρωνευόμενος λέγει.
λάβοιμι τοῦτο κατʼ εἰρωνείαν λέγει.
ἀγαγών κομίσας καὶ πωλήσας.
ᾇπερ πίθακον: ὥσπερ πίθηκον, ἁμαρτίας καὶ ἀδικίας πεπληρωμένον.
Νίκαρχος: ὁ Νίκαρχος κωμῳδεῖται ὡς συκοφάντης. «φανῶν» δὲ ἀντὶ τοῦ κατηγορήσων.
τῶδʼ ἐμά: δεικτικῶς τὸ τοῦδε, ἑαυτὸν δεικνύς. ἐπήγαγε γοῦν «ἐμά».
δεικτικῶς τὸ τοῦδε. ἑαυτὸν δὲ δείκνυσιν ὅθεν καὶ ἐπήγαγεν «ἐμά» ἤγουν ἐμὰ τοῦδε. Ἀττικὸν δὲ τὸ εἰπεῖν «ἐμὰ τοῦδε» καὶ οὐκ «ἐμοῦ τοῦδε», ὡς καὶ ἐν Πλούτῳ «τὸν ἐμὸν αὐτοῦ τοῦ ταλαιπώρου βίον».
Θείβαθεν ἴττω Δεύς: ἐκ τῆς Θήβης, ἴστω ὁ Ζεύς.
ἴττω ἴστω.
τί δὲ κακὸν παθών τί ἠδικημένος.
ὀρναπετίοισι: ἀντὶ τοῦ ὀρνέοις. ὡς ἐπὶ ἐθνῶν δὲ λέγει διὰ τὶ ὀρνέοις πόλεμον ποιεῖς, ὡσεὶ ἔλεγε Βοιωτοῖς ἤ τισιν ἁπλῶς ἄλλοις.
τῶν περιεστώτων χάριν: οἷον οὐκ εἰς τὴν σὴν χάριν ἀλλὰ τῶν παρόντων, ὡς φιλόπολις. εἰς τὸ αὐτό: ἰδίως, φησί, φράσω διὰ τοὺς παρεστῶτας.
θρυαλλίδας: διὰ τὰ ἐλλύχνια, ὡς ἀπορρήτου τούτου ὄντος καὶ δεινοῦ, εἰσφέρειν θρυαλλίδας εἰς τὰς Ἀθήνας.
θρυαλλίδας ἐλλύχνια.
ἐνθεὶς ἂν εἰς τίφην: τίφην οἱ Ἀθηναῖοι καλοῦσι τὴν καλουμένην σίλφην, ἔστι δὲ ζῷον κανθαρῶδες. λέγει δὲ ὅτι ἐκ ταύτης δήσας τις τὴν θρυαλλίδα ἡμμένην εἰσπέμψειεν ἂν εἰς τὰ νεώρια, ἐπιτηρήσας βορέαν πνέοντα, καὶ οὕτω καύσει τὰς ναῦς. νεώριον δὲ καλεῖται ὁ τόπος ὁ περιέχων τὰ πλοῖα, ἡνίκα ἂν ἀνελκυσθῶσιν. εἰς τὸ αὐτό: ἐμβαλών, ἐνδήσας τὴν θρυαλλίδα εἰς τὴν σίλφην.
τίφην ζῷον κανθαρῶδες ὃ καλοῦσι κοινῶς χρυσαλίδα.
διʼ ὑδρορρόας: διὰ στενοῦ τόπου. ὑδρορρόα καλεῖται τὸ μέρος τῆς στεφανίδος διʼ οὗ τὸ ἀπὸ τοῦ ὄμβρου ὕδωρ συναγόμενον κατέρχεται.
κεἴπερ λάβοιτο: ἐὰν ἅψηται, φησί, μόνον, εὐθὺς καίονται.
σελαγοῖντʼ ἄν: αἱ ναῦς δηλονότι. ταῦτα δὲ λέγει ἐκπληττόμενος ὁ Δικαιόπολις τὸν συκοφάντην. ταῦτα δὲ εἰπὼν τύπτει εὐθὺς τὸν Νίκαρχον.
σελαγοῖντʼ ἀντὶ τοῦ καίοιντο.
σελαγοῖντʼ καιόμεναι λάμποιεν.
ἐκπληττόμενος ὁ Δικαιόπολις ἐν τοῖς ῥηθεῖσι λέγει τὸ «ὦ κάκιστʼ ἀπολούμενε»· τύπτει δὲ εὐθὺς τὸν Νίκαρχον ὡς συκοφάντην.
σελαγοῖντʼ αἱ νῆες δηλονότι.
τίφης τοῦ κανθαρώδους ζώου.
μαρτύρομαι: ὁ Νίκαρχος τυπτόμενος ὑπὸ τοῦ Δικαιοπόλιδος λέγει.
μαρτύρομαι τυπτόμενος ταῦτα λέγει.
φορυτόν: φρύγανον, σχοινίον, δέσμην χόρτου συρφετώδους.
φορυτόν ἀπόδεσμον χόρτου συρφετώδους.
ὥσπερ κέραμον: οἱ γὰρ καλῶς δεσμούμενοι κέραμοι δυσχερῶς καὶ μόλις κλῶνται.
ἔνδησον ὦ λῷστε: διπλῆ καὶ μετάβασις εἰς μονοστροφικὴν δυάδα, διστίχους ἔχουσαν τὰς περιόδους.
τὴν ἐμπολήν: ἐμπολὴ λέγεται τὸ ἀπὸ τῆς πραγματείας κέρδος.
ταῦτʼ τὸ δῆσαι τὸν συκοφάντην.
πυρορραγές: πυρορραγῆ κεράμια καλεῖται ὅσα ἐν τῷ πυρὶ ῥήγνυνται ἐν τῷ ὀπτᾶσθαι. Κρατῖνος ἐν Ὥραις «ἴσως πυρορραγὲς καὶ κακῶς ὠπτημένον». ὁ δὲ κέραμος πυρορραγὴς γενόμενος σαθρὸν ἠχεῖ.
πυρορραγές ὁ κέραμος ἐν τῷ πυρὶ ῥηγνύμενος ἠχεῖ.
τί χρήσεταί ποτʼ αὐτῷ: ὁ Μεγαρικὸς τῷ συκοφάντῃ, δεθέντι τρόπον κεράμου.
πάγχρηστον εἰς πᾶσαν χρείαν ἐπιτήδειον.
κρατήρ δοχεῖον κακῶν.
τριπτὴρ δικῶν παρὰ τὸ ἐκτρίβειν τὰς δίκας.
τριπτὴρ δικῶν δέον εἰπεῖν τριπτὴρ ἁλῶν ἢ ἄλλου τινός, εἶπε «δικῶν» διὰ τὸ ἐπιτρίβειν αὐτὸν τὰ πάντα δικάζοντα καὶ συκοφαντοῦντα.
φαίνειν ὑπευθύνους: καὶ ἐπὶ τοῦ συκοφαντεῖν τὸ «φαίνειν» νοεῖται, καὶ ἐπὶ τοῦ ποιεῖν φῶς. διὰ τοῦτο καὶ λυχνοῦχον ἐπήγαγεν, ὃν λέγομεν φανὸν ἢ λαμπτῆρα.
λυχνοῦχος διὰ τὸ φαίνειν ἔπαιξε «λυχνοῦχος» εἰπών.
πῶς δʼ ἂν πεποιθοίη τις: διὰ τὸ κράζειν καὶ βοᾶν τὸν συκοφάντην λέγει ὁ χορὸς ὅτι πῶς ἂν θαρροίη τοιούτῳ ἄνθρωπός τίς ποτε τοιοῦτον ἦχον ποιοῦντι. παρόσον καὶ οἱ ἄνθρωποι παραιτοῦνται ἐπὶ τοιούτων κεράμων ἀναγκαῖόν τι βαλεῖν, φοβούμενοι τὸ σαθρὸν αὐτῶν. ἄλλως: τῷ συκοφάντῃ λέγει, πῶς ἂν θαρροίη τις, διὰ τὸ καὶ αὐτὸν κράζοντα μέγαν ἦχον ποιεῖν.
πεποιθοίη θαρροίη.
ὅτι οἱ ἄνθρωποι παραιτοῦνται ἐπὶ τοιούτων κεράμων ἀναγκαῖόν τι βαλεῖν φοβούμενοι τὸ σαθρὸν αὐτῶν.
ἀγγείῳ τὸν συκοφάντην.
χρώμενος λέγει διὰ τὸ καὶ αὐτὸν κράζοντα ἦχον ποιεῖν σαθρόν.
ψοφοῦντι βοῶντι, ὡς ἐπὶ τῶν κεκλασμένων.
κατωκάρα: κατὰ κορυφήν· οὕτως δὲ οἱ Ἀττικοὶ ὑφʼ ἓν λέγουσιν.
ἤδη καλῶς ἔχει σοι: ἤδη καλῶς ἐδεσμεύθη. διπλῆ καὶ ἕπεται δυὰς ὁμοία ἐκ στίχων ἑφθημιμερῶν τῇ πρώτῃ.
μέλλω γέ τοι θερίδδειν: «θερίδδειν» θερίζειν, καταβάλλειν, ἀπὸ μεταφορᾶς τῶν θεριζόντων, ὅτι τὰ δράγματα τιθέασιν. ἢ ὅτι διὰ πολλοῦ οὐκ ἐθέριζον διὰ τὸν πόλεμον. τινὲς δέ φασι τὸν Δικαιόπολιν εἰρηκέναι μέλλοντα λαβεῖν τὰ τοῦ Βοιωτοῦ φορτία.
θερίδδειν θερίζειν, καταβάλλειν.
ἀπὸ μεταφορᾶς τῶν θεριζόντων ὅτι τὰ δράγματα καταβάλλουσιν ἔνθα βούλονται, ἢ ὅτι πολλοὶ ἐθέριζον διὰ τὸν πόλεμον. τινὲς δέ φασι διὰ τὸ μέλλειν λαβεῖν τὸν Δικαιόπολιν τὰ τοῦ Βοιωτοῦ φορτία τοῦτο εἰρηκέναι.
ἀλλʼ ὦ ξένων βέλτιστε: διπλῆ καὶ ἄλλη περίοδος τοῦ χοροῦ, ἰαμβικὴ καὶ αὕτη, ἐκ τριῶν μὲν διμέτρων ἀκαταλήκτων καὶ τετάρτου καταληκτικοῦ.
συκοφάντην ὡσεὶ ἔλεγε σωρόν.
μόλις γʼ ἐνέδησα: ὁ Δικαιόπολις λέγει τὸν συκοφάντην. διπλῆ καὶ ἔκθεσις εἰς ἰάμβους δύο.
τὰν τύλαν: τὸν τύλον τὸν ἀπὸ τοῦ ἀχθοφορεῖν γεγενημένον. ὃν δὲ εἶπεν ἄνω Ἰσμηνίαν νῦν Ἰσμήνιχον ὁ Θηβαῖος καλεῖ.
τύλαν τὴν ἀπὸ τοῦ ἀχθοφορεῖν ἐν τῷ τραχήλῳ γεγενημένην τοῦ δέρματος σκληρότητα, ἐκ μεταφορᾶς τῶν ἀχθοφόρων ζῴων.
Ἰσμήνιχε ὃν ἄνω Ἰσμηνίαν εἶπε νῦν Ἰσμήνιχον καλεῖ.
χὤπως κατοίσεις αὐτόν: ἐπεὶ οἱ βαστάζοντες κεράμους εὐλαβῶς πάνυ καὶ προσεχόντως βαστάζουσιν.
διαπαίζει τὸν συκοφάντην ὡς οὐδὲν ὀρθὸν ἦν· ἵνα μὴ οὕτω κούφως ἀπέρχῃ.
εἰς τὸ κατὰ συκοφάντας μέρος.
Δικαιόπολι: ἔρχεται Λαμάχου ἄγγελος λέγων τῷ Δικαιοπόλιδι ὅτι ἔπεμψε Λάμαχος σὺν τρισὶ δραχμαῖς καὶ ἑτέρᾳ μιᾷ ὅπως εἰς τὴν ἑορτὴν τῶν Χοῶν δῷς μοι τῆς μὲν μιᾶς δραχμῆς κίχλας, τῶν δὲ τριῶν ἔγχελυν.
βωστρεῖς βοᾷς, Δωρικῶς.
εἰς τοὺς Χόας: εἰς τὴν ἑορτὴν τῶν Χοῶν. ἐπετελεῖτο δὲ Πυανεψιῶνος ὀγδόῃ. ἤγετο δὲ ἀπὸ Ὀρέστου, ὅτε ἦλθεν εἰς Ἀθήνας καθαρθῆναι βουλόμενος τὸ τῆς μητρὸς μύσος. τὸ δὲ «χόας» ὅτε ἐπὶ τῶν μέτρων τίθεται περισπᾶται.
εἰς τοὺς Χόας εἰς τὴν ἑορτὴν τῶν Χόων.
ἱστορία· ἡ δὲ περὶ τῶν χόων ἱστορία ῥηθήσεται ἑξῆς ἔνθα μέμνηται τῶν Χόων καὶ τῶν Χύτρων. ἄλλη γὰρ ἦν τῶν Χοῶν ἡ ἑορτὴ περὶ ἧς εἴρηται ἐν Ἱππεῦσι καὶ ἄλλη ἡ τῶν Χόων ἧς νῦν καὶ ἑξῆς μέμνηται. τὸ «χόας» δὲ ὅτε ἐπὶ τῶν μέτρων τίθεται περισπᾶται.
ὁ ποῖος οὗτος: διασύρει τὸν Λάμαχον ὡσανεὶ ἄσημον ὄντα.
ταλαύρινος: ὑπομονητικός, καρτερικὸς ἐν τῇ μάχῃ.
τὴν Γοργόνα τὴν ἀσπίδα, διὰ τὸ ἔχειν Γοργόνος κεφαλήν, ὡς εἴρηται.
κραδαίνων: σείων, δονῶν, σαλεύων.
κατασκίοις λόφοις: δυναμένους σκιάν τινι ποιῆσαι, ἀντὶ τοῦ ἐπιμήκεις, μεγάλους.
οὐκ ἂν μὰ Δίʼ: οὐ δοίην αὐτῷ τέμαχος. ὅτι ἐπὶ ὀψαρίου μόνου λέγεται τὸ τέμαχος, ἐπὶ δὲ τῶν ἄλλων τόμος, οἷον ἐπὶ τυροῦ.
οὐκ ἂν μὰ Δίʼ οὐ δοίην αὐτῷ τι
ἀλλʼ ἐπὶ ταρίχη: ταρίχη ἐσθίων ὁπλιζέσθω. τοῦτο γὰρ ἐν τοῖς πολέμοις ἤσθιον. δέον δὲ εἰπεῖν ἐπὶ ταρίχη ἀριστησάτω, ἔφη ἐπὶ ταρίχη τοὺς λόφους κραδαινέτω, διαπαίζων αὐτόν.
οἱ ἐν πολέμοις ἐξερχόμενοι τὰ ταρίχη ὠνούμενοι ἐσθίουσι. δέον οὖν εἰπεῖν ἐπὶ ταρίχη ἀριστησάτω παίζων «τοὺς λόφους κραδαινέτω» εἴρηκεν.
ἢν δʼ ἀπολιγαίνῃ: ἐὰν δὲ θορυβῇ ἢ ὀξέως βοᾷ, παρὰ τὸ λιγύ, καλέσω κατʼ αὐτοῦ τοὺς ἀγορανόμους. λέγει δὲ τοὺς ἱμάντας, οὓς ἀγορανόμους ἤδη κατέστησεν ἄνω.
εἴσειμʼ ὑπαὶ πτερύγων: ἀντὶ τοῦ μετὰ πτερύγων καὶ κιχλῶν καὶ κοψίχων. ὁ δὲ τρόπος ποιητικός· μιμεῖται γὰρ μέλη.
ὑπαὶ ἀντὶ τοῦ μετά.
ὑπαὶ ὁ τρόπος ποιητικός· μιμεῖται γὰρ μέλη.
εἶδες ὦ: ὑφʼ ὃ κορωνίς, ὑποχωρησάντων τῶν ὑποκριτῶν. καὶ ἔστι συζυγία κατὰ περικοπὴν ἀνομοιομερής, φαντασίαν παρέχουσα ἐπιρρήματος, ὅτι τὰς στιχικὰς περιόδους οὐκ ἔχει ἐκ τοῦ αὐτοῦ στίχου, ἀλλʼ οὐδʼ εἰσὶ παρεισβατικαὶ πρὸς τὸ θέατρον. αἱ μὲν προηγητικαὶ αὐτῆς περίοδοί εἰσιν ἑπτά, κῶλα παιωνικὰ ἐκ μονομέτρου καὶ τετραμέτρου δὶς κἀκ τριῶν διμέτρων.
εἶδες ὦ πρὸς τὸ σχῆμα.
ὁ χορός, ὑποχωρησάντων τῶν ὑποκριτῶν.
διεμπολᾶν: τὰ πρὸς πραγματείαν ἐπιτήδεια ἀγοράζειν.
διεμπολᾶν πραγματεύεσθαι, κερδίζειν.
ὧν τὰ μὲν ἐν οἰκίᾳ: τῶν ὀρνέων τὰ μὲν χρήσιμα καὶ ἀνθηρὰ κατὰ τοὺς οἴκους ἀνατρέφομεν, τὰ δὲ μὴ ἀνθηρὰ ἐσθίομεν. ἄλλως: ἀντὶ τοῦ τῶν ὀρνέων τὰ μὲν ἐάσει νέμεσθαι ἐν τῇ οἰκίᾳ, τὰ δὲ ἔδεται. ἔπαιξε δὲ εἰπὼν παρὰ προσδοκίαν τὸ «χλιαρά».
ὧν ἤγουν τῶν ὀρνέων.
χλιαρὰ ἔπαιξε «χλιαρὰ» εἰπών.
τῷδε τῷ Δικαιοπόλιδι.
οὐδέποτʼ ἐγὼ πόλεμον: ἐσωματοποίησε τὸν πόλεμον, διὸ ἔφη οὐχ ὑποδέξομαι αὐτόν, ὡσανεὶ ἄνθρωπόν τινα.
αἱ δὲ ἀκολουθητικαὶ περίοδοί εἰσι δεκάκωλοι, ἐξ ἐννέα παιωνικῶν τετραμέτρων καὶ ἑνὸς τετραμέτρου τροχαϊκοῦ καταληκτικοῦ.
τὸν Ἁρμόδιον ᾄσεται: ἐν ταῖς τῶν ποτῶν συνόδοις ᾖδον μέλος τι Ἁρμοδίου καλούμενον, οὗ ἡ ἀρχὴ «φίλταθʼ Ἁρμόδιε, οὔ τί που τέθνηκας». ᾖδον δὲ αὐτὸν εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα ὡς καθῃρηκότας τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα. ἦν δὲ καὶ ἕτερα μέλη, τὸ μὲν Ἀδμήτου λεγόμενον, τὸ δὲ Τελαμῶνος. ὁ δὲ λόγος, οὐδέποτε παρʼ ἐμοὶ ἑστιαθήσεται ὁ πόλεμος.
παροίνιος ἀνήρ: οἷον μέθυσος καὶ ὑβριστής, δηλονότι ὁ πόλεμος.
παροίνιος μέθυσος.
ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπὶ ἡμᾶς τοὺς γεωργούς.
ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας τοὺς γεωργοὺς λέγει.
ἐπικωμάσας μετὰ φθορᾶς ἀμπέλων.
καὶ προσέτι πολλὰ προκαλουμένου: ἐν τῷ πίνειν πολλὰ ἐμοῦ προκαλουμένου αὐτὸν καὶ λέγοντος πῖνε καὶ ἀνάκεισο οὐκ ἠνέσχετο, ἀλλὰ μᾶλλον τὰ πράγματα συνέτριψε καὶ ἠφάνιζε τὰς χάρακας καὶ τὸν οἶνον ἐκ τῶν ἀμπέλων. φιλοτησίαν δὲ ἔλεγον τὴν φιάλην τὴν διδομένην ἐν τοῖς συμποσίοις. ἐν γὰρ τῷ ποτῷ φιλοφρονούμενοι ἀλλήλους ἐπεδίδοσαν οἴνου κύλικα.
προκαλουμένου παρακαλοῦντος.
κατάκεισο ἡσύχαζε.
φιλοτησίαν τὴν φιάλην τὴν διδομένην ἐν τοῖς συμποσίοις μετὰ φιλήματος.
τὰς χάρακας τοὺς πεπηγότας καλάμους.
τὰς χάρακας καλάμους πεπηγότας ἐν τοῖς ἀμπέλοις ἔκαιεν· ἤγουν τὰς ἀμπέλους ἀπὸ μέρους.
ἐξέχει θʼ ἡμῶν βίᾳ: ὡς ἐπὶ πολέμου. ἔδει δὲ ἐκ τῶν πίθων εἰπεῖν, οὐκ «ἐκ τῶν ἀμπέλων».
ἐπτέρωται δʼ ἐπὶ τὸ δεῖπνον: πρὸς τὸ ἄνω ἀπέδωκε περὶ τοῦ Δικαιοπόλιδος. τὰ γὰρ διὰ μέσου περὶ τοῦ πολέμου εἴρηται. ὁ δὲ λόγος, Δικαιόπολις σπουδάζει περὶ τὸ δεῖπνον.
ἐπτέρωται ἐπείγει, σπεύδει.
φρονεῖ ὁ Δικαιόπολις. Γ
τοῦ βίου τῆς ἑαυτοῦ ζωῆς.
ἐξέβαλε δεῖγμα: οἷον τῆς παρʼ αὐτῷ ἔνδον τρυφῆς σημεῖον καὶ ἀπόδειξις πρόκειται τῶν θυρῶν αὐτοῦ, τὰ τῶν ὀρνίθων πτερὰ τυθέντων καὶ τιλθέντων πρὸς εὐωχίαν αὐτοῦ προέβαλεν.
ὦ Κύπριδι: ἀντὶ τοῦ ὦ εἰρήνη. καλῶς δὲ ἡ εἰρήνη τῇ Ἀφροδίτῃ καὶ ταῖς Χάρισι φίλη, ὅτι οἱ γάμοι καὶ αἱ ἑορταὶ ἐν καιρῷ τῆς εἰρήνης ἄγονται, καὶ ὅτι ἡδίστη καὶ ἐπιχαρής ἐστιν.
Διαλλαγή ἤγουν εἰρήνη.
σωματοποιεῖ τὴν εἰρήνην καὶ κάλλος αὐτῇ περιτίθησιν, καὶ ἔρωτα αὐτῆς ἔχειν βούλεται.
τὸ πρόσωπον ἄρʼ ἐλάνθανες: ὦ εἰρήνη, ἐμὲ δηλονότι ἐλάνθανες.
ὥσπερ ὁ γεγραμμένος: ἀνθέμων, ἀντὶ τοῦ ῥόδων. Ζεῦξις ὁ ζωγράφος ἐν τῷ ναῷ τῆς Ἀφροδίτης ἐν ταῖς Ἀθήναις ἔγραψε τὸν Ἔρωτα ὡραιότατον, ἐστεμμένον ῥόδοις. ὁ δὲ νοῦς διʼ ὑπερβατοῦ· ἐλάνθανές με οὕτως εὐειδὴς οὖσα ὡς ὁ γεγραμμένος Ἔρως.
γεγραμμένος οὐ γὰρ ὁρᾶται Ἔρως εἰ μὴ ἐν γραφαῖς.
ἦ πάνυ γερόντιον: εἰ καὶ γέροντά με δοκεῖς ὁρᾶν ὅμως λαβών σε ἰσχύσω τρία γαμῆσαι.
… παίζει ἐνταῦθα.
ἀμπελίδος ὄρχον: ἀντὶ τοῦ εἰπεῖν σχῆμα συνουσίας τοῦτο ἔφη ὡς γεωργός. παρὰ δὲ τὸ τὸν ὄρχατον φυτεῦσαι μοσχεύματα σύκων. οὕτω δὲ καλοῦνται αἱ νέαι συκαῖ. «μοσχίδια» δὲ τὰ νέα βλαστήματα, καὶ ἡ ἁπαλὴ καὶ νέα λύγος· «μόσχοισι λύγοισιν» «ὄρχον» δὲ οἷον ὄρχατον, κωμικῶς, ὡς φιλογέωργος ἀλληγορεῖ. ὡς ἐπὶ συνουσίας ἐμφαντικῶς κατὰ γεωργίαν τὸ «μακρόν»
νέα «μοσχίδια» τὰ νέα βλαστήματα, καὶ ἡ ἁπαλὴ καὶ νέα λύγος μόσχος· Ὅμηρος· «δίδη μόσχοισι λύγοισιν».
πρῶτα μέν: ἀλληγορικῶς ἐπὶ συνουσίας. ἀντὶ τοῦ εἰπεῖν σχῆμα συνουσίας τοῦτο ἔφη ὡς γεωργός.
μοσχίδια αἱ νέαι συκαῖ.
ἡμερίδος κλάδου: ἡμερὶς ἡ ἄμπελος, ὥς φησιν Ὅμηρος· «ἡμερὶς ἡβώωσα». εἴρηται δὲ διὰ τὸ ἡμερῶσαι τὸ τῶν ἀνθρώπων φῦλον.
ἡμερίδος εἶδος ἀμπέλου.
ἐλᾷδας συνίζησις.
ταῖς νουμηνίαις διὰ τὸ ταύτας εἶναι τὰς τιμίας τῶν ἡμερῶν.
εἰσίασιν οἱ ὑποκριταί.
πίνειν ἔστιν.
ἐκπίῃ παρʼ ὑπόνοιαν ἀντὶ τοῦ στῇ ἐπὶ τῷ ἀσκῷ.
ἀσκὸν Κτησιφῶντος: ὡς παχὺς καὶ προγάστωρ ὁ Κτησιφῶν σκώπτεται. ἐν ταῖς Χοαῖς ἀγὼν ἦν περὶ τοῦ ἐκπιεῖν τινα πρῶτον χόα. καὶ ὁ νικῶν ἐστέφετο φυλλίνῳ στεφάνῳ καὶ ἀσκὸν οἴνου ἐλάμβανεν. πρὸς σάλπιγγας δὲ ἔπινον. ἐτίθετο δὲ ἀσκὸς πεφυσημένος ἐν τῇ τῶν Χοῶν ἑορτῇ, ἐφʼ οὗ τοὺς πίνοντας πρὸς ἀγῶνα ἑστάναι, τὸν πρῶτον πιόντα ὡς νικήσαντα λαμβάνειν ἀσκόν. ἔπινον δὲ μέτρον τι οἷον χοᾶ.
Κτησιφῶντος οὗτος ὡς παχὺς καὶ προγάστωρ κωμῳδεῖται.
ἐν τῇ τῶν Χοῶν ἑορτῇ ἐτίθετο ἀσκὸς πεφυσημένος, οἱ δέ φασιν ὡς πλήρης οἴνου, εἰς ἀγῶνα. ὅστις οὖν ἐφʼ ἑνὶ ποδὶ ἐφαλόμενος ἠδυνήθη ἐπάνω στῆναι τοῦ ἀσκοῦ τούτου ἐλάμβανεν ἆθλον, καὶ ἔπινε πρῶτος καὶ τοῖς ἄλλοις ἐδίδου φιλοτιμούμενος. ἔπινον δὲ πρὸς μέτρον τι οἷον χοᾶ.
τοῦ κήρυκος οὐκ ἀκούετε: καλοῦντος εἰς τὴν τῶν Χοῶν ἑορτὴν πάντας. ἐκάλουν δὲ οἱ κήρυκες σάλπιγγας βαστάζοντες καὶ ἐσήμαινον.
τοῦ κήρυκος εἰς τὴν τῶν Χοῶν ἑορτὴν ἐκάλουν οἱ κήρυκες σάλπιγγας βαστάζοντες.
ἀναβράττετε: ἀντὶ τοῦ στρέψατε τὰ ὀπτώμενα κρέα καὶ τὰ ὀπτηθέντα ἐξέλκετε.
ἀναβράττετε στρέψατε τὰ ὀπτώμενα κρέα.
ἀφέλκετε ἐξέλκετε ἐκ τῶν χυτρῶν.
τὰ λαγῷα τὰ κρέα.
ἀναπείρω πήξω, κεντήσω.
ἀναπείρω σουβλίσω.
ζηλῶ σε τῆς εὐβουλίας: διπλῆ καὶ περίοδος ἑπτάκωλος ἀμοιβαία, ἧς τὸ πρῶτον ἐν εἰσθέσει ἰαμβικὸν δίμετρον ἀκατάληκτον. καὶ ἐν ἐπεκθέσει ἰαμβικὰ τετράμετρα καταληκτικὰ δύο. καὶ ἐν εἰσθέσει κῶλον — δʹ — ἓν ὅμοιον τῷ πρώτῳ, καὶ — εʹ — ἐν παρεκθέσει ἰαμβικὸν ἑφθημιμερές, ἐξ ὧν ἀμφοτέρων γίνεται στίχος ὅμοιος τοῖς δύο. … ἐν εἰσθέσει δὲ κῶλον ὅμοιον τῷ πρώτῳ. — ζʹ — καὶ ἐν ἐπεκθέσει στίχος ὁμοίως ἰαμβικὸς τετράμετρος καταληκτικός.
ζηλῶ κτλ. θαυμάζω τὴν εὐβουλίαν σου, ὦ Δικαιόπολι.
τί δῆτʼ εἴποις.
ὑποσκάλευε ἀναφύσα, ζωπύρει.
ὑποσκάλευε ἄναπτε.
τὰ πρόσωπα· Δερκέτης γεωργὸς Φυλάσιος.
οἴμοι τάλας: ἔρχεται ἀνὴρ Ἀθηναῖος γεωργός, ἀπολέσας αὐτοῦ τὰς βόας ληφθείσας ὑπὸ τῶν Βοιωτῶν, δεόμενος τοῦ Δικαιοπόλιδος λαβεῖν τῆς εἰρήνης πρὸς πέντε ἔτη.
ἔρχεται ἀνὴρ Ἀθηναῖος γεωργὸς ἀπολωλεκὼς τοὺς ἑαυτοῦ βόας ληφθέντας ὑπὸ Βοιωτῶν καὶ δεόμενος μετασχεῖν τῆς εἰρήνης ἐπὶ ἔτη πέντε. Δερκέτην δὲ αὐτὸν ὀνομάζει ἀπὸ τῆς χώρας ἐν ᾗ ἐγεώργει. Φυλάσιον δὲ ἀπὸ δήμου οὕτως ὀνομαζομένου Φυλῆς, ἧς καὶ κατιὼν μέμνηται. καὶ Μένανδρος Δυσκόλῳ «νομίζετʼ εἶναι τὸν τόπον Φυλήν».
κατὰ σεαυτόν νυν τρέπου: ἀντὶ τοῦ ἐν σεαυτῷ ἔχε τὴν κακοδαιμονίαν, μὴ ἐπιμίγνυσο ἡμῖν κακοδαιμονῶν.
σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ: ἐπεὶ αὐτὸς ἐσπείσατο μόνος εἰρήνην πρὸς Λακεδαιμονίους.
κἂν πέντʼ ἔτη: ἀντὶ τοῦ εἰς πέντε ἔτη. τὸ δὲ «μέτρησον» οἷον δάνεισον. καὶ Ἡσίοδος· «εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι». καὶ Θεόπομπος Καπήλισιν· «ἢ μετάδος ἢ μέτρησον ἢ τιμὴν λαβέ».
τῷ «μέτρησον» ὡς γεωργὸς ἐχρήσατο ἀντὶ τοῦ δάνεισον, ὡς καὶ παρʼ Ἡσιόδῳ «εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι».
ἐπετρίβην συνετρίβην, ἀπωλόμην.
ἀπὸ Φυλῆς: ὄνομα δήμου. καὶ Μένανδρος Δυσκόλῳ «τῆς Ἀττικῆς νομίζετʼ εἶναι τὸν τόπον Φυλήν».
Φυλῆς ὄνομα δήμου.
λευκὸν ἀμπέχει ἀντὶ τοῦ λευχειμονεῖς· οἱ γὰρ Φυλάσιοι λευκὰ ἱμάτια ἐφόρουν.
καὶ ταῦτα μέντοι νὴ Δία: καὶ οὗτοι, φησίν, ἦσαν οἵπερ με ἔτρεφον καὶ ἐποίουν τρυφᾶν βόες.
βολίτοις: βόλιτον οἱ Ἀττικοὶ οὕτως ἔλεγον χωρὶς τοῦ β ὅπερ ἡμεῖς βόλβιτον. λέγει δὲ ὅτι ἐν πάσῃ τρυφῇ, ἐν πᾶσιν ἀγαθοῖς. «βολίτοις» δὲ ὅτι περὶ βοῶν ὁ λόγος αὐτῷ.
βολίτοις παίζει. βόλιτον ἡ κόπρος τῶν βοῶν.
ὅτι οἱ Ἀττικοὶ οὕτω λέγουσι βόλιτον χωρὶς τοῦ β, ὅπερ ἡμεῖς βόλβιτόν φαμεν. ἔστι δὲ ἡ κόπρος τῶν βοῶν. δέον δὲ εἰπεῖν ἐν πᾶσιν ἀγαθοῖς «βολίτοις» εἶπε παρʼ ὑπόνοιαν παίζων. ἢ ἐπειδὴ διὰ τῆς κόπρου τὰ σπέρματα θάλλειν ποιοῦσιν οἱ γεωργοὶ καὶ καρπὸν πλεῖστον ποιεῖν ἐξ οὗ τρέφονται τοῦτο εἴρηκεν.
ἀπόλωλα τὠφθαλμώ: ἀπώλεσα τοὺς ὀφθαλμούς μου κλαίων καὶ ὀδυρόμενος τοὺς βόας.
ἀπόλωλα ὅλον καὶ μέρος.
τὠφθαλμώ κατά.
δακρύων κλαίων.
κήδῃ φροντίζεις.
ὑπάλειψον: ἀντὶ τοῦ ἔγχρισον τοὺς ὀφθαλμούς μου ταχέως.
οὐ δημοσιεύων τυγχάνω: οἱ δημοσίᾳ χειροτονούμενοι, οἳ καὶ δημόσιοι, προῖκα ἐθεράπευον. οἷον οὖν οὐ κοινῇ ἐσπεισάμην, τουτέστι σὺν τῇ πόλει, ἰδίᾳ δὲ καὶ ἐμαυτῷ μόνῳ, καὶ ἀμισθὶ οὐ μεταδίδωμί σοι.
πόνηρʼ γεωργέ.
οὐ δημοσιεύων τυγχάνω ἤγουν οὐ κοινῶς ἐσπεισάμην τῇ πόλει, ἀλλὰ μόνῳ ἐμαυτῷ.
οἱ δημοσίᾳ χειροτονούμενοι ἰατροὶ δημοσίᾳ προῖκα ἐθεράπευον. φησὶ γοῦν καὶ οὗτος ὅτι οὐ τῶν δημοσιευόντων ἰατρῶν τυγχάνω.
ἴθʼ ἀντιβολῶ: ἱκετεύω, δός μοι τῆς εἰρήνης, ὅπως ἀπολάβω τοὺς βόας.
πρὸς τοῦ Πιττάλου: ὁ Πίτταλος οὗτος ἰατρὸς παρὰ Ἀθηναίοις δόκιμος. λείπει δὲ τὸ μαθητάς. τοῦτο δὲ εἶπεν ἐπειδὴ ἐκεῖνος εἶπεν «ὑπάλειψον» τοὺς ὀφθαλμούς. ὡς ἂν οὖν εἰ ἔλεγεν ἄπελθε, ἐγχρίου παρὰ Πιττάλου.
οὐκ ἔστιν ὅπως ἐλεήσω σε.
τοὺς λείπει μαθητάς.
Πιττάλου οὗτος ἰατρὸς παρʼ Ἀθηναίοις.
εἰς τὸν καλαμίσκον: τὸν χαλκοῦν ἢ ἀργυροῦν, οἵους ἔχουσιν οἱ ἰατροί.
οὐδʼ ἂν στριβιλικίγξ: ἀντὶ τοῦ οὐδὲ ῥανίδα. στρίβος δὲ καλεῖται ἡ λεπτὴ καὶ ὀξεῖα βοή. λικὶγξ δὲ ἡ ἐλαχίστη βοὴ τοῦ ὀρνέου. ἡ μὲν λέξις ἐκ τούτων γεγένηται. λέγει δὲ ὅτι οὐδὲ ἐλάχιστόν σοι μέρος μεταδίδωμι.
γεωργοῖν τῶν τὴν γῆν ἐργαζομένων.
ἀνὴρ ἀνεύρηκε: δύο διπλαῖ. αὕτη γάρ ἐστιν ἡ περίοδος ὁμοίως τῇ ἀνωτέρᾳ ἑπτάκωλος ἀντιστρέφουσα.
μεταδώσειν τῶν σπονδῶν δηλονότι.
χορδὴ καλεῖται τὸ παχὺ ἔντερον τοῦ προβάτου.
στάθευε ὄπτα.
στάθευε τουτέστιν ἡσυχῇ τῷ πυρὶ χλίαινε.
ὀρθιασμάτων: ἀνατάσεως ῥημάτων, τῶν μετὰ βοῆς κόμπων, ἢ τῶν μελῶν, παρόσον ὄρθιος νόμος κιθαρῳδικός.
τἀγχέλεια: ἢ λείπει τὸ κρέα, ἵνʼ ᾖ τὰ ἐγχέλεια κρέα, ἢ λέγει τὰς ἐγχέλεις.
παρόσον ἡ κνῖσα τῶν ὀπτωμένων τοῖς γείτοσι δ....
λάσκων φωνῶν, βοῶν.
ξανθίζετε: οἷον τῷ μέλιτι χρίετε ἢ χροΐζετε ἢ πυρρὰ τῇ ὀπτήσει ποιεῖτε· ἡ γὰρ καλῶς ἔχουσα ὄπτησις τῶν κρεῶν ἐστιν ὅταν πυρρὰ ᾖ.
ξανθίζετε τῷ μέλιτι χρίετε.
τῷ μέλιτι, φησί, χρίσατε καὶ ξανθὰ ποιήσατε ἢ καλῶς ὀπτήσατε ὥστε πυρρὰ γενέσθαι. τὰ γὰρ καλῶς ὀπτηθέντα κρέα πυρρὰ γίνεται.
Δικαιόπολι: ἔρχεται ἀνήρ τις παράνυμφος βαστάζων κρέα τῷ Δικαιοπόλιδι παρά τινος νυμφίου, καὶ αἰτεῖ αὐτὸν λαβεῖν ἐν βησίῳ μικρὸν τῆς εἰρήνης, ὅπως μὴ ἐξέρχοιτο εἰς πόλεμον ὁ νυμφίος, ἀλλὰ μένοι τερπόμενος σὺν τῇ γυναικὶ αὐτοῦ.
ἀνήρ τις ἔρχεται πρὸς Δικαιόπολιν ἀπό τινος νυμφίου καὶ αἰτεῖ αὐτὸν ὅπως μὴ στρατεύσοι ἀλλὰ μένοι ἐν τῷ οἴκῳ τερπόμενος σὺν τῇ γυναικί.
ποιῶν κοινή.
ἐγχέαι ἐπιχεῖν, ἐπιβαλεῖν.
ἐγχέαι ἐπιδοῦναι.
τῶν κρεῶν ὧν ἔπεμψέ σοι.
εἰς τὸν ἀλάβαστρον εἰς τὴν μυροθήκην.
κύαθον εἰρήνης ἕνα: ὡσεὶ ἔλεγε κοχλιάριον ἕν.
ὡσεὶ ἔλεγε κοχλιάριον ἓν «κύαθον ἕνα» εἶπεν. ἔστι δὲ κύαθος ἡ ὦτα μὴ ἔχουσα ὥστε λαβέσθαι αὐτῆς, τῶν λεκιθοπωλίδων κοτύλη.
τὰ κρέα συνίζησις.
… παραιτεῖται ὁ Δικαιόπολις μεταδοῦναι τῆς εἰρήνης.
χιλιῶν: περισπῶσιν Ἀττικοί.
ἡ νυμφεύτρια: ἔρχεται νυμφεύτρια δεομένη Δικαιοπόλιδος καὶ λέγουσα ὅτι ἔπεμψέ με τις νύμφη δεηθῆναί σου πρὸς τὸ λαβεῖν τῆς εἰρήνης, ὅπως ἀλείφῃ τὸ αἰδοῖον τοῦ ἀνδρὸς αὐτῆς καὶ μὴ ἐξέρχοιτο εἰς πόλεμον. κωφὸν δὲ εἰσάγεται τὸ πρόσωπον τῆς νυμφευτρίας.
… τοῦτό φησιν ὡς ἀκούσας πρὸς τὸ οὖς.
φέρε δὴ τί σὺ λέγεις;: παραθεὶς τὸ οὖς ἤκουσεν ὁ Δικαιόπολις τῆς νυμφευτρίας.
ὡς γελοῖον: καχάζων καὶ ἀστειευόμενος ὁ Δικαιόπολις ἐφʼ οἷς ἤκουσε παρὰ τῆς νυμφευτρίας λέγει τὸ «ὡς γελοῖον, ὦ θεοί, τὸ δέημα τῆς νύμφης». τὸ δὲ δέημα αὐτῆς ἦν, μικρὸν τῆς εἰρήνης λαβεῖν ὅπως ἀλείφοι ταύτῃ τὸ αἰδοῖον τοῦ ἀνδρὸς κατὰ τὰς νύκτας καὶ μὴ ἐς πόλεμον ἐξέρχοιτο.
ἀστειευόμενος ἐκφέρει ὅπερ ἤκουσε παρὰ τῆς νυμφευτρίας. τοῦτο δὲ παρεπιγραφὴ καλεῖται. κωφὸν γὰρ εἰσάγει τὸ πρόσωπον τῆς νυμφευτρίας.
τὸ δέημα τοῦτο πρὸς τὸ «γελοῖον» συνάπτεται.
ὅπως ἂν οἰκουρῇ τὸ πέος: ἀντὶ τοῦ εἰπεῖν τὴν οἰκίαν, «τὸ πέος» ἔφη «τοῦ νυμφίου».
οἰκουρῇ οἴκοι μένῃ.
τὸ πέος τοῦ νυμφίου ἤγουν ὁ νυμφίος. παίζει δέ.
ὕπεχʼ ὧδε δεῦρο: πρόφερε τὸ ἀλάβαστρον, φησίν, ἐξ οὗ ἀλείφονται οἱ δειπνοῦντες, τὴν τοῦ μύρου λήκυθον. κατʼ ἐρώτησιν δὲ τοῦτο ἀναγνωστέον· τὸ δὲ ἑξῆς, ὡς συμβουλεύοντος καὶ ὑποτιθεμένου πῶς αὐτῷ δεῖ χρήσασθαι.
πρόφερε τὸ ἀλάβαστρον ἤγουν τὴν τοῦ μύρου λήκυθον, ἐξ οὗ ἀλείφονται οἱ δειπνοῦντες.
κατʼ ἐρώτησιν.
τουτῳΐ: τῷ ἀλείμματι. λέγει δὲ τῇ εἰρήνῃ. τὸ δὲ «καταλέγωσιν» ἀντὶ τοῦ κατατάττωσιν.
τουτῳΐ κοινή.
οἰνήρυσιν: τὴν τοῦ οἴνου κοτύλην, ᾗ ἀρύονται.
Χοᾶς ἑορτὴ οὕτω καλουμένη τῶν Χόων.
τὰς ὀφρῦς ἀνεσπακώς ἐσκυθρωπακώς.
… ἔρχεταί τις καλῶν εἰς πόλεμον τὸν Λάμαχον.
ἀμφὶ χαλκοφάλαρα: ἀντὶ τοῦ πολύχαλκα. τραγικώτερον δὲ λέγει διὰ τὸ μεγαλόρρημον τοῦ Λαμάχου.
τοὺς λόχους τοὺς στρατιώτας.
λόχους τάγμα στρατιωτῶν.
τὰς εἰσβολάς: τὰς εἰσόδους τῶν πολεμίων στρατῶν. «νιφόμενον» δὲ ὡς χειμῶνος ὄντος.
νειφόμενον τοῦτο εἰς τὸ «τηρεῖν» συνάπτεται.
ὑπὸ τοὺς Χόας γάρ: Θεόπομπος τοὺς διασωθέντας ἐκ τοῦ κατακλυσμοῦ ἑψῆσαί φησι χύτραν πανσπερμίας, ὅθεν οὕτω κληθῆναι τὴν ἑορτήν, «καὶ θύειν αὐτοῖς ἔθος ἔχουσιν Ἑρμῇ χθονίῳ», τῆς δὲ χύτρας οὐδένα γεύσασθαι. τοῦτο δὲ ποιῆσαι τοὺς περισωθέντας ἱλασκομένους τὸν Ἑρμῆν καὶ περὶ τῶν ἀποθανόντων. ἄλλως: ἐν μιᾷ ἡμέρᾳ ἄγονται οἵ τε Χύτροι καὶ οἱ Χόες ἐν Ἀθήναις, ἐν ᾧ πᾶν σπέρμα εἰς χύτραν ἑψήσαντες θύουσι μόνῳ τῷ Ἑρμῇ. οὕτως Δίδυμος.
ἐν μιᾷ δὲ ἡμέρᾳ ἄγονται οἵ τε Χύτροι καὶ οἱ Χόες ὡς καὶ κατιὼν λέγει· «ὑπὸ τοὺς Χόας γὰρ καὶ Χύτρους αὐτοῖσί τις ἤγγειλε» εἰς χύτραν γὰρ πᾶν σπέρμα ἑψήσαντες Διονύσῳ μόνῳ θύουσι καὶ Ἑρμῇ. τελεῖται δὲ ἡ ἑορτὴ αὕτη παρʼ Ἀθηναίοις.
ἐμβαλεῖν Βοιωτίους: πολέμιοι γὰρ ἦσαν οἱ Βοιωτοί. ἐν τοῖς ἄνω γοῦν ὁ Δερκέτης ἔφη ὅτι Βοιωτοί τινες ἀφείλοντό μου τὸ ζεῦγος τῶν βοῶν.
Βοιωτίους πολέμιοι γὰρ αὐτῶν ἦσαν.
ὅτι πολέμιοι ἦσαν οἱ Βοιωτοὶ Ἀθηναίων ἄνω ὁ γεωργὸς ἐδήλωσεν, ὑπὸ τούτων εἰπὼν ἀφαιρεθῆναι τοὺς βόας.
οὐ δεινὰ μὴ ʼξεῖναί με: ὁ Δικαιόπολις οὐ δεινόν, φησί, μὴ ἐξουσίαν ἔχειν με ἑορτάσαι; ἴσως διὰ τὸν τῶν στρατιωτῶν θόρυβον.
… ἴσως διὰ τὸν τῶν στρατιωτῶν θόρυβον τοῦτο λέγει.
πολεμολαμαχαϊκόν: ἔμφασιν ἔχει, ὡσεὶ ἔφη ξενικὸν ἢ Κορινθιακόν.
καταγελᾷς ἤδη σύ μου: διὰ τὸ εἰπεῖν αὐτὸν «πολεμολαμαχαϊκόν»
βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;: ἀντὶ τοῦ τετρακεφάλῳ. αἰνίττεται δὲ εἰς τὴν τοῦ Λαμάχου περικεφαλαίαν, τρεῖς λόφους ἔχουσαν, ἀπὸ τῶν περικειμένων αὐτῇ πτίλων. ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστι. βούλει πρὸς ἀκαταμάχητόν τινα μάχεσθαι; ὁ γὰρ Γηρυόνης, οὗ ἐμνήσθη, τρικέφαλος ἦν καὶ πολὺν ἀγῶνα παρέσχε τῷ Ἡρακλεῖ. δείκνυσι δὲ αὐτῷ τῶν τετραπτερυλλίδων ἅμα τοῦτο λέγων. ἀντὶ τοῦ εἰπεῖν Γηρυόνῃ τρισωμάτῳ «τετραπτίλῳ» εἶπεν.
τετραπτίλῳ τετρακεφάλῳ ὤφειλεν εἰπεῖν.
δέον εἰπεῖν Γηρυόνῃ τρικεφάλῳ, ἤγουν δυσκαταγωνίστῳ τινί, βούλει μάχεσθαι, «τετραπτίλῳ» εἶπε διὰ τὸ τὴν τοῦ Λαμάχου περικεφαλαίαν τετράλοφον εἶναι καὶ πτίλον ἐν ἑκάστῳ λόφῳ ἔχειν. ὁ δὲ Γηρυόνης οὗτος οὗ μέμνηται τρικέφαλος ἦν καὶ πολὺν ἀγῶνα παρέσχε τῷ Ἡρακλεῖ ὅτε τὰς βόας αὐτοῦ ἠβούλετο λαβεῖν.
αἶ αἶ: τούτων τινὲς τὸ μὲν πρῶτον διὰ τῆς αι διφθόγγου γράφουσι — θρηνητικὸν γάρ —, τὸ δὲ δεύτερον διὰ τοῦ ε ψιλοῦ — θαυμαστικὸν γάρ.
ἀγγελίαν τὸν πόλεμον δηλονότι.
αἶ αἶ τίνα δʼ αὖ μοι προστρέχει: ἔρχεται ἄγγελος καλῶν τὸν Δικαιόπολιν ἐπὶ δεῖπνον.
βάδιζε τὴν κίστην λαβών: τότε γὰρ οἱ καλοῦντες ἐπὶ δεῖπνον στεφάνους καὶ μύρα καὶ τραγήματα καὶ ἄλλα τοιαῦτα παρετίθεσαν, οἱ δὲ καλούμενοι ἔφερον ἑψήματα καὶ κίστην καὶ χοᾶ. «κίστην» δὲ τὴν ὀψοθήκην. Ὅμηρος· «μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδήν, ὄψα τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες». χόα δὲ ἐπεφέροντο οἱ καλούμενοι ἵνα μὴ κοινωνῶσιν ἀλλοτρίου ποτηρίου, διὰ τὴν ἐπὶ Ὀρέστῃ γενομένην αἰτίαν.
τὴν κίστην τὴν ὀψοθήκην.
οἱ μὲν καλοῦντες ἐπὶ δεῖπνον στεφάνους καὶ μύρα καὶ τραγήματα καὶ ἄλλα παρετίθεσαν, οἱ δὲ καλούμενοι ἔφερον ἑψήματα καὶ κίστην ἤτοι ὀψοθήκην. καὶ Ὅμηρος· «μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδήν, ὄψα τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες». ἔφερον δὲ οἱ καλούμενοι καὶ χοᾶ ἤτοι ποτήριον ἵνα μὴ κοινωνῶσιν ἀλλήλοις τοῦ αὐτοῦ ποτηρίου, διὰ τὴν ἐπὶ Ὀρέστῃ γενομένην αἰτίαν. ἡ δὲ περὶ τούτου ἱστορία εἴρηται ἐν Ἱππεῦσιν.
μεταπέμπεται μετακαλεῖται.
ἐγκόνει: ἀντὶ τοῦ σπεῦδε. μέλλοντας γὰρ αὐτοὺς δειπνεῖν ἐπέχεις.
ἐγκόνει σπεῦδε.
κατακωλύεις ἤγουν μέλλοντας δειπνεῖν αὐτοὺς ἐπέχεις, τουτέστιν ἀναμένοντές σε οὐ δειπνοῦσιν.
πάρα πάρεισι.
σησαμοῦντες: ἄλλο σησαμοῦς καὶ ἄλλο σησάμη. σησαμοῦς μὲν εἶδος πλακοῦντος, σησάμη δὲ ἣν ἡμεῖς καλοῦμεν σησαμίδα.
ἴτρια: καπυρώδη πλάσματα.
ἄμυλοι ὁ κοινῶς λεγόμενος καταστατός.
ὀρχηστρίδες: ὑπερβατόν ἐστιν· ὀρχηστρίδες πάρεισι καλαὶ καὶ τὰ φίλτατα τοῦ Ἁρμοδίου, τουτέστι τὰ εἰς Ἁρμόδιον σκολιὰ ᾄσματα, ὅπερ ἀνωτέρω ἔφη «Ἁρμοδίου μέλος ᾄσεται».
ὀρχηστρίδες πόρναι ὀρχούμεναι.
τὰ φίλταθʼ Ἁρμοδίου τὰ εἰς Ἁρμόδιον σκολιὰ ᾄσματα.
προείρηται ὅτι ἐν τοῖς συμποσίοις ᾖδον Ἁρμοδίου μέλος. τοῦτο οὖν ἐνταῦθα λέγει φίλτατα τοῦ Ἁρμοδίου.
ἐπεγράφου τὴν Γοργόνα: ὅτι ἐζωγράφεις ἐν τῇ ἀσπίδι μεγάλην Γοργόνα.
ἔγραφον γὰρ ἐν τῇ ἀσπίδι εἰκόνα μεγάλην τῆς Γοργόνος, ὡς εἴρηται.
τὸν γυλιόν: γυλιὸς σπυριδῶδες πλέγμα, ἐν ᾧ τὰς τροφὰς ἔχοντες οἱ στρατιῶται ἐβάδιζον ἐπὶ πόλεμον.
τὴν κίστην τὴν ὀψοθήκην.
ἅλας θυμίτας: ἐκ θύμων κατεσκευασμένους.
οἶσε κόμισον.
τεμάχη: λείπει τὸ ἰχθύων. «ἄχθομαι» δὲ εἶπε διὰ τὸ μισεῖν τὸν πόλεμον.
τεμάχη ἰχθύων τμήματα.
ἄχθομαι διὰ τὸ μισεῖν τὸν πόλεμον.
θρῖον ταρίχους: ἐπεὶ ἐπὶ φύλλων τὰ τεμάχη βαλλόμενα βαστάζονται. «σαπροῦ» δὲ ἀντὶ τοῦ παλαιοῦ καὶ μὴ νέου. σκεύασμα δέ τι παρʼ Ἀθηναίοις τὸ θρῖον, ὃ περιλαμβάνει ὕειον στέαρ ἢ ἐρίφειον καὶ σεμίδαλιν καὶ γάλα καὶ τὸ λεκιθῶδες τοῦ ᾠοῦ πρὸς τὸ πήγνυσθαι· καὶ οὕτως εἰς φύλλα συκῆς ἐμβαλλόμενον ἥδιστον ἀποτελεῖ βρῶμα. οὕτω Δίδυμος. ἐκαλεῖτο δὲ ἄλλη τις σκευασία θρῖον, ἐγκέφαλος μετὰ γάρου καὶ τυροῦ κατασκευαζόμενος καὶ ἑλιττόμενος ἐν φύλλῳ συκῆς καὶ ὀπτώμενος.
θρῖον φύλλον συκῆς.
ταρίχους κρέατος πεπασμένου.
οἶσε κόμισον.
σαπροῦ παλαιοῦ.
ὅπως κατασκευάζεται τὸ θρῖον εἴρηται ἐν Ἱππεῦσιν. ἐκαλεῖτο δὲ καὶ ἄλλη τις σκευασία θρῖον, ἐγκέφαλος μετὰ γάρου καὶ τυροῦ κατασκευαζόμενος καὶ ἑλιττόμενος ἐν φύλλῳ συκῆς καὶ ὀπτώμενος.
ὀπτήσω δʼ ἐκεῖ: ἀντὶ τοῦ ἔνθα ἀπέρχομαι δειπνῆσαι. ΓΓ
… εἰς τὸ τὴν περικεφαλαίαν ποιεῖν.
στρούθου εἶδος ὀρνέου οὕτως ὠνομασμένου.
βλέπειν ἀποβλέπειν.
τὸ λοφεῖον: ἐὰν μὲν ᾖ ὑποκοριστικόν, δηλοῖ τὸν ἐλάττονα τῶν τριῶν λόφων· ἐὰν δὲ διὰ τῆς ει διφθόγγου, προπερισπᾶται καὶ δηλοῖ τὴν θήκην τῶν λόφων.
τὴν θήκην τῶν λόφων.
λοφεῖον τὴν θήκην τοῦ κράνους τοῦ τριλόφου.
λεκάνιον: κρατῆρα πεπληρωμένον τῶν λαγῴων κρεῶν. λεκάνια δὲ καὶ λεκανίδας τὰ μείζονα τῶν ὀξυβάφων καὶ ἐκπέταλα.
λεκάνιον ἀγγεῖον μεῖζον τοῦ ὀξυβάφου.
τριχόβρωτες: θρὶψ ζῷον κατέσθιον τὰς τρίχας. οἱ σῆτες. τριχόβρωτον δὲ τοῦτό φησιν.
τριχόβρωτες θρὶψ σκώληξ κατεσθίων τὰς τρίχας.
τὴν μίμαρκυν: κυρίως μὲν μίμαρκυς ἡ λαγῴα χορδὴ ἡ ἐκ τῶν ἐντέρων. χρῶνται δὲ καὶ ἐπὶ χοίρου. ἄλλως: μίμαρκυς σκευασία τις τῆς κοιλίας ἢ τῶν ἐντέρων. οἱ δὲ τὴν ἐκ τοῦ λαγῴου αἵματος καὶ τῶν ἐντοσθίων σκευαζομένην καρύκην.
μίμαρκυν λαγῴαν χορδήν.
ὤνθρωπε βούλει: κατʼ ἐρώτησιν. δηλοῖ δὲ τὸ ἐν ἔχθρᾳ εἶναι.
κἀπιτρέψαι Λαμάχῳ: ἐπιτρέψαι ὥστε κρῖναι. καὶ Μένανδρος ἐν Ἐπιτρέπουσι· «ἐπιτρεπτέον τινί ἔστι περὶ τούτων». ταῦτα δὲ διαλέγεται πρὸς τὸν οἰκέτην διασύρων καὶ παίζων τὸν Λάμαχον.
κἀπιτρέψαι ἐπιτρέψαι ὥστε κρῖναι.
πότερον ἀκρίδες: διασύρει τὸν Λάμαχον ὡς ἀκρίδας ἐσθίοντα. ἢ ὅτι πρότερον εὐτελεῖ ἐχρῆτο τῇ διαίτῃ.
πρὸς τὸν οἰκέτην δὲ διαλέγεται διασύρων καὶ παίζων Λάμαχον.
καθελών μοι τὸ δόρυ: παρατηρητέον ὅπως ὁ μὲν φιλοπόλεμος ὢν τὰ εἰς πόλεμον ζητεῖ, ὁ δὲ ἀντιστρόφως τὰ εἰς εἰρήνην.
δεῦρο τὴν χορδήν: χορδὴ καλεῖται τὸ παχὺ ἔντερον τοῦ προβάτου.
τοὔλυτρον: τὴν θήκην. τὸ δὲ ἐντελὲς τὸ ἔλυτρον.
ἔχʼ ἀντέχου παῖ: κράτει καὶ ἕλκε τοῦ δόρατος τὴν θήκην.
καὶ σὺ παῖ τοῦδʼ ἀντέχου: τοῦ ὀβελίσκου, ὥστε τὰ ἐμπεπαρμένα κρέα ἢ τὴν χορδὴν ἀφελκύσαι.
ἔχʼ ἀντέχου παῖ ἕλκων τὸ δόρυ τοῦτο λέγει.
καὶ σὺ κτλ. καὶ οὗτος ὀβελίσκον ἕλκων ἔχοντα κρέας ἐμπεπαρμένον τοῦτο λέγει.
τοὺς κιλλίβαντας: τρισκελῆ τινα σκευάσματα, ἐφʼ ὧν ἐπιτιθέασι τὰς ἀσπίδας διαναπαυόμενοι, ἐπειδὰν κάμωσι πολεμοῦντες.
καὶ τῆς ἐμῆς τοὺς κριβανίτας: λείπει γαστρός, ἵνʼ ᾖ καὶ τῆς ἐμῆς γαστρὸς τὴν ἀνάπαυσιν ἔκφερε τοὺς κριβανίτας ἄρτους.
ἐμῆς νοεῖται γαστρός.
κριβανίτας ἄρτους κριθίνους.
κριβανίτας ἄρτους φασὶ τοὺς κριθίνους. εἴρηκε δὲ τοῦτο διὰ τὸ περιφερεῖς εἶναι καὶ τούτους ὡς αἱ ἀσπίδες.
γοργόνωτον ἀσπίδος κύκλον: περιφραστικῶς τὴν ἀσπίδα. «γοργόνωτον» δὲ τὴν ἔχουσαν Γοργόνα.
τυρόνωτον: ἔπαιξε δὲ χαριέντως ὅτι καὶ οὗτοι περιφερεῖς ὡς ἀσπίδες.
κατάχει σὺ παῖ τοὔλαιον: εἰς τὸν ὀμφαλὸν τῆς ἀσπίδος ἵνα γένηται λαμπροτέρα. ὁ Λάμαχος δέ ἐστι παρακελευόμενος ἐπὶ τὸ μέρος τὸ χαλκοῦν τῆς ἀσπίδος ἔλαιον καταχυθῆναι ἵνα στίλβῃ. εἰσὶ γάρ τινες οἳ ἐν ἐλαίῳ ὁρῶντες μαντεύονται. οὕτως ὁ Σύμμαχος. σμήχει οὖν τὴν ἀσπίδα καταχέων τὸ ἔλαιον ἐπὶ τῆς χαλκῆς πτυχός, εἶτα ὡς φαιδρυνθείσης αὐτῆς ἐνοπτριζόμενος πρὸς αὑτὸν λέγει, ὁρῶ ἐν αὐτῇ γέροντα ὑπὸ δειλίας φεύγοντα, οἷον μὴ δυνάμενον ὁρᾶν τὴν ἀσπίδα διὰ τὴν ἔλλαμψιν. Ὅμηρος· «ὄσσε δʼ ἄμερδε αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων». ταῦτα δὲ ὡς μαντευόμενος λέγει.
κατάχει κτλ. ἐν τῷ ὀμφάλῳ τῆς ἀσπίδος, ἵνα γένηται λαμπροτέρα.
ὅτι ὁ ἐν τῇ ἀσπίδι τῆς Γοργόνος τόπος χαλκοῦς ἦν. ἔθος δέ ἐστι τοῖς μέλλουσιν ἐκστρατεῦσαι σμήχειν τὰ ὅπλα ἵνα λαμπρὰ φαινόμενα ἐκπλήττῃ τοὺς πολεμίους. ἐπίχεε οὖν, φησίν, ἔλαιον καὶ σμῆξον τὴν ἀσπίδα. ἀλλὰ καὶ μετὰ τὸ σμῆξαι ἐπιχέουσιν ἔλαιον ἵνα στίλβωσι τὴν τοῦ ἡλίου ἀκτῖνα δεχόμενα, ὅπερ οὗτος ἐνταῦθα οἶμαι λέγει μᾶλλον. διὰ τοῦτο γὰρ καὶ τὸ ἑξῆς ἐπάγει.
φευξούμενον μὴ δυνάμενον ὁρᾶν τὴν ἀσπίδα ὑπὸ δειλίας διὰ τὴν λαμπρότητα.
τὸν Γοργάσου: παίζει παρὰ τὴν Γοργόνα.
ἔξαιρε παῖ θώρακα: πρὸς τὴν ὁμωνυμίαν ἔπαιξε. θωρήξασθαι γάρ ἐστι τὸ καθοπλισθῆναι, ἀλλὰ καὶ τὸ πίνειν καὶ τὸ μεθυσθῆναι, ἐπειδὴ θώραξ καὶ τὸ στῆθος. διὰ τὸ θερμαίνειν οὖν τὸ στῆθος θωρήσσειν λέγουσι τὸ μεθύειν καὶ ἀκροθώρακας τοὺς ἀκρομεθύσους ἐκάλουν. κέχρηται δὲ τῇ λέξει καὶ Ἀνακρέων. ἔστι δὲ Ἀττική. ἔξελε οὖν, φησί, κἀμοὶ τὸν χοᾶ, ὃν καλεῖ θώρακα, ὥστε θωρακισθῆναι, τουτέστι τὸν θώρακα πληρῶσαι.
χοᾶ ποτήριον.
θωρήξομαι ὁπλισθήσομαι.
θωρήξομαι οἷον μεθυσθήσομαι.
κιστίδος ὀψοθήκης.
ἐκ τῆς κιστίδος: καὶ κίστη καὶ κιστὶς λέγεται. καὶ διελθὼν τοῦτο τὸ δρᾶμα γνώσῃ.
γυλιὸν ἀγγεῖον πλεκτόν, ἤγουν τὴν ὀψοθήκην.
νίφει· βαβαιάξ: οἱ γὰρ ἐπὶ πόλεμον ἐξιόντες ἐπετήρουν τὰς διοσημίας.
χειμέρια ἀντὶ τοῦ ψυχρά.
νίφει χιονίζει.
ἴτε δὴ χαίροντες: κορωνὶς καὶ εἴσθεσις εἰς μέλος τοῦ χοροῦ προῳδικόν, περιόδων τριῶν. ὧν ἐστι πρώτη ἀναπαιστική.
ὁδόν: ὁ μὲν γὰρ ἐπὶ πόλεμον, ὁ δὲ ἐπὶ δεῖπνον.
στεφανωσαμένῳ: τῷ Δικαιοπόλιδι. λείπει δὲ τὸ πάρεστιν.
σοὶ δὲ ῥιγῶν: ῥιγῶν Ἰωνικῶς ἀντὶ τοῦ ῥιγοῦν.
προφυλάττειν τὴν ἐμβολήν.
… παρατέλευτον.
τό γε δεῖνα τὸ αἰδοῖον λέγει.
τό γε δεῖνα ἤγουν τὸ αἰδοῖον κατʼ εὐφημισμόν.
Ἀντίμαχον: τὸν συγγραφέα τὸν μελῶν ποιητήν. Ψακὰς δὲ οὗτος ἐπεκαλεῖτο, ἐπειδὴ προσέρραινε τοὺς ὁμιλοῦντας διαλεγόμενος. ἦν δέ τις καὶ Ὀλυμπιόνικος καλούμενος Ψακάς. ἐδόκει δὲ ὁ Ἀντίμαχος οὗτος ψήφισμα πεποιηκέναι ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματος, καὶ ἐπὶ τούτῳ πολλοὶ τῶν ποιητῶν οὐ προσῆλθον ληψόμενοι τὸν χορόν, καὶ δῆλον ὅτι πολλοὶ τῶν χορευτῶν ἐπείνων. ἐχορήγει δὲ τότε ὁ Ἀντίμαχος ὅτε εἰσήνεγκε τὸ ψήφισμα. οἱ δὲ λέγουσιν ὅτι ποιητὴς ὢν καλὸς χορηγῶν ποτε μικρολόγως τοῖς χορευταῖς ἐχρήσατο.
τὸν ξυγγραφῆ: διπλῆ καὶ ἡ τῶν ὁμοίων δυὰς ἔχουσα τὰς περιόδους δωδεκακώλους, ὧν τὸ πρῶτον χοριαμβικὸν δίμετρον ἀκατάληκτον, τὸ βʹ ἐν μὲν τῇ πρώτῃ περιόδῳ ἐστὶν ἰαμβικόν, ἐν δὲ τῇ δευτέρᾳ περιόδῳ χοριαμβικόν· ἔστι δὲ συγγενὲς τῷ ἰαμβικῷ. τὸ τρίτον χοριαμβικόν. ἑφθημιμερὲς τὸ τέταρτον.
φασὶ γὰρ αὐτὸν γράψαι ψήφισμα ὥστε τοὺς χοροὺς μηδὲν ἐκ τῶν χορηγῶν λαμβάνειν. «τὸν Ψακάδος» ἔφη, οἱ μὲν ὅτι οὕτως ἐπεκαλεῖτο διὰ τὸ συνεχῶς πτύειν, ἢ διὰ τὸ μηδὲν ἀναλῶσαι.
Ψακάδος ἐπειδὴ προσέρραινε τοὺς ὁμιλοῦντας διαλεγόμενος.
ἀπέλυσεν ἄδειπνον: ἀπέκλεισε δείπνων. ἀντὶ τοῦ ἀπεστέρησε τοὺς μισθούς, οὐδέν μοι ἐχορήγησεν.
Λήναια ἑορτὴ Διονύσου.
ἀπέλυσʼ ἄδειπνον ἤγουν ἀπεστέρησε τοὺς μισθούς.
τευθίδος εἶδος ἰχθύος.
σίζουσα: ἀντὶ τοῦ ζέουσα, ὡς ἐπὶ τηγανιζομένης, ποιὸν ἦχον ἀποτελοῦσα. καὶ Ὅμηρος· «ὣς τοῦ σῖζʼ ὀφθαλμὸς ἐλαΐνῳ ἀμφὶ πελέκει». «πάραλος» δὲ ἀντὶ τοῦ παραθαλασσία, ἢ παρὰ τοὺς ἅλας κειμένη. ἐπεὶ δὲ καὶ ἱερὰ ναῦς τῶν Ἀθηναίων Πάραλος καλεῖται ἐπήνεγκε τὸ «ὀκέλλοι», ὅ ἐστι προσορμίζοι, ὡς ἐπὶ νεώς.
σίζουσα ζέουσα.
πάραλος θαλασσία.
ὀκέλλοι προσορμίζοι, ἐπὶ τῆς νεὼς τῆς ὀνομαζομένης Παράλου.
ἠπιαλῶν: ἀντὶ τοῦ ῥιγοπυρέτῳ περιπεσών· ἠπίαλος γὰρ κυρίως ὁ μετὰ ῥίγους πυρετός. «ἠπιαλῶν» δὲ εἶπε καὶ «βαδίζων» ἀντὶ τοῦ ἠπιαλοῦντα καὶ βαδίζοντα. «ἱππασίας» δὲ ἀντὶ τοῦ ἱππικῆς, ὡς ὄντος αὐτοῦ ἱππέως. καὶ γὰρ ἕως ἑσπέρας διατρίβουσιν ἐν τῇ δοκιμασίᾳ οἱ ἱππεῖς. περιοδικὴ δέ ἐστιν ἡ νόσος, ἔνθεν ἔπαιξεν εἰπὼν «ἐξ ἱππασίας ἠπιαλῶν», ἐπεὶ ὡς εἶπον περιοδικὴ ἡ νόσος ἠπίαλος.
βαδίζων ἀντὶ τοῦ βαδίζοντα κατὰ τὸ ἀρχαῖον σύνηθες ὡς «ἐξὸν καθεύδειν τὴν ἐρωμένην ἔχων» ἀντὶ τοῦ ἔχοντα.
ἠπιαλῶν ἀντὶ τοῦ ῥιγοπυρέτῳ περιπεσών.
ἱππασίας ἤγουν ἱππικῆς.
ἠπίαλος λέγεται ὁ μετὰ ῥίγους πυρετός. ἐπειδὴ οὖν περιοδική ἐστιν ἡ νόσος, περιοδικὴ δὲ καὶ ἡ ἱππασία, ἐκ πρωΐας γὰρ μέχρις ἑσπέρας διατρίβουσιν ἐν τῇ δοκιμασίᾳ τῶν ἵππων, διὰ τοῦτο «ἠπιαλῶν» ἔφη «οἴκαδʼ ἐξ ἱππασίας βαδίζων» θλασθείη τὴν κεφαλήν.
τῆς κεφαλῆς Ὀρέστης: Ἀττικῶς ἀντὶ τοῦ τὴν κεφαλήν. ὁ δὲ Ὀρέστης οὗτος προσποιούμενος μανίαν τοὺς παριόντας ἀπέδυεν. ἦν γὰρ λωποδύτης. ἢ καὶ πρὸς τὴν ὁμωνυμίαν, ἀντὶ τοῦ ὁ μαινόμενος ὡς ὁ Ὀρέστης.
τῆς κεφαλῆς Ἀττικῶς ἀντὶ τοῦ τὴν κεφαλήν.
Ὀρέστης τις μανίαν ὑποκρινόμενος ἀπέδυε τοὺς παριόντας. λωποδύτης γὰρ ἦν. ἢ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὀρέστου ἐκείνου, τοῦ υἱοῦ τοῦ Ἀγαμέμνονος τοῦ μανέντος, καὶ τοῦτον μαινόμενον λέγει.
πέλεθον βόλιτον.
ἐπαΐξειεν συνίζησις.
βάλοι Κρατῖνον: παρʼ ὑπόνοιαν λέγει Κρατῖνον οὐ τὸν ποιητὴν ἀλλά τινα ἕτερον, ἀλαζόνα καὶ θρασὺν καὶ μέθυσον. βάλοι οὖν φησι τοῦτον, ἵνα πλείοσι κακοῖς περιπέσῃ τυπτόμενος ὑπʼ αὐτοῦ.
Κρατῖνον οὐ τὸν ποιητὴν ἀλλʼ ἕτερον, ἀλαζόνα καὶ μέθυσον.
ὦ δμῶες: εἰσέρχεται γὰρ ὁ ὑποκριτής. καὶ ἔστιν ἰαμβεῖα τρίμετρα ἀκατάληκτα ιϛʹ.
σύστημα κατὰ περικοπήν.
ὀθόνια: τὰ λεγόμενα παρὰ τοῖς ἰατροῖς λυχνώματα. «κηρωτὴν» δὲ ἔμπλαστρον φάρμακον.
οἰσυπηρά ῥύπου πεπληρωμένα. οἰσύπη δέ ἐστι τὸ διαχώρημα τῶν προβάτων.
λαμπάδιον περὶ τὸ σφυρόν: οἱ μὲν τὸ λεπτὸν χειρίδιον, οἱ δὲ ἐπιδέσμου εἶδος, οἱ δὲ τὸν νάρθηκα τῶν ἰατρῶν τὸν ναρθηκίζοντα τὸ σφυρόν, οἱ δὲ τὰ ἔμμοτα. «οἰσυπηρὰ» δὲ τὰ ῥύπου πεπληρωμένα.
οἰσυπηρά ῥύπου πεπληρωμένα.
λαμπάδιον καταδέσμου εἶδος.
τὸ σφυρόν τὸ ὀστοῦν τὸ κάτωθεν τοῦ γόνυος.
χάραξ ἐστὶ ξύλον ἐν ᾧ τὰς ἀμπέλους δεσμοῦσιν ὥστε ἵστασθαι καὶ μὴ πίπτειν εἰς γῆν.
τάφρον τὸν κοινῶς τράφον.
παλίνορρον: παλινόρμητον. διπλοῦν ἐποίησε τὸ ἀνάπαλιν ὁρμώμενον. «ἐξεκόκκισεν» δὲ ἀντὶ τοῦ ἐξέβαλεν, ἐξέκλασεν. ἡ μεταφορὰ ἀπὸ τῶν κόκκων. θέλει δὲ εἰπεῖν, ἔκλασε τὸν πόδα.
τὸ σφυρόν τὸ ἀπὸ τοῦ γόνυος κάτω κῶλον.
παλίνορρον ἐκτραπὲν τῆς ἁρμονίας.
ἐξεκόκκισεν ἤχησε.
τῆς κεφαλῆς Ἀττικὸν ἀντὶ τοῦ τὴν κεφαλήν.
κατέαγε συνέθλασε.
καὶ Γοργόνʼ ἐξήγειρεν: παρʼ ὑπόνοιαν. θέλων γὰρ εἰπεῖν ὅτι ἀπὸ τῆς πληγῆς κορδύλην ἐνεποίησεν, αὐτὸς ὁ Λάμαχος, ἔφη, Γοργόνʼ ἐξήγειρεν· ὡσεὶ ἔλεγεν, οἴδημα ἀνέστησεν ἐπὶ τῆς κεφαλῆς.
… ὡσεὶ ἔλεγεν, οἴδημα ἀνέστησεν ἐπὶ τῆς κεφαλῆς.
πτίλον δὲ τὸ μέγα: ἔπαιξε πλάσας ὄνομα ὄρνιθος. τινὲς οὕτως· πτίλου δὲ τοῦ μεγάλου πεσόντος εἰς τὰς πέτρας, δεινὸν μέλος ἐξηύδα ὁ Λάμαχος. ἢ πεσὼν πρὸς ταῖς πέτραις ἐθρήνει τὸ μέγα πτίλον.
ἔπαιξε πλάσας ὄνομα ὄρνιθος διὰ τὸ κομπηρὸν τοῦ Λαμάχου. πτίλον δὲ μέγα λέγει τὴν περικεφαλαίαν αὐτοῦ ἀπὸ τοῦ ἐν αὐτῇ πτεροῦ. οὐ γὰρ τὸ πτερὸν πεσὸν εἰς πέτραν ἤχησεν ἀλλὰ τὸ κράνος ἐκ χαλκοῦ κατεσκευασμένον.
πτίλον ἤγουν τὸ κράνος.
κομπολακύθου τοῦ κομπηρὰ λαλοῦντος Λαμάχου.
δεινὸν ἐξηύδα μέλος φοβερὸν ἀπήχησεν.
κλεινὸν ὄμμα ἥλιε.
εἰς ὑδρορρόαν εἰς ὕφαλον πέτραν.
ὑδρορρόαν ὕφαλον πέτραν, ἢ τὸ κοινῶς ἀγώγιον διʼ οὗ διέρχεται τὸ ὕδωρ.
δραπέταις φεύγουσί τισι.
κατασπέρχων κατεπειγόμενος, σπουδάζων.
… ὁ στίχος ἐκ Τηλέφου Εὐριπίδου.
ἀτταταῖ: διπλῆ καὶ μέλος μεταβολικόν. Γ
ἀτταταῖ θρηνῶν παρατραγῳδεῖ.
παρατηρητέον ὅτι ἀντιτίθησιν αὖθις ὁ μὲν τὰ ἐκ τοῦ πολέμου δεινὰ ἅπερ ἔπαθεν, ὁ δὲ ἅπερ ἔχει ἐν εἰρήνῃ χαρμόσυνα.
ἀτταταῖ φεῦ.
κατεγχάνοι: καταγελάσοι.
ἀτταταῖ φεῦ.
καὶ κυδώνια: ὡσεὶ ἔλεγε μῆλα, ὅτι παρὰ τὰ ἄλλα σκληρότερά εἰσιν.
τῶν τιτθίων τῶν μαστῶν.
ὦ χρυσίω πρὸς τὰς δύο πόρνας λέγει.
τὸ περιπεταστὸν κἀπιμανδαλωτόν: εἴδη φιλημάτων ἐρωτικῶν, ἐν οἷς δεῖ τὴν γλῶτταν τοὺς φιλοῦντας λείχειν.
χοᾶ ποτήριον.
Λαμαχίππιον ἱππικὲ Λάμαχε.
τί με σὺ κινεῖς; τί με σὺ δάκνεις; ἔνιοι ἓν εἶναι βούλονται, ἵνʼ ᾖ ὁ Λάμαχος λέγων πρὸς τὸν Δικαιόπολιν τὸ «τί με σὺ δάκνεις;», ἵνʼ ᾖ τὸ κινεῖν ἀντὶ τοῦ σαίνειν. ὡσεὶ ἔλεγε, τί μου καταπαίζεις καὶ λυπεῖς μʼ, ὦ Δικαιόπολι;
τί με σὺ δάκνεις; ὡς κύων δάκνεις.
τάλας ἐγώ: διπλῆ καὶ ἄλλη περίοδος πεντάκωλος, ἧς τὸ πρῶτον ὅμοιον τῷ πρὸ αὐτοῦ, ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ βʹ ἰθυφαλλικόν· τὸ γʹ ἰαμβικὸν ἐν ἐκθέσει· τὸ δʹ ἐν εἰσθέσει ἰαμβικὸν ἡμιόλιον· τὸ εʹ ἰαμβικὸς στίχος.
ξυμβολῆς συγκρούσεως.
τοῖς Χουσὶ γάρ τις: ἐπεὶ ὁ Λάμαχος εἶπε «ξυμβολῆς βαρείας» ἐπήνεγκεν ὁ Δικαιόπολις «ξυμβολάς», παίζων πρὸς τὴν ὁμωνυμίαν, τὸ ἐπὶ τῶν δείπνων λεγόμενον. λέγεται γὰρ συμβολὴ καὶ ἐπὶ δείπνου τοῦ ἐκ κοινοῦ ἐπιτελουμένου· ἃς Ὅμηρος ἐράνους φησίν· «εἰλαπίνη ἠὲ γάμος, ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν».
ξυμβολὰς ἐπράττετο ἤγουν ἐράνους ἀπῄτει.
ἀλλʼ οὐχὶ νυνὶ τήμερον: οὐκ ἔστι σοι σήμερον ἡμέρα παιωνία καὶ ὑγιεινή. ἕκαστον δὲ ὧν ὁ Λάμαχος λέγει, τρέπει οὗτος εἰς παιδιάν. Παιᾶνα, φησίν, ἐπικαλῇ, ὥσπερ οὐκ εἰδὼς ὅτι σήμερον οὐκ ἔστι Παιώνια. ἔστι δὲ ἑορτὴ Ἀθήνησιν, Ἀπόλλωνι ἴσως ἀνακειμένη.
ἑορτὴ Ἀθήνησιν. ἐπεὶ ἐκεῖνος Παιῶνα καλεῖ, ἔπαιξεν ὁ Δικαιόπολις καί φησιν ὅτι οὐκ ἔστι σήμερον τὰ Παιώνια.
πρὸς τὴν ὁμωνυμίαν πάλιν τοῦ Παιᾶνος οὐκ ἔστι, φησί, σήμερον Παιώνια, ἤγουν οὐχ ἡμέρα ἐστὶν ὑγιεινή· παιώνια γάρ εἰσι φάρμακα θεραπευτικὰ ἀπὸ Παιήωνος, ἰατροῦ παλαιοῦ. ἕκαστον δὲ ὧν ὁ Λάμαχος λέγει τρέπει οὗτος εἰς παιδιάν.
Παιώνια ἑορτὴ Ἀθήνησιν εἰς Ἀπόλλωνα.
λάβεσθέ μου λάβεσθε: διπλῆ καὶ δυάδες τρεῖς, δικώλους ἔχουσαι τὰς περιόδους, ἐξ ἰάμβου τριμέτρου ἀκαταλήκτου ἐκκειμένου καὶ κώλων διαφόρων. τῆς μὲν οὖν πρώτης δυάδος τὸ δεύτερόν ἐστι παιωνικὸν δίρρυθμον, τὸ «προσλάβεσθʼ ὦ φίλαι».
λάβεσθέ μου πρὸς τοὺς φίλους φησὶν ἢ τοὺς οἰκέτας.
ἐμοῦ δέ γε πρὸς τὰς πόρνας φησὶν ὁ Δικαιόπολις.
καὶ σκοτοδινιῶ τῆς δευτέρας συζυγίας δόχμιον ὧδε.
σκοτοδινιῶ σκοτίζομαι.
παιωνίαισι τῆς τρίτης δυάδος ἰαμβικὸν ἑφθημιμερές.
παιωνίαισι ταῖς ὑγιειναῖς, ταῖς θεραπευτικαῖς.
ποῦ ʼστιν ὁ βασιλεύς: δηλοῖ ὡς ἄρα τὴν ἐπιμέλειαν εἶχε τῆς ἁμίλλης τοῦ χοός, καὶ τὸ ἆθλον ἐδίδου τῷ νικήσαντι τὸν ἀσκόν. ὁ δὲ βασιλεὺς ἀρχή τίς ἐστιν. ἦν δὲ καὶ τῶν μυστηρίων ἐπιμελητής, τῶν πομπῶν δὲ καὶ τῶν θυσιῶν ἦρχεν.
ὡς ἄρα τὴν ἐπιμέλειαν ὁ βασιλεὺς εἶχε τῶν Ληναίων.
ἀρχή τις ἦν ἐν Ἀθήναις καλουμένη βασιλεύς. εἶχε δὲ ἐπιμέλειαν τῆς ἁμίλλης τοῦ χοός, καὶ τὸ ἆθλον ἐδίδου τῷ νικήσαντι. ἦν δὲ καὶ τῶν μυστηρίων ἐπιμελητὴς καὶ τῶν πομπῶν καὶ τῶν θυσιῶν.
ἀπόδοτέ μοι τὸν ἀσκόν ὡς νικήσας τὸν ἆθλον αἰτεῖ τὸν ἀσκόν.
ὀδύρτα: κατὰ ἐναλλαγὴν τοῦ σ Ὀδύρσα, τουτέστι Θρᾳκική· ἢ ἀπὸ τοῦ ὀδύρεσθαι, τουτέστι θρῆνον ἐμποιοῦσα καὶ ὀδυρμόν.
ὀδύρτα τις λόγχη, τουτέστι Θρᾳκική, κατὰ ἐναλλαγὴν τοῦ σ. Ὀδύρσα γὰρ ὤφειλεν εἰπεῖν. ἢ ἀπὸ τοῦ ὀδύρεσθαι, τουτέστιν ἡ θρῆνον ποιοῦσα καὶ ὀδυρμόν.
ὀδύρτα ὀδυρμὸν ποιοῦσα.
ὁρᾶτε τὸν ἀσκὸν δείκνυσι κενόν.
τήνελλα μίμημα ἀπηχήματος αὐλοῦ.
ὦ πρέσβυ: ἑαυτὸν γὰρ ὑπετίθετο πρέσβυν, πρὸς τὴν γυναῖκα διαλεγόμενος ἐν τῇ ἀρχῇ τοῦ δράματος.
ἄμυστιν: τὴν ἀθρόαν πόσιν οὕτως ἔλεγον. ἔστι δὲ καὶ εἶδος ποτηρίου φιαλώδους. ἄλλως: οἷον ὁμοῦ καὶ ἀθρόως ἔπιον. ἢ παρὰ τὸ ἀπνευστὶ ἐκπιεῖν. ἢ παρὰ τὸ μὴ μύειν. ἔστι δὲ καὶ εἶδος ποτηρίου.
ἄμυστιν ποτήριον.
ἐξέλαψα ἤγουν ἔπιον.
τήνελλα: μίμημα ἐπιφθέγματος αὐλοῦ τὸ τήνελλα.
ἐν εἰσθέσει δίμετροι ἰαμβικοὶ ἀκατάληκτοι δύο, καταληκτικὸς δὲ εἷς. ΓΓ
ἀλλʼ ἑψόμεσθα σὴν χάριν: λείπει ἡ εἰς πρόθεσις, ἵνʼ ᾖ εἰς σὴν χάριν.