ἈΡΙΣΤΟΦΑΝΕΙΟΥ ΠΛΟΥΤΟΥ ὙΠΟΘΕΣΙΣ.Χρεμύλος τις ἀνὴρ δίκαιος, ᾧ ἦν καὶ υἱός, ἐπεὶ δικαίως ζῶν αὐτὸς μὲν ἐνδεῶς εἶχεν ὡς καὶ οἱ λοιποὶ τῶν χρηστῶν, εὐτύχουν δὲ σκαιοὶ καὶ κακότροποι ἄνθρωποι, μετὰ Καρίωνος δούλου ἀφικνεῖται χρησόμενος πῶς τὸν υἱὸν ἐκπαιδεύσοι, ἆρα κοσμίως ὥσπερ ἐκεῖνος ἢ κακοτρόπως, ὡς εὐτυχοίη. ἐχρήσθη δὲ αὐτῷ οὐδὲν περὶ τοῦ υἱοῦ, ἀκολουθεῖν δὲ ᾧ ἐντύχῃ πρώτως ἐξιὼν τοῦ ναοῦ. τυφλῷ δὲ γέροντι ἐντυχών—ἦν δʼ οὗτος ὁ Πλοῦτος—ἠκολούθει αὐτῷ· ἐρωτήσας δὲ καὶ γνοὺς ὡς ὁ Πλοῦτός ἐστιν, πείθει αὐτὸν ὡς ἀποκομίσοι εἰς Ἀσκληπιοῦ, συνεργοῦντος αὐτῷ καὶ χοροῦ γεωργῶν, ὧν εἷς καὶ Βλεψίδημος. βουλευομένων δὲ τούτων τὰ περὶ τῆς τοῦ Πλούτου ἰάσεως, ἔπεισιν ἡ Πενία καὶ εἴργει τοῦτο ποιεῖν, ἀποδεικνῦσα ῥητορικῶς δαιμονίως πλοῦτον τὴν πενίαν ὑπάρχειν καὶ δότειραν παντὸς ἀγαθοῦ, καὶ συμφέρον εἶναι ταύτην ὑπάρχειν τῷ βίῳ. οἱ δὲ μὴ φροντίσαντες ταύτης ἄγουσιν εἰς Ἀσκληπιοῦ τὸν Πλοῦτον. οὗ καὶ βλέψαντος, πάντες μὲν χρηστοὶ καὶ δίκαιοι χαίρουσι, σὺν οἷς καὶ νέος τις πένης, μᾶλλον δὲ ἐνδεής, χρηστὸς μὲν τὸν τρόπον, διὰ δὲ τὴν ἔνδειαν ὑπουργῶν ὑπουργίαν νυκτερινὴν τριπεμπέλῳ γραΐ. οὗτος καὶ σύμπαντες οἱ χρηστοὶ χαίρουσι καὶ τῷ Πλούτῳ ἀναθήματα φέρουσιν, οἱ πονηροὶ δὲ καὶ συκοφάνται, μεθʼ ὧν καὶ ἡ γραῦς, ἀλγύνονται καὶ κατηγοροῦσι. καὶ τέλος εἰς τὸν τῆς Ἀθηνᾶς ὀπισθόδομον εἰκόνισμα τοῦ Πλούτου ἀφιεροῦσι μετὰ φανῶν καὶ λαμπάδων καὶ λαμπροτάτης πομπῆς, τῆς γραὸς ἐπὶ τῆς ἑαυτῆς κορυφῆς τὴν καθιερωτικὴν χύτραν φερούσης, ὡς ὑποσχομένου Χρεμύλου καὶ τῶν λοιπῶν, ὡς, εἰ δράσειε ταῦτα, ὁ νεανίας αὐτῇ πάλιν δρομήσοι ἑσπέριος. οὗτος μὲν ὁ νοῦς ὁ τοῦ δράματος. προλογίζει δὲ ὁ δοῦλος Καρίων μετʼ ἐξέλευσιν τὴν ἐκ τοῦ μαντείου τὸν δεσπότην ὁρῶν ἀκολουθοῦντα τυφλῷ καὶ ὁδηγῷ κεχρημένον ἐκείνῳ καὶ δυσφορῶν διὰ τοῦτο καὶ ταλανίζων τὸ δοῦλον γενέσθαι.
ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ.Καρίων οἰκέτης. Χρεμύλος δεσπότης. Πλοῦτος. Χορὸς ἀγροίκων. Βλεψίδημος. Πενία. Γυνὴ Χρεμύλου. Ἀνὴρ δίκαιος. Ἕτερος ἀνήρ. Συκοφάντης. Γραῦς ἡ φίλη τοῦ μειρακίου. Νεανίας. Ἑρμῆς θεός. Ἱερεὺς Διός.
ὡς ἀργαλέον πρᾶγμʼ ἐστὶν: ὁ θεράπων δυσφορεῖ, τοῦ δεσπότου ἑπομένου τυφλῷ ἀνδρί. τὸ «ὡς» πολλὰ σημαίνει· νῦν δὲ ἀντὶ τοῦ «λίαν» κεῖται, ἀλλαχοῦ παραβολὴν καὶ ὁμοίωσιν δηλοῖ· καὶ ἕτερα τριάκοντα ἔχει σημαινόμενα.
ἀργαλέον: τὸ ἐργῶδες καὶ χαλεπόν· ἔργον γὰρ παρὰ τοῖς πάλαι τὸ δυσχερὲς ἐκαλεῖτο. ἢ «ἀργαλέον» τὸ λυπηρόν· ἀπὸ τοῦ ἄλγος «ἀλγαλέον» τροπῇ τοῦ λ εἰς τὸ ρ.
πρᾶγμα: ἀλλαχοῦ μὲν καὶ αὐτὸ ὥσπερ τὸ ἔργον τὴν δυσχέρειαν σημαίνει, νῦν δὲ τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ὑπάρχον πρᾶγμα καὶ τὴν ἐργασίαν αὐτοῦ.
ὦ Ζεῦ καὶ θεοί: τὸ σχῆμα τοῦτο καὶ ὁ ποιητικὸς τρόπος καλεῖται ὑπεροχὴ καὶ ἐξοχὴ καὶ εἴ τι τοιοῦτον. σὺν γὰρ τοῖς λοιποῖς θεοῖς καὶ τὸν τούτων φησὶν ὑπερέχοντα Δία, ὡς Ὅμηρος· «Πατρόκλῳ καὶ οἷς ἑτάροισι», «πάντων Δαναῶν καὶ Ἀγαμέμνονος», «Τρῶάς τε καὶ Ἕκτορα», καὶ τὰ θεῖα δὲ Λόγια· «εἴπατε τοῖς μαθηταῖς καὶ τῷ Πέτρῳ»· ἀλλʼ ἐνταῦθα ὁ Πέτρος καὶ ὡς ὑπέροχος τῶν μαθητῶν παρελήφθη τῇ ῥήσει, καὶ ἵνα μὴ ἀνιῷτο ὡς ἀπαρνησάμενος εἰ οὐκ ἐμνήσθη αὐτοῦ. οὐδὲν δὲ ἐπιλείψιμον ἢ δυσχερὲς ἢ ἀσαφὲς τὸ παρὸν ἔχει δρᾶμα, εἰ μή που αὐτὸ βούλει πάνυ σαφηνίζειν ἐμὲ καί τινα μὲν ψευδῆ τῶν σχολιογράφων ἐκξέειν ἢ ἄκαιρα, τινὰ δὲ καὶ τῆς ἐμῆς Πολυμνίας τιθέναι σοι καὶ νοῦν καὶ μέτρα γράφειν καὶ σύνταξιν καὶ πλέον τὴν τῶν βιβλογράφων καθαίρειν φαυλίαν.
δοῦλον γενέσθαι: δυσφορῶν ὁ δοῦλος Καρίων τῷ βλέπειν τὸν ἑαυτοῦ δεσπότην Χρεμύλον τυφλῷ ἀκολουθοῦντα, ὃς ὑπῆρχεν ὁ Πλοῦτος, «χαλεπόν, φησίν, ἐστὶ τὸ δοῦλον γενέσθαι, ἐς πλέον δὲ τὸ γενέσθαι δοῦλον δεσπότου ἀφραίνοντος. εἰπὼν γὰρ τὰ συμφέροντα, ἢν μὴ καὶ τῷ δεσπότῃ αὐτοῦ δόξωσιν ἀρεστά, μαστιγοῦται. ἡ τύχη γὰρ οὐκ ἐᾷ τοὺς δούλους δεσπόζειν τῶν οἰκείων σωμάτων καὶ ἑαυτῶν, τῷ δὲ δεσπότῃ δέδωκε τὴν ἐξουσίαν τῶν δούλων σωμάτων».
θεράπων: παραχρηστικῶς νῦν ὁ δοῦλος· κυρίως γὰρ θεράπων ὁ κόλαξ καὶ πᾶς θεραπεύων· δοῦλος δὲ λέγεται ὅτι μετὰ δέους λάει καὶ βλέπει, δεσπότης ὡς δέους ποιητικός.
λέξας τύχῃ: ἀντὶ τοῦ «λέξῃ» ἀττικῶς· οἱ γὰρ Ἀττικοὶ ταῖς μετοχαῖς ἀντὶ ῥημάτων χρῶνται, ὡς τὸ «κρύψαντες γὰρ ἔχουσι» ἀντὶ τοῦ «κεκρύφασιν», καὶ μέρη λόγου κατὰ περίσσειαν τιθέασιν, ὡς ἐν τούτοις καὶ ἐν τῷ «παίζεις ἔχων», «οὐ μὰ τοὺς θεούς» καὶ ἑτέροις μυρίοις.
τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον: σώματος κύριον νῦν τὸν δοῦλόν φησιν· αὐτὸς γὰρ ἕκαστος ἔχει τὸ οἰκεῖον σῶμα καὶ ἔστι δεσπότης ἑαυτοῦ, οἱ δοῦλοι δὲ τῶν ἑαυτῶν σωμάτων κῦρος καὶ ἐξουσίαν οὐκ ἔχουσιν ἀλλʼ οἱ ἐωνημένοι ἤγουν οἱ δεσπόται οἱ αὐτοὺς πριάμενοι καὶ ὠνησάμενοι. «ἠγορακότες» δὲ οὐκ ἔστι· τὸ ἀγοράζειν γὰρ οὐ σημαίνει τὸ ὠνεῖσθαι ἀλλὰ τὸ διατρίβειν ἐπʼ ἀγορᾶς· ἰδιωτικῶς λέγεται καὶ ἀγοράζειν τὸ ὠνεῖσθαι.
καὶ ταῦτα μὲν δὴ ταῦτα: ἀπόθεσις τὸ σχῆμα. ὁ δὲ νοῦς οὕτως· «ἐγὼ δὲ τῷ Ἀπόλλωνι μέμφομαι ὅτι μετὰ τῶν ἄλλων καὶ ἰατρικῆς ἔφορος ὤν, ἀντὶ τοῦ τὸν ἐμὸν δεσπότην ἰάσασθαι, μᾶλλον ἐξεστηκότα καὶ φρενῶν καὶ μελαγχολῶντα ἀπέπεμψεν. ἦ γὰρ οὐκ ἔστι μελαγχολία τυφλῷ ἀκολουθεῖν βλέποντα καὶ ὑπʼ αὐτοῦ ὁδηγεῖσθαι;» ἀλλὰ τί τοῖς πάνυ σαφέσι μακρηγοροίημεν καὶ τὸν νοῦν αὐτῶν ἀναπτύσσειν ἐθέλοντες;
τῷ δὲ Λοξίᾳ: Λοξίας πραγματικῶς ὁ Ἀπόλλων ὡς λοξὴν ἰὰν καὶ φωνὴν πέμπων ἤτοι λοξῶς μαντευόμενος, ὡς· «Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει» καὶ «τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς» καὶ «ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν» κἄλλα μυρία, ὧν ἀποτρέχω διὰ μυρίας αἰτίας. ἀλληγορικῶς δὲ Ἀπόλλων ὁ ἥλιος ὢν Λοξίας καλεῖται, ὅτι ἐξ ἑῴας εἰς δύσιν οὐκ εὐθυδρομεῖ καὶ ὀρθίως ἀλλὰ λοξῶς ἴεται καὶ πορεύεται.
ὃς θεσπιῳδεῖ: ἀντὶ τοῦ χρησμολογεῖ, θεσμολογεῖ. τρίπους ἀνάκειται τῷ Ἀπόλλωνι ὡς εἰδότι τὰ τῶν τριῶν χρόνων, «τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα». χρυσοῦς δὲ τρίπους ἀφʼ ἱστορίας τῆσδε· ἁλιεῖς Μιλήσιοι βόλον ἐκ θαλάσσης ἐξεῖλκον ἰχθύων, Κῷοι δὲ διερχόμενοι τὸ ἀναχθησόμενον ὠνοῦνται εἰς τύχην. ἀνήχθη δὲ χρυσοῦς τρίπους ἀλλʼ οὐκ ἰχθύες. οὗ φανέντος καὶ φιλονεικούντων Κῴων καὶ Μιλησίων περὶ αὐτοῦ, βαρὺν ἡ Μίλητος συρρήγνυσι πόλεμον—ἁρμοδιαίτατον γὰρ ἦν τοῦτο— καὶ ἡ Κῶς· παίζειν χρεὼν γὰρ καὶ γελᾶν γενειάδας σχεδεκδοτούντων καὶ στυγούντων τὰς βίβλους. τρυχόμενοι δὲ τῷ πολέμῳ Κῷοί τε καὶ Μιλήσιοι ἄμφω τινὰς στείλαντες τοῦτον ἀκούουσι τὸν χρησμόν· «μὴ πρότερον λήξειν νεῖκος Μερόπων καὶ Ἰώνων, πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος βάλε πόντῳ, ἐκ πόλιος πέμψητε καὶ ἐς δόμον ἀνδρὸς ἵκηται, ὃς δεδάηκε τά τʼ ὄντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα». πάλιν δʼ ἐρωτήσασι Μιλησίοις τίνι ὁ τρίπους δοθείη, ἐχρήσθη ταδί· «ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς, τίς σοφίῃ πάντων πρῶτος, τούτου τρίποδʼ αὐδῶ». πρώτως οὖν ὁ τρίπους ἐδόθη Θαλῇ· ἐκείνου δὲ σοφώτερον ἕτερον εἶναι λέγοντος ἑαυτοῦ, κἀκείνου δὲ ἕτερον, διὰ τῶν ἑπτὰ σοφῶν ὁ τρίπους περιστρεφόμενος πάλιν εἰς τὸν Θαλῆν δευτέρως ἀνέκαμψεν· ὁ δὲ τοῦτον ἀνέθετο τῷ Διδυμαίῳ Ἀπόλλωνι, ἐπιγράψας τούσδε τοὺς χωλιάμβους· «Θαλῆς με τῷ μεδεῦντι Νείλεω δήμου δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον». οὕτω χρυσοῦς τρίπους ἦν τῷ Ἀπόλλωνι.
μέμψιν δικαίαν: νέμεσις καὶ μέμψις διαφέρει· νέμεσις γὰρ ἡ δικαία αἰτίασις, μέμψις δέ ποτε καὶ ἡ ἄδικος. διὰ τοῦτο προσέθετο τὸ «δικαίαν».
ἰατρὸς καὶ μάντις, ὅτι τέσσαρες τέχναι ἀνάκεινται τῷ Ἀπόλλωνι, τοξικὴ μουσικὴ ἰατρικὴ μαντική· τῇ μουσικῇ δὲ ἥ τε ποιητικὴ καὶ πᾶσαι λογικαὶ καὶ θυμελικαὶ περιέχονται τέχναι. πρὸς δὲ τὸ νῦν χρήσιμον τῇ κωμῳδίᾳ καὶ τὸ γελοῖον ἰατρικὴν καὶ μαντικὴν παρέλαβεν, ἵνα διαβάλῃ δῆθε τὸν Ἀπόλλωνα ἐναντίως ἐπὶ Χρεμύλῳ χρησάμενον τῇ μαντικῇ τε καὶ τῇ ἰατρικῇ, διὰ μὲν τοῦ μαντεύματος ποιήσας Χρεμύλον μὴ μόνον οὐκ ἐγνωκέναι τὸ μέλλον ἀλλὰ μηδὲ ἐνεστώς τε καὶ φαινόμενον, οἷον τὸν τυφλὸν ᾧ συλλαλεῖ, διὰ δὲ τῆς ἰατρικῆς, ὅτι ὀφείλων καὶ νοσοῦντα αὐτὸν ἰατρεῦσαι, ὡς ὢν ἰατρός, μᾶλλον οὗτος ἐρρωμένον πεφυκότα καὶ ὑγιᾶ μελαγχολῶντα καὶ ἄφρονα ἀντὶ φρονοῦντος ἀπέπεμψεν. ἦ γὰρ οὐκ ἔστιν ἀφροσύνης ἐσχάτης ὑπὸ μὴ βλέποντος ὁδηγεῖσθαι τὸν βλέποντα; διὸ καὶ διστακτικῶς εἶπεν «ὥς φασιν», ἤτοι «οἱ μὲν ἄλλοι σοφὸν αὐτὸν λέγουσιν, ἐγὼ δὲ ἀπʼ ἔργων ὧν βλέπω κρίνω τοῦτον καὶ ἄτεχνον μάντιν καὶ ἄτεχνον ἰατρόν».
ἢ προσῆκʼ αὐτῷ ποεῖν: καὶ «ποιεῖν» εἰ ἔστιν, ἄπταιστόν ἐστιν· ὡς κεχηνὸς γὰρ βραχύνεται, ὡς τὸ «Ἴστρος τοιαύτας παρθένους λοχεύεται».
συντακτέον· «οἱ γὰρ βλέποντες ἡμεῖς τί πάσχομεν; ἡγούμεθα καὶ ἡγεμονευόμεθα τοῖς τυφλοῖς, δηλονότι ὁδηγούμεθα ὑπὸ τῶν τυφλῶν· οὐ μόνον δὲ οὗτος ἀκολουθεῖ ἀλλὰ καὶ ἐμὲ προσβιάζεται». ἢ ἄλλως, καθολικῷ λόγῳ· «οἱ γὰρ βλέποντες ἡγούμεθα ἢ ἡγεμόνες γινόμεθα τοῖς τυφλοῖς, οὗτος δὲ νῦν ἀκολουθεῖ τῷ τυφλῷ κἀμὲ προσβιάζεται».
τοῖς τυφλοῖς ἡγούμεθα: ὁδηγοὶ καὶ ἡγεμόνες γινόμεθα τῶν τυφλῶν. ἀντίπτωσις δὲ ὁ ποιητικὸς οὗτος τρόπος, ὡς τὸ «Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν» ἀντὶ τοῦ «Αἴαντος». ἔστι δὲ ἀττικῶς.
κἀμὲ προσβιάζεται: τὸ σχῆμα τοῦτο καὶ ὁ ποιητικὸς τρόπος καλεῖται ἀπὸ κοινοῦ· ἀκολούθως γάρ φησι «κἀμὲ προσβιάζεται»· τὸ δὲ «ἀκολουθεῖν» λείπει, ἀπὸ κοινοῦ δὲ λαμβάνεται συννοούμενον.
γρῦ: βραχύ τι, ἀπὸ τοῦ ἐν τοῖς ὄνυξι ῥύπου, ὃς γρῦ λέγεται· ἢ ἀπὸ τῆς τῶν χοίρων φωνῆς ἢ ἀπὸ τῶν γρυτῶν· γρῦται δὲ λέγεται τὰ μικρὰ ὀστρακᾶ σκευάρια, οἷαι τῶν ἀκανθυλλίδων αἱ ποτιστρίδες καὶ τὰ τῶν χρυσοχόων χωνάρια.
στέφανον ἔχοντά γε: ἐστεφανηφόρουν οἱ εἰς θεωρίαν θεῶν ἀπιόντες καὶ μαντεύματα, ἀστοὶ ξένοι ἐλεύθεροι δοῦλοι, καὶ οὐκ ἐξῆν τινα στεφανηφόρον τοιόνδε τύψαι τῷ τότε ἢ ἄλλως θλίψαι· μεγάλη γὰρ τοῦτο ἐδόκει παράβασις θείων.
μὰ Δίʼ ἀλλʼ ἀφελὼν: οὐ μὰ Δία· τὸ «μά» γὰρ μόριον ἀπωμοτικόν, τὸ δὲ «νή» κατωμοτικόν. ὁ δὲ νοῦς· οὐ μὰ τὸν Δία οὔ σε τύψω φοροῦντα τὸν στέφανον, ἤν με λυπῇς τι, ἀλλʼ ἀφελὼν αὐτόν, ὅπως πλέον ἀλγῇς τῆς στεφάνου τιμῆς ἐστερημένος καὶ ἀφῃρημένος καὶ ὀδυνωδεστέρας τὰς πληγὰς δεχόμενος κατὰ γυμνῆς κεφαλῆς.
λῆρος· οὐ γὰρ: ἐσχηματισμένως εἰπὼν καὶ ὑβρίζων τὸν δεσπότην κωμικῶς καὶ γελοίως καὶ λέγων αὐτὸν «ὦ λῆρος» καὶ «ὦ λῆρε καὶ φλύαρε», οὐ δοκεῖ ταῦτα λέγειν ἐκείνῳ ὁ Καρίων, ἀλλʼ ἑαυτῷ.
πάνυ σφόδρα: ἐκ παραλλήλου ταὐτὸν τοῦτο τὸ σχῆμα καλεῖται.
καὶ κλεπτίστατον: τὸ σχῆμα παρʼ ὑπόνοιαν. ἀκούσας γὰρ ὁ οἰκέτης εἰπόντος τοῦ δεσπότου αὐτὸν τὸν πιστότατον, ὑπενόει καὶ τὴν δευτέραν ῥῆσιν ἀγαθὴν εἶναι καὶ ἐπαίνου ἀξίαν, οἷον ἦν τὸ «πιστότατον». ὁ δὲ καὶ «κλεπτίστατον» εἶπε, παρʼ ὃ ὑπενόει ὁ δοῦλος· οὕτω δὲ εἶπεν ὡς θέλων τοὺς θεατὰς κινῆσαι πρὸς γέλωτα· τοῦτο γὰρ σπουδὴ ταῖς κωμῳδίαις ἐστίν. ἐατέον δὲ νῦν νοεῖν τὸ «κλεπτίστατον» «συνετόν» ἢ «μυστηριακόν».
ἱερόσυλοι ῥήτορες καὶ συκοφάνται: κἂν διῃρημένως τὰ τρία ἐρεῖς, κἂν ἱεροσύλους τοὺς ῥήτορας καὶ δημαγωγοὺς εἴπῃς, τῇ ἐννοίᾳ οὐδεμία γίνεται βλάβη.
πόθε λέγεται συκοφάντης; πόθε δὲ συκοφάντης λέγεται, μάνθανε· ὁ σχολιογράφος γὰρ οὐ καλῶς τοῦτό φησιν. ὁ Σόλων νομογραφῶν ἐν Ἀθήναις περὶ πολλῶν θεσμοὺς ἔθετο, καὶ τοῦτο δὲ σὺν ἄλλοις ἐνομοθέτησε σῦκα ἐξ Ἀθηνῶν μὴ ἐκφέρεσθαι καὶ πιπράσκεσθαι διὰ τὸ σπάνια καὶ ὡραῖα παρʼ αὐτοῖς γίνεσθαι σῦκα. ὃς δʼ οὖν τινας ἤλεγχε σῦκα πιπράσκοντας, συκοφάντης ἐλέγετο. ὕστερον δὲ παραχρηστικῶς ἐξ αὐτοῦ πᾶς ψευδῶς λέγων κατά τινων συκοφάντης καλεῖται.
καὶ πονηροί: «πονηρός» ὁ δόλιος καὶ πανοῦργος, «πόνηρος» δὲ ὁ πονῶν καὶ νοσῶν καὶ πᾶς κεκοπιακὼς καὶ ἄρρωστος. ἀττικῶς δὲ καὶ τὸν δόλιον καὶ πανοῦργον «πόνηρον» φαμέν.
πείθομαι: οὐκ ἐναντιοῦμαί σοι, φησί, πρὸς τοῦτο, ἀλλὰ πείθομαι καὶ ἡττῶμαι εἰδὼς ἀκριβῶς ὅτι τῷ βίῳ πλείους τοιοῦτοι πλουτοῦσιν.
ἐπερησόμενος οὖν ᾠχόμην: ἐρωτήσων οὖν ἐπορεύθην πρὸς τὸν θεὸν ἤγουν τὸν Ἀπόλλωνα, τὸν ἐμὸν μὲν βίον ἤδη καὶ ἄρτι νομίζων ἐκτετοξεῦσθαι καὶ ὑπὸ τῶν τόξων τῆς εἱμαρμένης ἀναιρεθῆναι ἤτοι εἰς τὸ μηδὲν ἐλθεῖν· ἢ τὸν ἐμὸν βίον καὶ τὸν τῆς ἐμῆς ζωῆς χρόνον νομίζων ἤδη πληροῦσθαι καὶ ἐγγίζειν τῇ τελευτῇ.
ταλαίπωρον δὲ τὸν ἠλεημένον καὶ ἄθλιον οἱ πάντες φασίν, ἀπὸ τοῦ δύνασθαι τλῆναι καὶ πῶρον ὅ ἐστι πάθος, ὡς καὶ Ἀντίμαχος· «πῶρόν τʼ εἰν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἔθεντο». ἐγὼ δὲ τὸν ἐν ταῖς τληπαθείαις ἐνεὸν καὶ πῶρον τρόπον τινὰ γεγονότα ὡς ἡ Νιόβη μυθεύεται· οὐδὲ γὰρ οὐδʼ ἐκείνη λίθος ἐγένετο· πῶς γάρ ἐστι δυνατόν; ἀλλʼ ἀπηνεώθη καὶ ὥσπερ ἀπελιθώθη τῷ τῶν συμφορῶν ὑπερβάλλοντι.
ἐκτετοξεῦσθαι δὲ τὸ «πληρωθῆναι», ἀπὸ μεταφορᾶς τῶν τοξοτῶν· ὧν τοξευόντων τινάς, πάντα κενωθῶσιν ἐκ φαρετρῶν τὰ τοξεύματα, τουτέστι τὰ βέλη.
τὸν δʼ υἱόν: ἢ «διὰ τὸν υἱόν» ἐλλείψει τῆς «διά», ἢ ἀντιπτώσει «τὸν υἱόν» ἀντὶ τοῦ «περὶ τοῦ υἱοῦ». καὶ ἡ ἔλλειψις δὲ καὶ ἡ ἀντίπτωσις ἀττικῆς εἰσὶ διαλέκτου. τὸ δὲ ἀκόλουθον τῆς διανοίας οὕτως· «ἀπῆλθον χρηστηριασθησόμενος οὐ περὶ ἐμοῦ, περὶ δὲ τοῦ ὃν μόνον ἔχω υἱόν, εἰ δεῖ τοῦτον μεταβαλόντα τοὺς σεμνοὺς τρόπους, οἷσπερ ἀνήχθη, γενέσθαι ἀλιτήριον, ἵνα συντόμως ἐρῶ, ὅτι λυσιτελέστατον τὸ εἶναί τινα τοιοῦτον τῷ βίῳ». τὸ δὲ πανοῦργον εἰπεῖν παρὰ τοῖς παλαιοῖς πασῶν τῶν ὕβρεων ἦν βαρύτατόν τε καὶ ἀφόρητον.
τί δῆθʼ ὁ Φοῖβος: Φοῖβος ὁ Ἀπόλλων μαμμωνυμικῶς· ἡ γὰρ Ἀπόλλωνος μήτηρ Λητὼ Κοίου καὶ Φοίβης θυγάτηρ· ἀλληγορικῶς δὲ ὁ ἥλιος φάος ὢν βίου.
ἔλακεν: ἔχρησεν, ἐμαντεύσατο. τοῦτο δὲ τὸ κωμῴδημα εἰς Εὐριπίδην ὁρᾷ εἰπόντα ἐν Ὀρέστῃ «ἃν ὁ Φοῖβος ἔλακεν ἔλακεν.» τὸ γὰρ λακεῖν ἐπὶ λάρων φωνῆς λέγεται.
ἐκ τῶν στεμμάτων: ὅτι καὶ ὁ μαντικὸς τρίπους καὶ ἡ ἱέρεια δάφναις ἦσαν κατάστεπτοι.
πεύσει: ἀκούσεις, μάθῃς. τὰ δεύτερα δὲ πρόσωπα τῶν παθητικῶν διὰ διφθόγγου γράφουσιν οἱ Ἀττικοὶ ἄνευ μέντοι τῶν μετὰ ὑποτακτικοῦ κειμένων, ἐκεῖνα δὲ ἦτα γράφουσιν. σημειωτέον δʼ ἐκ τοιούτων πολλῶν ὅτι πεῦσις καὶ ἡ ἀκρόασις καὶ ἡ μάθησις λέγεται καὶ ἡ ἐρώτησις, εἴτε διὰ μακρηγορίας ἔχει τὴν ἀπόκρισιν, ἣν καὶ ἐρώτησίν φασιν οἱ κομψοί, εἴτε βραχεῖαν, ὡς τὸ «ναί» ἢ «οὔ», ὃ πεῦσιν ὀνομάζουσιν. ὁ νοῦς δέ· «εἶπέ μοι, ἐκέλευσε σαφῶς ὁ Ἀπόλλων τῷ χρησμῳδήματι ᾧτινι τύχω ἐξελθὼν τοῦ ναοῦ, τούτου μὴ ἀπολιμπάνεσθαι, πείθειν δέ μοι ἑπόμενον εἰς τὴν ἐμὴν ἱκέσθαι οἰκίαν».
τουτῳί: τὸ τω βραχύ ἐστι διὰ τὸ κεχηνός, ὡς τὸ «Ἴστρος τοιαύτας παρθένους λοχεύεται».
εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν: «οὐ νοεῖς τὸν σκοπὸν τῆς χρησμῳδίας λέγοντά σοι παιδεύειν τὸν υἱὸν κατὰ τὸν ἐπιχώριον τρόπον, ὦ μάταιε, ἄφρον καὶ ἀπαίδευτε;» ταῦτα δὲ γελοῖα καὶ κωμικά· καὶ πῶς γὰρ οὐ γελοῖον λέγειν τοιαῦτα δεσπότῃ τὸν δοῦλον; σκώπτει δὲ τοὺς Ἀθηναίους ὡς δῆθε κακοῖς κεχρημένους τοῖς ἄρχουσι καὶ δημαγωγοῖς καὶ οὐ σεμνοῦ βίου.
τῷ τοῦτο κρίνεις: «ποίῳ χρώμενος τεκμηρίῳ λέγεις μοι ταῦτα δηλοῦν τὸν χρησμόν;» καί φησιν ὁ Καρίων· «φανερὸν τοῦτο καὶ τυφλῷ καὶ ἀνοήτῳ ἀνθρώπῳ τὰς φρένας ἢ τυφλῷ τοὺς ὀφθαλμοὺς νοῆσαι ὅτι συμφέρει τῷ νῦν μηδὲν ἀγαθὸν μετέρχεσθαι». ἢ «ὅτι καὶ ἐκ τῆς κληδόνος καὶ τοῦ φανέντος σημείου σοι τοῦ τυφλοῦ τούτου καὶ μὴ βλέποντός τινος ἢ ἀγαθοῦ καὶ ἐπιτερποῦς ἄλλου χρήματός τινος ἢ πράγματος.» ὁ τυφλὸς γὰρ οὔτε βλέπειν οὔτε βαδίζειν ὀρθῶς δύναται. ἡ δὲ σύνταξις· «δῆλον δοκεῖ καὶ νομίζεται εἰς τὸ γνῶναι καὶ γνωσθῆναι καὶ τῷ τυφλῷ καὶ ἀνοήτῳ ὅτι σφόδρα συμφέρει νῦν τὸ μηδὲν ἀγαθὸν μετέρχεσθαι».
οὐκ ἔσθʼ ὅπως ὁ χρησμὸς: οὐκ ἔστιν ὅπως καὶ ὡς ὁ χρησμὸς ῥέπει καὶ ἔχει τὴν διάνοιαν ἀποκλίνουσαν εἰς ὃ λέγεις σύ, ἀλλʼ εἰς ἕτερον.
τὸ «χάριν» ἐπὶ ἐμψύχου καὶ φίλου λαμβάνεται· «χάριν σοῦ, λέγεις, ἦλθον» ἀντὶ τοῦ «χάριτας καὶ ἡδονήν σοι ποιῶν»· ἐχθρῷ δὲ εἰπὼν «χάριν σου ἦλθον» ἢ ἐπὶ ἀψύχου τούτῳ χρησάμενος «χάριν τοῦ κτίσαι τὸν οἶκον», «χάριν τοῦ πολεμῆσαι», παραχρηστικῶς λέγεις ἀντὶ τοῦ «ἕνεκα»· οὔτε γὰρ οἶκος οὔτε πόλεμος οὔτʼ ἄλλο τι ἄψυχον αἰσθάνεται χάριτος. τὸ δὲ «ἕνεκα» ἐπὶ πάντων κυρίως λέγεται, ἐπὶ ἐμψύχων, φίλων καὶ ἐχθρῶν, καὶ ἐπὶ πάντων δὲ τῶν ἀψύχων.
ἄγε δὴ σὺ: ἀπειλητικῶς ὁ Καρίων τῷ Πλούτῳ παρακελεύεται λέγειν τίς ᾖ, «ἐλθέ, λέγων, εἰπὲ πρότερον περὶ σαυτοῦ τίς ὑπάρχεις, καὶ τἀπὶ τούτοις δρῶ», τουτέστιν «ἢ μαστίξω σε ἢ καὶ ἄλλως συντρίψω»· παρέπεται γάρ, εἰ ἐρωτᾶταί τις ἀσθενέστερος παρʼ ἰσχυροτέρου καὶ μὴ ἀποκρίνοιτο, τύπτεσθαι ἢ καὶ ἑτέρως κακοῦσθαι.
οἱ μὲν ἐξηγηταὶ καὶ τὸ «λέγειν χρή» τοῦ Καρίωνός φασιν, ἐγὼ δὲ Χρεμύλου τοῦτό φημι συνωθοῦντος τὸν Πλοῦτον πεισθῆναι καὶ εἰπεῖν τῷ Καρίωνι· εἶτα τοῦ Πλούτου εἰπόντος τὴν ἀπὸ Σκυθῶν ῥῆσιν τὸ «οἰμώζειν»—τοῦτο γὰρ καὶ Σκῦθαι τῷ Δαρείῳ μεμηνύκασι— πάλιν γελῶν ὁ Καρίων πρὸς τὴν «οἴμωζε» ἀπόκρισίν φησι τῷ Χρεμύλῳ· «ἔγνως ὅστις ἄρα ἐστὶν ἐκ τῆς αὐτοῦ ἀποκρίσεως· τοῦτο γὰρ ἔφασκες ἀνωτέρω γνῶναι αὐτὸν εἰ ἐρωτηθεὶς ἀποκριθείη». καὶ ὁ Χρεμύλος· «σοὶ ταῦτα, φησίν, οὐκ ἐμοὶ λέγει». ἐκ τούτου δὲ δῆλον ὅτι Χρεμύλου ἐστὶ τὸ «λέγειν χρή»· εἰ γάρ, μόνου τοῦ Καρίωνος ἐρωτήσαντος, ὁ Πλοῦτος «οἴμωζε» εἶπεν, οὐκ εἶχεν ἂν εἰπεῖν ὁ Καρίων ὅτι «νοεῖς τίς ἐστιν;» καὶ Χρεμύλος πάλιν ὅτι «σοὶ τοῦτο λέγει».
σκαιῶς γὰρ αὐτοῦ: «ἀπαιδεύτως γὰρ καὶ χαλεπῶς καὶ ἀγρίως ἀπʼ αὐτοῦ πυνθάνῃ, καὶ πύστιν καὶ μάθησιν καὶ ἀπόκρισιν ἐξαιτεῖς». τὸ δὲ «πυνθάνει» καὶ πᾶν δεύτερον πρόσωπον παθητικὸν ἐν τοῖς στίχοις Ἀριστοφάνους δίφθογγον γράφεται· εἰ δὲ μετὰ ὑποτακτικοῦ μορίου εὑρεθῇ, η. καὶ ἰστέον καὶ καλῶς σημειωτέον ὅτι τὰς ἀπὸ τῶν εἰς ευς εὐθειῶν εἰς εις εὐθείας τῶν πληθυντικῶν καὶ αἰτιατικὰς τῶν πληθυντικῶν οἱ Ἀττικοὶ καὶ ὁ Ἀριστοφάνης ἀττικῶς γράφων τὰς μὲν τῶν ἐπιθέτων η γράφουσιν—ἱππεὺς οἱ ἱππῆς τοὺς ἱππῆς, τοὺς βασιλῆς καὶ τὰ ὅμοια—ἀλλὰ καὶ τὰς ἀπὸ τῶν εἰς ης εὐθειῶν—ὁ εὐγενὴς οἱ εὐγενῆς τοὺς εὐγενῆς καὶ πάντα τὰ ὅμοια—· τὰ δὲ κύρια μόνα διφθόγγῳ, κἄν τε ἀπὸ τῶν εἰς ευς εὐθειῶν κἄν τε ἀπὸ τῶν εἰς ης εἴη, ὡς Ἀχιλλεῖς Εὐρυσθεῖς Δημοσθένεις Ἀριστοφάνεις· οὕτω ταῦτα γίνωσκε γράφεσθαι καὶ τὰς κλῇδας ἀττικῶς διʼ ἦτα καὶ ἕτερα μυρία ἄλλως.
δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν: τοῦ Πλούτου καὶ τῷ Χρεμύλῳ κλαίειν εἰπόντος, γελῶν ὁ Καρίων φησί· «δέχου τὴν κληδόνα καὶ τὸ μάντευμα τοῦ θεοῦ καὶ τὸ σύμβολον». καὶ ἄνδρα μὲν τὸν Πλοῦτον καλεῖ διὰ τὸ ἀνθρωπόμορφον φαίνεσθαι, ὄρνιν δὲ ὡς δοθέντα αὐτῷ τῷ Χρεμύλῳ ἐκ τοῦ χρησμοῦ αὐτόν. μάντευμα δὲ καὶ σύμβολον καὶ κληδὼν καὶ οἰωνὸς καὶ ὄρνις καὶ σημεῖον καὶ ἕτερα καλεῖται τὸ αὐτό. καὶ ὁ πταρμὸς δὲ καὶ τὸ συνάντημα καὶ προσφώνημα ἀγαθὸν ἢ φαῦλον καὶ ἔγκυρμα ὁμοίως ἢ ἀγαθὸν ἢ φαῦλον καὶ ἕτερα μυρία ὄρνις καὶ μαντεύματα καλοῦνται. καὶ ἄλλως. ἄνδρα καὶ ὄρνιν φησὶν ὡς κτηνώδη τοῦτον δῆθεν ἀποκαλῶν.
Δημήτερα καὶ Δήμητρα συγκοπῇ Αἰολέων.
«εἰ μὴ φράσεις γάρ, ἀπολῶ σε κακῶς τὸν κακόν». καλεῖται δὲ τὸ σχῆμα κατὰ συστροφήν.
ὦ τάν: ὦ τάνες καὶ ὦ φίλοι· τὸ ἑνικὸν ἀντὶ πληθυντικοῦ· ἢ «ὦ τᾶν» καὶ ὦ ἑταῖρε πρὸς τὸν ἕνα εἰρήκει, εἶτα τὸ «ἀπαλλάχθητον» πρὸς τοὺς δύο.
πώμαλα: οὐδαμῶς, ἀττικῶς. ἔστι δὲ τοῦτο τοῦ Χρεμύλου, τοῦ Καρίωνος δὲ τὸ «καὶ μὴν ὃ λέγω». οὐ γὰρ ἐγώ φημι τοῦτο προσώπου ἑνός.
ὁ δὲ νοῦς· «ἀναείρας καὶ θεὶς καὶ στήσας αὐτὸν ἐπὶ κρημνὸν καὶ εἰς κρημνόν, ἀπελεύσομαι».
ἀλλʼ αἶρε ταχέως: ὁ «ἀλλά» περισσῶς κεῖται ἀττικῶς· «αἶρε γάρ, φησί, ταχέως». καὶ ὁ Πλοῦτός φησι· «μηδαμῶς ἀρεῖς». Χρεμύλος δέ φησι· «λοιπὸν ἐρεῖς;» πάλιν δʼ ὁ Πλοῦτος· «ἀλλʼ ἢν μάθητε ὅστις εἰμὶ ἤγουν Πλοῦτος, οἶδʼ ὅτι κατάσχητε ἄν με καὶ οὐκ ἀφήσετον». καὶ ὁ Χρεμύλος· «μὰ τοὺς θεοὺς ἡμεῖς γε»—ἀπὸ κοινοῦ τὸ «ἀφήσομεν»—»εἰ σὺ θέλεις»· καὶ πάλιν ὁ Πλοῦτος· «μέθεσθε»—ἢ «μεθέσθε» ἀττικῶς—»καὶ κατάλειψιν ἐμοῦ ποιήσασθε».
ἤν, μεθίεμεν: τοῦ Πλούτου εἰπόντος «ἐάσατέ με», φησὶν ὁ Χρεμύλος «ἢν ἐάσωμεν, εἴπῃς;» κατʼ ἔλλειψιν ἀττικῶς· ἢ κρατοῦντες αὐτὸν ταῖς χερσὶν ἀφῆκαν, καί φησιν «ἠνὶ καὶ ἰδοὺ μεθίεμεν»· καὶ ὁ Πλοῦτος «ἀκούετε» φησίν· «ὡς ἔοικε γὰρ δεῖ λέγειν ἃ ἐσκόπουν ἀποκρύπτειν». εἰ θέλεις δέ, «ἦν» καὶ ὑπῆρχον γράψον μετὰ τοῦ ν, καὶ ἔστι τῶν τεσσάρων διαλέκτων· εἰ βούλει δέ, γράψον «ἦ» καὶ ὑπῆρχον, ὅπερ τῆς Ἰάδος ἐστίν.
ἀνδρῶν ἁπάντων: πρὸς τὸν φαινόμενον γὰρ ἀνθρωπόμορφον Πλοῦτόν φησι ταῦτα, ἀλλʼ οὐ πρὸς περιουσίαν καὶ χρήματα.
εἶτʼ ἐσίγας Πλοῦτος ὤν: τὸ «εἶτα» περισσῶς ἀττικῶς κεῖται. ὡς δὲ τὸν Πλοῦτον τοῦτον ἑώρα εἰκονίζοντα ἄνθρωπον ῥυπαρόν, ἄλουτον, τοῖς πᾶσιν ἀθλιώτατον, ἀθλιοθέατον, οἷοι ὡς ἐπὶ τὸ πλεῖστον οἱ τοκογλύφοι εἰσί, καταπλαγής φησι γεγονώς· «σὺ Πλοῦτος;»
«ὦ τῆς Φοίβης ἔκγονε Ἄπολλον» ἢ «ὦ ἥλιε φωσφόρον σέλας τοῦ βίου». οὐδὲν δὲ δυσχερὲς ἐνταῦθα τῷ κειμένῳ ἐστὶν εἰ μὴ ἄρα καὶ πισύγγοις αὐτὰ ἐθέλεις δηλοποιεῖν με.
τὸ «τί φῇς» περισπῶν ἢ βαρύνων ὡς θέλεις, λαβὰς πτοηθῇς μηδαμῶς μωμοσκόπων· φῶ φῇς περισπᾷς καί γε προσγράφεις ἅμα, —πᾶν δεύτερον δίφθογγον εἰς ω ῥημάτων—, φημὶ δὲ καὶ φῂς καὶ βαρύνεις μοι τότε.
αὐτότατος: ἕνεκα τοῦ γελοίου τῆς κωμῳδίας παικτέως ἐρρήθη· τὰ γὰρ ἀόριστα καὶ αἱ ἀντωνυμίαι οὐκ ἐπεκτείνονται.
ὁ Πατροκλῆς πλούσιος σφόδρα ἦν ἀθηναῖος, ῥυπαρός, φιλοχρήματος, τῶν γλισχροβίων, καὶ μηδέποτε μηδένα ἐῶν εἰσέρχεσθαι εἰς τὴν οἰκίαν αὐτοῦ φόβῳ τῶν ἑαυτοῦ χρημάτων.
τουτὶ δὲ τὸ κακόν, τὴν τύφλωσιν, πῶς ἔπαθες εἰπέ μοι· «κάτειπε» δὲ εἶπεν ἀττικῶς· οἱ γὰρ Ἀττικοὶ πῇ μὲν ἐλλείψεσι πῇ δὲ πλεονασμοῖς χρῶνται· ὡς τῇδε τὸ «κάτειπε» θεὶς ἀντὶ τοῦ «εἰπέ»· τὸ «κάτειπε» γὰρ κυρίως «λοιδόρησον» σημαίνει καὶ «κατηγόρησον».
ὁ Ζεύς με ταῦτα: «ταῦτα» ἀντὶ τοῦ «τοῦτο» ἀττικῶς· οἱ γὰρ Ἀττικοὶ καὶ πληθυντικοῖς ἀντὶ ἑνικοῖς χρῶνται καὶ ἑνικοῖς ἀντὶ τῶν πληθυντικῶν· τὸ δὲ «ἀνθρώποις φθονῶν» ἐπὶ τοῦ καθʼ ἱστορίαν Διὸς ἕνεκα τοῦ γελοιασμοῦ τῆς κωμῳδίας, ὅτι φθονερός ἐστιν ὁ Ζεὺς τοῖς ἀνθρώποις· ἀλληγορικῶς δὲ ἐπὶ τῆς εἱμαρμένης καὶ τύχης, ὅτι φθονερά ἐστιν ἡ τύχη τοῖς ἀνθρώποις καὶ οὐκ ἐᾷ τοὺς ἀξίους πλουτεῖν, ἀλλʼ ἐτύφλωσεν ὥσπερ τὸν Πλοῦτον· πλουτίζει γὰρ ὡς ἐπὶ τὸ πλεῖστον πονηρούς, ἀλιτηρίους καὶ συκοφάντας, τοὺς ἀξίους δὲ πλουτισμοῦ παρατρέχει. τυφλὸν δὲ τὸν Πλοῦτόν φησιν ἐξ Ἱππώνακτος τοῦτο σφετερισάμενος· φησὶ γὰρ οὕτως Ἱππώναξ· «ἐμοὶ δὲ Πλοῦτος—ἔστι γὰρ λίαν τυφλός— ἐς τᾠκίʼ ἐλθὼν οὐδάμʼ εἶπεν· Ἱππώναξ, δίδωμί τοι μνᾶς ἀργυρίου τριήκοντα καὶ πόλλʼ ἔτʼ ἄλλα· δείλαιος γὰρ τὰς φρένας».
ἐγὼ γὰρ ὢν μειράκιον: προσωποποιεῖ τὸν Πλοῦτον ποιητικῶς ταῦτα λέγοντα, ὀφείλων εἰπεῖν ῥητορικῶς· εἰ ἦν αἴσθησις τῷ Πλούτῳ, οὐκ ἂν τοὺς χρηστοὺς ἐκλιμπάνων προσερρύετο πονηροῖς.
πῶς δὲ τυφλοῖ τὸν Πλοῦτον ὁ Ζεὺς τοῖς ἀγαθοῖς, ἐπὶ τοῦ κλήρου Διὸς καὶ τῆς εἱμαρμένης εἰρήκειμεν· εἰ δὲ τὴν συνεκτικὴν δύναμιν τοῦ παντὸς Δία νοήσεις, τυφλοῖ τὸν Πλοῦτον οὐχὶ φθονῶν τοῖς χρηστοῖς, ἵνα μὴ τούτου μετάσχοιεν, ἀλλʼ ὡς τοῖς κακίστοις ἀλληνάλλως ὁρῶντες τοῦτον μεταπηδῶντα καὶ πόσα τὰ δεινὰ ἐργαζόμενον, μόνοι τούτου ἐκτρέποιντο, φροντίζοιεν δὲ ἀρετῆς. καὶ ἄλλως. τυφλὸν τὸν Πλοῦτον ποιεῖ περιφερόμενον πρὸς ἀνοσίους τε καὶ κακούργους, τῶν δὲ χρηστῶν ἀποτρέχοντα, ὅτι κακοῦργοι καὶ νηλεεῖς ἄνθρωποι πάντα τρόπον κινοῦσιν ὅπως πλούτου μετάσχοιεν διαβάλλοντες, συκοφαντοῦντες, στρεβλοῦντες, ἐτάζοντες καὶ ἁπλῶς πᾶν εἶδος δρῶντες κακότητος ὅλοις ὀφθαλμοῖς πρὸς τὸ πλουτεῖν ἀποβλέπουσι. τοῖς ἀρετὴν δὲ μετιοῦσι τὸ θεῖον τυφλὸν τὸν Πλοῦτον ποιεῖ, τουτέστιν ἡ ἐνάρετος αὐτοὺς μᾶλλον ἀποτυφλοῖ καὶ θεία φρόντισις ἐνορᾶν πλούτῳ ἐπιμελουμένους δικαίου καὶ ἀρετῆς, τούτου δὲ καταφρονητὰς γινομένους, ὡς οὐκ ἀρετῆς, κακίας δὲ παραιτίου· ὅθε καὶ Ἡράκλειτος ὁ Ἐφέσιος, ἀρώμενος Ἐφεσίοις οὐκ ἐπευχόμενος, «μὴ ἐπιλίποι ὑμᾶς πλοῦτος, ἔφη, Ἐφέσιοι, ἵνʼ ἐξελέγχοισθε πονηρευόμενοι».
τυφλόν: τυφλοποιὸν τῶν χρηστῶν, ἀττικῶς· τὸ παθητικὸν ἀντὶ ἐνεργητικοῦ, ὡς τὸ «Κρέοντʼ ἐμαυτοῦ γαμβρόν» ἀντὶ τοῦ «γαμβροποιόν», καὶ ἡ Παλαιά· «Ἰοθὸρ τὸν Μωσέως γαμβρόν». οὕτω καὶ ἐνταῦθα «τυφλόν» τὸν τυφλοποιόν· οὐ γὰρ ὁ Πλοῦτος οὐχ ὁρᾷ τοὺς δικαίους, ἐκεῖνοι δὲ αὐτὸν οὐχ ὁρῶσιν, οὐδὲ τούτου φροντίζουσιν, ἀρετῆς δέ. καὶ ἄλλως. «τυφλόν»· ἀπροόρατον, ἀπροσκόπητον, ὡς καὶ ὁ Φαίστιος περὶ τῆς Μουνυχίας εἶπεν Ἐπιμενίδης· «τυφλὸν τοῦ μέλλοντος ἄνθρωπος· εἰ γὰρ ᾔδεσαν Ἀθηναῖοι ὅσα τὴν πόλιν αὐτῶν τουτοὶ τὸ χωρίον λυμήνηται, κατέφαγον ἂν αὐτὸ τοῖς ὀδοῦσι.» κἀνταῦθα οὖν τυφλὸν καὶ ἀπροσκόπητον τοῖς δικαίοις.
πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑώρακα χρόνου: «διὰ πολλοῦ γὰρ αὐτοὺς οὐκ εἶδον χρόνου». καὶ ὁ Χρεμύλος· «καινὸν καὶ θαυμαστὸν οὐδέν, εἰ σὺ τυφλὸς ὤν, ὦ Πλοῦτε, διὰ μακροῦ χρόνου ἀγαθοὺς ἀνθρώπους οὐχ ἑώρακας, ἐπεὶ κἀγὼ ὁρῶν οὐ δύναμαι τοιούτους ἰδεῖν». ταῦτα δὲ λέγων δείκνυσιν ὅτι οἱ πονηροὶ πλείους ἐν τῷ βίῳ. ὁ δὲ «καί» σύνδεσμος πλεονάζει ἀττικῶς.
ἄφετόν με νῦν: «ἐάσατε λοιπόν, φησίν, ἐμὲ ἀπόλυτον· ἔγνωτε γὰρ ἤδη καὶ ἠκούσατε τὰ ἀπʼ ἐμοῦ». καὶ ὁ Χρεμύλος· «οὐ μὰ τὸν Δία, οὐκ ἀφήσομέν σε, ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου καὶ ἁψόμεθα καὶ κρατοίημεν». ἰστέον δὲ ὅτι τὸ «μά» ἀπωμοτικὸν μόριόν ἐστι δηλοῦν τὸ «οὐ μὰ τόν»· τὸ δὲ «νή» κατωμοτικὸν ἀντὶ τοῦ «ναί». εἰ δὲ «ναί» πρῶτόν ἐστι, εἶτα τὸ «μά», ὡς τὸ «ναὶ μὰ τόδε», κατωμοτικὸν γίνεται τότε τὸ «μά». «ἑξόμεσθά σου» μετὰ τοῦ σ· ἔστι δὲ ἀρχαϊσμὸς καὶ ἰωνικόν. καὶ ὁ Πλοῦτος· «οὐ προὔλεγον ὅτι πράγματα καὶ θορύβους μοι μέλλετε παρασχεῖν;»
καὶ σύ γʼ ἀντιβολῶ: πλεονάζει ὡς καὶ πρὶν εἶπον ὁ «καί» σύνδεσμος· ὁ δὲ νοῦς «ἀντιβολῶ· παρακαλῶ, δέομαι». «πιθοῦ» ἀττικῶς «πείσθητι»· οἱ Ἀττικοὶ γὰρ τὰ βαρύτονα ῥήματα περισπῶσι, τὸ τύπτω «τυπτῶ» λέγοντες, «μολῶ, θελῶ, πιθῶ».
καὶ μή μʼ ἀπολίποις: καὶ μή μʼ ἀπολείψῃς ἔτι καὶ ἀπὸ τοῦ νῦν, κἂν πρώην ἠμέλεις ἐμοῦ· ζητῶν γὰρ καὶ πολυπραγμονῶν καὶ ἀνερευνῶν οὐκ ἂν εὕρῃς ἄνθρωπον ἐμοῦ βελτίονα κατὰ τοὺς τρόπους.
μὰ Δία καὶ «οὐ μὰ τὸν Δία»· ἄλλος γὰρ οὐκ ἔστιν ὁ κρείττων ἢ ἐγώ.
ἀτεχνῶς ὑπερβάλλουσι: «ἀτέχνως» βαρυτόνως «ἄνευ τέχνης, ἀμαθῶς»· «ἀτεχνῶς» δὲ περισπωμένως «ἀληθῶς, παντελῶς καὶ καθάπαξ καὶ ἑνὶ λόγῳ».
οἰμώξει μακρά: τὰ δεύτερα πρόσωπα τῶν παθητικῶν διφθόγγῳ γράφουσιν Ἀττικοὶ ἄνευ τῶν μετὰ ὑποτακτικῶν κειμένων. ὁ δὲ νοῦς· «κλαύσῃ μακρὰ καὶ μεγάλα, μὴ πειθόμενός μοι δηλονότι, ληρῶν δὲ τοιαῦτα.»
σὺ δὲ πρόσεχε, προσκόλλα καὶ συνάρμοττε τὸν σὸν νοῦν τοῖς λεγομένοις, ἵνα πύθῃ καὶ νοήσειας ὅσα σοι ἀγαθὰ γένοιτο, εἰ μενεῖς παρʼ ἡμῖν.
«οἶμαι γάρ, οἶμαι, σὺν δὲ θεῷ τουτὶ λέγω, ἀπαλλάξω σε τῆς ὀφθαλμίας». ἡ ὀφθαλμία δὲ κυρίως νόσημά ἐστιν ὀφθαλμῶν· νῦν δὲ τὴν τύφλωσιν λέγει.
βλέψαι ποιήσας: κἂν «ποιήσας» κἂν «ποήσας» τις γράψῃ, οὐ λυμαίνεται τῷ στίχῳ· καὶ «ποιήσας» γὰρ τὸ ποι βραχὺ γίνεται διὰ τὸ κεχηνός, ὡς τὸ «Ἴστρος τοιαύτας παρθένους» καὶ ἐν Εὐμενίσιν Ἀθηνᾶ φησι· «ἦ καὶ τοιαύτας τῷδʼ ἐπιρροιζεῖν φυγάς» καὶ ὁ Σοφοκλῆς ἐν Οἰδίποδι τῷ ἐν Κολωνῷ Πολυνείκην λέγοντα φέρει· «ἀλλʼ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις αὖ πάλιν».
ἄνθρωπος οὗτος: ἀκούσας τοῦ Πλούτου Χρεμύλος εἰπόντος μὴ θέλειν βλέψαι, φησίν· «ὁ ἄνθρωπος οὗτος ἄθλιός ἐστιν, τοιούτου καλοῦ μὴ θέλων τυχεῖν», ἢ «οὗτος ἄνθρωπός ἐστιν ἄθλιος».
ὁ Ζεὺς μὲν οὖν εἰδὼς: «ὁ Ζεὺς εἰδώς, φησί, τὰ τούτων, τουτέστι τῶν ἀνθρώπων, μῶρα καὶ μωρὰ ἀττικῶς, εἰ πύθοιτο καὶ μάθοι ἐμὲ ἀναβλέψαντα, συντρίψῃ ἄν με ἐσχάτως». τὰ «τούτων» δὲ εἶπε καὶ οὐχ «ὑμῶν» μεθόδῳ δεινότητος, ἵνα καὶ τὸν Χρεμύλον ὑβρίζων σὺν τοῖς λοιποῖς μὴ δόξῃ ὑβρίζειν. ὁ δὲ στίχος οὗτος περαιούμενος εἰς τὸ «ἔμʼ εἰ» ἐπίληπτός ἐστιν, ὡς τὸ «ἦ μέγʼ Ἀθηναίοις γένετο φόως ἡνίκʼ Ἀριστο- γείτων Ἵππαρχον πέφνε καὶ Ἁρμόδιος,» καὶ ἕτερα μυρία ἠπατημένοις Ὁμήρῳ, ὥσπερ νομίζω, εἰπόντι· «εἴπερ γάρ κʼ ἐθέλοιμεν ὅσοι Δαναοῖσιν ἀρωγοί, Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆ-νʼ αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἷος ἐν Ἴδῃ.» ἀλλὰ πάντα τὰ τοῦ θεσπεσίου ἐκείνου ἀνδρὸς δαιμόνια ὑπερφυᾶ καὶ ἀμίμητα, ἄνευ μέντοι τινῶν νοθευθέντων· οὐ μόνον γὰρ οὐκ ἐπιλήψιμα τὰ ἐκείνου ἀλλὰ καὶ νοῦ πλήρεα λεπτοτάτου καὶ ῥητόρων δεινότητος καὶ ἀρετῆς· μιμήσει γὰρ γυναικὸς θυμουμένης εἰσάγει τὴν Ἥραν οὑτωσὶ λέγουσαν ὥσπερ τοῦ πνεύματος ἐκκοπέντος θυμῷ καὶ μὴ ἀπαρτίσαντος.
νῦν δʼ οὐ τοῦτο δρᾷ: νῦν δὲ οὐ τοῦτο ποιεῖ, τουτέστιν οὐ συντρίβει σε, ἐῶν τῇδε κἀκεῖ σε προσκρούειν περιπλανώμενον διὰ τὸ μὴ βλέπειν;
καί φησιν ὁ Πλοῦτος· «οὐκ οἶδα· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ καὶ πεφόβημαι πάνυ». τὸ δὲ φοβεῖσθαι «ὀρρωδεῖν» λέγεται ἀπὸ τοῦ ὄρρου καὶ μεσοπυγίου τῆς περιστερᾶς· τρομερὸν γάρ φασι τοῦτο τὸ μέρος· ἢ ἀπὸ τῶν ἀλόγων, ἵππων λέγω καὶ τοιούτων, ἃ ἐν τῷ δέει σείει τὴν οὐρὰν ἢ ἐγκρύπτει αὐτὴν ὑπὸ τὰ αἰδοῖα· ἢ ὅτι τῶν φοβουμένων φασὶ πρῶτον τὸν ὄρρον ἱδροῦν. ἡμεῖς δέ φαμεν ὡς αἰολικῶς διὰ δύο ρρ γράφεται καὶ ψιλοῦται, διʼ ἑνός τε τοῦ ρ καὶ δασείας κατὰ τὴν Ἀττικὴν καὶ κοινὴν ὀφεῖλον γράφεσθαι. δέει γὰρ ὁ φόβος καὶ ἡ ὁρωδία τὴν ὅρασιν· ὅθε καὶ δοῦλος ὁ μετὰ δέους λεύσσων—κἂν νῦν ἀναιδῶς βλέπωσι—, καὶ δεσπότης ὁ δέους ποιητικός· οὕτως ὁρωδία ὁ φόβος ἀπὸ τοῦ δέειν τὴν ὅρασιν λέγεται, ὡς ὡρακιᾶν τὸ φοβεῖσθαι καὶ ὠχριᾶν διὰ μεγάλου τοῦ ω ἀπὸ τοῦ ὥρας καὶ τῆς μορφῆς εἶναι αἰκία καὶ τιμωρία ἤγουν ὠχρίασις.
ἄληθες ὦ δειλότατε: «ἀληθές» ὄνομα, «ἄληθες» δὲ ἐπίρρημα ἀντὶ τοῦ «ἀληθῶς»· νῦν δὲ τὸ «ἄληθες» εἰρωνικῶς εἴρηται· «ἀληθῶς γὰρ καὶ πρεπόντως, φησί, δειλιᾷς· μὴ πάθῃς τὴν ἀφόρητον συμφορὰν ταύτην καὶ ἀναβλέψῃς». δειλότατον δὲ δαιμόνων τὸν Πλοῦτον φησίν, οὐ πρὸς αὐτὸν τὸν ἀνθρωποειδῆ ἀποτείνων τὸν λόγον, ἀλλὰ πρὸς τὸ καθόλου καὶ τὴν πλουσιότητα· ὅτι οἱ πλούσιοι δειλοὶ πρός τε θάνατον καὶ τὰ ἕτερα διὰ τὸν πλοῦτον καὶ τὴν τρυφὴν καὶ ὅτι τὰ χρήματα συγκρύπτουσι δεδιότες μὴ ἀπολέσωσιν.
τὴν τυραννίδα τὸ κράτος νῦν φησι καὶ τὴν βασιλείαν, ὅτι δημοκρατούμενοι Ἀθηναῖοι τυράννους ἐκάλουν τοὺς ὁπωσδήποτε μοναρχοῦντας. σαφῆ τὰ λοιπά.
μὴ λέγʼ, ὦ πόνηρε: «πονηρός» ὁ πανοῦργος καὶ δόλιος· «πόνηρος» δὲ ὁ νοσῶν καὶ ὁ κοπιῶν καὶ ὁ πονῶν· καὶ ὁ Χρεμύλος δὲ τῆς κάτω τύχης καὶ ἀσθενοῦς γεωργὸς καὶ πονῶν ἦν ἄνθρωπος. ἢ «πόνηρε» καὶ πονηρὲ ἀττικῶς· πῶς γὰρ οὐ πονηροῦ καὶ βαθύνου τὸ ὑπισχνεῖσθαι ποιῆσαι βλέψαι τυφλόν; καὶ ὁ Χρεμύλος· «ἔχε καὶ ἔσο, φησίν, ἥσυχος»· ἢ «ἔχε καὶ κράτει σαυτὸν ἐν ἡσυχίᾳ καὶ μὴ θορυβοῦ· ἐγὼ γὰρ ἀποδείξω σε πολλῷ μεῖζον τοῦ Διὸς δυνάμενον». τοῦ Πλούτου δὲ εἰπόντος· «σὺ ἐμὲ δείξεις τοῦ Διὸς μεῖζον δυνάμενον;» φησὶν ὁ Χρεμύλος· «νὴ τὸν οὐρανόν», ὡς ἤδη ὄντα τὸν Δία οὐδὲν λογιζόμενος, καὶ τὰς ἀποδείξεις ἐπάγει, αὐτὸς μὲν ἐρωτῶν, τὸν δὲ Καρίωνα τύπῳ μάρτυρος ἔχων ἀποκρινόμενον καὶ ἅπερ αὐτὸς λέγει πιστούμενον.
θύουσι δʼ αὐτῷ: θύουσι δὲ τῷ Διὶ διὰ τοῦτον, ἢ ἐν τῷ ἔχειν τοῦτον ἤγουν πλοῦτον, ἢ διὰ τοῦτον τουτέστιν ἵνα πλουτήσωσιν.
ἄντικρυς: φανερῶς· «ἀντικρύ» δὲ ἐξ ἐναντίας.
οὐκοῦν ὅδʼ ἐστὶν: καὶ λοιπὸν ὅδε καὶ οὗτος ὁ Πλοῦτός ἐστιν αἴτιος τοῦ τοὺς ἀνθρώπους θύειν τῷ Διί· καὶ βουληθεὶς ἂν τοῦτο παύσῃ ῥᾳδίως.
οὐδʼ ἂν εἷς θύσειεν: οὐ θυμιῶν ἢ βοῦν ἐπισφάξειεν ἢ ψαιστὸν καὶ λάγανον, ὅ ἐστιν ἄρτον ἐλαίῳ βεβρεγμένον, καθαγίσειεν οὐκ ἄλλο δὲ οὐδὲ ἓν σοῦ μὴ βουλομένου ἤτοι Πλούτου καὶ χρημάτων μὴ παρόντων. Ἐβουλόμην μὲν ἐξανορθοῦν εἰς πλάτος, γράφειν τε πάντα προσφυῶς Τζέτζου τρόποις· ἐπεὶ δʼ ὃς ἡμᾶς ἦν συνωθήσας γράφειν, πρῶτον παλαιὰν οὐκ ἐφεῦρέ μοι βίβλον ἢ κἂν δύʼ ἢ τρεῖς ἔκ γε τῶν νεογράφων, ὡς ἄλλον ἐξ ἄλλης ἀνορθοίην στίχον· βίβλους ἐφευρὼν τῶν νεογράφων δύο, ὧν ἡ μὲν ἦν ἑνοῦσα τοὺς δύο στίχους, ἄλλη δέ, τετράμετρος εἴπερ ἦν στίχος,τομαῖς διῄρει τοῦτον εἰς δύο στίχους, εἰς τρεῖς τινάς, ἄλλους δὲ καὶ περαιτέρω, ὤρθουν μὲν ὤρθουν τὸ σκάφος τὸ τοῦ λόγου ἕως βραχὺ τὸ κῦμα τῆς ἀτεχνίας· ἐπεὶ πυκνὴ συμμιγὴς τρικυμία ἐρροχθίαζε καὶ κατέκαμπτε ζέον, τὰ πηδὰ δʼ οὐκ ἦν δεξιῶς ἐμοὶ στρέφειν, στείλας τὰ λαίφη καὶ παρεὶς τοὺς αὐχένας, πρὸς κῦμα χωρῶ βαρβαρόγραφα πνέον, ὅπερ βέβηλοι δυσμαθεῖς βιβλογράφοι γραφεῖς ἁπασῶν εἰσφοροῦσι τῶν βίβλων. οὕτω τὰ μέτρα τὸ νῦν ἐάσω συγγράφειν λέξας τινὰ βράχιστα τῇ φύρσει βίβλων· οὐκ ἀγνοεῖ γὰρ καὶ μετρικοὺς Τζέτζης λόγους, ὁ σφαῖς διδάξας συγγραφαῖς ἅπαν μέτρον.ἀνθʼ ὧν περιττὰς οὐκ ἔχει δὲ βιβλίδας, ἄλλην ἀπʼ ἄλλης ὡς ἀνορθοίη μέτροις, τὸ πᾶν γὰρ ἄλλο πλὴν γραφῆς τοῦ κειμένου Τζέτζῃ μελήσει καὶ γραφῆς ἄτερ βίβλων· τὸ παντελὲς δὲ τοῦ σαφοῦς μηδεὶς λάρος μωμοσκοπείτω συρματίζων ἀφρόνως· οὕτω γὰρ ἠξίωσεν ᾧ ταῦτα γράφω χρῄζων νοεῖσθαι καὶ τυχοῦσι ῥᾳδίως, οἷς εἶπον οὕτω νῦν σαφέστατα γράφω. οὕτως ἐᾶν μέλλω τε μετρικοὺς λόγους καὶ πάντα τἄλλα τεχνικῶς λεπτῶς γράφειν. τί γάρ τις ἂν γράψειε πᾶν τέχνης λόγῳ εἰς θατεριστὰς καί γε μισοδιχρόνους καὶ ῥητόρων στυγοῦντας ἐντέχνους λόγους ἄλλων τε τεχνῶν αἵπερ εἰσὶν ἐν λόγοις,εἰς παγκαπήλων ὁρμαθὸν πεφυρμένον, οἷς ἓν δοκοῦσι πάντως κουτρουβιτζίως, τὰ τεχνικά τε καὶ τὰ βάρβαρα λέγω, μᾶλλον δὲ χείρω τεχνικὰ τῶν βαρβάρων, οἷς καὶ φρυαγμὸς ἱππικῶν φρυαγμάτων κρεῖττον δοκεῖ τι μουσικῆς τῆς Ὀρφέως; ὅπου δὲ νῦν κάθαρμα φαρμακοῦ θέα, τί ψωριῶν εἴδωλον ἀλλʼ Ἐριννύων, σκιᾶς ἀμυδρᾶς ἀχλυώδης οὐσία, ψώρᾳ καμήλου πᾶν κατωστρακωμένον,αἰλουροειδὲς ὀμματέγγραυλον τέρας φωνήν τινος κλαίοντος εὐνούχου φέρον, εἴτʼ οὖν Ἐρεμβῶν εἴτε νυκτερηγόνων, ἡμᾶς τε σύρει τήν θʼ ὁμηρείαν φύσιν ἀλλοπροσάλλως διχρόνοις χρῆσθαι λέγει,τὸ Ἆρες Ἄρες πανταχοῦ βοῶν μέγα, Βρεντησίου Μένδητος ὦ πατρὸς τέκνον. ταῦτα σοφοῖς ἔγραψα τοπρὶν ἀνδράσι, χοιροκράνοις δὲ βαρβάροις οὐχὶ γράφω, τοῖς οἷς ἔνεστιν οὔτις ἐν λόγοις λόγος, οὔτʼ οὖν ἀριθμὸς ἐν γοναῖς βροτησίαις. τῶν παγκαπήλων πᾶς χορὸς δέ μοι λέγε, οἷσπερ στυγητόν εἰσιν οἱ τεχνῶν λόγοι, εἰ δίχρονοι γράφοιντο συμπεφυρμένως καὶ ῥητόρων λόγοι δὲ τῆς τέχνης ἄνευ, ἄλλαι τε τέχναι τῶν τελουσῶν ἐν λόγῳ πεφυρμένως λέγοιντο μηδὲ πρὸς τέχνην, τί μὴ καθʼ ὑμᾶς πάντα φύρομεν μάτην Τζέτζην λαθραίοις σκερβολοῦντας ἐν λόγοις, ἀνθʼ ὧν ἅπαντα τεχνικῶς φησι γράφειν; τί ταῖς ἑλίκτραις καρτεροῦμεν τῶν βίβλων ἄλλαις μὲν ἄλλους ἐκμαθεῖν τεχνῶν λόγους, ταῖς μετρικαῖς μέτρα δὲ καὶ τὰς διχρόνους; ὡς νῦν τὸ «καλόν» «ἀργυριδίου» μέτα πῶς τὸν μακρὸν φέρουσιν ἐν γραφῇ χρόνον; κανὼν γάρ ἐστι τεχνικώτατα λέγων· τὰ εἰς λος ὀξὺν τὸν τόνον κεκτημένα, δισυλλαβούντων οὐ τρισυλλάβων λέγω, πρὸ τοῦ τέλους ἔχοντά τι τῶν διχρόνων, οὐχὶ βραχύ, μακρὸν δὲ τουτοῒ φέρει· «καλός» τε «θαλός» «ψιλός» ὡς «χιλός» λέγω σὺν μυρίοις ἄλλοις μὲν ἃ παρατρέχω· ὅσα δʼ ἀπʼ αὐτῶν τὸν βαρὺν ἔχει τόνον, τρισυλλαβεῖ τε καὶ περαιτέρω τρέχει, βαρυχρονοῦσι—τί μακρὰ γράφειν θέλω; — «κάλος» «θάλος» τε καὶ «φίλος» δὲ καὶ «κτίλος» καὶ «ἀκαλός» «αἰγιαλός», ἅμα τοῖς δὲ μυρία. οὕτω τὸ «καλόν» τῶν μακρῶν εἶναι νόει, —κἂν νῦν πάνυ βράχιστόν ἐστιν ἐν βίῳ—. οἱ κωμικοὶ δὲ καὶ τραγῳδῶν τὰ γένη τὸ «καλόν» αὐτὸ καὶ τὸ «ἶσον», σοὶ λέγω, μακρὸν δέχονται καὶ βραχὺ πλὴν ἐντέχνως. λόγον δὲ νῦν ἄκουσον «ἀργυριδίου». τὸ ριδιόν τι τῶν μακρῶν ἐστι φύσει· ἀλλʼ ἔστι μακρός, οὗ βραχὺ φράσω μέρος, μὴ συμπεράνω πάντα τὸν χάρτην γράφων. τὸ ιδιόν τε καὶ τὸ ραδιον γράφων, γίνωσκε μακρὰς τὰς τρίτας τὰς ἐκ τέλους, —κἂν ἴδιόν τι τεχνικῶς ἄλλο γράφῃς καὶ μὴ βαναύσως, μισοδιχρόνων τρόπῳ—. τὰς ἐκ τέλους μὲν συλλαβὰς τούτων τρίτας, ἄνπερ περιττεύωσι συλλαβὴν μίαν ἐκ πρωτοτύπου, μακρὰς ἁπάσας νόει, ἐξ ἀργυρίου μὲν «ἀργυρίδιον» λέγων, ἐκ βότρυος δὲ τὸ «βοτρύδιον» πάλιν, ὡς «μύδιόν» τε καὶ τὸ «σύδιον» γράφεις· ἐκ τοῦ μυὸς γὰρ καὶ συός φαμεν τάδε. εἰ δʼ αὖ περιττεύουσι συλλαβὰς δύο, τὰς ἐκ τέλους βράχυνε τῷ τότε τρίτας, ἐκ τῆς γραφῆς γνώμης τε καὶ ψυχῆς λέγων τό τε «γραφίδιον» καὶ «γνωμίδιον» καὶ «ψυχίδιον». οὗτος κανὼν πέφυκε μακρὸς εἰσάγαν· ἐγὼ δʼ ἑκοντὶ τουτονὶ παρατρέχω, τέλει τε χάρτου καὶ νοῶν ὅτι γράφω ἀγνωμονοῦσι καὶ θεέχθροις βαρβάροις λάθρα καθʼ ἡμῶν σκερβολοῦσι μυρία, ἀνθʼ ὧν ἅπασι τεχνικῶς φαμεν γράφειν καὶ μὴ κατʼ αὐτοὺς βαρβαροῦν λόγων τέχνας.
ἔγωγέ τοι διὰ μικρὸν: ἡ «ἔγωγε» ἀντωνυμία τῆς ἀττικῆς ἐστι διαλέκτου, ἡ δὲ «ἐγώ» τῆς κοινῆς· ἄμφω δὲ καὶ καταρχαῖς καὶ μεταξὺ τίθενται.
καὶ τάς γʼ ἑταίρας κορινθίας: κωμῳδεῖ τοὺς Κορινθίους ὡς πορνοτρόφους. πόρναι δὲ ἦσαν περιώνυμοι τῇ Κορίνθῳ Λαΐς, Κυρήνη, Λέαινα, Πυρίνη, Σικυώνη καὶ Σινώπη δὲ σὺν αὐταῖς.
αὐτάς τις πένης: «πένης» κυρίως ὁ διὰ χειρῶν ἐργαζόμενος καὶ ζῶν, «πτωχός» δὲ ὁ ἐκ πλουσίων ἐκπεπτωκὼς τοῦ ἔχειν, «ἐνδεής» δὲ ἅπας μὴ ἔχων, «προσαίτης» δὲ ὁ ἀρτοζήτης.
πειρῶν τύχῃ: βιάζων, ἐρωτικῶς διακείμενος πρὸς αὐτάς.
τὸν πρωκτὸν εὐθὺς: «πρωκτός» τὸ ἄρρεν αἰδοῖον· νῦν δὲ παραχρηστικῶς τὸ θῆλυ μόριόν φησι, τὰς πόρνας λέγων τρέπειν καὶ στρέφειν αὐτὸ πρὸς τοὺς πλουσίους, ἤτοι προχείρως παρέχειν αὐτὸ τοῖς πλουσίοις.
ἐπεὶ αἰτοῦσιν: «αἰτῶ» ἐπὶ τῶν ἀναποδότων καὶ χαριζομένων λέγεται, «αἰτοῦμαι» δὲ ἐπὶ τῶν πρὸς χρῆσιν διδομένων καὶ πάλιν ἀντιστρεφομένων τοῖς δεδωκόσιν, ὡς τὸ «οὐ πῦρ αἰτῶ οὐδὲ λοπάδʼ αἰτοῦμαι».
τί δαί: σύνδεσμος ἐρωτηματικός· ἀττικῶς δὲ ἐκτείνεται καὶ διφθογγογραφεῖται.
ἵππον ἀγαθόν: ἢ κάλλιστον καὶ ἠσκημένον ἀρεταῖς ἵππων ἄλλαις ἢ ἄγαν θέοντα, ταχύν.
αἰτεῖν ἴσως: τὸ «ἴσως» καὶ τὸ «καλῶς» παρὰ τοῖς ἄλλοις ἅπασι ποιηταῖς μακρὰ δέχονται κατὰ τὸν κανόνα, ὃν προφθάσας ἐδίδαξα· οἱ τραγῳδοὶ δὲ καὶ οἱ κωμῳδοὶ βραχέα τε καὶ μακρὰ δέχονται ταῦτα πλὴν οὐ βαρβάρως ἀλλὰ καὶ οὗτοι κανόσι τεχνικωτάτοις.
ὀνόματι περιπέττουσι τὴν: ἐν τῷ ζητεῖν χαρισθῆναι αὐτοῖς ἵππον ἢ κύνας, ὀνόματι τῶν ἵππων καὶ τῶν κυνῶν τὴν μοχθηρίαν συγκρύπτουσι καὶ δοκοῦσιν αἰτεῖν οὐκ ἀργύριον, ἀλλὰ καὶ ἵπποι καὶ κύνες ἀργυρίου ὠνοῦνται. τὸ δὲ «περιπέττουσι» καὶ συγκρύπτουσιν οὔτε ἀπὸ τῶν γυναικείων προσθέτων κομῶν, ἅπερ φενάκαι καλοῦνται, ὁ Τζέτζης ἀκούειν ἀνέχεται λέγεσθαι, οὔτε ἀπὸ τῶν παραπετασμάτων καὶ βήλων, ἀπὸ δέ τινων ἄρτων πεττομένων καὶ ζυμωμένων καὶ ἔκτοσθε μὲν ἄρτων ὁρωμένων τῷ ὄντι, ἔσω δὲ διάφορα συγκρυπτόντων ἡδύσματά τε καὶ βρώματα.
τέχναι δὲ πᾶσαι: «πᾶσαι δὲ πανουργίαι καὶ αἱ κοινῶς καλούμεναι τέχναι καὶ σοφίσματα καὶ μηχαναὶ διὰ σέ, Πλοῦτε, ἡμῖν τοῖς ἀνθρώποις εὑρέθησαν· ἕνεκα γὰρ τοῦ ἔχειν χρυσίον τε καὶ ἀργύριον ἅπαντα πράττομεν ἄνθρωποι». τὸ «τέχνη» δὲ δύο σημαίνει, τὴν μεταχείρισίν τινος ἐργασίας καὶ τὸ πανούργευμα.
ὁ μὲν γὰρ αὐτῶν: Ἀριστοφάνης οὕτως εἰπὼν δοκεῖ ἐξωθεῖν ἑαυτὸν τοῦ ἄνθρωπον εἶναι· ὅθεν ὁ Τζέτζης «ὁ μὲν γὰρ ἡμῶν, φησί, σκυτοτομεῖ».
τεκταίνεται: οἰκοδομεῖ. ἢ διὰ ξύλων κιβώτια καὶ θρόνους καὶ τὰ τοιαῦτα ἐργάζεται.
χρυσίον παρὰ σοῦ λαβών: καλῶς εἶπεν· εἰ μὴ γὰρ εὔπορός ἐστι καὶ πλουτῶν ὁπωσδήποτε, πόθεν ἂν σχοίη χρυσίον;
λωποδυτεῖ: τὰς λώπας καὶ τὰ ἱμάτια τῶν νύκτωρ πορευομένων ἀφαιρεῖται ἀποδύων αὐτούς.
κναφεύει: «κναφεύει» καὶ «γναφεύει» φασὶν ἀμφότερα τὸ δευσοποιεῖν καὶ βάπτειν σημαίνειν· καὶ τὸ μὲν διὰ τοῦ κ φασὶν ἀττικῶς, κοινὸν δὲ τὸ διὰ τοῦ γ. Τζέτζης δέ φησι τὸ διὰ τοῦ γ τὸ βάπτειν σημαίνειν, τὸ δὲ διὰ τοῦ κ ξέειν καὶ πλύνειν, ἀποσπιλοῦν καὶ καλλύνειν τὰ ἐρρυπωμένα καὶ παλαιά.
κῴδια: «κῶς» τὸ πρόβατον καρικῶς, καὶ ἡ νῆσος, ὡς πολυπρόβατος τότε, Κῶς ἐπεκλήθη. ἐκ τοῦ «κῶς» οὖν τοῦ σημαίνοντος τὸ πρόβατον «κωίδιον» τὸ δέρμα τοῦ προβάτου καὶ «κῴδιον» λέγεται τὸ ι ἔχον προσγεγραμμένον.
βυρσοδεψεῖ: δεψεῖ καὶ μαλάττει καὶ ἁπαλύνει καὶ κατεργάζεται τὰς βύρσας ἤτοι πετζία ποιεῖ.
ὁ δʼ ἁλούς γε μοιχὸς: οἱ πλούσιοι πρὶν ἐν Ἀθήναις, ἄνπερ μοιχεύοντες ἡλίσκοντο, χρήματα παρέχοντες ἀπελύοντο· οἱ πένητες δὲ καὶ οἱ ἄποροι μὴ ἔχοντες χρήματα παρασχεῖν δημοσίως ἀπερραφανιδοῦντο καὶ παρετίλλοντο καὶ ἔκτοτε ἐκαλοῦντο εὐρύπρωκτοι. τίς δὲ ὁ παρατιλμὸς καὶ ἡ ἀποραφανίδωσις, ἄκουε· ὁ ἄπορος ὁ ἡλωκὼς τῇ μοιχείᾳ, τεθεὶς ἐν μέσῃ τῇ ἀγορᾷ καὶ σποδιᾷ ἐμπύρῳ θερμῇ τὸ παιδοσπόρον καταπασσόμενος, τούτου τὰς τρίχας ἐτίλλετο, εἶτα ῥαφανίδος οὐραῖον τῇ ὀπῇ τοῦ μορίου ἐνέβαλλον, καὶ οὕτως ηὐρύνετο.
μέγας δὲ βασιλεὺς: τότε τοὺς τῶν Περσῶν βασιλεῖς μεγάλους ἐκάλουν διὰ τὸ πολλῶν ἄρχειν βαρβάρων ἐθνῶν καὶ Ἑλλήνων. «ὁ Περσῶν δέ, φησί, βασιλεὺς οὐ διὰ τοῦτον, ἤγουν οὐ διὰ τὸ πλουτεῖν, κομᾷ καὶ ἐπηρμένος ἐστίν;» εἴρηται δὲ τὸ κομᾶν ἀπὸ τῶν ἐπηρμένων ταῖς κόμαις αὐτῶν.
ἐκκλησία: τὰς ἐκκλησίας καὶ συνελεύσεις ποιούμεθα καὶ τὰ δικαστήρια, ἵνα ἢ ἀλλοτρίους πλούτους κερδήσωμεν ἢ τὰς οἰκείας περιουσίας φυλάξωμεν.
τί δέ; τὰς τριήρεις: οἱ πλουτοῦντες Ἀθήνησιν ἐτριηράρχουν καὶ ναυτικὸν ἔτρεφον, οἱ δὲ πένητες οὔ. ἐμοὶ δὲ τοῦτο λαθραία παραίνεσις πᾶσι τοῖς Ἀθηναίοις δοκεῖ· φάσκει γὰρ μονονοὺ πρὸς τούτους ὁ ποιητής· «εἰ μὴ πλοῦτος ὑμῖν ἐνῆν περιττός, ὦ Ἀθηναῖοι, οὐκ ἂν εἰς τριήρεις καὶ διατροφὰς ξενικῶν στρατευμάτων ἐπʼ ἀνηνύτοις πολέμοις μᾶλλον δὲ μάχαις τοσούτους μάτην ἐχεῖτε τοὺς θησαυρούς».
τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν: Ἀθηναῖοι ἑτέραις τε μάχαις καὶ ἐν τῷ πρὸς Κορινθίους πολέμῳ, ἵνα μὴ αὐτοὶ κινδυνεύωσι, ξενικὰ τούτοις ἀντεξῆγον στρατεύματα καὶ αὐτοὶ ταῦτα ἔτρεφον. ἢ μᾶλλον ὅτι ἀεὶ οἱ Κορίνθιοι δυνάμεις ἔτρεφον ξενικάς, ὡς αὐτοῖς συμμαχοῖεν ὑφορώμενοι Ἀθηναίους· μετὰ γὰρ τὸν πελοποννησιακὸν πόλεμον οἱ σύμμαχοι τῶν Λακεδαιμονίων κατὰ Λακεδαιμονίων ἐκίνησαν πόλεμον, καὶ Ἀθηναῖοι συνεπιθέμενοι ἔσχον τὴν Κόρινθον ὁρμητήριον, εἰς ἣν ἔπεμψαν Ἰφικράτη τὸν στρατηγὸν μετὰ στρατεύματος ξενικοῦ, ὅπερ ἔτρεφον Ἀθηναῖοι. τινὲς δέ φασι Κορινθίοις ὑπὸ Λακεδαιμονίων ἀδικουμένοις Ἀθηναίους μετὰ Κόνωνος στρατηγοῦ πέμψαι δυνάμεις συμμαχικὰς ξενικάς, ἃς Κόνων καθελὼν Λακεδαιμονίους κατέστησεν ἐν Κορίνθῳ, ὅπως αὐτῶν φυλάττῃ τὴν ἔφοδον· τὰς δὲ ξενικὰς ταύτας δυνάμεις Κορίνθιοι ἔτρεφον.
ὁ Πάμφιλος δὲ οὐχὶ: ὁ Πάμφιλος καὶ ὁ Βελονοπώλης δὲ σὺν αὐτῷ πλούσιοι Ἀθήναζε ἦσαν καὶ δανεισταί. τὸ «οὐχὶ διὰ τοῦτον» δὲ «κλαύσεται;» παρʼ ὑπόνοιαν εἶπεν ἀντὶ τοῦ «οὐ χαίρουσι διὰ τὸ πλουτεῖν», ἢ καὶ ὀρθῶς τοῦτο οὕτως εἶπεν οὐ παρʼ ὑπόνοιαν, ἀντὶ τοῦ «οὐ κλαύσονται διὰ τὸ πλουτεῖν;» παθόντες ὅσα ἐρῶ. ὁ Πάμφιλος δὲ οὗτος δημαγωγὸς ἦν ἅμα καὶ συκοφάντης, καὶ ἔκλεπτε τὰ τοῦ δήμου, ὁ δὲ Βελονοπώλης ἦν παράσιτος τούτου. ἁλόντος οὖν τοῦ Παμφίλου κλοπῆς δημοσίων χρημάτων καὶ δημευθείσης τῆς τούτου περιουσίας καὶ ἀθρόως τοῦ δημαγωγεῖν ἐκπεσόντος καὶ δυστυχοῦντος, εἰκὸς συνδυστυχεῖν ἦν καὶ κλάειν καὶ τὸν τούτου παράσιτον.
Ἀγύρριος δὲ: ὁ Ἀγύρριος ὑπερπλουτῶν ἦν καὶ ἔκλυτος ταῖς τρυφαῖς, ὡς καὶ ἀνακείμενος τῇ τραπέζῃ ἐναποπέρδεσθαι.
Φιλέψιος δὲ: ὁ δὲ Φιλέψιος ἦν ἐνδεὴς ὁμοῦ τε καὶ λάλος· καὶ διὰ πενίαν μύθους καὶ ἱστορίας λέγων μόλις διέζη.
ἡ ξυμμαχία δʼ οὐχὶ: ἅπερ οἱ πρώην γράφουσιν ἐνθάδε σχολιογράφοι, ἐκεῖθεν ὁ θέλων ἀναλεγέσθω καὶ τὸν Ἄμασιν πρότερον τοῦ Ψαμμητίχου δοκείτω καὶ τὸν Ψαμμήτιχον τύραννον Αἰγυπτίων ὑπερηκοντικότα σκαιότητι Βούσιριν. Τζέτζης δὲ τὸν Ἡρόδοτόν φησιν ἱστορεῖν μετὰ Σέθωνα τὸν βασιλέα Αἰγύπτου δώδεκά τινας τὴν βασιλείαν λαβεῖν, ὧν εἷς ὁ Ψαμμήτιχος. χρησμοῦ δὲ δοθέντος ὡς ὅστις ἂν ἐκ τῶν δώδεκα οἶνον ἐνσπείσῃ πρῶτος φιάλῃ χαλκῇ, βασιλεύσει πάσης Αἰγύπτου, ἐπεὶ πρὸς τὸ Ἡφαιστεῖον οἱ δώδεκα θύσοντες παρεγένοντο, ὁ ἀρχιερεὺς δὲ διαμαρτήσας τοῦ ἀριθμοῦ ἕνδεκα χρυσᾶς φιάλας ἐξήνεγκε καὶ ἔδωκε τοῖς ἕνδεκα βασιλεῦσιν ὡς σπείσωσι, περιελείφθη δὲ ὁ Ψαμμήτιχος, ἀφελόμενος δʼ ἐκ τῆς ἑαυτοῦ κεφαλῆς ἣν ἐφόρει κυνῆν, ὥσπερ φοροῦντες ἦσαν κἀκεῖνοι, οἶνον βαλὼν ἐν αὐτῇ, τὴν σπονδὴν ἐποιήσατο. οἱ δὲ λοιποὶ κατιδόντες καὶ τὸν χρησμὸν συνιέντες, ψιλώσαντες τῆς δυνάμεως, εἰς ἕλη ἐλαύνουσιν. ἐκεῖθε δὲ στείλας καὶ ἀκούσας ἐκ χρηστηρίου ὡς ἀπὸ θαλάσσης χεὶρ καὶ συμμαχία τούτῳ φανείη ἀνδρῶν σιδηρῶν, ἐν τῷ παντελεῖ τῆς ἀπελπιστίας ἐγένετο. χρόνῳ τινὶ δὲ ὕστερον Ἴωνες καὶ Κᾶρες λῃστεύοντες τριήρεσι κατῆραν εἰς Αἴγυπτον καὶ ἀποθορόντες ἔνοπλοι τῶν ὁλκάδων τὰς ἀγροικίας ἐλήϊζον, οὓς ἀπειροπόλεμός τις ἀγρότης ἰδὼν περιτρέχων ἐβόα σιδηροῦς ἄνδρας ληΐζεσθαι τοὺς Αἰγυπτίων ἀγρούς. ὅπερ ἀκηκοὼς ὁ Ψαμμήτιχος φίλους ἐκείνους πεποιηκὼς καὶ συμμάχους, καθαιρεῖ τοὺς ἕνδεκα καὶ μοναρχεῖ τῆς Αἰγύπτου, τοὺς Κᾶρας δὲ καὶ τοὺς Ἴωνας οὐ μετρίως τετίμηκε, δέδωκέ τε χώρας αὐτοῖς κατοικεῖν καὶ μυρίον τὸν ὄλβον, καὶ φιλέλλην τοσοῦτον ἐγένετο ὡς καὶ παῖδας αἰγυπτίους αὐτοῖς παραδοῦναι διδάξαι φωνὴν τὴν ἑλλάδα.
ἐρᾷ δὲ Λαῒς: κἀνταῦθα κενῶς μακρηγοροῦσιν οἱ παλαιοὶ σχολιογράφοι, δέον τουτὶ βραχέως εἰπεῖν· ὡς ἡ Λαῒς Ἐπιμάνδρας ἢ Πημάνδρας ὑπῆρχε θυγάτηρ ἐκ σικελικῆς πολίχνης Καρῶν καλουμένης, ἤχθη δὲ εἰς τὴν Κόρινθον ἢ ὠνηθεῖσα παρά τινος κορινθίου ὅτε Νικίας ὁ ἀθηναῖος τὴν Καρῶν πολίχνην ἐπόρθησεν, ἑπταετὴς δὲ ἐωνημένη, παρὰ τοῦ ταύτην ἐωνημένου δῶρον ἀπαίσιον ἐστάλη τῇ αὐτοῦ γυναικί. ἢ γοῦν οὕτω· τῇ Κορίνθῳ ἡ Λαῒς ἐπεφοίτησεν, ἢ ἐκ Διονυσίου τῆς Σικελίας τυράννου κεχαρισμένη Φιλοξένῳ τῷ κυθηρίῳ καὶ συναπελθοῦσα εἰς Κόρινθον, ἐκεῖ πᾶσιν ἐφιλήθη καὶ πόρνη περιβόητος γέγονε. Φιλωνίδου δέ τινος κορινθίου πλουσίου διὰ τὸν πλοῦτον αὐτοῦ προσεποιεῖτο ἐρᾶν, οὐ τοῦ ποιητοῦ Φιλωνίδου ἢ τοῦ βοώδους καὶ ἀπαιδεύτου Φιλωνίδου τοῦ Μελιτέως. ἀποδημήσασα δὲ καὶ εἰς Θετταλίαν κἀκεῖ πολλοῖς φιληθεῖσα, φθόνῳ ταῖς θετταλαῖς γυναιξὶν ἀναιρεῖται ξυλίνοις ῥοπάλοις ἐν αὐτῷ τῷ ἱερῷ Ἀφροδίτης, πανηγύρεως οὔσης, ἐν ᾗ ἄνδρες οὐ παρεγίνοντο.
ὁ Τιμοθέου δὲ πύργος: ὁ Τιμόθεος στρατηγὸς Ἀθηναίων, πλούσιος ὤν, πύργον μέγιστον κατεσκεύασεν ἐκ τῶν χρημάτων, ἅπερ αὐτῷ ἐκ πολέμων καὶ συνεχῶν τροπαίων ἐγίνοντο. ὧν ἕνεκά τινες τὸν ἄνδρα φθονοῦντες αὐτὸν μὲν κοιμώμενον ἐζωγράφουν, τὴν δὲ Τύχην αὐτῷ τὰς πόλεις προσφέρουσαν ἡλωκυίας δικτύοις ὥσπερ ἰχθύας· ὅ ποτε θεασάμενος αὐτὸς ἐπέγραψέ τε καὶ εἶπεν· «εἰ καθεύδων τοιαῦτα ἵστημι τρόπαια, τί με οἴεσθε ποιήσειν ἐγρηγορότα;» χρόνῳ δὲ ὕστερον ἐς ἀπορίαν ἐσχάτην ὁ τοιοῦτος ἀνὴρ συνηλάθη.
ἐμπέσοι γέ σοι: τὸ σχῆμα παρʼ ὑπόνοιαν· ἀντὶ γὰρ τοῦ εἰπεῖν «εἴθε καί σοι τόσων ὑπῆρχε χρημάτων σωρός», οὕτως εἶπεν.
ἔρωτος. ἄρτων: ἕνεκα τοῦ γέλωτος τῆς κωμῳδίας, τοῦ δεσπότου περὶ σπουδαίων πραγμάτων διαλαμβάνοντος, ὁ δοῦλος τὰ περὶ βρωμάτων φησίν.
πλὴν ἓν μόνον δέδοικα: ἓν μόνον δέδοικα· πῶς, φησί, γενήσομαι κύριος τῆς ἧς λέγετέ μοι προσεῖναι δυνάμεως;
νὴ Δίʼ ἀλλὰ καὶ λέγουσι: μὰ τὸν Δία, γενήσῃ δηλονότι δεσπότης τῆς δυνάμεως, ἧς σοι φαμέν· ἀλλὰ καλῶς φασι πάντες ὅτι δειλὸς ὁ πλοῦτός ἐστιν· ἀγωνιῶντες γὰρ οἱ πλούσιοι περὶ τῶν χρημάτων, πολλῇ φυλακῇ ταῦτα συγκρύπτουσι· καὶ πρὸς μάχας δὲ καὶ πολέμους φιλοζωοῦντες διὰ τὸν πλοῦτον καὶ τὴν τρυφὴν πολλῷ τῶν ἐνδεῶν δειλότεροι καθεστήκασι. καὶ Εὐριπίδης· «δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν». ἐκ δὲ τοῦ ἐναντίου ἔφη τις Συβαρίτης πρὸς τὸ τῶν Λακώνων σκληρόβιον ἀπιδών· «οὐ μέγα τὸ θανατᾶν πολέμοις τοὺς Λάκωνας ἐπιθυμοῦντας ῥᾷον ἀπαλλαγῆναι τῆς σκληροβίου διαγωγῆς». δειλὸν καὶ τὸν πλοῦτον αὐτὸν καὶ τοὺς θησαυροὺς λέγουσιν, ἀνθʼ ὧν εἱρκταῖς τε φρουροῦνται καὶ κατὰ γῆς κατορύττονται· ὅθε καί τις σοφός «διὰ τί ὠχρόν ἐστι τὸ χρυσίον;» ἐρωτηθείς, «ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύοντας» ἀπεκρίνατο.
μὴ νῦν μελέτω σοι μηδέν: ἀντιπτωτικῶς κατὰ τοὺς Ἀττικοὺς ἀντὶ τοῦ «μηδενός».
ἀνὴρ πρόθυμος: οὕτως εἶπεν, ὅτι ἀνθρωπόμορφον τὸν Πλοῦτον ἑώρα.
«πράγματα» δὲ ἀττικῶς μὲν τὰ ἀνιῶντα καὶ δυσχερῆ λέγονται, νῦν δὲ τὰς ἐργασίας φησὶ καὶ τὴν ὑπόθεσιν περὶ ἧς βουλεύονται, τουτέστι τὸ εἰς Ἀσκληπιοῦ τοῦτον ἀπαγαγεῖν καὶ ἰάσασθαι.
ὀξύτερον Λυγκέως: «λὺγξ λυγγός» ὄνομα πάθους, ὃ πάνυ παχέως καὶ ἀμαθῶς κλόξος καλεῖται, καὶ «λὺγξ λυγγός» ὄνομα θηρίου διὰ δύο γράφεται γάμμα· «Λυγκέως» δὲ γράφεται διὰ γ καὶ κ. διάφοροι δὲ γεγόνασιν οἱ Λυγκεῖς, ὁ τοῦ Αἰγύπτου παῖς καὶ ὁ τοῦ Ἀφαρέως τοῦ λάκωνος, ὢν καὶ οὗτος ὀξυδερκέστατος καὶ σὺν ἑτέροις Λυγκεῦσιν ὁ τὰ ὑπὸ γῆν κεκρυμμένα βλέπειν λεγόμενος μυθικῶς, ἀλληγορικῶς δὲ ὁ πρώτως ἐπινοήσας χρυσόν, ἄργυρον, σίδηρον, μόλιβδον καὶ πᾶν μέταλλον ἐκ γῆς ἀνορύττειν.
Πυθικὴν σείσας δάφνην: «Πύθων» ὄνομα κύριον· «Πυθών» δὲ φωκικῆς πόλεως ὄνομα, ἔνθα ἦν τὸ μαντεῖον Ἀπόλλωνος, Πυθὼν δὲ ἐκλήθη ἢ ἀπὸ τοῦ πύθω, τὸ σήπω· ἐκεῖ γὰρ Ἀπόλλωνι τοξευθεῖσα ἡ Δελφύνη δράκαινα βιαζομένη καὶ δειματοῦσα Λητὼ ἔκειτο πυθομένη· ἢ ὅτι ἐκεῖσε πολλοὶ ἀφικνούμενοι ἐπυνθάνοντο τῶν χρησμῶν· περὶ γὰρ τὸν Παρνασὸν τὸ ὄρος τὸ τῆς Φωκίδος χάσμα τι πρότερον ἦν, ἐξ οὗ ἀνεφέρετο πνεῦμα θεῖον δαιμόνιον· αἲξ δὲ καὶ πρόβατον τῶν ἐκεῖσε τὴν νομὴν ποιουμένων, ὡσαύτως δὲ καὶ ὁ ποιμὴν ὕστερον ἐπικύψας τῷ χάσματι μανικόν τι μαντικὸν ἐφθέγγοντο μέλος καὶ ἔνθεον, μᾶλλον δὲ ὁ ποιμὴν διʼ ἐπῶν ἑξατόνων· ὑστέρῳ δὲ χρόνῳ ναὸν εἰς τὸν τόπον δειμάμενοι καὶ τὸ χάσμα διαφανέσι μαρμάροις καλύψαντες, ὡς ἰσθμίον καὶ στόμα φρέατος παρεικότες ἀνεπικάλυπτον, αὐτὸ ἐπικρύπτοντα ἔστησαν τρίποδα μαντικόν, παρʼ ᾧ παριδρυμέναι παρθένοι προφήτιδες δαφνίνοις ἐστεμμέναι τοῖς στέμμασιν ἐκ τοῦ ἐκεῖ πνεύματος τοῦ ἐκ τοῦ χάους ἀναφερομένου διὰ τοῦ τρίποδος ἐθεσπιῴδουν τοῖς πυθομένοις τὰ μέλλοντα. ἀξιῶ γοῦν ὑμᾶς μὴ κατʼ ἀμαθεῖς τινας καὶ βαρβάρους λέγειν περί τινος, ὡς Πύθωνος πνεῦμα ἔχει ἀλλὰ Πυθῶνος, ὡς ὁ Τζέτζης ἤδη ἐδίδαξεν.
παπαῖ πονήρους: νῦν σχετλιαστικόν, ἐκπληκτικὸν δὲ ἀλλαχοῦ καὶ θαυμαστικὸν ἐπίρρημα.
πονήρους δὲ ἀσθενεῖς, κατακόπους· πρὸς ἃ Χρεμύλος φησίν· «οὐκ ἀσθενεῖς ἔσονται, εἰ αὖθις πλουτήσουσιν».
τοὺς ξυγγεώργους: ὡς τὸ «συστρατήγους» βαρυτόνως δεῖ γράφειν.
ταλαιπωρουμένους: κοπιῶντας, πονοῦντας.
τὸ «ἴσον» οἱ κωμικοὶ καὶ οἱ τραγικοὶ βραχὺ καὶ μακρὸν δέχονται ὡς τὸ «καλόν».
τὸ κρεάδιον ἢ μοῖραν ἐκ τῶν τῆς θυσίας κρεάτων, ἣν ἔφερον δοῦναι τοῖς κατʼ οἶκον, ὡς καὶ Πρίαμος παρʼ Ὁμήρῳ τῇ γάμμα ῥαψῳδίᾳ ποιεῖ—φησὶ γάρ· «ἄρνας θέτο ἰσόθεος φώς»—, ἤτοι τὴν ἐξ ἀρνῶν μερίδα κρεῶν· οὕτω κἀνταῦθα τὸ κρεάδιον νοητέον ἢ τὸ τῆς θυσίας λεβητάριον. κρεῖον γὰρ καὶ κρέον τὸ κρεωδόχον ἀγγεῖον, ὥς φησι καὶ Ὅμηρος· «αὐτὰρ ὅ γε κρεῖον μέγαν ἔμβαλεν ἐν πυρὸς αὐγῇ».
ἐμοὶ μελήσει: εἰρηκότος τοῦ Καρίωνος «ἐγὼ μὲν βαδίζω, τὸ δὲ κρεάδιον φροντισάτω τις τῶν ἔνδον εἰσενεγκεῖν», φησὶν ὁ Χρεμύλος «ἐμοὶ περὶ τούτου φροντιστέον· σὺ δὲ ἀλλὰ σπεύδων τρέχε», εἶτά φησι καὶ τῷ Πλούτῳ ἅ, δοκῶ, νοοῦσιν ὡς εὔληπτα πάνυ καὶ πέτραι ἀναίσθητοι· «σὺ δέ, Πλοῦτε κράτιστε πάντων θεῶν, δεῦρο καὶ ἐνταῦθα εἴσιθι μετʼ ἐμοῦ· αὕτη γάρ μού ἐστιν ἡ οἰκία, ἣν σὲ δέον ἐστὶ σήμερον μεστὴν ποιῆσαι χρημάτων καὶ δικαίως καὶ ἀδίκως». οὕτω δὲ εἶπεν ἢ χάριν τοῦ κωμικοῦ γέλωτος ἢ ἀττικῶς· οἱ Ἀττικοὶ γὰρ «δικαίως καὶ ἀδίκως» φασὶν ἀντὶ τοῦ «παντὶ τρόπῳ» καὶ «πάσῃ τέχνῃ». κράτιστον δὲ πάντων θεῶν καλῶς εἶπε τὸν Πλοῦτον· καὶ ῥώμη γὰρ καὶ ἀνδρεία καὶ σοφία καὶ κάλλος καὶ φρόνησις καὶ ἕτερα τοιαῦτα μυρία θεοὶ λέγονται· πάντα δὲ τοῦ πλουτεῖν ὑπήκοα καθεστήκασιν.
ἀλλʼ ἄχθομαι: σημειωτέον ὅτι τῷ «μά» ἀπωμοτικῷ ὄντι μορίῳ, νῦν, ὡς ἡ κοινὴ λέγει συνήθεια, κατωμοτικῶς τούτῳ ἐχρήσατο, καί φησιν «ἀλλὰ βαρύνομαι πάνυ καὶ φορτικὸν ἥγημαι ἀεὶ εἰσερχόμενος ἀπʼ ἄλλης εἰς ἄλλην οἰκίαν».
ἢν μὲν γὰρ εἰς φειδωλὸν: φειδωδός τις ὤν· φασὶ καὶ «φειδωλός» τροπῇ τοῦ δ εἰς λ. ἐγὼ δέ φημι· ὁ φειδόμενος λίαν καὶ σκνιφός.
ἔξαρνός ἐστι: ἀπαρνούμενος, λέγων μηδʼ ἰδεῖν μέ ποτε, τουτέστι λέγων μηδὲ βραχὺ ἔχειν τι πλούτου χρῆμα.
ἢν δʼ ὡς παραπλῆγʼ: παραπλήξ· ὁ πάρεσιν καὶ ἡμιπληξίαν νοσήσας, φθοροποιοῦ τινος χυμοῦ πλεονάσαντος. καὶ οἱ καύσοις πυρετοῖς παρακόπτοντες, μᾶλλον δὲ οἱ ὁπωσδήποτε τὰς φρένας ἀποβαλόντες ἢ καινοτέροις θεάμασιν ἢ κεραυνοῖς ἢ κρότοις ῥαγδαίων βροντῶν, οἳ καὶ ἐμβρόντητοι λέγονται, οἱ τοιοῦτοι κυρίως παραπλῆγες καλοῦνται. νῦν δὲ παραχρηστικῶς τὸν ἀνόητον καὶ ἀπαίδευτον «παραπλῆγα» φησίν.
«εἰσελθὼν» δὲ «τύχω» ἀντὶ τοῦ «εἰσέλθω»· οἱ γὰρ Ἀττικοὶ ταῖς μετοχαῖς ἀντὶ ῥημάτων χρῶνται, καὶ κατὰ παρολκὴν δὲ καὶ περίσσειάν τινα προστιθέασιν «ἔχω» ἢ «τύχω» καὶ ἕτερα, ὡς τὸ «παίζεις ἔχων», μᾶλλον δὲ τὸ «κρύψαντες γὰρ ἔχουσι» καὶ «εἰσελθὼν τύχω».
πόρναισι καὶ κύβοισι παραβεβλημένος καὶ ῥιφείς, πόρναισι καὶ κύβοισι καὶ πεσσοῖς, ἐν ἀκαρεῖ καὶ βραχεῖ χρόνῳ, θύραζε καὶ ἐκτὸς ἐκπίπτω γυμνός· τουτέστιν ἐὰν ἄφρων πλουτήσῃ, ταχέως ἐνδεὴς καὶ γυμνὸς γίνεται, τὰ χρήματα καὶ τὴν χάριν τοῦ πλούτου πόρναις ἀναλίσκων καὶ κύβοις. ἀκαρεῖ δὲ χρόνῳ, τῷ βραχυτάτῳ, ἢ ἀκαρεῖ καὶ πρὸ ὥρας, ἢ ἀπὸ τοῦ τῷ συντόμῳ μηδὲ τρίχα δύνασθαι κεῖραι.
μετρίου γὰρ: συμμέτρου τοῦ μήτε φειδωλοῦ μήτε ἀσώτου· τὸ «πῶ ποτε» δὲ περίσπα καὶ μὴ ὄξυνε· δύο γὰρ λέξεις εἰσὶ τό τε «πῶ» καὶ τὸ «ποτέ», ἀλλʼ οὐ μία πρὸ δύο συλλαβῶν ἔχουσα τὸν τόνον καὶ ἀπαιτοῦσα ὀξεῖαν.
ἐγὼ δὲ τούτου τοῦ τρόπου: «ἐγὼ δὲ τούτου τοῦ τρόπου τοῦ συμμέτρου πως ὑπάρχω ἀεί». τὸ «πως» οὐ θαυμαστικόν, ἀλλὰ «πως» καὶ διὰ τρόπον τινά, ἤτοι· «διʼ οἰκονομίαν σύμμετρός εἰμι ἀεί. χαίρω γὰρ φειδόμενος, οὗ δέον ἐστὶ φείδεσθαι, καὶ πάλιν ἀναλῶν, οὗ πρεπῶδες τὸ ἀναλίσκειν».
ἀλλʼ εἰσίωμεν: «ἀλλʼ εἰσέλθωμεν εἰς τὴν οἰκίαν, ἵνα σὲ καὶ ἡ γυνὴ καὶ ὁ υἱός μου θεάσηται· ὅντινα υἱόν μου φιλῶ μετὰ σέ, ἤτοι πρῶτον φιλῶ τὸ πλουτεῖν, δευτέρως δὲ μετὰ τὸ πλουτεῖν τὸν υἱόν». καὶ ὁ Πλοῦτός φησι· «πείθομαι, ἤτοι πεισθείς σου τοῖς λόγοις εἰσέρχομαι», ἢ χάριν τοῦ γελοιώδους φησί· «πείθομαί σου τοῖς λόγοις» τουτέστι «πιστεύω σοι, ὅτι πρώτως ἐμὲ φιλεῖς, δευτέρως δέ σου τὸν υἱόν». πρὸς ὃ πάλιν καὶ ὁ Χρεμύλος φησί· «τί γὰρ ἄν τις», ἤτοι διατί γάρ τις οὐ λέγοι ἂν πρὸς σὲ τἀληθῆ; τὸ δὲ «τις» νῦν ἀντὶ τοῦ «πᾶς» ἢ ἀντὶ τοῦ «ἐγώ».
ὦ πολλὰ δὴ τῷ δεσπότῃ: χοροῦ μέρος ἢ ὁ Καρίων θεράπων. οὗ μέχρι χωρίου ἦσαν ἰαμβικοὶ στίχοι τρίμετροι· ἐντεῦθε δὲ τετράμετροι, οὓς οἱ διδάξαντες περὶ κωμῳδίας, ὁ ἐξ Ἀλικαρνασσοῦ τε Διονύσιος, Εὐκλείδης τε καὶ ὁ Κράτης, ἀναπαιστικούς φασιν, ἐγὼ δὲ ἀντισπαστικούς τε καὶ παιωνικούς. ἀλλʼ εἰς θατεριστὰς ἀχαρίστους ἀδιαφοροδιχρόνους κουτρουβιτζίως ἓν πάντα ταῖς λογικαῖς τέχναις δοκοῦντας τὰ τεχνικά τε καὶ τὰ βάρβαρα, μᾶλλον πολλῷ τε τὰ βάρβαρα προτιθεμένους τῶν τεχνικῶν, τίς ἂν τίς μάτην ψογοίη λεπτολογῶν τὸ καθʼ ἕκαστον;
ταὐτὸν θύμον: ὁ Καρίων ἐς τοὺς ἀγροὺς πεφθακὼς μετακαλεῖται τοὺς γεωργοὺς καί φησιν· «ὦ γεωργοὶ δίκαιοι πένητες ἄνθρωποι, τὸ ἓν καὶ αὐτὸ εὐτελὲς λάχανον πολλάκις τῷ ἐμῷ συμφαγόντες δεσπότῃ, πορεύεσθε, σπεύδετε, καὶ ἐγκονεῖτε καὶ κονιορτὸν ἀνεγείρετε τῷ εὐτόνῳ τῷ τοῦ βαδίσματος· οὐ γὰρ καιρός ἐστι νῦν βραδυτῆτος, ἀλλʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς, τοῦ μέσου ἢ τῆς ὀξύτητος, ἐν ᾗ δεῖ παρόντας ὑμᾶς βοηθεῖν». οὗτος μὲν ὁ νοῦς ἐστι πάνυ εὐτελῶς ἀνεπτυγμένος, ὡς πρὸς τὸ σοὶ θελητόν.
«ταὐτόν» μετὰ τοῦ ν ὡς καὶ τὸ «τοιοῦτον»· πᾶν γὰρ οὐδέτερον ἀρσενικῷ παρεσχηματισμένον· ἀττικῶς δὲ «ταὐτό» καὶ «τοιοῦτο» φαμὲν δίχα τοῦ ν.
ταὐτὸν θύμον φαγόντες: θύμβρον καὶ θύμβρα εἶδος ἡδύσματος· θύμος δὲ φύτρον θαμνῶδες, οὗ κόρυμβοι μὲν τὸ καλούμενον ἐπίθυμον, τὰ δὲ κάτω φρυγάνων δίκην συλλέγεται ἀττικοῖς πένησι χρησιμεύοντα ἕψειν τροφὴν εὐτελῆ. εἰ δὲ καὶ ἐσθίεσθαι πέφυκεν, ὡς οὗτός φησιν, οὐ συνίημι. «θύμον» δὲ καὶ «θύμος» βαρύνεται καὶ συστέλλεται· τὸ δὲ «θυμός» ὀξύνεται καὶ μακρὸν ἔχει τὸ θυ· τὰ γὰρ εἰς μος ἀρσενικὰ δισύλλαβα ὀξύτονα μακρῷ θέλει παραλήγεσθαι, «ζωμός, βωμός, ὠμός, χυμός, θυμός» καὶ τὰ ὅμοια· τῶν δὲ βαρυτόνων τινὰ συστέλλεται, «νόμος, γόμος, δόμος, θύμος», τινὰ δὲ ἐκτείνεται· καὶ τὸ «ψυχή» δὲ καὶ τὸ «ψύχη» ὁμοίως τῷ «θυμός» καὶ «θύμος»· τὰ εἰς χη γὰρ θηλυκὰ δισύλλαβα ὀξυτονούμενα μὲν ἐκτείνει τὴν παραλήγουσαν, οἷον «βρυχή, ψυχή», βαρυνόμενα δὲ συστέλλει αὐτὴν οἷον «ψύχη» καὶ εἴ τι ὅμοιον. ἡ δὲ ψύχη ζῳύλλιόν ἐστι πετόμενον, θήραμα παιδίων καὶ παιδιά· ψύχαι δέ εἰσιν αἱ μὲν ἐρυθροποικιλόπτεροι, αἱ δὲ λευκόπτεροι βαμβυκίνῳ χάρτῃ ὅμοιαι τὰ πτερά. οὕτω τεχνικῶς εἰσι πάντα τὰ πάλαι γεγραμμένα καὶ πρὸς κανόνων ἀκρίβειαν, κἂν τοῖς θατερισταῖς μιχαηλάτοις τε καὶ βλασφημακάτοις κανόνες λογικῶν τεχνῶν ἀκριβέστατοι, καὶ ὁ Τζέτζης ἐστύγηται· ὅθε πρὸς ἀχαρίστους καὶ ἀδαήμονας λέγειν κανόνας ἐπιστημῶν καὶ τεχνῶν λογικῶν παρεάσει· ἔστωσαν δὲ καὶ ἡγείσθωσαν τούτοις πάντα ταὐτόν.
οὐκοῦν ὁρᾷς ἡμᾶς: «οὐκοῦν, καὶ λοιπόν, ὁρᾷς ἡμᾶς, φασίν, ὁρμωμένους προθύμως πάλαι». οἱ δὲ τὸ «πάλαι» φασὶ «συντόμως» σημαίνειν. «ὁρᾷς οὖν ἡμᾶς» φασὶ «πάλαι ὁρμωμένους, ἀφʼ οὗ ἄγγελος ἡμῖν παραγέγονας· σὺ δʼ ἀξιοῖς γέροντας ἄνδρας σοι βαδίζειν ἐπίσης»· καὶ ὁ Καρίων μὴ προειπών τι πρὸς αὐτούς, διαγελῶν δῆθεν ὡς γέροντας καὶ κωφούς, «πάλαι» φησὶν «εἶπον ὑμῖν ὡς ὁ ἐμὸς δεσπότης ὑμᾶς ζῆσαί φησι γλυκεῖαν ζωὴν ἀπαλλαγέντας ψυχροῦ βίου καὶ ἐπιπόνου, ὑμεῖς δὲ τοῖς ὠσὶ κωφοὶ ὄντες οὐκ ἀκούετε».
ῥυπῶντα, κυφόν: ῥυπαρόν, ἄλουτον. κυφόν· κυρτόν. ἄθλιον· ἐνηθληκότα μὴ καρτερήσαντα πολλὰ δυσχερῆ. ῥυσσόν· ἐρρυτιδωμένον, γεροντόδερμον· ῥυσσοῦται γὰρ τῶν γερόντων τὸ δέρμα καὶ ὡς ταφρείας ποιεῖ καὶ σκληρύνεται καὶ οὐκ ἔστι λεῖον καὶ ἁπαλὸν καθάπερ τὸ νεοτήσιον. μαδῶντα· κόμας μὴ ἔχοντα, ἄτριχα. νωδὸν δέ, ὀδόντας μὴ ἔχοντα. ψωλόν: ἢ περίμηκες τὸ σπερμογόνον μόριον ἔχοντα ἢ τοὺς διδύμους κατεσπασμένους.
ὦ χρυσὸν ἀγγείλας ἐπῶν: συνεικότες οἱ γέροντες ὡς πολύπειροι ἐξ ὧν εἶπεν αὐτοῖς ὁ Καρίων, ὅτι πεπλούτηκε Χρεμύλος ὁ τούτου δεσπότης, φασίν· «ὦ χρυσὸν καὶ τίμιον λόγον ἢ πλοῦτον ἀγγείλας ἐξ ὧν λέγεις, πῶς λέγεις εἰπέ μοι· δηλοῖς γὰρ ἡμῖν τὸν σὸν δεσπότην ἐφευρηκέναι χρημάτων σωρόν». «σωρός» ἀρσενικῶς τὸ πλῆθος, διὰ τοῦ ω μεγάλου, ἐκ τοῦ σώω σῶ τὸ σωρεύω τὰ ῥέοντα καὶ ὀλισθαίνοντα καὶ σμικρά, κέγχρον κριθὴν σῖτον ὄρυζαν κάνναβιν ὄσπρια. ἡ «σορός» δὲ ὁ τάφος θηλυκῶς καὶ μικρόν. οἱ γὰρ ἐν τάφοις τεθέντες εἰς ῥοὴν καὶ φθορὰν σεύονται καὶ ὁρμῶσιν.
πρεσβυτικῶν μὲν οὖν κακῶν: ταυτὶ μὲν ἐκ πείρας εἶπον οἱ γέροντες στοχαζόμενοι ὡς πλοῦτον Χρεμύλος ἐφεύρηκεν. ὁ δὲ Καρίων τὸν φανέντα αὐτοῖς ἀνθρωπόμορφον Πλοῦτον τυφλόν τε εἰδὼς ἀκριβῶς καὶ γεροντικὰ μυρία κεκτημένον τὰ δυσχερῆ, φησὶ πρὸς αὐτούς· «δηλῶ μὲν οὖν αὐτὸν γεροντικῶν κακῶν ἔχοντα σωρόν, οὐ μὴν χρημάτων».
μῶν ἀξιοῖς: πάλιν δὲ οἱ γέροντες πρὸς αὐτόν· «μὴ οὖν ἄξιον νομίζεις φενακίσας καὶ ἀπατήσας ἡμᾶς ἀπαλλαγῆναι ἀζήμιος ἤτοι ἄνευ πληγῶν καὶ τιμωρίας, καὶ τότε βακτηρίαν ἐμοῦ κατέχοντος, ἐν ᾗ καὶ στηρίζομαι;»
φενάκη δὲ ἡ ἀπάτη, ἀπὸ τῆς ἐπιθέτου καὶ ξένης κόμης, ἣν αἱ γυναῖκες περιτιθέμεναι ἀπατῶσιν, αὑταῖς διʼ αὐτῆς ἐπίθετον θηρώμεναι καλλονήν.
ζημία· ζωῆς μείωσις ἢ διὰ τιμωριῶν ἢ ἀφαιρέσεως χρημάτων.
βακτηρία δὲ ᾗ τις βαδίζων ἐπερείδεται· ῥᾷβδος δὲ ἡ ῥαπίζουσα· ῥάπις ῥάπιδος καὶ ἀπὸ τῆς ῥᾷβδος.
πάντως γὰρ ἄνθρωπον: τὸ πάντως περισσῶς κεῖται καὶ ὁ νοῦς οὐκ ἔχει δυσχέρειαν· «εἰς τὰ πάντα ψευδολογεῖν με νομίζετε καὶ μηδὲν ὑγιὲς λέγειν καὶ ἀληθές». καὶ ὁ Χορός· «ὡς σεμνὸς ἀντὶ τοῦ καὶ λίαν σεμνὸς καὶ ἀλαζονικός ἐστιν ὁ Καρίων καὶ ἐπηρμένος, ὁ ἐπιτριβόμενος ἀεὶ ταῖς πληγαῖς ὡς δοῦλος μαστιγίας, ἢ ὁ ἄξιος ἐπιτριβῆναι». σεμνὸς λέγεται ἀλλαχοῦ καὶ ὁ σεβασμοῦ ἄξιος, ὡς τὸ «βίου σεμνοῦ ἄνθρωπος». αἱ κνῆμαι, τὰ πρὸς τοὺς πόδας μέσα τῶν σκελῶν. «χοῖνιξ» πᾶν περιφερές, καὶ ὁ μέδιμνος δὲ χοῖνιξ καλεῖται. νῦν δὲ χοίνικας τὰς ποδοπέδας φησίν.
ἐν τῇ σορῷ νυνὶ: παίζων ὁ Καρίων καὶ πρὸς τοὺς γέροντας ἀστεϊζόμενος, δέον εἰπεῖν ὅτι «ὅσον οὐκ ἤδη γενήσεσθε δικασταὶ καὶ τοῖς δέκα τῶν Ἀθηναίων δικαστηρίοις λαγχάνοντες κλήροις γραμμάτων δικάσετε, ὁτὲ μὲν περὶ τὴν Ἡλιαίαν, ὁτὲ δὲ περὶ τὸν Ἄρειον πάγον ἢ τὸ ἐν Φρεαττοῖ δικαστήριον ἢ περὶ ἕτερον τῶν δικαστηρίων, τῶν κηρύκων ὑμῖν ἐκεῖ διδόντων τὰ σύμβολα, τὸ δικαστικὸν πινακίδιον καὶ τὴν βακτηρίαν», οὕτω παίζων ὡς πρὸς τοὺς γέροντας λέγει· «τὸ γράμμα τοῦ σοῦ κλήρου δικάζειν ἔλαχεν ἐν τῷ τάφῳ, καὶ ὁ Χάρων ἀντὶ κήρυκος τὸ σύμβολόν σοι τὸ δικαστικὸν δίδωσι· σὺ δὲ βραδύνεις καὶ οὐ βαδίζεις;» ἀλλὰ καὶ καθʼ ἱστορίαν λεκτέον μοι· δέκα μὲν ἦσαν τὸ πρὶν ἐν ταῖς Ἀθήναις φυλαὶ καὶ ἰσάριθμα ταύταις τὰ δικαστήρια καὶ δέκα δὲ δικασταί, εἷς ἀφʼ ἑκάστης φυλῆς, καὶ ἕκαστον τῶν δέκα δικαστηρίων περὶ τὰ πρόθυρα γεγραμμένον πυρρῷ χρώματι τοῦ οἰκείου ὀνόματος εἶχε τὸ πρῶτον στοιχεῖον, οἷον ἄλφα ὁ Ἄρειος πάγος, ἦτα ἡ Ἡλιαία, τὸ ἐν Φρεαττοῖ φῖ καὶ τὰ λοιπὰ δὲ ὁμοίως. οἱ δέκα γοῦν δικασταὶ ἀνὰ ἕκαστον τῶν δέκα δικαστηρίων καὶ ῥᾷβδον εἶχον ἔχουσαν τὸ πρῶτον στοιχεῖον ἐγγεγραμμένον τοῦ τε ὀνόματος τοῦ δικαστηρίου καὶ τοῦ δικαστοῦ. ἵνα δὲ μὴ εἰδότες ἐν ποίῳ μέλλουσι τῶν δικαστηρίων δικάζειν δικάζοντες τὰς κρίσεις λυμαίνοιντο, ὅτε καιρὸς ἦν τοῦ δικάζειν, συνήρχοντο πάντες καὶ ἐκληροῦντο ἐν μέσῃ τῇ ἀγορᾷ καὶ κατὰ τὸν ἐκβάντα κλῆρον τοῦ γράμματος τοῦ δικαστηρίου καὶ ἑαυτοῦ ἕκαστος ἀπερχόμενος ἐλάμβανε παρὰ τοῦ κήρυκος τοῦ ἐκεῖ ἑαυτοῦ τε τὴν βακτηρίαν καὶ τὸ πινακίδιον ἤγουν δελτάριον καὶ οὕτως ἐδίκαζεν.
ὡς μόθων εἶ καὶ φύσει: μόθων· εἶδος αἰσχρᾶς ὀρχήσεως καὶ δουλοπρεποῦς· ἢ ἄτιμος, φλύαρος, ἀπὸ τῶν δούλων· τοὺς γὰρ συντρεφομένους οἰκογενεῖς τοῖς ἐλευθέροις παισὶν οἱ Λάκωνες μόθωνας ἐκάλουν. ἢ ὅτι Ἀθηναῖοι μόθωνας χειρωσάμενοι, φασίν, εἰς ἄτιμον δουλικὴν τύχην περιέστησαν καὶ ἄλλα δέ τινα κρουνοχυτρόληρά φασι τοιάδε, ὥσπερ καὶ κοβάλους δαίμονάς τινας σκληροὺς εἶναι λέγουσι περὶ τὸν Διόνυσον. Τζέτζης δέ φησι πρὸς ταυτί· «νεώτερος ἤμην καὶ γὰρ ἐγήρασα, καὶ ἱστοριῶν βίβλους διῆλθον ὁπόσας λέγειν ἐῶ· οὐκ ἤκουσα δὲ περὶ τὸν Διόνυσόν τινας δαίμονας καλουμένους κοβάλους, ἀλλὰ κοβάλους ζῷα μιμηλότατα οἶδα καλούμενα, ἃ γένους πιθήκων εἰσίν, οὐ τὰς μιμοὺς λέγω, ἀλλʼ αὐτοὺς τοὺς σατύρους τοὺς καὶ ἀρκοϊζιανούς· μιμηλότατον γὰρ τοῦτο τὸ ζῷόν ἐστιν».
Μίδας μὲν οὖν, ἢν ὦτʼ ὄνου: τοῦ Χοροῦ τῶν γερόντων εἰπόντος· «ἔξεστιν ἡμῖν πᾶσι πλουτῆσαι;», φησὶν ὁ Καρίων· «ἰσόπλουτοι Μίδᾳ τῷ Φρυγῶν γενήσεσθε βασιλεῖ· μόνον δέον ὑμᾶς κατʼ ἐκεῖνον σχεῖν ὄνου ὠτία». ἀλλὰ καὶ τὴν ἱστορίαν καὶ τὴν ἀλληγορίαν ῥητέον μοι. οὗτος ὁ Μίδας εὔξασθαι λέγεται τοῖς θεοῖς, οὗπερ ἂν ἅψαιτο μεταμείβεσθαι πρὸς χρυσόν, ἐκχρυσουμένων δὲ τούτῳ καὶ τῶν βρωμάτων, λιμῷ χρυσῇ τεθνηκέναι. λέγεται δὲ οὗτος καὶ ὄνου ἔχειν ὠτία, ἀλλʼ ἤδη ταῦτα καὶ ἀλληγορητέον μοι· ἐρασιχρήματος ἄκρως ἦν ὁ ἀνὴρ καὶ πάντα πιπράσκων ὡς καὶ τὰ εἰς βρῶσιν αὐτῷ κομιζόμενα ἐστένου τὴν γαστέρα κατανομιστεύων καὶ ἐξαργυριζόμενος καὶ πάντα ἀποχρυσῶν· ὅθε καὶ λιμῷ ἐκμετρῆσαι τὸν βίον ἐνεμυθεύσαντο· ἀλλὰ ταυτὶ πλατέως ταῖς ἐμαῖς ἐκτέθειται Ἱστορίαις. ἔχειν δὲ ὦτα λέγεται ὄνου, ἢ τῷ μακρὰ ἔχειν ὠτία ἢ τῷ ὀξυήκοος εἶναι—ὀξυηκοώτατον γὰρ ὁ ὄνος—, ἢ τῷ πολλοὺς ὠτακουστὰς ἔχειν, ἢ ὅτι κώμην Φρυγῶν Ὦτα ὄνου καλουμένην λῃστὰς ἔχουσαν ἔσχε καὶ ἀνεῖλεν ἄρδην αὐτούς.
καὶ μὲν ἐγὼ βουλήσομαι: «ὑμεῖς μὲν» ὁ Καρίων «βούλεσθε» φησὶ «χορεύειν· ἐγὼ δὲ μιμούμενος τὸν παρὰ Φιλοξένῳ τῷ Κυθηρίῳ θρεττανελὸ καὶ κιθαριστὴν Κύκλωπα καὶ οὕτω τύπτων ὑμᾶς τοῖς ἐμοῖς ποσὶ παρὰ τὰς πυγὰς ἤτοι ῥοθοπυγίζων ἄγειν θελήσω πρὸς τὸν δεσπότην μου». τὰ δὲ πρὸς τὸν Φιλόξενον τοιαδί· μὴ γὰρ πεισθείης τοῖς παλαιοῖς σχολιογράφοις. οὗτος διθυραμβικὸς τελῶν ποιητὴς τῷ γένει Κυθήριος, ἐν Σικελίᾳ διάγων, μεγάλως παρὰ τοῦ τυράννου Διονυσίου ἐστέργετο πολυμαθείας τε καὶ δεξιότητος φύσεως. σύγγραμμα δὲ οἰκεῖόν ποτε δόντος αὐτῷ τοῦ Διονυσίου καὶ εἰρηκότος «Φιλόξενε, δίελθέ μου καὶ ἐπανόρθου τὸ σύγγραμμα καὶ χίου δὲ εἰ πλημμελές τι εὑρήσειας ἐν αὐτῷ», ἀρχῆς ἀπʼ αὐτῆς μέχρι καὶ τέρματος τὸ πᾶν κατεχίωσεν, ἐφʼ ᾧ δυσχεράνας ὁ τύραννος εἰς τὰς λατομίας τοῦτον ἀπέσταλκε, κἂν εὐθέως ἐκεῖθεν αὐτὸν μετεπέμψατο· σφόδρα γὰρ ἐφίλει τὸν ἄνδρα. οὗτος δὲ δρᾶμα ἐξέθετο κατʼ αὐτοῦ ἐσχηματισμένον διὰ τὸ σκαρδαμύττειν καὶ ἀμβλυωπεῖν Διονύσιον, παράγων αὐτὸν ὥσπερ ἐκεῖνον τὸν Κύκλωπα τὸν Πολύφημον ἐρῶντα τῆς Γαλατείας τῆς Νηρηΐδος καὶ κιθαρίζοντα καὶ μίμημα κρούματος τῆς κιθάρας, τὸ θρεττανελό, λέγοντα· ὃ θρεττανελὸ ὁ Ἀριστοφάνης νῦν φαίνεται κωμῳδῶν.
ἀλλʼ εἴα τέκνα: γελοίως τοὺς γέροντας τέκνα καλεῖ, καί φησιν «ἀλλʼ ἄγε, ὦ παιδάρια», ἐπεὶ αὐτὸς μιμεῖσθαι βούλομαι τὸν ποιμένα κιθαριστὴν Κύκλωπα, ὑμεῖς βληχώμενοι καὶ βοῶντες ὥσπερ τὰ προβάτια καὶ μέλη καὶ βοὴν αἰγῶν ἀρρένων ἤτοι χιμάρων καὶ τράγων κιναβρώντων καὶ ὀζόντων τραγεῖαν ὀσμήν, ἐμοὶ ἕπεσθε ἀπεψωλημένοι καὶ δεικνύοντες τὴν αἰδῶ, καὶ ἀκρατιεῖσθε καὶ λείχετε τὰ αἰδοῖα ἐξ ἀκρασίας καὶ ἄκρας λαγνείας, ὥσπερ οἱ τράγοι μετὰ τὴν συνουσίαν.
ἡμεῖς δέ γʼ αὖ: καὶ ὁ Χορὸς πρὸς αὐτὸν πάλιν τὸν Καρίωνα λέγει· «ἡμεῖς δέ γε οἱ βληχώμενοι, ὥσπερ σὺ λέγεις, σὲ τοῦτον τὸν Κύκλωπα τὸν κιθαριστὴν ἡγούμενον ἡμῶν ζητήσομεν ἐκτυφλῶσαι μέγαν λαβόντες ἡμμένον καὶ πεπυρακτωμένον σφηκίσκον ἤτοι ξύλον εἰς ὀξὺ ἀπεξεσμένον. πῶς δέ σε τυφλώσομεν; εὑρόντες εἰκῇ που κατακοιμηθέντα καὶ κραιπαλῶντα καὶ σεσεισμένον τὴν κεφαλήν, πεινῶντα καὶ φαγόντα λάχανα ἄγρια δροσερά, ἔχοντα αὐτὰ ἐν τῇ πήρᾳ». οὕτω δέ φασιν ὅτι καὶ οἱ μετʼ Ὀδυσσέως τὸν Κύκλωπα μετὰ τροφὴν ἀφυπνώσαντα ὀξύναντες ξύλον καὶ πυρακτώσαντες, μᾶλλον δὲ τοῦτο τῇ τοῦ πυρὸς θέρμῃ στερροποιήσαντες, ἀπετύφλωσαν.
ἐγὼ δὲ τὴν Κίρκην: καὶ πάλιν ὁ Καρίων τοῖς γέρουσιν· «ἐγὼ δὲ μιμήσομαι κατὰ πάντας τρόπους τὴν Κίρκην, οὐκ ἐκείνην φημὶ τὴν Ἰταλικὴν τὴν ἀποχοιρώσασαν τοὺς Ὀδυσσέως ἑταίρους, ἀλλὰ τὴν ἐν Κορίνθῳ πόρνην Λαΐδα, ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου δηλονότι καὶ αὐτὸν σκῶρ καὶ κόπρον ὥσπερ χοίρους ἔπειθεν ἐσθίειν. ὑμεῖς δʼ ἕπεσθε τῇ μητρί, χοῖροι, γρυλλίζοντες καὶ ὡς χοῖροι βοῶντες ὑπὸ φιληδίας ἤτοι ἀναισθησίας». τὴν Λαΐδα δὲ ὡς Κίρκην παρέλαβε καὶ παρήγαγε νῦν, ὡς Φιλωνίδην κωμῳδῆσαι θελήσας.
σκῶρ: ἡ κόπρος· τινὲς λέγουσιν· «ἑτερόκλιτόν ἐστι· σκῶρ γὰρ ἡ εὐθεῖα, κλίνεται δὲ σκατός»· ἡμεῖς δὲ σκῶρ σκωρὸς κλίνομεν.
τὸ δὲ «ἕπεσθε μητρί, χοῖροι» παροιμία, ἐπὶ τῶν ἀπαιδεύτων λεγομένη, ἤτοι ὅμοιοι ὁμοίοις παῖδες γονεῦσι καὶ μαθηταὶ διδασκάλοις.
οὐκοῦν σε τὴν Κίρκην τὴν τὰ φάρμακα: λοιπὸν ἡμεῖς σε τὸν Καρίωνα τὸν εἰς τύπον Κίρκης ἀποχοιροῦντα τοὺς φίλους κρεμάσομεν ἐκ τῶν ὄρχεων μιμούμενοι τὸν Λαερτίου ἤτοι κατὰ μίμησιν καὶ τρόπον ὃν Ὀδυσσεὺς ἐν τῇ ἐρινεῷ ἀπεκρεμάσθη τῇ ἐν Χαρύβδει.
μινθώσομέν θʼ ὥσπερ τράγου τὴν ῥῖνα: νῦν κόπρῳ ἀνθρωπείᾳ τὴν ῥῖνά σου ἐπιχρίσομεν, ὥσπερ ποιμένες τε καὶ αἰπόλοι τὰς ῥῖνας τῶν τράγων τε καὶ προβάτων τῶν κρύει κατεψυγμένων ἐπιχρίοντες ἢ ἀνθρωπίνῃ ἢ καὶ αἰγείᾳ κόπρῳ ἰῶνται τοῦ πάθους, πταρμὸν τοῖς ζῴοις τῇ δυσωδίᾳ κινοῦντες. μίνθον δέ φασί τινες τὸ ἡδύοσμον. κυρίως δὲ μίνθη ἡ λεγομένη καλαμίνθη ἐστί· καὶ ἄμφω δὲ μίνθαι καλοῦνται, τὸ μὲν ἡδύοσμον κηπεύσιμος μίνθη, ἡ καλαμίνθη δὲ μίνθη ἀγρία. μίνθος λέγεται καὶ ἡ κόπρος ἡ τῶν αἰγῶν· νῦν δὲ «μινθῶσαι» τὸ ἀνθρωπείᾳ περιχρίσαι κόπρῳ φησίν.
σὺ δʼ ὡς Ἀρίστυλλος: σὺ δέ, ὦ Καρίων ὑποχάσκων τῷ στόματι, ὥσπερ ὁ αἰσχρὸς ποιητὴς Ἀρίστυλλος, ἐρεῖς «ἕπεσθε μητρὶ χοῖροι».
μητρὶ χοῖροι: ἀντὶ τοῦ «ἔμοιγε τῷ Καρίωνι».
εἴα: ἄγε δὴ τῶν σκωμμάτων πεπαυμένοι ὑμεῖς μὲν ἄλλο τι ποιεῖτε, ἐγὼ δὲ λαβὼν λάθρα τοῦ δεσπότου ἄρτον καὶ κρέας καὶ ἐσθίων, θελήσω οὕτω τι ἐργάζεσθαι.
χαίρειν μὲν ὑμᾶς ἐστιν: Κλέων, ἑλὼν Κορυφάσιον, Πύλον καὶ Σφακτηρίαν, πρῶτος ἁπάντων ἔγραψε τοῖς Ἀθηναίοις· «Κλέων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν». κἀκ τούτου ἔθος ἐκράτησε ταῖς ἐπιστολαῖς γράφειν «ὁ δεῖνα τῷ δεῖνι χαίρειν». ὁ γοῦν ἀλιτήριος οὗτος Ἀριστοφάνης καὶ τοῦτο εἰς κωμῳδίαν τοῦ Κλέωνος διασύρων, καὶ τὸν Χρεμύλον νῦν ἐκ ταλαιπώρου καὶ οἰζυρᾶς τύχης εἰς εὐτυχῆ βίον μεταπεσόντα ποιεῖ καὶ τὸ λέγειν «χαίρειν» μετατρέποντα καὶ λέγοντα ἀντὶ τοῦ χαίρειν «ἀσπάζεσθαι». φησὶ γὰρ πρὸς τοὺς συνδημότας καὶ γεωργοὺς πρὸς αὐτὸν μεταπέμπτους ἀφικομένους «ὦ ἄνδρες δημόται, τὸ μὲν προσαγορεύειν χαίρειν ὑμᾶς ἐστιν ἤδη παλαιὸν καὶ σαπρόν· καινοτομῶ δὲ κἀγώ τι τοῖς ῥήμασι νῦν εἰς εὐτυχῆ βίον μεταπεσών· καὶ ὥσπερ ποτὲ Κλέων πολέμῳ εὐτυχηκὼς ἔγραψε “χαίρειν”, οὕτω κἀγώ, τὸ “χαίρειν” παρεὶς ὡς ἤδη παλαιωθέν, ἀντὶ τοῦ χαίρειν “ἀσπάζομαι” λέγω, ὅτι προθύμως παρεγεγόνειτε καὶ συντεταγμένως καὶ συγκεκροτημένως, ὡσπερεὶ πρὸς παράταξιν ηὐτρεπισμένοι πολέμου, ἀλλʼ οὐ κατεβλακευμένως καὶ τρυφερῶς σχολαίῳ χωροῦντες καὶ βραδυτάτῳ βαδίσματι». οἱ γὰρ βλάκες καὶ ὑπερόπται καὶ τρυφηλοὶ κἀκ τοῦ σχολαίῳ βαίνειν βαδίσματι σεμνότητα καὶ ὄγκον καὶ τύφον ἑαυτοῖς ταμιεύουσιν.
ὅπως δέ μοι καὶ τἄλλα: λείπει τὸ «φροντιστέον», ἵνʼ ᾖ «φροντιστέον δὲ ὅπως καὶ κατὰ τἄλλα μοι ἕπεσθε» ἢ «ἔσεσθε σὺν ἐμοὶ παραστάται καὶ βοηθοὶ καὶ σωτῆρες τοῦ Πλούτου θεοῦ». καὶ τοῦτο ἕνεκα τοῦ γέλωτος τῆς κωμῳδίας εἰρήκει, θεοῦ ἀνθρώπους σωτῆρας γενέσθαι. τὸ δὲ «ὅπως ἕπεσθε» ἢ «ἔσεσθε» ἀντὶ τοῦ «πῶς» ἀττικῶς, ὡς καὶ μυρία ἕτερα προϊὼν τοιαῦτα εὑρήσειας.
θάρρει· βλέπειν γὰρ: «θάρρει» φησὶν ὁ Χορός· «εἰ δέει με ὑπερμαχεῖν τοῦ θεοῦ, πάντως ἄντικρυς καὶ φανερῶς δόξεις ἐμὲ ὁρᾶν αὐτὸν τὸν Ἄρην. δεινὸν γὰρ καὶ παγχάλεπον, εἰ ἕνεκα τοῦ λαβεῖν τινας ἀφʼ ἡμῶν μισθὸν τὸν τριώβολον ὠστιζόμεθα καθʼ ἑκάστην ἐν τῇ δικαστικῇ ἐκκλησίᾳ καὶ πλήθει καὶ τῷ ἀθροίσματι, αὐτὸν δὲ τὸν Πλοῦτον παραχωρήσαιμι λαβεῖν ἄλλῳ τινί». ἀλλὰ καὶ περὶ τοῦ δικαστικοῦ τριωβόλου λεκτέον μοι· ἐν δικαστηρίοις τοῖς ἐν Ἀθήνησιν οὐκ ἐξῆν δικάζειν τινά, εἰ μὴ ἑξήκοντα ἐπέβη ἐνιαυτῶν, ἀφῆλιξ δὲ οὐδεὶς εἰς τὴν ἐκκλησίαν εἰσήρχετο, ὥσπερ οὐδὲ γυνή· ὅσοι δὲ τελείαν ἦγον τὴν ἡλικίαν εἰσήρχοντο μὲν εἰς τὴν ἐκκλησίαν, οὐκ ἐδίκαζον δέ. τούτους οὖν τοὺς ἐκκλησιαστὰς καὶ μᾶλλον τοὺς γέροντας ἀπὸ τῶν προσόδων τῆς πόλεως οἱ δημαγωγοὶ πείσαντες τὸν δῆμον ἐποίησαν μισθὸν λαμβάνειν τινά· Κλέων δὲ εἰς ὡρισμένον τριώβολον αὐτὸν περιέστησεν.
καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ: ὁ Χορὸς καὶ ἕτερόν τινα δίκαιον ὁρῶν θέοντα πρὸς αὐτούς, ᾧ κλῆσις Βλεψίδημος ἀπὸ τοῦ βλέπειν καὶ σκοπεῖν τὰ συμφέροντα τῷ δήμῳ τουτέστι φιλοδημότατον, «ὁρῶ, φησίν, ἐρχόμενον καὶ Βλεψίδημον· δῆλος δʼ ἐστὶν ἐκ τοῦ τάχους καὶ τῆς βαδίσεως ὅτι τοῦ πράγματος ᾔσθετο». εἶτά φησιν αὐτὸς ὁ Βλεψίδημος· «πλούσιος ἀθρόως γέγονεν ὁ Χρεμύλος; οὐ πείθομαι. καίτοι λόγος πολὺς ἠκούετο παρὰ τῶν ἀργῶς καθημένων ἐν τοῖς κουρείοις καὶ λεσχαζόντων καὶ θορυβούντων καὶ λόγους ἀναλούντων μακρούς, ὅτι πεπλούτηκε». ταῦτα δὲ λέγων διαβάλλει τοὺς πολλοὺς τῶν Ἀθηναίων ὡς ἀργούς, ἐρευνοβίους καὶ θορυβώδεις, ἀλλὰ καὶ φθονερούς, ἐξ ὧν παρακατιών φησιν· «οὔκουν ἐπιχώριον πρᾶγμα ἐργάζεται, ὅτι πλουτῶν τοὺς φίλους μεταπέμπεται καὶ καλεῖ τοῦ πλούτου συμμετασχεῖν. οὐ γὰρ ἐπιχωριάζει τοῦτο δηλονότι τοῖς Ἀθηναίοις». τἄλλα πάνυ σαφῆ.
μὰ τοὺς θεούς: ἀπωμοτικὸν ἀντὶ τοῦ «οὐ μὰ τοὺς θεούς»· τὸ δὲ «νὴ τοὺς θεούς» κατωμοτικόν ἐστι μόριον· καὶ τὸ «μά» δὲ κατωμοτικὸν γίνεται μόριον, ἐὰν τὸ «ναί» πρὸ τοῦ «μά» τεθῇ, ὡς τὸ «ναὶ μὰ τόδε σκῆπτρον».
ἄμεινον ἢ χθὲς πράττομεν: ἠθικώτατον τοῦτο καὶ χάριεν ἕνεκα τοῦ γελοίου παραληφθέν· πῶς γὰρ οὐκ ἂν ἄμεινον εἴη ἐξ ὑπερενδεοῦς εἰς ὑπέρπλουτον βίον μεταπεσεῖν; ὥσπερ ἄν τις ἐρεῖ· τοῦ ἀρρωστεῖν καὶ πάσχειν μυρία δεινὰ κρεῖττον ἐστὶ τὸ ἑστιάμασι καὶ δοχαῖς ἢ θυμηδίαις γάμων καλεῖσθαι.
ὥστε μετέχειν ἔξεστιν: ὥστε ἔξεστι καὶ ὑπάρχει καί σε μετέχειν τῆς ἀμείνονος ἡμῶν εὐπραγίας ἤτοι τοῦ πλούτου· εἶ γὰρ τῶν φίλων.
ἔσομαι μὲν οὖν αὐτίκα: γενήσομαι συντόμως, ἐὰν ὁ θεὸς ἤγουν ἡ Τύχη ἢ ὁ Πλοῦτος θελήσῃ· ἔστι γὰρ κίνδυνος ἐν τῇ ὑποθέσει ᾗ ἐπιχειροῦμεν, ἣν νῦν καλεῖ πρᾶγμα, οὐ μὴν τὸ δυσχερὲς ἀττικῶς. ἢν μὲν κατορθώσωμεν δηλονότι δεδορκότα ποιῆσαι τὸν Πλοῦτον, εὐπραγεῖν ἀεί· εἰ δὲ σφαλείημεν τοῦ σκοποῦ, ἐς παντελῆ συντριβὴν περιπεσεῖν καὶ ἀπώλειαν.
τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον: ὁ φορτικὸς οὗτος λόγος καὶ οὐκ εὐθὴς πονηρόν τι καὶ δόλιον πρᾶγμα νομίζεται καὶ οὐκ ἀρεστὸν ἐμοὶ φαίνεται. τὸ γὰρ ποτὲ μὲν ἀποφαίνεσθαί τινα καὶ λέγειν ὡς ὑπερπλουτεῖ καὶ ἄλλους πλουτίσειεν, ὁτὲ δὲ δεδιέναι, ἀνδρός ἐστι δολίου καὶ σκολιοῦ καὶ οὐδὲν ὑγιὲς εἰργασμένου καὶ ἀληθές. τὸ δὲ «πρὸς ἀνδρός» ἀντὶ τοῦ «ἀνδρός»· ἀττικῶς δὲ παρέλκει καὶ περισσῶς κεῖται ἡ «πρός».
πῶς οὐδὲν ὑγιές: «πῶς», φησὶν ὁ Χρεμύλος, «οὐδὲν ὑγιὲς λέγεις με εἰργάσθαι;» καὶ ὁ Βλεψίδημος· «νὴ Δία καλῶς τοῦτό φημι· ἐὰν ἥκεις καὶ παραγέγονας ἐκεῖθε καὶ ποθὲ κεκλοφὼς ἀργύριον ἢ χρυσίον παρὰ τοῦ θεοῦ Πλούτου, ἢ ἐκεῖθεν ἐκ τοῦ ὀπισθοδόμου τῆς Ἀθηνᾶς, οὗ αἱ τῶν χρημάτων ἀπέκειντο γάζαι καὶ οἱ θησαυροί, ἀπεσύλησας παρὰ τοῦ θεοῦ Πλούτου τοῦ ἐκεῖ ἀποκειμένου, εἶτά σοι μεταμέλει καὶ μετάμελος γίνεται περὶ τούτου». ἀργύριον δὲ καὶ χρυσίον καὶ χαλκίον τὸ νόμισμα τὸ ἐκ τοιούτων ὑλῶν· ἄργυρος δὲ καὶ χρυσὸς καὶ χαλκὸς αἱ ὕλαι αὐταί· ἀργυροῦς δὲ καὶ χρυσοῦς καὶ χαλκοῦς τὰ ἐξ αὐτῶν εἰργασμένα εἴδη, ἀνδριὰς ἢ λέβης ἢ ἕτερόν τι. καὶ ὁ Χρεμύλος πάλιν πρὸς τάδε· «ὦ Ἄπολλον ἀποτρόπαιε καὶ διώκτα τῶν δυσχερῶν, μακρὰν ἀπʼ ἐμοῦ δηλονότι ποίησον τὰ φαῦλα καὶ ἀπευκταῖα καὶ μέχρι δοκήσεως». εἶτα πρὸς τὸν Βλεψίδημον ἀποστροφῇ κεχρημένος φησίν· «οὐ μὰ τὸν Δία, ἐγὼ τοιοῦτον οὐδὲν εἰργασάμην».
πῶς δὲ ἀποτρόπαιος ὅ τε Ἀπόλλων καὶ Ἡρακλῆς λέγονται; ὅτι ὁ μὲν ἰατρὸς ὢν καὶ μάντις νόσους ἰᾶτο καὶ χρησμοῖς ἐδήλου τί δρᾶν δέον ἐστίν, ὡς ἀποδρασκάζειν τῶν δυσχερῶν· Ἡρακλῆς δὲ κακίαν ἐξέκοπτεν, ἀναιρῶν θηρία λυμαντικά, κακούργους τε καὶ τυράννους καὶ πᾶσαν ἁπλῶς τοῦ βίου τὴν περιπέτειαν. ἢ ὅτι ὁ Ἀπόλλων, ἥλιος ὤν, αὐγάζων ἀκτίσι φωτὸς γλυκεραῖς, τὸ σκότος ἐκτρέπει τὸ ἀμειδές, ἀπελαύνει δὲ καὶ πᾶν νυκτερήσιον φάντασμα.
σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει: τοιοῦτον μετὰ τοῦ ν δέον ἐστὶ γράφεσθαι τῷ κανόνι ᾧπερ ὄπισθεν εἴρηκα· ἀττικῶς δὲ «τοιοῦτο» γράφεται δίχα τοῦ ν.
ἀτεχνῶς: περισπωμένως· ὀρθῶς ἀληθῶς ὑγιῶς καὶ ἄνευ τοῦ ἐπιτεχνᾶσθαι καὶ πανουργεῖν. «ἀτέχνως» δὲ βαρυτόνως· παρεφθαρμένως καὶ ἀμαθῶς καὶ ἄνευ τεχνικοῦ ἢ λόγου ἢ ἔργου.
τοῦ κέρδους ἅπαντες ἥττονες: ἤγουν κερδαίνειν βουλόμενοι οὐδέν τί φασιν ἢ δρῶσιν ὀρθόν. καί φησιν ὁ Χρεμύλος· «οὔτοι μὰ τὴν Δήμητρʼ ἢ μὰ τὴν Δήμητραν ὑγιαίνειν μοι δοκεῖς». ἀλλʼ ἂν «Δήμητραν» γράψῃς, μακρὸς ὁ στίχος ἐστί. τὴν Δήμητραν δὲ ὡς γεωργὸς ὄμνυσι. τὸ δὲ «ὑγιαίνειν» νῦν «μὴ μελαγχολᾶν».
ὡς πολὺ μεθέστηκεν: ἀντὶ τοῦ «μετηλλάγη τῷ τρόπῳ».
ἀλλʼ οὐδὲ τὸ βλέμμα: ἀλλʼ οὐδὲ αὐτῷ τῷ Χρεμύλῳ κατὰ χώραν καὶ τάξιν ἔχει τὸ βλέμμα, καὶ οὐδὲ αὐτὸ τὸ βλέμμα ἔχει ὁ Χρεμύλος τεταγμένον, ἀλλʼ ἔστιν ἐπίδηλον καὶ ἐμφαντικὸν ὥς τι δολιευσαμένῳ αὐτῷ. ἢ ἀλλʼ ἔστι δεικτικὸν πανουργήσαντος ἀνθρώπου τι.
ὡς ἐμοῦ τι κεκλοφότος: κλέπτης ἐστὶ κυρίως ὁ λάθρα τι ὑφαιρούμενος· ἅρπαξ ὁ φανερῶς· ἀποστερητὴς ὁ τὴν παρακαταθήκην μὴ διδοὺς τῷ παραθεμένῳ.
ὦ Ἡράκλεις: ὦ Ἥρακλες ἀποδιώκτα τῶν κακῶν. καὶ σημειοῦ ἐνταῦθα ὅτι, ὡς τὸ «Ἥρακλες», καὶ τὸ «Ἡράκλεις» καὶ ἐπὶ κλητικῆς λέγεται. πολλαὶ γάρ εἰσιν εὐθεῖαι τοῦ «Ἡρακλῆς» καὶ κλητικαὶ δὲ ἀνάλογοι ταύταις. ψευδοκομψοπρεπεῖς δέ εἰσιν οἵπερ φασίν· «τὸ μὲν Ἥρακλες κλητική ἐστιν ὀνόματος πτῶσις, τὸ δὲ Ἡράκλεις ἐπίρρημα θαυμαστικόν, ἀντὶ τοῦ φεῦ ἢ βαβαί, καὶ ἀποτρεπτικόν, ἀντὶ τοῦ ἐρρέτω, ἀπέστω, μὴ γένοιτο». οὕτω φασὶ μὴ σκοπήσαντες καὶ κατακριβώσαντες ὅτι τὰ ὀνόματα ταῦτα, τὸ Ἄπολλον Ἥλιε καὶ Ἥρακλες, ὡς ὀνόματά τε ἅμα καὶ ὡς ἀποτρεπτικὰ λέγονται.
ὦ τᾶν ἐγώ σοι: ὦ τᾶν καὶ ὦ ἑταῖρε, ἐγὼ τὸ πᾶν διαπράξομαι καὶ οἰκονομήσας ἐργάσομαι, βραχεῖ μέρει νομίσματος τὰ στόματα τῶν ῥητόρων καὶ δικηγόρων ἐμφράξας, πρὶν ἢ τὸν δῆμον πάντα τῆς πόλεως ταῦτα πυθέσθαι τε καὶ μαθεῖν. τὸ δὲ «πυθέσθαι» μὴ προπαροξύνῃς ἀλλὰ παρόξυνε, καὶ τοῦ πυ ἄνωθε τὸ τῆς βραχείας σημεῖον παρέγγραψον. «πύθεσθαι» γὰρ ἀπὸ βαρυτόνου τοῦ «πύθω» ἐστὶ καὶ μακρὸν ἔχει τὸ πυ, καὶ πταῖσμα τῷ στίχῳ ποιεῖ. τὸ δὲ «πυθέσθαι», ἀπὸ τοῦ «πυθῶ» περισπωμένου ἀττικοῦ ῥήματος γεγονός—θελῶ γὰρ καὶ βουλῶ καὶ τυπτῶ καὶ βοσκῶ καὶ πυθῶ φασὶν Ἀττικοί—, βραχὺ τὸ πυ ἔχει καὶ οὐ μακρόν, κἂν τοῖς σοφωτάτοις μου ἀδιαφοροδιχρόνοις ταυτὶ οὐκ ἀρέσκωσιν, οἵπερ τὰ κομψὰ ταῦτά φασιν, ὡς αἱ αὐταὶ δίχρονοι ὁτὲ μὲν μακραὶ ὁτὲ δὲ βραχεῖαι λογίζονται. ἀβάσκανον δὲ τοῦτο αὐτοῖς γένοιτο τοιαύτην τῷ βίῳ προσπορίζουσι λυσιτέλειαν τὸ ἄνευ μεθόδων κανόνων τε λογικῶν καὶ παρατηρημάτων ματαίων, οἵων ὁ Τζέτζης φησίν, ἃ χρόνου δεῖται μακροῦ, ῥᾳδίως ἀκαριαίως οὕτω καὶ εὐμαρῶς πᾶσαν τέχνην τῶν λόγων μανθάνειν τε καὶ μετέρχεσθαι.
καὶ μὴν φίλως γʼ ἄν μοι δοκεῖς: καὶ μὴν δοκεῖς ἐμοί, νὴ τοὺς θεούς, φίλως καὶ προσφιλῶς σοι ἀναλώσας μνᾶς τρεῖς λογίσασθαι καὶ ἐκ συλλογισμῶν εἰπεῖν ὅτι δώδεκα μνᾶς ἠνάλωσας. ἡ μνᾶ δὲ δραχμαὶ ἑκατόν.
ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον: φησὶν ὁ Βλεψίδημος· «ὁρῶ τινα μετὰ τῶν παιδίων καὶ τῆς γυναικὸς ἐπὶ τοῦ δικαστικοῦ βήματος καθήμενον ἱκετηρίαν κατέχοντα καὶ οὐ διαφέροντα κατʼ οὐδὲν τῆς εἰκόνος τῶν Ἡρακλειδῶν τῶν δεομένων τῶν Ἀθηναίων βοηθῆσαι αὐτοῖς ὑπʼ Εὐρυσθέως διωκομένοις· ἣν εἰκόνα ζωγράφος Πάμφιλος ἐζωγράφησεν· ὥστε καλέσωμεν κἀκεῖνον τῶν παρʼ ἡμῖν καλῶν μετασχεῖν». καὶ ὁ Χρεμύλος· «οὐκ, ὦ ἄθλιε, τοὺς πονηρούς, τοὺς δὲ χρηστοὺς ἀπαρτὶ καὶ ἱκανῶς καὶ τελέως πλουτῆσαι ποιήσω».
παιδίων: ἐπὶ τῶν τέκνων λέγομεν μόνων, «παίδων» δὲ ἐπʼ αὐτῶν τῶν παίδων ὁμοίως καὶ δούλων.
ἱκετηρία· δέησις ἐν ᾗ ὁ δεόμενος ἢ θαλὸν δένδρου ἢ λαμπάδα ἡμμένην κατέχει ἢ ἱερὸν εἰκόνισμα ἢ ἕτερόν τι τοιοῦτον ἢ χάρτην ἐγγεγραμμένην τὴν δέησιν ἔχοντα. ἱκετεία δὲ ἡ ἐκ λόγου ψιλοῦ δέησις.
ἄντικρυς: φανερῶς. «ἀντικρύ»· ἐξ ἐναντίας.
ἀπαρτὶ: πεπληρωμένως, παντελῶς. «ἀπάρτι» δὲ «νῦν», ὡς καὶ τὸ «ἀρτίως», «ὑγιῶς, κυρίως»· τὸ δὲ «ἄρτι» «νῦν».
ἀπολεῖς: νῦν «ὀχλεῖς, κωλύεις, συγχέεις καὶ θορυβεῖς».
οὐ δῆτʼ ἐπειδὴ: οὐ δῆτα, ὦ μόχθηρε, συγχέω ἐμαυτόν· ἃ δέ φημι, πάνυ ὀρθῶς φημι καὶ καλῶς· ἔχω γὰρ τὸν Πλοῦτον αὐτόν.
ὦ μόχθηρε: μόχθηρε καὶ πόνηρε, πολυπονώτατε καὶ ταλαίπωρε· πονηρὲ δὲ καὶ μοχθηρέ, πανοῦργε καὶ δόλιε. Ἀττικοὶ δὲ καὶ τὸν πανοῦργον μόχθηρον καὶ πόνηρον λέγουσιν.
οὐκ ἐς κόρακας: εἰς ἀφανισμόν, εἰς χάος, εἰς ἐρημίας ὥσπερ οἱ κόρακες· ἢ εἰς φθορὰν καὶ βρῶσιν κοράκων· ἢ εἰς δυσεύρετόν τι, ὡς εἶπεν ἡ χρησμῳδία τοῖς Μεγαρεῦσι περὶ ἀποικίας μαντευομένοις ἐκεῖ κτίσαι, οὗ λευκοὺς ἴδωσι κόρακας, οὓς καὶ εἶδον ἐν Θετταλίᾳ, μεθυσθέντων τῶν παίδων τῶν ἱερέων καὶ σκίρρῳ ἤτοι γύψῳ χρισάντων τοὺς ἱεροὺς κόρακας καὶ πέτεσθαι ἀφεικότων.
πρὸς τῆς Ἑστίας: Ἑστία θεὰ Κρόνου καὶ Ῥέας ἀδελφῆς, ἣ λέγεται πρώτη καὶ ἑστίας ἤτοι οἰκίας κατασκευὴν εὑρηκέναι καὶ ἑστίαν πυρός.
Ποσειδῶ τὸν θαλάσσιον λέγεις: χάρις τοῦτο τὸ σχῆμα.
βλέψαι ποιῆσαι νώ: δεῖ γὰρ πρῶτον νὼ καὶ ἡμᾶς ποιῆσαι βλέποντα τὸν Πλοῦτον.
ἑνί γέ τῳ τρόπῳ: ἀντὶ τοῦ «παντί» ἢ «ὁμοθύμῳ μιᾷ προθυμίᾳ».
οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθε: «οὐκ ἐτὸς ἂρ καὶ μάτην. οὐκ ἐτὸς ἄρα ὡς ἐμέ, καὶ πρὸς ἐμὲ ἀττικῶς, ὁ Πλοῦτος οὐκ ἦλθεν, ἐπεί, ὡς φῄς, τυφλός ἐστι καὶ οὐ διαγινώσκει τοὺς ἀγαθούς». ἡ «πρός» πρόθεσις ἐπὶ ἐμψύχων λέγεται, ἡ δὲ «εἰς» ἐπὶ ἀψύχων· καὶ ἡ Γραφὴ δὲ τούτῳ καλλίστως χρωμένη φησίν· «ἦλθεν ὁ Θωμᾶς πρὸς τὸν Λουκᾶν» καὶ «εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων ἔλεγεν». Ἀττικοὶ δὲ καὶ τὴν «εἰς» καὶ ἐπὶ ἐμψύχων λαμβάνουσι, καὶ ἀντὶ «εἰς» «ὡς» αὐτὴν λέγουσιν· «ὡς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ», καὶ νῦν «ὡς ἐμέ» ἢ «ἔμε» ἀττικῶς. καὶ γὰρ τὰ ὀξύτονα ἢ βαρύνουσιν ἢ προπερισπῶσιν ἢ προπαροξύνουσι, τὸ «σοφός» «Σόφος» λέγοντες, τὸ «μωρός» «μῶρος», τὸ «ἀληθές» «ἄληθες», καὶ προπαροξύτονα δὲ τὰ μακρὰν ἔχοντα τὴν παραλήγουσαν προπερισπῶσιν, ὥσπερ λέγουσι τὸ «τρόπαιον» «τροπαῖον».
τίς δῆτʼ ἰατρός: κωμῳδεῖ καὶ τὴν ἰατρικὴν ὡς μηδὲν οὖσαν, καὶ τὸν μισθὸν τὸν αὐτῇ λαμβανόμενον σμικρόν φησιν εἶναι καὶ εὐτελῆ· οἶμαι δέ, διεχθρεύσας τινὶ ἰατρῷ τοῦτό φησιν· οὐδεὶς γὰρ τῶν ἐν λόγοις Ὁμήρου ἀμύητος, ὃς ἀγνοεῖ τοὺς ἰατροὺς Ποδαλείριον καὶ Μαχάονα, οἳ τριάκοντα τριήρεων ἦσαν ναύαρχοι. Φαλάριδι δὲ τῷ τυράννῳ πόσον μισθὸν εἴληφε Πολύκλειτος ὁ Μεσσήνιος; Ἡρόδοτος δὲ διδασκέτω τοῖς θέλουσι Δημοκήδην τὸν ἐκ Κρότωνος ἰατρόν, οἵων καὶ ὅσων παρὰ Δαρείου τετύχηκε δωρεῶν ἰασάμενος ἀστραγαλισθέντα τοῦτον κυνηγεσίῳ τὸν πόδα. ἐῶ μυρίους ἑτέρους ὁμοίως παρεισφορεῖν ἰατρούς· αἰδεσθῆναι τοῦτον ἐχρῆν αἰδεσθῆναι τὴν σάλπιγγα τὴν χρυσῆν τῆς Καλλιόπης καὶ βοῶσαν διάτορον· «ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων»
μὰ Δίʼ ἀλλʼ ὅπερ: οὐκ ἔστιν ἰατρός, οὐ μὰ τὸν Δία, ὡς εἰσαγαγεῖν τοῦτον ἡμᾶς εἰς ἰατρείαν τοῦ Πλούτου, ἀλλὰ κράτιστόν ἐστιν ὅπερ ἐσκόπουν πάλαι, κατακλινεῖν ἐς Ἀσκληπιοῦ τοῦτον. «κατακλινεῖν» βράχυνε, τὸ «κατακλίνειν» μηκύνων, κἂν οὐκ ἀρέσκῃ βαρβάροις τοῖς ἐν λόγοις τοῖς θατερισταῖς μισοδιχρονωτάτοις.
πολὺ μὲν οὖν νὴ τοὺς θεούς: πολὺ κράτιστόν ἐστιν, νὴ τοὺς θεούς, τὸ εἰς Ἀσκληπιοῦ κατακλῖναι· μὴ διάτριβε δὲ καὶ βράδυνε, ἀλλʼ ἄνυε καὶ σπεῦδε καὶ τελείου πράττων ἕν γέ τι ἤτοι πᾶν ὃ τῶν συμφόρων.
θερμὸν ἔργον: τολμηρόν, παράβολον, ῥιψοκίνδυνον, νεωτεριστικόν, ἐπίβουλον.
Ἡράκλεις: φεῦ. ἢ «ὦ Ἥρακλες»· πάλιν δὲ ταὐτό ἐστι· βοηθὸς ἡμῖν γενοῦ ἢ τὴν μιαρὰν ταύτην σύντριψον.
ὠχρὰ μὲν: ὠχροὶ ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἐνδεεῖς εἰσι καὶ οἱ πένητες διὰ πολλὰς τὰς αἰτίας· ὃ χρῶμα πενήτων νῦν τῇ Πενίᾳ προσάπτει ὁ κωμικός.
ἴσως Ἐριννύς ἐστιν: οἱ τραγῳδοὶ τῇ σκηνῇ τὰ ἑαυτῶν διδάσκοντες δράματα μετὰ δᾴδων εἰσῆγον πυρφορούσας τὰς Ἐρινῦς πρὸς κατάπληξιν. ἐπεὶ δὲ καὶ οὗτοι ὅ τε Χρεμύλος καὶ ὁ Βλεψίδημος παίζοντες τὴν Πενίαν δοκοῦσι μίαν τῶν Ἐρινύων, τοῦ Βλεψιδήμου εἰπόντος «ἀλλὰ γὰρ δᾷδας οὐκ ἔχει», φησὶν ὁ Χρεμύλος «οὐκοῦν καὶ λοιπὸν κλαύσεται», τουτέστιν «ἐπεὶ οὐ παντελής, ἀτελὴς δʼ ἐστὶν Ἐρινὺς ἄδᾳς τε καὶ ἀπύρφορος, ταύτην οὐ πτοηθήσομαι οὐδὲ δειματώσει με, ἀλλὰ τοὐναντίον καὶ κλαύσεται, ἐμοῦ αὐτῇ ἐπεμβαίνοντος καὶ ταῖς πληγαῖς δηλονότι συγκόπτοντος».
πανδοκεύτριαν: Ἰώνων μὲν καὶ Αἰολέων ἐστὶ τὸ τὰ δασέα ψιλῶς ἐκφωνεῖν, Ἀττικοὶ δὲ τοὐναντίον ποιοῦσι· τὰ ψιλὰ γὰρ δασέως ἐκφέρουσιν. ἀλλʼ ὅμως καὶ οὗτοι πανδοκέα διὰ ψιλοῦ ἐκφωνοῦσι τοῦ κ, οὐχὶ διὰ δασέος τοῦ χ· πανδοκέα γὰρ καὶ πανδοκεύτριαν λέγουσι. πανδοκεύτρια δὲ παραχρηστικῶς μὲν λέγεται καὶ ἡ κάπηλις· νῦν δὲ τὴν ἐν τῇ συνηθείᾳ καλουμένην ξενοδόχον φησίν.
λεκιθόπωλιν: τὸ τοῦ ᾠοῦ χρυσίζον κυρίως λέκιθος λέγεται. νῦν δὲ λεκιθόπωλιν τὴν κατερεικτά φησιν ἤτοι ἀληλεσμένα πιπράσκουσαν ὄσπρια. λεκίθῳ γὰρ ᾠοῦ ὅμοιον καὶ τὸ χρῶμα τῶν ἀληλεσμένων κυάμων. λεκιθόπωλις οὖν νῦν ἡ ὀσπριοπρᾶτις. εἰ δʼ ἦν ληκυθόπωλις, ἐδήλου ἂν τὴν πιπράσκουσαν ἐλαιοδόχα ἀγγείδια.
ἐνέκραγες ἡμῖν: ἡμῖν ἐνεβόησας. σημειωτέον δʼ ἐντεῦθε καὶ ἐξ ἑτέρων δὲ βίβλων μυρίων ὡς τὸ κραυγάζειν ἢ μακρηγορεῖν ἄκαιρα καπήλων καὶ ἀγοραίων ἀνδρῶν, μᾶλλον δὲ καπηλίδων ἐστίν· ἀρχικῶν δὲ καὶ κοσμίων ἀνθρώπων βραχυλόγημα καὶ ἠρεμαία φωνή.
τὸ βάραθρόν σοι: τὸ βάραθρον ἐν ταῖς Ἀθήναις ὑπῆρχεν ὄρυγμά τι βαθύτατον, φρέατος δίκην, ξιφῶν εἴδη παντοῖα φέρον ἐμπεπηγμένα τοῖς τοίχοις αὐτοῦ. ἐκεῖσε δὲ οἱ κακοῦργοι ῥιπτούμενοι τοῖς ξίφεσι κατετέμνοντο· ὃ φρέαρ ὑστέρως ἔχωσαν Ἀθηναῖοι. πρόσπολον γάρ τινα Φρύγα τῆς Ῥέας ἐκεῖσε βαλόντες ἀνεῖλον ὥσπερ μαινόμενον· ἀνθʼ ὧν αὐτοῖς προφοιβάζων, ἔλεγεν ὡς ἔρχεται Δημήτηρ εἰς τὰς Ἀθήνας ζητοῦσα τὴν Κόρην. λιμοῦ δʼ ἐξ ἀκαρπίας αὐτοῖς κατασκήψαντος, θυσίαις μὲν ἱλεοῦνται τὴν Δήμητραν χρησμοῖς τὸ πᾶν ἐγνωκότες, ἀνέχωσαν δὲ κἀκεῖνο τὸ βάραθρον.
κάπηλις: ἡ κακύνουσα τὸν πηλὸν ἤτοι τὸν οἶνον, ὡς καὶ ἄμπελος ἡ ἔμπηλος οὖσα καὶ ἔνοινος. ὅτι δὲ ὁ οἶνος χάλις τε καὶ ἕρπις λέγεται καὶ πηλός, Ἱππώναξ μέν φησιν· «ὀλίγα φρονοῦσιν οἱ χάλιν πεπωκότες», καὶ ἀλλαχοῦ· «ὅκου τὸν ἕρπιν ὁ σκότος καπηλεύει». Τρυφιόδωρος δʼ ἐν τῇ Ἁλώσει γράφει· «γαῖαν κατεκνίσσωσαν χυτὴν εὐώδει πηλῷ». «κάπηλις» δὲ προπαροξυτόνως νῦν γράψον· «καπηλίς» γὰρ ὀξυτόνως ἡ μικρὰ τῆς καπήλιδος παῖς, καὶ ὑποκοριστικῶς δέ, εἰ γράφεις ἁπλῶς.
κοτύλαις: ἡ κοτύλη πλεῖστα σημαίνει· τὸ κοίλως συσφίγξαι τὴν χεῖρα, τὸ κοῖλον ὀστέον τοῦ ἰσχίου, εἶδος ποτηρίου, νῦν δὲ οὐ κυρίως ἀλλὰ παραχρηστικῶς τὰ παρʼ ἰδιώταις καλούμενα μίνας τε καὶ μικράς, ὥσπερ παραχρηστικῶς καὶ πᾶν ἀγγεῖον κεραμεοῦν κεράμιον λέγεται, καὶ μυρία δὲ ἕτερα, ὥσπερ νῦν καὶ ἡ κοτύλη, περὶ ὧν φησιν ἡ νῦν τοῦ Τζέτζου γραφὴ καὶ ἐξήγησις· οὐκ εἰσὶ ταῦτα κυρίως λεγόμενα, παραχρηστικῶς δέ, ἥ τε κοτύλη καὶ τὸ τρυβλίον καὶ κεράμιον καὶ οὖρνα καὶ ἕτερα μυρία περὶ ὧν ἡ βασιλὶς Κλεοπάτρα διδάσκει, Ἀφρικανός τε καὶ Διοσκουρίδης ὁ Ἀναζαρβεὺς καὶ μυρίοι δὲ σὺν αὐτοῖς ἄλλοι. πολλὰ δὲ καὶ περὶ τούτων καὶ περὶ τῶν λοιπῶν ἐξηγήσει γράφειν ἠδυνάμην, ἀλλὰ τὴν σελίδα ταύτην τοῦ χάρτου τερματωθεῖσαν ὁρῶ, καὶ ὀκνηρῶς δὲ ὑμῖν γράφω καὶ τὰ βραχέα ταυτί· τὰ πολλὰ γὰρ ἐκεῖνα βαστάζειν οὐ δύνασθε, ὅτι μού φησιν ἡ Γραφή· «μεμισήκατε καὶ ἐμὲ καὶ τὸν πατέρα μου».
ζῷον ἐξωλέστερον: γελοίως ἀντὶ τοῦ εἰπεῖν «πρᾶγμα ἀπόλλειν δυνάμενον ἢ ἄξιον ἀπολέσθαι».
καὶ μὴν λέγω: οὐδὲν ἐνθαδὶ γλαφυρὸν οὐδὲ περινενοημένον οὐδʼ ὑπομύχιον καὶ ἐμβάθιον, ἐπιπόλαιον δὲ τὸ πᾶν καὶ ἀνεπηλύγαστον καὶ σαφὲς καὶ οὐ δεῖται τοῦ ἐπεξηγησομένου καὶ ἀναπτύξοντος. καὶ δέον ἦν στέργειν ἡμᾶς τὸν οὕτως ἀρίστως γράφοντα νόμον· τὸν δʼ ἀγενῆ χρὴ σιγᾶν ὅπου χρὴ καὶ λέγειν ἵνʼ ἀσφαλές, καὶ «γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης», καὶ γλῶσσα δὲ στάθμην ἔχοι. ἐπεὶ δέ σοί τε βουλητὸν καὶ τὰ σαφῆ πάνυ καὶ ὑπτιάζοντα γράφειν ἡμᾶς, καὶ αἱ ὦαι δὲ τῆς παρούσης σελίδος εἴτʼ οὖν εἰπεῖν ἄντυγές τε καὶ περιφέρειαι κεναὶ πάντῃ παρεαθῆναι καὶ ἄγραφοι κινδυνεύουσαι γράφειν οὐ μεῖον σοῦ συνωθοῦσιν, εἰ καί τινα καὶ περὶ τούτων φθεγξαίμεθα ὅσα εἰς ἐξάρκειαν ἱκανὰ τῆς τοῦ χάρτου ἀναπληρώσεως, καὶ δὴ ἐμοὶ μὲν λεκτέον, ἀκροατέον δὲ σοί.
καὶ μὴν λέγω, πολὺ δεινότατον ἔργον καὶ δυσχέρειαν ἐργασόμεθα πάντων τῶν ἔργων καὶ δυσχερῶν, εἰ τὸν Πλοῦτον ἔρημον καὶ μεμονωμένον ἀπολιπόντες ποι φευξούμεθα καὶ οὐ διαπολεμήσομεν ὑπὲρ αὐτοῦ, τηνδὶ δεδιότες τουτέστι τὴν Πενίαν.
παρὰ πολὺ: ἡ «παρά» νῦν ἀττικῶς παρέλκει καὶ περιττεύει.
ἔρημον ἀπολιπόντες: ἔρημος λέγεται ἔρα καὶ γῆ μεμονωμένη μὴ ζῷα μὴ δένδρα μηδʼ ἄλλο μηδὲν χρήσιμον ἔχουσα. καὶ ἄνθρωπος δὲ ἢ ἕτερον ζῷον ἐν ἔρᾳ καί τινι γῇ διάγον μεμονωμένον, ἔρημον λέγεται.
ποίοισιν ὅπλοις: ποίοισιν ὅπλοις, φησὶν ὁ Βλεψίδημος, ἢ δυνάμει θαρροῦντες διαπολεμήσομεν πρὸς τὴν Πενίαν; ποῖον γὰρ ὅπλον ἢ ποίαν ἀσπίδα οὐκ ἐνέχυρον τίθησιν; ὡς τῆς πενίας ἀναγκαζούσης ἐνίοτε καὶ τὰ σωτήρια ὅπλα τιθέναι ἐνέχυρα, ποτὲ δὲ καὶ πιπράσκειν.
φαίνεται ἀπηγορευμένον εἶναι τὸ θεῖναι τὰ ὅπλα ἐνέχυρα. λέγει οὖν ὅτι αὕτη τῇ ἑαυτῆς βίᾳ ἀναγκάζει καὶ τοὺς νόμους παραβαίνειν τοὺς θεσπίσαντας ὅπλα ἐνέχυρα μὴ θεῖναι.
θάρρει· μόνος γὰρ οὗτος: «θάρρει, φησὶν ὁ Χρεμύλος, ὁ θεὸς γὰρ μόνος, ἤγουν ὁ Πλοῦτος, τροπαῖον, ἤτοι τρόπαιον ἀττικῶς, στήσει κατʼ αὐτῆς». πρὸς ταῦτα δὲ ἡ Πενία· «γρύζειν δὲ καὶ μικρόν τι τολμᾶτε φθέγγεσθαι, ὦ καθάρματα, ἑαλωκότες ἐπʼ αὐτῇ τῇ φωρᾷ, τῇ κλοπῇ». νῦν δὲ αἰτία· «ἐργαζόμενοι δεινά».
γρύζειν δὲ τὸ βραχύ τι ἢ φλύαρον φθέγγεσθαι, ἀπὸ τοῦ γρυλλισμοῦ δὲ εἴρηται καὶ τῆς τῶν χοίρων φωνῆς.
οἱ φαρμακοὶ δὲ καὶ πρὸς θεραπείαν θυόμενοι πόλεων ἐκαλοῦντο καθάρματα. οὕτω δὲ ἡ τοιαύτη θυσία ἐγίνετο· ἐνσκηψάσης τινὶ πόλει δεινῆς συμφορᾶς, κρατήσαντες ἢ τὸν δυσειδέστατον πάντων ἢ ᾧ μηδεὶς συγγενής, τῇ χειρί τε δόντες ἰσχάδας, μάζαν καὶ τυρόν, ἐς τὸ αἰδοῖόν τε ἑπτάκις ῥαπίσαντες σκίλλαις τε καὶ ἀγρίαις συκαῖς, καὶ μέσῃ τῇ ἀγορᾷ πυρὰν ὑπανάψαντες ξύλοις ἀγρίοις τε καὶ ἀκάρποις, καὶ τοῦτον ὁλοκαυτώσαντες, τὴν τέφραν εἰς ἀποτρόπαιον πάσῃ τῇ πόλει περιερράντιζον.
οὐδὲν γάρ, ὦ: λείπει τὸ «ὑμεῖς» ἀττικῶς· «οὐδὲν γὰρ ὦ ὑμεῖς νομίζετε πρὸς τῶν θεῶν ἀδικεῖν με, πειρώμενοι ποιῆσαι βλέψαι τὸν Πλοῦτον.»
ὅ τι σὲ: «ὅ τι καὶ τί ἀγαθὸν εὕροιμεν; σὲ πρῶτον ἐκβαλόντες καὶ ἐκβαλεῖν ἐκ τῆς Ἑλλάδος». μετοχὴ ἀντὶ ῥήματος ἀττικῶς, ὡς τὸ «κρύψαντες» ἀντὶ τοῦ «κεκρύφασιν».
καὶ μὴν περὶ τούτων σφῶιν ἐθέλω δοῦναι δίκην: φησὶν ἡ Πενία· «καὶ μὴν τὸ πρῶτον ὑμῖν περὶ τούτου αὐτοῦ διαλεχθήσομαι, τοῦ ὅτι, εἰ ἐμὲ ἐξ Ἑλλάδος ἐλαστρήσετε, οὐδὲν ἂν μεῖζον κακὸν τοῖς ἀνθρώποις ἐργάσεσθε· κἂν μὲν ἀντιλέγουσα πρὸς ὑμᾶς ἐμὲ ἀποδείξω ὑμῖν οὖσαν ἁπάντων τῶν ἀγαθῶν αἴτιον καὶ διʼ ἐμὲ ζῶντας ὑμᾶς». ἐλλειπτικῶς ἀττικῶς νοητέον τὸ «ἐάσατε ἐπιχειρεῖν βλέποντα ποιῆσαι τὸν Πλοῦτον· εἰ δὲ μή, δρᾶτον ὃ βούλεσθε».
… ως καὶ αὐτ … ὅμοιον δὲ τὸ σχῆμα τῷ «ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί».
ἅπανθʼ ἁμαρτάνοντας: «ἅπανθʼ ἁμαρτάνοντά σε δείξειν» δεῖ γράφειν, μὴ «ἁμαρτάνοντας δείξειν»· ἄνω γὰρ εἶπε «καὶ σὺ διδάσκου» καὶ πάλιν μετὰ τὸ «ἁμαρτάνοντά σε» φησὶν «εἰ τοὺς δικαίους φῂς ποιήσειν»· οὕτως «ἁμαρτάνοντά σε» τῇδε δεῖ γράφειν, οὐχ «ἁμαρτάνοντας», διὰ τὰ ἑκατέρωθεν ἑνικά, τὸ «σὺ διδάσκου» καὶ τὸ «φῂς ποιήσειν». εἰ δʼ οὐκ ἐπήγαγε τὸ «φῂς ποιήσειν», εἶπε δὲ μόνον οὕτω «καὶ σὺ διδάσκου», εἶτα «ἅπανθʼ ἁμαρτάνοντας ἀποδείξειν» καλῶς ἂν εἶχε καὶ ἀττικῶς ἡ γραφὴ σχήματι τῷ καλουμένῳ μεταβάσει ῥηθεῖσα.
ὦ τύμπανα: ἕνεκα τοῦ γελοίου καὶ ἡδονῆς τῶν ἀκροωμένων καὶ χάριτος ὁ ποιητὴς καλεῖ πρὸς βοήθειαν ὥσπερ ἔμψυχα τὰ τύμπανα καὶ τοὺς κύφωνας, ἅπερ εἰσὶ τιμωρητικὰ ὄργανα. ὡς ἐπὶ τὸ πολὺ γὰρ οἱ πένητες τιμωροῦνται, οἱ μὲν καὶ ἄνευ αἰτίας, οἱ δὲ διʼ ἀπορίαν τι κακουργοῦντες· τύμπανα δὲ τισὶ μὲν δοκοῦσιν οἱ σταυροὶ καὶ τὰ ἰκρία, ἤτοι τὰ ὄρθια ξύλα τὰ δίκροα, ἐν οἷς τοὺς κακούργους μετεωρίζουσιν, ἄλλοις δὲ πᾶν τυπτήριον ὄργανον, κύφωνες δὲ οἱ κλοιοὶ καὶ πάντες δεσμοὶ σιδηροῖ τε καὶ ἀλλοῖοι τιθέμενοι περί τινος τράχηλον καὶ κεκυφέναι τοῦτον καταναγκάζοντες.
τί δῆτά σοι τίμημʼ ἐπιγράψω τῇ δίκῃ: τίμημα· τιμωρίαν. «ἐὰν ἁλῷς καὶ ἡττηθῇς», φησὶ τῇ Πενίᾳ, «τί τίμημα καὶ τιμωρίαν καὶ πρόστιμον ἐπιγράψω τῇ δίκῃ καὶ καταδίκῃ;» ἔθος γὰρ ἦν τοῖς δικαζομένοις συμφωνεῖν πρὸς τοὺς ἀντιδίκους μετὰ τὴν ἥτταν καὶ πρόστιμον, οἷον· «ἐάν σε ἡττήσω, πάντα μοι καταβαλεῖς περὶ ὧν δικαζόμεθα καὶ τυχὸν καὶ ἕτερα τόσα νομίσματα».
ταύτῃ γε· νῶιν: ταύτῃ γε τῇ Πενίᾳ οἱ εἴκοσιν ἐξαρκέσουσι θάνατοι, ἡμῖν δὲ δύο μόνοι ἀρκοῦσιν.
οὐκ ἂν φθάνοιτε τοῦτο πράττοντες καὶ πάσχοντες ἤτοι συντόμως λοιπὸν θάνητε· τί ἔτι γὰρ δίκαιον ἂν ἔχοι τις ἀντειπεῖν, ἡττημένος δηλονότι; καὶ τὸ «οὐκ ἂν φθάνοιτε ἀποθνήσκειν» γέλωτα ποιοῦν ἐστι καὶ ἀστεῖον· ὡς εἴ τις γὰρ εἴποι τινὶ «οὐκ ἂν φθάνοις ἐς τὴν σὴν οἰκίαν ἱκέσθαι καὶ τόδε γενήσεται», οὕτω καὶ νῦν γελοιάζων εἶπεν· «ἂν ἡττηθέντες μέλλητε ἀποθνήσκειν, οὐκ ἂν φθάνοιτε τοῦτο παθόντες», τὸ ἀποθανεῖν δηλονότι—οὕτω γὰρ δηλοῖ ὅτι «οὐκ ἂν ἀποθάνοιτε»—· εἰ δὲ μὴ γέλωτος ἕνεκα γράφειν ἠβούλετο, «ταχέως ἂν ἀποθάνοιτε» εἶπεν.
ἀλλʼ ἤδη χρῆν τι λέγειν: ἀλλʼ ἤδη χρὴ λέγειν σοφόν τι ᾧ νικήσετε τὴν Πενίαν ἀντιλέγοντες, μαλακὸν δὲ καὶ χαῦνον μὴ δώσετε μηδέν.
φανερὸν μὲν ἔγωγε οἶμαι εἶναι τοῦτο εἰς τὸ γνῶναι καὶ γνωσθῆναι πᾶσιν ὁμοίως, ὅτι τοὺς χρηστοὺς εὖ πράττειν δίκαιον, τοὺς δὲ πονηροὺς τἀναντία.
τοῦτο οὖν ἡμεῖς: τοῦτο οὖν ποθοῦντες ἡμεῖς τὸ τοὺς χρηστοὺς μὲν εὐπραγεῖν, τοὺς δὲ πονηροὺς τἀναντία, μόλις ἐφεύρομεν ὥστε γενέσθαι λυσιτελὲς βούλημα καὶ ἀναβλέψαι τὸν Πλοῦτον καὶ διʼ αὐτοῦ δεδορκότος καὶ μηκέτι τυφλώττοντος ταῦτα πάντα γενέσθαι· οὗ τίς ἂν ἄμεινον ἐξεύροι τῷ βίῳ ποτέ;
«βούλημα» δὲ καὶ «βούλευμα» διαφέρειν φασὶν οἱ παλαιοὶ τοῦ ἀνδρὸς σχολιογράφοι, «βούλευμα» μὲν τὴν ἑνὸς ἑκάστου καὶ ἰδικὴν βουλὴν λέγοντες, «βούλημα» δὲ τὴν κοινὴ καὶ δημόσιον. ἡμεῖς δὲ ταῦτα ἀλλήλων οὐδὲν διαφέρειν φαμέν, ἀλλʼ ἐκ μὲν τοῦ βουλεύω τὸ «βούλευμα» γενέσθαι, ἐκ τοῦ βουλῶ δὲ περισπωμένου ῥήματος ἀττικῶς «βούλημα», ὡς ἀπὸ τοῦ τυπτῶ τύπτημα· εἰ γὰρ ἦν ἀπὸ βαρυτόνου τοῦ βούλω, βοῦλμα ἂν ἦν, ὡς ἀπὸ τοῦ τύπτω τύμμα.
περινοστῇ: περινοστεῖν ἐστι τὸ ἀπὸ τόπου τόπον πεπλανημένως περιπορεύεσθαι καὶ προσκρούειν, ὥσπερ οἵ τε τυφλοὶ καὶ οἱ βαδίζοντες ἐν βαθείᾳ καὶ ἀσελήνῳ νυκτί.
ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις: ὡς μὲν γὰρ νῦν τοῖς ἀνθρώποις ἡμῖν ὁ βίος ἤτοι τὰ ἐν τῷ κόσμῳ ἢ τὰ ἐν τῇ νῦν ἡμετέρᾳ ζωῇ διάκειται πράγματα καὶ διατίθεται καὶ εἰσί, τίς ἂν οὐχὶ μανίαν, κακοδαιμονίαν δὲ πλέον καὶ δυστυχίαν νομίσοι; πολλοὶ γὰρ φαῦλοι πλουτοῦσι, πολλοὶ δὲ πάνυ χρηστοὶ δυσπραγοῦσι καὶ πεινῶσι μετὰ σοῦ τε σύνεισι τῆς Πενίας ἤτοι πένονται. τοῦτο δὲ ὁμοῦ τε σεμνόν ἐστι καὶ δεινὸν καὶ γλυκύτατον. τὸ γὰρ ἀντὶ ῥήματος μὲν ὀνόματι χρήσασθαι, ὡς ἀντὶ τοῦ «πένεσθαι» «μετὰ σοῦ σύνεισι», σεμνοῦ λόγου. τὸ δὲ «σύνεισι» καὶ συμβιοῦσιν ὥσπερ ζώσῃ τινὶ ἔμψυχος λόγος ἐστὶ καὶ γλυκύς. ἄμφω δὲ ταῦτα οἰκονομηθέντα εἰς δέον τεθῆναι, μεθόδου δεινότητος. ἀλλὰ τί πρὸς ἀχαρίστους περὶ ἁπάντων λεπτολογοίημεν, δέον ἡμᾶς γράφειν ὡς πρὸς παρέργως ἀκούοντας;
βίος ϛʹ σημαίνει· τὸν παρόντα κόσμον, τὸν χρόνον τῆς ἑκάστου ζωῆς, τὴν ζωὴν αὐτὴν ἤτοι τὰ πρὸς τὸ ζῆν χρήσιμα, τὴν περιουσίαν ἑκάστου, τὴν τέχνην καὶ τὸ ἐπιτήδευμα, ὡς τὸ «σεμνοῦ ἢ ἀσέμνου βίου ἄνθρωπος».
τίς ἂν οὐχ ἡγεῖται μανίαν: παρακοπή, μανία καὶ ἔκστασις διαφέρουσι· παρακοπὴ ὡς ἐπὶ πυρεττόντων βραχεῖα παραφορὰ τοῦ λογιστικοῦ· μανία δὲ ἐκτροπὴ τούτου τελεία, λόγους εἰκαίους καὶ πεφυρμένους ἐπάγουσα· ἔκστασις δὲ τὸ καὶ λίθοις ἐκ τῆς μανίας βάλλειν τινὰς ἢ ξίφεσι πλήττειν ἑτέρους ἢ καὶ αὑτὸν καὶ σάρκας πολλάκις ἰδίας ἐσθίειν· καὶ ἄλλα ἄττα πολλά εἰσι διαφέροντα.
οὐκοῦν εἶναί φημι: πρῶτα μὲν ἰστέον ὅτι οἱ παλαιοὶ τοῦ ποιητοῦ σχολιογράφοι τὸ «οὐκοῦν» ἀποφατικόν φασιν εἶναι· ὃ οὐδὲ βαναύσῳ ἀνδρὶ λέγειν ἂν παρεχώρησα. ἡμῶν δὲ ἀκροατέον τοῖς θέλουσι· τὸ «οὐκοῦν» περισπωμένως συμπερασματικὸν καὶ συλλογιστικὸν καὶ ἀποδεικτικόν ἐστι, τὸ δὲ «οὔκουν» βαρυτόνως ἀρνητικὸν καὶ ἀποφατικόν, οὐκ ἀποφαντικόν· τὸ δʼ ἀποφατικὸν τοῦ βιβλογράφου ἴσως ἂν ἦν. δευτέρως φασὶ καὶ τὸν στίχον τοῦτον κακόμετρον ἢ καὶ ἄμετρον· ἡμεῖς δέ φαμεν τετράμετρον κάλλιστον ἀναπαιστικὸν εἶναι· καὶ πᾶν μέτρον ὡς καὶ λοιπὸν ἅπαν μέχρι σχεδὸν καὶ νυγμῆς καὶ γραμμάτων κεραίας ἠκριβολογημένως ἂν ἔγραφον, εἰ χάρις τις καὶ τοῦ καλοῦ διάκρισις ἦν, μὴ ἀδιαφοροδιχρονισταὶ δὲ καὶ θατερισταὶ ὑπῆρχον οἱ ἀκροώμενοι καὶ βόρβορον δυσώδη καὶ ἀποπνίγουσαν ᾑρετισμένοι, μὴ ἄρτον δὲ τρώγειν ἀγγέλων. ἀλλὰ καὶ τὴν συνέπειαν τοῦ λόγου λεκτέον μοι· «οὐκοῦν καὶ λοιπόν φημι εἶναι ὁδὸν ἥντινα βαδίσας ὁ Πλοῦτος, ἢν βλέψῃ ποτέ, παύσει ταῦτα τὰ ἀτοπήματα καὶ τοῖς ἀνθρώποις ἂν ἀγαθὰ μείζω πορίσειεν». ἀσυνδέτως δὲ οὕτως ἀττικῶς εἶπε παραλείψας τὸν «καί» σύνδεσμον.
ἀλλʼ ὦ πάντων ῥᾷστʼ ἀνθρώπων ἀναπεισθέντʼ οὐχ ὑγιαίνειν δύω πρεσβύτα: ἀλλʼ ὦ δύο πρεσβύτα ἐκ πάντων ἀνθρώπων ῥᾳδίως ἀναπεισθέντες οὐχ ὑγιαίνειν ἤτοι παραφρονεῖν καὶ μωραίνειν—πόθε δὲ ἀναπεισθέντες μωραίνειν; ἐκ τῆς βουλῆς δηλονότι ᾗ βουλεύεσθε βλέποντα ποιῆσαι τὸν Πλοῦτον—· εἰ γὰρ ἀναβλέψει καὶ διανεμηθῇ πᾶσιν ἐπίσης, οὐδεὶς ἂν οὐδεμίαν ἐθελήσῃ τέχνην μετέρχεσθαι· ἠφανισμένων δὲ τῶν τεχνῶν, τί ἂν συμβαίη τῷ βίῳ ἐλεεινότερόν τε καὶ χαλεπώτερον; ἀλλʼ ὁ μὲν νοῦς τοῦ τοιούτου χωρίου τοιοῦτος· λεκτέον δέ μοι βραχέα τινὰ καὶ τὴν τοῦ λόγου συνέπειαν.
δύο πρεσβύτα: τὸ ο ἢ μικρὸν κατὰ τὴν τῶν Ἰώνων καὶ τὰς λοιπὰς διαλέκτους ὡς κἀνταῦθα —βραχὺ γὰρ νῦν τὸ μέτρον εἶναι αὐτὸ ἀπαιτεῖ—, ἤ ποτε καὶ διὰ μεγάλου τοῦ ω γράφεται ἀττικῶς· μή τις δὲ τῶν ἡμετέρων ἀκροατῶν, ὡς τὰ νέα σοφὰ τοῦ βίου καθάρματα, ὡς δυϊκὸν γράφεσθαι μέγα τολμήσοι εἰπεῖν. ἐᾶτε τὰ θατεριστῶν τοῖς θατερισταῖς, ἐπιστημονικοῖς δὲ κανόσιν οἱ ἡμέτεροι χρώμενοι λέγετε· πᾶσα λέξις ἐν μιᾷ φωνῇ τὰ τρία γένη σημαίνουσα ἄκλιτός ἐστιν, ὡς καὶ τὸ δύο, τρία, πέντε καὶ ἕτεροι ἀριθμοί· μιᾷ γὰρ φωνῇ τὰ τρία γένη δηλοῦμεν «δύο» εἰπόντες· δύο γὰρ καὶ ἄνδρας φαμὲν καὶ δύο γυναῖκας καὶ δύο παιδάρια. ποῦ γοῦν ἀκλίτου τοῦ «δύο» τελοῦντος, εὑρέθη δυϊκὸν ἐν αὐτῷ, ὡς διὰ τοῦτό ποτε καὶ διὰ μεγάλου τοῦ ω γράφεσθαι, ἀττικῇ δὲ τῇ ἐκτάσει τότε λέγειν τοῦτο γράφεσθαι μέγα; ἡ δὲ τοῦ λόγου τοιαύτη συνέπεια· «ἀλλʼ ὦ δύο πρεσβύτα συγχορευταὶ καὶ συμπαίστορες φλυαρίας καὶ φρενῶν παρακοπῆς, ἀναπεπεισμένοι ῥᾳδίως οὐχ ὑγιαίνειν ἤτοι μωραίνειν, εἰ τοῦτο ὃ ποθεῖτε ὑμεῖς γένοιτο καὶ βλέψοι ὁ Πλοῦτος, οὐ λυσιτελήσει ὑμῖν».
οὔτε τέχνην ἂν τῶν ἀνθρώπων: τέχνην καλεῖ νῦν τὸ πᾶν τῶν βαναύσων τεχνῶν σύστημα, σοφίαν δὲ τὰς λογικὰς τέχνας καὶ ἐπιστήμας. ἄμφω δὲ τούτων ἠφανισμένων, ἐθελήσοι ἂν τίς ἐργάζεσθαί τι, χαλκεύειν, ναυπηγεῖν, ῥάπτειν, τροχοποιεῖν ἤτοι ἁμαξουργεῖν, ἢ πλινθουργεῖν, καὶ πλίνθους ἐργάζεσθαι, οἰκοδομῆς ἕνεκα ἢ πέδιλα καὶ καλτίους κατασκευάζειν ἀπὸ σκυτῶν καὶ δερμάτων ἢ σκυτοδεψεῖν καὶ βυρσεύειν—δεψῶ γὰρ τὸ μαλάττω καὶ ἁπαλύνω—;
ἢ γῆς ἀρότροις: ἢ ἀροτριᾶν γῆν καὶ στάχυν θερίσασθαι. ἡ δὲ συνέπεια· «ἢ θελήσει, γῆς δάπεδον ῥήξας ἀρότροις, Δηοῦς καρπὸν ἤτοι στάχυν θερίσαι».
λῆρον ληρεῖς: ἀδολεσχία μὲν ἀλλαχοῦ ὁ τοιοῦτός ἐστι διπλασιασμός· νῦν δὲ προσφυῶς ἀττικῶς ἕνεκα γέλωτος τῆς κωμῳδίας παρείληπται.
ἔμπορος ἥκων: ἔμπορος κυρίως ὁ διὰ θαλάσσης περῶν καὶ μεταβιβάζων τινὰ χρειώδη καὶ ἐμπολῶν. νῦν δὲ τὸν πράτην ἁπλῶς καὶ καταχρηστικῶς ἔμπορον λέγει.
παρὰ πλείστων ἀνδραποδιστῶν: ἀπὸ τῶν πολλῶν ἥκων ἀνδραποδιστῶν ἤτοι ἐκ Θετταλίας, οὗ πολλοί εἰσιν οἱ ἀνδραποδισταί. διαβάλλονται δὲ οἱ Θετταλοὶ ὡς ἀνδραποδισταὶ καὶ πανοῦργοι ἀπό τε Ἰάσονος ἀφηρπακότος τὴν Μήδειαν καὶ Διοτίμου τοῦ Θετταλοῦ ὑποσχεθέντος, εἰ νικήσει πολέμῳ, θῦσαι θυσίαν θεοῖς, μετὰ τὴν νίκην δὲ ψευσαμένου, κἀκ τῶν λοιπῶν Θετταλῶν ὅσα Φωκεῦσι καὶ Ἀθηναίοις καὶ πρὸ τῶν χρόνων τοῦ Ξέρξου καὶ τούτου τοῖς χρόνοις καὶ μετὰ τοῦτον ἐσκαιωρήκεσαν. «ἀνδραποδιστής» δὲ ὡς ἀποδιδοὺς καὶ πιπράσκων ἀνδράποδα λέγεται, καὶ «ἀνδράποδον» δὲ ὅτι ἀνὴρ καὶ ἄνθρωπός τίς ἐστι πιπρασκόμενος.
ὡστʼ αὐτὸς ἀροῦν: «ὥστε ἀναγκαζόμενος αὐτὸς καὶ σὺ διʼ ἑαυτοῦ σκάπτειν καὶ τἄλλα ποιεῖν, ὀδυνηρότερον πολὺ διατρίψεις καὶ διάξεις καὶ διαζήσεις βίον τοῦ νῦν οὗ φῂς ὀδυνηροῦ βίου σοι». καὶ ὁ Χρεμύλος τοῦτο ἀκούσας φησὶ τῇ Πενίᾳ· «ἐς σὲ καὶ ἐς τὴν σὴν κεφαλὴν τραπείη ὁ ὀδυνηρότερος βίος οὗ ζῶ». τὸ σχῆμα δὲ τοῦτο ἀπόπεμψις καὶ ἀποπόμπησις καλεῖται.
οὐ γὰρ ἔσονται οἱ ταῦτα ἐργαζόμενοι.
ἔτι οὐχ ἕξεις οὔτʼ ἐν κλίνῃ καταδαρθεῖν· οὐ γὰρ ἔσονται· οὔτε τάπησιν: οὐχ ἕξεις ἐν κλίνῃ καταδαρθεῖν καὶ κοιμηθῆναι οὔτε τάπησι. τάπητες οὐχὶ τὰ μαλλωτά, ὥς φασί τινες, ἀλλὰ πάντα τὰ ὑποστρώματα, ὡς Ὅμηρος δείκνυσι λέγων· «χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων». καὶ τάπητες μὲν πάντα τὰ ὑφαντὰ περιστρώματα· δάπιδες δὲ τὰ ἐκ δερμάτων γινόμενα, οἷα ἐν Κύπρῳ ποιοῦσιν ἃ καὶ θύραις ναῶν προσαρτῶνται κἀν τῷ θέρει ταῖς κλίναις ὑφαπλοῦνται.
οὔτε μύροισι μυρίσαι στακτοῖς: τῶν μύρων τὰ μέν εἰσι στακτὰ ἤτοι ὑγρά, ὡς τὸ ῥόδων καλούμενον στάγμα καὶ ἕτερα· τὰ δὲ χριστά, οἷς αἱ ἁβρότεραι τῶν γυναικῶν περιχρίονται· τὰ δὲ ἀρωματικά, ὑποκαιόμενα πυρὸς ἄνθραξι καὶ εὐωδιάζοντα. ὁ δὲ νοῦς· «οὔθʼ ὅταν νύμφην νυμφαγωγῆτε προόδοις ταῖς νυμφικαῖς, ἕξεις εὐωδιάσαι ταύτην μύροις ὑγροῖς δηλονότι οὐδὲ ἑτέροις, οὔτε κοσμῆσαι ταύτην ἀναλώμασι καὶ ἐξόδοις βαπτῶν ἱματίων ποικιλομόρφων»· ἃ πλουμαρικὰ καὶ ποικιλτικὰ καὶ βλαττία καλεῖται, καὶ οἱ ταῦτα δὲ ἐργαζόμενοι ποικιλταί.
σὺ γὰρ ἂν πορίσαι: τῆς Πενίας εἰπούσης ὅτι παντὸς ἀγαθοῦ γίνεται διʼ αὐτῆς εὐπορία τοὺς χειροτέχνας ἀναγκαζούσης πάντα ἐργάζεσθαι, φησὶν ὁ Χρεμύλος· «σὺ δυνηθείης ἀγαθόν τι πορίσαι πλὴν φῴδων καὶ φλυκταινῶν καὶ φλοίδων καὶ ἐκκαυμάτων ἐκ βαλανείου καὶ παιδαρίων πεινώντων καὶ κλαυθμυριζομένων διὰ τροφὴν καὶ γραϊδίων κολοσυρτὸν ἤτοι θόρυβον καὶ φθειρῶν ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν; αἳ ψύλλαι περὶ τὴν κεφαλὴν καὶ τὰ ὠτία εἰσδῦσαι βόμβον ἐμποιοῦσαι ἀνιῶσι καὶ θλίβουσιν ἐπεγείρουσαι καὶ λέγουσαι· πεινήσεις εἰ καθεύδεις δηλονότι, ἀλλʼ ἐπανίστασο». γλυκὺς δὲ καὶ ἔμψυχος ὁ λόγος ἐστίν· ὀφείλων γὰρ οὕτω ῥητορικῶς εἰπεῖν πιθανῶς καὶ κεκολασμένως «ἐπεγείρουσαι» καὶ μονονοὺ «φράζουσαι· πεινήσεις», ἀφεὶς πιθανῶς καὶ ῥητορικῶς οὕτως εἰπεῖν, ποιητικωτέρως ἐμψύχως εἰρήκει τὸν λόγον ἡδύτερον ἐργαζόμενος. ταῦτα δὲ εἶπε Χρεμύλος ἀπὸ τῶν συμβαινόντων τοῖς ἐνδεέσι τε καὶ πτωχοῖς.
φῴδων: τῶν ἐκ πυρὸς ἐκκαυμάτων· φῲς φωῒς φωΐδων καὶ φῴδων, μένοντος τοῦ ἰῶτα προσγεγραμμένου. λέγονται φωῗδες καὶ φῷδες καὶ τὰ ἐκ ψύχους ἐκκαύματα, ὡς καὶ Ἱππώναξ φησί· «πρὸς τὴν μαρίλλαν τὰς φωῗδας θερμαίνων». μαρίλη δʼ ἐστὶ τὰ λεπτὰ τῶν ἀνθράκων. βαλανεῖον παρὰ τὸ ἐκβάλλειν φησὶ τὰς ἀνίας.
κολοσυρτόν: κολοσυρτὸς ὁ θόρυβος καθʼ ἡμᾶς ἀπὸ τῶν κόλων καὶ κολοβῶν ἤτοι τμηθέντων ἐν τοῖς ὄρεσι ξύλων καὶ συρομένων ἐν ὕλῃ βαθείᾳ καὶ ποιούντων ὀρυγμαδὸν καὶ συγκλάσεις.
ὁ φθεὶρ καὶ ὁ κώνωψ καὶ ὁ κόρις ἀρσενικά. ἡ ψύλλα δὲ τῶν ψυλλῶν τὸ μὲν ζῳύφιον θηλυκῶς λέγεται· Ψύλλοι δὲ καὶ Ψύλλων ἀρσενικῶς ἔθνος λιβυκόν. καὶ ἡ φθεὶρ δὲ καὶ ἡ κώνωψ καὶ ἡ κόρις, εἰ βουληθείη τις, καὶ θηλυκῶς ἀττικῶς εἴπῃ, κἂν καὶ ὁ μέγας Ὀρφεὺς ἐν ταῖς Δωδεκαετηρίσιν ἀρσενικῶς κόριας λέγῃ· «καὶ κόριες μιαροὶ καὶ ἔσχατοι ἀμφαφάασθαι».
ἣ τοὺς εὕδοντας: ἥτις στιβὰς οὐχὶ ἡ κόρις—»ὁ κόρις» γὰρ ἔφην—· ἥτις στιβὰς ἡ ἐκ σχοίνων ἤγουν βρούλλων ἐγείρει τοὺς εὕδοντας τῷ πλήρης κόρεων εἶναι.
φορμὸν: κοφινίσιον, σπυρίδα.
σιτεῖσθαι δὲ ἀντὶ μὲν ἄρτων: ἄρτος ὁ ἄρτιος καὶ οἱονεὶ τέλειος καὶ μέγας καὶ ὁλόκληρος ψωμός· μάζα δὲ οὐ τὸ παρὰ Ἀλεξανδρέων ἐφευρεθὲν εἰς διαμονὴν πυρὶ πεφρυγμένον ἀρτίδιον, ὡς τέως οἱ σοφοὶ γράφουσι βούβαλοι μηδὲ τὴν μάζαν βοῶσαν αἰδούμενοι μὴ ἄζαν καὶ ξηρὰν εἶναί τινα ἢ μάζαν καὶ τρυφεράν. ἔστι γὰρ ἡ μάζα λεπτόν τι ἀρτίδιον ἢ ἐλαίῳ τηγάνῳ ἑψόμενον ἢ καὶ καμίνῳ ἐλαίῳ κεχρισμένον ἢ ἄνευ ἐλαίου, ποτὲ δὲ καὶ ἡδύσματα ἔνδον ἔχον μυρία, ὃ καὶ κυρίως μάζα καλεῖται. «ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτους τούτων γνώμας προδιδάσκειν».
ἰσχνῶν: λεπτῶν.
ῥαφανὶς ἡ ῥέπανος· ῥάφανος δὲ ἡ κράμβη.
θράνους: ὑποποδίου, θρόνου.
μάκτρας: ζυμωτικῆς σκάφης.
πιθάκνης: πίθου.
ἐρρωγυῖαν: κατερρηγμένην.
τὸν τῶν πτωχῶν δʼ ὑπεκρούσω: «οἷς εἶπας οὐ πενίαν ὑπεκρούσω καὶ ἔπληξας καὶ ἐμωμοσκόπησας, ἀλλὰ πτωχείαν». διαφέρει γὰρ προσαίτης, ἐνδεής, ἄπορος, πτωχός, πένης καὶ ἕτερα· προσαίτης γὰρ ὁ διατροφὴν αἰτῶν, ἐνδεὴς ὅ τινος στερισκόμενος, ἄπορος ὁ μὴ ἐκ τρόπου τινὸς πόρον ἔχων τῶν ζωαρκῶν, πτωχὸς δὲ ὁ πρώην μὲν ἔχων, εἶτα τοῦ ἔχειν ἐκπεπτωκώς, κἄν τινες ἀπὸ τοῦ πτώσσειν τοῦτό φασι, πένης δὲ ὁ χειροεργάτης καὶ τέχνης τινὸς ἔμπειρος λέγεται, ἀπὸ τοῦ τὰ ζωαρκῆ ἔχειν ἐκ τοῦ πονεῖν καὶ πένεσθαι καὶ ἐργάζεσθαι.
ὑμεῖς γʼ οἵπερ καὶ Θρασυβούλῳ: ὑμεῖς γε, φησί, τὴν πενίαν καὶ πτωχείαν ἀδελφὰς νομίζετε εἶναι ἤτοι ἓν ὑπάρχειν, οἵτινες καὶ τοὺς τυραννοκτόνους, ὡς Θρασύβουλον τὸν ἐν Ἀθήναις τοὺς τριάκοντα τυράννους καθελόντα, καὶ τοὺς τυράννους, ὡς τὸν Σικελίας τύραννον Διονύσιον, ὁμοίους εἶναί φατε.
ὡς μακαρίτην ὦ Δάματερ: λίαν αὐτοῦ τοῦ πένητος μακαρίτην καὶ νεκρόβιον εἶναι λέγεις τὸν βίον καὶ τὴν ζωήν, εἰ πονῶν καὶ φειδόμενος οὐδὲ τὰ πρὸς ἐνταφιασμὸν καταλείψει. «μάκαρ» καὶ «μακάριος» ὁ ζῶν καὶ εὐδαίμων· «μακαρίτης» δὲ ὁ τεθνηκώς. τὸ δὲ «ὦ Δάματερ» ὡς γεωργικὸς ὢν καθʼ ἡμᾶς ὄμνυσιν, ἀλλʼ οὐ κατά τινας καταμωκώμενος Δωριέων ὡς καὶ οὕτω δῆθεν ὀμνύντων. τὸ δὲ «μάκαρ» καὶ «μακάριος» ἐτυμολογεῖν μὲν οὐ δύναμαι, οὐδέ γε τοῖς ταῦτα κακῶς ἐτυμολογοῦσι βούλομαι πείθεσθαι· εἰ γὰρ ἀπὸ τοῦ «μὴ Κῆρες» μήκηρες ἠτυμολογοῦντο καὶ μάκαρες, μακρὸν ἂν τὸ μα καὶ οὐ βραχὺ τεχνικωτάτοις ἀνδράσιν ἐδέχετο.
καὶ γαστρώδεις καὶ παχύκνημοι παρʼ αὐτῷ μὲν γὰρ: παρὰ τῷ Πλούτῳ γὰρ ἤτοι τοῖς πλουσίοις πάθη τοιαῦτα συμβαίνουσι, καὶ ὑπερσαρκώσεις καὶ πλημμελεῖς πιμελαί, διά τε τὸ ἀδδηφαγεῖν καὶ ἐπʼ ἀκατεργάστοις ἐνίοτε.
τὸ δὲ «ἀσελγῶς» ἀσώτως, αἰσχρῶς.
εἴρηται δὲ τὸ «ἀσελγῶς» ἀπὸ τῶν ἐν Σέλγῃ πόλει τῆς Πισιδίας κατά τινας μὲν σεμνῶς βιοῦν οἰομένων· «ἀσελγῶς» «μὴ σεμνῶς», ὁμοίως τάχα τοῖς Σελγαίοις, ἀλλʼ αἰσχρῶς. κατὰ δὲ τοὺς ἐπισκεπτικώτερον τὸ ἔθνος εἰδότας Κίλιξι καὶ Ἀρμενίοις ὅμορον ὂν καὶ ὁμότροπον, «ἀσελγῶς» «αἰσχρῶς» ἐπιτατικώτερον, ὡς οἱ τῆς Σέλγης οἰκήτορες.
παρʼ ἐμοὶ δʼ ἰσχνοὶ: παρʼ ἐμοὶ δʼ ἰσχνοὶ καὶ κατάλεπτοι καὶ κατάξηροι, σφηκώδεις τε καὶ ὑπόλεπτοι· ὁ σφὴξ γὰρ κατὰ τὰ μέσα πάνυ διάλεπτος καὶ πρὸς φυγὴν ὠθεῖ καὶ ἀνθρώπους ἀντιταττόμενος· τοιοῦτοι δὲ καὶ οἱ πένητες τῇ μορφῇ.
περανῶ σφῶϊν: «περανῶ» βραχύ, «περάνω» μακρὸν ἀδιαφοροδίχρονοι· ἐνταῦθα δὲ βραχὺ ὁ στίχος αὐτὸ ἀπαιτεῖ.
κοσμιότης: σεμνότης, κατάστασις.
τοῦ Πλούτου δʼ ἐστὶν ὑβρίζειν: ἀλαζονεύεσθαι, ὑπερηφανεύεσθαι.
πάνυ γοῦν κλέπτειν: ἐπεὶ συμβαίνει κἀκεῖνα τοῖς πένησι καὶ τὸ κλέπτειν δὲ καὶ τοιχωρυχεῖν πενήτων ἐστίν, ἕνεκα τοῦ γελοίου Χρεμύλος καὶ ταῦτα ἐπάγει ἀστεϊζόμενος.
τοὺς ῥήτορας: τοὺς δημαγωγούς, τοὺς νομοθέτας· ῥήτορας γὰρ δημαγωγοὺς ἐν ταῖς Ἀθήναις καθίστων.
σφόδρα βάσκανος οὖσα: βάσκανος· πικρά, φθονερά. κατὰ μὲν ἄλλους φάσκανος καὶ βάσκανος ἡ καίνουσα δῆθε φθονερῷ βλέμματι· κατὰ δʼ ἡμᾶς ἡ ἐπιβλαβὲς πρόσφθεγμα ἔχουσα, ἡ ἐν τῷ βάζειν καὶ βάσκειν καίνουσα.
μηδὲν ταύτῃ γε κοσμήσῃς: μηδὲν ταύτῃ καὶ οὕτως ἐπικοσμήσῃς, καλλύνῃς, κατασκευάσῃς τοὺς λόγους δηλονότι, ὅτι ζητεῖς δεῖξαι πενίαν τοῦ πλούτου καλλίω.
φλυαρεῖς: μάτην λέγεις· ἀπὸ τῶν φλυόντων καὶ ἀναβραζόντων ἐν λέβησιν ὑδάτων. «πτερυγίζεις» δὲ ἀδυνάτοις κατασκευαῖς ἐπιχειρεῖς· ἀπὸ τῶν ἔτι ἀτελῆ πτερὰ ἐχόντων ὀρνιθαρίων καὶ κινούντων αὐτὰ ὡς δῆθε πρὸς πτῆσιν.
ὅτι βελτίους αὐτοὺς ποῶ: δαιμονία τοῦ ἀλιτηρίου κατασκευὴ κατασκευάζοντος «πῶς φεύγομεν τὴν Πενίαν;» λεγούσης αὐτῆς· «διὰ τὸ βελτίους ποιεῖν ἡμᾶς, κἀκ τῶν παίδων δὲ τοῦτο ἂν γνοίη τις· τοὺς γὰρ πατέρας φεύγουσι τὰ ἄριστα φρονοῦντας αὐτοῖς».
ταύτην: ἤγουν σὲ ἢ τὴν ἐκ σοῦ πεμπομένην πενίαν.
Κρονικαῖς γνώμαις: ἀρχαίοις μωροῖς διανοήμασι τὸ τοῦ νοὸς σιφλιῶντες ὄμμα καὶ μὴ ὀρθῶς βλέποντες ἤτοι νοοῦντες.
ὁ Ζεὺς δήπου πένεται: παραχρηστικῶς «ἐνδεής ἐστι καὶ πτωχός». καὶ γελοίως τοῦτο κατασκευάζει ἐκ τοῦ τοὺς Ὀλυμπιονίκας θαλῷ ἐλαίας στεφανοῦσθαι· οὐ γὰρ δωρίτης καὶ χρηματίτης ἦν ὁ ἀγών. «διʼ ἔτους» δὲ «πέμπτου» εἶπεν, ἐπεὶ τεσσάρων παραδραμόντων ἐνιαυτῶν ὁ ὀλυμπιακὸς ἐτελεῖτο ἀγών, εἷς μὲν διὰ μθʹ μηνῶν, ἕτερος δὲ διὰ μηνῶν νʹ, καὶ ἀεὶ οὕτως ἀμοιβαίως ἐγίνοντο αἱ Ὀλυμπιάδες τεσσαρακονταεννεάμηνοι καὶ πεντηκοντάμηνοι· τοῦτο ἐξ ἀνθρώπου γράφειν ἠκριβωμένως εἰδότος ἀλλὰ μὴ ἐκ γαστρὸς φθεγγομένου σημείωσαι.
κοτίνῳ στεφάνῳ: κοτινίνῳ καὶ ἀγριελαίου στεφάνῳ. παραχρηστικῶς δὲ ἢ μᾶλλον, ἀτρεκεστέρως με φάναι, ἐψευσμένως εἶπε «κοτίνῳ». καλλιελαίου γὰρ ἐλαίας στεφάνῳ ἐστεφανοῦντο οἱ Ὀλυμπίᾳ νικῶντες, ἀλλʼ οὐ κοτίνῳ ἤτοι ἀγριελαίου ἐλαίας. οὐκ ἦν δʼ ἀναγκαῖον καὶ περὶ τῆς καλλιελαίου εἰπεῖν· ἐπεὶ δὲ πεφυρμένως οἱ παλαιοὶ περὶ ταύτης φασὶ σχολιογράφοι, πῇ μὲν λέγοντες ὡς ἐν Ἀθήναις παρὰ τὸν Ἰλισσὸν ποταμὸν πεφυτευμένη ἐστὶ περιῳκοδομημένη καὶ ζημία μεγάλη ἐστὶ τῷ θίγοντι ταύτης, ἐκ ταύτης οἱ Ἠλεῖοι τοὺς ἐν Ὀλυμπίᾳ στεφάνους τοῖς ἀθληταῖς ἔφερον, καὶ ὅτι Ἡρακλῆς φέρων ἐκ τοῦ καρποῦ ταύτης ἐν Ὀλυμπίᾳ ἐφύτευσε, δέον καὶ τοῦτο δηλῶσαι τοῖς χρῄζουσιν· ἐν Ὀλυμπίᾳ τὸ πρὶν οὐκ ἦν ἐλαίας θαλός· ἡλιοθερὴς δὲ καὶ ἄδενδρος ὑπῆρχεν ὁ τόπος, ὥς φησι Πίνδαρος· Ἡρακλῆς δὲ ἐπὶ Σκυθίαν σταλεὶς τὴν Ταϋγέτης ἀποκομίσαι χρυσόκερων ἔλαφον τὴν ἀνατεθειμένην τῇ Ὀρθωσίᾳ ἤτοι Ἀρτέμιδι, ἐκεῖθε τὰς καλλιελαίους εὑρὼν ἐς Ὀλυμπίαν ἀποκομίσας ἐφύτευσε. φησὶ γὰρ οὑτωσί πως· «Ἴστρου τάν ποτε σκιερᾶν ἐκ παγᾶν ἔνεικεν Ἀμφιτρυωνίδας μνᾶμʼ ἔμμεναι Ὀλυμπίᾳ». ὅτι δʼ ἐν ὑπερβορέοις Σκύθαις ἐλαῖαι, μὴ διαπόρει· ἐγὼ γὰρ πρὶν τοῦτο διαπορῶν, μόλις ἐπέγνων ἐκ Ζηνοθέμιδός τε καὶ λοιπῶν τῶν περιοδευσάντων τοὺς τόπους.
λήροις ἀναδῶν: ἀναδέων καὶ ἀναδῶν καὶ δεσμῶν καὶ στεφανῶν τοὺς νικῶντας ἐν λήροις καὶ φύλλοις καὶ φλυαρίαις. ἢ λείροις καὶ λειρίοις, τοῖς παρά τισι μὲν κρίνοις καλουμένοις, τοῖς δὲ φροντισταῖς ἀτρεκείας τοῖς ἐκ τῆς γῆς πᾶσιν ἄνθεσιν, ὡς ἀκριβέστερον πάντων τὰ ὑποψελλίζοντα διδάσκει παιδάρια, κἂν ἐκφωνοῦντα ταυτὶ τὸ ῥῶ πρὸς λάμβδα μετάγωσιν.
περιάψαι: προσάψαι, περιθεῖναι.
ἀνελεύθερός ἐσθʼ οὑτωσὶ: ἀγεννής, φειδωλός, ἀκριβής, γλίσχρος. τὸ δὲ «ἀκριβής» ἐπὶ αἴνου πλέον λαμβάνεται, «ἀκριβὴς τοξότης, ἀκριβὴς ῥήτωρ». καὶ τἄλλα, τουτέστιν ὁ ἠκριβωμένος περὶ τὴν τέχνην καὶ ἀμεμφής.
τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς: «τοιαῦτα—φησὶν ἡ Πενία—ληρεῖτε ἀστεῖα καὶ γελοιώδη· τὸ γὰρ τολμᾶν ἀντιλέγειν ὑμᾶς ὅτι πάντα τὰ ἀγαθὰ ὑμῖν ἐστι διὰ τὴν Πενίαν». λείπει τὸ «οὐκ ἔστιν», ἤτοι «οὐ γὰρ δύνασθε πρὸς τοῦτο ἀντιλέγειν».
παρὰ τῆς Ἑκάτης ἔξεστιν: Ἑκάτη, Ἄρτεμις καὶ Σελήνη ἡ αὐτή ἐστι· τὴν δὲ τῆς Ἑκάτης ἱστορίαν ἐν τῷ κειμένῳ λέγει ὁ κωμικός, ὅτι κατὰ σελήνην οἱ μὲν πλούσιοι δεῖπνα τῇ Ἑκάτη ἐν ταῖς τριόδοις ἐτίθουν, οἱ δὲ προσαῖται καὶ ἐνδεεῖς ταῦτα πεινῶντες ἀφήρπαζον καὶ κατήσθιον.
οὐ γὰρ πείσεις ἡμᾶς ὡς πενία καὶ τὸ πεινῆν κρεῖττον τοῦ πλουτεῖν καὶ τρυφᾶν. λέγεται δὲ ἡ παροιμία τὸ «οὐ πείσεις οὐδʼ ἢν πείσῃς» ἐπὶ τῶν ἠκριβωμένως τι εἰδότων.
ὦ πόλις Ἄργους: ἐκ Τηλέφου Εὐριπίδου τοῦτο· σχετλιάζουσαν δὲ τὴν Πενίαν φέρει τραγικῶς τοῦτο λέγουσαν.
Παύσωνα κάλει: Παύσων ζωγράφος ἦν πένης, ὃν διὰ τὸ πένητα εἶναι σύντροφον Πενίας καλεῖ.
ἔρρʼ ἐς κόρακας: φθείρου βᾶσά ποι πρὸς τόπους ἐρήμους· ἢ ἐς κόρακας ἀπελθοῦσα τούτοις καταβρώθητι.
ἐς τὸν κύφωνα ἀλλʼ οὐ μέλλειν: κύφων δὲ δεσμὸς βαρύνων τοὺς τραχήλους τῶν δεσμουμένων.
μεταπέμψεσθον: «στείλαντές τινά με καλέσετε πρὸς ὑμᾶς ἐλθεῖν». τοῦτο γάρ ἐστι κυρίως τὸ «μεταπέμψεσθον».
κρεῖττον γάρ μοι: τοῦτο ἠθικώτατον ἀστεῖον· ἀντὶ τοῦ «ἀσυγκρίτως ἐμοὶ τὸ πλουτεῖν κρεῖττόν ἐστιν».
σὲ δʼ ἐᾶν κλάειν μακρὰ καὶ μεγάλα. «τὴν κεφαλήν» δὲ περιττῶς ἀττικῶς κεῖται· οὐχὶ «κλάειν ἐς τὴν κεφαλήν»· οὔτε ἔξωθε νοητέον «τύπτουσαν μακρὰ τὴν κεφαλήν»· ἀλλʼ οὕτω περιττῶς ὡς ἔθος πολλὰ τιθέναι τοῖς Ἀττικοῖς, ὡς τὸ «παίζεις ἔχων»—τὸ «ἔχων» περιττῶς κεῖται—, «οὐράνιόν γʼ ὅσον»—τὸ «ὅσον» περιττῶς—, καὶ ἕτερα μυρία, ὡς καὶ τὸ «κλάειν μακρὰ τὴν κεφαλήν». καὶ ὁ Βλεψίδημος, συμμαρτυρῶν τῷ Χρεμύλῳ, ἠθικωτάτως φησί· «νὴ τὸν Δία», ἔγωγε βούλομαι πλουτῶν χαίρειν, τρυφῶν μετὰ τῶν παίδων καὶ τῆς γυναικός, καὶ λουσάμενος λιπαρὸς καὶ κατάχριστος ἐλαίῳ χωρῶν καὶ ὑποστρέφων ἐκ βαλανείου, καθʼ Ἡρόδοτον ἀποματαΐσαι καὶ κάτωθε πνεύματα πέμψαι καὶ καταπαρδεῖν τῶν χειροτεχνῶν καὶ τῆς Πενίας.
ἡπίτριπτος: ἡ πολλοὺς ἐπιτρίβουσα καὶ δαπανῶσα Πενία· ἢ ἡ ἀξία ἐπιτριβῆναι καὶ ἀπολέσθαι. ταῦτα δέ φησιν ὡς τῆς Πενίας ὑποχωρησάσης.
ὡς τάχιστα τὸν θεὸν: τὸν Πλοῦτον. ἐγκατακλινεῖν δὲ θεὸν εἶπεν ἐς Ἀσκληπιοῦ τοῦ τῆς κωμῳδίας ἕνεκα γέλωτος· πῶς γὰρ οὐ γελοῖον ἀκοῦσαι θεὸν θεραπείας δεόμενον καὶ ἰατρείῳ ἀνακλινόμενον; ὁ Ἀσκληπιὸς δὲ θεῶν ἰατρός.
τι τῶν προὔργου ποιεῖν: μή τις πάλιν ἐλθὼν διακωλύσῃ ἡμᾶς ποιεῖν τι τῶν προὔργου, ἤτοι τι τῶν πρὸ τοῦ σπουδαζομένου ἡμῖν ἔργου, ἤτοι τοῦ ἀναβλέψαι τὸν Πλοῦτον.
ἐκφέρειν ἐχρῆν: ἔκφερε, ἔξαγε.
ἄγειν: ἄγε.
ὡς νομίζεται: ὡς νόμιμον, νῦν ὡς ἔθος ἐστίν.
καὶ τἄλλʼ ὅσα: καὶ τὰ ὅσα ἐστὶν ηὐτρεπισμένα πρὸς θυσίαν.
ὦ πλεῖστα Θησείοις: Χοροῦ μέρος ἢ Καρίων. ἀναβλέψαντος ἐς Ἀσκληπιοῦ τοῦ Πλούτου, τὶς τοῦ χοροῦ, μᾶλλον δὲ ὁ Καρίων ἄγγελος τῷ Χορῷ γίνεται ταύτης τῆς ἀγαθῆς συμφορᾶς, καί φησιν· «ὦ γέροντες ἄνδρες, πλεῖστα καὶ πολλάκις ἐν τοῖς Θησείοις καὶ τῇ ἑορτῇ τῇ τῷ Θησεῖ τελουμένῃ μεμυστιλημένοι καὶ ῥοφοῦντες ζωμὸν ἐπʼ ὀλιγίστοις ἀλφίτοις καὶ ἄρτοις, ἤτοι πένητες, κοίλῳ βραχεῖ ἄρτῳ πρὶν ἐν τοῖς Θησείοις ἀρυόμενοι καὶ ἐσθίοντες ζωμόν, ὡς καὶ λίαν εὐτυχεῖτε, λίαν μακαρίως πράττετε, ἄλλοι τε πάντες ἀγαθοί». ἡ δὲ τῶν Θησείων ἱστορία τοιάδε· Θησεὺς ὁ Αἰγέως παρὰ τοῦ πατρὸς τὴν βασιλείαν Ἀθηναίων διαδεξάμενος ἑκοντί, ὥσπερ καὶ Διοκλητιανὸς ὕστερον, τοῦ βασιλεύειν ἀπέστη καὶ τὴν βασιλείαν τῶν Ἀθηναίων δημοκρατίαν ἐποίησε. Λύκῳ δέ τινι κατηγορηθεὶς ἢ ὅτι τοὺς Παλλαντίδας ἀνεῖλε συγγενεῖς ὄντας καὶ αὐτῷ πρὸς τῆς βασιλείας ἐπιβουλεύσαντας, ἢ ὅτι τὴν Ἑλένην ἁρπάσας τοὺς Διοσκόρους στρατεῦσαι καὶ πορθῆσαι τὰς Ἀθήνας ἐκίνησεν, ἢ καὶ διὰ τὰ ἀμφότερα κατηγορηθεὶς Λύκῳ τῷ Ἀθηναίῳ ἐκείνῳ καὶ ὀστρακισθεὶς ἐν Σκύρῳ νήσῳ Δολόπων ἀναιρεῖται ἢ δόλῳ τοῦ Λυκομήδους, ὃς ἦν δυναστεύων Σκύρου, ἢ μόνος ὀλισθήσας καὶ πεσὼν ἐκ κρημνοῦ. ὕστερον δὲ λιμοῦ καὶ λοιμοῦ κατασχόντος Ἀθήνας, χρησμῷ τὰ ὀστᾶ τούτου μόλις εὑρόντες ἐπὶ Κίμωνος τοῦ στρατηγοῦ Ἀθήναζε μετατίθενται· καὶ ναὸν τούτῳ δειμάμενοι, ἐτησίως τὰ Θησεῖα ἑώρταζον ἐν ἰσοθέοις τιμαῖς ἐν ὀγδόαις μηνὸς ἤτοι τῆς σελήνης καὶ εὐωχίας ἐποίουν δημοτελεῖς, ἐν αἷς οἱ μὲν τῆς ἄνω μοίρας ἐτρύφων, οἱ δὲ πένητες μόλις καὶ ζωμοῦ κοίλῳ ἄρτῳ ἠρύοντο.
φαίνει γὰρ ἥκειν ἄγγελος: φάσις καὶ ἀγγελία διαφέρει παρὰ τοῖς ἀστρολόγοις· φάσιν μὲν γὰρ οὗτοί φασι τὸ περὶ τῶν ζώντων μήνυμα, ἀγγελίαν δὲ τὸ περὶ τεθνηκότων. Ὅμηρος δʼ ἐπʼ ἀμφοτέρων τοῦτο λαμβάνει· «ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα», καὶ πάλιν· «δάκρυα θερμὰ χέων φάτο δʼ ἀγγελίην ἀλεγεινήν». καὶ νῦν δὲ ὁ κωμικός· «φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος».
ἐξωμμάτωται καὶ λελάμπρυνται: ἀντὶ τοῦ «πάνυ ὁρατικώτατος γέγονε καὶ ἐφαιδρύνθη». οἱ Ἀττικοὶ δὲ τὰ πληθυντικὰ ἑνικῶς ἐκφωνοῦσιν, ὡς τὸ «παίζει τὰ παιδία», καὶ τὰ ἑνικὰ πληθυντικῶς, ὡς νῦν τὸ «καὶ λελάμπρυνται ὁ Πλοῦτος». τῷ δὲ σπουδαίῳ καὶ γελοῖον ἐσχηματισμένον παρέμιξεν, ἵνα τὸ μὲν φαινόμενον νοοῖτο, «ὠμματώθη καὶ ἐλαμπρύνθη τὰς κόρας», τὸ δʼ ἐν σχήματι καὶ γελοῖον, «ἐξωμμάτωται καὶ ἐστέρηται ὀφθαλμῶν καὶ τὰς κόρας ἐλαμπρύνθη, τοῦ Ἀσκληπιοῦ παιῶνος καὶ παυστικοῦ νόσων ἤτοι ἰατροῦ εὐμενοῦς τυχών».
λέγεις ἐμοὶ χαράν, λέγεις ἐμοὶ βοάν: ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. εἰ δʼ ἐστί· «λέγεις μοι χαράν, λέγεις μοι βοάν», ἕτερός τις αὐτὸν μετρησάτω.
ἤν τε βούλησθʼ ἤν τε μή: ἀντὶ τοῦ «παντὶ τρόπῳ» ἀττικῶς.
τὸν εὔπαιδα καὶ μέγα βροτοῖσι φέγγος: «ὑμνήσω βοαῖς γεραίρων τὸν εὔπαιδα καὶ βροτοῖς μέγα φέγγος καὶ σωτηρίαν Ἀσκληπιόν». Ἀσκληπιὸς λέγεται παρὰ τὸ μὴ ἐᾶν σκέλλεσθαι καὶ νεκροῦσθαι τοὺς ἀνθρώπους· εὔπαιδα δὲ τοῦτόν φησιν ἢ ὡς καλοὺς παῖδας ἔχοντα ἢ τὸν καλὸν παῖδα Ἀπόλλωνος Ἀσκληπιόν. ᾧ Ἀσκληπιῷ παῖδες καλαὶ Ἰασώ, Πανάκεια καὶ Ὑγεία· Ἰασὼ μὲν παρὰ τὸ ἰᾶσθαι, Πανάκεια δὲ παρὰ τὸ πάντα ἀκεῖσθαι, Ὑγεία δὲ παρὰ τὸ ὑγείαν παρέχειν. τὸ δὲ «εὔπαις» καὶ τὰ ὅμοια τριχῶς· εὔπαις, αὐτὸς ὁ καλὸς παῖς, καὶ ὁ καλοῦ πατρὸς παῖς καὶ ὁ καλοὺς παῖδας τεκών.
ταχέως ταχέως: ὁ Καρίων δουλικῷ τῷ τρόπῳ τῆς ἀγαθῆς ἀγγελίας μισθὸν παρὰ τῆς δεσποίνης σπουδαστικώτερον οἶνον πιεῖν ἐξαιτεῖ. ἅμα δὲ ὁ ποιητὴς ἐν ταὐτῷ τούς τε δούλους καὶ τὰς γυναῖκας εἰς τὸ φίλοινον κωμῳδεῖ.
πέραινε τοίνυν: τελείου, πλήρου τὸν λόγον. «περαίνειν» δὲ καὶ τὸ συνουσιάζειν δηλοῖ· «πειρήν» γὰρ πολλὰ μὲν ἄλλα σημαίνει, ἀλλὰ καὶ τὸ αἰδοῖον.
«τὰ πράγματα—νῦν τὰ πραχθέντα φησί—καὶ τὴν ὑπόθεσιν ἐκ ποδῶν καὶ ἀπʼ ἀρχῆς ἐς κεφαλὴν καὶ μέχρι τέλους πάντα ἐρῶ σοι», φησὶν ὁ Καρίων. ἐπεὶ δὲ παρὰ τοῖς Ἀττικοῖς πράγματα καλοῦνται τὰ δυσχερῆ, τὸ δὲ «ἐς κεφαλήν» λέγειν ἔταττον ὡς εἶδος ἀρᾶς, ἕνεκα τοῦ γελοίου ὁ κωμικὸς τὸν Καρίωνα πλάσας οὕτως εἰπόντα ἐπιφέρει τὴν τοῦ Καρίωνος δέσποιναν, τὴν γυναῖκα Χρεμύλου, λέγουσαν· «μὴ δῆτά μοι ἐς τὴν κεφαλὴν τὰ πράγματα ἤτοι τὰ δυσχερῆ». καὶ ὁ Καρίων πάλιν φησί· «μὴ τἀγαθὰ πράγματα ἃ γέγονε νῦν ἐς κεφαλὴν καὶ ἐς τέλος ἐρῶ σοι;» καὶ ἡ γυνή· «τὰ ἀγαθὰ πράγματα ναὶ λέξον· μὴ μὲν οὖν ἁπλῶς τὰ πράγματα» ἤτοι τὰ δυσχερῆ. καὶ ὁ Καρίων ἄρχεται λέγειν· «ὡς γὰρ τάχιστʼ ἀφικόμεθα». ὁ «γάρ» περισσός· «ἀφικόμεθα» γράψον ἄνευ τοῦ σ· εἰ δʼ «ἀφικόμεσθα» γράψεις, ἐπταισμένος ὁ στίχος ἐστίν. οἱ παλαιοὶ δὲ οὐχ ὡς ἔτυχε καὶ ἀδιαφόρως ὥσπερ νῦν οἱ θατερισταὶ τά τε μέτρα καὶ λόγους συνέταττον, ἀλλὰ πρὸς λογικῶν κανόνων ἄκραν ἀκρίβειαν. «τὰ πρὶν δὲ πελώρια νῦν ἀϊστοῦται», ἐπιτράχηλος δὲ καὶ ῥοθοπυγιζομένη ὠθεῖται ἡ τεχνικὴ τῶν λόγων ἀκρίβεια· «τῶν γὰρ βαναύσων πανταχοῦ κράτος μέγα».
ἄγοντες ἄνδρα: ἄνδρα νῦν τὸν Πλοῦτον λιτὸν καὶ ἄθλιόν φησιν, ὅτι ἀνδρόμορφος ἦν καὶ τυφλός. οὐδὲν ἐνταῦθά ἐστι βαθύ τε καὶ δύσνουν· σαφηνιστέον δὲ βραχέα τινά.
ἔπειτʼ ἐλοῦμεν: ἐλούομεν κατὰ συγκοπήν.
νὴ Δίʼ εὐδαίμων: εἰρωνικῶς νῦν ἀντὶ τοῦ «δυσδαίμων» καὶ ἄθλιος ἀνὴρ γέρων ψυχροφυὴς ψυχρᾷ θαλάττῃ λουόμενος.
ἔπειτα πρὸς τὸ τέμενος: ναός, βωμός, τέμενος, ἄδυτον διαφέρουσιν, ὡς πολλαχοῦ πολλάκις ὑμῖν ἐδιδάξαμεν. τέμενος νῦν ὁ ναός· βωμὸς δὲ τὸ θυσιαστήριον.
πόπανα: ἄρτοι τινὲς ἐλαίῳ δεδευμένοι οἱ καὶ λάγανα καλούμενοι καὶ ψαιστά, καί τινα δὲ μελίπηκτα. ὁ δὲ νοῦς τοῦ τῇδε χωρίου τοῦ λόγου· «ἐπεὶ δὲ τῇ φλογὶ τοῦ Ἡφαίστου καὶ τῷ πυρὶ καθωσιώθη καὶ ἥγνισται τὰ προθύματα», ἡ καταρχὴ τῆς θυσίας, τὰ πρώτως θυόμενα, τὰ πόπανα καὶ ὁ πέλανος. ἀσυνδέτως δὲ εἶπεν «κατεκλίνομεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν, καὶ ἡμῶν ἕκαστος στιβάδα καὶ στρωμνίδιον παρεκαττύετο», καὶ ἐκ τῶν τυχόντων ῥακίων ἢ χόρτων ἐπεσώρευεν. «ἐκαττύετο» δὲ εἶπεν ἀπὸ τῶν ῥιπτομένων παλαιῶν δερματιδίων τῶν πεδίλων, ἃ σκυτέες καττύματα καλοῦσιν.
προθύματα: ἡ καταρχὴ τῆς θυσίας ἢ θυμίαμα ἢ τὰ κανᾶ τῶν κριθῶν ἢ ζειαὶ καὶ ὄλυραι. τί τὰ πόπανα προειρήκειμεν.
πέλανος: εἶδος ὀσπρίου, μᾶλλον δὲ ὀσπρίου ἀληλεσμένου χύτρα.
ὑπερηκόντισεν: ὑπερενίκησεν· ἐκ μεταφορᾶς τῶν ἀκοντιστῶν· ὡς γὰρ δισκευταὶ καὶ τοξόται, οὕτω καὶ ἀκοντισταὶ ἀκοντισταῖς ἀντερίζοντες, οἱ μὲν ἥττηνται, οἱ δὲ ὑπερδισκεύουσιν ἢ ὑπερτοξεύουσιν ἢ ὑπερακοντίζουσιν. ἀκόντιον δέ ἐστιν οὐ τὸ μακρὸν δόρυ ἀλλὰ τὸ καλούμενον ῥιπτάριον, περὶ οὗ καὶ Ὀδυσσεὺς ἐν Ὀδυσσείᾳ φησί· «δουρὶ δʼ ἀκοντίζω, ὅσον οὐκ ἄλλος ὀϊστῷ». ὁ δὲ Νεοκλείδης ῥήτωρ ἦν τὰ δημόσια κλέπτων, καὶ ὡς ξένιος κωμῳδεῖται καὶ τὰς ὄψεις οὐχ ὑγιής.
ὁ πρόπολος: ὁ πρόσπολος ἢ ὁ πρόπολος· ὁ συμπολῶν καὶ σὺν τῷ Ἀσκληπιῷ πολῶν καὶ ἀναστρεφόμενος ἢ προπολῶν καὶ προπορευόμενος αὐτοῦ· λέγει δὲ τὸν ἱερέα.
ἀθάρης: σεμιδάλεως ἑφθῆς.
ἐξέπληττεν: ἐθορύβει, ἠνία.
γραιδίου: σὺν τοῖς ἄλλοις νοσοῦσιν ἦν ἐκεῖ καὶ γραΐδιον. συνίζησις δὲ γίνεται.
ἐφʼ ἣν σεμίδαλιν ἐπεθύμουν ὁρμῆσαι δαιμονίως καὶ εὐφυῶς.
τοὺς φθοῖς ἀφαρπάζοντα: φθόϊας φθοῖς τοὺς πλακοῦντας, οἵπερ εἰσὶν ἐξ ἄρτων ποικίλα κατασκευάσματα.
καὶ τὰς ἰσχάδας: ἰσχάδας δὲ καὶ τρωγάλια πρώην ἀκηκοὼς ἔγνως· καὶ νῦν δὲ περὶ τούτων ἐροῦμεν, ἵνα τὸν ὑπολειπόμενον ἀγραφῆ χάρτην τῆς τῇδε σελίδος ἀναπληρώσαιμεν. ἔθος ἦν πάλαι κρατοῦν Ἀττικοῖς τοῖς νεωνήτοις τε δούλοις καὶ παισὶν ἄρτι ὀδοντοφυοῦσι καὶ τοῖς ἤδη συλλαβὰς γραμμάτων ἀναγινώσκουσιν—ὃ καὶ παρʼ ἡμῖν πολλοῖς γίνεται—κἀν ταῖς ἐπιστασίαις τῶν παίδων ἰσχάδας τρωγάλιά τε καὶ κάρυα καὶ λοιπὰς ὀπωρῶν καταχεῖν, τοὺς δὲ παρευρημένους ἐκεῖ ταῦτα ἁρπάζειν· κἀν ταῖς ἱεραῖς δὲ τραπέζαις ἐν τοῖς προθύμασιν Ἕλληνες ἐπὶ κανῶν ταῦτα ἐτίθεσαν, ὡς ἐπὶ νεκροῖς νῦν ἡμεῖς, ἐνίοτε δὲ καὶ ἁγίοις ἀνδράσιν.
ταῦθʼ ἥγγιζεν: ἀστείως βούλεται λέγειν ὅτι ἡγίαζεν ὁ ἱερεὺς τὰ πόπανα. εἶπε δὲ «ἥγγιζε» καὶ ὡς εἰς ἄγγος ἐνέβαλλεν «εἰς σάκταν» καὶ σάκκον τινά· ὅθε καὶ τὸν σάκκον διὰ δύο γράφομεν κάππα, ὡς τοῦ τ τραπέντος εἰς κ· ὡς καὶ τοῦ μυρσίνη μυρρίνη, ἄρσην ἄρρην, τὰ σ ἐτράπησαν εἰς ρ, καὶ διὰ δύο ρρ τὰ τοιαῦτα γράφομεν καὶ ἕτερα τοιαῦτα ὁμοίως.
κἀγὼ νομίσας: ἰδών, φησί, τὸν ἱερέα τὰ πόπανα εἰς τὴν σάκταν ἁγιάσαντα, ἤδη νομίσας καὶ ἡμῖν ὅσιον εἶναι μεταλαβεῖν τούτων, οὐδὲ ἀνόσιον, ἐπὶ τὴν χύτραν τῆς σεμιδάλεως ἀνίσταμαι. ἰστέον δὲ ὡς διαφέρει εὐσεβὲς καὶ δίκαιον καὶ ὅσιον κατὰ κυριολογίαν· τὸ εὐσεβὲς γὰρ πρὸς θεὸν λέγεται, τὸ δὲ δίκαιον πρὸς ζῶντας ἀνθρώπους, πρὸς τοὺς τεθνηκότας δὲ ὅσιον· ὅθε καὶ ὁσίας φαμὲν τὰς ταφὰς καὶ τοὺς ἐνταφιασμούς. νῦν δὲ ὁσίαν παραχρηστικῶς ἀλλʼ οὐ καταχρηστικῶς, ὡς οἱ ἄλλοι φασὶ τὸ ἤδη ἡγιασμένον καὶ δίκαιον, ὥστε μετασχεθῆναι καὶ ἰδιώταις. αὕτη διαφορά ἐστιν εὐσεβοῦς, δικαίου καὶ ὁσίου, κἄνπερ ὁ Πλάτων, ἔτι δὲ καὶ ὁ πολὺς Ἀριστοτέλης διαφορὰν ὁσίου μόνου φασὶ καὶ δικαίου, τὸ ὅσιον ἐπὶ θεῶν λέγοντες, τὸ δὲ δίκαιον ἐπʼ ἀνθρώπων. ἐγὼ δʼ ἀνατλῶν εἰμι καρτεροὺς πόνους τοῖς σοῖς βεβήλοις … μηδὲν χαράττειν κἂν γραφὴν ἐξισχύων· ὦ δαῖμον ἡμᾶς εἰσάγων … οἵους παρεισφρεῖς φορτικοῖς ἐπιστάταις.
νὴ τοὺς θεοὺς ἔγωγε: ναὶ μὰ τοὺς θεούς, φησίν, ἐδεδοίκειν ἐγὼ μὴ στεφανηφορῶν ὁ Ἀσκληπιὸς προλάβῃ με ἐπὶ τὴν χύτραν ἐλθὼν καὶ καταφάγῃ τὴν σεμίδαλιν· ἐκ τοῦ ἱερέως αὐτοῦ γὰρ καὶ αὐτὸν ἐπεγνώκειν περισπερχέστατον εἶναι καὶ κλεπτίστατον.
τὸ «ᾔσθετο» μετὰ γενικῆς συντάσσεται, ἀττικῶς δὲ νῦν μετὰ αἰτιατικῆς. καὶ νοεῖται ἀντὶ τοῦ «ἔγνω».
τὴν χεῖρʼ ὑφῄρει· ὑφήπλου, ἐξέτεινεν ὡς ἀπείρξουσα μὴ φαγεῖν τὴν ἀθάραν· εἶτα συρίξας ἐγὼ ὀδὰξ τοῖς ὀδοῦσι καὶ δακτικῶς ἐλαβόμην καὶ ἡψάμην τῆς χειρὸς ἐκείνης ὡς παρείας ὢν ὄφις. λύσις ἐστὶ τοῦ ἀντιπίπτοντος· εἶπε γὰρ ἄν τις· «ἐπέγνω ἂν ὄφεως μὴ εἶναι τὸ δῆγμα ἐκ τοῦ μὴ φαρμαχθῆναι»· διὰ τοῦτο εἶπεν «ὡς παρείας ὄφις». ὁ γὰρ παρείας ὄφις ἢ οὐ δάκνει ἢ καὶ δακὼν οὐ φαρμάσσει. παρείας δὲ λέγεται ὡς ἐξωγκωμένας ἔχων τὰς παρειάς.
ἀνέσπασεν: ἔσυρε, συνέστειλεν, ἔκρυψεν.
δριμύτερον γαλῆς· δύο γένη τελοῦσι γαλῶν, τό τε ἄγριον— ὅπερ διττόν ἐστιν· ὅ τε καλούμενος αἴλουρος καὶ σμικρὸν ζῷον ἕτερον πυρρὰν ἔχον τὴν χρόαν—καὶ τὸ ἥμερον. ἥμερον δέ ἐστιν ἡ παρʼ Ὁμήρῳ μὲν κτὶς καλουμένη, κοινῶς δὲ κατίς. ἔστι δὲ τούτου ἡ ἄφοδος δυσοσμότατος, ὅθε καὶ ἀποπατοῦν καὶ ἐκκρῖνον τὸ ζῷον κόνιν ἐπιβάλλει καὶ περικαλύπτει τὰ ἐκκρινόμενα. καὶ τοῦτο δέ σοι ἰστέον ὡς καὶ τὸ «κτίς» τὴν παρʼ Ὁμήρῳ λέξιν αὐτῆς οἱ τοῦ θείου ἐκείνου ἀνδρὸς λεξιγράφοι μὴ συνιέντες, ὅτι συγκοπὴ τοῦ «κατίς» ἐστι, ζῷον τοῦτό φασιν εἶναι ὀρνιθοφάγον καὶ πανοῦργον κακῶς ἤτοι αἴλουρον.
ἔφλων: ἔθλων τοῖς ὀδοῦσιν ἤτοι ἔφαγον, ἀττικῶς, ὡς «φηρσί» τοῖς θηρσί· τρέπουσι γὰρ τὸ θ εἰς φ.
ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν: ὁ δὲ Ἀσκληπιὸς ὑμῖν «οὐ προσῄειν» ἀντὶ τοῦ «οὐ προσῄει», ὡς καὶ παρʼ Ὁμήρῳ «ἤσκειν—καὶ ἤσκει—εἴρια καλά». ἰωνικῆς δὲ διαλέκτου ἐστίν.
ἦ πού σε: ἆρά που καὶ δή σε διὰ τοῦτο ἐβδελύττετο καὶ ἐμίσει. ἀστείως δὲ καὶ χαριέντως καὶ τὸ βδελύττεσθαι τὸ μισεῖν παρετυμολογεῖ παρὰ τὸ ἐκ τῶν βδεόντων λύττεσθαι ἀττικῶς καὶ λύεσθαι καὶ ὑποχωρεῖν τοὺς παρευρημένους.
Ἰασὼ δὲ καὶ Πανάκεια καὶ Ὑγεία εἶπον ὅτι Ἀσκληπιοῦ θυγατέρες.
τὴν ῥῖνʼ ἐπιλαβοῦσα: κατασχοῦσα, κρατήσασα.
οὐ γὰρ λιβανωτὸν βδέω: λίβανος εἶδος δένδρου, λιβανωτὸς δὲ ὁ τούτου καρπός, τὸ ὀσφράδιον.
οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισε: νῦν οὐκ ᾔσθετο οὐδʼ ἐνόησεν.
λέγεις ἄγροικον ἄρα: «λέγεις ἄρα σὺ τὸν θεὸν εἶναι ἄγροικον καὶ ἀνόητον;» φησὶν ἡ Χρεμύλου γυνή. Καρίων δὲ πρὸς αὐτήν· «οὐ μὰ τὸν Δία, οὐκ ἔγωγε λέγω αὐτὸν ἄγροικον καὶ ἀνόητον, ἀλλὰ σκατοφάγον». σκατοφάγον δὲ αὐτὸν εἶπεν ὡς ἰατρὸν καὶ περὶ ἕλκη καὶ κόπρους καταγόμενον κἀντεῦθε τρεφόμενον τῷ θεραπεύειν αὐτά. «ἄγροικος» προπαροξυτόνως ὁ ἀνόητος, «ἀγροῖκος» δὲ προπερισπωμένως ὁ ἐν ἀγροῖς οἰκῶν· Ἀττικοὶ δὲ καὶ τὸν ἀνόητον ἀγροῖκόν φασιν· οὗτοι γὰρ τὰ προπαροξύτονα τὰ μακρὰν ἔχοντα τὴν παραλήγουσαν προπερισπῶσιν· ἄγροικος ἀγροῖκος, τρόπαιον τροπαῖον.
ἐνεκαλυψάμην: ἢ ᾐδέσθην ἢ συνεκρύβην ἐν τῇ στρωμνῇ, τισὶ περικαλύμμασιν.
περιῄειν: περιήϊε, περιήρχετο.
κοσμίως: τάξει, ῥυθμῷ, εὐκόσμως.
ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον: «εἶτα, φησί, παῖς αὐτῷ παρέθηκε θυείδιον λίθινον ἤτοι ἴγδην λιθίνην καὶ δοίδυκα», οὐ κοχλιάριον νῦν ἀλλʼ ὕπερον, ἀλετρίβανον, λάκτιν, σάκτην, ναγέα, τριβέα, κόπανον καὶ κιβώτιον λίθινον καὶ ἀρκλίδιον. ἐπεὶ δὲ μὴ σκοπῶν, συναρπαγεὶς δέ, εἶπε «λίθινον», ἐπανορθούμενος τὸ ὀλίσθημα, ἐνόρκως φησίν· «οὐχί, μὰ τὸν Δία, τό γε κιβώτιον λίθινον ἦν, ἀλλʼ ἡ θυεία καὶ ἴγδη δηλονότι».
σὺ δὲ πῶς ἑώρας: «σὺ δὲ πῶς ἑώρας, φησίν, ὦ οἰκτίστῳ θανάτῳ ἄξιε ἀπολέσθαι, ὃς λέγεις ἐγκεκρυμμένος κεῖσθαι;» καὶ ὁ Καρίων· «διὰ τοῦ τριβωνίου ἑώρων» φησίν· «ὀπὰς γὰρ οὐκ ὀλίγας ἔχει, οὐ μὰ τὸν Δία». νῦν δὲ τριβώνιον λέγει τὸ παλαιὸν καὶ κατατετριμμένον ἱμάτιον, κυρίως δὲ τριβώνιον μελεμβαφές, ἐπίσημον φιλοσόφων ἱμάτιον.
πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ: πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ ἐνεχείρησε τρίβειν φάρμακον κατάπλαστον. Ἀττικοὶ δὲ οὐκ ἀναβιβάζουσιν, ἀλλὰ «καταπλαστόν» φασίν. τρία δὲ εἴδη φαρμάκων ἤτοι βοηθημάτων εἰσί· πλαστά, ὡς τὰ διʼ ἐμπλάστρων· χριστά, ὡς τὰ χριόμενα, ῥόδινον ἔλαιον, ἀνήθινον· ποτὰ καὶ πιστὰ τὰ αὐτά, ὡς ἀγαρικοῦ πόσις, ὀξυφοινίκου, θηριακῆς· εἰσὶ δὲ καὶ τρωκτά, ὡς ἑλίγματα, ὁ καλούμενος ξηρός, τὸ διὰ πρασίου τοῦ Φίλωνος καὶ ἄλλʼ ἄττα μυρία. τῷ δὲ Νεοκλείδῃ ὁ Ἀσκληπιὸς κατάπλαστον φάρμακον ἀπήρξατο τρίβειν ἐμβαλὼν τρεῖς κεφαλὰς σκορόδων δριμυτάτων ἐκ Τήνου νήσου μιᾶς τῶν Κυκλάδων πάνυ δριμύτατα σκόροδα ἐχούσης. ἔπειτα ἔφλα καὶ ἔθλα ταῦτα ἐν τῇ ἴγδῃ—τοῦτο γὰρ ἡ θύεια—μιγνύων τούτοις καὶ ὀπὸν κυρηναϊκὸν καὶ σχῖνον. κακῶς δέ τινες τὴν σχῖνον νομίζουσιν εἶναι τὴν σκίλλαν· ἡ σκίλλα γάρ τι κρομμυοειδές, ἡ δὲ σχῖνος δένδρον ἐξ οὗ γίνεται ἡ μαστίχη, παραχρηστικῶς δὲ καὶ αὐτὴ ἡ μαστίχη· δηκτικὰ δὲ ταῦτα πάντα καὶ δριμέα· εἶτα ὄξει σφηττίῳ καὶ δριμυτάτῳ, ἀπὸ δήμου πικροτάτου τῶν Ἀθηναίων, οὗ ἡ κλῆσις Σφηττώ, διέμενος καὶ ὑγράνας ἐκεῖνα τὰ εἴδη καὶ καλῶς τρίψας καὶ λειώσας κατέπλασε τὰ βλέφαρα τοῦ Νεοκλείδου ἐκστρέψας αὐτά, ἵνα μᾶλλον ὀδυνῷτο ὡς κατὰ τοῦ σαρκώδους καὶ εὐπαθοῦς τῶν φαρμάκων δραστηριωτέραν καὶ δριμυτέραν ἐνδεικνυμένων τὴν δύναμιν.
ἵνʼ ἐπομνύμενον παύσω σε τὰς ἐκκλησίας: ἵνα σε παύσω εἰς τὰς ἐκκλησίας καὶ συνελεύσεις καὶ τὰ δικαστήρια ἐπομνύειν. ἐπωμοσία δὲ γενικῶς μὲν καὶ καθολικῶς τὸ ὀμνύειν, κυρίως δὲ ἐπωμοσία τὸ ψευδῶς διά τινα τρόπον κακουργίας ὀμνύειν. τινὲς γὰρ ὑπὸ τοῦ δήμου τῶν Ἀθηναίων εἰς δημοσίας λατρείας ἀποστελλόμενοι, συκοφάνται τινὲς ὄντες καὶ πονηροὶ κἀκ τοῦ συκοφαντεῖν ἐν Ἀθήναις μυρία συλλέγοντες καὶ μὴ βουλόμενοι πρὸς τὰς τοιαύτας ἀπαίρειν λατρείας, ἐπώμνυον μὴ ἐμπείρως ἔχειν τοιούτων πραγμάτων μηδὲ δύνασθαι τοιαῦτα ἀνύειν. εἶτʼ οὖν τισί ποτε καὶ συνδικαζόμενοι καὶ τὴν δίκην ῥέπουσαν ἤδη ὁρῶντες πρὸς καταδίκην αὑτῶν, ἐπώμνυον ἔχειν ἀρρώστως καὶ μὴ σθένειν δικάζεσθαι, καὶ οὕτω τὰς δίκας ἐξέκρουον καὶ ὑπερθέσεις ἐποίουν καὶ μετὰ καιρόν τινα πάλιν ἀρχῆθε τοῦ δικαστηρίου κατήρχοντο.
ἡμιτύβιον: ἡμιφάριον, ἡμισουδάριον, ἡμιφάκελον, ἁπλῶς ἐπίμηκες στενὸν ὕφασμα, ᾧ ἀπέψησε καὶ ἐκάθηρε τὰ βλέφαρα τοῦ Πλούτου.
φοινικίδι: τὴν φοινικίδα ἐρυθρὸν καὶ κοκκοβαφὲς καὶ χρῶμα καὶ ὕφασμα νομίζουσιν οἱ πολλοί. φοινικοῦν δὲ χρῶμά ἐστιν, ὡς ὁ παντοδαὴς θεῖος γέρων Ὅμηρος λέγει, τὸ βαθύχρουν πυρρὸν ἤτοι κιτρόχρουν τὸ ἔγγιστα ἐρυθροῦ.
ἐπόππυσεν: ποππύζειν ἐστὶ τὸ ποιᾶς τοιᾶσδε φωνῆς ἀπηχήματι ἢ ζῷόν τι συγκαλεῖν, ὥσπερ τὰς ἡμέρους καλοῦμεν γαλᾶς, ἢ βρέφος ἢ καὶ ἵππον ποτὲ ἡμεροῦν. οὕτω καὶ ὁ Ἀσκληπιός, φησίν, ἐπόππυσεν ἤτοι τοιᾶσδε φωνῆς ἐφθέγξατο ἀπηχήματι· καὶ δύο δράκοντες ὑπερμεγέθεις ἐξέδραμον τοῦ νεὼ καὶ ὑπελθόντες τὴν φοινικίδα ἐκείνην τὴν περὶ τὴν κεφαλὴν οὖσαν τοῦ Πλούτου, τὰ βλέφαρα τούτου, ὡς ἐμοὶ δοκεῖ, περιέλειχον οὑτωσί, ἡσυχῇ· καὶ πρίν σε κοτύλας καί τινα εἴδη μέτρων οἰνηρῶν δέκα πιεῖν, ἀναβλέψας ὁ Πλοῦτος ἀνέστη.
δράκων εἶδος ὄφεώς ἐστι· μὴ γὰρ νομίσῃς τινὰς γραῶν φλυαρίας. εἰ δʼ ἐπεξηγούμενος ἦν γραφὰς ὁμηρείας ἀνδρὸς ἐν ἅπασι λόγοις ἑνός, ῥήτορος φιλοσόφου γεωμετροῦντος νομογραφοῦντος ἀστρολογοῦντος ἰατρεύοντος αἰγυπτιάζοντος χαλδαΐζοντος συμβολογραφοῦντος, ἁπαξαπλῶς ἐν ἅπασιν εἴδεσι λόγων ὑπερτεροῦντος ἁπάντων ὅσσους ἑώρακεν ἥλιος, τῷ δὲ βριθεῖ καὶ στερρῷ τοῦ νοὸς αὐτοδαιμονίου τινὸς τελοῦντος καὶ αὐτονοῦ, μετὰ καὶ ἁπλοῦ καὶ ἀτύφου τοῦ ἤθους καὶ παντοίαις κεκοσμημένου ταῖς χάρισι, καὶ πάντα μέχρι καὶ τραχυτάτης νυγμῆς λογικοῖς τε κανόσι καὶ ἐμπειρίᾳ λεπτῇ πραγμάτων ἀπακριβοῦντος, μὴ μέντοι γε, οἷοί τινές εἰσί τε καὶ δοκοῦσι φιλόσοφοι, ληροῦντες δὲ οἷα ληροῦσι καὶ ἑαυτοὺς ἀνατρέποντες τῷ πρὸς τῷ τοῦ λογισμοῦ σεσεισμένῳ καὶ ἀστηρίκτῳ μηδὲ εἰδέναι ἐνιαχοῦ ὅ τι καὶ φθέγγονται καὶ ὡς πολλαχοῦ ἑαυτοὺς ἀνατρέπουσιν, εἰ τοιούτου ἀνδρὸς συγγραφὰς ἐπεξηγούμενος ἦν, αἷς τὸ γραφόμενον ἅπαν καὶ μέχρι στιγμῆς τῆς ἐσχάτης καὶ λογικῶν τεχνῶν καὶ πραγματικῆς ἐμπειρίας ἁπάσης κανών ἐστιν ἀπαράθραυστος, οὗ πύλαι Ἄιδου οὐ κατισχύουσι, πλὴν μέντοι τῶν ἅ τισιν ἐνοθεύθη, εἰ τοιούτοις ἐπεξηγούμενος ἦν, μὴ μέντοι ληρήμασι κωμῳδίας, εἶχες ἂν ἐκμανθάνειν σαφέστατα καὶ περὶ δρακόντων καὶ τῶν ἄλλων ἁπάντων εἰς πλάτος πολὺ καὶ χρειῶδες ἀλλʼ οὐκ ἀχρήσιμον περί τε χρωμάτων καὶ αὐτῆς τῆς φοινικίδος καὶ διὰ τί «ἡσυχῇ» καὶ οὐκ «ἡσύχως» φαμέν, καὶ περὶ μέτρων δὲ καὶ σταθμῶν ἠκριβωμένως τί κοτύλη ἐστὶ καὶ τί μῖνα, κεράμιόν τε καὶ χοῦς καὶ ξέστης καὶ οὖρνα καὶ κόγκιον, καὶ ἁπλῶς τεχνικῶς ἂν λογικῶς καὶ πραγματικῶς πρὸς ἀκρίβειαν τὸ πᾶν ἐξεμάνθανες. νῦν δὲ μάταιον ἂν λογιζοίμην φρονοῦσιν ἀνδράσιν, εἰ παρʼ ὑποψύχροις τοιούτοις πάνυ σπουδαίων πραγμάτων καὶ λόγων τοὺς διειδεστάτους μεταμαρεύοιμι ῥύακας καὶ βασιλικῆς γάζης μαργάρους τῶν τιμαλφῶν καὶ λίθους διαφανεῖς δυσόσμοις βορβόροις ἐναπορρίπτοιμι καὶ τότε καὶ τοιούτοις πανυπερμιαρωτάτοις ἐκ τοῦ προχείρου χάρταις ἐγγράφων, οἷς ἐννεάκις τε καὶ δεκάκις τὸν ὑπογραφέα μοι κάλαμον ὡς οὐ συγγραφεὺς ὁμοῦ καὶ γραφεύς, ἀλλʼ ὡς ἀροτρεὺς ἄροτρον ἕλκων ὥσπερ εἰς χέρσον τινὰ γῆν ξηρὰν καὶ δυσπαίπαλον, μόλις ἀπεντυπῶ μου τοὺς τύπους τῶν φαυλογράφων γραμμάτων γινομένους οὕτω φαυλεπιφαυλοτέρους ὁρᾶν.
ὁ θεὸς δʼ εὐθέως: ὁ δʼ Ἀσκληπιὸς ἠφάνισε καὶ ἀπέκρυψεν ἑαυτὸν εἰς τὸν νεὼν οἱ ὄφεις τε δράκοντες.
πάνυ σφόδρα: τὸ σχῆμα ἐκ παραλλήλου ταὐτόν. τὰ δὲ τοιαῦτα πάντα ἀττικά.
ἀλλʼ ἦν: ἀλλʼ ἔστι περὶ αὐτόν, κύκλῳ αὐτοῦ. καὶ ὁ παρεληλυθὼς ὡς ἐνεστὼς ἀττικῶς λέγεται.
ὑπερφυὴς ὅσος: περιττῶς ἀττικῶς.
ἐδεξιοῦντο: ἢ δεξιαῖς χερσὶν ἢ τῆς δεξιᾶς τούτου ἐπελαμβάνοντο, ἢ δεξιοῖς καὶ φιλόφροσι λόγοις τοῦτον ἐτίμων.
οὐσίαν: περιουσίαν, πλοῦτον.
ἐκτυπεῖτο δὲ ἡ ἐμβὰς τῶν γερόντων, ὁ σαμβαλίσκος, ὁ καλτίος, τὸ πέδιλον.
προβήμασι καὶ βηματισμοῖς καὶ βαδίσει καὶ περιπάτοις εὐρύθμοις, εὐκόσμοις, εὐτάκτοις, οὐκ ἀπρεπέσιν.
ἀλλʼ εἶʼ ἁπαξάπαντες: ἀλλʼ εἶα ἄγε καὶ φέρε περιττῶς, ἁπλῶς ἅπαντες ἑνὶ λόγῳ εἰπεῖν ἤτοι περιληπτικῷ ἢ καὶ συντόμῳ, ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ ἅλλεσθε τῷ τῆς χαρᾶς ὑπερβάλλοντι· οὐδεὶς γὰρ ἔτι ἑκάστῳ ὑμῶν εἰς τὴν ἰδίαν οἰκίαν εἰσερχομένῳ ἐρεῖ, ὥσπερ πρότερον, ὅτι ἄλφιτα οὐκ ἔστιν ἐν τῷ θυλάκῳ ἤτοι τῷ δερματίνῳ σάκκῳ. ἰστέον δὲ ὡς ἄλια καὶ ἄλευρα κυρίως τὰ ἐκ τοῦ σίτου λέγεται, ἄλφιτα δὲ τὰ ἐκ κριθῶν, κἂν οἱ ὑποδρηστεύοντες ἰατρείοις καὶ τὰ καλούμενα κυρήβια ἤτοι πίτυρα ἄλφιτα ὀνομάζωσιν. ἄλφιτα δέ, οὐκ ἄλευρα ὁ κωμικὸς εἶπε διασύρων τῆς Ἀττικῆς τὸ λυπρόγεων καὶ πρὸς σιτουργίαν ἀνεπιτήδειον, καὶ ὅτι διὰ τοῦτο Ἀθηναῖοι κριθοφαγοῦσιν.
νὴ τὴν Ἑκάτην: «μὰ τὴν Ἑκάτην», φησὶ τῷ Καρίωνι ἡ τοῦ Χρεμύλου γυνή, «κἀγώ σε ἀναδῆσαι καὶ στεφανῶσαι βούλομαι ἐν ὁρμαθῷ καὶ δέσμῃ καὶ στεφάνῳ ἐκ κριβανωτῶν ἄρτων καὶ ὁλοκλήρων, οἳ ἐν κριβάνῳ καὶ καμίνῳ τῶν ἄρτων ὀπτῶνται· τούτοις σε βούλομαι στεφανῶσαι εὐαγγέλια καὶ μηνύματα τοιαῦτα χαρμονῆς ἀπαγγείλαντα». Ἑκάτη δὲ καὶ Ἄρτεμις καὶ Σελήνη ἡ αὐτή ἐστι· πλάττουσι δὲ καὶ δαίμονά τινα φοβερὰν τὴν Ἑκάτην ἐν ταῖς τριόδοις φαντάζουσαν. ἐνταῦθα δʼ ὡς ἔφην ἀρκεῖ βράχιστα λέγειν. κρίβανος δὲ ἡ κάμινος λέγεται ᾖ τοὺς ἄρτους ὀπτῶμεν, οἱονεὶ βαῦνος καὶ κάμινος τῶν ἐκ κριθῶν καὶ τῶν ἐκ σίτου γινομένων οὖσα.
τίνα τὰ καταχύσματα προλαβὼν ἔφην.
ὥσπερ νεωνήτοισιν: ὡς νεωνήτοις δὲ δούλοις τοῖς νεωστὶ βλέψασιν ὀφθαλμοῖς τοῦ Πλούτου ἤτοι τῷ Πλούτῳ αὐτῷ ταῦτα βούλεται καταχέαι.
ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις: ἀπαντῆσαι κυρίως τὸ λόγοις ἀντιπεσεῖν καὶ ἐναντιωθῆναι καὶ ἔργοις, ὑπαντῆσαι δὲ τὸ συναντῆσαι. νῦν δὲ παραχρηστικῶς εἶπεν.
σεμνῆς Παλλάδος: ὑψηλῆς, ἐπηρμένης, μεγάλης καὶ θαυμαστῆς.
Παλλάδος: τῆς ἀνελούσης Πάλλαντα ἢ κινούσης τὰ ὅπλα, πολεμικῆς.
χώραν τε Κέκροπος: τὰς Ἀθήνας. ὃς Κέκροψ ἐκ Σάεως τῆς Αἰγύπτου ἐλθών—Σάϊς δὲ ἡ Ἀθηνᾶ αἰγυπτίως καλεῖται—κτίζει τὰς Ἀθήνας εἰς ὄνομα Σάεως καὶ νόμους ἐξεῦρε σεμνοὺς καὶ μυρία χρηστὰ τοῖς Ἀττικοῖς προσεπόρισεν. ὅτι δὲ δράκων καὶ ἄνθρωπος ὁ Κέκροψ καὶ πάντα τἄλλα τίς χρεία γράφειν ἐνθάδε κενῶς;
ἐνεδίδουν: «ἐνδιδόναι» κυρίως ἐστὶ τὸ περί τι πρᾶγμά τινα ἀναπεπτωκότα καὶ ῥάθυμον καὶ ὑπόνωθρον καὶ ἔγχαυνον γίνεσθαι. νῦν δὲ «ἐνεδίδουν» ἀντὶ τοῦ «ἐδίδουν» κεῖται, τῆς «ἐν» προθέσεως παρελκούσης ἀττικῶς.
βάλλʼ ἐς κόρακας: βάλλε καὶ ἀπόρριπτε ἐς κόρακας καὶ ἐρημίας καὶ βάραθρα τοὺς παραχρῆμα ἐμφαινομένους φίλους ὅταν τις εὐτυχῇ, ἤτοι τοὺς ψευδοφίλους καὶ κόλακας καὶ τοὺς καιροὺς θεραπεύοντας. ἢ βάλλε καὶ βαλλέσθωσαν ἐς κόρακας οἱ τοιοίδε φίλοι, ὅτι χαλεπόν εἰσιν· λείπει τὸ «πρᾶγμα».
νύττουσι γὰρ. νύττουσι γὰρ καὶ τιτρώσκουσι καὶ φλῶσι καὶ θλῶσι καὶ συντρίβουσι τἀντικνήμια, εὐνοίας δῆθε τρόπῳ τοῖς εὐτυχοῦσι πλησιάζοντες. ἀντικνήμια δέ εἰσι τὰ ὄπισθε τοῦ σκέλους μετὰ τὸ γόνυ ὅπου τὸ παχὺ καὶ σαρκῶδές ἐστιν.
ἐν ἀγορᾷ: πολλά εἰσι τὰ τῆς ἀγορᾶς σημαινόμενα· νῦν δὲ ἀγοράν φησιν ἔνθα πωλεῖται τὰ ὤνια.
ὦ φίλτατʼ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε: ἡ γυνὴ Χρεμύλου πρώτῳ τῷ Πλούτῳ φησὶν ὅτι «ὦ φίλτατε ἀνδρῶν»— ἀνθρωπόμορφος γὰρ ὡρᾶτο—, εἶτά φησι· «καὶ σύ, ὦ ἄνερ Χρεμύλε, καὶ σύ, Βλεψίδημε, χαίρετε». πρώτῳ δὲ τῷ Πλούτῳ προσφωνοῦσαν αὐτὴν παρεισάγει, εἶτα συζύγῳ τῷ σφῷ καὶ τῷ Βλεψιδήμῳ, δεικνὺς τὸ περὶ τὴν φιλοπλουτίαν ἀνθρώπων διακαέστατον καὶ ὅτι τὸν πλοῦτον ἁπάντων ὑπερτιθέαμεν ἄνθρωποι καὶ γνησίων καὶ συγγενῶν ἄνευ ἠριθμημένων τινῶν καὶ πάνυ βραχίστων· πολλοὶ δὲ καὶ τοὺς γνησίους χρημάτων ἕνεκα διεχρήσαντο, οἱ μὲν λάθρα καὶ δόλοις, οἱ δὲ ἀπαρακαλύπτως καὶ φανερῶς.
τὰ καταχύσματα οἶδας τίνα τε ἦσαν καὶ ὅπως ἐγίνετο. καί φησιν ὁ Πλοῦτος· «οὐ δέξομαι τὰ καταχύσματα· τίνι δὲ τρόπῳ οὐ βούλομαι ταῦτα καταχεθῆναί μου; ὅτι τὰ καταχύσματα ἑτέροις ἁρπάζονται καὶ ἐσθίονται ἐκφορούμενα τῆς οἰκίας τοῦ καταχέοντος· ἐμοῦ δὲ τοῦ Πλούτου νῦν εἰσιόντος εἰς τὴν οἰκίαν πρώτως καὶ ἀναβλέψαντος, οὐκ ἔστι πρεπῶδές τι ἐκφορεῖν, ἀλλὰ μᾶλλον εἰσφέρειν». εἰπούσης δὲ τῆς γυναικός· «καὶ οὐ δέξῃ τὰ καταχύσματα;» ὑποχαλῶν καὶ ἐνδιδοὺς αὐτῇ λέγει· «δέξομαι ἔνδον τῆς ἑστίας καὶ τῆς οἰκίας καὶ οὗ τὸ πῦρ ὑπανάπτεται, ὡς νόμος ἐστίν· ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν, ἤτοι τὸ φορτικὸν τῶν λοιπῶν κωμικῶν, οἵτινες ἐκτὸς πρὸς ἐπίδειξίν τε καὶ γέλωτα θεατῶν τὰ καταχύσματα χέουσιν.
οὐ γὰρ: ἐμοὶ τῷ διδασκάλῳ. φαίνεται μὲν Ἀριστοφάνης ὡς ἀπὸ τοῦ Πλούτου λέγων ταυτί· λέγει δὲ ταῦτα περὶ ἑαυτοῦ· οὐ πρέπει γὰρ ἐμοὶ τῷ Ἀριστοφάνει κωμῳδιοδιδασκάλῳ τελοῦντι χύσει καταχυσμάτων τοὺς θεατὰς καταναγκάζειν γελᾶν τρόπῳ τῶν λοιπῶν κωμῳδῶν.
ὁ Δεξίνικος ὡς πένης κωμῳδεῖται.
ὡς ἡδὺ πράττειν, ὦνδρες: Καρίων ἢ μέρος Χοροῦ λέγει· “ἡδὺ πρᾶγμα, ὦ ἄνδρες, ἐστὶν εὐτυχεῖν καὶ πλουτεῖν, καὶ τότε μηδὲν μηδʼ ἄχρι καταχυσμάτων ἐξενεγκόντα τινά· ἡμῖν γὰρ ἐπεισπέπαικεν, εἰσέτυψεν, ἔκρουσεν, ἐρράγη εἰς τὴν οἰκίαν σωρὸς ἀγαθῶν οὐχ ὥσπερ τοῖς πολλοῖς ἐξ ἀδικίας”. ἢ χάριν τοῦ γελοίου φησὶν εἰρωνικῶς ἠθικῶς “σωρὸς ἡμῖν ἀγαθῶν ἐπεγένετο οὐδὲν ἠδικηκόσιν”, οἷον εἰπεῖν “τί πταίσασιν ἡμῖν τοῦτο γέγονεν;” ὡς ἐπὶ συμφορῶν τις λέγει.
οὕτω τὸ πλουτεῖν: ἡδὺ πρᾶγμά ἐστι τὸ πλουτεῖν οὕτω ἤτοι μηδὲν ἐξενεγκόντα οἴκοθεν· ἢ τὸ πλουτεῖν ἡδύ ἐστιν οὕτω οἷς ἐρεῖν μέλλω. ἡ μὲν σιπύη καὶ ἀρτοθήκη μεστή ἐστι λευκῶν ἀλεύρων ἤτοι ἄρτων· οἱ δʼ ἀμφορέες καὶ ἀμφορῆς—ἀττικῶς ἦτα· ἀμφορῆς δὲ οἱ μεγαρικοὶ λάγυνοι— οἴνου μέλανος εὐώδους, ἀπὸ κοινοῦ, εἰσὶ μεστοί· ἅπαντα δὲ ἡμῖν τὰ σκευάρια πλήρη χρημάτων· τὸ δὲ φρέαρ ἐλαίου μεστόν· αἱ δὲ λήκυθοι καὶ τὰ ἐλαιοδόχα ἀγγεῖα μύρου εὐωδεστάτου γέμουσι, τὸ δʼ ὑπερῷον καὶ ἀνώγεων ἰσχάδων καὶ ὀπωρῶν· ὀξὶς δὲ καὶ ὄξους δεκτικὸν πρότερον ὂν πᾶν ἀγγεῖον ἡμέτερον καὶ λοπάδιον—εἶδος δὲ ἀγγείου τὸ λοπάδιον εἰς ὀξὺ λῆγον—καὶ χύτρα χαλκᾶ γέγονε· τοὺς πίνακας δὲ οἷς ἰχθύας πρὶν παρατιθέαμεν ἀργυροῦς ἔστι βλέπειν.
ὁ δʼ ἰπνὸς ἡμῖν: ὁ δʼ ἰπνὸς νῦν καὶ τὸ τοῦ κριβάνου πτύον, μεθʼ οὗ τοὺς ζέοντας ἄνθρακας ἐκφοροῦσι τοῦ κριβάνου, γέγονεν ἐλεφάντινος. ἀλλαχοῦ δὲ ὁ ἰπνὸς σημαίνει καὶ μαγειρεῖον καὶ φανὸν καὶ τὴν κάμινον· κἀνταῦθα νῦν καὶ ἐπὶ τοῦ φανοῦ δύναται νοηθῆναι· “ἀντὶ ξυλίνου πτύου—γάρ φησιν— ἢ ξυλίνου φανοῦ ἐλεφαντίνοις νῦν χρώμεθα”.
στατῆρσι δὲ καὶ νομίσμασι χρυσοῖς οἱ θεράποντες ἀρτιάζομεν καὶ παίζομεν παιδιὰν τοιανδί· ἐπικρύπτοντες τὰ νομίσματα τῷ τῆς χειρὸς σφίγματι τὸν συμπαίστορα ἐρωτῶμεν· “ἄρτιά εἰσιν ἢ περιττά, ἃ τῇ χειρί μου καλύπτω;”· κἂν μὲν εἰπὼν τύχῃ, ἀφαιρεῖται αὐτά· εἰ δʼ ἀποτύχῃ, καταβάλλει τοσάδε.
ἀποψώμεσθα δὲ: μετὰ δὲ τὴν διαχώρησιν τῶν κάτω τῆς γαστρὸς περιττωμάτων οὐ λίθοις ὡς πρότερον ἐκμασσόμεθα καὶ σπογγιζόμεθα ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς καὶ ἀλαζονείας· ἢ τρυφῶντες νῦν καὶ τρυφηλὸν ζῶντες βίον, οὐ λίθοις ἀλλὰ σκοροδίοις καθαιρόμεθα τὰ ἐκκριτικὰ μόρια. “σκοροδίοις” δὲ εἶπεν ἢ τοῦ γελοίου χάριν διὰ τὸ καυστικὸν καὶ δακνῶδες, ἢ ὅτι οἷς πρώην διὰ πενίαν ἐχρώμεθα ὡς συβαριτικῆς τραπέζης τροφῇ, τούτοις νῦν ἀπομακτηρίοις κεχρήμεθα ὀργάνων κοπραγωγῶν, καὶ ἁπλῶς ὅσα εἰρήκειν, πλουτοῦντες —φησί—δῆθε καὶ ὠνούμενοι τὰ μὲν τῶν σκευῶν μεταποιοῦμεν εἰς χαλκᾶ καὶ ἀργύρεα, ἃ δὲ πληροῦμεν οἴνων καὶ μύρων, ὡς καὶ τὸ φρέαρ, εἰ θέλοιμεν, ἐλαίου πλῆρες ποιήσαιμεν. καὶ νῦν ὁ δεσπότης ἔνδον βουθυτεῖ τελείαν θυσίαν, χοῖρον καὶ τράγον καὶ κριόν· ἐγὼ δὲ τὸν καπνὸν οὐχ οἷος ἂν ὑποφέρειν ἐξῆλθον· ἕνεκα τοῦ γελοίου τῆς κωμῳδίας τῇ πάντων τῶν τότε μετατροπῇ καὶ τοῦτο μεταλλαγῆναί φησι, τὸ τὸν δεσπότην οἷον γενέσθαι τὴν τοῦ καπνοῦ στέγειν δριμύτητα, τὸν δοῦλον δὲ μᾶλλον ἀκρατῆ τοῦ καπνοῦ γεγονότα ἐξωθεῖσθαί τε καὶ ἐλαύνεσθαι ὑπʼ αὐτοῦ.
ἕπου μετʼ ἐμοῦ παιδάριον: δίκαιός τις ἀνὴρ τῶν πρὶν ἐνδεῶν μετὰ παιδαρίου φέροντος τριβώνιον ῥάκος αὐτοῦ παλαιὸν καὶ διερρυηκυίας ὁμοίως ἐμβάδας ἤτοι πέδιλα καὶ σανδάλια οἷς ἐχρῆτο πενόμενος, ἔρχεται νῦν ἀνθήσων ταῦτα τῷ Πλούτῳ· ὡς ἕνεκα τοῦ γελοίου ἀναπλάττει ταῦτα ὁ ἀλιτήριος.
ἦ πού σε ταχέως: ὄντως δή σε ταχέως ἀπέλειψε τὰ χρήματα, εἰ τοῖς δεομένοις ἐπήρκεις καὶ ταχὺ τῶν ἐνδεῶν ἐγεγόνεις. καί φησιν ὁ δίκαιος· “κομιδῇ μὲν οὖν με καὶ λίαν ταχέως ταῦτα ἀπέλειψεν ἤτοι ῥᾳδίως ἐξεκενώθησάν μοι”.
κομιδῇ μὲν οὖν: τὸ “ᾖ” δὲ ἀντὶ τοῦ “ὄντως”, καὶ “κομιδῇ” τὸ “δη” καὶ περίσπα καὶ πρόσγραφε· τὰ εἰς η γὰρ καθαρὰ ἐπιρρήματα ἐπὶ τέλους ἔχοντα τὸν τόνον περισπᾶται καὶ προσγεγραμμένον ἔχει τὸ ἰῶτα· “ᾖ” ὄντως, “κομιδῇ” λίαν, “ἡσυχῇ” ἡσύχως, καὶ τὰ ὅμοια. καὶ ἁπλῶς τὰ εἰς η καθαρὸν λήγοντα ἐπιρρήματα προσγεγραμμένον ἔχει τὸ ἰῶτα· “πάντῃ”, “ἄλλῃ”, “ταύτῃ” ἀντὶ τοῦ “οὕτω” καὶ τὰ ὅμοια πλὴν τοῦ “μή”, “νή”, “δή”, φασί τινες καὶ “δηλαδή”. ἡμεῖς δέ φαμεν τὸ μὲν “μή”, “νή” καὶ τὸ “δή” μὴ ἐπιρρήματα εἶναι, ἀλλὰ τὸ μὲν “μή” ἀρνήσεως μόριον, τὸ δὲ “νή” κατωμόσεως, τὸ “δή” δὲ σύνδεσμον· τὸ δὲ “δηλαδή” ἐπίρρημα μέν, ἀλλʼ, ὡς ἐκ τοῦ “δῆλα” καὶ τοῦ “δή” γεγονός, κἀν τῇ συνθέσει τὸν ἁπλοῦν τε τόνον φυλάττει καί, ὡς τοῦ συνδέσμου φυλάττον γνώρισμα, οὐδὲ προσγράφεται.
ᾖσθʼ ἄθλιος: ἦς καὶ ὑπῆρχες ἐλεεινός· ἀθέλιός τις ὢν ὁ λυπηρὰ καὶ ἀθελῆ καρτερῶν καὶ ὑπομένων· οὐ γὰρ ἐκ τοῦ “ἀθλῶ” τοῦτο φαίην. “ᾖσθα” δὲ προσγράψεις, ὅτι δεύτερον πρόσωπόν ἐστι, καὶ ὀφείλει δίφθογγον γράφεσθαι· “ὦ”, τὸ δεύτερον “εἶς” καὶ ἰωνικῶς “ἔης”· “ἦς” καὶ ὑπῆρχες ἀττικῶς ὁμοῦ καὶ δωρικῶς. οὐκ ἂν δὲ οὐ ταῦτα νῦν παρενέγραφον, εἰ μὴ ἑώρων ἄγραφον κινδυνεύοντα τὸν χάρτην ἀπολειφθῆναι διὰ τὸ μὴ δεῖσθαι τὸ τῇδε χωρίον σχολίων.
ἐξετρέποντο: ἐν ταῖς ὁδοῖς συναντῶντές με, μὴ δοκοῦντες ὁρᾶν με, ἄλλην ἐβάδιζον.
αὐχμὸς γὰρ ὢν: γεωργοῦ βίον τελῶν ὁ παρὼν δίκαιος γεωργικῶς ἐπάγει καὶ τὰς λέξεις· δέον γὰρ εἰπεῖν “τὰ πάντα μου καταβέβρωκα χρήματα καὶ σκευάρια”, εἶπε γεωργικῶς· αὐχμὸς γὰρ εἰ γένοιτο καὶ ἀνομβρία, ἀφορίαν ἐπάγων καρπῶν, ὀλλύει τοὺς γεωργούς.
ἀνθʼ ὧν ἐγὼ πρὸς τὸν θεὸν: ἀντὶ οὖν ὧν λέγεις σὺ ὅτι οὐκέτι χρημάτων καὶ σκευαρίων ἔσομαι ἐνδεής, ἔρχομαι προσευξόμενος τῷ Πλούτῳ.
“τὸ δὲ τριβώνιον καὶ τὸ παλαιὸν ῥάκος τουτὶ καὶ ἱμάτιον τίνα νοῦν ἔχει ἤτοι τί διανοούμενος τοῦτο κομίζεις ἐνταῦθα ὑπὸ τοῦ παιδαρίου βασταζόμενον;” τοῦτο γὰρ σημαίνει τὸ “τί δύναται”. καί φησιν· “ἀνάθημα τοῦτο φέρω τῷ θεῷ”. καὶ ὁ Χρεμύλος πρὸς τὸ ῥυπῶδες τοῦ τριβωνίου καὶ διερρικνωμένον ὁρῶν καὶ κατάσχιστόν φησι μειδιῶν· “μὴ οὖν ἐμυήθης ἐν αὐτῷ τὰ μεγάλα μυστήρια;” λεκτέον περὶ τῶν μυστηρίων δέ· δύο μυστηρίων ἑορταὶ τῇ Δήμητρι καὶ Κόρῃ τοῖς Ἀθηναίοις ἐτελοῦντο ἐν Ἐλευσῖνι, τὰ μικρά τε καλούμενα καὶ τὰ μεγάλα. καὶ τὰ μικρὰ μέν, ὡς οἱ τούτου σχολιογράφοι φασίν, ἦσαν ὥσπερ προκάθαρσις καὶ προάγνευσις τῶν μεγάλων· ἡμῖν δʼ ὃς ἐθέλει μαθεῖν τὴν τούτων ἐνάργειαν νῦν ἀκουέτω. Εὔμολπος ὁ Ποσειδῶνος ὁ θεὶς Ἀθηναίοις τὰ μεγάλα μυστήρια νόμον τέθεικε μὴ μυεῖν καὶ τοὺς ξένους· οἱ δὲ μυηθέντες τὰ μεγάλα ταυτὶ ὥσπερ καὶ οἱ ἐς Τροφωνίου καταβαίνοντες ἢ μέχρι τελευτῆς ἑαυτῶν ἢ μέχρι τοῦ διαρραγῆναι τελέως οὐκ ἀπεδύοντο τὰ ἱμάτια οἷς ἐμυήθησαν. ταῦτα περὶ τῶν μεγάλων μυστηρίων καὶ τοῦ παλαιοῦ ῥάκους. μικρὰ δὲ μυστήρια διʼ Ἡρακλέους ἐγένετο· ἐλθὼν γὰρ Ἡρακλῆς ἐν Ἐλευσῖνι ἐδεῖτο μυηθῆναι· τοῦ νόμου δʼ εἴργοντος ξένους μυεῖν, τοιοῦτον δὲ κοινὸν εὐεργέτην ἀνοσίου δοκοῦντος ἀπελαθῆναι ἀμύητον, ἕνεκα τούτου τὰ μικρὰ καλούμενα μυστήρια συνεστήσαντο.
ἀλλʼ ἐνερρίγωσʼ ἔτη: “ῥιγόω ῥιγῶ ῥιγώσω ἐρρίγωσα” ἐπί τε τοῦ ψύχους φαμὲν καὶ τοῦ νοσήματος· “ῥιγῶ ῥιγήσω ἐρρίγησα” ἐπὶ δειλίας ψυχῆς.
χαρίεντα: εἰρωνικῶς “ἀστεῖα καὶ θαυμάσια”, ὀρθῶς δὲ ἀντὶ τοῦ “ῥυπῶντα, ὀδωδότα, διερρωγότα, παλαιότατα”.
οἴμοι κακοδαίμων: ὁ συκοφάντης ὁρῶν ἐκείνους πεπλουτηκότας σχετλιάζει καὶ βοᾷ· οἴμοι ὁ κακοδαίμων καὶ πολλάκις καὶ οὐχ ἅπαξ κακοδαίμων· οὕτω γὰρ συγκέκραμαι δαίμονι πολυφόρῳ πρὸς δυστυχίαν». καὶ οὗτος δὲ γεωργικῶς λέγει τὸ «πολυφόρῳ» ἀπὸ τῶν χρησαμένων γεωργῶν εὐφορίαις καρπῶν, σίτου καὶ ἄλλων καὶ πολυφορώτατον εἰς τριάκοντα καὶ ἑκατὸν συγκομιζομένων γεώργιον.
ἤνπερ μὴ λίπωσιν αἱ δίκαι: «διὰ τὸν θεόν, φησί, τοῦτον, ἤγουν τὸν Πλοῦτον, τὸν ἐσόμενον πάλιν τυφλόν, ἢν μὴ τὰ δικαστήρια ἐκλείψῃ ἐν ταῖς Ἀθήναις, πέπονθα σχέτλια καὶ ἐλεεινὰ ἀπολέσας πάντα μου τὰ ἐκ τῆς οἰκίας»· ὁρῶν γὰρ τοὺς περὶ Χρεμύλου πεπλουτηκότας, συκοφαντῶν λέγει πλουτῆσαι αὐτοὺς ἀποσυλήσαντας τὰ αὐτοῦ πράγματα. «ἢν μὴ λίπωσι» δὲ «τὰ δικαστήρια» εἶπε διασύρων Ἀθηναίους ὡς φιλοδίκους, θορυβώδεις καὶ φιλοπράγμονας.
«πονηρὸν κόμμα» καλεῖται τὸ φαῦλον καὶ παραχαραγὲν νόμισμα. νῦν δὲ μεταφορικῶς εἶπεν ἀντὶ τοῦ «δοκεῖ μοι ὑπάρχειν τῆς τῶν συκοφαντῶν καὶ κακοτρόπων μερίδος».
«πονηρός» ὁ κακὸς καὶ δόλιος· «πόνηρος» δὲ ὁ κατάκοπός τε καὶ ὁ νοσώδης.
ὑγιὲς: ὀρθῶς ἐξ ὑγιοῦς καὶ μὴ δολίου τρόπου ὑμῖν κτηθέν· καὶ οὐκ ἔστιν ὡς οὐχ ὑφείλεσθέ μου τὰ χρήματα.
ὡς σοβαρός: ἀλαζονικὸς ἐπηρμένος καὶ γαῦρος ἦλθε καθʼ ἡμᾶς· ἢ ἀλαζονικῶς καὶ ἐπηρμένως καὶ γαύρως χωρῶν καθʼ ἡμᾶς. «συκοφάντης» δὲ νῦν παραχρηστικῶς πᾶς καλεῖται διαβολεύς· κυρίως δέ, μάνθανε. ὁ ἀθηναῖος Σόλων ὁ νομοθέτης πολλοὺς ἐν Ἀθήναις ἐξέθετο νόμους, ὧν εἷς ἦν καὶ ὃς ἐθεσμοθέτει σῦκα ἐξ Ἀθηνῶν μὴ ἐξάγειν μηδὲ πιπράσκειν ἑτέρωσε διὰ τὸ ὡραῖον καὶ σπάνιον τοῦ καρποῦ· ὃς οὖν ἥλω σῦκα πιπράσκων ἐκτὸς Ἀττικῆς, ἐκ τοῦ νόμου κειμένην τιμωρίαν ὑφίστατο καὶ ὁ τοῦτον φαίνων πιπράσκοντα σῦκα συκοφάντης ἐλέγετο· νῦν δέ, ὡς εἶπον, παραχρηστικῶς πάντα διαβολέα συκοφάντην καλοῦσιν.
βουλιμιᾶν δὲ τὸ μεγάλως λιμώττειν καὶ βούλιμος δὲ πάθος ἐστὶν ἐκ τοῦ λιμοῦ τοῖς ὁδεύουσιν ἐν χειμῶνι γινόμενον καὶ μᾶλλον στρατεύμασι, καὶ οἱ κατασχεθέντες βουλίμῳ πίπτουσιν ὥσπερ νεκροί, καὶ πολλοὶ διαφθείρονται καὶ σχεδὸν ὅλα στρατεύματα, εἰ μὴ στρατηγὸς ἐμπειρίαν πραγμάτων ἀσκῶν, θαυματοποιὸς φανείς, αὐτοὺς ἀναστήσειε· θέρμῃ γὰρ μετρίᾳ καὶ βραχείας βρώσεως παροχῇ εὐθέως ὡς ἐκ νεκάδων ἀνίστανται· εἰ δʼ ἀλόγιστος οἷοι πολλοὶ καὶ ἀνούστατός ἐστι στρατηγός, οἱ βουλιμιάσαντες οὐκέτι δοκοῦσι ψευδόνεκροι, ἀληθῶς δὲ τὸν Ἅιδην ἀλλάσσονται.
σὺ μὲν εἰς ἀγορὰν: πρὸς τὸν Καρίωνα ὁ συκοφάντης φησίν· «εἰς ἀγορὰν καὶ τὸ πρατήριον τῶν ὠνίων ἐπὶ τροχοῦ τιμωρούμενος καὶ στρεβλούμενος ἐρεῖς ἃ πανούργως καὶ μιαρῶς ἥρπασας».
σημείωσαι δὲ ὅτι τροχός τις ἦν ἐν ᾧ δεσμούμενοι οἱ οἰκέται ἐκολάζοντο. τοῦτο δὲ λέγει ὁ ἄδικος πρὸς τὸν θεράποντα.
οἴμοι τάλας: καὶ πρὸς τὸν δίκαιον ὁ συκοφάντης φησί· «μὴ οὖν ἆρα καὶ σὺ τῆς πανουργίας τῆς τούτων μετέχων καταγελᾷς μου; ἐπεὶ πόθεν ἔσχες θοἰμάτιον καὶ τὸ ἱμάτιον τοδί; ἐχθὲς δὲ εἶδόν σε ῥάκος φοροῦντα παλαιόν». τὸ δὲ «ἐχθές» παρὰ τὸ ἐκθεῦσαι καὶ ἐκδραμεῖν τροπῇ τοῦ κ εἰς χ· καὶ ἔστιν ἀναλογώτερον τοῦ «χθές»· τὸ δὲ «χθές» ἰωνικόν ἐστιν ἀφαιρέσει τῆς ε.
οὐδὲν προτιμῶ σου: «οὐ φροντίζω σου, φησί, φορῶ γὰρ τὸν δακτύλιον τοῦτον ἐωνημένος παρὰ τοῦ τελεστοῦ φιλοσόφου καὶ φαρμακοπώλου Εὐδάμου, τετελεσμένον εἰς ἀντιπάθειαν πάσης μαγείας καὶ φαρμάκου παντός». ὁ γὰρ Εὔδαμος οὗτος, φιλόσοφος ὢν τελεστής τε καὶ μάγος, ἐπαοιδαῖς καὶ τέχναις τισὶ δακτυλίους ἀντιφαρμάκους εἰργάζετο καὶ ἐπίπρασκεν.
ἀλλʼ οὐκ ἔνεστιν: ὁ Καρίων φησίν· «ἀλλὰ τῷ δακτυλίῳ τῷ τοῦ Εὐδάμου, ὃν φέρεις σου τῷ δακτύλῳ, οὐκ ἔνεστι καὶ δύναμις ἐλατήριος συκοφάντου δήγματος ἤτοι συκοφαντίας, ἀλλʼ ἀντιφάρμακον μόνον γοητειῶν ἐστι καὶ δήγματος ὄφεων».
ὕβρις δὲ νῦν ἡ ὑπερηφανία καὶ ἀλαζονεία.
μὰ τὸν Δία οὔκουν γε τῷ σῷ: οἱ δίκαιοί φασι πρὸς τὸν συκοφάντην· «οὐ μὰ τὸν Δία οὐκ ἐπὶ τῷ σῷ ἀγαθῷ ἐσμεν ἐνταῦθα, τοῦτο σαφῶς ἴσθι». καὶ πάλιν ὁ συκοφάντης· «ἀπὸ τῶν ἐμῶν πραγμάτων δηλονότι, φησί, δειπνήσετον ἤτοι τρυφήσετον ἢ τρυφᾶτον». τὸ δὲ κωμικώτερον· ἀπὸ τῶν ἐκείνου τρυφήσουσιν ἐκκριμάτων καὶ ὑποχωρημάτων δηλονότι.
«σὺ μετὰ τοῦ μάρτυρος, φησί, διαρραγείης, μηδενός γε ἐμπλησμένος καὶ κορεννύμενος ἀττικῶς, ἤτοι μὴ ἔχων φαγεῖν, συνάμα τῷ μάρτυρι καὶ κλήτορι ὃν ἐπηγάγου ἡμᾶς συκοφαντικῶς βουλόμενος δῆθεν ἕλκειν εἰς δικαστήριον». «ἐμπλησμένος» δὲ καὶ μὴ «ἐμπεπλησμένος» ἐνταῦθα γράψεις· οὕτω γὰρ γράφουσιν Ἀττικοὶ καὶ οὐ διπλασιοῦσιν.
τεμαχῶν καὶ κρεῶν: τέμαχος πᾶν κόμμα καλεῖται· ἰδικῶς δὲ τέμαχος λέγουσιν, ὥσπερ καὶ νῦν, ἅπαν τὸ κόμμα τῶν μεγίστων ἰχθύων καὶ τεμαχίτην ἰχθῦν τὸν μέγαν καὶ εἰς τεμάχη δυνάμενον τοιαῦτα διαιρεῖσθαι.
ὠπτημένων: σταθευτῶν ἐπʼ ἀνθράκων ἑψηθέντων, ἑφθῶν δὲ τῶν χύτραις καὶ ζωμοῖς τισιν ἕψησιν λαβόντων.
«ὀσφραίνομαί τινος»· Ἀττικοὶ δὲ αἰτιατικῇ συντάσσουσιν· «ὀσφραίνει τι». τὸ δὲ ὓ ὗ ὄσφρημά ἐστι τῆς κνίσσης τῶν ὀπτωμένων, ὀσμῆς τε τῶν ἡδυσμάτων τοῦ ζωμοῦ, τῶν ἑφθημένων.
τοῦ ψύχους ἴσως: ἐπεὶ καὶ ζῷα, βόες καὶ ἕτερα τῶν ἀλόγων εἴδη ὀσφραινόμενα ψῦχός τε ἐπερχόμενον καὶ αἴθριον προγινώσκουσι κατάστημα.
ταῦτʼ οὖν ἀνασχετὰ: στερκτέα ταῦτα καὶ ὑπομονῆς ἄξια, ὦ Ζεῦ καὶ θεοί, τούτους ὑβρίζειν εἰς ἐμέ, ἤγουν σκώπτειν ἢ ἀλαζονεύεσθαι; οἴμοι ὅτι ἄχθομαι.
γεωργὸς εἶ: μελαγχολᾶν με δοκεῖς· ἐν ἐρημίᾳ γὰρ οἱ μελαγχολῶντες φεύγουσι «ξύμφυλον ὄψιν ἀλλοτρίην νομίζοντες», ὥς φησιν Ἱπποκράτης· καὶ οἱ γεωργοὶ δὲ περὶ ἀγροὺς καὶ ἐρημίας διάγουσιν.
ἀλλʼ ἔμπορος: οἱ ἔμποροι ἀτελεῖς ἐκστρατείας ὑπῆρχον ὡς τὰ χρειώδη ταῖς πόλεσιν ἐπιφέροντες. συκοφάνται δὲ καὶ πονηροί τινες ἄνθρωποι πρὸς ἐκστρατείαν ἑλκόμενοι προεφασίζοντο ἔμποροι εἶναι, ὡς ἄνετοι ἀφεθεῖεν αὐτῆς.
τί δέ: καὶ ψιλὸν ὂν τὸ δε ὡς μέρος λόγου μηκύνεται καὶ ἀττικῶς ἐκτείνεται, ὥς τινές φασι, καὶ διφθογγογραφεῖται.
τῶν τῆς πόλεως ἤτοι τῶν κοινῶν πραγμάτων καὶ τῶν ἰδίων καὶ ἰδιωτικῶν καὶ μερικῶν πραγμάτων ἐπιμελητής εἰμι καὶ φροντιστής. καὶ κοινὰ μὲν πράγματα, δημαγωγίαι, στρατηγίαι, τριηραρχίαι, χορηγίαι καὶ ἕτερʼ ἄττα μυρία τοιαῦτα· ἴδια δὲ καὶ ἰδιωτικὰ καὶ μερικά, οἷον εἴ τις ποιήσειε φόνον ἢ νυκτιποροίη τις ἢ λωποδυτεῖ ἢ μεθύων ὕβρεις κατά τινος καταχεῖ καὶ ἐπεσβολήματα καὶ εἴ τι τοιοῦτον μερικὸν ἕτερον.
εἴ σοι προσῆκον μηδὲν: πῶς οὖν, τοιχωρύχε, σὺ χρηστὸς εἶ, εἴ σοι μηδὲν σεμνὸν ὄνομα προσήκει, ὥστε ἢ ἔμπορον καλεῖσθαί σε ἢ γεωργὸν ἢ τέχνης ἑτέρας σεμνῆς κλῆσιν.
«ἀπεχθάνομαι» δὲ καὶ «ἀπεχθάνει»· τὸ παθητικὸν ἐνεργητικῶς ἀντὶ τοῦ «ἐχθρὸς γίνῃ ἀνθρώποις δικαίοις καὶ σώφροσιν».
κέπφε: μωρέ, ἐλαφρέ. κέπφος γὰρ ὄρνεον θαλάσσιον ἀφρονέστατον, ἀφρὸν θαλάσσιον ἐσθίον καὶ αὐτῷ ἁλισκόμενον. οἱ ἁλιέων γὰρ παῖδες χειρὶ λαβόντες ἐξ ἀφροῦ θαλασσίου ῥιπτοῦσι μακρὰν ἐν τοῖς ὕδασιν, εἶτα ἐγγύτερον, καὶ καθίπτανται οἱ κέπφοι τοῦτον ἐσθίοντες, εἶτα χειρὶ τοῦτον κατέχοντες καὶ ἐπὶ τὴν αὐτῶν χεῖρα καταπτάντας ἐκείνους κρατοῦσιν.
εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν: τὸ βοηθεῖν μὲν οὖν τοῖς νόμοις τοῖς κειμένοις δηλονότι ἐστὶ τὸ εὐεργετεῖν, οὐ τὸ πολυπραγμονεῖν.
οὔκουν ἐξεπίτηδες: οὐκοῦν καὶ δὴ ἡ πόλις καθίστησι δικαστὰς ἐξεπίτηδες καὶ τέχνης καὶ δοκιμῆς. συλλογιστικῶς δὲ ὁ συκοφάντης ἀποδείκνυσιν ὅτι λοιπὸν εἰς αὐτὸν ἥκει τὰ τῆς πόλεως πράγματα, καὶ εὐεργέτης οὕτως αὐτὸς ὑπάρχει τῆς πόλεως, ὡς γελωτοποιῶν Ἀριστοφάνης δεικνύει.
ἀλλὰ προβατίου: κτηνώδους καὶ ἀνοήτου ζωὴν λέγεις, εἰ μὴ φανεῖται διατριβὴ καὶ περισπέρχειά τις καὶ σπουδὴ ἐν τῷ βίῳ καὶ τῷ παρόντι κόσμῳ.
οὐδʼ ἂν μεταμάθοις: «οὐκ ἂν ἐάσῃς τὸ συκοφαντεῖν καὶ ἀπομάθοις αὐτό;» «οὔκουν», φησί, οὐδὲ ἐὰν τὸν Πλοῦτον αὐτὸν δοίης μοι καὶ τὸ παρὰ Κυρηναίων προσαχθὲν δῶρον Βάττῳ τῷ αὐτῶν βασιλεῖ φυτὸν τὸ πολυτιμότατον, ᾧπερ ἡ κλῆσις ἦν σίλφιον.
οὗτος ὁ Βάττος θηραῖος ἦν, ἡ δὲ Θήρα καὶ Θηρασία νῆσοι ἔγγιστα Κρήτης εἰσίν. οὗτος ὁ θηραῖος Βάττος Ἀριστοτέλης καλούμενος ἦν, διὰ δὲ τὸ τῆς φωνῆς ὑποκεκομμένον βατταρίζον τε καὶ παρατεθραυσμένον Βάττος ἐκαλεῖτο· τούτῳ μαντευομένῳ περὶ φωνῆς ἐχρήσθη ταδί· «Βάττʼ, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα». κατὰ τοῦτον οὖν τὸν χρησμὸν ἐς Λιβύην πεπλευκὼς κτίζει Κυρήνην. οἱ Λίβυες δὲ Κυρηναῖοι αὐτὸν ἀμειβόμενοι, τὸ πολυτιμότατον αὐτῷ δωρεὰν προσφέρουσι σίλφιον· καὶ ὃς πάλιν ὁ Βάττος, τῆς εὐχαριστίας αὐτοὺς ἀμειβόμενος, τῷ ἑνὶ μέρει τοῦ αὐτοῦ νομίσματος ἐγχαράττει Κυρήνην ὥσπερ μητέρα μετὰ τῶν Κυρηναίων καὶ παίδων αὐτῆς τῷ βασιλεῖ τὸ σίλφιον φέρουσαν, θατέρῳ δὲ τοῦ νομίσματος μέρει ἑαυτὸν ἐνετύπωσε. τοῦ δὲ ῥηθέντος σιλφίου ἥ τε ῥίζα καὶ ὁ καυλὸς καὶ τὸ φύλλον καὶ ὁ ὀπὸς καὶ ἁπλῶς εἰπεῖν ἅπαν πολυτιμότατόν ἐστι. καὶ εἰς Δελφοὺς δὲ Ἀπόλλωνι Λίβυες καυλὸν σιλφίου ἀνέθεσαν.
ἔπειθʼ ὑπόλυσαι: λῦσαι καὶ ἀπόδυθι καὶ ἔκβαλε τὰ πέδιλα.
οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ: ὁ Καρίων ἕνεκα τοῦ γελοίου παράγεται τῷ κωμικῷ λέγων ἅπερ πρώην ὁ συκοφάντης ἐφθέγγετο, καὶ ἅμα λέγων ἀποδύει αὐτόν. καὶ ὅς φησιν· «οἴμοι τάλας ἀποδύομαι μεθʼ ἡμέραν» ἀντὶ τοῦ «ἐν ἡμέρᾳ καὶ σταθηρᾷ μεσημβρίᾳ» ἀττικῶς· κυρίως γὰρ «μεθʼ ἡμέραν» τὸ «ἐν νυκτί» σημαίνει.
σὺ γὰρ ἀξιοῖς: οὕτω συντακτέον· σὺ γὰρ ἀξιοῖς καὶ ἄξιον νομίζεις τἀλλότρια ἐσθίειν πράττων, ἤτοι πανουργότατος καὶ δραστήριος εἰς πράγματα καὶ δυσχερείας γινόμενος.
μαρτύρομαι: ἐκμάρτυρα καὶ κατάδηλα ταῦτα ποιῶ, τοῦτον δηλονότι θεατὴν ἔχων τῶν εἰς ἐμὲ γινομένων.
ἀλλʼ οἴχεται φεύγων: ὡς τοῦ μάρτυρος πεφευγότος ταῦτά φησι· «περιείλημμαι, κατεσχέθην καὶ κεκράτημαι μόνος».
δὸς σύ μοι τὸ τριβώνιον: τὸ παλαιὸν ῥάκος ἐκ τοῦ δικαίου ζητεῖ ἵνʼ ἐπενδύσῃ τούτῳ τὸν συκοφάντην ὁ Καρίων. ὁ δὲ δίκαιος πρῶτα μὲν ἀντιτείνει, μὴ διδοὺς αὐτό.
ἱερὸν: καὶ ἀφιερωθὲν καὶ κυρωθέν· πάλαι ἀφιερωθῆναι καὶ ἀνατεθῆναι τῷ Πλούτῳ λέγων, πεισθεὶς δὲ τῷ Καρίωνι δίδωσι τὸ τριβώνιον, καὶ ὁ συκοφάντης παρὰ τοῦ Καρίωνος τοῦτο ἐνδύεται. γελῶσι δὲ καὶ περὶ τῶν παλαιῶν ἐμβαδίων, λέγοντες ὡς ἐχρῆν καὶ ταῦτα πασσάλῳ τινὶ προσηλῶσαι πρὸς τῷ τοῦ συκοφάντου μετώπῳ, ὥσπερ εἰς κότινον δένδρον ἤτοι τὴν ἀγριέλαιον ἢ ἄλλο τῶν δένδρων προσηλοῦσιν οἱ ἀνατιθέντες τοῖς θεοῖς τὰ ἀνατεθειμένα, Ἄρει δὲ μᾶλλον καὶ κυνηγεσίας ἐφόροις θεοῖς, Ἀρτέμιδί τε καὶ ἑτέροις, ὡς καὶ οἱ Ἀρκάδες Πανί.
τουτῳί: τὸ τω βραχὺ διὰ τὸ κεχηνός, ὡς παρʼ Αἰσχύλῳ τὸ «Ἴστρος τοιαύτας παρθένους λοχεύεται». μυρία δὲ μᾶλλον παρὰ τῷ κωμικῷ τούτῳ τοιαῦτα εὕρῃς ζητῶν.
σύκινον: συσσυκοφάντην. σημείωσαι δὲ ὅτι τοῦ «ἰσχυρός» τὸ σχυ μακρὸν ὂν βραχὺ οὗτος ἐδέξατο, πλὴν οὐκ ἀδιαφόρως ἀλλʼ ἀκριβείᾳ τεχνικωτάτων λόγων. πάντα γὰρ τὰ ἐκ τοῦ υω γινόμενα καὶ μακρὸν καὶ βραχὺ τὸ υ ἔχουσι καὶ μᾶλλον τὰ ἐκ μακροῦ τοῦ υω, οἷον «ἰσχυρός» ἐκ τοῦ «ἰσχύω», «ὕδωρ» ἐκ τοῦ «ὕω», «θύτης» ἐκ τοῦ «θύω» καὶ τὰ ὅμοια. «φύσις» δὲ καὶ «χύσις» καὶ «ῥύσις» βραχέα ὄντα οὐ δέχονται καὶ μακρά, ἀλλὰ μόνον βραχέα· εἰ δέ τις καὶ μακρὰ ταῦτα διὰ τὸ υω δέξαιτο, οὐκ αἰτιατέος τοσοῦτον· τὸ δὲ «ἰσχυρός» μακρὸν ὂν καὶ τὰ ὅμοια ὡς ἐκ τοῦ υω μακροῦ γεγονότα βραχύνεται κατὰ κοινὴν συλλαβήν, ὡς τὸ «Ἴστρος τοιαύτας» καὶ τὸ «τουτῳί» καὶ ὅσα τοιάδε. μακρὰ γάρ εἰσι, διὰ δὲ τὴν χασμωδίαν κοιναὶ συλλαβαὶ γεγονότα συστέλλονται· καὶ φύσει μὲν ἔχουσι τὸ μακρόν, τῇ θέσει δὲ τῇ ἐκ τῆς χασμωδίας βραχύνονται· τὸ δὲ μόνως βραχὺ ὂν βραχὺ πάλιν μένει· ἡ χασμωδία γὰρ βραχύνειν μᾶλλον τὰ μακρὰ εἴωθεν, οὐ μέντοι τὰ βραχέα μηκύνειν.
περιφανῶς: λαμπρῶς, ὑπερηφάνως δὲ ἀλαζονικῶς· ὅμως νῦν τὸ «περιφανῶς» τὸ ὑπερφαινομένως καὶ ἐπηρμένως καὶ ἀλαζονικῶς δηλοῖ καὶ τυραννικῶς.
«πιθῶν» ἀττικῶς, «πείθων» κοινῶς. «“πιθῶν” βράχυνε μηδὲ μακρύνειν θέλε. “βουλήν” νόει μοι τοὺς κατʼ Ἄρεος πάγον· “ἐκκλησίαν” δὲ βῆμα πᾶν δικασπόλων καὶ πᾶν ὃ συρρέει δὲ πλῆθος εἰς δίκας.»
«ἐπειδή», φησὶν ὁ δίκαιος, «ὦ συκοφάντα, τὴν ἐμὴν πανοπλίαν ἐνεδύθης, ἤτοι τὸ ἐμὸν παλαιὸν ῥάκος, τρέχων εἰς τὸ βαλανεῖον καὶ ἑστὼς κορυφαῖος καὶ πρῶτος ἐν τῇ τοῦ βαλανείου καμίνῳ θέρου καὶ θερμαίνου· κἀγὼ γάρ, ὅτε πένης ἤμην, πρῶτος ἐκεῖσε ἑστὼς ἐθερμαινόμην»· τὸ πρὶν γὰρ ἄθυρον καὶ ἠνεῳγμένον ἦν πᾶν ἐργαστήριον πῦρ ἔχον καὶ οἱ πένητες καιρῷ χειμῶνος ἐκεῖσε εἰσφρηκότες ἐθερμαίνοντο. «ἀλλʼ ὁ βαλανεὺς ἐκ τῶν ὀρχιπέδων καὶ τῶν ῥιζῶν καὶ θεμελίων τῶν ὄρχεων ἐξέλκων, ἐκτὸς αὐτὸν ἐκβαλεῖ, μή τι ἐκεῖθε δηλονότι ὑφέληται· ἰδὼν γὰρ αὐτὸν γνοίη ὅτι τῶν κακούργων ἐστίν». εἶπε δὲ τοῦτο τροπικῶς ὡς ἐπὶ νομισμάτων· «ἰδὼν γὰρ αὐτὸν γνωρίσει ὡς τοῦ κόμματος καὶ τοῦ νομίσματος τοῦ πονηροῦ καὶ τοῦ παρακεχαραγμένου ἐστί». ταῦτα εἰπὼν ὁ Καρίων ἕνεκα τοῦ συκοφάντου, ἀποστρέψας τὸν λόγον καὶ πρὸς τὸν δίκαιόν φησι· «νὼ δὲ καὶ ἡμεῖς εἰσίωμεν πρὸς τὸν θεὸν ἵνα εὔξῃ».
ἆρʼ ὦ φίλοι γέροντες: μετὰ τῶν συκοφαντῶν καὶ γραῦς τις πλουσία πρόσεισι κατηγοροῦσά τινος μειρακίου, ὃ πενιχρὸν μὲν ὂν καὶ ἄπορον ταύτῃ συνῆν, πλουτῆσαν δὲ αὐτῆς ἀπεσκίρτησεν· ἦν γὰρ τῶν δικαίων. ὁ Χορός φησι πρὸς τὴν γραῦν· «ἀλλʼ ἴσθι, ὦ μειρακίσκη»—ὁ «ἀλλά» σύνδεσμος περισσὸς κεῖται ἀττικῶς—. «ἴσθι, φησὶν ὁ Χορός, ὦ μειρακίσκη» καὶ νεᾶνι, —εἰρωνικῶς δὲ καὶ χλευάζοντες τὴν γραῦν οὕτω καλοῦσιν— «ὡς ὑπάρχεις—ἐλλειπτικῶς— ἐπʼ αὐτὰς τὰς θύρας ἀφιγμένη» τοῦ Πλούτου δηλονότι. πυνθάνομαι γὰρ «πυνθάνει» καὶ ἐρωτᾷς «ὡρικῶς» καὶ νεωτερικῶς καὶ ὥσπερ τις νεᾶνις ὥραν καὶ καιρὸν ἀκμῆς ἔχουσα.
ἀβίωτον εἶναί μοι: «ἀφʼ οὗ γὰρ χρόνου ὁ Πλοῦτος ἤρξατο βλέπειν, πεποίηκεν εἶναί μοι τὸν βίον ἀβίωτον» ἤτοι μισητόν, μὴ δοκοῦντα εἶναι βιωτὸν καὶ ἄξιον ὡς εἶναι καὶ ζῆν τινα ἐν αὐτῷ.
«τί δʼ ἐστίν; —φησὶν ὁ Χρεμύλος—ἆρα, ὥσπερ οἱ νῦν ἐνοχλοῦντες ἡμῖν συκοφάνται, καὶ σὺ συκοφάντρια ὑπάρχεις γυνή;» «μὰ Δία» δὲ καὶ «οὐ μὰ τὸν Δία» εἰπούσης ἐκείνης, τουτέστιν «οὔκ εἰμι συκοφάντρια», φησὶν ὁ Χρεμύλος· «ἀλλὰ συκοφάντρια μέν, ὡς λέγεις, οὔ» τουτέστιν «οὐχ ὑπάρχεις». δέον δὲ εἰπεῖν «ἀλλʼ ἀρχική τις γυνὴ καὶ ὑψηλή», εἶπεν· «ἀλλὰ λαχοῦσα ἔπινες ἐν τῷ γράμματι;» τουτέστιν «ἀλλʼ ἆρα πίνουσα καὶ μεθύουσα εἶ, λαχοῦσα τοῦτο ἐκ φύσεως, ὡς ἀπὸ τοῦ κλήρου οἱ ἐν Ἀθήναις δικάζοντες ἐλάγχανον ἐν ποίῳ ἔμελλον γράμματι καὶ δικαστηρίῳ δικάσαι, τῷ α, τῷ β ἢ τοῖς λοιποῖς;» περὶ δὲ τοῦ γράμματος καὶ τῶν ἐν Ἀθήναις δικαστηρίων πλατέως ἐρρήθη μοι πρότερον· τοῦτο δὲ νῦν σοι ἰστέον ὅτι οὐ μόνον οὐκ ἐδίκαζον ἐν ταῖς Ἀθήναις γυναῖκες ὡς οὐδὲ πολλαχοῦ, ἀλλʼ οὐδὲ συνόλως ἐξεχωρεῖτο γυναιξὶν ἐς δικαστήριον εἰσιέναι ἢ θέατρον. μόναι δὲ γυναικῶν ἁπασῶν, ὁπόσας ἑώρακεν ἥλιος, Ἀριστοπάτειρα μὲν τὸν ὀλυμπικὸν ἀγῶνα εἰσέδυ ταῖς ἀρεταῖς τῶν πρὸς γένος αὐτῆς, ἡττημένου τοῦ Ἑλλανοδίκου καὶ παρακεχωρηκότος ταύτῃ τὴν εἴσοδον, καὶ Κλεοπάτρα ἡ βασιλὶς παρὰ τὸ δικαστήριον ἐδικάσατο Γαίου Ἰουλίου τοῦ Καίσαρος μετὰ πολέμου τοῦ βασιλέως καὶ ἑαυτῆς ἀδελφοῦ, προδηλώσασα Καίσαρι ὡς αὐτοπροσώπως διʼ ἑαυτοὺς ἐθέλοι παρὰ τὸ βῆμα τὸ τούτου δικάσασθαι, ἅτε τῶν δικηγόρων αὐτῆς προδιδόντων τὴν δίκην. ἐν Αἰγύπτῳ δὲ πρὶν γυναῖκες ἐδίκαζον· εἰ δὲ καὶ νῦν, οὐ συνίημι.
κατακέκνισμαι: λελύπημαι, θλίβομαι, κόπτομαι ἡ δειλάκρα καὶ τρισαθλία ἤτοι ἡ ἄκρως δειλαία. «κατακέκνισμαι» δὲ τὸ «κόπτομαι καὶ θλίβομαι», κοινῶς μὲν η ἐκ τοῦ «κνῶ κνήσω», ἐκ τοῦ «κνίζω» δὲ παραγώγως ἀττικῶς ἰῶτα.
ἐκνομίως: μεγάλως, ὑπερφυῶς με ᾐσχύνετο· νῦν ἀντὶ τοῦ «ᾐδεῖτο».
δραχμή ἐστιν ἓξ ὀβολῶν ποσότης· εἰσὶ δὲ ταῦτα μέτρα καὶ εἴδη σταθμῶν, ἃ τοιούτοις περιττὸν ἐμοὶ γράφειν ἐστί· νῦν δὲ ἁπλῶς καὶ παραχρηστικῶς οὗτος εἴδη νομισμάτων ταῦτά φησιν.
εἴκοσιν: εἰ φωνῆεν ἔμπροσθεν ἐπιφέρεται, μετὰ τοῦ ν γράφουσιν Ἀττικοί.
ἀγοράσαι καὶ θερίσαι κυρίως τὸ ἐν ἀγορᾷ καὶ πωλητηρίῳ διατρίβειν· θερίζειν δὲ τὸ ἔν τινι τόπῳ τὸν καιρὸν τοῦ θέρους διαβιβάζειν· ἰδιωτικῶς δὲ ὡς νῦν ἐρρήθη τὸ ἀγοράσαι διὰ τὸ γυναῖκα εἶναι ἴσως τὴν λέγουσαν καὶ διὰ τὴν τοῦ ἤθους ἀφέλειαν. θερίσαι δὲ πάλιν ἰδιωτικῶς τὸ τοὺς στάχυας κόπτειν.
χιτώνιον καὶ ὁ κάτω ὑπενδύτης ὃν πρώτως ἐνδυόμεθα ψαύοντα τῆς σαρκὸς ἡμῶν. ἀλλὰ καὶ τὰ λοιπὰ ἱμάτια χιτῶνες καλοῦνται.
μεδίμνων: μέτρον σίτου ἐστὶν ὁ μέδιμνος.
μισητίας: μίξεως, συναφείας· ἐκ τοῦ «μίσγω» μισγητία καὶ μισητία.
αἰτεῖν με: αἰτῶ ἐπὶ τῶν ἀναποδότων λέγεται· αἰτεῖσθαι δὲ ἐπὶ τῶν ἀνταποδιδομένων, ὡς τὸ «οὐ πῦρ αἰτῶ οὐδὲ λοπάδʼ αἰτοῦμαι».
ἵνα μεμνῷτό μου: ἵνα μνείαν ἐμοῦ ἔχοι.
ἐκνομιώτατα: ὑπὲρ φύσιν, διακαῶς, μεγάλως.
τὸν πλακοῦντα: πλακοῦντές εἰσι σκευάσματά τινα μελίπηκτα· τραγήματα δὲ ἐξ ἄρτων ποικίλα κατασκευάσματα· ἄμητες δὲ γαλακτοπηγῆ κατασκευάσματα, τὰ μὲν συναφεψηθέντα μέλιτι, τὰ δʼ οὔ.
ὑπειπούσης θʼ ὅτι: μηνυσάσης, δηλωσάσης ὅτι παραγενοίμην πρὸς αὐτὸν ἑσπέρας, ἄμητα ἀπέσταλκέ μοι τόνδε ἐπὶ τῷ μηκέτι ἐμὲ τοῦ λοιποῦ αὐτομολῆσαι πρὸς αὐτόν.
πάλαι ποτʼ ἦσαν: λέγεται αὕτη ἡ παροιμία ἐπὶ τῶν πρὶν μὲν εὐπραγούντων, ὑστέρως δὲ δυσκληρούντων, καὶ ἐπὶ τῶν πρότερον μὲν χρωμένων τισὶν ὁπωσδήποτε, ὕστερον δὲ μὴ φροντιζόντων αὐτῶν, ὡς νῦν ὁ νέος μεμήνυκε τῇ γραΐ· «πάλαι ποτέ μοι καὶ ἄκοντι χρησίμη ὑπῆρχες διὰ τὴν ἔνδειαν, νῦν δʼ οὐκέτι σου φροντίδα ποιοῦμαι». ὃς δὲ τὰ Μιλησίων ἐθέλει σαφῶς μαθεῖν, ἐάτω τῶν σχολιογράφων τὸν Πολυκράτη, ἐάτω Κᾶρας καὶ Ἀμπρακιώτας τοὺς νῦν καλουμένους Νικοπολίτας γείτονας λέγειν, —Κᾶρας δὲ καὶ Μιλησίους γείτονας λέγειν ἁρμόδιον, — ἐάτω δὲ Δήμωνα, ὅν φασιν οὗτοι λέγειν ταυτί, καὶ τἄλλα ὅσα τῷ τῇδε χωρίῳ τοῦ λόγου ἐγγράφουσι· προσεχέτω δʼ εἰδήμονι Τζέτζῃ πρὸς τὸ μὴ ψευδὲς γράφειν τι. πᾶς ἱστοριῶν ἔμπειρος οἶδεν ὡς πᾶν ἔθνος, πρότερον μάχην συνάπτον ἑτέρῳ, διʼ ἑαυτοῦ τὸν πόλεμον ἀνερρήγνυ, ἑτέρῳ ἔθνει πρὸς συμμαχίαν μὴ χρώμενον. πρῶτοι δὲ Κᾶρες καὶ Μιλήσιοι μισθοῦ συμμαχεῖν ἤρξαντο, καὶ εἴ που πόλεμος ἀνερρήγνυτο, τοὺς ἄνδρας συμμάχους μισθῷ μετεπέμποντο, καὶ πρώτους ἁπάντων αὐτοὺς ταῖς συρραγαῖς τῶν πολέμων τοῖς πολεμοῦσιν ἀντέταττον, καὶ εἴ τι δυσχερὲς ἐκ τοῦ πολέμου συγκύρσειε, πρώτοις αὐτοῖς ἐγινώσκετο· ὅθε φασὶ καὶ τὸ «τίω δέ μιν ἐν Καρὸς αἴσῃ». τοιοῦτοι μὲν ἦσαν πρὶν οἱ Κᾶρες καὶ οἱ Μιλήσιοι· ἐπὶ Δαρείου δὲ τοῦ Ὑστάσπεως, ὡς ἱστορεῖ καὶ Ἡρόδοτος, παρʼ Ἱστιαίου καὶ Ἀρισταγόρου τῶν Μιλησίων ἀναπεισθέντες οὐ μόνον ἐκστῆναι Περσῶν ἀλλὰ καὶ πολέμοις ἀντᾶραι, ἄρδην ὑπὸ τῶν Περσῶν κατεκόπησαν, καὶ κατεσκάφη ἡ Μίλητος, καὶ οἱ περιλειφθέντες αὐτῶν γυναιξὶν ὁμοῦ καὶ παισὶν ἀχθέντες εἰς τὴν Περσίδα αἰχμάλωτοι, περὶ τὴν Ἐρυθρὰν θάλασσαν μετῳκίσθησαν παρά τινα πόλιν Περσῶν Ἄμβην τῇ κλήσει, χρησμοῦ πρὸ τῆς Μιλήτου ἁλώσεως δοθέντος τοῖς Μιλησίοις· «καὶ τότε δὴ Μίλητε κακῶν ἐπιμήχανε σε ἔργων» καὶ τὰ λοιπὰ τοῦ χρησμοῦ. οὕτω πάλαι μὲν ἦσαν ἄλκιμοι Κᾶρες καὶ οἱ Μιλήσιοι, οὕτως ὑστέρως ἀφανισμῷ παντελεῖ περιέπεσον, ὡς Μιλησίων τινὰς καὶ Καρῶν καὶ πάντας ἁπλῶς τὴν παροιμίαν ταύτην προσφθέγγεσθαι, ὁπόσοι τῆς τοιαύτης τῶν πραγμάτων μεταβολῆς ἢ ἵστορες ἢ καὶ ἀκροαταὶ κατεφάνησαν.
φακῇ: εὐτελεῖ πράγματι· νῦν δὲ γραΐ.
νὴ τὼ θεὼ: μὰ τοὺς θεοὺς Ἀπόλλωνα καὶ Ἀθηνᾶν.
ἐπʼ ἐκφορᾷ: ἢ ἐπʼ ἐκφοράν· ἐπὶ ἐκφορᾷ καὶ ἐκβολῇ. ἢ ἤρχετο εἰς ἐκφοράν, νῦν εἰς τὸ λαβεῖν τι ἀπὸ σοῦ καὶ ἐξενεγκεῖν.
νιττάριον καὶ βάτιον: οὐκ οἶδα τί τούτοις ἐρῶ. εἰ γὰρ κατὰ Δίδυμον τὸ «νιττάριον» νεωτάριον καὶ κοράσιον ἐδήλου, διʼ ἦτα ἂν καὶ ἑνὸς τ ἐγράφετο, ὡς ἐγὼ βούλομαι τοῦτο γράφεσθαι, οὐ μηδὲ διʼ ἰῶτα καὶ δύο ττ. ἐπεὶ δὲ πλὴν τοῦ διʼ ἦτα καὶ ἑνὸς ταῦ οὐκ ἔχω τί λέγειν, τὰ τῶν σχολιογράφων ἐρῶ, ἀλλʼ οὐ μόνον αἰδοῦμαι ἀλλὰ καὶ αἰσχύνομαι γράφειν αὐτά· οὐ μόχθηρος κακότροπος.
μυστηρίοις δὲ τοῖς μεγάλοις: περὶ τῶν μυστηρίων εἶπον πρὶν τῶν μεγάλων καὶ τῶν μικρῶν· τοῦτο δὲ νῦν ῥητέον μοι. ἐπʼ ἀμαξῶν αἱ τῶν Ἀθηναίων γυναῖκες χωροῦσαι εἰς τὰ μυστήρια ἀλλήλαις ἐλοιδοροῦντο, καὶ ἐκαλοῦντο αἱ ὕβρεις αὗται ἐξ ἀμάξης. ὕβριζον δὲ ἀλλήλας, ὅτι πρὸς Ἐλευσῖνα πρώτως ἐλθοῦσαν τὴν Δήμητρα διζημένην τὴν Κόρην καὶ περίλυπον ἰοῦσαν Ἰάμβη ἡ Κελεοῦ καὶ Μετανείρης θεράπαινα ὕβρεσι ταύτην βαλοῦσα μειδιάσαι πεποίηκε καὶ μετασχεῖν καὶ τροφῆς ἥτις ἦν κυκεών, ἤτοι ἄλευρον ἀραιὸν καὶ ὑδατῶδες ἀφεψηθέν.
εἰ Θάσιον ἐνέχεις: εἰ ἐκίρνας αὐτῷ θάσιον οἶνον.
γραὸς καπρώσης: ὀργώσης ἐρωτικῶς.
ἐφόδια· νῦν τὰ χρήματα, τὴν περιουσίαν· κυρίως δὲ ἐφόδια τὰ πρὸς ὁδὸν χρήσιμα, τὰ εἰς δαπάνην ἐν τῇ ὁδῷ ἐπιτήδεια.
«ἔρωτα νεκροὺς ἐξανιστῶντα βλέπω· καὶ θαῦμα τοῦτο, πῶς πάλιν ἄλλον βίον δίδωσι νεκροῖς καὶ τρόπους ἄλλους νέους. τί γὰρ διοίσει τὴν ἀτάσθαλον λάπαν τὴν βυρσοδερμάτινον τὴν ῥυσσουμένην νεκρὰν προσειπεῖν ὡς πολιὰν ἐκτόπως; ταύτην ὁ πικρότατος ἄδικος ἔρως πείθει τὸ γῆρας προσαμείβειν τὸ νέον. ἐρᾷ τὸ λοιπὸν μείρακος νέου πάνυ καὶ τήκεται, φεῦ, ἡ ταλαίπωρος ἄγαν, γέλων καταχέοντος αὐτῆς τοῦ νέου. ἀλλὰ τὸ πικρὸν τοῦ πάθους ἰωμένη ἥκει Χρεμύλον τὸν νέον αἰτουμένη.»
διὰ δακτυλίου: εἰπούσης τῆς γραὸς ὅτι «ὑπὸ τοῦ ἄλγους ἐτάκην» καὶ τοῦ Χρεμύλου φάντος αὐτῇ «κατασέσηπας, ὡς ἐμοὶ δοκεῖς, ἀλλʼ οὐ κατετάκης», φησὶ πάλιν ἡ γραῦς· «διὰ ὀπῆς δακτυλίου ἐμὲ ἂν ἑλκύσῃς καὶ ἕλκων διαβιβάσειας»· καὶ ὁ Χρεμύλος δὲ πάλιν· «ἑλκυσθείης ἂν καὶ διαβιβασθείης διὰ δακτυλίου, εἰ ἡ ὀπὴ καὶ ὁ κύκλος τοῦ δακτυλίου ἐστὶ τηλία». καὶ οἱ μὲν τηλίαν ἐνόμισαν πλατεῖαν σανίδα τὴν καὶ τράφηκα καλουμένην, ᾗ τοὺς ἄρτους ἀνόπτους τιθέντες ὀπτῆσαι ἀποκομίζουσιν, ἄλλοι δὲ σανίδα πλατεῖαν ᾗ τιθέντες οἱ ἀρτοκόποι τοὺς ἄρτους ξηραίνουσιν, οἱ δὲ τῆς καπνοδόκης τὸ πῶμα, ἕτεροι τὸν κύκλον τοῦ κοσκίνου· καὶ τοῦτο δὲ τῶν σφόδρα ἂν ἦν θαυμασίων, εἰ καὶ διὰ κύκλου κοσκίνου διελθεῖν ἠδυνήθη γραῦς σαπρὰ καὶ ἀκίνητος, οὐ παχεῖα, καθὼς νοοῦσιν οἱ σχολιογράφοι· εἰς ὃν κύκλον κοσκίνου καὶ γεγυμνασμένοι θυμέλης ἄνδρες κυβιστητῆρες, ὡς δρῶντές τι θαυμάσιον, μόλις διέρχονται. ἀλλὰ τηλίαν νῦν φασι τόπον πάνυ εὐρύτατον ἐν τῇ ἀγορᾷ καὶ ὑπόκυκλον, περιπεφραγμένον δρυφάκτοις, ἐν ᾧ οἵ τε ἀλφιταμοιβοὶ ἐπίπρασκον ἄλφιτα καὶ οἱ ὀρτυγοκόποι ὀρτυγομαχίας τε καὶ περδικομαχίας καὶ ἀλεκτορομαχίας συνίστων καὶ οἱ πεττεύοντες τὰ τῆς τηλίας μετήρχοντο, ὡς καὶ Εὐριπίδης περὶ Κορινθίων φησί· «πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ.» τοιοῦτος ἦν καὶ ἐν Ἀθήναις τόπος κύκλου τοσούτου ἀφωρισμένος οἷς ἔφην καὶ τοῖς πεττεύουσι. περὶ τούτου τοῦ κύκλου καὶ ὁ Χρεμύλος φησὶ τῇ γραΐ· «διὰ κύκλου, ὡς φῄς, δακτυλίου διέλθῃς, εἴ ἐστιν ὁ κύκλος τοῦ δακτυλίου ὅσος ἐστὶν ὁ κύκλος ἧς ἔφημεν ἀγορᾶς».
κῶμος· τὸ συμπόσιον.
«ἀρχαία φίλη καὶ πολιὰ γεγένησαι» καὶ τὰ λοιπὰ οὐδὲν ἔχει περινενοημένον· διὰ τοῦ εἰπεῖν αὐτὴν ἀρχαίαν φίλην καὶ πολιὰν γενέσθαι ὁ νεανίας φαίνεται ὡς γεγηρακυῖαν ὑβρίζων αὐτήν. διὸ καὶ ἡ γραῦς ἀγανακτεῖ· καί φησιν ὁ Χρεμύλος· «ἴσως διὰ πολλοῦ χρόνου σε οὐχ ἑώρακε· καὶ διὰ τοῦτο “ἀρχαία φίλη” φησί»· καὶ ἡ γραῦς πρὸς αὐτόν· «ποίου λέγεις μακροῦ χρόνου; χθὲς ἦν παρʼ ἐμοί».
ἀκόλαστοι λέγονται οἱ λάγνοι καὶ ἀσελγεῖς· νῦν δὲ ἀκόλαστον καὶ ἀπαίδευτόν φησι κολάσεως καὶ τιμωρίας δεόμενον τὸν νέον.
Ποντοπόσειδον, πόντιε Ποσειδῶν, καὶ θεοὶ πρεσβυτικοί: ἐπικαλεῖται Ποσειδῶ καὶ τοὺς λοιποὺς παλαιοὺς θεούς, ὅτι περὶ γραὸς καὶ πρὸς γραῦν ὁ λόγος αὐτῷ. καί φησιν ἰδὼν αὐτήν· «ὅσας ἔχει τῶν ῥυτίδων ἐν τῷ προσώπῳ». ῥυτὶς δέ ἐστι τὸ διὰ γῆρας διπλωθὲν καὶ χαραδρωθὲν καὶ σκληρυνθὲν δέρμα ὑπόκενον σαρκῶν γεγονός.
σπινθὴρ: θρυαλλίς, λεπτότης τῶν ἀνθράκων.
ὡς παλαιὰν εἰρεσιώνην: ὡς παλαιὰν φρυγανίδα καὶ ὡς εἰπεῖν καὶ ὡς παλαιὸν βαΐον. λιμοῦ γάρ ποτε κατασχόντος πολλὰ τῆς γῆς μέρη, χρησμὸς Ἀθηναίοις ἐδόθη ὑπὲρ ἁπάντων εὔξασθαι καὶ ἀποτρόπαια τοῦ λιμοῦ εἰρεσιώνας πρὸ τῶν προθύρων τιθέναι. τίς δὲ ἡ εἰρεσιώνη, ῥητέον. θαλλὸς ἦν ἐλαίας ἐρίῳ πεπλεγμένος, πλακοῦντας ἔχων καὶ πᾶν ὡραῖον ἐκκρεμὲς ἐξ αὐτοῦ καὶ κολλύραν ἄρτου καὶ κοτύλην οἴνου καὶ μέλιτος καὶ ἄλλην ἐλαίου καὶ κύλικα οἴνου καὶ ὅσα ὡραῖα τρωκτά τε καὶ πλακούντια. παῖς δὲ ἀμφιθαλής, ἤτοι ἐκ πρωτογάμων ἀμφοτέρων πεφυκὼς καὶ ἔτι ζώντων ἀμφοτέρων αὐτῷ τῶν γονέων, τὴν εἰρεσιώνην κατέχων, προπομπῆς λαμπρᾶς γενομένης, ἐβόα· «εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀποψήσασθαι καὶ κύλικʼ εὔζωρον, ὡς ἂν μεθύων καθεύδοις.» εἶτα τὰς εἰρεσιώνας ταύτας πρὸ τῶν προθύρων εἰς ἀμυντήριον ἵστασαν· καὶ τῷ ἐπερχομένῳ πάλιν ἐνιαυτῷ τὰς πρώην ἀφῃρηκότες ἀνετίθουν τὰς νεωτέρας.
βούλει πρός με παῖσαι καὶ παῖξαι;
«ποῖ, φησί, τάλαν;» παιδιὰν αἰσχρὰν ἡ γραῦς λέγειν νομίσασα τὸ μειράκιον, φησί· «ποῦ;» δέον ἐστὶ τὸν Τζέτζην φλυαρίας τοιαύτας ἐπεξηγεῖσθαι. ὅπου εἰ καὶ μὴ φλυαρίαι ἦσαν, ὅμως τὸ κομματικὸν ἐκκόπτει τὴν ἁρμονίαν τοῦ λόγου τῶν ἐξηγήσεων.
αὐτοῦ, λαβοῦσα κάρυα: «αὐτοῦ καὶ ἐνταῦθα παῖξαι μετʼ ἐμοῦ, λαβοῦσα κάρυα.» ἡ δέ φησι· «παιδιὰν τίνα;» ὁ δὲ λέγει παρʼ ὑπόνοιαν· «πόσους ἔχεις ὀδόντας.» παιδιαὶ γὰρ ἦσαν διάφοροι, σὺν αἷς καὶ ὁ ἀρτιασμός, ᾧ ἠρώτα τις· «ἄρτια κάρυα» ἢ νομίσματα ἢ ἄλλο τι εἶδος «ἐπικρύπτω μου τῇ χειρὶ ἢ περιττά;» ἦν δὲ καὶ νῦν, φημί, ἑτέρα παιδιά, ὁμοία τῷ ἀρτιασμῷ, οὐκ ἠρώτα δέ τις ἐν αὐτῇ «ἄρτια κρύπτω ἢ περιττὰ τῇ χειρί;» ἀλλὰ «πόσον κρύπτω;» «ποσόν». καὶ εἰ μὲν εὗρεν ὁ ἐρωτώμενος τὸ ποσόν, ἀφῄρει αὐτά· εἰ δʼ οὔ, ἀντεδίδου τόσον ποσόν. νῦν δὲ ἀντὶ τοῦ εἰπεῖν ὁ μεῖραξ «πόσα κάρυα τῇ χειρὶ ἐπικρύπτεις», παρʼ ὑπόνοιαν εἶπε· «πόσους ὀδόντας ἔχεις»· καὶ ὁ Χρεμύλος φησὶ πρὸς αὐτόν· «κἀγὼ περὶ τούτου ἐρῶ. φέρει γὰρ ἴσως τρεῖς ἢ δʹ ὀδόντας». ὁ δὲ μεῖραξ ὡς ἡμαρτηκότι τοῦ ἀριθμοῦ τῶν ὀδόντων ὡς ἐπὶ καρύων «ἀπόδος» φησίν· «ἕνα γὰρ μόνον φορεῖ καὶ ἔχει ὀδόντα γομφίον», τὸν καὶ μύλην καὶ κραντῆρα καὶ γνώμονα καὶ σωφρονιστῆρα καλούμενον.
πλυνόν με ποιῶν: ἐφύβριστον.
ἐκπλύνειέ σε: ἐπὶ συνουσίας τοῦτο εἶπεν.
καπηλικῶς: δεδολιευμένως, χρωμένη φύκει καὶ ψιμυθίῳ καὶ συγκαλύπτουσα τὰς τοῦ γήρως ῥυτίδας· ὡς οἱ κάπηλοι τρυγὶ καλλίστου οἴνου καὶ μίξει δὲ βραχίστου οἴνου τοιούτου δρῶσι τὸν φαῦλον οἶνον δοκεῖν ἄριστον.
οὐχ ὑγιαίνειν: οὐ φρονεῖν.
πειρᾷ: βιάζει. ἢ πειρᾶταί σου εἰ πεισθείης αὐτῷ.
οὐ μὰ τὴν Ἀφροδίτην, ὦ βδελυρὲ σύ, οὐκ ἐφάπτεταί μου τῶν μαστῶν.
μὰ τὴν Ἑκάτην: οὐ μὰ τὴν Ἑκάτην τὴν καὶ Σελήνην καὶ Ἄρτεμιν· μαινοίμην γὰρ ἂν καὶ παραφρονοίην εἰ ἐφαπτοίμην αὐτῆς.
«κατηγορεῖ γέ σου.» «τί κατηγορεῖ;»: σημείωσαι ἀττικῆς διαλέκτου τὸ ταὐτὸ καὶ ἓν ἐν ταὐτῷ καὶ ἑνὶ τόπῳ ὡς γενικὴν ἅμα καὶ αἰτιατικὴν δεχόμενον, ὡς τοῦτο τὸ «κατηγορεῖ γέ σου.» «τί κατηγορεῖ;» καὶ τὸ «καταφρονεῖ μου καὶ Θήβας ὅδε» καὶ πᾶν τοιουτότροπον.
εἶναί σʼ ὑβριστήν φησι: ἀλαζόνα καταφρονητὴν ἑαυτῆς.
«ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι», τοῦ μείρακος εἰπόντος, ὁ Χρεμύλος φησί· «διὰ τὸ τί οὐ μαχέσῃ ἐμοί;» ὁ δέ φησι· «διὰ τὸ τί καὶ τὴν συνουσίαν λέγεις ἐμοὶ μὴ μαχέσεσθαι;»
τοῦτο ἐπέτρεπον ποεῖν: τὸ συνουσιάζειν.
ὁ δʼ ἐπιτρέψων ἐστὶ τίς: ὁ παραχωρήσων σε ἐᾶσαι αὐτὴν τίς ἐστι; ἤτοι ἐγὼ οὐ συγχωρῶ σοι αὐτὴν ἐᾶσαι.
διεσπεκλωμένῃ: τινὲς φλυαρίας τινάς φασι, λέγοντες σπεκλοῦν τὸ συνουσιάζειν· ἔστι δὲ τὸ «ἐσπεκλωμένῃ» δηλοῦν ὑπὸ μυρίων ἐτῶν καὶ τρισχιλίων γεγηρακυίᾳ, σαπείσῃ, διαλυθείσῃ ἀπὸ τῶν σεσηπότων καὶ διεσπλεκωμένων καὶ διαλυθέντων τῆς πλοκῆς σχοίνων. μεταθετικῶς δὲ τὸ «ἐσπλεκωμένῃ» εἶπεν «ἐσπεκλωμένῃ», ὡς τὸ «τέτρατον» καὶ «κραδίη»· εἶπε δὲ «ἐσπεκλωμένῃ» ὡς ἀπὸ τοῦ σπεκλόω σπεκλῶ.
τρύγα: τὴν ὑπόστασιν τοῦ οἴνου.
τρύγοιπος: ὑλιστὴρ τῶν οἴνων, σακελλιστήριον. «οὐκοῦν καὶ λοιπόν, φησίν, εἰ τῇ γραῒ τρύξ ἐστι σαπρά, ὁ σακελλιστὴς ταῦτα θεραπεύσει».
«εἴσιτε εἴσω, φησὶν ὁ νεανίας, τῷ θεῷ γὰρ ἤτοι τῷ Πλούτῳ βούλομαι ἀναθεῖναι τούσδε τοὺς στεφάνους». λεγούσης δὲ καὶ τῆς γραὸς ὅτι «κἀγὼ βούλομαι εἰσελθεῖν καὶ αὐτῷ φράσαι τι», καὶ τοῦ μείρακος πάλιν εἰπόντος· «ἐγὼ δὲ οὐκ εἴσειμι», «θάρρει», τούτῳ φησὶν ὁ Χρεμύλος, «οὐ γάρ σε βιασέται ἡ γραῦς ᾧ τρόπῳ μᾶλλον ἄνδρες γυναῖκας βιάζονται».
ἱκανὸν γὰρ καὶ πολὺν χρόνον αὐτὴν ὑπεπίττουν καὶ ὑπεπίσσουν ὥσπερ παλαιὰν καὶ σαπρὰν ναῦν. εἶπε δὲ ἐκ τοῦ πιττόω πιττῶ. τὸ δὲ «ὑπεπίττουν» νῦν τροπικωτέρως ἀντὶ τοῦ «ἐφίλουν, συνῆν, ἐμιγνύμην αὐτῇ».
βάδιζʼ· ἐγὼ δέ σου: τοῦ νεανίου εἰσελθεῖν ὡρμημένου, κατασχοῦσα τοῦτον ἡ γραῦς γενναίως ἀντέχεται καὶ οὐκ ἐᾷ εἰσελθεῖν· πρὸς ἣν τοῦ νεανίου γενναίαν κατάσχεσιν τῆς γραός φησιν ὁ Χρεμύλος· «ὡς εὐτόνως, ὦ Ζεῦ βασιλεῦ, τὸ γραΐδιον τῷ μειρακίῳ προσείχετο καὶ κεκόλλητο, ὥσπερ λεπὰς ταῖς πέτραις». λεπὰς δὲ εἶδος ἐστι ὀστρειῶδες, ἓν μόνον ὄστρακον ἔχον τὸ πρὸς τὰ ἐκτὸς νεῦον. ἀντὶ δὲ τοῦ ἐντὸς ὀστράκου ἡ θαλασσία ἐκείνη πέτρα ἐστὶν ἐξαρκοῦσα ἐν ᾗπερ φύεται ἡ ῥηθεῖσα λεπάς.
τίς ἔσθʼ ὁ κόπτων τὴν θύραν: Ἑρμῆς ὁ τῶν θεῶν κῆρυξ, πλουτησάντων ἁπάντων καὶ μηδενὸς ἔτι θύοντος τοῖς θεοῖς, καταλιπὼν τὴν μετὰ τούτων διατριβὴν κάτεισι πρὸς τὴν Χρεμύλου οἰκίαν ὡς τούτοις συνεσόμενος ἐς ἀεί. ψοφησάσης δὲ τῆς θύρας πρὸ τοῦ τὸν Ἑρμῆν κόψαι αὐτήν, ἔξεισιν ὁ Καρίων δοκῶν παρά τινος κεκόφθαι αὐτήν· γνοὺς δὲ ὡς μόνη κλαυσιᾷ καὶ ψοφεῖ, ἔμελλεν αὖθις εἰς τὴν οἰκίαν ἐσιέναι· συγκαλεῖ δὲ αὐτὸν ὁ Ἑρμῆς καὶ πρῶτα μὲν γελοῖά τινα φθέγγεται, εἶτα δεῖται τούτοις ὑποδεχθῆναι καὶ πολλὰς εὑρεσιλογίας εἰπὼν ὀνομάτων ἑρμαϊκῶν, τέλος ὡς διακονικὸς εἴσεισι. καὶ πρὸς τὸ φρέαρ τὰς κοιλίας πλύνειν κελεύεται.
τὸ θύριον φθεγγόμενον: τὸ «φθεγγόμενον» καὶ «κλαυσιᾷ» τροπική ἐστι λέξις καὶ ἅμα ὑψηλὴ καὶ γλυκεῖα· ἐπὶ γὰρ τῶν ἐχόντων αἴσθησιν καὶ μᾶλλον ἀνθρώπων λέγεται. οὗτος δʼ ἐπὶ ξύλου ἀψύχου καὶ τῆς θύρας τὸ κινεῖσθαι μὲν «φθέγγεσθαι» εἶπε, τὸ ψοφεῖν δὲ καὶ τρύζειν καὶ «κλαυσιᾶν». διαφέρει δὲ τὸ κόπτειν ψοφεῖν τε καὶ κλαυσιᾶν· κόπτειν γὰρ κυρίως λέγεται, ὅταν τις εἰς οἰκίαν εἰσιέναι μέλλων τὴν θύραν ἔξωθε πλήττῃ· ἂν δʼ ἐξερχόμενος αὐτὴν ὑπανοίγῃ, ὁ τῆς ὑπανοίξεως κτύπος ψόφος καλεῖται· ὅταν δὲ ὑπʼ ἀνέμου ἡ θύρα κινουμένη μόνη κινῆται καὶ τρύζῃ, κλαυθμυρισμὸς ὁ τοιοῦτος τρυσμὸς λέγεται. «θύριον» δὲ καὶ οὐ «θυρίον» φαμέν, ὅτι κανών ἐστιν ὁ λέγων ὅτι τὰ εἰς ιον ὑποκοριστικὰ ἀπὸ βραχέος ἀρχόμενα προπαροξύνεται, ἀπὸ δὲ μακροῦ παροξύνεται· «ψωμίον, σταυρίον, ἠρίον, σακκίον» καὶ τὰ ὅμοια, «ἔριον» δὲ καὶ «σάκιον»—ἡ ἀσπίς—»πόδιον, ὅριον, ὄρειον» καὶ τὰ ὅμοια. οὕτω καὶ «θύριον» καὶ «πύλιον» φαμὲν καὶ «θύμιον» τὸ ἐπίθυμον καὶ «ψύχιον» τὸ ζῳύλλιον, ὃ θηρῶντα παίζει τὰ παιδάρια, καὶ πᾶν ὅμοιον, «θυμίον» δὲ τὸν θυμὸν καὶ «ψυχίον» τὴν ψυχὴν καὶ πάντα τὰ ὅμοια. «τρύβλιον» δὲ καὶ «τρυβλίον» καὶ «ἴκριον» καὶ «ἰκρίον» φαμὲν καὶ εἴ τι τοιοῦτον. ταῦτα δὲ καὶ μακρὰ καὶ βραχέα εἰσὶ καὶ ἀμφοτερίζοντα, ὡς τὸ «τρύβλίον, ἴκρίον» καὶ τὰ τοιαῦτα.
ἀνέῳξάς μʼ ἔφθασας: τὸ σχῆμα ἀντιστροφὴ περὶ τὰς λέξεις, ἤτοι «ἔμελλον μὲν κόπτειν τὰς θύρας, σὺ δὲ φθάσας καὶ προκαταλαβὼν ἀνέῳξας».
τρύβλιον καὶ τρυβλίον· οὗτος ἴγδην ἢ ἀγγεῖόν τί φησιν, ἔστι δὲ κυρίως ποσὸν μέτρον ὑγροῦ.
βάραθρον: ἦν ὄρυγμα γῇ τῆς Ἀτθίδος πρὸς τὰς κακούργων, ὡς εἴρηκα, τιμωρίας.
ἡ γλῶττα τῷ κήρυκι: αἱ γλῶτται τῶν θυομένων ἐθύοντο τῷ Ἑρμῇ. λέγει οὖν ἐνταῦθα οὕτως· «ἡ γλῶττα τῷ κήρυκι τῶν τοιούτων τέμνεται» ἤτοι «οὐ ματαίως θύομεν αὐτῷ τὰς γλώσσας τοιαῦτα κηρύσσοντι», ἢ «κοπείη ἡ γλῶσσα τοῦ ὃς ἡμῖν τοιαῦτα κηρύσσει».
σωφρονεῖς: ἤτοι καλῶς λέγεις περὶ τῶν ἄλλων μὴ φροντίζειν θεῶν.
«καπήλισι» γράψον δέ, μὴ «καπηλίσι».
«κάπηλις» ἡ τελεία οἰνοπῶλις γυνή, καὶ ἁπλῷ τῷ τρόπῳ λέγεται· «καπηλίς» δὲ ἡ παῖς καπήλιδος ἢ καὶ ὑποκοριστικῶς καὶ ἡ τελείας ἡλικίας κάπηλις.
οἰνοῦτταν: πλακοῦς ἐστιν ἐκ γλεύκους καὶ ἀλφίτων συντεθειμένος καί τινων ἡδυσμάτων.
ἀναβάδην: ἄνω τοὺς πόδας ἔχων τῇ κλίνῃ ἐν τῷ καθεύδειν, τὴν κεφαλὴν δὲ κατωτέρω, ὥσπερ καὶ οἱ ἡμεροδρόμοι δρῶσι καὶ δρομοκήρυκες ἕνεκα τοῦ μὴ κατασπάσαι τὴν ὕλην περὶ τοὺς πόδας, λεπτῇ δέ τε χειρὶ παχὺν πόδα πιέζειν.
βαρβαρισμός ἐστι τὸ περὶ χρόνους, τόνους καὶ πνεύματα ἁμαρτάνειν, σολοικισμὸς δὲ τὸ περὶ τὴν σύνταξιν τὴν λογικήν.
οὐκοῦν δικαίως ταῦτα πάσχεις, ὃς καὶ ζημιοῦσθαι πολλάκις ἐποίεις τοὺς τὰ τοιαῦτά σοι παρέχοντας.
τετράδι: τοῦ καθʼ ἑκάστην τετράδα τοῦ μηνὸς πεπεμμένου νῦν στελλομένου πλακοῦντός μοι. ἑκάστη γὰρ μηνὸς νουμηνία καὶ ἡ ἑβδόμη ἱέρωτο τῷ Ἀπόλλωνι, ἡ δὲ τετάρτη Ἑρμῇ, ἡ δὲ ἕκτη Ἀρτέμιδι, ἡ δὲ ὀγδόη Θησεῖ καὶ αἱ λοιπαὶ τοῦ μηνὸς ἄλλοις θεοῖς τε καὶ ἥρωσιν.
ποθεῖς τὸν οὐ παρόντα: παροιμία· τοῦτό ἐστι λεγόμενον ἐπὶ τῶν ἤδη παρῳχηκότων ἢ καὶ παντελῶς ἠφανισμένων. εἴρηται δὲ ἀφʼ ἱστορίας τοιαύτης· ὁ Ἡρακλῆς συμπλέων τοῖς Ἀργοναύταις ἐπὶ τὸ χρύσειον κῶας, ὡς ἀφίκοντο περὶ Κίον περί τινα κρήνην, στέλλει τὸν Ὕλαν ὑδρεύσασθαι. Νηρηΐδες δὲ τὸν νεανίαν λαβοῦσαι τοῖς ὕδασιν ἀπεθέωσαν· Ἡρακλῆς δέ, μηκέτι τοῦ μείρακος ὑποστρέφοντος, πᾶσαν ὕλην, ἁπάσας τὰς κρήνας, τὴν ὀρεινὴν περιτρέχων, τὸν οὐ παρόντα ζητῶν κατεφαίνετο· ὡς καὶ Θεόκριτος ὁ Σικελός, οὐ λέγω τὸν Χῖον, περὶ τούτου φησί· «κᾤχεθʼ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἴσων».
οἴμοι δὲ κωλῆς: κωλὴν δὲ τὸν βραχίονα νόει ἤγουν τὴν ὠμοπλάτην. τὰ γὰρ ἐμπρόσθια μέρη τῶν ἱερείων ἤτοι οἱ βραχίονες καὶ ὠμοπλάται ἀφιεροῦντο Ἑρμῇ. καὶ κωλὴ μὲν ἡ ὠμοπλάτη ἐστί, κώληψ δὲ τὸ ὄπισθε τοῦ γόνατος, τὸ ἀντζίον, ὡς Ὅμηρος ἐν τῇ πάλῃ διδάσκει τῇ Ὀδυσσέως καὶ Αἴαντος εἰπών· «κόψʼ ὀπίσω κώληπα τυχών».
ἀσκωλίαζε: ἀσκώλια καθʼ ἱστορίαν ἦν τις ἑορτὴ Διονύσου, ἐν ᾗπερ, ἀσκῶν πεφυσημένων κειμένων ἐν μέσῳ τῷ θεάτρῳ, τινὲς ἥλλοντο ἐπʼ αὐτοὺς ἢ ἑνὶ τῷ ποδὶ ἢ καὶ ἐν δυσὶ καὶ ἐκίνουν γέλωτα τοῖς θεωμένοις καταπίπτοντες τῷ φυσήματι τῶν ἀσκῶν. εἰς τιμὴν δέ, ὡς ἔφην, τοῦ Διονύσου ταῦτα ἐδρῶντο. ὁ γὰρ ἀσκὸς δέρμα τοῦ τράγου ἐστίν· ὁ δὲ τράγος, τὸ ζῷον, πολέμιός ἐστι ταῖς ἀμπέλοις αὐτὰς κατεσθίων, καὶ ἐπίγραμμά τι φέρεται τῆς ἀμπέλου πρὸς τὸν τράγον οὑτωσὶ λέγον· «κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως ἔτι καρποφορήσω, ὅσον ἐπιλεῖψαί σοι, τράγε, θυομένῳ.» «ἀσκωλιάζειν» μὲν καθʼ ἱστορίαν τοῦτο σημαίνει τὸ ἅλλεσθαι τοῖς ἀσκοῖς ᾧ τρόπῳ εἰρήκειμεν· νῦν δὲ ἐσχηματισμένως καὶ δριμέως φησὶ πρὸς τὸν Ἑρμῆν· εἰπόντος γὰρ «οἴμοι τῆς κωλῆς καὶ τῆς ὠμοπλάτης», φησίν· «ἀσκωλίαζε καὶ ἐστερημένος τῆς κωλῆς καὶ πεινῶν ἐνταῦθα πρὸς τὴν αἰθρίαν καὶ τὸν ἥλιον δίαγε.»
σπλάγχνων τε θερμῶν: τῷ Ἑρμῇ τῶν ἱερείων ἡ ὠμοπλάτη ἱέρωτο· ἔθυον δὲ αὐτῷ καὶ σπλάγχνα ἤτοι ἐντόσθια θερμά, ὀπτά τε καὶ περίεφθα· καὶ τοῖς ἄλλοις θεοῖς ἄκρατον σπένδοντες τὴν σπονδήν, ἢ ὕδωρ μόνον, ὡς Ἐρινύσιν, ἢ μόνον οἶνον, ὡς πᾶσι τοῖς ἄλλοις θεοῖς, τῷ Ἑρμῇ κεκραμένον ἔσπενδον οἶνον ἢ ψυχρῷ εἴτʼ οὖν εὐζέοντι ὕδατι. μεμνημένου γοῦν τοῦ Ἑρμοῦ τούτων καὶ τῇ στερήσει ὀδυνωμένου, πρὸς ἓν ἕκαστον τῶν παρʼ Ἑρμοῦ λεγομένων ὀδυνηρῶν φέρει γελοῖά τινα προσφυῆ τὸν Καρίωνα λέγοντα, ὡς τὸ «ὀδύνη σου τὰ σπλάγχνα κατέχει, Ἑρμῆ, ὅτι νῦν ἐστερήθης ἐκείνης τῆς προσαγομένης σοι τῶν σπλάγχνων θυσίας». πρὸς δὲ τὸ «κύλικος ἶσον ἴσῳ κεκραμένης» «τὴν ἐκ τῆς κάτω κύλικος ἐξερχομένην—ὁ Καρίων φησίν—ὦ Ἑρμῆ πιὼν οὐκ ἂν φθάνοις ὑποχωρῶν;»
τὸν σαυτοῦ φίλον: πολλαὶ τέχναι ἀνάκεινται τῷ Ἑρμῇ· μία δὲ τούτων καὶ ἡ κλεπτῶν· ἐπεὶ δὲ κλέπται καὶ οἱ οἰκέται, τούτου ἕνεκεν ὁ Ἑρμῆς ἑαυτὸν φίλον τῷ Καρίωνι ὀνομάζει.
ἄρτον τινʼ εὖ πεπεμένον: ἐπταισμένον ὁ Τζέτζης καὶ ἄμετρον τοῦτον τὸν στίχον φησί· διὰ δύο γὰρ μῦ οὐκ ἀνέχεται γράφειν, λέγων μὴ νῦν ἁρμόδιον εἶναι νοεῖσθαι ἐκ τοῦ πέμπω πέμψω, ἐκ δὲ τοῦ πέττω πέσω πεπεμένον τὸν ἐζυμωμένον· καὶ ἔστι λοιπὸν ἄμετρος.
ἀλλʼ οὐκ ἔκφορά εἰσι καὶ ἔξω διδόμενα τὰ κρέα· ἢ ἀλλʼ οὐκ ἐκφορὰ καὶ ἐκβολὴ γίνεται τούτων τοῖς ἔξω· ἐκέλευσε γὰρ ὁ Πλοῦτος μηδὲν τούτων ἔξω ἐκβαλεῖν καὶ ἐξενεγκεῖν.
«καὶ μήν, ὅτε τι σκευάριον καὶ ἀγγεῖον τοῦ δεσπότου ἦς κλέψας, ἐγὼ ἐποίουν λανθάνειν, ὡς κλεπτικῆς δηλονότι ἔφορος». καὶ ὁ Καρίων πρὸς ταῦτα· «διὰ τὸ συμμετασχεῖν καὶ αὐτὸς μέρους τοῦ κλέμματος».
ἧκεν γὰρ ἄν σοι ναστὸς καὶ ἄρτος εὐζύμωτος. ἧκεν· τὸ κεν μακρόν. τὸ δὲ «πεπεμμένος» καὶ διὰ δύο μ γεγραμμένον καὶ διʼ ἑνὸς πλημμελῆ καὶ ἐπταισμένον τὸν στίχον ποιεῖ. τέως πρὸς τὸν Καρίωνος λόγον τὸν ὅτι «ἐστέλλετό σοι ἄρτος εὐζύμωτος», φησὶν ὁ Ἑρμῆς· «πάλιν δὲ αὐτὸς αὐτὸν ἤσθιες», καὶ ὁ Καρίων δὲ πρὸς αὐτόν· «εὐλόγως αὐτὸν ἐγὼ ἤσθιον, ὅτι καὶ εἰ πανουργήσας ἤτοι κλέψας τι κατεσχέθην ποτέ, ἐγὼ μόνος ἐμαστιζόμην, καὶ οὐ μετεῖχες καὶ σὺ τὰς ἴσας πληγὰς ἐμοί» ἤτοι «τῶν ἴσων ἐμοὶ πληγῶν» ἀττικῶς.
μὴ μνησικακήσῃς: Ἀθηναῖοι καὶ Λάκωνες πολλὰς κατʼ ἀλλήλων τὰς μάχας ἐρρήγνυντο· τέλος περιγεγονότες οἱ Λάκωνες ἐπέστησαν τοῖς Ἀθηναίοις τυράννους τριάκοντα, Ἀθηναίους καὶ αὐτοὺς ὄντας, οἳ τοὺς ὁμοφύλους παντοίως ἐκάκουν συντρίβοντες. τέλος Θρασύβουλός τις ἀθηναῖος φιλόπατρίς τε καὶ μισοτύραννος Φυλήν τινα τόπον ποτὲ καταλαβὼν Ἀττικῆς μετὰ καί τινων μισοτυράννων ἑτέρων, συνηργηκότος οὐ μετρίως αὐτοῖς καὶ Κεφάλου τοῦ πατρὸς Λυσίου τοῦ ῥήτορος ὀκτακοσίας ἀσπίδας χαρισαμένου πρὸς συμμαχίαν, περὶ τὸν Πειραιᾶ συμβαλόντες, κατὰ κράτος ἥττησαν τοὺς λʹ καὶ τοὺς σὺν αὐτοῖς. ἐπεὶ δὲ ὅτε ἦρχον οἱ τύραννοι, οὓς μὲν ἐκάκουν τῶν πολιτῶν, οἷς δὲ φιλίως ἐχρῶντο, μετὰ τὴν τούτων κατάλυσιν, Εὐκλείδου δημαγωγήσαντος, ψήφισμα ἔθεντο μὴ ἀλλήλοις μνησικακεῖν καὶ τὰ πρὸ Εὐκλείδου ἄκυρα εἶναι. τὰ μὲν τῆς ἱστορίας τοιάδε. τὰ δὲ παροιμιώδη τάδε τοιόνδε τὸν νοῦν ἔχουσιν· «εἰ δὲ καὶ ὑμεῖς, ὦ Καρίων, πλουτήσαντες νῦν ἐδοξάσθητε, ὡς οἱ μετὰ τοῦ Θρασυβούλου τότε κρατήσαντες τὴν Φυλὴν καὶ τοὺς ἐν τῷ Πειραιεῖ τυράννους ἡττήσαντες, μὴ μνησικακήσῃς ἐπὶ τοῖς πρώην ἐμοί, ὡς οὐδʼ ἐκεῖνοι τοῖς ὁμοφύλοις».
ταὐτομολεῖν: τὸ αὐτομολεῖν καὶ ἐνταῦθα διατρίβειν ἀστεῖον καὶ ἡδύ σοι νῦν φαίνεται.
παρὰ τὴν θύραν στροφαῖον: πολλά εἰσιν ἀντώνυμα τῷ Ἑρμῇ. νῦν δὲ τὰ πρόσφορα πρὸς τὴν παροῦσαν ὑπόθεσιν τιθεὶς παίζει ἀγωνιστικῶς λύων αὐτά· τέλος εὑρόντος τοῦ Ἑρμοῦ κλῆσιν ἑρμαϊκὴν πρόσφορον τοῖς πλουτοῦσι καὶ εἰσαχθέντος ὡς διακονικοῦ καὶ ὑπηρετοῦντος πλύνειν κοιλίας, φησὶν ὁ Καρίων· «οὐ μάτην ἄρα οὐδʼ οἱ ἐν Ἀθήναις δικάζοντες πολλοῖς δικαστηρίοις ἐγγράφεσθαι σπεύδουσι». καὶ αἱ πολλαὶ δὲ κλήσεις αἱ τοῦ Ἑρμοῦ τούτων ἕνεκα τῷ ἀλιτηρίῳ προελήφθησαν, ἵνα τό τε τῶν Ἀθηναίων κωμῳδήσῃ φιλόδικον καὶ τὸ τῶν δικαστῶν μοχθηρότατον. στροφαῖος λέγεται καὶ ἡ τῶν πυλῶν στρόφιγξ καὶ πᾶς πανοῦργος καὶ πράγματα μετατρέπων. καὶ τὸν Ἑρμῆν δὲ περὶ τὰς τῶν πυλῶν ἵδρυον στρόφιγγας, ἢ ἵνα τοὺς κλέπτοντας εἴργοι πρὸς τὰς οἰκίας εἰσδύεσθαι, ἢ ὅτι ταῖς οἰκίαις καὶ πόλεσι φρονήσεως χρεία καὶ πανουργίας, καὶ ἐν τοῖς ἀγροῖς δὲ καὶ τοῖς ἔξω πολέμοις, διὸ τοῖς μὲν ἀγροῖς Ἄρεος ἵστασαν εἴδωλον, τῆς Ἀθηνᾶς δὲ ταῖς πύλαις τῶν πόλεων, Ἑρμοῦ δέ, ὡς ἔφημεν, εἴδωλον ὄπισθε τῆς πύλης τῶν οἰκιῶν.
«ἐμπολαῖον» δὲ πρατήριον, ἀγοραῖον.
ἔγνως παλιγκάπηλον οἷς πρώην ἔφην.
ἀλλʼ ἡγεμόνιον: ὅτι ὁ Ἑρμῆς καὶ ὁ λόγος καὶ λογικῶν τεχνῶν ἡγεμονεύει καὶ πρακτικῶν, ὑποτιθεὶς ἑκάστῃ καὶ ἐφευρέσεις καὶ πανουργίας καὶ ἀφορμάς. ἡγεμόνιος δὲ λέγεται καὶ ὁ ὁδηγὸς τῶν τυφλῶν· διὰ τοῦτό φησιν «ἀλλʼ ὁ Πλοῦτος βλέπει».
μεθόδους καὶ τέχνας ὁ λόγος ἐργάζεται.
οἱ παλαιοὶ οὕτως, οἱ δὲ νεώτεροι μετὰ τοῦ ν.
μουσικοὶ ἀγῶνες οἱ διʼ ὀργάνων θυμέλης γινόμενοι καὶ οἱ λογικοί· γυμνικοὶ δὲ οἱ διʼ ἀλκῆς σώματος, ὥσπερ δρόμος, παλαίστρα, πυγμή, παγκράτιον, δίσκος, ἅλμα, ἀκόντισμα καὶ ἕτερα εἴδη μυρία.
οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες: οὐ ματαίως ἄρα τε οἱ ἐν ταῖς Ἀθήναις, φησί, δικάζοντες σπεύδουσι πολλοῖς ἐγγεγράφθαι γράμμασιν ἤτοι δικαστηρίοις. περὶ δὲ τῶν γραμμάτων καὶ τῶν δικαστηρίων τῶν ἐν Ἀθήναις καὶ περὶ τῶν δικαστῶν δὲ ὡσαύτως ἀνωτέρω φθάσας πλατυτέρως ἐδίδαξα, ὅτι τῷ Ἀρείου πάγου δικαστηρίῳ πρὸ τῶν προθύρων ἄλφα στοιχεῖον ἐγέγραπτο, τῇ Ἡλιαίᾳ δὲ η, τῷ ἐν Φρεαττοῖ φ, καὶ ἐπὶ τῶν λοιπῶν δὲ δικαστηρίων ὡσαύτως.
τίς ἂν φράσειε: ὁ τοῦ ἐν ἄστει τιμωμένου σωτῆρος Διὸς ἱερεύς, μηδενὸς ἔτι θύοντος Διί τε καὶ τοῖς ἄλλοις θεοῖς, ἔρχεται παρὰ τὴν τοῦ Χρεμύλου οἰκίαν βουλόμενος τοῦ λοιποῦ συνεῖναι αὐτοῖς.
ἀποπατησόμενοι: ἐκκρινοῦντες, ἀφοδεύσοντες πλεῖν καὶ πλείους ἢ καὶ μύριοι. πόθε δὲ ἀπόπατος ἡ ἔκκρισις εἴρηται, μάνθανε. πάτος μὲν λέγεται καὶ ἡ κατατετριμμένη ὁδὸς ἀπὸ τοῦ πατεῖσθαι, περὶ ἧς καὶ ὁ Ὅμηρος λέγει· «ὃν θυμὸν κατέδων πάτον ἀνθρώπων ἀλεείνων». πάτος λέγεται καὶ ἡ τροφή, ὅθε καὶ πάσασθαι τὸ φαγεῖν· καὶ ἐξ αὐτοῦ ἀπόπατος ἡ ἔκκρισις καὶ τὸ ἀποσκυβάλισμα τοῦ πάτου καὶ τῆς τροφῆς.
οὐκοῦν κἀκ τούτων τὰ νομιζόμενα, φησί, λαμβάνεις καὶ ἐκ τοῦ ἀποπάτου τῶν εἰσιόντων ἔχεις λοιπὸν τὴν ἀπονενεμημένην καὶ εἰωθυῖαν μοῖραν τοῖς ἱερεῦσιν ἀπολιμπάνεσθαι.
χαίρειν ἐάσας: ἀντίφρασις καὶ εὐφημία τὸ σχῆμα· ἤτοι ἀδημονεῖν καὶ λυπεῖσθαι, ὅθε λέγεται καὶ Χάρων, ὁ μὴ χαρᾶς ἀλλὰ θλίψεως αἴτιος.
ἱδρυσόμεσθα τὸν θεόν· ἱδρύσασθαι καὶ ἀφιερῶσαι τὸν θεὸν ἤτοι τὸν Πλοῦτον βούλονται ἀπαγαγόντες αὐτὸν ἐν τῇ ἀκροπόλει τῶν Ἀθηνῶν εἰς τὸν ὀπισθόδομον Ἀθηνᾶς, ἔνθα τὸ ταμιεῖον ὑπῆρχε. τοῦτο δὲ δῆθε ποιοῦσι καὶ ἐκεῖ βούλονται τὸν Πλοῦτον ἱδρύσαι, ὅτι ἐκεῖσε ἀπέκειτο ἀργυρίου ἐπισήμου ἤτοι κεχαραγμένου ἑξακισχίλια τάλαντα πάρεξ μόνον τριακοσίων.
τὰς χύτρας αἷς τὸν θεὸν: οἱ ἀφιεροῦντες ναοὺς ἢ καὶ θυσίας χύτρας ἀθάρας καὶ σεμιδάλεως ἢ πελάνων καὶ ὀσπρίων ἀληλεσμένων καὶ λοιπὰ δὲ ἡδύσματα προπομπεύοντα ἔθος εἶχον εἰσάγειν φερόμενα γυναικῶν κεφαλαῖς εὐπαρύφων. καὶ νῦν δὲ τὴν γραῦν τὴν ἐρωμένην τοῦ μείρακος φέρειν ἐπὶ τῆς κεφαλῆς πείσαντες τὰς ἱερὰς ταύτας χύτρας, τὸν ἀφρὸν τὸν τοῖς ἑψομένοις γίνεσθαι εἰωθότα, ὃν ἀφρὸν καὶ γραῦν ὀνομάζουσιν, ὁρῶντες ἄνω τῆς χύτρας ἐπιπολάζοντα, γελῶντές φασιν· «αἱ χύτραι αὗται, ἃς ἡ γραῦς ἐπὶ κεφαλῆς φέρει, τἀναντία δρῶσι χύτραις ταῖς ἄλλαις· ἐν ἐκείναις μὲν γὰρ ἡ γραῦς ἤτοι τὸ ἄφρισμα ἔπεστιν ἄνω, τούτων δὲ τῶν χυτρῶν ἡ γραῦς αὕτη γυνὴ τυγχάνει πολλῷ κατωτέρα».