Scholia-DemosthenesΣχόλια εἰς Δημοσθένη
Demosthenes Scholia Scholia Demosthenes PDF
The Scholia on Demosthenes is a collection of ancient and medieval explanatory notes, or commentaries, written in the margins of speeches by the famed Athenian orator Demosthenes. It is not a single book by one author, but a compilation of material added by generations of scholars, teachers, and copyists over more than a thousand years, from the Hellenistic period into the Byzantine era. Written in Greek, the scholia consist of nearly 4,800 individual comments, each tied to a specific word or passage in Demosthenes' texts.
The content of these notes is highly varied, serving as a vital toolkit for readers. They explain difficult words and grammar, clarify historical events and people, analyze rhetorical techniques, and record different readings of the text from old manuscripts. The work was primarily intended for students and teachers of advanced rhetoric, as Demosthenes remained a core model of Attic prose in the educational system for centuries. Modern scholars view the scholia as an indispensable resource, not only for interpreting Demosthenes but also for understanding the history of classical scholarship itself, as they preserve fragments of lost ancient commentaries and historical works.
The text survives only as it was transmitted in the margins of medieval manuscripts of Demosthenes' speeches. The original, longer commentaries from scholars in Alexandria and Pergamum were condensed and added to over time, resulting in the layered compilation we have today. Key manuscripts, like the 10th-century Parisinus Graecus 2934, preserve this accumulated scholarly tradition.
| 1 t | ΟΛΥΝΘΙΑΚΟΣ Α 〈ἀντὶ πολλῶν ἂν ὦ ἄνδρες Ἀθηναῖοι〉] τὸ προοίμιον ἐκ πλαγίου ἔπαινος τῶν ἀκροατῶν χρηστοῦ ὑποκειμένου πράγματος. |
| 1 1a | καὶ ἔστι πρῶτος τόπος τῶν ἐξ ὑπολήψεως. F 2 STBcAfVbWd σύντομον τὸ προοίμιον διὰ τὴν τῶν πραγμάτων χρείαν. |
| 1 1b | F 2 VbWd ἀντὶ . |
| 1 1c | .. Ἀθηναῖοι] ἠθικὸν ὁμοῦ καὶ πραγματικὸν τὸ προοίμιον. τὸ μὲν γὰρ ἐν τῇ λέξει μέτριον καὶ ἐπιεικὲς ἦθος ἔχον εὔνουν ποιεῖ τὸν ἀκροατὴν καὶ ἠθικὸν ἀπεργάζεται τὸν λόγον, ἡ δὲ λύσις τῶν ἀντιπιπτόντων καὶ ἡ σπερματικὴ τῶν κεφαλαίων ἐπαγωγὴ πραγματικὸν ποιεῖ τὸ προοίμιον· ἴδιον γὰρ μάλιστα Δημοσθένους καὶ Θουκυδίδου μὴ μόνον ἀπὸ τῶν συναγωνιζομένων αὐτοῖς κεφαλαίων ποιεῖσθαι τὰ προοίμια, ἀλλὰ καὶ τὰ δοκοῦντα ἀντιπίπτειν αὐτοῖς εὐθὺς ἐν ἀρχῇ θεραπεύειν τεχνικῶς σφόδρα καὶ δεινῶς· ἀναιρεθέντων γὰρ τῶν ἀντιπιπτόντων καὶ τῶν ὑφορμούντων ἐν τῇ γνώμῃ τῶν ἀκροατῶν ῥᾷον ὑποδέχεται τὸ λοιπὸν τὰ μηδεμίαν ἀντίρρησιν ἐπιδεχόμενα. τὸ μὲν οὖν προοίμιον πλέκεται ἀπὸ τοῦ συμφέροντος κεφαλαίου καὶ τοῦ δυνατοῦ· καὶ γὰρ ὁ σύμπας λόγος ἀπὸ τῶν αὐτῶν προῆκται. λυποῦν δὲ ἦν αὐτὸν τὸ κατὰ τὰ χρήματα τὰ θεωρικά· διὸ καὶ ἐν ἀρχῇ λεληθότως κατασκευάζει τοὺς ἀκροατὰς καταφρονεῖν χρημάτων. F (6 ἠθικὸν—12 θεραπεύειν F 2 , 15 τὸ—fin. F 4 ) Yvp 2 ( → 1e) R ( → 1d) καὶ ἔστι τοῦτο παραπλήσιον ᾧ κέχρηται ἐν τῷ πρὸς Λεπτίνην (20, 11) ‘λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι παρὰ Λακεδαιμονίων‘. |
| 1 1d | καὶ γὰρ ἐκεῖ τοῦ Λεπτίνου χορηγῶν καὶ χρημάτων ἀφθονίαν ὑπισχνουμένου παρασχήσειν πείθει τοὺς Ἀθηναίους διὰ τοῦ διηγήματος ἐλάττονα ποιεῖσθαι λόγον τῶν χρημάτων. Ἔλθωμεν δὲ ἐπ’ αὐτὸ τὸ προοίμιον (‘ἀντὶ πολλῶν‘)· ἄνωθεν μεθ’ ὑπερβολῆς ἐχρήσατο τῷ νοήματι, οὐχ ἁπλῶς ‘χρημάτων‘ εἰπών, ἀλλὰ καὶ ‘πολλῶν‘. ἐπειδὴ γὰρ ἀλλαχοῦ †τοῖς περὶ τῶν ἰατρῶν† καὶ πάλιν ἐν τῷ περὶ συντάξεως (13, 10) δύο ὀβολῶν ἀξίους εἶναί φησι τοὺς σπουδάζοντας περὶ τῶν δύο ὀβολῶν, διὰ τοῦτο νῦν μεθ’ ὑπερβολῆς εἰσήγαγεν ὅτι, εἰ πολλῶν χρημάτων σύνηθες ὑμῖν καταφρονεῖν, πόσῳ μᾶλλον τῶν ὀλίγων τούτων ἄξιον παριδεῖν; καλῶς δὲ καὶ τὸ κατὰ ἐνδοιασμὸν ὅτι ‘νομίζω‘ καὶ μὴ παντελῶς εἰπεῖν ὅτι ‘πέπεισμαι‘· τὸ μὲν γὰρ ἠθικὸν ὂν εἰς συγκατάθεσιν ἄγει τὸν ἀκροατήν, τὸ δὲ ἀπόφασιν ἔχον φιλόνεικον μᾶλλον αὐτὸν καθίστησιν. R μεθ’ ὑπερβολῆς δὲ ἐχρήσατο τῷ νοήματι, οὐχ ἁπλῶς ‘χρημάτων‘ εἰπών, ἀλλὰ καὶ ‘πολλῶν‘· εἰ γὰρ πολλῶν χρημάτων σύνηθες ὑμῖν καταφρονεῖν, πολλῷ μᾶλλον τῶν ὀλίγων. |
| 1 1e | ‘νομίζω‘ δὲ εἶπε καὶ οὐ ‘πέπεισμαι‘, ὅτι τὸ μὲν ἠθικὸν ὂν εἰς συγκατάθεσιν ἄγει τὸν ἀκροατήν, τὸ δὲ ἀπόφασιν ἔχον φιλόνεικον αὐτὸν μᾶλλον καθίστησιν. F 4 Yvp 2 ( → 1f) ἄλλως. |
| 1 1f | ἀντὶ ... Ἀθηναῖοι] ὁ νοῦς, εἴ τις ὑμῖν προέτεινε χρήματά τε καὶ τὸ συμφέρον, εὐθὺς ἂν ἡρπάσατε ἀντὶ πολλῶν χρημάτων τὸ συμφέρον. ζητεῖται δὲ τί βουλόμενος δεῖξαι τῇ διανοίᾳ ταύτῃ εὐθὺς ἐχρήσατο τῇ συγκρινούσῃ τὰ χρήματα πρὸς τὸ συμφέρον. καὶ λέγουσιν οἱ μέν, ἐπειδὴ ὑπενοεῖτο ὡς διὰ τὸ λαβεῖν χρήματα παρὰ τῶν Ὀλυνθίων λέγειν ἑλόμενος ὑπὲρ αὐτῶν, ἠθέλησε διὰ τούτου λῦσαι τὴν ὑπόνοιαν διὰ τοῦ εἰπεῖν ὅτι προκριτέον τῶν χρημάτων τὸ συμφέρον. αὕτη δὲ σεσοφισμένη ἐστὶν ἡ ἐξήγησις· οὐ γὰρ εἶπεν ὅτι ‘ἐγὼ προκρίνω τῶν χρημάτων τὸ συμφέρον‘, ἀλλ’ ‘ὑμᾶς τοῦτο πιστεύω ποιεῖν‘. ἄλλοι δὲ λέγουσιν, ἐπειδὴ ὑποψίαν εἶχεν ὡς δεχόμενος τὰ χρήματα ἀπὸ τοῦ Περσῶν βασιλέως. ἔστι δὲ καὶ αὕτη ὁμοία ἡ ἐξήγησις. ἄλλοι δέ φασιν, ἐπειδὴ περὶ εἰσφορῶν αὐτοῖς μέλλει μετὰ μικρὸν διαλέγεσθαι, τούτων δὲ τῶν λυπηρῶν, βουλόμενος αὐτοὺς εὐθυμοτέρους ἐν τῇ ἀρχῇ κατεργάσασθαι, τὸ τοιοῦτον εἶπεν. ἡ δὲ ἀληθεστέρα αἰτία ἐστὶν αὕτη· ἐπειδήπερ χρήματα ἔχοντες στρατιωτικὰ οἱ Ἀθηναῖοι ἔναγχος αὐτὰ πεποιήκασι θεωρικά, ὥστε λαμβάνειν ἐν τῷ θεωρεῖν ἕκαστον τῶν ἐν τῇ πόλει δύο ὀβολούς, ἵνα τὸν μὲν ἕνα κατάσχῃ εἰς ἰδίαν τροφήν, τὸν δὲ ἄλλον παρέχειν ἔχωσι τῷ ἀρχιτέκτονι τοῦ θεάτρου (οὐδὲ γὰρ εἶχον τότε θέατρον διὰ λίθων κατεσκευασμένον), εἶτα βουλόμενος ὁ Δημοσθένης ταῦτα μεταβαλεῖν εἰς στρατιωτικά, ἐπειδήπερ νῦν κατέλαβεν ὁ πόλεμος ὁ πρὸς Φίλιππον, καὶ εὐλαβούμενος εὐθὺς ἐν τῇ ἀρχῇ λυπηρὸς φανῆναι τοῖς Ἀθηναίοις, εἴ γε ἔμελλεν αὐτοὺς ἀποστερεῖν τῶν δύο τούτων ὀβολῶν, τέως μὲν ἐν τῇ ἀρχῇ τοῦτο λέγειν φανερῶς ἀναβάλλεται, τοῦτο δὲ αὐτοῖς ὑπονοεῖν παρέχει διὰ τοῦ εἰπεῖν ὅτι προκριτέον ἐστὶ τὸ συμφέρον τῶν χρημάτων. καὶ οὐκ εἶπεν ἁπλῶς ‘χρημάτων‘, ἀλλὰ καὶ ‘πολλῶν‘, δηλῶν ὅτι, εἰ πολλῶν χρημάτων μέλλουσι καταφρονεῖν διὰ τὸ συμφέρον, πόσῳ γε μᾶλλον οὐκ ἂν ὀκνήσειαν ὑπεριδεῖν δύο ὀβολῶν ἕνεκεν τοῦ λυσιτελοῦντος. Ἰστέον δὲ ὅτι τὰ χρήματα ταῦτα τὰ δημόσια θεωρικὰ ἐποίησεν ἐξ ἀρχῆς ὁ Περικλῆς δι’ αἰτίαν τοιαύτην· ἐπειδὴ πολλῶν θεωμένων καὶ στασιαζόντων διὰ τὸν τόπον καὶ ξένων καὶ πολιτῶν, καὶ λοιπὸν τῶν πλουσίων ἀγοραζόντων τοὺς τόπους, βουλόμενος ἀρέσαι τῷ δήμῳ καὶ τοῖς πένησιν, ἵνα ἔχωσι καὶ αὐτοὶ πόθεν ὠνεῖσθαι τόπους, ἔγραψε τὰ προσοδευόμενα χρήματα τῇ πόλει γενέσθαι πᾶσι θεωρικὰ τοῖς πολίταις. εἶτα ἐπιχειρήσαντος Ἀπολλοδώρου τινὸς πάλιν αὐτὰ ποιῆσαι στρατιωτικά. βουλόμενος Εὔβουλος ὁ πολιτευόμενος δημαγωγὸς ὢν πλείονα εὔνοιαν ἐπισπάσασθαι τοῦ δήμου πρὸς ἑαυτόν, ἔγραψε νόμον τὸν κελεύοντα θανάτῳ ζημιοῦσθαι εἴ τις ἐπιχειροίη μεταποιεῖν τὰ θεωρικὰ στρατιωτικά. διὸ ὁσάκις ἐν τοῖς Φιλιππικοῖς μέμνηται αὐτῶν ὁ Δημοσθένης, συμβουλεύει μόνον ὥστε αὐτὸν λυθῆναι, οὐ μέντοι καὶ ἐγγράφως λέγει, ὅπερ ἦν ἐπικίνδυνον. ὅμως οὐκ ἔπεισεν αὐτοὺς λῦσαι, εἰ μὴ ὕστερον αὐτοὶ ἀναγκαζόμενοι τῷ πολέμῳ τοῦτο πεποιήκασιν. Yvp 2 ὑμᾶς ἑλέσθαι νομίζω] ἔμφασιν ἔχει πολλὴν ἡ λέξις τὸ ‘ὑμᾶσ‘, ὡς ἂν εἰ ἔλεγεν· ὑμᾶς οὓς οὐχ εἷλε πλοῦτος ὁ Περσικός, οὐ Λακεδαιμόνιοι μεγάλα ὑπισχνούμενοι. |
| 1 2a | τὸ δὲ ‘νομίζω‘, ὡς ἤδη ἐν τοῖς Ἰσοκρατικοῖς εἴρηται, καὶ τὸ ‘δοκεῖν‘ καὶ τὰ τοιαῦτα οὐ πάντως ἐπὶ ἀμφιβόλου τάττουσιν οἱ παλαιοί, ἀλλὰ πολλάκις καὶ ἐπὶ τοῦ ἀληθεύειν. οὕτως οὖν καὶ ἐνταῦθα τὸ ‘νομίζω‘ ἀντὶ τοῦ κρίνω καὶ πιστεύω. Yvp 2 S ἄλλως· ὅτι τὸ ‘νομίζω‘ καὶ τὸ ‘δοκεῖν‘, ὡς ἤδη καὶ ἐν τοῖς Ἰσοκρατικοῖς εἴρηται, καὶ τὰ τοιαῦτα οὐ πάντως ἐπὶ ἀμφιβόλου τάττουσιν οἱ παλαιοί, ἀλλὰ πολλάκις καὶ ἐπὶ τοῦ ἀληθεύειν. |
| 1 2b | οὕτως οὖν καὶ ἐνταῦθα τὸ ‘νομίζω‘ ἀντὶ τοῦ κρίνω καὶ πιστεύω. τὸ δὲ ‘ὑμᾶσ‘ πολλὴν ἔμφασιν ἔχει, ὡς ἂν εἰ ἔλεγεν· ὑμᾶς οὓς οὐχ εἷλε πλοῦτος ὁ Περσικός, οὐ μεγάλα Λακεδαιμόνιοι ὑπισχνούμενοι. F 4 ὑμᾶς . |
| 1 2c | .. νομίζω] ἀντὶ τοῦ κρίνω καὶ πιστεύω. F 1 S 〈εἰ φανερὸν γένοιτο τὸ μέλλον συνοίσειν〉] ἔπεισε διὰ τοῦ μέλλοντος· οὐ γὰρ εἶπεν ὅτι φανερὸν αὐτοῖς, ὥσπερ ὁ Ἰσοκράτης (4, 3) ‘ἥκω συμβουλεύσων περί τε τοῦ πολέμου 〈τοῦ〉 πρὸς τοὺς βαρβάρουσ‘. |
| 1 3a | τὸ μὲν γὰρ σοφιστῇ πρέπον, τὸ δὲ πολιτικοῦ μᾶλλον ῥήτορος. ἴσως μὲν οὖν κἀκεῖνος οὐκ ἀλόγως· ἐπειδὴ γὰρ ἑώρα τοὺς Ἕλληνας ἠσχολημένους περὶ τὴν πανήγυριν καὶ τῆς ἀνέσεως μᾶλλον γιγνομένους, διὰ τοῦτο ἐπέστρεψεν αὐτοὺς εἰς τὴν ἀκρόασιν τῷ μεγέθει τῆς ὑποσχέσεως· ὁ δὲ Δημοσθένης καθ’ ὑποτίμησιν αὐτὸ εἰσήγαγεν, ‘εἰ φανερὸν γένοιτο‘. οὐκ εἶπε δὲ τὸ συμφέρον Ὀλυνθίοις, ἀλλὰ τῇ πόλει. μᾶλλον γὰρ οὕτω καταφρονήσουσι τῶν χρημάτων ὑπὲρ τοῦ λυσιτελοῦντος τῆς πόλεως. R καὶ ἄλλως· βούλεται δοκεῖν ὑπὲρ τῆς πόλεως μᾶλλον ἢ τῶν Ὀλυνθίων ποιεῖσθαι τὸν λόγον. |
| 1 3b | ἡ γὰρ τῆς εὐνοίας ἔνδειξις εὐκολώτερον πείθει τοὺς ἀκροατάς. οὐ μὴν οὐδὲ τὸ τῶν Ὀλυνθίων συνέστησε πρόσωπον ὡς διαβεβλημένον· καὶ γὰρ φθάνει φιλίαν ἔχων πρὸς αὐτοὺς καὶ εἰρήνην ὁ δῆμος. R καὶ ἄλλως· καὶ αὐτοῖς Ἀθηναίοις ἐκ πολλοῦ σπουδαζόμενον ἦν εἰς ἔχθραν καταστῆσαι τῷ Φιλίππῳ τοὺς Ὀλυνθίους· ὥστε πῶς οὐκ ἔχαιρον ὑπὲρ τούτων ἀπολογήσασθαι τὸν Δημοσθένην πρὸς οὓς εὐνοϊκῶς ἐκ πολλοῦ τυγχάνουσιν ἔχοντες; R 〈περὶ ὧν〉] ἤγουν τῶν χρημάτων καὶ τοῦ συμφέροντος· ἃ γὰρ παρέθετο τοῦ συμφέροντος εἰς καταφρόνησιν ἄγει τὸν ἀκροατὴν τοῦ δοκοῦντος ἐλάττονος. |
| 1.4 | S ὅτε τοίνυν] τὸ συμπέρασμα εἶπεν ἀφεὶς τὴν τοῦ προοιμίου κατασκευὴν ὡς ὡμολογημένην. |
| 1 5a | F 1 S ἡ κατασκευὴ τοῦ προοιμίου κατὰ ἀποσιώπησιν· οὐ γὰρ ἐρρήθη. |
| 1 5b | TVbWd ὅτε τοίνυν] μετῆλθεν ἐφ’ ἑτέραν ἔννοιαν, τὴν πρώτην ἀφεὶς ἀκατάσκευον. |
| 1 5c | αἴτιον δὲ τούτου τὸ τῆς προτάσεως ἔνδοξον· ἔχει γὰρ δὴ παρὰ τῆς κοινῆς ἐννοίας ὁμολογούμενον ὅτι προτιμῶσιν ἄνθρωποι τὸ συμφέρον χρημάτων. ἔνδοξοι δέ εἰσι προτάσεις, ὧν οὐ περιμένει τὴν ἀπόδειξιν ὁ ἀκροατής· καὶ λαμβάνει ταύτην ὁ ῥήτωρ ἢ ἀπὸ τῆς δόξης τῶν Ἑλλήνων ἢ ἀπὸ τῆς κοινῆς ἐννοίας, ἔστι δὲ ὅτε καὶ ἀπὸ τῶν νόμων. Yvp 2 R λαβὼν οὖν καὶ νῦν ὡς ὁμολογούμενον τὸ τῶν χρημάτων ἕτερον ἐπάγει νόημα· ‘προσήκει προθύμως ἐθέλειν ἀκούειν‘. |
| 1 5d | θαρροῦντος δὲ ἑαυτῷ καὶ πεπιστευκότος ἡ πρόκλησις· ἐν ᾧ γὰρ πάντως ἀκούειν αὐτοὺς πείθει τῶν συμβουλευόντων, ἐν τούτῳ δείκνυσιν ὅτι μόνος αὐτὸς εὕρηκε τὸ συμφέρον. εἶτα καὶ τὴν αἰτίαν προσέθηκεν· οὐ γὰρ αὐτάρκης ἦν Δημοσθένης συμβουλεύων· ‘οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τισ‘· ἔσκεμμαι μὲν τὸ συμφέρον· εἰ δὲ καὶ τοὺς μὴ σκεψαμένους εἰπεῖν τι δέοι, οὐ παραιτήσομαι. καὶ δι’ ὧν προκαλεῖσθαι δοκεῖ, διὰ τούτων ἀποτρέπει τοὺς ἄλλους· δῆλον γὰρ ὅτι παραχωρήσουσιν οἱ μὴ σκεψάμενοι τῷ πεφροντικότι. καὶ ἅμα τὰ περὶ τὴν πόλιν δείκνυσιν ὅτι ἐκ πολλοῦ τὸ κοινὸν ἢ τὸ συμφέρον ἐζήτησε. καὶ διὰ τοῦ καὶ ‘χρήσιμον‘ αὐτὸν εἰπεῖν καὶ ‘ἀκούσαντες λάβοιτε‘ μόνον οὐχὶ ἅρπαγμα καὶ κέρδος τὸ τῆς ἑαυτοῦ γνώμης ποιεῖται τῷ δήμῳ· καὶ γὰρ τὸ λαβεῖν κέρδη καὶ ὠφελείας ἐστὶν οἰκειότατον. τὴν μὲν οὖν ἑαυτοῦ συμβουλὴν ἕτοιμον λῆμμά φησι, περὶ δὲ τῶν σχεδιαζόντων· ‘ὑπολαμβάνω πολλὰ τῶν δεόντων‘. πρῶτον μὲν διὰ τῆς ὑπολήψεως ἀνεῖλε τὸ βέβαιον (‘νομίζω‘ γάρ φησι), εἶτα καὶ διὰ τῶν ἑξῆς ἠμαύρωσε τὸ παρὰ τῶν σχεδιαζόντων ὄφελος. πρῶτον μὲν γὰρ ‘ἐνίοις ἂν ἐπελθεῖν‘ ἡγοῦμαι, τύχης μᾶλλον ἢ γνώμης ποιῶν τὴν εὕρεσιν. εἶτα κἂν ἐπέλθῃ τισίν, οὐ πάντως, ἀλλὰ ‘πολλά‘, καὶ ταῦτα οὐ προδήλως εἶπε συμφέροντα, ἀλλὰ ‘τῶν δεόντων‘. τὸ δὲ ὄνομα τῶν δεόντων οὐχ ἕν τι σημαίνει· δέοντα γὰρ καλοῦμεν οὐ τὰ συμφέροντα μόνον, ἀλλὰ καὶ τὰ πρέποντα περὶ ὧν οὐκ ἔστιν ἐν τῷ παρόντι ζήτησις. καὶ οὐδὲ τῶν εὑρεθέντων ἐπαινεῖ τοὺς σχεδιάζοντας, ἀλλὰ τῇ τύχῃ τῆς πόλεως λογίζεται τὴν πρόφασιν. πληρώσας δὲ τὴν παρεκβολὴν ταύτην καὶ τὴν αἰτίαν ἀποδοὺς δι’ ἣν ὀφείλουσι καὶ τῶν δι’ ὑπογύου λεγόντων ἀκούειν, ἐπάγει τὸ συμπέρασμα τῷ προοιμίῳ συμπληρωτικὸν μὲν ὂν τῆς δευτέρας ἐννοίας, ἀκολούθως δ’ ἔχον τῇ ἐξ ἀρχῆς προτάσει. τὸ γὰρ συμφέρον ὡς ζητούμενον εἰσαγαγὼν ἐν τῇ ἀρχῇ τοῦ προοιμίου, νῦν ὡς εὑρημένον λαμβάνει. καὶ φησὶν ὅτι πάντες ἀκούσαντες δοκιμάσατε γενέσθαι τοῦ δοκοῦντος μᾶλλον συμφέρειν· ἔστι γὰρ θεώρημα καθολικὸν ὥστε ἀπὸ τῶν ἰσχυρῶν καὶ τὴν ἀρχὴν ποιεῖσθαι τῶν λόγων καὶ εἰς αὐτὰ καταπαύειν. R τῶν βουλομένων συμβουλεύειν] πάντας προτρέπει λέγειν, ἵνα διὰ τούτου καὶ τὸν φθόνον φύγῃ ὡς μὴ βουλόμενος λέγειν μόνος καὶ ἵνα, εἰ τὴν αὐτοῦ συμβουλὴν προέλοιντο, κρείττων ἁπάντων τῶν συμβούλων ἀποδειχθῇ. |
| 1.6 | F 4 STBcAfVbWd 〈οὐ γὰρ μόνον〉] συμπλεκτικὸν τῆς περιβολῆς. |
| 1.7 | AfVbCaWd λάβοιτε] ὁριστικῶς δεῖ ἐκλαβεῖν τὸ ‘λάβοιτε‘ ἵν’ ᾖ· ὅτι οὐκ ὀφείλετε λαμβάνειν 〈μόνα〉 τὰ ἀπὸ ἐσκεμμένου συμβουλεύοντος, ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοσχεδιάζοντος· ἐπέρχεται γὰρ καὶ τούτῳ πολλὰ τῶν δεόντων εἰπεῖν περὶ τῆς ὑμετέρας εὐτυχίας. |
| 1.8 | F 1 S ὑμετέρας τύχης ὑπολαμβάνω] ταῦτα διὰ δύο εἴρηκε· δι’ ἓν μὲν ἵνα προερεθίσῃ τοὺς Ἀθηναίους καὶ προκαταπείσῃ ἑαυτοὺς εὐτυχεῖς ὑπολαβεῖν, ὅπερ μάλιστα ἐβούλετο διὰ τὴν ἀπόγνωσιν αὐτῶν· δι’ ἕτερον δὲ ἵνα δόξῃ καὶ ὁ λόγος ἀσκεπτὶ λέγεσθαι καὶ δόξῃ καὶ ὁ ῥήτωρ ἐκ τῶν πραγμάτων ἰσχύειν καὶ αὐτοὶ πεισθῶσιν εὐτυχεῖς εἶναι, οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ παρ’ αὐτοῦ τοῦ λόγου εἰκάζοντες. |
| 1 9a | οὐκ ἂν γὰρ οὗτος καὶ δυνατῶς καὶ εὐπρεπῶς συνετέθη χωρὶς τῆς εὐτυχίας αὐτῶν. F 3 S ὑμετέρας . |
| 1 9b | .. ὑπολαμβάνω] ἐπειδὴ μέλλει δυνατὸν καλεῖν τὸν Φίλιππον διὰ τὸ εἶναι εὐτυχῆ, προσποιεῖται ἐνταῦθα ἀφελῶς εὐτυχίαν Ἀθηναίοις μαρτυρεῖν, ἵνα ἐκεῖσε γενόμενος ἔχῃ αὐτοὺς προειθισμένους ἀκούειν ὅτι καὶ αὐτοὶ δύνανται πρᾶξαι τὰ δέοντα. TBcVbWd 〈ἐξ ἁπάντων〉] καὶ τῶν ἐσκεμμένων καὶ τῶν παραχρῆμα λεχθέντων. |
| 1.10 | Pr ὁ μὲν οὖν καιρὸς] δεύτερον προοίμιον, σύντομον καὶ τοῦτο ὁμοίως τῷ πρώτῳ διὰ τὴν χρείαν τοῦ καιροῦ τοῦ κατεπείγοντος πρὸς βοήθειαν. |
| 1 11a | F 1 S ὁ μὲν . |
| 1 11b | .. καιρὸς] ἀκόλουθον τῷ προτέρῳ προοιμίῳ τὸ δεύτερον. ἐκεῖ γὰρ προκαλεσάμενος τοὺς βουλομένους συμβουλεύειν, νῦν ἐκ περιουσίας τὸν καιρὸν σύμβουλον εἰσήγαγεν, ὥσπερ ἐνδεικνύμενος ὅτι τί μὲν ἐροῦσιν οἱ ῥήτορες ἄδηλον, ὁ μέντοι καιρὸς τήνδε τὴν γνώμην ἀποφαίνεται. καὶ ἔστιν ὥσπερ ἐκ προσωποποιίας ὁ λόγος· διενήνοχε δὲ τῆς παρὰ τοῖς ποιηταῖς, ὅτι ἐκεῖνοι μὲν αὐτὸν τὸν καιρὸν ποιοῦσι φθεγγόμενον ἤ τι ἕτερον οἷς οὐ μέτεστι φωνῆς, ὁ μέντοι ῥήτωρ τὴν ἐκείνου φωνὴν ὑποκρίνεται τὸ πιθανὸν τῷ λόγῳ κατασκευάζων. F 4 RTBcVbWd δύναται δὲ τὸ τῆς ἠθοποιίας ἐμψυχότερον ἅμα καὶ ἐναργέστερον ἀποφαίνειν τὸν λόγον. |
| 1 11c | ἔστι δὲ καὶ τὸ δεύτερον προοίμιον ἠθικὸν ὁμοίως καὶ πραγματικόν· ὁμοῦ γὰρ σημαίνει καὶ τὴν σκέψιν τοῦ ῥήτορος καὶ τῆς παλαιᾶς αὐτοῦ δόξης ὑπομιμνήσκει καὶ δι’ ἑαυτῶν ἕκαστα πράττειν προτρέπεται. R ὁ μὲν . |
| 1 11d | .. καιρὸς] σαφῶς ἐνταῦθα δείκνυσιν ὁ ῥήτωρ ὅτι μεμελέτηκεν· ἐν ᾧ γὰρ λέγει τὸν παρόντα καιρόν, ἐν τούτῳ παρίστησιν ὅτι οὗτος ἐκεῖνος ὁ καιρὸς ὃν ἐκ πολλοῦ περιέμενον. εὔδηλον οὖν ὅτι τὸ συμφέρον ἄνωθεν ἐζήτει· ποῦ γὰρ ἂν ἐπέγνω τὸν καιρὸν ἐν ᾧ δυνατὸν ἦν τοῖς Ἀθηναίοις ἀναλαβεῖν τὰ πράγματα; πότερον δὲ τὰ τῶν Ὀλυνθίων ἢ τὰ τῆς πόλεως; εἰ μὲν οὖν τὰ τῶν Ὀλυνθίων ἔλεγεν, οὐκ ἂν εἶπε ‘τῶν πραγμάτων ὑμῖν ἐκείνων‘, ἀλλὰ ‘τούτων‘· ἥρμοττε γὰρ μᾶλλον τὸ δεικτικόν, ἐπειδὴ καὶ νῦν ἐνέστηκεν· ἀλλὰ μᾶλλον ἔοικεν αἰνίττεσθαι τὴν παλαιὰν εὐδαιμονίαν καὶ τὴν τῶν πολλῶν ἡγεμονίαν· διὸ καὶ ἐπήγαγεν ὡς ὁμολογούμενον ‘εἴπερ ὑπὲρ σωτηρίας αὐτῶν φροντίζετε‘. πρόδηλον γὰρ ὅτι περὶ πολλοῦ ποιεῖται τὴν παλαιὰν δόξαν ἀνακτήσασθαι. καταστήσας οὖν εἰς ὑπόμνησιν αὐτοὺς ὧν ἐπεθύμουν, καιρὸν ἔσχε καὶ τῇ κατ’ αὐτῶν ἐπιτιμήσει χρήσασθαι. καὶ οὔτε φανερῶς ὠνείδισε τὴν ῥαθυμίαν (ἀνάρμοστον γὰρ προτρέποντι τὸ τοιοῦτον) οὔτε παντελῶς ἀφῆκεν, ἀλλὰ διὰ τῆς ὑποσιωπήσεως ἐδήλωσε. R ὑμῖν ἐκείνων αὐτοῖς] ἀντὶ τοῦ ὑμῖν τοῖς Ἀθηναίοις αὐτοῖς ἀντιληπτέον καὶ ἀντιποιητέον ἐστὶ τῶν ἐν Ὀλύνθῳ πραγμάτων. |
| 1 12a | TAfWd τῶν τοῖς Ὀλυνθίοις. |
| 1 12b | Pr 〈εἴπερ ὑπὲρ〉] εἰ μέλει τῇ πόλει τοῦ προεστάναι τῆς τῶν Ἑλλήνων ἡγεμονίας. |
| 1 13a | S κατασκευὴ τοῦ δευτέρου προοιμίου. |
| 1 13b | S 〈ἡμεῖς δ’ οὐκ οἶδ’ ὅντινα〉] συμπέρασμα τοῦ προοιμίου τὸ ‘ἡμεῖς δέ‘. |
| 1 14a | S τὸ σχῆμα ὑποσιώπησις. |
| 1 14b | συμπέρασμα τοῦ προοιμίου. F 1 ἡμεῖς . |
| 1 14c | .. ὅντινα] τὸ ἐπαχθὲς βουλόμενος φεύγειν καὶ ἑαυτὸν ἐγκατέμιξε τῷ ἐγκλήματι ‘ἡμεῖσ‘ εἰπὼν καὶ οὐχ ‘ὑμεῖσ‘. τοῦτο δὲ τὸ σχῆμα λέγεται ὑποσιώπησις, ὅταν μέλλῃ τις ἐπιφέρειν τραχύ τι καὶ λοιδορίας ἐχόμενον, μὴ βούληται δὲ διὰ τὸ ἐπαχθὲς αὐτὸ λέγειν, ἀλλὰ δι’ αἰνιγμάτων σημαίνῃ. καὶ γὰρ ἐνταῦθα βουλόμενος λέγειν, ὅτι ὁ μὲν καιρὸς πάντα ποιεῖ παροξύνων ὑμᾶς ἐπὶ τὴν σωτηρίαν τῶν πραγμάτων, ἡμεῖς δὲ ῥαθυμοῦμεν καὶ οὐ προσέχομεν αὐτοῖς, ἀλλὰ θέαις τε καὶ τρυφαῖς σχολάζομεν, ὑπεσιώπησε μὲν τοῦτο διὰ τὸ δυσχερές, ἐπήγαγε δὲ ‘οὐκ οἶδ’ ὅντινά μοι δοκοῦμεν ἔχειν τρόπον πρὸς αὐτά‘. διαφέρει δὲ τῆς ἀποσιωπήσεως, ὅτι ἐκείνη μὲν παντελῶς ἀποσιωπᾷ τὰ πρᾶγμα, ὡς τὸ (18, 3) ‘οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν‘, ἡ δὲ ὑποσιώπησις αἰνίττεταί τι, ὡς ἐνταῦθα. εἴη ἂν οὖν τοῦτο τὸ κῶλον συμπέρασμα τοῦ προοιμίου, κατασκευῆς οὔσης τῆς ‘εἴπερ ὑπὲρ σωτηρίας αὐτῶν‘. F 4 RTBeWd ἐνταῦθα ἐν τῷ δευτέρῳ προοιμίῳ σπερματικῶς τὰς δύο λύσεις τῆς πρώτης λυπούσης ἀντιθέσεως τίθησιν, ἥτις ἦν ὅτι ‘οὐκ οἰκεῖος ὁ πόλεμοσ‘· ἣν λύει ἀπό τε τῆς τῶν Ἀθηναίων φιλοτιμίας καὶ ἀπὸ τοῦ φόβου τοῦ Φιλίππου. |
| 1 14d | ἐνταῦθα τοίνυν λέγων τὴν πρότασιν τὸ ‘ἀντιληπτέον τῶν‘ παλαιῶν ‘πραγμάτων‘ ἤγουν τῶν εὐδαιμόνων, τὴν ἐκ τῆς φιλοτιμίας λύσιν ὅσον ἐγχωρεῖ τῷ προοιμίῳ ἐργάζεται, καὶ τὸ θαυμάσιον κατασκευάζων τὴν πρότασιν, τὴν δευτέραν προανακρούεται λύσιν εἰπών· ‘εἴπερ ὑπὲρ σωτηρίας φροντίζετε‘, ὅπερ ἐστὶ τοῦ φόβου. BcOb 〈ἔστι δὴ〉] ἐνταῦθα τὸ συμφέρον. |
| 1 15a | F 1 ἔστι δὴ] ἀρχὴ τῶν κεφαλαίων. |
| 1 15b | F 1 S ἔστι δὴ] γνώμης ἀπόφασις· ἐστὶ δὲ ἐντεῦθεν ἀρχὴ καὶ εἰσβολὴ τοῦ συμφέροντος. |
| 1 15c | F 2 TBcAfVbWd μετὰ τὸν καιρὸν καὶ αὐτὸς εὐλόγως ἀποφαίνεται. |
| 1 15d | Bc τὴν ταχίστην] ἀντὶ τοῦ ταχέως. |
| 1.16 | τὸ δ’ ‘ἐνθένδε‘ ἀντὶ τοῦ πολιτικῇ δυνάμει καὶ μὴ ξένῃ. F 1 S 〈ἐνθένδε〉] εἰς τὴν Ὄλυνθον. |
| 1.17 | Pr 〈ὅπερ καὶ πρότερον〉] καιροῦ γὰρ ὁμοίου περί τινων ἄλλων παραπεσόντος ἠμελήκατε. |
| 1.18 | Pr ἥτις ταῦτ’ ἐρεῖ] ὅτι μέλλουσιν οἱ Ἀθηναῖοι ἐλθεῖν καὶ βοηθῆσαι ὑμῖν, καὶ διὰ τῆς παρουσίας παραμυθήσεται αὐτούς, καὶ μὴ χώραν σχῇ ὁ Φίλιππος ἀπατῆσαι αὐτούς, ἀντὶ ἐνεχύρου τῆς βοηθείας ὑπαρχούσης αὐτοῖς ἐκεῖσε τῆς πρεσβείας. |
| 1.19 | STBcAfVbWd 〈καὶ παρέσται〉] αὐτοῖς, ἤγουν ἡ αὐτὴ ἄγγελος εἴη τῆς βοηθείας καὶ βοηθός. |
| 1.20 | Pr 〈ὡς ἔστι〉] τὸ ‘ὡσ‘ ἀντὶ τοῦ ‘καὶ γάρ‘. |
| 1 21a | F 1 S τὸ ‘ὡσ‘ γὰρ ὅταν τιθῇ κατασκευαστικῶς οἷον ἀντὶ τοῦ ‘καὶ γὰρ‘ ὡς παρὰ τῷ θεολόγῳ εὕρηται ‘ὡς τάχα γε κρείττων‘. |
| 1 21b | μὴ θεὶς δὲ τὴν ἀντίθεσιν ‘ἀλλὰ ἄπιστοι ἐγεγόνεισαν περὶ τὴν πόλιν Ὀλύνθιοι‘ διὰ τῆς λύσεως τῆς συγγνωμονικῆς δηλοῖ ταύτην· φησὶ γάρ· ὥσπερ δέος νῦν ἔστιν ὁλοπροθύμως ὑποστρέψαντας πρὸς ἡμᾶς μή πως παρασπάσηται ταῖς ἀπάταις, οὕτω καὶ πρῶτον ἐγεγόνει καὶ ταῖς τοῦ Φιλίππου πανουργίαις ἀπέστησαν ἀφ’ ἡμῶν, ὅθεν συγγνώμης ἄξιοι. BcOb 〈δέος, μὴ πανοῦργοσ〉] τὰ μὲν ὄντα φοβερὰ τοῦ Φιλίππου σεσιώπηκε, τουτέστι τὴν δύναμιν, τοὺς στρατιώτας, τὸν δὲ τρόπον εἶναί φησι φοβερόν, οὗ καὶ ῥᾳδίως περιγενέσθαι δύναται. |
| 1.22 | καὶ διὰ τῶν αὐτῶν καὶ τὴν Φιλίππου δύναμιν καθαιρεῖ καὶ τὴν αἰτίαν ἀποδίδωσι τὴν τῆς χειροτονίας τῶν πρέσβεων, ‘μὴ πανοῦργος ὤν‘. ἐκ τῆς παρακειμένης δὲ τῇ σοφίᾳ κακίας ὠνόμασε τὸν Φίλιππον· καὶ γὰρ τὸν Ὀδυσσέα διὰ τοῦτο σοφὸν καλοῦμεν, ὅτι δόλοις καὶ πανουργίαις κέχρηται. σιωπήσας οὖν τὴν σοφίαν ὅπερ ἦν ἔνδοξον, τὴν πανουργίαν εἶπεν ὅπερ ἐστὶν ἄδοξον. R καὶ δεινὸς ἄνθρωπος πράγμασι χρῆσθαι] τοῦτο μὲν ἄντικρυς καὶ ἐγκώμιον εἶναι δοκεῖ, καὶ εἴ τις αὐτὸ περὶ Ἀθηναίων εἶπεν, οὐκ ἂν ἠγανάκτησαν. |
| 1.23 | οὐ μὴν ἀλλὰ καὶ τοῦτο εἰς ὕβριν παρέστησεν ἡ προκειμένη λέξις· ἡ γὰρ τοῦ πανούργου μνήμη καὶ τὴν δεινότητα διέβαλε. καὶ ἔστιν ὅλον τοῦτο ἐκ τῆς Κορινθίων δημηγορίας (Th. 1, 68—71) εἰλημμένον τῆς πρὸς Λακεδαιμονίους. καὶ γὰρ ἐκεῖ φοβῆσαι βουλόμενοι τοὺς Λακεδαιμονίους οἱ Κορίνθιοι, τὸ μὲν ναυτικὸν τῶν Ἀθηναίων καὶ τὰ μυρία τάλαντα ἐσιώπησαν, τὸ δὲ νεωτεροποιὸν αὐτῶν καὶ τὸ ὀξὺ προβάλλονται καὶ τούτῳ φοβοῦσι. R 〈πράγμασι χρῆσθαι, τὰ μὲν εἴκων〉] πράξεις τῷ Φιλίππῳ περιέθηκε. |
| 1.24 | τὸ γὰρ εἴκειν καὶ ἀπειλεῖν αὐτοῖς οὐ βεβαίου τινός. καὶ ἔστι, φησίν, ‘ἀξιόπιστοσ‘ ἀπειλῶν ‘εἰκότωσ‘· δι’ ὧν γὰρ εἴκει, διὰ τούτων καὶ ἀπειλῶν ἀξιόπιστος· δεῖ γάρ, ἐξ ὧν αὑτῷ σύνοιδεν, ἐκ τούτων ἑκάτερα πράττειν. καὶ ἡμῖν μὲν ἐν οἷς ἐλαττούμενος αἰσθάνεται ἀπειλεῖ, εἴκει δ’ ἐν οἷς ἑαυτὸν πλεονεκτοῦντα γινώσκει. RBcOb 〈τὰ δ’ ἡμᾶς διαβάλλων〉] ἔστι μὲν καὶ τοῦτο πανούργου τὸ διαβάλλειν, οὐ μὴν ἕξει Φίλιππος ᾧ διαβάλλει τὴν πόλιν· οὐδὲν γὰρ ἄξιον διαβολῆς πράττομεν. |
| 1.25 | ὁ δὲ ῥήτωρ, ὅπερ αὐτῷ βούλεται γενέσθαι παρὰ τῆς πόλεως, τοῦτο εἰς διαβολὴν εἴληφε· τὴν γὰρ ‘ἀπουσίαν τὴν ἡμετέραν‘ προσοίσει τοῖς Ὀλυνθίοις. οὐκοῦν εἰ βούλεσθε μὴ δοῦναι καιρὸν διαβολῆς, ἐπίστητε τοῖς πράγμασι. R τρέψηται καὶ παρασπάσηταί τι] τὸ βέβαιον τῶν Ὀλυνθίων ἐδήλωσεν, ὅτι καὶ μὴ βουλομένους αὐτοὺς τρέψεται καὶ παρασπάσεται. |
| 1 26a | εἴληπται δὲ ἡ λέξις ἀπὸ τῶν καταφευγόντων εἰς τοὺς βωμοὺς καὶ βίᾳ ἀποσπωμένων. F 1 RTBcAfVbWd ἢ ὡς ἐπὶ μέλους τινὸς σώματος, ἵνα δείξῃ τὴν ἑνότητα τῶν Ὀλυνθίων. |
| 1 26b | F 4 STBcAfVbWd τρέψηται . |
| 1 26c | .. τι] τὸ δὲ ‘τι‘ ἐνταῦθα ἀντὶ τοῦ μέγα κεῖται, ὥσπερ τὸ ‘δύναμίν τινα κεκτημένουσ‘· τὸ ‘τινα‘ γὰρ ἀντὶ τοῦ μεγάλην. F 4 STBcAfVbWd εἶτ’ ἐπειδὴ διὰ τῆς πανουργίας καὶ τῆς δεινότητος ἐφόβησε τοὺς Ἀθηναίους, ἀντέπιπτε δὲ αὐτῷ ‘μάτην οὖν οἱ πρέσβεις ἀπελεύσονται, εἰ κρατήσει καὶ τούτων τῇ δεινότητι Φίλιπποσ‘, ὁ δὲ καὶ τὸν φόβον καθεῖλεν εἰπὼν ὅτι μέρος παρασπάσεται τῶν πραγμάτων καὶ ὅτι τοῦτο ποιήσει μὴ πορευθέντων τῶν πρέσβεων. |
| 1 26d | τὸ δὲ ‘τῶν ὅλων πραγμάτων‘ διπλοῦν ἐστι καὶ μέσον ἐσιώπησεν ὅπερ ἦν τὸ τοῦ πολέμου καὶ τῶν κινδύνων· ἴσως δὲ καὶ πρὸς τὸ παρὸν αἰνίττεται τοῖς Ἀθηναίοις, ὅτι μόνης ὑμῖν ἐξόδου χρεία καὶ τοῦ πλεῦσαι· πρόχειρον γὰρ εὐθὺς τὸ κρατεῖν τῶν πολεμίων μηδενὸς ὑμῖν ἀντιτάττεσθαι τολμῶντος. εἰ γὰρ περὶ τῶν Ὀλυνθιακῶν πραγμάτων ἔλεγεν, εἶπεν ἂν φρούριον ἢ πόλισμα μικρόν· νῦν δὲ ‘τῶν ὅλων πραγμάτων‘ λέγει τῶν κατὰ τὴν ἡγεμονίαν τῶν Ἑλλήνων, ἣν αὐτοὺς διαλαβεῖν βούλεται διὰ τῆς παρούσης στρατείας· ἧς οὐ μᾶλλον τοῦτο δέχεσθαι προσήκει, ἀκόλουθόν ἐστι τὸ (1, 2) ‘εἴπερ ὑπὲρ σωτηρίας αὐτῶν φροντίζετε‘. R οὐ μὴν ἀλλ’ ἐπιεικῶς] τὸ σχῆμα τροπὴ ἢ παρὰ προσδοκίαν· τὸ δὲ ‘ἐπιεικῶσ‘ ἀντὶ τοῦ πάνυ. |
| 1 27a | F 1 S παρὰ προσδοκίαν τὸ σχῆμα. |
| 1 27b | Pr 〈δυσμαχώτατον . |
| 1.28 | .. βέλτιστον〉] φοβήσας τοὺς Ἀθηναίους διὰ τῆς Φιλίππου πανουργίας καὶ δυσκαταγώνιστον αὐτὸν καταστήσας παραμυθεῖται πάλιν αὐτοὺς διὰ τούτων ὧν ἐφόβησε. καί φησιν ὅτι τὸ δοκοῦν αὐτοῦ δύσμαχον τοῦθ’ ὑπὲρ ὑμῶν ἐστι. παράδοξον δὲ τὸ νόημα καὶ τοῦ δοκεῖν ἀπίθανον εἶναι πλησίον, ὃ κατασκευῆς ἐδεήθη πλείονος. δύο δὲ ὄντων, τοῦ τε δύσμαχον εἶναι τὸν Φίλιππον διὰ τὴν πανουργίαν καὶ τοῦ λυσιτελεῖν τοῦτο τῇ πόλει, πρὸς ἑκάτερον ἀπήντησεν. ἐπειδὴ δὲ ὑπτίους αὐτοὺς ἐποίησεν εἰπὼν τὸ δύσμαχον τοῦ Μακεδόνος ὑπὲρ Ἀθηναίων εἶναι, διὰ τοῦτο πρῶτον ἐξετάζει τὸ δύσμαχον ἵνα φοβήσῃ· οὐ μὴν οὐδὲ ἐν τῷ φοβεῖν ἀπέχεται τῆς προτροπῆς, ἀλλὰ δι’ ὧν ἐπαινεῖ τὸν Φίλιππον, διὰ τούτων εἰς ζῆλον αὐτοὺς καθίστησι. ‘τὸ μὲν γὰρ εἶναι πάντων ἐκεῖνον ἕνα ὄντα κύριον·‘ ἂν θελήσητε πράττειν τὰ δέοντα, καὶ ὑμεῖς δύνασθε γενέσθαι πάντων κύριοι. καὶ διὰ τῶν ἑξῆς αὐτοὺς πάντα πράττειν καὶ μὴ τοῖς ξένοις ἐπιτρέπειν παραινεῖ· κύριον γὰρ ῥητῶν καὶ ἀπορρήτων φησὶν εἶναι τὸν Φίλιππον· ὑμεῖς δὲ τοῖς ξένοις πιστεύετε τὰ τῆς πόλεως ἀπόρρητα. R καὶ βέλτιον ὑμῖν] τοῦτο τὸ σχῆμα λέγεται τὸ παρὰ προσδοκίαν, ὅτε τὸ αὐτὸ πρᾶγμα καὶ φοβερὸν καὶ συμφέρον εἴη. |
| 1.29 | RTBcAfVbWd τὸ γὰρ εἶναι πάντων] δι’ ὧν φοβεῖ, διὰ τούτων καὶ παραμυθεῖται. |
| 1.30 | οὐκ ἐν τῷ φοβεῖν ἀπέχεται τῆς προτροπῆς, ἀλλὰ διὰ τῶν τοῦ Φιλίππου καθίστησι τὰ τῶν Ἀθηναίων. Bc καὶ ἅμα στρατηγὸν] οὐκοῦν κακοδαίμονά τινα λέγεις τὸν Φίλιππον ἐν τοσούτοις ὄντα κακοῖς καὶ πόνοις; ὁ δέ, τὸ κέρδος τὸ ἐκ τούτων προσθείς, ζηλωτὸν κατέστησε τὸν Φίλιππον· ‘δεσπότην‘ δὲ αὐτὸν ὠνόμασε, τούτου γὰρ μάλιστα τυχεῖν ζητεῖ ὁ δῆμος. |
| 1.31 | ἀλλὰ καὶ ‘ταμίασ‘ ὁ Φίλιππος· τοῦτο περὶ τῶν χρημάτων τῶν θεωρικῶν. αὐτοὶ γὰρ ὑμεῖς ταμίαι γενήσεσθε τῶν χρημάτων καὶ οὐδεὶς αὐτὰ διαρπάσει. R 〈πανταχοῦ〉] ὅπου ἂν βουληθείη. |
| 1.32 | Pr πρὸς μὲν . |
| 1 33a | .. κατὰ καιρὸν πράττεσθαι] πάλιν αὐτοὺς φοβήσας δι’ ὧν πράττει Φίλιππος, παραμυθεῖται διὰ τῶν ἀποβαινόντων· πλεονεκτεῖ γάρ, φησιν, ὁ Φίλιππος τῷ κατὰ καιρὸν πράττειν τὰ τῶν πολεμίων. οὐκ εἶπε ‘κατορθοῦν καὶ νικᾶν‘, ἀλλὰ ‘πράττειν‘· τοῦτο δὲ οὐ πάντως νίκην, ἀλλὰ τὴν παρασκευὴν καὶ τὸ ὀξὺ τῶν ἔργων δεικνύει· ὅπερ ἧττον λυπεῖ τοὺς Ἀθηναίους. τὸ μὲν οὖν τοῦ Φιλίππου δύσμαχον διὰ τούτων ἀπέδειξεν· ἐν ᾧ καὶ προτροπὴν πεποίηται· τὸ δὲ λυσιτελοῦν ἐξ αὐτοῦ μετὰ ταῦτα δείκνυσιν· οὐ γὰρ πεισθήσονται τῷ Φιλίππῳ διαλλαγὰς προτείνοντι· πάλαι γὰρ αὐτοῦ τὸ πανοῦργον ἴσασιν. S διὰ τούτου πάλιν αὐτοὺς ἐξιέναι δυσωπεῖ· δῆλον γὰρ ὅτι ζηλοῦσιν αὐτὸν Ἀθηναῖοι. |
| 1 33b | πεφύκαμεν γὰρ πάντες ἀντιφιλοτιμεῖσθαι πρὸς τοὺς ἐχθρούς. S καθῄρηκε τὴν δύναμιν τοῦ Μακεδόνος καὶ τὰς ἐλπίδας αὐτῷ τῶν πραγμάτων ἐν μόνῃ τῇ πανουργίᾳ δέδωκεν, ὡς πεπλέχθαι τὸ νόημα τῷ τε συμφέροντι καὶ τῷ δυνατῷ, προηγουμένου τοῦ συμφέροντος, ὅτι οὐδέποτε διαλλαγήσονται πρὸς αὐτὸν Ὀλύνθιοι· ᾧ δὴ συναποδείκνυται ὅτι καὶ ταπεινὸς ὁ Φίλιππος. |
| 1 33c | S 〈πρὸς μὲν τὸ τὰ〉] ἐν μὲν γὰρ ταῖς δημοκρατίαις τῷ μὲν ἀρέσει ὁ πόλεμος, τῷ δὲ οὔκ· ὁ δὲ βασιλεύς, εἷς ὤν, ἡνίκα ἂν βουληθῇ πολεμεῖν, οὐδένα τὸν ἐναντιούμενον ἔχει. |
| 1.34 | Pr 〈ἐναντίως ἔχει〉] τὸ δύσμαχον αὐτό, φησι, καὶ δυσκαταγώνιστον τοῦ Φιλίππου ἐναντιοῦται αὐτῷ πρὸς τὸ γενέσθαι φίλους Ὀλυνθίους. |
| 1 35a | F 4 ἐναντίως ἔχει] αὐτό, φησι, τὸ δύσμαχον αὐτοῦ καὶ δυσκαταγώνιστον ἐναντιοῦται πρὸς τὸ γενέσθαι αὐτῷ τοὺς Ὀλυνθίους φίλους. |
| 1 35b | εἶτα ἐπάγει τὴν αἰτίαν. TBcAfVbWd 〈δῆλον γάρ ἐστι〉] ἀντιστροφή· εἶτα ἐπάγει τὴν αἰτίαν. |
| 1 36a | F 2 δῆλον γάρ ἐστι] ἀντιπίπτοντος λύσις· ‘ἀλλὰ πανοῦργος ὁ Φίλιππος καὶ ῥᾳδίως πείθει τοὺς Ὀλυνθίουσ‘· ὁ δὲ μὴ δυνάμενος ἀντιτάξαι τὸν λογισμὸν τῶν Ὀλυνθίων τῇ τοῦ Φιλίππου δεινότητι, τὸν κίνδυνον προβάλλεται καὶ τὴν ἀνάγκην, ἥτις καὶ τοὺς ἄγαν ἀνοήτους οὐκ ἐᾷ παρακρούσασθαι. |
| 1 36b | τοῦτο Ζήνων ἑτέρως ἐκλαβὼν ἀντιθέσεως λύσιν ἐνόμισε τῆς ὅτι ‘ἄπιστοι Ὀλύνθιοι‘. ἀλλὰ περὶ τοῦ τρόπου τοῦ Φιλίππου καὶ τῆς πανουργίας ὁ λόγος ἦν τῷ ῥήτορι. τίς οὖν ὁ κίνδυνος τοῦ πολέμου 〈 *** 〉 τὴν ἀληθῆ πρόφασιν· ὅτι διὰ τὸν ἀδελφὸν τοῦ Φιλίππου, ὃν ἐξαιτοῦντος τοῦ Μακεδόνος κατέχουσι, τὴν κεκρυμμένην ἐπιθυμίαν τοῦ Φιλίππου λέγει, τὸ καταστρέψασθαι τοὺς Ὀλυνθίους μετ’ εὐπροσώπου προφάσεως. εἰκότως δὲ ἐκείνην ἐσιώπησεν, ἀντιπῖπτον ὑποτεμνόμενος ‘ἀλλ’ ἔξεστι τοῖς Ὀλυνθίοις ἀποδοῦναι τὸν ἀδελφὸν καὶ ἀπηλλάχθαι τοῦ πολέμου‘. R δῆλον γάρ ἐστι τοῖς Ὀλυνθίοις ὅτι νῦν οὐ περὶ δόξης] δοκεῖ μὲν ἀναμιμνήσκειν τοὺς Ἀθηναίους τοῦ πολέμου καὶ τῆς ἀποστάσεως ἣν ἀπέστησαν Ὀλύνθιοι κατὰ τὸν πόλεμον τὸν συμμαχικόν· οὐδὲν δὲ ἧττον συγγνώμην αὐτοῖς ἀπένειμεν, ὑπὲρ δόξης εἰπὼν ἀνῃρῆσθαι τὸν πόλεμον· ἐλευθερίας γὰρ ἐπεθύμουν καὶ μὴ 〈 *** 〉 σιωπήσας δὲ τὴν ἀπόστασιν τῷ τῆς ἐλευθερίας ἐνδόξῳ παραμυθεῖται τὸ πταῖσμα, δεικνὺς οὐδὲν ἧττον καὶ νῦν ὡς οὐκ ἂν ἠθέλησαν ὑπὸ Φιλίππῳ γενέσθαι· τῆς γὰρ ἐλευθερίας ἀντιποιοῦνται. |
| 1.37 | †προϊόντως† ‘ἀλλὰ καὶ ὑπὲρ Ἀμφιπόλεως ἐπολέμησαν πρὸς Ἀθηναίουσ‘. ὁ δὲ καὶ τοῦτο συνέστειλε καὶ εἰς βραχὺ κατήνεγκεν ‘ὑπὲρ μέρους χώρασ‘ εἰπών, ὡς μηδένα λόγον ἔχειν τοὺς Ἀθηναίους ἐπὶ τοιούτοις ἐγκλήμασι μνησικακεῖν. R ὅτι νῦν οὐ περὶ δόξης] οἷον οὐ περὶ τοῦ ἡττηθῆναι μόνον αὐτοὺς παρὰ Φιλίππου, ἀλλ’ ὑπὲρ τοῦ μὴ ἐκβαλεῖν ἐκεῖθεν καὶ ἀνδραποδίσασθαι, ὅ ἐστι δούλους ποιῆσαι. |
| 1 38a | TBcAfVbWd καθὼς πρὸς Ἀθηναίους Ὀλύνθιοι ἐτόλμησαν ὑπὲρ Ἀμφιπόλεως, ὃ ‘πρὸς μικρὸν μέρος χώρασ‘ λέγει. |
| 1 38b | Bc ἀλλ’ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος] ἐξήρκει μὲν καὶ τὴν ἀνάστασιν εἰπεῖν μόνην, ὁ δὲ ηὔξησε τὸ πάθος, καὶ τὸν ἀνδραποδισμὸν ἐξενεγκὼν καὶ τὸ ἑξῆς φρικωδέστερον προσθήκῃ τῆς πατρίδος, ἧς ποιοῦνται τὸν λόγον ἄνθρωποι μᾶλλον ἢ τῶν γονέων, ὡς καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου (cf. |
| 1 39a | 18, 205) ‘οὐ τοῖς γονεῦσι μᾶλλον, ἀλλὰ καὶ τῇ πατρίδι‘. καὶ πόθεν τοῦτο ‘δῆλον τοῖς Ὀλυνθίοισ‘ ὅτι περὶ τούτων κινδυνεύουσιν; ἀπὸ παραδειγμάτων ἐπάγει τὴν πίστιν· ἱκανὰ δὲ ταῦτα καὶ τοῖς ἀνοήτοις λογισμὸν ἐμποιῆσαι περὶ τῶν μελλόντων. Ἀμφιπολῖται καὶ Πυδναῖοι διδάσκουσιν αὐτοὺς ὅπως χρῆται Φίλιππος τοῖς πιστεύουσιν. εἶτα καὶ ἀπὸ καθολικῆς γνώμης πιστοῦται τὸ λεγόμενον· διαβεβαιωτικὰ γὰρ τὰ καθόλου τῶν μερικῶν νοημάτων. καὶ δημοκρατία γὰρ καὶ τυραννὶς ἀεὶ διάφοροι, καὶ ἡ προσοχὴ τῆς γειτνιάσεως αὔξει τὸ μῖσος· τά τε γὰρ ἐναντία μᾶλλον δείκνυται καὶ πολέμια πλησίον ἀλλήλων γενόμενα, καθάπερ ψυχρῷ τὸ θερμὸν καὶ λευκῷ τὸ μέλαν. R ἤγουν ὑπὲρ τοῦ μὴ ἀνάστατον ὑπὸ τούτου γενέσθαι τὴν σφῶν πόλιν καὶ δούλους αὐτούς· τὸ γὰρ οἰκεῖον συμφέρον οὗτος ζητῶν ταῦτα σπουδάσει ποιῆσαι. |
| 1 39b | Pr καὶ ἴσασιν ἅ τ’ Ἀμφιπολιτῶν] ἀντιπῖπτον λύει, ἵνα μή τις εἴπῃ· ‘εἰκὸς μὲν τοὺς Ὀλυνθίους μὴ πιστεύειν αὐτῷ μηδὲ βουλήσεσθαι προέσθαι ἑαυτοὺς αὐτῷ. |
| 1 40a | τί οὖν, ὅτι εἰσί τινες προδόται παρὰ τοῖς Ὀλυνθίοις οἵτινες βουλήσονται προδοῦναι τὴν πόλιν;‘ ἐπάγει ὡς οὐδὲ τούτους ἐνδέχεται τοῦτο ποιῆσαι· ἴσασι γὰρ οἷα ἐποίησεν εἰς τοὺς προδότας τῶν Ἀμφιπολιτῶν τοὺς ἀνοίξαντας αὐτῷ τὰς πύλας. εἰσελθὼν γὰρ αὐτοὺς πρώτους ἐφόνευσε, λέγων· εἰ τῶν ἰδίων πολιτῶν οὐκ ἐφείσασθε, πόσῳ γε πλέον οὐ μέλλετε περὶ ἐμὲ ὕστερον τοιοῦτοι γενήσεσθαι; F 1 S ἐκ παραδείγματος, ὅπερ ἐστὶ δραστικὴ πίστις· καλεῖται δὲ τοῦτο κατὰ τοὺς φιλοσόφους ἐπαγωγή. |
| 1 40b | Bc καὶ Πυδναίων τοὺς ὑποδεξαμένους] Πύδνα πόλις Μακεδονίας. |
| 1 41a | αὕτη ἀπέστη τοῦ ὑπακούειν Φιλίππῳ, καὶ ἐστράτευσε κατ’ αὐτῆς καὶ περὶ ταύτην τοιοῦτόν τι συνέβη· ὡς γὰρ κἀκεῖ τινες προδεδώκασιν, εἶθ’ ὕστερον γνόντες ὅτι οὐκ ἂν αὐτῶν φείσαιτο, ἔφυγον ἐπὶ τὸ Ἀμύντιον ἱερὸν τοῦ πατρὸς αὐτοῦ· κολακεύοντες γὰρ αὐτοῦ τὸν πατέρα πρώην οἱ Πυδναῖοι ἱερὸν αὐτοῦ ἐποίησαν· ὅμως οὐδ’ ἐκεῖσε καταφυγόντων ἐφείσατο, ἀλλ’ ἀναστήσας αὐτοὺς ὅρκοις ἐπὶ τῷ μηδὲν ποιῆσαι ἐξελθόντας ἀνεῖλε. F 1 S Κιτριωτῶν. |
| 1 41b | vpPr καὶ ὅλως ἄπιστον οἶμαι] εἰπὼν τὰ μερικὰ παραδείγματα τῷ καθολικῷ τῆς γνώμης ταῦτα ἐπισφραγίζεται. |
| 1 42a | F 1 TBcAfVbWd ἐναντία γάρ ἐστιν· αἱ μὲν γὰρ οὐκ ἄρχοντα ἔχουσιν, ἀλλ’ ἔστι δημοκρατία, ἡ δὲ μοναρχίαν ἐπαγγέλλεται. |
| 1 42b | Pr κἂν ὅμορον χώραν ἔχωσιν] αὐτὸ γὰρ τὸ πλησιάζον τοῦ τόπου ὥσπερ εἴωθεν τὰ ἐγκλήματα τίκτειν. |
| 1 43a | TBcAfVbWd ἐκ τῶν τριῶν περιστατικῶν, προσώπου, τρόπου καὶ τόπου· τρόπου διὰ τὴν τυραννίδα, προσώπου διὰ τὸν Φίλιππον, τόπου διὰ τὸ ὅμορον. |
| 1 43b | Ac ταῦτ’ οὖν] κατασκευὴ τοῦ δευτέρου προοιμίου. |
| 1 44a | F 1 ταῦτ’ οὖν] δείξας ἐκ πολλοῦ τὸ δοκοῦν λυσιτελεῖν τοῖς Ἀθηναίοις καὶ καταστήσας αὐτοὺς πρὸς τὸ εὐθυμότερον, καιρὸν ἔσχε τοῦ παροξῦναι καὶ ἐγεῖραι πρὸς τὰς πράξεις. |
| 1 44b | καὶ οὐδὲ ἐνταῦθα μεγάλα τινὰ ἢ μέσα παρ’ αὐτῶν ᾔτησεν, ἀλλὰ τὸ βούλεσθαι μόνον καὶ προσέχειν. διὸ καὶ χαυνώσας αὐτοὺς καὶ εἰς χρηστὰς ἐλπίδας ἐπαγαγών, συμβουλεύει καὶ χρήματα εἰσφέρειν. ἐν οἷς γὰρ ἡδίους γεγόνασιν, ἐν τούτοις καιρὸν ἔσχεν ὑποβάλλειν τὸ δοκοῦν ἐπαχθές, ἵνα λάθῃ διὰ τῶν χρηστοτέρων καταναγκάσας αὐτοὺς δέξασθαι καὶ τὸ δοκοῦν φορτικώτερον. διὸ καὶ τὸ ‘προθύμωσ‘ προσέθηκεν, εἰδὼς ὅτι καὶ τὸ προέσθαι χρήματα τοῖς ἀνθρώποις ὀκνηρόν. βούλεται δὲ διὰ τούτων πεῖσαι τὸν δῆμον ἐκστῆναι τῶν θεωρικῶν· δῆλον γὰρ ὅτι μᾶλλον ἀγαπήσουσιν ἀποστῆναι τῶν ἔξωθεν λημμάτων ἢ παρ’ ἑαυτῶν καὶ οἴκοθεν εἰσενεγκεῖν. διὰ τοῦτο δὲ τὸ φορτικώτερον αἰτεῖ παρ’ αὐτῶν, ἵν’ εὐκόλως δυνηθῇ τυχεῖν οὗπερ αὐτὸς βούλεται. SR μετὰ τὰς πίστεις καὶ τὰς προτροπάς, ὅπερ ἐστὶ Δημοσθένους τε καὶ Θουκυδίδου. |
| 1 44c | BcOb καὶ τἄλλ’ ἃ προσήκει] ὥσπερ ἂν εἰ ἔλεγε τὰ τῶν προγόνων διηγήματα, ὅτι ἔθος εἶχον ἐκεῖνοι σῴζειν τοὺς κινδυνεύοντας. |
| 1 45a | F 4 TBcAfVbWd ὅτι φύσις ὑμῖν ἐξ ἀρχῆς σῴζειν τοὺς κινδυνεύοντας. |
| 1 45b | Pr φημὶ δεῖν ἐθελῆσαι] μέρος τοῦ συμφέροντος ἔχον καὶ τὸ δυνατὸν ἑπόμενον. |
| 1.46 | Bc 〈εἴπερ ποτὲ καὶ νῦν〉] μετὰ τὸν φόβον μνημονεύει καὶ τῶν χρημάτων. |
| 1.47 | Bc καὶ αὐτοὺς ἐξιόντας] αὐτοὺς ἐξιόντας τοὺς Ἀθηναίους καὶ μὴ ξενικῇ δυνάμει πιστεύειν. |
| 1.48 | TBcAfVbWd 〈μηδὲν ἐλλείποντασ〉] ταῦτα δέ φησι τεχνικῶς ἵνα, εἰ συμβῇ ἡττηθῆναι αὐτούς, ἔχῃ ἀπολογίαν τὸ ἐλλεῖψαί τινα ὧν συνεβούλευσεν. |
| 1.49 | F 4 TBcAfVb Wd 〈οὐδὲ γὰρ λόγος οὐδὲ σκῆψισ〉] λόγος ἡ ἀπολογία, σκῆψις δὲ ἡ πρόφασις. |
| 1.50 | F 1 S νυνὶ γάρ, ὃ πάντες ἐθρύλουν] πόρρωθεν ἀποκλείει τὰς προφάσεις τῶν βουλομένων ἀντιλέγειν· τοῦτο γάρ, φησι, γέγονεν ‘ὃ πάντες ἐθρύλουν‘· πρῶτον μὲν τῷ περιληπτικῷ πάντας εἰς συγκατάθεσιν ἤγαγεν ὧν αὐτὸς βούλεται, δεύτερον δὲ ‘ἐθρύλουν‘ εἰπὼν τὴν τῆς μετανοίας πρόφασιν ἀνῄρηκεν· οὐ γὰρ κρύφα οὐδὲ ἐν ἀπορρήτῳ περὶ τούτων ἐλέγομεν, ἀλλὰ πάντες βοῇ καὶ θορύβῳ χρώμενοι τοὺς Ὀλυνθίους ἐσπουδάζομεν ἐχθροὺς καταστῆσαι τῷ Φιλίππῳ. |
| 1 51a | ὅτι γὰρ τὸ ‘ἐθρύλουν‘ τοῦτο πάντως δύναται διδάσκει καὶ Ὅμηρος (Δ 437) ‘οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόοσ‘, τὴν αἰτίαν λέγων τοῦ θορυβεῖν τοὺς Τρῶας. οὐκοῦν ἅπαντες Ἕλληνες ἔγνωσαν τὴν ἡμετέραν σπουδὴν καὶ μεταγινώσκειν ἀπρεπές. ‘ἀλλ’ ἐβουλόμεθα μὲν ἐχθροὺς καταστῆσαι τοὺς Ὀλυνθίους, οὐ μὴν νῦν οὐδὲ τοῦτον τὸν τρόπον‘. ὁ δὲ καὶ τοῦτο ἔλυσεν εἰπών· ‘καὶ ταῦτα ὡς ἂν ὑμῖν μάλιστα συμφέροι‘. καὶ ἡ ἀπόδειξις εὐθὺς ἀπὸ τοῦ τρόπου, ὅτι ‘παρ’ ἡμῶν μὲν πεισθέντεσ‘ τυχὸν ἂν καὶ μετέγνωσαν. ‘οὐκοῦν λέγεις ἡμῖν οὐ χρηστούς τινας οὐδὲ βεβαίους ἀνθρώπους.‘ διὰ τοῦτο προσέθηκε τὸ ‘ἴσωσ‘ διαλεκτικῶς σφόδρα καὶ ἀκριβῶς. καὶ πιθανὸν τὸν λόγον ἐποίησε καὶ τοὺς Ὀλυνθίους συνέστησε μὴ ἀποφηνάμενος, ἀλλὰ κατ’ ἐνδοιασμὸν τὴν γνώμην αὐτῶν ἐκθέμενος. ‘ἐπειδὴ δὲ ἐκ τῶν πρὸς αὐτοὺς ἐγκλημάτων μισοῦσι‘· καὶ τοῦτο σύστασιν ἔχει τῶν Ὀλυνθίων. εἰ γὰρ μισοῦσι τὸν Φίλιππον δι’ ἅπερ αὐτοῖς ἐγκαλεῖ, πρόδηλον ὡς οὐκ ἀδικοῦσιν, ἀλλὰ μάτην πολεμοῦνται καὶ διὰ τοῦτο βεβαίαν ἔχουσι τὴν ἔχθραν. R et (p. 27, 26—28, 1 δύναται) F 4 TBcAf VbWd ἀναίρεσις τῆς ἀντιθέσεως τῆς ὅτι ‘οὐκ οἰκεῖος ὁ πόλεμοσ‘. |
| 1 51b | τίς γὰρ ἂν ἔτι τολμήσειεν ἀλλότριον λέγειν αὐτόν, ἐπεὶ τοῦτον πάντες ἐπόθουν; T οὐ δεῖ δὴ τοιοῦτον] συστήσας τὴν γνώμην τῶν Ὀλυνθίων καὶ βεβαίους συμμάχους ἀποδείξας ἕρμαιον ποιεῖται τῶν Ἀθηναίων τὸ πρᾶγμα καὶ καιροῦ τινος εὐτυχίαν καλεῖ. |
| 1 52a | τὸ γὰρ ‘παραπεπτωκότα‘ τῶν τυχαίων ἐστὶ καὶ τῶν ἐξ ἀπροσδοκήτου συμβαινόντων. καὶ τὸ ‘ἀφεῖναι‘ σημαντικόν ἐστι τῶν ἐχόντων καὶ ὥσπερ ἐν τῷ κρατεῖν ἤδη ὄντων. F 4 STBcAfVbWd ἴδιον Δημοσθένους μετὰ τὴν ἀπόδειξιν προτρέπειν. |
| 1 52b | T εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι] καὶ παροξῦναι βουλόμενος ἀναμιμνήσκει τῶν προτέρων ἐν οἷς ἐζημιώθησαν μὴ χρησάμενοι τοῖς καιροῖς. |
| 1 53a | F 4 S TBcAfVbWd σχῆμα κατὰ συστροφὴν τὸ καὶ ἐμπερίβολον. |
| 1 53b | βεβαιοῖ τὴν λύσιν τοῦ ὅτι ‘οὐκ οἰκεῖοι οἱ Εὐβοιεῖς, ὅτι καὶ αὐτοὶ ἀπέστησαν‘. τὸ κατὰ ἀσύνδετον σχῆμα. Ac εἰ γὰρ . |
| 1 53c | .. Εὐβοεῦσι] Θηβαῖοι πολεμοῦντες Λακεδαιμονίοις ἐν Λεύκτροις τῆς Βοιωτίας ἐνίκησαν αὐτοὺς κατὰ κράτος· ὅθεν εὐθὺς διέβησαν ἐπὶ τὴν Εὔβοιαν, ὡς δῆθεν βουλόμενοι ταύτην χειρώσασθαι, τὸ δὲ ἀληθὲς ἵνα ταύτην λαβόντες καὶ κατὰ τῶν Ἀθηναίων χωρήσωσιν. οἱ δ’ Ἀθηναῖοι ἐξῆλθον Εὐβοεῦσι συμμαχήσοντες· καὶ συμβαλόντες ἐνίκησαν οὕτως ὥστε καὶ σπονδῶν αὐτοὺς δεηθῆναι ὑπὲρ τῶν πεπτωκότων, ἵνα λαβόντες τούτους ἀναχωρήσωσιν. ἐπανελθόντες δ’ ἐκ τῆς μάχης εὗρον ἐν ταῖς Ἀθήναις δύο πρέσβεις τῶν Ἀμφιπολιτῶν, Ἱέρακα καὶ Στρατοκλέα, παρακαλοῦντας ὥστε ἐξελθεῖν καὶ καταλαβεῖν τὴν Ἀμφίπολιν πολεμουμένην ὑπὸ Φιλίππου. F 1 S εἰ γὰρ . |
| 1 53d | .. Εὐβοεῦσι] πολλὰ διὰ τοῦ παραδείγματος ἤνυσε. τοῦτο γὰρ ἴδιον Δημοσθένους καὶ Θουκυδίδου, τὸ δι’ ὀλίγων ῥημάτων πολλὰ νοήματα συνάγειν. πρῶτον μὲν οὖν οἰκειότατον τὸ παράδειγμα· πρῶτον γὰρ ἔλαβε τὸ τῶν Εὐβοέων διαβεβλημένον ὡς ἔχει ἐν τῷ περὶ στεφάνου (18, 99) ‘οὐδ’ ὧν ὑπὸ Θεμίσωνος καὶ Θεοδώρου περὶ Ὠρωπὸν ἠδίκησθε ἀνεμνήσθητε‘. οὐκοῦν μηδὲ Ὀλυνθίοις μνησικακήσητε γοῦν, εἴ τι περὶ ἡμᾶς ἐξήμαρτον. δεύτερον βούλεται πεῖσαι τοὺς Ἀθηναίους ἐξελθεῖν εἰς τὸν πόλεμον. ἀνέμνησεν οὖν αὐτοὺς ἐξόδου τῆς αὐτῆς ἐν ᾗ στρατεύσας ὁ δῆμος κατώρθωσε. διὸ καὶ εἶπεν ‘εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότεσ‘, αὐτοὺς ἐμφαίνων εἶναι τοὺς στρατεύσαντας. τρίτον τοιαύτης ἐμνημόνευσε μάχης ἐν ᾗ κατώρθωσαν ὀφθέντες μόνον· δείσαντες γὰρ αὐτῶν τὴν ἔφοδον Θηβαῖοι τῆς χώρας ἀπηλλάγησαν. οὐκοῦν κἂν νῦν ἐξέλθωμεν μόνον, οὐχ ὑποστήσεται Φίλιππος. τέταρτον πρὸς τούτοις συνηρίθμησεν αὑτὸν τοῖς τότε στρατεύσασι, τεχνικῶς σφόδρα τὸ ἀξιόπιστον ἑαυτῷ προσκτώμενος. ὁ γὰρ Ἀριστοτέλης φησὶ δεῖν τὸν σύμβουλον οὕτω συμβουλεύειν ὡς ἑαυτὸν μέλλοντα κοινωνεῖν τούτοις ἐφ’ οἷς ποιεῖται τὴν συμβουλήν. τούτοις γὰρ πείθονται μᾶλλον οὓς ἂν ὁρῶσιν ἑτοίμους ὄντας συμμετέχειν ὧν συμβουλεύειν ἐγνώκασι. R παρῆσαν Ἀμφιπολιτῶν] ‘ἀλλ’ ἐπαχθὲς ἦν, ὦ Δημόσθενες, ὑπόγυον ἐκ στρατηγίας ἥκοντας εἰς ἕτερον πάλιν ἐξιέναι πόλεμον. |
| 1.54 | ‘ ὁ δὲ θεώρησον ὅπως ἔλυσε τὸ δοκοῦν ἐπαχθές. μὴ γὰρ κινδυνεύειν ὑμᾶς ἐκέλευον ἢ πολεμεῖν, ἀλλὰ πλεῦσαι καὶ παραλαβεῖν τὴν πόλιν, ὥσπερ ἐφ’ ἕτοιμον καιρὸν καὶ ἀκίνδυνον αὐτοὺς ἐκκαλούμενος, ὅ γε ‘πλεῦσαι‘ λέγων ‘καὶ παραλαβεῖν‘. S 〈Ἀμφιπολιτῶν〉] κτῆμα γὰρ Ἀθηναίων ἡ Ἀμφίπολις. |
| 1.55 | F 1 S κελεύοντες] προτρεπόμενοι. |
| 1.56 | F 1 S 〈ὑμῶν αὐτῶν προθυμίαν〉] οὐκ εἶπε στρατείαν ἢ πόλεμον, ἀλλὰ ‘προθυμίαν‘, ὡς μέχρι τοῦ τολμῆσαι μόνον ὄντος τοῦ κατορθώματος. |
| 1.57 | καὶ τί πλέον ἂν ὑμῖν ἐγένετο στρατεύσασι; S εἴχετ’ ἂν Ἀμφίπολιν] σχετλιάζοντος ὥσπερ καὶ ὀδυρομένου τὸ ῥῆμα ὅτι διὰ ῥαθυμίαν μόνην τότε Ἀμφίπολιν ἀπώλεσαν. |
| 1.58 | F 4 TBcAfVbWd τῶν μετὰ ταῦτα πραγμάτων] οὐκοῦν τὴν ἀσθένειαν τοῦ Φιλίππου δείκνυσιν· ἅπαξ γὰρ ἡττηθεὶς οὐκ ἂν ἔτι πράγματα παρέσχεν ὑμῖν. |
| 1 59a | καὶ διὰ τοῦτο δηλοῖ τοῖς Ἀθηναίοις ὅτι καὶ νῦν ἐξελθόντες ἐπισχήσετε τὸν Φίλιππον τούτοις λοιπὸν ἐπιχειρεῖν. S ὧν ὑπὸ Φιλίππου πεπόνθατε. |
| 1 59b | Pr καὶ πάλιν ἡνίκα Πύδνα, Ποτίδαια] πρῶτον μὲν ἐν τάχει καὶ ἄνευ συνδέσμων κατέλεξε τὰ χωρία, δεδιὼς μὴ μέγαν καταστήσῃ Φίλιππον· εἶτα τὰ λοιπὰ λέγειν παρῃτήσατο, οὐ τὸ μῆκος τοῦ λόγου δεδοικώς, ἀλλὰ τὸ φοβῆσαι τὸν δῆμον. |
| 1 60a | STBcAfVbWd οὐ μὴν ἀλλὰ καὶ ἐν τούτοις αὔξει τὸ δυνατὸν τῶν Ἀθηναίων. |
| 1 60b | ἡ γὰρ τύχη, φησί, τούτους ἡμῖν πάντας τοὺς καιροὺς παρεσκεύασεν· οὐκοῦν μεθ’ ἡμῶν εἰσιν οἱ κρείττους. ‘ἆρ’ οὖν, ὦ Δημόσθενες, καθ’ ἕκαστον τούτων τῶν χωρίων ἔδει πολεμεῖν καὶ οὕτως εἶ φιλοπόλεμος;‘ ὁ δὲ τί φησιν; ‘ἑνὶ τῶν πρώτων‘ μιᾶς ἡμῖν ἐξόδου μόνης ἔδει, καὶ δεύτερον χωρίον οὐκ ἂν ἠνώχλησε Φίλιππος· εἰ γὰρ τοῦτο συνέβη, ‘ῥᾴονι καὶ πολὺ ταπεινοτέρῳ νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳ‘. ‘λέγεις οὖν ἡμῖν ἰσχυρὸν τὸν Φίλιππον τοσαῦτα προειληφότα.‘ ὁ δὲ κατὰ σύγκρισιν τὸ ἀντιπῖπτον παρέτεμε διὰ τοῦ ‘πολὺ γὰρ αὐτὸν ταπεινότερον ἔσχομεν‘, ὡς καὶ νῦν μὲν ἔτι ὄντος ταπεινοῦ καὶ καταδεεστέρου τῆς πόλεως, τότε δὲ ἢ νῦν μᾶλλον ἂν ταπεινοτέρου καταστάντος. σημαντικώτατον δὲ τῆς Φιλίππου ταπεινότητος καὶ τὸ ‘ἐχρώμεθα‘. καθ’ ὧν γὰρ ἐξουσίαν ἔχομεν ὅ τι βουλόμεθα πράττειν, κατὰ τούτων τὸ ‘χρῆσθαι‘ λέγομεν· διὸ καὶ τοῖς φίλοις χρῆσθαι λέγομεν ὅτι τὰ δοκοῦντα ἡμῖν ὑπουργοῦσιν. ἕκαστον δὲ τούτων δείκνυσιν ὅτι σχεδὸν ἐπιτάττειν εἴχομεν τῷ Φιλίππῳ καὶ φόρους παρ’ αὐτοῦ λαβεῖν· καὶ γὰρ παρὰ τῶν πρότερον ἀρξάντων Μακεδονίας ἐπράττομεν φόρους. τί ποτε οὖν αἴτιον τοῦ μὴ πάντα συμβῆναι; ἡ ῥαθυμία τῆς πόλεως δι’ ἣν ηὐξήθη Φίλιππος· καὶ δίδωσιν οὐ τὴν τύχην αἰτίαν εἶναι τῆς Φιλίππου δυνάμεως, ἀλλὰ τοὺς Ἀθηναίους; εἰ γὰρ ηὐξήθη διὰ τούτους, ἐπὶ τούτοις ἐστὶ καὶ τὸ καταλῦσαι τὴν ῥώμην τοῦ Μακεδόνος. S 〈Πύδνα〉] τὸ Κίτρος. |
| 1.61 | vp 〈Ποτίδαια〉] Κασάνδρεια. |
| 1.62 | vp 〈πολιορκούμενα〉] ὑπὸ Φιλίππου. |
| 1.63 | Pr ἑνὶ τῷ πρώτῳ] ὥσπερ ἀντιπῖπτον λύει, ἵνα μὴ εἴπῃ ὁ Ἀθηναῖος· ‘καὶ πῶς ἠδυνάμην τοσούτοις ἐν τῷ αὐτῷ βοηθῆσαι;‘ ἐπάγει ὡς ὅτι, εἰ ἑνὶ μόνῳ τῷ πρώτῳ προθύμως ἐβοηθήσατε, οὐκ ἂν τοῦ δευτέρου ἥψατο. |
| 1.64 | F 4 TBcAfVb Wd 〈πολὺ ταπεινοτέρῳ〉] ὅτε ηὔξησε τὸν Φίλιππον, τότε κατέβαλεν οἱονεὶ παρὰ τὰ νῦν ἐστι ταπεινός. |
| 1.65 | Bc νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳ] τοῦτο σημαντικόν ἐστι τῆς Φιλίππου ταπεινότητος. |
| 1.66 | καθ’ ὧν γὰρ ἐξουσίαν ἔχομεν ὅ τι βουλόμεθα πράττειν, κατὰ τούτων τὸ ‘χρῆσθαι‘ λέγομεν· διὸ καὶ τοῖς φίλοις χρῆσθαι λέγομεν ὅτι τὰ δοκοῦντα ἡμῖν ὑπουργοῦσιν. F 4 TBcAfVbWd τὰ δὲ μέλλοντα αὐτόματα] ὥσπερ ὑπογράφει καὶ χαρακτηρίζει ἡμῖν ἐνταῦθα τῶν ἀργῶν τε καὶ ῥαθύμων τὴν φύσιν. |
| 1 67a | F 4 STBcAfVbWd ( → 67c) τὸ δὲ σχῆμα ὑποσιώπησις. |
| 1 67b | F 1 αὐτόματα δὲ ἀντὶ τοῦ ἀπὸ τύχης τινός. |
| 1 67c | TBcAfVbWd ηὐξήσαμεν] βούλεται διὰ τούτου δεῖξαι ὡς ὅτι ἐν αὐτοῖς ἐστι καὶ νῦν αὐτὸν καθελεῖν διὰ τῆς σπουδῆς, ὥσπερ καὶ ἐν αὐτοῖς ἐγένετο τὸ ποιῆσαι αὐτὸν μέγαν διὰ τῆς ῥαθυμίας. |
| 1.68 | F 4 TBcAfVbWd ἡλίκος οὐδεὶς] ὑπερβολικὸν μὲν τὸ λεγόμενον, οὐ μὴν παντάπασι φοβερόν· τῶν μὲν γὰρ πρὸ αὐτοῦ μείζων γέγονεν, ὡς μὴ δύνασθαι νῦν φόρους ἀπαιτηθῆναι παρ’ ἡμῶν, οὐ μὴ τηλικοῦτος ὡς παντάπασι μείζων εἶναι τῆς πόλεως. |
| 1.69 | S νῦν δὲ καιρὸς ἥκει τις οὗτος ὁ τῶν Ὀλυνθίων] πάλιν αὐξήσας τὸν Φίλιππον εὐθὺς εἰς παραμυθίαν ἐμνημόνευσε τοῦ παρόντος καιροῦ, τὸ δυνατὸν ὥσπερ αὔξων τῶν Ἀθηναίων. |
| 1.70 | ‘αὐτόματον‘ γὰρ λέγων τύχης εἶναι δῶρον φησὶ καὶ τῆς τῶν κρειττόνων εὐνοίας τεκμήριον. ‘καὶ τί δύναται τοσοῦτον, ὦ Δημόσθενες;‘ ὁ παρὼν καιρὸς πρὸς ἐκείνους τοὺς ἀπολομένους ‘οὐδενός ἐστιν ἐλάττων τῶν προτέρων ἐκείνων‘· εἰ δὲ καὶ ἐπ’ ἐκείνων ἤρκεσεν ἂν ‘ἑνὶ τῷ πρώτῳ‘ βοηθήσαντας ἀπηλλάχθαι πραγμάτων, εὔδηλον ὅτι καὶ τούτῳ χρησάμενοι παύσομεν Φίλιππον τὰ τῶν Ἑλλήνων περιεργαζόμενον. S τις οὗτος ὁ τῶν Ὀλυνθίων] τινὲς τὸ ‘τίσ‘ κατ’ ἐρώτησιν, τὸ δὲ ‘οὗτοσ‘ κατὰ ἀπόκρισιν, ἄλλοι δὲ τὸ ‘τισ‘ ἐγκλιτικῶς λαμβάνουσιν. |
| 1 71a | F 4 TBcAf VbWd τις . |
| 1 71b | .. Ὀλυνθίων] τινὲς τοῦτο τριχῶς ἐξηγοῦνται. οἱ μὲν ὅλον ὁμοῦ τὸ κῶλον ὡς ἀπὸ τοῦ Δημοσθένους λεγόμενον, οἱ δὲ κατὰ πεῦσιν καὶ ἀπόκρισιν, καὶ τοῦτο διχῶς λέγουσιν. οἱ μὲν γὰρ τὴν πεῦσιν λέγουσιν ὡς ἀπὸ τῶν Ἀθηναίων πρὸς Δημοσθένην, ‘νυνὶ δὲ καιρὸς ἥκει τίς;‘ κατὰ πεῦσιν, ἀνταποκρινομένων ‘οὗτος ὁ τῶν Ὀλυνθίων‘. A τὸ ‘τισ‘ κατ’ ἀπόκρισιν λαμβάνουσί τινες. |
| 1 71c | R οὐδενὸς ἐλάττων] τῶν ἤδη ἀπολωλότων. |
| 1.72 | ὅρα δὲ πῶς ἀθυμίας αὐτοὺς πληρώσας διὰ τοῦ καταλόγου τῶν ἀπολωλότων χωρίων πάλιν παρεμυθήσατο διὰ τοῦ εἰπεῖν ὅτι πάλιν ἥκει καιρὸς οὐ χείρων ἐκείνου. F 4 S 〈τῶν προτέρων〉] ὧν ἄνω ἔφη. |
| 1.73 | Pr καὶ ἔμοιγε δοκεῖ] παράδοξον τὸ νόημα καὶ πολλῆς ἀποδείξεως δεόμενον. |
| 1.74 | πολλὰ γάρ, φησι, παρὰ τῶν κρειττόνων ἀγαθὰ πεπόνθαμεν, καίτοι μηδεμίαν αὐτῶν αἴσθησιν εἰληφότος τοῦ δήμου· διὸ καὶ λογιστοῦ δικαίου πρὸς ἐξέτασιν ἐδεήθη· καὶ τὸ ἀπίθανον φεύγων οὐ περιῆψεν αὑτῷ τὸν λόγον, ἀλλ’ ἕτερον δοκιμαστὴν ἐζήτησεν. εἰπὼν δὲ ‘τῶν παρὰ τῶν θεῶν ὑπηργμένων ἡμῖν μεγάλην ἔχειν αὐτοῖς χάριν‘, τὸ μὲν εὐθὺς κατασκευάζειν πρόσαντες καὶ βίαιον ἐνόμισε, προσθεὶς δὲ ὅτι πολλὰ πεπόνθαμεν ἀγαθά, πρὸ τῆς ἀποδείξεως τὸ ἀντιπῖπτον ἔθηκεν ὅτι ‘καίτοι πολλῶν ἀφῃρέθημεν‘. καὶ τοῦτο λύει πρότερον εἰκότως. ἐπειδὴ γὰρ ἀνῃρέθη τὸ ἀντιπῖπτον, εὐκολώτερον παραδέξονται καὶ τὴν ἐξ αὐτοῦ τεθεῖσαν πρόφασιν· ‘κακῶς μὲν ἔχει πολλὰ τῶν πραγμάτων, ἡμεῖς δὲ τούτων αἴτιοι ῥαθυμήσαντεσ‘. καὶ τὸ ἔγκλημα δίκην προσέθηκε, διόπερ ἐξ ἀρχῆς ἐζήτει τὸν δίκαιον λογιστήν. τίς δὲ ὁ δίκαιος λογιστής; αὐτὸς ὁ ῥήτωρ τὸν λογισμὸν ἀποδούς, οὗτος ἂν εἴη καὶ τῶν συμβάντων δοκιμαστὴς ἄριστος. καὶ αὐτοῖς τούτοις οὐδὲν ἧττον τὴν ῥώμην τοῦ Μακεδόνος ἠλάττωσεν· ἐκράτησε γὰρ τῶν πραγμάτων διὰ τὴν τῶν κωλυόντων ἐρημίαν, οὐ διὰ τὴν ἰσχὺν τῶν ὅπλων. λύσας δὲ τὸ ἀντιπῖπτον ἐπὶ τὴν πρότασιν πάλιν ἀνέδραμεν, ὅτι εὔνους ἡμῖν ὁ θεός. καὶ ἔστι ταῦτα προηγούμενα μὲν τοῦ συμφέροντος, ὅτι ἀσυμφόρως ἡμῖν αὐτοῖς ἐπράξαμεν τῶν καιρῶν ἀμελήσαντες, ἀποδείκνυται δὲ καὶ τὸ δυνατόν, ὅτι διὰ παντὸς παρ’ ἡμῖν ἐστιν ἡ ῥοπὴ τῆς τύχης. R λογιστής] λογιστὴν λέγει οἱονεὶ κριτήν, ἵνα κρίνῃ τὰ παρὰ τῶν θεῶν αὐτοῖς ὑπηργμένα, προδεδομένα δὲ παρὰ τῆς αὐτῶν ἀμελείας. |
| 1 75a | RTBcAf VbWd κριτής, ἐξεταστής. |
| 1 75b | F 1 vpR 〈οὐκ ἐχόντων〉] διὰ τὴν ἡμῶν ῥαθυμίαν. |
| 1 76a | Pr συνίστησι τὴν εὔνοιαν τῶν θεῶν ἐξ ὧν οὐκ ἄν τις ἤλπισε· φοβεῖ γὰρ ἐν οἷς λέγει ‘ἀπολωλεκέναι πολλά‘, ὥς φησι ‘οἰηθείη ἄν τις τῆς ἀμελείας εἶναι‘· ὀκνεῖ γὰρ εἰπεῖν ‘ἐγώ‘, ὅτε δέ φησι ‘εὐεργέτημα‘, λέγει ‘ἔγωγε‘. |
| 1 76b | Bc ἀπολωλεκέναι] παρίσωσις κατ’ ἐπεμβολήν. |
| 1 77a | F 2 vp ἀπολωλεκέναι] τὸ σχῆμα παρίσωσις κατὰ κῶλον. |
| 1 77b | Pr ἔλυσε τὸ ἀντιπῖπτον ‘καίτοι πολλῶν ἀφῃρέθημεν‘, τοῦτο δὲ διὰ μέσων. |
| 1 77c | ἔκτοτε κατασκευάζει ‘τὸ μὲν γὰρ ἀπολωλεκέναι‘. καὶ Ἰσοκράτης· ‘τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον κατέστησε, τὴν δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν‘ ἐπήγαγεν. Bc 〈μήτε πάλαι〉] ἤγουν ἐν τοῖς προτέροις χρόνοις, ἀλλ’ ὕστερον ἡνίκα ἠμελήσαμεν. |
| 1.78 | Pr 〈συμμαχίαν〉] τῶν θεῶν. |
| 1.79 | Pr 〈πεπονθέναι〉] σχῆμα ἐπικρίσεως. |
| 1.80 | vp 〈τούτων〉] ὧν ἀπωλέσαμεν ἀντάξιον. |
| 1.81 | Pr 〈ἀντίρροπον〉] τὸ μὲν ‘ἀντίρροπον‘ πρὸς γενικήν· τὸ δὲ ‘ἰσόρροπον‘ πρὸς δοτικήν. |
| 1.82 | TWd ἀλλ’ οἶμαι] παραβολή. |
| 1 83a | F 2 ἀλλ’ οἶμαι] βούλεται ἐκ παραδείγματος πιστώσασθαι τὴν πρόφασιν ὅτι εὔνους ἡμῖν οἱ κρείττους, ὡς εἶναι τὸ μὲν πρότερον ἐνθύμημα ἴδιον τοῦ ῥήτορος, ὅπερ βίαιον εἶναι δοκοῦν οὐκ εὐθὺς χειροῦται τὸν ἀκροατήν, τὸ δὲ παράδειγμα μερικὸν ὂν καὶ γνώριμον εὐκολώτερον δύναται πείθειν. |
| 1 83b | οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ βιάζεται τὴν ἀθεΐαν. φησὶ γὰρ ἐοικέναι τοὺς μὲν χρησαμένους τοῖς καιροῖς τοῖς ἔχουσι χρήματα καὶ κτησαμένοις πρῶτον καὶ ἐν τῷ ἔχειν γινομένοις οὕτως ἀπολλύντας. ὁ δὲ καιρῷ μὴ χρησάμενος οὐκ ἀγαθὸν ἔχων ἀπώλεσεν, ἀλλὰ κτήσασθαι δυνάμενος ἠμέλησεν. ἔστι δὲ τὸ μὲν ἔχοντα ἀπολέσαι κατηγορίας ἀληθῶς ἄξιον, τὸ δὲ μὴ δυνηθῆναι λαβεῖν καιρὸν ἄν τις καὶ τὴν τύχην λογίσαιτο. ὁ δὲ τῷ ὁμολογουμένῳ τὸ ἀμφισβητήσιμον πιστοῦται. διὸ καὶ ἀνωτέρω τοὺς παρὰ τῶν θεῶν καιροὺς ἐν ὑπάρξει τινὶ καὶ οὐσίᾳ γεγενῆσθαι ἔφασκεν, ὡς τοῦτον ὄντα καιρὸν τοῦ χρήματα κτήσασθαι. R 〈ἂν δ’ ἀναλώσασ〉] ἀντιστροφή. |
| 1.84 | F 2 vp 〈οἱ μὴ χρησάμενοι〉] ὡς ἐπὶ τὸ πλεῖστον. |
| 1 85a | Pr ὥσπερ ἡμεῖς. |
| 1 85b | Pr 〈τελευταῖον〉] εἴτε χρηστὸν εἴτε φαῦλον. |
| 1.86 | Pr 〈κρίνεται〉] ὡς τὰ πολλά. |
| 1.87 | F 4 〈ἐπανορθωσάμενοι〉] εἰς ἐπανόρθωσιν ἀγαγόντες, λέγω δὴ τὸ σπουδὴν καὶ φροντίδα τούτων ποιεῖσθαι, ὅπερ ἐξ ἀρχῆς εἰς ἄκρον τῇ πόλει πεφυκὸς νῦν ἠμελήθη· διὸ καὶ δεῖται ἐπανορθώσεως. |
| 1.88 | Pr ἀδοξίαν ἀποτριψώμεθα] ἐκ μεταφορᾶς ἡ λέξις ἀπὸ τῶν ῥυπώντων σωμάτων. |
| 1.89 | ὥσπερ γὰρ ὁ ῥύπος κρύπτει τὴν τῶν σωμάτων εὐπρέπειαν, οὕτως ἀδοξία τὴν τῶν ἀνδρῶν ἀρετὴν λυμαίνεται. καὶ διὰ τούτου λοιπὸν κατεσκεύασεν ὡς ὁμολογούμενον 〈ὡσ〉 ὅτι γε ἑκόντες προήκαντο τοὺς καιρούς· οὐ γὰρ ἂν ἠδόξησαν. ἐπὶ γὰρ τοῖς ἑκουσίοις ἁμαρτήμασιν ἡ ἀδοξία προσγίγνεται. καὶ ἔστιν οὐδὲν ἧττον καὶ τοῦτο νουθετητικόν. S ἀποτριψώμεθα] οἱονεὶ ἐκκαθάρωμεν καὶ ἀποπλύνωμεν. |
| 1 90a | F 2 A 2 TBc AfVbWd ὡς ἀπὸ μεταφορᾶς τῆς κηλῖδος τῆς γενομένης ἀκαθαρσίας περὶ τὴν ἐσθῆτα. |
| 1 90b | TBcAfVbWd ἀπὸ μεταφορᾶς τῆς κηλῖδος τῆς ἐσθῆτος. |
| 1 90c | F 4 〈εἰ δὲ προησόμεθα〉] ἐντεῦθεν τὸ ἀναγκαῖον· ἡ δὲ κατασκευὴ ἐκ τοῦ συμφέροντος. |
| 1.91 | T φρασάτω τις ἐμοὶ τί τὸ κωλῦον] παρ’ ἑτέρου ζητεῖ τὸ βλάσφημον, καὶ ἔστιν ἀγωνιῶντος τὰ ῥήματα καὶ δεδοικότος τὸ μέλλον. |
| 1 92a | εἶτα θελήσας εἰπεῖν ‘ἥξει Φίλιππος ἐπὶ τὴν πόλιν‘ οὐ φανερῶς αὐτὸ εἶπεν, ἵνα μὴ δόξῃ τὰ φαῦλα οἰωνίζεσθαι τῇ πόλει. κατ’ ἐρώτησιν δὲ προήγαγεν ὥσπερ αὐτὸν βουλόμενος ὁμολογῆσαι τὸν ἀκροατήν, ὅπερ εἰπεῖν ὁ ῥήτωρ φυλάττεται, ‘τί τὸ κωλῦον ἔτ’ αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται·‘ καὶ εἴληφεν ὁμολογουμένην πρότασιν, ὅτι καταστραφέντων Ὀλυνθίων οὐδεὶς κωλύσει τὸν Φίλιππον πορεύεσθαι. καὶ τὸ ‘κατὰ τίνων‘ ἐσιώπησεν, ὁμοῦ μὲν τὸ ἀντιπῖπτον ὑποτεμνόμενος ὅτι ‘ἄδηλον εἰ ἐφ’ ἡμᾶς ὁρμήσει‘, ὁμοῦ δὲ εἰς ὑπόνοιαν καταλιπὼν ἐκεῖνο ὅτι πάντως ἐπὶ τὴν Ἀττικὴν πορεύσεται. S φρασάτω . |
| 1 92b | .. κωλῦον] πάλιν τὸ ἀξιόπιστον φρόνημα τηρῶν εἶπεν ‘ἐμοί‘ οἷον τῷ φιλοπόλιδι. F 4 A 2 RTBcAfVbWd ὅποι βούλεται] εὐφήμως εἶπε τὰς Ἀθήνας, τῇ ὑποσιωπήσει καὶ πάλιν χρησάμενος. |
| 1 93a | F 4 A 2 RTBcAfVbWd τὸ σχῆμα ἀποσιώπησις. |
| 1 93b | S τὰς Ἀθήνας ἐμφαίνει διὰ τῆς τοιαύτης ἀποσιωπήσεως. |
| 1 93c | Pr τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν] τὸ ‘μετὰ ταῦτα‘ καὶ ‘εἶτα‘ καὶ ‘αὖθισ‘ καὶ ‘πάλιν‘ 〈καὶ〉 τὰ τοιαῦτα μόρια βραδυτῆτα δείκνυσι· μιμεῖται γὰρ ἀεὶ τὴν τῶν πραγμάτων φύσιν καὶ διὰ τῆς λέξεως ὁ ῥήτωρ. |
| 1.94 | καὶ βουληθεὶς ὑπτιότητα δεῖξαι καὶ ἀσθένειαν οὖσαν ἐν τοῖς Φιλίππου πράγμασιν, ὕπτιον καὶ τὸν λόγον ἐποίησε τῇ τῶν μορίων προσθήκῃ. τοῦ μὲν γὰρ αὔξοντος τὴν Φιλίππου δύναμιν ἦν οὕτω προάγειν ‘Ἀμφίπολιν Πύδναν Ποτίδαιαν Μεθώνην Ἰλλυριοὺς Θρᾴκην‘· ἡ γὰρ συνέχεια τῶν ὀνομάτων ἀκμὴν ἔχουσα τὴν ὑπερβολὴν τῆς δυνάμεως δείκνυσιν, ὥσπερ οὐκ ἀρκοῦντος τοῦ χρόνου πρὸς τὰς τῶν πόλεων ἁλώσεις. τοῦ δὲ ὑπτιάζοντος τὸ προαγαγεῖν ὡς ἐν ἱστορίᾳ τὸν λόγον, ὥστε καὶ ἡ δοκοῦσα τοῦ λόγου κακία χρείαν τινὰ κατορθοῦται καὶ θαυμαστὸν δείκνυσι τὸν ῥήτορα. τέχνης γάρ ἐστιν ἀκρίβεια τὸ ἐπιγνῶναι τὸν καιρὸν ἐν ᾧ τοῦτο προσήκει ποιεῖν. F 4 A 2 RTBcVbWd 〈Πύδναν〉] Κίτρον. |
| 1.95 | vp 〈Ποτίδαιαν〉] Κασάνδρειαν. |
| 1.96 | vp Θετταλίας ἐπέβη] τὸ ‘ἐπέβη‘ καὶ ‘ἐπιβαίνω‘ πρὸς γενικήν· τὸ δὲ ‘ἐπεμβαίνω‘ καὶ ‘ἐμβατεύω‘ πρὸς δοτικήν. |
| 1.97 | F 4 TAfWd 〈ᾤχετ’ ἐς Θρᾴκην〉] ἐπέστρεφε. |
| 1.98 | F 1 S πάλιν ῥαΐσας] οὐ τὸ ‘ὑγιάνασ‘ σημαίνει, ἀλλ’ ὥσπερ ‘κουφότερον ἔχων τοῦ νοσήματοσ‘, ἵνα τὴν φιλοπονίαν δείξῃ τοῦ Μακεδόνος καὶ τὸ μηδένα καιρὸν ἐθέλειν ἡσυχάζειν. |
| 1.99 | F 4 TBcAfVbWd 〈Ἰλλυριοὺσ〉] Δυρραχηνούς. |
| 1.100 | vp Ἰλλυριοὺς καὶ Παίονας] ἔθνη βάρβαρα περὶ Μακεδονίαν· ἵνα δείξῃ ὅτι οὐδὲ βαρβάρων φείδεται βάρβαρος ὤν. |
| 1.101 | F 1 TBcAfVbWd 〈Παίονασ〉] Οὔγγρους. |
| 1.102 | vp καὶ πρὸς Ἀρύμβαν] οὗτος βασιλεὺς ἦν Μολοσσῶν, Ὀλυμπιάδος δὲ τῆς τοῦ Φιλίππου γυναικὸς θεῖος. |
| 1.103 | φησὶ δὲ ὅτι οὐδὲ συγγενῶν φείδεται Φίλιππος διὰ τὸ βούλεσθαι πάντων κρατεῖν. F 4 TBcAfVbWd 〈παραλείπω〉] τὸ σχῆμα κατὰ παράλειψιν. |
| 1.104 | F 1 vpS τί οὖν ἄν τις εἴποι] τινὲς δὲ εἰς τὸ ‘τί οὖν ἄν τις εἴποι‘ στίζοντες ἐπιφέρουσι ‘ταῦτα λέγεις ἡμῖν‘. |
| 1 105a | F 4 STBcAfVbWd ( → 105c) διττῶς εὕρηται παρὰ τῷ ῥήτορι τὰ τοιαῦτα· ἢ γὰρ πλάττει τὸν ἀντιλέγοντα ὡς ἐνταῦθα, ἢ ἑαυτὸν αὐτὸς ἐρωτᾷ, εἶτα κατὰ διάστασίν τινα ἀποκρίνεται οἷον ‘τίνος οὖν ἕνεκα ταῦτα λέγω;‘ πλὴν οὐχ ὡς ἔτυχε τίθησι ταῦτα, ἀλλ’ ὅτε κατεπείσθη διόλου βλέπει τὸν ἀκούοντα. |
| 1 105b | σιγῶντος ἐκείνου, ἵνα μὴ δόξῃ ἀπαντᾶν, ἑαυτὸν ἐρωτᾷ καὶ ὠφελεῖ τὸν σιγῶντα ἀκούοντα· ὅτε δὲ ἔτι οὐ πείθεται ὁ ἀκούων, πλάττει τὸν ἀντιλέγοντα ὡς ἐνταῦθα. BcOb τί οὖν . |
| 1 105c | .. εἴποι] τὸ σχῆμα ἀνθυποφορά. διαφέρει δὲ ἀνθυποφορὰ καὶ ἀντιθέσεως καὶ ἀντιπίπτοντος. ἀντιπῖπτον μὲν γάρ ἐστιν, ὅταν οἶδεν ὡς ὅτι μέλλει αὐτῷ τι ἀντιπεσεῖν ὡς ἄτοπόν τι λέγοντι, καὶ ἐπανορθώσηται αὐτὸ ἀπροσποιήτως ὥσπερ καὶ λεληθότως. ἀνθυποφορὰ δέ, ὅταν μέρος μὲν ὥσπερ καταδέχηται τοῦ λεγομένου ὁ ἀκροατής, ἀμφιβάλλῃ δὲ περὶ τὸ λοιπόν, ὡς ἐνταῦθα· ὥσπερ τινὸς λέγοντος ὅτι ‘καλῶς μὲν λέγεις ταῦτα περὶ Φιλίππου, ἀκαίρως δέ· οὐ γὰρ εἰσῆλθες καταλέγειν ἡμῖν τὰ Φιλίππου, ἀλλὰ τί δεῖ περὶ Ὀλυνθίων ποιῆσαι‘, ἐπάγει ὅτι καὶ ταῦτα χρήσιμά ἐστι πρὸς τὴν παροῦσαν ὑπόθεσιν. ἀντίθεσις δέ, ὅταν ἀπό τινος κεφαλαίου ὁρμᾶται, οἷον ἀπὸ δικαίου ἢ συμφέροντος ἤ τινος τῶν τοιούτων, ἵνα δὲ μὴ προσκορῆ τὸν λόγον ἐργάζηται ἀποτάδην λέγων, ἐπάγει τινὰ ἡδονὴν διὰ τῆς πλάσεως τοῦ προσώπου τοῦ ἀντιλέγοντος, [καὶ] ἵν’ ὥσπερ ἀπαιτούμενος παρ’ ἄλλου καὶ ἀναγκαζόμενος, οὐκ ἀφ’ ἑαυτοῦ ἐπιφέρειν δοκῇ τὴν ἐπιτίμησιν. F 4 STBcAfVbWd ἀνθυποφορά. |
| 1.106 | vpPr 〈ἵνα γνῶτε〉] διὰ τῶν συνεχῶν ῥημάτων δηλοῖ τὴν τοῦ νοὸς ἐκείνων ἀργείαν· εἰπὼν δὲ ἐπ’ ἐκείνων τὸ ‘ἀλυσιτελέσ‘, ἐπὶ τοῦ Φιλίππου οὐκ εἶπε τὸ λυσιτελές· ἢ γὰρ πρόδηλον ἦν τοῖς Ἀθηναίοις ἢ ὀκνεῖ λέγειν αὐτό. |
| 1.107 | Bc 〈φιλοπραγμοσύνην〉] σπουδὴν καὶ πλεονεξίαν. |
| 1.108 | A 〈ἐγνωκὼσ〉] τὸ ‘ἐγνωκὼσ‘ ἀπὸ κοινοῦ, ἵν’ ᾖ ‘ἀνεγνωκότεσ‘ ἐνταῦθα. |
| 1.109 | S 〈ἐκεῖθεν〉] ἐκ τῆς Ὀλύνθου. |
| 1.110 | Pr πρὸς θεῶν, τίς οὕτως εὐήθης] ἀντὶ προσώπου πρᾶγμα ἔλαβεν· οὐ γὰρ εἶπεν ‘ἐλεύσονται οἱ πολέμιοι καθ’ ἡμῶν‘, ἀλλ’ ‘ὁ πόλεμοσ‘. |
| 1.111 | σύνηθες δὲ τοῦτο καὶ Θουκυδίδῃ ποιεῖν καὶ μεταλαμβάνειν ἢ ἀντὶ προσώπων πράγματα ἢ πρόσωπα πάλιν ἀντὶ πραγμάτων. αἱ γὰρ τοιαῦται τῶν λέξεων ἐναλλαγαὶ καινοπρέπειαν τῷ λόγῳ παρέχουσιν. τεχνικῶς δὲ τοῦτο ἠρώτησεν, ἵνα ἕκαστος φεύγων τὸ καταψηφίσασθαι αὑτοῦ ἄνοιαν συνομολογήσῃ τῷ ῥήτορι ὡς ἀληθῆ λέγοντι. F 4 TBcAfVbWd 〈ἀλλὰ μὴν〉] λύσις τοῦ ἀντιπίπτοντος ὅτι ‘κἂν ἔλθῃ ἐφ’ ἡμᾶς Φίλιππος, σεμνυνούμεθα τότε‘. |
| 1.112 | S 〈δέδοικα〉] ὅτε λέγει τὸ ‘δέδοικα‘, τότε λέγει αὐτοὺς ‘ἄνδρασ‘ οἱονεὶ ἀνδρείους. |
| 1.113 | Bc τῶν ἀρχαίων] ἤτοι τῶν ἐνεχύρων· ἀρχαῖα γὰρ τὰ ἐνέχυρα καὶ τὰς ὑποθήκας πολλάκις ὁ Δημοσθένης φησίν. |
| 1 114a | F 4 ( → 114c) SvpTBcAfVb Wd ( → 114b) τινὲς δὲ ἐξηγοῦνται αὐτὸ οὐκ ἐπὶ τῶν δανειζομένων, ἀλλ’ ἐπὶ τῶν δανειζόντων, λέγοντες πολλάκις τὰ παθητικὰ ἀντὶ ἐνεργητικῶν χρῆσθαι τοὺς Ἀθηναίους, καὶ λέγουσιν ἀρχαῖα αὐτὰ τὰ κεφάλαια. |
| 1 114b | μὴ δυνάμενοι. γάρ, φησιν, ἀποδοῦναι πολλοὺς τόκους ὕστερον οἱ χρεωστοῦντες φεύγουσι, καὶ οὕτως οἱ δανεισταὶ μετὰ τῶν τόκων καὶ τὰ κεφάλαια ἀπολλύουσιν. SvpTBcAfVbWd τινὲς δέ φασι τὸ ‘δανειζόμενοι‘ ἐπὶ τῶν δανειζόντων, παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ, ὡς νοεῖσθαι ἀρχαῖα τὰ κεφάλαι· προσαπολλύουσι γὰρ οὗτοι διὰ τοὺς τόκους καὶ τὰ κεφάλαια πολλάκις. |
| 1 114c | F 4 ἐρραθυμηκότες] οὐχ ἁπλῶς ἠμεληκότες· οὐ γὰρ τοῦτο σημαίνει ἡ λέξις, ἀλλὰ μᾶλλον τὴν ἄνεσιν καὶ τὴν ἐν ἡδονῇ διαγωγήν. |
| 1 115a | ‘ἐπὶ πολλῷ‘ δὲ ἀντὶ τοῦ ἐπὶ πολλῷ τόκῳ. F 4 A 2 TBcAfVbWd ἵνα λάβωμεν τόκον μὲν τὴν ἀργίαν καὶ ῥαθυμίαν, κεφάλαιον δὲ αὐτὴν τὴν πόλιν. |
| 1 115b | F 4 T BcAfVbWd εἰς ἀνάγκην ἔλθωμεν] σύνηθες τῷ ῥήτορι τῶν μὲν λυπηρῶν καὶ αὑτὸν μετέχοντα δεικνύναι, τῶν δὲ ἀγαθῶν τὴν πεῖραν ὁλόκληρον ἀπονέμειν τῷ δήμῳ. |
| 1.116 | καὶ δύναται τοῦτο πολλὴν αὐτῷ παρὰ τῶν ἀκροατῶν κατασκευάζειν τὴν εὔνοιαν. F 4 ATBcAfVbWd τὸ μὲν οὖν ἐπιτιμᾶν] σημείωσαι, ἀντίθεσις ἀπὸ τοῦ δικαίου. |
| 1 117a | F 2 A 2 ὀνειδίζειν μεταληπτικῶς. |
| 1 117b | vpT τὸ . |
| 1 117c | .. ἐπιτιμᾶν] μικτὸν τὸ προοίμιον ἔκ τε τοῦ δυνατοῦ καὶ 〈τοῦ〉 συμφέροντος. μετιὼν γὰρ ἐφ’ ἕτερον κεφάλαιον οὐ παντελῶς ἰδιάζον τὸ προοίμιον ἔλαβεν, ἵνα μὴ καθάπερ ἐσχισμένος ὁ λόγος φαίνηται, τὴν μὲν ἀρχὴν ποιησάμενος ἐξ οὗ λέγων ἐπαύσατο, λέγω δὴ τοῦ συμφέροντος, τὸ δὲ ἐνθύμημα καὶ τὴν ἐπαγωγὴν ἐκ τοῦ δυνατοῦ. διὸ καὶ τὸ προοίμιον ἔλαβε· διαφέρει δὲ τὰ τῶν κεφαλαίων προοίμια τῶν ἐν αὐταῖς ταῖς ἀρχαῖς, ὅτι ἐκεῖνα μὲν τῷ παντὶ λόγῳ χώραν δίδωσι καὶ σπερματικὴν ἔχει τὴν δύναμιν τῶν διόλου λέγεσθαι μελλόντων, τὰ δὲ τῶν κεφαλαίων αὐτὰ μόνα θεραπεύει τὰ λυποῦντα τὸ κεφάλαιον. τὸ δὲ ὥσπερ ἐξ ἀντιθέσεως εἰλῆφθαι τὸ προοίμιον οὐ παράδοξον· τὸ γὰρ ἐν μέσῳ λόγῳ κεῖσθαι πεποίηκέ τι καὶ ἐναγώνιον ἔχειν. ἰστέον δὲ ὅτι ἡ ἐπιτίμησις τῷ συμφέροντι προσήκει. ἐπιτίμησιν δὲ αὐτὸ εἶπεν, ἀλλ’ οὐ λοιδορίαν· τὸ μὲν γὰρ ὑβρίζειν παντὶ ῥᾴδιον, τὸ δὲ ἐπιτιμᾶν, ὅπερ ἐστὶ νουθετοῦντος καὶ ἐπὶ λυσιτελοῦντι καὶ τιμῇ τῶν ἀκουόντων λέγοντος, οὐ παντός ἐστιν, ἀλλὰ μόνου τοῦ σκοποῦντος τὸ λυσιτελὲς τῶν ἀκουόντων. F 4 TBcVbWd ἄλλως. |
| 1 117d | τὸ ... ἐπιτιμᾶν] ἀντίθεσις ἀπὸ τοῦ δικαίου, οἷον· ‘ἀλλ’ οὐ δίκαια ποιεῖς, ὦ Δημόσθενες, μόνον ἐπιτιμῶν ἡμῖν, ὅπερ παντὸς ἀνθρώπου ἐστίν, οὐ μέντοι συμβουλεύων, ὅπερ ἐστὶ ῥήτορος.‘ ἰστέον δὲ ὅτι οὐκ εὐθὺς ἐπήγαγε τὴν λύσιν, ἀλλ’ ὕστερον, ἐν μέσῳ θεὶς καὶ εἰπὼν ὅπερ ἐφοβεῖτο, ἵνα διὰ τούτου ὥσπερ προδιορθώσηται τὴν μέλλουσαν συμβουλήν. F 4 T Bc ( → 117e) AfVbWd τὸ . |
| 1 117e | .. ἐπιτιμᾶν] ἐντεῦθεν προοίμια εἰς τὸ τοῦ δυνατοῦ κεφάλαιον, ὅπερ τέτμηται εἰς δύο, εἴς τε τὴν παρασκευὴν τοῦ στρατεύματος καὶ εἰς χρημάτων πόρον. φασὶν οἱ ἐξηγηταὶ ὡς κείμενον ἐν μέσῳ τῷ λόγῳ τοῦτο τὸ προοίμιον διὰ τοῦτο εἰσῆκται καὶ ἐναγώνιον ἵν’ ἔχῃ τι καὶ ἀγῶνος. ὁ δὲ Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ κατ’ ἀρχάς φησιν (6, 1)· ‘ἴσως τινὲς ὑμῶν θαυμάζουσιν ὅτι τὸν ἄλλον χρόνον ἐμμεμενηκὼς τοῖς τῆς πόλεως νομίμοις τοσαύτην πεποίημαι μεταβολήν.‘ τοῦτο δὲ γίνεται ὅταν ὁ ῥήτωρ θαρρῇ ἀξίας τὰς λύσεις δοῦναι. TBc 〈ἄν τι〉] ὧν εἴποιεν. |
| 1.118 | Pr φημὶ δὴ διχῇ] τὸν τρόπον τῆς βοηθείας εἰσηγεῖται. |
| 1 119a | ἔστι δὲ οὗτος τοῦ δυνατοῦ κεφαλαίου. πᾶσα γὰρ καιρῶν καὶ τρόπων ἐξέτασις ἐπὶ τὸ δυνατὸν ἔχει τὴν ἀναφοράν· ἐν τούτῳ γὰρ δείκνυται πῶς ἔνεστι κρατῆσαι τῶν ἐναντίων. F 4 A 2 RTBcAfVbWd ἐπεὶ δὲ οἶδε τοὺς Ἀθηναίους πολλῇ δεδουλωμένους ῥαθυμίᾳ, προτείνει αὐτοῖς δύο βοηθείας, ἵνα κἂν τὴν μίαν ποιήσωσιν. |
| 1 119b | F 4 TBcAfVbWd 〈ὀκνῶ〉] ἀντὶ φοβοῦμαι. |
| 1.120 | F 4 μάταιος] Ἀττικὸν τὸ ‘μάταιος ἡ στρατεία‘. |
| 1.121 | F 4 ὑπομείνας τοῦτ’ Ὄλυνθον] οἰκεία ἡ λέξις. |
| 1 122a | ὑπομεῖναι γὰρ λέγομεν ἐπὶ τοῦ καρτερεῖν, ὅταν ἴδωμεν τὰ οἰκεῖα πάσχοντα. F 4 STBcAfVbWd ( → 122c) τὸ δὲ ‘παραστήσεται‘ χειρώσεται. |
| 1 122b | F 1 vpTBcAfVbWd στικτέον δὲ ἐνταῦθα, ἵν’ ᾖ· ‘ὑπομείνασ‘ καὶ ἐάσας τὴν πατρίδα αὐτοῦ κακῶς πάσχουσαν ‘παραστήσεται‘ ἐν τοσούτῳ Ὄλυνθον· καὶ εὐχερῶς ἐλθὼν εἰς τὴν Μακεδονίαν, ὡς λαβὼν τοὺς Ὀλυνθίους πρὸς συμμαχίαν, ἀμυνεῖται ἡμᾶς ἐκεῖσε. |
| 1 122c | TBcAfVbWd ὑπόθεσις καὶ ἀναπλήρωσις τὸ σχῆμα· ἔστι δὲ τῆς εὐκρινείας. |
| 1 122d | T ἀπὸ θεῶν καὶ συμπλήρωμα τὸ σχῆμα, ὅπερ ἐστὶ τῆς εὐκρινείας. |
| 1 122e | Bc περιέσται τῷ χρόνῳ] τὸ δυνατὸν ἐντεῦθεν τοῖς Ὀλυνθίοις πραγματεύεται, μὴ ποιούμενος εὐχερῆ τὴν τούτων ἅλωσιν ὡς ἐπὶ τῶν ἄνω πόλεων. |
| 1 123a | S περιέσται τῷ χρόνῳ] ὅρα πῶς ἐπὶ τῶν ἄνω πόλεων εἰπὼν ὅτι εὐχερῶς αὐτὰς ἔλαβεν, ἐπὶ τῆς Ὀλύνθου εἶπε τὸ δυσχερές, διὰ τοῦ εἰπεῖν ‘τῷ χρόνῳ περιέσται‘ τὸ δυνατὸν Ὀλυνθίοις πραγματευόμενος. |
| 1 123b | F 4 TBcAfVbWd περὶ δὲ χρημάτων πόρου] μετέρχεται ἐπὶ τὸ δυνατὸν κεφάλαιον. |
| 1.124 | μερίζει δὲ τοῦτο εἰς δύο, εἴς τε χρημάτων εὐπορίαν καὶ ἀνδρῶν δύναμιν. F 4 STBcAfVbWd ὡς βούλεσθε λαμβάνετε] ἀντὶ τοῦ ‘εἰς τὰς θέας αὐτὰ λαμβάνετε‘· ὑποσιωπήσει ἐχρήσατο. |
| 1 125a | A 2 τὸ σχῆμα ὑποσιώπησις. |
| 1 125b | F 1 S ὡς . |
| 1 125c | .. λαμβάνετε] πάλιν ὑποσιωπήσει ἐχρήσατο ἀντὶ τοῦ εἰπεῖν ‘εἰς τὰς θέας αὐτὰ λαμβάνετε‘. TBcAfVbWd ἀντὶ τοῦ εἰπεῖν ‘εἰς τὰς πανηγύρεισ‘ ὑποσιωπήσει ἐχρήσατο. |
| 1 125d | Pr πολὺ τὸ ἐνδιάθετον ἐνταῦθα διὰ τὴν ὑποσιώπησιν καὶ ἐπιδιόρθωσιν. |
| 1 125e | Ac 〈ἀποδώσετε〉] τὸ δὲ ‘ἀποδώσετε‘ καλῶς εἶπε καὶ οὐχὶ ‘δώσετε‘. |
| 1 126a | δείκνυσι καὶ διὰ τούτου ὅτι οὐκ ἔστιν αὐτῶν, ἀλλὰ τῶν στρατιωτῶν. F 4 ἀποδώσετε] καλῶς εἶπε τὸ ‘ἀποδώσετε‘ καὶ οὐχὶ ‘δώσετε‘. |
| 1 126b | ἀποδίδωσι γάρ τις τὸ ἀλλότριον ἐκείνῳ οὗ οἶδεν ὂν τὸ πρᾶγμα· ὥστε ταῦτα, φησίν, οὐκ ἔστιν ὑμέτερα, ἀλλὰ τῶν στρατιωτῶν οἰκεῖα. TBcAfVbWd ἐνδεῖ τοῦ πόρου] ἐνδεῖσθαι μέν ἐστι τὸ παντελῶς μὴ ἔχειν, προσδεῖσθαι δὲ τὸ ἔχειν μὲν μέρος, ἔτι δὲ δεῖσθαι πρὸς τὸ τέλειον. |
| 1.127 | φησὶν οὖν ὅτι, εἰ μὲν ἀποδώσετε τὰ χρήματα, οὐ μέλλετε προσδεῖσθαι διὰ τὸ ἀρκούντως ἔχειν, εἰ δὲ μή, προσδεῖσθε. εἶτα ἐπειδὴ ἔμφασίν τινα παρεῖχεν, ὅτι ἐστὶ καὶ ἄλλα ἐκτὸς τῶν θεωρικῶν ἃ λαμβάνοντες ὀλίγων προσδέονται, ἐπήγαγε τὸ ‘μᾶλλον δὲ παντὸς ἐνδεῖ τοῦ πόρου‘· ὡς εἰ μὴ ἀποδώσετε τὰ θεωρικά, παντελῶς ἀπορήσομεν. F 4 TBcAfVbWd τί οὖν ἄν τις εἴποι] ἀνθυποφορὰ πάλιν. |
| 1 128a | ‘σύ‘ φησι ‘γράφεις τὰ θεωρικὰ εἶναι στρατιωτικά;‘ εἶτα λύει, ὅτι συμβουλεύω μέν, οὐ γράφω δέ, τὸ κίνδυνον εἰδὼς καὶ τὸν Εὐβούλου νόμον μὴ ἀγνοῶν. TBcAfVbWd ἡ γνώμη ἀποφαντική. |
| 1 128b | T 〈ἐγὼ μὲν〉] λύσις ἀπὸ τῆς λέξεως· οὐδὲ γὰρ γράφω, φησίν, ἀλλὰ συμβουλεύω. |
| 1.129 | S ἐγὼ μὲν γὰρ ἡγοῦμαι] ἐγὼ μέν, φησιν, εἰς τοὺς στρατιώτας 〈δεῖν〉 ἀναλωθῆναί φημι· ὑμεῖς δὲ εἰς τὰς ἑορτὰς λαμβάνετε. |
| 1.130 | TBcAfVbWd κατασκευασθῆναι] ὡς παντελῶς ἀπαλλοτριωθέντος τοῦ στρατιωτικοῦ παρὰ τοῖς Ἀθηναίοις κατασκευασθῆναι εἶπεν ἢ ὡς ἐπὶ κτημάτων παντελῶς διαφθαρέντων. |
| 1 131a | ἀπὸ τοῦ ποιουμένου δὲ εἶπε τὸ ποιοῦν. STBcAfVb Wd οἰκείως τῇ λέξει ἐχρήσατο ὡς διαφθαρέντος τοῦ στρατεύειν παντάπασιν. |
| 1 131b | Pr σύνταξιν] σύνταξίς ἐστι δύο πραγμάτων ὥσπερ ἕνωσις· εἰώθασι δ’ οἱ παλαιοί, ἐπειδάν τι ἀσαφὲς νομίζωσι λέγειν, διὰ τῆς ἐπαγωγῆς αὐτὸ λύειν, ὥσπερ καὶ ὁ ποιητής· εἰπὼν γὰρ (Ε 586) ‘κύμβαχοσ‘ ἐπήγαγεν ‘ἐπὶ βρεχμόν τε καὶ ὤμουσ‘· καὶ πάλιν εἰπὼν (Λ 547) ‘ἐντροπαλιζόμενοσ‘ ἔφη ‘γόνυ γουνὸς ἀμείβων‘. |
| 1 132a | οὕτω καὶ ὁ ῥήτωρ εἰπὼν ‘σύνταξισ‘ ἐπήγαγε τὸ ‘λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα‘. F 1 S ἕνωσιν. |
| 1 132b | Pr 〈τὰ δέοντα〉] νῦν γὰρ εἰς θέας λαμβάνοντες οὐ δεόντως λαμβάνετε· εἰς δὲ τὸ στρατεύειν δοθέντα δεόντως δοθήσεται. |
| 1.133 | Pr 〈ὑμεῖς δ’ οὕτω πωσ〉] πραγμάτων παρένθεσις. |
| 1.134 | T 〈εἰς τὰς ἑορτάσ〉] λειπόμενον, εἰ μὴ βούλεσθε ἀποδοῦναι τὰ χρήματα τοῖς στρατιώταις. |
| 1.135 | S ἔστι λοιπὸν] οὐδὲν ἔτι, φησίν, ὑπολείπεται, ἐὰν μὴ βούλησθε τὰ χρήματα τοῖς στρατιώταις ἀποδοῦναι ἢ εἰσφέρειν ὑμᾶς ἀπὸ τῶν ἰδίων οὐσιῶν. |
| 1 136a | TBcVbWd οὐχ ὁρίζει δὲ τὴν ποσότητα ἵνα μὴ λυπηρὸς δόξῃ τοῖς Ἀθηναίοις, ἀλλὰ τὸν καιρὸν καὶ τὴν ἀνάγκην ἐποίησεν ὁρίζουσαν. |
| 1 136b | F 4 TBcVbWd εἰ μὴ τὰ θεωρικὰ στρατιωτικὰ ποιήσετε. |
| 1 136c | Pr δεῖ δὲ χρημάτων] ὡς εἰ ἔλεγεν, εἴτε πολλῶν εἴτε ὀλίγων δεῖσθε, οὐκ ἐμὸν εἰπεῖν, ἀλλὰ τῆς χρείας· τοῦτο δὲ οἶδα ὅτι πάντως χρῄζετε. |
| 1 137a | STBc AfVbWd τοῦτο πρὸς τὸ προκείμενον εἶπεν· ἀεὶ γὰρ χρημάτων δεῖται ὁ πόλεμος. |
| 1 137b | F 1 S οὐδὲν ἔστι γενέσθαι] εἴποι ἄν τις· ‘τί οὖν; καὶ ἐν τῷ εὔχεσθαι δεόμεθα χρημάτων ἢ ἐν τῷ σωφρονεῖν;‘ λέγομεν δὲ ὅτι πρὸς τὸ προκείμενον εἶπεν ἤτοι τὸν πόλεμον· ἀεὶ γὰρ ὁ πόλεμος χρημάτων δεῖται. |
| 1.138 | TBcAfVbWd λέγουσι δὲ καὶ ἄλλοι] διὰ μὲν τοῦ ‘λέγουσιν‘ δηλοῖ ὅτι καὶ τοὺς ἄλλους συμψήφους ἔχει εἰς τὴν ἀποφαντικὴν γνώμην αὐτοῦ, ἤγουν ὅτι οὐκ ἔστιν ἄνευ χρημάτων κατορθώσασθαί τι· διὰ δὲ τοῦ τιθέναι ἐπ’ ἐκείνοις τὴν αἵρεσιν παριστᾷ τὴν οἰκείαν βουλὴν ὑπερφερομένην τὰς τῶν ἄλλων. |
| 1.139 | Bc ἄξιον δ’ ἐνθυμηθῆναι] πληρώσας τὸ ἓν μέρος τοῦ δυνατοῦ, τουτέστι τὸ τῆς πόλεως, ἐντεῦθεν ἐπὶ τὸ ἕτερον μέρος ἐλήλυθε τὸ τοῦ Μακεδόνος. |
| 1 140a | μὴ ἔχων γὰρ δεῖξαι τοὺς Ἀθηναίους δυνατούς, καθὸ πολλὰ ἀπώλεσαν, τεχνικῶς ἐκ τοῦ ἐναντίου πειρᾶται κατασκευάσαι ὅτι δύνανται τὴν Φιλίππου δύναμιν καθαιρεῖν. F 4 STBc ( → 140d) AfVbWd τὸ δεύτερον μέρος τοῦ δυνατοῦ. |
| 1 140b | Svp ἄξιον δ’ ἐνθυμηθῆναι] πληρώσας τὸ ἓν μέρος τοῦ δυνατοῦ, τουτέστι τὸ τῆς πόλεως, καὶ διαλεχθεὶς περὶ χρημάτων καὶ τοῦ καιροῦ μνησθείς, ἐντεῦθεν ἐπὶ τὸ ἕτερον μέρος ἐλήλυθε τὸ τοῦ Μακεδόνος, ὅπερ ἐκ παντὸς μέρους ἐξήτασεν εἰκότως, ἐπειδὴ πολλὴν ἔχει παρὰ τοῖς Ἀθηναίοις ὑπόνοιαν ὡς ἰσχυρὸς ὁ Φίλιππος. |
| 1 140c | ἤρξατο δὲ τοῦ κεφαλαίου λαβὼν ὥσπερ ἀντίθεσιν· ‘ἀλλὰ χαλεπὸν πολεμεῖν Φιλίππῳ καλῶς αὐτῷ κατεσκευασμένων τῶν πραγμάτων‘. διέσυρε μὲν καὶ ἐν αὐτῇ τῇ θέσει τὴν ἀντίθεσιν, εἰπὼν ὡς οὐκ εὐτρεπῶς ἔχει τὰ πράγματα Φιλίππῳ, ‘ὡς φήσειεν ἄν τις μὴ σκοπῶν ἀκριβῶσ‘, διδοὺς μὲν ἐκ τῶν ἔξωθεν φαντασίαν ἰσχυρὸν εἶναι τὸν Φίλιππον, ἵνα μὴ παντελῶς ἀναισχυντεῖν δοκῇ λέγων εὐθὺς ἀσθενῆ καὶ ταπεινόν· ἄγων δὲ αὐτοὺς κατ’ ὀλίγον εἰς ἐπίσκεψιν τῆς δυνάμεως, ἵνα λάβῃ καιρὸν τοῦ σαθρὰν ἀποδεῖξαι τὴν ῥώμην τοῦ Μακεδόνος, κέχρηται πολλῇ βίᾳ κατὰ τὴν λύσιν τῆς ἀντιθέσεως. λεγόντων γὰρ τῶν Ἀθηναίων ὅτι ‘πόλεμον οὐκ ἂν ἐξήνεγκε τὸν πρὸς τοὺς Ὀλυνθίους, εἰ μὴ καλῶς εἶχεν αὐτῷ τὰ πράγματα κατὰ τὴν ἀρχήν‘, αὐτὸς βιαίως ἀντιστρέψας ἔλυσεν ὅτι ‘οὐκ ἂν ἐξήνεγκε τὸν πόλεμον‘, εἰ προσεδόκησεν αὐτῷ μάχης καὶ ἀγῶνος δεήσειν· οὐκ ἄρα καλῶς αὐτῷ κατεσκεύασται τὰ πράγματα. παραδόξου δὲ οὔσης τῆς λύσεως, ὅτι ἐπὶ πόλεμον τοσοῦτον ἐξιὼν οὐ προσεδόκα μαχήσεσθαι, τὴν θεραπείαν αὐτῆς ἐξ ἔθους ἐποιήσατο. προσεδόκα γὰρ ἐφόδου μόνης αὐτῷ δεήσειν ὥσπερ ἐπὶ τῶν ἄλλων. S λύσις τῆς Ἀθηναίων ὑπονοίας ὡσ‘ οὐκ ἐξήνεγκε τὸν πρὸς Ὀλυνθίους πόλεμον, εἰ μὴ καλῶς εἶχεν αὐτῷ τὰ πράγματα‘, αὐτὸς δὲ βιαίως ἀναστρέψας ἔλυσεν ὡς ‘οὐκ ἂν ἐξήνεγκε τὸν πόλεμον‘, εἰ προσεδόκησε μαχήσεσθαι· τὴν δὲ θεραπείαν τῆς παραδόξου λύσεως ἐξ ἔθους ἐποιήσατο. |
| 1 140d | TBc ἡ δευτέρα ἄρνησις μέρος ἐστὶ τῆς ἄνω καὶ κατασκευαστικὴ καὶ λύσις τοῦ ἀντιπίπτοντος· ‘καὶ πῶς 〈ἂν〉 ἐξήνεγκε τὸν πόλεμον;‘ Bc οὔτε γὰρ ὡς δοκεῖ] οὐχ οὕτως αὐτῷ ἔχει τὰ πράγματα εὐτρεπῶς, οὐδὲ ὥς τις νομίζει κάλλιστα. |
| 1.141 | TBcAfVbWd 〈τὰ παρόντα〉] ἤγουν τὰ ἐν τῇ Ὀλύνθῳ. |
| 1.142 | Pr 〈ἐξήνεγκε〉] πρὸς τοὺς Ὀλυνθίους. |
| 1.143 | Pr 〈αὐτὸν〉] τὸν πόλεμον. |
| 1.144 | Pr 〈τὰ πράγματα〉] τὰ τῶν Ὀλυνθίων. |
| 1.145 | Pr 〈ἀναιρήσεσθαι〉] ἐκ μόνης τῆς θέας. |
| 1.146 | Pr κᾆτα διέψευσται] καὶ εἶτα διέψευσται τῆς ἐλπίδος καὶ τῆς προσδοκίας· ἰδοὺ γὰρ πολεμοῦσιν αὐτῷ παρὰ τὴν αὐτοῦ προσδοκίαν. |
| 1 147a | TAfVbWd τῆς ἐλπίδος. |
| 1 147b | Pr εἶτα τὰ τῶν Θετταλῶν] οὐκ εἶπεν ‘οἱ Θετταλοί‘, ἀλλὰ ‘τὰ τῶν Θετταλῶν πράγματα‘, ἵνα λέγῃ τὴν ἀπιστίαν καὶ δηλώσῃ ὅτι ἀεὶ συζῶσιν αὐτῇ. |
| 1 148a | TBcAfVbWd πράγματι ἀντὶ προσώπου ἐχρήσατο. |
| 1 148b | F 2 T 〈τὰ τῶν Θετταλῶν〉] ταράττει αὐτόν. |
| 1.149 | Pr 〈κομιδῇ〉] διὰ τούτου πλέον ηὔξησε τὴν ἀπιστίαν. |
| 1 150a | S τὸ ‘κομιδῇ‘ αὔξησίς ἐστιν ἐπὶ Φιλίππου. |
| 1 150b | F 4 κομιδῇ] ἀντὶ τοῦ ἐπὶ Φιλίππου πλέον τὴν ἀπιστίαν ηὔξησεν. |
| 1 150c | AfVb Wd καὶ γὰρ Παγασὰς] ἡ ἱστορία οὕτως· Ἀλεύας, ἀπόγονός τις τοῦ Ἡρακλέους, Θετταλός, ἐτυράννησε Θετταλῶν, εἶτα καὶ οἱ τούτου παῖδες. |
| 1.151 | μὴ φέροντες οὖν τὴν τυραννίδα οἱ Θετταλοὶ καὶ ἀποροῦντες τί δεῖ ποιεῖν, μετεπέμψαντο πρὸς συμμαχίαν τὸν Φίλιππον. εἶτα ἐλθὼν ἐκεῖνος ἐξέβαλε τοὺς Ἀλευάδας ἐκ τῆς τυραννίδος· καὶ ὑπὲρ τούτου χάριν αὐτῷ ὁμολογοῦντες οἱ Θετταλοὶ δεδώκασιν αὐτῷ νέμεσθαι Παγασὰς καὶ τὰ χρήματα τὰ ἐκ τῶν λιμένων καὶ τῆς ἀγορᾶς. ἄπιστοι δὲ Θετταλοὶ ἐνομίσθησαν ἢ διὰ τὸ τὸν Ἰάσονα, Θετταλὸν ὄντα, ἄπιστον ὀφθῆναι περὶ τὴν Μήδειαν, ἢ ὅτι ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἐν αὐτῇ τῇ παρατάξει ἀπὸ Ἀθηναίων πρὸς Λακεδαιμονίους μετετάξαντο, ὥς φησιν ὁ Θουκυδίδης (1, 107). ἡ δὲ Μαγνησία χώρα τις ἦν πλησίον Θετταλίας, ὑπείκουσα αὐτοῖς· ἔστι δὲ καὶ πόλις ὁμώνυμος αὐτῇ. χαριζόμενος οὖν τοῖς Θετταλοῖς ὁ Φίλιππος ταύτην αὐτοῖς κατεδουλώσαντο ἀποστᾶσαν αὐτῶν· μετὰ δὲ ταῦτα φρούριον ᾠκοδόμησεν ἐν αὐτῇ τῇ πόλει τῶν Μαγνήτων, ἵνα μὴ καὶ δεύτερον ἀποστῶσι, τὸ δὲ ἀληθὲς κατ’ αὐτῶν Θετταλῶν. οἱ δὲ γνόντες τοῦτο αὐτὸ ἐκώλυσαν αὐτὸν τειχίζειν. F 4 STBcVbWd ἤκουον δ’ ἐγὼ γέ τινων] τοῦτο σόφισμά ἐστιν· ἐξ ἀορίστου δὲ καὶ πληθυντικοῦ συνιστᾷ τὸν ἑαυτοῦ λόγον· εἴωθε γὰρ τοῦτο ὁ Δημοσθένης ποιεῖν. |
| 1.152 | εἰ μὲν παρεισάγει ἀόριστον πρόσωπον καὶ τοῦτο ἑνικόν, συνιστᾷ αὐτὸ καθ’ ὅσον οἷόν τε, ὡς ἐν τῷ κατ’ Ἀνδροτίωνος, ἀνδρὸς καὶ οὐχ οἵου τε ψεύδεσθαι· εἰ δὲ πληθυντικῶς, θαρρεῖ τῷ πληθυσμῷ· ἵνα δὲ μὴ εἴπωσιν αὐτῷ ‘ἀλλὰ ψεύδονταί σε‘, λέγει καὶ τὴν ἐξ ἐκείνων κατασκευὴν καθ’ ἣν ἄξιοι ἂν εἶεν πιστεύεσθαι, οἷον ‘τὰ γὰρ κοινὰ‘ καὶ τὰ ἑξῆς. BcOb 〈τινων〉] οὐκ εἶπε ‘τινὸσ‘, ἀλλὰ ‘τινῶν‘, τῷ πλήθει τῶν μαρτύρων 〈τὸν〉 λόγον πιστούμενος. |
| 1.153 | F 4 〈ἀπὸ τούτων〉] ἤγουν ἀπὸ τῶν ἐξ αὐτῶν προσόδων. |
| 1.154 | Pr 〈τοῖς ξένοισ〉] καὶ γὰρ οὐ μόνον Μακεδόσιν, ἀλλὰ καὶ ξένοις ἐχρῆτο πρὸς τὴν στρατείαν. |
| 1.155 | Pr ἀλλὰ μὴν τόν γε Παίονα] δείξας αὐτοῦ τὸ ἀσθενὲς ἀπὸ τῶν Ἑλλήνων, βούλεται καὶ ἀπὸ τῶν βαρβάρων τὸ ὅμοιον ἐργάσασθαι. |
| 1 156a | καὶ δι’ αὐτῆς δὲ τῆς λέξεως εὐτέλισε τὴν δύναμιν· οὐ γὰρ εἶπε πληθυντικῶς, ἀλλ’ ἑνικῶς ‘Παίονα καὶ Ἰλλυριόν‘. F 4 TBcAfVbWd ἀλλὰ . |
| 1 156b | .. Παίονα] δείξας αὐτοῖς τὸ ἀσθενὲς ἀπὸ τῶν Ἑλλήνων, δείκνυσι καὶ ἀπὸ τῶν βαρβάρων τὸ ὅμοιον ἐργάσασθαι. S Παίονες καὶ Ἰλλυριοὶ Φιλίππῳ κατ’ ἀνάγκην ὑπήκουον καὶ ἄλλ’ ἄττα τῶν ἐθνῶν. |
| 1 156c | Pr αὐτονόμους ἥδιον ἂν καὶ ἐλευθέρους] τὴν ἐπιθυμίαν αὐτῶν ἀπόδειξιν αὐτάρκη νομίζει τοῦ πρὸς αὐτὸν ὑπόπτως ἔχειν. |
| 1.157 | ἰδὼν δὲ πρὸς ταῦτα φερόμενον ἀντιπῖπτον ὅτι ‘πολλοὶ καὶ παρὰ συνήθειαν δουλωθέντες ἔστερξαν καὶ βέβαιοι τοῖς κρατοῦσιν ἔμειναν‘, ἐκ τοῦ Φιλίππου τρόπου τὸ ὑφορμοῦν ἔλυσεν. ὑβριστὴς γάρ, φησιν, ὁ ἀνήρ. τίς δ’ ἂν τῶν ὑπηκόων τοιοῦτον ἄρχοντα στέρξειεν; εἶτ’, ἐπειδὴ καὶ τοῦτο ἄδηλον, εἰ τοιοῦτος ὁ Φίλιππος, ὅρκῳ τὸ ἀμφισβητούμενον ἐπιστώσατο· ‘καὶ μὰ Δί’ οὐδὲν ἄπιστον ἴσωσ‘. καὶ ἡ τελευταία τοῦ ἐνδοιασμοῦ προσθήκη καὶ τῷ ῥήτορι τὴν ἐπιορκίαν διορθοῦται καὶ τοὺς ἀκούοντας παράγει μὴ ταχέως συνορᾶν δυναμένους τί τὸ ‘ἴσωσ‘ βούλεται τῷ ῥήτορι. διὸ καὶ δεδοικὼς καθολικῶς τῇ γνώμῃ τὴν πρότασιν ἐβεβαίωσε. S 〈ἐλευθέρους ἢ δούλουσ〉] ἐπεὶ καὶ πρότερον ἐβασιλεύοντο. |
| 1.158 | T καὶ γὰρ εὐήθεις τοῦ κατακούειν] δεῖ προσέχειν τῇ λέξει· οὐ γὰρ εἶπεν ‘ἀκούειν‘ μόνον, ἀλλὰ ‘κατακούειν‘, ὅ ἐστι πάνυ ἀκούειν, ὥστε καὶ δούλους νομίζεσθαι. |
| 1 159a | F 4 TBcAfVbWd ὁ δὲ Φίλιππος, φησίν, ὑβριστὴς καὶ ἐπαχθής. |
| 1 159b | TBcAfVbWd ἤγουν πάνυ ἀκούειν, ὥστε καὶ δούλους νομίζεσθαι. |
| 1 159c | S 〈ἄπιστον〉] αὐτὸν εἶναι τοιοῦτον. |
| 1.160 | Pr τὸ γὰρ εὖ πράττειν] ἐπειδή, φησιν, οἱ παρ’ ἀξίαν εὐτυχοῦντες οὐ δύνανται φυλάξαι τὴν εὐτυχίαν διὰ τὸ πονηρὸν τῆς γνώμης, δεδώκασιν ἀφορμὴν τοῦ λέγειν ἄλλοις ὅτι δυσχερέστερόν ἐστι τὸ φυλάξαι ἤπερ κτήσασθαι· ὅπερ οὐκ ἔστιν ἀληθές. |
| 1 161a | F 4 TBcAfVbWd σημείωσαι, γνωμικὴ περίοδος. |
| 1 161b | F 2 vp 〈τὸ φυλάξαι〉] ἤγουν τηρῆσαι ὡσαύτως ἔχειν καὶ μὴ μεταβαλεῖν εἰς κακίαν. |
| 1.162 | Pr 〈τἀγαθὰ〉] τὰ ἐπελθόντα τινί. |
| 1.163 | Pr δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι] πληρώσας τὴν ἐξέτασιν τοῦ δυνατοῦ καὶ σαθρὸν πανταχόθεν ἀποδείξας τὸν Φίλιππον εἰς προτροπὴν μετῆλθεν. |
| 1 164a | διενήνοχε δὲ προτροπὴ συμβουλῆς, ὅτι ἐν μὲν τῇ συμβουλῇ καὶ τὸ ἀγαθὸν ὑπὲρ οὗ συμβουλεύομεν ἀμφισβήτησιν ἔχει, καὶ ὁ τρόπος δι’ οὗ ἂν περιγενοίμεθα τῶν χρησίμων ἀντίρρησιν ἐπιδέχεται· ἐν δὲ τῇ προτροπῇ καὶ τὸ ἀγαθὸν πρόδηλον καὶ ὁ τρόπος. οὐδεὶς γὰρ προτρέπων ἐπιτίθεται καὶ τὸν τρόπον δι’ οὗ κρατῆσαι δυνατόν. ἐπικοινωνεῖ δὲ τοῖς εἴδεσι τούτοις καὶ ἡ παραίνεσις. συμβουλὴ γάρ τις εἶναι δοκεῖ, παρόσον ἐκείνῳ διαφέρει τῆς προτροπῆς, ὅτι ἐν παραινέσει ὥσπερ ἐν τῇ συμβουλῇ καὶ τὸν τρόπον ἐκτιθέμεθα δι’ οὗ κατορθώσομεν τὸ προκείμενον. πλὴν ἐκεῖνο προσήκει γινώσκειν, ὅτι ἐπιπλέκεται τοῖς εἴδεσι τούτοις τὰ ἀλλήλων, καὶ συμβουλευτικὰ ἐν προτροπῇ καὶ τοὐναντίον ἐν συμβουλῇ προτρεπτικά. τὸ δ’ αὐτὸ καὶ ἐν ταῖς παραινέσεσιν. ἐκ δὲ τοῦ πλεονάζοντος ἐν τῇ ὑποθέσει χρὴ τὸ εἶδος τοῦ λόγου γνωρίζειν. F 4 STBcVbWd παραβολὴ ἀπὸ τοῦ ἴσου. |
| 1 164b | TBc 〈τὴν ἀκαιρίαν〉] τὴν ἐν τοῖς πράγμασιν. |
| 1.165 | Pr συνάρασθαι τὰ πράγματα] ἔδει μὲν εἰπεῖν ‘συνάρασθαι τοῖς πράγμασιν‘, ἀλλ’ Ἀττικῶς εἶπεν. |
| 1 166a | ἡ δὲ ‘σὺν‘ πρόθεσις, ὡς εἰ ἔλεγε σὺν τῇ τύχῃ ἀγωνίζεσθαι ἐφ’ ἃ δεῖ. F 4 TBcAfVbWd συνάρασθαι τὰ πράγματα Ἀττικὸν ἀντὶ τοῦ τοῖς πράγμασιν. |
| 1 166b | A 2 τοῦτο τὸ ἔργον [ . |
| 1 166c | . ]αυθει συνάρασθαι· τὸ ἀναλαμβάνειν αἰτιατική. vp συλλαβεῖν καὶ ἁρπάσαι. |
| 1 166d | Pr πρεσβευομένους ἐφ’ ἃ δεῖ] πρεσβεύεσθαί φησιν ἐπὶ τῶν ἀγνοούντων τὸν Φίλιππον, ἵνα διδάξῃ αὐτοὺς μὴ πιστεύειν αὐτῷ· ἐπὶ δὲ τῶν εἰδότων μέν, φοβουμένων δέ, τὸ ἀγγέλλεσθαι ὑμᾶς ὅτι στρατεύεσθε, ἵνα παροξυνθῶσιν εἰς τὸ μηκέτι δεδιέναι αὐτόν. |
| 1.167 | A 2 STBcAfVbWd εἰ Φίλιππος λάβοι καθ’ ἡμῶν τοιοῦτον καιρὸν] εἰ τοιαῦται, φησίν, αὐτῷ προσγένοιντο πολλαὶ εὐπορίαι οἷαι νῦν ἡμῖν· καὶ πάλιν, εἰ πόλεμόν τινα σχοίημεν ὅμορον, ὡς αὐτὸς νῦν ἔσχε τὸν τῇ Ὀλύνθῳ γειτνιάζοντα. |
| 1 168a | TBcAfVbWd οἷος νῦν ἡμῖν κατ’ ἐκείνου. |
| 1 168b | Pr 〈πρὸς τῇ χώρᾳ〉] ἤγουν ὁμορῶν τῇ χώρᾳ, ὡς ὁ Φίλιππος νῦν ἔχει τὸν τῶν Ὀλυνθίων γειτνιάζοντα. |
| 1 169a | S τῇ ἡμετέρᾳ καθάπερ νῦν τῇ ἐκείνου· ἡ γὰρ Ὄλυνθος γείτων αὐτῷ. |
| 1 169b | Pr 〈εἶτ’ οὐκ αἰσχύνεσθε〉] τὸ σχῆμα δὲ ἐπιτίμησις. |
| 1 170a | F 2 TBcVbWd ἡ περίοδος ἐπιτιμητική, ἥ ἐστι μονόκωλος, φησὶν Ἑρμογένης (p. |
| 1 170b | 178, 10). TBc εἶτ’ οὐκ αἰσχύνεσθε] ἀσαφὲς εἶναι δοκεῖ τὸ χωρίον· ἄδηλον γὰρ τίνι χρὴ προσνεῖμαι τὸ ‘ταῦτα ποιῆσαι‘, πότερον τοῖς Ἀθηναίοις ἢ τῷ Φιλίππῳ· δοκεῖ γὰρ ἐφ’ ἑκατέρων ἁρμόζειν. |
| 1 170c | χρὴ οὖν ἐπὶ τῶν τοιούτων ἀσαφῶν καὶ ἐπαμφοτερίζειν δοκούντων ἐκ τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν ἰέναι· λυθήσεται γὰρ οὕτως ἡ ἀσάφεια. οἷον ἐπὶ τοῦ παρόντος εὐθὺς κάτωθεν ἀρξάμενος λέγε· ‘οὐ τολμήσετε καιρὸν ἔχοντες ταῦτα ποιῆσαι ἃ πάθοιτ’ ἂν εἰ δύναιτο ἐκεῖνος;‘ τὸ γὰρ πρότερον ἐπ’ ἀμφοτέρων λέγεσθαι δοκοῦν νῦν ἐφάνη περὶ μόνων τῶν Ἀθηναίων εἰρημένον. F 4 TBcAfVbWd εἰ μὴ δι’ ἃ πάθοιτ’ ἂν] ἔστι δὲ μονόκωλος σχοινοτενὴς περίοδος ἐν ὑπερβατῷ σχηματισθεῖσα. |
| 1.171 | F 2 TBcVbWd ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι] ὥσπερ τὸ συμφέρον εἰς δύο τέμνεσθαί φαμεν, εἴς τε αὐτὸ τὸ συμφέρον καὶ τὸ ἀναγκαῖον, οὕτω καὶ τὸ δυνατὸν εἴς τε αὐτὸ τὸ δυνατὸν ἁπλῶς καὶ τὸ ῥᾴδιον καὶ εἰς τὸ ἀναγκαῖον· ὅπερ ἐν τούτῳ τῷ χωρίῳ νῦν ἐξετάζεσθαί φαμεν. |
| 1 172a | δίδωσι γὰρ τοῖς Ἀθηναίοις· αἵρεσιν ποῦ χρὴ πολεμεῖν, καὶ τὸν μὲν ἐν Μακεδονίᾳ πόλεμον εὔκολον δείκνυσι, τὸν δὲ ἐπὶ τῆς Ἀττικῆς χαλεπὸν καὶ φοβερόν. F 4 TBc AfVbWd μετάβασις ἐπὶ τὸ ἀναγκαῖον. |
| 1 172b | F 2 TBc 〈ἐκεῖνα〉] τὰ τῶν Ὀλυνθίων. |
| 1.173 | Pr 〈Θηβαῖοι〉] πολὺ τὸ τῆς γοργότητος διὰ τὸ ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι καὶ βραχείαις. |
| 1.174 | F 2 S ἀλλ’ ὦ τᾶν] ἀνθυποφορὰ στοχαστικὴ ἣν λύει ἐκ τεκμηρίων. |
| 1 175a | F 4 A 2 TBcAfVbWd τὸ δὲ ‘ὦ τᾶν‘ δύο μέρη λόγου εἰσίν, ὦ καὶ ἐτᾶν, ὅ ἐστιν ὦ ἑταῖρε. |
| 1 175b | F 4 TBcAfVbWd 〈οὐχὶ βουλήσεται〉] ὁ Φίλιππος. |
| 1.176 | S 〈εἰ ἃ νῦν〉] τὸ ἐλθεῖν ἐφ’ ἡμᾶς. |
| 1.177 | TBc εἰ ἅ φησιν ἄνοιαν ὀφλισκάνων ὅμως ἐκλαλεῖ] ἤτοι ὅτι ἔρχομαι ἐπὶ τὴν Ἀττικήν. |
| 1.178 | ἆρα ἐὰν δυνηθῇ ταῦτα ποιῆσαι οὐ πράξει; ζητητέον δὲ πῶς ἐν τοῖς ἄνω δεινὸν αὐτὸν καλέσας καὶ εἰδότα χρήσασθαι πράγμασιν ἐνταῦθα μωρὸν ἀποκαλεῖ. λέγομεν ὅτι ἀπὸ πολλῆς ἐπιθυμίας τοῦ βούλεσθαι αὐτὸν ἐπὶ τὴν Ἀττικὴν ἐλθεῖν ποιεῖ αὐτὸν μὴ δυνάμενον ἑαυτοῦ κατασχεῖν, ἀλλὰ τὴν ἐπιθυμίαν ἐκλέγοντα τελειοῦν. F 4 STBcAfVbWd ἐγκαλεῖ] ἀντὶ τοῦ ἀπειλεῖ. |
| 1.179 | F 2 οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι] οὐ γὰρ δεῖ τὰ ὁμολογούμενα κατασκευάζειν· καὶ δύο κακῶν προκειμένων (κακὸν γὰρ ὁ πόλεμος) αἱρεῖται τὸ ἧττον. |
| 1.180 | F 4 STBcAfVbWd 〈εἰ γὰρ ὑμᾶσ〉] ἐπίλογος. |
| 1.181 | F 2 vpT ἔξω γενέσθαι] οὐχ ἁπλῶς λέγει ἔξω τῆς πόλεως, ἀλλ’ ἔξω τῆς χώρας ἐν τῇ Μακεδονίᾳ. |
| 1.182 | F 4 STBcAfVbWd τοὺς γεωργοῦντας] οὐχ ἁπλῶς τοὺς σκάπτοντας τὴν γῆν, ἀλλὰ καὶ τοὺς κεκτημένους τοὺς ἀγρούς. |
| 1.183 | F 4 TBcWd τὸν πρὸ τοῦ πόλεμον] τὸν περὶ Ἀμφίπολιν λέγει, εἰς ὃν χίλια διακόσια τάλαντα ἀνηλώθη. |
| 1.184 | F 2 STBcWd 〈πρόσεσθ’〉] τῇ ζημίᾳ περιφρόνησις. |
| 1.185 | Pr σώφροσι] τοῖς συνετοῖς καὶ σῴζουσι τὰς φρένας. |
| 1.186 | F 4 TVbWd πάντα δὲ ταῦτα] ἐκ τοῦ συμφέροντος κεφαλαίου τοὺς ἐπιλόγους εἴληφε· δεῖ γὰρ ἐκ τῶν ἰσχυρῶν ἀεὶ καὶ τῶν συνεκτικῶν τὰς ἀνακεφαλαιώσεις καὶ τοὺς ἐπιλόγους λαμβάνειν. |
| 1 187a | F 4 A 2 TBcAfVbWd ἐντεῦθεν ὁ ἐπίλογος. |
| 1 187b | F 1 vp οἱ ἐπίλογοι. |
| 1 187c | A 2 πάντα δὲ ταῦτα] ἐπίλογος. |
| 1 187d | SPr 〈ἐκεῖσε〉] εἰς τὴν Μακεδονίαν. |
| 1.188 | Pr 〈εὐπόρουσ〉] ἰστέον δὲ ὅτι ἀπό τε τύχης τοὺς εὐπόρους, ἀπό τε τῆς ἡλικίας τοὺς νέους, ἀπό τε τέχνης τοὺς ἀντιλέγοντας εἴληφε ἐπὶ τῷ παροξυσμῷ τῶν ἐπιλόγων καὶ τούς τε εὐπόρους καὶ τοὺς νέους φαίνεται ἐπ’ ὠφελείᾳ αὐτῶν παρεισάγων, τοὺς δὲ λέγοντας ὅτι καὶ μᾶλλον εἴ τις σκοποίη ἐπὶ βλάβῃ· οἱ γὰρ εὔποροι ἵνα ὀλίγα ἀναλίσκωσιν, οἱ δὲ νέοι ἵνα ἐν ἀλλοτρίοις τὰ πολεμικὰ μάθωσιν, οἱ δὲ λέγοντες ἵνα λαμβάνωσι τὰς εὐθύνας ῥᾳδίους· ὅπερ οὐ συμφέρον ἐστὶ τοῖς ῥήτορσιν. |
| 1.189 | ἀλλὰ φαμὲν ὡς λεληθότως ἑαυτὸν ἐξαιρεῖ· ἔστι γὰρ οὗτος ὁ λέγων ὡς δῆθεν οὐ φοβούμενος τὰς εὐθύνας ὅτι συμφέροντα λέγει. BcOb τοὺς δ’ ἐν ἡλικίᾳ] τοὺς νεωτέρους· ἡλικία γὰρ ἐξαιρέτως ἡ τῶν νεωτέρων· ἐν αὐτῇ γὰρ πάντα πράττειν δυνάμεθα. |
| 1 190a | TBcAfVbWd τοὺς νεωτέρους φησίν· ἐν ταύτῃ γὰρ τῇ ἡλικίᾳ πάντα πράττειν δυνάμεθα. |
| 1 190b | F 4 〈ἀκεραίου〉] ἀβλαβοῦς. |
| 1.191 | Pr 〈τοὺς δὲ λέγοντασ〉] ἤγουν τοὺς ῥήτορας. |
| 1 192a | F 4 SPr ἀπὸ κοινοῦ ἐκληπτέον τὸ ‘δεῖν βοηθεῖν καὶ ἀπωθεῖν ἐκεῖ τὸν πόλεμον‘. |
| 1 192b | S 〈εὔθυναι〉] αἱ βάσανοι. |
| 1 193a | S ἀπολογίαι καὶ κρίσεις φανεραὶ καὶ κάλλισται. |
| 1 193b | Pr 〈αὐτοῖσ〉] τοῖς λέγουσι. |
| 1.194 | Pr χρηστὰ δ’ εἴη παντὸς εἵνεκα] εὐχὴν προστίθησι τῇ συμβουλῇ, οἷον ‘εἴθε γένοιτο‘, φησί, ‘χρηστά, καὶ προβαίη καλῶς διὰ πάντας, οἷον διὰ τοὺς πλουσίους τοὺς νεωτέρους τοὺς ῥήτορασ‘. |
| 1 195a | F 4 TBcAfVbWd οὐ κυρίως τὸ εἵνεκα σὺν τῷ ι· ποιητικὸν γάρ. |
| 1 195b | F 4 T ΟΛΥΝΘΙΑΚΟΣ Β ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι] τοῦτον Διονύσιος (fr. |
| 2 1a | 15) προτάττει τῶν Ὀλυνθιακῶν, ἄρχοντάς τέ τινας καταλέγων καὶ ἐκ τοῦ προοιμίου πιστούμενος ἐκ περιχαρείας ληφθέντος. Καικίλιος (fr. 136) δὲ ἀντιλέγει πρῶτον ἀξιῶν τὸν πρῶτον νομιζόμενον. τὸ μὲν οὖν κατὰ τοὺς ἄρχοντας ἐν ἱστορίᾳ κεῖται καὶ ἴσως οὐκ ἀκριβῆ τὸν ἔλεγχον ἔχει· τὸ δὲ κατὰ τὸ προοίμιον οὐκ αὔταρκες εἰς ἀπόδειξιν. ἑτέραν γὰρ ἔχει πρόφασιν τὸ νόημα. ἐξ αὐτῶν δὲ τῶν Δημοσθένους εὑρίσκεται πρῶτος ὁ (1, 1) ‘ἀντὶ πολλῶν‘· ἐκεῖ γὰρ τὸ συμφέρον μάλιστα τὴν πλείστην ἐξέτασιν εἴληφεν, ἐνταῦθα δὲ τὸ δυνατόν, οὐδεὶς δὲ περὶ τοῦ δυνατοῦ βουλεύεται μὴ πρότερον εἰ συμφέρει σκοπήσας. ἔπειτα παρείληφεν ἐν τῷ δευτέρῳ τινὰ ὡς ὁμολογούμενα, ἅπερ ἐν τῷ προτέρῳ μετὰ πολλῶν ἀποδείξεων κατεσκεύασεν, οἷον εὐθὺς τὸ περὶ τῆς τῶν θεῶν εὐνοίας ἐνταῦθα μὲν ὡς ὁμολογούμενον ἐν προοιμίῳ τέθεικεν, ἐκεῖ (1, 10) δὲ δίκαιον λογιστὴν ἐζήτησε καὶ πολλὰς ἀποδείξεις ἐκόμισε τοῦ συμμάχους εἶναι τοὺς θεοὺς τῇ πόλει. πρόδηλον οὖν ὅτι διὰ τοῦτο νῦν οὐ κατεσκεύασεν ὅτι ἦν ἐν ἐκείνῳ πρότερον ἀποδείξας. Κεφάλαιον δὲ ἐν τῷ λόγῳ προηγούμενον καὶ μόνον ἐστὶ τὸ δυνατόν, καθαίρεσιν ἔχον τοῦ Φιλίππου. τούτου δὲ κατὰ σύμπαντα τὸν λόγον ἐξεταζομένου τρεῖς ἀπ’ αὐτοῦ πεπτώκασιν ἀντιθέσεις· μία μὲν καθολικὴ (cf. 2, 6) ‘φοβερὸς ὁ Φίλιπποσ‘, ἣν ἔλυσεν ἀπὸ τοῦ δικαίου, φήσας ὅτι ἀδικῶν ηὐξήθη, καὶ κατέλεξε τὰς ἀδικίας καὶ τὰς ἀσεβείας τοῦ Μακεδόνος. εἰ δὲ τοῖς ἀδικοῦσιν ἀπεχθάνονται οἱ κρείττους, ἀσθενής ἐστιν ὁ Φίλιππος πολεμίους ἔχων τοὺς θεούς. τῶν γὰρ ἀντιθέσεων αἱ μὲν τοῖς ὁμοιογενέσι λύονται κεφαλαίοις, αἱ δὲ τοῖς ἑτερογενέσι, ὥσπερ κἀνταῦθα τὸ δυνατὸν ἐλύθη τῷ δικαίῳ. ταύτης οὕτω λυθείσης τῆς ἀντιθέσεως δευτέρα πέπτωκεν ἀκολουθία (cf. 2, 9) ‘ἀλλ’ εἰ καὶ ὑποπτεύουσιν αὐτόν τινες, ὅμως βίᾳ καθέξει τὰ πράγματα τῷ τὰ χωρία καὶ λιμένας προειληφέναι‘. καὶ ταύτην ἔλυσεν ἀπὸ τοῦ δικαίου, φήσας ὅτι οὐ συνέστηκεν αὐτῷ μετ’ εὐνοίας τὰ πράγματα· Μακεδόνες αὐτὸν διὰ τοὺς συνεχεῖς πολέμους μισοῦσι, τῶν ξένων πεζέταιροι καὶ σώφρονες ἀπεληλαμένοι εἰσὶ καὶ τὰ ἑξῆς. μετὰ ταῦτα ἡ τρίτη ἐμπέπτωκεν ἀκολουθία (cf. 2, 22) ‘ἀλλ’ εἰ καὶ οὕτως ἔχει τὰ κατ’ αὐτόν, ὅμως εὐτυχής ἐστι καὶ διὰ τοῦτο φοβερόσ‘. ταύτην ἔλυσεν ἀπὸ συγκρίσεως, ὅτι τῆς Φιλίππου τύχης μείζων ἡ τῆς πόλεως τύχη, διότι καὶ δικαιότερον πράττομεν, οὐκ ἀπολαύομεν δὲ αὐτῆς τῷ μηδὲν αὐτοὶ βούλεσθαι πράττειν. Μετὰ ταύτην οἱ ἐπίλογοι παρρησίας μεστοὶ καὶ ἀξιώματος. τὰ μὲν γὰρ ἐπιτιμᾷ, τὰ δὲ διορθοῦται, καὶ τοὺς μὲν αἰτιᾶται τῶν ῥητόρων, τοῖς δὲ συναγορεύει στρατηγοῖς καὶ πλουσίοις. ἐσχημάτισται δὲ ὁ ἐπίλογος ὁ ἐπὶ τῶν χρημάτων τῶν θεωρικῶν φανερῶς μὲν μὴ λέγοντος διὰ τὸν νόμον, σχήματι δὲ πληροῦντος τὴν χρείαν. ποτὲ μὲν γάρ, φησιν, εἰσφέρετε χρήματα, ποτὲ δὲ ἡμεῖς αἴτιοι τοῦ μηδὲν γίγνεσθαι τῶν δεόντων, μὴ διδόντες χρήματα τοῖς στρατηγοῖς, ποτὲ δὲ ὅτι οὐ χρὴ τοὺς πλουσίους ἀναγκάζειν μόνους καὶ τριηραρχεῖν καὶ λειτουργεῖν καὶ εἰσφέρειν. ἐξ ὧν ἁπάντων λεληθότως αὐτοὺς ἀναγκάζει τῶν θεωρικῶν ἀποστῆναι μηδαμόθεν ἄλλοθεν εὐπορεῖν δυναμένους. S ( → 1c) ἐπὶ . |
| 2 1b | .. μοι] ἡ μὲν ὑπόθεσις τοῦδε τοῦ λόγου καὶ τὰ κεφάλαια παραπλήσια τῷ πρώτῳ. διενήνοχε δὲ κατ’ ἐκεῖνο μόνον, ὅτι ἐν μὲν τῷ πρώτῳ ζητεῖται εἰ χρὴ βοηθεῖν τοῖς Ὀλυνθίοις, ἐν δὲ τούτῳ τὸ μὲν βοηθεῖν ἤδη δέδεικται, τὴν δὲ ῥώμην ὀκνοῦσι τοῦ Μακεδόνος καὶ τὴν ἰσχύν, δι’ ἣν μάλιστα καὶ τὴν δημηγορίαν ταύτην ὁ ῥήτωρ πεποίηται, ὥστε πλεονάζον ἐν τῷ λόγῳ εἶναι κεφάλαιον τὸ δυνατόν. F 4 TBcAfVbWd ( → 1d) ἄλλως εἰς τὸ αὐτό· μία πρὸς τοῖς ἄλλοις ἀρετὴ προοιμίου τὸ παραμυθεῖσθαι τὰ λυποῦντα τὴν ὑπόθεσιν. |
| 2 1c | καὶ τῶν ἀντιπιπτόντων τὸ μὲν ὅλην παραλυπεῖ τὴν ὑπόθεσιν, τὸ δὲ πρὸς μέρος αὐτῇ ἀντιπίπτει. ἐνταῦθα τοίνυν πρὸς ἅπαντα μάχεται τὸν λόγον διὰ τὴν Φιλίππου δύναμιν, καὶ ὁ ἀκροατὴς δεδούλωται τὸ φρόνημα καὶ πάντας τοὺς τοῦ συμφέροντος ἀπωθεῖται λόγους, ὁ δὲ σύμβουλος οὐκ ἔχει πάροδον ἐπὶ τὰ ἄλλα μέρη τῆς ὑποθέσεως. τῶν γὰρ κεφαλαίων τὰ μὲν ἐξ αὐτῆς ἀνακύπτει τῆς τάξεως, οὐκ ὄντα πρῶτον γνώριμα τοῖς ἀκροαταῖς οὐδὲ ἐπιζητούμενα παρ’ αὐτῶν ἐξ ἀρχῆς, ὥσπερ ἐν τῷ πανηγυρικῷ τοῦ Ἰσοκράτους· ἔνια δὲ εὐθὺς καὶ πρὸ τῆς εἰσόδου ζητεῖται παρὰ τῶν ἀκροατῶν, πρὸς ἃ δεῖ τὸν ῥήτορα τὴν ἀπάντησιν εὐθὺς ἐκ προοιμίων ποιεῖσθαι· ὃ δὴ κἀνταῦθα γέγονε. τῆς γὰρ δυνάμεως τοῦ Μακεδόνος φοβούσης τοὺς Ἀθηναίους, ἐκ τῆς πρώτης ἐπιβολῆς ἀναιρεῖν πειρᾶται τὸν φόβον, ἀντιτάξας τῇ Φιλίππου ῥώμῃ τὴν τῶν θεῶν συμμαχίαν· δεῖ γὰρ τοῖς ἰσχυροῖς τῶν ἀντιπάλων ἰσχυρότερα τὰ παρ’ ἡμῶν ἀντιτιθέναι. φήσας δὲ ἐν πολλοῖς διαθεῖναι τοὺς θεοὺς τὴν ἑαυτῶν εὔνοιαν ἀκατάσκευον παρῆκε τὴν πρότασιν. ὅθεν καὶ μάλιστα δείκνυται δεύτερος ὢν οὗτος ὁ λόγος· ἐν γὰρ τῷ πρώτῳ φησί (1, 10)· ‘καί μοι δοκεῖ τις ἄν, ὦ Ἀθηναῖοι, δίκαιος λογιστήσ‘. νομίσας οὖν ἱκανῶς ἐκεῖ μεμαθηκέναι τὸν ἀκροατὴν περὶ τῆς τῶν θεῶν εὐνοίας, ἐνταῦθα λοιπὸν ὡς ὁμολογούμενον ἔθηκε, καὶ ἅπερ ἐκεῖ μετὰ ἀποδείξεων κατεσκεύασε, ταῦτα νῦν ὡς ὁμολογούμενα τέθεικεν εἰς ἑτέρων ἀπόδειξιν αὐτοῖς χρώμενος. καὶ τὸ (2, 1) ‘ἐπὶ πολλῶν‘ λαβὼν προλήψει κέχρηται πιστούμενος τὴν πρότασιν (τοῦ γὰρ εὔνους εἶναι τοὺς θεοὺς ἐπὶ τοῦ παρόντος τεκμήριον τὸ καὶ ἐπ’ ἄλλων πολλῶν φανερὰν γεγενῆσθαι τὴν εὔνοιαν), αἰνιττόμενος ὅτι ἐν τῷ προτέρῳ λόγῳ τοῦτο ἱκανῶς ἀπέδειξε, καὶ ἄλλως τὸ δυνατὸν ἰσχυρὸν κατασκευάζων τῶν Ἀθηναίων καὶ φανερὰν ἐχόντων τὴν εὔνοιαν. ἔστι δὲ τὸ προοίμιον οὐδὲν ἕτερον ἢ κατασκευὴ τοῦ δυνατοῦ τῶν Ἀθηναίων. S τῶν δὲ κεφαλαίων τὰ μὲν ἐξ αὐτῆς ἀνακύπτει τῆς τάξεως, οὐκ ὄντα πρῶτον γνώριμα τοῖς ἀκροαταῖς οὐδὲ ἐπιζητούμενα παρ’ αὐτῶν ἐξ ἀρχῆς· ἔνια δὲ εὐθὺς καὶ πρὸ τῆς εἰσόδου ζητεῖται παρὰ τῶν ἀκροατῶν, πρὸς ἃ δεῖ τὸν ῥήτορα τὴν ἀπάντησιν εὐθὺς ἐκ προοιμίων ποιεῖσθαι· ὃ δὴ κἀνταῦθα γέγονε. |
| 2 1d | τῆς γὰρ δυνάμεως τοῦ Μακεδόνος φοβούσης τοὺς Ἀθηναίους, ἐκ τῆς πρώτης ἐπιβολῆς ἀναιρεῖν πειρᾶται τὸν φόβον, ἀντιτάσσων τῇ Φιλίππου ῥώμῃ τὴν τῶν θεῶν συμμαχίαν· δεῖ γὰρ τοῖς ἰσχυροῖς τῶν ἀντιπάλων ἰσχυρότερα τὰ παρ’ ἡμῶν ἀντιτιθέναι. δείκνυται δὲ ὢν δεύτερος οὗτος ὁ λόγος ἐκ τῶνδε· ἐν γὰρ τῷ πρώτῳ περὶ τῆς τῶν θεῶν εὐνοίας ἀπόδειξιν παρασχὼν ἐνταῦθα ὡς ὁμολογούμενον ἔλαβεν. Ἰστέον δὲ ὅτι φησὶν ὁ Φιλόχορος (FGrHist 328 F 49—51) ὅτι τρεῖς βοήθειαι ἐπέμφθησαν, καθ’ ἕκαστον λόγον μιᾶς πεμπομένης, ὡς τῆς πρώτης μὴ ἐξαρκούσης. κεφάλαια δὲ ἐν μὲν τῷ πρώτῳ ἐπὶ πολὺ τὸ συμφέρον, ἐπ’ ὀλίγον δὲ τὸ δυνατόν· ἐνταῦθα δὲ τὸ ἐναντίον πολὺ μὲν τὸ δυνατόν, ὀλίγον δὲ τὸ συμφέρον. F 4 TBcAfVbWd ( → 1f) τὸ προοίμιον ἐξ ὑποδιαιρέσεως τόπος δεύτερος. |
| 2 1e | S ma δεύτερος τόπος τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων, τὸ σχῆμα τοῦ λόγου ἐξ ἀορίστου προσλήψεως· εἰρηκὼς γὰρ τὸ ‘ἐπὶ πολλῶν‘ ἀόριστον ἐπήγαγεν ὡρισμένον τὸ περὶ τῶν Ὀλυνθίων. |
| 2 1f | ὅμοιον τούτῳ τὸ εἰς τὸν ἅγιον Βασίλειον τοῦ θεολόγου προοίμιον. F 2 A 2 STBcVbWd τοῖς γὰρ προσώποις καὶ πρὸ τῶν πραγμάτων ἴδιαι παρακολουθοῦσιν ὑπολήψεις. |
| 2 1g | A 2 T BcWd ἐκ περιχαρείας εἴληπται τὸ παρὸν προοίμιον. |
| 2 1h | A 2 〈ἐπὶ πολλῶν〉] λείπει πραγμάτων. |
| 2.2 | vp 2 TBc 〈ἐν τοῖς παροῦσι〉] ἐν τῷ προσγενέσθαι ἡμῖν τοὺς Ὀλυνθίους συμμάχους. |
| 2.3 | STBc 〈τὸ γὰρ . |
| 2 4a | .. Φιλίππῳ ... γεγενῆσθαι〉] τοῦτό ἐστιν ἡ δευτέρα πρότασις, ἣν ὡς ζητουμένην παρὰ τῶν ἀκροατῶν διὰ τὸν παρόντα φόβον κατασκευάζει τοῖς ἐφεξῆς, ἃ φθάνει ἐν τῷ προτέρῳ λόγῳ διδάξας, οὐ μὴν τῶν αὐτῶν ἕνεκ’ ἐκεῖσε κἀνταῦθα παρείληπται· τότε μὲν γὰρ εἰς ἀπόδειξιν τῆς Φιλίππου πανουργίας καὶ ὅτι φανερὸς γενόμενος οὐ δυνήσεται παρακρούσασθαι τοὺς Ὀλυνθίους (‘ἄπιστον γὰρ ταῖς πολιτείαις ἡ τυραννίς, ἄλλως τε κἂν χώραν ὅμορον ἔχωσι‘ [1, 5]), νῦν δὲ εἰς πίστιν τῆς εὐνοίας τῶν θεῶν· ἐκεῖ γὰρ ἀποδείξας συμφέρειν τῇ πόλει τὸ τῶν Ὀλυνθίων ἀδιάλλακτον, ἐνταῦθα ὡς ὁμολογούμενον εἰς πίστιν παρέλαβε τοῦτο τῆς εὐνοίας τῶν κρειττόνων. S ἀφ’ ὧν καταβάλλει τὸν Φίλιππον ἀπό τε ῥώμης καὶ γνώμης, ἀπὸ τούτων συνιστᾷ τοὺς Ὀλυνθίους· καὶ πάλιν ἀφ’ ὧν καταβάλλει τὸν Φίλιππον ἀπό τε τῆς δυσμενείας τῶν θεῶν καὶ ἀπὸ τῆς ἀπιστίας τῆς πρὸς ἀνθρώπους, ἀπὸ τούτων συνιστᾷ τοὺς Ἀθηναίους ἀπό τε τῆς εὐνοίας τῶν θεῶν καὶ ἀπὸ τῆς πίστεως τῶν ἀνθρώπων. |
| 2 4b | πῶς γὰρ ἄπιστοι πρὸς ἀνθρώπους; ὅτι Ὀλύνθιοι τῷ Φιλίππῳ πολεμοῦσιν ἡμῖν προσερχόμενοι· ἐκ δ’ αὖ τῶν ἐναντίων δυνάμεθα λαμβάνειν τόπους ἐπὶ τοῖς πράγμασιν ἐναντίοις οὖσι. TBc 〈τὸ γὰρ τοὺς πολεμήσαντασ〉] κατασκευὴ τοῦ προοιμίου. |
| 2.5 | F 1 vp 2 PrS καὶ χώραν ὅμορον] εἰ καὶ εἶχον, φησί, δύναμιν καὶ ἐζήτουν αὐτῷ πολεμεῖν, οὐκ ἂν ἠδύναντο, εἴ γε πόρρω που ᾤκουν αὐτοῦ. |
| 2 6a | TBcAfVbWd καὶ . |
| 2 6b | .. ὅμορον] ὅρα ὅπως ἀπὸ θεῶν ἀρξάμενος δευτέραν ἔταξε τὴν τῶν Ὀλυνθίων συμμαχίαν. F 4 TBcAfVbWd τῇ ἐκείνου. |
| 2 6c | Pr δύναμίν τινα] ἀντὶ τοῦ σύμμετρον ἢ μεγάλην. |
| 2 7a | F 4 SWd ἐμπερίβολον τὸ χωρίον, κατ’ ἔννοιαν ἔχον οὐκ ὀλίγα τὰ παρακολουθοῦντα. |
| 2 7b | F 4 S δαιμονίᾳ τινὶ καὶ θείᾳ] ὁ μὲν διαλεκτικὸς φιλονεικεῖ πρὸς τὸν ἀντιλέγοντα· διὸ καὶ τῷ συμπεράσματι χρῆται, καθάπερ δεικνὺς ὅτι φανερῶς ἐξήλεγξεν. |
| 2.8 | ῥήτωρ δὲ εἰ συλλογίζοιτο, φιλονεικότερον καθίστησι τὸν ἀκροατὴν καὶ οὐκ εὐάγωγον πρὸς πειθώ· διὸ καὶ τοῖς λεγομένοις ἐνθυμήμασι χρώμεθα, ἐν οἷς τὰς δύο προτάσεις εἰπόντες τὸ συμπέρασμα σιωπῶμεν, ἐκείνῳ καταλιπόντες αὐτὸ προσενθυμεῖσθαι· βούλεται γάρ τι καὶ οἴκοθεν εἰς τὴν τῶν πραγμάτων εὕρεσιν ὁ ἀκροατὴς συμβάλλεσθαι. νῦν δὲ ἀναγκαίως ὁ ῥήτωρ ἐχρήσατο τῷ συμπεράσματι. πρῶτον μὲν γὰρ ἡ κατασκευὴ τῆς προτάσεως διὰ πολλῶν γενομένη ἀνάγκην ἐνεποίησεν αὐτοῦ τοῦ προτεθέντος εἰς ἀπόδειξιν διὰ τοῦ συμπεράσματος ἀναμνῆσαι· δεύτερον δέ, ὅτι ἐν μὲν τοῖς ἀγῶσιν εἰκότως τὸ συμπέρασμα σιωπῶμεν· πολλῶν γὰρ ἤδη καὶ προειρημένων καὶ μελλόντων λέγεσθαι ῥᾳδίως ὁ ἀκροατὴς εὑρίσκει τὸ σιωπηθὲν ὑπὸ τοῦ ῥήτορος· ἐν δὲ προοιμίῳ μηδενὸς ἔτι ῥηθέντος οὐκ ἔχει πόθεν αὑτῷ προσνοῆσαι τὸ λεῖπον. οὐδὲν δὲ διαφέρει τὸ δαιμόνιον τοῦ θείου παρὰ τοῖς ῥήτορσιν, ἀλλ’ ἐκ παραλλήλου τὸ αὐτό. F 4 TBcVb Wd δεῖ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι] τοῦτό ἐστι τὸ συμπέρασμα τοῦ προοιμίου· δείξας γὰρ τοὺς θεοὺς εὔνους καὶ τοὺς συμμάχους βεβαίους καὶ τὸ δυνατὸν τῶν Ἀθηναίων αὐξήσας καιρὸν ἔσχεν ἐπιτιμήσει χρήσασθαι, ᾗ σωφρονίσας ἐπὶ τὰ πράγματα προὔτρεψε. |
| 2 9a | φησὶν οὖν· μὴ προδόται γενώμεθα τῶν ὑπαρχόντων καὶ δεδωρημένων ἡμῖν παρὰ τῶν θεῶν καὶ δόξωμεν αὐτοὶ καθ’ αὑτῶν τὰ χείριστα βουλεύεσθαι. F 4 ASTBcAfVbWd συμπέρασμα τοῦ προοιμίου. |
| 2 9b | F 1 A 2 S ὅπως μὴ χείρους] μὴ ἀνάξιοι φανῶμεν τῶν δεδομένων παρὰ τῶν θεῶν καὶ τῶν ὑπαρχόντων πραγμάτων. |
| 2.10 | A 2 S 〈τῶν ὑπαρχόντων〉] ἤτοι τῶν δεδωρημένων ἡμῖν παρὰ τῶν θεῶν. |
| 2 11a | S ἡμῖν ἐκ θεῶν. |
| 2 11b | Pr 〈μᾶλλον δὲ〉] προδιόρθωσις. |
| 2 12a | Ac ἐνδιάθετον τὸ σχῆμα. |
| 2 12b | F 4 S 〈προϊεμένουσ〉] προδιδόντας. |
| 2.13 | F 4 vp 2 〈τὸ μὲν οὖν ὦ ἄνδρες Ἀθηναῖοι〉] δεύτερον προοίμιον ἀπὸ τοῦ δυνατοῦ τοῦ Φιλίππου. |
| 2 14a | F 4 S δεύτερον προοίμιον ἐκ προσοχῆς. |
| 2 14b | Ac Ἰωάννου Ἀθηναίου· τοῦτο σχῆμά ἐστι τὸ κατὰ παράλειψιν. |
| 2 14c | οὐκ ἠβούλετο μὲν γὰρ τῇ ἀληθείᾳ τὴν δύναμιν ἐξετάσαι τοῦ Μακεδόνος· ἡ δὲ αἰτία ἵνα μὴ φοβήσῃ μᾶλλον τοὺς Ἀθηναίους ἀποσχέσθαι τοῦ πρὸς αὐτὸν πολέμου. οὐκ ἠβούλετο δὲ πάλιν τελέως ταύτην ἀμνημόνευτον ἐᾶσαι, ἵνα μὴ αὐτὸ τοῦτο δόξῃ φοβούμενος ταύτην καταλιπεῖν. τί οὖν ποιεῖ; καὶ μνημονεύει κατὰ παράλειψιν καὶ τὴν αἰτίαν οὐ τὴν οὖσαν λέγει, ὅτι ἵνα μὴ φοβήσω ὑμᾶς, ἀλλ’ ἑτέραν, ἵνα μὴ δόξω, φησίν, ὑμᾶς αἰσχύνειν καὶ ὀνειδίζειν. F 3 τὸ . |
| 2 14d | .. Ἀθηναῖοι] τὸ μὲν πρῶτον προοίμιον ἀπὸ τοῦ ἐπιχειρήματος τοῦ δυνατοῦ ληφθὲν σκοπὸν εἶχεν ἀπὸ τῆς προνοίας τῶν θεῶν τὸ δυνατὸν τῶν Ἀθηναίων αὐξῆσαι· τὸ δὲ δεύτερον περὶ τοῦ δυνατοῦ τοῦ Φιλίππου τὴν ἐξέτασιν ἔχει, καθαίρεσιν ἔχον τῆς δυνάμεως ὅσην ἔξεστιν ἐν προοιμίοις ἐργάσασθαι. F 4 S ( → 14e) TBcAfVbWd ἐπεὶ δὲ πολλάκις τοῖς τεχνικοῖς θεωρήμασιν ὡς νοήμασι χρώμεθα, τοῦτο καὶ νῦν ὁ ῥήτωρ πεποίηκεν. |
| 2 14e | εἰδὼς γὰρ ὅτι δυνατόν ἐστι προτρέπειν τοὺς οἰκείους καὶ ἐπαινοῦντα τοὺς πολεμίους καὶ ψέγοντα (ὁ μὲν γὰρ ἔπαινος τῶν ἐχθρῶν ζῆλον ἡμῖν κινεῖ πρὸς αὐτούς, ὁ δὲ ψόγος εἰς ἀγανάκτησιν ἄγων παροξύνει), τὸ μὲν θεώρημα ὡς νόημα εἶπεν, ὅτι ἐξῆν ὑμᾶς προτρέπειν ἐπαινοῦντα τὸν Φίλιππον, νῦν δὲ οὐ τοῦτο ποιῶ. καὶ προσποιεῖται μὲν παραλιπεῖν, ἐν οἷς δὲ τὴν αἰτίαν παραδίδωσι τῆς παραλείψεως, ἐν τούτοις ἐπαινεῖ τὸν Φίλιππον. τοῦτο δὲ ποιεῖ ἵνα καὶ χρώμενος μὴ δοκῇ κεχρῆσθαι καὶ ἵνα παροξύνῃ διὰ τοῦ ζήλου τὸν δῆμον, οὐ προσποιεῖται δὲ φανερῶς ἐπαινεῖν, ἵνα μὴ τὸν φόβον αὐξήσῃ τῶν Ἀθηναίων. S οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι] κατὰ μὲν τὸ ἀληθὲς οὐ βούλεται αὐτοῦ τὴν δύναμιν διελθεῖν, ἵνα μὴ φοβήσῃ τοὺς Ἀθηναίους· ὑπωπτεύετο γὰρ συμμάχους ἔχειν πολλούς· προσποιεῖται δὲ τὴν δόξαν παραιτεῖσθαι, ἵνα, φησί, μὴ φιλοτιμίαν ἐκείνῳ περιποιήσω δι’ ὧν αὔξω αὐτόν. |
| 2 14f | TBcAfVb Wd 〈διὰ τί;〉] κατασκευὴ τοῦ δευτέρου προοιμίου. |
| 2.15 | F 1 S 〈ὑπὲρ τούτων〉] τῶν τοῦ Φιλίππου. |
| 2.16 | Pr ὁ μὲν γὰρ] σημείωσαι, χιαζομένη περίοδος τετράκωλος, ἔχουσα δύο προτάσεις καὶ δύο ἀποδόσεις. |
| 2 17a | F 1 TBc ( → 17c) Wd χιαζομένη τετράκωλος περίοδος. |
| 2 17b | ἡ περίοδος δύο ἔχει προτάσεις καὶ δύο ἀποδόσεις. S ( → 17d) ἣν φησὶν ὁ Ἑρμογένης (p. |
| 2 17c | 182, 9) ἐν τῇ αὐτοῦ τέχνῃ καὶ ἀναστρέφεσθαι καὶ χιάζεσθαι· εἰσὶ γὰρ καί τινες περίοδοι ἀναστρεφόμεναι μὲν μὴ χιαζόμεναι δέ, ὡς ἐν τῷ πρὸς Λεπτίνην (20, 2)· ‘ἐν μὲν γὰρ τῷ γράψαι ‘μηδέν‘ εἶναι ἀτελῆ‘ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι ‘μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι‘ ὑμῖν τὸ δοῦναι ὑμῖν ἐξεῖναι‘. καλεῖται δὲ τετράκωλον διὰ τὸ εἰς τὴν πρώτην πρότασιν οἰκείαν ἀπόδοσιν ἔχειν ὁμοίως καὶ εἰς τὴν δευτέραν. Bc ὁ μὲν γὰρ] ἡ βάσις τοῦ προοιμίου, ἥτις ἐστὶν αἰτία τῆς ἀξιώσεως καὶ ἅπτεται αὐτοῦ τοῦ πράγματος, παροξύνουσα τοὺς Ἀθηναίους πρὸς πόλεμον μετὰ τὸ ἀνεικέναι αὐτοὺς τῆς ἀθυμίας. |
| 2 17d | S ὑπὲρ τὴν ἀξίαν] ἔτι κέχρηται τοῖς ἐπαίνοις, οὐ μὴν ἐκβαίνει τὸ μέτριον ὥστε καὶ φοβεῖν· οὐ γὰρ εἶπεν ἁπλῶς ὅσα κατώρθωσεν, ἀλλ’ ‘ὑπὲρ τὴν ἀξίαν‘, ὥστε καὶ τὰ κατορθώματα μὴ σφόδρα μεγάλα νομίζεσθαι ταπεινῶν ὄντων Μακεδόνων. |
| 2.18 | S ταῦτα μὲν οὖν παραλείψω] πάλιν προσποιούμενος παραλιπεῖν ἐπιμένει τοῖς αὐτοῖς λέγων· ‘ἐνθένδ’ ἂν αὐτὸν ἴδοι μέγαν γεγενημένον‘. |
| 2 19a | ἔστι δὲ τοῦτο καὶ καθαιρετικὸν τῆς τοῦ Φιλίππου δυνάμεως, εἴπερ αὐτὸν δύο ἢ καὶ τρεῖς τῶν Ἀθηναίων ηὔξησαν. S τὸ σχῆμα μερισμός. |
| 2 19b | T 〈καὶ γὰρ εἰ〉] συμπέρασμα τοῦ δευτέρου. |
| 2.20 | F 4 S ma T 〈ἐνθένδ’ ἂν〉] ἤγουν ἀπὸ τῶν ῥητόρων τῶν Ἀθηναίων, ἢ ἀπὸ τοῦ τοὺς Ἀθηναίους χρήσασθαι τοῖς πράγμασι μὴ προσηκόντως. |
| 2 21a | S ἐνθένδ’ ἂν] ὅ ἐστιν ἀπὸ τῶν Ἀθηναίων. |
| 2 21b | αἰνίττεται δὲ εἰς τοὺς φιλιππίζοντας ῥήτορας. TBc ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει] τρίκωλος αὕτη περίοδος ἔχουσα μίαν πρότασιν δίκωλον καὶ μίαν ἀπόδοσιν. |
| 2 22a | F 4 S ( → 22c) TBcAfVbWd ( → 22b) ὧν . |
| 2 22b | .. ὀφείλει] ὑπὲρ ὧν οὖν ηὐξήκασιν οὕτω Φίλιππον οὗτοι οἱ προδόται (καὶ ἔδει αὐτὸν μὲν Φίλιππον χάριν αὐτοῖς ὁμολογεῖν, ἡμᾶς δὲ δίκην αὐτοὺς εἰσπράττεσθαι), ὑπὲρ τούτων, φησίν, οὐκ εὔκαιρόν μοι τὸ λέγειν νῦν δοκεῖ· οὐ γὰρ περὶ τούτων εἰσῆλθον κατηγορίαν ἐνστήσασθαι, ἀλλὰ συμβουλεῦσαι περὶ Ὀλυνθίων. TBcVbWd λύσις τοῦ ἀντιπίπτοντος. |
| 2 22c | ἀντέπιπτε γὰρ ‘διὰ τί οὐ γράφεις καὶ κατηγορεῖς;‘ S 〈τοῖς ὑπὲρ αὐτοῦ〉] συμπέρασμα. |
| 2.23 | vp 〈πεπολιτευμένοισ〉] ἤτοι τοῖς ῥήτορσιν, ἢ ἀντὶ τοῦ τοῖς πεπραγμένοις. |
| 2.24 | S 〈λαβεῖν〉] παρ’ αὐτῶν. |
| 2.25 | Pr 〈οὐχὶ νῦν ὁρῶ〉] οὐ γὰρ συνῆλθε κατηγορίαν ἐνστήσασθαι, ἀλλὰ συμβουλεῦσαι. |
| 2.26 | Pr 〈τοῦ λέγειν〉] ἤγουν τοῦ λέγειν ὑπὲρ τῶν πεπολιτευμένων ὑπὲρ ἐκείνου. |
| 2.27 | Pr ἃ δὲ καὶ] αὕτη δὲ ἔχει πρότασιν μίαν τρίκωλον καὶ ἀπόδοσιν μονόκωλον· τέσσαρα γὰρ κῶλα ἔχει. |
| 2.28 | F 2 SAfVbWd χωρὶς τούτων] χωρὶς τοῦ παροξυνθῆναι ἐπὶ τὸν πόλεμον διὰ τῆς κατηγορίας τῶν προδοτῶν. |
| 2.29 | TBc 〈κατ’ ἐκείνου φαίνοιτ’ ἂν ὀνείδη〉] ἰδοὺ παραδίδωσιν ἡμῖν, πότε δεῖ ἐκ τῆς τῶν ἐναντίων δόξης παροξύνειν οἷς προτρέπομεν, ὅτε εἰσὶ τὰ μεγαλεῖα ἐκείνων ἐξ ἄλλων τινῶν καὶ οὐκ ἐκ τῶν προτρεπομένων, ὡς ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν (3—4) ἐποίησεν ἐν οἷς διέξεισι τὴν σπουδὴν τοῦ Φιλίππου. |
| 2.30 | ἐκεῖσε γὰρ τοῖς ἄλλοις ὑπάρχει βαρύς, οὐ τοῖς Ἀθηναίοις, ἐνταῦθα δὲ ἐπεὶ ἐν τῷ τοὺς Ἀθηναίους βλάπτειν γέγονε μέγας ὁ Φίλιππος, παραιτεῖται λέγειν, καὶ ἔστι μέθοδος δεινότητος, ἵνα μὴ φοβερώτερον καταστήσῃ τὸν Φίλιππον, ἀλλ’ ἐκ τῆς γνώμης διαβάλλῃ. TBc 〈ταῦτ’ εἰπεῖν πειράσομαι〉] ἵνα μὴ δόξῃ πρὸς χάριν Ἀθηναίων διαβάλλειν τὸν Φίλιππον, τοῖς πράγμασι πιστοῦται τὰ ῥήματα καὶ δείκνυσιν αὐτὸν διά τε τῆς ἐπιορκίας καὶ τῆς ἀπιστίας καὶ θεῶν καὶ ἀνθρώπων πολέμιον. |
| 2.31 | F 4 STBcWd 〈τὸ μὲν οὖν ἐπίορκον〉] τρίτον προοίμιον. |
| 2 32a | ἔστι δὲ καὶ αὐτὸ ἐκ τοῦ δυνατοῦ εἰλημμένον. F 1 A 2 τὸ . |
| 2 32b | .. ἐπίορκον] ἔστι μὲν οὖν τρίτον τοῦτο προοίμιον, οὐ μὴν τὴν αὐτὴν δύναμιν ἔχον τοῖς προειρημένοις. ἐκεῖνα μὲν γάρ ἐστιν ὅλης τῆς ὑποθέσεως· τὸ μὲν γὰρ πρότερον περὶ τοῦ δυνατοῦ τῶν Ἀθηναίων, τὸ δὲ δεύτερον περὶ τοῦ δυνατοῦ τοῦ Φιλίππου, τὸ δὲ δυνατὸν κεφάλαιον ὅλον συνέχει τὸν λόγον· τοῦτο δὲ μερικόν ἐστι προοίμιον, κατασκευὴν ἔχον τῶν ἔγγιστα· ἐπειδὴ γὰρ μέλλει τὴν ἀδικίαν καὶ τὴν ἀπιστίαν ἐξετάζειν τοῦ Μακεδόνος, αἰτίαν ἀποδίδωσιν ἐν τῷ προοιμίῳ προλαβὼν δι’ ἣν μέλλει τοῦτο ποιεῖν. F 4 ( → 32d) S ( → 32c) TBcAfVbWd ( → 32d) τὸ . |
| 2 32c | .. ἐπίορκον] τοῦτο γὰρ μάλιστα ἴδιον τῆς Δημοσθένους δεινότητος τὸ προλαβεῖν ταῖς προκατασκευαῖς τὸν ἀκροατήν, ὥστε ἀδεῶς παραδέχεσθαι τὰ μέλλοντα λέγεσθαι. τοῦτο κἀν τῷ κατὰ Κόνωνος (cf. 54, 3—6) ἐποίησεν· ἵνα γὰρ μὴ ἀπίθανος εἶναι δόξῃ τοσαύτας πληγὰς καὶ ὕβρεις εἰς αὐτὸν γεγενῆσθαι λέγων, προέλαβε διὰ τῆς κατασκευῆς τὸν ἀκροατὴν εἰπὼν ὅτι κατὰ τὸ στρατόπεδον συσκηνούντων τῶν περὶ τὸν Κόνωνα πολλὰ παρ’ αὐτῶν ἐγίγνετο καὶ ἄλλα ὑβριστικὰ μεθυόντων. S ἄλλως· ἰστέον ὅτι τὸ δεύτερον καὶ τρίτον προοίμιον εἰς καθαίρεσιν Φιλίππου ἔλαβεν, ἀλλ’ ἐν μὲν τῷ δευτέρῳ ἀπὸ τῆς ῥώμης αὐτὸν καθεῖλεν, ἐν δὲ τῷ τρίτῳ ἀπὸ τῆς γνώμης καὶ τοῦ κρείττονας ἔχειν πολεμίους· ἐκ δὲ τοῦ αὐτοῦ ἐπιχειρήματος, ἤτοι τοῦ δυνατοῦ, ἀμφότερα, ἐπειδὴ φοβερὸς ὁ Φίλιππος δοκῶν καὶ δυνατὸς ἐφόβει τοὺς Ἀθηναίους. |
| 2 32d | καὶ ἡ πᾶσα σύστασις τοῦ λόγου ἐπὶ τὸ δυνατὸν κεφάλαιον ἀνάγεται. F 4 TBcVbWd 〈ἐπίορκον〉] σημείωσαι· διὰ τοῦ εἰπεῖν ‘ἐπίορκον‘ θεοῖς ἐχθρὸν αὐτὸν ἀπέφηνεν, διὰ δὲ τοῦ ‘ἄπιστον‘ τῶν ἀνθρώπων πολέμιον κατέστησεν. |
| 2.33 | F 2 TBcVbWd 〈κενὴν〉] ματαίαν καὶ χωρὶς ἐλέγχου. |
| 2.34 | Pr τὸ δὲ πάνθ’ ὅσα πώποτε] πρότασίς ἐστι καὶ αὕτη καὶ ἡ ἄλλη ἄνευ κατασκευῆς. |
| 2.35 | ὡς γὰρ ὁμολογούμενα ἔλαβεν, ἵνα μὴ ἀμφιβάλλωμεν ὅτι τοιοῦτος οἷον καὶ ὁ λόγος ἀποδείκνυσιν. A 2 R καὶ βραχέος λόγου] τοσοῦτον ἔλεγε σχῆμα· ἐπειδὴ πάντα ὅσα εἶπε καὶ ἔπραξε Φίλιππος ὑπέσχετο εἰπεῖν, τοῦτο δὲ μακρολογίας, παρεμυθήσατο τὸν λόγον εὐθύς. |
| 2 36a | F 4 S καὶ . |
| 2 36b | .. λόγου] ἐπειδὴ τὸ πάντα ὅσα εἶπε καὶ ἔπραξε Φίλιππος ἐπαγγείλασθαι εἰπεῖν ὑπόνοιαν ἐδίδου μακρολογίας, πολεμία δὲ αὕτη τοῖς ἀκροαταῖς, τῷ συντόμῳ τῶν λόγων παρεμυθήσατο. TAfVbCaWd 〈συμβαίνει δεῖσθαι〉] κατὰ τὸ τέλος πάρισον. |
| 2 37a | καὶ ἐν τῷ τρίτῳ Ὀλυνθιακῷ πάρισον κατὰ τὸ τέλος (3, 19) ‘ἂν τὰ παρόντα ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς ἃ δεῖ‘. TBcWd πάρισον κατὰ τὸ τέλος. |
| 2 37b | S τοῦ τ’ ἐκεῖνον ὅπερ] ὅρα ὅπως μίγνυνται αἱ ἰδέαι παρὰ τῷ ῥήτορι· ἐνταῦθα γάρ ἐστιν ἀμφότερα τὰ ὑπερβατά· διὰ μὲν τοῦ ‘φαίνεσθαι‘ ὑπερβατὸν καθ’ ὑπέρθεσιν (τὸ γὰρ ἄρθρον κεῖται ἀνὰ μέρος), διὰ δὲ τοῦ μέρους ‘ὅπερ καὶ ἀληθὲς ὑπάρχει‘ ὑπερβατὸν κατὰ παρένθεσιν. |
| 2.38 | τοῦτο γοῦν ἐστι τῆς περιβολῆς, ἐκεῖνο δὲ τοῦ κάλλους, ἅπερ ἀμφότερα ἔμιξεν. BcOb ὅπερ καὶ ἀληθὲς ὑπάρχει] ὑπερβατὸν κατὰ παρένθεσιν, ὃ λέγεται ἐκ περιβολῆς. |
| 2.39 | vp 2 Wd 〈φαῦλον〉] ἀντὶ τοῦ εὐτελῆ τινές. |
| 2 40a | S εὐτελές. |
| 2 40b | vp 2 πάντα διεξελήλυθεν] ὥστε νῦν αὐτὸν εἶναι λοιπὸν εὐκαθαίρετον. |
| 2 41a | εἰ γὰρ οὐκέτι προσθήκην αὐτῷ λαμβάνει τὰ πράγματα, μένειν δὲ ἐπὶ τῶν αὐτῶν οὐχ οἷόν τε τὰ ἀνθρώπινα, καθώς φησιν αὐτὸς ἐν τετάρτῳ (4, 8) ‘μὴ γὰρ ὡς θεῷ νομίζετε ἐκείνῳ πεπηγέναι‘, δῆλον ὅτι πρὸς καθαίρεσιν ἥκει λοιπὸν αὐτῷ τὰ τῆς δυνάμεως. F 4 STBcAfVbWd ἀντὶ τοῦ οὐδεμίαν ἔτι εὑρίσκει μηχανήν· πάσας γὰρ διῆλθε καὶ πάντες αὐτὸν ἔγνωσαν. |
| 2 41b | TBcAfVbWd μέγας ηὐξήθη] εἰώθασιν οἱ Ἀττικοὶ προλαμβάνειν ἐν συντάξεσι καὶ ἀντὶ τοῦ μέρους λέγειν τὸ πᾶν, ὡς τὸ ‘ἆραι μεγάλα τὰ ταπεινά‘· ἔστι γὰρ ἀντὶ τοῦ ‘ποιῆσαι μεγάλα‘ ὅπερ ἤγουν τὸ ‘ποιῆσαι‘ οἷον τὸ ‘ἆραι‘, ὥσπερ κἀνταῦθα ‘μέγας ηὐξήθη‘· ἔστι γὰρ ἀντὶ τοῦ ‘ἐγένετο μέγασ‘· ὅπερ οὖν ἔμελλεν εἰπεῖν πρὸς συμβίβασιν τῆς λέξεως οἱονεὶ ἑρμηνείαν, τοῦτο τίθησι διὰ τῆς φράσεως πρόδηλον, οὐκ ἐξ ἄλλου δὲ ἢ τὴν λέξιν τιθέναι τῆς ἑρμηνείας εἰς τὴν φράσιν. |
| 2.42 | Bc ἐγὼ μὲν γὰρ ὦ ἄνδρες Ἀθηναῖοι] ἐντεῦθεν εἰς αὐτὸ τὸ κεφάλαιον ἐνέβαλε τὸ δυνατόν, ἀπὸ λύσεως ἀρξάμενος· ἡ γὰρ ἀντίθεσίς ἐστιν ‘ἀλλὰ φοβερὸς ὁ Φίλιπποσ‘, ἥντινα φανερῶς μὴ θεὶς ἐπάγει τὰς λύσεις. |
| 2 43a | ὅταν μὲν γὰρ πρὸς τὸν ἀντίδικον ἔχωμεν ἀναγκαίως μέλλοντα χρῆσθαι ταῖς ἀντιθέσεσι, κἂν ἡμεῖς μὴ λέγωμεν, τότε δεῖ φανερῶς τιθέναι τὰς ἀντιθέσεις· ὅταν δὲ αὐτὸς καθέζηται παρ’ ἑαυτῷ τὴν ἀντίθεσιν ἔχων ὁ ἀκροατής, τότε χρὴ λύειν καὶ μὴ τιθέντα, ὅπερ καὶ νῦν γέγονεν. εἰσελήλυθε γὰρ αὐτὸς ὁ δῆμος πεφοβημένος τὸν Φίλιππον, ὥστε περιττὸν ἦν τιθέναι ταύτην δι’ ἣν σκεψόμενοι συνῆλθον. F 4 STBcVbWd συνδρομῇ δὲ κέχρηται μεθ’ ὑπερβολῆς, ἵνα μὴ τοῖς φανερῶς μαχομένοις ἀπίθανος δοκῇ. |
| 2 43b | τὸ γὰρ ‘σφόδρα ἡγούμην φοβερὸν καὶ θαυμαστὸν‘ συντρέχοντός ἐστι τῇ κοινῇ δόξῃ τοῦ δήμου καὶ τῇ φήμῃ τῇ περὶ Φιλίππου. ἵνα δὲ δόξῃ εἶναι πιθανός, ἀφίστησι τὴν συνδρομὴν διὰ τῆς λύσεως. S ἀρχὴ τῶν κεφαλαίων, τὸ δυνατόν. |
| 2 43c | F 1 ἀρχή ἐστι τοῦ δυνατοῦ κεφαλαίου. |
| 2 43d | A 2 S ma 〈καὶ αὐτὸσ〉] ὥσπερ οἱ ἄλλοι. |
| 2.44 | Pr δίκαια] τὸ ‘δίκαιον‘ ἐνταῦθα οὐ προηγουμένην ἔχει ἐξέτασιν, ἀλλ’ εἰς κατασκευὴν ἐλήφθη τοῦ μὴ εἶναι φοβερὸν τὸν Φίλιππον, ἀλλ’ εὐκαθαίρετον· εἰ γάρ ἐστιν ἀσεβὴς καὶ ἐπίορκος, δυσμενεῖς ἔχει τοὺς θεούς. |
| 2.45 | S νῦν δὲ θεωρῶν] τὸ ὑπερβατὸν οὕτω· ‘νῦν δὲ εὑρίσκω τὸν Φίλιππον τὴν ἡμετέραν εὐήθειαν τούτῳ προαγόμενον‘, ὅ ἐστι διὰ τούτου, ὥσπερ ὠνησάμενον τὴν ἡμετέραν μωρίαν καὶ δυνηθέντα ἡμᾶς ἀπατῆσαι διὰ τοῦ ὑπισχνεῖσθαι ἡμῖν παραδοῦναι τὴν Ἀμφίπολιν. |
| 2.46 | ὑπισχνεῖτο γὰρ σώσειν αὐτὴν τοῖς Ἀθηναίοις, εἰ μὴ προσδέξαιντο τοὺς Ὀλυνθίους εἰς φιλίαν καὶ συμμαχίαν δοῖεν αὐτοῖς. ἐξ ὧν πεισθέντες Ἀθηναῖοι τούτους ἀπήλασαν τέως, πάλιν δὲ εἶχον πρὸς αὐτοὺς φιλίαν. εἶτα ὁρῶν ὁ Φίλιππος ὅτι ἀσθενεῖ πρὸς Ὀλυνθίους μαχόμενος διὰ τὸ μὴ καθαρῶς ἀποστῆναι αὐτῶν τοὺς Ἀθηναίους, χαρισάμενος αὐτοῖς τὴν Ποτίδαιαν ἀπέστησεν Ἀθηναίων· φησὶ γὰρ ὅτι καὶ τούτους ἠπάτησεν. ὅρα δὲ πῶς, εἰπὼν Ἀθηναίους ἠπατῆσθαι καὶ Ὀλυνθίους, τοὺς Ἀθηναίους προέταξεν, ἵνα συγγνώμην ἔχωσιν Ὀλύνθιοι δεύτεροι ἀπατώμενοι μετὰ Ἀθηναίους τοὺς σοφωτάτους· τὸ αὐτὸ δὲ ‘θρυλούμενον‘ μὲν παρ’ ἡμῖν, ‘ἀπόρρητον‘ δὲ παρὰ τοῖς Ἕλλησιν ὄν. ST BcVbCaWd τὴν μὲν ἡμετέραν εὐήθειαν] οὐκ εἶπεν δὲ ‘ὑμετέραν‘, διὰ τὸ ἐπαχθὲς καὶ ἑαυτὸν συνάπτων τῷ ἐγκλήματι. |
| 2 47a | φασὶ δέ τινες ὅτι οὐ πάντοτε μωρίαν ἡ εὐήθεια σημαίνει, ἀλλ’ ἔστιν ὅτε πραότητα καὶ ἐπιείκειαν καὶ τὸ ἁπλοῦν· ὅπερ καὶ νῦν βούλεται σημαίνειν. F 4 vp 2 TBcAfVbWd νῦν τὴν πραότητα καὶ ἐπιείκειαν καὶ τὸ ἁπλοῦν. |
| 2 47b | S ἁπλότητα καὶ ἀπονηρευσίαν. |
| 2 47c | Pr τὸ κατ’ ἀρχὰς] πρώτους ἔδειξεν ἠπατημένους Ἀθηναίους, σφόδρα δεινῶς αὐτοὺς ἐκείνους μάρτυρας τῆς ἀπιστίας Φιλίππου ποιούμενος, εἶτα καὶ πιθανὸν ποιῶν τὸ πολλοὺς ἄλλους ἠπατῆσθαι παρὰ τοῦ Μακεδόνος. |
| 2.48 | εἰ γὰρ οἱ σοφώτατοι τῶν Ἑλλήνων ἠπατήθησαν, τί παράδοξον Ὀλυνθίους καὶ Θετταλούς; πρὸς δὲ τούτοις καὶ συνέστησε τὴν ποιότητα τῶν Ὀλυνθίων· ἐκ πολλοῦ γὰρ εὖ διάκεινται πρὸς τὴν πόλιν. S ἀπήλαυνόν τινες] δέον εἰπεῖν ‘ἀπηλάσατε ὑμεῖσ‘ (ἡ γὰρ πόλις πᾶσα ἦν ἡ τοῦτο ποιήσασα) ὁ δὲ εἰς τοὺς ῥήτορας ἀπωθεῖται τὸ ἔγκλημα. |
| 2 49a | ἐμφαντικῶς δὲ εἶπεν ‘ἐνθένδε‘, οἷον ἀπὸ τῶν Ἀθηναίων, ἀπὸ τοῦ χωρίου ὥσπερ τοῦ Ἐλέου, ἔνθεν Ἡρακλεῖδαι ἐσώθησαν, ἀπήλαυνον οὗτοι τοὺς ἱκέτας. F 4 STBcAfVbWd οἱ τούτῳ χαριζόμενοι. |
| 2 49b | Pr καὶ τὸ θρυλούμενον] ἠπάτα γὰρ ἡμᾶς λέγων τὸ θρυλούμενον παρ’ ὑμῖν κατορθοῦν ἐν ἀπορρήτῳ· ἐθρύλουν γὰρ πάνυ αὐτὸ ποθοῦντες. |
| 2 50a | ὁ δὲ νοῦς αὐτὸς ὅτι ‘ὅπερ ἐβούλεσθε, τοῦτο ποιῆσαι ἔλεγε σιγῇ, ἵνα μὴ μαθόντες οἱ ἐναντίοι κωλύσωσιν‘. ἔστι δὲ τοῦτο ὁ Ὠρωπός. ἵν’ οὖν, φησί, μὴ ἐναντιωθῶσιν 〈οἱ〉 Θηβαῖοι, λάθρα αὐτὸ κατορθοῖ. ἦν γὰρ μεταξὺ τῆς Βοιωτίας καὶ τῶν Ἀθηναίων ὁ Ὠρωπός. A 2 vp 2 R καὶ . |
| 2 50b | .. θρυλούμενον] οὐ τὸν Ὠρωπόν, ὥσπερ ἐν τῷ κατ’ Αἰσχίνου (19, 326), σημαίνει τὸ ‘θρυλούμενον‘, ἀλλ’ ἐπειδὴ Ἀμφίπολιν τὴν ἐπὶ Θρᾴκης ὑπέσχετο σώσειν τοῖς Ἀθηναίοις, εἰ μὴ προσδέξαιντο τοὺς Ὀλυνθίους. τὸ δὲ αὐτὸ τὸ ‘θρυλούμενον‘ μὲν παρ’ ἡμῖν, ‘ἀπόρρητον‘ δὲ παρὰ τοῖς Ἕλλησιν ὄν. διὰ τί δὲ ὑποσχόμενος ἐπίορκον ἐλέγξειν τὸν Φίλιππον, οὐδαμοῦ περὶ ἐπιορκίας ἐμνημόνευσεν; ὅτι ὡς ὁμολογούμενον αὐτὸ παρέλιπε. δῆλον γὰρ ὅτι ἐν οἷς συνετίθετο πρὸς τὰς πόλεις καὶ ὅρκους ἐδίδου, παρέβαινε δὲ τὰς συνθήκας, παρέβαινε καὶ τοὺς ὅρκους. Ἔτι πρὸς τούτῳ κἀκεῖνο ζητητέον. καταδρομὴν ποιεῖται τοῦ Μακεδόνος, καθ’ ἣν ποιότητα ἐξετάζει τοῦ προσώπου, καὶ φαμὲν εἶναι συμβουλευτικὸν τὸν λόγον. ὁμοίως ἐν τῷ κατὰ Ἀριστοκράτους τὴν ποιότητα ἐξετάζει τὴν Χαριδήμου, καὶ φαμὲν εἶναι δικανικὸν τὸν λόγον. ὁμοίως ἐν τοῖς ἐπιδεικτικοῖς ποιότητα ἐξετάζομεν τοῦ προσώπου πότερον ψεκτὸν ἢ ἐπαινετόν. εἰ τοίνυν ἐν πᾶσι τοῖς εἴδεσιν ἡ ποιότης ἐξετάζεται, τίνα φήσομεν εἶναι τὴν διαφοράν; ἀπό τε τῶν ἄλλων καὶ τῶν σκοπῶν τὸ εἶδος κανονίζομεν. ἂν μὲν τιμωρίαν βουλόμενοι λαβεῖν τὴν ποιότητα ἐξετάζωμεν, δικανικὸν τὸ εἶδος· ἂν δὲ πρὸς τὸ συμφέρον ἀποβλέποντες, συμβουλευτικόν· ἂν δὲ πρὸς τὸ καλὸν μόνον σκοποῦντες, ἐπιδεικτικὸν γίγνεται τὸ εἶδος. S καὶ . |
| 2 50c | .. θρυλούμενον] λέγουσιν γὰρ ὅτι Πύδνα χωρίον Μακεδονίας, Ποτίδαια δὲ τῆς Θρᾴκης, καὶ ἡ μὲν Πύδνα ὑπήκοος ἦν Φιλίππῳ, ἡ δὲ Ποτίδαια τοῖς Ἀθηναίοις. ἐγένετο δέ ποτε τὴν μὲν Ποτίδαιαν ἀποστῆναι πρὸς Φίλιππον, τὴν δὲ Πύδναν πρὸς τοὺς Ἀθηναίους. ἑκάτεροι δέ, οἵ τε Ἀθηναῖοι καὶ ὁ Φίλιππος, τῶν ἰδίων ἐπεθύμουν. τοῦτο οὖν ἔλεγεν ὁ Φίλιππος, ὅτι τὸ θρυλούμενον τοῦτο καὶ ποθούμενον ἐν ἀπορρήτῳ κατασκευάσω. διὰ τί δὲ ἐν ἀπορρήτῳ; ἵνα μὴ ἑκάτεροι μαθόντες φυλάξωνται, οἵ τε Ποτιδαιᾶται καὶ οἱ Πυδναῖοι. Θεόπομπος (FGrHist 115 F 30 b) δέ φησιν ὅτι περὶ Πύδνης μόνον καὶ Φιλίππου, ἵνα δῷ αὐτὸς μὲν Ἀθηναίοις Ἀμφίπολιν, δέξηται δὲ παρ’ αὐτῶν τὴν Πύδναν αὐτοῦ οὖσαν. καὶ τὸ ‘ἀπόρρητον‘ δὲ ἵνα μὴ μαθόντες οἱ Πυδναῖοι φυλάξωνται· οὐ γὰρ ἐβούλοντο εἶναι ὑπὸ τὸν Φίλιππον. STBcAfVbCaWd ὑφ’ ἡμῶν κἀκείνου. |
| 2 50d | Pr προσαγαγόμενον, τὴν δ’ Ὀλυνθίων] ἀπὸ κοινοῦ τὸ ‘εὑρίσκω προσαγαγόμενον‘. |
| 2.51 | ὅρα δὲ ὅτι ἐπὶ μὲν Ἀθηναίων ‘εὐήθειαν‘ εἶπεν, ἐπὶ δὲ Ὀλυνθίων ‘φιλίαν‘. F 4 STWd 〈συμμάχουσ〉] τοὺς Ποτιδαιάτας. |
| 2.52 | SPr 〈ἐκείνοισ〉] ἤτοι τοῖς Μακεδόσι. |
| 2.53 | S Θετταλοὺς δὲ νῦν τὰ τελευταῖα] εἰκότως τοὺς Θετταλοὺς τελευταίους ἠπάτησεν ὡς εὐχερεῖς ὄντας καὶ μὴ δυνηθέντας ἀπὸ τῆς Ὀλυνθίων καὶ Ἀθηναίων ἀπάτης σωφρονισθῆναι. |
| 2.54 | F 4 STBcAfVbWd 〈ὅλωσ〉] καθόλου. |
| 2 55a | F 4 S ἔστι δὲ τὸ σχῆμα περιοχή. |
| 2 55b | S ὅντινα οὐ πεφενάκικεν] ἐπεὶ στρατηγικὸν εἶναι δοκεῖ τὸ φενακίζειν τοὺς πολεμίους, διὰ τοῦτο ἐνήλλαξεν εἰπὼν ‘τῶν αὐτῷ χρησαμένων‘, ὅτι Φίλιππος οὐ τοὺς πολεμίους, ἀλλὰ τοὺς φίλους ἀπατᾷ· τοῦτο δὲ ἀπιστίας τεκμήριον. |
| 2 56a | εἴρηται δὲ ἡ λέξις ἀπὸ τῆς φενάκης, τῆς προσθετῆς κόμης ἥτις ἕνεκεν ἀπάτης γίνεται· προσποιεῖται γὰρ περιτιθέναι κόσμον ὅνπερ οὐ κέκτηται. F 4 TBcAfVbWd τοῦτο φησὶ διὰ τὸ φενακίζειν τοὺς πολεμίους. |
| 2 56b | S ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας] ὥσπερ, φησί, διὰ τῆς ἀγνοίας γέγονε μέγας, οὕτως ὀφείλει διὰ τῆς γνώσεως καθαιρεθῆναι πάλιν. |
| 2 57a | STBc AfVbWd σημείωσαι, ἐνθύμημα ὃ καλεῖται ἀκολουθία. |
| 2 57b | F 2 vp 2 PrTBcWd ἀγνοούντων καὶ διὰ τοῦτο ἀπατηθέντων. |
| 2 57c | Pr 〈διὰ τῶν αὐτῶν〉] εἰς γνῶσιν ἐλθόντων ὅτι ἠπάτηνται· διὸ κατ’ αὐτοῦ ὁρμήσουσιν. |
| 2.58 | Pr 〈ἕνεκα ἑαυτοῦ〉] ἀλλ’ οὐχ ἕνεκα αὐτῶν. |
| 2.59 | Pr 〈καιροῦ〉] ἀντὶ τοῦ ἀτυχίας. |
| 2.60 | F 4 S παρελθὼν] σημείωσαι, τὸ σχῆμα πρόκλησις. |
| 2.61 | F 4 vp 2 PrBc 〈μᾶλλον δ’ ὑμῖν δειξάτω〉] τὸ σχῆμα ἐπιδιόρθωσις. |
| 2 62a | vp 2 TBc μᾶλλον . |
| 2 62b | .. δειξάτω] τοῦτο λέγεται ἐπανόρθωσις. εἰ ἐμὲ γάρ, φησιν, ἀνάξιον νομίζει τοῦ μαθεῖν, ὑμῖν δειξάτω. ὅρα δὲ πῶς τὸ μὲν ἀμφίβολον ἔφυγε, τὸ δὲ ὁμολογούμενον εἴρηκεν. ἀμφίβολον μὲν γὰρ τὸ ‘λεγέτω μοι ὅτι οὐκ ἔστιν ἀσθενήσ‘, τὸ δὲ ὁμολογούμενον ὅτι ‘οἱ ἐξηπατημένοι οὐ πιστεύσουσιν‘. F 4 STBcAfVbWd τὸ ἀμφίβολον ἔφυγε καὶ τὸ ὁμολογούμενον εἴρηκεν. |
| 2 62c | ἦν μὲν γὰρ ἀκόλουθον καὶ ἀμφίβολον τὸ ‘παρελθών τις ἐμοὶ λεγέτω ἢ ὡς οὐκ ἔστι λοιπὸν ἀσθενήσ‘ (καὶ γὰρ τοῦτο ὤφειλεν ἀπαντῆσαι), ὁ δὲ εἶπε τὸ ὁμολογούμενον, ὅτι οὐκέτι οἱ ἅπαξ ἠπατημένοι καὶ νῦν ἀπατηθήσονται. A 2 οὐκ εἴωθε Δημοσθένης ἐρωτᾶν τὰ ἀμφίβολα, ἀλλὰ τὰ ὁμολογούμενα, ὥσπερ καὶ ἐν τῷ κατ’ Ἀνδροτίωνος (cf. |
| 2 62d | 22, 29) ‘δεῖξον γάρ‘ φησιν ‘εἰ μὴ παρὰ τοὺς νόμουσ‘. Bc 〈παρὰ τὴν αὐτῶν ἀξίαν〉] τοῦτο ἵνα πιθανὸν ποιήσῃ ὅτι τὴν ἐλευθερίαν ἀγαπήσουσιν. |
| 2.63 | ST 〈καὶ μὴν εἴ τις ὑμῶν〉] τὸ σχῆμα ἀνθυποφορά. |
| 2 64a | F 1 καὶ . |
| 2 64b | .. ὑμῶν] καὶ τοῦτο ἀντίθεσίς ἐστιν ἀπὸ τοῦ δυνατοῦ, δύναμιν ἀνθυποφορᾶς ἔχουσα. ἡ γὰρ ἀνθυποφορὰ οὐχ ὁλόκληρός ἐστιν ἀντίθεσις, ἀλλὰ μέρος ἀντιθέσεως, τὸ μὲν δεχομένη, τῷ δὲ ἐνισταμένη, οἷόν ἐστι καὶ τὸ νῦν. τῆς γὰρ πρώτης ἀντιθέσεως οὔσης ὅτι ‘φοβερὸς ὁ Φίλιπποσ‘ καὶ τῷ δικαίῳ λελυμένης, ἡ ἀνθυποφορὰ πρὸς μὲν τὸ δίκαιον οὐκ ἐνίσταται, μέρος δὲ ἔχει τοῦ δυνατοῦ ὅτι ‘εἰ καὶ Φίλιππος ἄδικος καὶ ἐπίορκος, ἀλλ’ ὅμως βίᾳ καθέξει τὰ πράγματα‘. F 4 STBcVbWd ἐδήλωσε δὲ καὶ αὐτὸς ὁ ῥήτωρ τὴν δύναμιν τῆς ἀνθυποφορᾶς εἰπὼν ‘ταῦτα μὲν οὖν οὕτως ἔχειν ἡγεῖται‘· φαίνεται γὰρ τὸ μέν τι συγχωρῶν, τὸ δὲ μὴ δεχόμενος. |
| 2 64c | S οἴεται δὲ βίᾳ καθέξειν] ὅ ἐστι διὰ τὸ κατέχειν αὐτὸν τοὺς καιρίους τόπους κατ’ αὐτῶν, οἷον φρούρια καὶ λιμένας, ἵνα, κἂν θελήσωσιν ἀποστῆναι, μὴ δυνήσονται. |
| 2.65 | TBcAfVbWd τῷ τὰ χωρία καὶ λιμένας] οὐκ εἶπε ‘τῷ στρατηγοὺς ἔχειν καὶ συμμάχουσ‘ δι’ ὧν μάλιστα βίᾳ κρατοῦμεν, οὐδὲ μὴν ‘πόλεις καὶ φρούρια‘, ἀλλὰ ‘χωρία καὶ λιμένασ‘, 〈καὶ〉 τοῖς γενικοῖς ὀνόμασι χρησάμενος ἠλάττωσε τὴν δύναμιν τοῦ Μακεδόνος. |
| 2.66 | καὶ τὸ ‘προειληφέναι‘ οὐ βίᾳ κρατοῦντός ἐστιν, ἀλλ’ ἀπάτῃ προλαβόντος. καὶ δι’ ὧν εἰσάγει τὴν ἀντίθεσιν, φθάνει καὶ πρὸς τῆς λύσεως καθαιρῶν τοῖς ὀνόμασι τὴν δύναμιν τῆς ἀντιθέσεως. S ὅταν μὲν γὰρ ὑπ’ εὐνοίας] ἀπὸ τοῦ δικαίου πάλιν ἐποιήσατο τὴν λύσιν εἰ γὰρ ἐκ πλεονεξίας ἴσχυσεν, οὐκ εὔνους ἔχει τοὺς ἀδικηθέντας. |
| 2.67 | F 4 STBc AfVbWd 〈πᾶσι〉] στρατηγοῖς καὶ στρατιώταις. |
| 2.68 | PrT ἡ πρώτη πρόφασις] ἀντιπῖπτον ἔλυσεν ‘οὐκοῦν δεήσει μάχης καὶ κινδύνων ἵνα κρατήσωμεν‘. |
| 2.69 | ὁ δὲ ‘ἡ πρώτη πρόφασις καὶ μικρὸν πταῖσμα‘ εἰπὼν τὸ ῥᾴδιον τῆς καθαιρέσεως ἔδειξεν. τοῦτο γὰρ μάλιστα τοῦ δυνατοῦ κεφαλαίου τιμιώτατον μέρος. F 4 STBcAfVbWd 〈μικρὸν πταῖσμα〉] τὸ ἡττηθῆναι αὐτὸν κατὰ τὸν πόλεμον. |
| 2.70 | PrT ἀνεχαίτισε] ἀνέτρεψεν· ἀπὸ μεταφορᾶς τῶν ὑποζυγίων, ἃ διὰ τὸ μὴ ἐπὶ πολὺ δύνασθαι φέρειν τὸν ζυγὸν πολλάκις ἀνατρέπει αὐτόν. |
| 2 71a | πάνυ δὲ ὁ λόγος ἁρμόζει καὶ ἐπὶ τῶν ὑπὸ Φιλίππου δεδουλωμένων, εἴ γε καὶ ἡ δουλεία ἔοικε ζυγῷ, καὶ τὸ βούλεσθαι τοὺς δούλους ἀποστῆναι διὰ τὸ μηκέτι φέρειν ἐπὶ πολὺ ἀδικοῦντα καὶ ἐπιορκοῦντα. τῇ δὲ συνεχείᾳ τῶν ὀνομάτων δείκνυσιν αὐτὸν καὶ θεοῖς καὶ ἀνθρώποις πολέμιον, ἵνα τὸ μὲν ‘ἀδικοῦντα‘ λάβωμεν ἐπὶ ἀνθρώπων, τὸ δὲ ‘ἐπιορκοῦντα‘ ἐπὶ θεῶν, τὸ δὲ ‘ψευδόμενον‘ ἐπ’ ἀμφοτέρων. F 4 vp 2 STBcAfVbWd εἰς τοὐπίσω ἤγαγε. |
| 2 71b | A 2 〈δύναμιν βεβαίαν〉] ἐξ ἀμφοτέρων ἡ ἐλάττωσις. |
| 2.72 | PrT 〈ἀντέχει〉] ἰσχύει. |
| 2.73 | A 2 καὶ σφόδρα γε ἤνθησε] τῷ δισταγμῷ καὶ ‘ἐλπίσι‘ χρησάμενος καὶ τῷ ‘ἤνθησεν‘ πρόσκαιρον καὶ ἀβέβαιον ἔδειξε τὴν δύναμιν τοῦ Μακεδόνος· καὶ γὰρ τὰ ἄνθη πρόσκαιρα καὶ οὐ πολυχρόνια. |
| 2 74a | STBcAfVbWd διὰ δὲ τοῦ ‘ἤνθησεν‘ πρόσκαιρον καὶ ἀβέβαιον ἔδειξεν τὴν δύναμιν τοῦ Μακεδόνος· καὶ γὰρ τὰ ἄνθη πρόσκαιρα. |
| 2 74b | F 2 〈τῷ χρόνῳ〉] τὸ ὀλιγοχρόνιον παρέστησεν. |
| 2.75 | F 2 T φωρᾶται] τουτέστιν ἐλέγχεται. |
| 2 76a | ἀπὸ μεταφορᾶς τοῦ φωρός, ὅ ἐστι τοῦ λῃστοῦ. φὼρ γὰρ ὁ λῃστής· ἔνθεν καὶ τὸ ἐπ’ αὐτοφώρῳ. vp 2 STBcAf VbWd τὸ δὲ ‘φωρᾶται‘ ὅ ἐστιν ἐλέγχεται ἀπὸ μεταφορᾶς λῃστοῦ ὃς λέγεται φώρ. |
| 2 76b | F 4 ἐλέγχεται δὲ τὰ τοιαῦτα τῷ χρόνῳ. |
| 2 76c | A 2 καταρρεῖ] τὸ δὲ ‘καταρρεῖ‘ ἀντὶ τοῦ διαφθείρεται, ἀπὸ μεταφορᾶς τοίχου τινὸς παλαιοῦ, ὅταν ὑπὸ τῆς παλαιότητος αὐτὸς ὑφ’ ἑαυτοῦ διαβιβρώσκηται καὶ ἀναλίσκηται. |
| 2 77a | F 4 vp 2 STBcAfVbWd συμπίπτει. |
| 2 77b | A 2 〈τῶν ἄλλων τῶν τοιούτων〉] οἷον ἱερῶν, λουτρῶν. |
| 2.78 | F 2 T τὰ κάτωθεν ἰσχυρότερα εἶναι δεῖ] τινὲς λαμβάνονται τοῦ ῥήτορος ἐνταῦθα, λέγοντες ὅτι ‘κάτω‘ ἔδει εἰπεῖν καὶ οὐ ‘κάτωθεν‘. |
| 2.79 | ἀλλ’ ἠγνόησαν τὸ ἀκόλουθον. ‘κάτωθεν‘ γὰρ εἶπεν, ἐπειδὴ κάτωθεν ἀπὸ θεμελίων ἐπὶ τὰ ἄνω οἰκοδομεῖται οἶκος, ὁμοίως δὲ καὶ ναῦς ἀπὸ τῆς τρόπιδος. F 4 TBcAf VbWd τὰς ὑποθέσεις] οἷον αὐτὰς τὰς κρηπῖδας καὶ τοὺς θεμελίους. |
| 2.80 | STBc φημὶ δὲ δεῖν ὑμᾶς] πεπλήρωκεν δὲ ἄχρις ἐνταῦθα τὸν περὶ τοῦ δικαίου λόγον· καὶ δείξας Φιλίππῳ μὲν δυσμενεῖς τοὺς θεούς, εὐμενεῖς δὲ τῷ δήμῳ, πάλιν ἐπὶ τὴν προτροπὴν ἐχώρησεν. |
| 2 81a | ἀεὶ γὰρ τοῖς ἐνθυμήμασι καὶ ταῖς ἀποδείξεσιν ἐπάγει τὴν προτροπήν. F 4 STBcAfVbWd ἐγχείρημα συμβουλευτικὸν ἀποφαντικῶς. |
| 2 81b | F 2 PrTAfWd κάλλιστα καὶ τάχιστα] καλῶς συνέζευξε τὰ δύο· ἑκάτερον γὰρ χηρεῦον τοῦ ἑτέρου βλάβην ἐργάζεται. |
| 2.82 | STBcVbWd 〈Θετταλοὺσ〉] πάλιν τοὺς Ἀθηναίους ἐπὶ τὸ ἀξίωμα τῆς ἡγεμονίας ἐφίστησι πρεσβεύεσθαι κελεύων, καὶ διδάσκει τοὺς πρέσβεις ἃ ὀφείλουσι διαλεχθῆναι τοῖς Θετταλοῖς. |
| 2.83 | S πρεσβείαν πέμπειν] ἀπὸ κοινοῦ τὸ ‘φημί‘. |
| 2.84 | ἥτις πρεσβεία ‘τοὺς μὲν διδάξει‘· εἰς δύο γὰρ μερίζει τοὺς Θετταλούς, εἰς ἀγνοοῦντας τὸν Φίλιππον καὶ εἰδότας μέν, δεδιότας δέ. TBcAfVbWd 〈τοὺς μὲν〉] τοὺς ἀγνοοῦντας τὸν Φίλιππον. |
| 2.85 | S 〈τοὺς δὲ〉] τοὺς εἰδότας τὸν Φίλιππον, δεδιότας δέ. |
| 2.86 | S καὶ γὰρ νῦν εἰσιν] ἐν ταὐτῷ τό τε δυνατὸν καθαιρεῖ τοῦ Φιλίππου καὶ αὔξει τὸ τῆς πόλεως· εἰ γὰρ Φιλίππου μὲν ἀποστήσονται Θετταλοί, τῇ δὲ πόλει προσθήσονται, κἀκεῖνος ἀσθενέστερος καὶ οὗτοι μείζους γενήσονται. |
| 2.87 | S ἀξίως τῆς πόλεως] καλῶς ἐπησφαλίσατο. |
| 2.88 | ἠδύναντο γὰρ πολλάκις πέμψαι μέν, ὀλίγους δέ· διὸ προσέθηκεν ‘ἀξίως τῆς πόλεωσ‘. TBcAf VbWd 〈ἐπὶ τοῖς πράγμασι〉] πράγματα τὸν πόλεμον καλεῖ. |
| 2.89 | F 4 vp 2 STBc 〈τὰ πράγματα〉] ἔργα. |
| 2.90 | F 2 τοσούτῳ μᾶλλον ἀπιστοῦσιν] ἐπειδή, φησιν, εὐχερῶς καὶ ἑτοίμως ὑπισχνούμεθα, οὐ ποιοῦμεν δέ, εἰκότως ἅπαντες ἡμῖν ἀπιστοῦσιν. |
| 2.91 | STBc AfVbWd πολλὴν δὴ] τὸ σχῆμα ἀπὸ αὐξήσεως. |
| 2.92 | F 1 SPrTBc τὴν μετάστασιν] ‘μετάστασισ‘ τὸ ἀπὸ Ἀθηνῶν ἀπελθεῖν εἰς Ὄλυνθον συμμάχους· ‘μεταβολὴ‘ δὲ τὸ τὴν ῥαθυμίαν εἰς προθυμίαν μεταβαλεῖν. |
| 2 93a | F 2 TBcVbWd μετάστασιν καλεῖ τὸ ἀπὸ Ἀθηνῶν ἐλθεῖν εἰς Ὄλυνθον. |
| 2 93b | S 〈μεταβολὴν〉] τὴν ἐκ ῥαθυμίας εἰς προθυμίαν. |
| 2.94 | S εἴ πέρ τις ὑμῖν προσέξει τὸν νοῦν] οὕτω, φησίν, ἅπαντες ἀπιστοῦσιν ἡμῖν μηδὲν ποιοῦσιν· ὅτι κἂν θεάσωνται ἡμᾶς ποιοῦντας, θαυμάζω εἰ καὶ τότε ἡμῖν πιστεύσουσιν ὅτι ποιοῦμεν. |
| 2.95 | STBcAfVbWd τὰ τῆς οἰκείας ἀρχῆς] ὅ ἐστιν αὐτῆς τῆς Μακεδονικῆς, οὐ τῆς ἔξω τῶν συμμάχων· ἤδη γὰρ περὶ ταύτης εἶπεν. |
| 2.96 | TBcAfVbWd ὅλως] ἀντὶ τοῦ καθόλου. |
| 2.97 | F 2 ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις] περικόψας τοὺς συμμάχους τοῦ Μακεδόνος ἐπ’ αὐτοὺς ἐχώρησε τοὺς Μακεδόνας· καὶ ἐπειδὴ μὴ φανερῶς ἔχει δεῖξαι κατὰ πόλεμον αὐτοὺς ἡττημένους, τὸ ἐξ ἀνάγκης γιγνόμενον εἰς καθαίρεσιν ἔλαβε· τὸ γὰρ μετὰ συμμάχων αὐτοὺς πολεμεῖν τεκμήριον ἀσθενείας φησί. |
| 2 98a | τοῦτο δὲ Θουκυδίδης (2, 39, 2) περὶ Λακεδαιμονίων φησὶν ὅτι ‘οὐ καθ’ ἑαυτούς, ἀλλὰ μετὰ πάντων εἰς τὴν γῆν ἡμῶν στρατεύουσιν‘· ὁ μέντοι Δημοσθένης καὶ ἐπ’ ἔλαττον καθεῖλε τοὺς Μακεδόνας, οὐ τοὺς συμμάχους προσθήκην αὐτῶν, ἀλλὰ ἐκείνους τῶν συμμάχων ἀποφηνάμενος, ὡς καὶ πλήθει καὶ δυνάμει πολλῷ λειπομένους τῶν συμμάχων. δῆλον δὲ καὶ ἐξ αὐτῶν τῶν ῥητῶν ‘καὶ ὅποι τις ἄν, οἶμαι, προσθῇ κἂν μικρὰν δύναμιν‘. S ὅλως . |
| 2 98b | .. δύναμις] πρὸς γὰρ Ὀλυνθίους πολεμοῦσι τοῖς Ἀθηναίοις συνεμάχησε Περδίκκας ὁ ἀδελφὸς Φιλίππου μετὰ τῶν Μακεδόνων. λεληθότως οὖν λέγει ὅτι ἡ δύναμις, ἣν ἔσχομεν τότε ὥσπερ ἐν προσθήκης μέρει πρὸς συμμαχίαν, νῦν ἡμῖν περὶ τῶν πρωτείων φιλονεικεῖ. F 2 STBcAf VbWd 〈ἐν προσθήκης μέρει〉] ἤγουν προστιθεμένη ἄλλῃ τινὶ δυνάμει. |
| 2.99 | STWd 〈οὐ σμικρὰ〉] ἀντὶ τοῦ σύμμετρος. |
| 2 100a | S οἷον σύμμετρος, οὔτε μεγάλη οὔτε σμικρά. |
| 2 100b | T ἐπὶ Τιμοθέου] ὁ δὲ Τιμόθεος στρατηγὸς ἦν Ἀθηναίων, πατὴρ Κόνωνος τοῦ στρατηγοῦ, εὐτυχὴς δὲ σφόδρα ἐξ ἀρχῆς γενόμενος, εἴπερ τις ἄλλος. |
| 2.101 | λέγεται γὰρ περὶ αὐτοῦ ὡς, ἐν οἵῳ δήποτε πολέμῳ ἐπέμπετο, ἐνίκα. ὅθεν καὶ τοὺς ζωγράφους, ἡνίκα αὐτὸν ἔγραφον, γράφειν αὐτὸν καθεύδοντα· γυναῖκα δέ τινα συγγράφειν, ἐπιγράφοντας αὐτῇ τὸ τῆς Τύχης ὄνομα, πλησίον αὐτοῦ ἱσταμένην καὶ βαστάζουσαν δίκτυα καὶ ἄλλα ὄργανα θηρευτικά, δηλοῦντας διὰ τούτου ὅτι ἡ Τύχη ὑπὲρ αὐτοῦ πάντα ποιεῖ, αὐτοῦ πονοῦντος μηδέν. ὡς δὲ ἐπὶ τούτοις βαρέως ἤνεγκε, μηδέποτε νενικηκέναι διὰ τῆς τύχης, ἀλλὰ δι’ ἑαυτοῦ λέγων, ὕστερον, ὥσπερ τοῦ δαιμονίου αὐτῷ νεμεσήσαντος τῆς ἀλαζονείας τοῦ ῥήματος, οὐκέτι νενίκηκεν. STBcAfVbWd 〈συναμφότερον〉] ὅ ἐστι σὺν ἄλλῳ τινὶ γενόμενον καὶ οὐ καθ’ ἑαυτό, ὡς εἶπεν ‘ἐν προσθήκης μέρει‘. |
| 2 102a | SPr ὅ ἐστι προσθήκης ἄλλῳ τινί. |
| 2 102b | Wd Θετταλοῖς νοσοῦσι] νοσοῦσι λέγει τὰς γνώμας, ὅτι οἱ μὲν αὐτῶν ἐβούλοντο δημοκρατεῖσθαι, οἱ δὲ περὶ τοὺς τυράννους τοὺς Ἀλευάδας καὶ οἱ φίλοι αὐτῶν τυραννεῖσθαι. |
| 2 103a | ‘τυραννικὴν‘ δὲ ‘οἰκίαν‘ τὸ γένος λέγει τῶν Ἀλευαδῶν. TBcAfVbWd οἱ μὲν γὰρ αὐτῶν ἐβούλοντο δημοκρατεῖσθαι, οἱ δὲ ὑπὸ τῶν Ἀλευαδῶν τυραννεῖσθαι. |
| 2 103b | S τυραννικὴν οἰκίαν] τὴν Μακεδονικὴν ἀρχήν· τὸ γένος λέγει τῶν Ἀλευαδῶν. |
| 2.104 | A 2 R ὅποι τις ἂν . |
| 2.105 | .. κἂν] ἐπειδὴ διὰ τῶν ἀνωτέρω ἔδοξεν ὥσπερ τινὰ ὑποψίαν δυνάμεως παρέχειν τοῖς Μακεδόσι, βούλεται κοινὸν αὐτὸ δεῖξαι καὶ διὰ τοῦ καθολικοῦ ἐλαττῶσαι. ὁ δὲ ‘κἂν‘ σημαίνει ἐνταῦθα αἵρεσιν τοῦ ἐλάττονος ἐν ἀποτυχίᾳ τοῦ μείζονος· οὐ γάρ εἰσι δύο μέρη, ἀλλ’ ἕν. F 3 STBc AfVbWd κἂν] τὸ ‘κἂν‘ ἐνταῦθα κεῖται τὸ παραφερόμενον καὶ δοκοῦν μὴ λέγεσθαι· οὐ γὰρ δυνάμεθα αὐτὸ διαλῦσαι εἰς τὸ ‘καὶ ἐάν‘· κεῖται γὰρ ἄλλος σύνδεσμος ὁ ‘ἄν‘. |
| 2.106 | F 3 〈ἔτ’ ἐπισφαλεστέραν〉] τὴν Μακεδόνων ἀρχήν. |
| 2 107a | S ἔτ’ ἐπισφαλεστέραν] ζητεῖται πῶς ἀσθενεστέραν, ἀλλ’ οὐχὶ καὶ μᾶλλον ἰσχυροτέραν ποιεῖ διὰ τοῦ γυμνάζεσθαι καὶ συνεχῶς μανθάνειν τὰ πολεμικά. |
| 2 107b | καί φαμεν ὅτι ἀσθενεστέραν οὐ λέγει τοῖς σώμασιν, ἀλλὰ τῇ γνώμῃ, διότι μισοῦσιν αὐτὸν δι’ ἅπερ αὐτοῖς ποιεῖ, ὡς ἐπιφέρει. ἢ ὅτι τῇ συνεχεῖ τριβῇ κατακοπτόμενοι ἀσθενέστεροι γίνονται. F 3 STBcAfVbWd μὴ γὰρ οἴεσθε] θαυμαστή τις ἡ βία τοῦ ῥήτορος· τῶν γὰρ Ἀθηναίων διὰ τὰ κατορθώματα τοὺς Μακεδόνας εὐλαβουμένων, οὗτος ἐξ αὐτῶν τούτων σαθρὰν αὐτῶν ἀποφαίνει τὴν δύναμιν, καὶ ἐπειδὴ δειλίαν οὐκ ἔσχε κατηγορῆσαι, τὴν γνώμην ἐξετάζει τοῦ Φιλίππου καὶ τὴν σχέσιν τῶν Μακεδόνων, καὶ τὰς προαιρέσεις αὐτῶν ἐναντίας ἀποφήνας οὐχ ὁμονοοῦντας ἀλλήλοις δείκνυσιν. |
| 2 108a | F 3 STBcAfVbWd ἀντιπῖπτον λύει. |
| 2 108b | Pr καὶ προῄρηται πράττων] ἡ σύνταξις οὕτως· ‘καὶ προῄρηται πράττων καὶ κινδυνεύων παθεῖν ὅ τι ἂν συμβῇ‘. |
| 2.109 | εἶτα δεῖ στίξαντας ἐπενεγκεῖν· ‘προῃρημένος ἀντὶ τοῦ ζῆν ἀσφαλῶς δόξαν κτήσασθαι τοῦ ταῦτα διαπράξασθαι, ἃ μηδεὶς ἄλλος Μακεδόνων‘. F 3 TBcAfVbWd 〈τὴν τοῦ διαπράξασθαι ταῦτα〉] ὑπερβατὸν καθ’ ὑπέρθεσιν. |
| 2 110a | F 2 Wd τὸ σχῆμα ὑπερβατόν. |
| 2 110b | A 2 R 〈κοπτομένησ〉] συντριβομένης καὶ ἀπολλυμένης. |
| 2.111 | A 2 〈κοπτόμενοι δ’ ἀεὶ ταῖς στρατείασ〉] συντριβόμενοι καὶ ἀπολλύμενοι. |
| 2 112a | A κοπτόμενοι . |
| 2 112b | .. στρατείαις] καὶ τοῦτο πρὸς φόβον ἐδύνατο συντελεῖν, ὅτι ἐκ τοῦ συνεχῶς στρατεύεσθαι μελέτην ἐκτήσαντο καὶ ἐμπειρίαν τῶν πολεμικῶν. ὁ δὲ τὸ μὲν συμβαῖνον ἐκ τῆς στρατείας ἀφῆκε, τὴν δὲ γνώμην ἐξήτασεν, ὅτι λυποῦνται τοῖς συνεχέσι πολέμοις, καὶ τὴν αἰτίαν προσέθηκεν ‘οὐ συγχωρούμενοι γεωργεῖν οὔτε τοῖς ἰδίοις προσέχειν‘. εἶτ’ ἐπειδὴ καὶ πρὸς τοῦτο ἀντέπιπτεν ‘ἀλλ’ ἐκ τοῦ πολέμου κερδαίνουσι λάφυρα καὶ τὰ τοιαῦτα λαμβάνοντεσ‘, καὶ τούτων ἄχρηστον ἀπέφηνε τὸ κέρδος, οὐ δυναμένων αὐτῶν διαπιπράσκειν ὅσα ἂν πορίσωσιν, ἀλλὰ μᾶλλον εἰς προσθήκην ἀναλωμάτων ἐχόντων ταῦτα διὰ τὸ ἀναγκάζεσθαι τρέφειν αὐτὰ καὶ μὴ δύνασθαι πωλεῖν κεκλεισμένων τῶν ἐμπορίων καὶ μηδενὸς ἐμπορευομένου διὰ τὸν πόλεμον. καὶ προσέθηκεν ‘οὕτως ὅπως ἂν δύνωνται‘ ἐνδεικνύμενος ὅτι οὐδὲ ὅπλοις κρατοῦντες, ἀλλ’ ἁρπάζοντες καὶ ληϊζόμενοι κερδαίνουσι. STBcAfVbWd διαθέσθαι] πωλῆσαι· ἡ λέξις καὶ παρ’ Ἰσοκράτει ἐν τῷ Βουσίριδι (224 B), ὅταν λέγῃ τὴν διάθεσιν. |
| 2 113a | F 2 SPrTBcAfVbWd πωλῆσαι. |
| 2 113b | A οἱ μὲν οὖν πολλοὶ] οὐκ εἶπεν ‘ἅπαντεσ‘, ἀντιπῖπτον ὑποτεμνόμενος ‘εἰ γὰρ ἅπαντες ὑπόπτως ἔχουσι πρὸς αὐτόν, διὰ τί μὴ τῆς βασιλείας αὐτὸν ἐξωθοῦσιν;‘ ὁ δὲ τοὺς ‘πολλοὺσ‘ εἰπὼν δέδωκεν αὐτῷ τινας καὶ εὔνους οἳ συνέχουσιν αὐτὸν ἐπὶ τῆς ἀρχῆς. |
| 2.114 | S οἱ δὲ δὴ περὶ αὐτὸν ὄντες] ὅρα πῶς κατὰ μικρὸν τὸ ἀσθενὲς ἀποδείκνυσι τοῦ Φιλίππου. |
| 2 115a | πρῶτον εἰπὼν ὅτι μισοῦσιν αὐτὸν οἱ σύμμαχοι, εἶτα καὶ αὐτοὶ οἱ Μακεδόνες οἱ πολῖται αὐτοῦ, εἶτα ἵνα μή τις εἴπῃ ‘ἀλλ’ εἰ καὶ οὗτοι οὕτως ἔχουσιν, ἀλλ’ οὖν ξενικά τινα ἔχει στρατεύματα‘, διαβάλλει καὶ ταῦτα. F 4 S ( → 115c) TBcAfVbWd ( → 115b) βούλεται δεῖξαι ὅτι καὶ οὗτοι δόξαν μέν τινα ἔχουσι καὶ ὑπόνοιαν πολεμικήν, οὐ μέντοι ἐστὶν ἀληθῆ ἐξ ὧν ἐπιφέρει. |
| 2 115b | TBcAfVbWd οἱ . |
| 2 115c | .. ὄντες] καὶ συμμάχους αὐτὸν καὶ τοὺς ὑπηκόους ἀφελόμενος ἐπὶ τὸ ξενικὸν ἐχώρησε. καὶ κέχρηται συνδρομῇ λέγων ‘δόξαν μὲν ἔχουσιν‘, ἵνα μὴ δοκῇ μόνος ἐναντιοῦσθαι τῇ περὶ αὐτὸν φήμῃ. βουλόμενος δὲ καθελεῖν αὐτῶν τὴν δόξαν ἐπὶ ἄτεχνον πίστιν ἐχώρησεν, ἵνα μὴ πάντα αὐτὸς ἐνθυμούμενος καὶ ἀποδεικνὺς φιλονεικίᾳ τῇ πρὸς Φίλιππον μᾶλλον δοκῇ λέγειν ἢ ὡς αὐτὴν τὴν ἀλήθειαν ἐγνωκώς. ἀνενεγνὼν δὲ τὴν μαρτυρίαν τοῦ ἀνθρώπου εἰς τὸ περὶ τῶν ξένων οὐκ ἀφῆκεν ἀκατάσκευον τὴν μαρτυρίαν, ἀλλὰ λογισμοὺς αὐτῷ περιέθηκεν, ὅτι τοὺς μὲν ἀνδρείους διὰ φιλοτιμίαν ἀπωθεῖται, τοὺς δὲ σώφρονας διὰ τὸ μὴ δύνασθαι φέρειν αὐτοῦ τὴν μέθην, καὶ προσυνέστησε τὸν ἄνθρωπον καὶ φρόνιμον εἰπὼν καὶ ἔμπειρον τῶν ἐν Μακεδονίᾳ, οὐχ ἵνα ἐκεῖνον ἐπαινέσῃ, ἀλλ’ ἵνα τοὺς τούτου λογισμοὺς ὡς ἀληθεῖς παραδέξωνται διὰ τὴν ἐκείνου δόξαν. S πεζέταιροι] πολλαὶ περὶ τούτου φέρονται ἐξηγήσεις. |
| 2 116a | οἱ μὲν γὰρ αὐτὸ λέγουσιν ὄνομα στρατεύματος οὕτω λεγομένου, οἱ δὲ ὅτι τινὲς ἦσαν παρ’ αὐτοῖς στρατιῶται τὸν ἕτερον πόδα γυμνὸν ἔχοντες, τὸν δὲ ἕτερον ὡπλισμένον· διό φασι καὶ πεζετέρους αὐτοὺς καλεῖσθαι παρὰ τὸ τὸν ἕτερον πόδα γυμνὸν ἔχειν· πέζα γὰρ τὸ κάτω τοῦ ποδός· ὅθεν καὶ πεζεύειν τὸ χαμαὶ περιπατεῖν. οἱ δέ φασι τοὺς ἀπὸ τοῦ πλήθους τῶν πεζῶν ὧν εἶχε ξένων ἑταίρους καὶ φίλους γενομένους αὐτῷ οἱονεί τινας ἐκλελεγμένους διὰ τὸ ἀνδρεῖον ἵνα φυλάττωσιν αὐτόν· ἡ δὲ γραφὴ διάφορος πρὸς τὴν διάφορον ἐξήγησιν. F 4 S ma TBcAfVbWd πεζέταιροι] Θεόπομπός (FGrHist 115 F 348) φησιν ὅτι ἐκ πάντων τῶν Μακεδόνων ἐπίλεκτοι οἱ μέγιστοι καὶ ἰσχυρότατοι ἐδορυφόρουν τὸν βασιλέα καὶ ἐκαλοῦντο πεζέταιροι. |
| 2 116b | A 1 A 2 〈συγκεκροτημένοι〉] ἢ κατὰ τέχνην στρατευόμενοι. |
| 2.117 | Vp 2 τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων] οἷον οἰκησάντων καὶ οὐχ ἁπλῶς παροδευσάντων. |
| 2 118a | SPr οὐχ ἁπλῶς παροδευσάντων, ἀλλ’ οἰκησάντων, διὰ τὸ ἀξιόπιστον. |
| 2 118b | F 4 τινὸς] οὐ γὰρ λέγων ἐπιστεύετο. |
| 2.119 | PrT οὐδένων] φασὶν οἱ τεχνικοὶ τῶν γραμματικῶν, ὅτι οὐ κυρίως κέκλιται, εἴ γε ἡ εὐθεῖα ‘ὁ οὐδείσ‘, ‘τοῦ οὐδενόσ‘. |
| 2.120 | F 4 vp 2 TBcAfVbWd βελτίους] οὗτοι οἱ πεζέταιροι. |
| 2.121 | T εἰ μὲν γάρ τις] τὸ σπάνιον ἐνέφηνε. |
| 2.122 | F 4 SPrT φιλοτιμίᾳ πάντας] φιλοτιμία ἡ ἀσύμμετρος δηλονότι, ἣ καὶ εἰς κενοδοξίαν ἐκπίπτει· ἑκάστῃ γὰρ ἀρετῇ δύο κακίαι παρέπονται κατὰ ἔνδειαν καὶ πλεονασμόν. |
| 2 123a | F 4 φιλοτιμίᾳ πάντας] ἀντὶ τοῦ ‘διὰ φιλοτιμίαν ἣν αὐτὸς μόνος κεκτῆσθαι βούλεται‘. |
| 2 123b | τί οὖν οὐκ ἐπαινετὸς καθ’ ὃ δόξης ὀρέγεται; εἰ μὲν συμμέτρου ὠρέγετο, ἐπαινετὸς ἂν ἦν· νῦν δὲ τῷ πλεονάζοντι εἰς κενοδοξίαν, ὥσπερ λέγομεν, ἐκπίπτει. ἑκάστῃ γὰρ ἀρετῇ δύο κακίαι παρέπονται κατ’ ἔνδειαν καὶ πλεονασμόν. TBcAfVbWd 〈αὖ τοῖς ἄλλοισ〉] τοῖς ἄλλοις κακοῖς δηλονότι οἷς κέκτηται. |
| 2.124 | T ἢ δίκαιος ἄλλως] ὡς καὶ τοῦ σώφρονος δικαίου ὄντος τοῦτό φησι. |
| 2 125a | S ἢ . |
| 2 125b | .. ἄλλως] οἷον ἀπὸ φύσεως, ἵνα δείξῃ ὅτι ἀπὸ διδαχῆς οὐκ ἔστι παρὰ Μακεδόσι γενέσθαι σώφρονα. τρία δὲ σημαίνει παρὰ τοῖς παλαιοῖς τὸ ‘ἄλλωσ‘, οἷον τὸ κατὰ ἄλλον τρόπον, ἢ τὸ κατὰ φύσιν, ὡς ἐνταῦθα, ἢ τὸ μάτην. Πλατωνικῇ δὲ κέχρηται δόξῃ· φησὶ γὰρ ἐκεῖνος ἕπεσθαι τὰς ἀρετὰς ἀλλήλαις, ὥστε τὸν ὄντα σώφρονα καὶ δίκαιον εἶναι καὶ φρόνιμον καὶ ἀνδρεῖον. TBcVbWd ἢ . |
| 2 125c | .. ἄλλως] ἄλλως· φύσει. καὶ Ὅμηρος (Ι 699)· ‘ὁ δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλωσ‘. F 4 τὴν καθ’ ἡμέραν ἀκρασίαν] τὸ πᾶσιν ὑπάρχον τοῖς βασιλεῦσι τοῦτο ὡς Φιλίππου μόνου κατηγόρηκεν. |
| 2 126a | τὸ γὰρ ἐν τρυφαῖς εἶναι καὶ πότοις κοινὸν τῶν βασιλέων· διόπερ οὐδὲ πίστεως ἐδεήθη πρὸς τοῦτο, ὡς τῶν ἀκροατῶν αὐτόθεν συγχωρούντων. ἀλλὰ καὶ ἰδιότητα προσῆψεν εἰπὼν ‘τὴν καθ’ ἡμέραν‘, ὡς τῶν μὲν ἄλλων, κἂν τοιούτοις προσέχωσιν, οὐκ ἀεὶ τοῦτο ποιούντων, Φιλίππου δὲ καθ’ ἡμέραν. S τὴν . |
| 2 126b | .. ἀκρασίαν] οὐχ ἁπλῶς οὐδὲ τοῦτο, ἀλλ’ ἵνα μή τις νομίσῃ ὡς τύραννον αὐτὸν τρυφᾶν καὶ ἔν τισιν ἡμέραις καί τινας ἐπ’ ἄριστον καλεῖν, διὰ τοῦ καθ’ ἑκάστην ἡμέραν ταῦτα ποιεῖν διέβαλεν αὐτὸν ὡς μέθυσον καὶ τοῦτο βίον ἔχοντα. TBcAfVbWd 〈ἀκρασίαν〉] ἀκρασίαν· ἀταξίαν, παρὰ τὸ μὴ κεκαλύφθαι. |
| 2 127a | διὰ δὲ τοῦ ‘καθ’ ἡμέραν‘ διέβαλεν αὐτὸν ὡς μεθυστὴν καὶ τοῦτο βίον ἔχοντα. F 4 ἀκρασίαν] ἀκοσμίαν τινὰ καὶ ἀταξίαν, παρὰ τὸ μὴ κεκρᾶσθαι. |
| 2 127b | STBcWd ἀκοσμίαν, ἀταξίαν. |
| 2 127c | Pr κορδακισμοὺς] κορδακισμός ἐστιν εἶδος ὀρχήσεως αἰσχρᾶς καὶ ἀπρεποῦς· τῶν γὰρ ὀρχήσεων ἡ μέν ἐστι πολεμική, ὡς ἡ πυρρίχη, ἡ δὲ γελαστικὴ ᾗ χρῶνται ἐν θεάτροις καὶ πότοις. |
| 2 128a | STBcAfVbWd ἰστέον ὅτι κοινὸν μὲν ἦν τῆς τραγικῆς ὀρχήσεως εἶδος ἡ προσαγορευομένη ἐμμέλεια, τῆς δὲ σατυρικῆς ἡ σίκιννις, τῆς δὲ κωμικῆς ὁ κόρδαξ, τῆς δὲ πολεμικῆς ἡ πυρρίχη. |
| 2 128b | F 4 τὰς μετὰ μέθης ὀρχήσεις. |
| 2 128c | A 2 ὀρχήσεις ἀσχήμονας. |
| 2 128d | Pr παρεῶσθαι] ἐπὶ μὲν τῶν ἀνδρείων τὸ ‘ἐκβάλλειν‘, ἐπὶ δὲ τούτων τὸ ‘παρεῶσθαι‘ εἶπεν, οἱονεὶ καταπεφρονῆσθαι· καὶ ἐπὶ μὲν τῶν ἀνδρείων τὸν φθόνον αἴτιον, ἐπὶ δὲ τῶν σωφρόνων τὸ μῖσος. |
| 2 129a | STBcAfVbWd παρεῶσθαι] καταφρονεῖσθαι. |
| 2 129b | F 4 λῃστὰς καὶ κόλακας] ἐπειδὴ δὲ ἔμφασιν ἔχει ἡ λέξις, εἴ γε τοὺς πολεμίους λῃστεύουσι, διὰ τοῦ ‘κόλακασ‘ ἐταπείνωσεν αὐτό· ταπεινοὶ γὰρ οὗτοι τὸ φρόνημα. |
| 2 130a | F 4 λῃστὰς . |
| 2 130b | .. κόλακας] λῃστάς, οἱονεὶ ἅρπαγάς τινας στρατιώτας. εἶτα ἐπειδὴ ἔμφασιν ἔχει τινὰ ἰσχύος τὸ τῶν λῃστῶν, εἴ γε λῃστεύουσι τοὺς πολεμίους, ἐπαγαγὼν τούτῳ τὸ ‘κόλακασ‘ ἐταπείνωσεν αὐτό· ταπεινοὶ γὰρ τὸ φρόνημα οἱ κόλακες. TBcAfVbWd 〈ὀκνῶ〉] διὰ τὴν αἰσχρότητα. |
| 2.131 | F 4 ST καὶ γὰρ οὓς ἐνθένδε] εἰς πίστιν τοῦ ἀπαγγείλαντος αὐτοὺς ὥσπερ βούλεται μάρτυρας Ἀθηναίους ποιήσασθαι ἐξ ὧν ἴσασιν. |
| 2.132 | STAfVbWd 〈θαυματοποιῶν〉] θαυμαστὸν ἐργαζομένων. |
| 2.133 | A 2 Καλλίαν ἐκεῖνον τὸν δημόσιον] ὁ Ἀθηναίων δῆμος ἔθος εἶχεν ὠνεῖσθαι οἰκέτας γράμματα ἐπισταμένους· τοὺς δὲ εὐνοϊκῶς δουλεύοντας ἠλευθέρουν. |
| 2 134a | ὁ δὲ Καλλίας, εἷς ὢν τῶν οἰκετῶν καὶ καταγνωσθείς, ἔφυγεν εἰς Μακεδονίαν καὶ διέτριβε παρὰ Φιλίππῳ. A 2 R Καλλίαν . |
| 2 134b | .. δημόσιον] ἰστέον ὅτι πληθυντικῶς εἰπὼν ‘οὓς πάντες ἀπήλαυνον‘ ἕνα ἐπήγαγεν, ἐφ’ ἑνὸς τὸ πλῆθος τῆς μαρτυρίας δειξάμενος. F 4 TBcVbWd τὸν μέντοι Καλλίαν ‘δημόσιόν‘ φησιν, ἐπειδὴ δούλους εἶχον δημοσίους οἱ Ἀθηναῖοι ἀπὸ αἰχμαλώτων ποιήσαντες καὶ ἐδίδασκον τούτους γράμματα καὶ ἐξέπεμπον αὐτοὺς ἐν τοῖς πολέμοις μετὰ τῶν ταμιῶν καὶ τῶν στρατηγῶν, ἵνα ἀπογράφοιεν τὰ ἀναλισκόμενα. |
| 2 134c | οὐκ ἀκαίρως δὲ τοῦτο ἐποίουν, ἀλλ’ ἵνα διὰ τοῦ δύνασθαι τούτους τύπτειν ὡς δούλους ἔχωσι μανθάνειν τὸ ἀληθές· αἰσχρὸν γὰρ ἐνομίζετο παρὰ Ἀθηναίοις ἐλευθέρους τύπτειν. εἰ δὲ διὰ τῶν πληγῶν ἠλέγχθη ὁ στρατηγὸς καὶ ὁ ταμίας ψευδόμενος, ὡς δοῦλοι λοιπὸν καὶ αὐτοὶ κακῶς ἔπασχον. STBcVbCaWd μίμους γελοίων] ἀναγκαῖον τὸ τῆς προσθήκης· οὐ γὰρ ἅπασα μίμησις γελοία τυγχάνει, ἀλλ’ ἔστι καὶ σπουδαία, οἵα ἡ τῶν τραγῳδῶν ἢ τῶν κωμικῶν. |
| 2 135a | διὰ τοῦτο προσέθηκε καὶ ἐπὶ τοῦ ‘ᾀσμάτων‘ τὸ ‘αἰσχρῶν‘· εἰσὶ γὰρ καὶ ἀγαθῶν ᾀσμάτων ποιηταί. F 4 μίμους γελοίων] ἀναγκαῖον τὸ τῆς προσθήκης· οὐχ ἅπασα γὰρ μίμησις γελοία τυγχάνει, ἀλλ’ ἔστι καὶ σπουδαία. |
| 2 135b | καὶ γὰρ ἡ τραγῳδία μίμησίς ἐστιν ἠθῶν καὶ παθῶν καὶ ἡ κωμῳδία μίμησις, καὶ τὰ Ὁμήρου παραπλησίως. STBcAfVbWd καὶ ‘αἰσχρῶν‘ 〈ἐπὶ τοῦ〉 ‘ᾀσμάτων‘ προσέθηκεν· εἰσὶ γὰρ καὶ ἀγαθῶν ᾀσμάτων ποιηταί. |
| 2 135c | TBcAfVbWd τούτους ἀγαπᾷ] κἀνταῦθα τὴν κοινότητα ἐξέφυγεν· ἐπειδὴ γὰρ καὶ οἱ ἄλλοι βασιλεῖς τοῖς τοιούτοις προσέχουσιν, ἀπὸ τῆς γνώμης τοῦ Φιλίππου διέβαλεν, ὅτι ἐκεῖνοι μὲν τοῖς μίμοις χρῶνται πρὸς τέρψιν, οὗτος δὲ ὡς σπουδαίους ‘ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχει‘, δηλονότι τὸ Εὐριπίδου (fr. |
| 2.136 | 812, 9 N. 2 ) κατηγορῶν αὐτοῦ· τοιοῦτός ἐστιν [ἕκαστος] οἷσπερ ἥδεται ξυνών. ἐπεὶ καὶ Σωκράτης παρὰ Ξενοφῶντι προσέσχε τοιούτοις θεάμασιν ἐν Συμποσίῳ (2), ἀλλ’ ὁ μὲν ὡς φιλόσοφος ἐκ τῆς πείρας δοκιμάζων εἰ δεῖ χρῆσθαι τοιούτοις ἢ μή, Φίλιππος δὲ ὡς τεθαυμακὼς ‘ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχει‘. S καίτοι ταῦτα καὶ εἰ μικρὰ] τὸ δὲ ‘καίτοι ταῦτα καὶ εἰ μικρά τις ἡγεῖται‘ φησὶ τὸ ἀντιπῖπτον ὑποτεμνόμενος· ἵνα γὰρ μή τις εἴπῃ ‘καὶ τί λυμαίνεται ταῦτα αὐτοῦ τὴν δύναμιν;‘ ἐπάγει ὅτι δεῖγμα τῆς κακοδαιμονίας αὐτοῦ ἐστιν, ὡς ὅτι ἔχει μηνιῶντας τοὺς θεούς· εἰκὸς γὰρ τοὺς μίμους καὶ εἰς τοὺς κρείττονας ἀποσκώπτειν. |
| 2.137 | F 4 STBcVbWd 〈τοῖς εὖ φρονοῦσιν〉] σωφροσύνης Ἀθηναίων ἔμφασιν ἔχει ἡ λέξις. |
| 2 138a | F 4 σωφροσύνης παρὰ Ἀθηναίων ἔμφασιν ἔχειν λέγουσιν. |
| 2 138b | T τοῦτο διὰ τὸν δῆμον· οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων ἥδονται τοιούτοις θεάμασιν, ὁ δὲ φιλόσοφος καὶ πεπαιδευμένος οὐδαμοῦ. |
| 2 138c | S 〈ἀλλ’ οἶμαι νῦν μὲν ἐπισκοτεῖ〉] ἀντιπῖπτον δὲ λύει ‘πῶς οὖν, εἰ κακοδαίμων ἐστὶ καὶ ἀσελγής, οὐ γίγνεται κατάδηλος;‘ ὅτι συγκρύπτουσιν αὐτὸν αἱ περὶ τοὺς πολέμους εὐπραγίαι. |
| 2 139a | S ἀλλ’ . |
| 2 139b | .. ἐπισκοτεῖ] ἀντέπιπτεν αὐτῷ· ‘καὶ πῶς οὖν αὐτὸς ἀντέχει καὶ σῴζει τὴν δύναμιν, εἰ κακοδαίμων ἐστίν,‘ ἐπάγει ὅτι τέως νῦν εὐτυχεῖ· ἐὰν δὲ περιπέσῃ τινὶ ἀτυχίᾳ, εὐθέως ταῦτα πάντα ἐλέγχεται. εἶτα, ἵνα μὴ πάλιν φοβήσῃ εὐτυχῆ λέγων, εὐθὺς ἐπάγει ‘οὐκ εἰς μακρὰν εὐτυχήσει, ἂν ὑμεῖς βούλησθε‘. ὥστε εἰ δεῖ τἀληθὲς εἰπεῖν, χορηγία τῆς ἐκείνου εὐτυχίας ἡ ὑμετέρα ῥαθυμία γίνεται. TBcAfVbWd 〈συγκρύψαι〉] γράφεται συσκιάσαι. |
| 2.140 | F 4 ἐξετασθήσεται] ἐλεγχθήσεται. |
| 2.141 | vp 2 δείξειν] ἐλέγξειν. |
| 2 142a | S ἔλεγχον δώσειν. |
| 2 142b | vp 2 Pr ἂν οἵ τε θεοὶ θέλωσι] χρῄζουσι γὰρ αἱ πράξεις καὶ εὐτυχίας καὶ κατορθούντων ἀνδρῶν. |
| 2.143 | STBcAfVbWd 〈τέωσ〉] ἐν ὅσῳ vp κἂν ῥῆγμα κἂν στρέμμα] ῥῆγμα μὲν οἱ ἰατροί φασιν ἀγγείου τινὸς ῥῆξιν, οἷον φλεβὸς ἢ ἀρτηρίας, στρέμμα δὲ ἄρθρου παράβασιν· τινὲς δὲ ῥῆγμα μὲν νεύρου διάτασιν, στρέμμα δὲ ὀστέου μετάστασιν. |
| 2 145a | vp 2 STBc AfVbWd κἂν . |
| 2 145b | .. στρέμμα] ῥῆγμα λέγεται ἡ τοῦ νεύρου διάτασις, στρέμμα δὲ ὀστέου μετάστασις. F 4 A 2 καὶ τῶν πόλεων] λείπει ἡ ‘περί‘, ἵνα ᾖ ‘οὕτω καὶ περὶ τῶν πόλεων καὶ τῶν τυράννων‘. |
| 2.146 | TBc ἂν ἔξω πολεμῶσιν] δῆλον γὰρ ὡς εἰ μὴ ἴσχυον, οὐκ ἂν ὑπερορίους ἐποιοῦντο τοὺς πολέμους. |
| 2.147 | STBc 〈ἐπειδὰν δὲ ὅμοροσ〉] οὐκ εἶπεν ‘ἐπειδὰν δὲ ἡττηθῶσιν ἐν τοῖς πολέμοισ‘, ἵνα μὴ τὸ ἐργῶδες ἐμφήνῃ τοῦ πράγματος· ἀλλ’ ἐξαρκεῖ καὶ γείτονα μόνον κινηθῆναι πόλεμον, αἰνιττόμενος τὸν τῶν Ὀλυνθίων. |
| 2.148 | S εἰ δέ τις ὑμῶν ὦ ἄνδρες Ἀθηναῖοι] πληρώσας τὰ πρότερα μέρη τοῦ δυνατοῦ μεταβέβηκεν ἐπὶ τρίτον τὸ τῆς τύχης. |
| 2 149a | ἡ μὲν γὰρ πρώτη καὶ καθολικὴ (cf. 2, 6) ‘φοβερὸς Φίλιπποσ‘· ἔδειξεν ὅτι οὐ φοβερὸς ἐξ ἀδικίας ηὐξημένος. ἡ δὲ δευτέρα καὶ μερικὴ (cf. 2, 9) ὅτι ‘βίᾳ καθέξει τὰ πράγματα‘· ἔδειξεν ὅτι οὐ καθέξει, μισούντων αὐτὸν καὶ ὑπηκόων καὶ συμμάχων καὶ ξένων, ἄλλως τε καὶ αὐτὸς ὢν μεθυστὴς καὶ ἀσελγής. ἡ δὲ τρίτη καὶ τελευταία ‘ἀλλ’ εὐτυχὴς ὁ Φίλιππος, ὥστε κἂν μὴ σφόδρα εὔνους ἔχῃ τοὺς συναγωνιζομένους, κατορθοῖ διὰ τῆς τύχησ‘, ὥστε εἶναι τὰς δύο τὰς τελευταίας μέρη τῆς πρώτης καὶ καθολικῆς. F 4 STBcAfVbWd δόξειε δ’ ἂν ἐναντίον εἶναι τῷ λέγειν ὅτι ἐπίορκος καὶ ἄπιστος ὁ Φίλιππος τὸ δεικνύειν τὴν τύχην αὐτῷ συναγωνιζομένην. |
| 2 149b | ῥητέον δὲ ὅτι πλείους οἶδε τύχας ὁ Δημοσθένης καὶ τὴν μὲν ἄλογον, οἵαν τῷ Φιλίππῳ δίδωσι, τὴν δὲ παρὰ τῶν κρειττόνων καὶ κατὰ λόγον, οἵαν ὑπάρχειν τῇ πόλει μαρτυρεῖ, καὶ τὴν μὲν μείζω, τὴν δὲ ἐλάττω. ὥστε κἀνταῦθα προτιμότερον εἶναί φησι τὴν Ἀθηναίων τύχην τῆς Φιλίππου τύχης. S ἀνθυποφορὰ τὸ σχῆμα. |
| 2.150 | F 1 PrTBc 〈ταύτῃ〉] κατὰ τοῦτο. |
| 2.151 | vp σώφρονος μὲν ἀνθρώπου] ἐμήκυνε τὴν ἀντίθεσιν καὶ τὸν προσκομίσαντα αὐτὴν ἐπῄνεσε ‘σώφρονα‘ προσειπών, τουτέστι φρόνιμον. |
| 2.152 | ‘καὶ μεγάλη γὰρ ῥοπὴ καὶ τὸ ὅλον‘· ὥσπερ οὖν ἀγωνιζόμενός ἐστι τῷ κομίσαντι τὴν ἀντίθεσιν. τίς οὖν ἡ πρόφασις; εἴωθεν ὁ Δημοσθένης, ἔνθα ἂν ἀπορῇ λύσεως πρὸς ἀντίθεσιν, μὴ ψιλὴν αὐτὴν τιθέναι, ἀλλὰ κατ’ ὀλίγον πλατύνειν, ἕως ἂν λάθῃ τοιοῦτόν τι προσθείς, ἐξ οὗ λήψεται τὴν ἀφορμὴν τῆς λύσεως· ὃ δὴ κἀνταῦθα πεποίηκεν. ἦν γὰρ ἡ μὲν ἀντίθεσις ‘εὐτυχὴς ὁ Φίλιπποσ‘· οὐκ ἔχων δὲ λῦσαι ταύτην, κατ’ ὀλίγον πλατύνων ἀπὸ τῆς Φιλίππου τύχης αὐτοὺς ἐπὶ τὴν κοινὴν τῶν ἀνθρώπων μετέστησεν εἰπὼν ‘τὸ ὅλον ἡ τύχη παρὰ πάντα ἐστίν· σκοπεῖτε δὲ καὶ τὴν τῆς πόλεως τύχην‘. F 4 STBcAfVbWd 〈ἡ τύχη〉] τὸ σχῆμα καλεῖται τόπου ἐμβολὴ ἐξ ὀνόματος. |
| 2.153 | F 1 ST 〈παρὰ〉] ἀντὶ τοῦ ‘κατὰ‘ ἢ τοῦ ‘εἰσ‘. |
| 2 154a | τὸ δὲ λεγόμενον, ἐξουσίαν ἔχει ἡ τύχη πάντων τῶν ἀνθρωπίνων πραγμάτων. S ἀντὶ τοῦ πάντων τῶν ἀνθρωπίνων πραγμάτων τὴν ἐξουσίαν ἔχει. |
| 2 154b | TBc ἀντὶ τοῦ κατὰ πάντα. |
| 2 154c | F 1 〈ἐθελόντων〉] τοῦτό φησιν ἵνα μὴ θαρρήσαντες τῇ τύχῃ τῶν πρακτέων ἀμελήσωσι. |
| 2.155 | S κατὰ μικρὸν] μικρὸν ἀπαιτεῖ παρ’ αὐτῶν, ἵνα μὴ εἴπωσιν ὡς οὐδὲν ὄφελος τῆς τύχης, εἰ μέλλοιμεν πονεῖν. |
| 2.156 | S πολὺ γὰρ πλείους] ὥσπερ ἀπὸ Πλατωνικῆς ὁρμώμενος διατριβῆς ἐνταῦθα φιλοσοφεῖ, λέγων ταῖς ἀρεταῖς καὶ τὰ τῆς τύχης ἀκολουθεῖν. |
| 2 157a | STBcAfVbWd ὅτι Πλάτων φησὶ τὰς ἀρετὰς ἀλλήλαις ἕπεσθαι, ὥστε τὸν ὄντα σώφρονα καὶ δίκαιον εἶναι καὶ φρόνιμον καὶ ἀνδρεῖον· ὁ δὲ αὐτός φησι καὶ ταῖς ἀρεταῖς τὰ τῆς τύχης ἀκολουθεῖν. |
| 2 157b | F 4 〈ἀφορμὰσ〉] αἰτίας· ὅτι ἐσμὲν εὐσεβεῖς καὶ δείκνυσι ‘παρὰ θεῶν‘. |
| 2.158 | F 4 〈τῶν θεῶν· εὔνοιαν ἔχειν〉] ἀντιπῖπτον ἔλυσε ‘πόθεν ὅτι εὐτυχεῖς ἐσμέν;‘ ὅτι περὶ τοὺς θεοὺς εὐσεβοῦντες εὔνους ἔχετε τοὺς κρείττους. |
| 2.159 | κἀνταῦθα μὲν συνάπτει τοὺς θεοὺς καὶ τὴν τύχην, ἐπὶ δὲ τοῦ Φιλίππου διίστησι. S οἶμαι] ἕτερον ἀντιπῖπτον ‘πῶς οὖν οὐδὲν ὠφελούμεθα παρὰ τῆς τύχης;‘ ὅπου ἀργοῦντες οὐκ ἀπολαύομεν τῶν παρ’ ἐκείνης ἐνδιδομένων. |
| 2 160a | οἱ μὲν γὰρ θεοὶ τὰς ἀρχὰς παρέχουσιν καὶ τοὺς καιρούς, ἡμεῖς δὲ μὴ χρώμενοι τοῖς καιροῖς οὐ δεχόμεθα τῆς εὐνοίας τῆς παρ’ αὐτῶν αἴσθησιν. S παρέλκον τὸ ‘οἶμαι‘. |
| 2 160b | S οὐκ ἔνι δ’ αὐτὸν ἀργοῦντα] διττὴ ἡ ἐξήγησις· ἢ γὰρ καθολική ἐστιν οὕτως ‘οὐκ ἔνι δ’ αὖ‘, ἵν’ ᾖ τὸ ‘αὖ‘ σύνδεσμος ἀντὶ τοῦ δή, εἶτα ‘τὸν ἀργοῦντα‘ καθολικῶς, ἢ ‘οὐκ ἔνι δ’ αὐτὸν‘ τὸν ἄνθρωπον ‘ἀργοῦντα‘. |
| 2 161a | STBc AfVbWd ἐπιχείρημα ἐκ τοῦ ἐλάττονος. |
| 2 161b | vpPr τοὐναντίον γὰρ ἦν θαυμαστὸν] σημείωσαι σχῆμα ἐναντίον, ὅ ἐστι δριμύτης νοήματος ἀπὸ τῆς ἐργασίας λαμβανομένη. |
| 2 162a | F 2 STBcVbWd ἐργασία ἀπὸ τοῦ ἐναντίου. |
| 2 162b | S ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων] Ξενοφῶν φησιν· ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ὁρῶντες οἱ Λακεδαιμόνιοι τοὺς Ἕλληνας ἀδικουμένους ὑπὸ τῆς ἀρχῆς τῶν Ἀθηναίων ὑπέσχοντο αὐτοῖς ἐλευθερίαν, καὶ τούτῳ τῷ λόγῳ χρησάμενοι ἠδυνήθησαν κατὰ μικρὸν μεταστῆσαι πρὸς αὑτοὺς τοὺς Ἕλληνας· ὡς δὲ κατώρθωσαν τὸν Πελοποννησιακὸν πόλεμον, ὕστερον καὶ αὐτοὶ χειρόνως ἤπερ οἱ Ἀθηναῖοι ἠδίκουν τοὺς Ἕλληνας· εἶτα ἀγανακτήσαντες ὑπὲρ τούτου οἱ Ἀθηναῖοι ἐξήνεγκαν ὑπὲρ τῶν ἀδικουμένων πόλεμον πρὸς Λακεδαιμονίους· καὶ ἐκ τούτου τῆς προσηγορίας ἔτυχεν ὁ πόλεμος ὁ ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων. |
| 2 163a | F 1 STBcAfVbWd ὑπὲρ . |
| 2 163b | .. δικαίων] τὸν πόλεμον λέγει τὸν ὑπὲρ τῶν Θηβαίων, ὅτε Λακεδαιμόνιοι τὴν Καδμείαν κατέλαβον. STBcAfVbWd καὶ πολλὰ ἰδίᾳ] ἵνα λαμβάνοντες χρήματα παρὰ Λακεδαιμονίων συγχωρήσωσιν αὐτοῖς ἀδικεῖν ἀδεῶς τοὺς Ἕλληνας. |
| 2.164 | TBcAfVbWd πλεονεκτῆσαι] κατὰ μόνας κερδῆσαι. |
| 2 165a | F 1 vpS πλεονεκτῆσαι] ἐπὶ τὰ μὴ δίκαια πάλιν ἀνέδραμε σημαίνων τὰ κατὰ τὸν Μαρδόνιον καὶ ὅσα τοῖς Ἀθηναίοις ἐκεῖνος ὑπισχνεῖτο. |
| 2 165b | S 〈προεκινδυνεύετε〉] ὅ ἐστι πρὸ αὐτῶν καὶ ὑπὲρ αὐτῶν τῶν Ἑλλήνων ἐκινδυνεύετε. |
| 2 166a | TWd ἀντήρατε. |
| 2 166b | T 〈ὑπὲρ τῶν ὑμετέρων〉] οὐ γὰρ βούλεται τὸν πόλεμον εἶναι δοκεῖν ὑπὲρ τῶν Ὀλυνθίων, ἀλλ’ ὑπὲρ τῶν Ἀθηναίων ὡς μελλόντων αὐτῶν ὑποχείριον λαμβάνειν τὴν Θρᾴκην. |
| 2.167 | S πολλάκις πάντας καθ’ ἕνα] μόνον οὐχὶ ἰσόθεον δύναμιν τῇ πόλει μεμαρτύρηκεν εἰπὼν ‘καὶ καθ’ ἕνα πολλάκις ἔσωσε τοὺς Ἕλληνασ‘. |
| 2.168 | S καὶ καθ’ ἕνα αὐτῶν ἕκαστον] οὐ λέγει καθ’ ἕκαστον τῶν Ἑλλήνων, ἀλλὰ κατὰ ἔθνη καὶ κατὰ γένη. |
| 2 169a | RTBcVbWd οὐ λέγει κατ’ ἄνδρα, ἀλλὰ κατὰ ἔθνη. |
| 2 169b | Pr 〈ταῦτα θαυμάζω〉] κατὰ κοινοῦ τὸ ‘θαυμάζω‘. |
| 2.170 | ST πόσον πολεμεῖτε χρόνον] ὥσπερ ὑπομιμνήσκει αὐτοὺς τοῦ χρόνου, ὡς δὴ καὶ τούτου λήθην παθόντας διὰ τὴν πολλὴν ῥαθυμίαν. |
| 2.171 | F 4 STBc VbWd 〈πολεμεῖτε〉] ἀντὶ τοῦ διαφέρεσθε. |
| 2.172 | S ἑτέρους τινὰς] οἷον τοὺς ξένους καὶ Χάρητα καὶ Χαρίδημον. |
| 2.173 | F 4 SPr TWd 〈αἰτιωμένων〉] οἱ γὰρ στρατηγοὶ τὸν δῆμον ᾐτιῶντο μὴ διδόντα τὰ χρήματα, ὁ δὲ δῆμος ἐκείνους ὡς ἀμελοῦντας κατὰ τοὺς πολέμους. |
| 2 174a | S αἰτιωμένων] εἰς τοὺς ῥήτορας λέγει. |
| 2 174b | F 4 RTBc λέγει τοὺς ῥήτορας. |
| 2 174c | Pr κρινόντων] τοῦτο εἰς Χάρητα. |
| 2.175 | ἵνα δὲ μὴ δοκῇ ἀπολογεῖσθαι ὑπὲρ αὐτοῦ, τῷ κοινῷ καλύπτει τὴν ὑποψίαν. μεταπεμπόμενοι γὰρ τοὺς στρατηγοὺς εἰς κρίσιν καθιστᾶσι. F 4 STBcAfVbWd πάλιν ἐλπιζόντων] οἱ γὰρ στρατηγοὶ κρινόμενοι καθυπισχνοῦντο τοῖς Ἀθηναίοις, ἐὰν ἀφεθῶσι, τάσδε καὶ τάσδε τὰς νήσους αὐτοῖς προσκτήσασθαι καὶ τάδε 〈καὶ τάδε〉 κατορθῶσαι. |
| 2.176 | STBcAfVbWd 〈εἶθ’ οὕτωσ〉] τραχύτητος τὸ σχῆμα μᾶλλον ἢ ἀκμῆς ἡ ἔννοια· μακρὰ γὰρ τὰ κῶλα. |
| 2.177 | F 3 〈ἀγνωμόνως ἔχετε〉] νυνὶ ἀβούλως, ἀνοήτως. |
| 2 178a | vpS ἀγνωμόνως ἔχετε] ἀγνώμονας τοὺς ἀνοήτους κατὰ στέρησιν τῆς γνώμης, οὐχ ὡς νῦν τοὺς ἀχαρίστους. |
| 2 178b | F 4 ἀγνωμόνως ἔχετε] ἀγνώμονας λέγει τοὺς ἀνοήτους κατὰ στέρησιν τῆς γνώμης, οὐχ ὥσπερ νῦν ἀγνώμονας καλοῦμεν τοὺς μὴ ἀποδιδόντας τὰ χρέα ἤγουν τὰς ἀμοιβάς. |
| 2 178c | TBcAfVbWd 〈δι’ ὧν〉] διὰ τῆς ῥαθυμίας. |
| 2.179 | Pr νυνὶ δὲ ὅ τι μὲν φυλάξομεν] ἀντιπῖπτον ἔλυσεν ὅτι ‘ξενικοῖς χρησόμεθα στρατοπέδοισ‘. |
| 2.180 | ὁ δὲ τί φησιν; εἰ μὲν εἴχομέν τι φυλάξαι, καλῶς τοὺς ξένους ἐπέμπομεν· ἐπὶ τοῦτο γὰρ ἀπέστελλον τοὺς ξένους· εἰ δὲ κτήσασθαι δεῖ, πρόδηλον ὅτι τὸν δῆμον εἶναι δεῖ τὸν στρατευόμενον. F 4 STBcAfVb Wd φημὶ δὴ δεῖν] ἐντεῦθεν ἐπὶ τοὺς ἐπιλόγους μετελήλυθεν, ἐν σχήματι ἀνακεφαλαιώσεως τὴν εἰσβολὴν ποιησάμενος. |
| 2 181a | τινὲς δέ φασιν ὅτι ἕως ὧδε ἐπλήρωσε τὸ δυνατὸν κεφάλαιον, εἶτα ἐπὶ τὸ συμφέρον ἔρχεται. F 4 TBc AfVbWd φημὶ δὴ δεῖν] καθαρῶς ἐντεῦθεν ἐπὶ τοὺς ἐπιλόγους μετελήλυθεν, ἐν σχήματι ἀνακεφαλαιώσεως τὴν εἰσβολὴν ποιησάμενος. |
| 2 181b | ἐσχημάτισται δὲ αὐτῷ περὶ τῶν θεωρικῶν ὁ ἐπίλογος. ἐπειδὴ γὰρ ἐν τῷ προτέρῳ λόγῳ φανερῶς εἰπόντος αὐτοῦ θόρυβος γίγνεται κατὰ τὴν πόλιν, οὔτε παντελῶς ἐσιώπησε φοβηθεὶς οὔτε φανερῶς εἰσήγαγεν, ἀλλὰ σχήματι τὴν εἰσήγησιν ἔκρυψε· ‘φημὶ δὴ δεῖν εἰσφέρειν χρήματα‘· φοβούμενοι γὰρ τὸ οἴκοθεν εἰσφέρειν ἀποστήσονται. S 〈μηδένα αἰτιᾶσθαι〉] διαβαλλόντων γὰρ τῶν ῥητόρων τοὺς στρατηγούς, μετεπέμποντο αὐτοὺς ἐπὶ κρίσιν, καὶ τούτων ἀναχωρησάντων ἔρημα διεφθείρετο τὰ πράγματα. |
| 2.182 | S τοὺς μὲν ἀξίους] οὔτε ἀπολογεῖται παντελῶς ὑπὲρ τῶν στρατηγῶν οὔτε κατηγορεῖ, καθάπερ ὁ νομοθέτης ὁρίζει τι ποιεῖν. |
| 2.183 | S τὰς προφάσεις] πάλιν ἐσχηματισμένως ὑπὲρ τῶν θεωρικῶν. |
| 2.184 | οἱ γὰρ στρατηγοὶ προφάσεις ἐποιοῦντο τῆς ἀπολογίας τὸ μὴ λαμβάνειν χρήματα. ‘ἐλλείμματα‘ δὲ αὐτὰ καλεῖ τὰ χρήματα· ὀλίγα γάρ, φησιν, εἰς μισθὸν διδόντες τοῖς στρατιώταις τὰ ὑπόλοιπα τοῦ τελείου μισθοῦ εἰς τὰ θεωρικὰ κατέχετε. F 4 vpSTBcAfVbWd οὐ γάρ ἐστι πικρῶς] ἀντὶ τοῦ δικαίως· πικρὸν γὰρ τοῖς ἀδικοῦσι τὸ δίκαιον καταφαίνεται. |
| 2 185a | STBcAfVbWd οὐ . |
| 2 185b | .. πικρῶς] ἀντὶ τοῦ δικαίως. F 1 〈τὰ δέοντα〉] ταῦτα δέ ἐστι τὸ συνευπορεῖν χρήματα τοῖς στρατηγοῖς. |
| 2.186 | S τοῦτον] ὃν ἔχομεν πρὸς τὸν Φίλιππον. |
| 2.187 | vpSTBcAf ἰδίους] ἰδίους λέγει οὓς αὐτοὶ ἰδίως ποιοῦνται ἐκτὸς τῆς πόλεως. |
| 2.188 | αἰνίττεται δὲ ἴσως εἰς Χάρητα. STBcAfVbWd 〈εἰ δεῖ τι τῶν ὄντων . |
| 2.189 | .. εἰπεῖν〉] δικαιοσύνην ἑαυτῷ προσεμαρτύρησεν ὅτι οὐ πρὸς χάριν λέγει οὐδὲ πρὸς μισθὸν ὥσπερ οἱ ἄλλοι ῥήτορες οἱ τοῖς στρατηγοῖς συναγορεύοντες. εἰ γὰρ τἀληθὲς περὶ αὐτῶν ἐρεῖ, πρόδηλον ὅτι οὐ πρὸς χάριν οὐ〈δὲ〉 διὰ μισθὸν ταῦτα ψευδῆ, ὡς οἱ μισθοῦ συναγορεύοντες. αἰνίττεται δὲ τὸν Εὔβουλον καὶ τὸν Ἀριστοφῶντα. S ὅταν δὲ δόντες λόγον] ὅτι χρήματα μὴ λαμβάνοντες οὐ δύνανται ὑπὲρ τῆς πόλεως πολεμεῖν. |
| 2.190 | οὐκοῦν καὶ ἐνταῦθα περὶ τῶν θεωρικῶν. STBcAf VbWd 〈διεστάναι〉] διαχωρισθῆναι. |
| 2 191a | vp διχονοεῖν. |
| 2 191b | F 1 πρότερον μὲν γὰρ ὦ ἄνδρες Ἀθηναῖοι] δέκα οὐσῶν φυλῶν παρὰ τοῖς Ἀθηναίοις καὶ εἰς δέκα ὥσπερ μεμερισμένης τῆς πόλεως, ἀνάγκην εἶχεν ὥσπερ ἑκάστη φυλὴ ἀπὸ πάσης προβάλλεσθαι τοὺς πλουσιωτέρους αὐτῆς ἑκατὸν εἴκοσι ἄνδρας τοὺς λειτουργοῦντας ὑπὲρ αὐτῆς τῇ πόλει. |
| 2.192 | εἶτα οἱ ἑκατὸν εἴκοσι οὗτοι ἐμέριζον ἑαυτοὺς εἰς δύο μερίδας, ἵνα ἑξήκοντα αὐτῶν ἄνδρες ἔσονται οἱ πάνυ πλούσιοι, οἱ δὲ ἄλλοι ἑξήκοντα ἧττον πλούσιοι. ἐποίουν δὲ τοῦτο ἵνα μή πως ἐξαίφνης πόλεμος αὐτοὺς ἐπείξῃ καὶ τύχῃ πρὸς τὸ παρὸν μὴ ἔχειν χρήματα τοὺς ἧττον πλουσίους. εἰσέφερον 〈γὰρ〉 οἱ πλουσιώτεροι ὑπὲρ αὐτῶν καὶ προετέλουν καὶ ἐδέχοντο ταῦτα ὕστερον κατὰ σχολήν. ἐλέγετο δὲ τὸ σύστημα αὐτῶν τῶν ἑξήκοντα συμμορία, οἱονεὶ παρὰ τὸ μέρος εἶναι τῆς φυλῆς. δέκα οὖν οὐσῶν φυλῶν καὶ ἑκάστης προβαλλομένης ἀπὸ ἑκατὸν εἴκοσι συνέβη τοὺς πάντας εἶναι λειτουργοὺς χιλίους διακοσίους. ἐμέριζον οὖν αὐτοὺς εἰς δύο ἀπὸ ἑξακοσίων ἀνδρῶν, ὅ ἐστιν ἀπὸ δέκα συμμοριῶν. πάλιν δὲ ἑκατέραν τῶν δύο μερίδων τούτων ἔτεμνον εἰς δύο, ὅ ἐστιν εἰς τριακοσίους μὲν ἄνδρας, κατὰ πέντε δὲ συμμορίας. οὗτοι δὲ ἦσαν οἷ τριακόσιοι οἱ πάνυ πλούσιοι οἱ πρῶτοι, οἵτινες προεισέφερον τῶν ἄλλων τε καὶ εἶχον αὐτοὺς ὑπακούοντας εἰς πάντα, ὥστε συμβαίνειν εἰς δύο μερίδας εἶναι τοὺς πάντας, εἴ γε οἱ τῶν ἑκατέρωθεν ἦσαν ὥσπερ ἡνωμένοι τοῖς ἑκατέρωθεν τριακοσίοις τοῖς πλουσιωτέροις, εἶχε δὲ ἑκάστη μερὶς τῶν τεσσάρων καὶ ἴδιον στρατηγὸν καὶ ἴδιον ῥήτορα. ὅμως δὲ πάλιν τῶν δευτέρων καὶ οἱ ῥήτορες καὶ οἱ στρατηγοὶ ὑπεῖκον ταῖς προτέραις. Τότε οὖν, φησίν, ἐμέριζον ἑαυτοὺς διὰ πλείονα σπουδὴν τοῦ εὐκαίρως εἰσφέρεσθαι τὰ χρήματα κατὰ συμμορίας· νῦν δὲ 〈δι’〉 οὐδὲν ἄλλο μερίζεσθε εἰς συμμορίας ἢ διὰ τὸ πολιτεύεσθαι, ὅ ἐστι διὰ τὸ στασιάζειν. μέμφεται οὖν αὐτοὺς ὅτι πρώην, ἡνίκα διὰ τὸ εἰσφέρειν ἐποιοῦντο τὰς συμμορίας καὶ καιρὸς ἦν τῶν πραγμάτων, ἡγεμόνας ᾔδεσαν τοὺς πλουσιωτέρους, δευτέρους δὲ τοὺς στρατηγοὺς τοὺς κατορθοῦντας, τρίτους δὲ τοὺς ῥήτορας τοὺς μόνον λέγοντας, νῦν δέ, ἐπειδὴ καιρός ἐστι τοῦ στασιάζειν καὶ τοῦ λέγειν, ἡγεμόνες εἰσὶν οὐχ οἱ πλούσιοι, ἀλλ’ οἱ ῥήτορες· καὶ βοησόμενοί εἰσιν οἱ πρῶτοι τριακόσιοι, ἐπαινοῦντες τὰ ὑπὸ τῶν ἰδίων ῥητόρων λεγόμενα, οἱ δὲ ἄλλοι προσνενεμημένοι ἑκατέροις. TBcAf VbWd ῥήτωρ ἡγεμὼν] δεῖ μὴ χωρίζειν τὸ ‘ῥήτωρ ἡγεμών‘, ἀλλὰ συνάπτειν. |
| 2.193 | F 4 TBc δεῖ δὴ ταῦτα ἐπανέντας] ἐντεῦθεν οἱ ἐπίλογοι. |
| 2 194a | F 1 vpPrTAf συμπέρασμα τοῦ συμφέροντος. |
| 2 194b | F 4 PrR ἐπανέντας] ἐάσαντας, ἐγχαλάσαντας. |
| 2.195 | F 1 ὑμῶν αὐτῶν . |
| 2.196 | .. γενομένους] ὡς ἐπὶ νοσούντων εἶπε τὸ ‘ὑμῶν αὐτῶν γενομένουσ‘. F 4 TBcAf εἰ δὲ τοῖς μὲν] τὸν Εὔβουλον λέγει ὡς πρὸς χάριν δημηγοροῦντα. |
| 2 197a | F 4 PrTBcAf πρὸς τὸν Εὔβουλον ἀποτείνεται τὸν πολιτευόμενον. |
| 2 197b | F 4 PrTBc τοῖς δ’ ἀναγκάζεσθαι] ἐπειδὴ εἶπεν ἀνωτέρω (cf. |
| 2.198 | 2, 27) ‘φημὶ δὴ δεῖν χρημάτων‘, ἵνα μὴ εἴπωσιν οἱ πένητες ‘οὐκοῦν εἰσοίσουσιν οἱ πλούσιοι‘, προλαβὼν ὑπὲρ αὐτῶν ποιεῖται τὸν λόγον ὅτι ‘μέχρι πότε οἱ πλούσιοι καὶ τριηραρχήσουσι καὶ εἰσοίσουσι καὶ πάντα δαπανήσουσιν;‘ ἐὰν γὰρ αὐτοὺς παρακόψῃ ἀπὸ τῶν πλουσίων, ἐλπίδα μηδεμίαν ἔχοντες μηδ’ ἄλλως εὐπορίαν ἀποστήσονται τῶν θεωρικῶν. καὶ ὅλως σύνηθες τῷ Δημοσθένει τοῖς πλουσίοις συνίστασθαι· γινώσκει γὰρ ὅτι τὰ νεῦρα τῆς πόλεώς εἰσιν οἱ πλούσιοι. F 4 TBcVbWd τοῖς δὲ ψηφίζεσθαι] τοῖς ῥήτορσι συμπονεῖν. |
| 2.199 | F 4 λέγω δὴ κεφάλαιον] ἐπίλογος. |
| 2 200a | F 4 Bc λέγω δὴ κεφάλαιον] διὰ τούτου δευτέρας ἐδεήθη ἀνακεφαλαιώσεως εἰπὼν ὅτι χρὴ πάντας εἰσφέρειν, ἵνα τῆς ἀνάγκης αὐτοὺς περιστάσης ἐκστήσωνται τῶν θεωρικῶν. |
| 2 200b | F 4 TBcAfVbWd τὸ ἴσον] κατὰ τὴν ἑκάστου οὐσίαν. |
| 2.201 | F 4 〈κατὰ μέροσ〉] κατὰ διαδοχήν. |
| 2.202 | F 1 ὁ δεῖνα ἢ ὁ δεῖνα] τὸν Εὔβουλον λέγει ὡς πρὸς χάριν δημηγοροῦντα. |
| 2.203 | F 4 TBcAf ἀλλὰ καὶ ὑμᾶς αὐτοὺς] διὰ τὸ πεισθῆναι τοῖς καλῶς συμβουλεύσασιν. |
| 2.204 | F 4 PrTBcAf ΟΛΥΝΘΙΑΚΟΣ Γ 〈οὐχὶ ταὐτὰ παρίσταταί μοι〉] ἐξ ἐπιτιμήσεως τὸ προοίμιον. |
| 3 1a | F 1 A 2 vp PrTBcWd τὸ προοίμιον προσοχὴν διὰ τοῦ παροξυσμοῦ ἀπεργάζεται. |
| 3 1b | F 2 A 2 ( → 1d) PrTBcWd ὡς τῶν πραγμάτων χαλεπῶν ὄντων ἐξ ἐπιτιμήσεως εἴληπται τὸ προοίμιον ἢ ἐκ τοῦ παραδόξου (παράδοξον γὰρ γίνεται ὅταν τοῖς λόγοις οὐ συντρέχῃ τὰ πράγματα) ἢ ἀπὸ συγκρίσεως (συγκρίνων γὰρ δείκνυσι τοὺς λόγους ἐναντίως ἔχοντας τοῖς πράγμασιν). |
| 3 1c | F 2 S ma TBcAfVb οὐχὶ . |
| 3 1d | .. μοι] παθητικὸν τὸ προοίμιον καὶ μεστὸν ἀξιώματος· ἐν ᾧ γὰρ ἐπηρμένον τὸν δῆμον καὶ φρονοῦντα τῇ νίκῃ συστέλλει καὶ πρὸς φόβον καθίστησιν, ἀφ’ ἑτέρου πάθους εἰς ἕτερον ἄγει τὸν ἀκροατήν· ἐν ᾧ δὲ ἀλλάττει τὴν γνώμην τῶν Ἀθηναίων, τὸ τοῦ Περικλέους ἀξίωμα διὰ τῶν ἔργων δείκνυσιν. F 4 A 2 ( → 1g) TBcVbWd καὶ γὰρ ἐκεῖνος ἀθυμοῦντα μὲν τὸν δῆμον ἱκανὸς ἦν ἀναγαγεῖν καὶ μεστὸν ἐλπίδων ἀποφῆναι, θαρροῦντα δὲ αὖθις εἰς φόβον περιαγαγεῖν. |
| 3 1e | F 4 TBc VbWd ( → 1g) κεφάλαια τοῦ λόγου· τὸ συμφέρον, τὸ δυνατὸν καὶ ὀλίγον ἀπὸ τοῦ δικαίου, συμβουλεύοντος αὐτοῦ ὅτι δεῖ ἅπαξ βοηθήσαντας τοῖς Ὀλυνθίοις ἐμμένειν τούτῳ καὶ μὴ καθυφεῖναι τὰ δεδογμένα. |
| 3 1f | S τριμερὴς ὁ λόγος. |
| 3 1g | τὸ μὲν γὰρ πρῶτον ἐστὶ καὶ τὸ δοκοῦν μάλιστα συνέχειν καὶ περὶ οὗ πρόκειται νῦν ἡ σκέψις, 〈ὃ〉 καὶ προηγούμενον κέκληται, εἰ χρὴ μεταστῆναι τὴν δύναμιν εἰς Μακεδονίαν ἢ κατὰ χώραν ἐᾶσαι μένειν τοῖς Ὀλυνθίοις βοηθήσουσαν· τὸ δὲ δεύτερον, εἰ χρὴ λῦσαι τοὺς νόμους τοὺς θεωρικούς· τὸ δὲ τρίτον, ἐπιλογικὸν ὄν, καταδρομὴν ἔχει τῆς πολιτείας τῶν νῦν δημαγωγούντων. τούτων δὲ τῶν μερῶν ἕκαστον ὑποπέπτωκεν οἰκείῳ κεφαλαίῳ. τὸ μὲν γὰρ πρότερον τοῦ συμφέροντος εἶναι δοκεῖ, τὸ δὲ δεύτερόν ἐστι τοῦ νομίμου, εἴληπται δὲ ἐκ κατασκευῆς τοῦ δυνατοῦ (καὶ γὰρ κεφάλαιον κεφαλαίῳ ἀποδείκνυται), τὸ δὲ τρίτον ἐστὶ τοῦ δικαίου, λέγω δὲ τὸ τῆς καταδρομῆς τῶν νῦν πολιτευομένων καὶ τῆς εὐφημίας τῶν ἐπὶ τῶν προγόνων πολιτευσαμένων. πᾶσα γὰρ συμβουλὴ περὶ ποιότητος προσώπων γινομένη, ἔπαινον ἢ ψόγον δηλοῦσα, εἰς τὸ δίκαιον ἔχει τὴν ἀναφοράν. καὶ τὸ μὲν συμφέρον δίχα τέτμηται, εἴς τε τὸ ἀναγκαῖον (ἐλεύσεται γὰρ Φίλιππος εἰς τὴν Ἀττικὴν διαφθαρέντων τῶν Ὀλυνθῶν) καὶ εἰς τὸ ἄδοξον (πάντες γὰρ ἴσασιν Ἕλληνες ὅτι τοῖς Ὀλυνθίοις ἐπηγγειλάμεθα βοηθήσειν, εἰ πολεμήσαιεν πρὸς Φίλιππον) καὶ τὸ ψεῦδος φανῆναι τῶν ἀδόξων. A 2 RTBcVbCaWd ζητήσειε δ’ ἄν τις· ‘τί δήποτε κωλύων μεθιστάναι τὴν δύναμιν, οὐδεμίαν πεποίηται περὶ αὐτοῦ μνήμην οὐδὲ φαῦλον δεικνύει τὸ μετάγειν εἰς Μακεδονίαν τοὺς στρατιώτας;‘ ῥητέον οὖν ὅτι πλείους εἰσὶ τρόποι καθ’ οὓς ἀντιλέγειν ἔξεστιν. |
| 3 1h | ἢ γὰρ πρὸς αὐτοὺς τοὺς λογισμοὺς μαχόμεθα τῶν ἀντιλεγόντων, δεικνύντες αὐτοὺς σαθροὺς ὄντας, ἢ ἑτέραν εἰσηγούμεθα γνώμην, διὰ τῆς ἡμετέρας τὴν ἐκείνων ἀνατρέποντες, ἢ τὸ συμφέρον τὸ μὲν ἐκείνων ἐλέγχομεν, αὐτοὶ δὲ συμβουλὴν ἑτέραν εἰσηγούμεθα. ἐνταῦθα τοίνυν ὁ ῥήτωρ φρονήματι χρώμενος τῆς μὲν ἐκείνων γνώμης οὐδεμίαν πεποίηται μνήμην, τὴν δὲ αὑτῷ δοκοῦσαν εἰσηγεῖται καὶ ταύτην ἐργάζεται. TBcVbCaWd προοίμιον ἐκ τοῦ ἀναγκαίου. |
| 3 1i | λαμβάνεται δὲ ἐξ ὑπολήψεως τῶν πραγμάτων φαύλων ὄντων. TBcAfWd εἰς τὰ πράγματ’] εἰς τοῦτο κακίας ἐλθόντα. |
| 3.2 | A 2 〈τοὺς μὲν γὰρ λόγουσ〉] κατασκευὴ τοῦ προοιμίου. |
| 3.3 | F 1 〈τιμωρήσασθαι Φίλιππον〉] τουτέστιν εἰς Μακεδονίαν μεταβιβάζειν τὴν δύναμιν. |
| 3.4 | A 2 TBcWd εἰς τοῦτο προήκοντα] οὐκ εἶπεν ‘οὕτως ἔχοντα‘, ἀλλ’ ‘οὕτω προήκοντα‘, διὰ τῆς ἐν τῇ λέξει προτάσεως τὸν χρόνον δεικνὺς τὸν αἴτιον τῶν κακῶν. |
| 3 5a | F 4 TBcAfVbWd εἰς . |
| 3 5b | .. προήκοντα] εἰς τοῦτο δηλονότι κακίας προσελθόντες· εὐφήμως δὲ ἐσιώπησε. PrTBcWd ὥστε ὅπως μὴ πεισόμεθα] μεγάλῳ θάρσει μέγαν φόβον ἀντέθηκε, σφόδρα τεχνικῶς ποιῶν. |
| 3.6 | τὰ γὰρ μεγάλα πάθη μείζοσι πάθεσι λύειν προσήκει. F 4 TBcAfVbWd οὐδὲν οὖν ἄλλο μοι δοκοῦσιν] ὥσπερ αἰνιττόμενος· ἀλλὰ νῦν μὲν οὐκ ἔχω Φιλιππισμὸν αὐτοῖς ὀνειδίζειν. |
| 3 7a | F 4 TBcAfVbWd τὸ δὲ ἑξῆς οὕτω· ‘οὐδὲν οὖν ἄλλο μοι δοκοῦσιν οἱ τὰ τοιαῦτα λέγοντες ῥήτορες ἢ ἁμαρτάνειν‘. |
| 3 7b | εἶτα ἐν τῷ μέσῳ κατασκευάζει, πῶς; ‘τὴν ὑπόθεσιν ὑμῖν παριστάντες καὶ συμβουλεύοντες, περὶ ἧς καὶ ὑμεῖς ἐβουλεύεσθε‘· βουλεύονται δὲ νῦν ‘περὶ τοῦ τιμωρήσασθαι Φίλιππον‘, ἀλλ’ ‘οὐχὶ τὴν οὖσαν‘ καὶ ἀληθῆ ‘ὑπόθεσιν‘ (κατὰ κοινοῦ τὸ ‘παριστάντες ὑμῖν‘), ἥτις ἐστὶ τὸ βουλεύσασθαι, ὅπως ἂν πρῶτον σώσωμεν τοὺς Ὀλυνθίους. ἔστι δὲ ὥσπερ συμπέρασμα τοῦ προοιμίου διὰ πλειόνων. TBcVbWd συμπέρασμα διὰ πλειόνων. |
| 3 7c | S ἢ τὴν ὑπόθεσιν περὶ ἧς βουλεύεσθε] σφόδρα βιαίως τὸν δῆμον κοινωνὸν τῆς ἑαυτοῦ γνώμης ἐποίησεν, ὑπὲρ ὧν αὐτὸς μέλλει συμβουλεύειν, περὶ τούτων εἰσεληλυθέναι φήσας βουλευσόμενον τὸν δῆμον. |
| 3 8a | F 4 TBcVbWd τὸ τιμωρήσασθαι Φίλιππον. |
| 3 8b | Pr ὑπερβατὸν καθ’ ὑπέρθεσιν. |
| 3 8c | TBc 〈τὴν οὖσαν〉] τὸ σῶσαι τοὺς Ὀλυνθίους. |
| 3.9 | Pr ἐγὼ δὲ ὅτι μέν ποτε] ἔτι τὴν αὐτὴν ἔννοιαν ἐξεργάζεται. |
| 3.10 | δηλοῖ δὲ τοὺς καιροὺς ἐν οἷς Ἀμφίπολιν εἶχον καὶ Ποτίδαιαν καὶ τὰ ἐπὶ Θρᾴκης. PrTBc VbWd ἐξῆν τῇ πόλει] λύσις τοῦ ἀντιπίπτοντος. |
| 3.11 | F 2 STBcWd 〈τὰ αὑτῆσ〉] δέον εἰπεῖν ‘καὶ Ὀλυνθίους σῶσαι‘. |
| 3.12 | PrTBc 〈τιμωρήσασθαι〉] οὐχ ὡς τιμωρησαμένων αὐτῶν τότε τὸν Φίλιππον, ἀλλ’ ὡς ἐξουσίαν ἐχόντων, εἴπερ ἠβουλήθησαν. |
| 3.13 | PrWd 〈ἐπ’ ἐμοῦ γὰρ〉] ὑπερβατὸν καθ’ ὑπέρθεσιν. |
| 3 14a | F 2 ὑπερβατὸν τὸ σχῆμα. |
| 3 14b | Pr ἱκανὸν] αὔταρκες, ὡσεὶ ἔλεγε ‘κἂν τοῦτο δυνηθῆτε ποιῆσαι, καλῶς ὑμῖν ἔχει πρὸς τὴν παροῦσαν δύναμιν‘. |
| 3.15 | TBcWd προλαβεῖν] ὥσπερ ἐπὶ δρομέων εἶπεν ἐπειγομένων διὰ τάχους προαρπάσαι τὸ ἆθλον κείμενον ἐν μέσῳ, ἵνα ἄθλον μὲν νοήσωμεν τὴν Ὄλυνθον, δρομέας δὲ Φίλιππόν τε καὶ Ἀθηναίους. |
| 3 16a | TBcVbWd προλαβεῖν] ὡς ἐπὶ δρομέων εἶπε τὴν λέξιν. |
| 3 16b | F 4 τὴν πρώτην] τὴν ἀρχὴν 〈δηλονότι〉· ἀρχὴν γὰρ καλεῖ τὸ σῶσαι τοὺς Ὀλυνθίους, τέλος δὲ τὸ τιμωρήσασθαι Φίλιππον. |
| 3.17 | TBcVbWd ἐὰν γὰρ τοῦτο βεβαίως] τὸ μὲν λέγειν ὡς οὐκ ἔσωσαν Ὀλυνθίους ἀναίσχυντον, καθεῖλε δὲ αὐτὸ φήσας ὅτι ‘οὐ βεβαίωσ‘, ὥστε ἀνάγκη μένειν κατὰ χώραν τὴν δύναμιν. |
| 3.18 | F 4 TBcAfVbWd καὶ περὶ τοῦ τίνα τρόπον] καὶ ἐν τῷ τρόπῳ τῆς τιμωρίας ἁμαρτάνοντας δείκνυσι τοὺς ῥήτορας· φησὶ γὰρ ‘τότε ἐξέσται τὸν τρόπον σκοπεῖν‘. |
| 3.19 | αἰνίττεται δὲ ὅτι κατὰ θάλατταν ἐπελθεῖν χρὴ τῷ Φιλίππῳ καὶ κλεῖσαι τὰ ἐμπόρια, ὅπερ αὐτὸς ὕστερον ἐν τῷ τετάρτῳ συνεβούλευσεν. TBcAf VbWd πρὶν δὲ τὴν ἀρχὴν] ἀκόλουθον τῇ ἐξ ἀρχῆς προτάσει τὸ συμπέρασμα· τότε γὰρ τοὺς ῥήτορας μεμφόμενος ὅτι ἕτερα ἀνθ’ ἑτέρων συμβουλεύουσι, νῦν φησι μάταιον εἶναι περὶ τοῦ τέλους σκοπεῖν, ἀρχὴν μὲν τὴν τῶν συμμάχων σωτηρίαν, τέλος δὲ τὴν Φιλίππου καταστροφὴν εἶναι διδάσκων. |
| 3.20 | τὸ δὲ συμπέρασμα γνωμικὸν ὂν σεμνὴν τὴν βάσιν τοῦ προοιμίου πεποίηκε. δεῖ γὰρ ἐν μὲν 〈ταῖσ〉 ἀρχαῖς τῶν προοιμίων τὰ γνωμικὰ φυλάττεσθαι (καὶ γὰρ ἄγονον καὶ ἀρχαιότροπον τὸν λόγον δεικνύει), τῷ δὲ ἐπὶ τέλει γνωμικῷ ἐπισφραγίζεσθαι τοὺς ἐν μέρει λογισμοὺς τῇ καθόλου προσθήκῃ. F 4 TBcAfVbWd 〈λόγον〉] λόγον ἐνταῦθα τὴν συμβουλὴν καλεῖ. |
| 3.21 | TBc 〈ὁ μὲν οὖν παρὼν καιρὸσ〉] δεύτερον προοίμιον. |
| 3 22a | S δεύτερον προοίμιον ἀκατάσκευον ἐκ τοῦ ἀναγκαίου. |
| 3 22b | λαμβάνεται δὲ ἐξ ὑπολήψεως τῶν πραγμάτων φαύλων ὄντων. F 1 A 2 PrVb ἀκατάσκευον τὸ δεύτερον προοίμιον εἶπεν ἵνα ὡς ὁμολογούμενον λάβῃ τὸ ὅτι πολλῆς φροντίδος δεῖται τὰ πράγματα. |
| 3 22c | F 4 ὁ . |
| 3 22d | .. καιρὸς] δεύτερον προοίμιον· ἐκθέμενος δὲ ἐν τῷ πρώτῳ προοιμίῳ σπερματικῶς τὴν ἑαυτοῦ γνώμην, ὅτι δεῖ τοὺς στρατιώτας κατὰ χώραν μένειν, καὶ τὸ προηγούμενον τοῦ λόγου μέρος αὐτῷ κατανείμας, ἐν τῷ δευτέρῳ πάλιν τὰ λειπόμενα δύο μέρη περιείληφεν. PrTBcAfVb Wd πολλῆς φροντίδος] φοβεῖ αὐτοὺς πάλιν λεληθότως, ἵνα μὴ ὡς ἔτυχεν ἐπὶ Μακεδόνας χωρήσωσι. |
| 3.23 | διαφέρει δὲ τοῦ πρώτου προοιμίου τὸ δεύτερον, εἰ καὶ φοβεῖ αὐτοὺς ἐν ἑκατέρῳ, ὅτι ἐν μὲν τῷ πρώτῳ ἐξ ἐπιτιμήσεως ἤρξατο τῶν ῥητόρων, ἐνταῦθα δὲ μόνως φοβεῖ. S 〈ἀλλ’ ἐκεῖν’ ἀπορῶ〉] ὅτι τὴν λύσιν τῶν κακῶν εἰδὼς ὀκνεῖ ἀποφήνασθαι. |
| 3 24a | τὸ δὲ ‘τίνα τρόπον‘ φανερῶς ἢ ἐξ ἀπάτης, μετὰ παρρησίας ἢ ὑφειμένως. F 4 ἀλλ’ . |
| 3 24b | .. ἀπορῶ] τὸ δεύτερον μέρος ἐκ τοῦ περὶ τῶν θεωρικῶν ἐκίνησε. δείκνυσι δὲ ὅτι τὴν λύσιν τῶν κακῶν εἰδὼς ὀκνεῖ ἀποφήνασθαι. τὸ δὲ ‘ἀπορῶ τίνα τρόπον‘ πολλὰς ἔχει σημασίας· πότερον φανερῶς ἢ τοὐναντίον ἐξ ἀπάτης; πότερον μετὰ παρρησίας ἢ ὑφειμένως; οὐκ εἶπε δὲ ‘ἀπορῶ τί δεῖ λέγειν‘, ἀλλὰ ‘πῶς δυνήσομαι κολάσεως ἐκτὸς πεῖσαι‘. ἰστέον δὲ ὅτι ἀκατασκεύαστον εἶπε τὸ προοίμιον, ἵνα ὡς ὁμολογούμενον λάβοι τὸ ὅτι πολλῆς φροντίδος δεῖται τὰ πράγματα. TBcVbWd πέπεισμαι γὰρ] τουτέστιν, ἐξ ὧν αὐτός τε συμβουλεύω καὶ ἐξ ὧν ἕτεροι λέγουσι· δίδωσι γὰρ καὶ τῶν ἄλλων ῥητόρων ἐνίοις λέγειν ποτὲ τὰ χρήσιμα, ἵνα μὴ πάντα εἰς ἑαυτὸν ἀνάγων φορτικὸς εἶναι δοκῇ. |
| 3 25a | F 4 TBc AfVbWd τὸ σχῆμα προδιόρθωσις. |
| 3 25b | F 1 vpPrTWd 〈μὴ συνιέναι〉] σημείωσαι ὅτι διενήνοχε σύνεσις φρονήσεως, ὅτι ἡ μὲν φρόνησις ἕξις ἐστὶ γεννητικὴ τῶν οἴκοθεν λογισμῶν, ἡ δὲ σύνεσις ἕξις δεκτικὴ τῶν ἔξωθεν λογισμῶν. |
| 3.26 | F 4 PrTBcAfVbWd ἀξιῶ δὲ ὑμᾶς] σημείωσαι δὲ ὡς ἐν τῇ ἀξιώσει κέχρηται τῇ προδιορθώσει. |
| 3 27a | F 4 TBcWdPr ἀξιῶ δὲ ὑμᾶς] τὸ σχῆμα προδιορθώσεως. |
| 3 27b | vp ἀξιῶ δὲ ὑμᾶς] ἀντὶ τοῦ ἄξιον νομίζω· σπανίως γὰρ εὑρίσκεται παρὰ τοῖς Ἀττικοῖς τὸ ‘ἀξιῶ‘ ἀντὶ τοῦ παρακαλῶ. |
| 3 27c | F 4 TBcAfVbWd ἄξιον νομίζω. |
| 3 27d | S ὁρᾶτε γὰρ] προσεμβολὴ τοῦ συμφέροντος κεφαλαίου. |
| 3 28a | F 1 ὁρᾶτε γὰρ] ἐντεῦθεν αὐτῷ τὸ τρίτον μέρος γεννᾶται τὸ τῆς ἐπιτιμήσεως τῶν νῦν πολιτευομένων. |
| 3 28b | F 4 TBcAfVbWd 〈ἐνίουσ〉] τοὺς προδότας. |
| 3.29 | F 1 ἀναγκαῖον δ’ ὑπολαμβάνω] μετελήλυθεν ἐνταῦθα ἐπ’ αὐτὰ τὰ κεφάλαια. |
| 3.30 | καὶ ἔστιν αὐτῶν τὸ συμφέρον ἐξεταζόμενον καὶ τὸ προηγούμενον μέρος, πότερον χρὴ μένειν ἐν Ὀλύνθῳ τὴν δύναμιν ἢ μετάγειν εἰς τὴν Μακεδονίαν. A 2 RTBcAfVbWd 〈μέμνησθε〉] διηγηματικὸν κεφάλαιον τοῦ συμφέροντος. |
| 3 31a | F 1 BcWd διηγηματικὸν τὸ σχῆμα τοῦ συμφέροντος κεφαλαίου. |
| 3 31b | S μέμνησθε] ἐντεῦθεν οἱ ἀγῶνες· τὸ δὲ κεφάλαιον διηγηματικὸν τοῦ συμφέροντος. |
| 3 31c | F 2 vpTWd μέμνησθε ὦ ἄνδρες Ἀθηναῖοι] πεῖσαι βουλόμενος τοὺς Ἀθηναίους ἐᾶσαι μένειν κατὰ χώραν τὴν δύναμιν παραδειγματικῇ πίστει κέχρηται· πιθανωτέρα δέ ἐστι πασῶν τῶν πίστεων ἡ τοιαύτη. |
| 3 32a | διὸ καὶ Ἰσοκράτης μὲν πιθανώτερος εἶναι δοκεῖ περιττεύων τοῖς παραδείγμασι, Δημοσθένης δὲ βίαιος ὑπείληπται, νῦν μὲν τοῖς ἐνθυμήμασι, νῦν δὲ παραδείγμασιν, αὖθις δὲ ἐντέχνῳ πίστει χρώμενος. A 2 RPrTBcAfVbWd τοῦτό τινες ἁμαρτάνοντες ὑπενόησαν εἶναι διήγησιν, ἀγνοήσαντες ὡς ἐν συμβουλευτικῷ λόγῳ διηγεῖσθαι οὐκ ἔξεστι. |
| 3 32b | A 2 R τρίτον ἢ τέταρτον ἔτος] πρὸ τριῶν ἢ τεσσάρων ἐτῶν. |
| 3.33 | F 1 Ἡραῖον τεῖχος] πολίχνιον Θρᾳκικόν. |
| 3.34 | F 1 TBc 〈μαιμακτηριών〉] κατ’ ἔμφασιν μείζονα τῆς σπουδῆς κεῖται τὸ ὄνομα τοῦ μηνός· θέλει γὰρ εἰπεῖν ὅτι καὶ χειμῶνος ὄντος τὰς ναῦς καθέλκειν ἐψηφίσασθε· καὶ γὰρ χειμερινὸς ὁ μήν. |
| 3 35a | A 2 R μαιμακτηριών] ὠνομάσθη δὲ ἀπὸ τῆς μαιμάξεως τῆς περὶ τὴν ἄμπελον· μαιμάξαντες γάρ, ὅ ἐστιν ὁρμήσαντες, ἐτρύγησαν ἄμπελον καὶ οἶνον ἐποίησαν. |
| 3 35b | S μαιμακτηριών] χειμέριος οὗτος ὁ μήν· ἐξ οὗ δείκνυσιν ὅτι καίτοι χειμῶνος ὄντος πλεῖν ἐψηφίσασθε· τοσαύτῃ προθυμίᾳ πρὸς τὴν βοήθειαν ἐκέχρησθε. |
| 3 35c | TBcAfVbWd Αὔγουστος. |
| 3 35d | F 4 Ὀκτόβριος. |
| 3 35e | vp μέχρι πέντε καὶ τετταράκοντα ἐτῶν] ὡς παράδοξον τοῦτο εἶπεν, ἵνα ἐμφήνῃ αὐτῶν τὴν πολλὴν σπουδήν, ὅτι νόμου κελεύοντος παρ’ Ἀθηναίοις μέχρι τετταράκοντα ἐτῶν στρατεύεσθαι ἀρξαμένους ἀπὸ ὀκτωκαίδεκα, καὶ μέχρι μέντοι τῶν εἴκοσι παῖδας ὄντας τέως περιπολεῖν τὰ περὶ τὴν πόλιν φρούρια, εἰς ὑπερορίους δὲ πολέμους ἀπὸ εἴκοσιν, αὐτοὶ τότε βουλόμενοι πολλὴν σπουδὴν ἐνδείξασθαι, καὶ οὓς οὐκ ἐκέλευσεν ὁ νόμος στρατεύεσθαι, πολεμεῖν ἐψηφίσαντο. |
| 3.36 | F 4 TBcAfVbWd 〈ἑκατομβαιών〉] Ἀπρίλλιος. |
| 3 37a | F 4 A 2 Pr Σεπτέμβριος. |
| 3 37b | vp 〈μεταγειτνιών〉] Μάιος. |
| 3 38a | F 4 Pr Ὀκτόβριος. |
| 3 38b | vp 〈βοηδρομιών〉] Ἰούνιος. |
| 3 39a | F 4 Pr Νοέμβριος. |
| 3 39b | vp τούτου τοῦ μηνὸς] Ἀττικὴ ἡ σύνταξις ἀντὶ δοτικῆς. |
| 3.40 | F 4 〈μετὰ τὰ μυστήρια〉] τὰ Κόρης καὶ Δήμητρος. |
| 3 41a | F 4 ἢ μετὰ τὴν ἑορτὴν τῶν Ἐλευσινίων. |
| 3 41b | vp κενὰς] πολιτικῆς βοηθείας. |
| 3 42a | F 2 PrBc κενὰς] Ἀθηναίων ἐπιβατῶν. |
| 3 42b | A 2 R κενὰς] Ἀθηναίων, ὅ ἐστι ξένους ἀντὶ Ἀθηναίων ἐχούσας. |
| 3 42c | PrTBcAf VbWd Φίλιππος ἀσθενῶν] ἐπικινδύνως ἀσθενῆσαί φασι Φίλιππον ὅτε τὴν Μεθώνην ἐπολιόρκει, Ἀστέρος τινὸς στρατιώτου Μεθωναίου ἀπὸ τοῦ τείχους ἐπιγράψαντος τῷ δόρατι ‘Ἀστὴρ Φιλίππῳ θανάσιμον [ἐπι]πέμπει βέλοσ‘, εἶτα πέμψαντος καὶ κατὰ τύχην τινὰ ἐπιτυχόντος κατὰ τοῦ ὀφθαλμοῦ. |
| 3 43a | λέγεται δὲ ὅτι καὶ ὁ Φίλιππος ἀντέγραψε πρὸς αὐτὸν καὶ ἀντηκόντισεν, ὅμως οὐκ ἐπέτυχεν αὐτός, ‘Ἀστέρα Φίλιππος ἢν λάβῃ κρεμήσεται‘. PrTBcAfVbWd Φίλιππος ἀσθενῶν] τὴν αἰτίαν λέγει δι’ ἣν ἐρραθύμησαν, ἐξ ἀρχῆς σπουδάσαντες. |
| 3 43b | F 4 τὸν ἀπόστολον] ἀπόστολος πᾶσα πεμπομένη δύναμις εἴτε τοξοτῶν εἴτε ὁπλιτῶν εἴτε ἱππέων, ἐξαιρέτως δ’ ἐκάλουν τὴν ναυτικὴν δύναμιν ἀπόστολον οἱ Ἀθηναῖοι. |
| 3 44a | F 1 S ἀπόστολον ἤγουν στόλον· ἀπόστολον γὰρ ἐκάλουν οἱ Ἀθηναῖοι καὶ πᾶσαν τὴν παρ’ αὐτῶν πεμπομένην δύναμιν τοξοτῶν ὁπλιτῶν ἱππέων τῶν ἄλλων, ἐξαιρέτως δὲ τὴν ναυτικὴν δύναμιν. |
| 3 44b | Pr ἦν δ’ οὗτος ὁ καιρὸς αὐτός] ἀντὶ τοῦ ‘ἦν δὲ τότε εὔκαιρον ἐπιθέσθαι τῷ Φιλίππῳ, ὅτε ἠρρώστει‘. |
| 3 45a | F 4 ἦν . |
| 3 45b | .. αὐτός] ἀκούσαντες, φησί, νοσεῖν τὸν Φίλιππον ἐξελίπετε τὴν βοήθειαν. καὶ τότε μάλιστα ἐπιτήδειος καιρὸς βοηθεῖν ἐκείνοις ἦν ἐν ᾧ κακῶς διέκειτο Φίλιππος. TBcAfVbWd εἰ γὰρ τότε ἐκεῖσε ἐβοηθήσαμεν] ἐπηγγείλατο μὲν εἰς ὕστερον παρρησίᾳ χρήσασθαι, οὐδὲν δὲ ἧττον καὶ νῦν ἐπιτιμᾷ, σκώπτων εἰς κουφότητα καὶ ῥαθυμίαν τὸν δῆμον. |
| 3.46 | οὐ μὴν ἀλλὰ κέκρυπται τὰ τῆς ἐπιτιμήσεως σφόδρα τεχνικῶς. ὅταν μὲν γὰρ πείθειν τι βουλώμεθα τοὺς ἀκούοντας κἂν ἐπιτιμᾶν ἔχωμεν, ἐγκεκρύφθαι δεῖ τὴν παρρησίαν, ἵνα μὴ χαλεπήναντες φιλονεικότεροι γένωνται· ὅταν δὲ τοῦτο μόνον βουλώμεθα ποιεῖν 〈διὰ〉 τὸ σωφρονίζειν ἐπιτιμῶντες, τότε φανερώτερον τῇ παρρησίᾳ προσήκει κεχρῆσθαι. TBcAfVbCaWd οὐκ ἂν ἄλλως ἔχοι] τὴν αἰτίαν ὥσπερ βούλεται ἡμῖν εἰπεῖν, διὰ τί ἐχρήσατο τῷ διηγήματι τούτῳ. |
| 3.47 | πῶς γὰρ δυνατὸν μεταποιηθῆναι τὰ ἤδη γενόμενα; καὶ γὰρ καὶ οἱ φιλόσοφοί φασιν ὡς ὅτι πάντα δύναται τὸ θεῖον ποιεῖν χωρὶς ἑνός, τοῦ ἄλλως ποιῆσαι τὰ ἤδη γενόμενα. TBcAfVbCaWd τί δὴ χρησόμεθα, ὦ ἄνδρες Ἀθηναῖοι] ἐρώτησιν προθεὶς οὐκ ἐπήνεγκε τὴν ἀπόκρισιν ‘βοηθήσωμεν‘, εἶθ’ οὕτω τὰ ἑξῆς ‘εἰ γὰρ μὴ βοηθήσετε παντὶ σθένει‘, ὁ δὲ τὴν ἀπόκρισιν ἐξελὼν ἐνέφηνεν αὐτὸ διὰ τοῦ δευτέρου ‘εἰ γὰρ μὴ βοηθήσετε‘. |
| 3.48 | ἐκ τούτου δείκνυται τίς ἦν ἡ ἀπόκρισις, ὅτι δεῖ βοηθῆσαι. PrTAfVbWd παντὶ σθένει] παντοίᾳ βοηθείᾳ, οἷον ναυτικῇ ὁπλιτικῇ καὶ διὰ τῶν ἄλλων. |
| 3 49a | TAfVbWd παντὶ σθένει] ναυτικῇ καὶ ὁπλιτικῇ δυνάμει. |
| 3 49b | F 4 ἐθάρρει] ἢ σχῆμά ἐστι κατὰ ἀντίπτωσιν ἀντὶ τοῦ ‘ἐθάρρει τούτοισ‘, ἢ λείπει τῷ νοήματι τὸ ‘ἀδικεῖν‘, οἷον ‘οὐκ ἐθάρρει τούτους ἀδικεῖν‘· καὶ τὸ ἑξῆς δὲ αὐτοῦ οὕτω δεῖ λαβεῖν. |
| 3.50 | F 2 〈πόλιν〉] τὴν Ὄλυνθον. |
| 3.51 | Pr ἐφορμεῖν τοῖς ἑαυτοῦ καιροῖς] καλῶς ἐχρήσατο τῇ λέξει· ἐγγὺς γὰρ οὔσης τῆς Μακεδονίας ἐπιτηρεῖν ὥσπερ ἔμελλεν αὐτοῦ τὰ ἀτυχήματα, πότε ἀτυχήσει, ἵνα τότε αὐτῷ εὐκαίρως ἐπίθηται. |
| 3.52 | TAfVbWd διηλλαγμένην] φίλην γενομένην. |
| 3.53 | vpT ἐκπολεμῶσαι] ἐχθροὺς καταστῆσαι. |
| 3.54 | vpT 〈τοὺς ἀνθρώπουσ〉] τοὺς Ὀλυνθίους. |
| 3.55 | Pr ἐθρύλουν] ἀντὶ ηὔχοντο. |
| 3.56 | F 4 vpT 〈ὁπωσδήποτε〉] τυχηρῶς. |
| 3 57a | F 1 οἷον τυχηρῶς· ἢ τῆς τύχης ἐνεργούσης ἡμῖν. |
| 3 57b | PrTWd 〈τί οὖν ὑπόλοιπον〉] ὑπερβατὸν καθ’ ὑπέρθεσιν. |
| 3.58 | F 2 Wd χωρὶς γὰρ τῆς περιστάσης] καὶ ἐκ τῆς ἀδοξίας καὶ ἐκ τοῦ κινδύνου τὸ συμφέρον συνέστησεν, ἵν’ οἱ μὲν σώφρονες καὶ γενναῖοι τὴν αἰσχύνην δείσαντες, οἱ δὲ πολλοὶ καὶ δημόται τὸν φόβον τὸν ἐκ τοῦ μέλλοντος κινδύνου, βοηθήσωσι τοῖς Ὀλυνθίοις. |
| 3.59 | PrTBcAfVbWd οὐδὲ τὸν φόβον ὦ Ἀθηναῖοι] ἐνταῦθα τὸ μέρος τοῦ συμφέροντος τὸ ἀναγκαῖον, πληρωθέντος ἤδη τοῦ χρησίμου. |
| 3 60a | F 1 οὐδὲ . |
| 3 60b | .. Ἀθηναῖοι] τὸ μέρος τοῦ συμφέροντος ἀνέκοψεν ἐνταῦθα τὸ ἀναγκαῖον, πληρωθέντος τοῦ χρησίμου. PrTVbWd 〈ἐχόντων μὲν ὡς ἔχουσιν〉] ἤγουν ἐχθρῶς. |
| 3 61a | F 1 ἀντὶ τοῦ ἐχθρῶν ἡμῖν. |
| 3 61b | T πρὸς ταῦτα ἐπικλῖναι] μετὰ γὰρ τὴν Ὄλυνθον ἐπ’ Ἀθήνας τραπῆναι ἀνάγκη. |
| 3.62 | TBcWd ἀλλ’ ὅτι μὲν δὴ δεῖ βοηθεῖν] ἀνθυποφορά. |
| 3 63a | F 1 A 2 vpTWd τὸ δυνατὸν κεφάλαιον. |
| 3 63b | F 1 TBc ἀλλ’ . |
| 3 63c | .. βοηθεῖν] ἐνταῦθα τὸ προηγούμενον κεφάλαιον πεπλήρωκε, τουτέστι τὸ συμφέρον, εἰς δὲ τὸ δυνατὸν μεταβέβηκεν ὃ παρεμπίπτοντος ἔχει χώραν· δεικνύντος γὰρ αὐτοῦ τὸ συμφέρον, ὅτι βοηθεῖν δεῖ τοῖς Ὀλυνθίοις, ἀντέπεσε ‘καὶ πῶς δυνησόμεθα χρήματα μὴ ἔχοντες;‘ καὶ γέγονεν ἡ εἴσοδος τοῦ δυνατοῦ ἀντίθεσις πρὸς τὸ συμφέρον· ἐὰν γὰρ ἀποδειχθῇ ὅτι καὶ χρημάτων εὐποροῦμεν, κατεσκεύασε τὸ συμφέρον ὅτι δεῖ βοηθεῖν τοῖς συμμάχοις. PrTBcAfVbWd 〈μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι〉] ἐπειδὴ τοῦ ἀκροατοῦ προσδοκῶντος περὶ πολέμου ἀκούειν, αὐτὸς περὶ νομοθετῶν μέλλει λέγειν, διὰ τοῦτο τῇ προθεραπείᾳ χρῆται. |
| 3 64a | νομοθέτας δὲ λέγει τοὺς κρίνοντας τοὺς νόμους καὶ τιθέντας νόμον καινόν. F 4 μὴ . |
| 3 64b | .. Ἀθηναῖοι] ἐπειδὴ τοῦ ἀκροατοῦ προσδοκῶντος ἀκούειν περὶ πολέμων, αὐτὸς περὶ νομοθετῶν μέλλει λέγειν, διὰ τοῦτο προθεραπεύει τοὺς πολλούς. οἱ γὰρ συνετοὶ οὐχ ἡγήσονται αὐτὸ παράδοξον, ἀλλὰ καὶ πάνυ ἀναγκαῖον. τολμηρὸν δὲ τὸ κελεύειν καθιστάναι νομοθέτας ὡς λελυμένης τῆς δημοκρατίας ἢ μελλούσης ὀλιγαρχίας γενέσθαι· διὰ τοῦτο τῇ προδιορθώσει κέχρηται, διὰ τὸ δοκοῦν ἄτοπον τῆς εἰσηγήσεως. τὸ οὖν μέλλον ῥηθῆναι παρὰ τοῦ δήμου ὅτι ‘σὺ κελεύεις νομοθέτας καθίστασθαι; οὐ γὰρ ἔχομεν νόμον;‘ ἀνακόπτει λέγων ‘ἐν δὲ τούτοις μὴ θῆσθε νόμον μηδένα, ἀλλὰ τοὺς εἰς τὸ παρὸν βλάπτοντας ὑμᾶς λύσατε‘. TBcAfVbWd νομοθέτας καθίστατε] νομοθέτης ἐλέγετο παρ’ αὐτοῖς καὶ ὁ νόμον καινὸν εἰσφέρων καὶ πάλιν ὁ κρίνων τοὺς νόμους, μή πως ἐναντίοι τινὲς ἀλλήλοις ἔλαθον ὄντες. |
| 3.65 | τοῦτο δὲ ἔργον ἦν τῶν θεσμοθετῶν. TBcAfVb Wd 〈λέγω δὲ〉] οὐκ εἶπε ‘γράφω‘, ἀλλὰ ‘λέγω‘ διὰ τὸ ἀκινδυνότερον. |
| 3.66 | TBc Wd 〈τῶν θεωρικῶν〉] εἰ μὲν τὰ θεωρικὰ τῇ θεωρίᾳ ἐδίδοσαν, οἰστὸν ἂν ἦν· νῦν δὲ τὰ τῶν στρατιωτῶν τοῖς θεωροῦσι νέμουσιν. |
| 3.67 | ἑνὸς δὲ ὄντος νόμου, πῶς πολλοὺς αὐτοὺς λέγει; φαμὲν οὖν διοικήσεις πολλὰς καὶ ψηφίσματα γεγενῆσθαι περὶ τῶν χρημάτων. δι’ ὃ καὶ πολλοὺς νόμους λέγει, ἵνα λυθῶσιν ἐν τοῖς νομοθέταις ἢ ἵνα μὴ δόξῃ μόνῳ τῷ Εὐβούλῳ ἐναντιοῦσθαι ὡς ἐχθρός. A 2 R οἱ δὲ τοὺς ἀτακτοῦντας] τίνι διαφέρουσιν οἱ ἀτακτοῦντες τῶν λειποτακτούντων καὶ τῶν ἀστρατεύτων; ἀστράτευτος μέν ἐστιν ὁ μηδέποτε ἐγγραφεὶς εἰς τὸν κατάλογον τῶν στρατιωτῶν· ἄτακτος δὲ ὁ ἐγγραφεὶς μέν, μὴ ἐξιὼν δὲ εἰς τὰς ἐπιβαλλούσας αὐτῷ στρατείας· λειποτάκτης δὲ ὁ παρὰ τὴν μάχην καὶ τὸ στρατόπεδον τὴν τάξιν καὶ τοὺς συνασπιστὰς ἀπολιπών. |
| 3.68 | νόμοι δὲ ἦσαν κελεύοντες ἀφίεσθαί τινας τῆς στρατείας, ὥστε πομπεύειν εἰς τὰ Διονύσια. κατὰ χάριν οὖν τὴν ἑαυτῶν οἱ χορηγοὶ τοὺς νεωτάτους καὶ τοὺς ἐκ τοῦ καταλόγου μάλιστα ἐπελέγοντο. ὁ δὲ Δημοσθένης τοὺς μὲν ἐκ τοῦ καταλόγου στρατεύεσθαι ἔφη, ἐκ δὲ τῆς ἀχρήστου ἡλικίας γίνεσθαι τοὺς χορευτάς. TBcAfVbWd ἐπειδὰν δὲ ταῦτα λύσητε] βούλεται ψήφισμα λαβεῖν παρὰ τοῦ δήμου τὸ παρέχον τὴν ἄδειαν τοῦ κατηγορεῖν τοῦ νόμου. |
| 3.69 | TBcAfVbWd τηνικαῦτα τὸν γράψοντα] σοφίσματι κέχρηται καὶ συναρπάζει τὸν δῆμον. |
| 3.70 | τῶν γὰρ πλουσίων μόνον τοῦτο συμφέρον ἡγουμένων, τὸ λυθῆναι τὰ θεωρικά, αὐτὸς ‘πάντασ‘ προσέθηκεν ὡς καὶ τοῦ δήμου τοῦτο σπουδάζοντος. PrTBcAfVbWd ἄλλως τε καὶ τούτου μόνου] ἀντιπῖπτον λύει, ἵνα μή τις εἴπῃ ὅτι ‘πῶς αὐτὸς ὀκνεῖς ὁ φιλόπολις τὸν ὑπὲρ τῆς πόλεως θάνατον, ὡς Κόδρος ὁ βασιλεὺς Ἀθηναίων καὶ τοῦ Λεὼ θυγατέρες;‘ ἐπάγει ὅτι εἰ κἀκεῖνοι ἔπιπτον ὑπὲρ τῆς πατρίδος, ἀλλ’ εἶχον παραμυθίαν τοῦ θανάτου τὸ χρησιμεύειν τοῖς πράγμασιν· ἐγὼ δέ, ἐὰν ἀποθάνω νῦν, οὐ μόνον οὐκ ὠφελήσω, ἀλλὰ καὶ βλάψω τοῖς πράγμασι μᾶλλον φοβερώτερον καταστήσας τὸ βῆμα τοῖς βουλομένοις παρρησιάζεσθαι. |
| 3.71 | F 4 TBcAfVbWd 〈καὶ λύειν γε〉] ἐντεῦθεν ἐκ τοῦ δικαίου ἐπιχειρεῖ. |
| 3.72 | A 2 〈οἵπερ καὶ τεθείκασι〉] βούλεται κατήγορον αὐτὸν ἑαυτοῦ ποιῆσαι τὸν Εὔβουλον. |
| 3.73 | PrTBcAfVbWd πρὶν δὲ ταῦτα εὐτρεπίσαι] ἀντιπῖπτον ἔλυσε ‘ἀλλὰ σὺ λύεις τὸν νόμον μηδὲν εὐλαβηθείσ‘. |
| 3.74 | ἀπήντησεν οὖν διλημμάτως· εἰ μὲν οὐ δώσω δίκην λύσας τοὺς νόμους, τυραννικὸν τὸ τοιοῦτον· εἰ δὲ ἀνάγκη κινδυνεύειν, πῶς οὐκ ἀνόητος ἔσομαι εἰς πρόδηλον κακὸν ἐμαυτὸν ἐμβάλλων; PrTBc AfVbWd οὐ μὴν οὐδ’ ἐκεῖνο ὑμᾶς] ἀντιπῖπτον ἐπανορθοῦται ‘μηδὲν φοβηθῇς, ὦ Δημόσθενες, τὸν νόμον λύσας· ψήφισμα γὰρ ποιοῦμεν ὥστε λυθῆναι‘. |
| 3.75 | τί οὖν, φησίν, ἂν ψηφίσησθε μέν, μηδὲν δὲ πράξητε τῶν ἐφεξῆς, οἷον ἐὰν μὴ συνέλθητε ὥστε λῦσαι ἢ συνελθόντες μὴ λύσητε, τί τὸ κέρδος τοῦ ψηφίσματος; PrTBcAfVbWd 〈εἰ γὰρ αὐτάρκη〉] καθ’ ὑπόθεσιν τὸ σχῆμα. |
| 3.76 | F 4 οὔτ’ ἂν ὑμεῖς πολλὰ ψηφιζόμενοι] ἀσαφὲς τὸ χωρίον· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἂν ἐδεήθητε πολλῶν ψηφισμάτων καὶ ἐπράξατ’ ἂν ἐξ αὐτῶν ἢ μικρὰ ἢ οὐδέν. |
| 3.77 | ἐξήρκει γὰρ ἓν ψήφισμα [γράψαντας] καταγωνίσασθαι τὸν Φίλιππον. PrTBcAfVbWd ἀλλ’ οὐχ οὕτω ταῦτ’ ἔχει] ἐπίκρισις. |
| 3.78 | F 2 vpPrT 〈τὸ γὰρ πράττειν τοῦ λέγειν〉] γνώμη ἐνθυμηματική. |
| 3 79a | F 2 PrT AfWd τὸ . |
| 3 79b | .. λέγειν] τόπον Ἀριστοτελικὸν διὰ τῆς γνώμης ἐγύμνασεν. ἔστι δὲ ὁ τόπος· τὸ αἴτιόν τινι τοῦ εἶναι πρῶτόν ἐστιν· αἴτια δὲ τὰ ἔργα τῶν λόγων· πρότερα ἄρα ἐστί. καὶ πάλιν οὗ ἕνεκά τι πράττεται, τοῦτο κρεῖττόν ἐστιν. PrTBcAfVbWd τοῦτ’ οὖν δεῖ προσεῖναι] τουτέστι τὸ λυθῆναι τὸν νόμον καὶ γενέσθαι τὰ θεωρικὰ στρατιωτικά. |
| 3.80 | PrTBcAf ὀξύτατοι] ἐκ τούτου ἔστι μαθεῖν ὅτι, εἰ καὶ βάναυσοί τινες ἦσαν τὴν τέχνην καὶ κάπηλοι καὶ ἄλλοι τοιοῦτοι ἀκροαταὶ παρὰ τοῖς Ἀθηναίοις καὶ δικασταί, ἀλλ’ οὖν γε Ἀθηναῖοι ὄντες καὶ σοφοὶ τὴν φύσιν ἐνόουν τὰ παρὰ τῶν ῥητόρων λεγόμενα. |
| 3.81 | F 4 πρᾶξαι δὲ δυνήσεσθε] οὐκ εἶπε ‘πολεμήσετε‘ φεύγων τὸ λυπεῖν διὰ τῆς δυσχερείας τοῦ ὀνόματος. |
| 3.82 | PrTBcAf 〈τίνα γὰρ χρόνον ἢ τίνα καιρὸν〉] ἀνακεφαλαίωσις κατὰ ἀναποδισμόν· τὸ δὲ ‘χρόνον‘ ἢ ‘καιρὸν‘ ἐκ παραλλήλου τὸ αὐτό. |
| 3 83a | ἢ χρόνον μὲν λέγει πάντα ὃν πολεμοῦσι Φιλίππῳ, καιρὸν δὲ τὸν νῦν εἰς ὃν πολεμοῦσιν αὐτῷ διὰ τοὺς Ὀλυνθίους. F 2 τίνα . |
| 3 83b | .. καιρὸν] καὶ τοῦτο τοῦ δυνατοῦ μέρους ἐστί. πᾶσα γὰρ περὶ καιρὸν καὶ χρόνον ἐξέτασις εἰς τὸ δυνατὸν ἔχει τὴν ἀναφοράν. A 2 RPr TBcAfVbWd 〈οὐχ ἅπαντα μὲν〉] ἀνακεφαλαίωσις ἡ κατὰ ἀναποδισμόν. |
| 3.84 | PrTBcAfWd οὐκ ἐχθρός;] σφοδρὰ καὶ κατ’ ἔννοιαν καὶ κατὰ σχῆμα τὰ κῶλα ἢ μᾶλλον τὰ κόμματα. |
| 3.85 | F 4 οὐ βάρβαρος;] ὑβρίσαι τοῦτον βουλόμενος καλεῖ αὐτὸν βάρβαρον. |
| 3.86 | ἐπεὶ εἴ τις τὸ ἀληθὲς σκοπήσει, εὑρήσει αὐτὸν Ἕλληνα Ἀργεῖον καὶ ἀπὸ Ἡρακλέους τὸ γένος καταγόμενον, ὡς πάντες οἱ ἱστορικοὶ μαρτυροῦσιν· ἀμέλει καὶ τὸν υἱὸν αὑτοῦ Ἀλέξανδρον μικρὸν κομιδῇ ὄντα ἀναγαγὼν εἰς τὸ Ἄργος μιᾷ φυλῇ τῶν ἐν τῷ Ἄργει ἐνέγραψεν. F 4 〈πάντων μᾶλλον〉] ἤπερ ἑαυτοῦ. |
| 3.87 | F 4 καὶ νῦν οὐ λέγει τις] εἰς ἑαυτὸν ἀποτείνεται ὁ ῥήτωρ. |
| 3 88a | F 4 ἀνθυποφορὰ ἣν λύει ὅρῳ. |
| 3 88b | R 〈ἀγαθῇ τύχῃ〉] ἡδομένου ὥσπερ καὶ συνευχομένου αὐτοῖς τὰ κάλλιστα τὸ ῥῆμα, ἵνα δείξῃ ὅτι οὐ διαφωνεῖται τοῖς ἄλλοις ῥήτορσιν. |
| 3.89 | F 2 ἀλλ’ οὐχ ἡδέα ταῦτα] κατὰ ἐρώτησιν. |
| 3 90a | οὐχ ἡδέα, φησί, τὰ παρ’ ἐμοῦ λεγόμενα, ὅτι συμβουλεύω τὰ θεωρικὰ γενέσθαι στρατιωτικά; 〈ἀλλ’〉 οὐκ ἐγώ, φησιν, αἴτιος τούτων, ἀλλ’ ἡ φύσις τῶν πραγμάτων, ὅτι οὐ δύναμαι εἰσαγαγεῖν καὶ τὰ ἡδέα καὶ τὰ ὠφέλιμα. TBcAfVbWd ἀλλ’ . |
| 3 90b | .. ταῦτα] ἀνθυποφορὰ ἣν λύει ὁ ῥήτωρ. S πλὴν εἰ δέον εὔξασθαι] εἴπερ δέον εὔξασθαι οὐκ εὔχομαι· εἰ μὴ ἄρα ἐν τούτῳ ἀδικῶ, ὅτι οὐκ εὔχομαι γενέσθαι ὑμῖν τὰ ἡδέα καὶ τὰ ὠφέλιμα. |
| 3 91a | A 2 R πλὴν . |
| 3 91b | .. εὔξασθαι] πλὴν εἰ μὴ ἄρα, φησίν, ἐν τούτῳ ἀδικῶ, ἐν ᾧ οὐκ εὔχομαι καὶ ἑκάτερα ὑμῖν προσγενέσθαι, καὶ τὰ ἡδέα καὶ τὰ ὠφέλιμα. TBcAfVbWd εὔξασθαι μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι] 〈τί〉 ζητεῖται, φησί, παρὰ τοῦ συμβούλου; εὐχήν, ὡς ἔοικεν, ἀπαιτεῖται τοῦτο. |
| 3.92 | οὐ γὰρ μόνον ῥᾴδιόν ἐστι τοῦτο, ἀλλὰ καὶ ἡδύ. εὔχεται γάρ τις ὅ τι καὶ βούλεται. τὸ δὲ ‘δέον‘ προσέθηκε συντρέχων ταῖς γνώμαις τῶν φιλοσόφων (εἰσὶ γὰρ αὐτῶν οἵ φασι μὴ δεῖν εὔχεσθαι περὶ τῶν ἐφ’ ἡμῖν) ἢ καὶ ἴσως ἀνωφελὲς τὸ τῆς εὐχῆς ἡγούμενος. TBcAfVbWd ἑλέσθαι δὲ ὅταν] ὅτε δὲ χρεία βουλεύεσθαι, οὐκέτι ἃ βούλεταί τις σκοπεῖ καὶ αἱρεῖται ὥσπερ ἐν τῷ εὔχεσθαι, ἀλλ’ ὡς ἀπαιτεῖ τὰ πράγματα. |
| 3.93 | A 2 〈περὶ πραγμάτων〉] ἀντίθεσις. |
| 3.94 | R εἰ δέ τις ἡμῖν ἔχει τὰ θεωρικὰ] οὐκ ἔστιν ἀντίθεσις, ἀλλὰ νόημα ἀποκλεῖον τῆς ἀναβολῆς τὸν δῆμον· ἵνα γὰρ μὴ μέλλοντας πόρους ἐπιζητῶσιν ἐπειγόντων τῶν πραγμάτων, διὰ τοῦτο εἶπεν ὅτι ‘θαυμάζω εἴ τις εὐπορῆσαι τῶν ἀπόντων πρὸς ἃ δεῖ δυνήσεται‘. |
| 3.95 | οἱ γὰρ μέλλοντες πόροι οὐδὲν ποιοῦσι πρὸς τὰ παρόντα· αἱ γὰρ νῦν πράξεις οὐ μέλλοντας πόρους ἀπαιτοῦσιν. PrTBcAfVbWd ἂν τὰ παρόντα ἀναλώσῃ] σημείωσαι, παρίσωσις κατὰ τὸ τέλος. |
| 3.96 | F 4 T BcWd 〈τὰ δὲ πράγματα πολλάκισ〉] καλῶς ὁ προσδιορισμός· ἔστι γὰρ ἐνίοτε καὶ οὕτως ἡμῖν ἐκβαίνειν τὰ πράγματα, ὡς καὶ νομίζομεν εἶναι. |
| 3.97 | F 4 καὶ μισθὸν ἕξετε] μείζονα χρημάτων αὐτοῖς εὐπορίαν ὑποτίθεται· ὁ γὰρ μισθὸς καθημερινὴ δόσις ἐστὶ χρημάτων, τὰ δὲ θεωρικὰ ταῖς ἱερομηνίαις ἐλάμβανον. |
| 3.98 | TBcAfVbWd 〈οὔ τοι σωφρόνων οὐδὲ γενναίων〉] συνετῶν· τὸ δὲ ‘γενναίων‘ οὐκ ἰσχυρῶν λέγει, ἀλλ’ ἐλευθέρων καὶ εὐγενῶν. |
| 3 99a | F 4 ( → 99c) οὔ . |
| 3 99b | .. γενναίων] ‘σωφρόνων‘ ἀντὶ τοῦ συνετῶν, ‘γενναίων‘ δὲ εὐγενῶν, ἐλευθέρων, οὐχὶ ἰσχυρῶν. TBcAfVb οὔ . |
| 3 99c | .. γενναίων] τραχεῖα μὲν ἡ ἔννοια, ἐν δὲ τῷ καθόλου λεχθεῖσα λειοτέρως πως γίνεται. μελετᾷ δὲ τὸ δυνατὸν κεφάλαιον· λέγει γὰρ ὅτι οὐ δίκαιόν ἐστιν ἐπὶ μὲν Ἕλληνας στρατεύεσθαι, ἐπὶ δὲ Φίλιππον βάρβαρον ὄντα μή, καὶ ὅτι δίκαιόν ἐστιν ἐμμένειν οἷς ἐψηφισάμεθα, τουτέστι τὸ βοηθεῖν τοῖς Ὀλυνθίοις. F 4 S οὐδ’ ἐπὶ μὲν Κορινθίους] ἀπὸ κοινοῦ τὸ ‘οὐδαμῶς σωφρόνων ἐστὶν οὐδὲ γενναίων‘ ἐπὶ μὲν Κορινθίους καὶ Μεγαρέας, ὅ ἐστιν Ἕλληνας ὄντας, στρατεύεσθαι, ἐπὶ δὲ Φίλιππον βάρβαρον ὄντα μή. |
| 3 100a | αἱ δὲ αἰτίαι αἱ κατὰ Μεγαρέων καὶ Κορινθίων αὗται. οἱ Μεγαρεῖς τὴν ὀργάδα παρέτεμνον, οἱ δὲ Κορίνθιοι συνεμάχουν τοῖς Μεγαρεῦσι, καὶ διὰ τοῦτο εἰς πόλεμον Ἀθηναίοις κατέστησαν. ὀργὰς δὲ ἐκαλεῖτο ἡ χώρα ἢ διὰ τὰ ὄργια τῶν θεῶν ἢ διὰ τὸ ἀργὴν εἶναι καὶ ὀργᾶν ἐν αὐτῇ. PrTBcAfVbWd οὐδ’ . |
| 3 100b | .. Κορινθίους] Ἕλληνας ὄντας. A 2 οὐδ’ . |
| 3 100c | .. Κορινθίους] παράδειγμα πρόσφορον εἰσήγαγεν αὐτοῖς. πολέμων γὰρ μέμνηται καὶ κατορθωμάτων αὐτοῖς ἄνευ καμάτων καὶ πόνων, ἵνα ταὐτὰ νομίσωσι καὶ ἐπὶ τοῦ παρόντος. Κορίνθιοι λελυπημένοι κατ’ Ἀθηναίων, καλοῦντες πάντας Ἕλληνας εἰς τὰ Ἴσθμια (κοινὴ γὰρ ἦν ἡ πανήγυρις) τοὺς Ἀθηναίους παρῆκαν. οὗτοι ὡς θεοσεβεῖς ὄντες ἔπεμψαν τὴν θυσίαν μετὰ ὁπλιτῶν, ἵν’, εἰ δέξωνται αὐτήν, ὑπόσπονδοι ὑποστρέψωσιν· οὐ γὰρ ἐπὶ πόλεμον ἐξεληλύθεισαν. ὃ δὴ καὶ γεγένηται· ἑωρακότες γὰρ τὴν παρασκευὴν οἱ Κορίνθιοι ἐδέξαντο. ἄνευ οὖν πόνων συνέβη κατορθῶσαι αὐτοὺς τοῦτο τὸ πρᾶγμα. A 2 R Μεγαρέας] τὴν ἱερὰν γῆν ὡς ὀργάδα καὶ ἄνετον ἐγεώργουν οἱ Μεγαρεῖς. |
| 3.101 | πάλιν ὡς εὐσεβεῖς οἱ Ἀθηναῖοι ἐξελθόντες ἔπαυσαν αὐτοὺς μόνῃ τῇ θέᾳ νικήσαντες. A 2 R 〈οὐχ ἵν’ ἀπέχθωμαι〉] ἐπιδιόρθωσις. |
| 3.102 | F 4 ἀλλὰ δικαίου πολίτου] ἐντεῦθεν μεταβέβηκεν ἐπὶ τὸ τρίτον τοῦ λόγου μέρος, ἐπιλογικὸν μὲν εἶναι δοκοῦν, ἔχον δὲ καταδρομὴν τοῦ τε νόμου τῶν θεωρικῶν καὶ τοῦ θέντος αὐτόν. |
| 3.103 | πέπτωκε δὲ ἀκολούθως τοῦτο τὸ μέρος. εἰ γὰρ διὰ τὰ χρήματα διέφθαρται τὰ πράγματα τῆς πόλεως, αἴτιος δὲ τούτων ὁ νόμος, ἄξιον ἦν καταδραμεῖν αὐτοῦ τε καὶ τοῦ θέντος αὐτόν. ἡ δὲ καταδρομὴ γέγονε κατὰ ἀντεξέτασιν τῶν νῦν πολιτευομένων καὶ τῶν ἐπὶ τῶν προγόνων. κἀκείνοις μὲν ἑαυτὸν ἀπείκασε, τούτων δὲ καθήψατο, καὶ διχόθεν ἑαυτὸν συνέστησεν, ἐξ ὧν καὶ τούτους οὐ μιμεῖται καὶ τοὺς παλαιοὺς ἐζήλωκε τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας, οὐ τοῖς κατορθώμασιν. A 2 RPrTBcAfVbWd 〈ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖσ〉] ἐπὶ μὲν αὐτῶν τέθεικε τὸ ‘ἴσωσ‘, ἐπὶ δὲ ἑαυτοῦ τὸ ‘ἀκούω‘, ὡς ἀκριβεστέρου αὐτῶν καὶ πλέον περιεργαζομένου τὰ τῶν προγόνων, οἷα δὴ καὶ τὰ ἐκείνων ζηλοῦντος. |
| 3.104 | τινὲς δὲ ἐξηγοῦνται τὸ ‘ἴσωσ‘ πρὸς τὴν ἀκοήν, ὅτι καί τινες ἦσαν ἴσως μὴ μόνον ἀκοῇ εἰδότες τὰ τῶν προγόνων, ἀλλὰ καὶ τῇ θέᾳ διὰ τὸ μακρόβιον ἑαυτῶν. F 4 〈οἱ παριόντεσ〉] οἱ δημηγοροῦντες. |
| 3.105 | Pr 〈ἐκεῖνον〉] τὸ ‘ἐκεῖνον‘ ὡς θαυμάζων προσέθηκε. |
| 3.106 | PrBc 〈τὸν Περικλέα〉] διὰ τί [μὴ] τὸν Περικλέα δεύτερον τέθεικε πρεσβύτερον ὄντα τοῦ τε Νικίου καὶ 〈τοῦ〉 Δημοσθένους; ὅτι τοὺς ἄκρους κατ’ ἀρετὴν ἐν ἄκροις ἔταξε, τοὺς δὲ μέσους ἐν μέσῳ. |
| 3.107 | διὰ τί δὲ μὴ καὶ Θεμιστοκλέους καὶ Μιλτιάδου ἐμνήσθη; ἐπειδὴ ἐκεῖνοι μὲν κατὰ βαρβάρων εὐδοκίμησαν, οὗτοι δὲ κατὰ τὴν πολιτείαν. F 4 διερωτῶντες] ἀντὶ τοῦ ‘διόλου ἐρωτῶντεσ‘. |
| 3.108 | F 4 〈ῥήτορεσ〉] φιλιππισμὸν ἔοικε τοῦ Εὐβούλου κατηγορεῖν. |
| 3.109 | Bc προπέποται] ἀντὶ τοῦ ‘τῷ λόγῳ τῶν ἡδέων ἀντιδεδώρηται τῶν πόλεων ἡ ἀπώλεια‘, ἀπὸ μεταφορᾶς τοῦ προπίνειν ἐν τοῖς συμποσίοις, ὅταν τις χάριν ὁμολογῶν τινι δεξιωσάμενος αὐτὸν τῷ πόματι μετὰ τοῦ ποτοῦ χαρίσηται αὐτῷ καὶ τὸ ποτήριον ἀργυροῦν ὂν ἢ χρυσοῦν. |
| 3.110 | F 4 S καίτοι σκέψασθε] εἰς ταύτην τὴν ἀντεξέτασιν ἐχώρησεν, ἣν διεῖλεν εἰς τρία· πῶς μὲν ἐπολιτεύοντο πρὸς τοὺς Ἕλληνας, πῶς δὲ πρὸς τὴν πόλιν, πῶς δὲ τὰ καθ’ ἑαυτοὺς ἰδίᾳ. |
| 3.111 | PrTBcAfVbWd 〈οἷς οὐκ ἐχαρίζονθ’〉] ‘τί οὖν; τοὺς προγόνους ἐμίσουν οὗτοι καὶ οὐκ ἐφίλουν;‘ ἐπάγει εὐθὺς ὅτι ἐφίλουν, ἀλλ’ οὐχ ὡς οὗτοι οἱ προδόται· οὗτοι γὰρ φιλοῦσι τῷ δοκεῖν καὶ χαρίζονται ἐπὶ τῷ ἀπολέσαι τὰ πράγματα. |
| 3.112 | F 4 πέντε μὲν] πῶς τετταράκοντα καὶ πέντε νῦν εἰπὼν ἐν ἑτέρῳ λόγῳ (9, 23) τρία καὶ ἑβδομήκοντα ἄρξαι τῶν Ἑλλήνων φησί; δεῖ γὰρ εἶναι ἐγγὺς τὸν ἀριθμόν, οἷον ὁ παῖς οὗτος οὐδαμῶς 〈ἄν〉 τις εἴποι ὅτι τριῶν ἐτῶν ἐστιν ἢ εἴκοσιν, ἀλλὰ τριῶν ἢ τεσσάρων ἢ πέντε· ἐγγὺς γὰρ ὁ ἀριθμός. |
| 3.113 | λέγομεν οὖν ὅτι προσέθηκεν ἐνταῦθα τὸ ‘ἑκόντων‘· τὰ γὰρ ἄλλα ὀκτὼ καὶ εἴκοσιν ἔτη ἀκόντων αὐτῶν ἦρξαν διὰ τὸ ἐπαχθῶς φέρεσθαι τοῖς Ἕλλησι τοὺς Ἀθηναίους. F 4 〈τῶν Ἑλλήνων〉] μνημονεύει τούτων Θουκυδίδης ἐν τῇ δευτέρᾳ ἱστορίᾳ (36). |
| 3.114 | F 4 ὑπήκουε δ’ ὁ ταύτην] καὶ μέντοι καὶ φόρους ἤνεγκεν αὐτοῖς Περδίκκας ὁ ἀδελφὸς Φιλίππου, θεῖος Ἀμύντου τοῦ πατρὸς Φιλίππου, ὥς φησι Διόδωρος (15, 60, 3)· Ἀλεξάνδρου γὰρ τοῦ Φιλέλληνος τοῦ γενομένου ἐπὶ τῶν Μηδικῶν δύο παῖδες, Περδίκκας καὶ Φίλιππος. |
| 3 115a | ἐπολέμησαν οὖν πρὸς αὐτὸν οἱ Ἀθηναῖοι. F 4 ὑπήκουε δ’ ὁ ταύτην] 〈οἱ〉 μὲν Περδίκκαν εἶναί φασι τὸν ἐνεγκόντα τοὺς φόρους Ἀθηναίοις, οἱ δὲ Φίλιππόν τινα τῶν Φιλίππου προγόνων. |
| 3 115b | PrTBcAfVbWd ταύτην τὴν χώραν] τὴν Μακεδονίαν φησίν. |
| 3.116 | F 4 βασιλεὺς] Περδίκκας ὁ πατὴρ Ἀμύντου τοῦ πατρὸς Φιλίππου. |
| 3.117 | PrT BcWd μόνοι δὲ ἀνθρώπων] ὅτι οἱ μὲν τοῖς ἄλλοις φθονοῦντες καθαιροῦσιν αὐτῶν τὴν δόξαν διὰ τοῦ λοιδορεῖν, τὴν δὲ ἐκείνων εὔκλειαν οὐδεὶς ἀφανίσαι δεδύνηται. |
| 3.118 | TBcAfVbWd κρείττω] διὰ τὸ ὑπερβάλλον τῶν πράξεων· οἱ γὰρ φθονοῦντες ἢ τοῖς ἴσοις φθονοῦσιν ἢ τοῖς μικρῷ μείζοσιν, οὐ μὴν τοῖς πάνυ ὑπερβάλλουσιν. |
| 3.119 | F 4 〈ὁποῖοι〉] ὅ ἐστι, πῶς διέκειντο κοινῶς πάντα πράττοντες εἰς τὰ δημόσια αὐτῶν. |
| 3.120 | εἶτα καὶ ἐχρήσατο, πῶς ἕκαστος ἰδίᾳ ἐβίου. F 4 ἀναθημάτων] ταῦτα πάντα ἐποίησαν καὶ ἀνέθεσαν ἀπὸ τῶν λαφύρων τῶν Περσικῶν, τὸν δίφρον τὸν ἀργυρόποδα τὸν Ξέρξου καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου· καὶ τὰ προπύλαια τῆς ἀκροπόλεως κατεσκεύασαν καὶ τὴν χαλκῆν Ἀθηνᾶν καὶ τὴν ἐκ χρυσοῦ καὶ ἐλέφαντος. |
| 3.121 | F 4 ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων] οὐ περὶ τῶν οἰκοδομημάτων λέγει, ἀλλὰ τῶν ἀναθημάτων· καὶ γὰρ τούτων εἰσὶν ἴσως ὑπερβολαί· ἀλλ’ αὔξει τὰ ἀναθήματα διὰ τὰς πράξεις ἐξ ὧν ἀνετέθησαν· ὁ γὰρ Ξέρξου δίφρος καὶ ὁ ἀκινάκης Μαρδονίου, ὁ μὲν ἐκ Σαλαμῖνος ὁ δὲ ἐκ Πλαταιῶν ἀνετέθησαν, τούτων δὲ τῶν κατορθωμάτων οὐδεὶς ἐξεῦρεν ὑπερβολήν. |
| 3.122 | TBcAfVbWd οἰκίαν εἴ τις] ἔδειξε τὸ εὐτελὲς τῶν οἰκιῶν καὶ τὸ ἀφανὲς εἰπὼν ‘εἴ τις οἶδεν‘, ὡς μὴ πολλοῖς γνωριζομένων διὰ τὸ ταπεινόν. |
| 3.123 | PrTBcAfWd 〈ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ〉] τῆς λέξεως τὸ σχῆμα ζεῦγμα. |
| 3.124 | S πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν] εἰρωνεία τὸ σχῆμα. |
| 3 125a | τῆς δὲ εἰρωνείας ἡ μὲν εὐθὺς ἐπαγόμενον ἔχει τὸν ἔλεγχον διὰ τοῦ λόγου, ὥστε δείκνυσθαι ὅτι εἰρωνεία ἐστίν, ὅπερ ἔστι νῦν παρὰ τῷ Δημοσθένει, ἡ δὲ διὰ τῶν πραγμάτων, ὅπερ ἔστι παρὰ τῷ Πλάτωνι. εἰρωνευσάμενος γὰρ ὅτι ‘οὐδὲν οἶδα καὶ παρὰ σοῦ δέομαι μαθεῖν‘, ἐπάγει μετ’ οὐ πολὺ τὸν διὰ τῶν πραγμάτων ἔλεγχον, δι’ οὗ δείκνυσιν ὅτι ἐξ ἀρχῆς εἰρωνεία ἦν. PrTBcAfVbWd ἐμπερίβολον τὸ χωρίον διὰ τὸν πλαγιασμόν. |
| 3 125b | F 4 ἀλλ’ ὅσης ἅπαντες ὁρᾶτε] ἀντεξετάζει τὴν πολιτείαν τὴν περὶ τὸν Εὔβουλον ὁμοίως ἀπὸ τῶν τριῶν, τῶν τε Ἑλληνικῶν καὶ τῶν ἰδίων καὶ τῶν πολιτικῶν. |
| 3.126 | PrTBcAfVbWd Λακεδαιμονίων μὲν ἀπολωλότων] Φοιβίδας στρατηγὸς Λακεδαιμονίων κατέσχε τὴν Καδμείαν· ἐξέωσαν δὲ αὐτὸν οἱ Θηβαῖοι· ὁ δὲ παρώξυνε τοὺς Λακεδαιμονίους στρατεύεσθαι ἐπὶ Θηβαίους· ἐστράτευσαν καὶ ἡγεῖτο αὐτῶν Κλεόμβροτος εἷς τῶν βασιλέων, Θηβαίων δὲ Ἐπαμινώνδας. |
| 3.127 | καὶ ἐγένετο μάχη ἐν Λεύκτροις ἐπὶ Κηφισῷ· ἐν ᾗ ἔπεσον χίλιοι Σπαρτιατῶν καὶ Κλεόμβροτος καὶ τῶν ἐκ περιοικίδος πολὺς ἀριθμός. ἀπέστησαν αὐτῶν οἱ σύμμαχοι καὶ ἐταπεινώθησαν οἱ Λακεδαιμόνιοι. A 2 R 〈ἀπολωλότων〉] ἐν Λεύκτροις. |
| 3.128 | PrWd ἀσχόλων ὄντων] διὰ τὸν Φωκικὸν πόλεμον. |
| 3.129 | F 4 PrTVbWd 〈ἀπεστερήμεθα χώρας οἰκείασ〉] τῆς Ἀμφιπόλεως λέγει· αὐτῶν γὰρ κτῆμα ἦν. |
| 3.130 | PrTWd 〈ἀνηλώκαμεν〉] εἰς αὐτὴν Ἀμφίπολιν. |
| 3.131 | PrTWd οὓς δ’ ἐν τῷ πολέμῳ] πρὸ τοῦ Φιλίππου Τιμόθεος ἔξω τυγχάνων ἐν τῇ Θρᾴκῃ ἐκτήσατο χωρία, ἅπερ νῦν εἴληφε Φίλιππος, Πύδναν καὶ Ποτίδαιαν καὶ τὰς ἄλλας. |
| 3 132a | ἄγαν γὰρ εὐτυχὴς ὁ Τιμόθεος ἦν, ὥστε προσιέναι τὰς πόλεις αὐτῷ καὶ τοὺς ζωγράφους κοιμώμενον γράφειν αὐτὸν καὶ Τύχας αὐτῷ τὰς πόλεις προσφερούσας. A 1 A 2 vp οὓς . |
| 3 132b | .. πολέμῳ] κατὰ τὸν συμμαχικὸν πόλεμον ἀπέστησαν αὐτῶν Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι καὶ ἕτεροί τινες. πολεμοῦντες οὖν πρὸς αὐτοὺς τοὺς μὲν 〈ἀν〉εκτήσαντο τοὺς δὲ οὐκ ἠδυνήθησαν, εἶτα εἰρήνην ἐποιήσαντο ὥστε πάντας αὐτονόμους ἐᾶσαι τοὺς συμμάχους. τοῦτο οὖν φησίν, ὅτι καὶ οὓς προσηγαγόμεθα τῷ πολέμῳ, καὶ τούτους διὰ τὴν εἰρήνην ἀπολωλέκαμεν. τοῦ δὲ τοιαύτην γενέσθαι τὴν εἰρήνην αἴτιος Εὔβουλος οὕτω διοικῶν τὰ πράγματα. PrTBcAfVbWd 〈συμμάχουσ〉] τοὺς Πυδναίους λέγει. |
| 3.133 | PrT τηλικοῦτον] φοβήσας αὐτοὺς διὰ τοῦ εἰπεῖν ‘τηλικοῦτον‘ πάλιν ἐπάγει τὴν θεραπείαν διὰ τοῦ εἰπεῖν ὅτι ‘ἡμεῖς αὐτὸν ἠσκήσαμεν‘. |
| 3.134 | εἰ δὲ αὐτοὶ ἤσκησαν, οὐκοῦν καὶ καθελεῖν δυνήσονται. F 4 〈ἢ φρασάτω τισ〉] τὸ σχῆμα πρόκλησις. |
| 3.135 | PrBcWd ἀλλ’ ὦ τᾶν] ἀνθυποφορὰν λύει διὰ τὸ τὰ πολιτεύματα Εὐβούλου διεξιέναι. |
| 3.136 | PrTBcAfVbWd ταῦτα] τὰ ἐκ τῆς πόλεως. |
| 3.137 | F 4 ἐπάλξεις] ταῦτα ἦν τὰ Εὐβούλου πολιτεύματα, τὸ ποιῆσαι τὰς ἐπάλξεις λευκοχρίστους. |
| 3.138 | TBcAfVb λήρους] ἢ ‘λήρουσ‘ λέγει τοὺς κρουνοὺς ἀπὸ τοῦ λίαν ῥεῖν, ὥσπερ καὶ Ἀριστοφάνης (Eq. |
| 3 139a | 89) κρουνοχυτρολήραιον, ἢ ‘λήρουσ‘ καθολικῶς εὐτελῆ τινα ἐκ τοῦ λήρου, τοῦ φλυάρου καὶ περιττοῦ. F 4 S λήρους] οἱ μέν φασι τοὺς κρουνοὺς λέγειν παρὰ τὸ λίαν ῥεῖν, οἱ δὲ τὰ λήρου ἄξια πράγματα· ἐκεῖθεν γὰρ καὶ ὁ Ἀριστοφάνης (Eq. |
| 3 139b | 89) παρὰ τὸ ληρεῖν ἐποίησε τὴν σύνθεσιν, θέλων τινὰ ὑβρίσαι ἐν τῷ ‘κρουνοχυτρολήραιον‘. vpTBcAfVbWd λήρους] ταῦτα δὲ ἐπειδήπερ Εὔβουλος πεποίηκε, τούτου χάριν διασύρει. |
| 3 139c | A 1 A 2 ὧν οἱ μὲν ἐκ πτωχῶν] αἰνίττεται τοὺς περὶ τὸν Δημάδην, Εὔβουλον Φρύνωνα Φιλοκράτην καὶ εἴ τινες ἕτεροι. |
| 3.140 | PrTBcAfVbWd 〈οἱ δ’ ἐξ ἀδόξων〉] οἱ περὶ Δημάδην· υἱὸς γὰρ ἦν αὐτοῦ. |
| 3.141 | PrTBcWd τῶν δημοσίων οἰκοδομημάτων] οὐ τῶν ὑπὸ Περικλέους τε κἀκείνων τῶν ἀνδρῶν γεγονότων, ἀλλ’ ὧν οὗτοι τῇ πόλει κατεσκεύασαν κρηνῶν καὶ λήρων. |
| 3.142 | ἴσως δὲ ‘τῶν ἀναθημάτων‘ λέγει. ἐν δὲ τῷ λέγειν τοῦτο παροξύνει αὐτοὺς κατὰ τῶν ῥητόρων· φύσει γὰρ φθονερὸν τὸ τῶν ἀνθρώπων γένος. PrTBcAfVbWd τί δὴ τὸ πάντων αἴτιον] αἰτίας παράθεσις δι’ οὗ προτρέπεται ποιεῖν αὐτοὺς τὰ δέοντα· διὰ γὰρ τοῦ λέγειν, ὅτι διὰ τοῦ ἐξιέναι ηὐτύχουν, εἰς ζῆλον αὐτοὺς τούτων καθίστησιν. |
| 3.143 | TBcAfVbWd ὑμεῖς δ’] ἐμφαντικὸν τὸ ‘ὑμεῖσ‘, ὡς ἂν εἰ ἔλεγεν· ‘οἱ αὐτόχθονες ὑμεῖς καὶ πάλαι τῆς Ἑλλάδος ἡγεμόνες νῦν δοῦλοι τῶν ῥητόρων γεγένησθε‘. |
| 3.144 | F 4 ἐκνενευρισμένοι] ἐκνενευρισμένοι, τῶν νεύρων ἀφῃρημένοι· νεῦρα δὲ καὶ δύναμιν τῆς πόλεως τοὺς συμμάχους καλεῖ. |
| 3.145 | ἐπειδὴ τραχεῖα ἦν ἡ μεταφορά, ἐπήγαγε τὸ ‘περιῃρημένοι‘. ἀπὸ μεταφορᾶς μέρους σώματος εἶπεν τὴν λέξιν, ἐμμένων τῇ τροπῇ τοῦ ‘ἐκνενευρισμένοι‘. F 4 TBcAfVb Wd ἢ βοΐδια] τοῦτο εἰς Χάρητα. |
| 3 146a | διαβὰς γὰρ εἰς τὴν Ἀσίαν πρὸς Ἀρτάβαζον, τοῖς ξενικοῖς στρατεύμασι πορθήσας Λάμψακον καὶ Σίγειον, ἔπεμψεν Ἀθηναίοις βοῦς ἃς διείλοντο κατὰ φυλάς. A 1 A 2 vp ἢ βοΐδια] γράφεται καὶ Βοηδρόμια. |
| 3 146b | καὶ γάρ φασιν, ὅτε ἔπεμψε τὴν λείαν ὁ Χάρης, Βοηδρόμια ἦν. τὸ δὲ ‘βοΐδια‘ ὑποκοριστικόν ἐστιν ἐν συναιρέσει Ἀττικῷ ἔθει. TBcAfVbWd καὶ τὸ πάντων ἀνανδρότατον] γράφεται καὶ ἀνδρειότατον, ἵν’ ᾖ κατὰ εἰρωνείαν· ὅ τινες ἀγνοήσαντες τὴν νῦν φερομένην γραφὴν ἐποίησαν. |
| 3.147 | τὸ δὲ ‘προσοφείλετε χάριν‘ εἶπεν, ἐπειδή φασιν ὅτι ἐστεφάνωσαν ἐπὶ τῇ λείᾳ τὸν Χάρητα. TBcAfVbWd καθείρξαντες] οἷον συγκλείσαντες καὶ μὴ ἐῶντες πολεμεῖν· εἶπε δὲ ὡς ἐπὶ δεσμουμένων θηρίων τὴν λέξιν· διὸ ἐπάγει τὸ ‘καὶ τιθασεύουσι‘ καὶ τὸ ‘χειροήθεισ‘· ταῦτα γὰρ πάντα ἐπὶ θηρίων εἰώθασι ποιεῖν, ἡμεροῦντες αὐτά. |
| 3 148a | καὶ τὸ ‘ἐπάγουσι‘ δὲ ὡς ἐπὶ θηρίων εἶπεν· εἰώθαμεν γὰρ καὶ τὰ θηρία οὕτως ἐξημεροῦν διὰ τοῦ τὴν χεῖρα τοῖς σώμασιν αὐτῶν ἐπάγειν, οἱονεὶ κολακεύοντες αὐτὰ διὰ τοῦ χειροτριβεῖν. F 4 καθείρξαντες] ἐκ μεταφορᾶς τῶν ἀλόγων ζῴων· διὸ καὶ τὸ ‘τιθασεύουσι‘ καὶ τὸ ‘χειροήθεισ‘ ἐπήγαγεν. |
| 3 148b | TBcAfVbWd 〈ταῦτα μὰ τὴν Δήμητρα〉] ἐπίλογοι. |
| 3 149a | F 4 ( → 149c) ταῦτα . |
| 3 149b | .. Δήμητρα] ἐντεῦθεν οἱ ἐπίλογοι· προκατασκευαστικῶς δὲ ὁ ῥήτωρ τὸν κίνδυνον βουλόμενος φυγεῖν τοῦτό φησιν. TBcAfVbWd ταῦτα . |
| 3 149c | .. Δήμητρα] τί κατὰ τῆς Δήμητρος ὤμοσε; εἰ δὲ ᾔσθετο αὐτοὺς ὀργίλους γενομένους διὰ τὸ πολλὰ αὐτοῖς ἐπιτιμῆσαι, τὴν Δήμητρα ἀποκαλεῖται ἡμέρους αὐτοὺς ἀπεργάσασθαι, τὴν καὶ τῶν ἡμέρων σιτίων αἰτίαν γενομένην αὐτοῖς. F 4 ταῦτα . |
| 3 149d | .. Δήμητρα] ὡς ἐπιπλήξας θεραπεύει πάλιν, διὰ τὸ τραχὺ δὲ τὴν Δήμητρα ὄμνυσι, τυγχάνουσαν θεὸν ἥμερον, πρὸς τὸ ἡμέρους αὐτοὺς ποιῆσαι. ὥσπερ γὰρ ἐκείνη διὰ τῶν καρπῶν ἡμέρους τοὺς ἀνθρώπους ἐποίησεν, οὕτως καὶ αὐτὸς διὰ τοῦ ὅρκου βούλεται ἡμεροῦν αὐτῶν τὴν ἀγριότητα τὴν γενομένην ἐκ τῆς ἐπιτιμήσεως. A 1 A 2 ἀλλ’ ἔγωγε ὅτι καὶ νῦν] ἐπειδὴ τὸ ἐν τῇ συνηθείᾳ κακῶς λεγόμενον, οὐ χρῆται τὸ ‘ἔτι καὶ νῦν‘, ἀλλ’ ‘ὅτι καὶ νῦν‘ ἀντὶ τούτου κέχρηται. |
| 3.150 | διὰ δὲ τοῦ λέγειν ὅτι ‘θαυμάζω ὑμᾶς ὅτι κἂν γοῦν νῦν δεδώκατέ μοι παρρησίαν‘ προτρέπει αὐτοὺς τοῦτο ποιεῖν. TBcAfVbWd καὶ ταῖς περιουσίαις] τουτέστι τοῖς θεωρικοῖς· ‘ἀφορμαῖσ‘ δὲ ταῖς προφάσεσι. |
| 3 151a | διὰ δὲ τοῦ ‘ἴσωσ‘ εἰπεῖν ὡς ἐν ἐπανορθώσει τὸν δισταγμὸν τὸν πρὸς σφᾶς ὑπέφηνεν. TBcAfVbWd προφάσεσι. |
| 3 151b | Pr 〈ἴσως ἄν, ἴσωσ〉] τεχνικὸς ὁ διπλασιασμός. |
| 3.152 | οὔτε γὰρ φανερῶς ἀπεφήνατο (ἀλαζονικὸν γὰρ τοῦτο καὶ ἐπισφαλές) οὔτε μόνῳ τῷ ‘ἴσωσ‘ ἠρκέσθη, ἀλλὰ διπλασιασμῷ κέχρηται πρὸς βεβαίωσιν καὶ ἀκρίβειαν· οὐδεὶς γὰρ συμβούλου πείθεται διστάζοντος. τινὲς δὲ χαριέντως αὐτὸ ἀναγινώσκοντες ἐξηγοῦνται οὕτως, τὸ δεύτερον ‘ἴσωσ‘ ὡς ἐπανορθωτικὸν λαμβάνοντες τοῦ προτέρου, ὡς ἂν εἰ ἔλεγεν ἐπιτιμῶν ἑαυτῷ εἰπόντι ‘ἴσωσ‘· μᾶλλον γὰρ ἀκριβῶς ‘τέλειόν τι καὶ μέγα κτήσαισθε‘. F 4 ἃ τοῖς ἀσθενοῦσιν] οἰκείως τῇ παραβολῇ ἐχρήσατο δεικνὺς ὅτι νοσοῦσιν ἄνοιαν. |
| 3.153 | TBcAfVbWd οὐκοῦν σὺ μισθοφορὰν λέγεις;] ἀνθυποφορὰ τὸ σχῆμα· οἷον ‘ἵν’ ὡς δοῦλοι λάβωμεν μισθὸν καὶ οὕτως πολεμῶμεν‘· τοῦτο γὰρ ᾐνίξατο ἐν τοῖς ἄνω, ὅτι δεῖ λαβεῖν τὰ θεωρικὰ εἰς μισθὸν πολέμου. |
| 3 154a | εἶτα ἐπειδὴ ἐδόκει ἐφύβριστον εἶναι τὸ ὄνομα τῆς μισθοφορᾶς, μεταβάλλει καὶ ‘σύνταξιν‘ αὐτὴν καλεῖ· τῷ δὲ ἔργῳ καὶ τῷ ἀληθεῖ τὴν αὐτὴν καλεῖ καὶ σύνταξιν καὶ μισθοφοράν. καὶ γὰρ καὶ ἐν τῇ συντάξει μισθός ἐστιν ὁ παρεχόμενος, ὡσανεὶ ἔλεγε· ‘μισθοφορὰν καλῶ οὐχ ἣν ὑμεῖς νομίζετε, παρεχομένην τοῖς δούλοις, ἀλλὰ τὴν παρεχομένην τοῖς ἐλευθέροις ὑπὲρ τοῦ λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα‘. τὸ δὲ ‘ἁπάντων‘ ἀντὶ τοῦ ὑπὲρ ἁπάντων τῶν πραγμάτων καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ. βούλεται γάρ, ἐπειδὴ ὁρᾷ αὐτοὺς μὴ βουλομένους λῦσαι τὰ θεωρικά, λαμβάνειν αὐτὰ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ ἀρκεῖσθαι καὶ μὴ ζητεῖν πλείονα ἐν πολέμῳ. ‘κοινῶν‘ δέ φησι τῶν δημοσίων. F 1 S οὐκοῦν . |
| 3 154b | .. λέγεις;] ἀνθυποφορά, ἥτις μέση τυγχάνει ἀντιπίπτοντος καὶ ἀντιθέσεως, μεῖζον μὲν ἀντιπίπτοντος ἧττον δὲ ἀντιθέσεως. ἀλλὰ λέξει τις· ‘μισθοφορεῖν ἡμῖν συμβουλεύεις;‘ τοῦτο δ’ ἦν Ἀθηναίοις εὐδοξοῦσιν ἐπαχθές τε καὶ βαρύτερον. A 1 A 2 οὐκοῦν . |
| 3 154c | .. λέγεις;] ἐπειδὴ ἡ μισθοφορὰ παρὰ τοῖς Ἀθηναίοις ἐφύβριστος (οἰκετῶν γάρ), ἐχρήσατο τῇ ἀνθυποφορᾷ ταύτῃ δι’ ἧς λύει καὶ ἀποκρύπτει τὸ ἀπρεπές. ἐπειδὴ δὲ οἶδεν ὅτι οὐκ ἂν πείσειεν αὐτοὺς ἀποστῆναι τῶν θεωρικῶν, βούλεται αὐτοὺς τούτοις μόνοις ἀρκεῖσθαι καὶ μή, ἐὰν δικάζωσιν ἢ συμβουλεύωσιν ἢ ἐκστρατεύωνται, λαμβάνειν μισθόν. TBcAfVbWd ἀνθυποφορά. |
| 3 154d | vpBc ἔξεστιν ἄγειν ἡσυχίαν] πάνυ καλῶς τὴν ἡσυχίαν προέταξε· [περὶ] ῥαθύμους γὰρ προσφθέγγεται. |
| 3.155 | εἶτα ἵνα μὴ μεμνημένος τοῦ ὀνόματος τοῦ πολέμου ἐπαχθὴς ὀφθῇ, οὐκ ὠνόμασεν, ἀλλ’ εἶπεν ‘οἷον καὶ τὰ νῦν ὑπάρχει‘. PrTBcAfVbWd 〈συμβαίνει τι τοιοῦτον〉] ἀποστροφὴ τὸ σχῆμα. |
| 3.156 | Bc τὰ νῦν] ἀντὶ τοῦ ‘πόλεμον‘. |
| 3.157 | ὅρα δὲ πῶς τὸ ὄνομα τοῦ πολέμου ἀποκρύπτεται, ἀηδὲς ὂν νῦν τοῖς Ἀθηναίοις. F 4 ἀπὸ τῶν αὐτῶν τούτων] τουτέστιν, ἵνα μὴ πρὸς τοῖς θεωρικοῖς λαμβάνῃ μισθὸν στρατιωτικόν. |
| 3.158 | TBcAfVbWd ὥσπερ ἐστὶ δίκαιον] καὶ γὰρ οὐ παράνομον τὸ ὑπὲρ τῆς ἐνεγκαμένης τοὺς πολίτας ἀγωνίζεσθαι. |
| 3.159 | TBcAfVbWd ἔστι τις ἔξω τῆς ἡλικίας ἡμῶν;] καὶ τίς ἐστιν ἔξω τῆς καθολικῆς, οἷον νέων ἀνδρῶν γερόντων, εἰ μὴ ἄρα οἱ τελευτήσαντες; λέγομεν οὖν ὅτι ἡλικίαν ἐκάλουν ἐξαιρέτως τὴν τῶν δυναμένων πονεῖν. |
| 3.160 | ὁ τοίνυν ταύτης ὢν ἔξω τῆς ἡλικίας γέρων ἂν ὑπάρχοι. F 4 ἀτάκτως νῦν λαμβάνων] ἀντὶ τοῦ ‘μὴ στρατευόμενοσ‘. |
| 3.161 | T 〈οὔτ’ ἀφελὼν〉] τῶν θεωρικῶν δηλονότι. |
| 3.162 | F 4 πλὴν μικρῶν] ἐπειδὴ συνεβούλευσεν αὐτοῖς μὴ λαμβάνειν μηδὲ στρατιωτικὸν μηδὲ συμβουλευτικὸν μηδὲ δικαστικόν, ἀλλ’ ἀρκεῖσθαι τοῖς θεωρικοῖς. |
| 3.163 | διὰ δὲ τοῦ εἰπεῖν ‘μικρῶν‘ εὐχερεῖς τοῦ καταφρονεῖν αὐτοὺς τούτου κατασκευάζει. PrTBcAfVbWd 〈ἀπορεῖν〉] ‘ἀπορεῖν‘ καλεῖ τὸ λαμβάνειν τοὺς δύο ὀβολούς, ἐξὸν πλουτεῖν ἀπὸ τοῦ πολέμου. |
| 3.164 | F 4 τοῦ δεῖνος] οἷον οἱ τοῦ Χάρητος. |
| 3.165 | F 4 οὐχὶ μέμφομαι] διὰ τί τοῦτο εἶπεν; ἐπειδὴ διεβάλλετο τὸ ξενικὸν ἄνω· ξενικῷ γὰρ ἐκέχρητο ὁ Χάρης. |
| 3.166 | ὡσανεὶ εἰ ἔλεγεν· ‘ἐπαινῶ τὸν Χάρητα πονοῦντα ἀεὶ καὶ μετὰ ξένων, ἀλλ’ οὖν γε προκρίνω τοὺς ἐκ τῆς πόλεως στρατιώτασ‘. F 4 παραχωρεῖν] δυσμετρικὸς ὁ λόγος πρὸς τοὺς ἀκροατάς, ἵνα μή πως καταφρονήσωσι τῆς αὐτοῦ συμβουλῆς· καὶ διὰ τοῦτο φησὶν ὡς ‘οἱ πατέρες ὑμῶν μετὰ πολλῶν ἱδρώτων κτησάμενοι ὑμῖν κατέλιπον‘. |
| 3.167 | Bc 〈τῆς τάξεωσ〉] ἡ ἀρετὴ τῆς τάξεως τὸ ἡγεμονεύειν τῆς Ἑλλάδος καὶ τὸ δι’ ἑαυτῶν εἰς τοὺς πολέμους ἐξιέναι. |
| 3 168a | F 2 τῆς τάξεως] ‘τάξιν ἀρετῆσ‘ καλεῖ τὸ ἡγεμονεύειν τῆς Ἑλλάδος, ἄλλοι δέ φασι τὸ δι’ ἑαυτῶν εἰς τοὺς πολέμους ἐξιέναι. |
| 3 168b | vpTBcAfVbWd σχεδὸν εἴρηκα] ἵνα μή τινες καταγνῶσιν αὐτοῦ ὡς παραλείψαντός τινας συμβουλίας ἢ ῥαθυμήσωσιν ὡς ἅπαντ’ ἀκούσαντες, προσέθηκε τὸ ‘σχεδόν‘. |
| 3.169 | vpTBcAfVbWd συνοίσειν] πάλιν καὶ ἐνταῦθα διὰ τοῦ αὐτοῖς τὴν αἵρεσιν ἀποδιδόναι τὴν περὶ τῶν θεωρικῶν κρίσιν ἀποφεύγει. |
| 3.170 | TAfVbWd ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Α 〈εἰ μὲν περὶ καινοῦ τινοσ〉] ζητοῦσίν τινες, εἰ τοῦ συμβουλευτικοῦ ἴδιον ἡ προτροπή τε καὶ ἀποτροπή, οὐδ’ ὅλως δὲ ἡ κατηγορία, πῶς ἐνταῦθα ἐπιγέγραπται ὁ λόγος συμβουλευτικὸς ὢν ‘κατὰ Φιλίππου‘. |
| 4 1a | καί φαμεν ὅτι πολλάκις τὰ τρία εἴδη τῆς ῥητορικῆς ἐπιμίγνυται ἀντὶ ὕλης ἀλλήλοις καθιστάμενα ὥσπερ ἐνταῦθα. βουλόμενος γὰρ κατασκευάσαι, ὅτι δεῖ τὴν Μακεδονίαν κακῶσαι, ὕλῃ ἐχρήσατο τῇ κατὰ τοῦ Φιλίππου καταδρομῇ. ἰστέον δὲ ὅτι ἐν μὲν τοῖς ἄλλοις λόγοις ὕλη ἦν ἡ τῶν Ὀλυνθίων πολιορκία (αὕτη γὰρ εὐπορίας ἐν τῷ λέγειν αἰτία τῷ ῥήτορι καθίσταται), συνέχον δὲ ἡ τῶν Ἀθηναίων δύναμις. ἐνταῦθα δὲ ὕλη μὲν ὁ Μακεδών, συνέχον δὲ οἱ Ἀθηναῖοι. διὰ τοῦτο καὶ ἑτέρας ἐπιγραφῆς ὡς πρὸς τοὺς προλαβόντας λόγους ἔτυχε. Τὰ δὲ τοῦ λόγου ἐνθυμηματικὰ κεφάλαια τρία εἰσί, τὸ ἐρρωμένως ἀντιλαμβάνεσθαι τῶν πραγμάτων, τὸ αὐτοὺς στρατεύεσθαι, τὸ πόρους χρημάτων ἐπινοεῖν, ὅθεν τὸ σιτηρέσιον τοῖς στρατευομένοις γενήσεται. διὰ δὲ τοῦ ἀναγινώσκειν τὴν 〈Φιλίππου〉 ἐπιστολὴν οὐδὲν ἕτερον ἢ παροξύνει καὶ ἀντιλαμβάνεσθαι 〈δεῖν〉 τῶν πραγμάτων διδάσκει. TBcVbWd ( → 1c) Ca εἰ . |
| 4 1b | .. τινος] ἐν τῇ ἀπωλείᾳ τῶν τριάκοντα δύο πόλεων τῶν Χαλκιδικῶν τεθορυβημένους ὁρῶν Ἀθηναίους ἀνίσταται παραθαρρύνων ὁ Δημοσθένης· διὸ τῷ δυνατῷ κεφαλαίῳ ἐπὶ πολὺ κέχρηται παραμυθούμενος ὡς ὅτι καὶ νῦν δύνανται αὐτοῦ περιγενέσθαι, ἐὰν βούλωνται. ἔχει δὲ καὶ τὸ συμφέρον. ἐπιγέγραπται δὲ ‘κατὰ Φιλίππου‘ οὐχ ὅτι καὶ οἱ Ὀλυνθιακοὶ οὐκ εἰσὶ κατὰ Φιλίππου, ἀλλ’ ὅτι ἐκεῖνοι μὲν πρὸς τούτῳ ἔχουσί τινα καὶ ἰδίαν ὑπόθεσιν περὶ τοῦ δεῖν σῶσαι τοὺς Ὀλυνθίους, ἐνταῦθα δὲ μόνον κατατρέχει Φιλίππου καὶ ὧν εἰργάσατο. ἀπολογεῖται δὲ περὶ τοῦ προαρπάσαι τὴν τάξιν τῶν γερόντων, ἐπεὶ ἔθος ἦν τοιοῦτον. Εἰσήρχετό τις ὁ λεγόμενος περιστίαρχος ὁ περικαθαίρων τὴν ἐκκλησίαν διὰ χοίρου ἐσφαγμένου καὶ ἄλλων τινῶν, καὶ τὰ καθάρσια λαβὼν ἔρριπτεν εἰς θάλασσαν· ὃ καὶ ὁ ποιητὴς εἶπεν (Α 314)· ‘οἱ δ’ ἀπολυμαίνοντο καὶ εἰς ἅλα λύματ’ ἔβαλλον‘. εἶτα εἰσήρχετο κῆρυξ πρῶτον θυμιατίσας καὶ αὐτὸς τὴν ἐκκλησίαν καὶ ὕστερον ἐβόα πρώτῃ φωνῇ· ‘τίς ἀγορεύειν βούλεται τῶν ὑπὲρ πεντήκοντα ἔτη γεγονότων Ἀθηναίων;‘ εἶτα εἰ μέν τις ἠβούλετο τούτων λέγειν, ἀνίστατο· εἰ δὲ ἐπὶ πολὺ βοῶντος οὐδεὶς ὑπήκουε, δευτέρᾳ φωνῇ ἐβόα· ‘τίς ἀγορεύειν βούλεται πάντων Ἀθηναίων;‘ ἐκέχρητο δὲ ὁ περιστίαρχος χοίρῳ καὶ τοῖς τοιούτοις ἀκαθάρτοις, διὰ τούτων τοὺς ἀκαθάρτους δαίμονας καὶ τὰ πνεύματα πολλάκις ἐνοχλοῦντα ταῖς διανοίαις τῶν ἀνθρώπων, ὥστε πολλάκις ἄλλως βουλεύεσθαι, ἕλκων πρὸς τὰ θύματα καὶ ὥσπερ ἀποχωρίζων τῆς ἐκκλησίας, ἵνα καθαρῶς βουλεύσωνται, ὁ δὲ κῆρυξ διὰ τῶν θυμιαμάτων ἐπικαλούμενος τὰ θεῖα (χαίρει γὰρ τοῖς ὁμοίοις τὰ ὅμοια), ἵνα διὰ τῆς τούτων παρρησίας ἀγαθόν τι ἔχωσιν Ἀθηναῖοι βουλεύεσθαι. S εἰ . |
| 4 1c | .. τινος] τὸ προοίμιον οὐκ ἀπὸ τοῦ πράγματος, ἀλλ’ ἀπὸ τοῦ προσώπου· ἀναστάντος γὰρ αὐτοῦ πρὸ τῶν πρεσβυτέρων ἐδυσχέραινόν τινες· ὃ δὴ καὶ θεραπεύει. F 2 TBcWd ( → 1f) Vb τὸ προοίμιον ἄνευ προτάσεως· ἄρχεται γὰρ ἐκ τῆς κατασκευῆς. |
| 4 1d | τὴν γὰρ πρότασιν ἐν τῷ νῷ ἔλαβε τὴν ἐκ τῶν γερόντων μέλλουσαν αὐτῷ προτείνεσθαι. ἐξ ἀντιπίπτοντος τὸ προοίμιον· ἀντέπιπτε γὰρ αὐτῷ, πῶς παρὰ τὴν ἡλικίαν λέγει. λύει οὖν διὰ τοῦ λέγειν ὅτι περὶ παλαιῶν πραγμάτων ἡ σκέψις, περὶ ὧν εἶπον καὶ οἱ πρῶτοι. A 1 A 2 τὸ προοίμιον ἐξενήνεκται κατὰ τὸ παρὰ τοῖς ῥήτορσιν ἀντίθετον καλούμενον σχῆμα. |
| 4 1e | S τὸ δὲ σχῆμα οἱ μὲν καλοῦσι διπλοῦν μερισμόν, οἱ δὲ μερισμόν τε καὶ ὑπομερισμόν. |
| 4 1f | εἰρηκὼς γὰρ πρότερον δύο ‘μὲν‘ ἐπήγαγε δύο ‘δέ‘. ἐπιφέρουσι δὲ αὐτοὺς πολλάκις οὐ κατὰ τάξιν, ἀλλὰ πρὸς τὸ πρῶτον τὸ τελευταῖον. F 2 ( → 1h) TBcWd ( → 1i) κατασκευή· τὸ σχῆμα οἱ μὲν διπλοῦν μερισμόν, οἱ δὲ μερισμὸν καὶ ὑπομερισμὸν καλοῦσιν. |
| 4 1g | S ma ὅτι ἐν τῷ περὶ τῆς περιβολῆς λέγει Ἑρμογένης (p. |
| 4 1h | 284, 8) τῆς ἰδέας τὴν κατασκευὴν προτέραν εἶναι τῆς προτάσεως. τὸ γὰρ ‘εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο λέγειν‘ καὶ τὰ λοιπά ἐστιν ἡ κατασκευή, τὸ δὲ ‘ἐπειδὴ δὲ περὶ ὧν πολλάκισ‘ καὶ τὰ λοιπά ἐστιν ἡ πρότασις. πρότασις γάρ ἐστιν, ὅτι δεῖ καὶ νεωτέρου ὄντος πρώτου λέγοντος ἀνέχεσθαι· αἱ δὲ ταύτης κατασκευαί, ὅτι μηδὲν τῶν δεόντων οἱ εἰωθότες, ἤτοι οἱ πρεσβύτεροι, εἰρήκασιν. ὁ δὲ σοφιστὴς Ἀσκληπιὸς κατασκευὴν εἶναι λέγει ἄνευ προτάσεως. ὁ δὲ Ἰσοκράτης ἐν τῷ τοῦ Ἀρχιδάμου (1) τὴν πρότασιν πρώτην ποιήσας ἐπήνεγκε τὴν κατασκευήν· οἷον· ‘ἴσως τινὲς ὑμῶν θαυμάζουσιν ὅτι τὸν ἄλλον χρόνον ἐμμεμενηκὼς τοῖς τῆς πόλεως νομίμοις, ὡς οὐκ οἶδ’ εἴ τις ἄλλος τῶν ἡλικιωτῶν, τοσαύτην πεποίημαι τὴν μεταβολὴν‘ καὶ τὰ ἑξῆς, τοῦτο ἡ πρότασις· ἡ δὲ κατασκευή (Isocr. 1, 2)· ‘ἐγὼ δέ, εἰ μέν τις τῶν εἰθισμένων ἐν ὑμῖν ἀγορεύειν ἀξίως ἦν τῆς πόλεως εἰρηκώς, πολλὴν ἂν ἡσυχίαν ἦγον.‘ F 2 PrTBcWd εἰ . |
| 4 1i | .. τινος] ἀπολογεῖται μὲν ἐν τῷ προοιμίῳ περὶ τοῦ προαρπάσαι τὴν τάξιν τῶν γερόντων. ἰστέον δὲ ὅτι συλλογιστικῶς τοῦτο λύει, ὡσεὶ ἔλεγεν ‘οἶδα μὲν ὅτι ἀναγκαῖόν ἐστι πρώτους λέγειν τοὺς γέροντας, ἀλλὰ τοῦτό γ’ ὅταν ᾖ ἡ βουλὴ περὶ καινοῦ πράγματος· νῦν δὲ οὐ περὶ καινοῦ πράγματος· περὶ γὰρ Φιλίππου βουλευόμεθα, ὥστε ἤδη πολλάκις εἰπόντων τῶν γερόντων περὶ τούτου οὐ παραχαράττω τὸν νόμον.‘ καὶ οὕτω μὲν οὗτος συνελογίσατο, ἡ δὲ ἀλήθεια ἔχει ὡς, εἴτε παλαιὸν ἦν τὸ πρᾶγμα εἴτε καινόν, ἔδει τοὺς γέροντας λέγειν πρώτους. ἐπειδὴ δὲ νῦν πάνυ τεθορύβηνται οἱ Ἀθηναῖοι ἐπὶ τῇ ἀπωλείᾳ τῶν τριάκοντα δύο πόλεων τῶν Χαλκιδικῶν καὶ ἐπὶ τῇ πολλῇ αὐξήσει τοῦ Φιλίππου, διὰ τοῦτο προαρπάσαι τὴν τάξιν ἐπεχείρησεν. F 4 PrTBcAfVbWd προὐτίθετο] τὸ δὲ ‘προὐτίθετο‘ τινὲς μὲν ἀντὶ τοῦ ‘προεβάλλετο‘, τινὲς δὲ ἀντὶ τοῦ ‘προεγράφετο‘, ἐπειδήπερ σανίδας τινὰς ἐνέγραφον ἐχούσας τὸ πρᾶγμα περὶ οὗ ἡ σκέψις καὶ περὶ οὗ συνεληλύθασι, καὶ προετίθεσαν τῇ ἐκκλησίᾳ, ἵνα γνῶσι πάντες περὶ τίνος ἐστὶν ἡ ἐκκλησία. |
| 4.2 | F 4 vpPrTBcAfVbWd 〈λέγειν〉] εἰς δὲ τὸ ‘λέγειν‘ ὑποστικτέον. |
| 4 3a | F 4 ( → 3c) λέγειν] δεῖ ὑποστίξαι ἐν τούτῳ ἵν’ ᾖ οὕτως· ‘εἰ μὲν περὶ καινοῦ τινος πράγματος λέγειν προετίθετο, ἐπισχὼν καὶ ἀναμείνας ἕως οὗτοι εἴπωσιν οἱ γέροντες, τότε καὶ αὐτὸς ἐπειρώμην ἃ γινώσκω λέγειν‘. |
| 4 3b | vpTBcVbWd ἰστέον δὲ ὅτι τῷ Ἰσοκρατικῷ προοιμίῳ ἐχρήσατο τῷ ἐν τῷ Ἀρχιδάμῳ· κἀκεῖ (Isocr. |
| 4 3c | 1, 2) γὰρ τὸ ἐπιχείρημά ἐστιν, ὅτι νέος ὢν προλαμβάνει τοὺς γέροντας. F 4 TBcVbWd εἰωθότων] τὸ δὲ ‘εἰωθότων‘ θέλει εἰπεῖν ‘τῶν γερόντων‘. |
| 4.4 | ὅρα δὲ πῶς λεληθότως αὐτοὺς διέβαλε διὰ τοῦ εἰπεῖν ‘εἰωθότων‘, ἵνα δηλώσῃ ὅτι μόνον ἔθος ἔχουσι πρῶτοι λέγειν, οὐ μὴν καὶ χρήσιμόν τι συμβουλεύσουσι λέγοντες, ὥσπερ καὶ εὐφυῶς πάλιν διαβάλλει ἐν τῷ εἰπεῖν ‘ὑπὲρ ὧν πολλάκισ‘· ὑποφαίνει γὰρ ὅτι πολλάκις μὲν εἰρήκασιν, οὐδὲν δὲ ἤνυσαν. F 2 T BcAfVbWd ἐπισχὼν] διὰ τοῦ ‘ἐπισχὼν‘ ἔδειξεν ὡς καὶ τότε μόλις εἶχε καρτερῆσαι μὴ ὑπὲρ τῶν συμφερόντων πρῶτος εἰπεῖν, ἐκ μεταφορᾶς τῶν προθυμουμένων ἵππων δραμεῖν καὶ ἐπεχομένων. |
| 4.5 | TBcCaWd εἰ μὲν ἤρεσκέ τί μοι] διὰ τοῦ εἰπεῖν τοῦτο κριτὴν τῶν προγενεστέρων ἀπέδειξεν ἑαυτόν. |
| 4 6a | TBcVbWd εἰ . |
| 4 6b | .. μοι] τῷ μερισμῷ καὶ ὑπομερισμῷ σχήματι κέχρηται ἐνταῦθα. εἰπὼν γὰρ τὸν ‘μὲν‘ ἄνω σύνδεσμον οὐκ ἐπήγαγεν εὐθέως τὸν ‘δέ‘, ἀλλὰ ἄλλον ‘μέν‘. ἔστι γὰρ ὁ μερισμὸς καὶ ὑπομερισμός, ὅταν εἰπὼν δύο ‘μὲν‘ ἀνάγκην ἔχῃ πρὸς τὰ δύο ‘μὲν‘ ἀποδοῦναι δύο ‘δέ‘, ὅπερ ἔστι καὶ ἐνταῦθα εὑρεῖν. ὅρα δὲ πῶς πάλιν ἀξιοπίστως εἶπε τὸ ‘ἤρεσκέ μοι‘, ὅ ἐστι τῷ ἀγαθῷ συμβούλῳ ἀγαθὴ συμβουλευθεῖσα βουλή. τὸ δὲ σχῆμα τοῦτό ἐστι καὶ παρὰ τῷ ποιητῇ (Ι 225—226)· χαῖρ’, Ἀχιλεῦ· δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς ἠμὲν ἐνὶ κλισίῃ. TBcAfVbWd ἡσυχίαν ἂν ἦγον] τὸ ἦθος τὸ οἰκεῖον δείκνυσιν, ὡς οὐ φιλόνεικος τοῖς καλῶς λεγομένοις. |
| 4.7 | TBcAfVbWd αὐτὸς ἐπειρώμην] διὰ τοῦ ‘ἐπειρώμην‘ ἐταπείνωσε τὸν λόγον, ὡς οὐ πάντως ἐρῶν τὰ συμφέροντα. |
| 4.8 | TBcAfVbWd 〈ἐπειδὴ δὲ〉] κατασκευὴ τοῦ προοιμίου. |
| 4 9a | PrT πρότασις. |
| 4 9b | S ma πολλάκις εἰρήκασιν] πάλιν αὐτοὺς εὐφυῶς διαβάλλει διὰ τοῦ εἰπεῖν ‘πολλάκις μὲν εἰρήκασιν‘, οὐδὲν δὲ ἤνυσαν. |
| 4.10 | TBcVbWd οὗτοι πρότερον] τὸ σχῆμα δεικτικόν, φαυλισμοῦ δὲ ἐκφαντικόν. |
| 4.11 | TAf VbWd εἰκότως ἂν συγγνώμης] καίτοι ἀποδείξας ὡς οὐχ ἁμαρτάνει διὰ τὸ ταπεινοφρονεῖν, ‘συγγνώμην‘ τὸ τοιοῦτον καλεῖ. |
| 4.12 | TBcAfVbWd πρῶτον μὲν οὖν] εἰς τὸ δυνατὸν πρῶτον εἰσέβαλε, μεμιγμένην τῇ νουθεσίᾳ τὴν παραμυθίαν ποιησάμενος. |
| 4 13a | PrAfVbCaWd δευτέρα πρότασις· ἀρχὴ τοῦ δυνατοῦ. |
| 4 13b | S ma οὐδ’ εἰ πάνυ φαύλως] ἀπὸ θεραπείας ἐχούσης αἰτίαν τοῦ μὴ δεῖν ἀθυμεῖν τὴν εἰσβολὴν τῶν ἀγώνων ἐποιήσατο. |
| 4 14a | διὰ τοῦ εἰπεῖν ‘οὐκ ἀθυμητέον, οὐδ’ εἰ πάνυ φαύλως ἔχειν δοκεῖ‘ δείκνυσιν ὡς θαρρεῖν χρή· καὶ γὰρ τοῖς εἰς ἄκρον ἥκουσι νόσου τοῦτο παραινοῦμεν ἀεί. AfVb Wd ἀπὸ θεραπείας ἡ εἰσβολὴ τῶν ἀγώνων. |
| 4 14b | F 1 VbWd ὃ γάρ ἐστι χείριστον] τὸ σχῆμα παρὰ προσδοκίαν. |
| 4.15 | οἱ δὲ λέγοντες δεύτερον εἶναι προοίμιον τοῦτο λέγουσιν εἶναι κατασκευὴν αὐτοῦ. F 4 〈ἐκ τοῦ παρεληλυθότος χρόνου〉] αἰτιᾶται τὴν τῶν Ἀθηναίων πρὸς τὰ πράγματα ἀμέλειαν. |
| 4.16 | Vb 〈τί οὖν ἐστι τοῦτο〉] τὸ ἐνθύμημα ἐκ τοῦ παραδόξου. |
| 4 17a | F 1 Pr τί . |
| 4 17b | .. τοῦτο] τὸ ἐνθύμημα εἴληπται ἐκ παραδόξου. ὃ δέ φησι τοιοῦτόν ἐστιν· ‘ὃ ὑμᾶς ἐκ τοῦ παρελθόντος ἔβλαψε χρόνου, τοῦτο ἀποθέμενοι πάλιν ὠφεληθησόμεθα‘. AfVbWd ἔπειτα ἐνθυμητέον] καλῶς ἐπήγαγε τοῦτο τὸ παράδειγμα· εἰώθασι γὰρ οἱ ἄνθρωποι διὰ τῶν ὁμοίων παθημάτων ἐπελαφρύνεσθαι. |
| 4 18a | μερίζει δὲ τὸν λόγον εἰς δύο, εἴς τε νεωτέρους μὴ εἰδότας τὰ παλαιὰ καὶ ὀφείλοντας αὐτὰ παρὰ τῶν πρεσβυτέρων μανθάνειν, καὶ εἰς γέροντας, εἰδότας μὲν τὰ παλαιά, χρῄζοντας δὲ ὅμως καὶ ἀναμνήσεως. F 4 ἔπειτα ἐνθυμητέον] δεῖ γὰρ τοὺς ἄρτι ἀκούοντας κατανοεῖν καὶ ἐνθυμεῖσθαι περὶ τῶν πραγμάτων, τοὺς δὲ εἰδότας διὰ τῆς μνήμης ἀνακαινίζειν τὰ γεγενημένα. |
| 4 18b | AfVbWd τὸ μὲν ‘ἀκούουσιν‘ ἐνθυμουμένοις, τὸ δὲ ‘εἰδόσιν‘ ἀναμιμνησκομένοις. |
| 4 18c | Pr ἡλίκην ποτ’ ἐχόντων] ἐπεὶ περιδεὴς 〈ἦν〉 ὁ δῆμος διὰ τὴν Φιλίππου δύναμιν, ἐκ παραδείγματος τὸ θαρρεῖν αὐτοῖς ἐπορίσατο· καὶ γὰρ Λακεδαιμόνιοι οὐ μικρότερον τοῦ Μακεδόνος ἴσχυσαν κατὰ γῆν τε καὶ θάλασσαν. |
| 4.19 | VbWd ἐξ οὗ χρόνος] ἵνα μή τις εἴπῃ ‘πάλαι τοιοῦτοι ἦμεν, νῦν δὲ ὁ χρόνος ἤλλαξε τὰ πράγματα‘, προσέθηκεν ‘ἐξ οὗ χρόνος οὐ πολύσ‘. |
| 4.20 | PrVb Wd οὔτε φυλαττομένοις] λείπει ‘τὴν ῥαθυμίαν‘· ἐὰν φυλάττησθε, φησί, καὶ ἐκφεύγητε αὐτήν, οὐδὲν ὑμῖν φοβερὸν ἔσται. |
| 4.21 | σημεῖον δὲ τούτου ἡ Λακεδαιμονίων δύναμις, ‘ἧς ἐκρατεῖτε ἐκ τοῦ προσέχειν τοῖς πράγμασι τὸν νοῦν.‘ A 2 R οἷον ἂν] εὐφήμως αὐτὸ εἶπε πάνυ; φάσκων ‘οἷον ἂν ὑμεῖς βούλησθε‘, τουτέστι 〈μετ’〉 ἀργίας νικῆσαι. |
| 4.22 | TBcAfVbWd παραδείγμασι] πρὸς τὸ ‘οὐδὲν ὑμῖν ἐστι φοβερόν‘. |
| 4.23 | TAfVbWd χρωμένοις] ἐὰν δὲ χωρὶς τοῦ ς, πρὸς τὸ ‘ἵνα εἰδῆτε‘ χρώμενοι. |
| 4 24a | TVb Wd χρώμενοι] δύο εἰσὶ γραφαί, καὶ μετὰ τοῦ ς καὶ χωρὶς τοῦ ς. |
| 4 24b | καὶ εἰ μὲν μετὰ τοῦ ς ἀποδίδοται, πρὸς τὸ ‘οὐδὲν ὑμῖν ἐστι φοβερὸν‘ χρωμένοις· εἰ δὲ χωρὶς τοῦ ς, πρὸς τὸ ‘ἵνα εἰδῆτε‘ χρώμενοι. Bc καὶ τῇ νῦν ὕβρει] εὐτελίζει πάλιν τὸν Φίλιππον διὰ τοῦ ὕβριν μόνον καλέσαι αὐτοῦ τὸ πρᾶγμα, ἀλλ’ οὐχὶ πόλεμον, καὶ ἅμα τοὺς Ἀθηναίους πρὸς πόλεμον διηρέθισεν, οἷς οὐδὲν ἐπαχθέστερον τῆς ὕβρεως. |
| 4 25a | F 4 καὶ . |
| 4 25b | .. ὕβρει] ἄνω μὲν ὅτε ἔλεγε περὶ Λακεδαιμονίων, ‘ῥώμην‘ εἶπεν· ἐνταῦθα δέ, ἐπειδὴ θέλει ταπεινοῦν τὸν Μακεδόνα, ‘ὕβριν‘ εἶπε. πάνυ δὲ τοῦτο ἔχθιστον τοῖς Ἀθηναίοις· καὶ γὰρ ἐλευθερίας ἐργασταὶ καθειστήκεισαν. TBcAfVbWd 〈εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι〉] εἰσβολὴ κατὰ τὸ κεφάλαιον τὸ δυνατόν. |
| 4 26a | A 2 R εἰ . |
| 4 26b | .. Ἀθηναῖοι] ὅσας οἶδεν ὁ ῥήτωρ ἰσχυρὰς ἀντιθέσεις, πρῶτον τούτων λέγει τὰς λύσεις, εἶθ’ οὕτω σαθρὰς ἀποδείξας αὐτὰς προφανῶς προβάλλεται· ὥσπερ οὖν καὶ ἐνταῦθα. τὴν δὲ ἀντίθεσιν τὴν παροῦσαν εἰς δύο κατασκευάζει, εἴς τε τὴν τούτου δύναμιν ἣν ἔχει ὁ Μακεδὼν καὶ πλείστην ἐκ τῆς οἰκείας ἀσθενείας τῶν Ἀθηναίων. εἶτα ἐπειδή, εἰ καὶ τὰ μάλιστα ἐδόκει λελύσθαι ἡ ἀντίθεσις, ὅμως ἔτι σφοδρὰ ἦν, τὴν μὲν ἀρχὴν συντρέχει τῷ ἀντιτιθέντι. δεῖ γὰρ τὸν ῥήτορα διὰ τὸ μὴ δοκεῖν εἶναι ἀναιδῆ καὶ τοῖς προφανῶς ἀληθέσι πολέμιον ἐπὶ τῶν τοιούτων τὴν μὲν ἀρχὴν ἐνδιδόναι, τελευταῖον δὲ καὶ ὑπὲρ τῆς συνδρομῆς ἀπολογεῖσθαι. PrTBc AfVbWd δυσπολέμητον] ‘δυσπολέμητον‘ εἶπε καὶ οὐχὶ ἀκαταγώνιστον· ὁ μὲν γὰρ ἀκαταγώνιστος οὐδέποτε ἡττᾶται, ὁ δὲ δυσπολέμητος δυσχερῶς μὲν ὅμως δὲ καταγωνίζεται, ὅπερ ἐνταῦθα θέλων ὑποφᾶναι παρέθετο. |
| 4.27 | TBc AfVbWd 〈λογισάσθω μέντοι τοῦθ’ ὅτι〉] συντρέχει τοῖς ὁμολογουμένοις τὸ σπουδαζόμενον ἀνύσειν. |
| 4.28 | A 2 R κύκλῳ] τινές φασιν ὅτι, ἐπειδὴ ἀκτή ἐστιν ὁ τόπος, διὰ τοῦτο εἶπε τὸ ‘κύκλῳ‘· οἱ δὲ ὅτι ἐπειδὴ ἐν κύκλῳ αὗται ἔκειντο. |
| 4.29 | PrTBcAfVbWd 〈εἰ τοίνυν〉] καθ’ ὑπόθεσιν τὸ σχῆμα. |
| 4.30 | F 4 Pr ἐπιτειχίσματα] ἐπιτείχισμα τόπος ὑψηλὸς ὃν ἂν προκαταλαβόντες πολέμιοι τειχίσειαν διὰ τὸ ἐντεῦθεν αὐτοὺς ὁρμωμένους ἐπιτίθεσθαι τοῖς ἐχθροῖς. |
| 4.31 | PrTBcAfVbWd 〈ἀλλ’ εἶδεν〉] τοῦτο οὐκ ἔστι τοσοῦτον ἐπαινοῦντος τὸν Φίλιππον ὅσον ἐπιτιμῶντος τοῖς Ἀθηναίοις, ὅτι ἅπαν〈τα ἃ〉 ἔδει αὐτοὺς ποιῆσαι Φίλιππος προλαμβάνει ποιῶν. |
| 4 32a | F 4 ἀλλ’ εἶδεν] οὐκ ἔπαινον ἔχει τοῦ Φιλίππου μόνον ὡς καλῶς τι ποιήσαντος, ἀλλὰ καὶ προτροπὴν τῶν Ἀθηναίων. |
| 4 32b | μιμήσασθε γάρ, φησι, καὶ ὑμεῖς τὰ καλῶς πραχθέντα. A 2 R ἐκεῖνος οὖν διὰ τὸ πονεῖν πρὸς ζῆλον τῶν Ἀθηναίων ἐπαινεῖ τὸν Μακεδόνα· οἶδε γὰρ ἐν καιρῷ ἐπαινεῖν καὶ τὸν πολέμιον. |
| 4 32c | PrTBcAfVbWd ἆθλα] ἐκ μεταφορᾶς τοῦ κειμένου τοῖς παλαίουσιν ἄθλου ἐν μέσῳ. |
| 4.33 | ἔπαθλα δὲ οὐχ εὕρηται εἰ μὴ ἅπαξ παρ’ Εὐριπίδῃ (Phoen. 52). TBcVbWd καὶ τοῖς ἐθέλουσιν πονεῖν] ὅρα ὅτι δι’ ἐκείνου τοῦ τρόπου φησὶν αὐτὸν ᾑρηκέναι τὰς πόλεις, δι’ οὗ βούλεται αὐτοὺς προσέχειν τοῖς πράγμασιν. |
| 4 34a | TBcAfVbWd ‘τὰ τῶν ἀμελούντων‘ τῶν πονούντων ἐστίν. |
| 4 34b | A 2 R τὰ μὲν ὡς ἂν ἑλών τις] ἐπειδὴ τὸ ‘κατέστραπται‘ φοβερόν ἐστιν, ἐπήγαγε ταπεινώσεως χάριν ‘ὡς ἂν ἑλών τις ἔχοι πολέμῳ‘. |
| 4.35 | PrTBcAf VbWd καὶ γὰρ συμμαχεῖν καὶ προσέχειν] ἐπειδὴ ἐλύπει τοὺς Ἀθηναίους τὸ τὸν Φίλιππον ἔχειν συμμάχους καὶ φίλους, διὰ τῆς καθολικῆς γνώμης τοῦτο ἐθεράπευσεν. |
| 4.36 | TBcAfVbWd 〈τούτοις ἐθέλουσιν〉] ἐπειδὴ ἀνωτέρω ἐφόβησεν αὐτοὺς εἰπὼν αὐτὸν τὸν Φίλιππον ἰσχυρὸν διὰ τὸ ἔχειν συμμάχους, ἐπήγαγε τοῦτο παραμυθούμενος ὡς ὅτι, ἐὰν καὶ αὐτοὶ τὰ αὐτὰ ἐθέλωσι πρᾶξαι, εὐχερῶς αὐτὸν καθαιρήσουσιν. |
| 4.37 | ἄξιον δὲ ζητῆσαι, πῶς ἀλλαχοῦ καθελὼν αὐτοῦ τὴν δύναμιν διὰ τοῦ εἰπεῖν, ὅτι οἱ πολλοὶ αὐτοῦ ἀφίστανται, νῦν λέγει ὅτι πολλοὺς ἔχει συμμάχους. λέγομεν οὖν ὅτι τὸν τρόπον διέξεισι τῶν ὑπηκόων· εἰ γὰρ καὶ μισοῦσι καὶ φοβοῦνται τοὺς δυνατούς, ἀλλ’ ἐν ὅσῳ μὴ πράττουσί τι οἱ ἀγαθοὶ διὰ τὴν ῥαθυμίαν, ἀνάγκῃ προστρέχουσι τοῖς δυνατοῖς, ἵνα μὴ μετὰ τῶν ῥαθύμων ὄντες πάθωσι μετ’ αὐτῶν· εἰ δέ ποτε οἱ ἀγαθοὶ σπουδάσουσι καὶ τὴν ῥαθυμίαν ἀποθέσθαι θελήσουσιν, εὐθέως πρὸς αὐτοὺς ἀποστήσονται. F 4 〈πᾶσαν ἀφεὶς τὴν εἰρωνείαν〉] εἰρωνείαν λέγουσι τὴν ἐπὶ τὸ ἔλαττον προσποίησιν, ὅπερ ἐστὶν ἐναντίον τῇ ἀλαζονείᾳ, καὶ αὖθις τὴν βραδύτητα εἰρωνείαν. |
| 4 38a | Ἰουλιανός φησι ταῦτα σοφιστὴς Χριστιανός. S πᾶσαν . |
| 4 38b | .. εἰρωνείαν] ἰστέον ὅτι εἰρωνεία ἐναντίον ἐστὶ τῆς ἀλαζονείας. ἀλαζονεύεσθαι μὲν γάρ ἐστι τὸ πλείονα ἐπαγγέλλεσθαι δύνασθαι ποιεῖν ἤπερ δύναιντο, εἰρωνεία δὲ τὸ ἐλάττονα λέγειν δύνασθαι ποιεῖν ἤ τις δεδύνηται. F 2 TBcAfVbWd αὐτὸς μὲν οὐδὲν ἕκαστος] ἴδιον γὰρ καὶ τοῦτο τῶν ῥαθυμούντων. |
| 4.39 | TBcAfVbWd ἂν θεὸς θέλῃ] εἰς οὐρανὸν τὰς ἐλπίδας ἀνέπεμψεν, ἵνα, ἐὰν 〈ὡσ〉 εἰκὸς ταῦτα ποιησάντων μὴ ἀποβαίνῃ τὰ συμφέροντα, ἔχῃ ἀπολογίαν· τούτου χάριν ἐντεῦθεν ἤδη τὴν δόκησιν τοῦ θεοῦ προσέθηκεν· οἱ δέ, διὰ τὸ φιλόθεον τὸ οἰκεῖον ἦθος παραστῆσαι. |
| 4.40 | vpTBcAfVbWd ἀλλὰ καὶ μισεῖ τις ἐκεῖνον] μισεῖ μὲν ὁ ἤδη πεπονθὼς κακῶς, δέδιε δὲ ὁ μηδέπω μὲν ὑπομείνας, προσδοκῶν δέ, φθονεῖ δὲ ὁ ὁρῶν οὕτως τὰς πόλεις καταστρεφομένας. |
| 4 41a | F 2 TBcAfVbWd τὸ μεῖζον ἐν μέσῳ θεὶς ἀπέκρυψε τοῖς ἄκροις τὸ ἰσχυρόν. |
| 4 41b | A 2 καὶ ἅπανθ’ ὅσα περ] τοῦτο τὸ σχῆμα καλεῖται καθαίρεσις. |
| 4.42 | καὶ γὰρ διὰ τούτου, ὅθεν ῥᾳδίως καὶ μάλιστα ἡ βλάβη προσγίνεται, τῷ καθόλου τὸν λόγον ἐπιστώσατο. TBcAfVbWd κατέπτηχε] ταπεινοῦται. |
| 4 43a | οὔτε γὰρ ὁ μισῶν βλάπτει διὰ τὸ ἡμᾶς ῥαθυμεῖν, οὔτε ὁ δεδιὼς ἕτερόν τι φρονῆσαι δύναται (ἐπισφαλὲς γάρ) οὔτε ὁ βασκαίνων ἀντιστῆναι· ἀδύνατον γάρ. F 2 TBcAfVbWd ἀντιπῖπτον δὲ λύει. |
| 4 43b | ἵνα γὰρ μή τις εἴπῃ ‘πῶς οὖν, εἰ μισοῦσιν αὐτόν, οὐκ ἀφίστανται αὐτοῦ;‘ ἐπάγει ὅτι ἄκοντες καὶ φοβούμενοί εἰσιν ὑπ’ ἐκείνῳ, διὰ τὸ μὴ εὑρίσκειν τινὰ καταφυγὴν πρὸς ἡμᾶς ῥαθυμίᾳ κατεχομένους. καὶ μὴν ἤδη ἐπείσθησαν αὐτῷ καὶ ἔπεμψαν βοήθειαν εἰς Ὀλυνθίους· πῶς οὖν ῥαθύμους αὐτοὺς καλεῖ; καθὸ μηδὲν ἑκόντες ποιοῦσιν, εἰ μή τις αὐτοῖς ἐπιτιμήσει διὰ τοῦ συμβουλεύειν καὶ πείσει ποιεῖν. F 4 〈ὁρᾶτε γὰρ〉] τοῦτο τοῦ συμφέροντος, καταμέμικται δὲ τοῦ δυνατοῦ. |
| 4 44a | A 2 συμφέρον· ἐγκαταμίγνυσι γὰρ τῷ δυνατῷ τὸ συμφέρον. |
| 4 44b | S ἀσελγείας] ἀσέλγεια κοινῶς καλεῖται πᾶσα ὕβρις, οὐχ ἡ περὶ τὰ ἀφροδίσια μόνον. |
| 4.45 | F 4 ὃς οὐδ’ αἵρεσιν] τουτέστι διὰ τὴν ὕβριν τοῦ Μακεδόνος οὐδὲ δυνατοὶ καθεστήκατε πράττειν ἃ βούλεσθε, ἀλλὰ καὶ ἐξ ἀνάγκης ἔχετε πολεμῆσαι. |
| 4.46 | διὰ δὲ τούτου τὸ ἀναγκαῖον παρίστησιν, ἀναγκαῖον δ’ ἐστὶν οὗ χωρὶς 〈ζῆν〉 οὐ δυνατόν. PrTBcAfVbWd τοῦ πράττειν] οὐκ εἶπεν ἁπλῶς ‘τοῦ πολεμεῖν‘, ἀλλὰ κοινοτέρῳ ὀνόματι ἐχρήσατο ‘τοῦ πράττειν‘, οἷον τοῦ ψηφίζεσθαι, τοῦ δικάζειν, τοῦ γεωργεῖν καὶ τῶν λοιπῶν. |
| 4 47a | F 4 τοῦ πράττειν] κοινῶς ἀντὶ τοῦ ψηφίζεσθαι, τοῦ δικάζειν, τοῦ γεωργεῖν. |
| 4 47b | S καὶ λόγους ὑπερηφάνους] ἵνα μὴ λέγων τὰ ῥήματα τοῦ Μακεδόνος κακὸς οἰωνὸς δόξῃ, τούτου χάριν παρέδραμεν αὐτά. |
| 4.48 | TBcAfVbWd προσπεριβάλλεται] τινές φασιν, ἐπειδὴ κυκλοτερῶς ἔκειντο αἱ πόλεις ἃς παρέλαβεν ὁ Φίλιππος, τούτου χάριν εἶπεν οὕτως. |
| 4.49 | ἄλλοι δέ, ἀπὸ μεταφορᾶς τῶν κυνηγετῶν, οἵτινες κύκλῳ περὶ πάσας τὰς ὁδοὺς καὶ πάσας τὰς ἐκτροπὰς τὰς ἄρκυς περιβάλλουσιν ὑπὲρ τοῦ μὴ διαφυγεῖν τὰ θηρία ἐκεῖθεν. καὶ τὸ ‘περιστοιχίζεται‘ πάλιν ἐπήγαγεν· ὃ καὶ ἄμεινον. PrTBc AfVbWd καὶ καθημένους] ἐπειδὴ φοβεῖ τὸ λεχθέν, φησὶν ὡς ἐπικουροῦσαν τὴν ἡμετέραν ῥᾳστώνην κτησάμενος τοῦτο διαπράξεται Φίλιππος. |
| 4.50 | TAfVbWd 〈περιστοιχίζεται〉] ἡ μεταφορὰ τῶν κυνηγετῶν. |
| 4.51 | A 2 R πότ’ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι] μετάβασις καὶ ἐνταῦθα ἐπὶ τὸ ἀναγκαῖον· δείκνυσι γὰρ ὅτι ἐξ ἀνάγκης ταῦτα ποιητέον. |
| 4.52 | ἔστι δὲ κατὰ ἐπιτίμησιν· διὸ καὶ τὸ δεύτερον ‘πότε‘ βαρυτέρᾳ φωνῇ προφέρεται. τρόπον δὲ διαγράφει ἐνταῦθα τῶν ῥαθυμούντων. ἔστι δὲ τὸ σχῆμα διαλογικόν. εἶτα τῇ ἐρωτήσει τὴν ἀπόκρισιν οὐκ ἀποδίδωσιν, ἀλλ’ ὑπὸ τῆς ὀργῆς αὐτὸς ἀντὶ τοῦ δῆθεν ἠρωτημένου φθέγγεται. PrTBcAfVbWd ἐπειδὰν] ὡς ἐν ἤθει ἀναγνωστέον τὸ ‘ἐπειδὰν νὴ Δία ἀνάγκη‘· οὐδὲν γὰρ χαλεπώτερον αἰσχύνης τοῖς ἐλευθέροις καθέστηκεν. |
| 4.53 | TBcAfVbWd ἐγὼ μὲν γὰρ οἴομαι] εἰπὼν τὸν ‘μὲν‘ οὐκ ἐπήγαγε τὸν ‘δέ‘, ἐπειδὴ ἔμελλεν ἐπιφέρειν ‘ὑμεῖς δὲ αὐτὴν οὐχ ἡγεῖσθε αἰσχύνην‘, ὅπερ ἦν ὑβριστικόν. |
| 4 54a | καὶ διὰ τοῦτο τὸ μὲν ἀποσιωπᾷ, ἄλλο δὲ ἐπιφέρει τούτου ὅμοιον. F 4 ἐγὼ . |
| 4 54b | .. οἴομαι] εἰ μὲν δούλων ἀνάγκην ζητεῖς, ἐκδέχου τὰς πληγάς· εἰ δὲ ἐλευθέρων, ἡ τῶν πραγμάτων αἰσχύνη μεγίστη ἀνάγκη καθέστηκεν. ἔστι δὲ τοῦ συμφέροντος. A 2 R ἢ βούλεσθε] ἀντὶ τοῦ ‘ἆρα‘ ἀπορηματικοῦ. |
| 4.55 | A 2 εἰπέ μοι] δέον εἰπεῖν ‘εἴπατέ μοι‘ πρὸς τὸ ‘βούλεσθε‘, ‘εἰπέ μοι‘ εἶπεν Ἀττικῶς. |
| 4.56 | F 4 πυνθάνεσθαι] κατὰ τὴν ἀγοράν. |
| 4.57 | F 1 S γένοιτο γὰρ ἄν τι καινότερον] τοιοῦτοι γὰρ οἱ ἄνθρωποι· ἀεὶ τῶν καινοτέρων ὀρέγονται. |
| 4.58 | F 4 Ἀθηναίους] τοὺς τὸν Πέρσην ἀπὸ τῆς Ἑλλάδος διώξαντας ἐκ Πέλλης ὁρμώμενος ἄνθρωπος καταπολεμεῖ. |
| 4.59 | PrTBcAfVbWd τέθνηκε Φίλιππος] τινὲς καὶ ἐντεῦθεν ὁρμώμενοί φασιν ὅτι πρῶτος οὗτος ὁ λόγος· καὶ γὰρ ἡ ἀσθένεια Φιλίππου πρὸ τῆς πολιορκίας Ὀλύνθου. |
| 4.60 | ἀλλά φαμεν ὅτι οὐκ ἀπεικὸς αὐτὸν τὸ τοιοῦτον θεῖναι ὡς ἐν παραδείγματι, κἂν ἦν τοῖς χρόνοις προγενέστερον· ἐκεῖνοι γὰρ ἅτε ταῦτα θέλοντες γενέσθαι ἐθρύλουν. PrTBcAfVbWd ταχέως ὑμεῖς] ἡ ῥᾳστώνη, φησί, πολλοὺς τίκτειν Φιλίππους δύναται· καὶ γὰρ παρ’ ἡμῖν οὔσης τῆς ἀμελείας ταχέως γενήσεται καὶ ἕτερος Φίλιππος. |
| 4 61a | ἄλλοι δέ τινες περιέργως φασὶ διὰ τὸν Ἀλέξανδρον αὐτὸν τοῦτο λέγειν. καθ’ ὑπόθεσιν τὸ λεγόμενον. TBcAfVbWd τινές φασι τοῦτο διὰ τὸν Ἀλέξανδρον λέγεσθαι καθ’ ὑπόθεσιν. |
| 4 61b | Pr τοσοῦτον ἐπηύξηται] καλῶς ἠσφαλίσατο διὰ τὸ πιθανόν· οὐ γὰρ πάντως πάντα διὰ τῆς ῥαθυμίας Ἀθηναίων, ἀλλὰ καί τινα διὰ τῆς αὑτοῦ ῥώμης κατώρθου. |
| 4.62 | F 4 ἴσθ’ ὅτι πλησίον] τοῦ γὰρ βασιλέως νεωστὶ τετελευτηκότος καὶ τῶν ὑπηκόων, ὡς εἰκὸς ἦν, διχονοούντων, αὐτοὶ προστιθέμενοι ἐνίοις ἐξ αὐτῶν ἠδύναντο τοῦ ἑτέρου περιγενέσθαι καὶ οἰκεῖον βασιλέα καταστῆσαι. |
| 4.63 | PrT BcAfVbWd ἀπηρτημένοι] ἀντὶ τοῦ κεχωρισμένοι, κρεμάμενοι. |
| 4.64 | A 2 PrTWd ὡς μὲν οὖν δεῖ τὰ προσήκοντα] ἐντεῦθεν μέτεισιν ἐπὶ τὸ ἄλλο μέρος τοῦ δυνατοῦ. |
| 4.65 | εἰς δύο γὰρ τοῦτο ἔτεμεν, εἴς τε τὸ ὅτι, ἐὰν λάβωμεν τὴν αὐτὴν γνώμην Φιλίππῳ, δυνάμεθα νικῆσαι, ὃ ἤδη καὶ ἐξείργασται, καὶ εἰς τὸ ποσὸν τῆς δυνάμεως καὶ τὸν τρόπον τοῦ πόρου, ὃν νῦν ἐρεῖ. διὰ μέσου δὲ εἶπε τὸ ἀναγκαῖον, ‘τὸν δὲ τρόπον τῆς παρασκευῆσ‘, πότερον ἐκ πολιτῶν ἢ ξένων αὕτη γίνεται. PrTBcAfVbWd πεπεισμένων] ἀντὶ τοῦ πεισθέντων. |
| 4.66 | τοιοῦτος δὲ ὁ Δημοσθένης, τὰ ἀμφιβαλλόμενα λαμβάνων ὡς ὁμολογούμενα. F 4 τὸν δὲ τρόπον τῆς παρασκευῆς] τὸ δυνατὸν κεφάλαιον. |
| 4.67 | F 4 καὶ τάχιστα] καὶ τὸ ‘τάχιστα‘ προσέθηκεν, ἐπειδὴ μικρὰν μέλλει λέγειν τὴν βοήθειαν ποιεῖσθαι, ἵνα τὸ τάχος πρὸς ἀπολογίαν ἕξῃ. |
| 4.68 | TBcAf VbWd δεηθεὶς ὑμῶν, ὦ Ἀθηναῖοι] προθεραπείᾳ κέχρηται, ἐπειδὴ οἶδεν αὐτοὺς ἡδέως τὰ μέγιστα ψηφιζομένους, μηδὲν δὲ ἄξιον ποιοῦντας τῶν δεδογμένων, θέλει δὲ αὐτοὺς ἐκείνην τὴν βοήθειαν πέμψαι ἣν δύνανται· τούτου χάριν ταύτῃ κέχρηται. |
| 4.69 | PrTBcAfVbWd τοσοῦτον] ἀντὶ τοῦ ὀλίγον. |
| 4.70 | T καινὴν παρασκευὴν] ὡς πρὸς τὴν τῶν Ἀθηναίων δόκησιν· καὶ γὰρ αὐτοὶ πολλὴν ἤθελον. |
| 4.71 | ὁ δὲ Δημοσθένης εἰδὼς πῶς ἔχει τὰ πράγματα ὀλίγην παρέχεται. TBcAfVbWd ἀναβάλλεσθαι] ἀναβολὴν τοῖς πράγμασι ποιεῖν. |
| 4.72 | vpAfVbWd οὐχὶ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες μάλιστα εἰς δέον λέγουσιν] ‘οὐχὶ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες μάλιστα εἰς δέον λέγουσιν] ἐξελθεῖν χρήσιμοί εἰσι σύμβουλοι, ἀλλ’ ἐκεῖνος ἄριστος σύμβουλος, ὃς ἂν παρασκευὴν ἐξεύρῃ καὶ πόρον 〈δι’〉 οὗ [ἂν] ἀδιάφθορος ἔσται ἡ δύναμις. |
| 4.73 | TBcAfVbWd 〈τῇ νυνὶ βοηθείᾳ〉] τῇ νυνί, φησιν, ἐκπεμπομένῃ στρατιᾷ μετὰ τὸ ἁλῶναι τὰ πράγματα· ἄλλο τι γὰρ βοήθεια καὶ ἄλλο παρασκευή· ἡ μὲν ἡ πεμπομένη μετὰ τὰ πράγματα, παρασκευὴ δὲ ἡ πεμπομένη ἐξ ἀρχῆς τοῦ φυλάξαι τὰς πόλεις. |
| 4 74a | S τῇ . |
| 4 74b | .. βοηθείᾳ] ἄλλο πανταχοῦ βοήθεια καλεῖ καὶ ἄλλο παρασκευή· βοήθειαν μὲν τὴν πεμπομένην μετὰ πράγματος, παρασκευὴν δὲ τὴν ἀποστελλομένην ἐξ ἀρχῆς πρὸς τὸ φυλάξαι τὰς πόλεις. F 4 τίς] ξενικὴ ἢ πολιτική. |
| 4.75 | πάλιν πόσους δεῖ εἶναι στρατιώτας 〈καὶ〉 πόθεν; πόθεν μέλλουσιν ἔχειν τὰς τροφάς; F 4 ἕως ἂν ἢ διαλυσώμεθα] πάνυ καλῶς, ἵνα μὴ δόξῃ νεμεσητόν τι ποιεῖν προτάττων τὸ ‘νικήσωμεν‘, προέταξε τὸ λῦσαι τὸν πόλεμον, εἶτα διὰ τὸ κακοσύμβουλον εἶπε ‘πεισθέντεσ‘. |
| 4.76 | vpPrTBcVbWd οὕτω γὰρ] νικήσαντες ἢ φυλάττοντες τὴν τῶν πολεμίων ἔφοδον. |
| 4.77 | PrT BcAfVbWd μὴ κωλύων] ἀντὶ τοῦ τοῖς βουλομένοις δημηγορῆσαι μὴ γινόμενος παρεμποδών. |
| 4.78 | τινὲς δέ φασιν ὅτι ἐξ ἀληθείας ὁ ῥήτωρ βούλεται τὰς δύο γενέσθαι παρασκευάς. ἄμεινον δὲ λέγειν ὅτι, ἐπειδὴ εἶπε μόνην τὴν ἑτέραν παρασκευήν, ἐλύπει τοὺς Ἀθηναίους. καὶ γὰρ ἡδέως τὰ μεγάλα ἦσαν ψηφιζόμενοι· τούτου χάριν προσέθηκε καὶ ταύτην. ἀμέλει παρακατιὼν ταύτην μὲν ὑπεσιώπησε, περὶ δὲ τῆς ἑτέρας πολὺν τὸν λόγον ἐποιήσατο. PrTBc AfVbWd ἡ μὲν οὖν ὑπόσχεσις] ἢ ὅτι διαλυσόμεθα ἢ περιγενησόμεθα τῶν ἐχθρῶν. |
| 4.79 | F 4 καὶ πλοῖα] τὰ φέροντα τὰ ἐπιτήδεια καὶ ὑπηρετικά φησιν. |
| 4.80 | TBcAfVb Wd εἰς Πύλας] Πύλαι ἦσαν τῆς Ἑλλάδος μεταξὺ τοῦ τε Παρνασοῦ καὶ τῆς θαλάττης, ποδῶν εἰκοσιπέντε τὸ πλάτος· αἵτινες ἐκαλοῦντο καὶ Θερμοπύλαι διὰ τὸ θερμὰ ἐκεῖ λουτρὰ τὴν Ἀθηνᾶν ἀναδοῦναι μετὰ τοὺς ἄθλους τῷ Ἡρακλεῖ κεκμηκότι. |
| 4.81 | ταύτην ἐπειράθη καταδραμεῖν ὁ Φίλιππος 〈ὢν〉 ἐν Θετταλίᾳ, μαθόντες δὲ Ἀθηναῖοι καὶ περιπλεύσαντες τὸν τόπον ἀπεώσαντο αὐτόν. PrTBcAfVbWd εἰς Ἁλίαρτον] ὅτι τὸ 〈μὲν〉 ἐν Ἁλιάρτῳ πρὸ ἓξ ἐτῶν ἐγένετο, τὸ δὲ ἐν Εὐβοίᾳ πρὸ τριῶν, ὅτε καὶ ὁ ῥήτωρ ἐτριηράρχει· ἢ ὅτι πρὸ πολλῶν ἐτῶν γέγονεν ἡ ἐν Ἁλιάρτῳ μάχη, ὅθεν εἶπε ‘καὶ τὰ τελευταῖα‘. |
| 4 82a | ‘τελευταῖα‘ μὲν ὡς πρὸς ταύτας τὰς στρατείας, ‘πρῴην‘ δὲ ὡς πρὸς τὸν χρόνον καθ’ ὃν ἐλέγετο ὁ λόγος. F 2 TBcAfVbWd τὸ δὲ Ἁλίαρτος ἀρσενικῶς, ὡς καὶ Ὅμηρος (Β 503) ‘καὶ ποιήενθ’ Ἁλίαρτον‘. |
| 4 82b | F 2 εἰς Ἁλίαρτον] Ἁλίαρτος πόλις τῆς Βοιωτίας. |
| 4 82c | ἐκεῖ ἐξελθόντες οἱ Ἀθηναῖοι Θηβαίοις ἄγαν ταλαιπωροῦσιν ἐβοήθησαν καὶ μέλλοντας ὑπὸ Λακεδαιμονίων πανωλεθρίᾳ διαφθείρεσθαι κεκωλύκασιν. A 2 R παριδὼν] ἀντὶ τοῦ ‘καταφρονήσας τῆς ἡμῶν παρασκευῆσ‘. |
| 4.83 | PrTBcVb Wd μή μοι μυρίους] τὸ σχῆμα ἀποτρεπτικὸν πνεύματος. |
| 4 84a | F 4 vpPrVb Wd μή . |
| 4 84b | .. μυρίους] βασιλέως τοῦ Περσῶν ἐπιστείλαντος τοῖς ἐπὶ θαλάσσης σατράπαις διαλῦσαι τὰ μισθοφορικὰ στρατεύματα διὰ τὸ πολλὰ χρήματα καταναλώσασθαι, ἀφῆκαν οἱ σατράπαι τοὺς στρατιώτας. οὗτοι περὶ μυρίους ὄντες ἥκουσι πρὸς Χάρητα στρατηγὸν Ἀθηναίων ἔχοντα ξενικὴν δύναμιν καὶ ἐποίησαν αὐτὸν ἡγεμόνα. Ἀρτάβαζος δὲ Πέρσης ἀνήρ, ἀποστὰς βασιλέως καὶ πολεμῶν πρὸς αὐτόν, ἔπεμψε πρὸς Χάρητα, παρακαλῶν αὐτὸν διαβιβάσαι τὸν στρατὸν εἰς τὴν βασιλέως χώραν. τῶν οὖν στρατιωτῶν ἢ χορηγῆσαι αὑτοῖς ἀναγκαζόντων τὸν Χάρητα ἢ ἀπελεύσεσθαι πρὸς τὸν διδόντα, διεβίβασεν ἀναγκασθεὶς τὸν στρατὸν καὶ ἐνίκησε συμβαλὼν δισμυρίους Περσῶν καὶ πλεῖστον αὐτῶν ἱππικὸν ὑπὸ Τιθραύστου στρατηγούμενον· ὃς καὶ ἔγραψε τοῖς Ἀθηναίοις περὶ τῶν μυρίων ὅτι νενίκηκε μάχην ἀδελφὴν τῆς ἐν Μαραθῶνι. οἱ δὲ δι’ ἐπιστολῶν καὶ ἑτέρους ἐκέλευον μισθώσασθαι Χάρητα. λέγει οὖν ὁ ῥήτωρ ὅτι ‘μὴ δι’ ἐπιστολῆς τοῖς στρατηγοῖς ἐπιτάττωμεν μισθώσασθαι ξένους μυρίους ἢ δισμυρίουσ‘. A 2 R 〈ἐπιστολιμαίους ταύτας δυνάμεισ〉] οἱ γὰρ Ἀθηναῖοι πολλάκις ἐμάχοντο δι’ ἐπιστολῶν πρὸς Φίλιππον. |
| 4.85 | T εἶεν] ἀνάπαυσις τῶν λεχθέντων. |
| 4.86 | ὅτε γὰρ βουλόμεθα παύσασθαι τῶν λεγομένων καὶ ἐφ’ ἕτερα μετελθεῖν, τῷ ‘εἶεν‘ χρώμεθα· λῆξις γὰρ τῶν πρώτων, ἀρχὴ δὲ τῶν μελλόντων. A 2 R ταξιάρχους] ταξίαρχος λέγεται ὁ τῆς τάξεως τῆς πεζικῆς ἄρχων, ἵππαρχος δὲ ὁ τοῦ ἱππικοῦ παντὸς στρατοῦ. |
| 4.87 | ἱεροποιοὶ δὲ οἱ τὰ θύματα ἄγοντες εἰς τὴν πανήγυριν ἀπὸ τόπου εἰς τόπον. A 2 R ὥσπερ γὰρ οἱ πλάττοντες] καθάπερ γὰρ οἱ τὰ πήλινα προτιθέντες εἰς τὴν ἀγορὰν τοῦ ὁρᾶσθαι μόνον ἕνεκα ταῦτα πλάττουσιν, οὕτως καὶ ὑμεῖς ἐπὶ θέαν ψιλὴν χειροτονεῖτε τοὺς στρατηγούς, οὐ τῶν εἰς τὸν πόλεμον ἔργων ἕνεκα. |
| 4.88 | A 2 R τάλαντα εἴκοσιν] ὅτι τὸ τάλαντον ἔχει ξʹ μνᾶς, ἡ δὲ μνᾶ ρʹ δραχμάς, ἡ δὲ δραχμὴ ἓξ ὀβολούς, ὁ δὲ 〈ὀβολὸσ〉 ηʹ χαλκοῦς, καὶ μέχρι τούτου ἵστατο τούτων ὁ ἀριθμὸς πρῴην παρὰ τοῖς Ἀθηναίοις· νῦν δὲ οὐκέτι οὐδεὶς σῴζει τῶν νῦν, εἰς πόσα νομίσματα ἐν συνηθείᾳ τότε ἀνελύετο. |
| 4 89a | S σημείωσαι τὸ τάλαντον πέντε μνᾶς, ἡ μνᾶ δραχμὰς ρʹ, τὸ τάλαντον ἄρα δραχμὰς φʹ. |
| 4 89b | Vb τάλαντον δὲ φʹ δραχμάς, ρʹ δραχμὰς ἡ 〈μνᾶ〉, μνᾶς εʹ τάλαντον. |
| 4 89c | T ἃ μὲν ἡμεῖς] ἐντεῦθεν φησὶ Διονύσιος ὁ Ἁλικαρνασεὺς (p. |
| 4 90a | 269, 15 U.—R.) ἑτέρου λόγου εἶναι ἀρχήν. προοίμιον δέ, φησιν, οὐκ ἔχει ἐπειδὴ δευτερολογία ἐστίν, ἐν αἷς ὡς ἐπὶ τὸ πλεῖστον οὐκ εἰσὶ προοίμια. F 2 PrT VbWd οὐ λέγει δὲ ἀληθῆ. |
| 4 90b | ἐπειδὴ γὰρ ἄνωθεν ὑπέσχετο περὶ πόρου χρημάτων εἰπεῖν, νῦν τοῦτο δεικνύει, καὶ ἔστιν ὥσπερ ἐπίλογος, ὥσπερ ἐποίησε καὶ Ἰσοκράτης ἐν τῷ τοῦ Τραπεζιτικοῦ τέλει (17, 53) [κατὰ Λοχίτου αἰκίας] ἐπίλογον θείς. Pr 〈ἀντιδόσεισ〉] τὸ τῆς ἀντιδόσεως ὂν παλαιὸν Ἀθηναίοις τοιοῦτόν τι ἦν. |
| 4.91 | πολλάκις τις ἐχειροτονεῖτο εἰς λειτουργίαν τινὰ καὶ προεφασίζετο μὴ δύνασθαι ταύτην ὑποφέρειν. ἀνίστατό τις ἀντιδιδοὺς αὐτῷ τὴν ἑαυτοῦ οὐσίαν καὶ φάσκων ὅτι πρόφασις εἴη τὰ παρ’ αὐτοῦ λεγόμενα· ‘εἰ δέ φησιν, ὅτι οὐ δύναται ἡ αὐτοῦ οὐσία ταυτὶ λειτουργῆσαι, λαβὼν ταύτην ἐγὼ καὶ ἀντιδιδοὺς ἐκείνῳ τὴν ἐμὴν δύναμαι ποιεῖν.‘ ἐκ τούτου ἠναγκάζετο ἢ δοῦναι τὴν οὐσίαν ἢ λειτουργεῖσθαι. S 〈ἐπιστολάσ〉] ὁ σκοπὸς τῆς ἐπιστολῆς ἐστιν οὗτος· ὁ Φίλιππος ἐπέστειλεν Εὐβοεῦσι συμβουλεύων μὴ δεῖν ἐλπίζειν εἰς τὴν Ἀθηναίων συμμαχίαν, οἳ οὐδὲ αὑτοὺς δύνανται σῴζειν. |
| 4.92 | A 〈πράγματα〉] τουτέστι εἰ μὲν οὔκ εἰσι τὰ πράγματα ἀναγκάζοντα, δημηγορήσοι 〈ἂν〉 πρὸς χάριν· εἰ δὲ τὰ πράγματα ἀναγκάζουσι λέγειν περὶ αὐτῶν, εἶτα τίς βούλεται πρὸς χάριν δημη〈γορεῖν〉; τοῦτο φανερά ἐστιν ἀπάτη. |
| 4.93 | Vb 〈θαυμάζω〉] τὸν περὶ Ἀμφίπολιν λέγει πόλεμον· ἀρχὴ γὰρ γεγένηται πολέμου ἡ Ἀμφίπολις. |
| 4.94 | δυσωπεῖ δὲ αὐτοὺς τῇ πολλῇ μεταβολῇ. ἡ μὲν ἀρχὴ περὶ τιμωρίας ἐγένετο, τὸ δὲ τέλος περὶ τοῦ μὴ παθεῖν κακῶς. AR ἀλλὰ μὴν] ἐκ τοῦ ἀναγκαίου. |
| 4.95 | A 〈κενὰσ〉] πολιτικῆς δυνάμεως. |
| 4.96 | F 2 PrWd 〈ποῖ οὖν〉] ἀνθυποφορά, ἣν λύει στοχασμῷ. |
| 4.97 | A 〈μὴ〉] περισσὸν τὸ ‘μή‘. |
| 4.98 | Wd κενὸν] τὸ λόγοις μόνον γινόμενον ἄνευ πραγμάτων. |
| 4.99 | F 1 PrVbWd 〈ἐλπίδασ〉] καὶ ἐλπίδας ἔχειν ἀπ’ αὐτοῦ κατατροπώσεσθαι Φίλιππον. |
| 4.100 | Vb τεθνᾶσι] σημείωσαι ὡραῖον ὡς καινοπρεπὲς ἀντὶ τοῦ ‘μέχρι θανάτου τοῦ φοβοῦντος τοὺς τοιούτους ἀποστόλουσ‘· οὕτω γὰρ σῴζεται ἡ τῆς αἰτιατικῆς ἀκολουθία. |
| 4.101 | vp ἀπομίσθων] ἀπόμισθοι καὶ οἱ μὴ πεπληρωμένοι τὸν ὡμολογημένον μισθὸν καὶ οἱ διὰ κακίαν καὶ δειλίαν μὴ ἀξιούμενοι μισθοῦ. |
| 4 102a | F 2 vpPrT VbWd μισθὸν μὴ δεχομένων. |
| 4 102b | οἱ δὲ συκοφάνται, ὑπὲρ ὧν ὁ στρατηγὸς ἐκεῖ πράττει, ἐνταῦθα κατηγοροῦσιν εὐχερῶς· διὰ γὰρ τὸ μὴ παρεῖναι ὑμᾶς καὶ συκοφαντῶν ἀνέχεσθε. ταῦτα πρὸς Κηφισόδοτον αἰνίττεται. A ἡμῶν δ’] ἐντεῦθεν οἱ ἐπίλογοι. |
| 4.103 | F 1 vpPr ἀλλ’ ἐὰν ἀφέντες] κατά τινας ἐντεῦθεν οἱ ἐπίλογοι. |
| 4.104 | F 2 Pr ὅτι ἐχθρὸς] τὰ τελικὰ κεφάλαια. |
| 4.105 | ‘ἐχθρὸσ‘ τὸ ἄδικον· ‘ἡμέτερα‘ τὸ ἀσύμφορον· ‘ὕβρικε‘ τὸ ἀπρεπές· ‘καθ’ ἡμῶν εὕρηται‘ τὸ ἀναγκαῖον. F 2 PrTVbWd 〈οὐ γὰρ ἄττα ποτ’ ἔσται〉] ὑπερβατὸν κατὰ παρένθεσιν. |
| 4.106 | F 2 TVbWd ἐγὼ μὲν οὖν] σημείωσαι, ὁ μερικὸς ἐπίλογος. |
| 4.107 | F 2 Vb ΠΕΡΙ ΤΗΣ ΕΙΡΗΝΗΣ Ὑπόθεσις τοῦ Περὶ τῆς εἰρήνης Ὁ Φίλιππος μετὰ τὸ ἀνελεῖν τοὺς Φωκέας ἐν τῇ εἰρήνῃ πάρεδρος Ἀμφικτυόνων ἠβουλήθη γενέσθαι ὡς λείποντος τοῦ ἑνὸς ἔθνους Ἀμφικτυόνων πρὸς ἀναπλήρωσιν τῶν ιβʹ. |
| 5 hyp (1t) | τοῦτο ἐψηφίσαντο Θηβαῖοι καὶ Θετταλοὶ καὶ ἄλλοι τινές· ἀναγκαίως οὖν ἐχρῆν καὶ τοὺς Ἀθηναίους τούτοις συμψηφίσασθαι. Ἀμφικτυονία δὲ τόπος ἐν τῇ Ἑλλάδι, κοινὸν τῶν Ἑλλήνων δικαστήριον. ὅτε γὰρ ἠδικοῦντό τινες τῶν Ἑλλήνων, ἀπῄεσαν ἐκεῖ· οὐ γὰρ παρὰ τοὺς ἀδικοῦντας καὶ ἀδικουμένους ἐχρῆν δικάζεσθαι. καὶ πάλιν, ὅτε περὶ κοινοῦ τινος ἐσκέπτοντο, ἐκεῖσε ἐβουλεύοντο. λέγουσι δὲ ὅτι ἐξ ἥρωός τινος ἔσχε τὸ ὄνομα. σκοπούντων οὖν Ἀθηναίων εἰ δεῖ δέξασθαι τὸν Φίλιππον εἰς τὴν Ἀμφικτυονίαν συμβουλεύει Δημοσθένης δεῖν δέχεσθαι διὰ τὸ μὴ κοινὸν ἄρασθαι πρὸς τοὺς Ἕλληνας πόλεμον· ἦσαν γὰρ ψηφισάμενοι πολλοὶ καὶ ἔμελλον συναγωνίσασθαι τῷ Φιλίππῳ ὀργιζόμενοι ὡς τῆς γνώμης αὐτῶν ἀναιρουμένης. Τινὲς δὲ ἐνόθευσαν τοῦτον τὸν λόγον ὡς ἀνομοίαν ἔχοντα ὑπόθεσιν τῆς γνώμης αὐτοῦ, οὐ προσσχόντες ἀκριβῶς τῷ σκοπῷ τοῦ ῥήτορος. ἐπειδὴ γὰρ δοκεῖ ὑπὲρ Φιλίππου λέγειν, ὃ οὐδεπώποτε ὤφθη ποιήσας, ᾠήθησαν εἶναι αὐτοῦ τὸν λόγον ἀλλότριον. ἠγνόησαν δὲ ὡς ἔστι διαφόρως περὶ τοῦ αὐτοῦ χρήσασθαι πράγματος, τῆς προαιρέσεως οὐκ ἀλλαττομένης. οἷον λέγει τις ἐχθρὸν κακῶς καὶ λέγει τις κακῶς φίλον ἐπιτιμῶν· καὶ τὸ μὲν κακῶς ἐπ’ ἀμφοῖν, ἡ δὲ γνώμη διάφορος. οὕτω καὶ νῦν ὁ Δημοσθένης πεποίηκεν. λέγειν μὲν γὰρ ὑπὲρ Φιλίππου δοκεῖ, οὐ μετέστη δὲ τῆς προαιρέσεως, ἀλλὰ διὰ τὸ κοινὸν χρήσιμον οὕτω τὸν λόγον μετεχειρήσατο. τινὲς δὲ πραγματικῆς ἐγγράφου τοῦτον ἀπεφήναντο, λέγοντες ὡς περὶ εἰρήνης συμβουλεύει· ἔγγραφος δὲ ἡ εἰρήνη· ἔγγραφος ἄρα πραγματικὴ ἡ στάσις. φαίνονται δὲ ἀγνοήσαντες ὡς οὐ περὶ τῆς εἰρήνης λέγει νῦν οὐδὲ περὶ ταύτην ἠσχόληται, ἀλλ’ ὅτι συμφέρει δέξασθαι αὐτὸν καὶ μὴ πολεμεῖν, ὥστε εἶναι τὴν στάσιν πραγματικὴν ἄγραφον· ψιλὴ γὰρ ἡ παραίνεσις. Τὸ δὲ προοίμιον, ἐπειδὴ ἐκ παραδόξων ἄρχεται (παρὰ γὰρ τὴν ἑαυτοῦ καὶ τὴν αὐτῶν γνώμην δοκεῖ λέγειν, εἴ γε περὶ εἰρήνης δοκεῖ λέγειν καὶ τρόπον τινὰ ὑπὲρ Φιλίππου), [οὐκ εὐθὺς ἐκ τῶν πραγμάτων τῆς ἀκολουθίας ἀρξάμενος, ἀλλ’ ἐκ ταραχῆς] οὐκ εὐθὺς τῆς ὑποθέσεως ἄρχεται, ἀλλὰ ταράττει πρῶτον, ἵνα ὡς ἐν τηλικαύτῃ ταραχῇ αὐτὸς συμβουλεύων ὥσπερ ἰατρὸς εὑρεθῇ κατὰ τοὺς λόγους γενέσθαι· δεῖ γάρ, ὅτε τι παράδοξον μέλλομεν λέγειν, μὴ εὐθὺς ἐκ τοῦ πράγματος ἄρχεσθαι, ἀλλὰ ταράττειν τὸν ἀκροατήν, ἵνα ῥᾷστον ἀποδέχηται, ὡς ἐν μεγίστῳ τυγχάνων φόβῳ, τοῦ συμβουλεύοντος καὶ ὁπωσοῦν ἔχουσαν τὴν παραίνεσιν. τὸ μὲν οὖν προοίμιον πολλὴν ταραχὴν ἐμποιεῖ τῷ ἀκροατῇ, ὡς ἔφαμεν, διὰ τὴν χρείαν· ἡ δὲ πρότασις διῃρημένη. A ὁρῶ] πρότασις. |
| 5.1 | τὸ προοίμιον ἐκ τοῦ πράγματος καὶ ἐκ τοῦ κατηγοροῦντος. F 2 vp 〈πολλὴν δυσκολίαν ἔχοντα〉] δύσκολος αὐτῷ καὶ χαλεπὴ δοκεῖ τυγχάνειν ἡ παροῦσα ὑπόθεσις· εἰωθὼς γὰρ κατὰ Φιλίππου λέγειν ἀναγκάζεταί πως τῷ βουλήματι αὐτοῦ ἄκων συνηγορεῖν καὶ πείθειν τὴν πόλιν εἰρήνην ἄγειν, αὐτὸς εἰωθὼς συμβουλεύειν τὸν ἀδικοῦντα ἀμύνεσθαι. |
| 5.2 | γέγονε δὲ τοῦτο αὐτῷ οὐ κατὰ προαίρεσιν, ἀλλὰ δι’ ἀνάγκην ἁπάντων τῶν Ἑλλήνων συνεληλυθότων καὶ ἐψηφισμένων Ἀμφικτύονα εἶναι τὸν Φίλιππον. οὓς δεδοικὼς συμβουλεύει τῇ πόλει φέρειν γενναίως διὰ τὸ αὐτῇ συμφέρειν τὸ συμβεβηκὸς Φωκεῦσι καὶ μὴ διὰ τοῦτο ἐναντιοῦσθαι πρὸς Φίλιππον. πρόκειται δὲ αὐτῷ μὴ ἐναντιωθῆναι τῷ δόγματι τῶν Ἀμφικτυόνων ἐψηφισμένων Ἀμφικτύονα εἶναι τὸν Φίλιππον. χρῆται οὖν τῷ δικαίῳ παραινῶν μὴ προτέρους παραβαίνειν εἰρήνην μηδὲ ὅρκους συγχεῖν· εἶτα γενναιότερον ἐπεξιὼν φόβον αὐτοῖς παρίστησιν ὅτι πρὸς ἅπαντας αὐτοῖς ἔσται τοὺς Ἕλληνας ἐναντιοῦσθαι. PrWd οὐ μόνον] κατασκευή. |
| 5 3a | F 2 vp κατασκευὴ τῆς προτάσεως διῃρημένη καὶ αὕτη· αἱ γὰρ κατασκευαὶ πῇ μὲν διῃρημέναι πῇ δὲ διεζευγμέναι λέγονται. |
| 5 3b | διὰ τοῦ οὖν λέγειν ‘οὐ μόνον‘ μερίζει καὶ δείκνυσιν ὅτι κατ’ ἄλλο τι διαιρῶν καὶ οὐχ ὑφ’ ἓν λέγει τὴν κατασκευήν. AR 〈προεῖσθαι〉] οὐ λέγει ὅτι ‘ὑμεῖς προδεδώκατε‘, ἀλλ’ αὐτὰ τὰ πράγματα προδέδονται. |
| 5.4 | A 〈προὔργου〉] ἀντὶ τοῦ χρήσιμον καὶ συμφέρον. |
| 5.5 | A 〈εὖ λέγειν〉] εὐλογεῖν. |
| 5.6 | R 〈κατὰ ταὐτὰ〉] ἐκ παραλλήλου δηλοῖ τὸ ‘ὁμοῦ‘. |
| 5.7 | A 〈τὸ συμφέρον〉] ἀντὶ τοῦ τὸ συμφέρον ὀφείλειν εἶναι πρὸ παντὸς ἔργον. |
| 5.8 | A δυσκόλου] δευτέρα πρότασις. |
| 5 9a | F 2 vp συμπέρασμα. |
| 5 9b | R 〈οἱ μὲν γὰρ ἄλλοι〉] κατασκευὴ τῆς δευτέρας προτάσεως. |
| 5 10a | F 2 PrWd οἱ . |
| 5 10b | .. ἄλλοι] τοῦτο δευτέρα κατασκευή. vp 〈ἐκ δὲ τούτου〉] ἐκ τοῦ ἁμαρτάνειν ὑμᾶς. |
| 5.11 | A 〈παρὰ πάντα〉] καθ’ ὃν ἐγὼ πολιτεύομαι χρόνον. |
| 5.12 | A 〈εὐδοκιμεῖν〉] διὰ τὸ δοκεῖν ἀληθῆ λέγειν. |
| 5.13 | A 〈ἐκφεύγειν〉] διὰ τὸ μὴ ποιεῖν ὑμᾶς τὰ δέοντα. |
| 5.14 | A οὐ μὴν ἀλλὰ καίπερ] συμπέρασμα τοῦ προοιμίου. |
| 5.15 | F 2 vp 〈πεπεικὼσ〉] καλῶς τὸ ‘οἴομαι‘ ἐπήγαγε τοῦτο· οὐδεὶς γὰρ ἀμφιβάλλοντι ῥήτορι πείθεται. |
| 5.16 | A 〈ἀκριβῶς δὲ εἰδὼσ〉] προοιμιακὰ νοήματα ταῦτα πρὸ τῆς ὑποθέσεως, οὐ τέλεια προοίμια ἀναιροῦντα τὸ φορτικόν· ἐπειδὴ γὰρ μέλλει ἑαυτὸν ἐγκωμιάζειν, 〈 *** 〉 A ( → 17 c) ἀκριβῶς δὲ εἰδὼς] δεύτερον προοίμιον. |
| 5 17b | F 2 vp συμφέρον κεφάλαιον. |
| 5 17c | ἡ δὲ σύνταξις οὕτως· ἀκριβῶς δὲ εἰδὼς τῶν λυσιτελούντων ὑπάρχον τοῦτο τὸ πρᾶγμα, οἷον τὸ λέγειν τινὰ καὶ περὶ ἑαυτοῦ καὶ περὶ ὧν εἶπέ ποτε καὶ συνεβούλευσεν, ὅτι τὸ ἐπαινεῖν ἑαυτὸν καὶ τοὺς ἑαυτοῦ λόγους, οὕτως ἐγὼ τοῦτο φορτικὸν ἡγοῦμαι ὥστε ἀνάγκην ἔχων νῦν ἐμαυτὸν ἐπαινεῖν ὅμως τοῦτο φεύγω ποιεῖν. AS 〈ἀνάγκην〉] τὸ ἐπαινεῖν ἐμαυτὸν πρῶτον. |
| 5.18 | A ἐγὼ ὦ Ἀθηναῖοι πρῶτον] εἰδὼς τὸ χαλεπὸν τῆς ὑποθέσεως καὶ ὅτι δυσχερῶς οἱ ἀκούοντες προσήσονται, σύντασιν ποιεῖται τῶν οἰκείων λόγων ὡς μὴ ἁμαρτανόντων μηδέποτε μηδὲ διαπιπτόντων περὶ τὰς ὑποθέσεις· ὅσα γοῦν συμβουλεύσαντι αὐτῷ μὴ ἐπείσθησαν, ἀλλὰ διήμαρτον, ταῦτα ὑπέμνησεν, ἵν’ ἐπιστρέψῃ πρὸς τὴν παροῦσαν ὑπόθεσιν καὶ καταναγκάσῃ πεισθῆναι. |
| 5.19 | PrWd 〈ἔπειθόν τινες ὑμᾶσ〉] εἰς τοὺς ῥήτορας ἀποτείνεται τοὺς ἄλλους τοὺς προδότας. |
| 5.20 | A 〈Πλουτάρχῳ〉] Πλούταρχος ἦν Ἐρετρίας τύραννος. |
| 5.21 | τούτῳ ἐπανέστη Κλείταρχος καὶ ἅμα καὶ οἱ πολῖται συνεπέθεντο. ἔπεμψε πρὸς Ἀθηναίους συμμαχίαν αἰτῶν. ἀντεῖπε Δημοσθένης. μὴ πεισθέντες ἀπέστειλαν. μετεπέμψατο καὶ μισθοφόρους ξένους. διαλυσάμενος, ἀπαιτούντων αὐτὸν τῶν ξένων τὸν μισθόν, αὐτοῖς Ἀθηναίων λογάδας δήσας ἔδωκεν· οἱ δὲ Ἀθηναῖοι νʹ τάλαντα πέμψαντες ἐλύσαντο αὐτούς. διὸ καὶ δαπανηρὸν ἐκεῖνον τὸν πόλεμον εἴρηκεν, ἄδοξον δὲ ὅτι τυράννῳ βοηθεῖν ἤμελλον. A 〈Νεοπτόλεμον〉] ὁ Νεοπτόλεμος Σκύριος ἦν καὶ τραγῳδίας ὑπεκρίνατο. |
| 5.22 | θέλει δὲ εἰπεῖν ὅτι ‘οὐκ ἠκούσατε τοῦ Νεοπτολέμου ὥσπερ ἐν θεάτρῳ διὰ τῆς φωνῆς κηλούμενοι. ἐχρῆν δὲ ὑμᾶς τὸ ἐναντίον, εἰ καὶ ἐν θεάτρῳ ἠκούσατε ἀμφοτέρων, μᾶλλον ἐμοὶ προσθέσθαι ὡς παραινοῦντι τὰ χρήσιμα. οὐκοῦν ἐμὸς ὁ τόπος, ἐμὴν εἶναι καὶ τὴν ψῆφον ἐχρῆν· ἐκκλησία γὰρ ἦν.‘ τὸ δὲ ‘θεᾶσθαι‘ παρατηρητέον· ἀρχαϊσμὸς γὰρ ἐπὶ τραγῳδῶν. AR 〈τὸν ὑποκριτὴν〉] οἱ ἀρχαῖοι ὑποκριτὰς ἐκάλουν τοὺς νῦν τραγῳδοὺς λεγομένους τοὺς ποιητάς, οἷον τὸν Εὐριπίδην καὶ Ἀριστοφάνην, τοὺς δὲ νῦν ὑποκριτάς (οὗτοι δὲ ἦσαν δύο) τὸν μὲν δευτεραγωνιστὴν τὸν δὲ τριταγωνιστήν, αὐτοὺς δὲ τοὺς ποιητὰς τῶν δραμάτων τραγῳδοὺς καὶ τραγῳδοδιδασκάλους. |
| 5.23 | F 2 Θεσπιὰς καὶ Πλαταιὰς] αὗται Βοιωτῶν αἱ πόλεις. |
| 5.24 | ταύτας ὑπακούειν τοῖς Θηβαίοις μὴ βουλομένας καταλαβόντες ἐν σπονδαῖς κατέσκαψαν καὶ τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἐξήλασαν, καὶ τὰ χρήματα σὺν τῇ χώρᾳ αὐτῶν κατενείμαντο. ταῦτα δὲ λέγει τοῦ Αἰσχίνου καθαπτόμενος. AR 〈ἕτερον δὲ〉] γενναίως τῷ μέρει τῆς προκατασκευῆς τῷ ἐκ τῆς τῶν οἰκείων λόγων συστάσεως ἐπεξελθὼν ἦλθε καὶ ἐφ’ ἑτέραν ῥητορείαν καὶ ποιεῖται σύστασιν τοῦ οἰκείου προσώπου, ὁποίαν ὁ ῥήτωρ ὁ Περικλῆς παρὰ Θουκυδίδῃ (2, 60) ποιεῖται, ὅτι καθαρὸς παντὸς λήμματος καὶ ἀδωροδοκήτως δημηγορεῖ καὶ διὰ τοῦτο τὸν λόγον ἐλεύθερον ἔχει, ἐνδεικνύμενος ὅτι πανταχοῦ τὸ τῆς πόλεως συμφέρον βούλεται, οὐ πρὸς ἀπέχθειαν οὐ πρὸς χάριν βλέπων. |
| 5.25 | θαυμάσαι δ’ ἄξιον ὅτι τοιαύτην δημηγορίαν ποιούμενος οὐδαμοῦ τὸ τοῦ Φιλίππου συμφέρον φαίνεται λέγων, μᾶλλον δὲ οὐδὲ ἀφιστάμενος τοῦ θυμοῦ τοῦ πρὸς τὸν Φίλιππον, ἀλλὰ τὸ συμφέρον τῆς πόλεως σκοπῶν καὶ τοῦτο θηρεύων. PrWd 〈τρυτάνην〉] τρυτάνη μέν ἐστι τὸ πᾶν ζύγιον, πλάστιγγες δὲ αὐτὰ τὰ πλατέα εἰς ὃ ἐμβάλλομεν τὸ σταθμώμενον. |
| 5.26 | S οἴχεται φέρον] πῶς ‘οἴχεται‘; ἐπὶ θάτερα ἐπιβαρήσαντος τοῦ ἐπικειμένου. |
| 5.27 | οὕτω καὶ τῇ γνώμῃ ἐὰν προσενέγκῃς ἀργύριον, οἴχεται φέρον ἑαυτῷ· οὐκοῦν ἕως μὲν ἀκλινής ἐστιν ὁ λογισμός, βλέπει τὰ χρήσιμα, βαρούμενος δὲ τῷ χρυσίῳ πλανᾶται καὶ διασφάλλεται. A ἓν] ἀπὸ τοῦ ‘ἓν μὲν ἔγωγε‘ ἡ ἀρχὴ τοῦ κεφαλαίου· ἔστι δὲ τὸ συμφέρον μετὰ τοῦ δικαίου ἀναμεμιγμένον καὶ τοῦ δυνατοῦ. |
| 5.28 | AR ὑπάρχουσαν] πανταχοῦ παρατηρητέον ὅτι λέγων μὴ δεῖν λύειν τὴν εἰρήνην οὐδαμοῦ Ἀμφικτύονα τὸν Φίλιππον ὀνομάζει γίνεσθαι, ἀλλὰ διὰ τοῦ μὴ λύειν κατασκευάζει τοῦτο. |
| 5.29 | καὶ οὕτως λυπεῖ τοὺς Ἀθηναίους καὶ ἀνύει ὃ βούλεται. AR θορυβήσῃ] ἐπειδὴ ἤμελλον πολεμίους ὄντας τοὺς Θηβαίους ἀκούοντες Ἀθηναῖοι ταράττεσθαι, παρενέβαλε τὸ ‘μὴ θορυβηθῆτε‘· ἥκιστα γὰρ πολεμοῦσι. |
| 5.30 | ‘ἕτεροσ‘ γὰρ ‘καθεδεῖται‘· ἐπικαθεσθήσεται, κρατήσει τῶν ἄθλων ὁ Φίλιππος. A οὐκ ἄχρι τῆς ἴσης ἕκαστος ἐστὶν εὔνους] οἷον οὐκ ἐπ’ ἴσης βοηθοῦσιν Ἕλληνες καὶ κινδυνεύουσι καὶ ἀδικοῦσιν ὥστε καὶ κρατεῖν τῶν ἄλλων καὶ σῴζεσθαι· οὐχ ὁμοίως γὰρ εὐνοοῦσιν ἡμῖν πρὸς τὸ σωθῆναι καὶ πρὸς τὸ πλεονεκτῆσαι. |
| 5.31 | οἶδα γὰρ ὅτι καὶ οἱ ἡμέτεροι σύμμαχοι καὶ οἱ Θηβαίων τοὺς μὲν ἐφ’ ὑμᾶς ἐρχομένους ἀμυνοῦνται, οὐ μὴν ἐπιστρατεύσουσιν. AR 〈τί οὖν ἡγοῦμαι φοβερόν;〉] ἀντιθέσεως ἐμπιπτούσης ὅτι ‘ἡμεῖς τοὺς Ἕλληνας οὐδὲν ἠδικήσαμεν, ὥστε πῶς ἂν ἡμῖν πολεμήσαιεν;‘ ταύτην λέλυκεν ἐπαγαγὼν ‘εἰ γὰρ Ἀργεῖοι καὶ Μεσσήνιοι‘ καὶ ἑξῆς, τουτέστιν ἠδίκηνται μὲν ὑφ’ ἡμῶν οἱ Ἕλληνες οὐδέν, μνησικακοῦσι δὲ ἄλλως, Ἀργεῖοι μὲν καὶ Μεσσήνιοι καὶ Μεγαλοπολῖται διὰ τὴν πρὸς Λακεδαιμονίους ἐπικηρυκείαν, Θηβαῖοι δὲ ὅτι τοὺς παρ’ ἐκείνων φυγάδας σῴζομεν, Θετταλοὶ δὲ ὅτι τοὺς περιλελειμμένους σῴζειν ἐπιχειροῦμεν τῶν Φωκέων, Φίλιππος δὲ ὅτι κωλύομεν αὐτὸν κοινωνεῖν τῆς Ἀμφικτυονίας. |
| 5.32 | PrWd 〈ἐπικηρυκείαν〉] φιλίαν, ἐπειδὴ διὰ κηρύκων γίνεται. |
| 5.33 | A 〈ἴστε γὰρ δήπου〉] ἀντέπιπτεν ἀντίθεσις ἀπὸ τῆς ἐργασίας κατὰ τὸ ἀκόλουθον ὅτι ‘οὐ συμφέρει τοῖς Ἕλλησιν ἡμᾶς ἀπολέσθαι‘, ἔλυσε δὲ καὶ τοῦτο εἰπών· ‘οὐδὲ γὰρ Θηβαίοις συνέφερεν αὐξηθῆναι τὸν Φίλιππον οὐδὲ Θετταλοῖς, ἀλλ’ ὅμως διὰ τὴν πρὸς Φωκέας φιλονεικίαν ἅπαντα ταῦτα ὑπέμειναν. |
| 5.34 | ‘ ὑποψίαν δὲ αὐτοῖς ἐμποιεῖ γενησομένου πολέμου, ὅπερ ἀπὸ τῆς λέξεώς ἐστι καταμαθεῖν τῆς (19) ‘ἐπισπασθῶσι‘. PrWd Φίλιππον τοίνυν] ἀντέπιπτεν ἀντίθεσις ἀπὸ τοῦ δυνατοῦ ‘καὶ μὴν οὐ βοηθήσουσι Θηβαῖοι Φιλίππῳ ὑπόπτως ἔχοντες· οὐδὲ γὰρ ἑκὼν ἔδωκεν αὐτοῖς Ὀρχομενὸν καὶ Κορώνειαν‘, ἵνα τὸ λεγόμενον ᾖ τοιοῦτον· καὶ μὴν οὐ βοηθήσουσι Φιλίππῳ Θηβαῖοι· οὐδὲ γὰρ εὔνως διάκεινται πρὸς αὐτόν. |
| 5.35 | αὕτη γάρ ἐστιν ἡ ἀπὸ τοῦ δυνατοῦ ἀντίθεσις. ταύτην ἔλυσε κατὰ ἀγανάκτησιν ὡς εὐήθει ἐπιτιμήσας, εἴ τις χρῷτο τούτῳ τῷ λόγῳ· ἐπειδὴ γὰρ τὸ δυνατὸν κατεσκεύασε τοῦ Φιλίππου ἰσχυρὸν ἐξ ἀρχῆς, αὕτη δὲ ἡ ἀντίθεσις ἀνατρέπειν ἐδόκει τὸ σύμπαν, διὰ τοῦτο καὶ ‘ἐρρῶσθαι‘ εἶπε τοῖς χρωμένοις τῷ λόγῳ· μὴ γὰρ εἶναι αὐτὸν ἰσχυρόν. PrWd 〈τὰ κελευόμενα〉] ἑτέραν ἔθηκεν ἀντίθεσιν ἀπὸ τοῦ δικαίου καὶ τοῦ δυνατοῦ μικτήν· ‘πεισθῶμεν οὖν τοῖς ἐπιτάγμασιν φοβούμενοι Φίλιππον καὶ τοὺς Ἕλληνας;‘ ταύτην ἔλυσε κατ’ ἀναίρεσιν, φάσκων μὴ δεῖν μὲν φοβεῖσθαι, οὐ μὴν διὰ τοῦτο τὴν εἰρήνην λύειν· καὶ ἑτέρᾳ λύσει ἀπὸ τοῦ ἐνδόξου, ὅπερ ἐστὶ μέρος τοῦ συμφέροντος, ‘ἵνα μηδὲν ἀνάξιον πράξωμεν ἡμῶν αὐτῶν‘· τοῦτο δέ ἐστιν, ἢν μὴ δόξωμεν εἶναι φθονεροί, ὅπερ ἀπὸ τοῦ ἐνδόξου ἐστίν, ἢ μὴ δόξωμεν εἶναι ἀνόητοι. |
| 5.36 | εἶτα τῷ δικαίῳ πάλιν· ‘ἡμεῖς Θηβαίους ἔχειν ἐῶμεν Ὠρωπόν‘, ὅπερ ἐστὶ μέρος τοῦ δικαίου. πρὸς δὲ τὴν ἀντίθεσιν ἅμα ἐστὶ καὶ ἐπίλογος. ἄρχεται γὰρ ὁ ἐπίλογος ἀπὸ τοῦ ‘πρὸς δὲ τοὺς θρασέως ἅπαντα οἰομένουσ‘. Pr Wd 〈τὰ κελευόμενα . |
| 5.37 | .. ποιεῖν〉] ἀνθυποφορά. φησίν· ὀφείλομεν πᾶσι τοῖς προσταττομένοις ὑπακούειν ὥσπερ καὶ νῦν. ἡ δὲ ἀνθυποφορὰ ἥττων μὲν ἀντιθέσεως, μείζων δὲ ἀντιπίπτοντος. AR 〈Καρδιανοὺσ〉] Καρδία πόλις Μιλησίων ἄποικος ἐν Χερρονήσῳ, ἥτις τοὔνομα ἔσχεν ἐντεῦθεν. |
| 5.38 | Ἑρμοκράτους τοῦ Μιλησίου οἰκίζοντος αὐτὴν καὶ θύοντος κόραξ ἁρπάξας τοῦ ἱερείου τὴν καρδίαν ἀφῆκεν εἰς τὴν γῆν, καὶ διὰ τοῦτο κέκληται Καρδία. οὗτοι δὲ οἱ Καρδιανοὶ οὐκ ἐβούλοντο συντελεῖν μετὰ τῶν ἄλλων Χερρονησιτῶν καὶ ὑπακούειν Ἀθηναίοις, ἀλλὰ ἔφησαν ἔξω τῶν ὅρων εἶναι τῶν Ἀθηναίοις προσηκόντων. ἡ γὰρ Χερρόνησος Ἀθηναίων ἦν κτησαμένου αὐτὴν Μιλτιάδου τοῦ Κυψέλου. A 〈τὸν Κᾶρα〉] τὸν τῆς Καρίας λέγει σατράπην τὸν Μαύσωλον. |
| 5.39 | S Βυζαντίους] Βυζάντιόν ἐστιν ἡ νῦν Κωνσταντινούπολις. |
| 5.40 | ἐκλήθη δὲ ἀπὸ Βύζαντός τινος Μεγαρέων ἡγησαμένου τῆς ἀποικίας. Μεγαρέων γὰρ ἄποικοι Βυζάντιοι. S 〈πρὸς ἅπαντασ〉] τῶν μεγίστων, φησί, παρακεχωρηκότες δι’ ἐπιεικείας νυνὶ περὶ φαύλων καὶ σκιᾶς πολεμήσομεν; Pr Wd ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Β 〈ὅταν〉] ἐπιτιμητικὸν τὸ προοίμιον τῆς τῶν Ἀθηναίων ῥαθυμίας· ἔχει δὲ καὶ προσοχήν. |
| 6 1a | F 2 τὸ προοίμιον ἀκατάσκευον διὰ τὸ ὁμολογεῖσθαι ὅτι λέγεται κατὰ ἀδικοῦντος. |
| 6 1b | τὸ δὲ συμπέρασμα ἕως τοῦ (6, 2) ‘χαλεπώτερον εἶναι‘. τὸ δὲ (6, 3) ‘αἴτιον δὲ τούτων‘ αἰτία τοῦ συμπεράσματος καὶ ἐπέκτασις. AR πράττει] πλεονεκτεῖ καὶ ἀδικεῖ. |
| 6.2 | F 2 vp 〈λόγους καὶ δικαίους καὶ φιλανθρώπουσ〉] δικαίους μέν (κατὰ γὰρ Φιλίππου λέγετε ἀδικοῦντος), φιλανθρώπους δέ, ὅτι ἐλεεῖτε τὸ γένος τὸ Ἑλληνικόν. |
| 6.3 | A αἴτιον δὲ] κατασκευὴ τῆς προτάσεως. |
| 6 4a | τούτων δὲ λέγει τὸ αἴτιον τὸ δυστυχῶς ἔχειν τὰ πράγματα· πρὸς γὰρ τὸ ἄνω ἐστί. S κατασκευή. |
| 6 4b | F 2 vp 〈ζητοῦντασ〉] οὐ λέγει τοὺς ἀδικεῖν βουλομένους, ἀλλὰ τοὺς περιγενέσθαι ζητουμένους. |
| 6.5 | S 〈ἡμεῖσ〉] ἤγουν οἱ ῥήτορες. |
| 6.6 | ὡς παρρησίαν δὲ πολλὴν ἔχειν καὶ καλὴν καὶ ἐπαινουμένην τῷ ἀρίστῳ δόξαν, πρὸς ἅπαντας οὐ θαυμαστὸν εἰσενέγκαι καὶ ἑαυτόν· ἤτοι ἵνα τοὺς προδότας ἐλέγξειεν· οἶδε γὰρ ἑαυτὸν παρὰ πᾶσί τοτε εὔνουν εἶναι σφόδρα τῇ πατρίδι. vp 〈ἔπειθ’ ὑμεῖς οἱ καθήμενοι〉] εἰ γὰρ ἀποδεικνύντων ἡμῶν τὴν ἀδικίαν Φιλίππου οὐδὲν πράττεται, ἀποροῦμεν λοιπὸν τί συμβουλεύσομεν. |
| 6.7 | A συμβαίνει δὴ] τὸ συμπέρασμα. |
| 6.8 | F 2 vp εἰκός] ‘εἰκόσ‘ ἐστι τὸ πίστεως ἐχόμενον, ‘ἐοικὸσ‘ δὲ τὸ ἐμφερές. |
| 6.9 | F 2 εἰ μὲν οὖν] τινὲς ἐνόμισαν τοῦτο δεύτερον προοίμιον. |
| 6 10a | οὐκ ἔστι δέ (τῆς γὰρ αὐτῆς ἐννοίας ἐστὶ τοῦ πρώτου προοιμίου), ἀλλὰ μᾶλλον συμπέρασμα τῆς προτάσεως. S τῶν αὐτῶν προοίμιον. |
| 6 10b | A πρῶτον] ἐντεῦθεν τὸ κεφάλαιον ἀπὸ τοῦ συμφέροντος, καὶ τοῦ δικαίου καὶ τοῦ δυνατοῦ μεμιγμένον. |
| 6 11a | AR συμφέρον. |
| 6 11b | S ἵν’ ἐὰν μὲν ἐγὼ δοκῶ] ἐν αἱρέσει αὐτοῖς δίδωσι τὸν πόλεμον, ἐκφυγὼν τὸ ἀποφήνασθαι διὰ τὸ ἄδηλον αὐτοῦ, ἵνα κἂν πταίσῃ ὁ δῆμος αὐτὸν ψηφισάμενος 〈μὴ〉 αἰτιάσηται. |
| 6.12 | A καθ’ ὑμῶν] σημείωσαι τὴν σύνταξιν. |
| 6.13 | πολλάκις ἀντὶ τῆς ‘ὑπὲρ‘ ἐκλαμβάνεται. καὶ γὰρ ὁ θεολόγος ἐν τῷ πρώτῳ τῶν στηλιτευτικῶν (Greg. Naz. or. 4, 6)· ‘κατὰ γὰρ τῶν ἀγωνιζομένων οἱ στέφανοι‘ ἀντὶ τοῦ ‘ὑπὲρ τῶν ἀγωνιζομένων‘. F 4 〈γλίχονται〉] ἄγαν ἐπιθυμοῦσι, διὰ τὸ κοσμεῖσθαι τοὺς λόγους αὐτῶν ἐκ τῆς ὑποθέσεως. |
| 6.14 | A διὸ κἀγὼ παραλείψω] τῇ μὲν ἀληθείᾳ διὰ τὸ μὴ οἰκείως ἔχειν τῇ συμβουλῇ τῶν προγόνων παρεκτείνειν τὰ ἐγκώμια, λέγει δὲ ὅτι ‘κἀγὼ εἷς εἰμι τῶν ἡττηθέντων τοῖς πράγμασι‘. |
| 6.15 | A τοὺς μὲν συστρατεύσαντας] τοὺς Θηβαίους. |
| 6.16 | A τοὺς δ’ οὐκ ἐναντιωθέντας] τοὺς Ἀργείους. |
| 6.17 | A ἀλλὰ νὴ Δία] ἀντίθεσις ἐκ τοῦ δικαίου, ἥτις δυσχερὴς οὖσα εὐφυῶς ἐλύθη παρὰ τοῦ ῥήτορος. |
| 6.18 | ἦν γὰρ αὕτη ὅτι ‘δικαιότερον αἰτοῦντας Θηβαίους ἤπερ Ἀθηναίους προείλετο· ἐκεῖνοι γὰρ τῶν ἀδίκων, οὗτοι δὲ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων φροντίζουσιν‘. λύει οὖν ἐκ τοῦ ὁμοίου, ὅτι εἰ διὰ τοῦτο προκρίνει τοὺς Θηβαίους, πῶς τοῖς Λακεδαιμονίοις ἀφίστασθαι κελεύει τοῦ ἰδίου χωρίου; καίτοι οὕτως ἂν ἐκ τοῦ ὁμοίου ἔδοξε τοῦ δικαίου κατὰ τὸ ἀληθὲς φροντίζειν. S 〈νῦν εἰπεῖν〉] κατὰ συστροφὴν ποιητικόν. |
| 6.19 | Pr ὁ γὰρ Μεσσήνην] μετὰ τὰ Λευκτρικὰ Θηβαῖοι τοὺς Μεσσηνίους τοὺς τῶν Λακεδαιμονίων συμμάχους ἀπέσπασαν, ὅπως ἔχοιεν εἰς τὸν κατ’ αὐτῶν πόλεμον. |
| 6.20 | καὶ ὁ Φίλιππος οὖν συναιρόμενος τοῖς Θηβαίοις τοὺς Λακεδαιμονίους κελεύει ἀποστῆναι τῶν Μεσσηνίων καίπερ ὄντος ἰδίου τοῖς Λακεδαιμονίοις τοῦ κτήματος. τὸ δὲ (14) ‘καλῶσ‘ συντρέχει ἵνα γελοιότερον λύσῃ τὸ δοκοῦν ἰσχυρὸν τυγχάνειν. A Ὀρχομενὸν] οἱ Ὀρχομένιοι καὶ οἱ Κορώνειαν οἰκοῦντες σῳζομένων τῶν Φωκέων ἐλεύθεροι καθ’ ἑαυτοὺς ἦσαν. |
| 6.21 | ἀπολωλότων Φωκέων δέδωκε τοῖς Θηβαίοις ὁ Φίλιππος τὴν Κορώνειαν καὶ τὸν Ὀρχομενὸν οὐ κατὰ τὸ δίκαιον. AR τῶν Θετταλῶν ἱππέων] ἄγαν γὰρ οἱ μὲν Θετταλοὶ ἱππόται εἰσὶν ἄριστοι, οἱ δὲ Θηβαῖοι ὁπλῖται γενναιότατοι. |
| 6.22 | παρὰ γνώμην οὖν, φησί, διὰ τὴν ἀνάγκην πεποίηκε ταῦτα. A πρὸς τοὺς Θηβαίους αὐτὸν ὑπόπτως] οὐκοῦν ἔχθραν καὶ ὑποψίαν ἔχει κατ’ αὐτῶν ὡς βιασθεὶς ὑπ’ αὐτῶν. |
| 6.23 | A 〈Ἐλάτειαν〉] τὴν κατὰ Θηβαίων. |
| 6 24a | λέγουσιν οὖν τινες ὅτι καὶ τὴν Ἐλάτειαν τειχιεῖ Φίλιππος πρὸς τὸν κατὰ Θηβαίων πόλεμον. A Ἐλάτεια μεταξὺ Θηβαίων καὶ τῆς Φωκέων κτήσεως κεῖται. |
| 6 24b | ἔχει δὲ ἐπιτηδείως πρὸς τὴν ἐπιβουλήν. A 〈ἃ καὶ πρὸς Μεσσηνίουσ〉] κατὰ πρεσβείαν ἐξελθὼν πρὸς Ἀργείους ὁ Δημοσθένης συνεβούλευσεν· οὐ πεισθέντες αὐτῷ ἐβλάβησαν τὰ μέγιστα. |
| 6.25 | βούλεται οὖν εἰπεῖν τὴν δημηγορίαν αὑτοῦ, ἵνα πείσῃ τοὺς Ἀθηναίους δι’ ὧν ἤδη τὰ συμφέροντα συνεβούλευσεν, οἷς Ἀργεῖοι πεισθέντες προὐδόθησαν. A Νίκαιαν καὶ Μαγνησίαν ἐδίδου] ταῦτα μὲν ἦν αὐτῶν, εἶχε δὲ αὐτὰ ἀποσπάσας, εἶτα ἔδωκε πρὸς τὸ ἀπατῆσαι αὐτούς, ἵνα δόξῃ φίλος εἶναι. |
| 6.26 | AR οὐδὲν μὴ δεινὸν πάθητε] οὐκ ἔστι τὸ τῶν δύο ἀρνήσεων ἐνταῦθα μίαν συγκατάθεσιν ποιοῦν ὥσπερ ἀλλαχοῦ, ἀλλὰ ἰδίωμα Ἀττικὸν τὸ εἶναι πολλὰς ἀρνήσεις ἐφεξῆς. |
| 6.27 | AR 〈οὐδένα γὰρ βουλοίμην〉] ὥστε φείδομαι καὶ τῶν προδοτῶν διὰ τὴν πόλιν. |
| 6.28 | A ΠΕΡΙ ΑΛΟΝΝΗΣΟΥ 〈ὦ ἄνδρες Ἀθηναῖοι〉] τὸ προοίμιον σχετλιαστικόν. |
| 7 1a | F 2 τὸ προοίμιον κατὰ τὸν Ἑρμογένην ἐκ τῶν ἔξωθεν ἐμφαινομένων. |
| 7 1b | οὐ γὰρ δεῖ διὰ τὰς τοῦ Φιλίππου αἰτίας κωλύεσθαι τοὺς συμβούλους ὑπὲρ τῶν συμφερόντων λέγειν. F 2 στάσις ἄγραφος πραγματική. |
| 7 1c | F 2 δεῖ βαρέως ἀναγινώσκειν τὸ προοίμιον ὡς δυσφοροῦντος τοῦ ῥήτορος ἐπὶ τοῖς γράμμασι Φιλίππου καὶ λέγοντος ὥσπερ ἐν ἤθει πρὸς τοὺς Ἀθηναίους. |
| 7 1d | SR 〈αἱ αἰτίαι〉] τὸ 〈 *** 〉 τῶν λεγομένων οἷον λέγει. |
| 7.2 | ‘αἱ αἰτίαι‘ Ἀττικῶς προαναπέμπει τὸν τόνον, καὶ ὅταν μὲν ἐπὶ †τῶν αὐτῶν μόνων τῶν αἰτιῶν† λέγηται, προπαροξύνεται, ὅταν δὲ ἐπὶ πραγμάτων ἢ πόλεων, παροξύνεται. τοῦτο δέ φησιν, ἐπειδὴ τοῦτο μετὰ τῶν ἄλλων ἐμέμψατο Φίλιππος, ὅτι οὐ δεῖ ὑμᾶς πιστεύειν τοῖς μισοῦσί με παρ’ ὑμῖν καὶ διαβάλλουσιν. SR 〈οὐκ ἔστιν ὅπωσ〉] πρότασις. |
| 7.3 | F 2 〈δεινὸν γὰρ ἂν εἴη〉] κατασκευή. |
| 7 4a | F 2 S ἐντεῦθεν ἡ κατασκευή· ἔοικε δὲ ταῦτα πρὸς τὰ Περσικὰ ἔχειν τὴν ἀναφοράν. |
| 7 4b | διὸ καὶ φθάνει τὸ ‘δεινὸν ἂν εἴη‘. οἷον οὐκ ἐφοβήθησαν αὐτοῦ Δαρείου τὰ γράμματα 〈οὐδ’〉 ἃ ἐπέστελλε Ξέρξης, ἀλλ’ ἀνῄρουν τοὺς ἥκοντας. A 〈ἐγὼ δ’ ὑμῖν〉] προκατασκευὴ ἤτοι προέκθεσις τῶν κεφαλαίων. |
| 7 5a | F 2 ὡς ἐπαύσατο τοῦ προοιμίου, ἦλθεν ἐπὶ τὴν ὑπόθεσιν, πρὸς τὴν χρείαν βραχὺ προοίμιον ἐργασάμενος. |
| 7 5b | A συμπέρασμα. |
| 7 5c | ἀπ’ αὐτοῦ εὐθὺς εἰσβάλλει ἐπὶ τὸ δίκαιον. S ὕστερον δὲ περὶ ὧν οἱ πρέσβεις λέγουσιν] ἐκτὸς γὰρ τῆς ἐπιστολῆς ἔσθ’ ὅτε προστάττουσι τοῖς πρέσβεσι· καὶ πρὸς ταῦτ’ οὖν ἐπαγγέλλεται λέγειν. |
| 7.6 | A 〈Φίλιππος γὰρ〉] πρώτη εἰσαγωγὴ τοῦ κεφαλαίου ἐπὶ τοὺς ἀγῶνας ἀπὸ προτάσεως. |
| 7.7 | F 2 Ἁλοννήσου] ταύτην τὴν νῆσον οὖσαν περὶ τὴν Θρᾴκην Ἀθηναίων ὑπήκοον Σώστρατος λῃστὴς ἐσφετερίσατο· πρὸς ὃν Φίλιππος πολεμήσας ἀπέσπασεν. |
| 7.8 | Ἀθηναῖοι ἔπεμψαν πρέσβεις ἀπαιτοῦντες ὡς ἰδίαν. ἔφησε Φίλιππος, εἰ μὲν βούλονται ὡς δωρεὰν λαμβάνειν, διδόναι, εἰ δὲ μή, οὐκ ἀποδιδόναι. A 〈ἔλεγε δὲ〉] ὑποφορά, ὁ τοῦ ἐναντίου λόγος. |
| 7.9 | F 2 τοῦτον δὲ τὸν λόγον] τρίτη ἀντιπρότασις· ἡ τῆς λύσεως γὰρ ἐπαγγελία. |
| 7.10 | F 2 οὐ χαλεπόν ἐστιν] σημείωσαι ὅτι πάντα τὰ τῆς ἐπιστολῆς τῇ διανοίᾳ λύει ὁ ῥήτωρ· πᾶν γὰρ ῥητὸν τῇ διανοίᾳ λύεται. |
| 7.11 | F 2 〈ἀφελέσθαι〉] ἐνταῦθα ἡ τοῦ κεφαλαίου εἰσαγωγὴ ἐκ τῶν τεσσάρων πεπλήρωται, προτάσεως ὑποφορᾶς ἀντιπροτάσεως λύσεως. |
| 7.12 | F 2 ἅπαντες γὰρ οἱ λῃσταὶ] τετάρτη λύσις ἐκ τῆς τῶν ἐπιχειρημάτων κατασκευῆς. |
| 7.13 | F 2 ὁ δὴ τοὺς λῃστὰς τιμωρησάμενος] καθ’ ὑπόθεσιν ἐκ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. |
| 7.14 | F 2 ἐφέσιμον] ἔφεσις ἡ ἔκκλησις ἡ ἀπὸ σμικροῦ εἰς μεῖζον κριτήριον προκαλουμένη. |
| 7.15 | F 2 vp 〈περὶ Ποτίδαιαν〉] ἔναγχος λαβὼν τὴν Ποτίδαιαν καὶ πολλοὺς τῶν ἐνοικούντων ἀδικήσας, ἵνα τοίνυν μὴ ἐγκαλῶσιν αὐτῷ, πέπομφε περὶ τῶν συμβόλων, δι’ ὧν σπείσεσθαι ἤθελεν, ἵνα διὰ τῶν σπονδῶν λύσῃ τὰ ἐγκλήματα. |
| 7.16 | A οὐδὲν ἐνεκαλεῖτε αὐτῷ ὡς ἀδικούμενοι] σπεισάμενοι αὐτῷ περὶ τῶν συμβόλων, ὡς μηδὲν ἀδικούμενοι δηλονότι· οὐ γὰρ ἂν ἐσπείσασθε. |
| 7.17 | A 〈σύμβολα〉] σύμβολα λέγει τὰς δίκας τὰς περὶ τὰ συμβόλαια τῶν ἐμπόρων. |
| 7.18 | F 2 ἐφ’ ἡμῖν γὰρ ἦν ἡ Μακεδονία] ἀπὸ τῶν Πελοποννησιακῶν ἔλαβεν ὅτι περὶ τὴν Θρᾴκην εἶχόν τινα χωρία, ἀφ’ ὧν καὶ φόρους ἐλάμβανον. |
| 7.19 | συνῆψαν οὖν τῇ Θρᾴκῃ καὶ τὴν Μακεδονίαν πλησίον οὖσαν· ἦσαν γὰρ φίλοι τότε· νῦν δὲ πόλεμος ἐπίκειται. A 〈περὶ δὲ τῶν λῃστῶν〉] ἐπὶ ἄλλο κεφάλαιον μεταβαίνει τῆς ἐπιστολῆς. |
| 7.20 | S 〈διαφθείρειν〉] τὸ διαφθείρειν ἢ λόγοις ἢ χρήμασι. |
| 7.21 | A 〈καὶ μὴ μόνον τοὺς φυγάδας τοὺς παρ’ ἑαυτοῦ εἰς Θάσον κεκομικέναι〉] ἐλεγχθέντες γάρ τινες τῶν Θασίων, ὡς μέλλουσι Φιλίππῳ προδιδόναι τὰ πράγματα, ἐφυγαδεύθησαν ἐκ τῶν πολιτῶν. |
| 7 22a | τούτους ὁ Φίλιππος πείσας τοὺς περὶ τὸν Χάρητα κατήγαγεν. F 2 τὸ δὲ ‘τοὺς παρ’ ἑαυτοῦ‘ ἀντὶ τοῦ ‘τοὺς τὰ αὐτοῦ φρονοῦντασ‘. |
| 7 22b | Pr Wd 〈καίτοι οὔ φασι〉] ἀντίθεσις στοχαστική, ὅτι ‘οὐ βουλήσεται ἄρχειν τῆς θαλάττησ‘. |
| 7.23 | S 〈κατασκευάζεται〉] ἀντὶ τοῦ ‘κατασκευασθῆναι ποιεῖ‘· κυρίως γὰρ ἐπὶ μὲν τοῦ δημιουργοῦ λέγομεν ‘κατασκευάζει‘, ἐπὶ δὲ τοῦ τὰ ἀναλώματα παρέχοντος ‘κατασκευάζεται‘. |
| 7 24a | F 2 vp κυρίως γὰρ ὁ μὲν τεχνίτης κατασκευάζει, ὁ δὲ παρέχων τὰ ἀναλώματα κατασκευάζεται. |
| 7 24b | A 〈νεωσοίκους οἰκοδομεῖται〉] οἴκους γὰρ ἐποίουν εἰς τὸν αἰγιαλόν, ἵνα ἐκεῖσε νεωλκῶσι καὶ μὴ δὴ φθείρωνται τὰ πλοῖα ἢ ὑπὸ ὄμβρου ἢ ὑπὸ καύματος, διὸ νεὼς οἶκοι καλοῦνται. |
| 7.25 | ἰστέον δὲ ὅτι δύο λέξεις εἰσὶ καὶ οὐχ ὥς τινες ὑφ’ ἓν ἀναγινώσκουσι. γενικὴ δὲ οὖσα ‘τῆς νεὼσ‘ ἀκίνητος μένει. ἀεὶ γὰρ πλαγία πτῶσις εὑρισκομένη μετ’ εὐθείας ἀκίνητος μένει. S ὧν οὐδὲν προτιμᾷ] ἀντὶ τοῦ ‘ὧν οὐδὲν φροντίζει‘. |
| 7.26 | F 2 〈οἳ οὐκ αἰσχύνονται〉] κατατρέχει τῶν φιλιππιζόντων. |
| 7.27 | A περὶ δὲ τῆς ἐπανορθώσεως τῆς εἰρήνης] ὁ Φιλοκράτης ἐν τῷ ψηφίσματι γέγραφεν ἑκατέρους ἃ ἔχουσιν 〈ἔχειν〉, χαριζόμενος Φιλίππῳ· πολλὰ γὰρ ἀλλότρια ἡρπάκει. |
| 7.28 | συνέντες Ἀθηναῖοι τοῦτο ἔπεμψαν ἐπανορθώσασθαι τὴν εἰρήνην ὥστε ἔχειν ἑκατέρους τὰ ἑαυτῶν. A 〈εὐδοκίμησεν ὁ Πύθων〉] ὥσπερ νῦν μεμφόμενος τοὺς ῥήτορας ἔγραψε Φίλιππος, οὕτω καὶ ὁ Πύθων τότε τοῖς συμβούλοις δημηγορῶν. |
| 7.29 | ἐπαινεῖ δὲ τὸν Πύθωνα ὅτι εὐδοκίμησε κατὰ τοὺς λόγους τότε (ἦν γὰρ ῥήτωρ ἄριστος) καὶ ἐπειδὴ συμφέρει αὐτῷ· δι’ αὐτοῦ γὰρ ἐλέγχει τὸν Φίλιππον ψευδόμενον. AR Πύθωνα] ἐπηγγέλλετο γὰρ ποιεῖν τὰ δέοντα καὶ ἐπανορθοῦσθαι τὴν εἰρήνην. |
| 7.30 | A 〈ἔλεγε δὲ〉] ἐπίκρισις. |
| 7.31 | F 2 〈τῷ Φιλοκράτους ψηφίσματι〉] τὸ γὰρ Φιλοκράτους ψήφισμα εἶχεν ἑκατέρους ἃ ἔχουσιν ἔχειν. |
| 7.32 | εἶχε δὲ Ἀμφίπολιν ὁ Φίλιππος· οὐκοῦν ἀπώλλυον διὰ τοῦ ψηφίσματος ταύτην. A 〈ἐκπολιορκήσασ〉] ‘πολιορκῆσαι‘ τὸ τοὺς πολεμίους περικαθέζεσθαι τὴν πόλιν ἐπὶ πολύ, ἵνα τοὺς ἔνδον διαφθείροντες λιμῷ οὕτως ἀναγκάσωσιν ἐκδοῦναι ἑαυτούς, ‘ἐκπολιορκῆσαι‘ δὲ τὸ ἀπὸ τῆς πολλῆς καὶ πάνυ πολιορκίας δεσπότας γενέσθαι τῶν πολιορκουμένων. |
| 7.33 | S 〈ἵνα δὴ αὐτόνομοι ὦσιν〉] σημείωσαι, εἰρωνικόν. |
| 7 34a | F 2 Y κατ’ εἰρωνείαν λέγει τὸ ‘ἵνα‘· ἰδοὺ γὰρ τυραννοῦνται τοῖς ὅπλοις. |
| 7 34b | ὁμολογεῖ τοῦτο λόγῳ· τοῖς ἔργοις τἀναντία πράττει. τὰς γὰρ Φερὰς ἐχειρώσατο. A 〈Πανδοσίαν . |
| 7.35 | .. Ἐλάτειαν〉] αὗται αἱ πόλεις ἐν Ἀχαΐᾳ εἰσὶν ἐντὸς Πελοποννήσου. A 〈σφόδρα γε〉] καὶ τοῦτο εἰρωνικόν. |
| 7.36 | F 2 Y 〈περὶ δὲ τῶν ὑποσχέσεων〉] ἄλλο κεφάλαιον τῆς ἐπιστολῆς. |
| 7.37 | ταύτας δὲ λέγει τὰς ὑποσχέσεις δι’ ἃς καὶ ἡ τρίτη πρεσβεία ἐγένετο. S 〈ὡς ἔοικε〉] διὰ τὸ πιθανὸν πρόσκειται τὸ ‘ὡς ἔοικεν‘, ὅτι ὡς φαίνεται ἔξω τῆς οἰκουμένης ὑμῖν δωρήσεται. |
| 7.38 | δεῖξον, φησί, ξένην οἰκουμένην τῷ Φιλίππῳ καὶ τότε δωρεὰν ἕξεις ἀμάρτυρον. A 〈περὶ δ’ ὧν ἐν τῇ εἰρήνῃ〉] ἄλλο κεφάλαιον τῆς ἐπιστολῆς. |
| 7.39 | τῆς δὲ εἰρήνης ἤδη γενομένης καὶ μήπω καὶ αὐτοῦ δόντος τοὺς ὅρκους ἐν τῷ μεταξὺ ἔλαβε χωρία τινὰ τῶν Ἀθηναίων ἐν τῇ Θρᾴκῃ, ἅπερ ἐπιφέρει πείσας τὸν Αἰσχίνην βραδῦναι ἐν τῇ ὁδῷ. S 〈ὥσπερ δὲ ταῦτα ἴσμεν〉] πάρισον. |
| 7.40 | F 2 〈τὸν πρόξενον〉] πρόξενός ἐστιν ὁ προστάτης ἐν τῇ ἑαυτοῦ πόλει ἄλλης πόλεως. |
| 7.41 | A Ἀπολλωνίδῃ τῷ Καρδιανῷ] Καρδία ὄνομα πόλεως, ὥς φησιν Ἡρόδοτος (6, 33)· κεῖται δέ, ὥς φησι Θεόπομπος ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν (FGrHist 115 F 6), τῆς Χερσονήσου κατὰ τὸν μέλανα καλούμενον κόλπον. |
| 7.42 | δύο δὲ ἐγένοντο ἐπίσημοι Ἀπολλωνίδαι, οὗτος ὁ προδότης καὶ ἄλλος τις Ὀλύνθιος, οὗ μέλλει μνησθῆναι ἐν τοῖς ἑξῆς ὡς εὔνου περὶ τὴν πόλιν καὶ μισοφιλίππου. S 〈Ἀγορᾶσ〉] Ἀγορὰ τόπος τῆς Χερρονήσου, καὶ μέχρι τούτου Φίλιππος ὁρίζεται τοῖς Ἀθηναίοις εἶναι Χερρόνησον. |
| 7.43 | τὴν προσηγορίαν ἔλαβεν ὁ τόπος ἐκ τοῦ εἶναι ὅριον καὶ μέτρον τῆς χώρας. AY Πτελεοῦ καὶ Λευκῆς] πόλεων, οὐ δένδρων ὀνόματα. |
| 7.44 | A 〈ἀμμορίησ〉] κατὰ στέρησιν τοῦ μορίου. |
| 7 45a | F 2 Y ἀντὶ τοῦ ‘ὁ Ζεὺς ὁ τῆς ἀμμορίησ‘ ὁ μετέχων τῶν δύο ὅρων ὁμοῦ τῶν τῆς Χερρονήσου καὶ τῆς Θρᾴκης. |
| 7 46b | διὰ γὰρ τοῦτο ἀμορίαν αὐτὸν ἐκάλεσεν. S ἐγκτήματα] κτῆμα ἐγκτήματος διαφέρει. |
| 7.47 | κτῆμα μὲν γάρ ἐστι κυρίως, ὅταν τις ἐν οἰκείᾳ γῇ κτήσηταί τι χωρίον, ἔγκτημα δὲ ὅταν ἐν ἀλλοτρίᾳ γῇ τις κτήσηταί τι χωρίον, ὥσπερ καὶ Φωκεῖς καὶ Θετταλοὶ ἐδικάζοντο περὶ τοῦ ἱεροῦ καὶ Καρδιανοί, ὅτι ἡμετέρα ἐστὶν ἡ γῆ. F 2 Yvp 〈Κάλλιππον Παιανιέα〉] ῥήτωρ ἦν Ἀθηναῖος. |
| 7.48 | F 2 Y 〈καὶ ἐμοῦ γ’ αὐτὸν γραψαμένου〉] παραγραφικῶς λύει ἀπὸ χρόνου. |
| 7.49 | S 〈ἆρ’ οὐ μεγάλα〉] σημείωσαι, εἰρωνικόν. |
| 7.50 | F 2 〈καὶ ταύτην〉] κατὰ χλευασίαν ἀναγνωστέον. |
| 7.51 | F 2 Y 〈ἐκεῖνος μὲν〉] ἐντεῦθεν ὁ ἐπίλογος. |
| 7.52 | F 2 Y ΠΕΡΙ ΤΩΝ ΕΝ ΧΕΡΡΟΝΗΣΩΙ Τινὲς ἐνόμισαν τὸν λόγον δικανικοῦ εἴδους, λέγοντες ὅτι ἀπολογίαν ἔχει Διοπείθους καὶ κατηγορίαν Φιλίππου. |
| 8.1 | ὁ δὲ Ἐπιφάνιος ὁ τεχνικὸς συμβουλευτικοῦ λέγει αὐτὸν εἴδους εἶναι, ἐπειδή, φησι, τῆς κατηγορίας πλείονα τὴν συμβουλὴν ἔχει. τὸ δὲ ἀληθέστερόν ἐστιν οὕτως· εἰ ἦν παρεστηκὼς ὅ τε κατηγορούμενος καὶ ὁ διώκων, καλῶς ἂν ὡς ἐν δικαστηρίῳ καὶ κρίσει αὐτῶν ὄντων ἐλέγομεν εἶναι τὸν λόγον εἴδους δικανικοῦ· ἀλλ’ ἐπειδὴ οὔτε δικαστήριον ἦν οὔτε Διοπείθης παρῆν οὐδὲ Φίλιππος, ἀλλ’ ὁ ῥήτωρ προσκοπῶν οὔτε τὴν ἀπολογίαν Διοπείθους οὔτε τὴν κατηγορίαν Φιλίππου, ἀλλὰ τῆς πόλεως τὸ συμφέρον συνεβούλευσε, καλῶς ἂν τὸν λόγον εἴποιμεν εἴδους εἶναι συμβουλευτικοῦ. F 2 Y ( → 4a) Ἐν τούτῳ τῷ λόγῳ καταφέρεται μὲν τῶν ῥητόρων, ὑπεραπολογεῖται τοῦ Διοπείθους, συμβουλεύει κινῆσαι τὸν κατὰ Φιλίππου πόλεμον. |
| 8.2 | κεφάλαια δὲ τὸ συμφέρον καὶ τὸ δυνατὸν 〈συγ〉γράφει. S Οὗτος ὁ Διοπείθης πατὴρ ἦν Μενάνδρου τοῦ κωμικοῦ· ὁ δὲ Μένανδρος φίλος ἦν Δημοσθένους δι’ ὃν ὑπὲρ Διοπείθους βουλεύεται. |
| 8.3 | F 1 κληρούχους] γεωργούς, παροίκους. |
| 8.4 | κληροῦχοι γὰρ καλοῦνται καὶ οἱ ἀποστελλόμενοι πάροικοι καὶ ὁ κληρουχῶν καὶ μερίζων αὐτοῖς τὴν γῆν. vpPrRWd 〈ἔδει μὲν〉] τὸ προοίμιον ἀπὸ συστάσεως τοῦ οἰκείου προσώπου. |
| 8 5a | ἐπεὶ γὰρ τοῦ μὲν κατηγορεῖ, τοῦ ἑτέρου δὲ ὑπεραπολογεῖται, τὴν ὑποψίαν ἀποκρούεται τῆς τε ἔχθρας καὶ τῆς εὐνοίας διὰ τῆς πρὸς ἑτέρους εἰσηγήσεως. F 2 Y ἔστι δὲ τὸ προοίμιον ἐξ ἐπιτιμήσεως τῶν κατὰ Διοπείθους λεγόντων. |
| 8 5b | εὔνοιαν δὲ τὸ προοίμιον ἀπεργάζεται. δύο δὲ ὄντων εὐνοίας τόπων, ἢ ἑαυτὸν συστῆσαι ἢ τὸν ἀντίδικον διαβαλεῖν, ἀπὸ κοινότητος αὐτὸ ἔλαβε· διὰ δὲ τοῦ λέγειν ‘ἄλλως τε καὶ περὶ τῶν κοινῶν‘ προσοχὴν τίκτει τοῖς ἀκούουσιν. F 2 Y 〈μήτε πρὸς ἔχθραν〉] διὰ τὸν Διοπείθην λέγει, τὸ ‘πρὸς χάριν‘ διὰ Φίλιππον. |
| 8.6 | A 〈ἄλλως τε καὶ〉] κατασκευὴ τοῦ προοιμίου. |
| 8.7 | Y ἐπειδὴ δ’ ἔνιοι] ‘ἔνιοι‘ συμπέρασμα· ὁ δὲ Ἑρμογένης ἀνταπόδοσιν λέγει αὐτό. |
| 8 8a | F 2 Y ἡ εἰσβολή· ὅτι καὶ μάλιστα πρὸς τὸ συμφέρον χρὴ δημηγορεῖν. |
| 8 8b | A ἡ κατασκευή· ὅτι καὶ μάλιστα πρὸς τὸ συμφέρον δεῖ δημηγορεῖν. |
| 8 8c | R 〈ἡ μὲν οὖν σπουδὴ〉] τοῦτο τὸ δεύτερον προοίμιον ἐκ τοῦ πράγματος. |
| 8 9a | F 2 Y δεύτερον προοίμιον ἐκ διαβολῆς τῶν φιλιππιζόντων. |
| 8 9b | YR προοίμιον δεύτερον. |
| 8 9c | A 〈ἐγὼ δ’ ὅσα〉] ἡ κατασκευὴ τοῦ προοιμίου. |
| 8 10a | F 2 YA προκατασκευή. |
| 8 10b | Pr 〈περὶ τούτων〉] συμπέρασμα. |
| 8.11 | Pr 〈πολλὰ δὲ〉] εἰσβάλλει εἰς τὸ κεφάλαιον τὸ συμφέρον. |
| 8 12a | A εἰσβολὴ ἐπὶ τὸ συμφέρον κεφάλαιον. |
| 8 12b | Y 〈τοὺς κληρούχουσ〉] οὐκ εἶπε ‘τοὺς στρατιώτας τοὺς μετὰ Διοπείθουσ‘, ἀλλὰ ‘τοὺς κληρούχουσ‘ οἵτινες εἰρηνικοί εἰσι. |
| 8.13 | Y 〈ἀλλὰ νὴ Δία〉] ἄλλο μέρος τοῦ δικαίου, ὅτι ξένοι μετὰ Διοπείθους περικόπτοντες τὰ πλοῖα καὶ βλάπτοντες ἀδικοῦσιν. |
| 8.14 | A 〈τί ποιήσομεν〉] κατ’ ἐρώτησιν. |
| 8.15 | Y 〈ἀλλ’ ἐνθένδε βοηθήσομεν〉] ἀντιστοχαστικὸν καὶ περὶ μέλλοντος. |
| 8.16 | Y 〈ἂν δ’ ὑπὸ τῶν πνευμάτων〉] ἀντίθεσις στοχαστική. |
| 8.17 | PrWd 〈τούτου〉] περὶ μέλλοντος καὶ ἀδήλου πράγματος. |
| 8.18 | Y 〈ὥραν τοῦ ἔτουσ〉] τοῦ θέρους. |
| 8.19 | vp 〈Χαλκίδα〉] πόλις μία τῆς Εὐβοίας. |
| 8.20 | Yvp Ὠρεὸν] πόλις καὶ αὕτη τῆς Εὐβοίας. |
| 8.21 | Y 〈βασκαίνειν〉] οὐ φθονεῖν, ἀλλὰ μέμφεσθαι καὶ συκοφαντεῖν. |
| 8.22 | δύο γὰρ σημαίνει τὸ ‘βασκαίνειν‘ παρὰ τοῖς παλαιοῖς. Y 〈εἰ γάρ τισ〉] ἀποστροφὴ πρὸς Φίλιππον. |
| 8.23 | Y 〈εὐσθενεῖν〉] εὐτυχεῖν καὶ φιλεῖσθαι παρ’ ὑμῶν. |
| 8.24 | Y 〈ἐξετάσαι〉] κρίνειν πῶς ἔχει τὰ πράγματα. |
| 8.25 | Y 〈αὐτοῖσ〉] τοῖς πράγμασιν. |
| 8.26 | Y 〈οὔτε χρήματα〉] σημείωσαι, κατὰ κῶλον ἐπαναφορὰ τὸ ‘οὔτε‘. |
| 8.27 | F 2 Y 〈τὰ ἡμέτερα αὐτῶν πράττειν〉] ἀντὶ τοῦ ἡσυχάζειν καὶ μὴ πολυπραγμονεῖν περὶ ἀρχῆς καὶ ἡγεμονίας τῶν Ἑλλήνων. |
| 8.28 | Y 〈λέγοντασ〉] οἷον τοὺς λέγοντας ὅτι ‘ἔθος ἐστὶ τῇ πόλει καὶ τοῖς προγόνοις ἡμῶν τὸ σῴζειν τοὺς κινδυνεύοντας καὶ προίστασθαι τῆς Ἑλλάδος καὶ ἐναντιοῦσθαι τυράννοισ‘· ‘ἐν δὲ τοῖς ἔργοις τοῖς ἐναντιουμένοισ‘ ἐκείνοις τοῖς λέγουσιν ὡς ὅτι δεῖ προκινδυνεύειν τῶν Ἑλλήνων ‘συναγωνιζόμεθα‘. |
| 8.29 | Y 〈εἰ γὰρ μήτε εἰσοίσετε〉] κατὰ κῶλον καὶ κόμμα ἐπαναφορά. |
| 8.30 | F 2 Y 〈πάντες ὅσοι πώποτε〉] σημείωσαι, ὑπερβατὸν δέ ἐστι κατὰ παρένθεσιν, ὅ ἐστιν ἐπεμβολή. |
| 8.31 | F 2 Y 〈ἢ ἐγὼ πάσχειν〉] τὸ ‘ἢ‘ ἀντὶ τοῦ ‘ἐπεί‘· ἐπεὶ εἰ μὴ οὕτως ἔχει τὸ πρᾶγμα ὡς λέγω, προτιμῶμαι. |
| 8.32 | Yvp 〈λαμβάνουσι〉] ἡ ἐπαναστροφὴ σχῆμα τοῦ κάλλους ποιητικόν, ἀλλὰ τοῦ κομματικοῦ. |
| 8.33 | R 〈καὶ διδόασιν〉] ὑπερβατὸν κατὰ ἔννοιαν, μέσον ἔχον τὴν αἰτίαν. |
| 8.34 | F 2 Y 〈παραπέμπεσθαι〉] οἱονεὶ προπέμπεσθαι καὶ σῴζεσθαι. |
| 8.35 | Y 〈τὰ τοιαῦτα〉] ἀντὶ τοῦ ‘διὰ ταῦτα‘. |
| 8.36 | Y 〈πόθεν γὰρ οἴεσθε〉] ὑπερβατὸν καθ’ ὑπέρθεσιν. |
| 8.37 | F 2 Y 〈ἐκ τοῦ οὐρανοῦ〉] σχετλιάζοντος τὸ ῥῆμα. |
| 8.38 | Yvp 〈διάγει〉] οὐ τρυφᾷ, ἀλλὰ μόλις διατρέφεται. |
| 8.39 | Yvp 〈τοῦτ’ εἰσὶν οἱ λόγοι〉] ἀντὶ τοῦ ‘εἰς τοῦτο συντείνουσιν οἱ λόγοι‘. |
| 8.40 | Yvp 〈μέλλει πολιορκεῖν〉] καθ’ ὁμοιότητα λέξεως δεύτερον εἶδος τῆς κατὰ λέξιν δριμύτητος, ‘μέλλει‘ καὶ ‘μέλει‘. |
| 8.41 | F 2 Y 〈ὑπερβολὴ μανίασ〉] καὶ γὰρ τῆς μεγίστης ἀνοίας ἔργον τὸ κατὰ τῶν ἰδίων πολιτῶν στρατιώτας τρέφειν. |
| 8.42 | Y εἰσαγγελία] ἐμφανισμός, μήνυσις. |
| 8.43 | F 2 Yvp 〈θορυβεῖτε〉] ἀντὶ τοῦ ‘συντίθεσθε αὐτῷ ὡς ἀληθεύοντι‘. |
| 8.44 | F 2 Y 〈αἴτιον δὲ〉] ὑπερβατὸν κατὰ παρένθεσιν. |
| 8.45 | F 2 Y 〈παρεσκευάκασιν〉] προσώπου ὑποβολὴ τὸ σχῆμα. |
| 8.46 | Y 〈φέρε〉] ἠθοποιία. |
| 8.47 | vp 〈παρείκατε〉] οἱ Βοιωτοὶ τὸ η εἰς τὸ ει τρέπουσι. |
| 8.48 | Y 〈ἀπογενομένου τἀνθρώπου〉] σχεδὸν εἰπεῖν ‘τελευτήσαντοσ‘. |
| 8.49 | Y 〈ἀλλ’ ἐκεῖνοσ〉] τὸ σχῆμα ἀντίθετον, οἷον ὑμεῖς οἴκοι, ἐκεῖνος ἀποδημῶν. |
| 8.50 | Y 〈ἐν Εὐβοίᾳ κατέστησε〉] ἐν τῇ Ἐρετρίᾳ Κλείταρχον, ἐν 〈τῷ〉 Ὠρεῷ Φιλιστίδην. |
| 8.51 | Y 〈ἐπὶ Σκιάθῳ〉] Σκίαθος δὲ νῆσος πλησίον Εὐβοίας, ὑπήκοος Ἀθηναίων. |
| 8.52 | Y 〈ποιεῖτε〉] τὸ ῥαθυμεῖν καὶ ἀργεῖν. |
| 8.53 | Y τὰ νῦν βεβιασμένα] τὰ ἔθνη τὰ νῦν ὑπ’ αὐτοῦ κατεχόμενα. |
| 8.54 | Y ἀρχὴν] τὴν τυραννικήν, οὐ τὴν ἔννομον δηλονότι. |
| 8.55 | Y 〈οὐ κακῶσ〉] σημείωσαι, ἐπίκρισις. |
| 8.56 | F 2 Y 〈καὶ ὅπου τισ〉] πάλιν εἰς Διοπείθην αἰνίττεται, ὅτι ἐν τῇ Θρᾴκῃ αὐτὸν ἀμυνεῖται. |
| 8.57 | Y 〈Δρογγίλον καὶ Καβύλην〉] χωρία Θρᾳκικὰ εὐτελῆ περὶ τὸν Στρυμόνα καὶ τὴν Ἀμφίπολιν. |
| 8.58 | Y τῶν ἀργυρίων] τὸ Λαύριον φησί· τόπος γάρ ἐστιν ἐν Ἀθήναις ἔνθα ἄργυρος τίκτεται. |
| 8.59 | Yvp μελινῶν] τὴν κέγχρον φησίν· ἄλλοι δὲ ὅμοιον κέγχρῳ. |
| 8 60a | F 2 Y κέγχρον. |
| 8 60b | vp 〈σιροῖσ〉] τοὺς θησαυροὺς σιροὺς ἐκάλουν οἱ Θρᾷκες καὶ οἱ Λίβυες, ἃ νῦν φοσσία ἰδιωτικῶς. |
| 8 61a | Yvp σιροῖς] τὰ κατάγεια. |
| 8 61b | Θεόπομπος (F Gr Hist 115 F 349) καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ (fr. 254 N. 2 ) ‘σιροὶ κριθῶν‘. οἶμαι δὲ λέγειν αὐτὸν φοσσία. F 2 〈τὴν σώσουσαν〉] τὴν μετὰ Διοπείθους. |
| 8.62 | Pr 〈βοηθείαισ〉] ταῖς μερικαῖς καὶ κατὰ καιροὺς γινομέναις στρατείαις. |
| 8.63 | S 〈εἰ δέ τῳ δοκεῖ〉] ἀντίθεσις ἀπὸ τοῦ δυνατοῦ. |
| 8.64 | Y ἀναδυόμεθα] ἀντὶ τοῦ ‘χωριζόμεθα τοῦ πράττειν καὶ ἐκφεύγομεν τοὺς πόνουσ‘, ἀπὸ μεταφορᾶς τῶν ὑποζυγίων τῶν ἀποδυομένων καὶ φευγόντων ὑποδῦναι τὸν ζυγόν. |
| 8.65 | Y 〈οὔτε λέγειν ἄξιον〉] συμφώνως τῷ Θουκυδίδῃ (1, 122)· ‘ὃ καὶ λόγῳ ἐνδοιασθῆναι αἰσχρὸν τῷ Πελοποννήσῳ‘. |
| 8.66 | Y 〈καταπολιτεύονται〉] καθ’ ὑμῶν πολιτεύονται. |
| 8.67 | PrWd τινὲς] ὁ Δημοσθένης· οὕτως γὰρ ἔλεγον τινές. |
| 8.68 | Y 〈ἀναβάλλουσι〉] ἀντὶ τοῦ ‘ἀναβάλλεσθαι καὶ ὑπερτίθεσθαι ποιοῦσιν‘. |
| 8.69 | Yvp κωλύειν] τὸ ὑπερβατόν, ἵνα ᾖ· καὶ κωλύειν τὸ διαρπασθῆναι τὰ χρήματα διὰ τὸ φύλακάς τινας τάξαι δι’ ὧν σωθήσεται. |
| 8.70 | Y 〈αὐτὸ τοῦτο〉] ἀντὶ τοῦ ‘καὶ κατὰ τοῦτο‘. |
| 8.71 | Y 〈εἰ τὰ μὲν χρήματα〉] ἀντίθετον τὸ σχῆμα· ἐκεῖ χρήματα, ἐνταῦθα τὴν Ἑλλάδα, κἀκεῖ ἀδήλως εἰ διαρπασθήσεται, ἐνταῦθα δὲ φανερῶς, κἀκεῖ μόριον, ἐνταῦθα πᾶσαν. |
| 8.72 | Y ἡ διαδικασία] τὸ φιλονεικεῖν καὶ διαμφισβητεῖν λόγοις· διαδικασία οὖν ἡ φιλονεικία. |
| 8 73a | κυρίως δὲ διαδικασία ἐστὶν ἡ ἐπὶ χρημάτων ἀμφισβήτησις· ἐνταῦθα δὲ κατεχρήσατο. F 2 Y ἡ διαδικασία] διαδικασία ἢ φιλονεικεῖν· κυρίως δὲ ἡ ἐπὶ χρημάτων ἀμφισβήτησις ἐν λόγοις. |
| 8 73b | vp 〈ἀποτυμπανίσαι〉] ῥοπάλοις ἀνελεῖν. |
| 8 74a | Pr ἀνελεῖν. |
| 8 74b | vp Ποτίδαιαν] τὴν Κασάνδρειαν. |
| 8.75 | Yvp 〈ὑπάγει〉] ἀπατᾷ. |
| 8.76 | Yvp τὴν Βοιωτίαν] διὰ τοῦ περιποιῆσαι αὐτοῖς Ὀρχομενὸν καὶ Κορώνειαν· οὐκ ἔχοντες γὰρ καὶ ταῦτα ὑπακούοντα μετὰ τῶν Βοιωτῶν ἐδόκουν μὴ πάσης ἄρχειν Βοιωτίας. |
| 8.77 | Y 〈πολέμου〉] τῶν Φωκέων. |
| 8.78 | Y 〈οὐκ ἦν ἀσφαλὲσ〉] σχῆμα τοῦ περὶ ἐπιμελείας καὶ κάλλους, τὸ λεγόμενον ἡ κατὰ κῶλον ἐπαναφορά. |
| 8.79 | F 2 Y τοὺς τυράννους] τοὺς Ἀλευάδας. |
| 8.80 | F 2 Y 〈οὐδὲν ἂν τούτων εἴποιμι〉] τὸ κατὰ παράλειψιν σχῆμα. |
| 8.81 | PrWd 〈προάγεσθαι〉] ἀντὶ τοῦ προάγειν· παθητικὸν ἀντὶ ἐνεργητικοῦ. |
| 8.82 | Y 〈ἐν κεφαλαίῳ〉] ἀνακεφαλαίωσις. |
| 8.83 | F 2 〈παρὰ πάντα〉] πάντα ὅσα ἂν δύνωνται τῇ πόλει. |
| 8.84 | S ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Γ 〈πολλῶν, ὦ ἄνδρεσ〉] τοπικὴν καταδρομὴν ἔχει Φιλίππου τὸ προοίμιον· σχῆμα τοῦ ἐκ πλαγιασμοῦ τέμνοντος τὸν λόγον. |
| 9 1a | Y τὸ προοίμιον ἐκ τοῦ κατηγορουμένου· καταδρομὴν γὰρ ἔχει Φιλίππου καὶ ἔχει καὶ ἐπιτίμησιν, ἔστι δὲ καὶ τόπος εὐνοίας. |
| 9 1b | F 2 Y πρότασις. |
| 9 1c | F 2 〈ὀλίγου δεῖν〉] παρὰ μικρὸν καὶ σχεδὸν εἰπεῖν· οὐδὲ γὰρ ἀεὶ περὶ Φιλίππου ἐκκλησιάζουσιν, ἀλλὰ καὶ περὶ ἄλλων πραγμάτων. |
| 9.2 | διὸ ἐκόλασεν αὐτό. R 〈καὶ πάντων〉] κατασκευή. |
| 9.3 | F 2 Y φησάντων] ἀντὶ τοῦ ψηφισαμένων. |
| 9.4 | F 2 Yvp 〈τῆς ὕβρεωσ〉] οὐκ εἶπεν ‘ἀδικίασ‘ ἢ ‘πλεονεξίασ‘, ἀλλ’ ‘ὕβρεωσ‘, ὃ παρ’ Ἀθηναίοις οὐδὲ τοῖς δούλοις ἀνεκτόν. |
| 9.5 | F 2 Yvp προειμένα] προδεδομένα. |
| 9.6 | F 2 Yvp εἰ καὶ λέγειν] δεύτερον προοίμιον ἐκ τοῦ ἐναντίου· τὸ δὲ σχῆμα ὡς ἐν ὑποθέσει. |
| 9 7a | F 2 Yvp πρότασις. |
| 9 7b | F 2 Yvp 〈πολλὰ μὲν οὖν ἴσωσ〉] αἰτία τῆς προτάσεως. |
| 9 8a | Y κατασκευή. |
| 9 8b | F 2 Y ὧν τινὲς] τῶν προδοτῶν οἱ ἀναισχυντότεροι. |
| 9.9 | Y ἕτεροι δὲ] τοὺς κατηγόρους Διοπείθους αἰνίττεται. |
| 9.10 | Y 〈αἱ δὲ τοιαῦται〉] συμπέρασμα τοῦ προοιμίου. |
| 9.11 | F 2 Y ἀξιῶ δ’ ὑμᾶς] εἰσβολὴ ἐντεῦθεν ἐπὶ τὸ συμφέρον· τὸ δὲ σχῆμα προδιόρθωσις. |
| 9 12a | Y τρίτον προοίμιον, μᾶλλον δὲ εἰσβολὴ τῶν ἀγώνων καὶ προθεραπεία. |
| 9 12b | F 2 Y ἀξιῶ] ἄξιον νομίζω. |
| 9.13 | vp 〈ἐξεληλάκατε〉] τὴν παρρησίαν δηλονότι. |
| 9.14 | Yvp 〈εἰ μὲν οὖν καὶ νῦν〉] ἐντεῦθεν τὸ συμπέρασμα. |
| 9.15 | ἄλλοι δὲ εἰσβολὴν τῶν ἀγώνων ἀπὸ τοῦ ‘εἰ μὲν οὖν‘. F 2 Y 〈εἰ μὲν οὖν ἅπαντεσ〉] εἰσβολὴ τῶν ἀγώνων. |
| 9 16a | F 2 ἀρχὴ τοῦ συμφέροντος. |
| 9 16b | Y ἀτόπως] πονηρῶς καὶ κακῶς τὴν γνώμην. |
| 9.17 | Yvp 〈ἔνιοι〉] τῶν ἀκροατῶν. |
| 9.18 | Y 〈εἰ δέ τις ταύτην〉] ἀντιπῖπτον λύει· ἀπαρίθμησις τὸ σχῆμα. |
| 9.19 | Y προρρήσεως] ἐκ προαγορεύσεως φανερᾶς. |
| 9 20a | Y ἐκ τοῦ προειπεῖν. |
| 9 20b | S σκευωρούμενον] κατὰ μικρὸν ὑφαντοποιούμενον. |
| 9.21 | S 〈εἰ μὴ〉] τὸ κατὰ συστροφὴν σχῆμα. |
| 9 22a | Y σημείωσαι, ἐκ παρονομασίας· δριμεῖα λέξις. |
| 9 22b | F 2 Yvpvk ὁ γὰρ οἷς] περίοδος κατ’ εὐθεῖαν. |
| 9.23 | F 2 Yvp τίσιν οὖν ὑμεῖς] ἀντὶ τοῦ ‘διὰ τίνων‘· εἰ μὴ διὰ τούτων φησὶ τῶν ἀναγκαίων ἡγεῖσθαι κινδυνεύειν. |
| 9.24 | Y 〈εἶτα τὸν〉] δριμεῖα λέξις. |
| 9.25 | F 2 Y 〈ἀλλ’ ἀφ’ ἧς ἡμέρασ〉] ἀνέμνησεν αὐτοὺς λυπηροῦ διηγήματος. |
| 9.26 | Y τετυφῶσθαι] μεμηνέναι, ἀπὸ Τυφωέως τοῦ ἀντάραντος πόλεμον πρὸς τοὺς θεούς· μανίας γὰρ τοῦτο σημεῖον· ὅθεν καὶ τετυφωμένον ἄνθρωπον καλοῦμεν τὸν ἀλαζόνα καὶ μεῖζον ἢ προσῆκε φρονοῦντα. |
| 9 27a | τινὲς δὲ τὸ ‘τετυφῶσθαι‘ ἀπὸ τοῦ τύφειν, ὅ ἐστι σκοτοῦσθαι τοὺς ὀφθαλμοὺς ἀπὸ καπνοῦ· σκοτοῦται δὲ καὶ ὁ ἀνούστατος τὴν διάνοιαν. Yvp ἐξηχεῖσθαι καὶ μαίνεσθαι. |
| 9 27b | vpS 〈μᾶλλον δὲ〉] ἡ ἐπιδιόρθωσις· οὐδὲ γὰρ οἱ νῦν Ἀθηναῖοι ἐποίησαν ἃ ἐπιφέρει. |
| 9.28 | Yvp 〈πλεονάζειν〉] πλεονεκτικῶς περιφέρεσθαι. |
| 9.29 | vp ἐπιπολάζει] ἀντὶ τοῦ ‘πλεονάζει τοῖς ἀδικήμασιν‘, ἀπὸ μεταφορᾶς τοῦ πλεονάζοντος ὕδατος, ὅταν ὑπεραίρηται καὶ ὑπερεκχῆται πλέον τοῦ μέτρου. |
| 9.30 | Yvp 〈τὰς πόλεισ〉] ὧν ἦρχέ ποτε Ἀχιλλεὺς καὶ Φιλοκτήτης, Πρωτεσίλαος, Ποδαλείριος. |
| 9.31 | Y 〈καὶ οὐ γράφει μὲν ταῦτα〉] ὅρα τὴν τῶν σχημάτων ποικιλίαν. |
| 9.32 | F 2 〈ἀλλ’ ἐφ’ Ἑλλήσποντον〉] τὸ σχῆμα ἐπιτροχασμός. |
| 9.33 | S 〈διορωρύγμεθα〉] κατεσκάμμεθα, λελῃστεύμεθα. |
| 9.34 | S 〈Ἡράκλεισ〉] ἐπίφθεγμα θαυμαστικόν· τὸ δὲ ‘Ἥρακλεσ‘ κλητικῆς πτώσεως. |
| 9.35 | A 〈καίτοι τί τῆσ〉] πνεῦμα. |
| 9.36 | F 4 〈εἰς Πορθμὸν〉] Πορθμὸς ἐπίνειον τῆς Ἐρετρίας· ὁμωνύμως δὲ ἐκλήθη τῷ πελάγει τῷ μεταξὺ αὐτοῦ καὶ Ἀθηνῶν. |
| 9.37 | Y Ναύπακτον] Ναύπακτος ἐκλήθη ἀπὸ τοῦ τοὺς Ἡρακλείδας μέλλοντας κατελθεῖν ἐπὶ τὴν Πελοπόννησον ἐκεῖ πήξασθαι καὶ κατασκευάσαι τὰς ναῦς. |
| 9.38 | Yvp 〈Ἐχῖνον〉] Ἐχῖνος δὲ πόλις, Θηβαίων μὲν ἄποικος, πλησίον δὲ Θετταλίας, ἀπὸ Ἐχίνου ἑνὸς τῶν Σπαρτῶν. |
| 9.39 | Yvp 〈λελύμανται〉] τοῦτο καὶ τὰ Ῥωμαίων ἐλυμήνατο πράγματα· καὶ εἰ μὴ παύσεται, οἴχοιτ’ ἂν πάντῃ καὶ διαφθαρείη, μᾶλλον δ’ ἤδη διέφθαρται. |
| 9.40 | S 〈ἐκπέπραται〉] ἐπίτασιν τὴν ‘ἐκ‘ πρόθεσιν ἔχει, ἀντὶ τοῦ ‘σφόδρα καὶ πάνυ πέπραται‘. |
| 9.41 | A 〈ζῆλοσ〉] ἀντὶ τοῦ ‘μακαρίζεται‘ φησὶν ‘ὁ προδότησ‘. |
| 9.42 | ἐπὶ γὰρ τοῦ φθόνου ζηλοτυπία λέγεται. A 〈γέλωσ〉] ἀντὶ τοῦ γελᾶται ὡσπερεὶ μωρός, ἂν ὁμολογήσῃ ὅτι ἔλαβέ τι παρὰ τῶν πολεμίων. |
| 9.43 | A 〈ἄν τις τούτοις ἐπιτιμᾷ〉] μισεῖται παρ’ ἡμῖν ὁ ἐπιτιμῶν τῷ προδότῃ ὡς κωλύων τὸν γέλωτα. |
| 9.44 | A 〈ἄτιμοσ〉] ἄτιμον ἐνταῦθα λέγει οὐ τὸν μὴ μετέχοντα τιμῆς, ἀλλὰ τὸν ἀτιμώρητον, ἵνα, ἐάν τις αὐτὸν φονεύσῃ, μηδεμία τιμωρία γένηται ὑπὲρ αὐτοῦ τελευτήσαντος κατὰ τοῦ φονεύσαντος αὐτόν. |
| 9.45 | A 〈τί τὸ ἀξίωμα〉] ἀντὶ τοῦ ‘διὰ τί ταῦτα ἠξίουν ποιεῖν;‘ A 〈ὑπὲρ ὧν ἂν〉] ὑπέρ τινων πραγμάτων [φόνου] δικάζεσθαι παρέχονται φόνου δίκας ἐὰν φονεύσῃ· ἔστι γάρ τινα πράγματα ἔνθα ὁ ποιήσας οὐ τιμωρεῖται. |
| 9.47 | A 〈εὐαγέσ〉] εὐσεβές· ἄγος γὰρ ἐκ τοῦ ἐναντίου τὸ ἀκάθαρτον. |
| 9.48 | A ἄτιμος] ἀτιμώρητος. |
| 9.49 | Yvkvp 〈δωροδοκοῦντασ〉] ἐπὶ τῶν δεχομένων δῶρα λέγεται ἡ λέξις, οὐκέτι μέντοι καὶ ἐπὶ τῶν παρεχόντων· ἔστι γὰρ δωροδόκος οἱονεὶ δωροδόχος τις ὤν. |
| 9.50 | A 〈στηλίτασ〉] στηλίτας ἐποίουν τοὺς δωροδοκοῦντας, ἀντὶ τοῦ ‘ἐνέγραφον αὐτοὺς ἐν ταῖς στήλαισ‘. |
| 9 51a | τοῦτο δέ ἐστιν· ἐποίουν δημοσίας αὐτῶν τὰς τιμωρίας διὰ τῶν γραμμάτων ὧν ἔγραφον ἐν ταῖς στήλαις. A εἰς στήλην χαλκῆν. |
| 9 51b | vk 〈πρὸς τὰ τοιαῦτ’〉] πρὸς τὸ τιμωρεῖσθαι αὐτούς. |
| 9.52 | A 〈τὴν ὡραίαν αὐτὴν〉] κατὰ τὸν καιρὸν τοῦ θέρους. |
| 9.53 | F 2 Yvp 〈ἀρχαίωσ〉] οὐ παλαιῶς, ἀλλ’ ἀφελῶς καὶ χωρὶς πανουργίας. |
| 9.54 | Y πολιτικῶς] δικαίως, μὴ χρήμασιν ὠνούμενοι τὰ πράγματα. |
| 9.55 | Y 〈ἐκτραχηλισθῆναι〉] ἐκ τραχήλων ἐκπεσεῖν, τῶν ἐλπίδων ἐκπεσεῖν. |
| 9.56 | F 2 Y 〈ἐκ πλείστου〉] πόρρωθεν. |
| 9.57 | Y 〈ὧν〉] τῶν προδοτῶν. |
| 9.58 | Y 〈ἀπαλλαγέντοσ〉] ἀπελαθέντος. |
| 9.59 | Y 〈οὕτω δ’ ἀθλίως διέκειντο〉] σημείωσαι, ὑπόστασις. |
| 9.60 | F 2 Y διασκευασάμενοι] τὴν σκευὴν ἀναλαβόντες. |
| 9.61 | Yvp 〈ἄρχουσι καὶ τυραννοῦσι . |
| 9.62 | .. Εὐφραῖον〉] ἀντὶ τοῦ ‘τῶν τότε σῳζόντων ἑαυτοὺς καὶ τὸν Εὐφραῖον‘. Y 〈τοὺς μὲν〉] μερισμὸς καὶ ὑπομερισμὸς τὸ σχῆμα. |
| 9.63 | Y 〈οἱ δ’ οὐδὲν〉] οἱ μὴ πρὸς χάριν λέγοντες. |
| 9.64 | Pr 〈τεθνάναι γὰρ〉] κατὰ κῶλον ἐπαναφορά. |
| 9.65 | F 2 Y 〈καλὴν〉] κατ’ εἰρωνείαν. |
| 9 66a | Y εἰρωνείας. |
| 9 66b | vp ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Δ καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι] ἠγνοήκασιν οἱ πρὸ ἡμῶν ἐξηγησάμενοι καὶ διελόντες τὸν δέκατον λόγον, ὅτι πρός τινα ἐξαίφνης ἀπαγγελίαν ἥκουσαν ἐκ τῆς Θρᾴκης δυσχερῆ ποιεῖται ὁ Δημοσθένης τὸν λόγον· ὅθεν αὐτῷ καὶ πρὸς σπουδὴν διὰ τὴν χρείαν τὴν παροῦσαν τότε ἐκπεφώνηται ὁ λόγος. |
| 10.1 | καὶ τοῦτο αἴτιον γέγονε τοῦ μὴ σκεψάμενον ἴδιον σκέμμα ἐπὶ τῇ ὑποθέσει ταύτῃ τότε παρελθεῖν, τῶν καιρῶν μὴ ἐνδιδόντων αὐτῷ. δῆλος γάρ ἐστι Φίλιππος ἐπαμύνων Καρδιανοῖς Διοπείθους αὐτοῖς ἐπιόντος. δι’ ὃ τῶν μεταξὺ τόπων μέμνηται ὡς ἀμφισβητουμένων ἐν τῷ ἑβδόμῳ (7, 41 sqq.)· εἴρηκε δὲ καὶ ἐν τῷ ὀγδόῳ (8, 16). ‘ἀλλ’ εἰ δεῖ τεκμαίρεσθαι ἐκ τῆς ἐπιστολῆς ἧς ἔπεμψε πρὸς ὑμᾶς, ἀμυνεῖσθαί φησι τοὺς ἐν Χερρονήσῳ‘. κοινότητος δὲ οὔσης πολλῆς ἐν τοῖς πράγμασι, τῷ πρὸς Φίλιππον γίγνεσθαι τὸν λόγον ἀδικοῦντα καὶ παραβεβηκότα τὴν εἰρήνην, ἐξ ἑτοίμου μὲν τὰ πολλὰ ἐκ τῶν ἤδη εἰρημένων λόγων λαμβάνει, ὅμως δὲ τοῖς παροῦσιν ὡς οἰκειότατα αὐτὰ ἐφαρμόζει. πόθεν δὲ [ἐστι] Φίλιππος καταφανὴς Καρδιανοῖς ἐπαμύνων καὶ τἄλλα περὶ τὴν Θρᾴκην λυμαινόμενος ἅπαντα λυπεῖ τὸν δῆμον; ἐξ ὧν ὁ ῥήτωρ φησίν· εὐθὺς γὰρ ἐν τῇ ἀρχῇ τοῦτο ἐπισημαίνεται λέγων (1)· ‘ἢ προσαγγελθῇ τι νεώτερον‘, καὶ (2) ‘ἡ μὲν οὖν ἀσέλγεια καὶ ἡ πλεονεξία τοσαύτη τὸ πλῆθος ἐστίν, ὅσην ἀκούετε‘, καὶ μεσοῦντος ἤδη πάλιν τοῦ λόγου προστίθησι (29)· ‘πρὶν ἂν ὥσπερ νῦν αὐτὰ παρῇ τὰ πράγματα‘. καὶ ταῦτα μέν ἐστιν ἅπαντα δηλωτικὰ τοῦ ἀπηγγέλθαι τι, τοῦ δὲ ὅτι βοηθεῖ Καρδιανοῖς ‘ἐβοήθει‘ (18). ταῦτα γὰρ ἅπαντα δηλωτικὰ σαφῶς τῆς ὑποθέσεως. Φασὶ δὲ οἱ αὐτοί, Ἀλέξανδρος καὶ Διόσκορος καὶ Ζήνων ὁ πολυθρύλητος, τὸ συμφέρον κεφάλαιον μόνον ἐξειργάσθαι κατὰ τὸν λόγον. δοκοῦσι δὲ σφόδρα ἠγνοηκέναι καὶ τῶν κεφαλαίων τὴν φύσιν. ἔχει γὰρ καὶ τὸ δυνατὸν ὁ λόγος καὶ τοῦτο διπλοῦν· ἔχει δὲ καὶ τὸ νόμιμον καὶ τὸ δίκαιον, ὡς αὐτή γε ἡ διαίρεσις καὶ τάξις ῥηθεῖσα δείξει. Σκοπὸς δὲ Δημοσθένει συγκροτῆσαι καὶ αὐξῆσαι τὴν Διοπείθους δύναμιν, τοῦ καιροῦ πλείστην παρρησίαν ἐνδιδόντος, μετὰ μέντοι γε τοῦ φυλάττεσθαι τὸ προσκορές, ἵνα μὴ δοκῇ χάριτι λέγειν. σκοπὸς δὲ καὶ παροξῦναι τὸν δῆμον· δέδοικε γὰρ μὴ τρέψωνται ἐπὶ διαλλαγὰς καὶ πρεσβείας περὶ τούτου· τυχεῖν δὲ προῄρηται τοῦ γράψαι αὐτοὺς περὶ τοῦ πολέμου ψήφισμα· σκοπὸς δὲ καὶ πεῖσαι τοὺς ἀκούοντας πρεσβεύσασθαι πρὸς τὸν Μῆδον περὶ χρημάτων καὶ προσλαβέσθαι τὴν βασιλέως εὔνοιαν. πρὸς μὲν οὖν τὰ κατὰ τὸν Διοπείθην, ὥστε συμμένειν τοῦ στρατηγοῦ τὴν δύναμιν, καὶ πρὸς τὸ μὴ δεῖν αὐτὸν Δημοσθένην ἀναγκασθῆναι γράψαι περὶ πολέμου ψήφισμα, ἀντέθηκεν ἀγωνιστικώτατα τὴν παράβασιν τῆς εἰρήνης καὶ τοὺς ὅρκους συγκεχυμένους. ὧν ἀποδειχθέντων καιρὸν εἴληφε πεῖσαί τε καὶ καταναγκάσαι τοὺς ἀκούοντας συνέχειν καὶ αὔξειν τὴν Διοπείθους δύναμιν, καὶ τὸ καθ’ ἑαυτὸν περιττὸν ἀπέφηνεν ὄν. εἰ γὰρ φανερὸς ὁ Φίλιππος παραβεβηκὼς τὴν εἰρήνην, πῶς δίκαιός ἐστιν αὐτὸς ἀναγκασθῆναι γράψαι περὶ πολέμου ψήφισμα; πλὴν εἰ μὴ βούλοιντο πρόφασιν ζητεῖν συκοφαντίας πρὸς αὐτὸν οἱ ταῦτα λέγοντες. καὶ τὰ μὲν δύο τοῦτον διῳκήσατο τὸν τρόπον· περὶ δὲ τῆς πρεσβείας (χρήματα γὰρ αὐτοῖς τέως παρ’ ἐκείνου συμπορίσασθαι βούλεται) τὴν ἔνδειαν συνίστησι τὴν ὑπάρχουσαν τῇ πόλει. χρῆναι γὰρ τὰ νῦν ὄντα χρήματα διαδίδοσθαι τῷ δήμῳ καὶ καταναλίσκεσθαι, ὡς ἔθος, εἰς τὰς θεωρίας, καὶ μὴ ἀφαιρεῖσθαι τὰ ἐκ τοῦ δημοσίου διδόμενα, μηδὲ μὴν παρὰ τῶν πλουσίων γίγνεσθαι τοὺς πόρους συκοφαντουμένων τε καὶ δημευομένων ἀδίκως. ὧν ῥηθέντων τοῖς ἀκούουσι πρὸς ἡδονήν (οὐδενὸς γὰρ οὕτω μετεποιοῦντο ὡς τοῦ νέμεσθαι τὰ κοινά) καιρὸν εἴληφε συμβουλεῦσαι αὐτοῖς αἰτεῖν παρὰ βασιλέως χρήματα, ὡς ἀλλαχόθεν μὴ ὑπαρχούσης εὐπορίας τῇ πόλει. |
| 10.1.(50) | ἡ μὲν οὖν σύμπασα διοίκησις καὶ ἔννοια καὶ σκοπὸς οὗτός ἐστι τῷ ῥήτορι, ὅντινα τῶν πρὸ ἡμῶν οὐδενὸς εἰδότος, ὡς ἐμέ γ’ εἰπεῖν, ᾠήθησαν ἐμπεπτωκέναι τὸ περὶ τῶν θεωρικῶν ζήτημα τῆς παρούσης ὑποθέσεως ἀλλότριον. τὸ δὲ οὐχ οὕτως ἔχον πέφηνεν οὐδὲ φανήσεταί ποτε. Καλὸν δὲ ἀναλαβόντας εἰπεῖν τὴν τάξιν καὶ τὴν διαίρεσιν ᾗ κέχρηται ὁ ῥήτωρ, ἵνα τὴν διοίκησιν αὐτοῦ καὶ τὴν οἰκονομίαν θαυμάσωμεν. ἄξιον δὲ καὶ πρὸ τῆς διαιρέσεως καὶ τὴν ἐξαγγελίαν θαυμάσαι ᾗ κέχρηται. καὶ γάρ ἐστι πῇ μὲν λαμπρά, πῇ δὲ παθητική, πῇ δὲ ἠθικῶς προῆκται. καὶ τὸ μὲν πραγματικὸν ἐπιδέδεικται πολλαχοῦ· συνάπτει δὲ τὰς ἰδέας ταύτας πολλάκις ἀλλήλαις, ἅτε τῆς χρείας καταναγκαζούσης αὐτὸν καὶ προσαγούσης ἐπὶ πολλὰ τὴν ῥῆσιν. ἔχει δὲ οὕτως αὐτῷ τὰ τῆς τάξεως. τὸ παράνομον εὐθὺς ἐν τῷ προοιμίῳ κατὰ πρόληψιν ἐμφανίζει λέγων (1) ‘οὐκ ὀλίγων δὲ ὄντων ἁμαρτημάτων οὐδὲ ἐκ μικροῦ χρόνου συνειλεγμένων, ἐξ ὧν φαύλως ταῦτ’ ἔχει‘. ἐλέγομεν γὰρ δεῖν ἐκ τῶν κεφαλαίων τὰ προοίμια λαμβάνειν. καὶ μέγεθος δὲ περιτίθησι τῇ ὑποθέσει ἀναγκαίως, ἵνα μᾶλλον συμπείσῃ καὶ καταναγκάσῃ τὸν ἀκροατὴν προσδέξασθαι τὴν παραίνεσιν. οὐ γὰρ ἂν ἄλλως πεισθείη κατακοῦσαι τῆς γνώμης, μὴ διατεθεὶς ὅτι μεγάλη ἐστὶν ἡ ὑπόθεσις καὶ σπουδῆς ἀξία περὶ ἧς ὁ λόγος. τὸ δὲ (1) ‘σπουδαῖα‘ ῥηθὲν τό τε δεῖν θᾶττον ἐπαμύνειν καὶ σπουδῆς μεγάλης ἀξιοῦν, ἅτε τῆς οἰκείας χώρας αὐτῶν πολεμουμένης, σημαίνει, καὶ τὸ (1) ‘ἀναγκαῖα‘ δὲ, ὅτι οὐ ῥαθυμητέον, ὡς ἔθος. οὐ γὰρ περὶ ἀλλοτρίων, ἀλλὰ περὶ οἰκείων ἡμῖν ὁ φόβος καὶ ὅθεν οὐκ ὀλίγαι οὐδὲ μικραὶ πρόσοδοι τῇ πόλει. καὶ δοκοῦσα ἡ ἐπιβολὴ κοινῶς ἔχειν ἰδιωτάτη πέφηνε. καὶ ταῦτα μὲν περὶ τοῦ προτέρου. διὰ δὲ τῆς ἐπιβολῆς τοῦ δευτέρου τὸ αὐτὸ νόμιμον παραβεβασμένον ὁμοίως καὶ φανερώτερον ἐνδείκνυται λέγων (2) ‘ἡ μὲν οὖν ἀσέλγεια καὶ πλεονεξία, ᾗ πρὸς ἅπαντας ἀνθρώπους Φίλιππος χρῆται‘, καθέστηκε φανερὰ καὶ πρόδηλος, ὡς καὶ ὑμεῖς ἀκούετε· καὶ ὅτι οὐ δεῖ θαρρεῖν καὶ ἐπαναπαύεσθαι τοῖς τῶν ῥητόρων λόγοις ὡς δυναμένοις παῦσαι. gTBcFj 〈καὶ σπουδαῖα〉] τοῦ ὄντος τμητικοῦ λόγου καὶ δοκοῦντος εἶναι τοῦτο τὸ σχῆμα. |
| 10.2 | Y 〈ἡ μὲν οὖν ἀσέλγεια〉] δεύτερον προοίμιον. |
| 10.3 | Y 〈καὶ γὰρ εἰ μηδ’ ἀφ’ ἑνὸσ〉] ἄχρι μὲν οὖν τούτου προελήλυθεν ἡ ἔννοια τοῦ δευτέρου προοιμίου. |
| 10.4 | δοκεῖ δέ μοι βαθύτατα καὶ δεινότατα προαναιρεῖν ὑπόνοιαν ἤδη τοῦ μὴ [ὑπάρχοντος] αὐτοὺς ὑπονοῆσαι ὅτι οἷόν τέ ἐστι διὰ πρεσβείας καταπαῦσαι τὰ τοιαῦτα διαπραττόμενον. ὅθεν καὶ ἐδεήθη τῆς τοιαύτης ἐννοίας, ὅτι οὐ λόγων ἀλλὰ ἔργων δεῖ. καὶ πεποίηκεν ἡμῖν τὴν ὑπόνοιαν ταύτην ἔτι φανερωτέραν δι’ ὧν μετὰ τὰ προοίμια εἴργασται· ἅπερ ὁμοίως οὐδένες τῶν πρὸ ἡμῶν κατιδεῖν ἠδυνήθησαν. πῶς οὖν ἄρχεται εὐθὺς μετὰ τὸ προοίμιον τὸ δεύτερον καὶ τίνας ποιεῖται λόγους εἰς τοῦτο αὐτὸ συντείνοντας, εἰς τὸ μὴ δεῖν πρεσβείᾳ χρήσασθαι μηδὲ θαρρεῖν ὅτι ῥήτορος λόγος δύναται πεῖσαι Φίλιππον περὶ τῆς παύσεως τῶν ἀδικημάτων, ἄξιον κατιδεῖν. gTBcFj ἡμεῖς οὐδαμῶς πώποτε, ὅπου περὶ τῶν δικαίων εἰπεῖν ἐδέησεν, ἡττήθημεν, οὐδὲ ἀδικεῖν ἐδόξαμεν] ἐπειδὴ γὰρ ἡ ἀγγελία γέγονεν ὅτι Φίλιππος ἀδικεῖ καὶ ἐπαμύνει Καρδιανοῖς, εἰκότως ὑπενόησεν ὅτι ἐνδέχεται αὐτοὺς ὄντας φύσει ῥαθύμους ἐπί τινα πρεσβείαν τρέψασθαι. |
| 10.5 | ταύτην τοίνυν τὴν ὑπόνοιαν ἀναιρεῖ τῷ ἀδυνάτῳ κεφαλαίῳ, συνιστὰς ἀδύνατον ἐκ λόγων ἐπισχεῖν τὴν πλεονεξίαν Φιλίππου. καὶ τούτου 〈τὰ〉 δύο μέρη ἐξείργασται κατὰ ἀντεξέτασιν, οἷον τί μὲν δύνανται λόγοι, τί δὲ ἔργα ἰσχύει, καὶ ὅτι Ἀθηναῖοι μὲν χρώμενοι λόγοις οὐδὲν ἑαυτοὺς ὠφέλησαν οὐδὲ ἐκείνους ὑπὲρ ὧν τοὺς λόγους λέγουσιν, οἱ προδόται δὲ οἱ τὰ ἐκείνου διοικοῦντες, τῇ δυνάμει τοῦ Φιλίππου χρώμενοι, κατορθοῦσι μόνοι καὶ δύνανται ἅπαντα. οὕτω μὲν οὖν τὸ πρῶτον μέρος τοῦ λόγου προελήλυθεν ἔχον τὸ ἀδύνατον κατὰ ἀντεξέτασιν· ἐν ᾧ ἀποδείκνυσιν ἀδυνάτως ἔχοντας τοὺς λόγους ταῦτα κατορθοῦν, ἃ κατορθοῦσθαι 〈τοῖς ἔργοισ〉 πέφυκε. διῴκηται μὲν οὖν διὰ τούτου τοῦ μέρους 〈τρία〉· ἕν, ὃ καὶ μέγιστόν ἐστι, τὸ μὴ δεῖν ἐννοεῖν πρεσβείαν, δύο δὲ ἐπὶ τούτῳ πάλιν· ἓν μέν, ὅτι οὐ δεῖ αὐτὸν καταναγκασθῆναι γράψαι, ἕτερον δέ, προκατασκευῆς δύναμιν ἔχον, ὅτι ἐὰν αὐτοὶ μὴ θέλωσι πράττειν, ἐπὶ τίσιν ἀκούουσι; μεθ’ ὃ δὴ καὶ τὸ συμφέρον ἐξείργασται ἀπὸ ταύτης τῆς λέξεως (6)· ‘εἶτ’ οἶμαι (δεῖ γὰρ ὡς ἐγὼ κρίνω τἀληθῆ λέγειν) οὕτω διαβεβλήμεθα‘. ἐντεῦθεν γὰρ τὴν ἔκβασιν ἐξετάζει, 〈τί〉 ἀποβέβηκεν Ἀθηναίοις ἀεὶ θαρροῦσι τοῖς λόγοις· εἶτα εὐλαβούμενος μὴ καὶ νῦν ὁμοίως ῥαθυμήσωσι καὶ τὰ ἀπηγγελμένα ἐν φαύλῳ ποιήσωσιν, ὑπομιμνήσκει τόπων ἀπολωλότων διὰ ῥαθυμίαν καὶ ὑπεροψίαν καὶ ἀμέλειαν, ἃ δὴ φοβούμενος καταριθμεῖται ὅσων καὶ πρότερον ὑπεριδόντες ὅσα ἀπεστέρηνται. καὶ λέγει δὲ ἀπὸ τῆς λέξεως ταύτης ἀρξάμενος (8)· ‘ὁρᾶτε Σέρριον καὶ Δορίσκον· ταῦτα γὰρ πρῶτον ὠλιγωρήθη μετὰ τὴν εἰρήνην· ταῦτα ἀπώλεσε Θρᾴκην καὶ Κερσοβλέπτην‘ καὶ ὅσα ἑξῆς. οὐκοῦν ταῦτα ἀμφότερα ἤδη διῴκηται, τὸ μὴ δεῖν πρεσβείαις χρήσασθαι καὶ 〈δεῖν〉 μιμήσασθαι Φίλιππον ἔργοις μᾶλλον ἢ λόγοις τὰ πράγματα χειρούμενον, καὶ τὸ τρίτον, τὸ μὴ δεῖν ὑπεριδεῖν ὡς μικροῦ τινος ὄντος τοῦ νυνὶ συμβεβηκότος καὶ ἀπηγγελμένου, ἐπείπερ εἰώθασιν οὐ μικραῖς ζημίαις οὐδὲ φαύλαις βλάβαις περιπίπτειν ὑπερορῶντες ἑκάστοτε τῶν ἁλισκομένων. εἰς δὲ τὸ αὐτὸ τοῦτο συντείνει τὸ μὴ δεῖν ῥαθυμεῖν μηδ’ οἴεσθαι διὰ πρεσβείας παύσασθαι ἂν τὸν Φίλιππον, καὶ ἄλλο ὅπερ αὐτὸς ἐπισημαίνεται εἰπών (10)· ‘ἀλλ’ ἵνα τοῦθ’ ὑμῖν δείξω, ὅτι οὐ στήσεται πάντας ἀνθρώπους ἀδικῶν, τὰ δ’ ὑφ’ αὑτὸν ποιούμενος Φίλιππος, εἰ μή τις αὐτὸν κωλύσει‘. οἱ μὲν οὖν αὖ τὸ δίκαιον εἶναι κεφάλαιον, οἱ δὲ πρὸς ἔλεγχον εἰλῆφθαι τῆς ῥαθυμίας αὐτῶν. δῆλον 〈δ’〉 ὅτι ὀρθῶς εἴρηται τοῦ ἀσυμφόρου εἶναι. Τὸ μὲν οὖν πρῶτον μέρος τοῦ λόγου προελήλυθεν ἄχρι τούτου, ἀπὸ μὲν τοῦ δυνατοῦ πᾶν ἐπιχειρηθέν, κατασκευασθὲν δὲ τῷ συμφέροντι περὶ τοῦ μήτε δεῖν πρεσβείαν πέμπεσθαι μήτε ῥαθυμεῖν τῶν ἀπαγγελλομένων, ἔργοις τε προθέσθαι κωλῦσαι μᾶλλον ἢ λόγοις. τοῦτο δὲ τὸ κεφάλαιον ἠγνόησαν ὁμοίως οἱ πρὸ ἡμῶν εἰς τὸν λόγον θεωρίας καὶ διαιρέσεις συγγράψαντες. μετὰ ταῦτα τὸ νόμιμον εἰσήγαγε, τῷ αὐτῷ θεωρήματι χρησάμενος ὥσπερ καὶ ἐν τῷ ὀγδόῳ· καὶ τοιαύτῃ δὲ ἑρμηνείᾳ καὶ διδασκαλία χρῆται. gTBcFj 〈παρέρχεται〉] νικᾷ, ἀπὸ μεταφορᾶς τῶν δρομέων. |
| 10.6 | Y 〈τοῦ χάριν〉] συμπέρασμα τοῦ προοιμίου καὶ εἰσβολὴ ἐπὶ τὸ συμφέρον. |
| 10.7 | Y 〈Ἀντρῶνασ〉] πόλις Εὐβοίας πληθυντικῶς λεγομένη. |
| 10.8 | Ὅμηρος ἑνικῶς (Β 697) ‘ἀγχίαλόν τ’ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην‘. Y εἰσὶ δέ τινες οἵ, πρὶν ἀκοῦσαι τοὺς ὑπὲρ τῶν πραγμάτων λόγους, εὐθὺς εἰώθασιν ἐρωτᾶν τί χρὴ ποιεῖν] ἐντεῦθεν μέν ἐστιν ἡ εἰσβολὴ τοῦ νομίμου κατὰ ἀντίθεσιν· σεσόφισται δὲ αὐτῷ ἡ ἀντίθεσις κατὰ παράλειψιν. |
| 10.9 | ἐλλείπει γὰρ τῷ ‘τί οὖν χρὴ ποιεῖν‘ τὸ ‘εἰρήνης οὔσησ‘. ἐσιώπησε δὲ τοῦτο τὸ μέρος ὡς ἰσχυρόν, ἐνεφάνισε δὲ αὐτὸ διὰ τῆς λύσεως. πῶς δὲ ἔλυσε, καὶ πόθεν χρὴ θηρεῦσαι τὴν ἀντίθεσιν; ἐξ ὧν εἶπεν ἐπαγαγών· ‘πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῦτο παρ’ ὑμῖν αὐτοῖς βεβαίως γνῶναι, ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην λέλυκε.‘ ταῦτα γὰρ ἐπήνεγκε μὴ τοιαύτης οὔσης τῆς ἀντιθέσεως ὅτι ‘εἰρήνη ἐστίν‘, ἀλλ’ ἵνα λάβῃ τοὺς ἀκροατὰς συνομολογοῦντας ὅτι παραβέβασται ἡ εἰρήνη· διὰ τοῦτο τῇ ἐρωτήσει σοφιστικωτέρᾳ κέχρηται ὡς ἂν ἑτοίμων ὄντων τῶν ἀκροατῶν ποιεῖν τὰ δέοντα. καίτοι γε οὐκ ἄλλο τι δεῖ γνῶναι αὐτοὺς ἢ τὸ παραβεβάσθαι τὴν εἰρήνην, ὅπερ ἐστὶ πρὸς τὸ κεκρυμμένον μέρος τῆς ἀντιθέσεως. τοιοῦτον δέ ἐστιν αὐτῷ θεώρημα καὶ ἐν τῷ ὑπὲρ Διοπείθους λόγῳ. ἤδη δὲ προδιοικεῖται διὰ τοῦ νομίμου κεφαλαίου τὸ δεῖν συνέχειν τὴν Διοπείθους δύναμιν. διὰ τοῦτο γὰρ καὶ προηρώτησεν ἐν σχήματι ‘τί οὖν χρὴ ποιεῖν;‘, ἵνα ἀποδειχθείσης τῆς εἰρήνης διὰ μέσου παραβεβασμένης ἐπενέγκῃ πρὸς τὸ ‘τί χρὴ ποιεῖν;‘ ὅτι δεῖ συνέχειν τὴν Διοπείθους δύναμιν. πρὸς τοῦτο γάρ ἐστιν αὐτοῦ ἡ σύμπασα σπουδή. Ἐν δὲ τῷ μεταξὺ καί τινας ὑπονοίας λύει καὶ ἐκ τῆς ἐργασίας ἀνακυπτούσας ὑποφορὰς θεραπεύει. συνίστησι δὲ τὸ νόμιμον πρῶτον μὲν ἐκ δυοῖν· ἐξ ἑνὸς μὲν ὅτι ἀναγκαίως τὴν ἀντιτεταγμένην ἐλευθερίαν καὶ πολιτείαν τυραννίδι βούλεται καταλῦσαι, εἰδὼς μὴ ἄλλως συστησομένην τὴν βασιλείαν, εἰ μὴ καθαιρεθείη ἡ πολιτεία· ἐξ ἑτέρου δὲ ὅτι παρ’ οὐδέσιν εὑρίσκει τοσούτων ἀγαθῶν ὑπερβολὴν ὅσην παρ’ Ἀθηναίοις, ὥστε ἀναγκαίως καὶ διὰ ταῦτα πολεμεῖν τῇ πόλει. ἀμφότερα δὲ τὰ ἐπιχειρήματα τοῦ ἀναγκαίου, τὸ δὲ ἀναγκαῖον ἀπὸ τῆς γνώμης καὶ τοῦ ἀκολούθου. εἶτ’ ἐπειδήπερ ἐργαζομένῳ αὐτῷ τὸ ἀναγκαῖον, ἐξ οὗ συμβαίνει μισεῖσθαι τὴν πόλιν ὑπὸ Φιλίππου, καὶ λέγοντι (cf. 13) ὅτι ‘καταφεύξονται γὰρ ἐφ’ ὑμᾶς οἱ βεβιασμένοι‘, ἀντέπεσεν ἰδίως πρὸς τοῦτο ἐκ τῆς ἐργασίας ὅτι ‘καὶ τίς ἂν ἕλοιτο δουλείαν ἀντὶ δουλείας ἀλλάξασθαι καὶ μὴ στέργειν τὴν ἅπαξ ὑπάρξασαν;‘ ἔλυσεν εἰπών (14) ‘ἐστὲ γὰρ ὑμεῖς οὐκ αὐτοὶ πλεονεκτῆσαι καὶ κατασχεῖν ἀρχὴν εὖ πεφυκότεσ‘. οὐ τοῦτο γάρ ἐστιν ἀντίθεσις, ἀλλ’ ἀντιπῖπτον ἀπὸ τῆς προτέρας ἐννοίας. εἶτα πάλιν ἐπανέλαβε τὴν αὐτὴν ἔννοιαν καὶ ἀνήγαγεν εἰς ἑτέραν ἀρχὴν εἰπών (15)· ‘πρῶτον μὲν δὴ τοῦτο δεῖ, ἐχθρὸν ὑπειληφέναι τῆς πολιτείας καὶ τῆς δημοκρατίας ἀδιάλλακτον [τε] ἐκεῖνον‘. ἐπεὶ γὰρ ἰσχυρὸς ὁ περὶ τῆς εἰρήνης λόγος, ἀναγκαίως πρὸς αὐτὸν συνεχῶς ἀγωνίζεται, τουτέστιν οὐ δεῖ κηλεῖσθαι τῷ τῆς εἰρήνης ὀνόματι· φύσει γὰρ εἶναι πολέμιον Φίλιππον. ἀνήγαγε δὲ ἐπὶ ταύτην πάλιν τὴν ἀρχήν, πρῶτον μέν, ὡς ἔφην, ἵνα γενναίως πρὸς αὐτὴν ἀγωνίσηται, εἶτα, ἐπειδὴ εἶχε καὶ δευτέρᾳ λύσει χρήσασθαι παρεχούσῃ ἀντεξέτασιν τῶν ὑπαρχόντων Ἀθηναίοις ἀγαθῶν καὶ τῶν ἐπὶ Θρᾴκης φαύλων καὶ μικρῶν καὶ γλίσχρων, πάλιν ἐκαινοποίησε τὴν ἀντίθεσιν· μιᾷ μὲν ὅτι ἀναγκαίως πολεμεῖ τῇ δημοκρατίᾳ καὶ πολιτείᾳ ἀντικειμένῃ τῇ τυραννίδι. ταύτῃ δὲ τῇ λύσει ἐχρήσατο πρὸς τὴν ἑτέραν θέσιν τῆς ἀντιθέσεως, τῇ δὲ δευτέρᾳ λύσει τῇ περιεχούσῃ τὴν ἀντεξέτασιν νῦν μέλλει κεχρῆσθαι πρὸς τὴν δευτέραν θέσιν. ἐκ τούτου τοίνυν τοῦ νομίμου κεφαλαίου, λελυμένου μᾶλλον τῷ δικαίῳ, ἀντέπεσεν ἀναγκαίως ἀντίθεσις πάλιν ἀπὸ τοῦ νομίμου· ‘οὐκοῦν εἰ πέπεισαι παραβεβάσθαι τὴν εἰρήνην, Δημόσθενες, γράψον περὶ πολέμου ψήφισμα‘· ταύτην ἔλυσεν ἐνστάσει, ἥτις ἔνστασίς ἐστιν ἀπὸ τοῦ δικαίου· οὐ γὰρ δίκαιον, φησίν, ἀδικεῖσθαι ὑφ’ ἡμῶν τὸν προῃρημένον ὑμῖν τὰ βέλτιστα συμβουλεύειν (cf. |
| 10.9.(50) | 17)· εἶτα ἐκ παραδείγματος ἑτέραν πορίζεται λύσιν (cf. 18), ὅτι οὐδὲ ἄλλοτέ ποτε οὐδενὸς γράψαντος Φίλιππος ἀδικεῖ, καὶ πρῶτα καὶ δεύτερα καὶ τρίτα καὶ νυνὶ δὲ Καρδιανοῖς βοηθεῖ, ὁμοῦ καὶ ἐπισημαινόμενος τὴν αἰτίαν δι’ ἣν ὁ λόγος· ὅτι γὰρ ἀπήγγελται Φίλιππος Καρδιανοῖς βοηθεῖν, εὔδηλον ὅτι ὁ δῆμος τετάρακται. εἶτα τρίτη λύσις, ὅτι ὑμεῖς ἐχειροτονήσατε τὸν πόλεμον, ὅτι ἐξ οὗ χρόνου τὸν Διοπείθην ἀπεστείλατε, κεχειροτονήκατε πόλεμον, ὥστε περιττὸν περὶ τῶν ἐγνωσμένων γράφειν. εἶτα ὥσπερ ἀπαλλαγεὶς τῶν λύσεων ἐπιλογίζεται, ὑποτιθέμενος ὃν δεῖ τρόπον πολεμεῖν (cf. 19). ἔθος δὲ αὐτῷ πληροῦντι κεφάλαιον καὶ ἐν μέσοις λόγοις ἐπιλογίζεσθαι. λέγει δὲ δεῖν ἀμύνασθαι, ὅταν ἄρχηται ἐκεῖνος, προσποιούμενος ὑποθετικοῦ λοιπὸν ἅπτεσθαι λόγου ἀπὸ τρόπου (οὐκ ἔστι γὰρ ἄρχεσθαι πολέμου τὸν ἀμυνόμενον), ἵνα φαίνηται λύων 〈τὴν εἰρήνην〉 ὁ Φίλιππος, οὐχ ἡ πόλις. ὁμοίως δὲ κἀνταῦθα τοῦ πραγματικοῦ ἅπτεσθαι δοκεῖ· οἶδε γὰρ καὶ ἐν ἐπιλόγοις ἀνύειν τι τῶν συνεκτικῶν καὶ ἀγωνιζομένων. φεύγει δ’ οὖν οὐδὲν ἧττον κἀνταῦθα τὸ γράψαι καὶ ἐπισημαίνεται τὴν ὑπόθεσιν, δι’ ἣν ὁ λόγος ἐρρέθη. εἰπὼν γὰρ (19) ‘τοῖς μὲν ἀμυνομένοις ἤδη χρήματα καὶ τὰ ἄλλα ὅσων δέονται διδόντεσ‘, ἐσήμηνεν ὅτι ἔφοδος γέγονε Φιλίππου καὶ ἀμύνεται αὐτὸν Διοπείθης. ἀπὸ δὲ τῆς προτρεπτικῆς ταύτης τοῦ δεῖν εἰσφέρειν καὶ κατασκευάζεσθαι στράτευμα καὶ τριήρεις ταχείας δῆλός ἐστι μεταβὰς ἐπί τινα ἑτέραν λογικὴν ἔννοιαν ἀπὸ τοῦ συμφέροντος, καὶ τῷ αἰσχρῷ ἐνταῦθα προσχρώμενος, δεικνὺς (cf. 20) ὅσην αἰσχύνην ὀφλήσουσι καὶ γέλωτα ῥαθυμήσαντες· εἶτα ἀπὸ τῆς κρίσεως τοῦ πολεμίου Φιλίππου, ὅτι ἐκεῖνος οὐδὲν ἄλλο τι ἂν εὔξαιτο ποιεῖν τὴν πόλιν. Πληρώσας δὲ τὸν ἐπίλογον ἄρχεται τοῦ δυνατοῦ, ἀνενεγκὼν ἐπὶ ἀρχὴν ἀρχαιοτέραν τὸν λόγον, ἀπὸ τῆς λέξεως ταύτης τὴν ἀρχὴν ποιησάμενος (21). ‘οὐδὲν πώποτε, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πραγμάτων ἐξ ἀρχῆς ἐνεστήσασθε οὐδὲ κατεσκευάσασθε ὀρθῶσ‘. εἰ δὲ καὶ συμπαρομαρτεῖ τῇ ἐργασίᾳ τοῦ κεφαλαίου τούτου, λέγω τοῦ δυνατοῦ, καὶ τὸ συμφέρον καὶ συννοεῖται τοῖς λεγομένοις, οὐδὲν θαυμαστόν· σύνηθες γὰρ αὐτῷ τὰ κεφάλαια πλέκειν. ὅτι δὲ τῷ δυνατῷ μᾶλλον προσκεχώρηκε δῆλον ἐκ τῶν ἑπομένων· εὐθὺς γὰρ ἔλυσε καὶ ἀνθυποφοράν, οὐ θεὶς μὲν αὐτὴν ἐκ τοῦ φανεροῦ, δηλώσας δὲ διὰ τῶν λύσεων· ‘ἀλλὰ δυνησόμεθα βοηθείαις χρώμενοι κωλύειν ἐκεῖνον‘. ἐπειδὴ γὰρ πρὸ βραχέος ἐχρήσατο ἐν τῷ τέλει τῆς λύσεως τῆς τοῦ νομίμου ἀντιθέσεως τῆς λεγούσης δεῖν αὐτὸν γράφειν περὶ πολέμου ψήφισμα προτροπῇ τινι ἐπιλογικῇ, λέγων δεῖν κατασκευάζεσθαι στράτευμα καὶ ὁπλίτας καὶ ἱππέας καὶ τριήρεις, διὰ τοῦτο καὶ προέλαβεν ἐκ τῆς εἰσβολῆς τὴν λύσιν. καὶ νῦν ὁμοίως φανερώτερον πρὸς τὴν αὐτὴν ἀπομάχεται λέγων (22)· ‘οὐκ ἔνεστι βοηθείαις χρωμένους οὐ δέον τί ποτε πρᾶξαι‘. καὶ ἄλλας δὲ ὑπονοίας ἔλυσε, μὴ διαφθείρηται τὰ χρήματα, μὴ μάτην ἀναλωθῇ, δι’ ὧν εἶπε δεῖν ταμίας καθιστάναι καὶ λόγους λαμβάνειν παρὰ τῶν στρατηγῶν. μετὰ ταῦτα πάλιν ἀπὸ τοῦ δυνατοῦ ἀντέπεσεν ἀντίθεσις ‘ἀλλὰ χαλεπὰ καὶ ἐργώδη λέγεις, Δημόσθενεσ‘· εἶναι δὲ αὐτὴν τοῦ 〈 *** 〉 φαμὲν διὰ τὸ πραγματείας εἰπεῖν καὶ πόνους (σχεδὸν γὰρ τὸ μὴ ῥᾴδιον εἶναι τὸ πρᾶγμα σημαίνει), οὐ μὴν ἀπήλλακται τοῦ μετέχειν καὶ τοῦ συμφέροντος· καὶ τοῦτο δείκνυται σαφῶς ἐκ τῶν λύσεων. καὶ ἔστιν ἡ ἀντίθεσις (24) ‘εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης πολλῆς καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλ’ ὀρθῶς δοκεῖ‘. ταύτην ἔλυσε τῷ συμφέροντι, δείξας ἐργωδέστερα καὶ χαλεπώτερα τὰ συμβησόμενα, εἰ μὴ τοὺς μικροὺς τούτους καὶ τοὺς ὀλίγους ἐθελήσαιεν ὑπομεῖναι πόνους. |
| 10.9.(100) | καὶ ἄλλο δέ τι μέρος λύει τῆς αὐτῆς ἀντιθέσεως, ὅπερ οὐ τέθεικεν ἐκ τοῦ προφανοῦς ὥσπερ ἐν τῷ Διοπείθους, ἔκρυψε δέ, ὅτι οὐκ ἦν εὐπρόσωπος οὐδὲ πιθανὸς οὐδὲ δυνατὸς ὁ περὶ τούτου λόγος· ‘τίς γὰρ ὑπὲρ ἀλλοτρίων εἵλετο κινδυνεύειν καὶ δαπανᾶν;‘ αἱ μέντοι γε λύσεις ἔχουσαι μεθ’ ἑαυτῶν τὸ ἀναγκαῖον τῶν ἔργων καὶ κεραννῦσαι τὴν πρότασιν, εἰκότως τὴν παρρησίαν τῷ συμβούλῳ παρέχουσιν. ἐχρήσατο γοῦν Θουκυδιδείῳ λύσει, ᾗπερ ὁ Λέσβιος χρώμενος φαίνεται, ὅτι τῷ μὲν δοκεῖν ὑπὲρ ἄλλων, τῇ δὲ ἀληθείᾳ ὑπὲρ ἡμῶν τὰ γινόμενα. καὶ ἡ λύσις ἐναργής (24)· ‘εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς ἡμῖν θεῶν, οὐ γὰρ ἀνθρώπων γε οὐδείσ‘. καὶ πάλιν προϊὼν ὁ λόγος φησίν (26) ‘εἰ δὲ πρόισμεν ἅπαντες ὅτι, ὅσῳ ἂν πλειόνων ἐάσωμεν ἐκεῖνον γενέσθαι κύριον, τοσούτῳ χαλεπωτέρῳ καὶ ἰσχυροτέρῳ χρησόμεθα ἐχθρῷ‘. ἐπὶ τούτοις ἀντέπεσεν ἀπὸ τῆς ἐργασίας τοῦ συμφέροντος ὑπόνοιά τις 〈τοῦ〉 ἀναγκαίου πάλιν (cf. 26)· ‘ἀλλ’ ὅταν ἀνάγκη γένηται καὶ ἐφ’ ἡμᾶς ἔλθῃ Φίλιππος, σὺ φής;‘ τοῦτο γὰρ κατεσκευάζετο ὅτι ‘καὶ γὰρ ἐὰν πάντας λάβῃ, ἐφ’ ἡμᾶς ἥξει, τότε αὐτὸν ἀμυνούμεθα‘. οὐ μὴν οὕτως αὐτὴν ἔθηκε προφανῶς, ἀλλ’ ἀντὶ τῆς ἀφίξεως καὶ τοῦ ἐλθεῖν εἶπεν ‘ὅταν ἀναγκαῖον ᾖ‘. τὸ γὰρ ‘ἀναγκαῖον‘ δύναται κοινὸν εἶναι καὶ τῆς ἐφόδου καὶ τῶν νυνὶ καθεστηκότων. ἵν’ οὖν ἀφορμὴ γένηται αὐτῷ μᾶλλον προτρέψασθαι, οὕτω τὴν ἀντίθεσιν μετεχειρίσατο. Πληρώσας δὲ τὸ συμφέρον τοῦτο ὃ ἀντεπήγαγεν εἰς λύσιν τῆς ἀντιθέσεως, προοιμιάζεται λοιπὸν ὑπὲρ ἄλλου μέρους τοῦ δυνατοῦ. σκοπὸς γὰρ αὐτῷ λοιπὸν ἐντεῦθεν διαλεχθῆναι περὶ τῆς πρὸς βασιλέα πρεσβείας. πάλαι δὲ προδιῳκήσατο ἑαυτῷ τὴν περὶ τούτου πειθώ· ἀφ’ οὗ γὰρ ἤρξατο συμβουλεύειν αὐτοῖς καὶ διαλέγεσθαι περὶ τοῦ δεῖν εἰσφέρειν καὶ κατασκευάζεσθαι στράτευμα καὶ τριήρεις καὶ ἵππους καὶ ὅσα τοιαῦτα, δῆλος ἦν λοιπὸν διὰ τὴν τῶν χρημάτων εἰσφορὰν καὶ ἕτερον δι’ ἑτέρου προανύων. ἀλλ’ ἐκεῖ τῷ μὲν δοκεῖν ἁπλούστερον συνεβούλευεν αὐτοῖς παρασκευάζεσθαι· προκατασκευάζει δὲ οὐδὲν ἧττον ἑαυτῷ τὴν ἀνάγκην τοῦ πεισθῆναι αὐτοὺς περὶ τῆς πρὸς βασιλέα πρεσβείας. τί γὰρ ἦν ὑπόλοιπον ποιεῖν τοὺς ἀναγκαζομένους μὲν παρέχειν, μὴ ἔχοντας δέ, ἢ πείθεσθαι τῷ ὑποδεικνύντι πόρον εὔληπτον καὶ ἀζήμιον τοῖς πολίταις; ἐντεῦθεν ὁμοίως ἐρρητόρευσεν ἐκ τῆς λέξεως ταύτης τὴν ἐπιβολὴν ποιησάμενος (28)· ‘τὸ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ τοιαῦτα ὀκνηρῶς διακεῖσθαι‘. αὕτη μέν ἐστιν ἡ εἰσβολὴ τοῦ λόγου τοῦ περὶ τῆς πρεσβείας. ῥητορεύει δὲ διὰ τοῦ προοιμίου αἰτιώμενος, ὅτι μὴ βούλονται ἀκούειν περὶ ὧν ἂν λέγῃ, προκαταλαμβάνων ἑαυτῷ τὸν ἀκροατὴν καὶ ἀναγκάζων πειθαρχεῖν οἷς ἂν αὐτὸς συμβουλεύῃ. εἶτα καὶ προσέπλεξε τούτῳ ὅτι δεῖ παρασκευάζεσθαι αὐτούς, ἵνα ἀντιπεσόντος ὅτι ‘καὶ πῶς δυνατὸν παρασκευάζεσθαι μὴ ὑπαρχόντων χρημάτων;‘ εὐχερῶς ὁ περὶ τοῦ βασιλέως εἰσέλθῃ λόγος. καὶ τῷ βουλομένῳ δὲ κατανοεῖν πλείονα τούτων ἔγκειται τῇ ῥητορείᾳ τοῦ προοιμίου τοῦ κεφαλαίου· ὑποδείγματος χάριν ἀπόχρη μοι καὶ ταῦτα. λῆξιν δὲ ἔλαβε τουτὶ τὸ προοίμιον εἰς ταύτην τὴν λέξιν (28)· ‘τοῦτ’ ἤδη πᾶσαν ἐπιδέχεται κατηγορίαν‘· εἶτα προκατασκευῇ μετὰ τοῦτο χρῆται (29)· ‘ὑμεῖς τοίνυν οὔτ’ ἀκούειν, πρὶν ἂν ὥσπερ νῦν αὐτὰ παρῇ τὰ πράγματα, οὔτε βουλεύεσθαι περὶ οὐδενὸς εἰώθατε ἐφ’ ἡσυχίασ‘. ταῦτα γάρ ἐστι προδιοικουμένου καὶ προκατασκευάζοντος, δεῖν ἀνέχεσθαι λέγοντος καὶ συμβουλεύοντος περὶ τῆς πρεσβείας τῆς πρὸς τὸν Μῆδον. καταπλήττει δὲ αὐτοὺς ἀπροαιρέτως ἔχοντας παρασκευάζεσθαι τῆς αὐτῆς ἐχόμενος ῥητορείας. ὅσῳ γὰρ ἂν ἐνδείξηται 〈μᾶλλον〉 μήτε παρασκευαζομένους μήτε πράττειν ἐθέλοντας, 〈τοσούτῳ〉 τὴν αἰτίαν τούτων φανερωτέραν κατασκευάζει, λέγω τὴν τῶν χρημάτων ἔνδειαν, ἵν’ ὁ περὶ βασιλέως ἀκόλουθος λόγος τὴν ἀρχὴν ἐντεῦθεν λάβῃ. |
| 10.9.(150) | ἡ δὲ ἐπιβολὴ αὐτῆς τῆς εἰσηγήσεως μετὰ τὴν προκατασκευήν (31)· ‘ὃ δὴ λοιπόν ἐστι, καὶ πάλαι μὲν ἔδει, διαφεύγει δὲ οὐδὲ νῦν, τοῦτο ἐρῶ‘. εἶτα αὐτὸς ἑαυτῷ τὴν ἀντίθεσιν φανερῶς συνομολογεῖ, ἵνα ὁ λόγος εὐπρόσωπον ἀρχὴν καὶ εἰσβολὴν προσήκουσαν λάβῃ. τίς οὖν ἡ συνομολογία; ‘οὐδενὸς τῶν πάντων οὕτως ὡς χρημάτων δεῖ τῇ πόλει πρὸς τὰ νῦν ἐπιόντα πράγματα‘ (31). ὃ γὰρ ἀντέθηκεν αὐτῷ ὁ ἀκροατής, τοῦτο προλαβὼν ὡμολόγησεν αὐτός. ἐνδείκνυται γὰρ καὶ τὴν ἀνάγκην καὶ τὴν χρείαν καὶ περὶ τῶν μελλόντων ἐκφοβεῖ, ἵνα ἀνάγκη μείζων γένηται, καὶ ἐκπλαγεὶς τῷ τε μεγέθει τῶν τότε ὄντων καὶ τῇ προσδοκίᾳ τῶν μελλόντων ὁ ἀκροατὴς ταύτην οὖσαν μόνην καταδέξηται τὴν παραμυθίαν, φημὶ δὲ τὴν πρὸς βασιλέα πρεσβείαν. εἶτα καὶ ἐπειδήπερ ἔμελλεν ἀντιπίπτειν αὐτῷ πρὸς τοῦτον τὸν λόγον ἀντίθεσις ἀπὸ τοῦ δυνατοῦ· ‘ἀλλ’ ἀδύνατόν ἐστιν ὑπόπτως ἔχοντα πρὸς ἡμᾶς τὸν βασιλέα πεισθῆναι‘, πρὸς ταύτην ἵσταται ἐξ ἀρχῆς, λέγων ὅτι (cf. 32) οὐ παρ’ ἡμῶν ταῦτα ἀκούσεται βασιλεὺς πρώτων, ἀλλὰ μάλιστα μὲν παρὰ τῶν σατραπῶν, εἶτα δὲ καὶ παρὰ Ἑρμίου τοῦ εὐνούχου, ὃν νῦν ἀνάσπαστον ἐποιήσατο, ἄρχοντα Ἀταρνέως, μαθὼν αὐτὸν συμπράττειν Φιλίππῳ κατὰ τῆς βασιλέως ἀρχῆς, ὥστε τὴν ἡμετέραν πρεσβείαν καιρὸν λοιπὸν [οὐκ] ἔχειν. οὐκοῦν τὴν ἀντίθεσιν διὰ τοῦτο φαίνεται λύων καὶ συνιστὰς ὅτι δυνατὸν πεισθῆναι τὸν βασιλέα· πεισθήσεται δὲ τοῖς λογισμοῖς τοῦ συμφέροντος. φαίνεται δὲ Δημοσθένης οὐ τὸ συμφέρον αὐτὸ κατασκευάζων, ἀλλὰ τὸ δυνατὸν διὰ τῶν τοῦ συμφέροντος λογισμῶν. δυνήσεται γὰρ ἡμῖν, φησί, πεισθῆναι βασιλεὺς δεδιδαγμένος τὰ συμφέροντα καὶ παρ’ ὑμῶν ἀκούων. μετὰ ταῦτα τέθεικεν ἐκ τοῦ φανεροῦ τὴν ἀντίθεσιν λέγων (33)· ‘καὶ τὴν ἀβελτερίαν ἀπόθεσθε δι’ ἣν πολλάκις ἠλαττώθητε, “ὁ δὴ βάρβαρος καὶ κοινὸς πᾶσιν ἐχθρός” καὶ πάντα τὰ τοιαῦτα.‘ καὶ ἡ λύσις (cf. 34)· ‘οὐκ ἔστι πρὸς ἡμᾶς πολέμιος, συνεπηνώρθωσε γάρ ποτε τῇ πόλει τὰ πράγματα‘, τὴν διὰ Κόνωνος ναυμαχίαν λέγων. Πληρώσας δὲ τὸν περὶ τοῦ βασιλέως λόγον, ὃς ἦν περὶ δυνατοῦ καὶ χρημάτων, ἐπισυνῆψεν ἀναγκαίως καὶ ἀκολούθως τὸν περὶ τῆς πολιτείας λόγον, πρόφασιν δῆθεν καὶ ἀφορμὴν λαβὼν εὐπρόσωπον τὴν καθεστῶσαν νυνὶ ταραχήν, ἵνα ἀνέλῃ τὴν ὑπόνοιαν ἐκείνην ‘ἀλλ’ ἀρκέσει ἡμῖν τὰ τῆς πόλεως χρήματα, ὥστε μὴ δεῖσθαι τῆς παρὰ βασιλέως δόσεωσ‘, καὶ ἵνα τῆς ἐν τῇ πόλει ἀφορμῆς ἀναλισκομένης ἅπασι τοῖς πολίταις ἡ παρὰ τοῦ βασιλέως αἴτησις εὔλογος φαίνηται. ἀλλ’ οἱ πρὸ ἡμῶν διελόντες οὐκ εἶδον τοῦτο καθάπαξ. βουλόμενος τοίνυν ἀνελεῖν τὴν ἀντίθεσιν αὐτὸς εἰσηγεῖται δῆθεν μὴ δεῖν ἀφαιρεῖσθαι τὰ θεωρικὰ τοὺς δημότας, εἴτε Εὐβούλου τετελευτηκότος, πρὸς ὃν εἶχε φιλονείκως περὶ τῶν θεωρικῶν, εἴτε τὸν σκοπὸν τὸν ἑαυτοῦ συμπεραίνων, ἵνα πανταχόθεν συνελάσῃ καὶ καταναγκάσῃ καταδέχεσθαι τὸν περὶ τῆς πρεσβείας τῆς πρὸς βασιλέα λόγον. διμερὴς δέ ἐστιν ὁ περὶ τῆς πολιτείας λόγος· ἐπειδὴ γὰρ διχόθεν ἦσαν πόροι, οἱ μὲν ἐκ τῶν δικαστηρίων δημευομένων τῶν εὐπόρων, οἱ δὲ ἐξ ἄλλων ἀφορμῶν καὶ προσόδων λιμένων καὶ ἔργων ἀργυρείων καὶ συμμάχων, βουλόμενος καὶ πλουσίους ἀρέσασθαι καὶ πένητας οἰκειώσασθαι, ἵνα συμψήφους λάβῃ περὶ τῆς πρὸς τὸν βασιλέα πρεσβείας, διὰ τοῦτο διαλέγεται δῆθεν περὶ ὁμονοίας αὐτοῖς εἶναι τὸν λόγον καὶ τοῦ συμφέροντος, παραινῶν μήτε τοὺς κεκτημένους τὰς οὐσίας ἀδικεῖσθαι ὑπὸ τῶν δικαζόντων δημευομένους κατὰ λόγον, μήτε τοὺς καταδεεῖς καταβοᾶσθαι παρὰ τῶν δυνατῶν ὡς διανεμομένους εἰς τὰς θεωρίας τὰ στρατιωτικά. |
| 10.9.(200) | ἐὰν γὰρ τῶν πόρων τούτων καὶ τῶν προσόδων παύσωνται τῶν παρὰ τῶν εὐπόρων, τὰ δὲ τῆς πόλεως ἀναλίσκωνται εἰς τοὺς δήμους, τίς ἔσται λοιπὸν ἔτι ἀφορμὴ τῇ πόλει πλὴν τῆς εἰς βασιλέα ἐλπίδος; διὰ ταῦτα οὕτως αὐτῷ τὸ μέρος ἐρρητόρευται τοῦτο τοῦ λόγου. τὰ γὰρ ἐν τούτοις ἀσαφῆ οἱ ἐξηγηταὶ παραστήσουσι. Πληρώσας τοίνυν τὴν περὶ τούτων παραίνεσιν καὶ ῥητορεύσας ὡς ἐδείκνυμεν, μετέβη λοιπὸν ἐπὶ τὸ πέμπτον μέρος τοῦ λόγου ἐντεῦθεν ἀρξάμενος (45)· ‘ὡς μὲν οὖν εἴποι τις ἄν, ἃ παρ’ ἑκατέρων εἶναι δεῖ, ταῦτ’ ἴσως ἐστί‘, βάσιν μὲν καὶ συμπέρασμα τῶν προειρημένων τὴν διάνοιαν ταύτην ποιούμενος, καταρχόμενος δὲ ἐκ τοῦ μερισμοῦ πάλιν τῆς ἐννοίας τῷ ἑξῆς. ἔστι δὲ τὸ νυνὶ κατασκευαζόμενον κεφάλαιον τὸ συμφέρον ἐξ ἀντιθέσεως, ἣν οὐκ ἔθηκε μέν, ἐνδείκνυται δὲ διὰ τῆς μάχης. εἰς δύο δὲ μέρη διῄρηται τοῦτο τὸ πέμπτον μέρος, εἰς ἓν μέν, ὃ περιέχει τὴν λύσιν τῆς ἀντιθέσεως, εἰς ἕτερον δὲ τὸ κατὰ τοὺς ῥήτορας. τίς οὖν ἡ ἀντίθεσις ἀπὸ τῶν εἰρημένων κεκίνηται; ἐπειδὴ πολύν τινα λόγον περὶ τῆς πρὸς βασιλέα πρεσβείας πεποίηται, ἀντέπεσεν ἐκ τούτου ‘καὶ τί ἂν ἡμᾶς ὠφελήσειε τὰ τοσαῦτα χρήματα καὶ εἰς τίνα χρείαν δεησόμεθα τοῦ βασιλέως;‘ λύων τοίνυν ταύτην τὴν ἀντίθεσιν ἐξ ἐπιτιμήσεως δείκνυται ὅτι (cf. 46) χρὴ προϊστάναι τῶν Ἑλλήνων καὶ τὴν αὐτὴν τάξιν ἀναλαβεῖν, ἥνπερ εἶχον οἱ πατέρες ἡμῶν καὶ πρόγονοι, τὴν χρείαν ἐνδεικνύμενος εἰς ἣν δεήσονται τῶν χρημάτων· τὸ γὰρ μὴ ἄρχειν φησὶν αἰτίαν εἶναι τῶν παρόντων πραγμάτων καὶ τῆς ταραχῆς καὶ τὸ μὴ προεστάναι αὐτοὺς τῶν Ἑλληνικῶν. οὐκοῦν διὰ τούτων συνίστησιν ὅτι τὴν λύσιν τῆς ἀντιθέσεως ἐξεργάζεται, ἐνδεικνύμενος ποῖ χρήσιμα γενήσεται αὐτοῖς τὰ χρήματα καὶ ὅτι διὰ τὸ μὴ προστατεῖν αὐτοὺς τῶν Ἑλλήνων παρῆλθεν ἐπὶ τὰ πράγματα Φίλιππος (cf. 47), ὅθεν ‘εὐδαίμων καὶ μέγασ‘. ἅπερ ἐστὶ πάντα συστατικὰ τῆς χρησιμωτάτης χρείας τῶν παρὰ βασιλέως δωρεῶν. τὸ δὲ ἕτερον μέρος, ὅ ἐστι πρὸς τοὺς ῥήτορας, τοιοῦτόν ἐστι. δέδοικε σφόδρα τὴν παρὰ τῶν ἀντιπολιτευομένων ἀντιλογίαν, καὶ εἰδὼς τὴν ἀντίστασιν κινεῖ μὲν πρὸ τῆς δημηγορίας τόδε τὸ μέρος, τὸν δὲ πρὸς αὐτοὺς λόγον τρίχα διῄρηκεν. εἰς ἓν μὲν δὴ οὖν μέμφεται ὅτι κωλύουσιν ἀεὶ τὸν πρὸς Φίλιππον πόλεμον, εἰς ἕτερον δέ, ὅτι διαβάλλουσι τὸν Δημοσθένην ὡς πολεμοποιόν, εἰς τρίτον δέ, ὅτι μὴ συγχωροῦσι 〈τῷ〉 βασιλεῖ τὴν πόλιν εὐεργετεῖν, ἐνδεικνύμενος ὡς, ὅσα ἂν αὐτοὶ ποιῶσι καὶ λέγωσι, λύοντες τὴν πρὸς βασιλέα πρεσβείαν καὶ τὸν πόλεμον τὸν πρὸς [τὸν] Φίλιππον, χάριτι καὶ μισθῷ κωλύουσιν. ἐπεὶ πόθεν ἄλλοθεν ηὔξηνται; εἶτα ἀποστροφῇ χρησάμενος πρὸς ἕνα τινὰ τῶν προδοτῶν Ἀριστομήδη ἐλεγκτικῶς διαλέγεται, δι’ ἑνὸς ἀνδρὸς πρὸς ἅπαντας τὸν σκοπὸν τοῦ λόγου γυμνὸν καὶ φανερὸν καθιστὰς τοῖς ἀκούουσιν. ἐπειδὴ γὰρ οἱ ἀποτρέποντες αὐτοὺς πέμπειν πρὸς βασιλέα καὶ πολεμεῖν Φιλίππῳ δῆλοί εἰσιν ἐπὶ χάριτι μὲν συμβουλεύοντες, τὸ δὲ ἀξίωμα καθαιροῦντες τῆς πόλεως, διὰ τοῦτο φοβούμενος ταύτην τὴν παρ’ ἐκείνων ἀντιλογίαν ἠρώτησε τὸν Ἀριστομήδη (cf. 70 sq.), διὰ τί αὐτὸς μὲν φιλοτιμίας μεταποιεῖται, μὴ συγχωρεῖ δὲ τῇ πόλει τὴν δόξαν τὴν τῶν προγόνων διαφυλάττειν καὶ κληρονομεῖν τῆς εὐκλείας καὶ διαδέχεσθαι τὰς τῶν ἔργων λαμπρότητας. ὁ μὲν οὖν σκοπὸς οὗτός ἐστιν, εἴπωμεν δὲ ὅπως μετακεχείρισται. μετὰ τοίνυν τὴν λύσιν τῆς ἀντιθέσεως ἐπισυνῆψε τὸ χρειῶδες τοῦ βασιλέως καὶ ὅτι ἀναγκαία ἡ πρὸς ἐκεῖνον φιλία, εἴπερ τοῖς ἄλλοις ἅπασιν Ἕλλησιν εὐνοϊκῶς διαλέγεται, ἡμῖν δὲ ἀπεχθάνεται βασιλεύς. καὶ ἀνάγκην μεγίστην καὶ πίστιν πεποίηται 〈διὰ〉 τοῦ δεῖξαι ἐν οἵᾳ ταραχῇ καθέστηκε τὰ τῶν Ἑλλήνων, ὡς εἶναι χρείαν τῇ πόλει τῆς παρ’ ἐκείνου ἐπικουρίας διὰ τὰ καθεστηκότα. |
| 10.9.(250) | ἣν βουλόμενος πιστώσασθαι ηὔξησε τὴν ταραχὴν τὴν Ἑλληνικήν· εἶτα ἀπὸ τούτου μετεβίβασε τὸν λόγον πρὸς τοὺς ἐπὶ χάριτι πολιτευομένους. διαιρεῖ δὲ δίχα καὶ τὴν τῶν ῥητόρων ποιότητα, καὶ ἀντιθέσεις κεκίνηκε πρὸς διαβολὴν τῆς ποιότητος αὐτῶν διαφόρους, ἐνδεικνύμενος δι’ αὐτῶν οἷα εἰώθασι λέγειν καὶ ὅτι σύνηθες αὐτοῖς κωλύειν τῶν πράξεων τὴν πόλιν, φοβούμενος μὴ περὶ τῆς πρεσβείας τῆς πρὸς βασιλέα ἀντείπωσι, τοὺς λόγους αὐτῶν ὑποτεμνόμενος καὶ ἀπίστους αὐτοὺς καθιστὰς ὡς διὰ Φίλιππον ἅπαντα πολιτευομένους πρὸς χάριν. ἔθηκεν οὖν ἀντίθεσιν πρώτην τείνουσαν εἰς αὐτοὺς τὴν ἀπὸ τοῦ συμφέροντος (cf. 55), ὅτι εἰώθασι μὲν λέγειν ὡς ἀγαθὸν ἡ εἰρήνη καὶ τὸ τρέφειν δύναμιν μεγάλην ὡς χαλεπόν· διὰ δὲ τῶν δύο μερῶν τούτων τῆς ἀντιθέσεως ἐνδείκνυται ὅτι καὶ τὴν εἰρήνην ἄγειν δεῖν φασὶ καὶ οὔτε πρὸς Φίλιππον πολεμεῖν οὔτε πρὸς βασιλέα πέμπειν· μὴ γὰρ εἶναι χρείαν χρημάτων μηδὲ τοῦ τρέφειν δύναμιν. οὕτω πλέον τι ἐν τῇ παρούσῃ ἀντιθέσει, ἣν ἔλυσε τῇ τῶν λόγων τῶν ἐκ τῶν ἄλλων ὑποθέσεων μεταγωγῇ (μετήγαγε μὲν γὰρ ταῦτα ἀπὸ τοῦ ὑπὲρ Διοπείθους λόγου), πλέον δέ τι αὐτῶν καὶ ἴδιον μᾶλλον ἐπὶ τῆς παρούσης ὑποθέσεως ἐξεργάζεται· τοῦτο δέ ἐστι τὸ βούλεσθαι τοὺς ῥήτορας κωλύειν τὴν πρὸς βασιλέα πρεσβείαν· ἧς ἡ λύσις μεταληπτική (cf. 56), ὅτι εἰ καὶ χαλεπὰ ταῦτα, χαλεπώτερα πεισόμεθα, ἂν ταῦτα μὴ ἐθέλωμεν ποιεῖν. καὶ ἑτέραν ἀντέθηκεν ὅτι ‘πολεμοποιὸς Δημοσθένησ‘, ἣν ἔστι μὲν εἰπεῖν ἀπὸ τοῦ νομίμου, ἔστι δὲ εἰπεῖν ἀπὸ τοῦ συμφέροντος ἔλυσεν εἰπών (cf. 60)· ‘καὶ πρὶν ἐμὲ εἰπεῖν πολλὰ Φίλιππος εἶχε τῆς πόλεως, καὶ νῦν εἰς Καρδίαν πέπομφε βοήθειαν‘, ἐνδεικνύμενος κἀνταῦθα ὁμοίως τὴν αἰτίαν τῆς ὑποθέσεως καὶ ὅτι ἀπήγγελται αὐτοῖς Φίλιππος πεπομφέναι βοήθειαν Καρδιανοῖς. καὶ τρίτην ἀντίθεσιν ‘ἀλλ’ οὐ προηγόρευκεν ὁ Φίλιππος ἡμῖν τὸν πόλεμον‘, ἣν ἔλυσε συνήθως (cf. 61)· ‘οὐδὲ γὰρ Φεραίοις οὐδὲ Ὀλυνθίοις οὐδὲ Ἐρετριεῦσιν οὐδὲ ἄλλοις πώποτε οὐδέσι προεῖπεν‘. εἶτα τῷ ἀναγκαίῳ κέχρηται, ἐκ διαφορᾶς αὐτὸς συνιστὰς ὅτι (cf. 62) οὐ περὶ τῶν ἴσων αὐτοῖς καὶ τοῖς ἄλλοις ἔστιν ὁ κίνδυνος, ἵνα κἀκείνην τὴν ὑπόνοιαν ἀνέλῃ, εἴ τινες εἶεν ἀπράγμονες καὶ στέργοντες τὴν δουλείαν, ὅτι οὐ περὶ δουλείας αὐτοῖς ἐστιν ὁ ἀγών, ἀλλὰ περὶ παντελοῦς διαφθορᾶς καὶ ὁλοσχεροῦς ἀναστάσεως καὶ ἀναιρέσεως. ἄχρι μὲν οὖν τούτων τὰ πραγματικώτερα πρὸς τοὺς ἐπὶ χάριτι πολιτευομένους ῥήτοράς ἐστιν αὐτῷ· τὸ δὲ ἐντεῦθεν εἰσέβαλεν εἰς παρέκβασιν, διαβολὴν ὁμοίως ἔχουσαν τῶν δωροδόκων ῥητόρων, ὅτι (cf. 64) δι’ αὐτοὺς Φίλιππος οὐκ εὖ ποιεῖ τὴν πόλιν, καὶ ταῦτα Ὀλυνθίους εὖ ποιήσας καὶ Θετταλοὺς καὶ Θηβαίους, ἵνα προκαταλαβὼν ταῖς διαβολαῖς ἐκβάλῃ τὴν ἀντιλογίαν ὁμοίως, ἣν δέδοικεν αὐτοὺς ποιησομένους καὶ δι’ ἣν ἐδεήθη τούτων πάντων τῶν λόγων· καὶ ταύτην καθίστησι φανεράν, ὡς ἔφην, διὰ τῶν ἐλέγχων ὧν πρὸς Ἀριστομήδη ποιεῖται. ταῦτα δὲ συντείνει σύμπαντα πρὸς τὴν λύσιν τῆς ἀντιθέσεως. ἐπειδὴ γὰρ ἀντέπεσε ‘καὶ διὰ τί δεησόμεθα καὶ εἰς ποίαν χρείαν τοῦ βασιλέως;‘ διέβαλε τοὺς ῥήτορας λέγων σύνηθες εἶναι λέγειν αὐτοῖς ταῦτα ἐξ ὧν κωλύουσι τὴν πόλιν. ταῦτα γὰρ περὶ Φιλίππου λέγειν εἰώθασιν, ἐπεί τινος ἕνεκεν αὐτοὶ τὴν ἡσυχίαν οὐκ ἄγουσιν, ἀλλὰ τῇ πόλει συμβουλεύουσι μὴ προεστάναι τῶν Ἑλλήνων· τῇ μὲν γὰρ ἀνάγκην ὑπεῖναι προστατεῖν τοῦ κοινοῦ γένους, τοῖς δὲ ῥήτορσιν οὐδεμίαν ἀνάγκην ὑπεῖναι φιλοτιμίαν περιεργάζεσθαι. gTBcFj 〈οὐδενὶ μέντοι μᾶλλον〉] εἰς τὸν περὶ τῶν ἐν Χερρονήσῳ κεῖνται. |
| 10.10 | F 2 〈τοῖς ἄρχειν βουλομένοισ〉] ἀντὶ τοῦ ἄρχειν, ὡς ἐν τῷ τέλει τοῦ περὶ συντάξεως λόγου (13, 36) ‘ὑμᾶς οὖν ὑπάρξαι δεῖ χρηστὰ βουλομένους, καὶ πάντα ἕξει καλῶσ‘, ἀντὶ τοῦ δεῖ χρηστὰ βούλεσθαι· ἢ ἵνα λείπῃ τὸ ‘εἶναι‘. |
| 10.11 | F 2 Y 〈τὸ δ’ οὐχ οὕτως ἔχει〉] ἀπ’ ἐντεῦθεν ἕως τοῦ ἑτέρου ἀστερίσκου, τοῦ λόγου τοῦ περὶ τῶν ἐν Χερρονήσῳ (8, 47) ἐπιγραφέντος ἐστίν. |
| 10.12 | F 2 〈ὃ δὴ λοιπὸν〉] μετέρχεται ἐπὶ τὸ δυνατὸν κεφάλαιον. |
| 10.13 | Yvp 〈ἀξιῶ〉] ἀντὶ τοῦ ἄξιον νομίζω. |
| 10.14 | F 2 Y τῆς κακώσεως] κάκωσις ὄνομα δίκης κατὰ τῶν ἀτιμαζόντων τοὺς γονεῖς. |
| 10.15 | Yvp 〈ἔρημον〉] ὡς ἕρμαιον ἢ θησαυρὸν ἐπ’ ἐρημίας εὑρών, μηδενὸς μήτε προϊσταμένου μήτε φυλάττοντος. |
| 10.16 | Y 〈κεκήλησθε〉] ἠπάτησθε. |
| 10.17 | Y 〈ἄπιστοσ〉] ἀντὶ τοῦ μηδετέρους φιλῶν. |
| 10.18 | Y 〈τοῖς ἑτέροισ〉] τοῖς νικήσασιν. |
| 10.19 | Y 〈ἥκιστα〉] πάνυ. |
| 10.20 | F 1 vp 〈ἕτεροι〉] οἱ προδόται καὶ ὁ Φίλιππος. |
| 10.21 | Y 〈καίτοι〉] ἕως ὧδε τὰ περὶ τῶν ἐν Χερρονήσῳ (8, 67) ἐκ τοῦ προτέρου ἀστερίσκου. |
| 10.22 | F 2 〈Ἀριστόμηδεσ〉] προδότης ἦν οὗτος. |
| 10.23 | Yvp 〈φιλαίτιον〉] Ἰσοκράτης ἐπὶ τοῦ φιλοῦντος ἄλλους αἰτιᾶσθαι, νῦν δὲ ἐπὶ τοῦ εἰωθότος αἰτίας καὶ κατηγορίας ὑπομένειν παρὰ τῶν ἄλλων. |
| 10.24 | Y 〈σοὶ μὲν〉] σημείωσαι, κύκλος. |
| 10.25 | F 2 Yvp 〈πολλὰ〉] ἐπίλογοι. |
| 10.26 | Yvp ΠΡΟΣ ΤΗΝ ΕΠΙΣΤΟΛΗΝ ΤΗΝ ΦΙΛΙΠΠΟΥ ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην] Σηλυβρίαν ἐπολιόρκει Φίλιππος, πόλιν τῶν ἐπὶ Θρᾴκης· Ἀθηναῖοι δὲ ἀπέστειλαν ἐν τῷ καιρῷ τούτῳ σιτηγήσοντα αὐτοῖς πλοῖα· καὶ ὑπονοήσας Φίλιππος μὴ ἐπὶ σιτηγίᾳ πεπομφέναι τὰ πλοῖα, ἀλλ’ ἐπὶ συμμαχίᾳ Σηλυβριανῶν, ἔλαβε ταῦτα τὰ πλοῖα καὶ γέγραφεν Ἀθηναίοις ἐπιστολήν, αἰτιώμενος ὅτι βοηθοῖεν Σηλυβριανοῖς οὐ συμπεριειλημμένοις ταῖς συνθήκαις, καὶ παρ’ αὐτοῖς εἶναι τὸ λελύσθαι τὴν εἰρήνην, ἀπειλῶν τε ἀμυνεῖσθαι αὐτοὺς παντὶ σθένει. |
| 11.1 | ταύτης τῆς ἐπιστολῆς ἀναγνωσθείσης ὁ Δημοσθένης προτρέπει φανερῶς ἐπὶ τὸν πόλεμον ὡς τοῦ Φιλίππου δεδωκότος τὸ σύνθημα. ἔοικε δὲ προτροπῇ τινι ἐπὶ στρατοπέδου λεγομένῃ μᾶλλον ἢ δημηγορίᾳ. καὶ περιέχει κεφάλαια τρία, τὸ δίκαιον τὸ συμφέρον τὸ δυνατόν. καὶ λαμβάνει τὸ μὲν δίκαιον εἰς κατασκευὴν τοῦ δυνατοῦ· τὸ δὲ δυνατὸν καινοτέρᾳ μεθόδῳ μετακεχείρισται καὶ ἀγωνιστικωτέρῳ τρόπῳ συμπέπλεκται· οὐ γὰρ ἰδίᾳ μὲν περὶ τῆς πόλεως εἴρηκεν, ἰδίᾳ δὲ περὶ Φιλίππου, ἀλλ’ εἰς ταὐτὸν ἥνωκε καὶ συνήγαγεν ἄμφω τὰ μέρη τοῦ δυνατοῦ καὶ τοιαύτῃ μὲν μεθόδῳ περὶ τοῦτο κέχρηται, περιττότερόν τι νῦν ἢ ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν προσεξευρὼν καὶ διδοὺς χρῆσιν ἀμφοτέρων τῶν μεθόδων. ἐκεῖ μὲν γὰρ ἦν ἑκάτερον καὶ λόγος περὶ ἑκάστου κεχωρισμένος ἁπλοῦς, ἐνταῦθα δὲ διπλοῦν τὸ εἶδος, κατὰ τὸ αὐτὸ συμπεπλεγμένων τῶν δύο δυνατῶν, καὶ λέλυκεν ἐν τούτῳ ἀνθυποφορὰν καὶ ἀντίθεσιν· τὴν μὲν ἀπὸ τῆς ἐργασίας κατασκευὴν καὶ ἀπόδειξιν, ὡς ἐξ ὁμολογουμένων δὲ εἰλημμένην, ὡς παραβεβηκότος τὴν εἰρήνην Φιλίππου, ἑτέραν δὲ τοῦ δυνατοῦ κατασκευάζοντος, ὡς χρὴ μηδαμῶς ὀρρωδεῖν τὸν πόλεμον. Εἰσέβαλε δὲ μετὰ τὸ προοίμιον εἰς τὴν ἐργασίαν τοῦ νομίμου κεφαλαίου, ὃ δὴ λαμβάνει πρὸς ἀπόδειξιν τοῦ δυνατοῦ ἀπὸ ταύτης τῆς λέξεως στοχαστικῶς (2)· ‘πρῶτον μὲν γὰρ εἰκός, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς θεοὺς μεγίστους ἡμῖν ὑπάρχειν συμμάχους καὶ βοηθούσ‘. τοῦτο δὲ ὑπάρχει κατασκευὴ τοῦ δυνατοῦ ἀπὸ τοῦ νομίμου λαμβάνουσα τὴν σύστασιν, ὥστε τὸ μὲν δυνατὸν εἶναι τὸ κατασκευαζόμενον, διὰ δὲ τοῦ νομίμου τὰς ἀποδείξεις αὐτοῦ συμπεραίνεσθαι. νόμιμον δέ ἐστι τὸ ἔγγραφον δίκαιον. παρατηρητέον δὲ κἀκεῖνο, ὅτι αἱ αὐταὶ ἀποδείξεις εἰσὶ πολλαχοῦ, 〈τοῦτο μὲν τοῦ δυνατοῦ τῶν Ἀθηναίων,〉 τοῦτο δὲ τοῦ δυνατοῦ τοῦ Φιλίππου, πῇ μὲν μεμιγμέναι, πῇ δὲ κεχωρισμέναι. ἡ πρώτη γοῦν ἔννοια διπλῆ καὶ τὴν καθαίρεσιν παριστᾶσα τοῦ Φιλίππου δυνατοῦ καὶ τὴν αὔξησιν τοῦ δυνατοῦ τῶν Ἀθηναίων. ἡ δὲ δευτέρα ἔννοια, ἧς ἡ ἀρχὴ (3)· ‘ἔπειθ’ οἷς πρότερον ηὐξήθη, φενακίζων ἀεί τινας καὶ μεγάλα ἐπαγγειλάμενος εὐεργετήσειν‘ μέχρι τοῦ (4) ‘ἅπαντας ὑφορᾶσθαι καὶ διαβεβλῆσθαι πρὸς αὐτόν‘, μᾶλλον μὲν ἔχει τὴν ἀπόδειξιν τῆς καθαιρέσεως τοῦ δυνατοῦ τοῦ Μακεδόνος, συνθεωρεῖται δὲ καὶ τὸ δυνατὸν τῶν Ἀθηναίων. ἡ δὲ τρίτη ἔννοια (5) ‘ἔτι τοίνυν (οὔτε γὰρ σμικρόν) οἱ κατὰ τὴν Ἀσίαν σατράπαι‘ τοῖν δυοῖν ἐστιν ἀποδεικτική, πλέον μὲν ἔχουσα τὸ ἀποδεικτικὸν τοῦ δυνατοῦ τῶν Ἀθηναίων, συνθεωρουμένη δὲ καὶ τὴν τοῦ Φιλίππου καθαίρεσιν. ἡ δὲ τετάρτη ἔννοια (7) ‘πρὸς τοίνυν τούτοις τηλικούτοις οὖσιν οὐκ ἐρῶ μὲν‘ εἴληπται καὶ αὐτὴ ἀπὸ τοῦ ἀδίκου πρὸς τὴν αὐτὴν κατασκευὴν τῆς καθαιρέσεως Φιλίππου καὶ συστάσεως τῆς τῶν Ἀθηναίων ῥώμης. ἡ δὲ πέμπτη ἔννοια (8) ‘καὶ πολλάκις εὑρίσκω λογιζόμενοσ‘ μονομερῶς καθαιρετικὴ τοῦ δυνατοῦ Φιλίππου, ἡ περὶ τῆς οἰκείας ἀρχῆς αὐτοῦ, ὑπὲρ ἧς τὸ θεώρημα ἡμῖν εἴρηται ἐν τῷ δευτέρῳ· δι’ ἣν αἰτίαν εἴρηκεν αὐτὴν ‘ἐν μὲν προσθήκης μέρει ῥοπὴν ἔχειν, αὐτὴν δὲ καθ’ αὑτὴν ἀσθενῆ‘· τοῦτο γὰρ τεκμήριον τῆς ἀσθενείας αὐτῆς ἐστιν, αὐτὸ τὸ μετὰ πολλῶν μέν, κατὰ μόνας δὲ μὴ τολμᾶν στρατεύεσθαι. |
| 11.1.(50) | πρὸς τοῦτο ἀντέπεσεν ἀπὸ τῆς ἐργασίας αὐτῷ ‘ἀλλ’ εἰκὸς χαίροντας Μακεδόνας τοῖς γινομένοις προθύμως συμπράττειν Φιλίππῳ‘· τοῦτο δὲ ἔλυσεν εἰπών (9)· ‘μὴ γὰρ οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς χαίρειν τόν τε Φίλιππόν τε καὶ τοὺς ἀρχομένουσ‘. ἕκτη (10) ἡ περὶ τῶν ἡγεμόνων τῶν ξένων, καὶ αὐτὴ καθαιρετικὴ τοῦ δυνατοῦ τοῦ Φιλίππου. εἶτα ἐπειδήπερ παράδοξον ἔννοιαν εἶπε καὶ διὰ τοῦτο σχεδὸν ἀπίθανον ἐν τῷ περὶ τῶν ξένων λόγῳ, ὅτι τὰ μάλιστα σκορακίζονται (cf. 11), αὐτὸς ἑαυτοῦ ἐλάβετο καὶ ᾔσθετο τῆς παραδόξου ἐννοίας. ἔλυσε γοῦν εὐθέως εἰπών (12)· ‘καὶ τούτοις οὐδ’ ἂν εἷς εὖ φρονῶν ἀπιστήσειε‘, καὶ ἐπάγει διὰ τῶν ἑξῆς τὴν αἰτίαν. πρὸς ταῦτα τοίνυν ἅπαντα τὰ προειρημένα περὶ τοῦ δυνατοῦ ἀνθυποφορά τις ἀντέπεσε (13) ‘πῶς οὖν, εἴπερ ἐστὶ τὰ τοιαῦτα, πιστῶς ἤδη πολὺν χρόνον αὐτῷ παραμένουσιν;‘ ἐκ γὰρ τῶν εἰρημένων ἁπάντων πρὸς καθαίρεσιν ἠθροίσθη τις αὐτῷ δόξα ἀπιθανότητος, ὅτι, εἰ ταῦτα ἦν ἀληθῆ, πάντως ἂν ἀπέστησαν. αὐτὸς δὲ καὶ ταύτην ἔλυσεν εἰπὼν ὅτι (13) ‘τὸ κατορθοῦν αὐτὸν ἐπισκοτεῖ πᾶσι τοῖς τοιούτοισ‘. ἀλλ’ ἡ ἀντίθεσις πρὸς τὸ δυνατὸν ἀντέπεσεν. Ἐπειδὴ γὰρ πάντα τὰ μέρη τῆς δυνάμεως καθεῖλεν, ἐλείπετο δὲ τὸ ἀπὸ τῆς τύχης, ἐξ ἀντιθέσεως 〈τοῦτ’〉 ἔλαβεν (15)· ‘εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον ὁρῶν εὐτυχοῦντα φοβερὸν εἶναι νομίζει καὶ δυσπολέμητον‘. πρὸς δὲ τοῦτο καὶ διὰ τοῦτο ἐγύμνασε καὶ οὐ καθεῖλεν, ἐπειδὴ πλεῖστα αὐτῷ συμβάλλεται· προκατασκευὴν γὰρ τοῦ δυνατοῦ τῶν Ἀθηναίων ἔχει. καὶ ἡ κατασκευὴ δὲ τῆς ἀντιθέσεως οὐκ ἔστιν αὐξητικὴ τοῦ δυνατοῦ τοῦ Φιλίππου, ἀλλ’ αὐτῆς τῆς δυνάμεως τῆς τύχης ἐστὶν αὐξητικὴ καὶ τῆς παρὰ τοῦ δαιμονίου ῥοπῆς. διὰ τοῦτο δὲ τὴν τύχην ηὔξησε καὶ τὴν παρ’ ἐκείνης ῥοπήν, ἵνα μᾶλλον τὸ τῶν Ἀθηναίων δυνατὸν αὔξησιν λάβῃ· ὅσῳ γὰρ ἂν αὐξηθῇ τὰ τῆς τύχης καὶ ὅσῳ ἂν ἀποδειχθῇ μετὰ τῶν Ἀθηναίων ἡ τύχη, τοσούτῳ μᾶλλον καὶ τὸ τῶν Ἀθηναίων δυνατὸν ἰσχυρότερον φανεῖται. πρὸς τοῦτον οὖν τὸν περὶ τῆς τύχης λόγον, 〈ἐν ᾧ〉 ἀποδείκνυται ὅτι ἡ Ἀθηναίων πόλις εὐτυχεστέρα, ἀντέπεσεν ἀνθυποφορά (17) ‘τί ποτ’ οὖν ἐκεῖνος ἐν τῷ προτέρῳ πολέμῳ πλείω κατώρθωσεν ἡμῶν;‘ ταύτην ἔλυσε τῷ συμφέροντι, τῆς ῥαθυμίας κατηγορῶν καὶ τῆς δεινῆς ἀργίας καὶ ἐκλύσεως, ἣν ἐπιδείκνυνται ἐν τοῖς πράγμασι μέλλοντες καὶ καθήμενοι καὶ ψηφιζόμενοι καὶ πυνθανόμενοι. εἶτα ἐτρέψατο ἐπὶ τὸ αἰσχρὸν καὶ τὸ ἄδοξον, μέρη τοῦ συμφέροντος, εἰ δὲ βούλει τοῦ ἀσυμφόρου (17)· ‘καίτοι τί γένοιτ’ ἂν νεώτερον ἢ Μακεδὼν ἀνὴρ καταφρονῶν Ἀθηναίων καὶ τολμῶν ἐπιστολὰς πέμπειν τοιαύτας οἵας ἠκούσατε μικρῷ πρότερον;‘ εἶτα ἐπάνεισιν ἐπὶ τὸ δυνατόν, πάλιν 〈τιθεὶσ〉 τὴν πρώτην λύσιν τῆς ἀνθυποφορᾶς, καὶ τὴν αἰτίαν ἀποδίδωσι δι’ ἣν ἐκεῖνος μὲν κατορθοῖ, ἡ πόλις δὲ οὐδαμῶς· καὶ τόπον ποιεῖται κατὰ τῶν ῥητόρων, ἐνδεικνύμενος ὅτι διὰ τούτους ἐκεῖνος κατορθοῖ, ἡ πόλις δὲ οὐδὲν τῶν ἐκείνου πραγμάτων στασιάζειν παρασκευάζει. εἶτα πληρώσας τὰς λύσεις τῆς ἀνθυποφορᾶς, ἃς εἴληφεν ἐκ τοῦ συμφέροντος καὶ τοῦ δυνατοῦ, καὶ εὐλαβηθεὶς μὴ πάλιν ἐπὶ τὴν εἰρήνην δράμωσιν Ἀθηναῖοι καὶ πρεσβείαις πειράσωνται διαλῦσαι τὰ παρακεκινημένα, ὑπετέμετο καὶ ταύτην τὴν ἔννοιαν εἰπών (20)· ‘ὧν, ὦ ἄνδρες Ἀθηναῖοι, χρὴ λαβόντας ἔννοιαν, καὶ λογισαμένους ὅτι οὐδὲ ἐφ’ ἡμῖν ἐστι τὸ φάσκειν ἄγειν εἰρήνην· ἤδη γὰρ ἐκεῖνος καὶ προσηγόρευκεν ὁ Φίλιππος τὸν πόλεμον καὶ τοῖς ἔργοις ἐξενήνοχε‘. ταῦτα γάρ ἐστιν ἀπομαχομένου πρὸς ἐκείνην τὴν ἔννοιαν, ὅτι ἴσως οὐδέπω λέλυται ἡ εἰρήνη καὶ δυνατόν ἐστι διαλῦσαι τὰς ὑποψίας ταύτας. ἐπήγαγε δὲ ἐπὶ τὸ δυνατὸν εἰπών (20)· ‘μηδενὸς μὲν φείδεσθαι μήτε τῶν δημοσίων μήτε τῶν ἰδίων‘. |
| 11.1.(100) | εἶτα ἑτέραν ἐπὶ τούτοις ἐπιλογικὴν ὑπόνοιαν ἀνῄρηκεν ‘ἀλλὰ δυνησόμεθα διὰ τῶν ξένων αὐτὸν ἀμύνασθαι‘. ταύτην μὴ θεὶς ἔλυσεν εἰπών (21)· ‘μὴ γὰρ ὑπολάβῃ τις ὑμῶν, δι’ ὧν ἐγένετο τὰ πράγματα χείρω τῆς πόλεως, διὰ τούτων αὐτὰ πάλιν ἀναλήψεσθαι‘, καὶ ἕτερον ἐν ᾧ καὶ τὴν ἀντίθεσιν ἐπεσημήνατο (21) ‘μηδὲ νομίσητε, ἀθυμούντων ὑμῶν ὥσπερ πρότερον, ἑτέρους ὑπὲρ τῶν ὑμετέρων ἀγωνιεῖσθαι προθύμωσ‘. τοῦτο γάρ ἐστιν ἐνδεικτικὸν τῆς ἀντιθέσεως ὅτι ‘ἀλλὰ δυνησόμεθα διὰ τῶν ξένων ἀδικοῦντα αὐτὸν κωλῦσαι‘, ἣν ἐκ προλήψεως ἔλυσε, καὶ ἐπισημαινόμενος πάλιν οὐδὲν ἧττον λύει, καὶ συνάπτει τοὺς ἐπιλόγους (cf. 21 sq.) ἀπὸ τοῦ αἰσχροῦ ἐπιχειρῶν, ἀπὸ τῆς τῶν προγόνων κρίσεως, ἀπὸ τῆς τοῦ πολεμίου κρίσεως, ἀπὸ τῆς ποιότητος τῆς πόλεως, ἀπὸ τοῦ μεγέθους τῶν ἔργων καὶ τῶν κατορθωμάτων τῶν προγονικῶν, ἅπερ ἂν εἴη τοῦ ἐνδόξου. καὶ ταῦτα μὲν ἀπὸ τοῦ συμφέροντος εἰς τὸν ἐπίλογον· ὁ γὰρ τοῦ αἰσχροῦ καὶ τοῦ ἐνδόξου καὶ τοῦ πρέποντος τόπος καὶ τοῦ καλοῦ ἴδιος ἂν εἴη τοῦ συμφέροντος. εἶτα ἀπὸ τοῦ δυνατοῦ πάλιν ἐπιλογίζεται (23) ‘χρῆναι πάντας παρασκευάζεσθαι μὲν πρὸς τὸν πόλεμον, παρακαλεῖν δὲ τοὺς Ἕλληνας μὴ λόγοις, ἀλλ’ ἔργοισ‘. εἶτ’ ἐπειδήπερ ἀντέπεσεν ‘ἀλλὰ πολλάκις παρακαλέσαντες οὐκ ἐπείσαμεν‘, ἔλυσε καὶ τοῦτο εἰπὼν αὐτοὺς αἰτίους εἶναι, πρεσβευομένους μὲν καὶ τηνάλλως λέγοντας, δεικνύντας δὲ πράξεως μηδὲν ἔργον· εἰωθέναι δὲ ἅπαντας τοῖς ἔργοις μᾶλλον ἢ τοῖς λόγοις προσέχειν καὶ μάλιστα τῶν ἐξηπατηκότων λόγοις πολλάκις. gTBcFjFi 〈ὅτι μὲν〉] μεστὸν παραμυθίας τὸ προοίμιον. |
| 11.2 | Y πᾶσιν ὑμῖν] καλῶς τὸ ‘ὑμῖν‘, ὡς ἂν εἰ ἔλεγεν ‘ἐμοὶ γὰρ καὶ πάλαι φανερὸν ἦν‘. |
| 11.3 | Y 〈ἐπειδὴ〉] κατασκευὴ τῆς προτάσεως. |
| 11.4 | Y Φαρσαλίοις Ἅλον παρέδωκε] Ἅλος καὶ Φάρσαλος δύο πόλεις Θετταλικαί. |
| 11.5 | αὗται πρὸς ἑαυτὰς ἐστασίαζον, καὶ οἱ μὲν Ἅλιοι φίλοι ὑπῆρχον τοῖς Ἀθηναίοις, οἱ δὲ Φαρσάλιοι τῷ Φιλίππῳ. χειρωσάμενος δὲ τοὺς Ἁλίους Φίλιππος παρέδωκε τοῖς Φαρσαλίοις τοῖς φίλοις αὑτοῦ. ἰστέον δὲ ὅτι βουλόμενος εἰπεῖν ὁ ῥήτωρ ἅπερ ἠδίκησεν αὐτοὺς ὁ Φίλιππος μετὰ τὴν εἰρήνην, οὐ κατὰ τάξιν κέχρηται, ἀλλ’ ἀδιαφόρως· πρῶτον γὰρ ἐγένετο τὸ κατὰ Θρᾴκην, εἶτα τὰ περὶ Ἅλου καὶ Φαρσάλου καὶ ὕστερον τὸ περὶ Φωκέας. Y αἰτίας οὐκ οὔσας] οἷον περὶ Διοπείθους, λέγων ὅτι ἀδικεῖ τὴν εἰρήνην πολεμῶν, καὶ περὶ Φωκέων, ὅτι ἱερόσυλοί εἰσι, καὶ περὶ Ἁλίων, ὅτι τοὺς Φαρσαλίους ἀδικοῦσι. |
| 11.6 | Y τῷ μὲν ἔργῳ πάλαι πολεμεῖ] συμπέρασμα τοῦ προοιμίου. |
| 11.7 | εὐθὺς δὲ ἀπ’ αὐτοῦ εἰσβολὴ τοῦ δυνατοῦ κεφαλαίου. Y ὀρρωδεῖν] τὸ φοβεῖσθαι· εἴρηται δὲ ἀπὸ τοῦ ὀρροῦ καὶ τοῦ δέους· ὀρρὸς δὲ λέγεται ἡ πυγὴ τῶν ὀρνίθων· ὅθεν καὶ ὀρροπύγιον. |
| 11 8a | ἐπειδὴ οὖν συμβαίνει ταῖς ὄρνισιν ἐν τῷ φοβεῖσθαι ἀποπατεῖν καὶ τὸν ὀρρὸν ἀπὸ τοῦ δέους ἐπείγεσθαι πρὸς τὸ ἀφοδεῦσαι, διὰ τοῦτο εἴρηται τὸ φοβεῖσθαι ὀρρωδεῖν. Yvp λέγεται δὲ καὶ ἀρρωδεῖν. |
| 11 8b | Y τοὺς θεοὺς] οὐκ ἔχων δεῖξαι δύναμιν ὑπάρχουσαν ἐπὶ τοὺς θεοὺς καταφεύγει, λέγων αὐτοὺς συμμαχεῖν Ἀθηναίοις διὰ τὸ μισεῖν Φίλιππον. |
| 11.9 | εἶτα ἐπειδὴ ἄδηλον ἦν εἰ ἐμίσουν αὐτόν, ἐπήγαγε τὴν ἐπιορκίαν, κατασκευάζων ἐκ τούτων ὡς τοῖς τοιούτοις πολέμιοι ἀεὶ καθεστᾶσιν οἱ θεοί. Y ἀπὸ τῶν Περινθίων] Πέρινθος πόλις Θρᾴκης, ἥτις νῦν καλεῖται Ἡράκλεια, οὐ πολὺ ἀπέχουσα τοῦ Βυζαντίου· διὸ εὐθὺς συνῆψε τούτοις τὸ Βυζάντιον. |
| 11.10 | Y ὑποπτεύεται] ἐπειδὴ ἐδόκουν τέως εἶναι φίλοι οἱ Θηβαῖοι, ὑποψίαν ἐπ’ αὐτῶν εἶπεν· ἡ δὲ ὑποψία πόλεμον πάλιν ὠδίνει κατὰ γνώμην. |
| 11.11 | Y Νίκαιαν] ἰστέον ὅτι πολὺ ἀφέστηκε τῶν Θηβαίων αὕτη· ἐν γὰρ ταῖς Πύλαις κεῖται. |
| 11.12 | καλεῖ δὲ αὐτὴν Θηβαίων, ἐπειδὴ ἄποικος ἦν αὐτῶν. Y 〈κατέχων〉] ὡς ἐπὶ τυράννου ἡ λέξις. |
| 11.13 | Y 〈ὧν, ὦ ἄνδρες Ἀθηναῖοι〉] ἐπίλογος. |
| 11.14 | Pr ΕΠΙΣΤΟΛΗ ΦΙΛΙΠΠΟΥ 〈Τιρίστασιν〉] τιρίστασιν οἶμαι τὴν περίστασιν λέγει. |
| 12.1 | F 2 ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ Ὁ περὶ συντάξεως λόγος οὐκ ἔχει μὲν προφανῆ τὸν χρόνον, εἰκάσειε δ’ ἄν τις αὐτὸν εἰρῆσθαι πρὸ τῶν Φιλιππικῶν, ἀφεστηκότων μὲν ἤδη τῶν συμμάχων, Ῥοδίων δὲ ὀλιγαρχουμένων. |
| 13.1 | ὥστε, ὅσοι συντάττουσιν αὐτὸν τοῖς Φιλιππικοῖς, ἠγνοήκασι παντελῶς ὅτι τῶν Φιλιππικῶν ἐστὶ προγενέστερος. ἔοικε δέ τις Εὐβούλου νενικηκέναι γνώμη τὰ στρατιωτικὰ θεωρικαὶ γενέσθαι. μεθ’ ἣν ἐπιχειροτονίαν οὐκέτι μὲν ἀντιλέγειν δύναται τῷ λαμβάνειν, συντρέχων δὲ ταῖς διανομαῖς εἰσηγεῖται δεῖν ἐκκλησίαν γενέσθαι καὶ ἐν ἐκείνῃ κυρῶσαι ἅπερ ἀξιοῖ καὶ αὐτός. ἀξιοῖ δὲ προστεθῆναι τῷ λαμβάνειν τάξιν τοῦ πράττειν τινὰ τὰ δέοντα. οὐκ ἔστι δὲ ἡ περὶ τούτου προκειμένη συμβουλὴ νῦν ἐντελής, ἀλλ’ εἰσήγησις μόνη καὶ προτροπή τισιν ἐν ἑτέρᾳ ἐκκλησίᾳ τὴν τούτων τάξιν κυρώσουσιν. ἀξιοῖ δὲ καὶ τοὺς καιροὺς διαταχθῆναι, τόν τε τοῦ πολέμου καὶ τὸν τῆς εἰρήνης· καὶ τὰ κεφάλαια δὲ περὶ ὧν αὐτοὺς δεῖ βουλεύσασθαι προτίθησι νῦν καὶ προαναφωνεῖ. τὸ δὲ σύμπαν ἐστὶν ὥστε διὰ παντὸς μὲν λαμβάνειν αὐτούς, λαμβάνοντας δέ, ὡς ἔφη, μηδενὸς τῶν πρακτέων ἀμελεῖν μηδὲ ῥαθυμεῖν ὅτου καιρὸς εἴη. ἐπειδὴ γὰρ οὐκ ἔσχεν ἀντειπεῖν κρατούσῃ [λοιπὸν] Εὐβούλου τῇ γνώμῃ περὶ τοῦ λαμβάνειν, ἦλθε λοιπὸν ἐφ’ ἑτέραν ὁδὸν δι’ ἧς προστίθησι καὶ αὐτὸς τὴν ἑαυτοῦ γνώμην, τὸ δεῖν πράττειν δι’ αὐτῆς εἰσηγούμενος. καὶ ἡ μὲν ὑπόθεσις καὶ ὁ σκοπὸς τοῦ λόγου τοῦτον ἔχει τὸν τρόπον, οὔτε δὲ 〈περὶ〉 πολέμου πρόκειται συμβουλή τις οὔτε 〈περὶ〉 τοῦ δεῖν ἄγειν εἰρήνην ἡ σκέψις πάνυ, ἀλλ’ ἔστιν, ὡς ἔφην, εἰσήγησις ἀξιοῦντος προστιθέναι τῇ κεκρατηκυίᾳ γνώμῃ περὶ τοῦ λαμβάνειν τὸ πράττειν τὰ δέοντα, χρωμένους ἀφορμῇ ταύτῃ. παρὰ τῶν τῆς πόλεως Εὐβούλου μικρὰ δεδωκότος καὶ πρὸς χρόνον ῥητὸν τῶν πανηγύρεων, οὗτος καὶ διὰ παντὸς δίδωσι καὶ πλείονα, εἰ μόνον ἐθέλοιεν διὰ τοῦτο λαμβάνειν, ἵνα καὶ τὰ δέοντα πράττοιεν. Τὸ δὲ πρῶτον κεφάλαιον τοῦ λόγου, εἰ μὲν ἐντελῆ τὴν ἐργασίαν εἶχε τοῦ πῶς χρὴ λαμβάνειν πεζοὺς καὶ ἱππέας καὶ τριηρίτας καὶ πότε καὶ πῶς δεῖ συντετάχθαι, ἀπεφήνατο ἄν τις εἰκότως θαρρῶν εἶναι τὸ δυνατόν· ἐπεὶ δὲ οὐ περὶ τούτων νῦν ὁ λόγος ἐστίν, ἀλλ’ ἁπλῆ τις εἰσήγησις περὶ τοῦ καταδέξασθαι λόγον περὶ τούτων καὶ προθεῖναι τὴν γνώμην τῷ συμβουλεύοντι, εἰκότως ἄν τις ἀποφήναιτο τοῦ συμφέροντος εἶναι. ὅθεν δὴ τὸ συμφέρον ἀποφαντικῶς φαμὲν τὸν λόγον ἔχειν κατὰ τὸ πρῶτον κεφάλαιον, εἰσηγουμένου τοῦ ῥήτορος συμφέρον εἶναι περὶ τῆς παρασκευῆς βουλεύεσθαι, ὡς περιεκτικὸν μὲν εἶναι τὸ συμφέρον, περιεχόμενον δὲ τὸ δυνατόν· πάντες γὰρ οἱ περὶ τοῦ δυνατοῦ λόγοι καὶ πᾶσαι δὲ αἱ ἀποδείξεις ἀπὸ τοῦ συμφέροντος ἔχουσι τὰς κατασκευάς. Ἀρκτέον δὲ λέγειν ἄνωθεν. τὸ τοίνυν προοίμιον ἐρρητόρευται αὐτῷ κατὰ τὸν τρόπον τοῦ ὑπὲρ Μεγαλοπολιτῶν καὶ περὶ τῶν ἐν Χερρονήσῳ στρατιωτῶν· καὶ γὰρ ἐν ἐκείνοις προστιθέμενος θατέρῳ μέρει προσποιεῖται μηδετέρῳ συναγορεύειν, ἀλλ’ ἀεὶ τὸ μέσον ζητεῖν, τοῦτο δέ ἐστι τὸ τῆς πόλεως συμφέρον· εἰ γὰρ μήτε τοῖσδε μήτε ἐκείνοις συναγορεύειν ἐπαγγέλλεται, δῆλον ὅτι τοῦ κοινῇ λυσιτελοῦντος εἵνεκα παρεληλυθὼς ἐπὶ τὸ βῆμα φανήσεται. ὅθεν δὴ καὶ τοῖς ἀποτρέπουσι προστίθεται, οὐχ ἁπλῶς δὲ προστίθεται, ἀλλὰ μετὰ τοῦ ἀποδεικνύναι τοῦτο λυσιτελοῦν τῇ πόλει καὶ χρήσιμον. ὅσοι μὲν γὰρ θατέρῳ μέρει συνίστανται, αὐτοῦ τοῦ μέρους τὸ λυσιτελὲς μόνον ζητοῦντες, οὗτοι παντελῶς δοκοῦσιν ἀμελεῖν τοῦ κοινῇ συμφέροντος εἰρημένου, ὅπερ κἀν τούτῳ καὶ ἐν ἐκείνοις διαπραττόμενος φαίνεται. τοιοῦτόν ἐστι τὸ λεγόμενον παρ’ αὐτοῦ κατ’ Αἰσχίνου ἐν τῷ περὶ τῆς παραπρεσβείας λόγῳ (19, 111—113), ὅτι βουλευομένης τῆς πόλεως περὶ τοῦ πότερον δεῖ Φίλιππον Ἀμφικτύονα ἐγγράφειν ἢ μή, ὁ μὲν Αἰσχίνης οὐδὲν τῶν συμφερόντων οὐδὲ τῶν βλαπτόντων τὴν πόλιν σκοπούμενος οὕτω συνηγόρει τῷ Μακεδόνι, δηλονότι ἐγκωμιάζων ἢ καὶ φοβῶν τοὺς ἀκούοντας ἢ τὸ δίκαιον προτείνων, ὅτι ἄτοπον τῶν ἄλλων ἄξιον αὐτὸν νομιζόντων ἡμᾶς μόνους ἀνθίστασθαι. |
| 13.1.(50) | ὁ δὲ Δημοσθένης εἰς τὴν αὐτὴν ὑπόθεσιν καθεὶς τοῦ μὲν εἰπεῖν τι περὶ Φιλίππου καλὸν ἢ αἰσχρὸν ἤ τι τοιοῦτον οἷον Αἰσχίνης παντελῶς ἀπέχεται, αὐτὸ δὲ τὸ τῆς πόλεως συμφέρον σκοπούμενος ἀπέδειξεν ὡς ἀλυσιτελὲς ἐναντιοῦσθαι τῇ τῶν Ἑλλήνων γνώμῃ. εἰ μὲν οὖν κἀνταῦθα τὰς γνώμας τὰς τῶν ἀπόρων ἀποδεξάμενος ἐποιεῖτο τὸν λόγον, εἰκότως ἄν τις αὐτὸν ἔφη τῆς ἐκείνων μερίδος ἀκριβῶς εἶναι. ἐπειδὴ δὲ τὸ μὲν κατ’ ἐκείνους σιωπᾷ, φησὶ δὲ συμφέρειν τῇ πόλει τὸ τοὺς λαμβάνοντας καὶ ποιεῖν τι τῶν δεόντων, εἰκότως ἂν δοκοίη τοῦ μὲν χαρίζεσθαι τοῖς διανεμομένοις καθεστηκέναι πόρρῳ, τοῦ δὲ τῇ πόλει λυσιτελοῦντος ἀντέχεσθαι. καὶ ταῦτα λέγων τοῖς ἀπόροις οὐ ταὐτὰ λέγειν δοκεῖ· οἱ μὲν γὰρ ὡς ἴδιον συμφέρον ἢ βλάβος ἐγύμναζον, ὁ δὲ τὸ κατ’ ἐκείνους παρεὶς τὸ τῇ πόλει συμφέρον εἰσηγεῖσθαι κατεπαγγέλλεται. εἰδὼς δὲ ἑαυτῷ τὸν λόγον ἐπικίνδυνον ὄντα καὶ σφαλερὸν τῷ τοὺς ἀκούοντας μὴ ῥᾳδίως παραδέχεσθαι ταύτην τὴν γνώμην, ἠθικῶς εἰσηγεῖται, ἀξιῶν ἐκκλησίαν ἀποδοῦναι περὶ τούτου, ἵνα καὶ λέγῃ καὶ λέγων δοκῇ μὴ λέγειν· ᾗ μὲν γὰρ οὐκ ἀποφαίνεται, πόρρω καθέστηκεν τοῦ προσκρούειν· ᾗ δὲ οὐ σεσίγηκε, ταύτῃ παρῄνεσεν. Ἀπαλλαγεὶς δὲ τοῦ προοιμίου τὸν σκοπὸν ἀθρόως εἶπε, τῆς εἰσηγήσεως ἐντεῦθεν ἀρξάμενος (3)· ‘ἐγὼ δέ φημι δεῖν (καί μοι μὴ θορυβήσητε ἐφ’ ᾧ μέλλω λέγειν)‘, καὶ ἔστι τοῦτο τοῦ συμφέροντος κεφαλαίου ἐπιβολή. εἶτα ἀντέπεσεν εὐθὺς τῇ ἐπιβολῇ ‘καὶ τίνος ἕνεκα βουλευσόμεθα περὶ παρασκευῆς πολέμου καὶ συντάξεως;‘ ἵν’ οὖν τὸ λυποῦν διαλύσῃ, ἀπέδωκε τὴν αἰτίαν εὐθὺς εἰπών (3)· ‘ἵνα, ὦ Ἀθηναῖοι, τῶν ἀγαθῶν τὰς ἐλπίδας δι’ ὑμῶν αὐτῶν ἔχητε, καὶ μὴ τὸν δεῖνα πυνθάνησθε τί πράττει‘ ἀντὶ τοῦ ἵνα στρατευόμενοι τῶν ἀγαθῶν μεταλαμβάνητε. καὶ αἱ κατασκευαὶ μὲν ἀπὸ τοῦ δυνατοῦ· οὐ μὴν τὸ δυνατόν ἐστι κεφάλαιον, ἀλλ’ ἔστι τὸ συμφέρον, ὡς ἔφαμεν. ὅτι γὰρ χρὴ περὶ τοῦ δυνατοῦ βουλεύσασθαι, τοῦτο αὐτοῖς ὑποτίθεται, ὡς τὴν μὲν παροῦσαν ὑποθήκην τοῦ συμφέροντος εἶναι, τὸ δὲ γενησόμενον περὶ τούτων ὧν κρίνουσι τοῦ δυνατοῦ. εἶτα ὑπόνοιαν εὐθὺς ἄλλην ἀναιρεῖ ὅτι ‘ἀλλ’ ἀρκέσει τῶν ξένων ἡ δύναμισ‘. ἐπαγαγὼν πρὸς αὐτὴν τηλαυγῶς (4)· ‘στρατεύεσθαι δὲ ἑαυτοὺς καὶ μηδενὶ τούτου παραχωρεῖν‘, καὶ ἕτερον, ὅτι δεῖ (5) ‘τὴν δύναμιν τῆς πόλεως οἰκείαν εἶναι κατεσκευασμένην‘. καὶ τὴν αἰτίαν εὐθὺς προστίθησι δι’ ἣν ἀναγκαῖον εἶναι τῆς πόλεως τὴν δύναμιν (5)· ‘ἵνα εὐπορῆτε‘ φησὶ ‘καὶ τὰ δέοντα ποιῆτε‘. εἶτα καταλέγει τὰ συμφέροντα, ὅσα συμβήσεται στρατευομένων αὐτῶν. εἶτα πάλιν διαιρεῖ δίχα τὴν αἰτίαν καὶ τὴν ἀνάγκην τοῦ δεῖν αὐτοὺς στρατεύεσθαι, πρῶτον μὲν εἰς τοὺς ξένους καὶ τοὺς στρατηγούς, ἵνα μὴ κακῶς ποιῶσι τοὺς συμμάχους μηδὲ αὐτοὶ παρ’ ὑμῖν κρίνωνται, εἰς ἕτερον δέ, ἵνα τῶν Ἑλλήνων ἄρχητε, φησίν· οὐ γὰρ οἷόν τε εἶναι τῆς μὲν ἡγεμονίας ἀντιποιεῖσθαι, μηδαμῶς δὲ δύναμιν οἰκείαν ἐκπέμπειν. εἶθ’ ἵνα δείξῃ ὅτι πολλὰ ἄτοπα παρὰ τὴν ἀπουσίαν αὐτῶν συμβαίνει, τὰς συμφορὰς καταριθμεῖται (8) τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων, Μυτιληναίων 〈καὶ〉 Ῥοδίων, ὧν ἀναγκαῖόν φησιν αὐτοὺς προεστάναι. εἶτα ἐπειδήπερ ἐμνημόνευσε Ῥοδίων, ἔλαβεν ἀντιπῖπτον ἐκ τῆς ἐργασίας (8) ‘ἀλλ’ ἐχθροί γε ἡμῖν Ῥόδιοι, φαίη τις ἄν‘. εἰ μὲν οὖν πρὸς ὅλον τὸ κεφάλαιον ἢ πρὸς τὸ πλεῖστον μέρος οὕτως ἀνθυπήγαγεν· ‘ἀλλ’ οὐδὲν ἡμῖν προσῆκε προΐστασθαι τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων· λελυπήκασι γὰρ ἡμᾶς ἀποστάντεσ‘, ἀντίθεσις ἂν ἦν ἀπὸ τοῦ συμφέροντος πρὸς ἅπαν ἀνθισταμένη τὸ κεφάλαιον· ἐπειδὴ δὲ ἰδικῶς περὶ Ῥοδίων εἴρηται, ἀντιπῖπτον αὐτὸ χρὴ νομίζειν εἶναι. |
| 13.1.(100) | σκοπὸς δὲ αὐτῷ καὶ τοὺς Ῥοδίους ἐλευθερῶσαι. διόπερ προαναφωνεῖ καὶ προδιοικεῖται τὸν λόγον. ὅτι δ’ οὖν οὐκ ἔστιν ἀντίθεσις, δῆλον αὐτίκα. οὐδὲ ἐπέμεινε τῇ λύσει, ἀναδραμὼν εὐθὺς πάλιν ἐπὶ τὸν περὶ συντάξεως λόγον. δοκοῦσι δὲ μάλιστα ὑπὸ Ῥοδίων ἠδικῆσθαι ἰσχυσάντων τε κατὰ θάλατταν καὶ πεισάντων τοὺς ἄλλους ἀποστῆναι συμμάχους. Μετὰ ταῦτα ἐπήγαγεν ὅτι (9) διειλέχθη καὶ περὶ τούτων πολλάκις, πρὸς ὅπερ ἔοικεν ἀντιπεσεῖν ὑπόνοιά τις αὐτῷ τοῦ ἀσυμφόρου ὅτι ‘οὐ λυσιτελεῖ γὰρ ἡ συμβούλευσις καὶ διὰ τοῦτο οὐ πειθόμεθα‘. ὅθεν καὶ ἐπήνεγκε δυσχεραίνων (10) ‘ὃ δή μοι πάντων πλείστην ἀθυμίαν παρέσχεν, ἅπαντ’ ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποτρέπομαι, ὅτι πολλῶν καὶ μεγάλων καὶ καλῶν ὄντων ὧν συμβουλεύω, τῶν μὲν ἄλλων οὐδενὸς οὐδεὶς μέμνηται, τοῖν δυοῖν δ’ ὀβολοῖν πάντεσ‘, αἰνιττόμενος ὅτι πρὸς τὴν αὐτοῦ βουλὴν δυσχεραίνουσι, μᾶλλον δὲ οὐδὲ ἐθέλουσι μεμνῆσθαι, λαμβάνειν μὲν ἐσπουδακότας, πράττειν δέ τι τῶν ἀναγκαίων οὐ προαιρουμένους. εἶτα συγκρίνει τὴν ἑαυτοῦ συμβουλὴν ὡς ἐν συμφέροντι κεφαλαίῳ πρὸς τὸ ἀπὸ τῶν διαδόσεων καὶ διανομῶν κέρδος, ὁμοῦ μὲν κάλλος ἀμύθητον προστιθεὶς τῷ λόγῳ, ὁμοῦ δὲ αὔξων ἐκ τῆς συγκρίσεως τὴν εἰσήγησιν. πάρεστι δὲ οὐδὲν ἧττον ἐκ τῶν λεγομένων ἀθρῆσαι, ὅτι πρὸς ἀντιπίπτοντα ἀπήντηκε τὸν λόγον, ὅτι ‘ἀρκέσει τὸ λαμβάνειν μόνον· σὺ δὲ ἐργώδη καὶ ἀσύμφορα συμβουλεύεισ‘. μετὰ ταῦτ’ ἄλλην ὑπόνοιαν ἀνῄρηκε τοιαύτην· ‘ἀλλ’ ὅταν ἀνάγκη γένηται καὶ χρεία τούτων, τότε περὶ παρασκευῆς βουλευσόμεθα‘. ταύτην οὐκ ἔθηκε μέν, ἔλυσε δὲ ἐπενεγκών (11)· ‘ἂν μὲν ὑμεῖς νῦν πεισθῆτε τούτων καιρὸν εἶναι, ὅταν αὐτῶν εἰς χρείαν ἔλθητε, ἕτοιμα ὑπάρξει· ἂν δ’ ἀκαιρίαν ἡγησάμενοι παρίδητε, ὅταν δέῃ χρῆσθαι, τότε ἀναγκασθήσεσθε παρασκευάζεσθαι‘. Ἄχρι μὲν δὴ τούτου πεπλήρωται αὐτῷ τὸ κεφάλαιον τῆς εἰσηγήσεως, ὃ διὰ τοῦ συμφέροντος συμπεραίνεται. εἰσβάλλει δὲ λοιπὸν εἰς τὸ δίκαιον, σύγκρισιν ἔχον (cf. 12) τῶν ἑαυτοῦ πολιτευμάτων καὶ τῶν ἀντιτεταγμένων καὶ ἀντιπολιτευομένων αὐτῷ ὡς ἐν παρεκβάσει, βουλόμενος δι’ αὐτῆς συστῆσαι ὅτι ἄριστα συμβεβούλευκε. καὶ γὰρ καὶ ἐν τῷ κατὰ Μειδίου λόγῳ, βουλόμενος αὐξῆσαι τὴν κατηγορίαν ταῖς κατὰ Μειδίου διαβολαῖς, πλείονας ἀνήλωκε λόγους ἐν τῇ παρεκβάσει ἢ τοῖς ἀγωνιστικοῖς. οὑτωσὶ δὲ κἀνταῦθα, βουλόμενος συστῆσαι τὴν εἰσήγησιν, διαβάλλει τὰς τῶν ἄλλων ῥητόρων πολιτείας ὡς πονηράς. καὶ δίχα διαιρεῖ τὸν περὶ ἐκείνων λόγον, εἰς ἓν μὲν ὅτι περὶ μικρὰ καὶ φαῦλα διατελοῦσι σπουδάζοντες, εἰς ἕτερον δὲ ὅτι πεπείκασι τὴν πόλιν νομίζειν ἐν τοῖς δικαστηρίοις τὴν σωτηρίαν τῆς δημοκρατίας εἶναι. οὗτοι δὲ ἦσαν οἱ τοῖς εὐπόροις ἐπιβουλεύοντες καὶ τὰς οὐσίας αὐτῶν δημεύεσθαι παρασκευάζοντες. τούτων δὲ ἁπάντων κατηγορήσας ὡς κακῶς πολιτευομένων συνίστησι τὴν ἑαυτοῦ πολιτείαν, καὶ περὶ οἷα καὶ τίνα ἐσπούδακεν αὐτός (cf. 13), ὅτι περὶ μεγάλων ἀκούειν συνεθίζει τὸν δῆμον, συνιστὰς διὰ τούτων ὅτι μόνος καὶ μάλιστα πολιτευόμενος αὐτὸς τυγχάνει, τάχα πρὸς τὸν Εὔβουλον διὰ τούτων ἀποτεινόμενος καὶ τὴν ἑαυτοῦ πολιτείαν πρὸς τὴν ἐκείνου συγκρίνων καὶ δεικνὺς πολλῷ τῷ μέσῳ διαφέρουσαν τὴν ἑαυτοῦ· καὶ οὐ πρὸς τὸν Εὔβουλον μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας ὅσοι τὴν αὐτὴν ἐκείνῳ πολιτείαν ἀνῄρηνται. εἶτα καὶ τὴν αἰτίαν προστίθησι δι’ ἣν ἐκεῖνοι μὲν τοῦτον τὸν τρόπον, αὐτὸς δὲ οὐ τὸν αὐτὸν πολιτεύεται. |
| 13.1.(150) | ταῦτα δὲ ἂν εἴη σύστασις ποιότητος, ἣ θεωρεῖται περὶ τὸ δίκαιον. διὸ προσποιεῖται ταῦτα [καὶ] λέγειν χαλεπαίνων καὶ ἀχθόμενος ὅτι νενίκηκεν ἀλυσιτελὴς Εὐβούλου γνώμη, διδοῦσα τὰ κοινὰ τῷ δήμῳ σχολάζοντι καὶ εἰς ῥαθυμίαν ἐκκαλουμένη μᾶλλον. Ὅθεν καὶ ἡ ἀντεξέτασις ἑτέρα γίνεται τῆς τῶν προγόνων πολιτείας (21 sqq.), ἣν διῴκουν ἄνδρες ἀγαθοὶ οἷος αὐτός, καὶ τῆς νυνὶ καθεστηκυίας, εἰς οἷα οἱ δημαγωγοῦντες ἐπὶ τοῦ παρόντος προήχασι τὴν πόλιν. εἰκότως δὲ πλεῖστος ὁ περὶ τούτων λόγος· ἐπειδὴ γὰρ ὁρᾷ τὴν πολιτείαν καινοτομουμένην, εἰκότως πλεῖστα περὶ τῆς πολιτείας διαλέγεται, τῇ μὲν ἐπαινῶν τῇ δὲ μεμφόμενος, μονονουχὶ τὸν Περικλέα μιμούμενος. πρῶτος γὰρ ἐκεῖνος ἔταξε μισθοφορὰν καὶ ἔδωκε τῷ δήμῳ στρατευομένῳ· καὶ αὐτὸς δὲ βούλεται διδόναι καὶ προκαλεῖται πράττειν ἃ δεῖ. δύο τοίνυν εἰσὶν ἐν τῇ παρεκβάσει μέγισται συγκρίσεις ἤτοι ἀντεξετάσεις, μία μὲν τῆς ἑαυτοῦ πολιτείας πρὸς τὴν τῶν ἀντιπολιτευομένων, ἑτέρα δὲ τῆς ὅλης πολιτείας 〈τῆσ〉 νῦν πρὸς τὴν πάλαι. ταύτην δὲ δίχα διαιρεῖ, εἴς τε τὰς νῦν καθεστηκυίας τιμὰς τῶν στρατηγῶν καὶ εἰς τὰς τιμὰς τῶν προτέρων. καὶ τὸ ἄλλο εἶδος τῆς πολιτείας ἅπαν [ὥσπερ] καὶ αὐτὸ εἰς τρία διῄρηκε, εἰς τὸ κοινὸν τῆς πόλεως 〈 *** 〉 εἰς τὰ ἴδια αὐτῶν τῶν δημαγωγῶν. πᾶσαν τοίνυν, ὡς ἔφαμεν, τὴν πολιτείαν ἀντεξετάζει τὴν τῶν προγόνων, καὶ πρῶτον μὲν τὸν αὐτὸν τρόπον ὅνπερ ἐν τῷ κατὰ Ἀριστοκράτους (cf. 23, 204 sqq.). τοῦτο δὲ τὸ μέρος ἔχεται τοῦ περὶ τῶν ῥητόρων λόγου. δείκνυσι γὰρ ὅπως ἐκεῖνοι μὲν συμμέτρως ἐτίμων τοὺς τότε στρατηγούς, ὅπως δὲ οἱ νῦν πολιτευόμενοι τοὺς στρατηγούς, ὅτι μὴ στρατεύεται ἡ πόλις, οὐδένα ὅρον οὐδὲ μέτρον ὁρίζοντες, ἀεὶ δὲ ὑπερβολὰς προστιθέντες. εἰ δὲ ὁ δῆμος ἐστρατεύετο, οὐκ ἂν οὕτως ὑπερβαλλόντως τοὺς στρατηγοῦντας ἐθαύμαζε. μετὰ ταῦτα ἐπὶ δεύτερον μέρος τῆς αὐτῆς ἔρχεται, συγκρίνων τὴν παροῦσαν σύμπασαν τῇ παλαιᾷ συμπάσῃ. διαιρεῖ δὲ τὴν πολιτείαν εἰς τρία, καθάπερ ἐν τῷ τρίτῳ τῶν Ὀλυνθιακῶν (cf. 3, 21 sqq.), εἰς τὸ κατὰ τοὺς Ἕλληνας, ὅπως μὲν αὐτῶν προειστήκεισαν οἱ πρόγονοι, ὅπως δὲ οἱ νῦν, εἰς τὸ κατὰ τὴν πόλιν (28), ὅπως ἐκεῖνοι μὲν οἰκοδομήμασι καὶ ἱερῶν κατασκευαῖς πᾶσαν ἐκόσμησαν, οἱ δὲ νῦν κρήνας καὶ λήρους κατασκευάζουσιν, εἰς τρίτον (29), ὃ περιέχει τοῦ βίου τῶν πολιτευομένων ἀντεξέτασιν, ὅπως μὲν ἐν τοῖς ἰδίοις ἐκεῖνοι μέτριοι καὶ δημοτικοὶ τὰς οἰκίας ὁμοίως τοῖς ἀπόροις κατεσκευασμένοι, ὅπως δὲ οἱ νῦν μεγαλοπρεπεῖς καὶ ὑπερβαλλούσας τινὰς τῶν δημοσίων οἰκοδομημάτων. καὶ τὴν αἰτίαν προστίθησιν, ὅτι οἱ μὲν ἐφείδοντο τῶν κοινῶν, οἱ δὲ τὰ τῆς πόλεως νοσφίζονται, διὰ τούτων ἔπαινον ἑαυτῷ κατασκευάζων καὶ ὅτι ἄμεινον ἐκείνων πολιτευόμενος ἀεὶ τὸ κοινῇ συμφέρον, οὐ τὸ ἰδίᾳ κερδαίνειν ὁρῶν. εἶτα τούτων ἀπαλλαττόμενος ἀνακεφαλαιοῦται ἀπὸ τοῦ ἐνδόξου, ὅτι πρέπον Ἀθηναίοις ἄρχειν· ἀπὸ τοῦ αἰσχροῦ, ὅτι αἰσχρὸν προέσθαι τοὺς φίλους καὶ τοὺς συμμάχους· ἀπὸ τοῦ ἀναγκαίου, ὅτι οὐχ οἷόν τε προεστηκότας τῶν Ἑλλήνων ἀναχωρεῖν τῆς τάξεως· ἀπὸ τοῦ αἰτίου, ὅτι ἡμεῖς τοῦ καλοὺς καὶ πονηροὺς εἶναι τοὺς πολιτευομένους αἴτιοι, λέγειν αὐτοὺς τὸ πρὸς ἡδονὴν συνεθίζοντες. Ὡς δὲ συντόμως εἰπεῖν, τριμερὴς ὁ περὶ συντάξεως λόγος κατὰ τὴν πρώτην τῶν μερῶν τομήν. καὶ ἓν μὲν αὐτοῦ μέρος ἐστὶ περιεκτικὸν τοῦ συμφέροντος, ἐν ᾧ ποιεῖται τὴν εἰσήγησιν περὶ τοῦ δύναμιν κατασκευάσαι τῇ πόλει. ἐν δὲ τούτῳ τὸ μὲν συμφέρον φαμὲν εἶναι τὸ προηγούμενον, περιεχόμενον δὲ τὸ δυνατόν. δεύτερον μέρος ἐστὶ τοῦ λόγου παρέκβασις τὸ δίκαιον περιέχουσα, ἐν ᾧ μέμψις καὶ κατηγορία τῶν κακῶς πολιτευομένων ῥητόρων, ὅτι συνεθίζουσι τὴν πόλιν ἀργεῖν καὶ τὰ οὐ δέοντα πράττειν, ἀλλὰ ξένοις ἐπιτρέπειν καὶ στρατηγοῖς ὀλίγοις τῶν πραγμάτων τὰ ἀναγκαιότατα, καὶ δέον προεστάναι τῶν Ἑλλήνων τὴν πόλιν κωλύουσιν· ἐν ᾧ καὶ ἀντεξετάσεις τῆς ἑαυτοῦ πολιτείας πρὸς τὴν ἐκείνων εἰσήγησιν· ἃ καὶ κατασκευαστικὰ τυγχάνει τοῦ δεῖν πεισθῆναι οἷς αὐτὸς εἰσηγεῖται, ἀλλὰ μὴ οἷς αὐτοὶ λέγουσι. |
| 13.1.(200) | τρίτον μέρος τοῦ λόγου δευτέρα παρέκβασις περιεκτικὴ τοῦ συμφέροντος, ἐν ᾧ τῆς παρούσης πολιτείας ἀντεξέτασιν πρὸς τὴν παλαιὰν ποιεῖται, ἀποδεικνὺς πολλῷ διαφέρουσαν τὴν ἀρχαίαν τῆς νυνὶ καθεστηκυίας. καὶ τὸ μὲν πρῶτον μέρος καλῶς ἔχει λέγειν περιεκτικὸν εἶναι τοῦ κεφαλαίου τῆς εἰσηγήσεως, τὸ δὲ δεύτερον παρέκβασιν, καὶ τὸ τρίτον δὲ καὶ αὐτὸ παρέκβασιν μὲν εἶναι, διαφέρουσαν δὲ τῆς προτέρας· ὥστε δύο παρεκβάσεις ἔχειν τὸν λόγον, μίαν μὲν περιεκτικὴν τῆς ἀντεξετάσεως τῶν ἀντιδημαγωγούντων, αὐτοῦ τε λέγω Δημοσθένους καὶ τῶν πρὸς ἐκεῖνον, δευτέραν δὲ τῆς καθεστηκυίας πολιτείας πρὸς τὴν παλαιὰν πολιτείαν ἣν διῄρηκε. τὰ τελευταῖα δὲ τοῦ λόγου ἀνακεφαλαίωσιν ἔχει συντετμημένην εἰς ἃ πρὸ βραχέος διαιροῦντες τὸν λόγον κατετέμομεν τὰ ἐπιχειρήματα, καταριθμούμενοι καὶ ὑποδεικνύντες ὅθεν εἴληπται τῶν τόπων ἕκαστος. gT τὸν ὀπισθόδομον] οἶκος ὄπισθεν τοῦ νεὼ τῆς Ἀθηνᾶς, ἐν ᾧ ἀπετίθεντο τὰ χρήματα, ἢ ἐν τῇ ἀκροπόλει τόπος, ἔνθα τὸ δημόσιον ἀργύριον ἀπέκειτο καὶ ὁ φόρος. |
| 13.2 | F 2 Y πενέσταις] πενέσται παρὰ Θετταλοῖς καλοῦνται, ὅπερ παρὰ Λακεδαιμονίοις οἱ Εἵλωτες· καλοῦνται δὲ καὶ Θετταλικέται. |
| 13 3a | Y ἢ πενέσταις ὑπηκόοις ἢ δούλοις ἤτοι θητεύουσιν. |
| 13 3b | F 2 Y φθόρους ἀνθρώπους] φθορᾶς ἀξίους. |
| 13.4 | F 2 Y 〈ἀλλὰ νὴ Δία〉] σημείωσαι, ταῦτα ἐκ τοῦ τρίτου τῶν Ὀλυνθιακῶν (3, 25sqq. |
| 13.5 | ). F 2 〈ἀκολούθουσ〉] παραπλησίους. |
| 13.6 | Y πεπολίτευσθε] ἀνενδεῶς προέστητε. |
| 13.7 | Y 〈βουλομένουσ〉] ἀντὶ τοῦ βούλεσθαι, ἢ λείπει τὸ ‘εἶναι‘. |
| 13.8 | F 2 Y ΠΕΡΙ ΤΩΝ ΣΥΜΜΟΡΙΩΝ Συμμορία, λειτουργιῶν σύνταγμα. |
| 14.1 | F 1 Ὁ περὶ τῶν Συμμοριῶν λόγος πρόδηλον ἔχει τὴν ὑπόθεσιν. |
| 14.2 | πέπεισται γὰρ ὁ δῆμος παρασκευάζεσθαι βασιλέα νῦν ἐπὶ τὴν Ἑλλάδα καὶ μέλλειν ἐπιέναι ὅσον οὐδέπω· διὸ καὶ παρώξυνται καὶ προαπαντᾶν αὐτῷ περὶ τὴν Λυδίαν κέκρικε καὶ τοῦ πολέμου κατάρχειν ἤδη. Δημοσθένης δὲ σκοπὸν μὲν ἔχει κωλῦσαι καὶ τὴν ὁρμὴν ἀποτρέψαι, δεδοικὼς δὲ τοῦ δήμου τὴν ῥοπήν (χαλεπὸν γὰρ ἦν ἀνθίστασθαι ζέοντι) οὐδὲ φανερῶς ἀποτρέπει καὶ συντρέχειν δοκῶν τῇ γνώμῃ κωλύει. πῶς δὴ τοῦτο ποιεῖ; προστάττει παρασκευάζεσθαι καὶ ἄνευ τῶν Ἑλλήνων μὴ ἐπιχειρεῖν, ἵνα τῷ μὲν συμβουλεύειν παρασκευάζεσθαι δοκῇ συντρέχειν, τῷ δὲ ἄνευ τῶν Ἑλλήνων μὴ κινεῖσθαι λαμπρῶς ἀποτρέπει, ὥστε τῆς τῆς δεινότητος μεθόδου μετέχειν πως τὸν λόγον. καὶ σχήματος τοιοῦτόν ἐστιν εἶδος καὶ παρὰ Θουκυδίδῃ ἐν τῇ κατ’ Ἀρχίδαμον δημηγορίᾳ τῇ πρώτῃ (1, 80—86)· καὶ γὰρ κἀκεῖνος δοκῶν ἐπὶ τὸν πόλεμον προτρέπειν οὐδὲν ἧττον ἀνθίσταται. τοιοῦτον δὲ εἶδος παρὰ τοῖς νεωτέροις οὐκ ἄν τις εὕροι διὰ τὸ τὴν ὑπερβολὴν τῆς δεινότητος τῶν παλαιῶν μὴ ῥᾳδίως ὑποπίπτειν μιμήσει. δύο οὖν σχήματα παραδεδώκασιν ἡμῖν κρυπτῶν λόγων Δημοσθένης καὶ Θουκυδίδης (οὗτοι γὰρ ἐπὶ δεινότητι τῶν ἄλλων διήνεγκαν)· ἓν μὲν τοῦτο, ὃ προειρήκαμεν, ἐν ᾧ δοκῶν τις συντρέχειν κωλύει, καὶ ἔστι πρὸς μίμησιν δυσχερέστατον· δέδωκε δὲ ἰδίᾳ Θουκυδίδης καὶ ἕτερον, ὃ ἄντικρύς ἐστιν ἀπὸ τοῦ ἐναντίου, οἷον τὸ ἐν τῇ δημηγορίᾳ Νικίου (6, 20—23). καὶ γὰρ ἐν ἐκείνῃ συμβουλεύων καὶ προτρέπων δῆθεν πλεῖν ἐπὶ τὴν Σικελίαν τῷ μεγέθει τῆς παρασκευῆς τοὐναντίον ἐργάζεται. ἐκεῖ μὲν οὖν ὅλον τὸ εἶδος τοιοῦτόν ἐστι διὰ τοῦ ἐναντίου, ἐν ᾧ μεγάλα αἰτῶν οὐκ ἐᾷ τὴν ἔξοδον γίνεσθαι· ἐνταῦθα δὲ συντρέχειν δοκῶν καὶ μεταβιβάζων τὴν διάνοιαν τῶν ἀκροατῶν ἐπὶ παρασκευῆς πρόνοιαν καὶ ἐπιμέλειαν τῶν δικαίων, μεθόδῳ τὴν ἀποτροπὴν διὰ τῆς τοιαύτης μελλήσεως καὶ ἤθους καὶ ἐπιμελείας ἐργάζεται, οἷόν ἐστι καὶ τὸ εἶδος τοῦ λόγου, ὡς ἔφην, καὶ τοῦ τῆς Ἀρχιδάμου δημηγορίας. κέχρηται δὲ διαιρέσει μερῶν τοιαύτῃ· ἓν μὲν πεποίηται προοίμιον, οὐδεμίαν ὁμοιότητα διόλου ἔχον πρὸς τὸ τοῦ Θουκυδίδου προοίμιον, ὡς τῶν πρὸ ἡμῶν τινὲς ᾠήθησαν, ὀλίγας δέ τινας προτάσεις ὁμοίας μόνας, κατασκευὰς δὲ οὐχ ὁμοίας οὐδὲ τὰς αὐτάς, ὥστε πάνυ πολὺ διεστάναι τὴν ὅλην ἔννοιαν τῆς ἐννοίας καὶ τὴν διοίκησιν ἐκείνης τῆς διοικήσεως. ἐπαινεῖ δὲ Δημοσθένης οὐ τὰς πράξεις, ἀλλὰ τὰς ἀρετάς, αἰνιττόμενος τοῖς ἀκούουσιν ὅτι δι’ εὐβουλίαν ἐκεῖνοι πάντα κατώρθωσαν καὶ ἐνάγων τοὺς ἀκούοντας ἀσφαλέστερον βουλεύσασθαι πρὸ τῶν ἔργων. τὸ κεφάλαιον εὐθύς ἐστι τὸ συμφέρον, ἔχον ταύτην τὴν ἀρχήν (3)· ‘ἐγὼ νομίζω κοινὸν ἁπάντων ἐχθρὸν εἶναι τῶν Ἑλλήνων βασιλέα‘. ἡ δὲ πρότασις ἀπὸ τοῦ δικαίου, ὅτι ἄδικος περὶ τοὺς Ἕλληνας βασιλεύς. τοῦτο δέ ἐστι συντρέχοντος δῆθεν τῇ γνώμῃ τῶν παροξυνόντων. gT 〈οὐ μὴν διὰ τοῦτο〉] κατὰ βραχὺ τὸ συμφέρον κατασκευάζει τῷ δικαίῳ, μᾶλλον δὲ τὸ ἀσύμφορον τῷ ἀδυνάτῳ. |
| 14.3 | εἰώθασι δὲ καὶ τοῖς ἐναντίοις ὀνόμασιν ἀδιαφόρως ἐπὶ τούτων χρῆσθαι οἱ τεχνικοὶ καὶ τὸ ἀσύμφορον συμφέρον ὀνομάζειν καὶ τὸ ἄδικον δίκαιον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. ἐπανέλθωμεν δ’ οὖν ἐπὶ τὴν διαίρεσιν. οὐ συμφέρει πρώτους ὑμᾶς ἐπιθέσθαι τοῖς πράγμασι διὰ τὸ μὴ ἔχειν δύναμιν καὶ διὰ τὸ τοὺς Ἕλληνας πρὸς ἐκεῖνον μᾶλλον βλέπειν ἢ πρὸς ἡμᾶς. οὐκ ἀπέχεται δὲ οὐδὲ τοῦ δικαίου ἐν τῇ κατασκευῇ τοῦ συμφέροντος. ἀξιοῖ γὰρ τὸν πόλεμον δίκαιον γενέσθαι (τοῦτο δέ ἐστι τὸ νόμιμον) καὶ τὸ μὴ δεῖν παραβαίνειν αὐτοὺς τὰς συνθήκας πρότερον. οὐ μὴν ἐπεξέρχεται τοῦτο σφόδρα διὰ τὸ εὐλαβεῖσθαι τὴν συμβησομένην ὑπόνοιαν· ᾠήθη γὰρ ἄν τις αὐτὸν χαριζόμενον βασιλεῖ πειρᾶσθαι δεικνύναι μὴ παραβεβηκότα τὰς πρὸς τοὺς Ἕλληνας γεγενημένας αὐτῷ συνθήκας. ἐνδιατρίβει δὲ τῷ δυνατῷ μᾶλλον, οὐδὲν ἧττον ἐμφανίζων καὶ διὰ τούτου τὸ δίκαιον, τὸ μέντοι γε συμφέρον, ὡς ἔφην, διὰ τούτων ἁπάντων παραινῶν. τὸ γὰρ (cf. 4) ‘εἰ γένοιτο ἐναργές τι καὶ σαφὲς ὡς βασιλεὺς ἐπιβουλεύει τοῖς Ἕλλησι, τότε εἰ μὴ συμμαχήσουσι καὶ ὁμονοήσουσι‘ δεῖγμα τοῦ μήτε παραβεβηκέναι τὰς συνθήκας τὸν βασιλέα μήτε τοὺς Ἕλληνας ἂν ἐθελῆσαι τοῖς Ἀθηναίοις συνειπεῖν· ὧν τὸ μέν ἐστι περὶ τὰς συνθήκας καὶ τὸ νόμιμον, τὸ δὲ κατὰ τὴν συμμαχίαν, ὅπερ ἐστὶ τοῦ δυνατοῦ· καὶ ὅτι τοὐναντίον πολεμήσουσιν ἡμῖν μετ’ ἐκείνου οἱ Ἕλληνες, εἰ προαπεχθησόμεθα ἡμεῖς. καὶ τὸ σύμπαν δὲ στοχαστικῶς· οὐ γὰρ ἀποφαίνεται ὄντως ἐπιβουλεύειν τὸν βασιλέα τοῖς Ἕλλησιν, ἀλλ’, ἐπειδὴ πέπεισται ὁ δῆμος καὶ ἄντικρυς παρρησιάζεσθαι οὐ δύναται, καθ’ ὑπόθεσιν καὶ αὐτὸς αὐτὸ λαμβάνει λέγων (5) ‘εἰ ἄρα ἐγχειρεῖν διέγνωκε τοῖς Ἕλλησι βασιλεύσ‘, τῷ δισταγμῷ τὴν προθυμίαν πραΰνων καὶ καταπαύων τὴν ὀργὴν τῇ μεσότητι· ἐν ᾧ καὶ τὴν τῶν Ἑλλήνων ἐξετάζει γνώμην ἣν νῦν ἔχουσι μὴ πιστεύοντες βασιλέα στρατεύειν ἐπὶ τὴν Ἑλλάδα. οὕτω μὲν οὖν διῴκηται αὐτῷ τὸ συμφέρον ἀπὸ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου πάσας ἔχον τὰς κατασκευάς, ὡς προηγούμενον μὲν εἶναι τὸ συμφέρον, ἐμπεριεχόμενον δὲ τὸ δίκαιον καὶ τὸ δυνατόν. πέρας δ’ οὖν ἐπιθεὶς ταῖς οἰκείαις πίστεσι λαμβάνει πρὸς τὸ κεφάλαιον τὴν ἀντίθεσιν τοῦ συμφέροντος, ὁμογενῆ τῷ κεφαλαίῳ μεθοδεύσας αὐτήν, οὐχ ὡς ἀντίθεσιν, ἀλλ’ ὡς ἐπιτίμησιν πρὸς τοὺς ῥήτορας. τί δέ φησιν; (8) ‘τοῖς δὲ θρασυνομένοις καὶ σφόδρα πολεμεῖν κελεύουσιν ἐκεῖνο λέγω‘. αὕτη ἐστὶν ἡ ἀντίθεσις. βουλόμενος δὲ αὐτὴν μὴ πραγματικὴν ποιῆσαι μηδ’ ἰσχὺν αὐτῇ περιθεῖναι διαβάλλει αὐτὴν ἐν τῇ θέσει καὶ πρὸς τοὺς ῥήτορας τὸν λόγον ποιεῖται ὡς νῦν μὲν θρασυνομένους, τότε δ’ ἐν τοῖς κινδύνοις ἀποδειλιῶντας, τῷ μὲν δοκεῖν πρὸς τοὺς ῥήτορας λέγων, τῇ δ’ ἀληθείᾳ πρὸς τὸν ἀκροατὴν αἰνιττόμενος ὅτι οὐ δεῖ θρασύνεσθαι, ἵνα μὴ μεταγνῶσιν ἐν τοῖς ἔργοις γενόμενοι. εἶτα ἑτέρᾳ λύσει κέχρηται τῇ ἀπὸ τοῦ δυνατοῦ. μερίζει δὲ τὸ δυνατὸν (cf. 9) εἰς τὸ χαλεπὸν καὶ εἰς τὸ ῥᾴδιον· εἰς τὸ χαλεπὸν μὲν ὅτι χαλεπὸν [ὅτι] ἐν τοῖς ἐκείνου τόποις πολεμεῖν, εἰς τὸ τριήρεις τοσαύτας καὶ χρημάτων πλῆθος καὶ ἐπικαίρους τόπους· εἰς τὸ ῥᾴδιον ὅτι εὔκολος ἡμῖν ὁ πρὸς ἐκεῖνον ἔσται πόλεμος, εἰ αὐτὸς ἐπέλθοι τῶν Ἑλλήνων κοινῇ συναγωνιζομένων. εἶτα τῷ συμφέροντι πάλιν, ὅτι (cf. 10) ‘διὰ ταῦτα τοίνυν παραινῶ μὴ προτέρους ἀνελέσθαι τὸν πρὸς ἐκεῖνον πόλεμον, ἀλλὰ παρασκευάζεσθαι‘. πάλιν ἐκ τῆς ἐργασίας ἀντέπεσε πρὸς τοῦτο τὸ ἐπιχείρημα ὅτι ‘ἀλλ’ ἐὰν παρασκευαζώμεθα, οὐδὲν ἧττον δόξομεν αἱρεῖσθαι πόλεμον‘, ἐξ οὗ συνάγεται τὸ δεινόν, εἰ δεῖ στρατεύεσθαι συγκαλέσαντας τοὺς Ἕλληνας. τοῦτο τὸ ἀντιπῖπτον οὐκ ἔθηκε μὲν ἐκ τοῦ προφανοῦς, ἔλυσε δὲ φανερῶς εἰπών (10)· ‘εἰ μὲν οὖν ἕτερός τις τρόπος ἦν δυνάμεως, ᾧ τοὺς βαρβάρους οἷόν τε ἦν ἀμύνασθαι, ἕτερος δέ τις ᾧ τοὺς Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον ἐγιγνόμεθα ἀντιταττόμενοι‘, τουτέστιν, εἰ παρασκευαζόμεθα ἡμεῖς, οὐκ ἤδη δῆλον ἔσται ὅτι πρὸς βασιλέα τὴν παρασκευὴν συγκροτοῦμεν, ὥστε οὐ δόξομεν ἄρχειν πολέμου. |
| 14.3.(50) | εἶτα ἐπὶ τὴν ἑξῆς ἀντίθεσιν τὴν ἀπὸ τοῦ συμφέροντος ἄλλο μέρος ἐνταῦθα λύει· τοῦτο δέ ἐστι ‘καὶ νῦν μὲν συγκαλοῦμεν τοὺς Ἕλληνασ‘. τὸ μὲν οὖν συμφέρειν πολεμεῖν ἔλυσεν ἤδη, τὸ δὲ ‘συγκαλοῦμεν τοὺς Ἕλληνασ‘ ἐντεῦθεν ἄρχεται λύειν. τοῦτο δὲ τὸ μέρος τῆς ἀντιθέσεως μεθεὶς ἀνακαλύπτει αὐτὸ τῇ λύσει. τί γάρ φησι; (12) ‘καὶ νῦν μὲν συγκαλεῖται πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλληνας· ἐὰν δὲ ἃ κελεύουσιν οὗτοι μὴ ποιῆτε‘, τουτέστιν ἂν περὶ τῆς ἡγεμονίας ὑμῖν ἀμφισβητῶσιν ὡς κοινοῦ τοῦ πολέμου τυγχάνοντος, πῶς προσδέξεσθε τὴν ἀμφισβήτησιν; εἶτα ἑτέρᾳ λύσει τῇ ἀπὸ τοῦ καιροῦ, ὅτι ἐπειδὰν αὐτὸς ἐπιστῇ βασιλεύς, τότε ἑκόντες αὐτοὶ προθυμήσονται· καὶ ἀπὸ τῆς δυνάμεως τῆς πόλεως, ὅτι (cf. 13) ‘οὐκ ἔστιν ὅστις ὁρῶν ὑμᾶς μεγίστην δύναμιν ἔχοντας οὐ μεθ’ ὑμῶν ἀξιώσει τετάχθαι‘. ἓν μὲν δὴ τοῦτο μέρος τοῦ λόγου πεπλήρωται περιεκτικὸν τοῦ συμφέροντος· οὗ τὸ μέν ἐστι προηγούμενον, τὸ δὲ δεύτερον 〈 *** 〉· προηγεῖται μὲν γὰρ ἐξ ἀρχῆς Δημοσθένους γνώμην, †αὐτὸς δὲ ὡς οἰκείαν εἰσηγεῖται†, φάσκων σύμφορον κατεπείγουσαν ἐπὶ τὸν πόλεμον. πέρας δὲ τούτοις ἐπιθεὶς τοῖς μέρεσι τοῦ συμφέροντος, ὃ πολλὴν μίξιν ἔχει καὶ κοινωνίαν, τὸ μὲν πρὸ τῆς ἀντιθέσεως πρὸς τὸ δυνατὸν καὶ δίκαιον, τὸ δὲ μετὰ τὴν ἀντίθεσιν πρὸς τὸ δυνατὸν εἰλημμένον πρὸς ἀναίρεσιν τῆς ἀντιθέσεως. Μεταβαίνει δὲ λοιπὸν ἐπ’ αὐτὸ καθαρῶς τὸ δυνατόν, κατασκευὴν ἔχον τῆς παρασκευῆς τῆς πόλεως. προοιμιάζεται δὲ πρὸ τοῦ κεφαλαίου ἐνδεικνύμενος τὴν ἀκρίβειαν καὶ τὴν χρείαν καὶ μεθ’ ὅσης ἐργασίας καὶ πόνων ἐξευρεῖν δεῖ, ἵνα προτρέψηται διὰ τῶν προοιμιακῶν τούτων τὸν ἀκροατὴν προσδέξασθαι ὡς κάλλιστα καὶ ἐντελέστατα τὸν λόγον ἐξευρημένον. καὶ ἔστιν ἀρχὴ τοῦ προοιμίου (14)· ‘ἐγὼ τοίνυν, ὦ Ἀθηναῖοι, ταῦτά τε καὶ παραπλήσια τούτοισ‘, τῆς μὲν ἐπιβολῆς τοῦ προοιμίου συμπέρασμα τῶν προειρημένων ἐχούσης, ἀρχὴν δὲ τῶν μελλόντων· λήγει δὲ εἰς ταύτην τὴν ἔννοιαν (14)· ‘οἶμαι δὲ δεῖν ἀκούσαντας ὑμᾶς αὐτήν, ἂν ὑμῖν ἀρέσῃ, ψηφίσασθαι‘. μετὰ δὲ τὸ πέρας τοῦ προοιμίου προκατασκευῇ κέχρηται πρὸς αὐτὸ τὸ κεφάλαιον. ἐπειδὴ γὰρ οἶδε χαλεπὰ συμβουλεύσων καὶ τοῖς εὐπόροις διὰ τὰς εἰσφορὰς καὶ τοῖς τριηράρχαις διὰ τὴν λειτουργίαν, πρόθυμον 〈τὸν ἀκροατὴν〉 πρὸς τὰς πράξεις καὶ εὔνουν πρὸς τὸν λόγον ἑαυτῷ κατασκευάζει· καὶ ἔστι μὲν ἀρχὴ τῆς προκατασκευῆς (14) ‘ἔστι τοίνυν πρῶτον μὲν τῆς παρασκευῆς, ὦ Ἀθηναῖοι‘, πέρας δὲ (15) ‘αὐτὸς μὲν ἕκαστος οὐδὲν ποιήσων, τὸν δὲ πλησίον πράξαντα, οὐδὲν πώποτε ὑμῖν ἐγένετο‘. εἰσβάλλει τοίνυν εἰς αὐτὸ τὸ κεφάλαιον ἐκ ταύτης τῆς λέξεως (16)· ‘ἐχόντων δὲ ὑμῶν οὕτω καὶ παρωξυμμένων τοὺς διακοσίους καὶ χιλίους ἀναπληρῶσαί φημι χρῆναι καὶ ποιῆσαι δισχιλίουσ‘. Διαιρεῖ τοίνυν τὸν τῆς παρασκευῆς λόγον κεφαλαιωδῶς εἰς τρία· πρῶτον μὲν εἰς τοὺς τριηράρχους καὶ τὴν οὐσίαν αὐτῶν καὶ τὰς τριήρεις (16— 18), εἶτα καὶ εἰς τὴν οὐσίαν πάντων τῶν οἰκούντων τὴν πόλιν, ἀφ’ ἧς δεῖ τὰ ἀναλώματα γίνεσθαι (19—22), τρίτον δὲ εἰς τὸν τόπον καὶ τοὺς νεωσοίκους, οὓς δεῖ κατασκευασθῆναι ταῖς τριήρεσι (22—23). διαιρεῖ δὲ τούτων ἕκαστον 〈εἰσ〉 ναῦς 〈ἑκατὸν〉 μόνας, εἰ κουφότερος εἴη ὁ πόλεμος· καὶ τὴν τριήρη παρεχέτωσαν δώδεκα ἄνδρες· δωδεκάκις γὰρ ἑκατὸν χίλια καὶ διακόσια. |
| 14.3.(100) | εἰ δὲ ὀλίγῳ βαρύτερος ὁ πόλεμος γένοιτο καὶ μέσως ἔχων παρασκευῆς ἥκοι βασιλεύς, διακοσίας παρεχέτωσαν τριήρεις οἱ χίλιοι καὶ διακόσιοι τριηράρχαι, ὡς παρέχειν ἓξ ἄνδρας τὴν τριήρη· καὶ ὑπομένειν ἀνάγκη βαρύτερον τὸ λειτούργημα. εἰ δὲ πολλῷ πλείονος παρασκευῆς τῇ πόλει γένοιτο χρεία καὶ βασιλεὺς ἔλθοι πλείονι ῥώμῃ παρεσκευασμένος, τοὺς τέσσαρας ἄνδρας παρέχειν δεῖ, φησι, μίαν ναῦν· τετράκις γὰρ τριακόσια χίλια καὶ διακόσια· τούτους δὲ τριηραρχεῖν παρέχοντας τῇ πόλει τριήρη μίαν τοὺς τέσσαρας. καὶ ὁ μὲν λόγος ὁ περὶ τῶν τριηραρχῶν καὶ τῶν νεῶν οὗτός ἐστι, τὴν δὲ οὐσίαν τῶν χιλίων διακοσίων τριηραρχῶν φησὶ τετιμῆσθαι ταλάντων ἑξακισχιλίων. τὰ τοίνυν ἑξακισχίλια τάλαντα διαιρεῖ εἰς ἑκατὸν μέρη κατὰ ἑξήκοντα τάλαντα (ἑξηκοντάκις γὰρ ἑκατὸν ἑξακισχίλια), ἵνα ἐὰν μὲν κουφότερος 〈ὁ πόλεμοσ〉 γένηται, δύνωνται τριηραρχεῖν δώδεκα εἰς μίαν ναῦν, οὐσίαν κεκτημένοι ταλάντων ἑξήκοντα, εἰ δὲ βαρύτερος ὀλίγῳ γένοιτο 〈 *** 〉, τριηραρχῶσι τῆς συμμορίας τέσσαρες ἄνδρες τῆς μιᾶς νεώς, οὐσίαν κεκτημένοι ταλάντων εἴκοσι. καὶ ὁ μὲν περὶ τῶν τριηραρχῶν καὶ τῆς οὐσίας αὐτῶν καὶ τριήρων λόγος ἐνταῦθα τὸ πέρας εἴληφε, τὸν δὲ περὶ τῶν πληρωμάτων τούτων διεῖλε τὸν τρόπον τοῦτον· δέκα τῶν Ἀθηναίων εἰσὶ φυλαί· τριήρεις τοίνυν τριάκοντα ἑκάστῃ προσνέμει φυλῇ· δεκάκις γὰρ τριάκοντα τριακόσια· διαιρεῖ δὲ τὰς τριάκοντα ταύτας τριήρεις ὁμοῦ τρίχα κατὰ δέκα, καὶ τὴν φυλὴν εἰς μέρη τρία, καὶ ἀξιοῖ τὸ τρίτον μέρος τῆς φυλῆς, τουτέστι τὴν τριττύν, πληροῦν τὰς δέκα τριήρεις εἰς τὰς τοῦ πολέμου χρείας. ἔτι δ’ εἰσηγεῖται καὶ τριάκοντα νεωσοίκους κατὰ φυλὴν ἑκάστην κατασκευασθῆναι ἐν τῷ Πειραιεῖ, ὡς δύνασθαι τὴν μίαν ναῦν ἐν ἑκάστῳ νεωσοίκῳ σῴζεσθαι. Λοιπόν ἐστιν εἰπεῖν περὶ τοῦ τρίτου μέρους τῆς παρασκευῆς· τοῦτο δέ ἐστιν ἡ εἰσφορὰ καὶ ὁ μισθὸς τῶν στρατευομένων (cf. 24—29)· ἥντινα εἰσφορὰν δεῖ γενέσθαι παρὰ πάντων τῶν κεκτημένων οὐσίας κατὰ τὴν πόλιν. τὸν τοίνυν ὑπὲρ τούτου λόγον ὑπερτίθεται νῦν καὶ ἀξιοῖ μὴ γυμνάζειν περὶ τούτου μηδέν, ἕως ἂν ὄντως ἐνστῇ ὁ βασιλέως πόλεμος· μὴ γὰρ συμφέρειν νῦν ζητεῖν, ἵνα οἱ τὰς οὐσίας ἔχοντες μὴ ἀρνήσωνται. ταῦτα μὲν οὖν ἐστιν ἃ περὶ τοῦ δυνατοῦ τοῦ τῆς πόλεως διείλεκται. εἴληφε μέντοι τὸν περὶ τῶν χρημάτων λόγον ἐξ ἀντιθέσεως, ζητοῦντος τοῦ ἀκροατοῦ τὴν εὐπορίαν ἐκ τοῦ παραχρῆμα, λαμβάνοντός τε τοῦ ῥήτορος ἐξ ἀντιθέσεως τὸ κεφάλαιον ‘καὶ πόθεν ἡμῖν ἔσται τὰ χρήματα φατέ, καὶ λέγε φανερῶς τὸν πόρον‘. ὁ δὲ ἔλυσεν, ὡς ἔφαμεν, ἀξιῶν μὴ νῦν ζητεῖν, εἰς δὲ τὸν μέλλοντα χρόνον ὑπερτίθεσθαι τὴν περὶ τούτων ἐπίσκεψιν· τότε γὰρ ἔσεσθαι τὸν πόρον, ἐπειδὰν ἥκῃ βασιλεύς. εἶτα ἐπήνεγκεν ἐπιχείρημα ἐπὶ τούτοις, ὅτι εἰ ταύτην τὴν δύναμιν παρασκευασόμεθα, μᾶλλον αὐτὸν ἀμυνούμεθα ἢ οἱ πατέρες, διότι ἡμεῖς μὲν νῦν κεκτήμεθα τριακοσίας τριήρεις μόνοι, τὸ δὲ παλαιὸν διακοσίας πάντες οἱ Ἕλληνες. πεπλήρωκε τοίνυν τὸν λόγον πάντα τὸν περὶ τοῦ δυνατοῦ τῆς πόλεως. ἐντελῆ δὲ τὴν ἐργασίαν τοῦ κεφαλαίου διδοὺς οὐ μόνον τὸ δυνατὸν ἐξετάζει τῆς πόλεως, ἀλλὰ καὶ τὸ ἀντικείμενον. Μεταβαίνει τοίνυν ἐπὶ τὸ τοῦ βασιλέως δυνατόν· τοῦτο δὲ κατὰ ἀντίθεσιν λαμβάνει (cf. 29 sq.)· ‘ἀλλὰ χρήματα‘ φησίν ‘ἐπάξεται βασιλεύς· πολλὰ γὰρ περιβέβληται‘. τοῦτο τέως μέρος πρῶτον αὐτῶν τιθείς (δεῖ γὰρ αὐτῇ προστεθῆναι, τίνος ἕνεκα φοβοῦνται τὰ βασιλέως χρήματα), τέως δ’ ἐμέρισεν, ἵνα εὐπετὴς αὐτῷ πρὸς τὴν λύσιν γένηται. λύει τοίνυν αὐτὴν ἐκ συγκρίσεως, εἰπὼν τὸ μὲν ἐκείνου ῥᾳδίως ἀναλωθήσεσθαι καὶ μηδαμόθεν ἕξειν ἐπικουρίαν, Ἀθηναίους δὲ ἐκ τῆς χώρας κατὰ μέρος λαμβάνοντας μηδέποτε τῶν ἀναγκαίων ἀπορήσειν· καὶ τοῦτο εἶναι τὸ μέγιστον, τὸ κρατοῦντας τῆς οἰκείας χώρας καὶ τὰς ἀφορμὰς ἐκ ταύτης λαμβάνοντας αὐτῷ πολεμεῖν. |
| 14.3.(150) | ἑτέραν ἀντίθεσιν ἔλαβεν ἀκόλουθον τῇ προειρημένῃ, μᾶλλον δὲ μέρος οὖσαν ἔλαβε τῆς πρὸ αὐτῆς, ‘ἀλλὰ δέος μὴ πολὺ μισθοφορικὸν ἐκ τῶν Ἑλληνικῶν χρήματα ἔχων βασιλεὺς [πολλοὺς μισθοφόρους Ἑλλήνων] ἀθροίσῃ‘. δίχα δὲ ταύτην διαιρεῖ· καὶ τὸ μὲν πρῶτον μέρος ἔλυσεν, ὡς ἤδη δέδεικται, τὸ δὲ δεύτερον ἐντεῦθεν ἄρχεται (31)· 〈‘καὶ μὴν οὐδ’ ὅ τινες δεδίασι‘.〉 λύει δὲ μεταληπτικῶς· εἰ μὲν ἐφ’ ἑτέρους στρατεύοιτο βασιλεύς, ὑπακοῦσαι ἂν τοὺς τῶν Ἑλλήνων μισθοφόρους, εἰ δ’ ἐπὶ τὴν Ἑλλάδα, οὐχ ὑπακούσεσθαι. εἶτα ἑτέρᾳ μεταλήψει ἀπὸ τῆς τοῦ βασιλέως γνώμης, ὅτι οὐδὲ ἐκείνῳ συμφέρει διὰ τῶν ξένων κρατῆσαι· παρασκευάσει γὰρ αὐτοὺς καταφρονεῖν τῆς αὐτοῦ δυνάμεως. τρίτην ἀντίθεσιν ἔλαβεν ἐκ τοῦ αὐτοῦ δυνατοῦ καὶ τῶν συμβησομένων αὐτοῖς πλεονεκτημάτων, εἰ ἀναμείναιεν αὐτὸν εἰς τὴν Ἑλλάδα ἐλθεῖν. ἔστιν οὖν ἡ τρίτη (cf. 33 sq.) ‘ἀλλὰ δέος μὴ Θηβαῖοι, δεῦρο τοῦ βασιλέως ἐλθόντος, τῆς ἐκείνου γένωνται γνώμησ‘. ταύτην ἔλυσεν ἐνστάσει, εἰπὼν μὴ ἂν ἐθελῆσαι Θηβαίους μετ’ ἐκείνου γενέσθαι, καὶ μεταλήψει, ἀλλὰ μᾶλλον ἂν εὔξασθαι τοῖς θεοῖς καιρὸν γενέσθαι ἀπολογήσασθαι ὑπὲρ ὧν πρότερον ἥμαρτον ἢ πάλιν ἐπαντλῆσαι ταῖς προτέραις αἰτίαις καὶ δευτέρας διαβολάς. τρίτη λύσις· εἰ δὲ καὶ Θηβαῖοι μετ’ ἐκείνου γενήσονται, ἀλλ’ οὖν γε οἱ τῶν Θηβαίων ἐχθροὶ μετὰ τῶν Ἑλλήνων ἔσονται. εἶτα ἐπισφραγισάμενος καὶ τῷ δικαίῳ καὶ τῷ συμφέροντι καὶ τῷ δυνατῷ (35—40), δικαίῳ μέν, ὅτι οὐ δεῖ προτέρους κατάρχειν, δυνατῷ δέ, ὅτι περιγενήσονται τῶν προδοτῶν, Θηβαίων λέγει καὶ τῶν μισθοφόρων, συμφέροντι δέ, ὅτι οὐ χρὴ προτέρους ὑπαχθῆναι τὸν πόλεμον ἐκφέρειν, μεταβαίνει λοιπὸν ἐπὶ τὴν τῶν Ἑλλήνων ποιότητα· ‘ἀλλὰ δέος μὴ καταπλαγέντες οἱ Ἕλληνες τὸν πόλεμον ἐπελθόντος βασιλέως πρόωνται τὴν Ἑλλάδα‘. ταύτην ἔλυσεν ἐνστάσει· εἶτα κατεσκεύασε μεταληπτικῶς ὅτι, ἕως μὲν αὐτὸν κοινὸν ἐχθρὸν ἐνόμιζον, πολλῶν ἀγαθῶν ἐγένοντο κύριοι, ἀφ’ οὗ δὲ φίλον αὐτὸν ᾠήθησαν, πάντα πεπόνθασι τὰ ἀνήκεστα. τὸ ‘οὐκοῦν καλὸν μὲν αὐτοὺς φαίη τις ἄν‘ αὐτὴν ἔλαβεν ἐξ ἀκολουθίας τὴν ἀντίθεσιν· εἶτα μὴ θεὶς αὐτὴν ἔλυσεν εἰπών· ‘μὴ νῦν καλῶμεν ὅτε οὐχ ὑπακούσονται, μὴ νῦν πολεμῶμεν ὅτε οὐ δυνησόμεθα‘. εἶτα ἐπισυνῆψε καὶ ἕτερον μέρος τοῦ συμφέροντος, ὅτι ‘ὑπὲρ ἡμῶν τὸ τὸν βασιλέα στρατεῦσαι δεῦρο‘· οὕτω γὰρ ἂν διαλλαγεῖεν ἀλλήλοις οἱ Ἕλληνες. Ἐπὶ τούτοις ἐπήγαγε τοὺς ἐπιλόγους (41) ἀνακεφαλαίωσιν ἔχοντας· πρῶτον μὲν ἀπὸ τοῦ δικαίου, ἐν ᾧ τὸ μὴ παραβαίνειν τοὺς ὅρκους ἑαυτῶν, μὴ συγχέειν συνθήκας προτέρους καὶ δεῖν ἀμύνεσθαι βασιλέα μόνον ἐπιόντα, ἀλλὰ μὴ στρατεύεσθαι ἐπὶ τὴν ἐκείνου χώραν· περὶ τῆς παρασκευῆς, ὅπως ἂν εὐτρεπεῖς γένοιντο ἔργῳ μᾶλλον ἢ λόγῳ ἐξειπεῖν, ὅπως ἄξια ἔσται τὰ ἔργα τῶν προγονικῶν πράξεων, μὴ τοῖς λόγοις προσέχειν, ἀλλὰ τοῖς ἔργοις ἀσφαλῶς παρασκευάζεσθαι. αὕτη δὲ ἡ ἔννοια πλείστην ἔχει συγγένειαν πρὸς τὴν ἐν τῷ προοιμίῳ. ἐπὶ τούτοις καταστρέφει τὸν λόγον. gT 〈προαπεχθησόμεθα〉] προμισηθῶμεν. |
| 14.4 | Y 〈ἔστι τοίνυν〉] ἀρχὴ τῆς παρασκευῆς. |
| 14.5 | Y 〈ἐχόντων〉] πέρας τῆς προκατασκευῆς καὶ εἰσβολῆς τῶν κεφαλαίων. |
| 14.6 | Y 〈ἐπικλήρων〉] ἐπίκληρος ἡ ἐπὶ τῇ οὐσίᾳ ὅλῃ καθεσθεῖσα, κἂν μήπω ἐκδοθῇ F 2 Y τῶν κληρουχικῶν] τῶν γεωργῶν. |
| 14.8 | F 2 τῶν κοινωνικῶν] τῶν δημοσίων. |
| 14.9 | F 2 〈χιλίας καμήλουσ〉] περὶ χιλίας καμήλους χρήματα τοῦ Πέρσου. |
| 14.10 | F 2 〈εἶθ’ ὃν ἡ τύχη〉] περίοδος κατὰ αἰτιατικὴν πτῶσιν. |
| 14.11 | F 2 Y ΥΠΕΡ ΤΗΣ ΡΟΔΙΩΝ ΕΛΕΥΘΕΡΙΑΣ Συνεμάχουν Ἀθηναίοις ποτὲ οἱ νησιῶται καὶ οἱ τὴν παραλίαν οἰκοῦντες ἄχρι τοῦ Βυζαντίου, ἀλλ’ ἀποστάντες εἰς ἐλευθερίαν ἐπολέμησαν Ἀθηναίοις, καὶ μηκυνομένου τοῦ πολέμου ἠναγκάσθησαν εἰς συνθήκας ἐλθεῖν πρὸς αὐτοὺς 〈οἱ〉 Ἀθηναῖοι ὥστε αὐτονόμους εἶναι καὶ ἐλευθέρους. |
| 15.1 | μετὰ ταῦτα βασιλέως γνώμῃ βοηθούσης Ἀρτεμισίας τοῖς κατὰ τὴν Ῥόδον εὐπόροις, ἐπιτίθενται τῷ δήμῳ οἱ δυνατοὶ καὶ ἄρχουσι τῆς Ῥοδίων πόλεως οἱ τὰς οὐσίας κεκτημένοι. κατέφυγεν οὖν ὁ δῆμος ἐπὶ τὴν Ἀθηναίων πόλιν ἀξιῶν ὑπὲρ ἐλευθερίας. Δημοσθένης παραινεῖ βοηθεῖν τῷ δήμῳ Ῥοδίων. εἰ δέ τις ἄλλος Ἀθηναίους ἐλύπησεν ἐν τῷ συμμαχικῷ πολέμῳ καὶ τὴν ἀπόστασιν εἰργάσατο, μᾶλλον πέφηνεν ὁ Ῥοδίων δῆμος. διόπερ πρὸς αὐτοὺς ἔοικε χαλεπαίνειν ἐξαιρέτως ἡ πόλις· μάλιστα γὰρ αὐτοὶ τυγχάνουσι τὴν ἀπόστασιν εἰργασμένοι. κατὰ πάντα τοίνυν χαλεπὸς ὁ λόγος τῷ συμβούλῳ λέγοντι ὑπὲρ ἀνδρῶν ἀφεστηκότων καὶ λελυπηκότων πολλὰ τὴν πόλιν. καὶ οὐ τοῦτο μόνον λυπεῖ τὸν δημηγόρον, ἀλλὰ καὶ ὁ παρὰ τοῦ βασιλέως φόβος· δοκεῖ γὰρ οὐ μικρὸν οὐδὲ ἀκίνδυνον εἶναι τὸ προσκρούειν βασιλεῖ σχεδὸν κατειληφότι τὴν νῆσον διὰ τῶν εὐπόρων· εἰς γὰρ ἐκεῖνον ἀνήκει τὰ πράγματα. πρὸς τοίνυν ἑκάτερον τούτων ἀντέθηκεν ἰσχυρότατα δύο, πρὸς μὲν τὴν τῶν Ῥοδίων ἀπιστίαν τὴν μεγαλοφροσύνην τῆς πόλεως καὶ τὸ σύνηθες εἶναι βοηθεῖν τοῖς ἀδικουμένοις τῶν Ἑλλήνων, διότι πάντες εἰς αὐτοὺς ἀποβλέψουσιν, εἰ τοῦτο ποιήσειαν, πρὸς δὲ τὸν παρὰ τοῦ βασιλέως φόβον τὸ δίκαιον καὶ τὸ δυνατὸν ἀντέθηκε καὶ τρίτον τὸ συμφέρον· δυνατὸν μέν, ὅτι κακῶς πράττοντος τοῦ βασιλέως περὶ τὴν Αἴγυπτον καὶ ἡττωμένου οὔτε Ἀρτεμισία βοηθήσει τοῖς ὀλιγαρχοῦσι Ῥοδίων οὔτε αὐτὸς 〈ὁ〉 βασιλεύς· δίκαιον δ’, ὅτι οὐκ ἂν μεταποιήσαιτο βασιλεὺς τῶν μὴ προσηκόντων αὐτῷ· Ἕλληνές τε γάρ εἰσι Ῥόδιοι καὶ 〈οὐ〉 μεμερισμένοι 〈εἰσ〉 τὴν βασιλέως ἀρχήν· καὶ τρίτον τὸ συμφέρον, ὅτι οὐδὲ περιορᾶν δέοι κἂν μεταποιῆται ὁ βασιλεὺς τῶν Ῥοδίων· σύμβολον γάρ ἐστι τὸ γιγνόμενον τοῦ μὴ μόνον Ῥοδίων ἐπιθυμεῖν ἐκεῖνον, ἀλλὰ καὶ πάντων τῶν Ἑλλήνων. οὕτω μὲν οὖν διῄρηκε τὸν λόγον, καὶ τὰ πράγματα ταύτην ἔχει τὴν φύσιν. ὅπως δὲ ἕκαστον τούτων διῴκηκε καὶ ὃν τρόπον μετεχειρίσατο, ἀρκτέον λέγειν ἄνωθεν ἐκ προοιμίου τὴν ἀρχὴν ποιησάμενον. YgT οἶμαι δεῖν ὑμᾶς] τὴν εὐλάβειαν, ἣν ἔχει πρὸς τὴν ὑπόθεσιν, διὰ τῆς ἐπιβολῆς ἐνδείκνυται· οὐ γὰρ ἔχει παρρησίαν εἰπεῖν ὑπὲρ ἀνδρῶν δοκούντων πολλὰ καὶ μεγάλα τὸν δῆμον ἠδικηκέναι. |
| 15.2 | διὰ δὲ τῆς ἑξῆς ἐννοίας τοῦ αὐτοῦ προοιμίου προκαταλαμβάνει τὸν ἀκροατὴν καὶ βούλεται λαβεῖν ὁμολογοῦντα ὅτι ποιήσει τὰ συμβουλευόμενα, ὥστ’ αὐτὸ διοικεῖσθαι διὰ τῶν δύο ἐννοιῶν, τό τε ἀνασχέσθαι λέγοντος καὶ τὸ πεισθῆναι τοῖς λεγομένοις ἅμα καὶ πρᾶξαι. YgT ἔστι μὲν οὖν ἓν ὧν ἐγὼ νομίζω] τοῦ δευτέρου προοιμίου ἡ μὲν ἐπιβολή ἐστι τὸ εὔνουν ἐν ᾧ λέγει (2) ‘νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν, τὸ τοὺς διὰ τὴν αὑτῶν ὕβριν ὑμῖν πολεμήσαντας οὐ πάλαι‘· θαυμασιώτατα δὲ ἐρρητόρευται. |
| 15.3 | ἵνα δὲ μὴ δοκῇ χάριτι λέγειν ὑπὲρ Ῥοδίων, κατηγόρησεν αὐτῶν καὶ κατέδραμεν οὐχ ὡς παροξῦναι, ἀλλ’ εἰς εὔνοιαν τὸν ἀκροατὴν ἐκκαλέσασθαι βουλόμενος· καὶ γὰρ ἐπῆρεν αὐτὸν καὶ τὸ φρόνημα μετεώρισεν, ἐγκώμιον 〈Ἀθηναίων〉 θαυμαστὸν τῇ κατηγορίᾳ Ῥοδίων ἐν τῷ προοιμίῳ συμπλέξας. συνέστηκε δὲ καὶ τὸ δεύτερον προοίμιον ἐκ δυοῖν ἐννοιῶν, ὧν τὴν μὲν προτέραν εἰρήκαμεν, τὴν δὲ δευτέραν φαμὲν προκατασκευὴν ἔχειν τοῦ κεφαλαίου· τὴν γὰρ δύναμιν ἐπισημαίνεται τῶν μελλόντων ῥηθήσεσθαι, τὴν δόξαν καὶ τὴν εὔκλειαν λέγων, ἣν ἕξουσι διὰ τῆς πράξεως ταύτης ἀπολογησάμενοι πρὸς τοὺς διαβάλλειν αὐτοὺς εἰωθότας. ταῦτα μὲν οὖν ἐν τοῖς προοιμίοις διῴκηται. YgT ᾐτιάσαντο μὲν γὰρ] ἀρχὴ δὲ τοῦ συμφέροντος κεφαλαίου τὸ ‘ᾐτιάσαντο μὲν γὰρ ἡμᾶς ἐπιβουλεύειν αὑτοῖς Χῖοι καὶ Βυζάντιοι καὶ Ῥόδιοι‘. |
| 15.4 | κατεσκεύασται δὲ τῷ δικαίῳ ἤτοι ἀδίκῳ τὸ συμφέρον, ὅτι ἀδικούντων καὶ πλεονεκτούντων δόξαν εἴχομεν· διόπερ καὶ ἀπέστησαν ἡμῶν οἱ σύμμαχοι. ταῦτα μὲν οὖν τοῦ ἀδίκου. εἶθ’ ἵνα μὴ δοκῇ κατηγορεῖν τῆς πόλεως, αὐτὸς ἀνήνεγκε τὴν βλασφημίαν ἐπὶ Μαύσωλον, ἵνα καὶ ὑπὲρ τῆς πόλεως ἀπολογῆται ὡς ψευδῶς διαβαλλομένης καὶ ὑπὲρ τῶν Ῥοδίων 〈ὡσ〉 ἠπατημένων· ὁ γὰρ ταῦτα πλασάμενος καὶ πείσας ἀποστῆναι ἐκεῖνος ἦν. εἶθ’ οὕτω τὸ δίκαιον προτείνας ἦλθεν ἐπὶ τὸ συμφέρον, οὗπερ ἦν ἡ πρότασις· ‘συμφέρει ὑμῖν ἀπολύσασθαι τὰς καθ’ ὑμῶν διαβολὰς αὐτοῖς ἔργοις· ἴστε γὰρ ὅτι νομίσαντες ἀδικεῖσθαι οἱ σύμμαχοι ἀπέστησαν‘. νῦν δὲ ἐπειδὴ †ἄτοπος† ἦν, λέγει ἀπὸ τοῦ συμφέροντος, τὴν κατασκευὴν ἔχοντος ἀπὸ τοῦ δικαίου, καὶ καταστρέφει εἰς τὸ ἔνδοξον. λέγει δὲ τοῦτο, ὅτι ‘τὴν καθ’ ὑμῶν διαβολὴν νῦν καιρὸς διαλῦσαι καὶ δεῖξαι μὴ ὄντας πονηροὺς τοὺς μὴν βοηθοῦντας τοιούτοις συμμάχοις, καὶ κομίσασθαι τὴν εὐδοξίαν, ὅτι πρέπον ἐστὶν ἔχειν τὴν εὐδοξίαν ἐκ τοιούτων ἔργων τῇ πόλει‘. αὕτη μὲν οὖν ἐστὶν ἡ εἰσήγησις ἣν πεποίηται Δημοσθένης. πρὸς δὲ ταύτην ἀντέπεσεν ἀντίθεσις ἀπὸ τοῦ δυνατοῦ κεφαλαίου (cf. 5) ‘ἀλλὰ δεδοίκαμεν βασιλέα‘. ταύτην ἔλυσεν ὁμογενῶς ἐκ τοῦ αὐτοῦ κεφαλαίου τοῦ δυνατοῦ, καὶ πρῶτόν γε ἀπὸ τοῦ μαχομένου κατὰ τὴν θέσιν αὐτῆς εὐθύς, ὅτι (cf. 5) οὐ τῶν αὐτῶν ἐστὶ λόγων συμβουλεύειν τῇ πόλει βοηθεῖν Αἰγυπτίοις ἀφεστηκόσι τοῦ βασιλέως καὶ φοβεῖσθαι βασιλέα ὑπὲρ Ῥοδίων. καὶ ἡ προσθήκη τῆς αἰτίας, ὅτι (cf. 5) οἱ μέν εἰσιν Ἕλληνες, οἱ δέ εἰσιν ἐν τῇ ἀρχῇ ἐκείνου μεμερισμένοι. δευτέρα λύσις, ὅτι (cf. 7) ὑπὲρ μὲν τῶν οἰκείων πολεμήσειεν ἂν βασιλεύς, ὑπὲρ δὲ τῶν Ἑλλήνων οὐκ ἂν πολεμήσειεν βασιλεύς. τρίτη λύσις (cf. 8) ‘εἰ μὲν οὖν ἐγνώκατε ἀδικούμενοι παραχωρεῖν ὧν ἀδικεῖ τοὺς Ἕλληνας βασιλεύς, οὐκ ἐπαινῶ τὴν γνώμην· εἰ δὲ πᾶν ὁτιοῦν ὑπομένειν, μηδὲ νῦν ὀκνεῖτε‘. εἶτα ἐκ παραδείγματος, (cf. 9) ὅτι καὶ Σάμον ἐλευθερώσαντος Τιμοθέου κατειλημμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος, οὐκ ἠγανάκτησε βασιλεύς. YgT ὅτι δ’ οὐδ’ ἐναντιωθῆναι] ἄλλη ἀντίθεσις ἀπὸ τοῦ αὐτοῦ δυνατοῦ ‘ἀλλ’ Ἀρτεμισία ἡμῖν ἐναντιωθήσεται‘. |
| 15 5a | Ἀρτεμισία δὲ Μαυσώλου μὲν γέγονεν ἀδελφὴ καὶ γαμετή, Καρίας δὲ ἐβασίλευε, φίλια δὲ ἔπραττε βασιλεῖ, διὰ τὸ οἰκεῖον συμφέρον αὐτὸν θεραπεύουσα καὶ ἄρχουσα μὲν τῶν οἰκείων, οὐδὲν δὲ ἧττον φυλαττομένη βασιλεῖ προσκρούειν, ἔστι δ’ ὅτε αὐτῷ συλλαμβανομένη. λείπει δὲ τῇ ἀντιθέσει κατασκευή· ἔδει γὰρ καὶ τὴν αἰτίαν προσθεῖναι δι’ ἣν ἂν Ἀρτεμισία οὐ συγχωρήσειεν· ἀλλ’ ἵνα μὴ χαλεπωτέρα γένηται πρὸς τὴν λύσιν, διὰ τοῦτο τὴν κατασκευὴν παραλιπὼν τὴν μὲν πρότασιν ἔθηκε μόνον, τὴν δὲ κατασκευὴν ταῖς λύσεσι συμπλέξας ἀσθενεστέραν ἐποίησεν. λύει δὲ τῷ δυνατῷ καὶ τῷ συμφέροντι, καὶ τῷ μὲν δυνατῷ κατὰ μερισμόν· εἰ μὲν εὖ πράττει βασιλεὺς κατ’ Αἴγυπτον, βοηθήσειν· μὴ γὰρ εἶναι ἀνόητον ὥσπερ ἐπιτείχισμα κατασκευάσαι τῆς οἰκείας ἀρχῆς· εἰ δὲ καὶ βοηθήσειε, φαύλως καὶ οὐ πολλῇ τῇ ῥώμῃ, ἀλλ’ ἄχρι τοῦ δοκεῖν διὰ βασιλέα. οὕτως μὲν οὖν ἀπὸ τοῦ δυνατοῦ τὴν ἀντίθεσιν ἔλυσεν, ἀπὸ δὲ τοῦ συμφέροντος ἐνθένδε στοχαστικῶς· (cf. 13) ‘οὐκ οἶδα μὲν εἰ βοηθήσει βασιλεύς, συμφέρει δ’ οὖν ἤδη τῇ πόλει γνῶναι πότερον ἀντιποιεῖται Ῥοδίων ἢ οὔ· εἰ γὰρ ἀντιποιεῖται τῆς νήσου, δηλονότι καὶ πάντων τῶν Ἑλλήνων.‘ YgT ἄχρι μὲν οὖν τούτου διηγώνισται πρὸς τὰς ἀπὸ τοῦ συμφέροντος ἀντιθέσεις· λοιπὸν δὲ ἐπὶ τὸ δυσμεταχείριστον ἐλήλυθεν τὸ ἀπ’ αὐτῆς τῆς ποιότητος τῶν Ῥοδίων κατηγορίαν περιέχον, ὅτι ἀπέστησαν. |
| 15 5b | καὶ ζητήσειεν ἄν τις, τί δήποτε, ὄντος τοῦ προηγουμένου καὶ περὶ οὗ μάλιστά ἐστιν ἡ σύμπασα ζήτησις, εἰ δεῖ βοηθῆσαι τοῖς ἀδικήσασι τὴν πόλιν, οὗτος τὸ τοῦ συμφέροντος κεφάλαιον προέταξε καὶ δεύτερον τὸ δυνατόν, εἶτα εἰ βοηθήσει βασιλεὺς καὶ Ἀρτεμισία. τὸ δὲ θεώρημα φανερόν· ἐπειδὴ γὰρ ἄδοξον τὸ πρόσωπον καὶ παρρησιάσασθαι ὑπὲρ τῶν ἀνδρῶν οὐ δύναται πολλὴν ἐχόντων διαβολήν, εἰκότως τὸν ἀκροατὴν καταλαμβάνει καὶ τῷ συμφέροντι καὶ τῷ ἀναγκαίῳ, τουτέστι τῷ φόβῳ τῷ παρὰ βασιλέως, ἵνα τῷ μὲν συμφέροντι ἐπαχθεὶς διὰ τὴν εὔκλειαν, τῷ δὲ καταπλαγεὶς τῷ ἀναγκαίῳ, ἐὰν ἐπιβουλεύῃ τοῖς Ἕλλησι βασιλεύς, ὑπέρθηται μὲν τὸ μνησικακῆσαι τὰ νῦν, βοηθήσῃ δὲ διὰ τὸ ἑαυτῷ χρήσιμον, τοῦ συμφέροντος ὀρεγόμενος, καὶ φόβων καὶ κινδύνων ἀπαλλακτικῶς ἔχοντες 〈ἕτοιμοι ἔσονται〉 [αἱρεῖσθαι] καὶ τοῖς λελυπηκόσι βοηθεῖν διὰ τὰ ἀναγκαιότατα ταῦτα. δι’ ἣν μὲν οὖν αἰτίαν ἐνήλλαξε τὴν θέσιν τῶν κεφαλαίων ἀκήκοας· διαιρεῖ δὲ αὐτὸ τὸ δίκαιον κεφάλαιον οὐ μικρᾷ τινι καὶ φαύλῃ ῥητορείᾳ οὐδὲ τῇ τυχούσῃ οἰκονομίᾳ κεχρημένος. gT 〈οὐ μὴν οὐδ’〉] κατατείνει πολλὴν κατηγορίαν τῶν Ῥοδίων ἀξιοπιστίας εἵνεκα· πάνυ γὰρ συμβάλλεται πρὸς πειθὼ τὸ πρὸς ἡδονὴν ἐν τοῖς τοιούτοις διαλέγεσθαι. |
| 15 6a | δι’ ἡδονῆς δὲ αὐτοῖς ἐστὶ τὸ κακῶς ἀκούειν Ῥοδίους. μέμνηται δὲ Ῥοδίων δῆθεν κακῶς, ἐνδεικνύμενος μήτε πρὸς χάριν μήτε δι’ εὔνοιαν λέγειν, ἵνα τοὺς ἀκροατὰς ἀρέσηται νῦν μὲν ἐνδεικνύμενος μισεῖν τοὺς λελυπηκότας τὴν πόλιν, νῦν δὲ μὴ ὑπὲρ Ῥοδίων ποιεῖσθαι τὸν λόγον, ἀλλ’ ὑπὲρ αὐτοῦ τοῦ συμφέροντος καὶ τῆς ὑπαρχούσης δόξης τῇ πόλει. μικροῦ δὲ καὶ οἰηθείη τις ἂν αὐτὸν συμβουλεύειν στρατεύειν ἐπὶ Ῥοδίους, τοσοῦτον θυμὸν ἐνδείκνυται πρὸς τοὺς ἠδικηκότας. ἀλλ’ αὐτό γε τοῦτο τὸ θαυμαστὸν τῆς ῥητορείας ἐστίν, ὅτι, δι’ ὧν κατατρέχει Ῥοδίων, διὰ τούτων πείθει τὸν δῆμον, καὶ δι’ ὧν κατηγορεῖ μᾶλλον δοκεῖ πραΰνειν, καταμιγνὺς τὸ αὐτοὺς ἑαυτῶν κατεγνωκέναι καὶ κατηγόρους ἑαυτῶν γεγονέναι καὶ πάλιν ὑποπίπτειν τῇ πόλει. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα κατὰ τὸ κεφάλαιον θαυμασίως ἐρρητόρευκεν. ἡ δὲ ἀντίθεσίς ἐστιν ἀπὸ τοῦ δικαίου ἀντεγκληματικῶς εἰσηγμένη ‘ἀλλ’ ἄξιοι τούτων οἱ Ῥόδιοι τῆς πόλεως ἀποστάντεσ‘· οὐ μὴν τέθειται προφανῶς, γίνεται δὲ φανερὰ τοῖς ἐπιστήμοσιν ἀπ’ αὐτῶν τῶν λύσεων. καὶ οὐ ταῦτα μόνον ἐρρητόρευσεν ἅπερ εἶπον, ἀλλὰ καὶ ἄλλο πρὸς τοῖς εἰρημένοις θεώρημα προσέθηκε· πρὸ πολλοῦ γὰρ λύει πρὶν θεῖναι, ὅπερ εἴωθε ποιεῖν, ὅταν χαλεπαὶ ὦσιν αἱ ἀντιθέσεις καὶ μεταχειρίσεως δέωνται τεχνικῆς. καὶ ἔστιν ἡ ἀρχὴ τῆς λύσεως ἔνθεν (14)· ‘οὐ μὴν μὲν οὐδ’ ἢ δεῖ ἑαυτοῦ εἶχον τὴν πόλιν οἱ νῦν ὄντες ἐν αὐτῷ Ῥόδιοι, παρῄνες’ ἂν ὑμῖν τούτους ἑλέσθαι, οὐδ’ εἰ πανθ’ ὑπισχνοῦντο ποιήσειν‘. YgT ἄξιον δὲ θαυμάσαι καὶ τὴν μεταχείρισιν ἣν ποιεῖται καὶ τὴν λύσιν. |
| 15 6b | τῆς γὰρ ἀντιθέσεως λεγούσης ἀξίους εἶναι Ῥοδίους ταῦτα πάσχειν ἃ πεπόνθασι, συντρέχων τῷ ἀξίους αὐτοὺς εἶναι, οὐκ ἐξ ὧν ἠδικήκασι τὴν πόλιν τοῦτο κατεσκεύασεν, ἵνα μὴ ἐναντίον τὸν λόγον ἑαυτῷ ποιήσηται, ἀλλ’ ἐξ ὧν αὐτοὶ πρὸς ἀλλήλους διετέθησαν διαβάλλει τὸν τρόπον. καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν, ἐξ ὧν διετέθησαν περὶ τὸν Ἀθηναίων δῆμον· ὁ δέ, ἵνα μείζω διαβολὴν ἐργάσηται, μετήνεγκε τὴν κατηγορίαν ἐπὶ τοὺς εὐπόρους· ἀπὸ γὰρ τούτων χαρακτηρίζει τὸ ὅλον Ῥοδίων ἦθος. τρισὶ τοίνυν θεωρήμασι κέχρηται· ἑνὶ μέν, καθὸ δοκεῖ συντρέχειν δῆθεν τῇ κατηγορίᾳ· ἑτέρῳ δέ, καθὸ μετεβίβασε τὴν κατηγορίαν ἀπὸ τῶν εἰς τὴν πόλιν γεγενημένων ἐπὶ τὰ γενόμενα Ῥοδίοις αὐτοῖς πρὸς ἀλλήλους· καὶ τρίτῳ, ἐν ᾧ τὴν κατηγορίαν ἀπὸ τοῦ δήμου μετήνεγκεν ἐπὶ τοὺς εὐπόρους, ὥσπερ ὁ Θουκυδίδης ἀπὸ τοῦ δήμου Ἀθηναίων ἐπὶ τοὺς ὀλίγους. gT 〈οὔτε γὰρ προξενῶ〉] εἶτα προφανῶς ἀναίνεται τὴν πρὸς Ῥοδίους οἰκειότητα, φάσκων μήτε ἰδίᾳ ξένος μήτε δημοσίᾳ πρόξενος εἶναι τῶν ἀνδρῶν, ἵνα κἀντεῦθεν χώραν παρρησίας ἑαυτῷ πρυτανεύσηται· τίς γὰρ ἂν ἔτι ὑποπτεύσειε πρὸς χάριν λέγειν τὸν μηδεμίαν ἔχοντα οἰκειότητα; λείπεται δὴ τοῦ κοινῇ συμφέροντος εἵνεκα ποιεῖσθαι τοὺς λόγους. |
| 15 7a | μετὰ ταῦτα δὲ ἐπιβάλλει τῇ συνηγορίᾳ Ῥοδίων, ἀρκοῦσαν τιμωρίαν παρ’ αὐτῶν γεγενῆσθαι φάσκων τὸ τὴν ἐλευθερίαν αὐτοὺς ἀπολωλεκέναι, κουφίζων ταύτῃ τῆς κατ’ αὐτῶν ὀργῆς τὸν ἀκροατὴν καὶ ἀποπιμπλὰς αὐτοῦ τὸν θυμὸν ὡς δοκεῖν κόρον ἔχειν ἀφ’ ὧν ἤδη πεπόνθασι Ῥόδιοι. YgT οὐδεὶς γὰρ ἂν ἔτι χαλεπήνειεν, οὐδ’ εἰ τυγχάνει τῇ γνώμῃ ὠμότατος, μὴ ἐλεῶν τοὺς πολλὰς καὶ μεγίστας συμφορὰς πεπονθότας, μάλιστα δὲ ὁ τῶν Ἀθηναίων δῆμος πεφυκὼς πρὸς εὐεργεσίαν καὶ εἰωθὼς τοὺς ἠδικηκότας σῴζειν. |
| 15 7b | διὰ δὴ τούτων ἁπάντων τὴν παρρησίαν, ὡς ἔφην, ἑαυτῷ προδιοικησάμενος ἄρχεται τῆς εἰσηγήσεως, ὥσπερ ἀρχὴν ἑτέραν τινὰ τοῦ λόγου ποιούμενος, δι’ 〈ἣν〉 τήνδε τὴν ἀντίθεσιν κινήσας οὕτω κατέδραμε Ῥοδίων· καὶ πάλιν ἀνέλαβε τὴν λύσιν ὅτι ἀνα〈 *** 〉 τῇ ἀντιθέσει καὶ ἡ ὑπόνοια ἡ κατὰ τοῦ ῥήτορος συνεισῄει. gT σημείωσαι· προξενεῖ, μαρτυρεῖ· πρόξενοι, προστάται πόλεων καὶ φροντισταὶ καὶ ξενίαις ὑποδεχόμενοι. |
| 15 7c | F 2 Y φημὶ δὴ χρῆναι] οὐκ ἠδύνατο οὖν ἀξιοῦν συγγνώμην Ῥοδίοις δίδοσθαι πρὶν ἀπολύσασθαι τὰς ὑποψίας. |
| 15.8 | διὰ τοῦτο κινηθείσης τῆς ἀντιθέσεως τὸ καθ’ ἑαυτοῦ διέλυσεν. εἶτα μηδενὸς λυμαινομένου τὴν δόξαν, ἐπὶ τὴν λύσιν θαρρῶν ἦλθε τῆς ἀντιθέσεως· ‘φημὶ δὴ χρῆναι πειρᾶσθαι σῴζειν τοὺς ἄνδρασ‘, ἐνδεικνύμενος διὰ τοῦ ‘μνησικακεῖν‘ τὴν δύναμιν τῆς ἀντιθέσεως ὅτι ‘ἀλλ’ ἄξιοι Ῥόδιοι‘ καὶ ὅτι δεῖ μνησικακεῖν αὐτοῖς καὶ ὅτι διὰ μάχης ὁ λόγος αὐτῷ· καὶ πρὸς τὴν ἀντίθεσιν ἔχει τὴν ἀναφοράν· ἀπολογία γάρ ἐστιν ἄντικρυς λαμπρὰ ὑπὲρ Ῥοδίων ἠπατημένων, ὥστε συγγνωμονικὴν εἶναι τὴν λύσιν. καὶ ἐξ ἀορίστων δὲ παραδειγμάτων βεβαιοῖ τὴν συγγνώμην· ὅτι γὰρ πολλὰ πολλάκις ἐξηπατήθη ὁ τῶν Ἀθηναίων δῆμος ὑπέμνησε. τὸ τοίνυν εἶδος τῆς συγγνώμης κατὰ συνδρομήν· συντρέχων γὰρ τῷ κατ’ ἀξίαν ταῦτα πεπονθέναι Ῥοδίους, αἰτεῖ τοῖς ἠπατημένοις συγγνώμην, διχόθεν τὴν λύσιν ἐργαζόμενος, καὶ τῷ συνομολογεῖν καὶ τῷ τὴν συγγνώμην αἰτεῖν. ἄχρι μὲν οὖν τούτου προκεχώρηκεν αὐτῷ τὸ πρῶτον μέρος τῆς λύσεως. YgT 〈ὁρᾶτε δὲ κἀκεῖνο〉] μεταβέβηκε δὲ ἐφ’ ἕτερον εἶδος λύσεως, ὅπερ ἐστὶ μικτὸν ἔκ τε τοῦ συμφέροντος καὶ τοῦ δικαίου, ἐν ᾧ φησὶν εἶναι διττὰ πολέμων εἴδη· ἓν μὲν ὑπὲρ τῶν δικαίων πρὸς τὰς δημοκρατίας, ἕτερον δὲ πρὸς τὰς ὀλιγαρχίας, δι’ ἕτερον μὲν οὐδέν, δι’ αὐτὸ δὲ τοῦτο, ὅτι ὀλιγαρχίαι εἰσὶ καὶ ἐναντίως ταῖς δημοκρατίαις πολιτεύονται, ἐνάγων τὸν ἀκροατὴν καὶ διὰ τούτου, εἰ καὶ μὴ βούλοιντο Ῥοδίοις βοηθεῖν, τῷ ζηλοτύπως ἔχειν πρὸς τὰς ὀλιγαρχίας προαχθῆναι καταλῦσαι τὴν Ῥοδίων ὀλιγαρχίαν. |
| 15.9 | μικτὸν δὲ ὂν τὸ εἶδος τῆς λύσεως ὅμως ῥέπει πρὸς τὸ συμφέρον καὶ μᾶλλόν ἐστι τούτου τοῦ μέρους. YgT 〈θαυμάζω δ’ εἰ μηδεὶς ὑμῶν ἡγεῖται〉] μετὰ ταῦτα τῷ ἀναγκαίῳ κέχρηται πρὸς τὴν λύσιν δι’ οὗ φησὶ τὸν ἀκροατὴν λέγων· ‘θαυμάζω δ’ εἰ μηδεὶς ὑμῶν ἡγεῖται Χίων ὀλιγαρχουμένων καὶ Μιτυληναίων καὶ νῦν Ῥοδίων καὶ πάντων τῶν ἀνθρώπων‘· πέφυκε γὰρ ὁ Δημοσθένης οὐκ ἀφ’ ἑνός τινος ἐπιχειρήματος πείθειν οὐδὲ ἐκ μιᾶς δόξης τὸν ἀκροατὴν ἐπάγεσθαι, ἀλλ’ ἐκ ποικίλων καὶ παντοδαπῶν, νῦν μὲν φοβῶν, νῦν δὲ πείθων, νῦν δὲ ἐνάγων εἰς φιλανθρωπίαν, νῦν δὲ τὸ δίκαιον ἀπαιτῶν. |
| 15 10a | YgT καὶ οὐκ ἐξ ἑνός τινος εἴδους συμφέροντος ἢ ὅτου δήποτε προκειμένου κεφαλαίου πείθει, ἀλλ’ ἐκ πάντων αὐτοῦ τῶν μερῶν [καὶ] ἐξ ὧν ἂν συσταίη τὸ κεφάλαιον, κατὰ πολλὰς καὶ ποικίλας ἐπιβολάς, κἂν διεστηκυῖαι τυγχάνωσιν ἀλλήλων αἱ ἔννοιαι. |
| 15 10b | ὁρᾷς γὰρ ὅτι καθ’ ὧν συγγνώμην ᾔτησεν ὡς ἠπατημένοις ἠξίωσε μὴ δοῦναι δίκην· οὐδὲ γὰρ Ἀθηναίους δεδωκέναι, εἰ ἠπατήθησαν. ἂν ἀπῄτησεν ὑπὲρ Ῥοδίων τοῖς 〈 *** 〉 δίκαιον σύνηθες Ἀθηναίοις ἐστὶ δείκνυσθαι ὑπὲρ πάντων ἀδικουμένων. gT 〈ἐπειδήπερ ἄδηλον〉] ἐφόβησε τῷ ἀδήλῳ τοῦ μέλλοντος· ἐκίνησε μῖσος ἐκ τῆς κοινῆς κρίσεως τῆς κατὰ τῶν ὀλιγαρχεῖν αἱρουμένων. |
| 15 11a | καὶ τί δεῖ τὰ λοιπὰ καταριθμεῖσθαι, ἐξὸν τοῖς ἐπιστήμοσιν ἐκ τῶν κειμένων λαμβάνειν ἅπαντα; κέχρηται καὶ ἄλλῳ φόβῳ δι’ οὗ φησὶν ἄδηλον εἶναι τὴν μέλλουσαν τύχην καὶ δεῖν τοὺς εὐτυχοῦντας ἐπαμύνειν τοῖς ἠτυχηκόσι, προσδοκῶντας περιπεσεῖσθαι παραπλησίᾳ τῇ τύχῃ. εἶτα ἐκ παραδείγματος ἀπὸ τοῦ ἐλάττονος, (cf. 22) ὅτι ἀτυχήσαντί ποτε τῷ δήμῳ καὶ ὀλιγαρχηθέντι ἐβοήθησαν Ἀργεῖοι, καὶ ἄτοπον δοκεῖν Ἀργείων ἐλαττοῦσθαι κατὰ ταύτην τὴν πρᾶξιν. YgT συνάπτει λεληθότως λύσιν ἁρμόττουσαν καὶ πρὸς τὴν ἀπὸ τοῦ βασιλέως ἀντίθεσιν ἣν τέθεικε κατ’ ἀρχάς· ‘ἀλλὰ φοβούμεθα βασιλέα‘. |
| 15 11b | δῆλον γὰρ ὅτι τὰς λύσεις ἐταμιεύσατο, ἵνα καὶ πρὸς ταύτην καὶ πρὸς ἐκείνην αὐτῷ χρήσιμοι γένωνται. ἐν ἀρχῇ μὲν γὰρ αὐταῖς καταχρησάμενος οὐκ ἂν ἔσχε χρησίμας πρὸς τὴν νῦν ἀντίθεσιν· πρὸς μόνην γὰρ ἂν ἐκείνην ἤρκεσαν †ἀφορμὴ ὠθῆσαι† τῷ διαστήματι. φυλάξας δὲ αὐτὰς τῷ παρόντι καιρῷ καὶ πρὸς ταύτην τὴν ἀντίθεσιν καὶ πρὸς τὴν ἤδη προλυθεῖσαν οἰκειότητα ἔχει· τὰ γὰρ ἐξ ὑστέρου λυθέντα πρὸς ἅπαντα τὰ προηγούμενα πᾶσαν ἀναπέμπει τὴν δύναμιν. gT 〈εἰσὶ δέ τινεσ〉] μετὰ ταῦτα ἀντέπεσε πάλιν ἀντίθεσις ἀπὸ τοῦ δικαίου· ἣν 〈διὰ τί〉 οὐ τέθεικε ῥᾴδιον θηρεῦσαι, φοβηθεὶς 〈μὲν〉 ἴσως αὐτῆς τὴν δύναμιν, ἔχων δὲ πάντως τὸν ἀκροατὴν συνειδότα· τῇ δὲ σιωπῇ ἀφεῖλέ τι τῆς ἰσχύος αὐτῆς. |
| 15.12 | πολὺ γὰρ συμβάλλεται πρὸς καθαίρεσιν καὶ τὸ μὴ μεμνῆσθαι τῶν ἀτόπων ἢ φοβερῶν ἢ δεινῶν. σύνηθες δὲ αὐτῷ καὶ τὰς δυσχερεστάτας τῶν ἀντιθέσεων κατ’ ἀρχὰς τῶν ἐπιλόγων τιθέναι, ἵνα καὶ τῷ τόπῳ καὶ τῇ χώρᾳ θραύῃ καὶ μείωσιν ἐργάζηται. τί οὖν πεποίηκε; τὴν μὲν ἀντίθεσιν ἔκρυψεν, ἀντὶ δὲ τῆς ἀντιθέσεως τὴν διαβολὴν τὴν κατὰ τῶν ῥητόρων ἔθηκεν εἰπών (25)· ‘εἰσὶ δέ τινες, ὦ Ἀθηναῖοι, παρ’ ὑμῖν δεινότατοι τὰ δίκαια λέγειν ὑπὲρ τῶν ἄλλων πρὸς ὑμᾶσ‘. τίνα δέ ἐστι τὰ δίκαια ἢ ὑπὲρ τίνων τῶν ἄλλων, οὐ κατέστησεν ἡμῖν φανερά, ἀλλὰ μὴν οὐδὲ ἡ λύσις, ὡς ἔφην, ἐναργῆ ποιεῖ τὴν ἀντίθεσιν. ἔστι γὰρ ἡ λύσις, διὰ τί οὐκ ἀπέχονται καταδουλοῦσθαι Κῶν καὶ Ῥόδον, ὥστε ἐκ τούτων μηδὲ ἐξεῖναι λαβεῖν εὐχερῶς τὸ λεγόμενον. ἀλλ’ ἔμοιγε δοκεῖ βούλεσθαι σημαίνειν τὰς συνθήκας ἃς ἐποιήσαντο πρὸς ἀλλήλους οἱ Ἕλληνες ἅπαντες, μηδένα ἐπιφέρειν ὅπλα, ἅπαντας δὲ εἰρήνην ἄγειν καὶ ἡσυχίαν, ὡς τὴν ἀντίθεσιν εἶναι τοιαύτην· ‘ἀλλὰ δόξομεν ἀδικεῖν καὶ παραβαίνειν πρῶτοι τὰς συνθήκας ὅπλα κινοῦντεσ‘. ὅθεν δὴ καὶ λύων φησὶ μάλιστα μὲν δίκαιον εἶναι τῆς κοινῆς ἁπάντων σωτηρίας ἡμᾶς προεστάναι, εἰ δὲ καὶ ἄδικον τὸ γινόμενον, ἀλλ’ οὖν, ἐπειδὴ ἀδικεῖν ἐπιχειροῦσιν ἅπαντες, καὶ ἡμεῖς ταῖς ἐκείνων γνώμαις ἀκολουθοῦντες ἀδικῶμεν. ἡ μὲν οὖν ἀντίθεσις οὕτως ἂν ἐκ τούτων γνωρισθείη· [ἦν] ἡ δὲ μεταχείρισις βίαιος καὶ Θουκυδίδειος, εἰλημμένη ἐκ τῆς Κλέωνος δημηγορίας (Th. 3, 37—40)· οἷον γὰρ ἐκείνου περὶ Μιτυληναίων τὸ διανόημα, τοιοῦτον καὶ τὸ Δημοσθένους ἐνθάδε. ἀξιοῖ γὰρ κἀκεῖνος, εἰ μὲν δικαία εἴη ἡ ἀρχή, δικαίως κολάζεσθαι καὶ Μιτυληναίους, εἰ δὲ ἄδικος, ἀδίκως· χρὴ γὰρ πρὸς τὸ συμφέρον αὐτοὺς πολιτεύεσθαι. οὕτως ἤδη καὶ ὁ Δημοσθένης ἐνθάδε φαίνεται ἀξιῶν μὲν μάλιστα κατὰ τὸ δίκαιον ἐλευθεροῦν τοὺς Ῥοδίους· εἰ δ’ ἄρα τις καὶ λέγοι ἄδικον εἶναι εἰρήνης οὔσης ὅπλα κινεῖν, ἀλλ’ οὖν γε οὐκ ἄτοπον πάντων ἀδικεῖν αἱρουμένων, νῦν μὲν Βυζαντίων, αὖθις δὲ Ἀρτεμισίας καὶ Μαυσώλου καὶ σχεδὸν ἁπάντων. εἶτα οὐ μόνοις τούτοις λέλυκε τὴν ἀντίθεσιν, ἀλλὰ καὶ τῇ ἐκβάσει (cf. 28)· ἵνα καὶ τιμώμεθα, φησί, μειζόνως. πρὸς γὰρ τὰς δυνάμεις εἰώθασιν ἀπονέμειν τὰ δίκαια οἱ ἄνθρωποι. οὐκ ἔστι ὑποπτεῦσαι σύμπασαν τὴν ἀντίθεσιν ἑτέρως ἔχειν οὐδὲ ἀπὸ βασιλέως τοῦ προσώπου ταράττειν, ὡς ἂν ὑπολάβοι τις. τάχα γὰρ ἄν τις αὐτὸν ὑπονοήσειε λέγειν ‘ἀλλ’ οὐ δεῖ βασιλεῖ προσκρούειν‘, ἵνα ἢ τῇ κατ’ ἀρχὰς ὁμοίαν πάλιν ἐννοῶμεν ἢ τῇ τῶν ἐπιλόγων. τὸ γὰρ παράδειγμα τὸ κατ’ Ἀρτεμισίαν οὐ συμφωνεῖ τῇ προτάσει. εἰ γὰρ εἰρήκει ἡ ἀντίθεσις ‘ἀλλ’ οὐ δεῖ προσκρούειν βασιλεῖ‘, τί ἐβούλετο λέγειν; τί οὖν Ἀρτεμισία καταλαμβάνει Κῶν καὶ Ῥόδον ἥτις φαίνεται χάριτι τῇ πρὸς βασιλέα καταλαμβάνουσα; ὥστε ἀνενεγκτέον ἐπὶ τὴν πρώτην εἰρημένην ἀντίθεσιν τὴν περὶ τῶν συνθηκῶν. συνιστὰς τοίνυν τὸ συμφέρον [ᾧ] λέλυκεν τὴν ἀντίθεσιν· πιστοῦται δ’ αὐτὸ καὶ ἐκ παραδείγματος, δεικνὺς ὅσην μὲν εἶχον δύναμιν ἡνίκα προΐσταντο τῶν Ἑλλήνων, αὐτοὶ νικήσαντες βασιλέα καὶ τὴν ἀρχὴν ὁρίζοντες ἐκείνῳ, οἷαν δὲ βασιλεὺς νενικηκὼς ὕστερον Ἕλληνας, ὡς συνίστασθαι πανταχόθεν δεῖν δύναμιν ἀθροίζειν εἰ φιλοτιμίας ὀρέγοιντο. ἔστιν οὖν ἡ λύσις τῆς ἀντιθέσεως ἀπὸ τοῦ συμφέροντος, κατασκευαζομένη τῷ δυνατῷ· ὅτι γὰρ συμφέρει δύναμιν ὑπάρχειν τῇ πόλει κατασκευάζει. YgT εἰκότως δέ μοι δοκεῖ] μετὰ ταῦτα ἄρχεται τῶν ἐπιλόγων· ‘εἰκότως δέ μοι δοκεῖ χαλεπώτερον ὑμῖν εἶναι πρᾶξαι τὰ δέοντα‘. |
| 15.13 | ταύτην τὴν ἀρχὴν αὐτῶν ποιησάμενος, ἐν οἷς πολλὴν καταδρομὴν τῶν δωροδόκων καὶ τῶν τἀναντία πολιτευομένων αὐτῷ πεποίηται, καὶ κέχρηται ἀναγκαίως τῇ ἐπιφορᾷ διὰ τὸ μὴ πάντας αὐτοὺς συντρέχειν τῇ εἰσηγήσει· καὶ τοῦτο ἄδηλον 〈ὂν〉 ἐκ τῶν ἀντιθέσεων εἴληφε. διὸ καὶ βουλόμενος τοὺς ἐκείνων κωλῦσαι λόγους, εἰκότως κέχρηται τῇ διαβολῇ, μετὰ ταῦτα ἐπενεγκὼν τὸ ἔνδοξον καὶ ἐπιλογισάμενος, καὶ ἐκ τούτου τὴν δημηγορίαν κατέπαυσεν. YgT ΥΠΕΡ ΜΕΓΑΛΟΠΟΛΙΤΩΝ 〈ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν, ὦ ἄνδρες Ἀθηναῖοι〉] Ἀθηναῖοι συνεμάχησαν Λακεδαιμονίοις ἐν Μαντινείᾳ· κτισθείσης δὲ Μεγάλης πόλεως μετὰ τοῦτον τὸν πόλεμον ὑπὸ Ἀρκάδων συμμαχούντων τότε Θηβαίοις, ὥστε ὁρμητήριον εἶναι κατὰ τῆς Λακωνικῆς, Λακεδαιμόνιοι, τῆς ἐπικηρυκείας αὐτοῖς ὑπαρχούσης πρὸς Ἀθηναίους, στρατεύουσιν ἐπὶ Μεγάλην πόλιν. |
| 16.1 | Ἀρκάδες δέ, ἀσχολουμένων Θηβαίων ἐπὶ τὸν Φωκικὸν πόλεμον, καταφεύγουσιν ἐπ’ Ἀθηναίους ἀξιοῦντες συμμαχεῖν· ἥκουσι δὲ καὶ παρὰ Λακεδαιμονίων πρέσβεις ἀξιοῦντες μᾶλλον αὐτοῖς ὡς συμμάχοις προστίθεσθαι καὶ βουλεύονται. χαλεπὸς 〈τοίνυν〉 ὁ λόγος τῷ ῥήτορι. τό τε γὰρ συνειπεῖν τοῖς πρὸ βραχέος πολεμήσασι καὶ τὸ ἐναντιωθῆναι τοῖς οὖσι συμμάχοις Λακεδαιμονίοις οὐκ ἔστι τῶν εὐχερῶν· βαρὺ γὰρ οἷον τοὺς μὲν συμμάχους ἀπελαύνειν, τοὺς δὲ πολεμίους προσίεσθαι. χωρὶς γὰρ τοῦ τὸ πρᾶγμα ὑπάρχειν ἄτοπον καὶ διαβολὴν φέρει μεγίστην τῇ πόλει, ἔτι καὶ ἐπικίνδυνον διχόθεν εἶναι δοκεῖ, ἔκ τε τοῦ σῴζειν τοὺς τῶν πολεμίων Θηβαίων συμμάχους καὶ ἐκ τοῦ προσκρούειν Λακεδαιμονίοις συμμάχοις οὖσιν, ὧν μετὰ μικρὸν χρῄζουσιν εἰς τὸν ὑπὲρ Ὠρωποῦ πρὸς Θηβαίους πόλεμον. ἀλλ’ ὅμως ἐξεύρηκε θεωρήματα καθ’ ἃ καὶ Λακεδαιμονίοις οὐ δοκεῖ προσκρούειν καὶ Ἀρκάδας προσάγεται καὶ Θηβαίους οὐκ αὔξει, σῴζων τὴν αὐτῶν συμμαχίαν· καὶ γὰρ καὶ τοῦτο ἕν τι τῶν δυσμεταχειρίστων ἐστί, τὸ δοκεῖν συναύξειν τοὺς Θηβαίων συμμάχους. πῶς οὖν ἕκαστον τούτων πεποίηκε; καθαιρεῖ Λακεδαιμονίους, καθαιρεῖ καὶ Θηβαίους, τοὺς μὲν μὴ συγχωρῶν αὐξάνεσθαι, Θηβαίων δὲ τὴν συμμαχίαν καθιστὰς εἰς τὴν πόλιν. ἵνα δὲ μὴ δοκῇ χαρίζεσθαι τοῖς Ἀρκάσιν, οὐδὲν δείκνυται τῷ λόγῳ χαριζόμενος Μεγαλοπολίταις, οὐδὲ τὸ ἐκείνων συμφέρον μίσει ζητεῖ τῷ πρὸς Λακεδαιμονίους· οὐδὲ κατηγορεῖ πάλιν Σπαρτιατῶν, 〈ἀλλ’〉 ὡς [Ἀρκάσι] προκειμένων ἀλλοτρίων προσώπων τῶν τε Λακεδαιμονίων καὶ τῶν Ἀρκάδων τῆς πόλεως, ἀμελήσας τοῦ ὑπὲρ ἀμφοῖν τοῖν αἰτούντοιν τὴν συμμαχίαν δοκεῖν ποιεῖσθαι τοὺς λόγους, τὸ τῇ πόλει συμφέρον καὶ λυσιτελὲς ἐπισκέπτεται τῇ αὐτῇ μεταχειρίσει χρώμενος. εἶπε γὰρ 〈τοιαῦτα〉 κἀν τῷ πέμπτῳ τῶν Φιλιππικῶν (5, 1) κἀν τῷ ὑπὲρ τῶν ἐν Χερρονήσῳ (8, 1), θηρώμενος ἀεὶ τὸ κοινῇ συμφέρον, οὐχὶ δὲ τὸ ἰδίᾳ ἑκάστου δι’ ὃν ὁ λόγος σκοπούμενος. Πρῶτον τοίνυν ἐστὶ κεφάλαιον ἐν τούτῳ τῷ λόγῳ τὸ συμφέρον, λαμβάνον τὰς κατασκευὰς ἐκ τοῦ δυνατοῦ. φησὶ γὰρ (cf. 16, 4—5) συμφέρον εἶναι τῇ πόλει Λακεδαιμονίους καὶ Θηβαίους ἀσθενεῖς ὑπάρχειν· νῦν δὲ καιρὸν εἶναι τούτου, κατοικισθείσης μὲν τῆς Βοιωτίας, μὴ συγχωρηθέντων δὲ ἰσχυρῶν γενέσθαι τῶν Λακεδαιμονίων. οὕτω τὰς κατασκευὰς τοῦ συμφέροντος ἀπὸ τοῦ δυνατοῦ κεκόμικεν. ἀλλὰ τὸ μὲν περὶ τοῦ κατοικισμοῦ τῆς Βοιωτίας ἐνθάδε μὲν προὔθηκε καὶ συνέπλεξε διὰ τὴν πιθανότητα, προσρίψας ἀθρόως αὐτὸ πρὸς τὴν λυποῦσαν αὐτοὺς ἔννοιαν, ὅτι ‘ἀλλ’ αὐξηθήσονται Θηβαῖοι σωθέντων τῶν Ἀρκάδων‘, καταλιπὼν δὲ αὐτὸ ἐν προτάσει καὶ τὴν ἀπόδειξιν εἰς καιρὸν ταμιευσάμενος ὡς μετὰ μικρὸν ἀποδείξων, ὅταν πρὸς αὐτὴν τὴν ἀντίθεσιν ἀγωνίζηται, τὸ κατὰ Λακεδαιμονίους ἀποδείκνυσι μόνον, ὡς οὐ συμφέρει συγχωρεῖσθαι γενέσθαι μεγάλους. κατασκευάζει δὲ τοῦτο τῷ ἐξισάζοντι κατὰ ἀντιστροφήν. ἐπειδὴ γὰρ ἡ ἔννοια ἦν ‘ἀλλ’ ἰσχυροὶ γενήσονται Θηβαῖοι‘, τοῦτο δὲ οὐ συμφέρει, ἐπήγαγεν ἀπὸ τοῦ ἐξισάζοντος τὸ ἀντίστροφον ‘οὐδὲ γὰρ Λακεδαιμονίους αὐξηθῆναι συμφέρει‘. τὸ δὲ σχῆμα 〈τὸ〉 κατὰ ἀναίρεσιν παραπλήσιον τῷ κατ’ ἀρχὰς ἐν τῷ πρὸς Λεπτίνην (20, 5) μετὰ τὴν πρώτην περίοδον· οὐ γὰρ ἐκεῖνο ἄλλου γένους ἔστιν εἰπεῖν. |
| 16.1.(50) | ταῦτα δὲ πάντα μάχην ἔχει πρὸς τὴν ἀπὸ Θηβαίων ἀντίθεσιν· τὸ γὰρ Ὀρχομενοῦ καὶ Θεσπιῶν καὶ Πλαταιῶν οἰκισθεισῶν ἀσθενεῖς γεγενῆσθαι Θηβαίους τῆς ἀντιθέσεως ἔστι λύσις· οὐ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι πλοκὴν ἔχει τὸ κεφάλαιον οὐ τὴν τυχοῦσαν, ἀλλὰ πάσης δεινότητος ἀνάπλεων. διὰ γὰρ τῶν αὐτῶν καὶ καθαιρεῖ τὴν Θηβαίων δύναμιν καὶ τὸ μὴ αὐξηθῆναι Λακεδαιμονίους συνίστησιν. gT ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως ἔχειν φήσομεν· δεινὸν γὰρ ἦν πρὸς οὓς ἐν Μαντινείᾳ παρεταττόμεθα] ἀπὸ τοῦ συμφέροντος ταύτην ἔλαβε τὴν ἀντίθεσιν, τὸ αἰσχρὸν καὶ τὸ ἄτοπον δεικνῦσαν· ἐκ τούτων γὰρ ἐπιχειρεῖται, καὶ ἔστιν ἡ ἀντίθεσις διμερής. |
| 16.2 | ἓν μὲν γὰρ αὐτῆς μέρος ἐνδείκνυται τὸ αἰσχρὸν ὅσον ἔσται, εἰ τούτοις βοηθήσουσιν οἷς ἐπολέμουν· τὸ δὲ ἕτερον μέρος τὸ ἄτοπον, εἰ Λακεδαιμονίοις πολεμήσουσιν, οἷς μικρῷ πρότερον συνεμάχοντο. ταύτης τὸ μὲν πρότερον μέρος ἔλυσε κατὰ συνδρομὴν μέν, ὡς καὶ αὐτὸς ὁμολογεῖ τὸ αἰσχρόν, κατὰ μετάληψιν δέ, εἰ μηδὲν ἀδικούντων πολεμίων, ἀλλὰ ποιεῖν τὰ δίκαια βουλομένων, τούτων εἶναι τὸ αἰσχρόν. ἐσιώπησε δὲ τὸ ἑπόμενον τούτῳ διὰ τὸ ἀκόλουθον εἶναι καὶ προφανές. τοῦτο δὲ ἦν ‘εἰ δὲ ἀδικοῦσι Λακεδαιμόνιοι, οὐκ ἂν αἰσχρὸν εἴη τὸ γιγνόμενον‘. τοῦτο μὲν οὖν πρὸς τὸ πρότερον μέρος· μεταβὰς δὲ ἐπὶ τὸ ἕτερον μέρος λύει αὐτὸ τῷ δικαίῳ καὶ τῷ συμφέροντι· δικαίῳ μέν, ὅτι ‘ἀδικοῦσι Λακεδαιμόνιοι‘ καὶ καθ’ ὑπόθεσιν, ‘εἰ καὶ μόνον ἠδίκουν, ἄτοπον μὲν ἂν ἦν καὶ τότε, ὅμως δ’ ἔδει συγχωρεῖν‘, καὶ ἄλλῳ δικαίῳ· ‘εἰ δὲ στρατεύονται ἐπὶ Μεσσήνην, ἀνάγκη βοηθεῖν Μεσσηνίοις διὰ τοὺς ὅρκους οὓς ἐποιησάμεθα‘. μετὰ ταῦτα τῷ συμφέροντι ‘οὐδὲ αὐξηθῆναι τῇ πόλει συμφέρει Λακεδαιμονίουσ‘. εἶτα ἀπὸ τοῦ [συμφέροντος] πρέποντος· ‘τίς ἔσται πρεπωδεστέρα ἀρχὴ τῆς βοηθείας; πότερον ἡ παροῦσα νῦν ἢ ὅταν εἰς τὴν Μεσσήνην ἐμβάλωσι; τότε μὲν γὰρ δόξομεν δι’ εὐλάβειαν καὶ φόβον ποιεῖν, νῦν δὲ διὰ τὸ δίκαιον.‘ καὶ ἅμα δέδωκέ σοι θεώρημα καινὸν ἐν τούτῳ τῷ λόγῳ, μὴ μόνον προηγούμενα συμπλέκειν κεφάλαια, δίκαιον καὶ συμφέρον ἢ δυνατὸν καὶ δίκαιον ἢ συμφέρον καὶ δυνατόν, ἀλλὰ καὶ τὰ δευτερεύοντα, ὥσπερ καὶ ἐπὶ τῆς λύσεως πεποίηκε ταύτης· καὶ γὰρ καὶ τῷ δικαίῳ καὶ τῷ συμφέροντι λέλυκε. διὰ τοῦτο δὲ τὴν προσθήκην τοῦ δευτέρου μέρους ἔλαβεν ἡ ἀντίθεσις, ἐπειδήπερ τὸ μὲν πρότερον δύσλυτον ἦν τὸ κατὰ τὴν αἰσχύνην, ὅταν βοηθῶσιν οἷς ἐπολέμουν· τὸ δὲ δεύτερον μέρος ἀφορμὴν παρεῖχε διαβολῆς τοῦ προσώπου Λακεδαιμονίων. ἐδεήθη οὖν τῆς προσθήκης, ἵνα δι’ αὐτῆς δοκῇ πρὸς πᾶσαν μάχεσθαι τὴν ἀντίθεσιν τοῦ συμφέροντος ‘ἀλλὰ 〈οὐ〉 λυσιτελεῖ ἄλλῳ μᾶλλον προσθέσθαι 〈ἢ〉 Λακεδαιμονίοις, ἵνα καὶ αὐτοὶ συνδιασώσωσιν Ὠρωπὸν τῇ πόλει‘· εἶτα προσέθηκε τῇ ἀντιθέσει, ἵν’ εὐπορήσῃ λύσεων. gT εἰ δ’ ἐχθροὺς Λακεδαιμονίους ποιησόμεθα, οὐχ ἕξομεν τοὺς ἡμῖν συμμαχήσοντας] διμερὴς καὶ αὕτη ἡ ἀντίθεσις. |
| 16.3 | τὸ μὲν γὰρ ἓν μέρος ‘τὸν Ὠρωπὸν δεῖ ἡμᾶς κομίσασθαι‘, τὸ δὲ ἕτερον ‘εἰ δὲ τοὺς συνανασώσαντας ἐχθροὺς ποιησόμεθα, τίνας ἕξομεν συμμάχους;‘ τὸ τοίνυν πρότερον μέρος ἔλυσε κατὰ συνδρομήν, τὸ δὲ ὅτι ‘Λακεδαιμονίους ἐχθροὺς ἕξομεν, εἰ τοὺς Ἀρκάδας προσησόμεθα‘ μεταληπτικῶς· ‘οὐ τοῦτον τὸν τρόπον ὑμῖν συνεβούλευσα οὐδὲ ταῦτα ὑμῖν προὔλεγον, 〈ἀλλ’〉 οἱ βουλόμενοι λαθεῖν, ἀξιοῦντες 〈βοηθεῖν〉 Λακεδαιμονίοις καὶ διωθήσασθαι Πελοποννησίους ἥκοντας παρ’ ἡμᾶς, λοιπὸν ἐπὶ Θηβαίους ἧκον, ὅτι μὴ προσεδέξασθε αὐτούσ‘. ἡ δὲ λύσις ἀπὸ τοῦ δικαίου. εἶτα ἑτέρα λύσις, ὅτι ‘οὐδ’ ἂν αὐτοῖς ὑμεῖς ἐβοηθήσατε, εἰ προὔλεγον ὑμῖν ὅτι σωθέντες ἀδικήσουσι‘. καὶ τρίτη λύσις, ὅτι (cf. 13) ‘εἰ καὶ ἀνιῶνται Λακεδαιμόνιοι, δίκαιοι χάριν εἰσὶ γιγνώσκειν μᾶλλον ἐφ’ οἷς εὖ ἔπαθον ἢ νῦν χαλεπαίνειν ὅτι κωλύονται ἀδικεῖν‘. Πληρωθέντος τοῦ συμφέροντος μετέβη ἐπὶ τὸ δίκαιον ὡς ἀντικείμενον αὐτῷ. διόπερ καὶ ἐξ ἀντιθέσεως αὐτὸ λαμβάνει, καὶ ἔστι τριμερές· τὸ μὲν γὰρ πρὸς τὴν πόλιν, τὸ δὲ πρὸς Λακεδαιμονίους, τὸ δὲ πρὸς Ἀρκάδας. πρώτη τοίνυν ἀντέπεσεν ἀντίθεσις ἀπὸ τοῦ δικαίου κατηγοροῦσα τῆς ποιότητος τῆς πόλεως· ‘ἀλλ’ ἄπιστος εἶναι δόξει ἡ πόλις νῦν μὲν Λακεδαιμονίοις, αὖθις δὲ Ἀρκάσι προστιθεμένη‘· ὁμοία δ’ ἐστὶν αὕτη τῇ πρώτῃ τεθείσῃ ἀντιθέσει, ἀλλ’ ἐκεῖ μὲν τὸ αἰσχρὸν ἐξητάζετο, ὅπερ ἐστὶ τοῦ συμφέροντος, ἐνταῦθα δέ ἐστι τὸ δίκαιον· ὥστε αἱ αὐταὶ ἔννοιαι τῶν ἀντιθέσεων, ἀλλά γε οὐκ ἐπὶ τῶν ὁμοίων ἐλήφθησαν, ἐπεὶ ἄλλη μέν ἐστι τοῦ συμφέροντος, ἡ δὲ τοῦ δικαίου· παρὰ γὰρ τὴν τοιαύτην μεταχείρισιν καὶ ὁ λόγος τὴν δύναμιν μεταλαμβάνει. ἔλυσε δὲ κατὰ ἀνατροπήν (ἐγγὺς δὲ ἡ ἀνατροπὴ τῆς μεταλήψεως), εἶτα ἐκ παραδείγματος, ὅτι (cf. 14) ‘καὶ Θηβαίους καὶ Εὐβοέας καὶ Λακεδαιμονίους ἔσωσεν ἡ πόλισ‘ καὶ νῦν ἐστιν Ἀρκάδας τὸν αὐτὸν τρόπον διασῴζουσα. ἄλλην ἀντίθεσιν ἀπὸ τοῦ δευτέρου μέρους τοῦ δικαίου κεκίνηκεν, ὅπερ ἐστὶ πρὸς Λακεδαιμονίους (cf. 16)· ‘ἀλλ’ ἐπαγγέλλονται Λακεδαιμόνιοι τὰ δίκαια σώσειν ἅπασιν, Ἠλείοις μὲν τὴν Τριφυλίαν παρὰ Ἀρκάδων, Φλειασίοις δὲ τὸ Τρικάρανον ὑπὸ Ἀργείων ἐχόμενον, ἡμῖν δὲ τὸν Ὠρωπὸν ὑπὸ Θηβαίων κρατούμενον‘. καὶ αὕτη συγγένειαν ἔχει πρὸς τὴν περὶ Ὠρωποῦ κινηθεῖσαν ἀντίθεσιν· ἀλλ’ ἐκείνη μὲν ἀπὸ τοῦ συμφέροντος εἴληπται, ἡ δ’ ἀπὸ τοῦ δικαίου. καὶ λύει ταύτην τῷ συμφέροντι μὲν ὅτι (cf. 17) ‘ἴδιόν τι διοικούμενοι κέρδος ταῦτα Λακεδαιμόνιοι πράττουσιν, ἵνα ὡς ἐπὶ Μεσσήνην ἔλθωσιν‘· ἔχεται δ’ οὖν ὅμως καὶ τοῦ δικαίου τοῦτο. εἰ γὰρ ἡ γνώμη ἄδικος καὶ τὸ πρᾶγμα ἄδικον, οὐκ ἂν ἔχοιεν μέμφεσθαι τοῖς μὴ βοηθοῦσιν αὐτοῖς. εἶτα πάλιν τῷ δικαίῳ, ὅτι ἐν ὑποσχέσει καὶ ἀπάτῃ ταῦτα παρὰ Λακεδαιμονίων 〈λέγεται〉, ἕως ἂν τὴν Μεσσήνην καταδουλώσωνται. ἄχρις οὖν τούτων τὸ ἓν μέρος τῆς ἀντιθέσεως λέλυκε· τὸ δὲ κατὰ τὸν Ὠρωπὸν δεύτερον μέρος ἔστιν οὕτως, ὅτι (cf. 18) ‘δίκαιοι μέν εἰσι καὶ ὑπὲρ Ὠρωποῦ βοηθεῖν Λακεδαιμόνιοι· εἰ δὲ μὴ βοηθοῖεν, ἕτεροι βοηθήσουσιν, ὅσοι τῶν δικαίων φροντίζουσιν‘· εἶτα καθ’ ὑπόθεσιν, ὅτι ‘αἱρετώτερον Ὠρωπὸν ἀπολέσθαι, εἰ δέοι, μᾶλλον ἢ ὑπὸ Λακεδαιμονίοις γενέσθαι τὴν Πελοπόννησον‘. τρίτη ἀντίθεσις ἀπὸ τοῦ δικαίου εἰλημμένη ἐκ τῆς τῶν Ἀρκάδων ποιότητος. τοῦτο δ’ ἦν τὸ τρίτον τοῦ δικαίου μέρος (cf. 19) ‘ἀλλὰ πολλὰ ἡμᾶς ἠδίκησαν Ἀρκάδες χάριτι τῇ πρὸς Θηβαίουσ‘. ταύτην ἔλυσε τῷ συμφέροντι, πρῶτον μὲν ἀπὸ τοῦ ἀτόπου, εἰπὼν ἄτοπον εἶναι μνησικακεῖν, εἶτα ἐκ περιτροπῆς ἀγωνιστικώτερον, ὅτι ‘εἰ τότε ὑμᾶς κακῶς ἐποίουν, νῦν [οἶδα καὶ] οἱ πάλιν 〈αὐτοὺσ〉 ἀπελαύνειν προῃρημένοι κακῶς ποιεῖν 〈ὑμᾶς ἐπιχειροῦσι〉· καὶ ὅσῳ σπουδαῖοι περὶ ἐκείνους ἐγένοντο, τοσούτῳ δίκαιοι μέμψιν ἐκδέχεσθαι οἱ τῇ πόλει μὴ συγχωρήσαντες αὐτοὺς καταδέξασθαι, ὅτε ἐφ’ ἡμᾶς ἧκον προτέρουσ‘, εἶτα (cf. |
| 16.3.(50) | 20) ὅτι ‘καὶ ἀναγκασθησόμεθα, εἰ ἔλθοιεν ἐπὶ Μεσσήνην Λακεδαιμόνιοι, γενέσθαι Θηβαίων σύμμαχοι, ὥστε αἱρετώτερον τοὺς συμμάχους Θηβαίων σῴζειν ἢ αὐτῶν δεῖσθαι Θηβαίων‘, εἶτα τῶν ἀδικημάτων τῶν Λακεδαιμονίων ὑπομεμνῆσθαι κατασκευάζων τὸ μὴ συμφέρειν ἐᾶσαι Λακεδαιμονίους ἰσχυροὺς καταστῆναι θέλει δηλῶσαι. πεπληρωμένου τοίνυν τοῦ μέρους τοῦ δικαίου, ἀπὸ τοῦ δυνατοῦ λοιπὸν ἀντέπεσεν ἀντίθεσις, ἐπὶ μὲν τὸ συμφέρον ἀναφέρεσθαι δυναμένη, τὰς δὲ κατασκευὰς ἀπὸ τοῦ δυνατοῦ λαμβάνουσα, ‘ἀλλ’ ἰσχυροὺς ποιήσομεν τοὺς Θηβαίουσ‘. αὕτη ἐξισάζει ἡ ἀντίθεσις· δύναται γὰρ καὶ παρὰ Δημοσθένους προτείνεσθαι ‘ἀλλ’ ἰσχυροὺς ποιήσομεν τοὺς Λακεδαιμονίουσ‘. διὰ τοῦτο τοιγαροῦν οὐκ ἔθηκε μὲν τὴν ἀντίθεσιν ἐξισάζουσαν, τέθεικε δὲ τὴν λύσιν εἰπών (24)· ‘ἔστι γάρ, ἔστι Θηβαίους ταπεινοὺς ποιεῖν ἄνευ τοῦ Λακεδαιμονίους ἰσχυροὺς καθιστάναι‘, τουτέστιν ἔξεστιν οὐδετέρους αὐτῶν αὐξῆσαι. καὶ ὃ τέθεικεν ἀρχόμενος τοῦ λόγου κεφάλαιον, τοῦτο 〈 *** 〉, ἐντελεστάτως δὲ γυμνάζει. πρὸς τοῦτο ἀντέπεσεν ἐκ τῆς ἐργασίας (cf. 25) ‘τί οὖν, ἐὰν μὴ συγχωρῶσιν ἡμῖν Θηβαῖοι κατοικίζειν Θεσπιὰς καὶ Πλαταιὰς καὶ Ὀρχομενὸν καὶ Κορώνειαν;‘ τοῦτο τὸ ἀντιπῖπτον λύων ἐπήγαγεν ὅτι ‘κἂν μὴ βούλωνται τὰ δίκαια ποιεῖν Θηβαῖοι [κατοικίζειν Θεσπιάς], ἀλλ’ οὖν γε αἰσχυνόμενοι συγχωρήσουσιν‘. εἶτα συμβουλεύει λογοποιεῖν καὶ διαδιδόναι φήμην εἰς τοὺς Ἕλληνας, ὅτι κατοικίσουσι τὰς ἐν Βοιωτίᾳ πόλεις, ἵνα μὴ Λακεδαιμόνιοι Μεγαλοπολίταις ἐπιβουλεύωσιν· ἐὰν γὰρ ὁρῶσι Θηβαῖοι τοῖς ἀδικουμένοις ἅπασιν ἡμᾶς ἀεὶ βοηθοῦντας, οὐδὲν ἀντεροῦσι κατοικιζομένων τῶν πόλεων. gT 〈λέγουσι τοίνυν οἱ μάλιστα δοκοῦντες δίκαια λέγειν ὡς δεῖ τὰς στήλας καθελεῖν〉] ἄλλην ἔθηκεν ἀντίθεσιν ἀπὸ τοῦ δικαίου, μάλα θαυμαστῶς ῥητορεύσας, ὡς ἀγαπῶντος τοῦ ἀκροατοῦ, εἰ μόνον ἀποσταῖεν τῆς τῶν Θηβαίων συμμαχίας, καὶ καταδεχομένου βοηθεῖν, εἰ τὰς στήλας ἀνέλοιεν. |
| 16.4 | καὶ ἡ λύσις δὲ ἔτι θαυμασιωτέρα· γινώσκων γὰρ ὅπως ἔχουσι γνώμης Ἀρκάδες προσποιεῖται ἀγνοεῖν, ἵνα μὴ δοκῇ συναγορεύειν. καὶ ἀξιόπιστος ἡ προσποίησις· ‘τί γάρ;‘ φησιν, ‘ἐὰν 〈μὴ〉 καθέλωσι, δῆλοί εἰσι τὰ μὴ δίκαια θέλοντεσ‘, ἵνα περὶ τούτων καταγενομένου τοῦ ἀκροατοῦ Δημοσθένης κρατήσῃ τὸ βούλευμα· οὐδὲ γὰρ ἂν ἄλλως ἐτόλμησαν Ἀρκάδες αἰτῆσαι τὴν συμμαχίαν μὴ προῃρημένοι λαμπρῶς ἀποστῆναι Θηβαίων. ἀνέλθωμεν δ’ οὖν ἐπὶ τὸν λόγον τὸν ἐξ ἀρχῆς· ‘ἀλλ’ εἰ προῄρηνται γενέσθαι μεθ’ ἡμῶν 〈ὦ〉 ἄνδρες, δίκαιοι καθελεῖν τὰς στήλας εἰσὶν ἐν αἷς ἔχουσιν ἀναγράπτους τὰς πρὸς Θηβαίους συνθήκασ‘. προσέθηκε δὲ τὸ κατὰ τὰς στήλας τὴν ἀντίθεσιν ἑαυτῷ ποριζόμενος· φησὶ γὰρ μὴ ὑπάρχειν στήλας. εἶτα ἠθικῶς, ὡς ἤδη καταδεξαμένου τοῦ ἀκροατοῦ τὸν λόγον καὶ περὶ τοῦτον λοιπὸν ἔχοντος, ὥστε βεβαίως αὐτῶν γενέσθαι συμμάχους Ἀρκάδας, ἀξιοπίστως καὶ ἠθικῶς διαλέγεται, ἵνα δοκῇ τὸ συμφέρον ὄντως τὸ τῆς πόλεως ζητεῖν. ἐπαμφοτερίζει δὲ τῇ γνώμῃ καὶ ἐνδοιαστικῶς διαλέγεται ὡς ἀγνοῶν δῆθεν τὴν Ἀρκάδων γνώμην καὶ ταῦτα μὴ ἀγνοῶν. τί γὰρ φησίν; ‘εἰ μὲν τὰ δίκαια ἐθελήσειαν ποιεῖν Λακεδαιμόνιοι καὶ εἰρήνην ἄγειν, μὴ ποιώμεθα πόλεμον· εἰ δὲ Ἀρκάδες 〈τὰς στήλας μὴ〉 ἀνέλοιντο, δῆλοί εἰσιν ἀδικοῦντεσ‘. εἶτα κέχρηται ἀντιστρόφῳ τινὶ νοήματι, ἀντίθεσιν αὐτὸ ποιήσας ἐπιλογικήν, ‘ἀλλὰ φοβεροὶ Λακεδαιμόνιοι ἔσονται τοὺς Ἀρκάδας προσειληφότεσ‘. τάχα δὲ καὶ ἐξεπίτηδες πάλιν ἔθηκε μετὰ τὸν λόγον τὸν περὶ τῶν στηλῶν, ἵνα αὐτὴ ἑαυτὴν λύουσα φαίνηται. τίς γὰρ ἂν ἔτι οἰηθείη Θηβαίους ἰσχυροὺς γενήσεσθαι τῶν στηλῶν καθῃρημένων καὶ ἀπηλλαγμένων Ἀρκάδων τῆς ἐκείνων συμμαχίας; ὡς τὴν μὲν προτέραν λύσιν ἐκ τοῦ ἐξισάζοντος εἶναι, ταύτην δὲ ἀπὸ τοῦ δυνατοῦ κατὰ φύσιν μᾶλλον ἢ λογισμόν, ὃ πολλῷ πιθανωτέραν πεποίηκε τὴν λύσιν. εἶτα λοιπὸν ταῖς ἐκβάσεσι κέχρηται (cf. 30—31), ὅτι συμφέρει προσδέξασθαι, ἵνα μὴ δι’ αὑτῶν Μεγαλοπολῖται σωθέντες προσχωρήσωσι Θηβαίοις καὶ ἵνα, εἰ σωθεῖεν ἐκ τοῦ Φωκικοῦ πολέμου Θηβαῖοι, ἀσθενέστεροι ὦσι, τῆς συμμαχίας αὐτῶν προσκεχωρηκυίας τῇ πόλει. gT 〈σύμμαχοι〉] σημείωσαι, σύμμαχοί εἰσιν οἱ ἑαυτοῖς βοηθοῦντες. |
| 16.5 | F 2 ΠΕΡΙ ΤΩΝ ΠΡΟΣ ΑΛΕΞΑΝΔΡΟΝ ΣΥΝΘΗΚΩΝ Τινὲς Ὑπερίδου λέγουσιν εἶναι τὸν λόγον καὶ οὐ Δημοσθένους. |
| 17.1 | F 2 Y Οὐκ ἔστιν ἄδηλον τοῖς φιλομαθέσιν ἐξ ὧν ἀνεγνώκασιν ὑπομνημάτων, ὅτι νοθεύεται ὁ ὑπὲρ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν καὶ νενόμισται εἶναι τοῦ Δημοσθένους ἀλλότριος, ὥσπερ καὶ ὁ ἕβδομος τῶν Φιλιππικῶν, ὃν ὑπὲρ Ἁλοννήσου τινὲς ἐπιγράφουσιν. |
| 17.2 | ἀμφοτέρους γὰρ τούτους ἀναφέρουσιν εἰς Ἡγήσιππον τὸν Κρώβυλον ἐπικληθέντα, Τιμάρχου δὲ ἀγαθὸν φίλον. ἐπάγουσι δὲ ἐγκλήματα τῷ λόγῳ, πρῶτον μὲν ὅτι αἱ εἰσαγωγαὶ τῶν κεφαλαίων ὕπτιαι καὶ ἱστορικαί, οἷαι καὶ αἱ παρ’ Ἡροδότῳ ἔννοιαι, ἄλλο, ὅτι τοῦ πολιτικοῦ λόγου καὶ γοργότης καὶ τραχύτης καὶ τὰ τμητικά, ἐν τούτῳ δὲ πολὺ τὸ ἀναβεβλημένον, εἶτα οὐδὲ τὸ πνεῦμα φαμὲν Δημοσθενικόν, ἀλλ’ ἀσθενὲς καὶ ἄτονον καὶ ἀτελές. μέμφονται καὶ τῇ λέξει δικαίως· τὸ γὰρ (23) ‘νεοπλούτου‘ καὶ (7) ‘τυραννίζοντοσ‘ καὶ (11) ‘βδελυρεύσεταί τισ‘ καὶ ὅσα τοιαῦτα οὐ συνήθη Δημοσθένει. τό τε ἦθος τοῦ λόγου τὴν παρρησίαν οὐκ ἔχει καθαρὰν τὴν Δημοσθενικὴν οὐδὲ τὴν ἐπίπληξιν ἐκείνην καὶ τὴν ἐλευθερίαν τὴν ἐλεγκτικήν· ὅλον δὲ τὸ εἶδος τοῦ λόγου σχεδὸν ὑπὸ καλύμματι κεῖται, πολὺ τῆς Δημοσθενικῆς παρρησίας ἀποδέον. παρρησιάζεται γὰρ καὶ οὐ παρρησιάζεται καὶ παρακαλεῖ πρὸς πόλεμον καὶ δέδοικε τὸν περὶ τούτου λόγον, κατὰ μέσον φόβου καὶ θάρσους, οὔτε ὡς Δημοσθένης παρρησιαζόμενος οὔτε ὡς Δημοσθένης ὀκνῶν· ἐνδείκνυται μὲν γὰρ τὸ βούλεσθαι, ὥσπερ δὲ τὴν γλῶσσαν ἐμπεφραγμένος ὑπὸ τοῦ δέους τῶν συνθηκῶν ὑποκνεῖ, πλὴν εἰ μή τις αὐτὰ ταῦτα λέγοι τῆς ἐκείνου δεινότητος ἄντικρυς εἶναι. ἐπεὶ γὰρ ὁ τύραννος πρὸς ὅν ἐστιν ὁ λόγος φοβερός, καὶ τὸ τῶν Ἑλλήνων πέπτωκε φρόνημα, Ἀθηναῖοι δὲ 〈 *** 〉 μὴ δεδούλωνται σχεδόν, εἰκότως ταύτῃ τῇ μεθόδῳ κέχρηται καὶ βιάζεται πρὸς τὴν χρείαν τὴν δύναμιν. καὶ παρρησίας μὴ ἔχων καιρὸν ὅμως παρρησιάζεται καὶ νικᾷ τῇ τέχνῃ τὸν φόβον καὶ λαμβάνει παρὰ τοῦ λόγου τὴν παρρησίαν, μὴ ἔχων αὐτὴν ἐκ τῆς δυνάμεως. καὶ γὰρ ἐν τοῖς τελευταίοις τῶν Φιλιππικῶν, καίπερ οὐ τοσούτων φόβων ἐπηρτημένων, ὅμως ἐστὶ περὶ τὸν τοῦ πολέμου λόγον εὐλαβής, οὐ προπετῶς αὐτὸς ἀποφαινόμενος οὐδὲ εἰσηγούμενος ὡς δέον πολεμεῖν, ἀλλ’ ἀξιῶν ἐκ τῶν πραγμάτων σκοπεῖν εἴτε χρὴ καλεῖν τὰ τοιαῦτα εἰρήνης ἔργα εἴτε πολέμου. κἀν τούτῳ τῷ λόγῳ τοιαύτῃ μεθόδῳ χρώμενος φαίνεται. ὥστε κατὰ μὲν τὰς μεταχειρίσεις καὶ τὸ ὅλον ἦθος οὐκ ἄν τις αὐτὸν ἐκβάλοι, κατὰ δὲ τὴν λέξιν εἴ τις αὐτῷ καταμέμφοιτο, οὐκ ἂν εὕροι τις οὐδὲ τὸν Πλάτωνα οὐδὲ τοὺς κωμικοὺς οὐδὲ τοὺς συγγραφέας ἀνεπιλήπτους. μᾶλλον δὲ χρὴ λέγειν ὅτι καὶ ὀνοματοποιεῖν σύνηθες Ἀττικοῖς 〈καὶ〉 χρῆσθαι πρὸς τὰς ὑποκειμένας ὕλας τοῖς κεκρατηκόσιν ὀνόμασιν, οἷα πολλὰ παρὰ Μενάνδρῳ καὶ Ἀριστοφάνει καὶ τῷ παρὰ τὸν Ἀριστοφάνην ὑπειλημμένῳ ἀττικίζειν, τῷ Πλάτωνι. εἰ δ’ οὐ κατὰ τοὺς Ἀττικιστὰς προφέροι τις, δόξειε μὲν ἂν εἰκότως ἐγκαλεῖν, εἴποι δ’ ἄν τις ὅμως παρὰ τὸν καιρὸν καὶ τὴν ταχύτητα τοῦτο συμβῆναι. ὅτι δὲ οὐ διὰ γῆρας οὐδὲ δι’ ἀτονίαν λόγου τοῦτο συμβέβηκεν, εὔδηλον ἐκ τοῦ περὶ στεφάνου λόγου, ὃς πολὺ μεταγενέστερός ἐστι ταύτης τῆς δημηγορίας· ὁ μὲν γὰρ εἴρηται ἐν ἀρχῇ τῆς Ἀλεξάνδρου καταστάσεως, ὁ δὲ περὶ τοῦ στεφάνου λόγος Ἀλεξάνδρου ὄντος ἐν Ἰνδοῖς ἢ Πέρσαις. Ἔστι δ’ οὖν ὁ λόγος πραγματικῆς στάσεως, κεφάλαιον ἔχων τὸ νόμιμον. τὸ γὰρ ῥητὸν δείκνυσι παραβεβασμένον· τοῦτο δέ ἐστιν αἱ πρὸς τοὺς Ἕλληνας Ἀλεξάνδρῳ συνθῆκαι. κινδυνεύει δὲ ὁ λόγος εἶναι ἐν σχήματι καὶ οὐκ ἐν σχήματι. ᾗ μὲν γὰρ ἀξιοῖ ταῖς συνθήκαις ἐμμένειν καὶ μηδὲν παραβαίνειν τῶν γεγραμμένων, σῴζει τὸ σχῆμα· τὸ γὰρ ἐναντίον κατασκευάζειν βούλεται καὶ πόλεμον κινεῖν κατὰ τῆς ἡσυχίας· τοῦτο δὲ ἴδιόν ἐστι τῶν κατὰ τὸ ἐναντίον ἐσχηματισμένων, τὸ τὰ ἐναντία κατασκευάζειν οἷς δοκοῦσι λέγειν· ὅπερ διὰ τοῦ λόγου τοῦδε σῳζόμενον φαίνεται· ᾗ δὲ αὖ πάλιν ἐκ τοῦ φανεροῦ πολλάκις ἀμύνεσθαι συμβουλεύει, διαφεύγει τὸ σχῆμα. |
| 17.2.(50) | βέλτιον οὖν λέγειν ἠθικῶς αὐτῷ προῆχθαι ὅσα δοκεῖ λέγεσθαι κατὰ σχῆμα. τοῦτο δὲ πέπονθε διὰ τὸ τοῦ πράγματος ἐπικίνδυνον· οὐ γὰρ δίδωσιν αὐτῇ τῇ ὑποθέσει σύμμετρον παρρησίαν ἡ τοῦ δήμου κατάπληξις καὶ τὸ τὸν Ἀλέξανδρον μεγάλα δύνασθαι καὶ τὸ καταπεπλῆχθαι τοὺς Ἕλληνας· ὅθεν καὶ ὁ λόγος περιδεὴς καὶ παρρησίας ἄμοιρος. ἐπειδὴ εἶχε πολλοὺς 〈τοὺσ〉 ἀντιλέγοντας, εἰκότως πρὸς αὐτοὺς τὸ προοίμιον πεποίηται, ἅμα μὲν ἠθικῶς, ἅμα δὲ πληκτικῶς. τὸ δὲ ἑξῆς εὐθύς (3) ‘ἤδη τις ἐρωτήσειεν, ὦ Ἀθηναῖοι, ἐπὶ τίνι ἂν μάλιστα ἀγανακτήσετε, εἴ τις ἀναγκάζοι‘ ἀρχή ἐστι τοῦ νομίμου κεφαλαίου συνιστάντος λελύσθαι τὰς συνθήκας. χρὴ δὲ εἰδέναι ὅτι πολλάκις καὶ αὐτὰ τὰ προηγούμενα κεφάλαια ὑπ’ αὐτοῦ τοῦ λέγοντος πρωταγωνιστικῶς εἰσάγεται ὡς πρὸς ἀντίθεσιν, ὅταν ὁ ἀκροατὴς διακείμενος ἑτέρως τυγχάνῃ. αὐτίκα γοῦν τοῦ ἀκροατοῦ κἀνταῦθα νομίζοντος εἶναι 〈κυρίασ〉 τὰς συνθήκας εὐθὺς ἀγωνιστικῶς εἰσάγει τὸ κεφάλαιον ἐκ παραδείγματος. καὶ ἐπειδὴ μηδὲν εἶχεν εἰπεῖν Ἀθηναίοις πρὸς Μεσσηνίους 〈 *** 〉 ἐλευθεροῦν ἀεὶ τῇ πόλει. εἰ τοίνυν τοῦτο πρῶτον τὸ κεφάλαιον, ἀντιπῖπτον ἔλυσε καὶ ἀντίθεσιν· ἀντιπῖπτον μὲν ‘ἀλλ’ οὐ παρ’ ἡμῖν ταῦτα γέγονεν, ὥστε οὐ χαλεπαίνειν δεῖ‘· διόπερ ἔλυσεν εἰπών (5)· ‘οὐ δὴ δεῖ, εἰ μέν τις ὑμᾶς ταῦτα βιάζοιτο, ἀγανακτεῖν, εἰ δὲ ἑτέρωθί που, μὴ χαλεπαίνειν ὁμοίωσ‘· τὴν δὲ ἀντίθεσιν κατὰ διάνοιαν ἔλαβε· τὸ γὰρ ῥητόν, μὴ δεῖν τυραννεῖν τῶν πόλεων. εἰ δὲ δὴ κατὰ διάνοιαν εἰσῆκται (cf. 7) ‘ἀλλὰ πρὸ τοῦ γενέσθαι τὰς συνθήκας ἐτυράννουν οἱ Φιλιάδου παῖδες Μεσσήνησ‘, ταύτην ἔλυσεν ἐκ παραδείγματος κατὰ τὸ μαχόμενον (cf. 7) ‘πῶς οὖν κατελύοντο οἱ ἐκ Λέσβου τύραννοι, ἐξ Ἀντίσσης καὶ Ἐρέσου, καὶ ταῦτα πρὸ τῶν συνθηκῶν τυραννοῦντες;‘· μάχεται γὰρ τὸ καταλύειν τῷ καθιστάναι. εἶτα ἀλλήλοις τῇ ἀπορίᾳ 〈 *** 〉 ὅτι γέγραπται (8) ‘αὐτονόμους καὶ ἐλευθέρους εἶναι τοὺς Ἕλληνασ‘. Δεύτερον κεφάλαιον τῶν ἐγκλημάτων ἐπάγει τῷ Μακεδόνι (cf. 10) τὸ καταλελυκέναι Πελληναίων τὸν δῆμον, πόλεως Ἀχαϊκῆς μιᾶς τῶν ἐν Πελοποννήσῳ, Χαίρωνα δὲ τὸν παλαιστὴν τύραννον ἐγκαταστῆσαι. πρὸς δὲ τοῦτο ἀντίθεσιν μὲν φέρουσαν εἰς αὐτὸ τὸ πρᾶγμα τέθεικεν οὐδεμίαν, ἁπλῶς δὲ ὥσπερ κοινωνοῦσαν (cf. 14) ‘ἀλλ’ ἐμμένωμεν ταῖς συνθήκαισ‘, οὔτε ἀνατρέπουσάν τι τοῦ ἐγκλήματος οὔτε εἰς αὐτὸ φέρουσαν. λύων τοίνυν καταδρομῇ κέχρηται κατὰ τῶν ῥητόρων οὐ μικρᾷ· κέχρηται δὲ καὶ ἑτέρᾳ καταδρομῇ (cf. 15) τῶν συνεδρευόντων καὶ τεταγμένων ἐπὶ τῇ φυλακῇ τῶν κοινῶν ὡς παρορώντων τὰ γινόμενα. τρίτον ἔγκλημά ἐστιν, ὅτι (16) τῶν συνθηκῶν προταττουσῶν μὴ ἔχειν ‘φυγάδας ὁρμήσαντας ὅπλα ἐπιφέρειν ἐπὶ πολέμῳ ἐπὶ μηδεμίαν τῶν μετεχουσῶν τῆς εἰρήνησ‘ Ἀλέξανδρος ‘τὸν παιδοτρίβην εἰς Σικυῶνα κατήγαγε‘. πρὸς τοῦτο ὁμοίως οὐδεμίαν ἀνθυποφορὰν οὐδὲ ἀντίστασιν ἐκόμισεν ἢ τὴν αὐτὴν ὁμοίως, ὅτι ἀγανακτήσουσιν οἱ Ἕλληνες καὶ δόξομεν αἴτιοι γίγνεσθαι τοῦ λύεσθαι τὰς συνθήκας. Τέταρτον ἐπὶ τούτοις ἔγκλημά ἐστιν, ὅτι παρὰ τὰς συνθήκας (20) ‘ἅπαντα τὰ ἐκ τοῦ Πόντου πλοῖα κατήγαγον οἱ Μακεδόνες εἰς Τένεδον καὶ οὐ πρότερον ἀφεῖσαν πρὶν ἑκατὸν ναῦς πληρῶσαι ψηφίσασθαι καὶ στρατηγὸν ἐπ’ αὐταῖς τάξαι Μενεσθέα‘. τὸ μὲν οὖν ἑκατὸν ναῦς ψηφίσασθαι τοὺς Ἀθηναίους ἔνδειξιν ἔχει τοῦ δυνατοῦ· πρὸς δὲ τὸ ἔγκλημα ἀντίστασιν ἐκόμισεν ‘ἀλλ’ ἐπαύσαντο τούτου τοῦ ἀδικήματοσ‘ καὶ δευτέραν ἀντίστασιν ‘ἀλλ’ ἀσθενὴς ἡ πόλισ‘. |
| 17.2.(100) | τὴν μὲν οὖν προτέραν ἔλυσε μεταληπτικῶς (cf. 22) ‘οὐκ ἐπαύσαντο ἀδικοῦντες ἤδη καὶ οὐκ ἠδίκησαν‘, τὴν δὲ δευτέραν ἐκ τοῦ μαχομένου, ὅτι (cf. 24) ‘πῶς ἀνυπόστατον τὴν πόλιν εἶναι φαμὲν διακελευόμενοι ταῖς συνθήκαις ἐμμένειν;‘ οὐ γὰρ ἀκόλουθόν ἐστι πῇ μὲν ἀσθένειαν τῆς πόλεως κατηγορεῖν, πῇ δὲ 〈βοηθεῖν〉 ἀξιοῦν ὡς δυνατὴν διαφυλάττειν τὰ δίκαια. Ἐπὶ τούτοις πέμπτον ἔγκλημά ἐστιν (cf. 26), ὅτι πλεῦσαι ἐτόλμησαν Μακεδόνες εἰς τὸν Πειραιᾶ, καὶ τοῦτο ἀντέθηκεν ἐκ τῆς πηλικότητος, ὅτι ‘μικρὸν τὸ γεγονός· μιᾷ γὰρ τριήρει εἰσέπλευσαν καὶ τοῦτο οὐκ ἂν εἴποι τις ἔγκλημα‘. ταύτην ἔλυσεν ἀπὸ τοῦ τρόπου, (cf. 27) ὅτι ἀπόπειρα τὸ γινόμενον ἦν καὶ παράδυσις κατὰ μικρὸν καὶ ἐθισμὸς τοῦ τὴν πόλιν ἀνέχεσθαι τοὺς τοιούτους εἴσπλους. καὶ ἑτέρα λύσις (cf. 27), τὸν τότε ἐπὶ τῆς νεὼς εἰσπλεύσαντα ξύλα ναυπηγήσιμα αἰτεῖν εἰς κατασκευὴν μικρῶν πλοίων, εἰ συνεχωρήσαμεν αὐτῷ ποιεῖν, καὶ τριήρη ἂν ἐναυπηγήσατο· ἐν ᾧ καὶ ἀντιπῖπτον κατὰ ἀναίρεσιν εἰσήγαγεν (cf. 28) ‘οὐ γὰρ δὴ φήσειέ τις ἂν ἀφθονίαν εἶναι ξύλων ἐν τῇ Ἀττικῇ, σπανίζειν δὲ τὴν Μακεδονίαν, ὅθεν ἔξεστιν εὐτελέστατα τοῖς βουλομένοις ὠνεῖσθαι‘. εἶθ’ ὅτι ἐφ’ ἡμῖν ἐστὶ καὶ μὴ ἀνέχεσθαι, τῶν συνθηκῶν καὶ 〈τὸ〉 ῥητὸν παρέχεται, ἐν ᾧ γέγραπται (30) ‘ἂν βουλώμεθα τῆς κοινῆς εἰρήνης μετέχειν‘, ὡς τοῦ ῥητοῦ καὶ τῶν συνθηκῶν ἐπιτρεπουσῶν, εἰ βούλοιτό τις μηδαμῶς Ἀλεξάνδρῳ ἀκολουθεῖν. τοῦτο τὸ ῥητὸν δύναται καὶ πόλεμον ἀπειλεῖν τοῖς παραβαίνειν ἐθέλουσιν· ὁ δὲ πρὸς τὸ χρήσιμον τὸ οἰκεῖον λαβὼν πολλὰ μὲν ὑπέμνησε τῶν προγόνων τῆς δόξης, πολλὰ δὲ τοῦ πρέποντος. εἶτα κατεπαγγέλλεται γράψαι, εἰ ἐπιτρέποιεν, ψήφισμα περὶ πολέμου. gT βδελυρεύσεται] σημείωσαι τὸ βδελυρεύεται. |
| 17.3 | F 2 ΥΠΕΡ ΚΤΗΣΙΦΩΝΤΟΣ ΠΕΡΙ ΤΟΥ ΣΤΕΦΑΝΟΥ 〈πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαισ〉] τὸ προοίμιον ὡς ἀπολογουμένου, ἐξ εὐνοίας λαμβανόμενον. |
| 18 1a | F 2 Yvk ( → 1c) τὸ πρῶτον προοίμιον εὐκτικόν τέ ἐστι καὶ κατὰ μερισμὸν εἰσαχθὲν παρασκευάζει τὴν εὔνοιαν. |
| 18 1b | F 4 YS περιβολὴ δὲ τοῦ προοιμίου τῷ διπλασιασμῷ τῶν ὀνομάτων. |
| 18 1c | F 2 Yvk εὐκτικὸν τὸ προοίμιον, ἐπειδήπερ περὶ εὐνοίας καὶ αἰτήσεως στεφάνου ὁ πᾶς ἐστιν ἀγών. |
| 18 1d | A ( → 1f) πρῶτον . |
| 18 1e | .. πάσαις] οὐκοῦν τὸ πρῶτον προοίμιον εὐκτικόν ἐστιν 〈καὶ〉 κατὰ μερισμὸν εἰσαχθὲν παρασκευάζει τὴν εὔνοιαν, ἧς μάλιστα ἐν τῷ παρόντι δεόμεθα. Ὁμηρικῷ δὲ εἴρηται ζήλῳ (Θ 5) ‘κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι‘, καὶ δὴ καὶ ἔμφασιν ἔχει τοῦ τῇ εὐνοίᾳ θαρρεῖν. οὐ γὰρ ἂν ὅλον ἐπεκαλεῖτο τὸ τῶν θεῶν γένος, εἰ μὴ οὕτω διέκειτο. τὸ δὲ ‘διατελῶ‘ εἴληπται μὲν ἀπὸ τοῦ ψηφίσματος, δηλοῖ δὲ ὅτι συνεβίωσε τῇ εὐνοίᾳ καὶ ἀεὶ αὐτῆς μέλεται καὶ πρότερον ἀφήσει τὴν ψυχὴν ἢ τὴν τοιαύτην διάνοιαν. gTBcFj ἰστέον γὰρ ὡς ὅτι κατασκευὴν οὐκ ἐποιήσατο αὐτοῦ, ἵνα ὡς ὡμολογημένην δείξῃ τὴν εὔνοιαν ἣν ἔχει εἰς τὴν πόλιν. |
| 18 1f | A τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν] τάχα γὰρ δύναταί τις ὁμοῦ μὲν τὴν πόλιν φιλεῖν, μισεῖν δὲ ἰδίᾳ τινάς, ὡς ἐπὶ Τίμαρχον τὸν νοῦν ἀναφέρεσθαι, ᾧ ἐπολέμησεν ὁ Αἰσχίνης. |
| 18.2 | gTBcFj τοσαύτην ὑπάρξαι μοι] ὅρα ὅπως οὐ τὸ πλεῖον ἀπαιτεῖ, ἀλλ’ ὡς ἀρκοῦσαν τὴν ἰδίαν εὔχεται λαβεῖν. |
| 18.3 | gTBcFj ἔπειθ’ ὅπερ ἐστὶ] τὸ αὐτό ἐστι τῷ κατὰ μερισμόν· ἀκατάσκευος δὲ ἀναγκαίως ἡ πρότασις, ἐπειδὴ 〈ἅπερ〉 ὁμολογούμενα καὶ φανερὰ [εὐχόμεθα ἀγαθὰ ἅπερ] οὐ δεῖται, οὐ δεῖται κατασκευῆς. |
| 18 4a | ὁ δὲ νοῦς ἐπάγεται τοὺς δικαστὰς πλέον εἰς οἰκειότητα· φαίνεται γὰρ οὐχ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ αὐτῶν 〈τὴν〉 ἴσην φροντίδα ποιούμενος. gTBcFj τὸ ‘ἔπειτα‘ ἐνταῦθα ἰσοδυναμεῖ τῷ ‘δὲ‘ συνδέσμῳ, ἵνα πάλιν μὴ ζήτησις γένηται, διὰ τί εἰπὼν τὸν ‘μὲν‘ οὐκ ἐπήγαγε τὸν ‘δέ‘. |
| 18 4b | A καὶ τῆς ὑμετέρας εὐσεβείας τε καὶ δόξης] εὐσεβείας μὲν τῶν ὅρκων, δόξης δὲ τῆς εἰς πάντας ἀνθρώπους. |
| 18.5 | gTBcFj μὴ τὸν ἀντίδικον σύμβουλον] θέσις ἐγγὺς κειμένη τὸ ἄτοπον τῶν ὀνομάτων βιάζεται· ὁ μὲν γὰρ ἀντίδικος πολέμιος, ὁ δὲ σύμβουλος προσφιλής. |
| 18.6 | εἴρηκε δὲ ταῦτα, ἐπειδὴ ὁ Αἰσχίνης ἔλεγε, ‘Κτησιφῶντος κατηγορῶ· τί. σαυτὸν ἐμβάλλεις εἰς μέσον, Δημόσθενες; μὴ ἐᾶτε αὐτὸν παρακῦψαι εἰς τὸ δικαστήριον. ἐὰν δ’ ἄρα ἐπιτρέπητε αὐτῷ φθέγγεσθαι, τοιᾷδε κεχρήσθω τῇ τάξει τοῦ λόγου ὡς αὐτὸς ὑπάρχει.‘ gTBcFj 〈τῇ τάξει〉] τῶν κεφαλαίων φησίν. |
| 18.7 | A 〈πολλὰ μὲν οὖν〉] δεύτερον προοίμιον. |
| 18.8 | F 1 YAS πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι] καὶ τὸ δεύτερον τοῦτο προοίμιον εὔνοιαν κατορθοῖ, ἡ δὲ μεταχείρισις διάφορος. |
| 18.9 | τὸ μὲν γὰρ πρῶτον μεστόν ἐστιν ἀξιώματος· δοκεῖ γὰρ διδόναι πλεῖον ἢ αἰτεῖν ἐν ἐκείνῳ· ἐν τούτῳ δὲ καὶ ὡς δεόμενος ἐκ ταπεινώσεως ἐργάζεται. τὸ δὲ ‘ἐλαττοῦμαι‘ κατὰ πρόσωπον, οὐ κατὰ τὴν ὑπόθεσιν. gTBcFj τῆς παρ’ ὑμῶν εὐνοίας διαμαρτεῖν] ἀντὶ ‘τοῦ στεφάνου‘ χρησίμως τὴν εὔνοιαν εἴρηκεν, ὡς χρῄζων αὐτῆς. |
| 18 10a | gTBcFj ἐβούλετο εἰπεῖν ‘τοῦ στεφάνου‘· ἀλλ’ ἐπειδὴ ἐπαχθὲς ἦν τοῦτο, ἐπὶ τὴν εὔνοιαν τῆς πόλεως μετήνεγκε τὴν λέξιν. |
| 18 10b | Avp μὴ ἑλεῖν] ἀντὶ τοῦ μὴ νικῆσαι. |
| 18.11 | A ἀλλ’ ἐμοὶ μέν, οὐ βούλομαι δὲ δυσχερὲς εἰπεῖν] τὸ σχῆμα ἀποσιώπησις. |
| 18 12a | YvpS ἀλλ’ . |
| 18 12b | .. εἰπεῖν] τὸ σχῆμα ἀποσιώπησις, τὸ μὲν ἵνα μὴ βλάσφημα λέγῃ ἐν ἀρχῇ τοῦ λόγου, τὸ δὲ ἵνα ὑπόνοιαν πλείονα τῷ ἀκροατῇ παρεμβάλῃ σιωπήσας τὴν ῥῆσιν. gTBcFj οὗτος δ’ ἐκ περιουσίας μου κατηγορεῖ] ἢ ὅτι πλοῦτον ἔχει πολύν, τοῦ Φιλίππου δόντος καὶ Ἀλεξάνδρου, καὶ οὐ πάνυ φοβεῖται κἂν ἡττηθῇ· εὐπορεῖ γὰρ ὥστε δοῦναι τὰς χιλίας. |
| 18.13 | ἢ ὅτι οὐκ ἔστιν ἴσον τοῦτον μὲν ἐκ περιουσίας κατηγοροῦντα μὴ νικῆσαι (ἐξῆν γὰρ αὐτῷ τὴν ἡσυχίαν ἄγειν), κἀμὲ κατ’ ἀνάγκην ἀπολογεῖσθαι· οὐ γὰρ ἔξεστί μοι σιωπᾶν. τινὲς γὰρ τὸ 〈‘ἐκ περιουσίασ‘〉 ἐκ περιττοῦ ἁπλῶς ἡρμήνευσαν· περιττὸν γάρ, φησίν, ἐμοῦ μάτην καθάπτεσθαι καὶ κατηγορεῖν. gTBcFj ἕτερον δ’, ὃ φύσει πᾶσιν ἀνθρώποις] παραμυθεῖται τοὺς δικαστάς, τῇ κοινότητι τοῦ πάθους τὴν συγγνώμην μνηστεύων. |
| 18.14 | gTBcFj κἂν μὲν εὐλαβούμενος τοῦτο] εἰς σκέψιν ἀπορῶν ἄγει τὸ πρᾶγμα καὶ μόνον οὐ λέγει ‘τί ποιήσομεν; εἰ ἀνάγκῃ ἀποληφθεὶς φεύγω τὸ λέγειν περὶ ἐμαυτοῦ (ἠθικώτατα γὰρ οὐκ εἶπεν ‘ἐπαινεῖν ἐμαυτόν‘, ἀλλὰ ‘λέγειν‘ ἁπλῶς), τί τὸ συμβαῖνον; ἁλώσομαι τῇ σιωπῇ καὶ δόξει μὲν ἐψεῦσθαι Κτησιφῶν, ἐγὼ δὲ οὐχὶ ἕξω δι’ ὅπερ τιμηθήσομαι λέγειν. |
| 18.15 | ‘ gTBcFj 〈ἐφ’ οἷσ〉] ὧν ἕνεκα. |
| 18.16 | T καὶ πεπολίτευμαι βαδίζω] ὅτι οὐκ ἔδει ἐν τοῖς προοιμίοις τροπικῇ εὐθὺς χρήσασθαι λέξει. |
| 18 17a | λέγομεν ὅτι οὐδὲν ἄτοπον, ὁπότε καὶ Αἰσχίνης ἐχρήσατο ἐν τῷ πρώτῳ προοιμίῳ (3, 1) παρασκευὴν εἰπὼν καὶ παράταξιν. ὁ δὲ ῥήτωρ ἐνταῦθα οὐκ εἶπε ταύτην ἐν πρώτῳ προοιμίῳ, ἀλλ’ ἐν τελευταίοις τοῦ δευτέρου. A καὶ . |
| 18 17b | .. βαδίζω] τινὲς ἐμέμψαντο ὡς τροπικὴν ἐν προοιμίοις οὐ καλῶς κειμένην τὴν λέξιν. ἀλλ’ οὔτε ἐν 〈πρώτῳ〉 προοιμίῳ ἐστίν, ἀλλ’ ἐν τελευταίοις τοῦ δευτέρου, οὔτε ἀπεξενωμένη καὶ ἀπόκριτος, ὡς Αἰσχίνης ἐχρήσατο ἐν τῷ προοιμίῳ (3, 1) παρασκευὴν εἰπὼν καὶ παράταξιν, ἀλλὰ προσεχῶς μᾶλλον ἁρμόττουσα. εἰ γὰρ δὴ οἶμος ἡ ὁδός ἐστι καὶ τὸ προοίμιον ὡς ὁδὸς τοῦ παντὸς λόγου, οὕτω κέχρηται οὐκ ἀλλότριον ὡς πρὸς ὁδὸν τὸ ‘βαδίζειν‘. gTBcFj 〈πειράσομαι μὲν οὖν〉] ἡ ἀπόδοσις. |
| 18 18a | A σημείωσαι, τοῦ θεολόγου. |
| 18 18b | F 4 〈οἶμαι δ’ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι〉] τρίτον προοίμιον. |
| 18 19a | F 1 vpS οἶμαι . |
| 18 19b | .. Ἀθηναῖοι] τὸ τρίτον προοίμιον ἐργαζόμενος πάντας τῆς αὐτοῦ γνώμης γενέσθαι παρασκευάζει, ἵνα ἕκαστος μὴ ὡς ἀνόητος δοκῇ. συνετῶς δὲ οὐ πάνυ χωρίζει τὸν Κτησιφῶντα, ἀλλὰ τὸ ἴσον τοῦ ἀγῶνος πρὸς αὐτὸν μερίζεται. gTBcFj 〈πάντων〉] κατασκευὴ τοῦ προοιμίου. |
| 18.20 | A 〈περὶ τούτων〉] ἡ ἀπόδοσις. |
| 18.21 | A ἀξιῶ καὶ δέομαι πάντων] κρᾶσις ἀξιώματος καὶ οἴκτου γεγένηται. |
| 18.22 | τὸ μὲν ‘ἀξιῶ‘ τὸ ‘δίκαιον νομίζω‘ ὑπολάβοι ἄν τις, τὸ δὲ ‘δέομαι‘ σαφῶς τὸ ‘ἱκετεύω‘ δηλοῖ, ὥστε διὰ μὲν τοῦ ‘ἀξιῶ‘ φυλάττει τὸ φρόνημα, διὰ δὲ τοῦ ‘δέομαι‘ θηρεύει τὸν ἔλεον. gTBcFj ἀπολογουμένου] τί οὖν, ὅτι οὐ καλῶς συγκρίνεις τὸ δίκαιον; gTBcFj ὥσπερ οἱ νόμοι κελεύουσιν] οἷς οὐδεὶς ἂν μαχέσαιτο καὶ ἀντείποι ὅτι διεσφάλησαν. |
| 18.24 | εἰπὼν δὲ περὶ τῶν νόμων τῇ προσηγορίᾳ τοῦ Σόλωνος τοῦ τεθεικότος αὔξει καὶ πρεσβεύει τοὺς νόμους. gTBcFj οὐκ ἀπιστῶν ὑμῖν, ὥς γ’ ἐμοὶ φαίνεται] ἀρρήτῳ τέχνῃ τὸ δοκοῦν ἀληθὲς εἰς τὸ ἑαυτῷ δοκοῦν μετεβίβασεν· οὐ γὰρ ἀπιστῶν, φησίν, ὑμῖν, ἀλλ’ ὡς δεδιώς, μὴ ἐπιορκήσητε προκατασχεθέντες ταῖς τοῦ κατηγόρου διαβολαῖς. |
| 18.25 | gTBcFj οὐκ ἔνι τῷ φεύγοντι παρελθεῖν] προσφόρως εἶπε τὸ ‘παρελθεῖν‘, ὡς ἐπὶ δρομέων λαβών. |
| 18.26 | οὐ γὰρ ὁ προδραμὼν καὶ φθάσας νικῆσαι δίκαιος, ἀλλ’ ὁ δεύτερος ἐπελθὼν καὶ παρελθεῖν δυνάμενος· εἴη δ’ ἂν οὗτος ὁ φεύγων. gTBcFj 〈μέλλων δὲ τοῦ τε ἰδίου βίου παντὸσ〉] προοίμιον τέταρτον. |
| 18 27a | vp τοῦτο οὐ τοῦ παντὸς λόγου, ἀλλὰ τοῦ κεφαλαίου προοίμιον· μέλλων γὰρ εἰσβάλλειν εἰς τὸ κεφάλαιον τὸ ὅτι οὐ δύσνους, εἰκότως εὔνοιαν πάλιν αἰτεῖ δοθῆναι αὑτῷ, ἵνα πείσῃ τοὺς δικαστὰς ὅτι θαρρεῖ ταύτῃ. |
| 18 27b | F 4 YS μέλλων . |
| 18 27c | .. παντὸς] οἱ περὶ Ἐπιφάνιον καὶ Γενέθλιόν φασιν αὐτὸ τέταρτον προοίμιον· ἓξ γὰρ λέγουσιν εἶναι προοίμια τοῦ λόγου τούτου, τρία μὲν ὑπὲρ ἑαυτοῦ σκηψαμένου τοῦ ῥήτορος, τρία δὲ 〈ὡσ〉 ὑπὲρ Κτησιφῶντος βραχέα. A μέλλων . |
| 18 27d | .. παντὸς] προοιμιακὸν ἐννόημα εἰς τοὺς ἀγῶνας εἰσβάλλον, ἀλλ’ οὐ σαφῶς προοίμιον, ὡς δηλοῖ καὶ τὸ σχῆμα τοῦ λόγου· τὸ γὰρ ‘μέλλων‘ δηλοῖ τὸν ἐπιχειρήσοντα καὶ εἰσιόντα εἰς τοὺς ἀγῶνας. προοίμια γὰρ τέσσαρα εἶναι ἀδύνατον, κἂν μανῶσιν οἱ λέγοντες. gTBcFj ὡς ἔοικε, λόγον διδόναι τήμερον] σχετλιάζει πάλιν ἐπὶ τῇ ἐπηρείᾳ τοῦ ἀγῶνος. |
| 18.28 | τοιοῦτο γάρ ἐστι τὸ ‘ὡς ἔοικεν‘, οὐκ οἶδα ὅπως εἰς τὴν ἀνάγκην ταύτην, ὡς ὁρᾶτε, κατακέκλεισμαι. ἰστέον δ’ ὡς ἐν μὲν τῷ πρώτῳ προοιμίῳ ἀπαιτεῖ δοθῆναι αὑτῷ ἄδειαν ἀπολογεῖσθαι ὡς βούλεται, ἐνταῦθα δὲ ὑπὲρ ὅλης τῆς πολιτείας παρακαλεῖ. κἀκεῖνο δὲ θαυμάσαι ἄξιον τοῦ ῥήτορος (ἐπῆλθε γάρ μοι καὶ τοῦτο), ὅτι αὐτὸς μὲν πᾶσι τοῖς δικασταῖς καὶ πάσῃ τῇ πόλει δοθῆναι παρὰ τῶν θεῶν τὴν εὔνοιαν εὔχεται, αὐτὸς δὲ παρ’ αὐτῶν εἰς μέσον τὸν ἀγῶνα αἰτεῖ τὴν εὔνοιαν. gTBcFj 〈καθάπερ ἐν ἀρχῇ〉] ἰστέον ὅτι τῇ ταυτότητι ἐχρήσατο τοῦ ἐπιχειρήματος τοῦ ἐν τῷ πρώτῳ προοιμίῳ. |
| 18.29 | εἴωθε γὰρ ὁ ῥήτωρ τοῖς ἰσχυροῖς πολλάκις κεχρῆσθαι. A 〈τοσαύτην〉] ἡ ἀπόδοσις. |
| 18.30 | R εἰ μὲν οὖν περὶ ὧν ἐδίωκε μόνον] ἐντεῦθεν εἰσάγει τὰ παραγραφικά, τὴν γραφὴν αἰτιώμενος· καὶ ἔστιν ἀπὸ τοῦ τρόπου τοῦτο. |
| 18 31a | μέμφεται γὰρ τῆς κατηγορίας τὸν τρόπον, ὅτιπερ οὐκ ἔστησεν ἄχρι τοῦ προβλήματος τὴν μέμψιν, ἀλλὰ πρὸς 〈τούτοισ〉 πλείονα λόγον περὶ τῶν ἄλλων καὶ τῶν ἐκτὸς ἐποιήσατο. gTBcFj εἰ . |
| 18 31b | .. μόνον] τοῦτο οὐ προοίμιον, ὥς τινες οἴονται, ἀλλ’ ἀντιπίπτοντος ἀναίρεσις, ὃ καὶ ἐν τῷ προοιμίῳ τοῦ κατὰ Ἀριστοκράτους πεποίηκεν. F 4 YS εἰ . |
| 18 31c | .. μόνον] πέμπτον προοίμιον. Avp 〈προβουλεύματοσ〉] προβούλευμα καλεῖ τὸ ψήφισμα τοῦ Κτησιφῶντος, ἐπειδήπερ ἤδη ἐκυρώθη ἐν τῇ βουλῇ καὶ ἐπῄνεσαν τὸν Δημοσθένην ὡς ἄξιον ὄντα στεφανωθῆναι. |
| 18.32 | Avp 〈περὶ μὲν δὴ τῶν ἰδίων〉] κατασκευὴ τοῦ προοιμίου. |
| 18 33a | A ἐντεῦθεν εἰς τὸ δίκαιον εἰσβάλλει κεφάλαιον. |
| 18 33b | F 4 YS περὶ . |
| 18 33c | .. ἰδίων] δηλοῦσι μὲν καὶ αἱ λέξεις τῶν εἰρημένων τὴν ἀσθένειαν· λοιδορίας γὰρ καὶ αἰτιάσεις ἐκάλεσεν. ἀλλὰ μὴν καὶ τὸ ‘βλασφημεῖν‘ 〈οὐκ〉 ἀξιόπιστον· ἐγγὺς γὰρ αὑτὸν τῶν θείων ἐποίησεν· βλασφημοῦσι γὰρ εἰς τοὺς κρείττονας. τὸ δὲ ‘περὶ τῶν ἰδίων‘, ὅτι Σκύθης καὶ δυσγενὴς καὶ τὸν βίον αἰσχρός, σαφῶς δὲ παραιτεῖται λέγειν· οὕτω γὰρ φιλεῖ πανταχοῦ μὴ διαρρήδην τὰς καθ’ αὑτοῦ διαβολὰς μηνύειν. gTBcFj ὑπειλήφατε] τὸ ὀχυρώτερον ἐπήγαγε δεύτερον· τὸ μὲν γὰρ ἀμφίβολον, τὸ δὲ ὁμολογούμενόν τε καὶ βέβαιον. |
| 18.34 | gTBcFj ἐπὶ πολλῶν ἀγώνων τῶν πρότερον] δεινῶς ἄγαν, οὐχ ὡς διὰ φαυλότητα κρινόμενος, ἀλλ’ ὡς ἐπιφθόνως πολιτευόμενος, οὕτω τοῦτο εἴρηκε. |
| 18.35 | gT BcFj 〈κακοήθησ〉] ἡ ἀπόδοσις. |
| 18 36a | A πανοῦργος. |
| 18 36b | vp κακοήθης δὲ ὁ ἐχθρὸς καὶ περίεργος. |
| 18 36c | Fj εὔηθες] εὐήθης ὁ ἁπλοῦς καὶ ἀφελής. |
| 18.37 | Fj τετύφωμαι] μαίνομαι, ἀπὸ Τυφῶνος τοῦ δαίμονος· ἢ ἀπὸ τοῦ τύφεσθαι καὶ καπνίζεσθαι, ἐξ οὗ τὸ σκοτίζεσθαι. |
| 18.38 | F 2 Y ἀλλ’ ὑπὲρ μὲν τῶν πεπολιτευμένων] φεύγει μὲν τὰ ἴδια διὰ τὴν αἰτίαν ἣν εἴπομεν, τὰ δὲ εἰς τὸ κοινὸν αὐτῷ πεπραγμένα, ἔνθα εὐδοκιμεῖ, βούλεται ἐξειπεῖν. |
| 18.39 | τὸ δὲ ‘ἐξετάσω‘ θαυμαστὴν ἔχει τὴν ἀξίαν· δικαστοῦ γὰρ ὑποκρίνεται τάξιν. gTBcFj πομπείας] τῆς λοιδορίας, διὰ τὸ ἐν ταῖς πομπαῖς κωμῳδεῖν ἀλλήλους. |
| 18 40a | F 2 YvpS πομπείας] τῆς χλεύης τῆς περὶ τὸν βίον· ἤδη γὰρ ἔγνωμεν ὡς ὅτι ἐν ταῖς πομπαῖς προσωπεῖά τινες φοροῦντες ἀπέσκωπτον τοὺς ἄλλους, ὡς ἐν ἑορτῇ παίζοντες, ἐπὶ ἁμαξῶν φερόμενοι. |
| 18 40b | ὅθεν καὶ ἡ παροιμία ‘ἐξ ἁμάξης με ὕβριζεν‘. A 〈ἀνέδην〉] ἀθρόας τε καὶ σφοδρᾶς. |
| 18 41a | F 4 S ἐὰν μὲν διὰ τῆς διφθόγγου γράφηται, ‘τῆς ἀναισχύντου‘ λέγει· ἂν δὲ διὰ τοῦ ε, ὅπερ καὶ βέλτιον, ‘τῆς πολλῆσ‘ ἀπὸ τῆς ἀνέσεως. |
| 18 41b | A ἂν βουλομένοις ᾖ τουτοισὶ] καίτοι πάντες τούτων ἡδέως ἀκούουσιν· ἀλλ’ ὡς προτρεπόμενος αὐτοὺς ἐπικρατεῖν τοῦ πάθους, ἅμα δὲ καὶ θηρᾶται πάλιν τῶν καθημένων τὴν εὔνοιαν, ᾗ τῇ ἐκείνων γνώμῃ ἀκολουθεῖν ἐπαγγέλλεται. |
| 18.42 | gTBcFj 〈τὰ μὲν οὖν κατηγορημένα〉] ἕκτον προοίμιον. |
| 18 43a | καὶ ἐνταῦθα δύο προτάσεις, ἡ πρώτη ‘τὰ μὲν οὖν κατηγορημένα‘, ἡ δευτέρα ‘τοῦ δὲ παρόντος ἀγῶνοσ‘. A τὰ . |
| 18 43b | .. κατηγορημένα] ἐν τούτοις τοῖς ῥητοῖς ἀσάφειά ἐστι πολλή, ἐπειδήπερ οὐκ ἀκολουθεῖ ὁ νοῦς τοῖς κειμένοις. εἰσὶν οὖν δύο προτάσεων θέσεις, εἶτα αἱ δύο λύσεις ἑξῆς. ὅρα τοίνυν οὕτως· ‘τὰ μὲν οὖν κατηγορημένα πολλά‘, ἰδοὺ μία πρότασις· ἡ δὲ πρὸς ταύτην ἀπάντησις ‘τῶν μέντοι κατηγοριῶν καὶ τῶν αἰτιῶν τῶν εἰρημένων‘, ἵνα γένηται οὕτως ὁ νοῦς, πολλὰ μὲν κατηγόρησε καὶ μέγιστα κακά, τούτων δὲ δίκην λαβεῖν διὰ τὸ μέγεθος οὐχ οἷόν τε. καὶ τοῦτο μὲν οὕτως, λάβωμεν δὲ καὶ τὴν ἑτέραν πρότασιν. ἔστι δὲ ‘τοῦ δὲ παρόντος ἀγῶνος ἡ προαίρεσις αὕτη‘· σύναψον αὐτῇ τὸ δεύτερον ἐπιχείρημα ὅ ἐστιν (13) ‘οὐ γὰρ ἀφαιρεῖσθαι δεῖ τὸ προσελθεῖν τῷ δήμῳ‘, ἵνα γένηται τὸ σαφὲς οὕτως, ἡ προαίρεσις καὶ ἡ φύσις τοῦ ἀγῶνος ἀνδρὸς φθονεροῦ τυγχάνει καὶ πονηροῦ καὶ βασκάνου. gTBcFj ἐπὶ τὸ ἕτερον μεταβαίνει δίκαιον τὸ τῆς πολιτείας καὶ εὐθέως αὔξει τὰ ἀδικήματα καὶ μεγαλύνει τῷ λόγῳ. |
| 18 43c | F 4 YS τῶν μέντοι κατηγοριῶν] πρῶτον μεταληπτικὸν ἀπὸ τοῦ καιροῦ. |
| 18.44 | F 4 YS ἡλίκα νῦν ἐτραγῴδει] ἢ διὰ τὸν ὄγκον ὃν προσετίθει τοῖς πράγμασιν, ὡς ἄξια τραγῳδίας φαίνεσθαι, ἢ ὅτι διαβάλλει τὴν τέχνην αὐτοῦ· ἦν γὰρ ὑποκριτής. |
| 18.45 | gTBcFj 〈εἰ μὲν εἰσαγγελίασ〉] δεύτερον μεταληπτικὸν ἀπὸ τοῦ τρόπου. |
| 18 46a | F 4 YS ἐνταῦθα φανερώτερον ἔδειξε τὰ παραγραφικά, τό τε ἀπὸ τοῦ τρόπου καὶ τὸ ἀπὸ τοῦ χρόνου. |
| 18 46b | gTBcFj 〈ἐμὲ δ’, εἴπερ〉] τὸ σχῆμα ἐπαναστροφή· γίνεται δὲ ὅταν τὸ τέλος τοῦ κώλου ἑτέρου κώλου τις ἀρχὴν ποιήσηται· ἔστι δὲ τῶν καλλωπιζόντων. |
| 18 47a | F 2 Y ‘ἐμὲ‘ ἀντὶ τοῦ ‘αὐτὸν ἐμέ‘. |
| 18 47b | A 〈ὁτιοῦν ἀδικοῦντά με〉] παραγραφικὸν ἀπὸ τρόπου· ‘διὰ τί εἰδὼς μείζονα ἀδικοῦντα ἥττονα κατηγορεῖς νῦν;‘ ἰστέον δὲ ὡς ὅτι πολὺ τὸ παραγραφικόν ἐστιν ἐν τῷ λόγῳ τούτῳ. |
| 18.48 | εἰσὶ γάρ τινες τῶν ὑπομνηματιστῶν εἰρηκότες ὡς ὅτι ‘ἠριθμήσαμεν τὸ παραγραφικὸν καὶ εὕρομεν αὐτὸ εἰς οβʹ κείμενον‘. A συμφορήσας] συναγαγών. |
| 18.49 | Avp ὑποκρίνεται] ἀντὶ τοῦ ψευδῶς κατηγορεῖ. |
| 18 50a | ὑπόκρισις γάρ ἐστιν ἡ προσποίησις ἡ ἐκτὸς οὖσα τῆς ἀληθείας. A ὑποκρίνεται] ἢ διὰ τὴν τέχνην σκώπτει καὶ νῦν, ἢ ὑποκρίνεται εἶναι κατήγορος, ταῖς ἀληθείαις οὐκ ὤν. |
| 18 50b | εἶτα ἡ ἀπόδειξις, κατηγορεῖ μὲν ἐμοῦ, κρίνει δὲ τουτονὶ Κτησιφῶντα. gTBcFj εἶτα κατηγορεῖ] 〈τρίτον〉 μεταληπτικὸν ἀπὸ τοῦ προσώπου. |
| 18.51 | F 4 YS δώσομεν] δέον εἰπεῖν ‘δώσεισ‘ εἶπε ‘δώσομεν‘, οὐχ ὅτι ὡς καὶ αὐτοῦ τοῦ Δημοσθένους κακόν τι ποιῆσαι τῷ Κτησιφῶντι βουλομένου, ἀλλ’ ὡς ἄλλου λέγοντος περὶ ἀμφοῖν, περί τε αὐτοῦ καὶ Αἰσχίνου. |
| 18.52 | A πάντα μὲν τοίνυν] ἕως ὧδε ἐπλήρωσε πάντα τὰ προοιμιαστικά, χωρεῖ δὲ ἐντεῦθεν ἐπὶ τὸ δίκαιον κεφάλαιον· διήγησιν γὰρ οὐκ ἔχει ὁ λόγος καθαρῶς. |
| 18 53a | A πάντα . |
| 18 53b | .. τοίνυν] συνεπέρανεν ὅλα τὰ παραγραφικά, καὶ λοιπὸν ἐπὶ τὸ δίκαιον κεφάλαιον χωρεῖ. gTBcFj βούλομαι δὲ καθ’ ἓν] θαρροῦντός ἐστιν ἄγαν τὸ βούλεσθαι καὶ κατὰ μέρος ἐξετάζειν τὰ πράγματα. |
| 18.54 | gTBcFj τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου] σημείωσαι, τὸ σχῆμα καθ’ ὑποστροφήν. |
| 18 55a | F 2 Yvkvp τοῦ . |
| 18 55b | .. πολέμου] τινὲς μὲν τοῦτο κατάστασιν εἶναι βούλονται, οὐκ ὀρθῶς· ἔστι δὲ διήγησις ἀποδεικτική, [καὶ] τύπῳ μόνον τοῦ πλαγιασμοῦ πρὸς κατάστασιν νεύουσα, οὐ μὴν τοῖς πράγμασιν. βούλεται τοίνυν ἀποδεῖξαι ὅτι ‘αὐτὸς οὔτ’ ἐγενόμην αἴτιος τοῦ ποιῆσαι [οὔτε] τὴν εἰρήνην οὔτε τὸ μετὰ κοινοῦ συνεδρίου γενέσθαι ἐκώλυσα‘. F 4 YS ἐνόμισάν τινες τὸ χωρίον τοῦτο εἶναι διήγησιν. |
| 18 55c | οὐκ ἔστι δέ. πόθεν δὲ δῆλον; λέγομεν ὅτι ἀντιθέσεις τινὰς εἰσάγει ἐν τούτῳ καὶ ἀγῶνας· ὅπερ οὐκ ἔχει ἡ διήγησις. A τοῦ . |
| 18 55d | .. πολέμου] καὶ τοῦτο τινὲς ᾠήθησαν εἶναι κατάστασιν, τῷ διηγηματικῷ τύπῳ δελεασθέντες· ἀλλ’ ἡ μὲν κατάστασις οὐκ ἔσχε χώραν, ἵνα μὴ καταναλώσωμεν τὰς πράξεις ἐν ἐκθέσει ψιλῇ, χρῄζοντες ἐν τοῖς ἀγῶσιν αὐτῶν. ἔπειτα εἰ ἡ κατάστασις τοῦτο ἦν, ὡς ᾠήθησαν, τοῦ χάριν πρὸ τῶν παραγραφικῶν οὐκ ἐτίθετο, τοῦτο ἀπαιτούσης τῆς τάξεως; ἔστιν οὖν τὸ δίκαιον κεφάλαιον διηγηματικῶς εἰσηγμένον, λῦον μεταληπτικῶς τὰ ἐγκλήματα. ἀνύει δὲ ἐκ περιδρομῆς καὶ χρήσιμον ἕτερον· δείκνυσι γὰρ ὅτιπερ οὐκ ἔστι φιλοπόλεμος, εἴ γε καὶ πρὸ τῆς αὐτοῦ πολιτείας συνεκροτοῦντο παρὰ τοῖς Ἕλλησι πόλεμοι. gTBcFj 〈πω τότε〉] παρέλκεται τὸ ‘πω‘ πρὸς χάριν τοῦ κώλου μόνον. |
| 18.56 | A καίπερ οὐ δίκαια ποιοῦντας ὁρῶντες] ἵνα μὴ δοκῇ κοινωνεῖν τῇ ἱεροσυλίᾳ ἡ πόλις, εἶπεν ‘οὐχὶ δίκαια‘, ὅτι ἐπιχαίρειν ᾤοντο δεῖν τοῖς Θηβαίοις· καὶ ἡ αἰτία τῇ φύσει τῶν Ἀθηναίων ἀκόλουθος, ὅτι πόλιν Ἑλληνίδα καὶ σεμνὴν πανωλεθρίᾳ διαφθείρειν ἐσπούδαζον, ἀμετρίᾳ τὴν νίκην ὑβρίσαντες. |
| 18.57 | gTBcFj 〈οἷς γὰρ εὐτυχήκεσαν〉] σημείωσαι, ἐπίκρισις. |
| 18.58 | F 2 Yvk τὰ δὲ τούτων ἀδικήματα] ἦλθεν ἐπὶ τὸ ἀντεγκαλεῖν, τὴν αἰτίαν ἀποσεισάμενος. |
| 18.59 | gTBcFj 〈ὁ σός, Αἰσχίνη〉] ἀποστροφή. |
| 18.60 | vp εἶτ’ ὦ—τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;] διὰ τῆς ἀπορίας δείκνυσι τῆς πονηρίας τὸ μέγεθος, ὡς οὐ δυνάμενος δῆθεν δι’ ἑνὸς ὀνόματος δηλῶσαι τὰ πάντα πονηρεύματα τὰ προσόντα τῷ Αἰσχίνῃ· ὡς ἂν εἰ ἔλεγε· ‘κἂν δωροδόκον εἴπω, οὐχ ἁμαρτήσομαι, κἂν συκοφάντην, εὐλόγως ἐρῶ, κἂν ἄλλο τι, οὐ σφαλήσομαι· ποῖον οὖν εὕρω ὄνομα ἁρμόττον τῇ σῇ φύσει;‘ ὡς γὰρ μὴ εὑρίσκων καὶ σχετλιάζων πρὸς τοῦτο λέγει τὸ ‘ὦ τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;‘ A καὶ μὴν εἰ τὸ κωλῦσαι τὴν τῶν Ἑλλήνων] δέον εἰπεῖν ‘τῶν συμμάχων‘, πάντων ὁμοῦ τῶν Ἑλλήνων ἐμνημόνευσεν, ἀπίθανον τοῦ Αἰσχίνου τὸν λόγον ποιῶν. |
| 18.62 | gTBcFj οὔτε γὰρ ἦν πρεσβεία] προσκείμενον τὸ ‘τότε‘ παρέσχεν ἀληθείας ὑπόνοιαν. |
| 18.63 | συμβάλλεται δὲ αὐτῷ καὶ ὁ χρόνος πολὺς παρελθὼν εἰς τὸ δύνασθαι κακουργεῖν. gTBcFj εἰ γὰρ ὑμεῖς ἅμα] διὰ τοῦ ‘ἅμα‘ χώραν ἔχει σοφίσασθαι· ὄντως γὰρ [εἰ] καθ’ αὑτοὺς καὶ πρὸς Φίλιππον εἰρήνην ἐσπένδοντο καὶ τοὺς Ἕλληνας ἠρέθιζον καλοῦντες εἰς πόλεμον. |
| 18.64 | gTBcFj Εὐρυβάτου] πονηροῦ· ἀπὸ τοῦ πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίαν, ὥς φησιν Ἔφορος (FGrHist 70 F 58), εἶτα μεταβαλομένου ἐπὶ Κῦρον. |
| 18.65 | R τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθε] ἄλλο ἐπιχείρημα λῦον τὸ ἔγκλημα ἀπὸ τῆς φύσεως τῶν πραγμάτων. |
| 18.66 | gTBcFj 〈ἐπὶ τὴν εἰρήνην;〉] κομματικὸν καὶ διαλεκτικόν. |
| 18.67 | F 4 οὔτε τῆς ἐξ ἀρχῆς εἰρήνης] τὸ ὁμολογούμενον πρῶτον θείς, ᾧ οὐκ ἔστιν ὑπεύθυνος, ἐπάγει λοιπὸν ἐκ τούτου πιστούμενος τὸ ἀμφίβολον. |
| 18.68 | gTBcFj 〈Ἐργίσκην〉] σημείωσαι, Ἐργίσκη ὃ λέγουσι νῦν Σεργέντζιν. |
| 18.69 | F 2 Yvp τοὺς ἐπικαίρους τῶν τόπων] αὔξει τὰ χωρία οὐ τῷ μεγέθει, ἀλλὰ τῇ θέσει· εὐκαίρων γὰρ δεῖται, ὥστε ἐκεῖθεν καὶ ἀμύνεσθαι τοὺς πολεμίους καὶ περιουσίας χρημάτων περιποιεῖν. |
| 18.70 | gTBcFj προσάγειν τοὺς πρέσβεις ᾤμην δεῖν] τοῦ Φιλίππου τοὺς πρέσβεις ἐλθόντας εἰς τὴν Ἀττικὴν προσάγειν ἐκέλευσεν ὁ ῥήτωρ τῷ δήμῳ. |
| 18.71 | τοῦτο δὲ Αἰσχίνης εἰς φιλιππισμὸν ἐγκέκληκε, τὴν περὶ τοὺς πρέσβεις σπουδὴν διηγούμενος. ὁ δὲ χλευάζει· ‘τοὺς ἐπὶ τούτῳ ἥκοντας, ἵν’ ὑμῖν διαλεχθῶσιν, οὐκ ἔδει προσάγειν;‘ gTBcFj προσάγειν γράψαι] διέβαλλεν Αἰσχίνης ὡς διὰ τούτων φιλιππίζοντα τὸν ῥήτορα, διά τε τοῦ γράψαι αὐτὸν περὶ τῶν πρέσβεων τοῦ Φιλίππου, ὡς ὅτι δεῖ προσελθεῖν τῷ δήμῳ καὶ θέαν αὐτοῖς κατανεῖμαι, ὅ ἐστι καθέδραν αὐτοῖς ἀφορίσαι ἐν τῷ θεάτρῳ προῖκα. |
| 18.72 | δείκνυσι τὸ μὲν τοῦ προσελθεῖν ἀναγκαῖον ὄν, τὸ δὲ περὶ τῆς θέας ὑπάρχον εὐτελές. A κελεῦσαι] τὰ μικρὰ συμφέρεσθαι τῆς πόλεως 〈φυλά〉ττειν. |
| 18.73 | vp ἀλλ’ ἐν τοῖν δυοῖν ὀβολοῖν] δύο γὰρ ὄντων πρέσβεων δύο ἦσαν οἱ ὀβολοί· οὕτως εὐτελὲς ἦν ὃ αἰτιᾶται. |
| 18 74a | ὁ δέ γε Αἰσχίνης τὴν προαίρεσιν ἐγκαλεῖ, οὐ τὸ ἀνάλωμα. gTBcFj ἀλλ’ . |
| 18 74b | .. ὀβολοῖν] τὸ διώβολον παρεῖχον οἱ θεωροῦντες, ὡς ἤδη ἔγνωμεν. ὥστε οὖν γνωστέον ὅτι οἱ δύο πρέσβεις, Ἀντίπατρος καὶ Παρμενίων, τοὺς δύο ὀβολοὺς ἐδίδοσαν, ὁ εἷς πρὸς ἕνα, ἀλλ’ οὐ πρὸς δύο. διὰ τοῦτο εἶπε ‘τοῖν δυοῖν ὀβολοῖν ἐθεώρουν‘. σημείωσαι διότι εὑρίσκεται καὶ παρὰ Θουκυδίδῃ καὶ ἐνταῦθα τὸ ‘θεωρεῖν‘ ἐπὶ τοῦ θεᾶσθαι. A 〈ἕνῃ καὶ νέᾳ〉] ἡ τελευτὴ τοῦ προτέρου μηνὸς καὶ ἡ ἀρχὴ τοῦ ὑστέρου. |
| 18.75 | F 1 οὐ τῷ Φιλίππῳ ζητοῦντος] πολλὴν ἀγρυπνίαν αὐτῷ μαρτυρεῖ ἡ λέξις, ὅτι διετέλει ζητῶν, ὅπως ἂν εὕρῃ τὰ τῇ πατρίδι συμφέροντα. |
| 18.76 | gTBcFj βραχὺ φροντίσαντες οἱ χρηστοὶ πρέσβεις] φροντίσαντες ὧν αὐτὸς εἶπεν· ὡς ὀδυρόμενος δὲ λέγει ὅτι οὐκ εἰσὶ χρηστοί, χρηστοὶ εἶναι ὀφείλοντες. |
| 18.77 | gTBcFj 〈κάθηντο〉] περὶ τοῦ τόνου λέγομεν ὅτι προπαροξύνεται· ἔστι γὰρ ἀπὸ τοῦ κάθημαι. |
| 18.78 | A κλέμμα μὲν Φιλίππου] παραμυθεῖται τὰς συμφορὰς κλέμμα λέγων, ἀλλ’ οὐ κατόρθωμα. |
| 18.79 | gTBcFj 〈δωροδόκημα〉] ἐναλλαγὴ τῶν παρισουσῶν συλλαβῶν. |
| 18.80 | F 2 Y καὶ τότε καὶ νῦν ἀεὶ] δεικνὺς τὴν ἐν τῇ γνώμῃ μάχην, οὐ τὸν ἀπὸ τῶν ὅπλων πόλεμον, προσέθηκεν οἰκείως τὸ ‘διαφέρεσθαι‘. |
| 18 81a | gTBcFj τοὺς τρεῖς συμπεριέλαβε χρόνους, ὡσανεὶ ἔλεγε ‘συντεθνήξομαι τῇ δυσμενείᾳ τῇ κατ’ αὐτῶν‘. |
| 18 81b | A πάλιν ὠνεῖται παρ’ αὐτῶν] τὸ εὔκολον καὶ τὸ σύνηθες ὑποβάλλει τῆς δωροδοκίας. |
| 18.82 | σκόπει δὲ τοῦ λόγου τὴν ἀσφάλειαν ὅτι, ἡνίκα μὲν περὶ προδοσίας ἦν ἡ μνήμη, τὸ ‘ὠνεῖται παρ’ αὐτῶν‘ εἶπεν, ὡς οὐκ ὢν αὐτὸς πρεσβευτής· ὅτε δὲ κακὸν οὐδὲν ἦν, συνῆψεν ἑαυτὸν εἰπὼν ‘ὅπως μὴν ἀπίωσιν ἐκ Μακεδονίασ‘. gTBcFj μηδὲν ἔξω τῆς γραφῆς] ὃ ποιεῖν αὐτὸς διὰ τὸ χρήσιμον βούλεται, τοῦτο περιάπτει τῷ Αἰσχίνῃ, ὅτι ‘αὐτός μοι αἴτιος γεγένηται τοῦ μεμνῆσθαι τῶν ὅλων τοῦ προβουλεύματοσ‘, δι’ ὧν εἶχεν ἀφορμὴν νικῆσαι τὴν γραφήν. |
| 18.83 | gTBcFj 〈οἰκειότητασ〉] οἰκειότητας λέγει τὰς φιλίας· οἷον οὐ τὸ λέγειν τινὰ πρὸς ἄλλον ὅτι ‘φιλῶ σε‘, ἤδη τοῦτο φιλίαν ἀπεργάζεται, ἀλλὰ τὰ πράγματα συνάπτει τοὺς φίλους ὅταν ἑκατέροις ὁμοίως συμφέρῃ. |
| 18.84 | A πρυτάνεων καὶ βουλῆς] δικαστήριον φονικόν. |
| 18.85 | F 1 〈ᾤχετο ἐκείνους λαβὼν〉] ἀντὶ τοῦ καταδουλωσάμενος Θηβαίους καὶ Θετταλούς. |
| 18.86 | A καὶ γεωργῶν τὰ ἐκείνων] ὡσανεὶ ἔλεγε ‘μισθὸν τοῦ κατὰ Θηβαίων δράματος τὴν ἐκείνων χώραν ἐδέξατο‘. |
| 18.87 | τὸ δὲ ‘τοὺς Θηβαίους ἐλεεῖσ‘, ὡσανεὶ ἔλεγε ‘μὴ δάκρυε τὰς Θήβας, Αἰσχίνη, ἀφ’ ὧν πεπλούτηκασ‘. A ὃς εὐθὺς ἐξῃτούμην] μετὰ τὴν κατασκαφὴν τῶν Θηβαίων ἐπελθόντος τοῦ Ἀλεξάνδρου καὶ ταῖς Ἀθήναις, ἐξῃτούμην ὑπ’ αὐτοῦ. |
| 18.88 | A 〈περιιὼν〉] τὸ σχῆμα τοῦ λόγου νόημά ἐστιν ἕν, τῇ ἑρμηνείᾳ πλείοσι κώλοις ἐπεκταθὲν καὶ γεγονὸς πνεῦμα. |
| 18.89 | F 2 Y 〈Ἰλλυριοὺς καὶ Τριβαλλοὺσ〉] ἔθνη ταῦτα πλησίον Μακεδονίας. |
| 18.90 | A 〈οὐ πρὸς ἐμέ〉] ἐργασία· ἕως ὧδε τὸ πρῶτον πνεῦμα, εἶτα τὸ δεύτερον. |
| 18.91 | F 4 καὶ ὅποι πεμφθείην] εἶπε κἀν τοῖς Φιλιππικοῖς οἷα ἐποίησεν ἔν τε Πελοποννήσῳ καὶ παρὰ Ἀργείοις καὶ Μεσσηνίοις δημηγορῶν· εἶτα αὔξει τὰς ἐν ταῖς πόλεσι νόσους, δεικνὺς πόθεν αὐτῷ τὸ μὴ κατορθῶσαι συμβέβηκε. |
| 18.92 | gTBcFj 〈ἐδωροδόκουν〉] δῶρα ἐλάμβανον. |
| 18.93 | F 2 Yvp κόλακες καὶ θεοῖς ἐχθροὶ] λεληθότως ὁ ῥήτωρ παραινέσαι βούλεται φεύγειν τὴν προδοσίαν, τὸ πέρας αὐτῆς ἐλεεινὸν ἐξηγούμενος. |
| 18.94 | gTBcFj καὶ μισεῖ καὶ ἀπιστεῖ] καλῶς ἡ τάξις ἔχει τῶν λέξεων· μισεῖ γὰρ καταγνούς, ἀφ’ ὧν κακοὶ περὶ τὴν ἐνεγκοῦσαν ἐγένοντο· μισήσας δὲ καὶ ἀπιστεῖ· οὐδεὶς γὰρ πιστεύει τῷ μισουμένῳ. |
| 18.95 | ὃν δὲ ἄπιστον καὶ ἐχθρὸν ἡγεῖταί τις, ὑβρίζων οὐ παύεται. gTBcFj μέχρι τούτου] τοῦτο λέγεται ἐπαναφορὰ διὰ τὸ κατὰ συζυγίαν ἐξενεχθῆναι, καὶ λαμπρότητος πλείστης καὶ κάλλους μετέχει διὰ τὸ πεπονθότως τὸν ῥήτορα λέγειν. |
| 18 96a | F 2 τὸ σχῆμα τῆς κατὰ κῶλον ἐπαναφορᾶς, ὅπερ ἐστὶ καὶ παρισώσεως εἶδος, μέχρι—μέχρι—μέχρι. |
| 18 96b | F 2 Y καὶ πλεῖστα ἀντιλέγων τούτοις] εὑρίσκεται καὶ τῶν προδοτῶν εὐεργέτης ὁ φιλόπολις. |
| 18.97 | gTBcFj οὗτος ὑμῖν, Αἰσχίνη] ὡς κεφάλαιον τῶν προδοτῶν τὸν Αἰσχίνην ὠνόμακε, καὶ πρὸς αὐτὸν ἀποτεινόμενος οἴεται πρὸς ἅπαντας προσάγεσθαι. |
| 18.98 | gTBcFj πάλαι ἂν ἀπωλώλειτε] ἔστι γὰρ διαφθορὰ προδοτῶν ἡ ἀργία καὶ τὸ μὴ ἔχειν πρόφασιν δωροδοκίας. |
| 18.99 | διὰ τὸ δύσφημον δὲ εἰς αὐτοὺς ἔτρεψε τὴν ἀπώλειαν· ἐπεὶ τό γε ἀκόλουθον ἦν εἰπεῖν ‘ἐπεί, ὅσον ἧκεν εἰς ὑμᾶς, πάλαι ἂν ἡ πόλις διέφθαρτο‘. gTBcFj 〈καὶ περὶ μὲν τῶν τότε〉] ἕως ὧδε τὰ τρία πνεύματα· διὸ ἐκ τῆς τῶν τριῶν πνευμάτων συνθέσεως ἀκμὴ γέγονεν ἐντελὴς ἐκ νοημάτων οὖσα. |
| 18.100 | F 2 Y πλείω τῶν ἱκανῶν εἰρῆσθαι] φθάνει τῶν δικαστῶν τὴν ἐπιτίμησιν· οἶδε γὰρ ὡς ἡ τῶν παλαιῶν ἄκαιρος μνήμη λυπεῖ τὸν καθήμενον. |
| 18.101 | gTBcFj ἑωλοκρασίαν] ἕωλόν φασι πᾶν τὸ ἐπὶ τὴν ἑξῆς ἡμέραν. |
| 18 102a | ὁ οὖν Δημοσθένους νοῦς ὅτι ‘οὗτος, ὃ χθὲς καὶ πρώην ἐκέρασε πρᾶγμα, τήμερόν μου καταχέει καὶ ἐμὲ πρᾶξαί φησι τὰ κακῶς αὑτῷ οἰκονομηθέντα‘. F 1 (τὰ— οἰκονομηθέντα F 4) Yvp ἕτεροι δέ φασιν ὅτι Ἀθήνησιν εἶχον ἔθος οἱ νέοι, εἴ ποτε παννυχὶς εἴη, κιρνάναι κρατῆρας κἀκ τούτων μεθύσκεσθαι, ἕωθεν δέ, εἴ τι λείποιτο, κατὰ τῶν ἀπαυδησάντων ἐν τῷ πότῳ κατασκιδνάναι, καλοῦντες τοῦτο ἑωλοκρασίαν. |
| 18 102b | F 4 Y ἐγὼ δὲ μᾶλλον νομίζω πεποιῆσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος ἀπὸ τῶν ἑώλων, ἅ ἐστιν ἀρχαῖα, ὅτι πράγματα ἀρχαῖα συγκεράσας κατηγορεῖ ὁ Αἰσχίνης. |
| 18 102c | B ἑωλοκρασίαν] φανερὸν μὲν τὸ ὄνομα· εἴρηται γὰρ ἀπὸ τοῦ κεκραμένου οἴνου καὶ ἑώλου γενομένου, οἱονεὶ χθεσινοῦ. |
| 18 102d | ἐγίνετο δὲ τὸ τῆς ἑωλοκρασίας παρὰ τοῖς Ἀθηναίοις οὕτως· ἐν ταῖς πανηγύρεσι συνῄεσαν πολλοὶ μετ’ ἀλλήλων συμποσιασόμενοι καὶ ἔμειναν πολλάκις πίνοντες ἕως τῆς ἄλλης ἡμέρας ὡς ἐν πανηγύρει. εἰ δέ τις τούτων μεθυσθεὶς ἐκαθεύδησε καὶ εἴασε τὸ ποτήριον αὑτοῦ, τῇ ἑξῆς οἱ λοιποὶ συμπόται λαβόντες τοῦτο ἐξέχεον κατὰ τῆς ἐκείνου κεφαλῆς ὥσπερ ἐπεγγελῶντες, διότι οὐκ ἴσχυσε πρὸς τὸ μιμήσασθαι αὐτούς. ἀπὸ μεταφορᾶς οὖν ἐκείνου τοῦ χθεσινοῦ καὶ ἑώλου γενομένου εἶπε καὶ ἐπὶ τῶν πραγμάτων, ὧν αὐτῷ ἐνεκάλεσεν ὁ Αἰσχίνης, διότι παλαιὰ αὐτοῦ κατηγόρησεν. A 〈κατασκεδάσασ〉] ἐνέμεινε τῇ τροπῇ τῆς ἑωλοκρασίας. |
| 18.103 | A 〈μισθωτὸσ〉] σημείωσαι ὅτι φασὶ τὸν Δημοσθένην ‘μίσθωτοσ‘ ἀναγνῶναι· τῶν δὲ δικαστῶν ‘μισθωτὸσ‘ εἰπόντων ἐπὶ διορθώσει δῆθεν τοῦ λόγου, εὐθὺς δράξασθαι τὸν Δημοσθένην τῆς τούτων φωνῆς, καί φησιν· ‘εἰ ἀκούεις ἃ λέγουσιν‘. |
| 18 104a | F 4 μισθωτὸς] πολλαὶ περὶ τούτου φέρονται ἐξηγήσεις. |
| 18 104b | οἱ μὲν γὰρ λέγουσιν ὅτι ἑκὼν ἐβαρβάρισεν εἰς τὸ ‘μίσθωτοσ‘, ἵνα, ὥσπερ τῶν δικαστῶν βουλομένων διορθώσασθαι αὐτόν, αὐτὸς κακούργως τὴν διόρθωσιν ἀνθ’ ὁμολογίας δέξηται καὶ εἴπῃ ὅτι ‘ἀκούεις ἃ λέγουσιν‘, ὅτι μισθωτόν σε καλοῦσιν. ἄλλοι δὲ λέγουσιν ὅτι Μένανδρος ὁ κωμικὸς καί τινες αὐτοῦ φίλοι παρόντες ἐν τῷ δικαστηρίῳ, χαριζόμενοι τῷ Δημοσθένει ἅτε δὴ φίλοι, ἐρωτήσαντος αὐτοῦ τοῦτο, ἀναστάντες εἶπον ὅτι ‘μισθωτός ἐστιν ὁ Αἰσχίνησ‘, καὶ αὐτῶν τῶν ὀλίγων τὴν φωνὴν ὥσπερ ἀπόκρισιν ἐδέξατο παντὸς τοῦ δικαστηρίου. Γενέθλιος δέ φησιν ὡς ὅτι ἔθος ἐστὶ τοῖς ῥήτορσι καὶ μάλιστα τῷ Δημοσθένει τὰ ἀμφίβολα ὡς ὡμολογημένα λαμβάνειν. A μισθωτὸς] τινὲς εἰρήκασιν ὅτι ἑκὼν ἐν τῷ ἐρωτᾶν ὁ ῥήτωρ ἐβαρβάρισεν ἐξεπίτηδες 〈‘μίσθωτοσ‘ λέγων〉, εἶτα ἐπελάβετό τις αὐτοῦ ὡς διορθούμενος καὶ ἐβόησε ‘μίσθωτοσ‘ τῷ 〈αὐτῷ〉 τόνῳ ἤδη καὶ ‘μισθωτόσ‘, εἶτα τὴν διόρθωσιν ἀπόκρισιν καὶ βεβαίωσιν εἴρηκεν. |
| 18 104c | οἱ δέ φασιν ὡς Μένανδρος ὁ κωμικός, φίλος ὢν αὐτοῦ καὶ ὢν ἐν τοῖς δικασταῖς, ἀπεκρίνατο χαριζόμενος, καὶ τοῦ ἑνὸς τὴν φωνὴν ὡς τῶν πάντων ἐδέξατο. ἔνιοι δὲ ὑπέλαβον ὡς ἐρωτήσαντος αὐτοῦ οἱ δικασταὶ διελέχθησαν ‘τί βούλεται οὗτος καὶ τί ποιεῖν δεῖ;‘, καὶ ταύτην αὐτῶν τὴν ζήτησιν προλαβὼν ἐποίησε τὴν ἀπόκρισιν. gTBcFj 〈ἀκούεισ〉] κατὰ παρασιώπησιν. |
| 18.105 | vp βούλομαι τοίνυν καὶ περὶ γραφῆς αὐτῆς] διττῶς διεῖλε τὸ δίκαιον, καὶ τὸ μὲν ἐν τῇ ἀναιρέσει τῶν ἀδικημάτων, ἔνθα καὶ ἀντεγκαλεῖ τῷ ἀντιδίκῳ, τὸ δὲ λοιπὸν ἐν τῇ θέσει τῶν εὐεργετημάτων καὶ τῶν πράξεων. |
| 18.106 | F 4 YS γραφῆς αὐτῆς] ἐνταῦθα δεῖ λαβεῖν ἀντὶ τοῦ ‘μόνησ‘, οἷον ‘περὶ μόνης αὐτῆς τῆς γραφῆσ‘, ὥσπερ ἐστὶν ὅμοιον καὶ παρὰ τῷ ποιητῇ, ὅταν λέγῃ (Θ 99) ‘Τυδείδης δ’ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη‘ ἀντὶ τοῦ ‘μόνοσ‘. |
| 18.107 | A ἐν Πνυκὶ] ὄνομα τόπου. |
| 18.108 | F 1 〈κλήτορεσ〉] οἱ μαρτυροῦντες τοῖς καλοῦσιν εἰς δίκην. |
| 18.109 | R 〈ἃ μὲν διώκει〉] ἀρχὴ ἑτέρου μέρους τοῦ δικαίου. |
| 18.110 | F 1 YS ἐγὼ δ’ ἀπ’ αὐτῶν τούτων] δι’ ὧν ἕπομαι τῷ ἀντιδίκῳ δῆλός εἰμι τὴν ἀλήθειαν ἀγαπῶν. |
| 18.111 | προσεκτέον δὲ ἀκριβῶς τοῖς λεγομένοις, ἵνα μὴ ἐναντιώματι περιπέσωμεν. εἰ γὰρ ἐν τῷ προοιμίῳ δυσχεραίνων ἔφη μὴ τὸν ἀντίδικον σύμβουλον ποιήσασθαι περὶ τοῦ πῶς 〈δεῖ〉 ἀκούειν, νῦν δὲ ἕπεται τῇ γραφῇ (τοῦτο γὰρ ἐπαγγέλλεται), πῶς οὐκ ἂν δόξειεν αὐτὸς αὑτῷ περιπίπτειν; ἰστέον οὖν ὡς ὁ Αἰσχίνης, ἡνίκα μὲν ἐξ ἀρχῆς τὴν κατὰ τοῦ Κτησιφῶντος παρεῖχε γραφήν, τὴν διαβολὴν τοῦ βίου καὶ τῆς πολιτείας τοῦ Δημοσθένους προὔταξεν· ὅτε μέντοι τὸν λόγον τῆς κατηγορίας ᾠκονόμησεν, ἐνήλλαξε τὰ κεφάλαια πρὸς τὸ δοκοῦν αὐτῷ χρήσιμον μεταθεὶς τὴν διοίκησιν. ὁ τοίνυν ῥήτωρ κατὰ μὲν τὴν γραφὴν ζηλοῦν ἐπαγγέλλεται (λυσιτελεῖ γὰρ αὐτῷ προτάξαι τὴν πολιτείαν), ἀποφεύγει δὲ τὴν ἐπινοηθεῖσαν ἐν τῷ λόγῳ μέθοδον ὡς βλάπτουσαν αὐτόν, ὥστε οὐδὲν ἐναντίον ἀναφανήσεται. gTBcFj καὶ οὐδὲν ἑκὼν παραλείψω] ἵνα, κἂν ἄλλως 〈ποιήσῃ〉, σχῇ ἀποφυγὴν τὴν ἄγνοιαν ἢ λήθην ἤ τι τῶν τοιούτων. |
| 18.112 | gTBcFj ὅ τι ἂν δύνωμαι ἀγαθὸν] προεθίζει τοὺς δικαστὰς 〈μὴ〉 πάντα μὲν τὰ ἀπὸ γνώμης ἐγκαλεῖν, ἃ δὲ μὴ δυνάμεως ἀνθρωπίνης ἐστί, τύχῃ λογίζεσθαι. |
| 18.113 | gTBcFj ἔτι μέντοι καὶ τοὺς νόμους] ὁ μηδένα ἔχων νόμον σκόπει πόσους ἔχει· ὁμολογεῖ 〈δὲ〉 καὶ δεικνύειν ἐπαγγέλλεται. |
| 18.114 | gTBcFj καί με μηδεὶς ὑπολάβῃ] προθεραπεύει τὸ ἄτοπον. |
| 18.115 | ἵνα γὰρ μή τις εἴπῃ ‘τί λέγεις ἡμῖν ἐν Ἑλλάδι πράξεις γεγενημένασ‘, ἐπισημαίνεται ὅτι ‘τὸν ὅλον μου βίον καὶ πᾶσαν τὴν πολιτείαν μεμψάμενος, αὐτὸς γέγονεν αἴτιος κἀκείνων ποιήσασθαι μνήμην· ὥστε οὐκ ἀποπλανῶν καὶ ἀποχωρίζων τὸν λόγον ταῦτα διέξειμι‘. gTBcFj ἀπαρτᾶν] χωρίζειν τὴν ἀπολογίαν τὴν νῦν ἀπὸ τῆς γραφῆς καὶ τῆς κατηγορίας, ἧς νῦν κατηγοροῦμαι. |
| 18 116a | A ἢ χωρίζειν. |
| 18 116b | vp 〈ἃ μὲν οὖν〉] σημείωσαι, σχῆμα κατὰ ἀποσιώπησιν. |
| 18.117 | F 2 Y προὔλαβε καὶ κατέσχε Φίλιππος] μονονουχὶ μέμφεται τὴν τύχην, ἐφ’ οἷς βραδύτερον πεπολίτευται· διὰ τοῦτο γὰρ κατέσχε τῶν πλείστων ὁ Φίλιππος, οὔπω Δημοσθένην βλέπων ἐπὶ τοῦ βήματος. |
| 18.118 | gTBcFj ἐπὶ ταῦτα ἐπέστην] ὥσπερ τινὸς δαίμονος ἐπιστασίαν λέγει τῆς αὑτοῦ κηδεμονίας τὴν παρουσίαν. |
| 18.119 | gTBcFj 〈φορὰν προδοτῶν〉] τροπικῶς εἶπε· φορὰ γὰρ εἴωθε λέγεσθαι ἐπὶ σίτου ἢ ἄλλων καρπῶν τῶν φερομένων ἐν ἑκάστῳ ἐνιαυτῷ· ἐνέμεινε τῇ τροπῇ εἰπὼν (62) ‘καὶ φυομένου κακοῦ‘. |
| 18 120a | A τροπικῶς. |
| 18 120b | vp πότερον αὐτὴν ἐχρῆν] κατ’ ἐρώτησιν τὸ σχῆμα. |
| 18 121a | θαρρεῖ γὰρ 〈τὸ (63) ‘φρόνημα ἀφεῖσαν‘.〉 ἔστι δὲ φρόνημα μὲν τὸ ἀπὸ τῶν ἔργων, ἡ δὲ ἀξία τῆς τύχης. gTBcFj σχῆμα κατ’ ἀποστροφήν. |
| 18 121b | F 2 Y δεινὸν γὰρ ὡς ἀληθῶς] τῇ οἰκείᾳ κρίσει τὸ ἀπευκτὸν ἐμφαίνει τοῦ πράγματος. |
| 18.122 | gTBcFj καὶ πλείω σώματα καὶ χρήματα] προλύει καὶ νῦν ὁ ῥήτωρ ἐσομένην ἀντίθεσιν, ἐν ᾗ περὶ Θηβαίων καὶ Εὐβοέων ὁ Αἰσχίνης διαλεγόμενος τοῦτο ἐγκαλεῖ, ὅτι πολλὰ πεποίηκε δαπανῆσαι τὴν πόλιν. |
| 18.123 | gTBcFj τὸν ὀφθαλμὸν] ἤδη ἔγνωμεν ὅτι τὸν ὀφθαλμὸν ἐπλήγη ὁ Φίλιππος ἐν τῇ Μεθώνῃ, τὴν δὲ κλεῖν ἐν Ἰλλυριοῖς, τὸ δὲ σκέλος καὶ τὴν χεῖρα ἐν Σκύθαις. |
| 18.124 | Avp παραχωρῆσαι Φιλίππῳ] τὸ οἰκεῖον κτῆμα ἡ λέξις σημαίνει· ἀποδίδωσι μὲν γάρ τις τἀλλότριον, παραχωρεῖ δὲ τῶν ἰδίων. |
| 18.125 | καὶ τὸ ‘Φιλίππῳ‘ δὲ μετὰ βαρύτητος εἴρηται. τίνι γάρ, εἰπέ μοι, παραχωρεῖς; ὁμοφύλῳ; στέργω τὴν τύχην. Λακεδαιμονίοις; οὐκ ἀνιῶμαι. ἐὰν δὲ ἐπιστήσῃς μοι Μακεδόνα δεσπότην, οὐ φέρω τὴν συμφοράν, ἀρνοῦμαι τὸν ἐκ Πέλλης ἡγούμενον. gTBcFj λοιπὸν τοίνυν ἦν καὶ ἀναγκαῖον] ἱκανῶς ἐκ τῶν προλεχθέντων συνήγαγεν ὡς ἀναγκαῖον τὸν ὄντα Ἀθηναῖον ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἑλλήνων ἀμύνασθαι. |
| 18.126 | gTBcFj τοῦτ’ ἐποιεῖτε μὲν ὑμεῖς] εἰ δὲ ἀναγκαῖον, καλῶς ἐποιεῖτε καὶ ὑμεῖς αὐτὰ κἀγὼ συνεβούλευον. |
| 18.127 | ἐνήλλαξε μέντοι τὴν τάξιν (ἦν γὰρ πρῶτον μὲν τὸ γράφειν, δεύτερον δὲ τὸ πεισθέντας ποιεῖν), ἵνα δόξῃ ἕπεσθαι αὐτοῖς καὶ τῷ φρονήματι τῷ κοινῷ. gTBcFj 〈τὴν Πεπαρήθου〉] Πεπάρηθος νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει πρὸ τῆς Θετταλίας. |
| 18.128 | ταύτην ἐπόρθησεν Ἄλκιμος, ναύαρχος τοῦ Φιλίππου. Avp 〈τουτουσὶ〉] δηλονότι τοὺς Ἀθηναίους. |
| 18.129 | A Εὐβούλου καὶ Ἀριστοφῶντος] δαιμονία τῶν προσηγοριῶν ἡ θέσις. |
| 18.130 | προηγεῖται μὲν γὰρ ὁ Εὔβουλος ὁ φίλος εἶναι τοῦ Μακεδόνος νομισθείς, διαδέχεται δὲ Ἀριστοφῶν, ἀνὴρ πολλάκις μὲν κριθείς, οὐδέποτε δὲ καταγνωσθείς, τρίτος δὲ ὁ Διοπείθης ὁ περὶ τὴν Θρᾴκην λυπήσας τὸν Φίλιππον, περὶ οὗ ἀγωνίζεται ἐν τοῖς Φιλιππικοῖς ὁ ῥήτωρ. διὰ τοῦτο τελευταίου ἐμνημόνευσε πᾶσαν ἀποτέμνων ὑπόνοιαν. gTBcFj ὦ λέγων εὐπετῶς] εἰ γὰρ ἀληθὲς ἢ ψεῦδος οὐ μέλει σοι. |
| 18.131 | gTBc 〈περὶ τούτων〉] ἅπερ ἐποίησε μετὰ τοὺς ὅρκους. |
| 18.132 | Avp 〈ἀλλ’ ὁ τὴν〉] πνεῦμα. |
| 18.133 | F 1 ἀλλὰ τὴν Μυσῶν λείαν] παροιμία· τάττεται δὲ ἐπὶ τῶν μάτην καὶ ἀναιτίως ἀπολλυμένων. |
| 18 134a | F 2 YS ἀλλὰ . |
| 18 134b | .. λείαν] πλέοντες οἱ Ἕλληνες ἐπὶ τὴν Τροίαν προσώρμισαν τῇ Μυσίᾳ καὶ νομίσαντες αὐτὴν εἶναι τὴν Τροίαν ἐπόρθουν. Τήλεφος δὲ ὁ τότε Μυσίας τύραννος πολλοὺς κατατοξεύσας ἐτρώθη καὶ αὐτὸς ὑπὸ Ἀχιλλέως εἰς τὸν μηρόν· εἶτα ὕστερον χρωμένῳ αὐτῷ περὶ ἰάσεως ἀνεῖλεν ὁ θεός, ὡς οὐκ ἄλλως θεραπευθήσεται, εἰ μὴ ὁ τρώσας καὶ ἰάσεται. ἵνα μὴ οὖν ἀπελθὼν πρὸς τὸν Ἀχιλλέα γνωσθῇ, λαβὼν σχῆμα πτωχοῦ καὶ ἀπελθὼν εἰς τὴν Ἑλλάδα προσῆλθεν αὐτῷ ὡς πένης, ἰάσεως τυχεῖν βουλόμενος· ἐπεπαίδευτο γὰρ καὶ τὴν ἰατρικὴν ὁ Ἀχιλλεὺς ὡς παρὰ Χείρωνι τραφείς. καὶ οὕτω θεραπευθεὶς μισθὸν τῆς ἰάσεως λέγεται δοῦναι τῷ Ἀχιλλεῖ τὸ καθηγήσασθαι τοῖς Ἕλλησι τῆς ἐπὶ Τροίαν ὁδοῦ. εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν κακῶς πασχόντων, τινὲς δὲ ἐπὶ τῶν ἀδίκως ἀπολλυμένων, ὡς καὶ ἡ Μυσία τότε ἀδίκως ἔπαθεν ὑπὸ τῶν Ἑλλήνων πρῶτον, ὕστερον δὲ ὑπὸ τῶν ἀστυγειτόνων τῇ τοῦ Τηλέφου ἀπουσίᾳ. A ἀλλὰ . |
| 18 134c | .. λείαν] ἀγνοήσαντες Ἕλληνες Τροίαν προσωρμίσθησαν τῇ Μυσίᾳ ἧς Τήλεφος ἦρχεν, νομίσαντες αὐτὴν εἶναι τὴν Ἀλεξάνδρου καὶ ἐκάκουν εἰς ὅσον ἐξῆν. ἐξιὼν οὖν Τήλεφος καὶ τούτοις συρράξας ἔτρωσε μὲν πολλούς, τέτρωται δὲ καὶ αὐτὸς ὑπ’ Ἀχιλλέως πρὸς τῷ μηρῷ. ἐγνωκότων οὖν Ἑλλήνων τὴν πλάνην καὶ ἀποκεχωρηκότων οἴκαδ’ ἑκάστου, ἀπῄει Τήλεφος εἰς Δελφοὺς τοῦ τραύματος χρησόμενος πέρι. καὶ ἰατρὸν τοῦ τραύματος ἀνεῖλε τὸν τετρωκότα ὁ Πύθιος· καὶ ὃς πτωχὸν ὑποκριθείς, δεδιὼς μὴ Ἀχιλλεῖ πεφωρᾶσθαι ἂν ἀπῆλθε παρ’ Ἀχιλλεῖ ἰάσεως εἵνεκα, ὑπὸ Χείρωνος πάλαι πεπαιδευμένῳ καὶ ταύτην τὴν ἐπιστήμην μετὰ τῶν τακτικῶν. τυχὼν οὖν ὧν ᾔτει μισθὸν ἀποδίδωσι τούτῳ εἰς Τροίαν ἡγήσασθαι Ἕλλησιν. εἴρηται δὴ ἡ παροιμία ἐπὶ τῶν κακῶς ἢ ἀδίκως πασχόντων· ἀμφότερα γὰρ ὑφ’ Ἑλλήνων ἔπαθον τότε Μυσοί. Pr περιείργασμαι μὲν ἐγὼ] ἐνταῦθα ἐπὶ τῶν ἡμαρτημένων πρῶτον ἑαυτὸν εἴρηκε καίτοι ἐν τοῖς ἄνω ἐναλλάξας, ὡς ἔφην. |
| 18.135 | τὸ δὲ ‘περιείργασμαι‘, ‘περιττῶς καὶ οὐκ ἀναγκαίως παρῄνεσά τε ἐγὼ καὶ ἡ πόλις ἡ πεισθεῖσα μάτην ἐπείσθη‘. εἶτα συναγαγὼν τὴν πόλιν καὶ συνάψας τῷ ἁμαρτήματι, πάλιν αὐτὴν ἐλευθεροῖ πρὸς εὔνοιαν ἕλκων καὶ ἑαυτῷ περιτίθησιν ἅπαν τὸ πλημμέλημα. gTBcFj εἰ δὲ ἔδει τούτων κωλυτὴν] ὕστερον ἐφύλαξε τὸ δίκαιον, πολλὰς πρότερον τὰς ἀτοπίας ἐπισωρεύσας. |
| 18.136 | gTBcFj Εὔβουλος ἔγραψε] πάλιν προτάττει τὸν Εὔβουλον, ἵνα δείξῃ περιφανῶς ἀδικοῦντα τὸν Φίλιππον, ὡς κατανοῆσαι αὐτοῦ 〈τὰς ἐπιβουλὰσ〉 καὶ τὸν Εὔβουλον· καὶ ἑξῆς μνημονεύει τῶν ἄλλων λοιπόν. |
| 18.137 | gTBcFj ἐγὼ δ’ οὐδὲν περὶ τούτων] καλῶς τὸ ‘περὶ τούτων‘, ἵνα μὴ πάντῃ ἑαυτὸν ἀλλοτριώσῃ τοῦ γράφειν. |
| 18.138 | gTBcFj 〈βοηδρομιῶνοσ〉] Ἰουνίου. |
| 18.139 | Pr 〈λέγε δ’ αὐτὴν τὴν ἐπιστολὴν τοῦ Φιλίππου〉] Σηλυμβρίαν ἐπολιόρκει Φίλιππος πόλιν τῶν ἐπὶ Θρᾴκης. |
| 18.140 | ἔπεμψαν οὖν Ἀθηναῖοι πλοῖα σιτηγήσοντα αὐτοῖς ἐξ Ἑλλησπόντου, Λαομέδοντος ναυαρχοῦντος· καὶ ὑπονοήσας Φίλιππος μὴ ἐπὶ σιτηγίαν ἀφῖχθαι τὰ πλοῖα, ἀλλὰ βοηθήσοντα Σηλυμβριανοῖς, κατέσχεν αὐτά τε καὶ τὸν ναύαρχον, καὶ γέγραφεν Ἀθηναίοις ἐπιστολὴν αἰτιώμενος αὐτοὺς ὅτι βοηθοῖεν Σηλυμβριανοῖς οὐ συμπεριειλημμένοις τῇ εἰρήνῃ, καὶ παρ’ αὐτοὺς εἶναι τὸ λελύσθαι τὰς σπονδάς, ἀπειλῶν τε ἀμυνεῖσθαι αὐτοὺς παντὶ σθένει, εἰ μὴ τῶν κατ’ αὐτοῦ πραγμάτων πεπαύσονται. ἐλθόντων δὲ παρ’ Ἀθηναίων εἰς αὐτὸν πρέσβεων ἔδωκέ τε τὰ πλοῖα καὶ ἀφῆκε τὸν ναύαρχον. νῦν οὖν Δημοσθένης, αἰτιωμένου αὐτὸν Αἰσχίνου (3, 55) ὡς αἴτιος ἐγένετο τοῦ πολέμου, δολίως μεταχειρίζεται τὸ πρᾶγμα, λέγων ἑαυτὸν μὴ ποιῆσαι τὸν πόλεμον διὰ τὸ μὴ δηλῶσαι τὸν Φίλιππον τοῦτο ἐν τῇ ἐπιστολῇ· καίτοι αὐτὸς ἦν ὁ παρακεκινηκὼς Ἀθηναίους εἰς τὸ πολεμεῖν Φιλίππῳ, καὶ λέγων ὡς τῷ μὲν ἔργῳ πάλαι πολεμεῖ πρὸς τὴν πόλιν, τῷ δὲ λόγῳ νῦν ὁμολογεῖ διὰ τῆς ἐπιστολῆς, καὶ πρὸς ὀργὴν ἐντεῦθεν Ἀθηναίους ἐπαίρων. ὅτι δὲ ταῦθ’ οὕτως ἔχει ἐκ τοῦ λόγου τοῦ ἐπιγεγραμμένου πρὸς τὴν τοῦ Φιλίππου ἐπιστολὴν πᾶς τις ἀναγνοὺς εἴσεται καὶ φωράσει τὸ ποικίλον τοῦ ῥήτορος. Pr οὐδαμοῦ Δημοσθένην] ἀπὸ τοῦ ὀνόματος μὴ κειμένου ἐν τῇ ἐπιστολῇ ἰσχυρίζεται. |
| 18.141 | ὀνομαστὶ μὲν γὰρ οὐκ ἔγραψεν ὁ Φίλιππος, ὅμως εἰς αὐτὸν τὸν Δημοσθένην αἰνιττόμενος καὶ τοὺς περὶ αὐτόν. A 〈παρεδύετο〉] ὡς ἐπὶ λῃστοῦ εἶπε τὴν λέξιν. |
| 18.142 | A 〈ἔξοδον〉] ἔξοδον λέγει ἀντὶ τοῦ στρατιάν. |
| 18.143 | A καὶ τὴν εἰς Ἐρετρίαν] τόπος τῆς Εὐβοίας. |
| 18.144 | F 2 τοὺς ἀποστόλους] τὴν ναυτικὴν δύναμιν λέγει. |
| 18.145 | A καὶ μὴν ὅτι πολλὰ μὲν ἂν χρήματα] κατασκευὴ τῶν εἰρημένων καὶ αὔξησις, ἵνα μήτε ὕπτιος ὁ λόγος γίγνηται καὶ ποιήσῃ τὴν πολιτείαν σεμνοτέραν ἐκ τῆς τῶν χρημάτων καταφρονήσεως. |
| 18.146 | gTBcFj 〈οἱ γὰρ〉] ἕκαστα πλέον νῦν. |
| 18.147 | F 2 σοὶ δὲ ἦσαν φίλοι] ὥστ’ ἐφάνη καὶ κατὰ τοῦτο τῇ θρεψαμένῃ πολέμιος. |
| 18.148 | gTBcFj οὐ τοίνυν ἐπράχθη τούτων οὐδὲν] ‘οὐ τοίνυν διεφθάρην ὑπὸ χρημάτων ἐγώ‘, ἵνα ἀκολούθως ἐπαγάγῃ ‘ὦ βλαφημῶν περὶ ἐμοῦ καὶ λέγων ὡς σιωπῶ μὲν λαβών, βοῶ δ’ ἀναλώσασ‘. |
| 18.149 | εἶτα περιτροπῇ δείκνυσι τὰ ἴδια τῶν δωροδοκούντων, ὡς βοῶσι μὲν ἔχοντες καὶ συναγωνίζονται τῷ δεδωκότι (τοῦτο δὲ Αἰσχίνης ποιεῖ), παύσονται δὲ οὐδέποτε ἄλλως, εἰ μὴ ταῖς κολάσεσι. gTBcFj καὶ ἀναρρηθέντος ἐν τῷ θεάτρῳ] ἴσως οὐδενὸς ἐπισημηναμένου οὐδὲ γραψαμένου ἔλαθε κυρωθὲν τοῦ Ἀριστονίκου τὸ ψήφισμα. |
| 18.150 | οἱ δέ φασιν ὅτι, ξενικοῦ στεφάνου πεμφθέντος αὐτῷ διὰ τῶν σεσωσμένων, ἔγραψεν Ἀριστόνικος ἐπιτρέψαι καὶ τὸν δῆμον ἀναγορευθῆναι αὐτὸν ἐν τῷ θεάτρῳ· διὸ καὶ λέγει ‘στεφανωσάντων τοίνυν ἐμὲ‘ καὶ ‘δευτέρου κηρύγματος ἤδη μοι τούτου γνωσθέντοσ‘, ὡς καὶ ἑτέρου πρὸ Ἀριστονίκου τὸ αὐτὸ γράψαντος. ἔοικε δὲ τοῦτο σόφισμα εἶναι· εἰ γὰρ εἶχεν, ἀνέγνω ἄν· ἀλλ’ ἔρριπται ἁπλῶς. οὐ μὴν οὐδὲ ληπτέον τὸ δεύτερον κήρυγμα τὸ ὑπὸ Κτησιφῶντος. μετὰ μικρὸν γὰρ ἐρεῖ καὶ περὶ ἄλλων αὐτῷ γραφεισῶν δωρεῶν ὑπό τε Ὑπερίδου καὶ Δημομέλους. gTBcFj ἔστιν οὖν ὅστις ὑμῶν οἶδεν] ἀπὸ τοῦ παρεληλυθότος κατασκευάζει τὸ νῦν. |
| 18.151 | ἐπὶ γὰρ τοῦ νῦν στεφάνου εἶπεν ὁ Αἰσχίνης, ὅτι ὀφλήσει πολλὴν αἰσχύνην ἡ πόλις, εἰ τοῦτον οὐδὲν ἔχοντα χρηστόν, πάμπολλα δὲ ἡμαρτηκότα τιμήσειεν. ἀλλ’ ἐπειδὴ τοῦτο ἄδηλον, ἀπὸ τῶν φθασάντων καὶ ἤδη γενομένων λαμβάνει τὴν πίστιν· εἰ γὰρ εἶδεν ἐπ’ ἐκείνων τὴν αἰσχύνην συμβᾶσαν, ἐλπιζέτω καὶ νῦν· καὶ γάρ πως εἰκὸς ἦν μᾶλλον τότε γενέσθαι, ὅτε καὶ νεώτερα ὑπῆρχε τὰ πράγματα, καὶ ἡ βάσανος ὑπ’ αὐτῶν ἀκριβεστέρα πως γίγνεται. gTBcFj οὐκοῦν μέχρι μὲν τῶν χρόνων ἐκείνων] συλλογίζεται οὕτως· εἰ τοίνυν, φησίν, οὐδὲν ἐπηκολούθησεν ὄνειδος τῇ πόλει ἐκ τῆς γεγραμμένης τιμῆς ὑπὸ τοῦ Ἀριστονίκου, δέδεικται καὶ ὡμολόγηται ὡς ἅπας ὁ πρὸ τοῦ ψηφίσματος τοῦ βίου μου χρόνος πάσης διαβολῆς ἐκαθάρευσε, καὶ φανερῶς ἔνδοξα πεπολίτευμαι καὶ ἡ μαρτυρία τῶν ἔργων σαφεστέρα. |
| 18.152 | gTBc Fj ἀνωμολόγημαι] μία ἐστὶ λέξις, ἀντὶ τοῦ ἀνακεκήρυγμαι. |
| 18.153 | A τὸ μὲν πρῶτον ἠξίου συμπολεμεῖν] αὔξει κατὰ καιρὸν τοὺς Βυζαντίους, ἐπειδὴ μέλλει συνάπτειν αὐτοὺς τοῖς Ἀθηναίοις. |
| 18.154 | ἱκέτης δὲ γέγονε τῶν Βυζαντίων διὰ τὴν χρείαν ὁ Φίλιππος, ἄνευ δαπάνης καὶ ὅπλων ἀνύσειν προσδοκήσας τὸ σπουδαζόμενον. gTBcFj λέγοντες ἀληθῆ] μονονοὺ δικαστὴς μέσος τῶν Βυζαντίων καὶ τοῦ Φιλίππου γέγονε, μετὰ τὴν ἀμφισβήτησιν διδοὺς τοῖς Βυζαντίοις ὡς νικῶσι τὴν ψῆφον. |
| 18.155 | συναγωνίζεται δὲ εἰκότως αὐτοῖς, ἐπειδὴ προσέκρουσαν τοῖς Ἀθηναίοις ἀποστάντες πρότερον. gTBcFj οὐκέτ’ ἐρωτήσω] ἐνταῦθα οὐκέτ’ ἐπάγει τὴν ἐρώτησιν, φοβούμενος μή τις εἴπῃ ὅτι οὐκ ἐχρῆν· λελύπηνται γὰρ εἰς αὐτοὺς ὡς ἀποστάντας. |
| 18.156 | πολλάκις γὰρ εἴπομεν ὅτι, εἰ μὴ πάνυ θαρσεῖ ὁ ῥήτωρ ὡς οὐκ ἀποκρινεῖταί τις εἰ μὴ ὃ βούλεται, οὐ χρῆται τῷ σχήματι. ἐνταῦθα δὲ τὸ ἀμφίβολον ὡς ὁμολογούμενον φθάσας εἴρηκεν. gTBcFj 〈τίς ἦν ὁ βοηθήσασ〉] περὶ ἑαυτοῦ ἐρωτᾷ. |
| 18.157 | F 2 Y ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι] εὐκαίρως ‘ὦ Ἀθηναῖοι‘ εἶπε καὶ οὐχὶ ‘ὦ δικασταί‘ καίτοι πρὸς τοὺς δικαστὰς διαλεγόμενος· ἐδεῖτο γὰρ τῆς ἀξίας καὶ φιλανθρωπίας ἐνταῦθα τῶν Ἀθηναίων 〈εἰς τὸ〉 σεσῶσθαι τοὺς κινδυνεύοντας. |
| 18.158 | εἶτα ἐπειδὴ τὸ ‘ὑμεῖσ‘ ἔμφασιν ἔχει τῶν καθημένων, πρὸς οὓς ὁ λόγος, ἀξιοπίστως ἅμα καὶ συνετῶς ἐν αὐτοῖς εἶναι τὴν ὅλην πόλιν διϊσχυρίζεται. gTBcFj τῆς νῦν εἰρήνης] τῆς ἐπὶ Ἀλεξάνδρου. |
| 18.159 | φησὶ γάρ, οὐκ ἔστι μᾶλλον εἰρήνη, ἀλλὰ δουλεία· ἐσπείσατο γὰρ καὶ αὐτὸς πρὸς αὐτοὺς ὥσπερ ὁ πατήρ, ὥστε αὐτοὺς αὐτονόμους εἶναι καὶ ἀφορολογήτους, ὅμως μέντοι ὑπακούειν αὐτῷ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. A ἣν] ἥντινα εἰρήνην τηροῦσι μὴ συγχωροῦντες ἡμᾶς Ἀλεξάνδρῳ πολεμῆσαι διὰ τὰς μελλούσας ἐλπίδας· ἐλπίζουσι γὰρ ἐπανελθόντα τὸν Ἀλέξανδρον ἀπὸ τῶν Περσῶν μεγάλα αὐτοῖς χαρίζεσθαι ὡς προδόταις. |
| 18.160 | A 〈ὧν αὐτοὶ προῄρηνται〉] τῆς δουλείας δηλονότι. |
| 18.161 | A ἡ προαίρεσις ἡ ἐμὴ καὶ ἡ πολιτεία] παρατήρει ὅπως πανταχῆ τὴν προαίρεσιν καὶ τὴν ἐγχείρησιν ἐθίζει αὐτούς, ἀλλ’ οὐ τὸ τέλος σκοπεῖν, ἐπειδὴ τοῦτο ἄγειν ἐπὶ τὴν τύχην βούλεται, ὡς οὐκ ὢν ὑπεύθυνος. |
| 18.162 | gTBc Fj σύμβουλον λέγω καὶ ῥήτορα] ἴσως ἡ διαστολὴ πρὸς τοὺς στρατηγούς. |
| 18.163 | gTFj ἵνα τοίνυν καὶ τὰς βλασφημίας] ἐπειδὴ δυστυχοῦντας ἀνθρώπους διέβαλε, προλύσας ἱκανῶς διὰ τῶν προειρημένων τὴν ἀντίθεσιν ὁ ῥήτωρ ἔθηκε νῦν φανερῶς. |
| 18.164 | gTBcFj συκοφαντίας οὔσας] οὐ μόνον τῷ εἶναι ψευδεῖς· λέγεται γὰρ συκοφάντης οὐχ ὁ ψευδόμενος μόνον, ἀλλὰ καὶ ὁ πολυπραγμονῶν τὰ μὴ προήκοντα καὶ λέγων πονηρά. |
| 18.165 | gTBcFj καὶ ταῦτ’ ἐν βραχέσι] διὰ τὸ ὀλιγωρεῖν τὸν ἀκροώμενον ψυχαγωγεῖν βούλεται διὰ παραδειγμάτων σεμνῶν καὶ κατορθωμάτων λαμπρῶν καὶ τὸ καθ’ αὑτὸν ἀπολύσασθαι καὶ δεῖξαι ὡς ‘διὰ τὸ ἔθος ἡ πόλις, οὐ δι’ ἐμέ, βεβοήθηκε‘. |
| 18.166 | καὶ γὰρ ὀφείλει καὶ ἕκαστος ἰδίᾳ καὶ ἡ πόλις ὅλη τὰ λοιπὰ πράττειν εἰς ζῆλον τῶν παλαιοτέρων. gTBcFj ὑμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι] καίτοι παλαιότερα τῶν νῦν ἐστι τὰ λεγόμενα, ἀλλὰ δῆλον ὡς πρὸς μίαν πόλιν διαλέγεται· διὸ καὶ εἶπεν ‘ὦ Ἀθηναῖοι‘, τὸ γένος ὅλον δηλῶν. |
| 18.167 | gTBcFj οὐ ναῦς, οὐ τείχη] ἦσαν γὰρ οἱ Λακεδαιμόνιοι λαβόντες αὐτῶν τὰς ναῦς ἐν Αἰγὸς ποταμοῖς διὰ Λυσάνδρου καὶ τὰ τείχη αὐτῶν κατασκάψαντες. |
| 18 168a | A οὐ . |
| 18 168b | .. τείχη] ἀπογυμνοῖ αὐτὴν πάσης παρασκευῆς καὶ δυνάμεως, ἵνα πλέον δυσωπήσῃ τὸν κατήγορον. εἰ γάρ, ὅτε μηδεμίαν ἐκέκτητο δύναμιν, ἀντεῖχεν πρὸς τὴν τοσαύτην δύναμιν φιλανθρωπίας ἕνεκεν, πῶς, ὅτε οὐκ ἀσθενὴς ἦν, ἀλλὰ καὶ σφόδρα ἐπίσημος καὶ δυνατή, προδώσειν τοὺς Ἕλληνας ἔμελλεν; gTBcFj οὐ πολλαῖς δὲ] ἵνα μὴ ὡς αὐξηθείσης τῆς δυνάμεως λοιπὸν ἐλαττώσῃ τὸ θαῦμα. |
| 18.169 | αὕτη δέ ἐστιν ἡ μεγάλη μάχη ὀνομαζομένη, καὶ ἡττήθησαν Ἀθηναῖοι. ἀλλὰ προεθίζει τοὺς ἀκροατάς, ὅτι ‘καί ποτε τὴν ἧτταν ἐστέρξατε ὑπὲρ τῶν ἀδικουμένων πολεμήσαντεσ‘. ἐξαρκεῖ δὲ τὸ ‘ἐξήλθετε‘. gTBcFj τῶν τότε Ἀθηναίων πολλὰ ἂν ἐχόντων] νῦν, ὅτε περὶ τοῦ μὴ δεῖν μνησικακεῖν ἐμνημόνευσεν, εἶπε ‘τῶν τότε Ἀθηναίων‘, καίτοι γε τοῖς νῦν αὐτός, ὡς εἴπομεν, λογισάμενος. |
| 18.170 | gTBcFj ἀλλ’ ὑπὲρ εὐδοξίας καὶ τιμῆς] ἵνα μὴ δοκῶσιν ὡς μισοῦντες ἀμυνόμενοι Λακεδαιμονίους ὄντας ἐχθροὺς πεποιῆσθαι πόλεμον. |
| 18.171 | τὸ δὲ ‘ἤθελον‘, οἷον ‘οὐ Δημοσθένους αὐτοὺς ἐρεθίζοντοσ‘. οὐ λόγος, φησίν, ἐξῆγεν ἡμέτερος, ἀλλὰ ἡ φύσις ἐκίνει πρὸς τὴν παράταξιν. εἶτα ἐπιτείνει καὶ βεβαιοῖ, τῶν πατέρων τὴν γνώμην ἀποδεχόμενος, καὶ τοῖς κοινοῖς λογισμοῖς κυροῖ τὸ πολίτευμα, ὥστε δοκεῖν μὲν παρὰ τοῖς Ἀθηναίοις δημηγορεῖν, ἅπασιν δὲ συμβουλεύειν ἀνθρώποις τὰ χρήσιμα. gTBcFj καὶ ἐν οἰκίσκῳ τις αὑτὸν] φασὶ τὸν τῶν ὀρνέων οἶκον οὕτω καλεῖσθαι παρὰ τοῖς Ἀττικοῖς. |
| 18.172 | λέγει οὖν ὅτι, κἂν μεταβάλῃ τὴν δίαιταν κἂν ὄρνις εἶναι νομίζηται, ἀποθανεῖται πάντως καὶ μὴ δεικνὺς ἑαυτόν, ἀλλ’ οὕτω κρυπτόμενος. gTBcFj ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ] πάλιν τὴν ἐπιχείρησιν ἐπαινεῖ, τὸ δὲ πέρας οὐκ ἀναδέχεται. |
| 18.173 | gTBcFj τὴν ἀγαθὴν προβαλλομένους] ὥσπερ πρόβολον. |
| 18.174 | gTBc ταῦθ’ ὑμῶν οἱ πρεσβύτατοι] τί λέγω τοὺς πάλαι προγόνους; φησί, καὶ ὑμῶν οἱ ζῶντες πρεσβύτεροι ταύτην ἤσκουν τὴν γνώμην, οἳ καὶ τῶν Λακεδαιμονίων κινδυνευόντων ἐφείσαντο, ἡνίκα οἱ κρατήσαντες αὐτῶν ἐν Λεύκτροις διαφθείρειν 〈αὐτοὺσ〉 ἐσπούδαζον. |
| 18.175 | οὐκοῦν ἐντεῦθεν ἐξενέγκατε νόμον, ὡς εὐτυχοῦσι μὲν ὀργίζεσθαι τοῖς ἐχθροῖς, ἐπταικόσι δὲ ἐπαμύνειν. gTBcFj 〈ὑπὸ Θεμίσωνοσ〉] Θεμίσων τις καὶ Θεόδωρος Εὐβοεῖς, ἐπιθέμενοι Ὠρωπῷ, χωρίῳ Ἀθηναίων κειμένῳ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας, ἔλαβον αὐτό. |
| 18.176 | ὡς δὲ Ἀθηναῖοι ἔμελλον πολεμεῖν, ἔδοξε δίκῃ μᾶλλον κρίνεσθαι. τὸν δὲ μέχρι τῆς κρίσεως χρόνον Θηβαῖοι ἔφασαν αὐτοὶ λαβόντες φυλάξειν τὸ χωρίον. ὡς δὲ ἔλαβον, οὐδὲ ἑτέροις ἀπέδοσαν, μέχρις οὗ Φίλιππος ὕστερον σπενδόμενος Ἀθηναίοις ἐν τῷ ἀναχωρεῖν ἐπὶ Μακεδονίαν ἐχαρίσατο αὐτοῖς τοῖς Ἀθηναίοις παρὰ Θηβαίων λαβών. APr μηδὲν ὧν ἠδίκησθε] νομοθετεῖ πάλιν ὁ ῥήτωρ τὰ κάλλιστα φιλοσοφῶν· οὐδὲ γὰρ ἂν ἔχοι λόγον ἀδικεῖν τοὺς πιστεύσαντας. |
| 18.177 | gTBcFj τί ἔμελλον κελεύσειν] τὸ ἀξίωμα τοῦ συμβούλου διὰ τοῦ ‘κελεύειν‘ ἐδήλωσεν ‘ὑπὲρ αὐτῆς τρόπον τινὰ τῆς βουλῆς οὔσησ‘, οἷον, ἐν οἷς ἐδοκοῦμεν ἄλλοις βοηθεῖν, καὶ τὸ λυσιτελὲς ἠνύετο τῆς πόλεως ἤδη, λέγω τὸ συμμαχεῖν Βυζαντίοις· ἐδόκει γὰρ τῷ φαινομένῳ μὲν Βυζαντίους ὠφελεῖν, ὠφέλει δὲ καὶ τὴν πόλιν διὰ τὴν σιτοπομπίαν. |
| 18.178 | gTBcFj βούλομαι τοίνυν ἐπανελθεῖν] τοῖς εἰρημένοις ὑπαιτίοις οὖσιν ἀναμίξαι πάλιν τὴν μνήμην τῶν ἀγαθῶν ἐπείγεται, ἵνα στείλῃ 〈διὰ〉 τῶν ἐπαίνων τὴν μέμψιν. |
| 18.179 | gTBcFj ὁρῶν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ναυτικὸν ὑμῶν] ὅρα τοῦ φροντίζοντος τὴν διάνοιαν. |
| 18.180 | τὸ ‘καταλυόμενον‘ δὲ τὸ κατὰ μικρὸν ἀφανίζεσθαι μέλλον. gTBcFj ἔθηκα νόμον] οὐ γὰρ ἐπείθοντο ψιλοῖς λόγοις οἱ πλούσιοι. |
| 18.181 | εἶτα, ἐπειδὴ τὸ ἀναγκάζειν ὕποπτον ἦν, ἐπήγαγεν εὐθὺς ‘τὰ δίκαια ποιεῖν‘. δεῖ γὰρ ἄκοντας ἐμβάλλειν εἰς τὰ καλὰ τοὺς οἰκείους. ἀνεπαχθῶς δὲ τὸν κατὰ τῶν πλουσίων μετεχειρίσατο λόγον, μεταλήψει τῶν ὀνομάτων εἰς τὸ χρήσιμον τὴν ζωὴν μεταλλάξας. gTBcFj φέρε δὴ καὶ τὸν καλὸν κατάλογον] κατ’ εἰρωνείαν. |
| 18 182a | A φέρε . |
| 18 182b | .. κατάλογον] ἐν ἤθει καὶ ἐν εἰρωνείᾳ· τὸν γράψαντα γάρ πως κατέλεγεν. gTBcFj ἆρά γε μικρὰ βοηθῆσαι τοῖς πένησιν] οὐχ ἁπλῶς πένησιν, ἀλλ’ ὑμῶν. |
| 18.183 | gTBcFj οὐ τοίνυν μόνον τῷ μὴ καθυφεῖναι] ἀνακεφαλαιοῦται τὴν αὔξησιν προστιθεὶς ὡς ‘οὐ κατὰ τοῦτο μόνον αὐχῶ, ὅτι μὴ προὔδωκα τὴν γραφήν, ἀλλ’ ὅτι καὶ αὐτὸς ὁ νόμος ἐπῃνέθη τῇ πείρᾳ‘. |
| 18.184 | ἔστι γὰρ ἀπάτη νικᾶν μέν, εἶναι δὲ ἀσύμφορον. ὅθεν τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν εἰς συμμαχίαν καλῶν τὰ ἑξῆς ἐπάγει κατὰ ἀναίρεσιν· ‘οὐκ ἐν Μουνυχίᾳ ἐκαθέζετο‘ (σημαίνει δ’ ὅτι ἱκέτης ἦν ὁ τριήραρχος), ‘οὐ δεσμώτην ἑώρων οἱ ἄρχοντες οὗτοι οἱ τῶν Ἀθηναίων, ἀποστολεῖς καλούμενοι‘. gTBcFj ἐν Μουνυχίᾳ] Μουνυχία τόπος περὶ τὸν Πειραιᾶ, ἔνθα ἐστὶν ἱερὸν Μουνυχίας Ἀρτέμιδος· κἀκεῖ ἔφευγον οἵτινες τῶν τριηράρχων ἠδικοῦντο ἢ ναῦται ἤ τινες τῶν ἐξεταζομένων ἐν 〈τῷ〉 Πειραιεῖ. |
| 18.185 | ἐκλήθη δὲ Μουνυχία, ὥς φησιν ὁ Διόδωρος, παραφέρων τὰ Ἑλλανίκου (FGrHist 372 F 39), λέγων ὡς ὅτι Θρᾷκές ποτε στρατεύσαντες κατὰ τῶν οἰκούντων τὸν Μινύειον Ὀρχομενὸν τὸν τῆς Βοιωτίας ἐξέβαλον αὐτοὺς ἐκεῖθεν· οἱ δὲ ἐξαναστάντες ἦλθον εἰς Ἀθήνας ἐπὶ Μουνύχου βασιλέως· ὁ δὲ ἐπέτρεψεν αὐτοῖς οἰκῆσαι τὸν τόπον τοῦτον τὴν Μουνυχίαν, ὅστις οὕτως ὠνομάσθη παρ’ αὐτῶν πρὸς τιμὴν τοῦ βασιλέως. APr ἀποστολέων] ἀποστολεῖς ὄνομα ἦν ἀρχῆς παρὰ τοῖς Ἀθηναίοις, ἔργον ἐχούσης τὸ φροντίζειν τῆς ναυτικῆς δυνάμεως πρὸς τὸ ταχέως ἐξελθεῖν. |
| 18.186 | A μετήνεγκα] ἡ λέξις δηλοῖ τὸν ἀνεξίκακον. |
| 18.187 | gTBcFj βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες] ἀποτείνεται πρὸς τὸν Αἰσχίνην διὰ φθόνον τοῦ στεφάνου. |
| 18.188 | gTBcFj ἡγοῦμαι τοίνυν λοιπὸν] ὅτι κατὰ νόμον ἐν θεάτρῳ γενέσθαι τὸ κήρυγμα εἴρηκε καὶ ὅπως οὐχ ὑπεύθυνον ἔγραψέ με στεφανοῦσθαι. |
| 18.189 | ἐλέγομεν δὲ ὅτι τὸ δίκαιον καὶ τὴν ἐξέτασιν τῆς πολιτείας εἰς δύο διελὼν καὶ μέσον τάξας τὸ νόμιμον οὕτω πεποίηκε τὴν διοίκησιν. gTBcFj περὶ τῶν παραγεγραμμένων νόμων] παρ’ οὓς παρέγραψε τὸ ψήφισμα, σημειωσάμενος ὅτι παρὰ τούτους τοὺς νόμους ἐγράφη τὸ ψήφισμα. |
| 18.190 | gTBcFj 〈ὧν μέντοι γε〉] τὸ νόμιμον τοῦτο λύει τῷ ῥητῷ καὶ τῇ διανοίᾳ. |
| 18.191 | ἐκείνου γὰρ λέγοντος ὅτι ‘ὁ νόμος οὐκ ἐᾷ τὸν ὑπεύθυνον στεφανοῦν‘, οὗτος τῇ διανοίᾳ κέχρηται ‘ἀλλ’ οὐκ ἐν τῷ τὰ ἐμαυτοῦ ἀναλίσκειν ἃ δέδωκα τῷ δήμῳ‘· ἐν τῇ τειχοποιίᾳ γὰρ ἐπέδωκεν, ὡς ἔγνωμεν. A ‘ἐπῄνεσεν αὐτόν‘ φησίν ‘ἡ βουλὴ ὑπεύθυνον ὄντα‘] τοῦτο ὡς ἀπὸ Αἰσχίνου λέγοντος ὅτι ἀπατηθεῖσα ἡ βουλὴ ὑπ’ αὐτοῦ ἐπῄνεσεν αὐτὸν καὶ ἐστεφάνωσεν ὑπεύθυνον ὄντα. |
| 18 192a | A ‘ἐπῄνεσεν . |
| 18 192b | .. ὄντα‘] ἀντὶ τοῦ εἰπεῖν ‘ὁ Κτησιφῶν‘ ὑποσημαίνει τὴν βουλὴν ὡς ἐπαινέσασαν ἤδη, ἵνα φαίνηται τῆς βουλῆς, οὐ Κτησιφῶντος, κατηγορῶν. gTBcFj οὐ περὶ τούτων γε οὐδενὸς] ‘μὴ κατηγόρει‘ φησίν ‘ἀδίκως, μηδὲ συκοφάντει τὴν εἰρήνην· οὐ γὰρ οὗτος, ὡς σὺ λέγεις, ἐν οἷς εἰμὶ ὑπεύθυνος ἐπῄνεσεν, ἀλλὰ δι’ ἅπερ ἐπέδωκα‘, διόπερ εὐκαίρως ἐπήνεγκε τὸ ‘ὦ συκοφάντα‘. |
| 18.193 | gTBcFj 〈‘ἀλλὰ καὶ τειχοποιὸς ἦσθά‘ φησι〉] καὶ τοῦτο ὡς ἀπὸ Αἰσχίνου (3, 24). |
| 18 194a | A ‘ἀλλὰ . |
| 18 194b | ..‘ φησι] τοῦτο εἰ μὲν συνῆπτο τῷ ἄνω τῷ περὶ τῶν θεωρικῶν, ἅμα ταῖς δύο ἀρχαῖς αὐτὸν ἡ ἀντίθεσις ἔνοχον ὄντα ἐδείκνυε, λέγουσα ὅτι κατὰ ταὐτὸν καὶ τοῖς θεωρικοῖς ὑπεύθυνον ὄντα καὶ τῇ κατασκευῇ τοῦ τείχους ἔγραψε τιμηθῆναι, ἰσχυρά πως ἐφαίνετο σφόδρα, καὶ περὶ τὴν ἀναίρεσιν ἠποροῦμεν. νῦν δὲ τὸ ἰσχυρὸν διαπαίξας τὸ περὶ τῶν θεωρικῶν καὶ τῷ τάχει τὴν ἀπάτην ὑποκλέψας, ὡς ἐκ περιουσίας εἰσάγει ληροῦντα περὶ τούτων τὸν Αἰσχίνην καὶ λέγοντα ‘τειχοποιὸς ἦσθα‘, ὅπου μάλιστα ἡ προλαβοῦσα λύσις ἀκόλουθος ἦν, ἐν οἷς ἔλεγεν ‘ἀλλ’ ἐφ’ οἷς ἐπέδωκα‘. διὸ καὶ φιλοτιμεῖται διοριζόμενος. gTBcFj πρῶτον μὲν Ναυσικλῆς] ἑτέρα τις ἐπαγωγὴ τῆς ἀκροάσεως. |
| 18.195 | ὡς γὰρ τοῦ Αἰσχίνου λέγοντος ὅτι οὐκ ἔξεστι τὸν ὄντα ἐν ἀρχῇ φιλοτιμεῖσθαι τὰ ἑαυτοῦ καὶ χαρίζεσθαι, οὕτως ἐπάγει τὰ παραδείγματα. εἰκὸς δὲ ἦν μετὰ τὸ δοῦναι τὰς εὐθύνας στεφανωθῆναι αὐτούς, ἀλλ’ ἀορίστως προῆκται. gTBcFj εἶθ’ οὗτος Νεοπτόλεμος] οἰκειότερον τοῦτο πρὸς αὐτὸν τὸ παράδειγμα. |
| 18.196 | καὶ γάρ τοι καὶ τελευταῖόν ἐστιν. gTBcFj σχέτλιον γὰρ ἂν εἴη τοῦτό γε] μετὰ τὴν ἀπόδειξιν εὐλόγως σχετλιάζει, τοῖς κοινοῖς λογισμοῖς λοιπὸν χρώμενος. |
| 18.197 | ‘ἐπειδὴ ἄρχω τινὰ ἀρχήν, ἀξιοῖς ἐμὲ δοῦλον ποιεῖν, 〈ὡσ〉 οὐ δέον τοῖς ἐμοῖς χρῆσθαι ὡς βούλομαι.‘ καὶ οὐχ ἁπλῶς ‘διδόναι τὰ ἑαυτοῦ‘ εἰπὼν ἀπηλλάγη, ἀλλὰ ‘διδόναι τῇ πόλει‘ προσέθηκεν, ὀνόματι τῆς πατρίδος τὴν ἀτοπίαν συναύξων. gTBc Fj ἐπέδωκα· ἐπαινοῦμαι διὰ ταῦτα] ἐλέγχει αὐτὸν ὡς ἀγνώμονα καὶ ψευδόμενον. |
| 18.198 | ‘οὐκοῦν οὐδ’ ἐγὼ εὐθύνας ἀπαιτεῖσθαι δίκαιός 〈εἰμι〉 ὧν ἐχαρισάμην, ἀλλὰ τιμᾶσθαι· φυλάττεσθαι γὰρ ἐπὶ πάντων προσήκει τὸ αὐτὸ δίκαιον.‘ ποῖον τοῦτο; ἄκουε καὶ μάνθανε· ‘ἐπέδωκα· ἐπαινοῦμαι τῆς ἐπιδόσεως χάριν· ἦρξά τινα ἀρχήν.‘ εἶτα δέον εἰπεῖν ὡς ἐπὶ τοῦ προτέρου ‘δίδωμι τὰς εὐθύνας τούτων‘. ἐνήλλαξε τὸν χρόνον· ‘καὶ δέδωκα εὐθύνας ἐκείνων‘, ὥς τινας ὑπολαβεῖν ἐντεῦθεν, ὡς μεταξὺ τῆς γραφῆς ἀποτεθείσης, πρὶν ἐλθεῖν εἰς τὸ δικαστήριον, φοβηθεὶς παρέσχε τὰς εὐθύνας τούτων· διὰ τοῦτο καὶ πλάττεταί τινας ὥσπερ ἀνθυποφορὰς παρ’ Αἰσχίνῃ. gTBcFj νὴ Δί’, ἀλλ’ ἀδίκως ἦρξα] οὐ τοῦτο πάλιν Αἰσχίνης κατηγορεῖ, ἀλλ’ ὁ ῥήτωρ νῦν αὐτὸ προστίθησιν, ἐπειδὴ θαρρεῖ ἑαυτῷ μὴ κεκλοφέναι. |
| 18 199a | A νὴ . |
| 18 199b | .. ἦρξα] καὶ τὴν λύσιν εὐθέως κατ’ ἐπιτίμησιν εἰσάγει· ‘καὶ τί προδότης ἐγένου τῆς πόλεως τῇ σιωπῇ; πῶς τοῦ Δημοσθένους ἐφείσω πολιτευσαμένου τὰ χείριστα; τίς εἶδέ σε τῶν λογιστῶν τὴν πονηρίαν μεμφόμενον;‘ gTBcFj 〈εἶτα παρών〉] σημείωσαι, ἀπὸ τοῦ καιροῦ τὸ ἐπιχείρημα. |
| 18.200 | F 2 Y 〈γέγραψαι〉] ὁ δὲ Πλάτων φησί· ‘γραφήν σέ τις ὡς ἔοικε γέγραπται‘· κεῖται ἐν τῷ Εὐθύφρονι (2B). |
| 18.201 | F 4 ἃ δέ φησιν ἡ βουλὴ δεῖν] πάλιν ἐνέμεινε τῷ θεωρήματι, ἀντὶ τοῦ Κτησιφῶντος μεταλαβὼν τὴν βουλήν. |
| 18.202 | ἐνθυμεῖται δὲ πάνυ χαριέντως ἐλέγχων ὡς ἀχάριστον ὁμοῦ καὶ ἀνόητον, οἷον ‘ἂν μέν τις διδῷ τὰ ἑαυτοῦ, λαμβάνειν τὴν βουλὴν οὐκ ἐκώλυσας· ἂν δὲ θέλῃ τὸν δεδωκότα ἀμείψασθαι, παράνομον καλεῖς τὸ γιγνόμενον· καινὸς ἀναφαίνῃ νομοθέτης, τὸ μὲν λαβεῖν ἐπαινῶν, τὸ δὲ ἀποδοῦναι μεμφόμενοσ‘. προσεκτέον δὲ πάλιν τῷ ‘ἀποδοῦναι‘ ὡς εὐκαίρως εἰρημένῳ, ἵνα φαίνηται χρέος ἀποπληροῦσα ἡ βουλή. gTBcFj τὸ λαβεῖν οὖν τὰ διδόμενα] καθ’ ὅλον κῶλον παρίσωσις. |
| 18.203 | F 2 Y 〈ὁ δὲ παμπόνηροσ〉] τὸ κόμμα ἔγκλημα. |
| 18.204 | F 2 καὶ μὴν περὶ τοῦ γε ἐν τῷ θεάτρῳ] μεταβαίνει λοιπὸν καὶ εἰς τὸ ἕτερον νόμιμον τὸ περὶ τοῦ κηρύγματος. |
| 18.205 | καὶ βλέπε τὴν εἰσαγωγὴν ὅπως ἔχει· ‘καὶ μὴν περὶ τοῦ κηρύγματος εἰ σκοποίη τις, ὁμοίως συκοφάντην εὑρήσει καὶ βάσκανον‘. gTBcFj τὸ μὲν μυριάκις μυρίους] ‘πολλούσ‘, ἀληθεύειν δοκεῖ τῷ ἀορίστῳ· πολλοὶ γὰρ πολλάκις ἐστεφανώθησαν, ἀλλὰ τῶν ξένων βουληθείσης τῆς πόλεως. |
| 18.206 | ὅπερ ἀποκρύπτων εὔπορον τὴν ἀπάτην ἐργάζεται. gTBcFj ἀκούεις, Αἰσχίνη, τοῦ νόμου] ἐπεὶ παρακρούεσθαι χρεία, προστίθησι τὸ σαφὲς ἔχειν τὸν νόμον, ὑφαρπάζων πρὸς τὸν ἀκροατὴν τῆς ἐξετάσεως τὴν ἀκρίβειαν. |
| 18.207 | δοκεῖ δὲ τὸ ῥητὸν κατὰ τὸ ἐλλεῖπον ἀσάφειαν ποιεῖν. εὐκρινητέον οὖν οὕτως· ὁ νόμος, φησί, λέγει σαφῶς ‘μηδεὶς ἐν τῷ θεάτρῳ κηρυττέσθω πλὴν ἐκείνων, οὓς ἂν ὁ δῆμος ἕληται καὶ ἡ βουλὴ ψηφίσωνται‘. gTBcFj τούτους δὲ ἀναγορευέτω] ὁ κῆρυξ δηλονότι, οὓς ἂν ὁ δῆμος ἕληται καὶ ἡ βουλή. |
| 18.208 | ἰστέον δὲ ὅτι περὶ τῶν ξένων ὁ νόμος ταῦτα διείρηκεν, ὡς εἴπομεν. gTBcFj τί οὖν, ὦ ταλαίπωρε] οἰκτείρει τὸν ἐχθρόν, ὑπεύθυνον ποιῶν τῷ ἐγκλήματι. |
| 18.209 | ‘παῦσαι δή, δυστυχέστατε, τῇ ἀληθείᾳ μαχόμενος. ἐλεῶ σε πολεμοῦντα τῷ νόμῳ. ἀπαλλάσσου τῆς νόσου· χρήσιμος ἐν τοῖς τοιούτοις κακοῖς ὁ ἑλλέβορος· δέχου τῆς πόας τὴν θεραπείαν, ῥῖψον ἀπὸ τῆς ψυχῆς τὸ ἀρρώστημα.‘ gTBcFj ὥσπερ ἀνδριάντα ἐκδεδωκὼς] ὁ Αἰσχίνης, οὐ συγχωρῶν εἶναι τὸν ῥήτορα δημοτικόν, ἔφασκεν ὥσπερ πλάττων τὸν δημαγωγὸν ὡς ὀφείλει εὐγενὴς εἶναι καὶ προγόνων σεμνῶν καὶ τετράφθαι καλῶς καὶ πεπαιδεῦσθαι ἐλευθέρως καὶ κήδεσθαι τῆς πατρίδος καὶ τὰ τοιαῦτα· εἶτα μετὰ τὴν ἀπαρίθμησιν τούτων ἀντιθεὶς τὰ κατὰ τὸν Δημοσθένην καὶ μηδὲν τοιοῦτον εὑρὼν προσὸν αὐτῷ, σχετλιάζει καὶ ἀγανακτεῖ. |
| 18.210 | διασύρει οὖν τῇ παραθέσει τοῦ ὁμοίου τὸν λογισμόν. ἤδη γάρ τις, φησίν, εἰ δημιουργὸν ἀξιοῖ πλάσαι αὐτῷ ἀνδριάντα καὶ τὰ σχήματα οἷα δεῖ ἔχειν πρὸς αὐτὸν ποιησάμενος, ἐπειδὰν μετὰ ταῦτα ἐλθὼν μὴ εὕρῃ ἐνόντα ἐν τῷ πλάσματι τοῦ ἀνδριάντος τὰ ἐν τῇ γραφῇ, εἰκότως δυσχεραίνει καὶ καταβοᾷ τοῦ τεχνίτου. gTBcFj κατὰ συγγραφὴν] λέγει κατὰ πρόσταξιν, οἷον ‘ὡσανεὶ προσέταξας ἀνδριαντοποιῷ ἀνδριάντα ποιῆσαι κατά τινα ἐπιταγήν, οἷον ἐπιτάξας αὐτῷ ὅτι βούλομαι εἶναι αὐτὸν τὸν ἀνδριάντα τοιῶσδε, τὴν χεῖρα αὐτὸν ἔχειν τοιῶσδε καὶ τοὺς πόδας τοιῶσδε καὶ τὴν κεφαλὴν ὁμοίως, εἶτα μὴ δεξάμενος αὐτὸν τὸν ἀνδριάντα ὥσπερ ἐπέταξας, ἐνεκάλεις ὕστερον τῷ ἀνδριαντοποιῷ‘. |
| 18.211 | A 〈ἐγὼ λοιδορίαν κατηγορίασ〉] διαφορὰ λοιδορίας καὶ κατηγορίας. |
| 18.212 | F 2 οὐδὲν ἧττον ἐμοῦ] ἐπιτήρει ὅτι ἐν οἷς ὠφελεῖ δίδωσιν Αἰσχίνῃ τὸ ἴσον εἰς σύνεσιν καὶ οὕτω περιτρέπει. |
| 18.213 | gTBcFj πομπεύειν] ἀντὶ τοῦ λοιδορεῖν. |
| 18.214 | F 2 Yvp πότερόν σέ τις, Αἰσχίνη] μέλλων τὰς λοιδορίας ἐργάσασθαι προοδοποιεῖ ἑαυτῷ τὴν παρὰ τῶν καθημένων εὐμένειαν, ἐχθρὸν ἀποφαίνων τῆς πόλεως, οὐχ ἑαυτοῦ, τὸν Αἰσχίνην, ἵν’ οὕτως ὅπερ ἂν εἴπῃ βλασφημῶν αὐτὸν ἡδέως ἀκούσωσιν, ὡς ἐχθροῦ κοινοῦ βαλλομένου. |
| 18.215 | ὁ οὖν λόγος τοιοῦτος· ‘πῶς ἐμὸς ὢν ἐχθρός (τοῦτο γὰρ ἂν ὁμολογήσειας ἐρωτηθείς) οὐδαμοῦ φαίνῃ γεγονώς μου κατήγορος, οὐκ ἐν εὐθύναις, οὐκ ἐν γραφαῖς, οὐκ ἐν ἄλλαις κρίσεσιν ἁπλῶς; ὡς εἶναι δῆλον ἀφ’ οὗ σεσιώπηκας, ὡς οὐκ εἶ τῷ Δημοσθένει πολέμιος, ἄλλως τε ἡνίκα καθαρὸς ἐγὼ καὶ ἄμεμπτος ἐφάνην.‘ gTBcFj εὐθύναις] εὔθυνα ἦν ὧν δημοσίᾳ τις ἐπιστεύθη, γραφὴ δὲ κυρίως ἡ ἐπὶ τῶν παρανόμων, κρίσις δὲ ἡ ἐπὶ ἐγκλημάτων. |
| 18.216 | A 〈τῇ πόλει δ’ ἢ πλέον〉] ἀπὸ τοῦ λαβεῖν με, φησί, τὸν στέφανον, ὃ δημοσίᾳ ἐπράχθη, ἀνάγκη τῇ πόλει δόξης μετεῖναι ἢ πλέον ἢ ἔλαττον, τουτέστιν ἢ μέρος τῆς δόξης ἢ καὶ τὸ ὅλον. |
| 18.217 | F 2 Y ὅρα μὴ τούτων μὲν ἐχθρὸς ᾖς] τὸ ‘ὅρα‘ καλῶς· οὐ θέλει γὰρ αὐτὸς ἀποφήνασθαι, ἀλλ’ ἡ τῶν πραγμάτων ἀναγκάζει σε φύσις, φησίν, ὁμολογεῖν. |
| 18.218 | θαυμάζω δὲ τὴν δεινότητα, ὅτι πρώην, ὅτε τῆς αὐξήσεως χρεία ἦν, ὅλης τῆς πόλεως ἀπέδειξεν ἐχθρὸν τὸν Αἰσχίνην· ὅτε δὲ συνεπληρώθη πᾶσα ἡ περίοδος, οὐκέτι λέγει τὴν πόλιν, ἀλλὰ τοὺς δικαστὰς λέγων· ‘μὴ τούτων μὲν ἐχθρὸς ᾖσ‘· αὐτῶν γὰρ ἐδεῖτο νῦν τῆς εὐνοίας, ἵνα θηράσῃ μὲν τὴν ψῆφον οὕτως, ἐγείρῃ δὲ τῷ ἀντιδίκῳ τὸν πόλεμον. διὸ καὶ θαρρῶν εὐθὺς ἐπάγει. gTBcFj ἐπειδὴ τοίνυν ἡ μὲν εὐσεβὴς καὶ δικαία ψῆφος] κινήσας αὐτάρκως εἰς δυσμένειαν τοὺς ἀκούοντας ἐπισημαίνεται ὡς νενικηκώς. |
| 18.219 | ‘δέδεικται‘ γάρ φησιν ‘ἡ εὐσεβὴς καὶ δικαία ψῆφος τοῖς ἅπασι‘, τὸ μὲν οἰκεῖον οὐ φανερῶς εἰπών, ὡς αὐτὸς ὀφείλει τὴν ψῆφον λαβεῖν, ὑπαινιττόμενος δὲ ἀπὸ τῆς τῶν πραγμάτων ἀποδείξεως τοῦτο. ἔστι δὲ αὐτῷ μέχρι τούτου τὸ μέρος τοῦ δικαίου τὸ περὶ τῶν εὐεργετημάτων, ᾧ καὶ 〈τὸ〉 νόμιμον συνῆψεν, ἀσθενὲς ὑπάρχον, ὡς ἔφαμεν. φυλάττει δὲ μετὰ τὰς λοιδορίας τῇ μνήμῃ τὸ ἄλλο τοῦ κεφαλαίου μέρος, ἐν ᾧ τῶν ἐν Χαιρωνείᾳ κακῶν γεγενημένων ἀναιρεῖ τὰ ἐγκλήματα. gTBcFj 〈ἐπειδὴ τοίνυν〉] ζητοῦσί τινες ‘καὶ ποῦ ἐστιν ἡ ἀπόδοσις τούτου τοῦ κώλου; οὐδὲν γὰρ ἐπήγαγε πρὸς ὃ εἶπεν ‘ἐπειδή‘. |
| 18 220a | ‘ περὶ τούτου πολλοὶ ἐπεχείρησαν ἀπολογήσασθαι καὶ σχεδὸν εἰπεῖν πάντες ἀπέσχον. οἱ μὲν γὰρ αὐτῶν ἔφασκον ὡς δεῖ ἐν ὑπερβατῷ αὐτὸ ἀναγινώσκεσθαι, ἄλλοι δὲ διέστρεφον τὴν φράσιν, ἐναλλάττοντες τοὺς συνδέσμους, ζητοῦντες στῆσαι τὴν ἀπόδοσιν. ἡμεῖς δέ φαμεν ὡς ὅτι Ἑρμογένης ἐν τῷ περὶ ἰδεῶν (p. 358, 1), ἐμπεσὼν εἰς τὸ ἐξηγήσασθαι τοῦτο τὸ κῶλον, οὕτως αὐτὸ ἔλυσεν, ὅτι ἀπὸ θυμοῦ ὁ Δημοσθένης ἐνταῦθα οὐδὲν ἐπήγαγεν. A ἐπειδὴ τοίνυν] τοῦτο τὸ κῶλον οὐκ ἔχει ἀπόδοσιν, ἀλλ’ εἰς θυμὸν ἐμπεσὼν ὁ ῥήτωρ καὶ πολλὰ μεταξὺ θεὶς ἀφῆκεν οὕτως. |
| 18 220b | μαρτυρεῖ δὲ καὶ Ἑρμογένης ἐν τῷ περὶ ἰδεῶν (p. 358, 1) καταστὰς εἰς τὴν τούτου ἐξήγησιν. Pr δεῖ δέ με, ὡς ἔοικε] δύο συγγνώμας ἔθηκεν, ἐκ μὲν τοῦ ‘δεῖ με‘ τὴν ἀνάγκην δηλῶν, ἐκ δὲ τοῦ ‘φιλολοίδορον‘, ὅτι οὐ μεθ’ ἡδονῆς ἐντρυφᾷ τοῖς Αἰσχίνου κακοῖς, ἀποστρεφομένης τὸ πρᾶγμα τῆς φύσεως. |
| 18.221 | gTBcFj 〈Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνωσ〉] οὗτοι οἱ τρεῖς διεβεβόηντο ἐπὶ δικαιοσύνῃ. |
| 18.222 | A ἀλλὰ μὴ σπερμολόγος] τινές φασιν οὕτω καλεῖσθαι τὸν κολοιόν, ὡς ἀλλοτρίοις πτεροῖς προσχρησάμενον· καὶ δὴ καὶ ὁ Αἰσχίνης οὐδὲν ἴδιον ἔχει, τοῖς δὲ τῶν ἄλλων λόγοις προσεκέχρητο αὐτὸς ἀπαίδευτος ὤν. |
| 18.223 | ἢ σπερμολόγος, ἀσεβής, ἀπὸ τῶν βωμῶν συλλέγων τὰ ἐπιτιθέμενα ὑπὸ τῶν ἄλλων. τάχα δὲ καὶ πένης, ὁ τὰ ἀποπίπτοντα ἀπὸ τῶν βασταζόντων ἀναλαμβάνων καὶ κατὰ βραχὺ ἀπὸ τῆς γῆς συλλέγων καὶ οὕτω τρεφόμενος. gTBcFj ὄλεθρος γραμματεύς] ὁ τῶν γραμμάτων κύριος καὶ τῶν ψηφισμάτων φύλαξ. |
| 18 224a | F 1 ὄλεθρος γραμματεύς] ἢ ὀλέθρου ἄξιος, ἢ ὁ πολλοῖς προξενήσας ὄλεθρον τῷ μεταβάλλειν τὰ γράμματα ἐν τῷ ἀναγινώσκειν. |
| 18 224b | gTBcFj ὥσπερ ἐν τραγῳδίᾳ βοῶντα, ὦ γῆ καὶ ἥλιε] ἔοικε γὰρ τραγικὰ εἶναι ταῦτα. |
| 18.225 | καὶ ἅμα εἰς τὴν τέχνην ἀποσκώπτει· ‘σύνεσιν καὶ παιδείαν ἐπικαλούμενον‘. ὁ γὰρ Αἰσχίνης δυσχεραίνων, εἰ Δημοσθένης ὀφθείη στεφανούμενος, καὶ ταῦτα ἐφθέγγετο. gTBcFj 〈ἀπολειφθεῖσι〉] ἀντὶ τοῦ τῆς παιδείας. |
| 18 226a | T τὰς παιδείας δηλονότι. |
| 18 226b | Bc οὐκ ἀπορῶν δ’ ὅτι χρὴ περὶ σοῦ] ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ‘οὐκ ἀπορῶν τοῦ εἰπεῖν πολλὰ κατὰ σοῦ, ἀλλ’ εὐπορῶν, ἐν τούτῳ δοκῶ ἀπορεῖν, ἐν τῷ μὴ εἰδέναι με ποῖον πρῶτον προτάξω αὐτῶν τῶν πολλῶν‘. |
| 18 227a | A οὐκ . |
| 18 227b | .. σοῦ] ἐγκωμιαστικοῦ νοήματος ἐπελάβετο, ἐπεὶ καὶ ὁ ψόγος τῶν ἐγκωμιαστικῶν. gTBcFj 〈παρ’ Ἐλπίᾳ〉] οὗτος ὁ Ἐλπίας χαμαιδιδάσκαλος ἦν παρὰ τοῖς Ἀθηναίοις, ὑπόσχολον ἔχων τὸν πατέρα τοῦ Αἰσχίνου. |
| 18.228 | A 〈Θησείῳ〉] πρὸς τῷ ναῷ τοῦ Θησέως. |
| 18.229 | F 4 YSvp 〈χοίνικας παχείασ〉] χοίνικας καλεῖ τὰς πέδας, τὸ δὲ ‘ξύλον‘ ἢ πρὸς τὸ ἐπερείδεσθαι τὸν Τρόμην ἐν τῷ βαδίζειν καὶ ἐπαναπαύεσθαι ἢ πρὸς τὸ δύνασθαι συνάπτειν τοὺς πόδας αὐτοῦ. |
| 18 230a | F 4 YS χοίνικας παχείας] εἰπὼν δουλεύειν αὐτὸν τὰ ἑπόμενα τοῖς φαύλοις τῶν δούλων ἐπήγαγε, τὰς πέδας λέγων· τοῦτο γὰρ καλεῖ χοίνικας, τὸ στρογγύλον δηλῶν. |
| 18 230b | gTBcFj πέδας καλεῖ τὰς χοίνικας. |
| 18 230c | A 〈κλεισίῳ〉] τῷ προστώῳ· ἔστι δὲ ὄνομα τόπου. |
| 18.231 | Pr τὸν καλὸν ἀνδριάντα] μικρὸς γὰρ ἦν ὁ Αἰσχίνης τὸ σῶμα. |
| 18.232 | gTBcFj τριταγωνιστὴν ἄκρον] καὶ τοῦτο κατὰ τὸ ἦθος· ἔστι γὰρ ἀμαθέστατον. |
| 18.233 | gTBcFj ἀλλ’ ὡς ὁ τριηραύλης] οὐχ ἁπλῶς αὐλητής (ἦσαν γὰρ καὶ ἐπίσημοι), ἀλλ’ ἐν τριήρει αὐλῶν ἄμουσον ῥυθμόν. |
| 18.234 | gTBcFj 〈τῆς καλῆς ἐργασίασ〉] κατ’ εἰρωνείαν· λέγει γὰρ τῆς πορνείας. |
| 18.235 | A ὀκνῶ μὴ περὶ σοῦ] δύο ἀνύει, καὶ τὸ δοκεῖν εἶναι σώφρων καὶ τὸ φεύγειν τὰς λοιδορίας, κἂν ὦσιν ἀληθεῖς. |
| 18.236 | gTBcFj οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν] τὸ παρ’ ὑπόνοιαν καλούμενον, ἐπειδὴ παρ’ ὃ προσεδόκων οἱ ἀκροαταὶ τὸ ῥητὸν ἐπήγαγε. |
| 18.237 | gTBcFj 〈καταρᾶται〉] ἵνα λέγῃ ‘τοῖς προδόταισ‘· τοῖς τοιούτοις δὲ καταρᾶται ὁ δῆμος διὰ τοῦ κήρυκος. |
| 18.238 | A 〈ὀψὲ γάρ ποτε〉] δεῖ λαβεῖν τὸ μὲν πρῶτον ‘ὀψὲ‘ ὥσπερ διηγουμένου, τὸ δὲ δεύτερον ὡς κατ’ ἐρώτησιν καὶ ὡς ἐκπληττομένου, ὅτι ἐλησμόνησεν εἰπεῖν. |
| 18 239a | τὸ ‘ἐχθὲς μὲν οὖν καὶ τὸ πρώην‘ ἀντὶ τοῦ ὀψέ· κατὰ κοινοῦ δὲ τὸ ‘ἦν‘. A σημείωσαι, παρ’ ὑπόνοιαν. |
| 18 239b | Pr καὶ δύο συλλαβὰς προσθεὶς] μίαν μὲν εἰς τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ, μίαν δὲ εἰς τὸ τῆς μητρός. |
| 18.240 | A Ἔμπουσαν] ἐκ τοῦ πάντα αἰσχρῶς καὶ ἀνοσίως ποιεῖν· τοιαύτη γὰρ ἡ πάλαι Ἔμπουσα. |
| 18.241 | Yvp πάντα ποιεῖν] πάντα τὰ αἰσχρὰ καὶ ἀνόσια· τοιαύτη γὰρ ἡ πάλαι Ἔμπουσα. |
| 18.242 | S τουτουσὶ] τοὺς πολίτας. |
| 18.243 | S καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις] ἐπιδείκνυσιν ἐν τούτοις, ὅτι οὐχ ὡς ἐχθρὸς ἀκριβολογεῖται, πάντα ἐξετάζων ἃ ἥμαρτεν, ἀλλὰ πλεῖστα καὶ παραπέμπεται. |
| 18.244 | διηγεῖται δὲ τὰ σαφέστερα καὶ εὐδηλότερα· διὸ καὶ ἀκολούθως ἐπήγαγε. gTBcFj τὸν ἀποψηφισθέντα] οὗτος γὰρ ὁ Ἀντιφῶν Ἀθηναῖος ἐδόκει εἶναι τὸ πρότερον. |
| 18.245 | γιγνομένων δὲ τῶν καλουμένων διαψηφίσεων, ὅ ἐστιν ἐξετάσεων ἐν τοῖς δήμοις ὡς ἔθος, εἰ ἄρα φύσει Ἀθηναῖος οὐκ ὢν ἐνέγραψεν ἑαυτὸν ἐκ σπουδῆς τινῶν εἰς τοὺς ἀστούς· ἀπεψηφίσθη δὲ καὶ ἀπεδοκιμάσθη ὡς οὐκ ὢν ἀστὸς καὶ ἐκβέβληται. λυπηθεὶς 〈δ’〉 ᾤχετο πρὸς τὸν Φίλιππον καὶ ὑπέσχετο αὐτῷ λάθρα τῆς Ἀττικῆς ἐπιβὰς ἐμπρήσειν τῶν Ἀθηναίων τὰ νεώρια. gTBcFj κεκρυμμένον ἐν Πειραιεῖ] τὰ εἰκότα εἴρηκεν ὡς πεῖσαι δυνάμενα. |
| 18.246 | ὅ τε γὰρ τόπος τοῦ Πειραιῶς ὕποπτος καὶ ὁ τρόπος· ‘κεκρυμμένον‘ γὰρ εἰπὼν εἰς πίστιν ἄγει τὴν τόλμαν. gTBcFj ὡς ἐν δημοκρατίᾳ δεινὰ ποιῶ] μιμεῖται τοῦ Αἰσχίνου τοὺς λόγους, τὸ πιθανὸν αὐτοῖς εἰς ἀπάτην διδούς. |
| 18.247 | ὅρα γὰρ ὅπως ὀνομάζει τὴν πολιτείαν ἐκ φιλανθρωπίας γνωριζομένην καὶ ‘τοὺς ἠτυχηκότασ‘ λέγων ‘τῶν πολιτῶν‘ μηχανᾶται τὴν ἄφεσιν. ποιεῖ δὲ λεληθότως πάλιν πολέμιον τῷ δήμῳ τὸν Αἰσχίνην, εἴ γε ὁ μὲν ὡς οὐκ ὄντα πολίτην ἐκάλει. gTBcFj καὶ ἐπ’ οἰκίας βαδίζων] πολὺν ἔπαινον φέρει τῷ ῥήτορι· οὕτως ὑπὲρ τοῦ κοινοῦ συμφέροντος ἀγρυπνεῖ, ὡς καὶ μηδενὸς εἰδότος καὶ ἐπιτρέψαντος αὐτὸν ἐπιζητεῖν τοὺς βλάπτειν ἐθέλοντας. |
| 18.248 | τινὲς δὲ τῷ ἑξῆς συνῆψαν τὸ ‘ἄνευ ψηφίσματος ἀφεθῆναι ἐποίησεν‘· ἀπατήσας γὰρ τὸν δῆμον ἔπεισεν ἀφεθῆναι τὸν ἄνθρωπον ὀξέως, ὡς μηδὲ καιρὸν ἐγγενέσθαι τοῦ ψηφίσασθαι. ὅλον τοίνυν ἐξ ἀμφοῖν. gTBcFj καὶ εἰ μὴ ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου] συνάπτει ἑαυτὸν εὐτραπέλως σεμνοτάτῳ βουλευτηρίῳ καὶ καρποῦσθαι μετ’ ἐκείνης πειρᾶται τὴν δόξαν· ὃν γὰρ εὗρε μὲν Δημοσθένης, ἀπέλυσε δὲ Αἰσχίνης, ἐπεζήτησεν ἡ βουλὴ καὶ ἀνέσωσε. |
| 18.249 | gTBcFj ἐν οὐ δέοντι συμβεβηκυῖαν] ὀνειδίζει τρόπον τινὰ τῷ δήμῳ διὰ τοῦ προσώπου τῆς βουλῆς· ἔστι μὲν γὰρ ὡς ἀνθρώπους ἀγνοεῖν. |
| 18.250 | τὸ δὲ ‘ἐν οὐ δέοντι‘ τοιοῦτόν ἐστιν· ἀγνοεῖν οὐκ ἔδει διδαχθέντας ὑπὸ τοῦ ῥήτορος, 〈καὶ〉 εὔνουν ἔχοντες δημηγόρον τὴν ἐπιβουλὴν οὐ συνήκατε. συνηπίστατο τῷ συμβούλῳ ὁ προδότης καὶ ὑμᾶς ἐγοήτευσε. gTBcFj καὶ συλλαβοῦσα] πανταχόθεν ἀγρεύσασα, τὴν θήραν οὐκ ἀπολέσασα. |
| 18.251 | κατασκευάζει δὲ διὰ τῆς φυγῆς τὴν ὑπόνοιαν· οὐ γὰρ ἂν οὕτω σπουδαίως ἔφυγεν, εἰ μὴ συνῄδει ὡς ὑπεύθυνος ἦν. gTBcFj ἐπανήγαγεν ὡς ὑμᾶς] θέασαι τῆς λέξεως τὴν ἀκρίβειαν. |
| 18.252 | ἐπειδὴ γὰρ εἶπεν αὐτὸν ἀπὸ τῆς ἐκκλησίας δι’ Αἰσχίνην πεφευγέναι, κυρίως εἶπε τὸ ‘ἐπανήγαγεν‘, εἰς τὸν αὐτὸν τόπον αὖθις κατέστησεν αὐτὸν ἡ βουλὴ τῷ δήμῳ, ὑφ’ οὗ σέσωσται πρότερον. gTBcFj τοιγαροῦν εἰδυῖα ταῦτα ἡ βουλὴ ἡ ἐξ Ἀρείου] συνάπτει καὶ ἕτερον πολίτευμα τῆς βουλῆς εὐκαίρως κατ’ Αἰσχίνου γενόμενον. |
| 18.253 | καὶ ἔστι κἀνταῦθα τὴν δαιμονίαν αὐτοῦ κατοπτεῦσαι φύσιν. ἵνα γὰρ μὴ δόξῃ χάριτι Δημοσθένους γεγονέναι τὸ τοῦ Ἀντιφῶντος, εἰσάγει τὴν βουλὴν αὐτὴν καθ’ αὑτήν, 〈οὐκ〉 ἐκ τοῦ ῥήτορος καταγινώσκουσαν, καὶ ποιεῖ κατὰ τῆς πονηρίας Αἰσχίνου τὴν ψῆφον τῆς βουλῆς ἐξ ἀμφοτέρων βεβαίαν. gTBcFj καὶ ταῦτα ἀπὸ τοῦ βωμοῦ φέρουσα] ἀναιρεῖ τὰ ὑφορμοῦντα, ἵνα μὴ δυσμένειάν τις μαρτυρήσῃ τῇ βουλῇ. |
| 18.254 | gTBcFj ἀπὸ τοῦ βωμοῦ] ἤτοι ὅτι ἐκεῖθεν λαμβάνουσα τὰς ψήφους οὕτως ἐδίδου, ἢ ὅτι τὰς χεῖρας ἐπιθεῖσα τῷ βωμῷ καὶ θύουσα μετετίθει τὰς χεῖρας ἐπὶ τὰς ψήφους, ὡς μηδὲν πρὸς ἔχθραν, ἀλλὰ δικαίως ψηφίζεσθαι. |
| 18.255 | F 4 YS οὐκοῦν ὅτε τούτου μέλλοντος] δοὺς ἑκάστης μαρτυρίας τὴν πίστιν χρῆται λοιπὸν ἐνθυμήματι. |
| 18.256 | ἡ δὲ σύνταξις ἐπικίνδυνος καὶ σολοικοφανής τισιν ἐνομίσθη· μεταχειριστέον δὲ αὐτὴν οὕτως, ἀμείβοντας μέν, οὐδὲν δὲ τὸ παράπαν ἔξωθεν ἐπεισάγοντας· ‘οὐκοῦν ὅτε, τούτου μέλλοντος λέγειν, προσέταξεν ἑτέρῳ, δηλονότι λέγειν, καὶ ἀπήλασεν αὐτὸν ἡ βουλή‘, τίνος; τῆς συνδικίας. gTBcFj ὡς ἐν αἰσχύνῃ ποιήσων τὴν πόλιν] ἐνήλλαξεν ὁ ῥήτωρ ἐξεπίτηδες, οἶμαι, τὰ ῥήματα, τὴν ἀτοπίαν τῆς Φιλίππου γνώμης δηλῶν· ἐπεὶ πρῶτόν τις ἐλέγχειν ὀφείλει τὸν ἀδικοῦντα, εἶτα καταισχύνειν. |
| 18.257 | gTBcFj καὶ πολλῷ ῥέοντι καθ’ ὑμῶν] σκόπει κἀνταῦθα τὸ μέγεθος τῆς μεγαλονοίας τοῦ ῥήτορος, ὅτι καὶ δοκῶν, ὡς οἴονταί τινες, θαυμάζειν τὸν Πύθωνα οὐδὲ ἐπιστήμην αὐτῷ οὐδὲ σύνεσιν ἐμαρτύρησεν, ἀλλὰ τὸ ῥοῶδες καὶ λάλον ἁπλῶς περιττόν· ἅπερ οὐ τέχνης ἀληθοῦς γίνεται σύμβολα, ῥητορικῆς δὲ ὡς εἰπεῖν εἴδωλα μᾶλλον. |
| 18.258 | διὸ καὶ θρασὺν αὐτὸν εἰπὼν διέβαλε. gTBcFj καὶ τὰ τῆς πόλεως οὐχὶ προὔδωκα δίκαια] ἐπειδὴ εἶπεν ‘οὐκ εἶξα οὐδ’ ὑπεχώρησα‘, καὶ ἔμελλέ τις, τὸν ἀντίτεχνον ἐννοῶν, ὑπονοεῖν ὡς ἄρα ῥήτορι ῥήτωρ ἐβάσκηνε· διὸ καὶ σοφώτατα μετάγει τὴν αἰτίαν πρὸς τὸ εὐφημότερον, ‘τὰ δίκαια τῆς πόλεως οὐ προὔδωκα‘ φήσας. |
| 18.259 | gTBcFj διετεινάμην] διὰ συντόνου σπουδῆς ἀπηρνούμην. |
| 18.260 | F 2 ἐν Ἀμφίσσῃ] Ἀμφίσση πόλις τῆς Λοκρίδος. |
| 18.261 | F 1 εἰς Ἐλάτειαν] μεγίστη πόλις τῆς Φωκίδος. |
| 18.262 | F 1 〈τὰ μὲν παρακρούσασθαι〉] ἀπατῆσαι. |
| 18.263 | vp 〈ἡ Κιρραία χώρα〉] ὄνομα πόλεως. |
| 18.264 | F 2 ἱερομνήμονας] οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμφικτυόνων συνέδριον, ὡς κύριοι τῶν ψήφων. |
| 18.265 | F 2 Κόττυφος] ἱερομνήμων ἦν Θετταλὸς ὑπὲρ Φιλίππου πάντα πράττων. |
| 18.266 | F 2 〈Πυλαίασ〉] πυλαία ἡ μέση τοῦ ἥπατος εὐρυχωρία παρὰ τοῖς θύταις. |
| 18.267 | F 2 〈ἀλιτήριον〉] φθορέα. |
| 18.268 | F 2 〈κίναδοσ〉] θηρίον. |
| 18.269 | F 2 φίλων Φιλίππῳ] παρίσωσις κατὰ τὴν ἀρχήν. |
| 18.270 | F 2 Y 〈Ἐλευσίναδε〉] σημείωσαι, ἀντὶ τοῦ εἰς. |
| 18.271 | F 2 〈οὐκ ἔγραψα〉] τὸ σχῆμα τὸ λεγόμενον κλιμακωτόν. |
| 18.272 | vp Βάταλον] ὄνομα αὐλητοῦ. |
| 18.273 | F 1 Κρεσφόντην] Ἡρακλέους υἱός. |
| 18.274 | F 1 〈αὕτη〉] σημείωσαι, κατὰ ἀπόστασιν. |
| 18.275 | Pr 〈τότε τοίνυν τὰ μὲν〉] σημείωσαι, ζήτει τὸν Ἀπιανὸν λέγοντα τὸ ἐναντίον. |
| 18.276 | F 2 〈ἔστι δὲ ταυτὶ πάντα〉] παραγραφικὸν σημείωσαι· ὡραῖον πάνυ καὶ ὅτι ἑβδομηκοντάκις διὰ τούτου τοῦ λόγου τοῦτο παρέλαβε. |
| 18 277a | YS σημείωσαι τὸ παραγραφικόν· θαυμασίως γὰρ καὶ ὑπὲρ λόγον ἐποίησε· τοὺς μὲν γὰρ παραγραφικοὺς λόγους τῷ ἀντιδίκῳ προσέπλεξε, πρὸς αὐτὸν ἀποτεινόμενος καὶ ἀποστρέφων τὸν λόγον, τοὺς δὲ τῆς ἀπολογίας τοῖς παροῦσι καὶ τοῖς δικάζουσι. |
| 18 277b | AR παραγραφικόν. |
| 18 277c | Pr 〈εἰ δὲ μὴ προῄδεισ〉] σημείωσαι, σχῆμα διλήμματον. |
| 18.278 | F 2 Y 〈πολιτεύει〉] σημείωσαι, ἴδιον βασκανίας. |
| 18.279 | F 2 Y 〈πράττεταί τι τῶν〉] σημείωσαι, σχῆμα πάρισον κατ’ ἀντιστροφήν. |
| 18.280 | F 2 Y 〈τὸν δ’ ὑπακούειν〉] περὶ Κυρσίλου. |
| 18.281 | F 2 〈τὴν ἐπιστολήν〉] μέχρι τούτου ἀνελλιπῶς ἔχει καὶ τὰς ἐπιστολὰς καὶ τὰ ψηφίσματα καὶ τοὺς μάρτυρας. |
| 18.282 | R καθ’ ὑμῶν] ἀντὶ τοῦ ‘ὑπὲρ ὑμῶν‘· ὁ δ’ Ὅμηρος (Ζ 524) τοὐναντίον τὸ ‘ὑπὲρ‘ ἀντὶ τοῦ ‘κατά‘· ‘ὅθ’ ὑπὲρ σέθεν αἴσχε’ ἀκούω. |
| 18.283 | ‘ F 2 Yvp 〈πότερον〉] σχῆμα διλήμματον. |
| 18.284 | F 2 Κέφαλος] περὶ Κεφάλου ὅτι πρὸ Δημοσθένους ἦν. |
| 18.285 | F 2 〈ἡ γὰρ ἐμὴ πολιτεία〉] κατὰ κῶλον ἐπαναφορά. |
| 18.286 | F 1 〈τί γὰρ νῦν λέγεισ〉] διφορεῖται ἡ ἀνάγνωσις· ἄλλως γὰρ ἀναγινώσκεται στιγμῆς ἐν τῷ ‘λέγειν‘ μεσιτευούσης, καὶ ἄλλως ἐν μόνῳ τῷ ‘πράττειν‘ τιθεμένης. |
| 18.287 | F 1 S πονηρόν, ὦ ἄνδρες] περιβολὴν ἐποίησεν ἔξωθεν προσλαβών· γένος μέν ἐστιν ‘ὁ συκοφάντησ‘, εἶδος δὲ ‘τοῦτο δὲ φύσει κίναδοσ‘. |
| 18.288 | F 2 〈κίναδοσ〉] μαλακός, ἀνδρόγυνος. |
| 18.289 | F 2 Y 〈οὐχ ὃ τὸν δῆμον〉] κατὰ κῶλον ἐπαναφορά. |
| 18.290 | F 2 Y φυγεῖν] εὐθυνθῆναι. |
| 18.291 | F 2 Y φυγὼν] κατηγορηθείς. |
| 18.292 | F 2 Y 〈νομίζω δὲ〉] ὅμοιον τῷ ‘καὶ ὡς ἐμαυτὸν πείθω λίαν ὀρθῶσ‘. |
| 18.293 | F 2 Y θιάσους ἄγων] τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τελετῇ καὶ τιμῇ τῶν θεῶν. |
| 18.294 | F 2 εὐοῖ σαβοῖ] βακχικόν τι ἐπίφθεγμα κατὰ τὴν τῶν Φρυγῶν διάλεκτον, ἵνα οὕτως ἔχῃ· ‘εὖ οἱ μύσται‘. |
| 18.295 | ἀπὸ τούτου μέντοι καὶ ὁ Σαβάζιος Διόνυσος. F 2 Yvp 〈κιστοφόροσ〉] ὁ φέρων τὰς κίστας. |
| 18.296 | F 2 〈λικνοφόροσ〉] παρὰ φύλαξι τιμώμενος. |
| 18.297 | F 1 ἔνθρυπτα] ψωμοὶ οἴνῳ βεβρεγμένοι, οἷς ἐπίκειται, ὥς φασι, καὶ φακῆ. |
| 18 298a | Yvp ψωμοὶ οἴνῳ βεβρεγμένοι, οὓς ποιοῦσιν εἰς σκάφην ἄρτους διαθρύψαντες καὶ φακῆν ἐπισκεδάσαντες. |
| 18 298b | F 2 〈ἀρχιδίοισ〉] τοῖς χαρτοφυλακίοις. |
| 18.299 | F 2 Y 〈ἐδίδασκες γράμματα〉] σημείωσαι, τὸ σχῆμα ἀντίθετον. |
| 18.300 | ἀντίθετον δέ ἐστι σχῆμα τὸ διπλασιάζον πάντα τὸν ὑποκείμενον νοῦν, εἴ τις τοῦ κατὰ φύσιν ζητουμένου τὸ ἐναντίον λαμβάνων καταβαίνοι εἰς τὸ ὑποκείμενον. καὶ τοῦτο μέν ἐστι τῆς λέξεως, ὅπερ καὶ καθ’ ὑπόθεσιν λέγεται, τοῦτο δὲ τὸ ἀντίθετον τῆς διανοίας ἐστὶ σχῆμα, διανοήματι διανόημα ἀντικείμενον. F 2 Y 〈φωνασκίασ〉] φωνῆς ἄσκησις καὶ μεγαλοφωνία. |
| 18.301 | F 2 Y οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμεῖ τοῖς πολλοῖς] παροιμία ἐστὶν ἐλλειπτικῶς λεγομένη· προσυπακουστέον οὖν ἔξωθεν τὸ ‘ἀγκύρασ‘. |
| 18.302 | A 〈καίτοι τίσ〉] πολύπτωτον. |
| 18.303 | F 2 Y οὗτος] γράφεται τοιοῦτος. |
| 18.304 | F 1 〈μεμνῆσθαι〉] σημείωσαι, μεμνῆσθαι τοὺς λόγους ἐπὶ κακῷ. |
| 18.305 | F 4 〈ξενίαν〉] ὑποδοχήν. |
| 18.306 | Yvp 〈ξένοσ〉] ξενίαν ὑποδεχόμενος. |
| 18.307 | F 2 περίδειπνον] ἡ ἐπὶ τοῖς ἀποθανοῦσιν ἑστίασις γινομένη. |
| 18.308 | A 〈τίς γὰρ συμμαχία〉] πολύπτωτον. |
| 18.309 | F 2 ΠΕΡΙ ΤΗΣ ΠΑΡΑΠΡΕΣΒΕΙΑΣ Ἡ μὲν ὑπόθεσις τοῦ λόγου στοχαστική· οὐ γὰρ συντρέχει τοῖς ἐγκαλουμένοις Αἰσχίνης, ἀλλ’ ἀρνεῖται παντάπασι. |
| 19 1a | τὸ δὲ εἶδος οἱ μὲν ἁπλοῦν νενομίκασιν ὕλης πολλῆς ὡς ἐν ἀληθείαις συνδραμούσης, οἱ δὲ συγκατασκευαζόμενον, δύο λαβόντες ἐγκλήματα τὸ κατὰ Φωκέας καὶ Θρᾴκην. Μένανδρος δὲ ἐμπίπτοντά φησιν. εἴληπται δὲ ἐκ διαβολῆς τὸ προοίμιον· δι’ ὧν γὰρ αὑτὸν δεδιότα ποιεῖ καὶ δεόμενον, διὰ τούτων δείκνυσιν οὐ πάνυ τοῖς δικαίοις τεθαρρηκότα. καὶ ἅμα συγκρουστικὸν ἂν εἴη τὸ νόημα. F 4 YS συγκρουστικὸν εὐθὺς τὸ προοίμιον ἐκ διαβολῆς τοῦ τε ἀντιδίκου καὶ τῶν συνηγόρων αὐτοῦ οἷον τοῦ Εὐβούλου καὶ τῶν περὶ αὐτόν. |
| 19 1b | ἀεὶ γὰρ ὁ Εὔβουλος πολεμεῖ τῷ Δημοσθένει ἀπὸ τῆς αἰτίας τῆς κατὰ Ἀρίσταρχον ὡς ἔγνωμεν ἐν τῷ κατὰ Μειδίου. A ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ] δεῖ δὲ τὸν ῥήτορα μὴ μόνον τὴν κρινομένην ὑπόθεσιν συνορᾶν, ἀλλὰ καὶ τὰ λυποῦντα πρὸ τῆς ὑποθέσεως. |
| 19.2 | ἐπεὶ τοίνυν ἑώρα συνεστηκότας οὐκ ὀλίγους περὶ τὸν Αἰσχίνην καὶ Εὔβουλον ἄνδρα τῶν εὐδοκιμούντων ἕνα, πρὸς τούτους ἀποτεινόμενος διδάσκει τοὺς ἀκούοντας πείθεσθαι τοῖς νόμοις καὶ τοῖς ὅρκοις μᾶλλον ἢ τοῖς συνηγόροις. φυλακτέον δὲ ἐν προοιμίοις ἐπ’ αὐτῶν τῶν ὀνομάτων ποιεῖσθαι τὰς διαβολάς· οὐ γὰρ ῥητορικὸν ἀρχόμενον πολλοῖς προσκρούειν. ἀνύει δὲ πολλὰ διὰ τῆς ἐννοίας. καὶ γὰρ διαβάλλει τὸν Αἰσχίνην ὡς μὴ ὑποθαρροῦντα τοῖς δικαίοις ἐκ τοῦ καταφεύγειν ἐπὶ τοὺς βοηθήσοντας καὶ πλήττει τοὺς περὶ τὸν Εὔβουλον ὡς κοινωνοῦντας καὶ ὑπόπτους ποιεῖ τοῖς δικάζουσι τοὺς συνεστηκότας. ἔτι γε μὴν αἰνίττεται καὶ τὸ ἰσχύσειν τοῖς δικαίοις αὐτός· οὐ γὰρ ἂν πολλοὶ συνῆλθον ἐπὶ ταύτην τὴν σπουδήν, εἰ μὴ τὸν ἔλεγχον ἐδεδίεσαν. ἔπειτα κρείττους ἀποφαίνει καὶ ἰσχυροτέρους τοὺς δικάζοντας τῆς τῶν πλουσίων δυνάμεως· ἐπ’ αὐτοῖς γὰρ εἶναι ἰσχυροὺς ποιεῖν τοὺς πλουσίους καὶ μή. τοῦτο δὲ χρήσιμον αὐτῷ πρὸς τὸ παρασκευάζειν θαρρεῖν τοὺς δικάζοντας. gT 〈γέγονε〉] ἐκ τοῦ κατηγοροῦντος. |
| 19.3 | F 2 Y ἑωρακότας ἄρτι] κατασκευὴ τῆς προτάσεως. |
| 19 4a | A ἀντὶ τοῦ ‘πρὸ ὀλίγου‘. |
| 19 4b | τοὺς συνηγόρους λέγει τοῦ Αἰσχίνου. A ἀντὶ τοῦ τε Αἰσχίνου καὶ τῶν ἄλλων αὐτοῦ συνηγόρων εἶπεν. |
| 19 4c | A ἐνοχλοῦντας] ὄχλησιν καὶ ἀδικίαν ἀποκαλεῖ τὴν παράκλησιν ἵνα δείξῃ ὡς αὐτοὶ τὰς δεήσεις ὡς ἀδίκους οὐ προσεδέξαντο. |
| 19.5 | gT 〈δεήσομαι δὲ〉] τὸ ‘δεήσομαι‘ συμπέρασμα τῆς προτάσεως. |
| 19 6a | A δεήσομαι δὲ] οὗτοι μὲν παρενοχλοῦσιν, ἐγὼ δὲ ἱκετεύω. |
| 19 6b | τίνων οὖν δέῃ τυχεῖν; οὐκ ἄλλων, ἀλλ’ ἃ καὶ τοῖς μὴ δεηθεῖσι δίκαιόν ἐστιν ὑπάρχειν. gT μήτ’ ἄνδρα ποιεῖσθαι] πρὸς τὸν Εὔβουλον ἀποτείνεται πολέμιον ὄντα αὐτῷ, οὗ κἀν τῷ κατὰ Μειδίου (21, 206sq. |
| 19 7a | ) ποιεῖται μνήμην. F 4 YS μήτ’ . |
| 19 7b | .. ποιεῖσθαι] τὸν Εὔβουλον λέγει· οὐκ ὀνομάζει δ’ αὐτὸν φανερῶς, ἀντιπαρατίθησιν ὅπως ὠφελεῖ τὸ αὑτοῦ, τὸ δὲ Αἰσχίνου πως βλάπτει. A σωφρονεῖ δὲ καὶ ὀργιζόμενος ὁ ῥήτωρ· κρύπτει γὰρ ἐν προοιμίοις τὴν προσηγορίαν τῇ τέχνῃ πειθόμενος. |
| 19 7c | gT ἢ τὸ δίκαιον καὶ τὸν ὅρκον] τὸ μὲν ἐντρέπει τὸ δὲ φοβεῖ. |
| 19.8 | gT 〈τῶν παρακλήτων〉] τῶν ἐκ παρακλήσεως, οὐ διὰ τὸ δίκαιον, παραγενομένων F 4 YS ἡ εὐθεῖα τοῦ πληθυντικοῦ ‘οἱ παράκλητοι‘ ἀπὸ τοῦ ‘ὁ παράκλητοσ‘. |
| 19 9b | λέγει δὲ τῶν ἐκ παρακλήσεως ἐλθόντων συνηγορῆσαι, ἀλλ’ οὐ τοῦ δικαίου ἕνεκεν. A τῶν ἰδίων πλεονεξιῶν] κερδῶν καὶ δυναστειῶν· ὅταν ἴδωσιν αὐτοὺς προϊσταμένους τῶν κρινομένων καὶ σῴζοντας, προξενοῦσιν αὐτοῖς κερδῶν ἀφορμάς. |
| 19.10 | gT ἃς ἵνα κωλύητε] ἀλλὰ μὴ φοβῆσθε· ἐφ’ ὑμῖν γάρ ἐστι τὸ κωλῦσαι τῶν νόμων παρεχόντων τὴν ἄδειαν gT κυρείας] ὄνομα ἐκκλησίας, ὅτε ἀπεψήφιζον τῆς ἀρχῆς τοὺς ἀδικοῦντας. |
| 19.12 | F 1 〈τοὺς μὲν οὖν ἄλλουσ〉] δεύτερον προοίμιον, ἐκ διαβολῆς καὶ αὐτό. |
| 19 13a | F 4 YS δεύτερον προοίμιον ‘τοὺς μὲν οὖν ἄλλουσ‘, καὶ αὐτὸ εἰλημμένον ἐκ διαβολῆς τοῦ Αἰσχίνου ἐκ παραθέσεως ἑτέρων προσώπων. |
| 19 13b | A τοὺς . |
| 19 13c | .. ἄλλους] ἐντεῦθέν ἐστι τὸ δεύτερον προοίμιον, ἐκ διαβολῆς εἰλημμένον καὶ αὐτὸ ὡς καὶ τὸ πρῶτον, ὡς οὐ θαρρεῖ τοῖς δικαίοις. ὅλη δὲ ἡ ὑπόθεσις κατὰ συμπλοκὴν προελήλυθεν· καὶ γὰρ κατηγορεῖ καὶ ἀπολογεῖται. τοιοῦτον αὐτῷ καὶ τὸ προοίμιον εἴληπται· καὶ γὰρ ἐπ’ ἀμφότερα ἕλκεται. μόνου δὲ τούτου τοῦ ῥήτορος καὶ Θουκυδίδου καὶ Πλάτωνος καὶ τῶν ὁμοίων τούτοις διὰ τῆς αὐτῆς ἐννοίας πολλὰ κατορθοῦν. ἔχει δὲ καὶ τοῦτο μεταληπτικοῦ λύσιν· ‘αὐτὸς μὴ δεδωκὼς εὐθύνας πῶς ἑτέρου κατηγορεῖς;‘ ὁ δὲ ὅτι δέδωκε σημαίνει καὶ ὅτι πάλιν περὶ τῶν αὐτῶν διδόναι βούλεται προκηρύττει. gT ὅσοι πρὸς τὰ κοινὰ] τῷ γὰρ μηδὲν ἑαυτοῖς συνειδέναι κακὸν ἀεὶ θέλουσι καὶ ὑπομένουσι διδόναι λόγον· τοῦτο γάρ ἐστιν ἀειλογία. |
| 19.14 | ἐπειδὴ δὲ ἐπαχθὲς ἦν τὸ περὶ αὑτοῦ λέγειν, καθολικῶς ἐπήγαγε ‘τοὺς μὲν οὖν ἄλλουσ‘ καὶ ἀξιόπιστον ἑαυτὸν ποιεῖ, μονονουχὶ βοῶν ‘τίς τὰς εὐθύνας λαμβάνειν προῄρηται; μίμησαί μου πρὸς θεῶν, Αἰσχίνη, τὴν πρόκλησιν‘· ἢ καὶ ἄλλως· καθολικῶς λέγει τὸν λόγον ἵνα δείξῃ τοὺς μὲν ἄλλους πάντας βελτιωθέντας τοῖς τῶν Ἀθηναίων παιδεύμασι καὶ ταῖς ὁσημέραι διδαχαῖς, τουτονὶ δὲ μόνον Αἰσχίνην μηδὲ μετὰ τοσούτους λόγους καὶ πράξεις τοσαύτας τὰς εἰς ἄλλους βελτιωθέντα. κἀντεῦθεν ἐπαινεῖ καὶ τοὺς πολίτας καὶ ἐκ παραθέσεως μεγίστως ψέγει καὶ διαβάλλει τὸν κατηγορούμενον. gT 〈τὴν ἀειλογίαν ὁρῶ〉] ἀειλογία ἐστὶ τὸ ἀεὶ προτείνεσθαι λόγον καὶ λέγειν ‘τίς ἡμῶν κατηγορεῖ;‘ τοῦτο δὲ ποιοῦσιν 〈οἱ〉 συνειδότες ὅτι ὁσάκις κρίνονται καθαροὶ τοσαυτάκις καὶ θαυμάζονται. |
| 19 15a | φησὶ δὲ ὁ Γενέθλιος ὅτι ‘πεποίηται ἡ λέξις τῷ ῥήτορι τῆς ἀειλογίας· σπανίως γὰρ εὑρίσκεται παρ’ ἄλλῳ‘. A τὴν . |
| 19 15b | .. ὁρῶ] τὸ ἀεὶ λόγον ἐθέλειν τῶν πραττομένων διδόναι διὰ τὸ μηδὲν αὑτοῖς τῶν φαύλων συνειδέναι. F 2 YS πρὶν γὰρ εἰσελθεῖν εἰς ὑμᾶς] ἔδει μὲν γὰρ πρῶτον παρασχεῖν εὐθύνας, εἶθ’ οὕτω τοῦ Τιμάρχου κατηγορεῖν· νυνὶ δὲ οὐκ ἀξιώσας εἰς ὑμᾶς εἰσελθεῖν οὐδὲ θεάσασθαι τοὺς δικαστὰς ἀνεχόμενος, ἠτίμωσε τὸν ἄνθρωπον. |
| 19 16a | εὖ δὲ καὶ τὸ ‘προτεινομένουσ‘ εἶπεν, ἵν’ αὐτοὶ θαρροῦντες τοὺς 〈μὴ〉 βουλομένους προτρέψωσιν. gT κατασκευὴ καὶ συμπλοκή. |
| 19 16b | A 〈τὸν μὲν ἀνῄρηκε〉] τὸ ‘ἀνῄρηκεν‘ ἀντὶ τοῦ ἄτιμον ἐποίησε τὸν Τίμαρχον. |
| 19 17a | δύο γὰρ κατήγοροι ἐπέστησαν Αἰσχίνῃ, ὅ τε Δημοσθένης καὶ ὁ Τίμαρχος. καὶ τὸν μὲν Τίμαρχον παρεγράψατο ὡς ἡταιρηκότα, πρὸς δὲ τὸν Δημοσθένην ἔγραψεν ἀπολογίαν πρὸς τὴν κατηγορίαν τοῦ λόγου. A τὸν . |
| 19 17b | .. ἀνῄρηκε] ἢ ὅτι ἄτιμος γέγονεν (οὗτοι δὲ τῷ μηδενὸς τῶν κοινῶν μετέχειν ἐγγὺς τῶν τεθνηκότων εἰσίν) ἤ, ὥς τινές φασιν, ἐπειδὴ ἀπήγξατο, τὴν αἰσχύνην οὐκ ἐνεγκών. gT τοῖς δὲ ἀπειλεῖ περιιὼν] ἦν μὲν ἀκόλουθον εἰπεῖν ‘ἐμοὶ δ’ ἀπειλεῖ‘· ἀλλ’, ἐπειδὴ αἰσχρὸν ἦν, ἀορίστως εἴρηκε. |
| 19.18 | δείκνυσι δὲ ὅτι καὶ ἄλλοι ἦλθον ἂν ἐπὶ τὴν κατηγορίαν, εἰ μὴ ἐφοβοῦντο. τὸ δὲ ‘περιιών‘ οἷον ἔργον τοῦτο τιθέμενος καὶ πολυπραγμονῶν, μή τις ἄρα κατηγορήσῃ· οἷον ‘τίς ἄρα ἀπειλεῖ μοι γραφήν; τίς μοι σύνοιδεν ἐν τῇ πρεσβείᾳ τὰ σφάλματα;‘ σεμνύνει δὲ καὶ ἄλλως ὁ ῥήτωρ ἑαυτὸν διὰ τούτων, εἰ τῶν ἄλλων φοβουμένων καὶ οὐ κατηγορούντων αὐτὸς τοῦτο οὐ πέπονθε. gT καὶ ἀσυμφορώτατον ὑμῖν] ὁ γὰρ ἀναιρῶν καὶ ἐπιστομίζων τὸν κατήγορον τὸν τόπον ἀναιρεῖ τοῦ δικάζοντος, εἰ μηδεὶς ἔτι δικάζεται. |
| 19.19 | gT 〈τὸ μὲν οὖν ἐξελέγξειν〉] τρίτον προοίμιον, μεταληπτικοῦ περιέχον λύσιν. |
| 19 20a | F 4 YS τρίτον προοίμιον μεταληπτικὸν ἀπὸ τοῦ χρόνου. |
| 19 20b | ἔστι δὲ ἡ σύνταξις οὕτως· ‘ὅπερ δὲ φοβοῦμαι, καίπερ ὑπειληφώσ‘ (ὅ ἐστι θαρρῶν ἐπὶ ταῖς ἀποδείξεσιν ὅπερ προεῖπε) ‘τοῦτο φράσω (φησι) πρὸς ὑμᾶς καὶ οὐκ ἀποτρέψομαι.‘ διὰ τί δὲ εἶπε ‘φοβοῦμαι‘; ἐπειδὴ ἔμελλεν ὥσπερ ἐλέγχειν τοὺς δικαστὰς μὴ σφόδρα προσέχοντας τοῖς πράγμασιν, ἀλλ’ ἐπιλανθανομένους τῷ χρόνῳ. καίπερ οὖν, φησι, φοβούμενος τοῦτο, οὐκ ἀποτρέψομαι εἰπεῖν τῷ φόβῳ τῷ πρὸς ὑμᾶς. γράφεται δὲ καὶ ‘ἀποκρύψομαι.‘ A τὸ . |
| 19 20c | .. ἐξελέγξειν] σημειωτέον δὲ ὡς, ὅπερ ἦν Αἰσχίνου καὶ τοῦ φεύγοντος παραγραφικόν, τοῦτο δι’ ὑπερβολὴν τέχνης ὁ Δημοσθένης προήρπασεν, ἵνα μὴ εὕρῃ χρήσασθαι αὐτῷ ὁ Αἰσχίνης. ἀεὶ δὲ τὸ ἐναντίον οὗ βούλεται ποιεῖν κατασκευάζειν εἴωθεν. αὐτὸς γὰρ μέλλων τι τῶν καθ’ ἑαυτὸν διοικεῖσθαι καὶ προορώμενος τὰς παρ’ Αἰσχίνου διαβολάς, δεδοικέναι φησὶ τῶν δικαζόντων τὴν λήθην ὡς ἂν τῆς ἀληθείας πολλάκις διαμαρτόντων αὐτῶν διὰ χρόνου πλῆθος καὶ λήθην, ἵνα ἃ μὲν προτίθησι πιστευθῇ, ἃ δ’ Αἰσχίνης ἐρεῖ ὕποπτα γένηται. gT ὃ δὲ καίπερ ὑπειληφὼς] ἔστι μὲν ἀντὶ τοῦ ‘πιστεύων‘, ἐκόλασε δὲ τῇ λέξει τὸ ὑπερήφανον. |
| 19 21a | gT ἀντὶ τοῦ ‘πιστεύων‘. |
| 19 21b | F 4 YvpS οὐχ ἧττον, ὦ Ἀθηναῖοι] οἷον οὐχ ἧττον ἰσχύει καιρὸς ἢ πραγμάτων φύσις ἢ οὕτως, οὐ μᾶλλον ἐξελέγχονται τοῖς πράγμασιν οἱ ἀδικοῦντες ἢ τοῖς καιροῖς, ὅταν ἐπὶ προσφάτοις κρίνωνται. |
| 19.22 | gT λήθην ἢ συνήθειαν] δύο γὰρ ταῦτα ὁ χρόνος ποιεῖ. |
| 19.23 | ἢ γὰρ ἐπιλανθανόμεθα ἢ συνεθισθέντες ὡς καλὰ ἀγαπῶμεν. gT ἐμπεποιήκῃ] ὑποτακτικῆς ἐστιν ἐγκλίσεως παρακειμένη καὶ ὑπερσυντελική· οἷον ‘ἐὰν ἐμπεποιήκω, ἐὰν ἐμπεποιήκῃ‘. |
| 19.24 | διὸ καὶ ὑποτακτικὸν ἔχει προσγραφόμενον τὸ ι. A ὡς δή μοι δοκεῖτ’ ἂν] τοῦτο τὸ νόημα ἐπισφραγίζεται μὲν τὰ προειρημένα καὶ τῶν μελλόντων κατάρχεται, ἅπτεται δὲ ἤδη λοιπὸν τῆς προκατασκευῆς. |
| 19 25a | F 4 YS ὡς . |
| 19 25b | .. ἂν] συμπέρασμά ἐστι τοῦ προοιμίου. ὡς γὰρ ὡμολογημένην λαβὼν τὴν πρότασιν οὐκ εἶπε κατασκευήν, εὐθὺς δὲ εἰσβάλλει εἰς τὴν προκατασκευὴν ἀπὸ τοῦ ‘εἰ σκέψαισθε παρ’ ὑμῖν‘. A ὡς . |
| 19 25c | .. ἂν] τοῦτο τὸ νόημα διπλῆν ἔχει τὴν δύναμιν. ἐπισφραγίζεται γὰρ τὰ προειρημένα διὰ τοῦ προοιμίου καὶ τῶν μελλόντων κατάρχεται, ἅπτεται δὲ ἤδη λοιπὸν τῆς προκατασκευῆς. ἔχει δὲ τοιαύτην ἡ προκατασκευὴ δύναμιν ὥστε τινὰ τῶν λυπούντων περὶ τὴν ὑπόθεσιν διορθοῦσθαι. ἔστι δὲ ἡ χρεία αὐτῆς καὶ οὗπερ ἕνεκα τοῖς ῥήτορσιν ἐπιτετήδευται αὕτη· ἤτοι γὰρ τὴν ὑπόθεσιν ἅπασαν ὁ ῥήτωρ συμπεπλεγμένην ὁρῶν καὶ πολλῶν πραγμάτων περιεκτικὴν καὶ δυσδιάκριτον, διὰ τοῦτο δεῖται τῆς προκατασκευῆς, ἵνα τὴν σύγχυσιν ἅπασαν διαλύσῃ καὶ εἰς κεφάλαια τὴν ὑπόθεσιν ἀνάγων παρασκευάσῃ τοὺς ἀκροατὰς ὥσπερ πρός τινας κανόνας ἀποβλέποντας, οὕτως ἀπαιτεῖν παρ’ αὐτοῦ τὰς ἀποδείξεις καὶ περὶ ταῦτα τὰ κεφάλαια ἵστασθαι ἢ πρὸς τὸν ὅλον ἀγῶνα τοὺς δικάζοντας ἐναντίως ἔχοντας ὁρᾶν· καὶ δεῖται προδιορθώσασθαι τὴν γνώμην αὐτῶν, ὡς ἐν τῷ κατὰ Μειδίου πεποίηκεν, ἢ μέρος τι τῆς ὑποθέσεως ὁρῶν δεόμενον μεθόδου τινὸς κέχρηται τῇ προκατασκευῇ, καθάπερ ἐν τῷ κατὰ Ἀριστοκράτους λόγῳ. gT εἰ σκέψαισθε παρ’ ὑμῖν αὐτοῖ] προκατασκευὴ διακρίνουσα τὰ ἐν τῇ ὑποθέσει ζητούμενα. |
| 19 26a | gT Μενάνδρου· προκατασκευή. |
| 19 26b | Ἀσκληπιοῦ· προκατασκευῆς δίκην διευκρινεῖ τὰ ἐν τῇ ὑποθέσει ζητούμενα. YS πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε] ἡ προκατασκευὴ μετὰ τὸ προοίμιον εὐθὺς πρὸ τῆς διηγήσεως. |
| 19 27a | F 2 Y περὶ τῶν κεφαλαίων τῆς κατασκευῆς πρῶτον περὶ ὧν ἀπήγγειλε, δεύτερον περὶ ὧν ἔπεισε, τρίτον περὶ ὧν προσετάξατε αὐτῷ, τέταρτον περὶ χρόνων, πέμπτον περὶ τοῦ ἀδωροδοκήτως ἢ μὴ ταῦτα πεπρᾶχθαι. |
| 19 27b | F 2 πρῶτον . |
| 19 27c | .. ἀπήγγειλε] οὐκ ἦν μὲν τῇ τάξει πρῶτον τὸ ‘ἀπαγγεῖλαι‘, ἀλλὰ τὸ ἰσχυρότερον καὶ τὸ σημεῖον προέθηκεν ἐφ’ ᾧ μάλιστα κρίνεται ὁ Αἰσχίνης. ἐλάβετο οὖν εὐθὺς τοῦ μεγίστου τῶν τεκμηρίων· τοῦτο γὰρ γένεσις αὐτῷ τῆς ὑποθέσεως ὅλης. ἐπειδὴ γὰρ οὔτε ἐκ γραμμάτων οὔτε ἐκ ψηφισμάτων οὔτε ἐξ ἄλλων ἀποδείξεων ἔχει τὸν ἔλεγχον, εἰκότως ἐχώρησεν ἐπὶ τοὺς Αἰσχίνου λόγους καὶ τούτων καθάπτεται ὡσπερεί τινος ἀρχῆς καὶ κρηπῖδος καὶ πρὸς τούτους ἀποβλέπων τὴν ὅλην κατηγορίαν ποιεῖται. ἔστι τοίνυν τὸ ‘ὧν ἀπήγγειλε‘ διπλοῦν καὶ [τούτου] τοῦ ἐγκλήματος ἔχει δύο τεκμήρια, ἓν μὲν ὅτι ‘ἀπήγγειλεν ἀπολεῖσθαι Θηβαίουσ‘, ἕτερον δὲ ὅτι ‘ὑπέσχετο σωθήσεσθαι Φωκέασ‘. καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ αὐτὸς προϊὼν ἔδειξεν· ἰδίαν τε γὰρ ἑκατέρῳ τούτων ἀποδέδωκεν ἐργασίαν καὶ διττὰ τούτοις ἀντέθηκεν ἐπιχειρήματα, ὡς ἐπ’ αὐτῶν τῶν ῥητῶν ἐπιδείξομεν. gT δεύτερον δέ, ὧν ἔπεισεν] ἢ ‘ὑμᾶσ‘, εἰπὼν ταῦτα δι’ ὧν ἀπώλετο τὰ πράγματα· ἢ ‘τούτους πρὸς οὓς ἐπέμφθη‘· ἢ ὅτι, ἡνίκα ἐβουλεύετο ἡ πόλις περὶ τοῦ πῶς χρὴ ποιήσασθαι τὴν εἰρήνην, ἔπεισεν ἄνευ Φωκέων ποιήσασθαι καὶ χωρὶς τῶν ἄλλων Ἑλλήνων, καὶ ἡνίκα λέγειν ἐβούλετο Δημοσθένης, ἔπεισε μὴ ἀκοῦσαι τῶν Δημοσθένους λόγων τὸν δῆμον· ἐπὶ τούτοις ἔπεισε μήτε στρατεύσασθαι ὑπὲρ Φωκέων μήτε ψηφίσασθαί τι ἄξιον ὑπὲρ τῆς αὐτῶν σωτηρίας μήτε μὴν ἀπιστεῖν τῷ Φιλίππῳ· ταῦτα γὰρ πάντα συμπεριέλαβε μὲν ἐνταῦθα βραχέσι ῥήμασιν, ἐπὶ δὲ τῆς ἐργασίας ἔδειξεν οὐκ ὄντα μικρὰ οὐδὲ ὀλίγα, πλείστας αὐτοῖς καὶ ἰσχυροτάτας ἀποδοὺς ἐργασίας. |
| 19.28 | ὁμοῦ τε διὰ τούτων περιγράφει τοὺς Αἰσχίνου λόγους οὓς ποιήσεται περὶ τῆς εἰρήνης αἰτιώμενος Δημοσθένην ὡς εἰσηγησάμενον τὴν εἰρήνην. τοῦτο δὲ τὸ μέρος δέδοικε Δημοσθένης. λύει δὲ οὐδὲν ἧττον διὰ τοῦ δευτέρου τὸ ἰσχυρότατον Αἰσχίνου χρῶμα καὶ τὸ μεταληπτικὸν ἅμα· τοῦ γὰρ Αἰσχίνου δυναμένου κατὰ φύσιν ἀναχωρεῖν ἐπὶ τὴν ἀπάτην ἣν ὑπὸ Φιλίππου ἠπάτηται καὶ λέγειν ἐξεῖναι 〈καὶ〉 ἀπαγγέλλειν ἅ τις ἀκήκοεν, ἐπενεγκὼν ‘ὧν ἔπεισε‘ δι’ ἑνὸς ῥήματος ἀμφότερα ταῦτα ἀνῄρηκε. gT τρίτον δὲ ὧν προσετάξατε αὐτῷ· εἶτα τῶν χρόνων] ταῦτα αὐτὰ καθ’ αὑτὰ κρινόμενα ἐγκλήματ’ ἂν εἴη· νῦν δὲ πρὸς ἀπόδειξιν ἑτέρου παραλαμβανόμενα τεκμήρια γίνεται. |
| 19.29 | προσέταξαν δὲ αὐτῷ ταῦτα, πρῶτον μὲν λαβεῖν τοὺς ὅρκους παρὰ τῶν συμμάχων, λέγει δὲ Θετταλῶν· εἶτα προσέταξαν αὐτῷ πεῖσαι Φίλιππον Ἀμφίπολιν ἀποδοῦναι τῇ πόλει· ἐπειδὴ γὰρ ἐκ ψηφισμάτων καὶ προσταγμάτων ἐγγράφων οὐκ ἔχει ταῦτ’ ἐγκαλεῖν, ἀορίστως ἐχρήσατο τῷ ῥήματι εἰπὼν ‘ὧν προσετάξατε αὐτῷ‘· τὸ γὰρ ‘προσετάξατε‘ ἀπροσδιορίστως τεθέν, πότερον ἐγγράφως ἢ οὔ, δίδωσιν αὐτῷ χορηγίαν ἐφ’ ἅπαντα τὰ ἐγκλήματα. τῶν γὰρ προσταγμάτων ἃ μέν ἐστιν ἔγγραφα, ἃ δὲ ἄγραφα· ἔγγραφα μὲν τὰ περὶ τῶν ὅρκων, ἄγραφα δὲ τὰ περὶ τῆς Ἀμφιπόλεως καὶ τῶν Φωκέων. ἐν ᾧ καὶ τῷ καθ’ ἑαυτὸν προδιορθοῦται ὁ ῥήτωρ· ἐπειδὴ γὰρ Αἰσχίνης ἀποσκώπτων φησὶ λέγοντα αὐτὸν προοίμιον ὑπὲρ τῆς Ἀμφιπόλεως ἐκπεσεῖν, ἐντεῦθεν ἤδη διωθεῖται τὸ ἔγκλημα καὶ δίδωσιν Αἰσχίνῃ προσῆκον λέγειν, οὐχ ἑαυτῷ, εἴπερ αὐτῷ ἡ πόλις προσέταξεν. εἰκότως δὲ προσέταξε τούτῳ· μόνος γὰρ ἐφώρασε Φίλιππον ἐπιβουλεύοντα τοῖς Ἕλλησι καὶ μόνος παρεκάλει τὸν δῆμον καὶ τοὺς Ἕλληνας ἐπὶ τὴν ἀκόλουθον τάξιν τῶν πραγμάτων. ἔστι μὲν οὖν ἰσχυρότατον μέρος πρὸς τὴν κατηγορίαν οἱ παρ’ Αἰσχίνου λόγοι οὓς διεῖλε δίχα, εἴς τε τὸ εἰπεῖν καὶ πεῖσαι. καίτοι γε ἓν πρᾶγμα εἶναι δοκεῖ τό τε εἰπεῖν καὶ πεῖσαι· ἅμα γὰρ τῷ λέγειν καὶ πείθει τις. ἀλλ’ ἐπειδὴ τὸ μὲν λέγειν ἀπαγγελίαν περιέχειν δύναται, τὸ δὲ πείθειν συμβουλήν, διὰ τοῦτο τὸ μὲν ὡς γένος, τὸ δὲ ὡς εἶδος εἴληφεν. ἕπεται δὲ τούτῳ τῷ μέρει καὶ τὰ λοιπά. εἰ γὰρ αὐτὸς ἀπήγγειλεν, αὐτὸς ἠπάτησεν, αὐτοῦ ἄρα εἴη ἂν καὶ τὰ λοιπὰ ἁμαρτήματα. ὅρα δὲ ὅτι τῶν προκειμένων τὰ μὲν ἴδια Αἰσχίνου, τὰ δὲ λοιπὰ τῶν πρέσβεων· ἴδια μὲν ἅ τε ἀπήγγειλεν ἅ τε ἔπεισε· τὸ δὲ ‘ὧν προσετάξατε αὐτῷ‘ κοινὸν γενέσθαι δυνάμενον κατὰ τῶν πρέσβεων ἔγκλημα, ἐπ’ αὐτὸν ἀνενήνοχε τὸν Αἰσχίνην· τοῦτον γὰρ εἰκὸς τὰ πάντα ἠδικηκέναι, τὸν ἑλόμενον ὑπὲρ ἁπάντων καὶ εἰπεῖν καὶ ψεύσασθαι. ‘μετὰ ταῦτα τῶν χρόνων‘, καθ’ οὓς ἐποίησεν ὑμᾶς μὴ βοηθῆσαι Φωκεῦσι, μελλήσας ἕως ἂν εἴσω Πυλῶν γένηται Φίλιππος. δοκεῖ δὲ καὶ τοῦτο κοινὸν ἔγκλημα εἶναι τῶν πρέσβεων· ἀλλὰ προταχθὲν μὲν ἐγένετο ἂν τῶν πάντων, ὑποταχθὲν δὲ τοῖς ἄλλοις ἴδιον Αἰσχίνου γίνεται. τίνες τοίνυν εἰσὶν οἱ χρόνοι; ἤγουν πρῶτον ἐκεῖνοι οὓς ἀνάλωσε παρασκευαζομένου Φιλίππου ἐπὶ Φωκέας, εἶθ’ ὅτι ὀψέ ποτε Φιλίππου χωρισθεὶς καταλαβόντος σχεδὸν ἤδη τὰς Πύλας, οὐκ ἐνέδωκε τῷ δήμῳ περιπλεύσαντι κλεῖσαι τὸν τόπον. πρὸς τούτοις ἐν οἷς ἀντεξετάζει οὓς ἀνάλωσε χρόνους ἐπὶ τῆς προτέρας πρεσβείας καὶ οὓς ἐπὶ τῆς δευτέρας, τεκμήριον τὸν χρόνον λαμβάνων τῆς δωροδοκίας. εἰ δέ τις οἴεται τῶν χρόνων μεμνημένον αὐτὸν τὴν Θρᾴκην λέγειν, οὐκ ὀρθῶς ὑπείληφεν (οὐ γὰρ χρόνος ἐστὶν ἡ Θρᾴκη), ἀλλ’ ὅτι δῶρα εἴληφε, τεκμήριον ἡ ταχύτης καὶ ἡ βραδύτης. gT εἰ ἀδωροδοκήτως] καλῶς ἐπήγαγε τὸ ‘ἀδωροδοκήτωσ‘ μετὰ τὰ ὅλα ὡς ἰσχυρότερον. |
| 19 30a | ἀεὶ γὰρ ἐν τοῖς ἄκροις τάττεται τὰ ἰσχυρά, τὰ δὲ ἥττονα καὶ ἀσθενῆ ἐν τῷ μέσῳ. ἐπειδὴ πρὸς ἕκαστον τῶν προειρημένων ἐστί τις αὐτῷ ἀπολογία, οἷον ἐπὶ τῆς ἀπαγγελίας ὅτι ‘ἠπατήθην ὑπὸ Φιλίππου‘, ἐπὶ τοῦ πεῖσαι ὅτι ‘ἀγνοῶν οὕτως ὑμᾶς ἔπιθον ὡς νομίζων τὰ παρ’ ἐκείνου εἶναι ἀληθῆ‘, 〈ἐπὶ〉 τῶν χρόνων ὅτι ‘ἄκων ἐβράδυνα ἢ διὰ νόσον ἢ δι’ ἄλλο τι‘, ἐπὶ δὲ τοῦ δωροδοκεῖν οὐδὲν ἔχει ἔτι εἰπεῖν. A εἰ ἀδωροδοκήτως] τελευταῖον ταχθὲν τοῦτο ἀνῄρηκεν Αἰσχίνου πᾶσαν ἀπολογίαν, ὥστε μὴ δοκῶν ἀγωνίζεσθαι ἀποδείκνυσιν· εἰ γὰρ ἀπήγγειλε τὰ ψευδῆ καὶ ἔπεισεν ἀπατῶν καὶ τῶν προστεταγμένων πεποίηκεν οὐδὲ ἓν καὶ τοὺς χρόνους ἀνήλωσεν, ἔχει μὲν ἴσως ἀπολογίαν, εἰ μὴ φανεῖ δωροδόκος· ὀφθεὶς δὲ ἔνοχος τῇ μισθαρνίᾳ οὐδεμίαν ἕξει τῶν ἐγκλημάτων ἀπολογίαν, ἵνα καὶ τὰ κοινὰ ἴδια γένηται. |
| 19 30b | εἰ γὰρ ἁπάντων εἴη τὰ ἐγκλήματα, μόνος δὲ εἴληφε δῶρα, καὶ τοῦ τοὺς ἄλλους ἡμαρτηκέναι καθέστηκεν αἴτιος. ἔστιν οὖν τριμερὴς ἡ προκατασκευή, καὶ τἄλλα μέν ἐστιν ὡς ἐν γένει κατὰ πάντων πρέσβεων, τὸ δὲ τρίτον μέρος τῆς προκατασκευῆς ἴδιόν ἐστιν Αἰσχίνου. gT πάντα ταῦτα πέπρακται] δεινότατον πάνυ· οὐ γὰρ εἶπεν ‘εἴρηται‘, ἀλλὰ ‘πέπρακται‘, συνεθίζων αὐτοὺς ἔργα νομίζειν τὰ ῥήματα. |
| 19.31 | gT ὃν ἄν τις ἑκὼν καθυφῇ] διὰ μὲν δὴ τοῦ ‘ἑκὼν‘ τὸ χρῶμα ἀναιρεῖ, διὰ δὲ τοῦ ‘καθυφῇ‘ τὴν δωροδοκίαν μηνύει, ὅθεν ἐπήνεγκε ‘καὶ προδῷ‘. |
| 19.32 | gT δῶρα καὶ μισθοὺς εἰληφότα] συνέζευξε τοῖς δώροις τὸν μισθόν, ἐπονείδιστον ὄνομα, πρὸς δὲ καὶ τῇ ποιότητι τοῦ Φιλοκράτους τὴν διαφθορὰν τῆς γνώμης πιστούμενος. |
| 19.33 | gT ἐμὲ μὲν φαῦλον ἡγεῖσθε] τιμωρία γὰρ αὐτάρκης τὸν Ἀθηναίων σύμβουλον καὶ πρεσβευτὴν φαῦλον παρ’ Ἀθηναίοις νομίζεσθαι. |
| 19.34 | gT 〈πολλὰ δὲ καὶ δεινὰ κατηγορεῖν ἔχων〉] προκαταστατικὸν ἐννόημα. |
| 19 35a | YS πληρώσας τὴν προκατασκευήν, εἰσβάλλει ἐντεῦθεν ἐπὶ τὴν προκατάστασιν. |
| 19 35b | A πολλὰ . |
| 19 35c | .. ἔχων] αἰνίττεται ἴσως τὴν ἐν Μακεδονίᾳ μέθην καὶ τὴν Ὀλυνθίαν αἰχμάλωτον καὶ τὴν αἰσχρὰν παροινίαν καὶ τὰ κατὰ Θρᾴκην. ἔφην δ’ ὅτι τὸ ἦθος Αἰσχίνου καὶ ἡ προειληφυῖα δόξα καὶ ἡ πρόληψις ταράττει τὸν ῥήτορα. ἐπειδὴ γὰρ ἀφ’ ἧς ἡμέρας εἷλε τὸν Τίμαρχον εὐδοκιμεῖν ἐπὶ σωφροσύνῃ ἐδόκει, πόρρωθεν κατεπαγγέλλεται τοῦ ἤθους καὶ τῆς ὑποκρίσεως τὸν ἔλεγχον. τὸ δὲ ‘ἐξ ὧν οὐκ ἔστιν ὃς ἂν οὐκ εἰκότως μισήσειεν αὐτὸν‘ σημαντικόν ἐστιν ὅτι καὶ παρ’ ἡμῖν οἱ φαυλότατοι μαθόντες τὸν βίον Αἰσχίνου μισήσουσιν. αἰνίττεται δέ, ὡς εἶπον, τὴν ἐν Μακεδονίᾳ μέθην καὶ ἑξῆς. gT μνημονεύοντας ὑμῶν εὖ οἶδ’ ὅτι πολλοὺς ὑπομνῆσαι] θηρεύει μαρτυρίαν ἤδη παρὰ τῶν ἀκουόντων, ἵνα καὶ τὴν κατάστασιν μόνον οὐκ ἀγῶνα ἐργάσηται καὶ τὸ ἐπενεχθὲν πιστεύηται, ὅτι τοῖς ὑφ’ ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μάλιστα ἐξελεγχθήσεται δῶρα ἔχων. |
| 19.36 | διχόθεν δὲ ὁ ἔλεγχος καὶ παρὰ τῶν ἀκροατῶν καὶ παρὰ τοῦ φεύγοντος. λέγει δὲ οὐ πάντα ἐν τῷ προκαταστατικῷ τὰ μέρη τῆς καταστάσεως, φοβηθεὶς τῶν λόγων τὸν ὄχλον, ἀλλ’ ἐπαγγέλλεται μὲν περὶ τῆς δωροδοκίας εἰπεῖν, σιγᾷ δὲ τὸ κατὰ Φωκέας ὡς ἑπόμενον καὶ ἀκόλουθον. gT εἰδῆτε] ἰστέον ὅτι τὸ πέμπτον ἐν τῇ προκατασκευῇ κεφάλαιον τεθειμένον πρῶτον διαπεραίνει, τὰς τῶν ἐπιχειρήσεων προσάγων δυνάμεις. |
| 19.37 | F 2 Y 〈ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων〉] ἡ κατάστασις. |
| 19 38a | F 4 YA ἔστι δὲ διμερής, καὶ τὸ μὲν πρῶτον μέρος αὐτῆς περιεκτικόν ἐστι τῆς δωροδοκίας, τὸ δὲ δεύτερον περιεκτικὸν τοῦ κατὰ Φωκέας ἐγκλήματος. |
| 19 38b | F 4 Y πρῶτον μέρος ἢ κατάστασις. |
| 19 38c | S ἔστι . |
| 19 38d | .. Ἀθηναίων] αὕτη ἐστὶν ἡ κατάστασις. διῴκηται δὲ σοφώτατα, ἵνα δι’ ὧν ὡς φρόνιμον καὶ πρὸ τῶν ἄλλων αἰσθόμενον εἰσάγει, διὰ τούτων ἀνέλῃ τὸ ὅτι οὐκ ἠπάτηται. διμερὴς δ’ ἐστὶν ἡ κατάστασις ὥσπερ καὶ ἡ ὑπόθεσις. καὶ τὸ μὲν πρῶτον μέρος αὐτῆς περιεκτικὸν τῆς δωροδοκίας ἐστὶ καὶ λαμβάνει πέρας τοῦτο τὸ μέρος ἐνταῦθα (16)· ‘καὶ ταῦθ’ ὁ σχετλιώτατος καὶ ἀναιδὴς οὗτος ἐτόλμα λέγειν ἐφεστηκότων τῶν πρέσβεων καὶ ἀκουόντων, οὓς ἀπὸ τῶν Ἑλλήνων ὑμεῖς μετεπέμψασθε ὑπὸ τούτου πεισθέντες, ὅτ’ οὔπω πεπρακὼς αὐτὸν ἦν.‘ τὸ δὲ δεύτερον μέρος ἐστὶ περιεκτικὸν τοῦ κατὰ Φωκέας ἐγκλήματος οὗ ἡ ἀρχή (17)· ‘ὃν μὲν οὖν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, χειροτονησάντων ὑμῶν ἐπὶ τοὺς ὅρκους αὐτὸν πάλιν.‘ ὁρᾷς γὰρ ὅπως ἡ μετάβασις σαφὴς καὶ πρόδηλος, πρῶτον μὲν εἰσαχθεῖσα ἐν προοιμίου εἴδει, ἔπειθ’ ὅτι κατεπαγγέλλεται πραγμάτων ἑτέρων ἀπόδειξιν. ἔστι καὶ τρίτον μέρος τῆς καταστάσεως, ἐν ᾧ τὰς αἰτίας ἀποδίδωσι τῶν προειρημένων, οὗ ἡ ἀρχή (25)· ‘τοῦ χάριν δὴ ταῦτα πρῶτον ὑπέμνησα;‘ ἐπειδὴ δὲ διαίρεσιν εἰπεῖν τοῦ λόγου προὐθέμεθα, κωλύει δὲ οὐδὲν διὰ βραχέων ὡσπερεὶ σπέρματα καταβαλλομένους ἐφοδεῦσαι τοὺς ἐντυγχάνοντας, δεῖ τῆς δεινότητος πανταχοῦ στοχάζεσθαι τοῦ ῥήτορος. ἐπεὶ τοίνυν οὐκ ἦν εἰκὸς τὸν Φίλιππον δῶρα δοῦναι ἀνδρὶ τῶν τυχόντων, ἀλλὰ τῷ δοκοῦντι τῶν ἄλλων κατὰ τὴν πρεσβείαν κρατεῖν, καὶ ἐπειδὴ οὐχ οἷόν τε ἦν προδοῦναι Φωκέας τὸν μὴ μάλιστα πάντων δυνάμενον, οὐδὲ μὴν οἷόν τε ἦν πεῖσαι τοὺς ἀκούοντας, ὅτι πάντων τῶν πρέσβεων ὄντων μόνος Αἰσχίνης προδότης, ἀναγκαίως εἰδὼς τοῦτο εὐθὺς ἐν ἀρχῇ τῆς καταστάσεως θεραπεύει τὸ ἀντικείμενον. τὰ πρῶτα γὰρ Αἰσχίνῃ διδοὺς τῆς πολιτείας καὶ μονονουχὶ Περικλέους ἀξίωμα περιτιθείς, τὴν δύναμιν αὔξει καὶ τῷ προσώπῳ μέγιστον ἀξίωμα περιτίθησιν, ἵνα καὶ ἀναγκαίως φαίνηται Φίλιππος τοῦτον θεραπεύων, ὃν μάλιστα κρατοῦντα τῆς πρεσβείας ἑώρα, καὶ τῷ παντὶ ἀγῶνι παρασκευάζῃ τὴν πιθανότητα. τὸ δὲ θαυμασιώτατον ἐκεῖνό ἐστιν, ὅτι αὐτὸν Αἰσχίνην παρέχεται τῶν δωροδόκων κατήγορον καὶ μάρτυρα τοῦ διαφθείρεσθαι ὑπὸ Φιλίππου τοὺς εἰς Μακεδονίαν ἀφικνουμένους. ἐπὶ τούτοις καὶ τρίτον, ὅτι οὐ διελάνθανεν αὐτὸν ἡ τοῦ Φιλίππου προαίρεσις οἵα τε ἦν περὶ τὴν πόλιν καὶ τὴν Ἑλλάδα, ἵνα καὶ τὸ χρῶμα φαίνηται διὰ τούτων λύων· οὐ γὰρ ἦν εἰκὸς ἀγνοῆσαι τοῦ Φιλίππου τὴν γνώμην τὸν πάλαι ποτὲ κατηγοροῦντα τοῦ Φιλίππου τὸν τρόπον. καὶ τοῦτό ἐστιν ὃ περιέχει 〈τὸ〉 τοῦ χρώματος· ὁ γὰρ αἰσθόμενος πρῶτος Φίλιππον ἐπιβουλεύοντα τοῖς Ἕλλησι καὶ Φωκεῦσιν ᾔδει ἐπιβουλεύοντα καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ, ἵνα ἐξ ἀκολουθίας τὸν προεστηκότα τῆς πρεσβείας φαίνηται διαφθείρων. gT καὶ ἔχων Ἴσχανδρον] παρέχει μὲν τοῖς Αἰσχίνου λόγοις πίστιν ἡ μαρτυρία· οὐκ ἀπήλλακται δὲ καὶ σκώμματος· ὑποκριτὴν γὰρ ἔχει τὸν συναγωνιζόμενον. |
| 19.39 | gT 〈προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ〉] κατὰ κῶλον ἐπαναφορά. |
| 19 40a | F 2 Y προσιὼν . |
| 19 40b | .. δήμῳ] θεώρησον πόσην αὐτῷ μαρτυρεῖ τὴν σπουδήν τε καὶ εὔνοιαν· παρηνώχλει γὰρ πᾶσιν ὁρᾶν ἀδικοῦντα τὸν Φίλιππον. gT ἥκων ἐξ Ἀρκαδίας] διὰ δὲ τοῦ ‘ἥκων‘ τὴν ἔξοδον καὶ τὸ ἀπελθεῖν ἐδήλωσεν, εἰ καὶ μὴ εἴρηκε φανερῶς. |
| 19.41 | gT καὶ καλοὺς] οὐκ ἔστιν ὡς ἐν εἰρωνείᾳ, ἀλλὰ κατ’ ἀλήθειαν. |
| 19.42 | ὕστερον γὰρ μέλλει ἐπιφέρειν τὸ κατ’ εἰρωνείαν. A Ἱερώνυμον] προδότην τινὰ λέγει Ἀρκάδων, ἐναντιούμενον αὐτῷ ἐν Ἀρκαδίᾳ περὶ τοῦ πολέμου τοῦ πρὸς Φίλιππον, μαθητὴν γενόμενον Ἰσοκράτους. |
| 19.43 | A οὐχὶ τὰς ἰδίας ἀδικοῦσιν] αὐτὸν ποιεῖ τὸ μέγεθος τοῦ κακοῦ τοῦ κατὰ τὴν προδοσίαν ὁρίζοντα. |
| 19.44 | gT καὶ Κτησιφῶντος] οὐκ ἔστιν οὗτος εἷς τῶν ὑποκριτῶν, ἀλλ’ ἑτέρας ἕνεκα προφάσεως ἀποσταλεὶς εἰς τὴν Μακεδονίαν καὶ παρὰ τοῦ Φιλίππου ἀκηκοὼς ὡς βούλεται σπείσασθαι, οὕτως ἀπήγγειλε. |
| 19.45 | gT γίνεται τῶν πρέσβεων τούτων εἷς] παρὰ χρόνον 〈ἐναλλαγή〉· ἔστι γὰρ ἀντὶ τοῦ ‘ἐγένετο‘. |
| 19.46 | ὅμοιον τῷ Θουκυδίδου (2, 35, 1)· ‘ἐπαινοῦσι αὐτὸν προσθέντα‘ ἀντὶ τοῦ ‘ἐπῄνεσαν‘. gT οὐχ ὡς τῶν] ἐγκατάσκευος διήγησις, ὡς ταῖς αἰτίαις κατασκευαζομένη, διότι ἐστὶ σύντομος καὶ πολιτική. |
| 19 47a | F 2 Y σχῆμα τὸ συμβεβηκὸς κατὰ ἄρνησιν. |
| 19 47b | F 1 〈διὰ γὰρ τοὺς προειρημένους λόγουσ〉] συγγνώμη τῆς χειροτονίας Αἰσχίνου. |
| 19.48 | F 1 προσελθὼν τοίνυν ἐμοὶ] παρὰ τοῦ ἀντιδίκου λαμβάνει τῆς οἰκείας δόξης καὶ προαιρέσεως μαρτυρίαν· οὐδενὶ γὰρ τῶν πρέσβεων περὶ σωτηρίας πραγμάτων Αἰσχίνης φαίνεται διαλεγόμενος, εἰ μὴ μόνον τῷ ῥήτορι· ὥστε τὸν ἔπαινον τὸν οἰκεῖον ἀνεπαχθῆ γενέσθαι μὴ παρ’ αὐτοῦ λεγόμενον, ἀλλὰ παρὰ τοῦ ἀντιδίκου μαρτυρούμενον. |
| 19.49 | gT καὶ ὅπως τὸν μιαρὸν καὶ ἀναιδῆ] ἄνοια, φησί, τοῦ δήμου πολλή, εἴ γε ᾔδεσαν ὡς προδότης ἦν ὁ Φιλοκράτης. |
| 19.50 | ὅτι δὲ ἀμφοτέροις ἐχθρὸς ὁ Φιλοκράτης Αἰσχίνης ὁμολογεῖ. πῶς οὖν καλούμενος ἐπὶ τὴν μαρτυρίαν Φιλοκράτους Αἰσχίνης σιγᾷ καὶ τίς ἡ κοινωνία τῆς πολλῆς προνοίας ὑπὲρ Φιλοκράτους αὕτη; πῶς δὲ πολλὴν ὑπὲρ αὐτοῦ ποιεῖται πρόνοιαν; τίνα δὲ ἄλλον παρεχόμεθα μάρτυρα τοῦ πολεμεῖν αὐτῷ Δημοσθένη σαφῶς καὶ διαρρήδην μαρτυροῦντος Αἰσχίνου; ἄνοια οὖν, ὡς εἴρηται, τοῦ δήμου πολλή, εἴ γε εἰδότες ὡς προδότης Φιλοκράτης εἶτα ἐχειροτόνησαν αὐτόν. ἔστι δὲ οὐ τοιοῦτον· ἀλλ’ ἐπειδὴ χρεία πολλάκις ἐν ταῖς πρεσβείαις ἰταμωτέρων καὶ παρρησιαστικῶν, ἵνα μὴ τὰ δίκαια διὰ τὴν ἐπιείκειαν πρόωνται τῆς πόλεως, ἐδόκει δὲ τοιοῦτος ὁ Φιλοκράτης, ἕνεκεν τούτου εἵλοντο αὐτόν. ὡς οὖν εὐχερῆ ὄντα εἰς τὸ μεταπεισθῆναι καὶ διαφθαρῆναι εἶπε τὸ ‘φυλάξωμεν‘. διὰ τοῦτο γὰρ μιαρὸν καὶ ἀναιδῆ ἐκάλεσεν, οὐ προδότην. gT 〈καὶ μέχρι〉] σύστασις τοῦ οἰκείου πρὸ τῆς ἐπικρίσεως τοῦ κατηγορουμένου. |
| 19.51 | F 1 〈χωρὶσ〉] πρὸς διαστολὴν τῶν ἀκουόντων. |
| 19.52 | F 1 δεῖν] ἀντὶ τοῦ ἀναγκαίαν εἶναι. |
| 19.53 | A βραχεῖς τε καὶ μετρίους λόγους] τὸ μὲν τῆς συντομίας, τὸ δὲ τῆς ἀρετῆς τῶν εἰρημένων. |
| 19.54 | gT μετρίους] ἀντὶ τοῦ φιλανθρώπους. |
| 19.55 | A 〈τῷ τῶν συμμάχων〉] ὡς εἰ ἔλεγεν ‘ἅπασιν Αἰσχίνης ἠναντιώθη, τοῖς συμμάχοις καὶ ἐμοὶ καὶ τοῖς ἀκροαταῖσ‘. |
| 19.56 | F 1 συνηγόρει ἐκείνῳ] μεθ’ ἑτέρας διανοίας ἐξετάζει τοῦ κατηγορουμένου τὰ ῥήματα. |
| 19.57 | F 1 ὡς οὔτε τῶν προγόνων ὑμᾶς] ὁ μὲν Αἰσχίνης περὶ τῶν φαυλοτέρων ἔφη, οὓς καὶ ζηλοῦν ἐκώλυσεν, ὁ δὲ τῷ κοινῷ τὸν λόγον ἐτράχυνε. |
| 19 58a | gT ἰστέον ὅτι σοφίζεται ἐνταῦθα ὁ ῥήτωρ· ὁ μὲν γὰρ Αἰσχίνης τὸ ἄκαιρον τοῦ μιμεῖσθαί τινας τῶν προγόνων ἔλεγε φυλάττεσθαι, αἰνιττόμενος τοὺς ἐν Σικελίᾳ μόνους· οὐ γὰρ ἔλεγε περὶ πάντων τῶν προγόνων· ὁ δὲ ῥήτωρ τῷ καθολικῷ ὀνόματι ‘τῶν προγόνων‘ διαβάλλει τὸν λόγον. |
| 19 58b | ART νόμον τε θήσειν] ἰδοὺ καὶ νομοθέτην αὐτὸν ἀποφαίνει πανταχόθεν αὔξων τὴν φρόνησιν. |
| 19.59 | gT μηδενὶ τῶν Ἑλλήνων] παραινεῖ τῇ πόλει τὴν αὐτοῦ δωροδοκίαν μιμήσασθαι καὶ μισθοῦ βοηθῆσαι τοῖς Ἕλλησι. |
| 19.60 | gT 〈καὶ ταῦτα ὁ σχέτλιοσ〉] εὐκαίρως ἐπιφύεται κατ’ αὐτοῦ μετὰ τὴν δείνωσιν. |
| 19.61 | F 1 〈ὃν μὲν οὖν〉] δεύτερον μέρος τῆς καταστάσεως. |
| 19.62 | S 〈ἀλλ’ ἐπειδὴ πάλιν ἥκομεν〉] τὸ εἶδος τοῦ λόγου περιβλητικὸν κατὰ τὴν μέθοδον. |
| 19.63 | τὸ γὰρ ἀναστρέφειν τὰ πράγματα καὶ τὰ δεύτερα πρῶτα λέγειν, εἶτα ἐπεμβάλλειν τὰ πρῶτα περιβολῆς ἴδιον. A καὶ προσδοκηθέντων] ὑπὲρ τῶν περὶ Ἀριστόδημον λέγει καὶ Νεοπτόλεμον. |
| 19.64 | A καὶ τούτων ἕτερα] τὴν Θρᾴκην λέγει. |
| 19.65 | A προσῄειμεν] πρῶτον γὰρ ἔδει εἰσελθεῖν ἐν τῇ βουλῇ, εἶτα ἐν τῷ δήμῳ. |
| 19.66 | A τὸ γὰρ βουλευτήριον μεστὸν] τὴν ἐπιθυμίαν αἰνίττεται τοῦ μαθεῖν· οὐ γὰρ ἀνέμειναν τὴν ἐκκλησίαν κατὰ τὸ ἔθος, ἀλλ’ ἀνεμίχθησαν οἱ ἰδιῶται τοῖς βουλευταῖς. |
| 19.67 | gT 〈κατηγόρησα τούτων〉] οὐ λέγει περὶ πάντων τῶν πρέσβεων, ἀλλὰ τῶν αἰτίων. |
| 19.68 | A 〈ἐπειδὴ δὲ ἧκεν ἡ ἐκκλησία〉] ἐνταῦθα ἀποδείκνυσι τῆς προκατασκευῆς τὸ δεύτερον κεφάλαιον, δεύτερον τιθείς· οὐ γὰρ τῇ τάξει ἐχρήσατο τῆς ἐπαγγελίας, ἀλλὰ τὴν τάξιν συγχέας τῶν κεφαλαίων τῆς προκατασκευῆς, οὐχ ὡς ἐπηγγείλατο κατασκευάζει, ἀλλὰ τῆς ἐπαγγελίας τὸ πέμπτον τίθησι πρῶτον, τὸ δὲ δεύτερον τίθησι δεύτερον· κατασκευάζει δὲ μόνον τὸ δεύτερον νῦν. |
| 19.69 | F 4 Y πειρᾶσθε συνδιαμνημονεύειν] αἰσχυνθήσεται γὰρ ἕκαστος τῶν ἀκουόντων μόνος ἀπολειφθῆναι τῆς μνήμης. |
| 19.70 | gT 〈ἀληθῆ λέγειν〉] ἀπόδειξις τοῦ ἀληθῆ αὐτὸν εἰρηκέναι τῇ βουλῇ. |
| 19.71 | F 1 ἔφη γὰρ ἥκειν πεπεικὼς] καλῶς εἶπεν οὐκ ‘ἀκηκοὼς παρὰ Φιλίππου‘ ἁπλῶς, ἀλλὰ ‘πεπεικὼς Φίλιππον‘, ἵνα μὴ ὡς ἐξαπατηθεὶς φαίνηται. |
| 19.72 | προδιαλύει δὲ καὶ οὕτω τὸ χρῶμα· ‘πῶς γὰρ ὁ τότε πείσας ἠπάτηται;‘ gT καὶ περὶ τῶν ἐν Ἀμφικτύοσιν] ὥστε ζητῆσαι καὶ μαθεῖν τίνες ἐσύλησαν τοῦ ἱεροῦ τὰ χρήματα. |
| 19 73a | ἔμελε γὰρ τοῖς Ἀμφικτύοσι τούτου. gT Θηβαίων καὶ Φωκέων πολεμούντων πρὸς ἑαυτοὺς διὰ τὴν παραποταμίαν γῆν, οἱ Θηβαῖοι μᾶλλον ἱεροσύλησαν τὸ ἐν Δελφοῖς ἱερὸν ἤπερ οἱ Φωκεῖς, εἰ καὶ οἱ Φωκεῖς κατὰ τὸ ἀληθὲς τοῦτο πεποιήκασιν. |
| 19 73b | πρῶτοι γάρ, φησιν, ἐπεχείρησαν οἱ Θηβαῖοι τοῦτο ποιῆσαι καὶ (21) ‘οὐδὲν ἧττον ἠσεβήκασιν οἱ βεβουλευκότες τῶν ταῖς χερσὶ διαπραξάντων‘, ὡς ἐπιφέρει μετὰ μικρὸν λόγον [μακρόν]. ART δυοῖν ἢ τριῶν ἡμερῶν] τὸ τάχος τῆς ἐπαγγελίας τὴν ἀπάτην ἐπηύξησε. |
| 19.74 | gT διδάσκειν γὰρ αὐτὸς ἔφη] ὅρα ὅπως πάλιν προδιοικεῖται τὴν λύσιν. |
| 19.75 | ὁ γὰρ διδάσκων οὐ φενακίζεται. καὶ τὸ ‘αὐτὸσ‘ δὲ τὴν ἐξοχὴν δηλοῖ τῆς εὑρέσεως. οὐκ ἂν οὖν ὁ τοιοῦτος ἀπατηθείη. gT ἐπικεκηρυχέναι] ὅταν πόλις ἔχῃ πρός τινα δυσμένειαν, ἐπιβοᾷ καὶ κηρύττει μισθὸν καὶ χρήματα τῷ φονεύοντι. |
| 19 76a | gT ἐπικεκηρυχέναι] ἄλλο ἐστὶν ἐπικηρυκεία καὶ ἄλλο ἐπικήρυξις. |
| 19 76b | ἐπικηρυκεία μὲν ἡ φιλία, ἐπικήρυξις δέ, [ὅταν] πολλάκις πόλις ἔχουσα ἐχθρόν τινα ἐπιβουλεύοντα αὐτῇ [καὶ] ἐβούλετο αὐτὸν ἀνελεῖν ὡς βαρὺν ἑαυτῇ 〈καὶ〉 ἐπεκήρυττε χρήματα κατ’ αὐτοῦ τῷ βουλομένῳ λαβεῖν καὶ φονεῦσαι αὐτόν. πολλάκις δὲ καὶ ἐπὶ ἰδιωτῶν τοῦτο ἐγίνετο. ART 〈ὦ ἄνδρες πρέσβεισ〉] τοῦτο ὥσπερ ἠθοποιία ἐστὶν ὡς ἀπὸ τῶν Εὐβοέων λεγόντων πρὸς τὸν Αἰσχίνην καὶ τοὺς ἄλλους πρέσβεις· ‘καὶ πῶς εὑρέθησαν αὐτοὶ οἱ πρέσβεις ἐν τῇ Εὐβοίᾳ;‘ λέγομεν ὅτι δι’ αὐτῆς παρῆλθον ἐπανερχόμενοι ἐπὶ τὰς Ἀθήνας· οὐ γὰρ ἠδύναντο διὰ τῆς Βοιωτίας ἐπανελθεῖν διὰ τὴν ἔχθραν ἣν εἶχον πρὸς τοὺς Θηβαίους. |
| 19.77 | ἦσαν δὲ οἱ Εὐβοεῖς Ἀθηναίων ἀποστάντες ἐκ τῶν ὑστέρων Θουκυδίδου μέχρι τοῦ νῦν χρόνου. A κατέβη μάλα σεμνῶς] πλήττει λεληθότως τὸν δῆμον, ὅτι ὑπερευδοκιμοῦσιν οἱ φενακίζοντες. |
| 19.78 | gT 〈ἀναστὰς δ’ ἐγὼ〉] παραγραφικὸν λύει· ‘καὶ διὰ τί οὐκ ἀντέλεγες;‘ A ἐβόων, ἐξέκρουόν με] Αἰσχίνου βοῶντος, Φιλοκράτους παροινοῦντος, προκατειλημμένου τοῦ δήμου, ποῦ Δημοσθένης ὀφθήσεται; gT 〈ὑμεῖς δ’ ἐγελᾶτε〉] καθάπτεται τῶν πολιτῶν ὅτι τοῖς φενακίζουσι τὴν πόλιν ἐπίστευον, τὸν δὲ φιλόπολιν καταγέλαστον ἐποίουν. |
| 19.81 | A νὴ τοὺς θεοὺς εἰκός τι παθεῖν] θεραπεύει τὸν δῆμον μετὰ τὴν ἐπιτίμησιν. |
| 19 82a | gT θεραπεία τῆς ἐπιτιμήσεως. |
| 19 82b | F 1 καθαψάμενος τῶν πολιτῶν πάλιν αὐτοὺς θεραπεύει. |
| 19 82c | A 〈τοῦ χάριν δὴ〉] τρίτον μέρος τῆς καταστάσεως αἰτιολογικόν· τὰς αἰτίας γὰρ ἀποδίδωσι τῶν προειρημένων. |
| 19 83a | S τοῦ . |
| 19 83b | .. δὴ] πληρώσας τὴν διήγησιν εἰσβάλλει ἐντεῦθεν ἐπὶ τὸ πρῶτον κεφάλαιον τοῦ στοχασμοῦ, ὅπερ ἐστὶ τὸ παραγραφικόν. λαμβάνει δὲ αὐτὸ ἐκ χρόνου, οἷον ‘καὶ διὰ τί μὴ τότε ἀντέλεγες;‘ A προβεβλημένη] εὐλαβῶς ἔχουσα καὶ φυλαττομένη. |
| 19.84 | F 2 Y βούλομαι δ’, ἐπειδήπερ εἰς τούτους προήχθην τοὺς λόγους] συμπεράνας τὴν κατάστασιν ἄρχεται ἐντεῦθεν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὧν ἐστι τὸ προοίμιον. |
| 19 85a | ἐπειδὴ δὲ κινηθέντος τοῦ ἐγκλήματος ἐδείχθη τὸ μέγεθος, ἀφέμενος ἀναγκαίως ὧν προήρξατο, τὴν λυποῦσαν αὐτὸν ἀντίθεσιν διαλύειν πειρᾶται. ἔστι δὲ αὕτη τίς; ἡ ἀπὸ τῆς Αἰσχίνου δυνάμεως. ἀλλ’ οὐχ ἱκανὸς Αἰσχίνης οὐδὲ τοσαύτην ἔχει δύναμιν ὥστε εἴκοσι δύο πόλεων προδοῦναι κατάλογον. τί δήποτε δὲ στοχαστικῆς οὔσης τῆς ὑποθέσεως ἐλέγχων ἀπαιτήσει οὐ κέχρηται; καὶ λέγομεν ὅτι γνώμης ἐστὶ στοχασμός. οὐχ οἷόν τε δὲ προδήλων ὄντων τῶν πραγμάτων ὑφ’ ὧν πέπρακται καὶ καταφανοῦς ὑπάρχοντος τοῦ πεποιηκότος ἐλέγχων ἀπαίτησιν γενέσθαι. ἐνταῦθα γὰρ τῆς βουλήσεως μόνης ἐξέτασις καὶ τῶν τεκμηρίων. ἐλέγχους δὲ οὐκ ἀπαιτοῦμεν, ὅτι μὴ τὴν ἑτέρου γνώμην οἶδέ τις εἰ ἑκὼν ἢ ἄκων καὶ ἐξηπατημένος τοὺς λόγους εἴρηκε. καὶ ἡ βούλησις δὲ ἠρέμα μὲν δηλοῦται, φυλάττεται δὲ ἡ πλείων ἐξέτασις ἐν τῷ χρώματι. τὴν δὲ δύναμιν βλάπτουσαν καὶ ὑπερβαίνουσαν τὴν ποιότητα κατέμιξε τῇ θέσει τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, πιθανὰ ποιῶν τὰ ἐγκλήματα. gT τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. |
| 19 85b | F 4 YS βούλομαι . |
| 19 85c | .. λόγους] τί δήποτε στοχαστικῆς οὔσης τῆς ζητήσεως οὔτε ἐλέγχων ἀπαιτήσει κέχρηται οὔτε μὴν βουλήσει πρὸ τῆς δυνάμεως; λύσις, ὅτι γνώμης ἐστὶ στοχασμός. F 4 YS πληρώσας τὸ παραγραφικὸν εἰσβάλλει ἐντεῦθεν ἐπὶ τὸ δεύτερον κεφάλαιον τοῦ στοχασμοῦ, ὅπερ ἐστὶν ἡ τῶν ἐλέγχων ἀπαίτησις. |
| 19 85d | A δεῖ δὲ μηδένα ὑμῶν, ὦ Ἀθηναῖοι] ἔστιν οὖν τῆς ἀντιθέσεως ἡ δύναμις ἐν τούτοις κατὰ ἀναίρεσιν εἰσηγμένη· ἐνταῦθα γὰρ τῆς βουλήσεως μόνης ἡ ἐξέτασις καὶ τῶν τεκμηρίων. |
| 19 86a | F 4 YS δεῖ . |
| 19 86b | .. Ἀθηναῖοι] ἡ μὲν βούλησις μέχρι τοῦ μετρίου συμπέπλεκται ἐκ τούτου. ‘εἶθ’ οὗτος, εἴπερ ὥσπερ οὗτος ἠβουλήθη μισθώσας αὑτὸν τοῖς ἐχθροῖς ἐξαπατᾶν ὑμᾶς καὶ φενακίζειν, τῶν ἴσων αἴτιος ἦν κακῶν ὅσων περ καὶ οὗτος.‘ τὴν δέ γε δύναμιν ηὔξησεν ἐκ τῆς ποιότητος εἰπὼν ὅτι ‘ὑμεῖς κατεστήσατε κύριον‘ καὶ τοὺς καιροὺς συνῆψεν ἐπὶ τούτοις μέρος τῆς δυνάμεως ὄντας. gT ὅτι ὅντιν’ ἂν ὑμεῖς] εἰ καὶ τοῦ Αἰσχίνου ταπεινότερόν τε καὶ ἥττω. |
| 19.87 | gT εἶθ’ οὗτος, εἴπερ ὥσπερ οὗτος] συνέζευξε τῇ δυνάμει τὴν βούλησιν, κρατύνων αὐτὴν τῇ κοινωνίᾳ. |
| 19.88 | gT ἐβουλήθη] διὰ τί ἐπ’ ἐλάχιστον χρῆται νῦν τῇ βουλήσει; λέγομεν ὅτι τεχνικῶς τοῦτο ποιεῖ. |
| 19 89a | βούλεται γὰρ αὐτὴν τηρῆσαι ἐν τῷ δευτέρῳ στοχασμῷ. δεύτερος γὰρ ἐμπίπτει μεταξὺ τοῦ λόγου ἀπ’ ἀντιθέσεως οἷον· ‘καὶ πόθεν δῆλον ὅτι ταῦτα ἠβουλόμην ποιεῖν;‘ A διὰ τοῦ εἰπεῖν ‘ἠβουλήθη‘ ἐσήμανε τὴν βούλησιν· τὴν γὰρ δύναμιν προειπὼν ἐπήγαγε τὴν βούλησιν. |
| 19 89b | A οὐ γὰρ εἰ φαύλοις χρῆσθ’ ὑμεῖς] τοῦτο μέν ἐστι μέρος τῆς ἀντιθέσεως ὅτι ‘φαῦλος καὶ τῶν τυχόντων καὶ οὐδὲ τῶν σεμνῶν οὐδὲ τῶν λαμπρῶν Αἰσχίνης, ὁμοῦ ἐξεπίτηδες φαυλίζων, οὐ παρ’ ἑαυτοῦ δὲ φαυλίζων (ἐναντίου γὰρ ἦν), ἀλλὰ παρὰ τῶν ἐχόντων ταύτην τὴν ὑπόληψιν λαμβάνων τὸν λόγον‘. |
| 19.90 | ἔστι δὲ καὶ τῶν ἀσαφῶν τὸ χωρίον. τί γοῦν βούλεται λέγειν ἐν τούτῳ; ὅτι ‘οἱ Φωκεῖς, εἰ καὶ φαύλῳ κατεχρήσασθε διακόνῳ καὶ πρεσβευτῇ, οὐ πρὸς ἐκεῖνον εἶδον, ἀλλὰ πρὸς τὴν πόλιν‘. gT 〈ἀξιοῦται〉] τί γάρ; ὧν ἡ πόλις ἀξιοῦται παρὰ τοῖς ἄλλοις, ἐπ’ αὐτοὺς ἀναφέρεται ἀντὶ τοῦ ‘οὐκ ἠξίωσαν ὀλιγωρῆσαι τῶν Αἰσχίνου λόγων, ἀλλ’ ἀπεῖδον πρός τε τὸ τῆς πόλεως πρόσωπον καὶ ἀξίωμα καὶ τούτοις πιστεύσαντες ἀπώλοντο‘. |
| 19.91 | ἵνα δὲ ἡ δύναμις ἰσχυρὰ γένηται, προσέθηκε καὶ τοὺς ἄλλους πρέσβεις καὶ διηυκρίνησεν ἐπὶ τίνι κατηγορεῖ, προσθεὶς καὶ εἰπὼν ‘εἰ ὅσα τῆς Φωκέων σωτηρίας ἐπὶ τὴν πρεσβείαν ἧκε ταῦθ’ ἅπαντ’ ἀπώλεσαν οὗτοι‘. καὶ προσέθηκε πάλιν τὴν βούλησιν εἰπὼν ‘καὶ διέφθειραν ἑκόντεσ‘. τὸ δέ γε ἰσχυρότατον μέρος τῆς βουλήσεως, τὴν αἰτίαν, οὐ λέγει· τούτου γὰρ τοῦ κεφαλαίου τὸ μέγιστον μέρος ἐστὶν ἡ αἰτία, ἣν ἐν τῷ δευτέρῳ στοχασμῷ διεφύλαξε. gT δὸς δέ μοι τὸ προβούλευμα] εἰσβάλλει ἐπὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν πληρώσας τὴν δύναμιν. |
| 19 92a | ‘προβούλευμα‘ δὲ λέγει τὸ ἀκοῦσαι τὴν βουλὴν πρὸ τοῦ δήμου Δημοσθένους κατηγοροῦντος τοῦ Αἰσχίνου καὶ τῶν ἄλλων πρέσβεων ὅτι παρεπρέσβευσαν καὶ καταψηφίσασθαι αὐτῶν ὡς ἀδικησάντων καὶ γράψαι καὶ ψήφισμα ἕνα αὐτῶν τῶν βουλευτῶν ὥστε μὴ κληθῆναι εἰς τὸ πρυτανεῖον πρὸς δεῖπνον. ἀεὶ γὰρ οἱ πρέσβεις ἐπανερχόμενοι ἐκαλοῦντο εἰς δεῖπνον ἔθει τινὶ τιμῆς χάριν. τοῦτο οὖν παραφέρει εἰς ἔλεγχον αὐτῶν τῆς προδοσίας ὅτι ὡς προδοτῶν καταγνοῦσα ἡ βουλὴ οὐκ ἐκάλεσεν αὐτοὺς εἰς δεῖπνον. A δὸς . |
| 19 92b | .. προβούλευμα] μετέβη πάλιν ἐντεῦθεν ἐπὶ τὸ κεφάλαιον οὗπερ ἦν ἐξ ἀρχῆς τὸ προοίμιον, λέγω δὴ τοῦ ἀπ’ ἀρχῆς ἄχρι τέλους. ἄρχεται δὲ ἐκ μεταληπτικοῦ· ‘νῦν ἡμῖν λέγεις περὶ τῆς προδοσίας, ἐξὸν πρὸ τῶν πραγμάτων εἰπεῖν καὶ σῶσαι;‘ ὁ δὲ ὅτι οὐκ ἐσίγησε συνίστησι παρεχόμενος τὸ προβούλευμα· εἶναι γὰρ σημεῖον τῶν αὐτοῦ λόγων, ὅπερ ἐψηφίσατο πρὸς τὰς ἐπαγγελίας τοῦ ῥήτορος. πληρώσας δὲ διὰ τῆς προσηκούσης ἐξεργασίας τὸν τρόπον μεταβέβηκεν ἐπ’ αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καθαρῶς ἀπὸ τῶν χρόνων ἀρξάμενος. αἰτιᾶται γὰρ τὸν Αἰσχίνην ὡς ἐξεπίτηδες ἀποκλείσαντα τῶν καιρῶν τὴν πόλιν, ὡς μηδὲ ἐγγενέσθαι βουλεύεσθαι περὶ τῶν προκειμένων τοῦ Φιλίππου κατειληφότος τὰς Πύλας· ἅμα τε γὰρ ἤκουσε κἀκεῖνος παρῆν. εὔδηλον ὡς ἀπωλώλει τῆς βοηθείας ὁ χρόνος ἐν ᾧ κλεῖσαι τὰς Πύλας οἷόν τε ἦν τῷ δήμῳ. εἶτ’, ἐπειδὴ ἀντέπιπτεν ‘οὐ γὰρ ἦν ἑτέρως βοηθεῖν 〈ἢ〉 προειπόντας Φωκεῦσιν ἢ ἀσφαλέστερόν τι περὶ αὐτῶν βουλεύσασθαι‘, ἔλυσε δύο λύσεσι, μιᾷ μὲν ὅτι ‘οὐδεὶς ἀνέγνω τῷ δήμῳ τὸ προβούλευμα· ἦ γὰρ ἂν ὁ δῆμος ἐβουλεύσατο‘, ἑτέρᾳ δὲ ὅτι ‘εἰ καὶ βουλεύσασθαι ὁ δῆμος οἷός τε ἦν, ἐξηπάτησεν αὐτὸν Αἰσχίνης ἐλπίσι καὶ ὑποσχέσεσιν‘. ἐν ᾧ καὶ εἰσάγει τὰ ἰσχυρότατα τῶν τεκμηρίων λέγων τοὺς Αἰσχίνου λόγους. gT μετέβη πάλιν ἐπὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἄρχεται δὲ ἐκ τοῦ μεταληπτικοῦ. |
| 19 92c | F 4 YS ἐπαγγελίαν] πρόσταξιν ἢ αἴτησιν. |
| 19.93 | F 4 Y οὔτε εἰς τὸ πρυτανεῖον ἠξίωσεν] ἐνεδέχετο ὑπερτεθῆναι τὴν κλῆσιν, ἕως ἂν γνῷ ἡ βουλὴ τὴν ἀκρίβειαν· ἢ ὅτι οὔπω ἐν τῷ δήμῳ ἀπεπρέσβευσαν. |
| 19.94 | ὁ δὲ τὴν ὑπέρθεσιν εἰς τὸ μὴ γενέσθαι μηδὲ ἔσεσθαι παραλαμβάνει. gT οὗ θάνατον κατεχειροτόνησεν] ἐνήλλαξε τὸν χρόνον· δῆλον γὰρ ὡς ἐκλήθη πρότερον, εἶθ’ ὕστερον καταγνωσθεὶς ἀνῃρέθη. |
| 19.95 | gT ἐνταῦθ’ οὔτ’ ἔπαινος] τρίτον κεφάλαιον περὶ ὧν ἀπήγγειλεν· ὃ τῆς προκατασκευῆς ἐστι πρῶτον κεφάλαιον, τρίτον δὲ τῆς κατασκευῆς καὶ ἀποδείξεως. |
| 19.96 | F 2 Y 〈εἰ μὲν τοίνυν ταὐθ’〉] λύει οὖν τοῦτο διλημμάτῳ σχήματι ὅτι ‘εἰ μὲν πάντες οἱ πρέσβεις ταὐτὰ ἐπρεσβεύομεν‘, ὅ ἐστιν ‘εἰ πάντες ἐγενόμεθα προδόται, δικαίως ἂν πάντες οὐκ ἐκλήθημεν· εἰ δὲ οἱ μὲν ἡμῶν τὰ δίκαια ἔπραττον, οἱ δὲ παρεπρέσβευσαν, διὰ τοὺς παραπρεσβεύσαντας συνέβη καὶ τοὺς ἄλλους μὴ κληθῆναι‘. |
| 19.97 | A ἡ μὲν οὖν βουλὴ ταῦτα] ἐντεῦθεν ἄρχεται τῶν σημείων, ὅπερ κεφάλαιον καλεῖται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. |
| 19.98 | A ἀναστὰς δ’ οὗτος ἐδημηγόρει] δύο θεὶς ἀπ’ ἀρχῆς ἄχρι τέλους, τόν τε χρόνον καὶ τοὺς λόγους Αἰσχίνου, ἀναγκαίως καὶ χρῶμα ἐπήγαγεν· ἑκάστῳ γὰρ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀποδοτέον χρῶμα. |
| 19.99 | gT ἐπικεκηρυχέναι] ὁπότε βούλοιτο πόλις ἢ ἄρχων ἀναιρεθῆναί τινα τῶν μὴ ὄντων ὑφ’ ἑαυτοῖς, ἐκήρυττε δώσειν χρήματα, εἴ τις αὐτὸν ἀνέλοι, τόσα καὶ τόσα. |
| 19.100 | F 1 πραοτέρους γενέσθαι τινὸς] ἢ παντὸς ἀνθρώπου βούλεται τὸ ‘τινὸσ‘ ἢ ‘τίνοσ‘ λέγει· πόρρω γὰρ εὑρεῖν παραπλήσιον εἰς φιλανθρωπίαν. |
| 19.101 | gT καὶ μετὰ ταῦτα ἀνεγινώσκετο ἡ ἐπιστολὴ ἡ παρὰ Φιλίππου] τὸ χρῶμα· ἑκάστῳ γὰρ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀποδοτέον χρῶμα. |
| 19 102a | F 4 YS καὶ . |
| 19 102b | .. Φιλίππου] τοῦτο δέ ἐστι τὸ χρῶμα τὸ ὑπὲρ τῶν χρόνων, 〈ἐν οἷσ〉 ὁ Φίλιππος κατέσχε 〈τὰς Πύλασ〉, καὶ τούτου γέγονεν ἐκεῖνος αἴτιος. εἶτα ἡ λύσις εὐθύς· ‘οὗτος ἔγραψε τὴν ἐπιστολὴν ἀπολειφθεὶς ἡμῶν‘. πρὸς δὲ τοὺς Αἰσχίνου λόγους ἀπήντησεν λέγων οὕτω· ‘Φίλιππος οὐκ ἐξηπάτησεν, ἀλλ’ Αἰσχίνησ‘. gT ἣν οὗτος ἔγραψεν ἀπολειφθεὶς ἡμῶν] ἡ λύσις. |
| 19 103a | S ἣν . |
| 19 103b | .. ἡμῶν] τὸ μὲν ‘ἀπολειφθεὶς ἡμῶν‘, ἵνα μὴ δόξῃ κοινωνεῖν τῶν πραχθέντων· τὸ δὲ ‘οὗτος ἔγραψεν‘, ἵνα μὴ ἐπὶ Φίλιππον ἄγῃ τὴν αἰτίαν· ‘ἐπὶ τὰς πόλεισ‘ δέ, ἵνα τὰς συμμαχικὰς δηλοῖ ἃς καὶ ὁρκοῦν ἔδει· ‘οὐκ ἀπὸ ταὐτομάτου‘ δέ, ἵνα δείξῃ τὴν κακουργίαν, ὅτι ἐμερίσαντο τὴν ἐπιβουλὴν Αἰσχίνης καὶ Φίλιππος. gT ἀντὶ τοῦ ‘χωρισθεὶς ἡμῶν‘. |
| 19 103c | A 〈τοὺς Ἀλεῖς πρὸς τοὺς Φαρσαλίουσ〉] πολίτας. |
| 19 104a | F 1 ἤδη ἔγνωμεν ἐν τοῖς Φιλιππικοῖς (11, 1), ὅτι αἱ δύο πόλεις αὗται τῆς Θετταλίας ἐστασίαζον πρὸς ἑαυτάς, ἡ μὲν Φάρσαλος φίλη οὖσα τοῦ Φιλίππου, ὁ δὲ Ἄλος τῶν Ἀθηναίων. |
| 19 104b | A λέγε αὐτοῖς τὴν ἐπιστολὴν] τὸ θαυμαστότατον τοῦτό ἐστιν, ὅτι, ᾗπερ ἂν Αἰσχίνης ἐχρήσατο πρὸς ἀπολογίαν ἐπιστολῇ, ταύτην ἔλαβε πρὸς κατηγορίαν Δημοσθένης· σύνηθες γὰρ αὐτῷ τὰ ἰσχυρὰ τῶν ἀντιδίκων διὰ ἰσχὺν δεινότητος αὑτοῦ ποιεῖσθαι. |
| 19.105 | gT περὶ δὲ Φωκέων ἢ Θηβαίων] μετὰ τὴν ἀνάγνωσιν τῆς ἐπιστολῆς ὥσπερ ἐπιβεβαιούμενος τὴν ἐξ αὐτῆς ὠφέλειαν, πάλιν ἐπάγει ‘περὶ δὲ Φωκέων ἢ Θηβαίων ἢ τῶν ἄλλων, ὧν οὗτος ἀπήγγειλε πρὸς ὑμᾶς, οὐδὲ γρῦ. |
| 19.106 | ‘ οὗτος, οὐκ ἄρα Φίλιππος, ἐξηπάτηκε· τοῦτο γάρ ἐστιν ὃ προορᾶται. λύσας δὲ ἐν τῷ μεταξὺ τὰ λυποῦντα καὶ συστήσας τὴν ἐπιστολὴν Αἰσχίνου μᾶλλον ἢ Φιλίππου εἶναι, πάλιν ἐπὶ τοὺς Αἰσχίνου λόγους ἐπανῆκεν, οὐκ ἀναχωρῶν τῶν ἰσχυροτάτων, θεώρημα παραδιδοὺς ἐνδιατρίβειν τοῖς ἀναγκαίοις. gT οὐδὲ γρῦ] ἀντὶ τοῦ ‘οὐδὲ ὅλωσ‘. |
| 19.107 | εἴρηται δὲ τὸ γρῦ τὸ μικρὸν ἀπὸ μεταφορᾶς τοῦ ῥύπου τοῦ γινομένου ἐν τοῖς ὄνυξιν τοῦ οὕτω καλουμένου. A 〈Ἀλεῖσ〉] Ἄλος πόλις καὶ Ἀλεῖς οἱ πολῖται. |
| 19.108 | F 2 vk 〈ὃ τοίνυν μέγιστον〉] ἀποκοπὴ τὸ σχῆμα, ἀντὶ τοῦ ‘ἀκούσατέ μου‘. |
| 19.109 | A 〈ἠνέγκαμεν ἡμεῖσ〉] μετὰ Ἀντιπάτρου καὶ Παρμενίωνος. |
| 19.110 | A 〈ἐπαγγείλασθαι〉] ἀντὶ τοῦ ‘αἰτῆσαι‘. |
| 19.111 | A εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ] πάλιν ἐνταῦθα προσέθηκε τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους Θηβαίους, οὐκ ἀθρόως ἐκχέας ἅπαντα, κατὰ δὲ μέρος ἀεὶ προστίθησιν, ἵνα καὶ αἱ λύσεις ἀκόλουθοι καὶ σαφεῖς οἱ λόγοι γένωνται. |
| 19.112 | εὐθὺς γοῦν ἐπὶ τὴν μνήμην Θηβαίων ἐλθὼν πάλιν τὸ χρῶμα ἐζήτησεν, ὥσπερ καὶ ἐπὶ τῶν προτέρων· ἔφη γὰρ ‘καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην‘. ποῦ τοίνυν ἡ δίκη; ἤκουσαν οἱ Θηβαῖοι, φησί, καὶ διὰ τοῦτο ἐφυλάξαντο· καὶ Φίλιππος οὐκ ἔσχεν ἀνελεῖν τὰς Θήβας. ‘εἰ τοίνυν παρὰ τὸ προαισθέσθαι κεκώλυται, τίς ὁ ἐκλαλήσας; οὐχ οὗτος;‘ ἔχει δὲ τὸ χρῶμα καὶ τὴν λύσιν εὐθὺς τοῦ χρώματος, ἐπὶ τούτοις ἀκολούθως ζητήσας τὸ μεταληπτικόν· ‘πῶς οὖν ἐσιώπησας ἀπατωμένης τῆς πόλεως;‘ καὶ πρὸς τοῦτο ἀπαντῶν ὑπομιμνήσκει τῆς ἑαυτοῦ παρόδου καὶ ὧν ἔπαθε λέγειν βουλόμενος. εἶτ’ ἐπειδήπερ οὐκ εἶχε μαρτυρίαν τῶν λόγων, ὡς ἐν ποιήματι ἠθοποιίας συνέπλασεν· ἔχει γὰρ καὶ τὸ μεγαλεῖον τῶν λόγων ἐκ τοῦ Πλάτωνος καὶ λαμβάνει τὸ χρήσιμον ἐκ τῶν διαλόγων τῶν ἀμοιβαίων, εἶδος καινὸν καὶ πιθανὸν εἰσάγων. οὐδὲ γὰρ ἀκατάσκευον ἀφῆκεν ὅτι εἴρηκεν, ἀλλ’ ἐν τῇ τῆς πλάσεως εὑρέσει τὴν πίστιν παρέσχετο· μᾶλλον γὰρ ἐνδιατιθέμεθα πρὸς τοὺς ἐγκατασκεύους λόγους ἢ τοὺς ἁπλούστερον εἰρημένους. gT καίτοι ταῦτα εἰ μὲν ἀκοῦσαι] λύσις ἰσχυροτάτη ἀντιθέσεως οἷον ‘ἀλλ’ ἀκούσαντες οἱ Θηβαῖοι ἐφυλάξαντο καὶ δι’ αὐτὸ οὐ διεφθάρησαν‘· εἶτα λύει αὐτὴν διλημμάτῳ σχήματι. |
| 19.113 | ‘ἔμελλε κατὰ τὸ ἀληθὲς ταῦτα ποιεῖν ὁ Φίλιππος ἢ οὔ. εἰ μὲν γὰρ οὐκ ἔμελλε ποιῆσαι, ἀλλὰ σὺ ἠπάτας, εἰκότως ἐφλυάρεις ταῦτα ἀπατῶν ἡμᾶς, εἰδὼς ὅτι οὐ γενήσεται· εἰ δὲ διὰ τὸ προαισθέσθαι κεκώλυται, διὰ τί μὴ ἐσιώπας; εἰ μὲν γὰρ ἐγίνωσκες ὅτι, ἐὰν καὶ ἀκούσωσιν οἱ Θηβαῖοι, οὐ δυνήσονται φυλάξασθαι ὡς ὄντες ἀσθενεῖς, τί οὖν μὴ διεφθάρησαν; εἰ δὲ ἐγίνωσκες ὅτι ἰσχυροί εἰσι καὶ ἐὰν προακούσωσι φυλάττονται, τί ἐφλυάρεις;‘ ART εἰ μὲν γὰρ ἐνταῦθ’ ἦν] εἰ μὲν γὰρ οὕτως ἦσαν ἀσθενεῖς οἱ Θηβαῖοι, ὥστε καὶ εἰ προαίσθοιντο τῆς καθ’ ἑαυτῶν ἐπιβουλῆς μὴ δύνασθαι φυλάξασθαι καὶ διαφυγεῖν. |
| 19.114 | g ἐσπαθᾶτο] ἀντὶ τοῦ ‘συνετίθετο‘, ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης. |
| 19 115a | F 2 Yvp ἐσπαθᾶτο] ἀπὸ τῶν ὑφαινόντων ἡ μεταφορά· σπάθῃ γὰρ χρῶνται. |
| 19 115b | F 1 ὑφαίνετο, κατεσκευάζετο ἢ ἐπεδαψιλεύετο, ἀπὸ τοῦ σπαθᾶν καὶ πολλὴν κρόκην ἐμβάλλειν τῇ ἐσθῆτι, ὡς ἔχομεν τὴν χρῆσιν παρὰ τῷ Ἀριστοφάνει ἐν ταῖς Νεφέλαις (55) ‘ὦ γύναι, λίαν σπαθᾷς. |
| 19 115c | ‘ A 〈ὑπὸ τούτων〉] ὑπὸ Φιλίππου καὶ Αἰσχίνου. |
| 19.116 | T σιωπᾶν] τοῦτο γὰρ ἔδει τὸν Φίλιππον σιωπᾶν καὶ μὴ προσθεῖναι τῇ εἰρήνῃ τὸ ‘πλὴν Φωκέων καὶ Ἀλέων‘, εἴπερ ἔμελλεν αὐτοὺς σῶσαι καὶ μὴ τῷ ἐκσπόνδους ἀφεῖναι καταστρέψασθαι. |
| 19.117 | ART τραχέως δ’ ὑμῶν] ἐδόκει γάρ πως βασκαίνειν τῇ εὐπραξίᾳ τῆς πόλεως δι’ ὧν οὐδὲ προσδοκᾶν ἀνέχεται. |
| 19 118a | gT ἐπειδὴ ὥσπερ ἐδόκει ἀπεύχεσθαι τὰ ἀγαθὰ τῇ πόλει τῷ μὴ προσδοκᾶν. |
| 19 118b | A 〈μὴ νῦν, ὑπολαμβάνων〉] οὐ νῦν ὀφείλεις ἀποστῆναι τοῦ δοκεῖν κεκοινωνηκέναι ὑμῖν τῆς πρεσβείας, ἀλλὰ τότε ἀφίστασο, καὶ μὴ προσποιήσῃ κοινωνεῖν ἡμῖν, ὅταν ταῦτα γένηται καὶ ἡμεῖς μέλλωμεν στεφανοῦσθαι διὰ ταῦτα. |
| 19.119 | A οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δ’ οἶνον πίνω] ἐπειδὴ ἡμερωτέρᾳ τροφῇ καὶ ποτῷ χρῶνται οἱ ἄνθρωποι, ὕδατι δὲ τὰ θηρία, σκώπτων αὐτὸν εἰς θηριώδη βίον ὁ Φιλοκράτης ταῦτα ἔλεγεν. |
| 19.120 | ἄγει δὲ αὐτοὺς εἰς ὑπόμνησιν τοῦ σκώμματος, ἵν’ ἐπιταράξας τῷ γελοίῳ τῶν δικαστῶν τὰς κρίσεις συμμάχῳ τῷ πάθει πρὸς τὴν πειθὼ καταχρήσηται. θαυμαστὴν δὲ καὶ τῆς ὕβρεως ἡ προσποίησις. ‘ἐκ γὰρ τῆς τοῦ ἐχθροῦ κρίσεως τοῦ βίου τὴν ἐγκράτειαν ἐσέμνυνέ μου, καὶ πρὸς τὰ τῆς μισθαρνίας ἐγκλήματα 〈ἀπολογεῖται〉· ὁ γὰρ ὕδωρ πίνων πῶς ἀπρεπὲς κέρδος ἐπόθει;‘ gT σκέψασθε δὲ τὸ ψήφισμα] τὸ μετὰ ταῦτα αἰτίαν καὶ πίστιν περιέχει τοῦ διὰ τοὺς Αἰσχίνου λόγους ἰσχῦσαι τὸ Φιλοκράτους ψήφισμα· εἰ γὰρ ἅμα τε εἶπεν Αἰσχίνης ἅμα τε Φιλοκράτης ἔγραψεν, εἴη ἂν τὸ ψήφισμα περιεκτικὸν τῶν Αἰσχίνου λόγων. |
| 19.121 | ὅτι μὲν οὖν καὶ τοῦτο τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους δῆλον, ὅτι δὲ λυπεῖ τὸν ῥήτορα γνοίη τις ἂν ἐνθυμηθεὶς ὅτι ῥᾴδιον Αἰσχίνῃ μεταστατικῷ χρωμένῳ εἰς τὴν ἀπολογίαν μετενεγκεῖν ἐπὶ τὸν Φιλοκράτην τὸ ἔγκλημα· ἐρεῖ γὰρ ὡς ὁ γράψας τὸ ψήφισμα καὶ τὸν Φίλιππον ἐπαινέσας αἴτιος γέγονε τοῦ μὴ τὴν πόλιν ψηφίσασθαί τι χρηστὸν ὑπὲρ Φωκέων. τοῦτο οὖν εὐλαβηθεὶς ὁ ῥήτωρ δεινότητι κέχρηται, πρῶτον μὲν ἀποδεικνὺς ταὐτὸν Αἰσχίνου τὴν δημηγορίαν καὶ τὸ ψήφισμα, ἔπειτα ὅτι οὐκ ἂν παρεδέξατο τὸ Φιλοκράτους γράμμα ἡ πόλις μὴ τῶν ὑποσχέσεων τούτων προειρημένων· ὅπερ γὰρ ἐπὶ τῆς ἐπιστολῆς εἴπομεν, τοῦτο κἀνταῦθα ἐποίησεν, τὸ ἰσχυρὸν τοῦ ἀντιδίκου συναγωνιστικὸν ἑαυτῷ πεποίηκεν. εἶτα πάλιν ἐνταῦθα φοβηθεὶς τὸ παρ’ Αἰσχίνου χρῶμα (ἠδύνατο γὰρ ἐκ τῶν γεγραμμένων ἐν τῷ ψηφίσματι μαρτυρίαν λαβεῖν ὅτι Φίλιππος ἦν ὁ ὑπισχνούμενος) εἴρηκεν εἰπὼν (48) ‘ἀλλ’ οὐδὲν ἐκεῖνος ἐπηγγέλλετο‘, ἀλλ’ οὗτος ἦν ὁ λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. εἶτα ἐπιβεβαιῶν ὅτι Αἰσχίνου μᾶλλον ἢ Φιλοκράτους τὸ ψήφισμα, πάλιν ἐπάγει λέγων (49) ‘πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας ὑμᾶς λαβὼν ὁ Φιλοκράτης ἐγγράφει τοῦτο τὸ ψήφισμα.‘ διορίζεται γὰρ ἐν τούτοις κατασκευὴν εἶναι τῆς τοῦ ψηφίσματος ἀπάτης τοὺς Αἰσχίνου λόγους. gT μετὰ ταῦτα] μετὰ τὸ σκῶψαι. |
| 19.122 | A μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες] ἔδει πληθυντικῶς εἰπεῖν ‘τὰς χεῖρασ‘, ἵνα ᾖ ἐπὶ πάντων. |
| 19.123 | gT τὼ χεῖρε] ἐπὶ ἑνὸς ἑκάστου τῶν Φωκέων. |
| 19.124 | A 〈ὅσων〉] ὅσων ἔγραψε, φησίν, ὁ Φιλοκράτης περὶ τοῦ Φιλίππου. |
| 19.125 | A 〈ἐκεῖνός γε ἐπηγγέλλετο〉] εἴποι ἄν τις ὅτι ἐναντιοῦται ἑαυτῷ λέγων ‘ἀλλ’ οὐδὲν ἐπηγγέλλετο‘. |
| 19.126 | λέγομεν ὅτι αὕτη λύσις ἐστὶ τοῦ ἐναντίου, ἵνα, ὅταν λέγῃ τὸ ‘οὐδὲν ὑπισχνεῖτο‘, νοήσωμεν ὡρισμένως, ὅταν δὲ λέγῃ ὅτι ‘ὑπισχνεῖτο‘, ἵνα λάβωμεν ὅτι ἀορίστως. A ὡρμηκότας ὑμᾶς λαβὼν] ἀλόγως αὐτῷ πεισθέντας καὶ προσχωρήσαντας. |
| 19.127 | φρονίμως δὲ ἐπάγει τὴν αἰτίαν ἐπὶ τὸν Αἰσχίνην. οὐκ ἂν γὰρ εὗρε, φησίν, ἀπατῆσαι ὁ Φιλοκράτης, εἰ μὴ τὴν ἀπάτην Αἰσχίνης προκατεσκεύασεν. gT ἐπὶ τοὺς διακωλύοντας] οὐκ εἶπε φανερῶς τοὺς Φωκέας· οὐ γὰρ ἂν ἠνέσχοντο Ἀθηναῖοι· ἀλλὰ τῷ ἀορίστῳ ἔλαθε τὴν κακουργίαν ἐργασάμενος. |
| 19.128 | gT 〈οὐκοῦν〉] διὰ τὰς ὑποσχέσεις τοῦ Αἰσχίνου. |
| 19.129 | A 〈εὐφημότατ’ ἀνθρώπων〉] τοῦτο, φασί, τεχνικῶς ἐξεῦρε· παρέδωκε γὰρ τοῖς ἐχθροῖς αὐτῶν, εὐφήμως τῷ κοινῷ ὀνόματι χρησάμενος τῶν Ἀμφικτυόνων. |
| 19 130a | A εὐφημότατα ἀνθρώπων] εὐφήμῳ καὶ εὐπρεπεῖ ὀνόματι τῶν Ἀμφικτυόνων τοὺς Ἀμφικτύονας ἐχειρώσατο. |
| 19 130b | g ἀλλ’ οὐδὲ συγκαλέσαι] ταῦτα ἀπὸ τῶν παρειμένων λοιπόν. |
| 19.131 | ἔστι δὲ καὶ αὐτὸ μέρος τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους. gT 〈Πρόξενον〉] ὁ Πρόξενος στρατηγὸς ἦν Ἀθηναίων. |
| 19.132 | διέτριβε δὲ περὶ Πύλας ἐπιτηρῶν τὴν Φιλίππου πάροδον. A καίτοι καὶ ἐπιστολὰς ἔπεμψε ὁ Φίλιππος] πάλιν ἕτερον καὶ τοῦτο μεταστατικόν. |
| 19 133a | διωθούμενος γὰρ ἀφ’ ἑαυτοῦ τὰς αἰτίας Αἰσχίνης τὰς μὲν ἐπὶ Φιλοκράτην ἀναθήσει, τὰς δὲ τῇ πόλει. τί γὰρ ἐρεῖ; ‘ὑμεῖς αἴτιοι γεγόνατε τῆς Φωκέων ἁλώσεως, κληθέντες μὲν ὑπὸ Φιλίππου, ταῖς δὲ ἐπιστολαῖς μὴ ὑπακούσαντεσ‘. ἡ λύσις τοίνυν εὐθὺς καὶ συνεχὴς τὸ ‘οὐχ ἵνα ἐξέλθητε.‘ gT ἕτερον μεταστατικόν. |
| 19 133b | F 4 YS πώμαλα] ὑφ’ ἓν ἀναγνωστέον· λέγουσι δὲ [ὅτι] Συρακοσίων εἶναι τὴν φωνὴν ἀντὶ τοῦ ‘οὐδαμῶσ‘, ἔμαθον δὲ αὐτὴν οἱ Ἀθηναῖοι ἀπὸ τῶν φυγάδων. |
| 19 134a | A πώμαλα] ὄνομα δέ ἐστιν ὑφ’ ἓν ἀναγινωσκόμενον, ὡς μέν τινές φασι, Σικελῶν κομισάντων τῶν ἐκεῖθεν φυγάδων. |
| 19 134b | ἰσοδυναμεῖ δὲ τῷ ‘κατ’ οὐδένα τρόπον‘ καὶ τῷ ‘οὐδ’ ὅλωσ‘. καὶ ἄλλην δὲ λύσιν ἐπήγαγε τῷ αὐτῷ μεταστατικῷ ‘ἵνα μὴ ἀμύναιντο μηδὲ ἀντέχοιεν οἱ Φωκεῖς, ἐπὶ ταῖς παρ’ ὑμῶν ἐπανέχοντες ἐλπίσιν‘. ἀναγινώσκει δὲ καὶ τὰς ἐπιστολὰς τοῦ Μακεδόνος, αἷς οἷόν τε ἦν χρήσασθαι Αἰσχίνην, ἵνα τὰ ἰσχυρὰ πανταχοῦ 〈ὑφέληται καὶ〉 τὰς ἀπολογίας αὐτοῦ σαθρὰς ἐργάζηται. gT τοὺς χρόνους] οὐ τοὺς περὶ Θρᾴκην λέγει νῦν, ἐν οἷς τὰ ἐκεῖ πράγματα ἀπώλετο, ἀλλὰ τοὺς Φωκέων. |
| 19.135 | Y 〈ἀλλ’ ἵνα〉] ἄλλη λύσις μεταστατική. |
| 19.136 | F 4 YS καὶ νὴ Δι’ ἤδη γε] τὸ τάχος δηλοῖ διὰ τῆς λέξεως· οἷον ‘ἤπειγεν ἡμᾶς ἐξιέναι ταῖς ἐπιστολαῖς ὁ Φίλιππος τοῖς ἔργοις ἐναντιούμενοσ‘. |
| 19.137 | Y καὶ τὸν Πρόξενον ὃν περὶ τοὺς τόπους] τρίτην ἐπήνεγκε λύσιν ἀγωνιστικωτέραν. |
| 19 138a | ἀπὸ δὲ τοῦ ἐναντίου τὸ ἐπιχείρημα. εἰ Φίλιππος ἐκάλει καθαρᾷ τῇ γνώμῃ, ‘τί ἄλλο προσῆκεν ἢ συνειπεῖν ὅπως ἐξέλθοιτε ὑμεῖς, καὶ τὸν Πρόξενον, ὃν περὶ τοὺς τόπους ᾔδεσαν ὄντα, γράφειν εὐθέως βοηθεῖν;‘ ἀλλὰ μὴν οὐ συνεβούλευον ταῦτα οὐδὲ ἔγραφον. ᾔδεσαν ἄρα ἃ φρονῶν ταῦτ’ ἔγραψεν ὁ Φίλιππος. gT τρίτη λύσις ἀγωνιστικωτέρα ἀπὸ τοῦ ἐναντίου. |
| 19 138b | S οἱ μὲν τοίνυν Φωκεῖς] τέταρτον μεταστατικόν· ‘ἀλλ’ οἱ Φωκεῖς αἴτιοι γεγόνασιν, εἴσω Πυλῶν δεξάμενοι Φίλιππον‘. |
| 19 139a | προλαμβάνει δὲ τῇ δυνάμει τὴν ἀντίθεσιν τῇ λύσει. τί γάρ, φησί, πυθόμενοι Φωκεῖς τὸ ψήφισμα καὶ τὴν ἐπαγγελίαν τούτου καὶ τὰς ὑποσχέσεις ἐθάρρησαν τῷ Μακεδόνι; ἐπεὶ πρό γε τούτων τῶν λόγων ‘ἦσαν οἱ ἀπιστοῦντές τινες αὐτόθι τῷ Φιλίππῳ καὶ νοῦν ἔχοντεσ‘, ἀλλὰ νομίσαντες μὴ ἀπατηθῆναι τὸν δῆμον ὑπὸ τῶν πρέσβεων ἠναγκάσθησαν πιστεῦσαι. οὐ μὴν οὐδὲ ἀπαράσκευοι πρὸς πόλεμον καὶ πολιορκίαν ἦσαν Φωκεῖς, ὡς ἂν Αἰσχίνου τὴν ἀσθένειαν αἰτιωμένου Φωκέων καὶ λέγοντος διὰ ταῦτ’ ἀναγκασθῆναι αὐτοὺς ὑποκατακλίνεσθαι. ἀνάγκη γὰρ ἦν τὸν μεθιστάντα ἐπὶ Φωκέας τὴν αἰτίαν εἰπεῖν τοὺς τρόπους δι’ οὓς ἑάλωσαν· ἢ γὰρ ὅτι ἐξηπατήθησαν ἢ ὅτι ἀμύνασθαι οὐκ ἠδυνήθησαν. gT εἴσω τειχῶν δεξάμενοι τὸν Φίλιππον. |
| 19 139b | S 〈διόπερ ταῦτα πάντα〉] ἐκ τῆς ἐργασίας τῶν λύσεων ἀντιπῖπτον πάλιν ἀνέκυψεν· ‘οὐκοῦν ὁ δῆμος αἴτιος τὸ Φιλοκράτους κυρώσας ψήφισμα‘. |
| 19 140a | τούτου ἡ λύσις· ‘τοῦτο τοίνυν οὐδέποτ’ ἂν ὑμεῖς ὑπεμείνατε ὕστερον προσγράψαι‘. F 4 YS ἰστέον ὅτι πολλὰ χρώματα λέγει, ἐπειδὴ πολλὰ καὶ τὰ σημεῖα· ἀλλὰ ταῦτα μὲν μερικά, ἐκεῖνο δὲ κυριώτερον καὶ πρὸς τὸ ἔγκλημα τὸ κατὰ Φωκέας τὸ τῆς ἀπάτης. |
| 19 140b | A 〈παρὰ τῆς τύχης εὐεργεσιῶν〉] εἰ γὰρ βουληθείη, φησίν, ἡ τύχη εὐεργετῆσαι ἡμᾶς διὰ τοῦ ἀνελεῖν τὸν Φίλιππον, ἄχρηστος αὐτῆς γίνεται ἡ δωρεά, ὡς εἰ ἔλεγεν· ‘προδόται καὶ τῆς τύχης γεγενήμεθα‘. |
| 19.141 | A ἵνα δὲ εἰδῆτε σαφῶς] τοῦτο μὲν ᾠήθησάν τινες τῶν πρὸ ἡμῶν ἀντὶ τῆς τῶν μαρτύρων κεῖσθαι παραγωγῆς· ἡμεῖς δὲ εἰρήκαμεν ὅτι οὐχ οἷόν τε ἐν τῷ ἀπὸ γνώμης στοχασμῷ μάρτυρας παρέχεσθαι, 〈μὴ〉 ὡμολογημένων τῶν πραγμάτων ὑφ’ ὧν πέπρακται. |
| 19 142a | ἀλλ’ εἶδος ἐλέγχων τοῦτό ἐστι καὶ ἀπόδειξις τοῦ διὰ τὸν Αἰσχίνην Φωκέας ἀπολωλέναι. λέγει γὰρ ‘ἵνα τοίνυν εἰδῆτε ὅτι οὐ δι’ ὑμᾶς οὐδὲ δι’ αὐτοὺς οὐδὲ διὰ Φίλιππον ἠπατηκότα Φωκεῖς ἀπολώλασι, τοὺς χρόνους ὑμῖν λογιοῦμαι‘· ἐκ τῶν χρόνων γὰρ βούλεται συλλογίσασθαι τὴν ἀπόδειξιν, ἵν’ ἡ τοῦ χρόνου βραδυτὴς καὶ τὸ δὴ λεγόμενον ἀκαρὲς σύστασιν ἐργάσηται τοῦ διὰ τὸν Αἰσχίνην ἀπολωλέναι Φωκέας· ‘εἰ γὰρ πρὸ τῆς εἰρήνης ἐσῴζοντο καὶ μετὰ τὴν εἰρήνην, ἐπαγγελλομένου δὲ καὶ ὑποσχομένου τὴν σωτηρίαν Αἰσχίνου, τρεῖς ἡμέραι γεγόνασιν ἐξ οὗπερ Φωκεῖς ἐπύθοντο, εἶτα συνθεμένων πρὸς Φίλιππον ἅλωσις γέγονε, πῶς οὐκ εὔδηλον δι’ Αἰσχίνην ἀπολωλέναι; μὴ γὰρ δὴ λογιζώμεθα μηδὲ τὰς πέντε ἡμέρας ἐν αἷς οἱ Φωκεῖς ἐπύθοντο· λέγει γὰρ αὐτοὺς ἐγνωκέναι μετὰ τὰς πέντε ἡμέρας, δύο δὲ ἐν τῷ μεταξὺ μόνας τῆς ἐπαγγελίας γεγενῆσθαι καὶ τῆς ἁλώσεωσ‘. πάλιν Αἰσχίνου 〈τῷ μεταληπτικῷ〉 δυναμένου χρήσασθαι καὶ λέγειν ὅτι ‘αὐτοὶ πιστεύσαντες τῷ Φιλίππῳ τοῦτον τὸν τρόπον ἐσπείσαντο‘, ἑτέραν ἐπάγει ἀπόδειξιν μεθ’ ὑπερβαλλούσης δεινότητος. ἐκ περιτροπῆς γὰρ τὸ αὐτὸ πάλιν εἰς τοὐναντίον λαμβάνει. τὸ γὰρ μὴ ἀπολέσθαι τὰς πόλεις ἐκ πολιορκίας, ἀλλ’ ἐκ συμβάσεως καὶ σπονδῶν, σημεῖον εἶναι λέγει τοῦ πιστεύσαντας αὐτοὺς τοῖς λόγοις Αἰσχίνου τὰς πίστεις προσδέξασθαι. gT εἶδος ἐλέγχων καὶ ἀποδείξεις τοῦ διὰ τὸν Αἰσχίνη Φωκέας ἀπολωλέναι. |
| 19 142b | F 4 YS 〈λογιοῦμαι〉] ἀντὶ τοῦ ‘ἀπαριθμοῦμαι‘. |
| 19.143 | A 〈Ἐλαφηβολιῶνοσ〉] Δεκεμβρίου. |
| 19.144 | F 2 Y Σκιροφοριῶνος] Μαρτίου. |
| 19.145 | F 2 ἧκε δὲ Δερκύλλος] ὁ πεμφθεὶς ἀπαιτῆσαι παρὰ Φιλίππου τὰς ὑποσχέσεις, ὃς ἤκουσεν ἐν Χαλκίδι τὰ συμβάντα Φωκεῦσι. |
| 19.146 | gT 〈αὐτὸ συμβαίνει εἰς ταύτην εἶναι πέμπτην〉] ἀντὶ τοῦ ‘ἀκριβῶσ‘. |
| 19 147a | A ( → 147c) αὐτὸ . |
| 19 147b | .. πέμπτην] ἀντὶ τοῦ ‘ἀκριβῶς συμβαίνει πέμπτην εἶναι εἰς ἣν καὶ ἐσπείσαντο καὶ ἀπώλοντο‘. gT ἀριθμοῦσιν οἱ Ἀθηναῖοι ἕως τῆς δωδεκάτης ὡς ἡμεῖς, ὡς ἔχομεν τὴν χρῆσιν ἐν τῷ κατὰ Τιμοκράτους ἐν οἷς λέγει (24, 26) ‘ἑνδεκάτῃ καὶ δωδεκάτῃ τὸν νόμον εἰσήνεγκεν ὄντων Κρονίων‘, εἶτα λοιπὸν οὐκέτι ὁμοίως ἡμῖν, ἀλλὰ κατὰ προσθήκην ἀριθμοῦσιν, οἷον οὕτως· ‘τρίτη ἐπὶ δέκα, τετάρτη 〈ἐπὶ δέκα〉‘, ἐπὶ τὰ πλείονα προστιθέντες τὰ ἥττονα, ἕως ἁπλῶς τῆς εἰκάδος, εἶτα λοιπὸν ἀπὸ τῆς πρώτης καὶ εἰκάδος ἐξ ὑποστροφῆς, λέγοντες τὴν πρώτην καὶ εἰκάδα ὑστέραν δεκάτην καὶ τὴν δευτέραν εἰκάδα ἐνάτην καὶ τὴν τρίτην εἰκάδα ὀγδόην καὶ ὁμοίως οὕτως ἕως τριακάδος, ἐπειδήπερ, ὡς ἔγνωμεν, κατὰ σελήνην ἀριθμοῦσιν οἱ Ἀθηναῖοι καὶ ἀπὸ τῆς πρώτης καὶ εἰκάδος τὰ πλεῖστα αὐτῆς φῶτα μειούμενα φαίνεται. |
| 19 147c | τὸ δὲ τρίτον ἐπὶ δέκα καὶ τὰς ἄλλας ἕως εἰκάδος Ἀττικῇ συνηθείᾳ λέγουσιν. ἃς δὲ εἴπαμεν λέγεσθαι ἐξ ὑποστροφῆς, ταύτας καὶ φθινούσας καλοῦσι μετὰ τοῦ προσθεῖναι τὴν ἡμέραν ἑκάστην ἀπὸ πρώτης ἀρξαμένης, οἷον πρώτης φθίνοντος καὶ δευτέρας καὶ ἀκολούθως ἀεὶ χρήσασθαι τῇ προσθήκῃ, ἐπειδήπερ, ὡς εἴπαμεν, φθίνειν ὥσπερ καὶ φθείρεσθαι δοκεῖ τὰ φῶτα. τὴν δὲ τριακάδα καλοῦσιν ἕνην καὶ νέαν. A ἔτι τοίνυν τὸ μηδεμίαν τῶν πόλεων] ἄχρι τούτων αὐτῷ προκεχώρηκεν ἡ ἀπόδειξις τοῦ κεφαλαίου τοῦ κατὰ Φωκέας καὶ τὰς οἰκείας πίστεις παρέσχετο, ἀνελὼν δηλαδὴ τὰ ὑφορμοῦντα ταῖς ἑαυτοῦ πίστεσιν, ἵνα πανταχόθεν τὸ πιθανὸν ὁ λόγος συνερανίσηται. |
| 19.148 | ἐντεῦθεν δ’ ἀφίσταται τῶν τοῦ ἐγκλήματος ἀποδείξεων, χωρεῖ δ’ ἐπὶ τὰς 〈ἀπὸ〉 τῆς ποιότητος ἀντιθέσεις. ὡς γὰρ Αἰσχίνου μηδὲν ἔτι ἔχοντος εἰπεῖν ἰσχυρόν, ἀποστῆσαι δὲ τοὺς Ἀθηναίους σπουδάζοντος τῆς ὀργῆς καὶ πραΰνοντος τοὺς ἀκούοντας καὶ ἀξιοῦντος μὴ ὀργίζεσθαι ὑπὲρ Φωκέων (‘μὴ γὰρ συμμάχους εἴχετε;‘) βούλεται ὁ Δημοσθένης ἐκ τῆς ἀντιθέσεως πλείονα τὸν παροξυσμὸν ἐργάσασθαι καὶ προλαμβάνει τὴν ἀντίθεσιν καὶ τὴν λύσιν ἐργάζεται. ὁμοῦ δὲ καὶ ἐπίλογός ἐστι τὸ γινόμενον. ἴδιον δὲ τῶν ἐπιλόγων αὔξησις. αὐξάνομεν δὲ ἢ ἀπὸ ποιότητος προσώπων ἢ ἀπὸ ποιότητος πραγμάτων. ὁ μὲν οὖν Αἰσχίνης καθαιρεῖ τὴν ποιότητα, ‘ἀλλ’ οὐκ ἦσαν σύμμαχοι καὶ πολλὰ τὴν πόλιν ἠδίκησαν‘, ὁ δὲ προλαμβάνων τὰς ἀντιθέσεις συνίστησι διὰ τῶν λύσεων τὴν ποιότητα, ‘σύμμαχοι τῆς πόλεως οἱ Φωκεῖς καὶ εὐεργέται τοῦ δήμου‘, ‘φέρε δή μοι τὴν συμμαχίαν τὴν τῶν Φωκέων‘ λέγων. gT 〈ἄρδην〉] ἀντὶ τοῦ ‘παντελῶσ‘, παρὰ τὸ αἴρειν τε καὶ λαμβάνειν ἐν εἱρκτῇ. |
| 19.149 | A οὐ γὰρ ἐκεῖνόν γε ἠγνόουν] ἵνα μὴ λέγωσι ‘διὰ τί γὰρ αὐτῷ ἐπείθοντο οἱ Φωκεῖς;‘, δείκνυσιν ὅτι ᾔδεσαν αὐτὸν καὶ οὐκ ἂν ἐθάρρησαν αὐτῷ 〈εἰ μὴ〉 διὰ τούτους. |
| 19.150 | οὐ γὰρ οἱ Ἀθηναῖοι, ἀλλ’ οἱ περὶ τὸν Αἰσχίνην τοῦ πάθους αἴτιοι. gT ὧν δ’ ἔτυχον διὰ τούτους] ἵνα μὴ δοκῇ συντρέχειν τοῖς τοῦ ἀντιδίκου λόγοις, τὸ τῆς πόλεως μέρος ἐξήτασεν. |
| 19.151 | εἶτ’, ἐπειδήπερ ἐναντίον πρὸς τὴν χρείαν αὐτῷ γέγονε τὸ ῥηθέν, ‘πῶς οὖν οὐκ ἐβοηθήσαμεν τοῖς συμμάχοις;‘, ἵνα μὴ δοκοίη κατηγορεῖν τῆς πόλεως, μεταστήσας εὐθὺς ἅμα τῇ ἐργασίᾳ τὸ ἔγκλημα εἶπε (62) ‘διὰ τοῦτον τὸν βοηθῆσαι κωλύσαντα‘. gT ἀκούετε] ἕτερον μεταστατικὸν ὡς ἐν ἐπιλόγῳ· ‘Θηβαίοις ἑαυτοὺς [ἐπίστευσαν] οἱ Φωκεῖς ἐνέδοσαν, Θετταλοῖς ἐπίστευσαν, πρὸς Λοκροὺς ἐσπείσαντο‘. |
| 19.152 | ἀνῄρηκε τοίνυν ἅπαντα τὰ μεταστατικὰ εἰπὼν πρὸς Φίλιππον αὐτὸν γεγενῆσθαι τὰς συνθήκας, ἵνα πανταχόθεν ἀφέλῃ ταύτην τὴν συγγνώμην Αἰσχίνου, καθαρῶς ἐπ’ αὐτὸν ἐλθόντος τοῦ ἐγκλήματος. ἐπιλογίζεται δ’ ἐν τούτοις ἅμα καὶ ἀγωνίζεται αὔξων τὰς συμφορὰς καὶ πάντας ἀφιεὶς πλὴν Αἰσχίνου τῶν ἐγκλημάτων. F 4 YS τούτων, ὦ ἄνδρες Ἀθηναῖοι] ἐν τούτοις ἐπιλογίζεται ἅμα καὶ ἀγωνίζεται· ἐπίλογος γὰρ αὔξει τὰς συμφοράς, ἐπαγωνίζεται δὲ πάντας ἀφιεὶς πλὴν Αἰσχίνου τῶν ἐγκλημάτων, αὔξει τε τὸ πάθος τῇ δεινώσει χρώμενος· ἡ δὲ δείνωσις ἐκ τῆς συγκρίσεως. |
| 19 153a | αἱ γὰρ συγκρίσεις εἰσὶ τῶν αὐξήσεων· αὔξομεν δὲ οὐ τὰ ἀγαθὰ μόνον, ἀλλὰ καὶ τὰ ἐναντία. εἶθ’ ἵνα ὄγκον ἡ δείνωσις λάβῃ, ἐμέρισε τὸν χρόνον εἰς ἐνεστῶτα καὶ παρῳχηκότα καὶ τὰ πράγματα εἰς πηλικότητα καὶ ποιότητα, καὶ ‘δεινότερα‘ εἰπὼν καὶ ‘μείζονα‘. ἵνα δὲ μὴ ψιλὸν ποιήσηται τὸν λόγον, ὥσπερ ἐν τραγῳδίᾳ δεινολογούμενος παραμίγνυσι καὶ τὸν ἐκ τῶν πραγμάτων παρεπόμενον φόβον, ἵνα καὶ ὁ τῆς πόλεως κίνδυνος προστεθεὶς χαλεπώτερον τὸ πάθος ἐργάσηται. F 4 YS τούτων . |
| 19 153b | .. Ἀθηναῖοι] τῇ δεινώσει χρώμενος αὔξει τὸ πάθος. κινεῖ δὲ καὶ φόβον ἀπὸ τῶν πολεμίων, ἵνα πανταχόθεν ὀργὴ συλλέγηται, ἀπὸ τῆς ποιότητος, ἀπὸ τῶν χρόνων, ἀπὸ τῆς τῶν πολεμίων αὐξήσεως. εἶτα καὶ ἄλλο δεινώσεως εἶδος, ὅτι ‘καὶ οὔσης τῆς Ἀθηναίων πόλεως αἱ τῶν Ἑλλήνων ἀπόλλυνται πόλεισ‘. καὶ διὰ τίνας; διὰ τοὺς Ἀθηναίων πρέσβεις, ἵνα διχόθεν τὸ τῆς ὀργῆς γένηται, καὶ ὅτι σῳζομένης τῆς πόλεως καὶ ὅτι ἣν σῴζειν ἔδει ταύτην οἱ πρέσβεις ἀπώλλυον. καὶ ἡ ἀκρίβεια δέ, ὅτι ‘ᾗ προεστάναι τῶν Ἑλλήνων πάτριον‘, ἵνα, κἂν ἠδικηκότες ὀφθῶσι Φωκεῖς, δοκῇ πάτριον τῇ πόλει τὸ σῴζειν καὶ τοὺς ἀδικοῦντας. gT προεστάναι] ἔμπροσθεν στῆναι, ὡς τὸ (Α 339) ‘πρός τε θεῶν‘, ἔμπροσθεν, ἐνώπιον τῶν θεῶν, ‘πρός τε θνητῶν ἀνθρώπων‘. |
| 19.154 | F 2 Y καὶ μηδὲν τοιοῦτον περιορᾶν γινόμενον] τοῦτο πολλὴν ἔχει τὴν ἔμφασιν τῆς ἀτοπίας. |
| 19.155 | τὴν κατὰ τῆς πόλεως γὰρ βλασφημίαν αὔξει διὰ τούτου, ὅτι δέδωκε λαβὰς Αἰσχίνης τοῖς βουλομένοις κατηγορεῖν τοῦ δήμου, ὥσπερ ἤδη παροξύνων ἐπὶ τὴν τιμωρίαν τοὺς δικάζοντας· ἓν γὰρ εἶδος τοῦ περιορᾶν τὰ τοιαῦτα, τὸ μὴ τιμωρήσασθαι τὸν αἴτιον. gT 〈ὃν μὲν τοίνυν τρόπον οἱ ταλαίπωροι Φωκεῖσ〉] προοίμιον. |
| 19 156a | F 4 ὃν . |
| 19 156b | .. Φωκεῖς] ἐμέρισε τὸ πάθος εἴς τε τὴν δείνωσιν καὶ τὴν διατύπωσιν. ἐξ αὐτοῦ 〈δὲ〉 τοῦ εἴδους καὶ τοῦ τρόπου τοῦ πάθους ὑπ’ ὄψιν ἄγει τῷ λόγῳ τὰς συμφοράς. βούλεται δὲ ἡ διατύπωσις τὰ καθ’ ἕκαστον περιεργάζεσθαι καί, ἵνα ὁ μερισμὸς κατάδηλος γένηται, προοιμίῳ κέχρηται γόον καὶ θρῆνον ἐμποιοῦντι τοῖς ἀκούουσι· ταλαιπώρους γὰρ ὀνομάσας τὴν τύχην ὠδύρατο. gT θέαμα δεινόν, ὦ Ἀθηναῖοι] διασκευή τις ἐπιλογικὴ ἐκ μέρους τὰ κατὰ Φωκέας αὔξουσα πάθη. |
| 19 157a | ἀπὸ τῶν φόβων δὲ ἄρχεται, ἵνα εἰκὼν καὶ παράδειγμα γένηται τὸ γεγονὸς τοῦ μέλλοντος καὶ μὴ μόνον ὀδύρωνται Φωκέας, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων δεδίωσι. gT ἐνδιάσκευος διήγησις. |
| 19 157b | φησὶ γὰρ Ἑρμογένης (123, 5)· ‘ὅταν σύντομος καὶ φαιδροτέρα ἡ διήγησις ὑπάρχῃ, τῷ ἐνδιασκεύῳ χρησόμεθα τρόπῳ μὴ φειδόμενοι μηδὲ τῶν ἀπὸ τοῦ τρόπου κατασκευῶν.‘ εἶτα· ‘αἰτία μὲν γὰρ διήγησιν, τρόπος δὲ διασκευὴν κατασκευάζει.‘ F 2 Y διατύπωσις τὸ σχῆμα, ὅταν ὥσπερ διατυποῖ καὶ εἰς ὄψιν ἄγῃ τὰ πράγματα διὰ τῶν λόγων. |
| 19 157c | διαφέρει δὲ ἡ διατύπωσις τῆς ἐκφράσεως τῷ τὴν μὲν διατύπωσιν διὰ πάθος τι λέγεσθαι, τὴν δὲ ἔκφρασιν ὥσπερ διήγημά τι εἶναι. A ὅτε γὰρ νῦν ἐπορευόμεθα εἰς Δελφοὺς] ἀπόδειξις ἅμα καὶ πίστις τοῖς λεγομένοις γέγονε· ‘πόθεν γινώσκεις;‘ ‘νῦν ἐπορευόμεθα εἰς Δελφοὺς καὶ τὰ λεγόμενα ἡ ὁδὸς πιστοῦται. |
| 19.158 | ‘ gT ἐξ ἀνάγκης ἦν ὁρᾶν ἡμῖν] ὥσπερ δυσχεραίνων ὅτι θεατὴς γέγονεν Ἑλληνικῶν συμφορῶν. |
| 19.159 | ἀπὸ τοῦ γένους δὲ ἄρχεται· αἱ γὰρ αὐξήσεις ἀπὸ τῶν γενῶν καὶ ἀπὸ τῶν εἰδῶν γίγνονται. gT οἰκίας κατεσκαμμένας] μεταβέβηκεν ἐπὶ τὰ εἴδη· τὰ γὰρ καθ’ ἕκαστον ἐμψυχότερον τὸν λόγον ἐργάζεται καὶ χαίρει τούτῳ ἡ διατύπωσις. |
| 19.160 | τῶν οἰκιῶν, φησί, κατεσκαμμένων ἀπολώλασι καὶ οἱ ἔνοικοι. ἔχει δὲ καὶ τῆς ὕβρεως τῶν πολεμίων ἔμφασιν· ἡ γὰρ κατασκαφὴ περιεργότερον εἶδος τῆς συμφορᾶς. gT τείχη περιῃρημένα] διὰ μὲν τῶν οἰκιῶν τὸν γόον ηὔξησε, διὰ δὲ τῶν τειχῶν τὸν φόβον. |
| 19.161 | gT χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ] διπλοῦν τὸ πάθος· ἐνταῦθα γὰρ ὁμοῦ καὶ φόβος καὶ ἔλεος. |
| 19.162 | ‘τίνες γὰρ οἱ ἀνῃρημένοι;‘ ‘οἱ ἄνδρες οἱ ἐπὶ τῆς ἡλικίας.‘ ἀπὸ δὲ τῶν ἀψύχων μεθίστησι τὸ πάθος ἐπὶ τὰ ἔμψυχα. gT γύναια δὲ καὶ παιδάρια] ἄχρηστα πρὸς τὸν πόλεμον. |
| 19.163 | οὐκ ἀφῆκε μάρτυρα τῶν ἀπὸ τῆς χώρας οὐδένα, τὴν συμφορὰν συναύξων. ὄντος δὲ ἀσθενοῦς φύσει τοῦ γυναικείου φύλου, ἔτι καὶ τῷ ὑποκοριστικῷ ὀνόματι ‘γύναια‘ ἀσθενέστερον ἔδειξεν. οὐδὲ παῖδας ἡβῶντας εἶπεν, ἵνα κἂν παραμυθία ταῖς μητράσι γένηται, 〈ἀλλὰ ‘παιδάρια‘.〉 gT καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς] πρεσβύτης μὲν γὰρ αὐτὸς καθ’ ἑαυτὸν δεῖται τοῦ συμμαχήσοντος· νῦν δὲ καὶ ἡ οἰκτρότης συμπεσοῦσα παραμυθίαν οὐ δέδωκε. |
| 19.164 | πῶς μὲν οὖν ἐν τούτοις τὸ Φωκέων πάθος εἰργάσατο καὶ ὅπως ἐμψύχως ἕκαστος τῶν ἡλικιῶν ἐπεξελήλυθεν, ἔξεστι μὲν ἐκ τῶν εἰρημένων συνιδεῖν, ἔξεστι δὲ μιμουμένους καὶ ἕτερα πλείω προσθεῖναι. ἐξελέγχει μέντοι ὁ Δημοσθένης ἐν τούτοις τοὺς τολμήσαντας εἰπεῖν, ὅτι οὐχ ἱκανός ἐστιν ἐλεεινολογήσασθαι. ἐπεὶ δὲ παροξῦναι κατὰ τοῦ τολμήσαντος ἔδει, ὁ δὲ παροξυσμὸς γένοιτ’ ἂν ἐξ ὀργῆς, μᾶλλον ἐχρῆν φόβον ἐμποιῆσαι καὶ ἔλεον, ἅπερ συνεκέρασεν, ἐξ ἀμφοτέρων τὴν οἰκείαν ἐργασίαν ἀποδιδοὺς καὶ τὴν προσήκουσαν ἑκάστῳ μέρει. gT 〈ἀλλὰ μὴν ὅτι τὴν ἐναντίαν〉] μετὰ τὸν Πελοποννησιακὸν πόλεμον κατακρατήσαντες ἰσχυρῶς οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων προέθεντο ψῆφον περὶ τῶν Ἀθηναίων τοῖς ἰδίοις συμμάχοις ὥστε ἀποκρίνασθαι ἕκαστον τί βούλεται παθεῖν τοὺς Ἀθηναίους. |
| 19 165a | εἶτα Εὔανθός τις Θηβαῖος ἐψηφίσατο τὴν μὲν πόλιν αὐτῶν κατασκαφῆναι, τὴν δὲ χώραν μηλόβοτον γενέσθαι, ἵνα ἐκεῖ νέμωνται τὰ πρόβατα τῶν Βοιωτῶν. οἱ δὲ Φωκεῖς ὄντες καὶ αὐτοὶ τότε ὑπὸ τοὺς Λακεδαιμονίους ἀντέλεξαν, συμβουλεύοντες μὴ ἑτερόφθαλμον τὴν Ἑλλάδα ποιῆσαι, αἰνιττόμενοι δύο ὀφθαλμοὺς εἶναι τῆς Ἑλλάδος τήν τε Ἀθηναίων πόλιν καὶ τὴν Λακεδαιμονίων. καὶ οὕτω πεισθέντες οἱ Λακεδαιμόνιοι οὐ κατέσκαψαν λοιπὸν τὴν πόλιν. A ἀλλὰ . |
| 19 165b | .. ἐναντίαν] αὐτοὶ γὰρ περὶ ἡμῶν προκειμένης σκέψεως, τί δεῖ παθεῖν ἡμᾶς, εἰρήκασιν μὴ ἑτερόφθαλμον ποιήσασθαι τὴν Ἑλλάδα, Θηβαίων παραινούντων μηλόβοτον ποιῆσαι τὴν Ἀττικήν. ἐνταῦθα συνίστησι καὶ πότε εὐεργέτησαν, ὅτε οὐκ ἦσαν σύμμαχοι, ἵνα, εἰ καὶ μὴ νῦν ἦσαν σύμμαχοι, φανῶσιν ἄξιοι τῆς ἰσορρόπου βοηθείας· περὶ ἁλώσεως γὰρ κινδυνευούσῃ τῇ πόλει ποτὲ συνέστησαν, ἐναντιουμένων μὲν Θηβαίων, παρόντων δὲ Λακεδαιμονίων. οὐκοῦν ἔδει καὶ αὐτοὺς τῆς αὐτῆς βοηθείας παρ’ ὑμῶν τετυχηκέναι. τὸ δὲ ‘τὴν ἐναντίαν ποτὲ Θηβαίοισ‘ προσθεὶς χαλεπωτέραν τὴν ὀργὴν εἰργάσατο, εἰ αὐτοὶ μὲν Θηβαίοις ὑπὲρ Ἀθηναίων διηνέχθησαν, νῦν δὲ διὰ τοὺς προδότας ἐτιμωρήθησαν. ἔστιν οὖν ἔτι καὶ ταῦτα τῶν ἐπιλόγων. gT ὑμῶν ἔγωγε ἀκούω] ὑμῶν ὁ λόγος ὃν Δημοσθένης ἐπλάσατο. |
| 19 166a | FdT ὑμῶν . |
| 19 166b | .. ἀκούω] τοῦτο εἰς πλείονα σύστασιν τοῦ λόγου εἴρηκε. Vf 〈πολλὰ τοίνυν ἄν τισ〉] πληρώσας τὸν ὑπὲρ Φωκέων ἐπίλογον ἐκ τῆς δεινώσεως, ἐκ τῆς διατυπώσεως, ἐκ τῆς ποιότητος τῶν παθόντων, μεταβέβηκεν ἐνταῦθα ἐπὶ τὴν ποιότητα τοῦ πολέμου, πληρῶν καὶ διὰ τούτων τὸ θεώρημα· φοβῆσαι γὰρ αὐτῷ πρόκειται. |
| 19.167 | αὔξει τοιγαροῦν τὴν δύναμιν τοῦ Μακεδόνος, δύο διὰ τούτων κατασκευάζων, ὅτι τε χρήσιμοι ἦσαν Φωκεῖς καὶ δι’ αὐτοὺς ἐσῴζετο καὶ τὸ κοινὸν τῶν Ἑλλήνων καὶ τὸ ἀκίνδυνον εἶχεν ἡ πόλις, καὶ ὅτι ηὔξηται καὶ διπλασίων γέγονε τῇ παρασκευῇ καὶ τῇ δυνάμει Φίλιππος, καὶ τρίτον ἐπὶ τούτοις προστίθησι καταδρομὴν τῶν δωροδόκων, ὡς ἐν ἐπιλόγῳ τῷ κοινῷ τύπῳ χρησάμενος. εἶτ’ ἐπὶ τούτοις ἀναγινώσκει τὴν ἀράν, φοβῶν διὰ τούτων τοὺς ἀκούοντας καὶ συμβουλεύων φυλάττεσθαι τὴν ἐπιορκίαν καὶ ἅμα καθαιρῶν καὶ τὴν Αἰσχίνου ποιότητα. F 4 YS τηλικούτων οὐσῶν αὐτῷ τῶν διαφορῶν] πολὺ γὰρ ὑμῶν κἀκείνου τὸ μέσον καὶ μεγάλη τις πρὸς αὐτὸν ἡμῖν διαφορά. |
| 19.168 | FdT τῆς ἐλευθερωτάτης πόλεως] οἳ κύριοί εἰσι τοῦ πράττειν ὃ βούλονται, οὐχ ὥσπερ ἐκεῖνοι δεσπότῃ διακονούμενοι. |
| 19.169 | gT λέγε τὴν ἀρὰν] δείκνυσιν ὅτι οὐδενὸς τῶν Ἀλκμαιωνιδῶν καταψηφιοῦνται, ἀλλ’ ἀνδρὸς φαύλου καὶ τῶν τυχόντων ἑνός, δι’ ὃν τὸν γραμματεύοντα ἀναγινώσκειν τὴν ἀρὰν ποιεῖ. |
| 19 170a | δι’ ὧν δέ φησι μηδὲν λανθάνειν τῶν πραττομένων τοὺς θεούς, φόβον ἐφίστησιν αὐτοῖς τὸν παρὰ τῶν κρειττόνων, μάλιστα δὲ Ἀθηναίοις. gT βούλεται λεληθότως δόγματα ἀνῦσαι ἐνταῦθα Πλατωνικά, ὅτι περὶ ὧν δυνάμεθα πρᾶξαι καὶ ἐν ἡμῖν, τοῦτο οὐ δεῖ ἀφέντας ἡμᾶς τὸ πράττειν σχολάζειν ταῖς εὐχαῖς, ἐν οἷς δ’ οὐ δυνάμεθα, δεῖ εὔχεσθαι, οἷον εὐτυχεῖν ὑγιαίνειν. |
| 19 170b | A ὑπερφυὲς] σημείωσαι, ἐπὶ κακῷ. |
| 19.171 | F 2 〈εἰς τοίνυν τοῦτο ἀναιδείας καὶ τόλμησ〉] ἀρχὴ ἑτέρας ἀποδείξεως πρὸς τὰ προτεινόμενα παρὰ τοῦ ἀντιδίκου. |
| 19 172a | F 4 YS ἰστέον ὅτι πληρώσας τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐπὶ τὰς ἀντιθέσεις αὐτοῦ τοῦ Αἰσχίνου μετέρχεται. |
| 19 172b | πρῶτον γὰρ ἔδειξε τὰ σημεῖα τὰ αὑτοῦ οἷς κατηγορεῖ· εἶτα καὶ τὰ ἀντιλεγόμενα ὑπὸ τοῦ ἀντιδίκου θέλει λῦσαι. οὐ γὰρ δεῖ μόνον τὰ ἴδια συνιστάναι, ἀλλὰ καὶ ἐκβάλλειν τὰ παρὰ τῶν ἀντιδίκων. χωρεῖ οὖν ἐπὶ τὰς ἀντιθέσεις αὐτοῦ τοῦ Αἰσχίνου ὁμοῦ τρεῖς οὔσας, οἷον περὶ Λακεδαιμονίων καὶ Φωκέων καὶ Ἡγησίππου, καὶ τὰς μὲν Λακεδαιμονίων καὶ Ἡγησίππου μεταστατικὰς οὔσας, τὴν δὲ Φωκέων ἀντεγκληματικήν. A εἰς . |
| 19 172c | .. τόλμης] ἐντεῦθεν τῶν ἐπιλόγων τῶν μερικῶν πεπαυμένων εἰσάγει τὰς ἀντιθέσεις πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. καὶ ἔστιν ἡ μὲν μεταστατική, ὅταν ἄγῃ ἐπὶ Λακεδαιμονίους καὶ Ἡγήσιππον τὰς αἰτίας, ἡ δὲ ἀντεγκληματική· μέμφεται γὰρ τοῖς Φωκεῦσιν ἀξίως παθεῖν. τὴν δὲ τοιαύτην τίθησιν ὑπερβαλλούσῃ καὶ ἀρρήτῳ τέχνῃ. κατεδέχετο γὰρ ὁ Αἰσχίνης διὰ τούτου τὸ ἔγκλημα· ὁ γὰρ ἀξίους ἀποφαίνων ὡς πεπόνθασι τοὺς Φωκέας ἐν τῇ τοῦ μίσους ὁμολογίᾳ τὴν ἐπιβουλὴν ἐλέγχει. ὁ δὲ ῥήτωρ Ἡγήσιππος 〈οὐκ〉 ἐδόκει τὰ Φωκέων φρονεῖν· ὃς παροξύνας τὸν Φίλιππον αἴτιος ἐγένετο τοῦ ἀπολέσθαι αὐτούς. πολλὰς δὲ ὁμοῦ καὶ διαφόρους τεθεικὼς ἀντιθέσεις μίαν κατὰ πασῶν λύσιν τέως τὴν ἀπὸ τοῦ χρόνου προσήγαγεν. εἶτα πρὸς τῷ ἀντεγκληματικῷ τό τε ἔθος καὶ τὸ συμφέρον ἀντέθηκεν. δοκεῖ δὲ μηδὲν θαυμαστὸν εἶναι καὶ ἐπίλογον ἐν μέσῳ λόγου τυγχάνειν· μέθοδος γὰρ τοῖς παλαιοῖς καὶ μάλιστά γε τῷ ῥήτορι, πληρώσαντι μὴ μόνον ἔγκλημα, ἀλλὰ καὶ κεφάλαιον, ἐπιλογίζεσθαι καὶ οὐκ ἐπιλογίζεσθαι μόνον, ἀλλὰ καὶ προοιμιάζεσθαι περὶ τῶν δευτέρων, ὡς πολλὰ μὲν ἔχειν προοίμια τὸν λόγον, πολλοὺς δὲ καὶ ἐπιλόγους καθ’ ἕκαστον μέρος τῶν κεφαλαίων· καὶ οἱ ἐπίλογοι δὲ οἱ μὲν τελευταῖοι πάσης ἂν εἶεν τῆς ὑποθέσεως, οἱ δὲ κατὰ μέρος ἑκάστου τῶν κεφαλαίων. πληρώσας τοίνυν ἐνταῦθα τὰς ἀποδείξεις τοῦ διὰ τὸν Αἰσχίνην ἀπολωλέναι Φωκέας, ἀναγκαίως μετὰ τὴν προδοσίαν καὶ τὴν ἅλωσιν ηὔξησε τὰ συμβεβηκότα· ὅταν δὲ τὴν αὔξησιν εἴπω, τοὺς ἐπιλόγους λέγω. κατασκευάσαντος οὖν ἐνταῦθα τοῦ Αἰσχίνου ὅτι ‘ἄξιοι ἦσαν ἀπολέσθαι Φωκεῖσ‘, ἀκολούθως πρὸς τὴν τοσαύτην ἐναντιότητα ἀπαντήσας ὁ ῥήτωρ εἶπεν· ‘εἰς τοῦτο τοίνυν ἀναιδείας καὶ τόλμης αὐτὸν ἥξειν ἀκούω‘· ἀναιδὴς γὰρ ὁ τολμῶν ἐπὶ τῶν αὐτῶν τἀναντία λέγειν αὐτὸς ἑαυτῷ, πάλαι ὑποσχόμενος πείσειν τὸν Φίλιππον σώσειν Φωκέας· καὶ μετὰ τὴν ἐπάνοδον εἰπὼν ὅτι σωθήσονται, νῦν φησιν ἀξίους αὐτοὺς εἶναι τῆς ἁλώσεως. gT πρῶτον μὲν Λακεδαιμονίων] ἀφίκοντο Λακεδαιμόνιοι πλείστας ἐλπίδας ἔχοντες ἀποδοθήσεσθαι τῇ ἑαυτῶν μητροπόλει, Δωριεῦσι λέγω, τὸ ἱερόν· τούτων γὰρ ἦν τὸ ἀρχαῖον. |
| 19.173 | ἀλλὰ καὶ τούτους ἐξηπάτησε Φίλιππος. γνόντες δὲ αὐτὸν ἐν παρασκευῇ τῆς ἁλώσεως, εἰκότως ἐξέκλιναν. Ἡγησίππου δὲ μέμνηται, διότι Φιλίππῳ πρεσβευομένῳ περὶ τῆς εἰρήνης ὁ πρῶτος εἰπὼν καὶ διακωλύσας Ἡγήσιππος ἦν. Φωκέων δὲ κατηγορεῖ, διότι, καθ’ ὃν χρόνον ἔνσπονδοι τοῖς Ἀθηναίοις ἦσαν, ἀπέστειλαν Πρόξενον αὐτοῖς βοηθήσοντα οἱ Ἀθηναῖοι· οἱ δὲ οὐ προσεδέξαντο, κατάληψιν τῶν πόλεων ὑποπτεύσαντες. ἐντεῦθεν πονηροὺς Φωκέας ἐκάλεσεν, ἀσεβεῖς δέ, ὅτι μετὰ τὸ τὸν Πρόξενον μὴ προσδέξασθαι, μελλόντων Ἀθηναίων ἐπιτελεῖν τὰ μυστήρια κατὰ τὸ σύνηθες, τὰς μυστηριώδεις σπονδὰς οὐκ ἐδέξαντο οὐδὲ ταύτας Φωκεῖς. ὅθεν αὐτοὺς καὶ ἀσεβεῖς ὠνόμασεν. gT ἀλλὰ πάντα ταῦθ’ ὑπερβὰς διαρρήδην ἥκειν πεπεικὼς ἔφη Φίλιππον] πόρρωθεν ἤδη προαναιρεῖ τὸ χρῶμα· οὐ γὰρ ἦν εἰκὸς τὸν διδάξαντα καὶ πείσαντα τοῦτον ὑπὸ τοῦ διδασκομένου καὶ πεπεισμένου ἐξαπατᾶσθαι. |
| 19.174 | gT 〈Βοιωτίαν οἰκίζειν〉] οὐ λέγει τὴν πᾶσαν, ἀλλ’ ἃς κατέσκαψαν οἱ Θηβαῖοι μὴ βουλομένας αὐτοῖς ὑπακούειν, φημὶ δὴ Θεσπιὰς καὶ Πλαταιάς. |
| 19.175 | κατέσκαψαν δὲ αὐτὰς ἰσχύσαντες μετὰ τὰ ἐν Λεύκτροις. A 〈Φωκέων, ὡς πονηροί〉] σημείωσαι, ἐναλλαγὴ πτώσεως. |
| 19.176 | F 2 πέντε γὰρ γεγόνασιν ἡμέραι] τὰ ὀνόματα τῶν πραγμάτων ἡμέρας ἐκάλεσεν. |
| 19.177 | gT 〈ὑποποιήσωνται〉] ἀντὶ τοῦ φίλους ποιήσωνται τοὺς Λακεδαιμονίους δι’ ὑμῶν. |
| 19.178 | A μὴ οὖν ὅτι καὶ Λακεδαιμονίους καὶ Φωκέας] κατηγορεῖ γὰρ Φωκέων ὡς ἠπατημένων. |
| 19.179 | Φωκεῖς πονηροί, Φωκεῖς ἀσεβεῖς· εἶτα δὲ καὶ ἐξηπατήθησαν ὑπὸ Φιλίππου. gT 〈ἂν τοίνυν ἀντὶ Φωκέων καὶ Πυλῶν〉] τὸ ἀντιστατικόν ἐστι κεφάλαιον τῆς ἀντιστάσεως. |
| 19 180a | ἔστι δὲ καὶ ἐνθύμημα ἀντιστατικόν. διαφέρει δὲ ὅτι ἐν μὲν τῇ ἀντιστάσει ἐξ αὐτοῦ τοῦ ἀδικήματός ἐστι τὸ εὐεργέτημα, ἐν δὲ τῷ ἐνθυμήματι ἄλλο τὸ ἀδίκημα καὶ ἕτερον τὸ εὐεργέτημα. A ἂν . |
| 19 180b | .. Πυλῶν] ἀντιστατικὴ τὸ συμφέρον ἐπεισάγουσα ἀφ’ ὧν ἠδίκησε. συνέζευκται δέ πως τῇ ἀντεγκληματικῇ, ὡς ἔχουσα πρὸς αὐτὴν καὶ συγγένειαν· ἐν οἷς γὰρ λέγει ὅτι ‘καλῶς καὶ ἀξίως ἀπολώλασιν οἱ Φωκεῖσ‘ ἐπάγει ὅτι ‘καὶ ἄλλα ἔχομεν ἀντὶ τῶν ἀπολωλότων χωρία σῳζόμενα‘. Πρῶτον ἦν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὡς ἐν ἀρχῇ ἐξέθετο, ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισεν. οὐκοῦν τὸ ‘ἔπεισε‘ ἀναφαίνεται τριμερές· ἓν μὲν ὅτι ἔπεισε τὴν πόλιν μὴ βοηθεῖν Φωκεῦσιν, εἰπὼν σωθήσεσθαι Φωκέας παρὰ Φιλίππου· δεύτερον ἔπεισε καὶ περὶ Θηβαίων ὅτι ἀπολοῦνται Θηβαῖοι· τρίτον ἔπεισεν, ἡνίκα ἐποιεῖτο τὴν εἰρήνην, Φωκέας μὲν ἐξαλεῖψαι τοῦ ψηφίσματος, πιστεῦσαι δὲ ἐπαγγελλομένῳ αὐτῷ πείσειν τὸν Φίλιππον. οὐκοῦν πρὸς τοῦτό ἐστιν ἡ παροῦσα ἀντίθεσις. ‘πῶς ἔπεισας τὴν πόλιν ἄνευ Φωκέων τὴν εἰρήνην ποιήσασθαι;‘ ὃ δὲ βούλεται εἰπεῖν τοιοῦτόν ἐστι, κρυπτόμενον μὲν ὑπὸ τοῦ ῥήτορος διὰ τὸ χρήσιμον, δεικνύμενον δὲ διὰ τῆς ἐργασίας· ‘εἰ μὴ τὴν εἰρήνην ἐποιησάμεθα, ὥσπερ ἠξίου Φίλιππος, ἄνευ Φωκέων, οὐδὲν ἂν ἐκώλυσεν ἐπὶ Θρᾴκης ὄντα λαβεῖν τὴν Χερρόνησον, καὶ διὰ τοῦτο ἀνάγκη γέγονεν οὕτω ποιήσασθαι τὴν εἰρήνην, ὡς ἐβούλετο Φίλιππος, διότι ἐδεδοίκειμεν ὑπὲρ Χερρονήσου‘. ἐπειδὴ δὲ ἡ ἀντίθεσις μία ἐστὶν ἐκ τῶν ἀντιθετικῶν (ἀντιστατικὴ γάρ ἐστι), ζητοῦμεν ὅθεν πέπτωκεν. οὐκοῦν τὸ μὲν ἔγκλημά ἐστιν ὅτι ‘προδέδωκας τοὺς Φωκέασ‘· αἱ δὲ ἀποδείξεις τούτου ποικίλαι καὶ πολλὰ τεκμήρια. ἓν τοίνυν ἐστὶ τῶν τεκμηρίων τῆς προδοσίας ὅτι ‘βουλευομένης τῆς πόλεως, ὅπως χρὴ ποιήσασθαι τὴν εἰρήνην, παρελθὼν Αἰσχίνης ἀνέπεισεν ἄνευ Φωκέων ποιήσασθαι‘. ὁ μὲν οὖν Δημοσθένης τοῦτο προτείνεται ὡς τεκμήριον, ὁ δὲ Αἰσχίνης ἐπὶ τὴν χρείαν μεθιστὰς τῷ συμφέροντι κέχρηται· λέγει γὰρ ὡς ‘οὐκ ἐνῆν ἄλλως πεῖσαι Φίλιππον δέξασθαι τοὺς παρὰ τῆς πόλεως ὅρκους, μὴ τῶν Φωκέων ἐξῃρημένων· εἰ 〈δὲ〉 μὴ βεβουλήμεθα ἐξελεῖν τοὺς Φωκέας, πολεμῶν ἂν ὁ Φίλιππος τῇ πόλει τὴν Χερρόνησον ἔλαβεν. κηδόμενος ταύτην τῇ πόλει σῴζεσθαι παρῄνεσα τῷ δήμῳ πλὴν Φωκέων ποιήσασθαι τὴν εἰρήνην.‘ ἐπεὶ τοίνυν τεκμήριον ἦν τῆς προδοσίας τὸ πεῖσαι τὴν πόλιν ἐξελεῖν τῶν ὅρκων Φωκέας, ἀναγκαίως ἀπαντῶν πρὸς τοῦτο Αἰσχίνης τὴν αἰτίαν λέγει, δι’ ἣν κατηναγκάσθη τοῦτο ποιῆσαι. ἔστιν οὖν ἡ αἰτία ἀντιστατική. ἦν μὲν οὖν δυσχερὴς ἡ λύσις τῆς ἀντιθέσεως τῷ ῥήτορι· δοκεῖ γὰρ ὡς ἀληθῶς ἔχεσθαι τῆς ἀληθείας ὅτι ‘δεδοικότες περὶ τῆς Χερρονήσου τότε τὴν εἰρήνην ἐδέξαντο‘. ἵνα τοίνυν μὴ συνδραμὼν ταῖς ἀληθείαις ὁ δικαστὴς ἀποδέξηται τοὺς Αἰσχίνου λόγους, προλαβὼν ὁ Δημοσθένης συγχεῖ καὶ ταράττει τὸν λόγον, ἀσάφειαν ἐντεῦθεν ταῖς ἀπολογίαις κατασκευάζων· λέγει γὰρ συγκρουστικῶς, ὡς ἂν Αἰσχίνου λέγοντος, πανούργως τὴν πόλιν τὰς συνθήκας πεποιῆσθαι, ὠνουμένην τὴν σωτηρίαν τῆς Χερρονήσου τῇ τῶν Φωκέων ἁλώσει, ἵνα τῷ αἰσχρῷ τὸ ἰσχυρὸν ἐκλύσῃ. gT καὶ ἐκ τῆς ἀπολογίας ὄνειδος] πολέμιος τοίνυν Αἰσχίνης καὶ πρεσβεύων ἐστὶ καὶ φθεγγόμενος. |
| 19.181 | gT 〈εἶτα καὶ νῦν ἐν μείζονι〉] τοῦτο εἶπε διὰ τὴν ἀντίθεσιν τὴν λέγουσαν ὅτι ‘ἔχετε τὴν Χερρόνησον ἀντὶ Φωκέων‘· καὶ πρῶτον μὲν ἔλυσε λέγων ὅτι ‘οὐκ ἀντὶ Φωκέων ἔχομεν Χερρόνησον· εἴχομεν γὰρ αὐτὴν καὶ ἤδη σῳζομένων‘, εἶτα καὶ ὅτι ‘νῦν οὐδὲ τὴν Χερρόνησον ἔχομεν ἀσφαλῶς· κινδυνεύσει γὰρ καὶ αὐτὴ ἀπολέσθαι ἀπολομένων Φωκέων‘. |
| 19.182 | A 〈τότε〉] ὅτε, φησίν, ἐσῴζοντο οἱ Φωκεῖς. |
| 19.183 | A εἰς αὐτὴν] τὴν Χερρόνησον. |
| 19.184 | A πρὶν τούτων τι τῆς πόλεως] καὶ μάλιστα μὲν καὶ σῳζομένων Φωκέων εἴχομεν ἀσφαλῶς τὴν Χερρόνησον. |
| 19.185 | εἶτα οὐδὲ ἔχειν αὐτὴν νῦν ἀπολομένων Φωκέων ῥᾳδίως δυνήσεσθε. gT τούτων] τῶν Φωκικῶν πόλεων. |
| 19.186 | A τίς οὖν ἡ ταύτης περιουσία] τί οὖν χρησιμεύει ὑμῖν τὸ σῴζεσθαι τὴν Χερρόνησον, ὁπότε ἀφῃρέθησαν οἱ φόβοι ἐξ αὐτῆς τῷ Φιλίππῳ [τῷ] βουλομένῳ αὐτὴν ἀδικῆσαι; A 〈ἔτι τοίνυν καὶ τοιοῦτόν τι μέλλειν αὐτὸν ἀκούω λέγειν〉] ἀντίθεσις μεταληπτικὴ ἀπὸ προσώπου. |
| 19 188a | διαφέρει δὲ παραγραφῆς ἐν τῷ δοκεῖν ἑκατέρας ἐκβάλλειν τὰς κρίσεις, καθὸ ἡ μὲν παραγραφὴ παντελῶς ἐκβάλλει τὴν κρίσιν, ὅτι ‘οὐ δεῖ περὶ τῶν αὐτῶν ἀγωνίζεσθαι‘, ἡ δὲ μεταληπτικὴ οὐ πάντως ἐκβάλλει τὴν κρίσιν, ἀλλὰ μεταλαμβάνει, ὅτι ‘ἄλλως ἔδει αὐτὴν γενέσθαι‘, ὥσπερ καὶ ἐνταῦθα ἐκ προσώπου Δημοσθένους μεταλαμβάνει καὶ λέγει ὅτι ‘οὐ σύ μου ὀφείλεις κατηγορεῖν, ἀλλ’ οἱ Φωκεῖς οἱ πεπονθότεσ‘. A ἔτι . |
| 19 188b | .. λέγειν] ἄλλη μεταληπτικὴ ἀντίθεσις τὸ πρόσωπον λαμβάνουσα κατὰ παραγραφήν· οὐ γὰρ εἶπε ‘περιττὸς εἶ σύ‘, ἀλλὰ ‘τί σὺ καὶ μὴ Φωκεῖς;‘. χρησίμως καὶ διὰ πολλὰς αἰτίας ταύτῃ τῇ ἀντιθέσει κέχρηται, πρῶτον μὲν ἵνα τοὺς Αἰσχίνου μάρτυρας διαβάλλῃ, ἔπειτα ἵνα τοῖς λόγοις Αἰσχίνου βεβαιωθῇ τὸ ἔγκλημα· ἰδὼν γὰρ οὐ μικρὰν ῥοπὴν γεγενημένην τῷ ἀντιδίκῳ ἐκ τοῦ παρέχεσθαι μάρτυρας Φωκέας ἀρνουμένους διὰ τὸν Αἰσχίνην ἀπολωλέναι, ἠναγκάσθη ὥσπερ ἐκ διορθώσεως ταύτῃ χρήσασθαι τῇ ἀντιθέσει πρὸς ἀναίρεσιν τῶν ἰσχυρῶν τῶν ἐκείνου. ἔστι δὲ μεταληπτική. μεθώδευται δὲ οὐχ ὡς παραγραφομένου Αἰσχίνου, ἀλλ’ ὡς μετὰ τοῦ Δημοσθένους ἀπαιτοῦντος καὶ τοὺς Φωκέας, ἵνα καὶ αὐτὸς τῇ οἰκείᾳ φωνῇ κατήγορον φαίνηται παραδεχόμενος τὸν ῥήτορα. κατὰ δὲ τὴν λύσιν ἄξιον θαυμάσαι τὸν ῥήτορα τῆς μεθόδου, ὅπως, μὴ δοκῶν πρὸς τοὺς Αἰσχίνου μάρτυρας διαλέγεσθαι, λεληθότως ἐκβάλλει τοὺς μάρτυρας οὓς Αἰσχίνης παρέχεται· ἐπειδὴ γὰρ Αἰσχίνης παρέσχετο μάρτυρας Φωκέων, οἵ φασι μηδενὸς τῶν κακῶν αἴτιον γεγενῆσθαι αὐτοῖς τὸν Αἰσχίνην, ἀναγκαίως ὁ Δημοσθένης τὸ μεταληπτικὸν πρὸς τὴν οἰκείαν χρεῖαν ἐξεῦρεν, ἵνα τοὺς ἐκείνου μάρτυρας ἐκβάλλειν δοκῇ καί, εἰ κινοῖτο λόγος παρ’ Αἰσχίνου, μεταληπτικῶς φαίνοιτο καὶ τοῦτον λύων. gT οὐ γὰρ ἔγωγ’ ἂν ἔδωκα] ἀντιπίπτοντος λύσις· ‘καὶ διὰ τί σὺ μὴ δέδωκας;‘ ‘ἤρκει μοι καὶ μόνα βοῶντα τὰ πράγματα‘. |
| 19.189 | καὶ ἄλλην δὲ ἀδοξίαν διωθεῖται· τοῦ γὰρ Αἰσχίνου λέγοντος ‘ἐμισθώσαντό τινας τῶν Ὀλυνθίων ὥστε μου καταμαρτυρεῖν‘ ἀπὸ τῶν Φωκέων ἐκβάλλει τὴν ὑπόνοιαν. gT 〈τὰς Ἀθήνησιν εὐθύνας τῶν λόγων〉] ἀντίπτωσίς ἐστιν ἀντὶ τοῦ ‘περὶ τῶν Ἀθήνησιν‘. |
| 19 190a | A τὰς . |
| 19 190b | .. λόγων] ὥστε μὴ εἶναι ἑκάστῳ τὸν λόγον, εἴ τις Ἀθήνησιν εὐθύνας δίδωσιν. οἱ δὲ ἐνήλλαξαν ὡς ἐν σχήματι τὰς πτώσεις, γενικὴν ἀντὶ αἰτιατικῆς εἰληφότες καὶ ‘εὐθυνῶν‘ εἰπόντες. gT 〈παρῃρημένοι〉] ἀντὶ τοῦ ἀφῃρημένοι. |
| 19.191 | A 〈μὴ δὴ ταῦτα〉] ἡ δὲ σύνταξις πρὸς τὸ ἄνω, ὅτι ‘διὰ τί Δημοσθένης μου κατηγορεῖ, Φωκέων δὲ οὐδὲ εἷς;‘ A 〈εἰ δὲ μὴ πάρεισι〉] ἐν τοῖς ἄνω ἔλεγεν ὅτι ‘πάρεισιν ἐν ταῖς Ἀθήναισ‘, ἀλλ’ οὐ διὰ τοῦτο ὥστε συνηγορῆσαι μὲν τῷ Δημοσθένει καὶ καταμαρτυρῆσαι τοῦ Αἰσχίνου. |
| 19.193 | A καὶ μὴν ὅτι χωρὶς τῆς ἄλλης αἰσχύνης] ἐνταῦθα ἀκολουθία σῴζεται πρὸς τὴν λύσιν τῆς ἀντιστατικῆς ἀντιθέσεως· τῆς γὰρ λύσεως ἐλεγχούσης μετὰ τὴν εἰρήνην γεγενῆσθαι τὴν ἅλωσιν, ἀκολούθως ἐζήτησεν Αἰσχίνης ‘εἰ τοίνυν ἔγωγε τοὺς Φωκέας προδέδωκα, ὡς σὺ φῄς, τίνος ἕνεκεν οὐκ ἐλθόντες αὐτοὶ κατηγοροῦσιν;‘ ἡ μέντοι ἀντίθεσις Αἰσχίνου τοῦτο ἐβούλετο λέγειν, ὅτι ‘χρησιμώτερον ἡ Χερρόνησος Φωκέων τῇ πόλει‘. |
| 19.194 | οὐκοῦν πρὸς τοῦτο ἀπαντῶν ὁ Δημοσθένης δείκνυσι τοὐναντίον, ὅτι χρησιμώτεροι Φωκεῖς ἦσαν μᾶλλον τῇ πόλει. εἶτα ἐπειδήπερ ἀντέπιπτεν ὅτι ‘ἀσθενεῖς ἦσαν Φωκεῖσ‘, ἐκ τῆς θέσεως καὶ τοῦ τόπου καὶ τῶν τότε συμβεβηκότων πολέμων αὔξει τὴν δύναμιν. λέγει δὲ ἄντικρυς ‘τίς γὰρ οὐκ οἶδεν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας ἥ τε ἀπὸ Θηβαίων ἄδεια ὑπῆρχεν ὑμῖν καὶ τὸ μηδέποτε ἐλθεῖν ἂν εἰς Πελοπόννησον μηδ’ εἰς τὴν Ἀττικὴν Φίλιππον;‘ οὕτω χρησιμώτεροι Φωκεῖς ἦσαν σῳζόμενοι Χερρονήσου τῇ πόλει. μὴ γὰρ ἔχων ἐκ τῆς δυνάμεως τῆς Φωκέων συστῆσαι τὴν ὠφέλειαν μηδὲ μὴν ἐκ τῆς προαιρέσεως, ἐκ τῆς φύσεως τῶν τόπων καὶ τῶν συμβεβηκότων τὴν ὠφέλειαν ηὔξησε· καὶ πρὸς σύστασιν τούτου τοῦ μέρους, ὅτι μεγάλα ὠφέλουν τὴν πόλιν σῳζόμενοι, παρέχεται δύο ψηφίσματα, τό τε Διοφάντου, καθ’ ὃ ἔδοξεν αὐτοῖς θύειν τοῖς θεοῖς εἴρξασι Φιλίππου τὴν ἐπὶ τὰς Πύλας ὁδὸν τὸ πρότερον, καὶ τὸ Καλλισθένους, καθ’ ὃ μετὰ τὴν ἅλωσιν ἐσκευαγώγουν ἐκ τῆς χώρας. gT καὶ μεγάλοι κίνδυνοι περιεστᾶσιν] λογισμῷ λοιπὸν τοῦ συμφέροντος φοβεῖ τοὺς Ἀθηναίους, αὔξων τὰ Φωκέων καὶ δεικνὺς τὴν ἀπὸ τῆς ἐκείνων σωτηρίας ἀσφάλειαν, ἧς ἀπολομένης συναπολεῖται καὶ τὰ φρουρούμενα. |
| 19.195 | ὅρα γὰρ ὅτι καὶ ἀπὸ γῆς καὶ ἀπὸ θαλάττης μαρτυρεῖ τὴν Ἀττικὴν ὑπ’ ἐκείνων πεφρουρῆσθαι τῇ θέσει. gT 〈ὅτι τῷ Φωκέων πολέμῳ〉] ἵνα σημαίνῃ τὸν κατὰ γῆν καὶ κατὰ θάλατταν πόλεμον. |
| 19.196 | A καὶ ματαία μὲν ἡ προτέρα βοήθεια] ἧς μέμνηται ἐν τοῖς Φιλιππικοῖς (4, 17) ‘καὶ τὰ τελευταῖα πρώην εἰς Πύλασ‘. |
| 19.197 | gT 〈ἰδίασ〉] ἀντὶ τοῦ ἰδιωτικάς· ὅτι οὐ δημόσια χρήματα ἀνάλωσαν τότε, ἀλλὰ καὶ εἰσφορὰς ἐποιήσαντο ἐκ τῶν ἰδίων οὐσιῶν. |
| 19.198 | A τὸ τοῦ Διοφάντου καὶ τὸ τοῦ Καλλισθένους] οὗτος ὁ Διόφαντος, τῶν συμμάχων περισωθέντων καὶ ἀπελαθέντος ἐκ τῆς Φωκίδος Φιλίππου, ἔγραψε χαριστηρίους θυσίας θύειν τοῖς θεοῖς· τὸ δὲ τοῦ Καλλισθένους ἐκ τῶν ἐναντίων, ἑαλωκότων Φωκέων καὶ φόβου κατασχόντος πολλούς, κελεύει σκευαγωγεῖν ἐκ τῶν ἀγρῶν καὶ μηδένα ἔξω μένειν ὡς τῶν πολεμίων ἐπιόντων, διὸ καὶ τὰ Ἡράκλεια εἴσω τῆς πόλεως τελεῖν, ἃ δέον ἦν ἔξω τείχους ἄγειν. |
| 19.199 | gT 〈Ἡράκλεια〉] πόλις ἐν τῷ Πόντῳ. |
| 19.200 | F 1 ψήφισμα] Διοφάντου· οἷον τὸ θῦσαι τοῖς θεοῖς ὑπὲρ τοῦ διῶξαι Φίλιππον. |
| 19.201 | A ψήφισμα] Καλλισθένους· οἷον τὸ σκευαγωγεῖν ἐκ τῶν ἀγρῶν δι’ ἅπερ ἐποίησε Φίλιππος εἰς τοὺς Φωκέας. |
| 19.202 | ART 〈θαυμάσια〉] ἐπὶ καλοῦ τέθεικε τὴν λέξιν. |
| 19.203 | A πρὸς Πορθμῷ ἢ πρὸς Μεγάροις] πάλιν ἀπὸ θαλάττης καὶ ἀπὸ γῆς ὁ φόβος. |
| 19.204 | Πορθμὸς μὲν γὰρ τῆς Εὐβοίας· αὕτη δὲ νῆσος· τὰ δὲ Μέγαρα ἐν ἠπείρῳ. gT οἶδα τοίνυν ὅτι τοὺς μὲν ὑπὲρ τῶν κατηγορημένων] ἔστι μὲν καὶ αὕτη ἡ ἀντίθεσις πρός τι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἔχεται δὲ τῆς προτέρας ἔτι. |
| 19.205 | σχεδὸν γὰρ καὶ αὕτη τοῦ αὐτοῦ γένους ἐστὶν ἀντιστατική. οὐκοῦν ἔχει τὴν ἀναφορὰν πρὸς ἐκεῖνο τὸ ἀπ’ ἀρχῆς, ὅτι ‘αὐτὸς ἔπεισας τὴν εἰρήνην ποιήσασθαι‘, ἵνα φαίνηται ἀποκρινόμενος Αἰσχίνης ὅτι ‘ἔπεισα βελτίονα τῶν πολέμων τὴν εἰρήνην ἡγούμενοσ‘. ἀνύει δὲ κατὰ ταύτην τὴν ἀντίθεσιν πολλὰ καὶ οὐ μικρά, πρῶτον μὲν ὅτι τὸ ἑαυτῷ πεπραγμένον μετατίθησιν ἐπὶ τὸν ἀντίδικον· δοκεῖ γὰρ συμβεβουλευκέναι καὶ αὐτὸς περὶ τοῦ δεῖν γενέσθαι τὴν εἰρήνην. οὐκοῦν, ἵνα φαίνηται αὐτὸς Αἰσχίνης ἀναδεχόμενος τὸ κατὰ τὴν εἰρήνην, οὕτως εἰσῆξε τῇ ἀντιθέσει χρώμενος. διόπερ ἄξιον ἄγασθαι τῆς δεινότητος, ὅτι ὑπὲρ ὧν αὐτὸς ἔμελλεν ἐγκλημάτων ἀπολογεῖσθαι, ταῦτα ἤδη πεποίηκεν ἐγκλήματα τῆς ἀπολογίας Αἰσχίνου. ‘εἰ γὰρ ὁ ἀντίδικος ἐγκώμια τῆς εἰρήνης ἐρεῖ, τίς ἂν ἔτι τοῦ τὴν εἰρήνην πείσαντος γενέσθαι κατηγορήσειε;‘ καὶ ἡ ἀπόκρισις δὲ ἀκόλουθος τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους· ναί, φησίν· οὐδὲν γὰρ ἄτοπον συμβουλεύειν εἰρήνην ἄγειν, ἐπειδὴ πολλῶν ἀγαθῶν τοῖς ἀνθρώποις ἡ εἰρήνη αἰτία καθίσταται. οὐκ ἀνατρέπει δὲ τὴν ἀντίθεσιν, ὅπερ οἰκεῖον τοῦ 〈ἀντι〉λέγοντος, ἀλλὰ καὶ καταδέχεται. τί γάρ; φησὶν ὅτι ‘δῶρα λαμβάνοντες οὗτοι τὸ καλὸν πρᾶγμα φύσει κακῶς διέθηκαν‘, ἵνα ἡ μὲν εἰρήνη μὴ κατηγορῆται, τὰ δὲ ἐν τῇ εἰρήνῃ πραχθέντα· ταῦτα γὰρ ποιεῖ τὰ ἐγκλήματα. καὶ πόθεν δῆλον ὅτι τὸ ἔγκλημα τὸ περὶ τῆς εἰρήνης Δημοσθένης δέδοικεν; ἐν τῷ περὶ στεφάνου δεδήλωκε λόγῳ· τὴν γὰρ πρώτην ἀντίθεσιν καὶ τὸ πρῶτον ἔγκλημα, τὸ τὴν εἰρήνην γενέσθαι, ἔθηκεν ἀρνούμενος αὐτὸς μὴ πεποιηκέναι· ‘οὐκοῦν οὐδὲ τῆς ἐξ ἀρχῆς εἰρήνης ἡγεμὼν οὐδ’ αἴτιος ἐγὼ φαίνομαι‘, καλῶς προσθεὶς τὸ ‘ἐξ ἀρχῆσ‘· ἐπειδὴ γὰρ ψήφισμα παρέσχετο Δημοσθένους Αἰσχίνης διαρρήδην περὶ τῆς εἰρήνης λέγοντος, διὰ τοῦτο τὰ δεύτερα σιωπήσας ἐπὶ τὴν ἀρχὴν ἵεται, ἀναφέρων ἐπὶ τὸν Ἀριστόδημον καὶ Νεοπτόλεμον αὐτήν. gT 〈τί τις εἶναι τοῦτο φῇ〉] φανερῶς ἐνταῦθα προκαλεῖται τὸ κεφάλαιον τὸ λεγόμενον χρῶμα, εἰ καὶ διέσπαρται ἐν τῷ λόγῳ. |
| 19.206 | A 〈χρήματα ὑμῖν περίεστι〉] ἐκ παραθέσεως λύει τὴν ἀντίθεσιν, πλείονα τὸν Φίλιππον λέγων κτησάμενον ἀπὸ τῆς εἰρήνης. |
| 19.207 | A δι’ ἣν ἢ αὑτοῖς ἢ τοῖς κρείττοσι] ἢ γὰρ ἑαυτοῖς περιποιοῦσι συμμαχοῦντες τὰ ἀγαθὰ ἢ τοῖς κρείττοσι ἑαυτῶν καὶ δυνατωτέροις, οἷς καὶ συνάπτονται διὰ τὴν χρείαν. |
| 19.208 | gT 〈ἡ μὲν ἡμετέρα〉] λέγει δὲ τὴν εἰρήνην. |
| 19.209 | A ὅλως, ὦ ἄνδρες Ἀθηναῖοι] ἵνα μὴ τὸ σόφισμα αὐτῷ κατάφωρον γένηται καὶ φανῇ δεδοικὼς τοὺς περὶ τῆς εἰρήνης λόγους, ἀνέδραμεν ἐπὶ τὸν πόλεμον, τὸ ζητούμενον τῷ ζητουμένῳ συσκιάζων. |
| 19.210 | ἐν γὰρ τῷ πλήθει τῶν πραγμάτων οὐκ ἄν τις ῥᾳδίως φωράσειεν, ὑπὲρ οὗ καὶ δέδοικεν. ἀμέλει γοῦν πολλὰ προτείνας εἰς αὐτὸ τὸ ἰσχυρότερον κατέληξεν εἰπὼν (97) ‘εἴργετε οὖν, εἴργετε αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων.‘ ἐπειδὴ δὲ δοκεῖ γεγραφέναι ψήφισμα περὶ τῆς εἰρήνης ἀπολογούμενος ὑπὲρ τούτου, ποτὲ μὲν μεταστατικῶς ἐπὶ τοὺς περὶ Νεοπτόλεμον καὶ Ἀριστόδημον τὴν αἰτίαν φέρει, ποτὲ δὲ συμπεριλαμβάνει τὴν πόλιν, ποτὲ δὲ τὴν ἐκ τῆς ἀνάγκης χρείαν προβάλλεται εἰπὼν (93) ‘ἤγαγον ἄρα τοὺς ποιησομένους πάλιν ἐπὶ τὴν πρεσβείαν‘. κἀνταῦθα μεθιστάς, ἐπειδήπερ αὐτὸς φαίνεται καὶ τοὺς παρὰ Φιλίππου πρέσβεις ἥκοντας τῇ βουλῇ προσάγων καὶ ὅλως τοῦτο τὸ μέρος διοικησάμενος, 〈ὑπὲρ〉 οὗ λαμπρῶς ἐν τῷ περὶ τοῦ στεφάνου ἀπολελόγηται, μεταβέβηκεν ἐπὶ τὸ χρῶμα. διὰ τί δὲ κἀνταῦθα οὐχ ὁμοίως ἀπολογεῖται ὑπὲρ τῆς εἰρήνης ὥσπερ ἐν τῷ περὶ τοῦ στεφάνου; ὅτι ἐνταῦθα μὲν αὐτὸς ἔχων πρωτολογίαν καὶ δυνάμενος ὡς ἐβούλετο τὰ συμφέροντα διοικήσασθαι πρὸς τὴν χρείαν μεθώδευσεν, ἐν δὲ τῷ περὶ στεφάνου κατηγορούμενος καὶ τῆς αἰτίας λαμπρῶς ἐπ’ αὐτὸν φερομένης ἠνάγκασται διὰ τῆς εἰρήνης διαρρήδην ποιήσασθαι τὴν ἀπολογίαν. gT 〈ἦν ἡμῖν πόλεμοσ〉] κύκλος· ‘ἦν ἡμῖν πόλεμος· πρὸς Φίλιππον ἦν. |
| 19 211a | ‘ F 2 Y διηγηματικῶς ἐνταῦθα. |
| 19 211b | A 〈τοῖς τὰ δίκαια γράφουσιν〉] εἰς ἑαυτὸν αἰνίττεται. |
| 19.212 | A 〈τῷ μισθοῦ〉] τῷ Φιλοκράτει. |
| 19.213 | A 〈τοὺς δ’ ἐπὶ τοῦ πολέμου〉] τρίτον κεφάλαιον τῆς προκατασκευῆς. |
| 19.214 | F 2 Y 〈ἐκδεξάμενοι〉] οἱονεὶ διαδεξάμενοι τοὺς περὶ Ἀριστόδημον εἰς τὸ φενακίσαι ὑμᾶς. |
| 19.215 | A 〈ἣν δέδοικα〉] κύκλος· ‘δέδοικα μὲν ὦ ἄνδρες Ἀθηναῖοι, δέδοικα. |
| 19.216 | ‘ F 2 Y 〈πολλῷ〉] λείπει ‘κακῷ‘. |
| 19.217 | A 〈οὐ γὰρ Αἰσχίνησ〉] κύκλος· ‘οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ. |
| 19.218 | ‘ F 2 Y ἔξω τοῦ ἀδόξως γεγενῆσθαι] ὅτι οὐκ ἐχωρίζετο τῇ ἀδοξίᾳ, ἀλλ’ ἐνυπῆρχον τοῖς πράγμασιν. |
| 19.219 | gT 〈ἀνήκεστον〉] λύσις τοῦ χρώματος τοῦ πρὸς τὰς ἐπαγγελίας. |
| 19.220 | A ὅτι μὲν τοίνυν αἰσχρῶς καὶ κακῶς] πολλῶν ὄντων, ὡς ἔφαμεν, τεκμηρίων κατὰ τὴν ὑπόθεσιν, οὐδενὶ τούτων οὕτως ὥστε ταῖς ἐπαγγελίαις καὶ ταῖς ὑποσχέσεσι διισχυρίζεσθαι. |
| 19.221 | ἀναγκαίως οὖν ἐνταῦθα λοιπὸν αὐτό τε τὸ τεκμήριον προτείνει καὶ τὴν ἀντίθεσιν τὴν πρὸς αὐτὸ θεὶς λύειν πειρᾶται. οὐ μὴν τέθεικεν οὕτως ἐκ τοῦ προφανοῦς ὡς ἐν ἀντιθέσεως εἴδει, ἀλλὰ τὴν λύσιν εἰσάγων τὸ χρῶμα ἐνέφηνεν. ὡς γὰρ Αἰσχίνου δυναμένου λέγειν, ὅτι δι’ ἀβελτερίαν ἢ δι’ εὐήθειαν ἢ δι’ ἄγνοιαν τοῦ Φιλίππου τρόπου ταῦτα εἴρηκεν, οὕτω καὶ αὐτὸς συντρέχων φησὶν ‘ἐὰν ταῦθ’ οὗτος ὑπ’ ἀβελτερίας φανῇ πεπραγμένα‘. οὐ γὰρ ἁπλῶς παραδέχεται τὸν παρ’ Αἰσχίνου λόγον, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων μόνην ἐπίδειξιν ἐπιζητεῖ· τί γάρ φησιν; ‘εἰ ταῦθ’ ὑπὸ ἀβελτερίας ἢ δι’ εὐήθειαν ἢ δι’ ἄλλην ἄγνοιαν ἡντινοῦν τούτῳ πέπρακται‘, ἀντὶ τῶν λόγων τὰς πράξεις ἐπιζητῶν, ἐξ ὧν αἱ ἀποδείξεις εἰσὶν ἰσχυραί. καὶ πάλιν ὀλίγον προελθὼν εἰς τὴν αὐτὴν λύσιν ἐπάγει (101) ‘ἀλλ’ ὑμεῖς ἄφετε Αἰσχίνῃ τὰ δεινὰ ταῦτα καὶ ὑπερβάλλοντα, ἂν δι’ εὐήθειαν ἢ δι’ ἄλλην ἄγνοιαν λελυμασμένος φανῇ.‘ gT 〈ἐγὼ δέ, ὦ ἄνδρεσ〉] ἰστέον ὅτι ἐκλείπει ἡ πιθανὴ ἀπολογία. |
| 19.222 | A ὥστε εἰ ταῦθ’ ὑπὸ ἀβελτερίας] ἐπὶ τὸ χρῶμα τὸ κυριώτερον ἔρχεται λοιπόν, ὅ ἐστι πρὸς τὰ σημεῖα τοῦ Αἰσχίνου, ἅ ἐστιν ἐν οἷς ἀπήγγειλε, πρὸ δὲ τῆς θέσεως διαβάλλει, ὡς ἔθος, σαθρότερα οὕτω ποιῶν. |
| 19.223 | gT 〈ἂν δ’ ἀποτυγχάνῃ〉] σημείωσαι, περὶ τοῦ μὴ ἔχειν ἄδειαν τὸν κριτὴν λέγειν ‘ἔλαθέ με‘ ἐν οἷς ψηφίζεται. |
| 19.224 | F 2 Y οὐ γὰρ ἂν ἐξαρκέσειεν τοῖς ἀπολωλόσι συμμάχοις] οἷον ‘λέγε Φωκεῦσι τὴν ἄγνοιαν καὶ στῆσον τὰς συμφοράς, ὁμολόγει τὴν ἀβελτερίαν‘. |
| 19.225 | gT 〈ἂν μέντοι διὰ πονηρίαν〉] ἕως ὧδε ἐπλήρωσε τὸν πρῶτον στοχασμὸν καὶ ἄρχεται ἐντεῦθεν τοῦ δευτέρου· δείξας γὰρ ἐν τῷ πρώτῳ, ὅτι ἀπώλεσε Φωκέας, καὶ ἐλθὼν ἕως τοῦ χρώματος, ἐμπεσόντος ἄλλου ζητήματος ὅτι ‘διὰ δῶρα ταῦτα ἐποίησασ‘. |
| 19.226 | A ἀργύριον λαβὼν καὶ δῶρα] ὁρᾷς ὅπως ἀπὸ τοῦ χρώματος δεύτερον ἀναφαίνεται ζήτημα τὸ περὶ τῆς δωροδοκίας; ὁ μὲν γὰρ ἐρεῖ ὡς ἠπάτηται, ἡμεῖς δὲ ἀποδείκνυμεν ὅτι ἑκὼν εἴρηκεν, ἀπατῆσαι διὰ τὴν μισθαρνίαν ἑλόμενος. |
| 19.227 | gT ὡς δίκαιος ἔσται, μεθ’ ὑμῶν] ὁ νοῦς οὕτως· ‘σκοπεῖτε μεθ’ ἡμῶν, ὡς δίκαιος ἔσται ὁ ἔλεγχοσ‘. |
| 19.228 | ἐὰν δὲ ᾖ ‘μεθ’ ὑμῶν‘, μένει ὡς ἔχει τὸ ῥητόν, ἵνα ᾖ ‘ὁ ἔλεγχος δίκαιος ἔσται μεθ’ ὑμῶν· καὶ ὑμεῖς γὰρ δίκαιοι‘. ἐντεῦθεν δὲ προσπλέκει καὶ τὸν δεύτερον στοχασμόν· ‘ἐὰν δῶρα μὲν λαβὼν φανῇ, φανήσεται οὐδαμῶς ἐξηπατημένος, ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα, καὶ τοῦτ’ ἐξελεγχθῇ σαφῶς ὑπ’ αὐτῶν τῶν πεπραγμένων.‘ ἐπειδὴ γὰρ οὐκ ἔχει μάρτυρας οὐδ’ αὐτὸς παρασχέσθαι τῆς δωροδοκίας, ἀξιοῖ διὰ τῶν πεπραγμένων ἐλέγχειν ὅτι ἐξηπατήθη. ἐντεῦθεν δὲ ἐπὶ τὰς ἀποδείξεις χωρεῖ λοιπὸν καὶ τὰς λύσεις τοῦ μηδαμῶς Αἰσχίνην ἐξηπατῆσθαι. λέγομεν δὲ πολλάκις ὅτι πᾶν χρῶμα ἐκ τῆς τοῦ ἀκολούθου ἀπαιτήσεως λύεται. ‘εἰ ἐξηπατήθη, ἀναγκαῖον ἦν αὐτὸν μισεῖν τὸν ἐξηπατηκότα· ἀλλὰ μὴν οὐ μισεῖ τὸν Φίλιππον, οὐκ ἄρα ἐξηπατήθη.‘ διαιρεῖ δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἰς αἰτίας διττάς. ‘εἴρηκας, Αἰσχίνη, ἢ αὐτὸς πιστεύσας τῷ Φιλίππου τρόπῳ, ὅτι Φωκέας σώσει, ἢ διαρρήδην ἀκούσας τοῦ Φιλίππου λέγοντος. εἰ μὲν οὖν ἐκεῖνος ἐξηπάτησε, δίκαιος ὑπὸ σοῦ μισεῖσθαι· εἰ δὲ αὐτὸς ἐξηπατήθης πιστεύσας τῷ Φιλίππου τρόπῳ, καὶ κατὰ τοῦτο εἶ πολεμεῖν δίκαιος· οὐ γὰρ ἐφάνη τοιοῦτος οἷον καὶ ἤλπισας. οὐκοῦν δι’ ἀμφότερα ταῦτα δίκαιος ἦσθα μισεῖν. ἀλλ’ οὐδεὶς ἀκήκοε λόγῳ μισοῦντά σε Φίλιππον, οὐδὲ μὴν διὰ τῶν ἔργων τοῦτο ἐπέδειξας· τοὐναντίον δὲ καὶ ὑπὲρ ἐκείνου λέγεις. πῶς οὖν ἐξηπατήθης, οὐχὶ δὲ χρήματα λαβὼν τούτους προήκω τοὺς λόγους;‘ Ἄξιον δὲ ζητῆσαι περὶ ὧν Ἑρμογένης ἐτεχνολόγησε περὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ‘ἐὰν μὲν ἐν λόγοις ᾖ, κατὰ ῥητὸν καὶ διάνοιαν λύεται, ἐὰν δὲ ἐν πάθεσι, συγγνωμονικῶς, ἐὰν δὲ ἐν ἔργοις, θετικῶς.‘ εὑρήσομεν δὲ ἀπὸ τῶν ἐν λόγοις ὄντων οὐχ ὑγιὲς τὸ θεώρημα. ῥητὸν μὲν γάρ ἐστι τοῦ Αἰσχίνου ὅτι ‘σωθήσονται οἱ Φωκεῖσ‘. τοῦτο γὰρ ἦν ὃ ὑπέσχετο. λύσις δὲ ἡ κατὰ διάνοιαν ‘εἰ ἦν, οὕτως ἂν εἶπε· σωθήσονται Φωκεῖς. πῶς; ἐξελθούσης τῆς πόλεως καὶ ψηφιζομένης τι χρηστὸν ὑπὲρ Φωκέων.‘ αἱ γὰρ λύσεις τοῦ ῥητοῦ κατὰ προσθήκην τοῦ ἐμπίπτοντος γίνονται, οἷον ὡς ἐπ’ ἐκείνου· ‘ξένον μὴ ἀναβαίνειν ἐπὶ τὸ τεῖχοσ‘, τοῦτό ἐστι τὸ ῥητόν· ἡ δὲ λύσις ὀλίγον τι προσθεῖσα τῷ ῥητῷ ποιεῖ τὴν διάνοιαν· ‘ξένον μὴ ἀναβαίνειν‘ λέγει τὸν κατασκοπήσοντα, τὸν ἐπὶ βλάβῃ τῆς πόλεως περιαθροῦντα καὶ περιεργαζόμενον, οὐ μὴν τὸν ἐπὶ σωτηρίᾳ ἀναβαίνοντα λέγει. ὁρᾷς ὅτι τῷ ῥητῷ ὡς λείποντι προσθείς τι λύειν τὸ ῥητὸν δοκεῖ; ἐπὶ στοχαστικοῦ πάλιν ζητήματος ἐκείνου· ‘θαρσεῖτε, ὦ δεσμῶται, οὐκ εἰς μακρὰν λυθήσεσθε‘· τοῦτό ἐστι τὸ ῥητὸν καὶ δοκεῖ τὸ θεώρημα σῴζεσθαι· προσθήκῃ γὰρ βραχέος τινὸς δοκεῖ λύεσθαι τὸ ῥητόν. ἐνταῦθα δὲ ἐπὶ τοῦ κατ’ Αἰσχίνου λόγου σῳζόμενον οὐχ εὑρίσκομεν τὸ θεώρημα, ἀλλ’ ἔστιν ἐνταῦθα τὸ χρῶμα μεταστατικὸν ὁμοῦ καὶ συγγνωμονικόν· ‘ἐξαπατηθεὶς γὰρ ὑπὸ Φιλίππου λέγει ταῦτα εἰρηκέναι‘. οὐκοῦν εἰ μὲν ἐπὶ τὸν Φίλιππον μεθίστησι, μεταστατικόν· εἰ δὲ 〈συγγνώμης τυχεῖν〉 ἀξιοῖ ὡς ἐξηπατημένος, συγγνωμονικὸν γίνεται. δεῖ τοίνυν μὴ ἀνεξετάστως παραδέχεσθαι τὰ ἐν ταῖς τέχναις ὥσπερ νενομοθετημένα, ἀλλ’ ἐπὶ πολλὰς καὶ διαφόρους ὑποθέσεις ἄγειν, κἂν εὕρῃς ἐφαρμόττον τὸ θεώρημα, τότε θαρρεῖν καὶ χρῆσθαι· ἐὰν δὲ ὀλίγοις μὲν ἐφαρμόττῃ, μὴ πᾶσι δέ, δῆλον ὅτι φαινήσεται οὐκ ἔχον ὑγιῶς. καὶ γὰρ οὐδ’ ἐπὶ τοῦ πλάσματος τούτου σῴζεται τὸ θεώρημα· ‘πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά. ἐν συμποσίῳ ὤμοσεν ὁ πλούσιος τυραννήσειν· ἀντώμοσεν ὁ πένης τυραννοκτονήσειν. εὕρηται νεκρὸς ἀσκύλευτος ὁ πένης ἀναχωρῶν ἀπὸ δείπνου καὶ κρίνεται φόνου ὁ πλούσιος. |
| 19.228.(50) | ‘ ποῖον γάρ ἐστι τὸ πρῶτον ἀπ’ ἀρχῆς ἄχρι τέλους; ‘ὤμοσε τυραννήσειν ὁ πλούσιος.‘ οὐκοῦν τοῦτο ἐν ῥητῷ κεῖται. ἡ λύσις ἐνταῦθα οὐκ ἐκ διανοίας, ἀλλὰ συγγνωμονικὴ γίνεται· περὶ γὰρ μέθην εἰρηκέναι φησί. πῶς οὖν λέξομεν ἀληθῆ νομοθετεῖν τὸν τεχνικόν; ἵνα δὲ μὴ ἀπερίσκεπτον τοῦτο ὑποληφθῇ, λέγω ὅτι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅσα ἐν λόγοις ἐστί, τὰ μὲν οὕτως εἴρηται καὶ ἔστιν ὡς μηδεμιᾶς δεῖσθαι προσθήκης, τὰ δὲ οὕτως εἴρηται ὥστε ἐπὶ δύο ὁδοὺς φέρεσθαι τὴν ἐξήγησιν. οἷς μὲν οὖν οἷόν τέ ἐστι προσθεῖναι ὡς ἐλλεῖπον, διανοίᾳ λύεται· ἃ δὲ ἀπηρτισμένην ἔχει τὴν διάνοιαν, ταῦτα ἢ μεταστατικῶς ἢ συγγνωμονικῶς λυθήσεται. τῶν δὲ συγγνωμονικῶν ἐστι καὶ ὁ ἔρως καὶ ἡ ἄγνοια καὶ ἡ μέθη καὶ εὐήθεια καὶ ἀβελτερία καὶ ὅσα τοῦ γένους ἐστὶ τούτου· ἡ γὰρ συγγνώμη ἀπὸ τῶν παθῶν χαρακτηρίζεται τῆς ψυχῆς. ἐπειδὴ δὲ πολλάκις ἀναμεμιγμέναι εὑρίσκονται αἱ ἀντιθέσεις ἐν τῷ αὐτῷ ζητήματι καὶ συγγνωμονικὴ καὶ μεταστατική, ἀπὸ τῆς πρώτης δεῖ χαρακτηρίζειν ἀεὶ τὸ ζήτημα. ἐὰν μὲν γὰρ ἡ συγγνωμονικὴ πρώτη, συγγνωμονικὸν ποιεῖ τὸ ζήτημα· ἐὰν δὲ ἡ μεταστατική, μεταστατικόν· ἐπεί γε εἰς τύχην ὁ Δημοσθένης μεταφέρων ἐν τῷ περὶ τοῦ στεφάνου (18, 252—275) τὸ πταῖσμα μεταστατικῶς ἀπολογεῖται, καὶ οὐ δύναται ὑπεύθυνον γενέσθαι ἡ τύχη, ὥς φησιν ὁ Ἑρμογένης (31, 7—11). ἐνταῦθα δὲ τὴν ἄγνοιαν ὡς λύσιν λαβὼν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους (‘ἠγνόησα‘ γάρ φησι ‘τὸν Φιλίππου τρόπον‘) συγγνωμονικῶς λύει· ‘εἰ μὲν ὄντως ἠγνόησας ἢ ἐξηπατήθης, συγγνώμης ἀξιωθήσῃ‘. ἐπεὶ καὶ τὴν ὀργὴν ἐν τῷ κατὰ Μειδίου πάθος οὖσαν τῶν περὶ τὴν ψυχὴν συγγνωμονικῶς ἔλυσεν (21, 41)· ‘εἰ μὲν δι’ ὀργὴν ταῦτα πεποίηκε Μειδίασ‘ καὶ ἑξῆς. Ἐπανέλθωμεν δὲ ἐπὶ τὸ προκείμενον. οὐκοῦν ἡ λύσις τοῦ χρώματος εἰσάγει τὴν βούλησιν· καὶ τίνα τρόπον; ‘ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα‘ καὶ πάλιν ἐφεξῆς, διότι (110) ‘οὐ παρακρουσθεὶς οὐδὲ ἐξαπατηθείς, ἀλλὰ μισθώσας αὑτὸν καὶ λαβὼν ἀργύριον ταῦτα εἶπε καὶ προὔδωκεν ἐκεῖνοσ‘. ἐλέγομεν δὲ ἀρχόμενοι τοῦ λόγου ὅτι ἤρξατο μὲν καὶ τῆς βουλήσεως ἐν τῷ κεφαλαίῳ τῷ περὶ τῆς δυνάμεως· τὴν δὲ πλείονα ἐργασίαν ἐποίησεν ἐν τῷ δευτέρῳ στοχασμῷ· ἡ γὰρ βούλησις γέγονε μεταξὺ τῶν δύο στοχασμῶν, λύουσα μὲν τὸ χρῶμα, εἰσάγουσα δὲ τὸν δεύτερον στοχασμόν. εἰσάγει δὲ αὐτὸν ἀπὸ τῆς αἰτίας εἰπὼν ὅτι (110) ‘μισθώσας αὑτὸν καὶ λαβὼν ἀργύριον προὔδωκεν ἐκείνῳ‘. ἡ γὰρ αἰτία ἐνταῦθα ζητεῖται, ‘διὰ τί ἂν ἐβουλήθη ὁ Αἰσχίνης τὸν δῆμον ἐξαπατῆσαι;‘ τὸ δὲ μέγιστον τῶν ἐν βουλήσει ἔστιν ἡ αἰτία· δεῖ γὰρ πανταχοῦ βούλησιν ἐξετάζοντα τὴν αἰτίαν ζητεῖν· ὡς ἂν ἐξέλῃς τὴν αἰτίαν τῆς βουλήσεως, ἄχρηστον καὶ ἀνωφελῆ ποιήσεις τὴν βούλησιν. ‘δι’ ἣν αἰτίαν ἠβουλήθη προδοῦναι; δι’ ἣν αἰτίαν ἠβουλήθη τυραννῆσαι; δι’ ἣν ἠβουλήθη ἐξαπατῆσαι;‘ ‘ἵνα ἀργύριον λάβῃσ‘, φησίν. εἶτ’ ἐπειδὴ ἀντέπιπτεν ἐκ τῆς ἐργασίας, ‘οὐ γέγονε καιρὸς ὥστε μνησθῆναι Φιλίππου‘, εὐκαίρως ἔλυσεν εἰπὼν (cf. 111) ‘καὶ μὴν ἧκον παρ’ ὑμῶν ἔναγχος Ἀμφικτύονα ψηφίσασθαι‘. ὅτε τοσοῦτον ἀπέσχες εἰπεῖν ὥστε καὶ συναγωνίσασθαι προείλου. Ἄχρι μὲν τούτου ἔστι τὰ τῆς βουλήσεως, κοινά τε ὄντα τῆς λύσεως τοῦ χρώματος καὶ εἰσακτικὰ τοῦ περὶ τῶν δώρων ζητήματος, ἐπισημήνασθαι δὲ ἄξιον ὃ περὶ τῶν ἐμπιπτόντων εἰώθασιν αἱ τέχναι λέγειν. λέγουσι γὰρ ὅτι τὸ χρῶμα ποιεῖ τὸ δεύτερον ζήτημα. αὐτὸ γὰρ τὸ χρῶμα οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ εἰσαγόμενον ζήτημα. ἐνταῦθα δὲ εὑρίσκεται ἄλλο μὲν τὸ χρῶμα, ἄλλο δὲ τὸ ἀγωνιζόμενον ζήτημα. χρῶμα μὲν γάρ ἐστιν, ὅτι ‘ἐξαπατηθεὶς ὑπὸ Φιλίππου ταῦτα εἴρηκα‘, ἡ δὲ λύσις, ὅτι ‘οὐκ ἐξαπατηθεὶς ὑπὸ Φιλίππου ταῦτα εἴρηκας. |
| 19.228.(100) | εἰ γὰρ ἐξηπατήθης, καὶ ἐμίσησας ἂν Φίλιππον. ἀλλὰ μὴν οὐκ ἐμίσησας, οὐκ ἄρα ἐξηπατήθης· δῶρα δὲ λαβὼν εἴρηκας.‘ καὶ αὕτη εὑρίσκεται ἡ αἰτία δι’ ἣν ἐξηπάτησεν. ἡ αἰτία οὖν γέγονεν ἐνταῦθα ὁ δεύτερος στοχασμός, ‘εἰ δῶρα εἴληφα, παράσχου μάρτυρας, ὦ Δημόσθενεσ‘. καὶ γίγνεται ἐμπῖπτον ἐνταῦθα ζήτημα. εἰ δὲ μὴ συντρέχει ταῖς νῦν τέχναις ὁ τοῦ ῥήτορος λόγος, οὐ τὰς τέχνας δεῖ κυριωτέρας ἡγεῖσθαι τῶν Δημοσθένους λόγων· τοὺς γὰρ ἀρχετύπους νομοθέτας ὑπολαμβάνειν δεῖ, οὐ τοὺς παρ’ αὐτῶν μικρὰ λαμβάνοντας. δεῖ οὖν ἐπὶ τὸν ῥήτορα καταφεύγειν. καὶ γὰρ ἐν τῷ τοῦ ἀσώτου προβλήματι καθολικῶς Ἑρμογένης ἡμῖν ἀποφαίνεται μὴ οἷόν τε εἶναι ἁπλοῦν στοχασμὸν ἄνευ πραγμάτων, ἄντικρυς Ἰσοκράτους ἡμῖν ἐν τῷ πρὸς Εὔθυνον τἀναντία νενομοτεθηκότος. gT δυοῖν θάτερον] οἱ εἰρημένοι λόγοι, φησί, παρὰ σοῦ ἐν ταῖς ἐπαγγελίαις δι’ ἕτερον τῶν δύο πάντως ἐλέχθησαν· ἢ γὰρ φανερῶς εἰπόντος τοῦ Φιλίππου ‘σώσω Φωκέας καὶ ἀπολῶ Θηβαίουσ‘ ἀκούσας καὶ πιστεύσας ἀπήγγειλας, ἢ πρᾶον αὐτὸν ἐν τοῖς ἄλλοις καὶ φιλάνθρωπον ἰδὼν ἤλπισας καὶ ταῦτα ποιήσειν αὐτὸν καὶ θαρσήσας ὑπέσχου. |
| 19 229a | οὐκοῦν ἐξ ἀμφοτέρων ἀποτυχὼν μισεῖν ὀφείλεις τὸν Φίλιππον, ὅτι οὔτε τοὺς λόγους οὓς εἶπεν ἐβεβαίωσεν οὔτε τὰς ἐλπίδας ἃς ἔσχες ἐπλήρωσεν. ἀλλὰ μὴν φαίνῃ καὶ ἐπαινῶν αὐτὸν καὶ θαυμάζων, καὶ οὐ δύνασαι εἰπεῖν ὡς ἠπάτησαι. gT ἡ σύνταξις. |
| 19 229b | ἔστι δὲ τὸ νόημα παραγραφικὸν τοῦ δευτέρου στοχασμοῦ. ἐκ γὰρ τῶν παραλελειμμένων αὐτῷ παραγράφεται, ἐξ ὧν ἔδει αὐτὸν ποιῆσαι καὶ οὐκ ἐποίησεν. A 〈εἰσαγγελίᾳ〉] εἰσαγγελία ἐστὶ τὸ παρέχειν εὐθύνας ὡς ὑπὲρ καταλύσεως τοῦ δήμου. |
| 19.230 | A ἀλλὰ πάντες Ἀθηναῖοι πρότερον κατηγοροῦσι Φιλίππου] ἵνα μὴ εἴπῃ τις ‘ἀλλὰ καιρὸς οὐκ ἦν τοῦ κατηγορεῖν‘. |
| 19.231 | gT 〈ἰδίᾳ〉] ἀσφαλῶς εἶπεν ‘ἰδίᾳ‘. |
| 19.232 | ἠδίκηνται γὰρ κοινῇ πάντες οἱ Ἀθηναῖοι νῦν παρ’ αὐτοῦ, οὐ μέντοι ἰδίᾳ, ἀλλὰ γενικῶς. A ἐμοὶ μὲν χρήσασθε] τῶν ἰσούντων διαλύει τὴν ἁρμονίαν. |
| 19.233 | τὸ γὰρ ἠθικὸν οὐκ ἐθέλει τὴν τῆς λέξεως εὐρυθμίαν ἐνδύεσθαι. gT τρὶς] ἀντὶ τοῦ πολλάκις. |
| 19.234 | ἔστι γὰρ ἀρχαϊσμός, ὡς παρὰ τῷ ποιητῇ (ε 306) ‘τρὶς μάκαρες Δαναοί‘. A 〈καὶ τοὺς μὲν Φωκέας οὐκ ἀπολεῖν〉] πρὸς τῷ μὴ σῶσαι Φωκέας καὶ Θεσπιάς, ὡς ὑπέσχετο, καὶ ἄλλα ἠδίκησεν. |
| 19.235 | προσεξηνδραπόδισε γὰρ τὸν Ὀρχομενὸν καὶ τὴν Κορώνειαν, ὅπερ πάλιν συνέφερε Θηβαίοις, ἐπειδὴ αὗται ἦσαν αὐτῶν ἀφεστηκυῖαι. A προσεξηνδραπόδισται] οὐ γὰρ μόνον φάσκει μὴ γεγενῆσθαι ἃ ὑπέσχετο, ἀλλὰ καὶ προσθήκας ἐπεισάγει κακῶν, ἐπὶ μὲν Θηβαίων εἰπὼν τὸ ‘μείζους ἢ προσῆκε πεποίηκεν‘, ἐπὶ δὲ Θεσπιέων Ὀρχομενὸν καὶ Κορώνειαν ὅτι προσαπώλεσεν. |
| 19.236 | gT ἐνδεικνύμενος τοῖς πρέσβεσι] ὅλην ἀπογυμνῶν τὴν προαίρεσιν ἐκ τῶν λόγων. |
| 19.237 | gT 〈αὐτὸς οἶμαι〉] ἐν ἤθει τοῦτο ἀναγνωστέον. |
| 19.238 | A 〈ἔτι τοίνυν εἰ μὲν μηδένα μηδὲν ἔχοντα〉] Μενάνδρου· ἐντεῦθεν ἄρχεται τῆς τῶν μαρτύρων συστάσεως τῆς περὶ τῶν δώρων. |
| 19 239a | Ἀσκληπιοῦ· ἐπὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν χωρεῖ τοῦ δευτέρου ζητήματος. F 4 YS εἰσβάλλει εἰς τὴν τῶν ἐλέγχων ἀπαίτησιν. |
| 19 239b | βούλεται δὲ εἰπεῖν ὅτι, εἰ μὴ ἦν τὰ πράγματα καταμαρτυροῦντα αὐτοῦ, ‘βασάνους καὶ τὰ τοιαῦτα.‘ A ἔτι . |
| 19 239c | .. ἔχοντα] ἐπὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν χωρεῖ τοῦ δευτέρου ζητήματος. ὡς δὲ Αἰσχίνου τοὺς μάρτυρας ἀπαιτήσαντος, οὕτως ἀπήντησεν ‘εἰ μηδὲν μηδένα εἴχομεν δεῖξαι‘, τῶν οἰκετῶν ἔδει βασανίσαι τινάς. τῆς τῶν μαρτύρων συστάσεως ἐντεῦθεν ἄρχεται, τῆς περὶ τῶν δώρων λέγω. καὶ ζητοῦμεν τί δήποτε ἐνταῦθα μέλλων μεταβαίνειν ἀπὸ στοχασμοῦ ἐφ’ ἕτερον στοχασμὸν οὔτε ἐπελογίσατο οὔτε προοιμίῳ κατεχρήσατο ἀρχόμενος δευτέρου ζητήματος, ἀλλὰ συνῆψεν οὕτως ὥστε δυσδιάκριτον δοκεῖν εἶναι τὴν εἴσοδον, καίτοι εἰωθὼς τοῦτο ποιεῖν. καὶ φαμὲν ὅτι, ἔνθα μὲν διῄρηται τὰ πράγματα ἀπὸ τῶν πραγμάτων, ἐκεῖ καὶ ἐπιλογίζεται καὶ προοιμιάζεται, ἔνθα δὲ συμπλοκή τίς ἐστι καὶ οὐκ ἔστιν ἁπλῆ ὑπόθεσις, ἐκεῖ συμπλέκει καὶ τὰ κεφάλαια καὶ τὰ πράγματα. ὃ δὴ καὶ δείκνυσι μὴ ἁπλοῦν εἶναι στοχασμὸν τὸν παρόντα λόγον, ὥς τινες ᾠήθησαν. ἐπεὶ γὰρ ὁ ἐμπίπτων πρὸς ἀπόδειξιν τοῦ προτέρου λαμβάνεται, διὰ τοῦτο οὐχ ἡγήσατο καιρὸν εἶναι διελεῖν τὴν ἀπόδειξιν, τοὐναντίον δὲ καὶ συνάψαι καὶ πυκνῶσαι τῷ δευτέρῳ τὰ πρότερα. ἡ γὰρ ἐπαγωγὴ τοῦ ἐμπίπτοντος ἀπόδειξις γέγονε τοῦ ἑκόντα αὐτὸν ἐξαπατῆσαι. γίνεται δὲ ἐμπῖπτον, διότι καὶ τελείαν ἐργασίαν ἐπεδείξατο ἀπὸ τοῦ χρώματος ἀναφύεσθαι, ἀλλ’ οὐ πάντως αὐτὸ τὸ χρῶμα γίνεται δευτέρου ζήτημα. ἔθος δὲ τῷ Δημοσθένει καὶ πρὸ τῶν ἀντιθέσεων τιθέναι λύσιν καὶ μετὰ τὰς ἀντιθέσεις. ὅρα γὰρ πῶς ἄντικρυς λύσις ἐστὶ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως. ὡς γὰρ Αἰσχίνου τοὺς μάρτυρας ἀπαιτοῦντος ἀπήντηκεν ‘εἰ μὲν μηδένα μηδὲν ἔχοντα εἴχομεν δεῖξαι τῶν πρέσβεων‘ εἰληφότα, τινὰς τῶν οἰκετῶν 〈ἔδει〉 βασανίζειν. οὐ γὰρ ἐξῆν ἐλεύθερον βασανίζεσθαι τότε, ἀλλ’ ἢ δούλους τῆς πόλεως ἢ οἰκέτας ἰδιωτῶν. εἰ δὲ δείκνυται Φιλοκράτης εἰληφώς, τούτου δὲ φίλος Αἰσχίνης, εἴληφεν ἄρα καὶ μετὰ Φιλοκράτους Αἰσχίνης. ἐπειδὴ γὰρ καὶ αὐτὸ τοῦτο στοχαστικὸν ἐγίνετο ζήτημα, ‘εἰληφότος Φιλοκράτους καὶ Αἰσχίνης εἴληφεν‘, ἐνδιατρίβει τῷ μέρει τούτῳ, συνιστὰς ἐκ τῆς πάνυ φιλίας καὶ τῆς πολλῆς οἰκειότητος εἰληφέναι καὶ τὸν Αἰσχίνην· καὶ διὰ τοῦτο καὶ ἀπὸ τῶν ἐναντίων ἐξετάζει. οὐ μόνον γὰρ ἀπὸ τῆς οἰκειότητος, ἀλλὰ καὶ ἀπὸ τοῦ ἐξὸν διαμαρτυράμενον τῆς τοιαύτης ὑποψίας αὐτὸν ἀπολύσασθαι, οὐκ ἐποίησε τοῦτο παρελθὼν καίτοι καλοῦντος αὐτὸν τοῦ ῥήτορος. λέγει γοῦν ‘οὐ τοίνυν παρῆλθεν Αἰσχίνης οὐδ’ ἔδειξεν αὑτὸν‘, ἵν’ ἀπ’ ἀρχῆς ἄχρι τέλους γένηται τὰ ἀπὸ τῶν πεπραγμένων καὶ ἀπὸ τῶν παρειμένων, ὅτι σύνεστιν ἀεὶ τῷ Φιλοκράτει. καὶ τοῦτο μὲν ἀπὸ τῶν πεπραγμένων· ἀπὸ δὲ τῶν παρειμένων, ὅτι καλούμενος οὐχ ὑπήκουεν. εἶτ’ ἐπειδήπερ καὶ τοῦτο κοινὸν ἦν (οὐδὲ γὰρ ἄλλος οὐδεὶς κατεμαρτύρησε Φιλοκράτους), τοῖς μὲν ἄλλοις συγγνώμην ἔχει, Αἰσχίνην δὲ οὐκ ἀφίησι τοῦ ἐγκλήματος, λέγων (118) ‘καὶ τῶν μὲν ἄλλων ἑκάστῳ ἔστι τις πρόφασις ... τούτῳ δὲ οὐδὲν τούτων‘. ἐν τούτῳ τῷ μέρει καὶ ἐμφανῶς ἐμνημόνευσε Φρύνωνος, ἀμφότερα διὰ τοῦ αὐτοῦ θεωρήματος διοικούμενος, καὶ τὸ μὴ προσκροῦσαί τισι τῶν πρέσβεων καὶ τὸ ἐπαγαγέσθαι. ἐὰν μὲν 〈γὰρ〉 προσκρούσῃ, παροξυνεῖ καὶ προάξεται εἰς λοιδορίαν καὶ διὰ τούτου συστήσει μὴ κεκοινωνηκέναι τῆς δωροδοκίας αὐτοῖς· ἐὰν δὲ ἐπαγάγηται, ἕξει καταμαρτυροῦντας Αἰσχίνου, ὅπερ καὶ βούλεται, καὶ τοῦτο διὰ παντὸς διοικεῖται τοῦ δευτέρου στοχασμοῦ. ἐπιμένει δὲ τῷ κατὰ Φιλοκράτους λόγῳ βουλόμενος κατὰ πλείονα εἴδη τῶν ἐπιχειρημάτων καὶ τὴν σύστασιν ἐργάσασθαι τῆς δωροδοκίας. gT 〈τὸ χρυσίον〉] ἅπερ εἴληφεν ἐκ Μακεδονίας ἀπὸ τοῦ Φιλίππου ἀντικατήλλασεν εἰς Ἀττικὰ νομισμάτια, ἵνα ἔχοι ταῦτα ἀναλίσκειν εἰς αὐτὰς τὰς Ἀθήνας. |
| 19.240 | A πρὸς δ’ ἐκεῖνον ἐλθὼν] προσχωρήσας δὲ τῷ Φιλοκράτει καὶ μετ’ αὐτοῦ γεγονώς. |
| 19.241 | gT 〈εἰσαγγελίασ〉] εἰσαγγελία ἐστὶ τὸ παρέχειν εὐθύνας ὡς ὑπὲρ καταλύσεως τοῦ δήμου. |
| 19.242 | A μηδὲ ἀρέσκειν αὐτῷ τὰ ὑπὸ Φιλοκράτους] δελεάζει πρὸς τὸ μαρτυρῆσαι τοὺς πρέσβεις ἁπλούστερον ὁ ῥήτωρ εἰπών. |
| 19.243 | οὐδὲν γὰρ μέγα καὶ ἄτοπον λέγειν ὡς ‘οὐκ ἀρέσκει μοι‘. gT ἀφίημ’ ἔγωγε, ἔφην] ὅρα τοῦ ἀξιώματος τὸ μέγεθος, εἴ γε αὐτὸς ἀντὶ τῆς πόλεως ἀποφαίνεται. |
| 19.244 | gT 〈ὁ μὲν οὐχ ὑπεύθυνοσ〉] ἀντὶ τοῦ ἐγὼ 〈ὁ〉 Δημοσθένης. |
| 19.245 | A ὁ δ’ οὐχὶ παρῆν] εἷς πρέσβεων, τοὔνομα Ἰατροκλῆς, οὐ παρῆν. |
| 19.246 | A τὸ δὲ κηδεστὴς ἦν ἐκεῖ] πολλὴ καὶ δριμύτης καὶ σωφροσύνη. |
| 19 247a | δι’ ὧν μὲν γὰρ ἀπολογεῖται καθάπτεται, τῷ δὲ κρύπτειν τὴν αἰσχύνην καρτερεῖ, γαμβρὸν αὐτοῦ εὐφήμως ἀποκαλῶν τὸν Φίλιππον διὰ τὸν υἱόν. gT τῷ Φρύνωνι λέγει. |
| 19 247b | οὗτος γὰρ κηδεστὴν ἐποιήσατο ἑαυτῷ τὸν Φίλιππον, ἐκδοὺς ἑαυτοῦ υἱὸν τῷ Φιλίππῳ. A οὐδ’ ἀφιέντων ἀφίεται] ὅτι ‘κἂν ὑμεῖς αὐτὸν ἐάσητε τῆς τιμωρίας, αὐτὸς οὐκ ἀφίσταται τῆς Φιλίππου φιλίασ‘. |
| 19 248a | A οὐδ’ . |
| 19 248b | .. ἀφίεται] οὕτως οὐ βούλεται κατὰ Φιλίππου λέγειν, 〈ὥστε〉 ζημίαν ἡγεῖται τὸ μὴ συνηγορεῖν αὐτῷ. ‘κἂν γὰρ ὑμεῖς ἀφῆτε αὐτόν, ἀνεύθυνος εἶ, φάσκοντες, μὴ πολιτεύου, ἀπαλλάττου, οὐκ ἀφίσταται ὑμῶν.‘ gT 〈καίτοι τίσ〉] ἡ τῶν ἐλέγχων ἀπαίτησις ἐνταῦθα πάλιν. |
| 19.249 | AY 〈ταῦτ’ οὐχὶ βοᾷ καὶ λέγει〉] μικροῦ καὶ φωνὴν τοῖς πράγμασι περιέθηκεν, ἔμψυχον ποιῶν τὸν λόγον. |
| 19 250a | F 4 YLS καὶ τὸ ‘συνεχῶσ‘ δὲ τὸ πλῆθος τῶν ἀποδείξεων ἐμφαίνει. |
| 19 250b | gT καὶ τίς μου καταμαρτυρεῖ, φησί, δῶρα λαβεῖν] ἐν βαρύτητι κεῖται οὕτως. |
| 19 251a | [ὡς] τῆς ἀποδείξεως δὲ τῆς διὰ τῶν πραγμάτων ἐλεγχούσης εἰληφότα, ἐν ἤθει τὴν ἀντίθεσιν εἰσήγαγε. καὶ τούτων οὕτω δεικνυμένων, φησί, τολμᾷ λέγειν ‘καὶ τίς μου καταμαρτυρεῖ δῶρα λαβεῖν;‘ ἡ λύσις δὲ κατὰ ἀντεξέτασιν τῶν προσώπων καὶ τῶν πραγμάτων· ‘τίνα τούτων ἀξιοπιστότερα;‘ δῆλον ὅτι τὰ πράγματα. gT ἐλέγχου ἀπαίτησις. |
| 19 251b | S τοῦτο γάρ ἐστι τὸ λαμπρὸν] ἢ ὅτι τοῦτο ὡς μέγα καὶ λαμπρὸν Αἰσχίνης προτείνει, ἢ ὅτι τὸ φανερῶς σε πλέον ἐλέγχον τοῦτό ἐστιν. |
| 19.252 | gT 〈πρὸς δὲ τοῖς πράγμασιν〉] σημείωσαι, κλητικὴ περίοδος. |
| 19 253a | F 2 Y μέρος πνεύματος, ὡς ἀποστροφὴν ἐργαζόμενον καὶ καταφοράν. |
| 19 253b | F 2 Y ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι] δύο βήματα ἦν, τοῦ κατηγόρου καὶ τοῦ ἀπολογουμένου, καὶ τοῦ ἑνὸς λέγοντος ἐκαθέζετο ὁ ἕτερος, ἕως οὗ εἴπῃ. |
| 19 254a | τὸ δὲ ‘ἀπόκριναι‘ εἰπὼν οὐκ ἀπέδωκεν, ἀλλ’ εὐθὺς πρὸς ἄλλο ἐτράπη. λέγομεν ὅτι πρὸς τὸ ἀνώτερον κῶλον ἀπέδωκεν οἷον· ‘τίς ἡ πρόνοια αὕτη ἡ ὑπὲρ τοῦ Φιλοκράτους;‘ A ἀπόκριναι . |
| 19 254b | .. μοι] ἢ πρὸς τὸ ἀνωτέρω ἔχει τὴν ἀναφορὰν τοῦτο, ἢ ὅτι ‘τῶν ἄλλων πρέσβεων ἐχόντων πρόφασιν σὺ οὐδεμίαν ἔχεις τοῦ μὴ ὑπακοῦσαι· ἐπεὶ ἀπόκριναι, διὰ τί οὐχ ὑπήκουσας καλούμενος;‘ τὸ δὲ ‘ἀναστάσ‘, ἐπειδὴ εἰς τὸ ἕτερον βῆμα ὁ κρινόμενος ἐκαθέζετο, ἕως ἂν πληρώσῃ τὸν λόγον ἐπὶ τοῦ ἑτέρου βήματος ὁ κατήγορος, ἢ πρὸς τὸ ‘νῦν ἀπόκριναι‘ εἰρημένον. ‘ἀπόκριναι‘ ὅτι οὐ τὰ πράγματα τῶν μαρτύρων ἐστὶ πιστότερα. gT 〈ὃς γὰρ ἀγῶνας καινοὺς ὥσπερ δράματα〉] διὰ Τίμαρχον λέγει, διότι κατηγόρησεν αὐτοῦ, γέροντος ἀνδρός, ὡς ἡταιρηκότος. |
| 19 255a | A ὃς . |
| 19 255b | .. δράματα] παράδοξος γὰρ ὁ κατὰ Τιμάρχου ἀγών· ἐπειδὴ σχεδὸν γεγηρακότος αὐτοῦ λοιπὸν περὶ τῆς ἑταιρήσεως κατηγόρησεν, ἐάσας τὴν νέαν ἡλικίαν τὴν ὕποπτον. ἄνω δ’ εἰπὼν ‘τίνος ἕνεκα καλούμενος, ὅτε Ὑπερίδης τὴν εἰσαγγελίαν ἐποιεῖτο, οὐχ ὑπήκουσας;‘, ἐπειδήπερ ἀντέπιπτεν ‘οὐ γὰρ ἐσκέμμην οὐδ’ ἑτοίμως ἔχω λέγειν‘, τὴν αἰτίαν ἐξεῖλεν εἰπὼν ‘ὃς γὰρ ἀγῶνας καινούς, ὥσπερ δράματα, καὶ τούτους ἀμαρτύρους, πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων, δῆλον ὅτι πάνδεινος εἶ τισ‘. τὸ δὲ ‘ὥσπερ δράματα‘ διὰ τὸ εἶναι ὑποκριτὴν εἶπεν, οἱονεὶ πλάσματα· εἰσάγονται γὰρ κἀκεῖ ὥσπερ ἐπὶ τῆς σκηνῆς καινὰ δράματα. τὸ δὲ ‘καὶ τούτους ἀμαρτύρουσ‘ ἔμφασιν ἔχει τοῦ μηδεμίαν ἀπόδειξιν ἀκριβῆ παρασχόμενον Τίμαρχον καταδικάσασθαι, χρήσιμον δὲ καὶ πρὸς τὴν παροῦσαν ὑπόθεσιν· οὐδὲ γὰρ αὐτὸς παρέχεται μάρτυρας, ἵνα τὸ ὅμοιον τῷ ὁμοίῳ παραβληθὲν τὴν ἴσην ἀξίαν παρὰ τοῖς ἀκούουσι λάβῃ. gT πρὸς διαμεμετρημένην τὴν ἡμέραν] τινὲς γὰρ τῶν ἀγώνων διὰ τὸ μέγεθος λαμβάνουσιν ὅρον τὴν ἡμέραν καὶ ὕδωρ τὸ ἐξαρκοῦν. |
| 19.256 | ‘αἱρεῖς δὲ διώκων‘, κατηγορῶν. gT αἱρεῖς] ἀντὶ τοῦ νικᾷς. |
| 19.257 | ὀξυτόνως ἀναγνωστέον. A πολλῶν τοίνυν καὶ δεινῶν ὄντων] ἄλλο ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐκ τῶν πεπραγμένων, καὶ ἄλλη ἀπόδειξις τῆς δωροδοκίας. |
| 19 258a | F 4 YS ἁμαρτάνει δέ τι περὶ τοῦτο τὸ μέρος γενόμενος, οὐκ ἐπιστήσας τῷ καιρῷ καθ’ ὃν ἡ πρεσβεία γέγονε. |
| 19 258b | γίνεται γὰρ αὕτη τρίτη πρεσβεία πρὸς Φίλιππον ὄντα ἐν Φωκεῦσιν ἤδη. συνίστησί τε διὰ τούτου τόν τε ἔλεγχον τῆς δωροδοκίας καὶ τὸ παρειμένον αὐτό. δι’ ἣν γὰρ αἰτίαν οὐκ ἐφώρασε τοὺς Αἰσχίνου λόγους μετὰ τὴν ἔξοδον, συνίστησιν ἐκ τοῦ τὸν Αἰσχίνην καταμεῖναι δεῦρο. gT 〈δοκεῖν〉] ἀντὶ τοῦ φαίνεσθαι. |
| 19.259 | A 〈αὖθισ〉 ὅτι τὸ ‘αὖθισ‘ οὐκ ἐπὶ δύο λέγεται μόνον, ἀλλὰ καὶ πολλάκις· σημαίνει γὰρ τὸ ‘πάλιν‘. |
| 19.260 | A 〈καλαῖς καὶ μεγάλαισ〉] κατ’ εἰρωνίαν. |
| 19.261 | A 〈ἐξωμοσάμην εὐθέωσ〉] τί διαφέρει ἐξωμοσία καὶ ὑπωμοσία; ἐξωμοσία μὲν γάρ ἐστιν ἡ παντελὴς ἄρνησις μεθ’ ὅρκου, ὑπωμοσία δὲ ἡ ἔνορκος ἀναβολή, ὅταν ὀμνύῃ τις ὅτι ‘νῦν μὲν οὐ δύναμαι τόδε ποιῆσαι, ὕστερον δὲ αὐτὸ ποιήσω‘, διωμοσία δὲ ἡ γινομένη ἐν τοῖς δικαστηρίοις, ὅταν ὀμνύῃ καὶ ὁ κατήγορος καὶ ὁ φεύγων· αὕτη δὲ καὶ ἀντωμοσία λέγεται. |
| 19 262a | A ἐξωμοσάμην εὐθέως] Ἀσκληπιοῦ· τὸ ‘εὐθέωσ‘ σοφώτατα πρόσκειται· ἐπειδὴ γὰρ καὶ Αἰσχίνης ἐξωμόσατο καὶ ἰσάζει, τὸ μὲν αὑτοῦ δείκνυσιν εὐλόγως γινόμενον, τὸν δὲ Αἰσχίνην μετὰ τὸ στέρξαι κακούργως ἀρνησάμενον. |
| 19 262b | F 4 AYS δηλοῖ δὲ ἅμα καὶ τὴν εὔνοιαν· ὡς γὰρ φιλόπολίν με ἠναγκάσατε ἐξιέναι. |
| 19 262c | gT μὴ σύγκλητος ἐκκλησία γένηται] ὅτι τρεῖς ἐκκλησίαι τοῦ μηνὸς γίνονται ὡρισμέναι· ἡ δὲ σύγκλητος οὐχ ὡρισμένη. |
| 19 263a | A σύγκλητος ἐκκλησία ἡ γινομένη διά τι ἐξαίφνης κατεπεῖγον. |
| 19 263b | F 2 Y μὴ . |
| 19 263c | .. γένηται] σύγκλητος δὲ ἐκκλησία ἐκλήθη, ἐπειδὴ ἐν μὲν τοῖς νομίμοις καὶ συνήθεσιν ἀφ’ ἑαυτοῦ ὁ δῆμος συνέτρεχεν· ὅταν δὲ ἐξ ἀνάγκης τινὸς σύλλογος γένηται, συγκαλοῦσί τινες περιιόντες. gT καὶ τὰ πράγματα ἐκφύγοι τὸν Φίλιππον] οἷον τὸ κατασκάψαι Φωκέας. |
| 19.264 | ὅρα δὲ πῶς ἡμᾶς ἐδίδαξεν ἐνταῦθα ὅτι καὶ τῆς τρίτης πρεσβείας πεμφθείσης παρὰ τῶν Ἀθηναίων ἔτι ἐσῴζοντο οἱ Φωκεῖς. A οὔτε γὰρ σῖτος ἦν ἐν τῇ χώρᾳ] οἱ μὲν περὶ τῆς Μακεδονίας ἔλαβον, οἱ δὲ περὶ τῆς Φωκίδος. |
| 19.265 | εἶτα ἐπειδὴ εἰκὸς ἦν τινας ἐννοεῖν ὅτι ‘ἀλλ’ ἔξωθεν ἐπεισάξει‘, λύων φησίν ‘οὔθ’ ἡ σιτοπομπία δυνατή‘. gT 〈ᾕρει〉] ἀντὶ τοῦ ‘ἐλάμβανε καὶ ἐχειροῦτο‘, ἔστι δὲ ὡς ἐκ τοῦ ‘αἱρῶ‘ ῥήματος περισπωμένου. |
| 19.266 | A τί λέγεις] πλάσις χαριέντως τοῦ προσώπου ἀντιλέγοντος. |
| 19 267a | gT ἀποστροφὴ πρὸς αὐτὸν ὡς ἀπὸ τῶν Ἀθηναίων. |
| 19 267b | A ἔδει δὲ μένειν] τοῦτο ὡς ἀπὸ τοῦ Δημοσθένους. |
| 19 268a | τὸ δὲ ‘πῶς οὖν‘ κατ’ ἐρώτησιν. A ἔδει . |
| 19 268b | .. μένειν] τοῦ ῥήτορος, ‘τί οὖν; ὅτι χρεία ἦν παραμεῖναι.‘ gT καὶ τέλος εἶχε τὸ μίσθωμα] ὡς μεσεγγυήσαντος Αἰσχίνου καὶ ὁμολογήσαντος ἃ ἔπαθον Φωκεῖς. |
| 19.269 | gT ὑμῖν ἐκκλησιάζουσι] δηλονότι σκοπούντων αὐτῶν ἢ περὶ τοῦ νεωρίου ἢ περὶ ἄλλου τινός. |
| 19.270 | παρατήρησαι δὲ ἐκ τούτου ὅτι, ὡς ἤδη ἔγνωμεν, οὐ μόνον ἐν Πυκνὶ ἐκκλησίαζον, ἀλλὰ πολλάκις ἐν Πειραιεῖ καὶ ἐν ἄλλοις τόποις. καὶ λοιπὸν ὅπου συνήγοντο, ἐκκλησία ἐκαλεῖτο, οὐχ ὅτι οἱ τόποι ἐκκλησίαι ἐκαλοῦντο, ἀλλὰ μόνον ὅτε συνήγετο ὁ δῆμος, παρὰ τὸ αὐτὸν ἐκεῖσε ἐκκλησιάσαι. ἡ δὲ Πνὺξ ἐκαλεῖτο διὰ τὸ ἀεὶ ὡς ἐπὶ τὸ πλεῖστον ἐκεῖ τὸν δῆμον ἐκκλησιάζειν. A 〈ἐπειδὴ ταῦτ’ ἦν καὶ τοιαύτη ταραχὴ〉] ἡ πιθανὴ ἀπολογία. |
| 19 271a | F 4 YS ἐπειδὴ . |
| 19 271b | .. ταραχὴ] συνῆψεν ἐντεῦθεν τὴν λεγομένην πιθανὴν ἀπολογίαν· ‘καὶ μὴν εἰ συνῄδειν ἐμαυτῷ δεδωροδοκηκότι, οὐκ ἂν οὕτω προφανῶς ἀπῄειν, ὥστε κατάφωρον ἐμαυτὸν καταστῆσαι‘. ἡ λύσις (127) ‘ἀλλ’ οὕτως ἔκφρων ἦς καὶ ὅλως πρὸς τῷ λήμματι καὶ τῷ δωροδοκήματι, ὥστε ταῦτα πάντα ἀνελὼν καὶ παριδὼν ᾤχου.‘ ἀνελὼν δὲ ταῦτα, ποῖα; τὸ ἀρρωστῆσαι, τὸ φοβεῖσθαι Θηβαίους καὶ τἄλλα. ἄξιον δὲ ἰδεῖν, ποῖόν ἐστι τὸ χρῶμα τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους. ἐξωμόσατο Αἰσχίνης, ἕτερος ἐχειροτονήθη, αὐτὸς πορεύεται μετὰ τὴν πρεσβείαν. τί τοίνυν ἐρεῖ πρὸς ταῦτα; ὅτι ‘οὖν ἐξαλήλιπτο ἡ χειροτονία· καὶ ἄτοπον ἦν χειροτονηθέντα, ἐπειδὴ ῥᾷον ἔσχε, μὴ βαδίζειν παρὰ τὸν Φίλιππον‘. ὁ ῥήτωρ· ‘ἔστ’ ἂν ἕτερος ἀντιχειροτονηθῇ, ἔδει σε βαδίζειν, οὐ τότε ὅτε Φωκέας ἀπολωλότας ἐπύθου‘. gT ᾕρητο] ἀντὶ τοῦ ᾑρέθη καὶ ἐχειροτονήθη ἀντ’ αὐτοῦ ὁ ἀδελφὸς αὐτοῦ. |
| 19.272 | χρῶμα δὲ λύει ἐνταῦθα. ἔμελλε γὰρ λέγειν ὁ Αἰσχίνης ὅτι ‘ῥᾷον ἐσχηκὼς ὕστερον, διὰ τοῦτο ἐπρέσβευσα χειροτονηθεὶς ἐξ ἀρχῆς ἐν τῇ τρίτῃ πρεσβείᾳ‘. λύει οὖν τοῦτο ὁ ῥήτωρ λέγων ὅτι ‘ἦν ἄλλος ἀντ’ αὐτοῦ χειροτονηθείς, ὁ ἀδελφὸς αὐτοῦ.‘ A 〈ἀπηγγελκότα, ὡσ〉] ὅπερ ἔλεγεν ἐν τῇ ἀρχῇ, ὅτι οὕτως αὐτὸν ἐμίσουν οἱ Θηβαῖοι, ὅτι καὶ χρήματα κατ’ αὐτοῦ ἐπεκήρυξαν. |
| 19.273 | A 〈ἐπειδὴ Θηβαῖοι〉] ἰστέον ὅτι ἐνταῦθα ἐνέπεσεν ἡ πιθανὴ ἀπολογία. |
| 19 274a | ἔμελλε γὰρ λέγειν ὁ Αἰσχίνης ὅτι ‘καίτοι εἰ συνῄδειν ἐμαυτῷ τὴν προδοσίαν, οὐκ ἂν ἐβάδιζον τότε πρὸς Φίλιππον, ἵνα μὴ γένωμαι κατάδηλοσ‘. λύει οὖν ὁ ῥήτωρ λέγων ὅτι ‘ἡ δωροδοκία σὲ οὐκ ἀφῆκεν ἰδεῖν τὸ δέον, ἀλλ’ ἔκφρονα κατέστησε τοῦ γινώσκειν ὅ τι ποιεῖσ‘. A ἡ πιθανὴ ἀπολογία. |
| 19 274b | Y 〈ἀλλ’ οὕτως ἔκφρων ἦν〉] ἡ ἀντίθεσις· ‘καὶ μήν, εἰ συνῄδειν ἐμαυτῷ δεδωροδοκηκότι, οὐκ ἂν οὕτω προφανῶς ἀπῄειν, ὥστε κατάφωρον ἐμαυτὸν καταστῆσαι‘. |
| 19.275 | ἡ λύσις· ‘ἀλλ’ οὕτως ἔκφρων ἦν‘. F 4 YS 〈πάντα ταῦτα〉] τὸ προφασίζεσθαι ἀρρωστεῖν καὶ τὰ ἐφεξῆς. |
| 19.276 | A 〈ὥστε μήτε τοὺς θεωροὺσ〉] ἔθος ἦν κατὰ τὰ πάτρια πέμπειν τῷ Ἀπόλλωνι ἐν τῷ ἀγῶνι τῶν Πυθίων τοὺς θεωροὺς καὶ τοὺς θεσμοθέτας, ἵνα μεῖζον ᾖ τὸ ἀξίωμα τῆς θυσίας. |
| 19.277 | A ἃ Θηβαῖοι καὶ Φίλιππος ἔθυον] Θηβαίους προσθεὶς τῷ Φιλίππῳ δεδήλωκε διὰ τῶν ἐχθρῶν, ὅτι δεινὰ καὶ ὁ Φίλιππος κατὰ τῆς πόλεως ηὔχετο. |
| 19.278 | ὅρα δὲ ὅπως ὃ μὲν ἦν ἀνεύθυνον, τὸ ἑστιᾶσθαι καὶ σπένδειν, τοὺς πρέσβεις ἔπεισε μαρτυρῆσαι, τὸ δὲ ἐστεφανῶσθαι κατὰ τῆς πατρίδος ὁ ῥήτωρ ἐκ τοῦ ἀκολούθου καὶ μὴ εἰπόντων τῶν πρέσβεων κατεσκεύασεν. gT καὶ φιλοτησίας προὔπινεν] ἅπερ φιλεῖ γίγνεσθαι ἐν τοῖς συμποσίοις, τὸ δεξιοῦσθαι ἀλλήλους τοῖς ποτηρίοις. |
| 19 279a | πολλάκις φασὶν αὐτὰ τὰ ποτήρια χαρίζεσθαι τὸν βασιλέα οἷς προπίνει χρυσᾶ ὄντα. τοῦτο γὰρ ἦν τὸ προπίνειν. ταῦτα πάλιν ὡς ἐγκλήματα καὶ σημεῖα προδοσίας πεποίηται. A ἡ κύλιξ ἣν κατὰ φιλίαν τοῖς φίλοις προὔτεινον. |
| 19 279b | F 4 Y τῆς ἐξωμοσίας] τὸ μεθ’ ὅρκου πρᾶξίν τινα ἐξαρνήσασθαι διὰ νόσον τινὰ ἢ ἑτέραν πρόφασιν. |
| 19.280 | F 1 τὸ ψήφισμα] ὅπερ τις ἐψηφίσατο τῶν πολιτῶν, ὅτε ἐξωμόσατο ὁ Αἰσχίνης ἀρρωστεῖν. |
| 19.281 | A τοὺς μάρτυρας] οἷον τοὺς συμπρεσβευτὰς τοῦ Αἰσχίνου τὴν τρίτην πρεσβείαν. |
| 19.282 | A 〈τίνας οὖν εὐχὰσ〉] ἐπιλογίζεται πληρώσας τὸ δεύτερον ζήτημα· σύνηθες γὰρ αὐτῷ μετὰ τὰς ἀποδείξεις τὰς ἰσχυροτάτας ἐπιλογίζεσθαι. |
| 19.283 | F 4 YS συμμάχοις] φησὶ τῶν Φωκέων, ἵνα αἰνίξηται εἰς Ἀθηναίους. |
| 19.284 | A οὐκοῦν ᾤχετο μὲν παρὰ τὸν νόμον] ἐνταῦθα ἐπιλογίζεται λοιπὸν καὶ συναγωγὴν ποιεῖται τῶν ἐγκλημάτων, πληρώσας τὸ δεύτερον ζήτημα. |
| 19.285 | σύνηθες γὰρ αὐτῷ τοῦτο ποιεῖν, μετὰ τὰς ἀποδείξεις ἐπιλογίζεσθαι. ἔστι δὲ τοῦ δευτέρου ζητήματος τὰ κεφάλαια ταῦτα. τῶν μὲν γὰρ παρειμένων ἓν πρῶτον· ‘οὐδεπώποτ’ ἐμνήσθης τοῦ Φιλίππου κακῶς, ἐπειδήπερ σαυτὸν περιπεπτωκότα δεινοῖς ἑώρας· μετὰ τὴν ἐπαγγελίαν οὐκ ἐμνησικάκησασ‘. ἀπὸ δὲ τῶν πεπραγμένων, ὅτι ‘Πύθωνος ἀφικομένου καί τινων ἑτέρων πρέσβεων, εἶτα ἀξιούντων Φίλιππον Ἀμφικτύονα ψηφίσασθαι, πάντων ἀντιλεγόντων μόνος συνεῖπε‘. τὸ χρῶμα συνῆπται τούτῳ οὗπερ οὐκ ἐμνήσθημεν πρότερον, νυνὶ δὲ προσθήσομεν ὅτι πόλεμον εὐλαβηθεὶς συνεῖπον τοῖς πρέσβεσι. καὶ θαυμάσαι δεῖ τὸν ῥήτορα τῆς δεινότητος, ὅτι οὐχ ὡς χρῶμα εἰσήγαγεν, ἀλλὰ συγκρουστικῶς παροξύναι μᾶλλον ἢ συστῆσαι τὴν ἀπολογίαν αὐτοῦ προαιρούμενος. τρίτον ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι ‘Φιλοκράτης 〈δωροδόκοσ〉 εἶναι ὁμολογεῖ, οὗτος δὲ Φιλοκράτει συνῆν‘. τέταρτον, ὅτι ‘εἰσαγγείλαντος Ὑπερίδου Φιλοκράτην, καλοῦντός μου διαρρήδην τοὺς βουλομένους διαμαρτύρασθαι ὅτι μὴ κεκοινωνήκασιν, οὐ παρῆλθεν Αἰσχίνησ‘. gT 〈κοινωνεῖν〉] τοῦτο εἶπε προλαβὼν ὅτι ‘οὐκ ἔπεμψαν ἐν τοῖς Πυθίοις οὔτε τοὺς θεωροὺς οὔτε τοὺς θεσμοθέτασ‘. |
| 19.286 | A 〈ὃς ἐκ πολέμου ποιούμενος εἰρήνην〉] εἰ γάρ, φησι, καὶ ὁ Φίλιππος ἡμᾶς ἠδίκει, ἀλλ’ οὖν γε εἶχέ τινα συγγνώμην, καθ’ ὃ πολέμιος ἦν. |
| 19.287 | A τάχα τοίνυν ἴσως καὶ τοιοῦτος ἥξει τις] ἀντίθεσις τῶν ἐπιλόγων· κεχώρισται δὲ τῶν ἀγωνιζομένων. |
| 19 288a | ἀντιθέσεις γὰρ ἐλέγομεν κυρίως τὰ πρὸς αὐτὰ τὰ κρινόμενα ἐξεταζόμενα, ἐπιλογικὰς δὲ ἀντιθέσεις τὰς ἀπὸ ποιοτήτων ἐπιλογικῶν πιστουμένας. ἔστιν οὖν ἀπὸ τοῦ συμφέροντος ἡ ἀντίθεσις. F 4 YS ἀντίθεσις ἐπιλογική. |
| 19 288b | χρησίμως δὲ ταύτην ἔπλασεν ὁ ῥήτωρ, ἵνα δείξῃ Φίλιππον μέγαν διὰ τοῦ λέγειν ὅτι ‘μέλλομεν αὐτὸν κινῆσαι πρὸς ὀργήν, ἐὰν τὸν φίλον αὐτοῦ τιμωρησώμεθα‘, ἵνα διὰ τούτου κινήσῃ τοὺς δικαστὰς πρὸς τὸ αἱρεῖσθαι μᾶλλον τιμωρήσασθαι τὸν Αἰσχίνην. A τάχα . |
| 19 288c | .. τις] ἀπὸ τοῦ συμφέροντός ἐστιν ἡ ἀντίθεσις, ζητούντων εἰ λυσιτελήσει καταψηφίσασθαι. ἀλλ’ ἐπειδήπερ οἱ ἐπίλογοι ἐκ τῶν τελικῶν κεφαλαίων λαμβάνονται, διὰ τοῦτο πολλάκις ἐκ τούτων ἐπιλογικαί τινες ἐμπίπτουσιν ἀντιθέσεις ἐν στοχασμῷ καὶ ἐν ὅρῳ, ἤδη δέ που καὶ ἐν ἑτέραις στάσεσιν. ἡ δὲ ἐπίσκεψις λοιπὸν περὶ τῆς τιμωρίας. ἀμέλει γοῦν οὐχ ὡς παρ’ Αἰσχίνου ταύτην εἰσήγαγεν, ἀλλ’ ὡς παρὰ τῶν συνηγόρων, εἰπὼν ‘τάχα τοίνυν καὶ τοιοῦτος ἥξει λόγος παρὰ τούτων‘, δηλονότι τῶν συνεστηκότων καὶ συνηγορούντων Αἰσχίνῃ. ἡ λύσις δέ ἐστι κατὰ ἀντιπαράστασιν. προτέραν δὲ τὴν λύσιν τῆς ἀντιθέσεως ἐξειργάσατο ἔκ τε τῶν Αἰσχίνου λόγων καὶ παραδειγμάτων, τοῦτο μὲν τῶν κατὰ βασιλέα καὶ Τιμαγόραν μνησθείς, τοῦτο δὲ τῶν κατὰ Θηβαίους καὶ τοὺς πρέσβεις. οἰκεῖα δὲ ἄμφω τὰ παραδείγματα. τὸ μὲν γὰρ πρότερον διαβάλλει τὸν Αἰσχίνην ὅμοιον ἀποφαίνων Τιμαγόρᾳ τοῦτον, τὸ δὲ ἔπαινον περιέχει τοῦ ῥήτορος δι’ εἰκόνος τῆς κατὰ Φίλωνα. ἃ γὰρ εἶπέ τις περὶ τοῦ Φίλωνος, ταῦθ’ ὁ Δημοσθένης λέγων ἑαυτὸν ἀποσεμνύνειν βούλεται. ἐν σχήματι γὰρ τὸν μὲν ἀντίδικον διαβάλλει, ἑαυτὸν δὲ συνίστησι. πιστοῦται δὲ καὶ τὸ προκείμενον ὅτι ‘εὐεργετήσειεν ἂν τὴν πόλιν τῶν Ἀθηναίων Φίλιππος μὴ ὄντων τῶν δωροδόκων‘. ἵνα δὲ ἐκ τῆς λύσεως ἀκολούθως ἐπὶ τὴν ἑξῆς ἀντίθεσιν ἔλθῃ, πάλιν κατὰ καιρὸν ἐμνημόνευσε τῶν τε οἰκείων εἰσηγήσεων, ἃς ἐποιήσατο βουλευομένης τῆς πόλεως περὶ τοῦ ποίαν χρὴ ποιήσασθαι τὴν εἰρήνην, καὶ τῶν Αἰσχίνου λόγων οὓς εἶπε τότ’ ἐναντιούμενος. πάλιν γὰρ ἀνέδραμεν ἐπὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, δεικνὺς ποῖα λέγων καὶ οἷα πολιτευόμενος Αἰσχίνης οἵων αἴτιος γέγονε τῇ πατρίδι. ποῦ τοίνυν πεποίηκε; (144) ‘καὶ κρατοῦντος ἐμοῦ τὴν προτέραν ἡμέραν καὶ πεπεικότος ὑμᾶς τὸ τῶν συμμάχων δόγμα κυρῶσαι ἐκκρούσας οὗτος εἰς τὴν ὑστεραίαν τὴν Φιλοκράτους γνώμην ἑλέσθαι ἔπεισεν‘, ὁμοῦ μὲν ἀπὸ Φιλοκράτους μεταφέρων ἐπὶ τοῦτον τὸ ἔγκλημα, ὁμοῦ δὲ καὶ ὑπομιμνήσκων ὅτι οὐκ ἐσιώπησεν, ὁμοῦ δὲ καὶ διδοὺς χώραν τῇ ἑξῆς ἀντιθέσει. εἰπὼν γὰρ ἐν τούτοις ποῖα ἔπεισεν Αἰσχίνης τὸν δῆμον ψηφίσασθαι βουλευόμενον περὶ τοῦ πῶς χρὴ ποιήσασθαι τὴν εἰρήνην κακῶς τῷ πολέμῳ τῶν στρατηγῶν κεχρημένων, λέγων οἵους μὲν εἶπε Φίλων λόγους ὑπὲρ τῆς Θηβαίων πόλεως, οἵους δὲ Αἰσχίνης ὑπὲρ τῶν Ἀθηναίων, ἀναγκαίως ἐπὶ τὴν ἀντίθεσιν ἦλθεν· ἐν ᾗ φησι μὴ εἶναι δυνατὸν οὕτω ποιήσασθαι τὴν εἰρήνην, ὡς Δημοσθένης ἠξίου, καὶ διὰ τοῦ ἀντιδίκου τὴν μαρτυρίαν τῶν βελτίστων αὐτὸς κομίζεται. εἰ γὰρ ὁ μὲν ἠξίου βελτίστην γενέσθαι τὴν εἰρήνην καὶ μαρτυρῶν Αἰσχίνης φαίνεται, Αἰσχίνης δ’ ἠναντιοῦτο, ἔπαινον μὲν ἑαυτοῦ διὰ τῆς μαρτυρίας καθίστησιν ἰσχυρόν, Αἰσχίνῃ δ’ οὐ τὸν τυχόντα περιάπτει ψόγον. ἔστιν οὖν τρία μέρη τῆς ἀντιθέσεως· τὸ μὲν γὰρ αὐτῆς ἔχει ἔπαινον τοῦ ῥήτορος, τὸ δὲ ὁμολογίαν ὅτι ‘Αἰσχίνης ἠξίου τὴν εἰρήνην γίνεσθαι‘, τρίτον δὲ ὅτι ‘οἱ στρατηγοὶ κακῶς ἐχρῶντο τῷ πολέμῳ‘. ἡ λύσις δὲ αὐτῆς ἀπὸ τῆς δωροδοκίας γίνεται· ὅθεν καὶ δευτέρα μετὰ τὸν δεύτερον στοχασμὸν τέτακται. gT παρὰ τούτων] τῶν συνεστηκότων καὶ τῶν συναγορευόντων Αἰσχίνῃ. |
| 19.289 | F 4 YS 〈ἐγὼ δ’, εἰ τοῦτ’ ἔστιν ἀληθέσ〉] ἡ λύσις κατὰ ἀντιπαράστασιν. |
| 19.290 | F 4 YS 〈εἰ γὰρ ὁ τῆς εἰρήνησ〉] σημείωσαι, τὸ τρίτον εἶδος τῆς λύσεως τὸ βίαιόν ἐστιν, ὅταν εἰς τὸ ἐναντίον περιιστάναι δυνώμεθα τὸν λόγον, ἐξ αὐτῶν αἱροῦντες τὸν ἀντίδικον, οἷς θαρρῶν εἰσέρχεται. |
| 19 291a | F 2 Y ἡ λύσις ἐκ περιτροπῆς. |
| 19 291b | YS 〈ἀναλώσασ〉] τοῖς περὶ Ἀριστόδημον. |
| 19.292 | A 〈ἀντεῖπεν〉] ὡς ἐμοῦ ψευδομένου ἐφ’ οἷς τότε εἶπον. |
| 19.293 | A 〈ἀσυνθετώτατον〉] ἀπὸ τοῦ τὰ συντεθειμένα εὐτάκτως κεῖσθαι. |
| 19.294 | A ὁ μὲν ἦλθεν, ὁ δ’ ἀπῆλθεν] τινὲς οὕτω· ‘ἦλθέ τις διαλεχθῆναι αὐτῷ, ὁ δὲ ἀπῆλθεν οὐκ ἀναμείνας ἀκοῦσαι‘. |
| 19.295 | gT 〈εἰπόντασ〉] τοὺς περὶ τὸν Αἰσχίνην. |
| 19.296 | A 〈ἐποίησεν ἂν〉] ὁ Φίλιππος. |
| 19.297 | ‘τῷ βασιλεῖ‘ δὲ λέγει τῷ Ἀρταξέρξῃ, πρὸς ὃν ἀνῆλθεν ὁ Τιμαγόρας καὶ ὁ Λέων πρεσβευταί, ὡς ἔγνωμεν. A οὐδὲ γὰρ] ἀντιπῖπτον λύει, ἵνα μή τις εἴπῃ ‘καὶ διὰ τί μὴ καὶ ἐπὶ τῶν Θηβαίων τὸ ὅμοιον ἐποίησε καὶ εἵλετο μᾶλλον τοὺς πρεσβευτὰς αὐτῶν θεραπεῦσαι ἤπερ τὴν πᾶσαν πόλιν;‘ A ὡς ἔφασαν πολλὰ] οὐκ ἀνέχεται περὶ προδοσίας καὶ δωροδοκίας διαλαβὼν οἰκείῳ χρῆσθαι προσώπῳ, ἀλλ’ ὡς παρ’ ἑτέρων ἀκούσας λέγει. |
| 19.299 | gT οἱ τῶν Θηβαίων πρέσβεις] βαρέως ἀναγνωστέον· οἱ τὸν Μῆδον ὑποδεξάμενοι. |
| 19.300 | καὶ ὤφθη θέαμα καινότερον, Θηβαῖοι μὲν ἀττικίζοντες, Ἀθηναῖοι δὲ τὰ Θηβαίων νοήσαντες. gT 〈Φίλων〉] ὄνομα κύριον. |
| 19.301 | A οὐχ ὑπὲρ Θηβαίων, ἀλλ’ ὑπὲρ ὑμῶν] ὁ μὲν εἰπὼν Θηβαῖος, ὁ δὲ λόγος Ἀθηναίων. |
| 19.302 | ταῦτα γάρ ἐστιν ἃ συνεῖπεν Αἰσχίνης οὑτοσί. ἐνήλλαξε τὴν τάξιν, τὸ πρῶτον δεύτερον εἰπών, ἵν’ ὅλον τῷ ἀντιδίκῳ λογίσηται. gT 〈φίλοι καὶ ξένοι〉] ἐκ παραλλήλου τὸ αὐτό. |
| 19.303 | A 〈Κορσιαί〉] ὀξυτόνως ὡς Θεσπιαί. |
| 19.304 | A 〈ἀντιθῶμεν δὴ〉] ταῦτά ἐστιν ἃ λέγει ὁ Αἰσχίνης κακοήθη ἀντίθετα εἶναι ἐν τῷ ἰδίῳ λόγῳ (2, 4). |
| 19.305 | A ἐν ᾗ καὶ ταῦτα καὶ πολλὰ] τὸ μὴ μετέχειν τοὺς Ἕλληνας τοὺς ἄλλους τῆς εἰρήνης. |
| 19.306 | τὸ δὲ ‘πολλὰ ἔτι‘ τὸ μέχρι τῶν ἐκγόνων εἶναι τὴν εἰρήνην. A ξύλα, πυρούς] ταῦτα Φιλοκράτην ᾔδεσαν ἔχοντα ἅπαντες. |
| 19.307 | προκατασκευάσας δὲ τὴν συνηγορίαν ἐβιάσατο δεῖξαι ὡς καὶ τούτων ἐστὶ κοινωνός. gT τριάκοντα μνᾶς] τὸ ἥμισυ ἐχαρίσατο τῷ Φιλοκράτει. |
| 19.308 | A 〈οὐ τοίνυν θαυμάσαιμ’ ἂν〉] ἀντίθεσις μεταστατική. |
| 19 309a | A οὐ . |
| 19 309b | .. ἂν] ὅτι τρία μέρη εἰσὶ ταύτης τῆς ἀντιθέσεως· τὸ μὲν γὰρ αὐτῆς ἔχει ἔπαινον τοῦ ῥήτορος, τὸ δὲ ὁμολογίαν ὅτι ‘Αἰσχίνης ἠξίου τὴν εἰρήνην γίνεσθαι‘, τρίτον ὅτι ‘οἱ στρατηγοὶ κακῶς ἐχρῶντο τῷ πολέμῳ‘. ἡ δὲ λύσις αὐτῆς ἀπὸ τῆς δωροδοκίας γίνεται, ὅθεν καὶ δευτέρα μετὰ τὸν δεύτερον στοχασμὸν τέτακται. F 4 YS ὡς οὐκ ἦν καλὴν οὐδ’ οἵαν ἠξίουν ἐγὼ] μεταστατικὴ ἀντίθεσις ἐπὶ τοὺς στρατηγοὺς μεταφέρουσα τὴν αἰτίαν. |
| 19.310 | ποιεῖ δὲ αὐτὸν ὁμολογοῦντα ὡς ἡ εἰρήνη κακή, ἵνα λύσωμεν ὅτι διὰ τὴν αὐτοῦ δωροδοκίαν ἐγένετο κακή, οὐ διὰ τοὺς στρατηγοὺς οὓς αἰτιᾶται. gT πότερον ἐξ ἑτέρας τινὸς ᾤχετο] οἷον νενικηκυίας, ἢ ταύτης, οἷον τῆς ἡττημένης. |
| 19.311 | gT ἔτι τοίνυν κἀκεῖνο σκέψασθε] δεύτερον ἐπιχείρημα εἰς τὸ αὐτὸ κατὰ ἀντιπαράστασιν· ‘ἡττώμεθα τῷ πολέμῳ ὡς σὺ φῄς, Αἰσχίνη, οὐκοῦν ἐκ τῶν παραδειγμάτων ἐξετάσωμεν ταὐτὸ τοῦτο πάλιν‘. |
| 19 312a | F 4 YS ἔτι . |
| 19 312b | .. σκέψασθε] δεύτερον ἐπιχείρημα εἰς τὸ αὐτό. πειρᾶται δὲ ἀποδεικνύναι διὰ τῶν δευτέρων ὅτι οὔτε τὸ ἡττᾶσθαι οὔτε τὸ νικᾶν αἴτιον γέγονε τοῦ τὸν Φίλιππον ποιῆσαι κακῶς, ἀλλ’ ἡ πρόφασις τῶν πρέσβεων. λέγει γὰρ ὅτι ‘εἰ καὶ συνέβαινεν ἡμᾶς ἡττᾶσθαι τῷ πολέμῳ, ὡς καὶ Θηβαίους ὑπὸ Φωκέων, οὐδὲν ἂν ἐκώλυσεν αὐξηθῆναι τὰ πράγματα τῆς πόλεως, μὴ αὐξηθέντος Φιλίππου‘. ἡττῶντο γὰρ οἱ Θηβαῖοι τῷ πολέμῳ τῶν Φωκέων· προσθέμενος δὲ τοῖς Θηβαίοις τοῖς ἡττημένοις ὁ Φίλιππος διὰ τοὺς λόγους τῶν πρέσβεων, ἐπικυδέστερα τὰ πράγματα τῶν Θηβαίων πεποίηται. gT ἀπειλήφεσαν αὐτῶν] πολιορκουμένους τινὰς καὶ ἀπειλημμένους ἐν τῷ χωρίῳ ἑαυτῶν διέσωσαν οἱ Φωκεῖς καὶ ἐρρύσαντο. |
| 19.313 | τὸ Ἡδύλειον δὲ τόπος ἢ ὄρος ἐν Βοιωτίᾳ. gT ἐπὶ τῷ Ἡδυλείῳ] ὄρος ἐν Βοιωτίᾳ ἔχον τετταράκοντα πέντε στάδια. |
| 19 314a | καλεῖται δὲ τριχῶς· τὸ μὲν σύνεγγυς τῶν 〈Παρα〉ποταμίων Ἡδύλειον, τὸ δὲ κατὰ μέσον Ἀκόντιον, τὸ δὲ ὑπὲρ τὸν Ὀρχομενὸν κείμενον Ὁρμίσιον. F 1 ὄρος Φωκίδος. |
| 19 314b | A ὄρος ἐν Βοιωτίᾳ. |
| 19 314c | Y κακῶν Ἰλιὰς] ἀπὸ τῶν ἐν Τροίᾳ κακῶν ἡ παροιμία. |
| 19 315a | gT ἡ παροιμία ἐπὶ τῶν τὰ δεινότατα πασχόντων ἀπὸ τῶν ἐν Ἰλίῳ συμφορῶν. |
| 19 315b | φησὶ δὲ ὁ Γενέθλιος ὅτι ἐνήλλακται ἡ πτῶσις· ἔδει γὰρ εἰπεῖν ‘Ἰλιάδος κακά‘. A ἀλλὰ νὴ Δία τοὺς συμμάχους] ἡ αὐτή ἐστιν ἀντίθεσις τῇ προκειμένῃ. |
| 19 316a | τοῦ γὰρ γενέσθαι τὴν εἰρήνην κακὴν καὶ οἱ στρατηγοὶ αἴτιοι καὶ οἱ σύμμαχοι Φωκεῖς ἀπειρηκότες τῷ πολέμῳ. προῆκται δὲ μετ’ εἰρωνείας, ὡς εἰ ἔλεγεν ‘ἀλλ’ ὅμως φανερῶς οὕτως ἡττηθέντων Θηβαίων τολμᾷ λέγειν Αἰσχίνης ὅτι ἀπειρήκασι Φωκεῖς τῷ πολέμῳ‘. καὶ οὕτως ἡ ἀντίθεσις διὰ τὴν τῆς τάξεως εὐκαιρίαν ἑαυτὴν λύει. gT διασυρτικῶς ἐπενήνεκται ἡ ἀντίθεσις. |
| 19 316b | F 4 YS ὅτι γὰρ ταῦτα οὕτω πέπρακται] ἔστι μὲν οὖν τὸ προκείμενον ἐπιδεῖξαι, ὅτι ἐκ τοῦ ψηφίσματος Φιλοκράτους καὶ τῆς συνηγορίας Αἰσχίνου τοῦτον τὸν τρόπον Φωκεῖς ἀπολώλασι καὶ ὅτι ἐπὶ τούτοις καὶ Αἰσχίνης κεκόμισται χρήματα· τὸ δὲ ἐπαγόμενον παρ’ Αἰσχίνου ἀντέγκλημα κρύπτεται μὲν ἐπὶ τοῦ παρόντος, λύεται δὲ εὐθὺς ἐφεξῆς (150) ‘ἐπειδὴ γὰρ ἡ μὲν εἰρήνη‘. |
| 19 317a | διὰ τοῦτο ἄρχεται μὲν λύειν, ὡς ἔφαμεν, τὸ ἀντέγκλημα, τὸ δ’ αὐτὸ καὶ πρὸς ἀπόδειξιν λαμβάνει τῆς Αἰσχίνου δωροδοκίας. βούλεται γὰρ μὴ μόνον ἀπολογήσασθαι ὑπὲρ τῆς Θρᾴκης, ἀλλὰ καὶ ἀντεγκαλέσαι περὶ τῆς αὐτῆς Αἰσχίνῃ ὡς ἑκοντὶ προεμένῳ καὶ αὐτὴν καὶ τὸν Κερσοβλέπτην. περιφεύγων δὲ τὸ ὄνομα τοῦ Κερσοβλέπτου καὶ τὴν περὶ αὐτοῦ μνήμην τὴν Θρᾴκην ἀντ’ ἐκείνου προβάλλεται, τῷ μείζονι τὸ ἔλαττον συμπεριλαμβάνων, μείζω καὶ πλείω ἐγκαλῶν ἢ ἐγκαλεῖται. φανερωτέραν δ’ ἐποίησε καὶ ἐναργεστέραν τὴν χρῆσιν τοῦ θεωρήματος εἰπὼν ἐφεξῆς (150) ‘ἠξίουν ὑμᾶς ἐγώ‘. F 4 YS ὅτι . |
| 19 317b | .. πέπρακται] τοῦτο πλείστην ἀκολουθίαν ἔχει πρὸς τὴν ἀντίθεσιν. ἐπειδὴ γὰρ βουλευομένης τῆς πόλεως περὶ τοῦ ὁποίαν δεῖ γενέσθαι τὴν εἰρήνην καὶ ἐπὶ τίσιν, ὁ Δημοσθένης ἐγκαλεῖ τῷ Αἰσχίνῃ ὡς παρελθόντι καὶ πείσαντι ἄνευ Φωκέων ποιήσασθαι· καὶ πάλιν Αἰσχίνης ἐγκαλεῖ Δημοσθένει ὡς πείσαντι ἄνευ Κερσοβλέπτου ποιήσασθαι. ἀποδείξας οὖν ἐν ταῖς προκειμέναις λύσεσιν, ὅτι οὐ διὰ τὸ ἡττᾶσθαι τὴν πόλιν ἠνάγκασε τοιαύτην ποιήσασθαι τὴν εἰρήνην Αἰσχίνης, ἀπολογεῖται πάλιν ἐντεῦθεν, ὡς οὐ δι’ αὐτὸν ἀπώλετο Κερσοβλέπτης γράψαντα μὴ ἀναμένειν τοὺς παρ’ ἐκείνου συνέδρους, ἀλλὰ δι’ Αἰσχίνην βραδύναντα καὶ μὴ σπεύσαντα εἰς τοὺς τόπους, ἔνθα ἐπύθετο εἶναι τὸν Φίλιππον, ὡς καὶ Δημοσθένης ἐγεγράφει, ὡς εἶναι τὴν ἀντίθεσιν ἀντεγκληματικήν· ‘οὐ μόνον ἔπεισεν ἡμᾶς Αἰσχίνης τὴν εἰρήνην ἄνευ Φωκέων ποιήσασθαι, ἀλλὰ καὶ σὺ ἔπεισας ἡμᾶς, ὦ Δημόσθενες, ἄνευ Κερσοβλέπτου ποιήσασθαι‘. ἀντεγκαλοῦσιν οὖν ἀλλήλοις περὶ ὧν ἔπεισαν, ὁ μὲν Δημοσθένης Αἰσχίνῃ ὅτι ἄνευ Φωκέων, ὁ δὲ Αἰσχίνης πάλιν τῷ ῥήτορι ὅτι ἄνευ τοῦ Κερσοβλέπτου. διὰ τοῦτο συστήσας ὁ Δημοσθένης ὅτι οὐ καλῶς ἄνευ Φωκέων, συνίστησιν ἐντεῦθεν ὅτι καλῶς ἄνευ Κερσοβλέπτου ἐπὶ τοῦ τότε παρόντος καιροῦ· ῥᾴδιον γὰρ ἦν σῶσαι τὸν Κερσοβλέπτην πλεύσαντας ἐπὶ τὴν Θρᾴκην τοὺς πρέσβεις. ἔθος δὲ τῷ Δημοσθένει τὰ χαλεπώτατα καὶ ἃ δέδοικε προλύσαντι μετὰ ταῦτα ἐπάγειν πολλάκις αὐτὰ τὰ λυποῦντα, τουτέστι τὰς παρὰ τῶν ἀντιδίκων προτάσεις. προϊούσης οὖν τῆς ἐργασίας τοῦτο ἐπήγαγε (155)· ‘ἐνθένδε τοίνυν αὐτοὺς ἐξήγαγον‘ ὡς σπεύδων σῶσαι τὸν Κερσοβλέπτην, τούτων δὲ βραδυνόντων καὶ μὴ θελόντων, ἵνα προδῶσιν αὐτόν. καὶ πάλιν ἑξῆς (162) ‘καὶ μὴν ὅτι τὸν Φίλιππον ἐν Ἑλλησπόντῳ κατελάβομεν‘. ἐνταῦθα γάρ ἐστιν ἐνδεικνυμένου ποιήσασθαι ταχεῖαν τὴν εἰρήνην ἐπὶ τῷ σῴζεσθαι Κερσοβλέπτην. καὶ ἡ μαρτυρία δὲ τοῦ Εὐκλείδου αὐτὸ τοῦτο συνίστησι. διὰ γὰρ τὴν βραδύτητα τῶν πρέσβεων ἔφη πρὸς Εὐκλείδην ὁ Φίλιππος ἀγνοῆσαι τὸν καιρὸν τῆς εἰρήνης, καὶ διὰ τοῦτο χειρώσασθαι τὸν Κερσοβλέπτην. ὥστε τοῦτο τὸ μέρος λύσιν περιέχει τῶν κατὰ Δημοσθένους ἐγκλημάτων καὶ ἀντέγκλημα κατ’ Αἰσχίνου ὡς ἑκόντος προεμένου τὸν Κερσοβλέπτην. περιφεύγων δὲ τοὔνομα τοῦ Κερσοβλέπτου καὶ τὴν περὶ αὐτοῦ μνήμην τὴν Θρᾴκην ἀντ’ ἐκείνου προβάλλεται, τῷ μείζονι τὸ ἔλαττον συμπεριλαμβάνων καὶ πλείω καὶ μείζω ἐγκαλῶν ἢ ἐγκαλεῖται. φανερωτέραν δὲ ἐποίησε καὶ ἐναργεστέραν τὴν χρῆσιν τοῦ θεωρήματος εἰπὼν ἐφεξῆς (150) ‘ἠξίουν ὑμᾶς ἐγώ, καὶ τούτοις ἔλεγον πλεῖν τὴν ταχίστην ἐφ’ Ἑλλησπόντου‘. ἡ γὰρ ταχύτης καὶ ἡ σπουδὴ ἔμφασιν ἔχει τῆς Δημοσθένους κηδεμονίας καὶ τοῦ σπεύδειν αὐτὸν σῶσαι τὸν Κερσοβλέπτην, ἵνα παρὰ τὸν μέλλοντα καὶ τὸν βραδύνοντα ἡ προδοσία γένηται. gT καὶ ἐκ τῶν ἐπιλοίπων] τῶν Θρᾳκῶν λέγει. |
| 19.318 | οὕτως οἶδεν οὐκ ἐγκλήματα προηγούμενα, ἀλλ’ ὡς ὑπόλοιπα τῶν ἀποδείξεων. gT 〈ἀπήρκεσαν〉] ἀντὶ τοῦ ‘ἀπέπλευσαν‘, ἀπὸ τοῦ ἀπᾶραι. |
| 19.319 | A 〈τὰ θαυμάσια〉] κατ’ εἰρωνείαν. |
| 19.320 | A 〈ἐφ’ Ἑλλησπόντου〉] Ἀττική ἐστιν ἡ φράσις, τὸ λέγειν ‘ἐπὶ Βυζαντίου, ἐφ’ Ἑλλησπόντου‘. |
| 19.321 | A καὶ μὴ προέσθαι μηδ’ ἐᾶσαι κατασχεῖν Φίλιππον] δείκνυσιν ὅτι οὐ παρὰ τὸ μὴ ἀναμεῖναι τοὺς Κερσοβλέπτου συνέδρους ἀπόλωλεν ὁ Κερσοβλέπτης, ἀλλὰ διὰ τὴν τούτου βραδύτητα· ὥστε ἡ προδοσία ἐνταῦθα πέφηνεν. |
| 19 322a | εἶτα ἐπειδήπερ ἀντέπιπτεν ‘ἀλλ’ ἄδηλον εἰ μήπω ταῦτα κατειλήφει Φίλιπποσ‘, ἐμέρισε τὴν λύσιν δίχα εἰπὼν ‘ἀλλ’ εἰ καὶ προειλήφει, ἀλλ’ οὐ πάντα, καὶ αὐτὰ δὲ πάντα ἃ προειλήφει πάντως ἂν ἀπέδωκε παρόντων ἡμῶν καὶ τῶν λοιπῶν ἐφείσατο ἄν. ἢ εἰ μὴ ταῦτα πεποιήκει, οὐκ ἂν ὡρκίζομεν αὐτὸν καὶ πάντες ἂν ἐφυλαξάμεθα ταῦτα, εἰδότες ἐξαπατηθῆναι περὶ Φωκέων.‘ καὶ κατασκευάζει διὰ τῶν ἑξῆς ὅτι καὶ ῥᾴδιον ἦν ἀνακομίσασθαι Κερσοβλέπτην 〈Φωκέων〉 σῳζομένων. gT δυεῖν ἀποδεικτικὸν τὸ προκείμενον, ἑνὸς μὲν ὅτι οὐ παρ’ αὐτὸν ἀπόλωλε Κερσοβλέπτης, ἑτέρου δὲ τοῦ διὰ τὸν Αἰσχίνην καὶ τοὺς ἄλλους πρέσβεις ἑκόντας ἐπιβουλεύσαντας ἀπολωλέναι τὸν Κερσοβλέπτην. |
| 19 322b | F 4 YS ἐν τῷ μεταξὺ χρόνῳ] τῆς εἰρήνης καὶ τῶν ὅρκων. |
| 19.323 | gT ἀνατείνασθαι] ἀπειλῆσαι. |
| 19.324 | gT 〈ἐκκλησία〉] ἐκ τῶν τριῶν ἐκκλησιῶν λέγει τῶν ὡρισμένων, ὡς ἤδη ἐκείνων προαναλωθεισῶν τῶν τριῶν. |
| 19.325 | A διὰ τὸ προκατακεχρῆσθαι] δεδαπανῆσθαι. |
| 19.326 | gT τὸν δὲ στρατηγὸν Πρόξενον] ἵνα μὴ προφασίζωνται φόβον ἢ κίνδυνον. |
| 19.327 | gT σύνεσμεν τῷ Προξένῳ] ἵνα μὴ εἴπῃ ‘σὺ μὲν ἔγραψας λαβεῖν παρὰ Προξένου ἡμᾶς τριήρη, οὐκ ἠδυνήθημεν δὲ εὑρεῖν αὐτόν‘, διὰ τοῦτο ἐπάγει ‘ἐπορεύοντο κύκλῳ‘, καμπάς τινας καὶ οὐκ ὀρθὴν ποιούμενοι. |
| 19.328 | gT τρεῖς καὶ εἴκοσιν ἡμέρας] λύσιν περιέχει τοῦ ἀντιπίπτοντος. |
| 19.329 | ἐπειδὴ γὰρ ἠδύνατο Αἰσχίνης ἀνθυποφέρειν ‘ἀλλ’ οὐκ ἦν ῥᾴδιον ἐν ἐλαχίστῳ χρόνῳ 〈ὡσ〉 τὸν Φίλιππον ἐλθεῖν‘, λύει διττῶς ὅτι ‘μάλιστα μὲν ἔδει πλεῖν, εἰ δὲ ἄρα μὴ ἐβούλεσθε, ἱκανὸς ἦν ὁ χρόνος ὥστε κατὰ γῆν ὑμᾶς πορευθέντας συμμῖξαι Φιλίππῳ‘. gT 〈Πέλλῃ〉] ἰστέον ὅτι Πέλλη ἐκλήθη διὰ τὸ ἀπὸ βοὸς εὑρῆσθαι τὴν προσηγορίαν πελλῆς τὸ χρῶμα, ὅ ἐστι τεφρῶδες κατὰ τὴν Μακεδόνων φωνήν, ἢ παρὰ τοὺς πέλλας τοὺς λίθους κατὰ τὴν Μακεδόνων φωνήν. |
| 19.330 | A ἐν δὲ τούτῳ Δορίσκον] ἔδειξε δι’ ἣν αἰτίαν ἀπώλετο Κερσοβλέπτης καὶ Θρᾴκη. |
| 19.331 | καὶ τὰ μὲν τῶν ἐγκλημάτων ἐπὶ Φίλιππον μετήνεγκε, τὰ δὲ εἰς τοὺς πρέσβεις. gT τὰ ἐπὶ τειχῶν] ἐν Θρᾴκῃ χωρία καὶ φρούρια. |
| 19.332 | σκόπει δὲ ὅτι ἄνω μὲν ‘ἐπορεύοντο‘ εἶπεν, ἑαυτὸν τοῦ ἐγκλήματος ὑπεξαιρῶν, ὕστερον δὲ καὶ ἑαυτὸν συγκατέμιξεν, ὃ ἦν διὰ τὴν ἀνάγκην ἀνεύθυνον. gT πολλὰ λέγοντος ἐμοῦ καὶ θρυλοῦντος ἀεί] ἵνα μὴ πρὸς ἀφοσίωσιν ἅπαξ εἰρηκέναι δοκῇ, προσέθηκε τὸ ‘ἀεί‘, κοινῇ τε καὶ φανερῶς λέγοντος ὡς ἐνδεχομένου καὶ σωθῆναι τὸν Κερσοβλέπτην. |
| 19.333 | αἱ δὲ ποικίλαι δημηγορίαι καὶ συμβουλαὶ καὶ πλάσεις καὶ πρὸς τοὺς πρέσβεις ἀπέχθειαι ἔνδειξιν περιέχουσι τῆς τε εὐνοίας τοῦ ῥήτορος καὶ τῆς ἐπιβουλῆς ἐκείνων. gT θρυλοῦντος] ἠρέμα αὐτοῖς λέγοντος. |
| 19.334 | A ἀνοσιωτάτους ἀνθρώπους] ἡ λέξις αὕτη δηλοῖ τὸν φιλόπολιν· πῶς γὰρ οὐκ ἀσεβέστατοι προδιδόντες τὴν γῆν, ἐν ᾗ πρῶτον εἶδον τὸν ἥλιον. |
| 19.335 | gT ὁ δὲ τούτοις ἀντιλέγων φανερῶς] τοῦτο εἶπεν ἵνα μὴ γένηται παντελῶς κοινόν, ἀλλ’ ἴδιον. |
| 19.336 | τοῦτο μὲν οὖν καὶ πάλαι προδιῳκήσατο ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει εἰπὼν μέγιστον εἶναι τοῦτο τὸ σημεῖον τῆς δωροδοκίας Αἰσχίνου, τὸ ἐξὸν αὐτῷ καταμαρτυρήσαντα Φιλοκράτους ἀπηλλάχθαι τῆς ὑποψίας μήτε παρελθεῖν μήτε εἰπεῖν ἐναντίον Φιλοκράτει μηδέν. ἐνταῦθα δὲ ὁμοίως τῷ αὐτῷ κατακέχρηται καὶ ἐπὶ τῶν ἄλλων πρέσβεων, ἐνάγων αὐτοὺς καὶ προτρεπόμενος ἐπὶ τὴν μαρτυρίαν τὴν κατ’ Αἰσχίνου. gT οἵτινες δ’ οἱ τούτων μετεσχηκότες] πολλή γε ἡ δεινότης. |
| 19.337 | ἐγκαλούμενος γὰρ τοσοῦτον ἀπέχει καθ’ ἑαυτοῦ δοῦναι λαβήν, ὥστε καὶ περὶ τῶν αὐτῶν ἐγκαλῶν φαίνεται. gT ἀλλὰ νὴ Δία ἐν τούτῳ τῷ χρόνῳ τοὺς ὅρκους] ‘ἐν τῷ χρόνῳ‘ ἐν ᾧ ἐκάθηντο ἐν Πέλλῃ τὸν Φίλιππον ἀναμένοντες. |
| 19.338 | δεινῶσαι δὲ ἐβουλήθη διὰ τῶν ἑξῆς τὸ ἀδίκημα καὶ σύστασιν δοῦναι τῷ δωροδοκήματι, ὅπου γε ἐπανιόντες τοὺς ὅρκους ἔλαβον καὶ οὐκ ἐπ’ αὐτῆς τῆς Μακεδονίας οὐδ’ ἐν μέσῳ τῶν στρατοπέδων οὐδ’ ἐν ἱερῷ, ἀλλ’ ἐν πανδοκείῳ καὶ κρύβδην κατὰ τὴν ἐπάνοδον. καὶ δῆλον ὅτι διατεθῆναι ὀργιλώτερον βούλεται τοὺς δικάζοντας, ὅμως δ’ οὐδὲν ἧττον καὶ τὸ καθ’ ἑαυτὸν ἀπολύσασθαι. ἵνα δὲ μὴ εἴπωσιν ὅτι ‘οὐκ ἐνῆν ἱερόν‘, ἀντεξήτασε τοὺς τόπους· ὅτι καὶ ἱεροῦ παρακειμένου ἐν πανδοκείῳ οἱ ὅρκοι ἐγίνοντο ἐν βεβήλῳ τόπῳ καὶ φαύλῳ, καὶ ταῦτα ἱεροῦ πλησίον ὄντος Διοσκουρίου, καὶ διὰ τοῦτο καὶ μάρτυρας τοὺς θεασαμένους τὸν τόπον ἐπικαλεῖται. παρενέβαλε δὲ τὰ κατὰ τοὺς ὅρκους οὐκ ἀκολούθως, ἀλλ’ ἵνα σημείου σημεῖον καὶ τοῦτο γένηται. ἡ μὲν γὰρ βραδύτης σημεῖόν ἐστι τῆς δωροδοκίας καὶ τοῦ ἑκόντως παραδοῦναι τὴν Θρᾴκην, ἡ δὲ κατὰ τοὺς ὅρκους μνήμη δείξασα μήτε ἐν καιρῷ γεγενῆσθαι μήτε ἐν τόπῳ προσήκοντι πιστοῦται τὸ σημεῖον τῆς δωροδοκίας. gT ὅτε δεῦρο ἤδη τὸ στράτευμα] βούλεται μὲν εἰς Φωκέας εἰπεῖν, ἐπειδὴ ἄνω κατεσκεύασεν ὡς τεῖχος καὶ ἀσφάλεια τῶν Ἀθηναίων ἦσαν οἱ Φωκεῖς σῳζόμενοι· διὰ 〈δὲ〉 τοῦ ἀπολέσθαι ἐκείνους ἀνεῴγει αὐτῷ καὶ ἐπὶ τὴν Ἀττικὴν ὁδός. |
| 19.339 | gT εἶτα τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου] ἣν ἀνέγνωκεν ἐν τῷ περὶ τοῦ στεφάνου (18, 40) ὅπου εἶπεν ὅτι ‘ἐγὼ ταῦτα πεποίηκα ἀκόντων Ἀθηναίων‘· τὸ δέ γε ψήφισμα τοῦ Φιλοκράτους ὃ ἔγραψεν ἑκατέρους ἔχειν ἃ ἔχουσι· τὸ δὲ τοῦ δήμου, ἔνθα διωρθώσαντο ἕκαστον ἔχειν τὰ ἑαυτοῦ. |
| 19.340 | gT καὶ μὴν ὅτι τὸν Φίλιππον] ἐπιμένει ταῖς ἀποδείξεσι (τὸ γὰρ ἔγκλημα χαλεπόν) πανταχοῦ διὰ πάντων συνιστὰς ὅτι οὐ δι’ αὐτὸν ἀπώλετο Κερσοβλέπτης. |
| 19.341 | gT λέγε δὴ καὶ τὴν ἑτέραν μαρτυρίαν] ἀκούσασα ἡ πόλις ἀπολωλέναι τὸν Κερσοβλέπτην ἀπέστειλεν ὕστερον Εὐκλείδην αἰτιασόμενον Φίλιππον διὰ τὰ ἐν Θρᾴκῃ γενόμενα. |
| 19.342 | ὁ δὲ ἀπεκρίνατο μηδὲν ἡμαρτηκέναι· ὀψὲ γάρ ποτε συντυχεῖν τοῖς πρέσβεσι καὶ πρὸ τῶν ὅρκων λαβεῖν αὐτά. σκόπει δὲ καὶ τὰς λέξεις καὶ ἐπιτήρει πῶς μὲν ἐπὶ τοῖς ἀνευθύνοις τὸ ‘ἀπῄραμεν‘ λέγει (163), πῶς δὲ ἐπὶ τοῖς μεμπτοῖς ‘ἦλθον εἰς Ὠρεὸν οὗτοι‘, πόρρω ἑαυτὸν ποιῶν, καὶ τὸ ‘οὐκ ἀνέμειναν τὸν κήρυκα‘, καὶ τὰ τοιαῦτα ἐπιτήρει. gT ὅτι τοίνυν οὐδ’ ἄρνησίς ἐστιν αὐτοῖς] ἀπολογησάμενος ὑπὲρ ἑαυτοῦ καὶ συστήσας ὅτι οὐ δι’ αὐτὸν ἀπώλετο Κερσοβλέπτης, ἐντεῦθεν ἄρχεται τῶν ἀποδείξεων τῶν κατ’ Αἰσχίνου, συνιστὰς δι’ αὐτὸν ἀπολωλέναι τὴν Θρᾴκην. |
| 19 343a | gT ἀρχὴ τῶν ἀποδείξεων τῶν κατ’ Αἰσχίνου, συνιστῶσα δι’ αὐτὸν ἀπολωλέναι τὴν Θρᾴκην. |
| 19 343b | F 4 YL 〈ἔστιν οὖν ὅπως ἂν〉] ἐνθύμημα ἐπὶ τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ ἀπόδειξις ἐναργὴς ὥσπερ ἐν συλλογισμῷ τοῦ διὰ τὸν Αἰσχίνην ἀπολωλέναι τὸν Κερσοβλέπτην. |
| 19.344 | F 4 YLS σκέψασθε τί πράττων ἕκαστος] εὐκαίρως βούλεται τὰς φιλοτιμίας ἑαυτοῦ ἐξειπεῖν ἢ τὴν ἀγρυπνίαν καὶ τὴν σπουδὴν αὐτοῦ δηλοῖ· οἷον ‘ποῦ πλανᾶται πολίτης ἐμός; ποῦ δυστυχεῖ τις αὐτόχθων αἰχμάλωτος;‘ προσένειμε δὲ τοὺς αἰχμαλώτους τούτῳ τῷ μέρει, ἵνα ἀναίρεσιν ἐργάσηται τῆς ὑπονοίας· ‘τίς γὰρ ἂν εἵλετο παρὰ τῶν πολεμίων λαβεῖν, τὴν οὐσίαν ὑπὲρ τῶν αἰχμαλώτων 〈καὶ〉 τῆς πόλεως προέμενοσ‘; ἀλλὰ καὶ ἡ εἰσαγωγὴ τῆς μνήμης τῶν ξενίων δεινότητος ἀνάπλεως. |
| 19.345 | οὐ γὰρ ὡς ἄπιστον κατασκευάζων εἰσήγαγεν, ἀλλ’ ὡς ὁμολογουμένῳ κατεχρήσατο· ‘ξένια αὐτοῖς ἐδίδου Φίλιπποσ‘, ὥς φησιν. ἐμέρισε δὲ τοὺς ἐλέγχους τῆς δωροδοκίας κἀν τούτῳ τῷ μέρει, ἵνα τὰ καθ’ ἑαυτὸν ἀποτρέψηται. ἐπειδὴ γὰρ ἀναγκαῖον ἦν τὸν ἑκόντα προδεδωκότα Κερσοβλέπτην ἐπὶ χρήμασιν αὐτὸν προδεδωκέναι, ἀναγκαίως ἐνταῦθα ἐζήτησε ‘τίς ἐστιν ὃς χρήματα εἴληφεν;‘. ὁ γὰρ μὴ ξένια ἑλόμενος παρὰ Φιλίππου λαβεῖν, ἀλλὰ μισήσας καὶ ἀποστραφεὶς καὶ τοῖς ἄλλοις ἀπειπὼν μὴ λαβεῖν, δῆλός ἐστι μὴ προδούς. τί γὰρ ἂν ἐβουλήθη προδοῦναι μέλλων κερδαίνειν μηδέν; ὁ δέ γε λαβὼν κρύβδην παρὰ Φιλίππου τὰς δωρεὰς δῆλός ἐστι προέμενος αὐτῷ τὴν Θρᾴκην. τοῦτο δὲ πεποίηκεν Αἰσχίνης. δι’ Αἰσχίνην ἄρα καὶ Κερσοβλέπτης ἀπώλετο. gT διεκωδώνιζεν ἅπαντας] ἐδοκίμαζεν, ἐπείραζεν, ἀπὸ μεταφορᾶς τοῦ κώδωνος οὗ περιάγουσι νύκτωρ οἱ φύλακες, ἀποπειρώμενοι εἰ ἐγρηγόρασιν οἱ περὶ τὰς πύλας φυλάττοντες. |
| 19 346a | gT εὕρηται τὸ ‘διακωδωνίσαι‘ 〈πρὸς τὸ πειράζειν τοὺσ〉 φύλακας διὰ κώδωνος, εἰ καθεύδουσιν. |
| 19 346b | A 〈ὡς δ’ ἀπετύγχανεν〉] ἐνταῦθα τὴν ἑαυτοῦ βούλησιν κατασκευάζει ὡς ἐπὶ τοῦ Κερσοβλέπτου· ‘τίνα εἰκὸς ἦν μᾶλλον αὐτὸν προδοῦναι, τὸν ἑλόμενον μηδὲ ξένια λαβεῖν καὶ τὸν τὴν οὐσίαν προέμενον ὑπὲρ τῶν αἰχμαλώτων ἢ τὸν λάθρα παρὰ Φιλίππου ξένια προσιέμενον;‘ F 4 YLS εὐήθως λήψεσθαι] οὐ λέγει ‘μωρῶσ‘, ἀλλ’ ‘ἀκακούργωσ‘. |
| 19 348a | A εὐήθως λήψεσθαι] ἁπλούστερον λαβεῖν ὡς οὐ δηλοῦντα δωροδοκίαν. |
| 19 348b | gT 〈διεκρούσατο〉] τὸ ‘διεκρούσατο‘ ἀντὶ τοῦ ‘ὑπερέθετο‘. |
| 19.349 | A φέρε δὴ καὶ ὅσους αὐτὸς ἐλυσάμην] δυοῖν ἐστιν ἐν τούτῳ σύστασις, τοῦ τε αὐτὸν μὴ δωροδόκον γεγενῆσθαι καὶ τοῦ μόνον τῶν πρέσβεων εἶναι φιλόπολιν. |
| 19.350 | ἐπειδὴ δὲ τὸ ἔγκλημα εἰς ἅπαντας διήκει (ἅπαντες γὰρ ἐδόκουν διατετριφέναι κατὰ τὴν Μακεδονίαν), τῇ διαφορᾷ τὸ ἐξισάζον λύει· ‘οὗτοι μὲν τηνάλλως διῆγον, ἐγὼ δὲ ὑπὲρ τῆς πόλεως καὶ τῶν αἰχμαλώτων τὴν διατριβὴν ἀνήλισκον‘. gT ἀπιστοῦντες ὡς ἐμοὶ δοκεῖ] μεγάλην ἀποφαίνει τὴν δαπάνην, ὡς καὶ τοὺς αἰχμαλώτους ἀδύνατον νομίσαι προῖκα τὴν ἄφεσιν γενέσθαι. |
| 19.351 | τὸ δὲ ‘ἐδανείζοντο‘ δοκεῖ μὲν ὑβριστικὸν εἶναι, αὐξῆσαι δὲ τὴν δαπάνην βουλόμενος εἶπεν ὅτι ‘καὶ τὸν τόκον ἀφῆκα καὶ τὸ κεφάλαιον‘. gT οἷς αὐτὸς ἔχρησα τἀργύριον] ἐπειδὴ ἐκακίζετο ὁ τόκος, ὑπέμνησε μὲν ἐξ ἀρχῆς, χρηστῷ δὲ ὀνόματι τῷ ‘ἔχρησα‘ ἐκφεύγει τὸ ἄτοπον. |
| 19.352 | gT τῶν ἄλλων ὑπὸ τοῦ Φιλίππου] αἰνίττεται ὅτι πάντας ἀφῆκεν, εἰ μὴ προλαβὼν ὑπέσχετο αὐτοὺς λύσασθαι καὶ δώσειν εἰς δύναμιν. |
| 19.353 | gT 〈ἀφῆκα〉] ‘ἀφῆκα‘ γὰρ λέγει τὰ δοθέντα παρὰ Φιλίππου αὐτῷ εἰς λόγον ξενίων, τὸ δὲ ‘δέδωκα δωρεάν‘, ἅπερ ἐχαρίσατο τοῖς αἰχμαλώτοις. |
| 19.354 | AT καὶ δωρεὰν ἔδωκα τοῖς ἀτυχήσασι] συλλογίζεται τὸ κεφάλαιον μετὰ τῶν τόκων, ἵνα φαίνηται αὐτῷ τὸ τῆς φιλοτιμίας διπλάσιον. |
| 19.355 | gT 〈δεινὸν οὖν ψεύσασθαι〉] ἀντιπῖπτον λύει, ἵνα μή τις εἴπῃ ‘ἀλλ’ ἠδύνω καὶ ἐν τῇ δευτέρᾳ πρεσβείᾳ ἐξομόσασθαι, ὥστε μὴ ἀπελθεῖν μετὰ τῶν πρέσβεων, ἀλλ’ ἰδίᾳ‘· ἐπάγει οὖν ‘ἀλλ’ οὐκ ἦν μοι ἀσφαλὲς τὸ ἰδίᾳ ἀπελθεῖν καὶ πλανᾶσθαι ἐκεῖσε μὴ ἔχοντι τὸ ἀσφαλὲς τὸ ἀπὸ τῶν πρέσβεων‘. |
| 19 356a | A δεινὸν . |
| 19 356b | .. ψεύσασθαι] ‘ἐμοὶ μὲν δεινὸν ἐπὶ ὀλίγων ψεύσασθαι‘, Αἰσχίνης δὲ παρούσης ὅλης τῆς πόλεως ἐψεύσατο. εἰ δεινὸν πρὸς ὀλίγους ψεύσασθαι καὶ ταῦτα δυστυχοῦντας, δεινότερον πρὸς ὅλον δῆμον, καὶ ταῦτα τὸν Ἀθηναίων. gT ἰδίᾳ δ’ ἐξομοσάμενον] οὐκ ἔστιν ἀργόν, ἀλλ’ ἔχει τὴν ἀναφορὰν πρὸς τὴν Αἰσχίνου πρεσβείαν, μᾶλλον δὲ πορείαν καὶ πλάνην παρὰ τὸν Φίλιππον. |
| 19.357 | gT ἐξώλης] τί ἐστιν ‘ἐξώλησ‘ καὶ ‘προώλησ‘; ἐξώλης λέγεται ὁ ἀπολούμενος ἐκτὸς τῆς πατρίδος, προώλης ὁ πρὸ τῆς εἱμαρμένης τελευτῶν. |
| 19.358 | A 〈παρ’ ἄλληλα〉] ἀντὶ τοῦ ‘παρατιθέμενα ἀλλήλοις καὶ συγκρινόμενα‘. |
| 19.359 | A εἶθ’ ὁ γενναῖος οὑτοσὶ] τῇ ὑπερβολῇ τῶν ἐγκλημάτων τὸ κατὰ Θρᾴκην ἔγκλημα λύει· ὅταν γὰρ παρὰ τὴν ἀξίαν καὶ τὴν ὑπόνοιαν μείζονά τις ἐγκαλῇ τῷ ἔλαττον ἡμαρτηκότι, τὸ τηνικαῦτα διὰ τὴν ὑπερβολὴν ἀπιστεῖν εἰώθασιν οἱ ἀκούοντες. |
| 19.360 | gT καταλύσειν ἐπηγγέλθαι Φιλίππῳ] καὶ τοῦτο ἀπίθανον ἀπὸ τοῦ μεγέθους τῶν ἐγκλημάτων. |
| 19.361 | τίς γὰρ ἂν πιστεύσειεν ὅλον Ἀθηναίων δῆμον προδοθῆναι ὑφ’ ἑνὸς ἀνδρὸς τῷ Μακεδόνι; gT ὅτι ταῦτ’ ἐπέπληττον] τοῦτο ἡ λύσις· τὸν γὰρ ἐπιπλήττοντα τοῖς δωροδόκοις τούτων ἔδει τἀναντία ποιεῖν. |
| 19.362 | καὶ ἄλλη δὲ λύσις, ‘δεδιὼς μὴ συμπαραπόλωμαι‘· τίς γὰρ ἂν προδοίη τούτους μεθ’ ὧν συναπολεῖται; gT Δερκύλος δ’ αὐτὸν] ἵνα μὴ δοκῇ ὡς ἐχθρὸς λέγειν, ἄλλῳ περιτίθησι· καὶ ὁ καιρὸς δὲ τῆς νυκτὸς τὴν ὑποψίαν ἐργάζεται. |
| 19.363 | οὐκέτι δὲ περὶ τῆς Θρᾴκης ταῦτα λέγει, ἵνα μὴ ὥσπερ ἴδιον γένηται τὸ ἔγκλημα, ἀλλὰ τῆς ὅλης δωροδοκίας. ἐπειδὴ γὰρ ἐνεκάλεσε τῷ Δημοσθένει προδεδωκέναι τὸν Κερσοβλέπτην, διὰ τοῦτο ἐφύλαξε τὰς ἀποδείξεις τῆς δωροδοκίας κἀν τούτῳ τῷ μέρει. gT καὶ ταῦτα ὅτι ἀληθῆ λέγω] πῶς κατηγορῶν μαρτυρεῖν ἐπαγγέλλεται; ἢ δῆλον ὡς ἐν ἄλλοις καὶ οὐκ ἐν οἷς ἐγγράφει; ἔστι δὲ τὸ ἐγγράφως καταμαρτυρεῖν μᾶλλον ἐπικίνδυνον. |
| 19.364 | ἐπεὶ οὖν ἄτοπον ἦν τὸν αὐτὸν κατηγορεῖν καὶ μαρτυρεῖν, ἔδωκεν ἡμῖν μεθόδους προσθεὶς καὶ εἰπὼν ‘συγγραψάμενοσ‘. ὁ γὰρ κατὰ συγγραφὴν μαρτυρῶν ἑαυτὸν ὑπεύθυνον κατηγορίᾳ καθίστησιν. ἔπειθ’ ὅτι εὐθύνας ἀπαιτῶν οὐδὲν παράδοξον, εἰ βούλεται μαρτυρεῖν συγγραψάμενος. ἔπειτα καὶ δι’ ἄλλο τι χρήσιμον τοῦτο πεποίηκεν, ἵνα καὶ τοὺς ἄλλους προτρέψηται ταὐτὸν ποιῆσαι, ἑαυτὸν παράδειγμα τοῖς ἄλλοις παρασχὼν καὶ προοδοποιῶν ἐκείνοις τὴν μαρτυρίαν, οὐ περὶ ὧν νῦν προέτεινε. κατηγορεῖ μὲν γὰρ προδοσίας Φωκέων καὶ δωροδοκίας ἐνταῦθα, ὅτι νύκτα καὶ ἡμέραν ἔμεινε παρὰ Φιλίππῳ Αἰσχίνης. πολλὴ δὲ διαφορὰ μαρτυρίας καὶ μάρτυρος· ὁ μὲν γὰρ μάρτυς αὐτοπροσώπως εἰσιὼν ἐμαρτύρει καὶ οὐκ ἦν ὑπόδικος, ὁ μέντοι γε μαρτυρίαν συγγραψάμενος ἐδίδου ἑαυτὸν ὑπεύθυνον τῷ καταμαρτυρηθέντι καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον. gT ἢ μαρτυρεῖν ἢ ἐξομνύναι ἀναγκάσω] προϊδὼν τὴν τῶν πρέσβεων ἀπέχθειαν χρησίμως ἐπὶ τὴν μαρτυρίαν αὐτοὺς καλεῖ· ἢ γὰρ μαρτυρήσαντες παρέξουσιν ὃ βούλεται ἢ ἐναντιούμενοι δείξουσιν ὡς 〈οὐ ταὐ〉τὰ ἐκείνῳ ἐπρέσβευσαν. |
| 19.365 | τοῦτο δέ ἐστιν ὃ μάλιστα συστῆσαι βούλεται. gT 〈οἵοις μὲν τοίνυν κακοῖσ〉] ὡς σχετλιάζων λέγει διὰ τὸ τοὺς πρέσβεις ἐξομόσασθαι μὴ εἰδέναι. |
| 19 366a | A οἵοις . |
| 19 366b | .. κακοῖς] κληθέντες οἱ πρέσβεις οὐκ ἠθέλησαν μαρτυρεῖν. διὸ σχετλιάζων ταῦτα λέγει. κινηθείσης δὲ ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀντιθέσεως, καθ’ ἃ ἔδοξεν Αἰσχίνης πεπεικέναι τὸν δῆμον ἄνευ Φωκέων ποιήσασθαι τὴν εἰρήνην, ἀντετέθη ἑτέρα ἀντίθεσις ἀντεγκληματική· ‘καὶ μὴν σὺ δεινότερα ἔπεισας, ὦ Δημόσθενες, καταναγκάσας τὴν πόλιν ποιήσασθαι θᾶττον τὰς συνθήκας πρὶν ἀφικέσθαι τοὺς παρὰ Κερσοβλέπτου συνέδρους, καὶ τοῦτον τὸν τρόπον αὐτὸς ἀπολώλεκας Κερσοβλέπτην‘. διὰ τοῦτο τοίνυν ἠναγκάσθη ὁ Δημοσθένης μὴ μόνον τὸ κατὰ Φωκέων συστῆσαι προδοσίαν γεγονός, ἀλλὰ καὶ ἀπολογήσασθαι ὑπὲρ ἑαυτοῦ ὡς μὴ ἀπολωλεκότος τὸν Κερσοβλέπτην καὶ ἀντεγκαλέσαι Αἰσχίνῃ ἐκ τῆς αὐτῆς ἀκολουθίας περί τε τοῦ Κερσοβλέπτου καὶ αὐτῆς τῆς Θρᾴκης, πανταχοῦ συνιστὰς ἐπὶ δώροις αὐτὸν καὶ τὰς εἰσηγήσεις καὶ τὰς βραδύτητας πεποιηκέναι τῶν χρόνων· ὡς μὴ ζήτημα τοῦτο εἶναι, ἀλλ’ ἀπόδειξιν καὶ σύστασιν τῆς δωροδοκίας, ὅτι οὐδεπώποτε οὔτ’ εἶπεν Αἰσχίνης οὔτε εἰσηγήσατο ἄνευ τοῦ λαβεῖν χρήματα καὶ ἐπὶ δώροις τὰς εἰσηγήσεις ποιεῖσθαι. gT 〈συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα〉] ἀνακεφαλαίωσις μερική. |
| 19 367a | A συλλογίσασθαι . |
| 19 367b | .. κατηγορημένα] ἀνακεφαλαίωσιν ποιεῖται τῶν εἰρημένων πολλῶν ὄντων ἵνα μὴ ἐπιλάθωνται. αὐτὸς δὲ ἐπισημαίνεται καὶ διὰ τῶν ἐπιλόγων ταῦτα. ηὔξησε δὲ ἵνα μᾶλλον τοὺς ἀκούοντας εἰς ὀργὴν ἐκκαλέσηται. αὐτίκα γοῦν οὐκ ἀποδείξεις, ἀλλὰ αὐξήσεις πεποίηται (αἱ δὲ αὐξήσεις πάθους εἰσὶ κινητικαί), ἡγησάμενος συναρπάζειν ἐκ τούτων τοὺς ἀκούοντας καὶ προαγαγεῖν εἰς ὀργήν. gT συλλογίσασθαι . |
| 19 367c | .. κατηγορημένα] συλλογίζεται λοιπὸν καὶ ἀνακεφαλαιοῦται τὰ προειρημένα πάλιν, ἵνα δείξῃ τοῦτο τὸ μέρος ὂν τῶν προειρημένων, οὐκ αὐτὸ καθ’ αὑτὸ ὑπάρχον ζήτημα· ὁ γὰρ κοινὸς ἐπίλογος τὴν τῶν πραγμάτων κοινωνίαν συνίστησιν. F 4 YLS οὐ γὰρ μόνον Φωκέας] ἐντεῦθέν τινες συγκατασκευαζόμενον ἀπεφήναντο εἶναι τὸν λόγον οὐκ ὀρθῶς. |
| 19 368a | οὐ γὰρ ἐξ ἀρχῆς οὐδ’ ἐν τοῖς ἀγῶσι τοῦτο ποιήσας φαίνεται, ἀλλ’ ὕστερον ὡς ἐν ἐπιλόγοις αὔξων τὴν δωροδοκίαν. gT οὐ . |
| 19 368b | .. Φωκέας] ὅτι οὐκ ἔστι συγκατασκευαζόμενος στοχασμός, ἀλλ’ ἐμπίπτει· τινὲς γὰρ ᾠήθησαν εἶναι συγκατασκευαζόμενον διὰ τὸ ὥσπερ δύο ἐγκλήματα εἶναι, τὰ περὶ Θρᾴκην καὶ τὰ κατὰ Φωκέας. ἡμεῖς δὲ λέγομεν ὅτι οὐκ ἀπὸ ἑνὸς ῥήματος δεῖ χαρακτηρίζειν πᾶσαν στάσιν, ἀλλ’ ἐκ τῶν πλειόνων. εἰ γὰρ ἦν συγκατασκευαζόμενος, διὰ τί μὴ ἔταξε τὰ κατὰ Θρᾴκην μήτε ἐν τῇ διηγήσει μήτε ἐν τοῖς ἀγῶσι; λέγομεν ὅτι εἰς σημεῖον μόνον τῆς προδοσίας λέγει τὰ κατὰ Θρᾴκην, ὥσπερ καὶ ἄλλων σημείων ἐμνήσθη. AT καίτοι τούτων οὐδενὸς ἂν τῶν ψηφισμάτων] μετὰ τὴν ἀπώλειαν τῆς Θρᾴκης καὶ τῶν Φωκέων ἐψηφίσαντο ἀναγκάζοντες αὐτὸν ἀφεῖναι τὸν Κερσοβλέπτην καὶ τῆς Ἀμφικτυονίας ἀποστῆναι. |
| 19.369 | διὸ λέγει ‘καίτοι τούτων οὐδενὸς ἄν‘. οὐ γὰρ ἂν ἔφθη χειρωσάμενος τὸν Κερσοβλέπτην ὁ Φίλιππος, εἰ πλεῖν ἤθελεν Αἰσχίνης· ἐσῴζοντο γὰρ ἂν Φωκεῖς καὶ οὐ κατεφρόνει τῆς πόλεως ὁ Φίλιππος. gT 〈νῦν δ’ ἃ μὲν ἦν〉] περίοδος. |
| 19.370 | F 2 〈ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα〉] ἔστι μὲν ἀντιληπτικὴ ἡ ἀντίθεσις. |
| 19 371a | ἔγνωμεν δὲ ἐξ ὧν ἠκούσαμεν ἐν ταῖς τέχναις ὅτι, ὅταν τις κρίνηται ἐφ’ οἷς αὐτὸς εἴρηκεν ἢ πεποίηκεν ἢ κέκτηται, τὸ τηνικαῦτα εἰς τὸ τοιοῦτο χωρεῖ κεφάλαιον· ἐπὶ γὰρ τὴν ἀντίληψιν καταφεύγειν βούλεται. τὸ δὲ συνεκτικώτατον τῆς ἀπολογίας Αἰσχίνου τοῦτό ἐστι τὸ κεφάλαιον. F 4 YLS ἡ δὲ λύσις κατὰ συνδρομὴν ὅτι πάντως λόγων δεῖ παρέχειν εὐθύνας. |
| 19 371b | ἔστι δὲ τῶν σημείων τοῦ προτέρου ζητήματος τὸ ἀντιληπτικόν. εἰσῆκται δὲ βαρέως· τὸ γὰρ ‘ἀγανακτήσει‘ σημαίνει τὸ τυραννικόν, οὐκ ἀνεχόμενον ἔτι τὰς εὐθύνας διδόναι. F 4 YLS ἀντίθεσις ἀντιληπτικὴ ἥντινα λύει ὁ ῥήτωρ μεταληπτικῶς· τοῦ γὰρ Αἰσχίνου λέγοντος ὅτι ‘ἐξῆν μοι συμβουλεύειν ἅπερ ἐνόμιζον εἶναι συμφέροντα‘, λύει ὁ ῥήτωρ· ‘ἀλλ’ ἐξῆν σοι (φησί) λέγειν ἐν ἄλλοις, ἀλλ’ οὐκ ἐν οἷς ἔβλαπτες τὴν πόλιν δῶρα δεξάμενοσ‘. |
| 19 371c | A ἀγανακτήσει . |
| 19 371d | .. μάλα] ἀντιληπτικὴ ἡ ἀντίθεσις. ‘ἐξῆν γὰρ λέγειν‘, φησί, ‘καὶ τὸ ἀπαγγέλλειν ἀνεύθυνον.‘ λύει δὲ κατὰ συνδρομὴν ὅτι πάντως λόγων δεῖ παρέχειν εὐθύνας. ἔστι δὲ τῶν σημείων τοῦ προτέρου ζητήματος. τὸ δὲ ἀντιληπτικὸν εἰσῆκται βαρέως. τὸ γὰρ ‘ἀγανακτήσει‘ σημαίνει τὸν τύραννον, μὴ ἀνεχόμενον εὐθύνας διδόναι. καλῶς δὲ ἐφ’ ἅπασι τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους τέθειται, ἵνα μηδαμόθεν ἔχῃ πρὸς τὴν ἀπολογίαν ἐπικουρίαν. ἑάλωκεν εἰσηγούμενος ταὐτὰ τῷ Φιλοκράτει, κωλύσας τοὺς Ἕλληνας κοινωνῆσαι τοῦ συνεδρίου, πείσας τὴν πόλιν ἄνευ Φωκέων ποιήσασθαι τὴν εἰρήνην, μὴ συγχωρήσας περὶ τῶν δικαίων μηδένα ποιῆσαι λόγον, περὶ τῆς Ἀμφιπόλεως, λέγω, καὶ περὶ Θρᾴκης, ἐξηπάτησεν ἀπελθὼν ἐκ τῆς πρεσβείας πρὸς τὸν δῆμον, εἶπε σωθήσεσθαι Φωκέας καὶ ἀπολώλασιν, ἀπολεῖσθαι Θηβαίους καὶ σῴζονται. πῶς οὖν δυνήσεται καταφεύγειν ἐπὶ τὸ ἐξεῖναι λέγειν; gT καὶ τοῦθ’ ὅταν ᾖ κήρυξι καὶ πρεσβείας] πρόγραμμά ἐστι τὸ προτιθέμενον τῆς ἐκκλησίας ὥστε βουλεύσασθαι ἢ περὶ τοῦ πέμψαι πρέσβεις ἢ πρέσβεων ἡκόντων μαθεῖν ὅ τι λέγουσι. |
| 19.372 | gT τῇ τῶν πολλῶν ἀδυναμίᾳ] τῇ τῶν πενήτων διοικήσει· δεῖ γὰρ ἐνδοῦναι αὐτοῖς ἵνα τὰ οἴκοι διοικήσωνται. |
| 19.373 | gT οὐ χρόνους] κύκλος· ‘οὐ χρόνους ἀνῄρηκεν οὗτος, οὔ‘. |
| 19.374 | F 2 Y 〈ἔστι τοίνυν τις πρόχειρος λόγοσ〉] ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος. |
| 19 375a | A ἔστι . |
| 19 375b | .. λόγος] ἀντίθεσις ἐπιλογικὴ καὶ ἀκόλουθος τῇ προτέρᾳ. ἡ μὲν γὰρ ἀρχὴν ἔχθρας λέγει γίνεσθαι, ἡ δὲ νῦν ὅτι οὐκ ἐῶσιν εὖ ποιεῖν τὸν Φίλιππον. gT ( → 375d) πεπληρωμένων τῶν κεφαλαίων καὶ τῶν ἀγώνων ἤδη καὶ τῶν ἀποδείξεων μετελήλυθεν ἐπὶ τὴν ἀντίθεσιν ταύτην ἐπιλόγου χρείαν πληροῦσαν· ἔχει δὲ ἀκολουθίαν πλείστην καὶ συγγένειαν πρὸς τὴν προειρημένην ἤδη ἐπιλογικὴν ἑτέραν ἀντίθεσιν. |
| 19 375c | F 4 YLS ἐν ἐκείνῃ μὲν γὰρ ἐλέγετο ὅτι ‘ἀρχὴ γενήσεται τῆς πρὸς Φίλιππον ἔχθρασ‘, ἐνταῦθα δὲ ἀκολούθως ὅτι ‘οὐδὲ εὐεργετήσει‘ καὶ ὅτι ‘οὐκ εὖ ποιήσει τοῦ λοιποῦ τὸν δῆμον, εἰ καταψηφιούμεθα τῶν πρέσβεων‘. |
| 19 375d | ἡ δὲ λύσις ἐξ ἀτέχνων πίστεων. παρέχεται γὰρ διαφόρους ἐπιστολὰς ἐν αἷς πλεῖστα πολλάκις ὑποσχόμενος Φίλιππος οὐδέν τι τὴν πόλιν εὖ ποιήσας φαίνεται. F 4 YLS τὰς δ’ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι] ἐν αἷς εὖ ποιεῖν ἐπαγγειλάμενος οὐδὲν ἤγαγεν εἰς πέρας. |
| 19.376 | gT ὅτι τὸ ψυχρὸν τοῦτο ὄνομα] ἢ τὸ ἀλαζονείας γέμον· ψυχροὺς γὰρ τοὺς ἀλαζόνας λέγουσιν. |
| 19.377 | ἐν οἷς ἄνω καὶ κάτω βοᾷ εὐεργετῆσαι τοὺς Ἀθηναίους, ‘παρελήλυθεν ἄχρι κόρου ἀπατῶν· ἐκορέσθημεν τῆς ἀπάτησ‘. ἤ, ὥς τινες, ψυχρὸν τὸ εὐτελές, καὶ παροιμιῶδες ὅτι ἄχρι κόρου. gT 〈οὕτω τοίνυν αἰσχρὰ〉] παρέκβασις, προοίμιον καὶ εἰσβολὴ τῆς παρεκβάσεως. |
| 19 378a | F 4 YLS οὕτω . |
| 19 378b | .. αἰσχρὰ] προοίμιον καὶ εἰσβολὴ τῆς παρεκβάσεως. ἀπὸ δὲ τοῦ οἰκείου ἤθους ἀρξάμενος πειρᾶται τὴν οἰκείαν σῴζειν ὑπόληψιν, φιλοσόφου 〈μᾶλλον〉 πρᾶγμα ἢ ῥήτορος ἀπεργασάμενος· τοῦ μὲν γὰρ ῥήτορος συμφέρον ἐστὶ τὸ πρὸς τὰ ἐμπίπτοντα ζητεῖν, τοῦ δὲ φιλοσόφου φροντίζειν τῆς εἰς ἅπαντα τὸν βίον ὑπολήψεώς τε καὶ δόξης. εἴληφεν οὖν τὴν πρόφασιν ἀπὸ τῶν Αἰσχίνου λόγων. Δημοσθενικῆς γὰρ τοῦτο μεθόδου, τὸ μὴ ἀπὸ τοῦ οἰκείου προσώπου εἰσάγειν ἢ ψόγου ἀναίρεσιν ἢ οἰκείων ἐπαίνων σύστασιν, ἀλλὰ κατά τινα ἀνάγκην καὶ χρείαν. ὡς οὖν Αἰσχίνου βλασφήμους περὶ αὐτοῦ πεποιημένου λόγους, οὕτως ἀναγκάζεται τὴν ἀπολογίαν ποιεῖσθαι. εἶτ’ εὐαφόρμως μέτεισιν ἀπὸ τοῦ οἰκείου ἤθους ἐπὶ τὴν ἀντεξέτασιν τοῦ ἤθους Αἰσχίνου. καὶ γίνεται τὸ ἴδιον τῆς παρεκβάσεως κατὰ τὴν ἀντεξέτασιν, ὡς εἶναι παρόμοιον τῷ ἐν τῷ περὶ τοῦ στεφάνου μέρει. ἐκεῖ μὲν γὰρ βίον ὅλον ὅλῳ ἀντεξήτασε βίῳ, ἐνταῦθα δὲ τὴν ἀπὸ τῆς πρεσβείας ὑπάρχουσαν ὑπόληψιν ἑκατέροις, τίς μὲν παρὰ τοῖς ἀνθρώποις Δημοσθένης εἶναι δοκεῖ, τίς δ’ Αἰσχίνης ὑπείληπται, καὶ ὅτι Δημοσθένης καὶ σώφρων τὸν βίον καὶ ὅτι ἀκόλουθον ἦθος παρέχεται τῇ πολιτείᾳ καὶ ὅτι οὐ φιλαπεχθήμων, οὐ περὶ φίλους ἀβέλτερος, οὐ περὶ ἅλας καὶ τράπεζαν ἀσεβής. ὁ δὲ περὶ τὴν πόλιν ἄδικος, ὅτι ἀκόλαστος, ὅτι οὐ σώφρων. οὐ γὰρ οἷόν τε τὸν περὶ ταῦτα ἀκόλαστον δικαιοπραγίαν τιμᾶν. gT ἐγὼ δὲ οἶδ’ ὅτι πάντες οἱ πρυτάνεις] ἀπὸ παραδειγμάτων ἡ λύσις. |
| 19.379 | gT εἰσιτητήρι’ ἔθυσε] προηγεῖται γὰρ εἰσιούσης τῆς βουλῆς ὁ τὰς θυσίας ποιούμενος. |
| 19.380 | gT συμπεπρεσβευκὼς τέτταρα ἔτη] τῷ μήκει τοῦ χρόνου τὴν ἀπολογίαν ἐπέτεινεν· οὐ γὰρ ᾐσχύνθη τεττάρων ἐτῶν συνήθειαν. |
| 19.381 | gT 〈ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον Φίλιπποσ〉] διηγηματικὸν χωρίον. |
| 19 382a | A ἐπειδὴ . |
| 19 382b | .. Φίλιππος] ὑπέμνησε πάθους καὶ συμφορᾶς τοὺς ἀκούοντας. ἀλγοῦσι γὰρ ἐπὶ τοῖς Ὀλυνθίοις ὡς μόνοις ἂν κωλύσασι Φίλιππον ἐλθεῖν ἐπὶ τὴν Ἑλλάδα. gT Ὀλύμπια ἐποίει] ἐκ τῆς πανηγύρεως τὸ πάθος τῶν ἀκουόντων ἔτι μᾶλλον ηὔξησεν. |
| 19.383 | αἱ γὰρ εὐπραγίαι τῶν πολεμίων λυποῦσι τοὺς ἡττωμένους. ὁ μὲν οὖν πανήγυριν ἤγαγεν ἐπὶ νίκῃ καὶ συμφορᾷ τῶν Ἑλλήνων, ἡ δὲ πόλις πληγεῖσα τοῖς συμβεβηκόσιν ἔστενε τὰς συμφοράς. τὰ Ὀλύμπια δὲ πρῶτος Ἀρχέλαος ἐν Δίῳ τῆς Μακεδονίας κατέδειξεν. ἤγετο δ’ ἐπ’ ἐννέα, ὥς φασιν, ἡμέρας ἰσαρίθμους ταῖς Μούσαις. συνέζευξε δὲ τὰ κατὰ τὴν Ὄλυνθον, ἵνα δοκῇ πανηγυρίζειν ἐπὶ τῇ ἁλώσει τῶν Ἑλλήνων καὶ συνεορτάζειν καὶ ὁ Αἰσχίνης, οἷον ‘ἐγὼ μὲν ἐθρήνουν, Φίλιππος δὲ ἐτέλει μετὰ Αἰσχίνου πανήγυριν‘. gT εἰς δὲ τὴν θυσίαν ταύτην] ἐκ δευτέρων ηὔξησε τὰ συμβεβηκότα· καὶ γὰρ τοῖς θεοῖς ἔθυε καὶ πανήγυρις συνεκροτεῖτο. |
| 19.384 | τεχνίτας δέ, τοὺς ὑποκριτὰς οὕτω καλεῖ κωμικούς τε καὶ τραγικούς. τὴν δὲ τοῦ ἤθους ἔμφασιν ἣν περιτίθησι τῷ Σατύρῳ ἔδειξε διὰ τῆς διανοίας τοῦ λόγου. τὸ γὰρ σιγᾶν καὶ μὴ φθέγγεσθαι σημεῖον τοῦ στένειν καὶ ἀνιᾶσθαι τοῖς συμβεβηκόσι γίγνεται. gT 〈τί δὴ μόνος οὐδὲν ἐπαγγέλλεται〉] ἀντὶ τοῦ ‘αἰτεῖ‘. |
| 19 385a | A τί . |
| 19 385b | .. ἐπαγγέλλεται] τὸ μὲν ἐπαγγέλλεσθαι αἰτεῖν σημαίνει. ὅτι δὲ ἔθος τῷ Φιλίππῳ διαφθείρειν ἐν συμποσίῳ συνίστησι, καὶ τὴν ἐγκράτειαν ἐπαινεῖ τοῦ σιωπῶντος. μικροψυχίαν δὲ ὠνόμασε τὴν περὶ τὰ χρήματα φειδώ. ἡ δὲ πλάσις σύμπασα τὸ ἦθος ἐμφανίζει καὶ ὅπως χρημάτων κρείττων ὁ Σάτυρος καὶ ταῦτα τεχνίτης ὢν καὶ συνήθειαν ἔχων τοῦ λαμβάνειν. καὶ ἡ πολλὴ δὲ παράκλησις καὶ ὁ μετὰ τοῦ δέους λόγος καὶ τὸ μὴ ἐπιδραμεῖν εὐθὺς ταῖς αἰτήσεσι μέγεθος ἐμφανίζει τῆς αἰτήσεως, εὔνοιαν δὲ τοῦ αἰτοῦντος. gT δέδοικε δὲ μὴ διαμάρτῃ] δι’ ὧν εὐλαβεῖσθαι προσποιεῖται πλέον εἰς τὸ δοῦναι παροξύνει τὸν Φίλιππον. |
| 19.386 | gT καί τι καὶ νεανιευσαμένου τοιοῦτον] τὸ ἀλαζονικὸν αὐτοῦ καὶ αὔθαδες διαβάλλει. |
| 19.387 | ἐμφαίνει δὲ βαθέως ὅτι ‘καὶ Φωκέας εἰ ἐξῄτησε Φίλιππον Αἰσχίνης, οὐκ ἂν ἀπέτυχεν‘. gT 〈ξένος καὶ φίλοσ〉] ξένος ἐστὶν ὁ φίλος ὤν τινος ἀπ’ ἄλλης πόλεως, φίλος δὲ ἀπὸ τῆς αὐτῆς πόλεως. |
| 19.388 | A αἰχμάλωτοι γεγόνασιν] οὐδὲν ἁμαρτήσασαι τῆς ἀλλοτρίας μετεσχήκασι τύχης. |
| 19.389 | gT βούλομαι δέ σε ἀκοῦσαι καὶ μαθεῖν] ἵνα μὴ ἄλλο τι ὑποπτεύσῃ ὁ Φίλιππος, διδάσκει αὐτὸν τὴν αἰτίαν τοῦ μὴ ἀνάξιον παθεῖν. |
| 19.390 | ‘ὥραν γάμου ἔχουσαι‘ (cf. 194), μὴ διὰ τὴν ἀπορίαν τῶν ἀναγκαίων πορνεύσωσι. gT τοσοῦτον κρότον] τὸ ἴδιον τῆς εὐημερίας τῆς ἐν τῇ κωμῳδίᾳ προσέθηκεν ὁ ῥήτωρ. |
| 19.391 | gT ὥστε τὸν Φίλιππον παθεῖν τι καὶ δοῦναι] τὰς ἀνθρωπίνας ἠλέησε τύχας καὶ πέπονθέ τι ἀνθρώπινον. |
| 19.392 | gT καίτοι τῶν ἀποκτεινάντων] ὅσον εὔκαιρος αἴτησις ἰσχύει δεδήλωκε δι’ ὧν ἐπελάθετο τῆς πρὸς τὸν ἀδελφὸν εὐνοίας ὁ Φίλιππος. |
| 19.393 | gT ἐξετάσωμεν δὴ πρὸς τὸ τοῦ Σατύρου] εἰρωνείᾳ διέσυρε τὴν δόξαν. |
| 19.394 | διὰ δὲ τοῦ ‘κληθέντες γὰρ οὗτοι‘ δηλοῖ ὅτι αὐτὸς οὐ κέκληται· ‘ᾔδει γὰρ ὅτι οὐ πεισθήσομαι‘. διὰ δὲ τοῦ ‘οὐκ ἐπορεύθην‘ μεῖζον αἰνίττεται, ὡς καὶ κληθεὶς οὐκ ἀπελήλυθε. δηλοῖ δὲ ὅτι ὁ τοῦ τυράννου παῖς οὐκ ἠγνόησε διακρῖναι τοὺς εὔνους καὶ δύσνους τῇ πόλει· καλεῖ γὰρ Αἰσχίνην καὶ Φιλοκράτην καὶ Φρύνωνα. οὕτως ᾔδει τοὺς ὁμοίους συγκροτεῖν εἰς συμπόσιον. gT 〈κληθέντεσ〉] περὶ συμποσίου. |
| 19.395 | F 2 Y τὸν υἱὸν τοῦ Φαιδίμου] ἀπὸ τοῦ πατρὸς χαρακτηρίζει τὸν παῖδα. |
| 19.396 | ὑπέμνησε καὶ τῶν συμβεβηκότων τῇ πόλει δεινῶν καὶ ὅτι ἐδείπνουν παρὰ παιδὶ τοῦ πατρὸς τὴν δημοκρατίαν λυμηναμένου τότε. εἰκὸς γὰρ ἦν τὸν τεθραμμένον ἐν ὕβρει τοιαῦτα συγκροτεῖν συμπόσια γεγυμνωμένα τοῦ σώφρονος. καὶ τὸ ‘ᾤχοντο‘ πλείστην ἐμφαίνει τὴν ἡδονήν· μόνον οὐκ ἦσαν ὑπόπτεροι φθάσαντες τῇ παρουσίᾳ τὴν κλῆσιν. gT ἐγὼ δὲ οὐκ ἐπορεύθην] ἔμφασιν μὲν ἔχει τοῦ αὐτὸν κληθέντα μὴ ἀπελθεῖν, ἔχει δὲ καὶ μεσότητα τοῦ μὴ κληθῆναι. |
| 19.397 | τὸ γὰρ ‘κληθέντες οὗτοι‘ οὐχ ὅτι διὰ καταφρόνησιν οὐκ ἐκλήθη αὐτὸς δείκνυσιν, ἀλλ’ ὅτι ἐγινώσκετο μισῶν τοὺς τριάκοντα καὶ τοὺς τῶν λυπησάντων παῖδας τὴν πόλιν. gT ἐπειδὴ δὲ ἧκον εἰς τὸ πίνειν] παυσάμενοι τοῦ ἐσθίειν ἔπινον μόνον καὶ εἰκότως ἐμεθύσκοντο καὶ ἐπαρῴνουν. |
| 19.398 | τὸ δὲ μετὰ δεῖπνον ἥκειν εἰς φιλοποτίαν ἱκανὸν εἰς κατηγορίαν ἀνδρὸς πρεσβευτοῦ καὶ ῥήτορος. τὴν δοκοῦσαν δὲ σωφροσύνην ἐξελέγχει δεικνὺς ἀκρατῆ περὶ μέθην. gT εἰσάγει τινὰ Ὀλυνθίαν γυναῖκα] ἵνα ἡ εἴσοδος τῆς γυναικὸς καιρὸν τὸν πρέποντα λάβῃ, πίνουσιν αὐτοῖς καὶ μεθύουσιν εἰσάγει. |
| 19.399 | δείκνυσι δὲ συγγένειαν τῶν συμποσίων, ὅτι ὁ μὲν Φίλιππος μετ’ Ὄλυνθον ἤγαγε συμπόσιον, ὁ δὲ ξενόφρων συνεκρότει συμπόσιον ἐπὶ τοῖς λαφύροις καὶ τοῖς αἰχμαλώτοις τῶν Ὀλυνθίων. ‘ἐλευθέραν δὲ καὶ σώφρονα‘ εἰπὼν τὸ οἰκεῖον ἦθος καὶ ἣν εἶχεν ὑπόληψιν περὶ Ὀλυνθίων ἐπισημαίνεται. ‘ἐλευθέραν δὲ καὶ σώφρονα‘· καὶ μετὰ τὴν ἅλωσιν οὐ διέφθειρεν ἡ τύχη τὸν τρόπον, οὐκ ἤμειψεν ἡ δουλεία τὴν γνώμην. ἵνα δὲ παροξύνῃ τοὺς ἀκούοντας, τῆς αἰχμαλώτου γυναικὸς ἐμνημόνευσεν· ἵνα δὲ ἀφέληται τὴν Αἰσχίνου δόξαν, τὴν ἀκολασίαν καὶ ἀκρασίαν διεκωμῴδησεν· ἵνα δὲ πιθανότητα ὁ λόγος λάβῃ, ὡς ἐν ποιήσεως εἴδει συνέπλασε τὸ διήγημα, ἐνάργειαν τῷ λόγῳ διδούς. gT οὑτωσὶ πίνειν ἡσυχῇ καὶ τρώγειν] ἔδει τινὰ εἶναι καὶ τὸν ἐξαγγέλλοντα, ἵνα καὶ ὁ λόγος τὴν πίστιν λάβῃ καὶ ὁ ἐξαγγέλλων μαρτυρίαν ἔχῃ τῆς ἀκολασίας μὴ κοινωνεῖν. |
| 19.400 | τὸ δὲ ‘ἠνάγκαζον‘ βεβαιοῦντός ἐστι τῆς γυναικὸς τὴν σωφροσύνην· καὶ τὸ ‘ἡσυχῇ‘ προσθεὶς πιθανότητα εἰργάσατο. οὐ γὰρ ἦν ἀπεικὸς ἀναγκαζομένην, εἶθ’ ὁρῶσαν ἡσυχῇ κοινωνεῖν τραπέζης μηδὲν οἰομένην ἀδικήσεσθαι. gT ὡς διηγεῖτο Ἰατροκλῆς ἐμοὶ τῇ ὑστεραίᾳ] αὐτῇ γὰρ τῇ ἡμέρᾳ οὐδὲ συντυχεῖν μοι δεδύνηται διὰ τὸ μέχρι τῆς ἑσπέρας κατεσχηκέναι τὸ συμπόσιον. |
| 19.401 | τὸ δὲ ‘ἐμοὶ‘ ἔμφασιν ἔχει τῆς ὀρθῆς αὐτοῦ προαιρέσεως. οὐ γὰρ ἂν αὐτῷ διηγεῖτο, εἰ μὴ ᾔδει ὅτι ἀγανακτῆσαι ἔμελλεν. gT ὡς δὲ προῄει τὸ πρᾶγμα καὶ διεθερμαίνοντο] οὐκ ἀθρόως ἐξήγγειλε τὴν ἀκολασίαν. |
| 19.402 | οὐδὲ γὰρ πιθανὸν οὐδὲ ῥητορικὸν ἦν εὐθὺς ἀπιθάνως ἐπιβαλεῖν τῷ πράγματι καὶ τῆς ἀκμῆς γενέσθαι τὸν ἔλεγχον, ἵνα ἡ ἀνάγκη τὴν φύσιν ἐξελέγχῃ καὶ τὴν προαίρεσιν. οὐ γὰρ ἦν ἀπεικὸς παρὰ τῷ τυράννῳ εἰς ὕβριν γυναῖκα αἰχμάλωτον γενέσθαι. gT καί τι καὶ ᾄδειν ἐκέλευον] μίμησις ἀκριβὴς τῶν ἀκρατῶς ἐχόντων. |
| 19.403 | προσποιοῦνται γὰρ εἶναι καὶ μουσικοί. τῆς αὐτῆς δὲ ἀσελγείας καὶ τὸ ‘ᾄδειν κελεύειν‘ καὶ τὸ ‘κατακλίνεσθαι‘. gT ἀδημονούσης δὲ τῆς ἀνθρώπου] ἔδει εἰπεῖν ‘βοώσης καὶ ἐπικαλουμένης τοὺς βοηθήσοντασ‘, οὐκ ‘ἀδημονούσησ‘, ἀλλὰ τῆς φύσεως τὴν ἀσθένειαν διὰ τῆς λέξεως ἐνέφηνεν. |
| 19.404 | οὕτως οἶδεν οἰκείοις χρῆσθαι ὀνόμασι, σημαίνουσι τῶν ὑποκειμένων πραγμάτων τὰς φύσεις. gT καὶ οὔτε ἐθελούσης οὔτ’ ἐπισταμένης] ἵνα τὸ ‘μὴ θέλειν‘ τῆς γνώμης ἔργον γένηται, τὸ δὲ ‘μὴ ἐπισταμένησ‘ τῆς ἀγωγῆς καὶ τοῦ βίου· οὐ γὰρ ἦκτο διὰ τοιούτων. |
| 19.405 | gT ὕβριν τὸ πρᾶγμα ἔφασαν] ὅταν μὲν δέῃ διαβάλλειν εἰς δωροδοκίαν, Φιλοκράτης συνάπτεται· ὅτε δὲ εἰς ἀκολασίαν καὶ ἀκρασίαν, τότε Φρύνων διὰ τὴν περὶ τὸν υἱὸν πρᾶξιν. |
| 19.406 | οὐ γὰρ ἦν ἀπεικὸς τὸν προδόντα τὴν ὥραν τοῦ παιδός, τοῦτον εἰς γυναῖκα ἀλλοτρίαν ὑβρίζειν. gT καὶ οὐκ ἀνεκτὸν εἶναι τῶν θεοῖς ἐχθρῶν] ἐνταῦθα λαμπρῶς ἣν ἔχουσι δυσμένειαν πρὸς τὴν δημοκρατίαν ἐξήλεγξεν. |
| 19.407 | ταῦτα γάρ, φησι, τῆς πικρίας ἣν ἔχουσι πρὸς τὸν δῆμον ἔστι τεκμήρια· τὸ δὲ ‘τρυφᾶν‘ οἷον ἐν ἐξουσίᾳ εἶναι τοῦ πράττειν ὅ τι βούλεται. gT καὶ κάλει παῖδα καὶ ἱμᾶντά τις φερέτω] μιμεῖται ὥσπερ ἐν δράματι ἦθος ἐξεστηκότων ἀνδρῶν μέθῃ καὶ ἔρωτι πεπληγότων. |
| 19.408 | gT κάλει] βέλτιον παροξύνειν, ἵνα ᾖ προστακτικόν. |
| 19.409 | A ῥυτῆρα] οἷον μάστιγα· κυρίως δὲ λέγεται ῥυτὴρ ὁ χαλινὸς ἀπὸ τοῦ ῥύεσθαι καὶ ἕλκεσθαι [εἰς τὰ πάντα] παρὰ τῶν ἡνιόχων· (Α 459) ‘αὐέρυσαν μὲν πρῶτα‘. |
| 19.410 | A 〈πεπωκότων〉] ἰστέον ὅτι ἐν τούτῳ τῷ χωρίῳ ἀνέστησαν οἱ δικασταὶ καὶ εἴασαν τὸν ῥήτορα λέγοντα, τοῦ Εὐβούλου συμπράττοντος τῷ Αἰσχίνῃ, μισοῦντος δὲ τὸν ῥήτορα, εἰπόντος αὐτοῖς ‘τοιούτων αἰσχρῶν ἀνέχεσθε λέγοντος ῥήτορος;‘ A εἰπούσης τι καὶ δακρυσάσης ἐκείνης] καλῶς εἰσήγαγε τὰ ὑπὲρ ἐκείνης ῥηθέντα, ἵνα ὁ ἀκροατὴς οἴηται περιαλγοῦσαν αὐτὴν ἐπικαλεῖσθαι τὴν τῶν Ἀθηναίων πόλιν. |
| 19.412 | τό ‘τι‘ γὰρ ‘εἰπεῖν‘ ἔμφασιν ἔχει ὅτι ἐπὶ τὴν πόλιν ἀνέδραμε ταῖς ἐλπίσιν, ὑπογογγύσασα καὶ ‘ταῦτα‘ φάσκουσα ‘παρὰ τῶν Ἀθηναίων ὑπομένω; ἆρα μὴ ἐν Σκύθαις εἰμί; οὗτοι τῆς φιλανθρωποτάτης πόλεως πρέσβεις;‘ καὶ τὸ ‘ἐδάκρυσε‘ δὲ ὅτι, ἐξ ὧν ἤλπισεν ἐλεεῖσθαι, παρὰ τούτων ὑβρίζετο. gT περιρρήξας τὸν χιτωνίσκον] καὶ τὸ ἄγριον καὶ τὸ αἰσχρὸν σημαίνει τῆς γνώμης. |
| 19.413 | ἐγύμνου γὰρ τὸ σῶμα, διότι πρὸς ἡδονὴν ᾔδει γιγνόμενον τοῖς θεωμένοις. gT ξαίνει κατὰ τοῦ νώτου πολλάς] τὸ ἄμετρον τῶν πληγῶν τὴν πρὸς τὴν πόλιν βεβαιοῖ δυσμένειαν. |
| 19.414 | gT ἔξω δ’ αὐτῆς οὖσα ὑπὸ τοῦ κακοῦ] ἐμαρτύρησε τῆς γυναικὸς τὴν σωφροσύνην. |
| 19.415 | οὐ γὰρ ἂν κατέφυγεν ἐπὶ τὸν συνηδόμενον ταῖς ἀσελγείαις. οἶδε γὰρ πάντως αὐτὸν ἐπὶ τοῖς γιγνομένοις ἀηδιζόμενον· ὅθεν αὐτὸν ὑπέθετο καὶ διηγούμενον αὐτῷ τῇ ὑστεραίᾳ τὰ γιγνόμενα. οὐ κατὰ προαίρεσιν δὲ ἀνατρέπει τὴν τράπεζαν. τοῦτο δὲ ὡς πρὸς τὸ ὑπ’ Αἰσχίνου εἰρημένον κατὰ τοῦ ῥήτορος ‘ποῦ δ’ ἅλες; ποῦ τράπεζαι; ἰδοῦ γὰρ αὐτὸς ἃ αἰτιᾶται πεποίηκε‘. gT καὶ γὰρ ἡ παροινία τοῦ καθάρματος] καλῶς ὠνόμασεν ἐπὶ τοιούτοις ἔργοις ‘κάθαρμα‘ τὸν Αἰσχίνην. |
| 19.416 | αὐτὸ γάρ ἐστι κάθαρμα τὸ καθαιρόμενον καὶ ὃ ἂν ἀποσείσαιτό τις. ἵνα δὲ μὴ μικρὸν ἡγήσωνται οἱ ἀκούοντες τὸ γιγνόμενον, ηὔξησεν αὐτὸ τῇ μαρτυρίᾳ τῶν Θετταλῶν καὶ τῶν Ἀρκάδων, γένεσιν Ἑλληνικοῖς καὶ ἀντικειμένοις τῇ πόλει. λυπεῖ δὲ τοὺς ἀκούοντας, ὅταν τὰ παρ’ αὐτοῖς συμβαίνοντα ἡδονὴν καὶ γέλωτα κατασκευάζῃ τοῖς ἐναντίοις· ἐχθροὶ γὰρ καὶ Ἀρκάδες καὶ Θετταλοί. gT ἐν τοῖς μυρίοις] τὸ συνέδριον τῶν Ἀρκάδων μυρίων ὑπῆρχεν ἀνδρῶν. |
| 19.417 | A καὶ Διόφαντος ἐν ὑμῖν ἀπήγγειλεν] οὐκ ἐκ τῆς Δημοσθένους μόνης κατηγορίας φαίνεται δεινὸν τὸ γεγονός, ἀλλὰ καὶ ἐκ τῆς Διοφάντου καταβοήσεως· ὅτι μέντοι γε τοῦ βίου ἕνεκα τοῦ Αἰσχίνου καὶ τῆς ὑπολήψεως ἐρρέθη σύμπαντα, δῆλον ἐκ τῶν ἐπαγομένων. |
| 19.418 | τί γάρ φησιν; (199) ‘καὶ τοιαῦτα συνειδὼς αὑτῷ πεπραγμένα‘ καὶ ἑξῆς. οὕτως ἄρα ἐφαίνετο ὁ Δημοσθένης ἀνιώμενος ἐπὶ τῇ ὑπολήψει καὶ τῇ δόξῃ, ἧς ἐτύγχανε παρὰ τὴν ἀξίαν, Αἰσχίνου. ἀνιῶσι γὰρ τὸ φρόνημα τῶν ἐλευθέρων οἱ παρ’ ἀξίαν εὖ πράττοντες· καὶ ἐπιμαρτυρεῖ τῷ θεωρήματι καὶ Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ τοῖς βαρβάροις ἀξιῶν φθονεῖν παρὰ τὴν ἀξίαν πολλῶν κυρίοις καθεστηκόσι. gT καὶ παῖδα ὄντα ἐν θιάσοις] ἀναμίξας τὴν ἡλικίαν τὴν διαβολὴν ὑπέφηνε. |
| 19.419 | δοκεῖ δὲ ταῦτα εἶναι μυστήρια δημοτελῆ καὶ κοινὰ καὶ οὐ πάνυ σεμνά. gT καὶ δυεῖν καὶ τριῶν δραχμῶν] ἐνίοτε γὰρ λαμβάνοντες οἱ γραμματεῖς ἀργυρίδιον ἑτέρως πρὸς τὸ χρήσιμον ἀνεγίνωσκον τοὺς νόμους καὶ τὰ ψηφίσματα. |
| 19.420 | gT ἐν χορηγίοις ἀλλοτρίοις] πρὸς ἑαυτὸν ἀντιδιαστέλλει τοῦτο, ὅτι αὐτὸς μὲν ἐκ τῶν ἰδίων ἐχορήγησεν, Αἰσχίνης δὲ ἐν ἀλλοτρίοις, ἐν τῷ μισθοῦσθαι τραγῳδῶν. |
| 19.421 | A [ἐν χορηγίοις ἀλλοτρίοις] ἐγγυτάτω μανίας] καὶ ψιλῷ λόγῳ ἔσφαλται· δωροδοκίαν ὀνειδίζει τῷ φιλοπόλιδι. |
| 19.422 | gT ἀκούω γὰρ αὐτὸν] ἕως ὧδε ἐπλήρωσε τὸ περὶ κατηγορίας Αἰσχίνου. |
| 19.423 | ἐντεῦθεν δὲ βούλεται καὶ ὑπὲρ ἑαυτοῦ ἀπολογήσασθαι εἰς ἃ αὐτοῦ κατηγόρησεν Αἰσχίνης. καλῶς δὲ ἐποίησεν ὅτι ἐν τοῖς ἐπιλόγοις ἔταξε ταῦτα καὶ οὐκ ἐν τοῖς ἀγῶσιν· ἦ γὰρ ἂν ἐδόκει ἑαυτοῦ κατηγορεῖν. A πάντων ὧν κατηγορῶ] τῇ ὑπερβολῇ διὰ τοῦ ‘πάντων‘ εἰπεῖν ἐμφαίνει τὸ ἄτοπον καὶ ὅτι ψεύδεται. |
| 19.424 | gT ἐμοῦ μέντοι τίς κατηγορεῖ] οὐ γὰρ εἰ Δημοσθένης μετέσχεν, ἤμειψεν ἡ φύσις τὰ πράγματα. |
| 19.425 | gT ἐγὼ μὲν γάρ, εἰ ταῦτα πεποίηκα] συντρέχει πρῶτον τῇ ἀντιπαραστάσει χρώμενος. |
| 19.426 | θαρρεῖ γὰρ αὐτοῦ τῇ ποιότητι. gT οὐκοῦν ὡς οὐ κεκοινώνηκα τούτοις] ἐντεῦθεν ἡ ἔνστασις. |
| 19.427 | gT ὅτ’ αὐτὸν οὐκ εἰᾶτε πρεσβεύειν] βουλόμενον γὰρ ἐπὶ τὴν τρίτην αὐτὸν ἐξελθεῖν πρεσβείαν, ἣν ὡς νοσῶν παρῃτήσατο, οὐκ εἴων ἐξελθεῖν, ἀλλ’ ἐκώλυε μὲν ἡ πόλις, κατηγόρουν δ’ ἐγώ. |
| 19.428 | καὶ ἔστι μὲν ὡς δυσχεραίνοντος τὰ ῥήματα, ἴσως δὲ καὶ διὰ τὴν τέχνην καὶ τὴν ὑπόκρισιν. gT ἃ κἂν ἐχθὲς ἐωνημένος] οὐ προμελετήσας οὐδὲ πεπαιδευμένος, ἀλλὰ ἐχθὲς ἐκ βαρβάρων ἥκων. |
| 19.429 | gT ἢ μετειληφὼς] τὸ μέρος μετ’ ἐμοῦ λαβών, ἵνα τέως ὁμολογήσῃ εἰληφέναι ὁ Αἰσχίνης. |
| 19.430 | gT 〈λογισταῖσ〉] λογισταὶ [δὲ] ἐκαλοῦντο οἱ εἰσάγοντες ἐν τῷ δήμῳ τοὺς ὑπευθύνους πρὸς τὸ δοῦναι εὐθύνας. |
| 19.431 | ἀρχὴ γὰρ ἦν καὶ αὕτη ἡ τῶν λογιστῶν. AT ἔχων μάρτυρας πολλοὺς] τοὺς ἀκούοντας, οἷον ἐπὶ μαρτύρων λέγων πολλῶν. |
| 19.432 | gT καὶ τὸ πρᾶγμα ἦν ὑπεργέλοιον] ἐγὼ μὲν οὐκ ἔφευγον τὰς εὐθύνας, αὐτὸς δὲ ἐκώλυεν. |
| 19 433a | gT ὅτι ἐμοῦ βουλομένου δοῦναι εὐθύνας ἐκεῖνος οὐ συνεχώρει. |
| 19 433b | A 〈ἔτι τοίνυν κἀκεῖνα σκοπεῖτε〉] καθ’ ὑπόθεσιν τὸ σχῆμα. |
| 19 434a | A ἔτι . |
| 19 434b | .. σκοπεῖτε] πληρώσας οἰκείαν γνώμην ἀπὸ τῆς ποιότητος τῶν δικαζόντων ἐπιλογίζεται καὶ ἧς ἔχουσι προαιρέσεως ἐπὶ τοῦ παρόντος καὶ τίνα δόξαν περὶ αὐτῶν ἕξουσιν οἱ Ἕλληνες, εἰ κακῶς κρίνοιεν τὸν παρόντα ἀγῶνα. ἔχοντος δὲ ὑπόληψιν κατὰ τὴν πόλιν Αἰσχίνου οὐ φαύλην οὐδὲ ἄδοξον, ἐξ ἧς ἡμέρας τὸν Τίμαρχον ἔκρινε, ταύτην τὴν δόξαν ἀποθέσθαι Δημοσθένης βουλόμενος καὶ δεῖξαι τὸν βίον 〈οὐ〉 συμφωνοῦντα τῇ δόξῃ, ὑπέθετο δύο συμπόσια, ὅμοιον ὁμοίῳ παρατιθείς. τόπος μὲν γὰρ ὁ αὐτὸς τῷ συμποσίῳ ὑπόκειται ἡ Μακεδονία, τὰ δὲ πρόσωπα ὅμοια. ὑποκριτὴς γὰρ τραγῳδίας Αἰσχίνης, ὑποκριτὴς δὲ καὶ ὁ Σάτυρος. φιλοποσία ἐν ἀμφοτέροις καὶ κρίσις τῆς περὶ τὰ ἀφροδίσια ἀκρασίας καὶ μέθης. οὐκοῦν ὁ μὲν Σάτυρος παρθένους ὥραν ἐχούσας γάμου αἰτεῖ διὰ σωφροσύνην, οὐχ ἡττημένος τῆς ὥρας, ἀλλὰ σῴζων ταῖς κόραις τὰς ὥρας. ὁ δὲ ῥήτωρ ὁ Ἀθηναῖος γυναῖκα συνοικοῦσαν ἀνδρὶ λαβὼν ἡττᾶτο τῆς ὄψεως καὶ μεθύων διεθερμαίνετο. καὶ ἐπειδὴ τὸ λεγόμενον ὕποπτον ἦν, δέδωκε τῷ δράματι τόπον τὴν τοῦ τυράννου ξενίαν τοῦ τῶν τριάκοντα. ἔδει γὰρ παρὰ ἀνδρὶ ἀσώτῳ συγκροτηθῆναι συμπόσιον. καὶ ἵνα ὁ λόγος τὴν πειθὼ προσλάβῃ, πότος μετὰ τὸ δεῖπνον συνίσταται· καὶ ὁ μὲν τὰς θυγατέρας τοῦ λυπήσαντος τὸν Φίλιππον σῴζειν αἱρεῖται (τῶν γὰρ ἀπεκτονότων τὸν ἀδελφὸν τὸν Φιλίππου Ἀλέξανδρον εἷς ἦν Ἀπολλοφάνης), ὁ δὲ τῶν συμμάχων τῶν τοῖς Ἀθηναίοις Ὀλυνθίων γυναῖκα καὶ αἰχμάλωτον ὕβρισε, καὶ ἣν ἔδει ἐλεεῖν, ταύτην ᾐκίζετο. gT εἰ παρ’ ἐκείνῳ τοὺς ἐκείνου τις εὐεργέτας] φανερῶς μὲν εὐεργέτην Φιλίππου τὸν Αἰσχίνην εἴρηκε, βαρὺ τὸ πρᾶγμα ποιῶν, ἑαυτὸν δὲ τῆς πόλεως οὐκέτι διὰ τὸ φορτικόν, καίτοι τοῦ νοήματος τὸ ἴσον ἀπαιτοῦντος. |
| 19.435 | gT μηδ’ εἰ φαῦλον ἐγώ] πρὸς τὸ ‘καλὸν καὶ μέγα‘ ‘φαῦλον‘ ἐπήγαγεν, ὃ δηλοῖ καὶ τὸ κακὸν καὶ τὸ εὐτελές. |
| 19.436 | gT συνεπισπάσησθέ με] συνελκύσητε, συγκατενέγκητε. |
| 19.437 | gT νῦν δὲ ἀναπεπτωκότες ἦτε] οἷον ὕπτιοι καὶ νυστάζοντες, ἀλλ’ οὐκ ὀρθοὶ καὶ νήφοντες. |
| 19.438 | gT ἐκλελύσθαι] οἷον ὥσπερ ὑπὸ τρυφῆς χαῦνοι γενόμενοι. |
| 19.439 | κατὰ κοινοῦ γὰρ τὸ ‘δέδοικα‘. τὸ δὲ ‘παντάπασιν γάρ, ὦ Ἀθηναῖοι, ἐκλελύσθαι‘ ἐπεξηγεῖται, τί ἐστιν ‘ἀναπεπτωκότεσ‘. A νῦν λέγειν ἐξάγομαι] μανίας γὰρ ἐνέπλησάν με οἱ δυσσεβεῖς οὗτοι ὥστε καὶ ἃ κρύπτειν ἔκρινον ἀναγκασθῆναι βοᾶν. |
| 19.440 | gT καὶ ἀηδὲς ἐμοὶ καὶ τούτῳ γέγονεν] ἵνα μὴ ἀντιπίπτῃ ‘τί οὖν, εἰ τὴν φιλίαν ἔλυσας αὐτὸς κακὸς περὶ αὐτὸν φανείς;‘ φησίν· ‘ἀφ’ οὗ πρὸς Φίλιππον ἀφῖκται καὶ τὰ Φιλίππου φρονεῖ, κἂν ἡ τύχη με συνάψῃ αὐτῷ καὶ ἀναγκασθῇ που συντυχεῖν, κατὰ περίστασιν ἀμύνεται θᾶττον ἀποπηδῶν‘. |
| 19.441 | gT 〈ἐκτρέπεται〉] ἵνα μὴ διαβληθῇ πρὸς Φίλιππον. |
| 19.442 | A μετὰ δ’ Αἰσχίνου περιέρχεται] ἵνα μή τις ὑπολάβῃ· ‘ὅτι ἄγριός ἐστι καὶ σκαιὸς τὸν τρόπον, διὰ τοῦτό σε ἀποφεύγει‘, ἐπάγει ὅτι ‘μετ’ Αἰσχίνου περιέρχεται πᾶσαν τὴν πόλιν‘. |
| 19.443 | gT ἀλιτηρίοις] ἐκλήθησαν ἀλιτήριοι ἐξ ἀρχῆς οἱ κλέπται καὶ ἄδικοι ἀπὸ τοιαύτης αἰτίας, ἀπὸ τοῦ λιμὸν γεγενῆσθαι παρὰ τοῖς Ἀθηναίοις καὶ ἁρπάζειν τινὰς τὰ ἄλευρα. |
| 19.444 | A 〈ἕν, οἶμαι, σῶμα ἔχων καὶ ψυχὴν μίαν〉] σημείωσαι, ποῦ εἰσιν οἱ λέγοντες δύο ψυχὰς τὸν ἄνθρωπον ἔχειν; F 2 Y τούς γε οὐδένα βουλομένους εἶναι τοιοῦτον] ἢ διὰ τὸ φθονεῖν τοῖς οὖσιν ἀγαθοῖς ἢ διὰ τὸ μὴ βούλεσθαι εἶναί τινα κακὸν ἐν τῇ πόλει. |
| 19.446 | gT 〈τίς ἔσται λόγοσ〉] ὥς τινος Ἕλληνος ἐρωτῶντος, ἄλλου δὲ ἀποκρινομένου. |
| 19.447 | A Ἀθήνηθεν ἐπρέσβευσάν τινες] σκόπει τὴν μέθοδον, ὅτι πλειόνων ὄντων πρέσβεων τοὺς μὲν ἄλλους ἀφῆκε, τοὺς δὲ τρεῖς τοὺς ἐπισημοτάτους ἐπὶ κακίᾳ ὠνόμασεν, ἑαυτὸν μόνον ὡς εὔνουν ἀντιτιθείς. |
| 19.448 | gT πρὶν εἰς ἄνδρας ἐγγράψαι] τὴν ὑποψίαν αἰσχρὰν ποιεῖ ἡ ἡλικία. |
| 19.449 | gT 〈ἐμβεβροντῆσθαι〉] σημείωσαι, τοῦ θεολόγου ὅμοιον. |
| 19.450 | F 2 〈εἰ μήτε λαβεῖν〉] σημείωσαι, κύκλος. |
| 19 451a | F 2 οὐκέτι ἀπὸ τοῦ ἄλλου προσώπου τῆς πλάσεως, ἀλλ’ ὡς ἀπ’ αὐτοῦ τοῦ ῥήτορος. |
| 19 451b | A τοῦτον μὲν τοίνυν οὐκ ἔκρινεν Αἰσχίνης] ἀμύνεται τὸν Φρύνωνα τῆς καταμαρτυρήσεως καὶ καιρὸν ἔχει τὸ πικρὸν τοῦ λόγου μετὰ τὴν γεγενημένην κατὰ Δημοσθένους ὕβριν. |
| 19.452 | ἐφ’ οἷς γὰρ παρελθόντες ἀντὶ τοῦ καταμαρτυρεῖν 〈Αἰσχίνου αὐτὸν〉 ὕβρισαν, ἐπὶ τούτοις παροξυνθεὶς ἐλέγχει τὸν βίον. εἶτα συνίστησιν ὅτι οὐδὲ σώφρων Αἰσχίνης. προδέδωκε, φησί, τὴν ὥραν τοῦ παιδὸς Φιλίππῳ Φρύνων. ποῦ τοίνυν ὁ σωφρονιστὴς Αἰσχίνης; καίτοι γε ἐπὶ παιδὶ μειρακίῳ δίκαιος ἦν κατηγορεῖν προδοθέντι τυράννῳ, ὃς ἀνδρὸς πρεσβύτου κατηγόρησεν, ἐκπεφευγότος ἤδη τῷ μήκει τῆς ἡλικίας τὸ ἔγκλημα. gT εἰ δέ τις ὢν ἐφ’ ἡλικίας] ἀπολογεῖται δαιμονίως ὑπὲρ Τιμάρχου ἔλαττον αὐτῷ κακὸν μαρτυρήσας καὶ διὰ τούτου τοῦ μείζονος καὶ χαλεπωτέρου μᾶλλον ἀπαλλάξας ἐγκλήματος. |
| 19.453 | ἰταμώτερον γὰρ αὐτὸν εἰπὼν κεχρῆσθαι τῷ μετὰ ταῦτα βίῳ συνέδραμε τῷ θράσει καὶ ἀπήλλαξεν αὐτὸν ἑκατέρωθεν τῆς αἰσχύνης τόν τε ἰταμὸν βίον εἰπὼν καὶ τὴν ἐκ τῆς εὐπρεπείας δόξαν· ἐντεῦθεν γὰρ κἀκείνῳ φῦναι τὴν γένεσιν τῆς διαβολῆς, οὐκ ἐκ τῶν ἔργων οὐδ’ ἐκ τῶν βεβιωμένων. κανόνα δὲ ἡμῖν δίδωσιν ὁ ῥήτωρ, ὅτι ἐν ταῖς ὑπὲρ τῶν φαυλοτάτων ἀπολογίαις ἀφεῖναι δεῖ τι μικρὸν καὶ δέξασθαι δι’ οὗ τὸ μεῖζον ἀπωσόμεθα· καὶ γὰρ πιθανὸς ἔσται ὁ λόγος οὐ τὸ πᾶν ἐκβαλλόντων ἡμῶν, ἀλλ’ ἀντὶ τῆς πορνείας δεχομένων τὴν ἰταμότητα. gT φέρε δὴ περὶ τῆς ἑστιάσεως] ἐντεῦθεν λαμπρῶς εἰσῄει εἰς τὴν ὑπὲρ ἑαυτοῦ γενομένην ἀπολογίαν. |
| 19.454 | ἔστι δὲ τὸ μὲν ἔγκλημα κατὰ τοῦ ῥήτορος ὅτι δωροδόκος· αἱ δὲ ἀποδείξεις διτταί, μία μὲν ὅτι αὐτὸς ἔγραψε τὸ ψήφισμα περὶ ἑστιάσεως τῆς ἐν πρυτανείῳ περὶ τῶν πρέσβεων, οὕτως ἐκοινώνει τῆς πρεσβείας καὶ τῶν πραττομένων, ἑτέρα δὲ ὅτι αὐτὸς εἱστίασε τοὺς παρὰ Φιλίππου πρέσβεις καὶ θέαν τὸν ἀρχιτέκτονα αὐτοῖς νεῖμαι προσέταξεν καὶ φοινικίδας ὑπεστόρεσε καὶ ὀρικοῖς ζεύγεσιν ἐξέπεμψε μέχρις Εὐρίπου καὶ τῆς Χαλκίδος. περὶ μὲν οὖν τῆς ἑστιάσεως τῶν συμπρεσβευτῶν ἔστιν οὕτως εἰπεῖν τὴν διάνοιαν Αἰσχίνου· ‘εἰ μὲν ἐδωροδόκησαν, δῆλον ὅτι καὶ Δημοσθένης ὁ ἐπαινέτης· εἰ δὲ μὴ αὐτός, οὐδὲ ἐκεῖνοι‘, περὶ δὲ τῶν κατὰ Φίλιππον ὅτι ‘εἰ Φίλιππος ἐδίδου τοῖς θεραπεύουσιν αὐτόν, καὶ τοῖς ἐκείνου πρέσβεσιν ἔδει δοῦναι‘. πρὸς μὲν οὖν τὸ πρῶτον μέρος τῆς ἀντιθέσεως χρῶμα ἀπέδωκε λύων ἀπὸ τοῦ χρόνου εἰπών· ‘πρὸ τοῦ φανεροὺς αὐτοὺς γενέσθαι προδότας γέγραπται αὐτῷ τὸ ψήφισμα‘, πρὸς δὲ τὸ δεύτερον ὅτι ‘ἐξένισα τοὺς Φιλίππου πρέσβεισ‘, κατὰ συνδρομὴν ἀπήντηκεν ἀντιστατικῷ χρησάμενος, ‘ὑπὲρ ὑμῶν ἐξένισα ἐνδεικνύμενος ὅτι καὶ ἐν ἅπασι πλεονεκτοῦμεν καὶ ἐν ταῖς παρ’ αὐτοῖς νομιζομέναις εὐδαιμονίαις τοὺς Μακεδόνασ‘, καταγελῶν εἰ ἐν τοῖς συμποσίοις ὁρίζονται τὴν εὐδαιμονίαν. οὔτε δὲ τῶν ὀρικῶν ζευγῶν οὔτε τῶν ἐν τῷ θεάτρῳ στρωμάτων οὔτε ἄλλου οὐδενὸς ἐπεμνήσθη φοβηθεὶς ὀχυρωτέραν διὰ τούτων ἀπεργάσασθαι τὴν ἀντίθεσιν, ἔδοξε δὲ λύειν σύμπαντα ταῦτα συλλαβὼν τῷ τῆς λαμπρότητος καὶ τῷ τῆς ψευδομανίας ὀνόματι. ἐφ’ οἷς γὰρ εἶδεν αὐτοὺς σεμνυνομένους καὶ μεγαλαυχουμένους, ταῦτα ἀπέφηνε πάντα μικρὰ διὰ τῆς οἰκείας μεγαλοπρεπείας καὶ ὧν παρέσχετο. gT ἴσως τοίνυν ἀδελφὸς αὐτῷ συνερεῖ Φιλοχάρης] ἐκβολὴ τῶν συνηγόρων ὡς ἐν 〈τοῖσ〉 ἐπιλόγοις. |
| 19 455a | ἐν δὲ ταῖς λέξεσιν ἐκακούργησεν εἰπὼν ὡς καὶ τῶν ἀδελφῶν αἰσχυνομένων αὐτῷ βοηθῆσαι διὰ τὴν περιφάνειαν τῶν ἀδικημάτων. ἐπειδὴ δὲ στρατηγὸς εἷς τῶν ἀδελφῶν Αἰσχίνου γέγονε καὶ λαμπρός ἐστι κατὰ τὴν πόλιν, τῆς στρατηγίας ἀφέμενος καὶ τὸν ἔμπροσθεν διασύρας βίον, τὴν εὐδοξίαν ἣν ἔχουσιν ἀνῄρηκε τῇ τῶν ὀνειδῶν τῶν ἀπὸ τοῦ γένους καὶ τῆς ἄλλης αἰσχύνης παραθέσει. εἶτα συνάπτει τὸν μὴ στρατηγήσαντα τῷ στρατηγήσαντι, ἵνα τὴν κοινὴν ποιότητα τῶν τριῶν λάβῃ. ἐπειδὴ γὰρ εἰώθασιν οἱ δικάζοντες πολλάκις καὶ διὰ τὸ εὐπατρίδας εἶναι καὶ διὰ 〈τὸ〉 γένος καταχαρίζεσθαι τοῖς κρινομένοις τὰς ψήφους, ἐξεφαύλισε τὴν παλαιὰν τύχην ἐξετάσας τὴν ὅλην οἰκίαν Αἰσχίνου. ἔδωκε δὲ ἡμῖν θεώρημα τὸ τὰ μέγιστα πᾶσι νομιζόμενα ὡς μικρὰ καὶ φαῦλα διαβάλλειν. ἐπειδὴ γὰρ ὁ Φιλοχάρης ζωγράφος ἦν κατὰ Ζεῦξιν ἢ Ἀπελλῆν γε ἢ Εὐφράνορα ἤ τινα τῶν ἐνδοξοτάτων, καθελεῖν βουλόμενος αὐτοῦ τὴν τέχνην ἀλαβαστροθηκῶν καὶ τυμπάνων γραφέα καθεστηκέναι φησίν, ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον καταβάλλων τὸ ἐπιτήδευμα καὶ διασύρων τῇ ταπεινότητι. gT ἴσως . |
| 19 455b | .. Φιλοχάρης] πεπλήρωται αὐτῷ τὰ τῆς παρεκβάσεως. τὰ δὲ τῶν ἐπιλόγων τῶν ἐν τῷ ἀγῶνι ἐντεῦθεν ἄρχεται. ἴδιον δὲ τῶν ἐπιλόγων καὶ τοῦτο τὸ τοὺς συνηγόρους ἐκβάλλειν. κοινωνεῖ δὲ ὁ ἐπίλογος τῇ παρεκβάσει τῷ προκεῖσθαι τῷ ῥήτορι ἐν ἀμφοτέροις ἢ διαβολὴν ἐργάσασθαι ἢ σύστασιν ἤθους καὶ βίου τῶν προκειμένων, διαφέρει δὲ τῷ τὴν μὲν παρέκβασιν τοῦ μὴ νῦν κρινομένου βίου τὴν ἐξέτασιν ἔχειν, ἀλλὰ τῶν ἐν τῷ ἄλλῳ χρόνῳ βεβιωμένων, τὸν δὲ ἐπίλογον αὐτῶν τῶν κρινομένων αὔξησιν περιέχειν τῶν συντεινόντων πρὸς αὐτὰ τὰ κρινόμενα. ἓν οὖν καὶ τοῦτο τῶν ἐπιλόγων ἐστί, τὸ τοὺς συνηγόρους ἐκβάλλειν, ὃ ποιεῖ νῦν. F 4 YLS ἐκβολὴ συνηγόρων. |
| 19 455c | A 〈σὲ〉] ὅτι τὸ ‘σὲ‘ μὲν οὐ πρὸς τὸν Ἀφόβητον ἀπήντησεν, ἀλλὰ πρὸς τὸν Φιλοχάρην· ‘ὑπογραμματέασ‘ δὲ τὸν Ἀφόβητον καὶ 〈τὸν〉 Αἰσχίνην. |
| 19.456 | A ἴσμεν σὲ τὰς ἀλαβαστροθήκας] μυροθήκας, τὰς θήκας τῶν ἀλαβάστρων, αἵ εἰσι λήκυθοι ὧν οὐκ ἔστι λαβέσθαι διὰ λειότητα. |
| 19 457a | F 2 YL ἀλάβαστρα λέγεται οἱ βίκοι οἱ δεχόμενοι τὰ μύρα· ἐκλήθησαν δὲ οὕτω παρὰ τὸ μὴ ἔχειν λαβάς. |
| 19 457b | θήκη δὲ τὸ γλωσσόκομον τὸ δεχόμενον αὐτοὺς τοὺς βίκους. τούτων οὖν αὐτὸν λέγει γενέσθαι γραφέα. A ἴσμεν . |
| 19 457c | .. ἀλαβαστροθήκας] τῶν ληκυθίων τῶν μὴ ἐχόντων λαβάς, ἀλλὰ λείων, τὰς κίστας καὶ θήκας. ἐζωγράφουν δὲ αὐτὰς ἵνα τοὺς ἀγοράζοντας δελεάζωσιν. ἔοικε δὲ οὐδὲ σεμνὸν αὐτὸν φάσκειν ζωγράφον, ἀλλ’ εὐτελέστατον· ἦσαν γὰρ καὶ θαυμαστότεροι ζωγράφοι. gT τούτους δὲ ὑπογραμματέας] Ἀφόβητον λέγει καὶ τὸν Αἰσχίνην. |
| 19.458 | εἶτα ἐπειδήπερ εἶδεν ἀντιπεσοῦσαν αὐτῷ τὴν τῶν ἀκουόντων ποιότητα (πλανῆται γὰρ καὶ χειροτέχναι σύμπαντες ἢ οἱ πλείους) ἀνῄρηκεν εἰπών ‘καὶ οὐδεμιᾶς κακίας ταῦτα, ἀλλ’ οὐδὲ στρατηγίας ἄξια‘. καὶ ἵνα μὴ τοῦ ἀξιώματος αἰδώς τις τοῖς ἀκούουσι γένηται, κατέστησεν αὑτὸν εἰς τὸ δεῖν μᾶλλον χάριν ὁμολογεῖν 〈ἐπὶ〉 τῷ ἀξιώματι, ὅμοιόν τι ποιῶν τοῖς ἐν τῷ κατὰ Μειδίου. καὶ γὰρ ἵνα μὴ δυσωπήσῃ κἀκεῖ τοῖς ἀξιώμασιν ὁ Μειδίας, εἰς τὸ δεῖν χάριν αὐτὸν ὁμολογεῖν ἐπὶ τῷ ἀξιώματι τῇ πόλει παρέστησε. προστίθησι δὲ ὅτι καὶ ἄξιος τιμωρίας ὁ παρ’ ἀξίαν τυχὼν ἀξιώματος, καταισχύνων καὶ τὸ ἀξίωμα καὶ τὸν τηλικούτων ἠξιωκότα δῆμον. gT 〈εἰ μὲν γὰρ〉] εἰ μή, φησιν, ἀδικεῖ ἡμᾶς, κἀγώ, φησι, σῴζειν αὐτὸν λέγω. |
| 19.459 | A ἃ γὰρ ὡρίσω σὺ δίκαια, ὅτε Τίμαρχον ἔκρινες] ἐπειδὴ πρὸς ἀπόδειξιν τὸ κατὰ Τιμάρχου λαμβάνει τῆς δωροδοκίας, εἰκότως ἀπολογεῖται ὑπὲρ τοῦ ἀνδρὸς καὶ προδιοικεῖται αὐτῷ τῆς ἀτιμίας ἄφεσιν· ‘εἰ γὰρ ποιεῖ ταῦτα ἀεὶ καὶ κατὰ μέρος πείθει τὴν πόλιν, ἔστιν ὅτε καιροῦ γενομένου καὶ τὸν ἅπαντα δῆμον ῥᾳδίως πείσει ψηφίσασθαι τὴν ἐπιτιμίαν αὐτῷ‘. |
| 19.460 | συμπλέκει δὲ τὸ κατὰ Τιμάρχου χρησιμώτερον διὰ δεινότητα· ἐπειδὴ γὰρ 〈Αἰσχίνησ〉 ἀμάρτυρον ἐκεῖ τὸν ἀγῶνα παρασχόμενος ἔδοξεν αἱρεῖν τὸν ἐναντίον, βουλόμενος τῶν ὁμοίων τυχεῖν καὶ αὐτὸς ἐπὶ τοῦ παρόντος ἀγῶνος τῶν ὁμοίων παραδειγμάτων ἐμνήσθη καὶ τὰ συνεκτικώτατα τοῦ λόγου τῆς κατὰ Τιμάρχου κατηγορίας λαβὼν τοῖς αὐτοῖς καὶ κατ’ Αἰσχίνου κέχρηται· οἷς εἰ μὲν ἀκολουθήσουσιν οἱ δικάζοντες, ὀρθῶς νενίκηκεν Αἰσχίνης· εἰ δὲ μὴ πεισθεῖεν, οὐκ ἀκολούθως. εἰ γὰρ ὁ Αἰσχίνης διὰ τούτων νενίκηκεν, ὁ δὲ Δημοσθένης τοῖς αὐτοῖς χρώμενος οὐ νικήσει, οὐ τὰ αὐτὰ περὶ τῶν αὐτῶν οἱ δικασταὶ δικάζοντες ὀφθήσονται· ὥστε καὶ τὴν κατηγορίαν Τιμάρχου διαβεβλῆσθαι καὶ τὴν κατηγορίαν Δημοσθένους μηδαμῶς ἡττῆσθαι. gT πῶς; τί;] πῆ γὰρ ἐξιόντος αὐτοῦ ἀπὸ τοῦ δικαστηρίου ἐρωτῶσιν οἱ φίλοι ‘πῶς, ὦ Δημόσθενες, ἔχει τὸ πρᾶγμα; τί γέγονεν;‘ εἶτα ἀποκρίνεται αὐτοῖς ‘ᾠχόμην‘, αὐτοὺς ἀπατήσας τῷ λόγῳ. |
| 19.461 | ἢ ὅλον ἀπ’ αὐτοῦ τοῦ ῥήτορος ‘πῶς ὑμῖν ἔδοξα;‘ εἶτα καὶ ἐκεῖνοι ‘τί κατώρθωκασ‘, καὶ ἐπάγει τὰ ἑξῆς. gT 〈μὴ σύ γε〉] ἰστέον ὅτι τῷ μὲν κατηγόρῳ ἔξεστι κατηγορεῖν ὃ βούλεται, τῷ δὲ ἀπολογουμένῳ μόνον τῶν κατηγορηθέντων ποιεῖσθαι τὴν λύσιν. |
| 19.462 | A ὡς εἴπερ ἐστὶν ἀληθὴς ἡ φήμη] οὐ διστάζων εἶπεν, ἀλλ’ ἔστιν ‘ἐπείπερ‘ ὡς καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους (23, 40) ‘εἴπερ ἦν Ἕλλην ὁ παθών‘. |
| 19.463 | gT 〈ὅστις δ’ ὁμιλῶν〉] γνώμη Εὐριπίδου ἐκ Φοίνικος (fr. |
| 19 464a | 888 N. 2 ). F 1 παρῴδησε τὸ ἰαμβεῖον ἐκ τοῦ ὁμοίου. |
| 19 464b | εἰ γὰρ ὁ φαύλοις συνὼν φαῦλος, οὐκοῦν καὶ ὁ δωροδόκοις συνὼν δωροδόκος. A 〈ὀρθῶς καὶ προσηκόντωσ〉] κατὰ παρῳδίαν. |
| 19.465 | F 2 YL ἐξαίρετόν ἐστιν ὥσπερ γέρας] ἵνα μὴ ἔχῃ λέγειν ‘ἀλλ’ οὐκ οἶδα· οὐ γὰρ ὑπεκρινάμην τὸ δρᾶμα‘· λέγει δὲ ὁ τὰς θεατρικὰς ἱστορίας συγγράψας διὰ τοῦτο τοῖς τριταγωνισταῖς τὰς ὑποκρίσεις τῶν δυναστευόντων παρέχεσθαι, ἐπειδὴ ἧττόν ἐστι παθητικὰ καὶ ὑπέρογκα. |
| 19.466 | gT ὁ Κρέων Αἰσχίνης] ὁ τὸν Κρέοντα ὑποκρινόμενος Αἰσχίνης. |
| 19.467 | gT πεποίηται τῷ ποιητῇ] ἵνα ἀποσπάσῃ ἀπ’ αὐτοῦ τὴν φιλοτιμίαν. |
| 19.468 | οὐ γὰρ ἦν αὐτὸς ὁ ποιήσας. gT ἐρρῶσθαι] ἀντὶ τοῦ οἰμώζειν· τῶν διφορουμένων γὰρ ἡ λέξις, καὶ ἐπὶ κακοῦ λέγεται. |
| 19.469 | A 〈στείχουσαν ὁμοῦ〉] τὸ δὲ ‘στείχουσαν ὁμοῦ‘ ἀντὶ τοῦ ἐγγύς. |
| 19.470 | gT καὶ τοὺς βουλομένους εἰπεῖν] ἑαυτὸν δηλοῖ ἀνεπαχθῶς. |
| 19.471 | gT 〈ταύτης ἔπι τελοῦσα〉] τινὲς ἐνόμισαν μίαν λέξιν εἶναι. |
| 19.472 | οὐκ ἔστι δέ, ἀλλὰ τὸ ‘ἔπι‘ συναπτέον πρὸς τὸ ‘ταύτησ‘ καὶ τὸ ‘τελοῦσα‘ καθ’ ἑαυτό, ἵνα ᾖ ‘ἐπὶ ταύτης τελοῦσα‘. ἤδη δὲ ἔγνωμεν ὅτι ἐπῳδὸς ἦν ἡ μήτηρ αὐτοῦ κατὰ τὸν τοῦ Δημοσθένους λόγον καὶ καθαίρουσα τοὺς μέλλοντας μυεῖσθαι. A ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω] μέμνηται τῶν προγόνων Αἰσχίνου· ὅσῳ γὰρ ἂν ἐκ φαύλων καὶ ταπεινῶν ἐπιδείξῃ γενόμενον, τοσούτῳ μᾶλλον ἀφαιρεθήσεται καὶ τὴν τῆς ὑπολήψεως αἰδῶ καὶ ἄχρι τῆς ἀσελγείας. |
| 19.473 | δύο δὲ μέρη τῶν ἐπιλόγων εἰργάσατο, ἓν μὲν τὸ κατὰ τὸ γένος, ἕτερον δὲ τὸ κατὰ τοὺς λόγους οἷς Αἰσχίνης ἐχρήσατο κατὰ Τιμάρχου. ἐντεῦθεν τρίτον ἐστὶ μέρος λοιπὸν ὃ πρὸς τοὺς ἀκούοντάς ἐστιν, ἐκφοβοῦντος ἤδη καὶ ταράττοντος ἐφ’ οἷς ἅπασαι αἱ πόλεις μετὰ προδοτῶν εἰσι, φόβον ἐργάσασθαι τοῖς ἀκούουσι βουλόμενος ὡς οὐ μικρᾶς φροντίδος δεῖ τοῖς παροῦσι διὰ τὰς ὑπερβαλλούσας δωροδοκίας· ἐν ᾧ μέρει καὶ τὰ κατὰ τὸν Ζελείτην ἐξήτασε καὶ ὅσα οἱ πατέρες κατὰ τῶν προδοτῶν πολλάκις ἐψηφίσαντο. προστίθησι δὲ καὶ ὅσα ἐπὶ τῆς παρούσης ἡλικίας ἐψήφισται κατὰ προδοτῶν· ἐν ᾧ πάλιν μέρει ὁ Τιμαγόρας καὶ ὁ Λέων καὶ οἱ πρεσβεύσαντες πρὸς τὸν βασιλέα τῶν Περσῶν τῆς εἰρήνης τῆς ἐπὶ Ἀνταλκίδου γενομένης ἐξεταζόμενοι φαίνονται. gT 〈ἥρω〉] οὕτως ἐκαλεῖτο ἥρως ἰατρός τις παρὰ τοῖς Ἀθηναίοις. |
| 19.474 | ἐκλήθη δὲ ἥρως διὰ τὸ μέγεθος τοῦ σώματος, τὸ δὲ κύριον ὄνομα αὐτοῦ Ἀριστόμαχος. A 〈ἐν τῇ θόλῳ〉] ἡ θόλος τόπος ἐστὶν ἔνθα ἐσιτοδοτοῦντο ἀπὸ τοῦ δημοσίου γραμματεῖς οἱ χειροτονηθέντες ἐκ τῆς πόλεως. |
| 19 475a | ἐκλήθη δὲ θόλος διὰ τὸ θολοειδὲς καὶ στρογγύλον εἶναι τὸ σχῆμα. A ἐν . |
| 19 475b | .. θόλῳ] ὁ τόπος ἔνθα ἐδείπνουν οἱ πρυτάνεις. F 2 YL 〈κατέδυσε〉] ἐνέμεινε τῇ τροπῇ τοῦ πλοίου. |
| 19.476 | A εἶτ’ οὐ σὺ σοφιστής; καὶ πονηρός γε] προστίθησιν ἀπὸ τῆς οἰκείας κρίσεως ἐπ’ ἀμφοτέρων τὴν ῥοπὴν τοῦ κακοῦ, ἵνα τῆς γνώμης ᾖ καὶ μὴ τῆς τύχης τὸ κατηγόρημα. |
| 19.477 | gT 〈φέρε δὴ καὶ περὶ τοῦ Σόλωνοσ〉] ἐλεγεῖα (fr. |
| 19 478a | 2, 7—8). Ἴομεν εἰς Σαλαμῖνα μαχησόμενοι περὶ νήσου ἱμερτῆς χαλεπὸν αἶσχος ἀπωσάμενοι. A ἀμφισβητούντων δὲ Μεγαρέων καὶ Ἀθηναίων περὶ Σαλαμῖνος ὁ Σόλων ἐκ τῶν Ὁμηρικῶν ἐπῶν τὴν ἀπόδειξιν ἐποιήσατο, στίχον παρενθεὶς πεπλασμένον (Β 557), Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας καὶ προσέθηκε τόνδε τὸν στίχον (Β 558), στῆσε δ’ ἄγων ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες. |
| 19 478b | τοῦτον πλάσας τὸν στίχον ἐνίκησεν ἐν τῇ δίκῃ τοὺς Μεγαρέας· ἔδειξε γὰρ ὅτι Ἀθηναίων ἦν ἡ Σαλαμὶς ἐκ παλαιοῦ. A καὶ πιλίδιον λαβὼν ἐπὶ τὴν κεφαλὴν] οἱ μέν φασιν ὅτι ἐν ταῖς πομπαῖς ἐλοιδοροῦντο ἀλλήλοις προσωπεῖα φοροῦντες, ὑποκάτω δὲ τὰ πιλίδια ἐφόρουν, ὥστε μὴ βλάπτεσθαι καὶ τρίβεσθαι τὴν κεφαλήν, ἢ ὅτι τὸν Οἰνόμαον ὑποκρινόμενος καὶ καταπεσὼν ἐπλήγη καὶ ἐτραυματίσθη καὶ ἐδέδετο τὴν κεφαλήν. |
| 19.479 | ‘οὐ φεύξῃ οὖν τὸ μὴ δοῦναι δίκην, κἂν πιλίδιον φορῇς.‘ gT 〈ὑπακούσαντά τινα〉] τὸν Τίμαρχον λέγει. |
| 19.480 | A 〈καὶ τοιαῦτα ὑποκοριζόμενοι〉] ὑποκορίζεσθαί ἐστι κυρίως τὸ τοῖς παισὶ πρὸς ψυχαγωγίαν καὶ ἀπάτην λέγειν τινὰ ὀνόματα, οἷον ὡς Διόνυσός ἐστιν, ὡς βασιλεὺς καὶ τὰ τοιαῦτα· καταχρηστικῶς δὲ τὸ εὐφήμοις ὀνόμασι κλέπτειν τὴν ἀτοπίαν. |
| 19.481 | A 〈τὴν ἡγεμονίαν καὶ τὸ κοινὸν ἀξίωμα〉] κοινὸν γὰρ ἀξίωμα ἡ ἐλευθερία τῶν Ἑλλήνων. |
| 19 482a | A τὴν . |
| 19 482b | .. ἀξίωμα] οὐ τῆς Ἑλλάδος φησὶ τὴν ἡγεμονίαν (οὐ γὰρ εἶχον ταύτην οἱ Θετταλοί), ἀλλ’ ἢ τῆς Ἀμφικτυονίας ἢ τῶν οἰκείων πόλεων τὴν ἀρχήν. ἔοικε δὲ τὸ ἀξίωμα λέγειν ἢ τῆς αὐτῶν ἀρχῆς ἢ τῆς διοικήσεως τῆς Πυλαίας ἢ ἁπλῶς τῆς ἐλευθερίας. gT τὰς ἐν Ἤλιδι σφαγὰς] ἐστασίαζον πρὸς ἀλλήλους οἱ μὲν τὰ Φιλίππου φρονοῦντες, οἱ δὲ τἀναντία βουλόμενοι, εἶτα ἀπέσφαξαν ἀλλήλους τῶν φιλιππιζόντων ἐπικρατησάντων. |
| 19.483 | gT καὶ τοὺς πρώτους εἰσαγαγόντας ἀτιμώσατε] ἀνέῳξε, φησί, τὰς Πύλας ὁ Φιλοκράτης τῇ νόσῳ Αἰσχίνου αὐτὸν καὶ μὴ βουλόμενον εἰσενήνοχεν· οὐ γὰρ ἀφ’ ἑαυτοῦ εἰσῆλθεν, ἀλλ’ οὐ βουλόμενον εἰσήγαγε. |
| 19.484 | gT καὶ τρεῖς τῶν πολεμάρχων ἀπέκτειναν] ὄνομα ἴδιον τῶν ἀρχόντων. |
| 19.485 | εἰσὶ δὲ οὗτοι Τελευτίας, Ἀγησιλάου ἀδελφός, μετ’ αὐτὸν Ἀγησίπολις, τρίτος Πολυβιάδης· πρὸς οὓς τὰς διαλύσεις οἱ Ὀλύνθιοι ἐπεποίηντο. gT ἀλλ’ ἀπέβλεπον] ὥσπερ ἐκθειάζοντες αὐτούς. |
| 19.486 | gT ἀλλ’ ὅλης οὔσης ἱερᾶς τῆς ἀκροπόλεως] ὡς ἀπὸ τῶν περιστατικῶν ἡ αὔξησις γέγονεν. |
| 19.487 | gT ὧν εἷς ἦν Ἐπικράτης] πολλῶν ὄντων τῶν κεκολασμένων τοῦ Ἐπικράτους ἐμνημόνευσεν, ἵνα φανῶσι μηδὲ τῶν εὐεργετῶν φειδόμενοι. |
| 19.488 | gT καὶ ἠλέγχθησάν τινες] τοῦτο πάλιν ἐκ τοῦ προτέρου ψηφίσματος εἴληπται· ἀλλ’ οἱ μὲν ἐπὶ τῆς βουλῆς μόνης ἐψεύσαντο, οὗτοι δὲ καὶ ἐπὶ τοῦ δήμου. |
| 19.489 | gT 〈οὗτοι δέ γε〉] ὡς παρ’ Αἰσχίνου τοῦτο λαμβάνει. |
| 19.490 | A ‘οὐδ’ ἐπιστέλλοντεσ‘ φησὶ ‘τἀληθῆ‘] ἀπὸ κοινοῦ τὸ ‘ἠλέγχθησαν‘. |
| 19.491 | gT 〈ἀλλὰ μὴν ὑπέρ γε τοῦ δῶρα〉] ἐπιχειρεῖ ἀπὸ τοῦ ἐναντίου φάσκων ἄτοπον εἶναι τοὺς μὲν εὐεργέτας καὶ τῶν εὐεργετῶν τοὺς παῖδας ἐκπεπτωκέναι δι’ ἁμαρτήματα μικρὰ καὶ φαῦλα, τὸν Ἀτρομήτου δὲ μὴ ἐκπεσεῖν· ἐν ᾧ καὶ τὸν ἔλεον ἐκβάλλει. |
| 19.492 | F 4 YLS καὶ τῶν ἀφ’ Ἁρμοδίου καὶ Ἀριστογείτονος] τὸν Πρόξενον λέγει τὸν στρατηγόν· ἐκεῖθεν γὰρ ἦν. |
| 19.493 | gT παιδία ὁμώνυμα] εἰκὸς γὰρ ἦν τὸν Πρόξενον τῷ Ἁρμοδίου ὀνόματι χρῆσθαι ἐπί τινος υἱοῦ. |
| 19.494 | GT 〈ἐφ’ οἷς ἑτέρα τέθνηκεν ἱέρεια〉] ἐφ’ οἷς φαρμάκοις καὶ ἄλλη ἱέρεια τέθνηκεν. |
| 19 495a | λέγει δὲ τὴν Νῖνον λεγομένην. κατηγόρησε δὲ ταύτης Μενεκλῆς ὡς φίλτρα ποιούσης τοῖς νέοις. A ἐφ’ . |
| 19 495b | .. ἱέρεια] ἐξ ἀρχῆς γέλωτα εἶναι καὶ ὕβριν κατὰ τῶν ὄντως μυστηρίων [ὅτι] τὰ τελούμενα ταῦτα 〈νομίζοντεσ〉 τὴν ἱέρειαν ἀπέκτειναν· μετὰ τοῦτο τοῦ θεοῦ χρήσαντος ἐᾶσαι γενέσθαι τὴν Αἰσχίνου μητέρα μυεῖν ἐπέτρεψαν. gT ὅτι τοῦτον εἶδεν ἀδικοῦντα] ἐπειδὴ διὰ σωφροσύνην ἔδοξε τοῦ Τιμάρχου κατηγορῆσαι, ὑποβάλλει ἄλλην αἰτίαν καὶ ἀναιρεῖ τὴν καλήν. |
| 19.496 | gT εἰ γὰρ παρὰ τῶν εἰς αὐτοὺς ἐξαμαρτανόντων] πορνεύοντες ἑαυτούς. |
| 19.497 | ἅπτεται δὲ τῆς ὑπολήψεως καθαιρῶν αὐτήν. gT 〈νὴ Δί’. |
| 19 498a | οἱ νέοι γὰρ ἡμῖν δι’ ἐκεῖνον〉] ἀνθυποφορὰ ἐπιλογικὴ ἐκ τῆς Αἰσχίνου ποιότητος ἀπὸ τῆς ἐργασίας ἀνακύψασα. F 4 YLS νὴ . |
| 19 498b | .. ἐκεῖνον] ἀνθυποφορὰν ἔθηκεν ἐπιλογικὴν ἐκ τῆς Αἰσχίνου ποιότητος, ἀπὸ τῆς ἐργασίας ἀνακύψασαν· ‘ἀλλὰ χρήσιμός ἐστι τῇ πόλει σωφρονίζων διὰ τοῦ βίου τοὺς παῖδασ‘. ἔστι δ’ ὅτε ἐξεπίτηδες αὐτὸς ἑαυτῷ κινεῖ τὰς τοιαύτας ἐναντιώσεις ἵνα πλείονας ἐπιχειρημάτων εὐπορίας εὑρίσκῃ. ἐπαινεῖ μὲν οὖν τὴν ἀγωγὴν τῶν παίδων διὰ τῆς λύσεως, διαβάλλει δὲ τὸν Αἰσχίνην ὅτι ἀδοξίαν ἰσχυρὰν περιῆψε τῇ πόλει. καὶ τίνος ἕνεκα κατηγόρησε Τιμάρχου, συνίστησιν ὅτι ‘εὔνουσ‘ φησὶν ‘ἦν ὑμῖν καὶ πολέμιος τῷ Φιλίππῳ‘. τὴν δὲ βούλησιν Αἰσχίνου δι’ ἣν κατηγόρησε Τιμάρχου, διαπορήσεως σχήματι μᾶλλον ἔπλεξεν εἰπών ‘οὐκ οἶδα ὅπως ἔχομεν‘. ὁ γὰρ ἀκροατὴς παρ’ ἑαυτῷ βασανίζων τὸν λόγον μείζονα κατ’ αὐτοῦ λαμβάνει τὴν ὑπόνοιαν ὧν ὁ ῥήτωρ ἐπέπληξεν ἢ φανερῶς ὠνείδισε. gT πόσον γὰρ ἐδημηγόρει χρόνον Τίμαρχος] ὅτε καὶ νέος ἦν, καὶ χώραν εἶχεν ἡ γραφὴ πλέον. |
| 19.499 | ‘ἦν‘ δὲ ‘ἐν τῇ πόλει‘ εἶπεν, ἵνα μὴ λέγῃ ὅτι ἀπόντος ἐλάνθανεν. gT ἀπόλωλε καὶ ὕβρισται] τὸ δεύτερον προστεθὲν τὸ μάτην καὶ ἀδίκως ἀπολωλέναι δηλοῖ. |
| 19.500 | gT 〈κηδεσταῖν〉] κηδεστὰς ἐνταῦθα καλεῖ τοὺς ἀδελφοὺς τῆς γυναικὸς αὐτοῦ. |
| 19.501 | A ὃς ἑαυτὸν ἐμίσθωσεν εἰς Αἴγυπτον Χαβρίᾳ] Αἰγύπτιόν τινά φασιν οὕτω καλεῖσθαι. |
| 19.502 | ἐμίσθωσε δὲ ἐπ’ αἰσχρότητι. gT καὶ τοῦ καταράτου Κυρηβίωνος] τὸ μὲν ὄνομα Ἐπικράτης, τὸ δὲ Κυρηβίωνος Ἀττικῶς. |
| 19.503 | λέγει δὲ τὸ κάθαρμα καὶ εὐτελές. κυρήβια γὰρ τὰ ἀποκαθάρματα τοῦ σίτου λέγουσι. gT 〈ἐν ταῖς πομπαῖς ἄνευ τοῦ προσώπου〉] τὸ ἀναίσχυντον αὐτοῦ βουλόμενος δεῖξαι τοῦτο εἶπεν. |
| 19 504a | οἱ γὰρ ἐν ταῖς ἑορταῖς τότε βουλόμενοι σκώπτειν τινὰς ἐφόρουν προσωπεῖα, ἵνα μὴ αἰσχύνωνται. ἰστέον ὅτι οἱ νεώτεροι λέγουσιν αὐτὸ ‘προσωπεῖον‘, ἐν δὲ τοῖς ἀρχαιοτέροις βιβλίοις εὑρίσκεται τὸ ‘πρόσωπον‘. A σημείωσαι, ‘ἄνευ τοῦ προσωπείου κωμάζει‘. |
| 19 504b | F 2 vk ἀλλὰ δῆτα ἄνω ποταμῶν] ἐναλλὰξ καὶ ἀτάκτως ἡ παροιμία ἔχει· οἷον Αἰσχίνης κατηγορεῖ πορνείας ὅλην τὴν ἑστίαν πορνῶν ἔχων μεστήν. |
| 19 505a | gT ἀλλὰ . |
| 19 505b | .. ποταμῶν] ἡ παροιμία λέγεται ἐπὶ τῶν ἐναντίων. φησὶν οὖν ὅτι ἐναντία ταῦτα ἐγίνετο· πορνείας κατηγορεῖ ὁ Αἰσχίνης πᾶσαν αὐτὸς τὴν ἑστίαν ἔχων πορνῶν. A 〈ἐρρύησαν〉] τὸ ‘ἐρρύησαν‘ περὶ ποταμοῦ λέγων ἐνέμεινε τῇ τροπῇ. |
| 19.506 | A τοῦτ’ ἐπετήρουν] ὥσπερ τι θεῖον ἐπετήρουν διὰ τὸ μὴ ἀπολέσαι τὸ κέρδος. |
| 19.507 | gT νῦν δὲ δὴ περιερχόμεθ’ ἡμεῖς] ὡς τῆς ἐσχάτης συμφορᾶς ἀποδημεῖ τις τὰς Ἀθήνας ἐῶν, ἵνα συμβουλῆς ἀκούσῃ τινὸς ὁ τοῖς ἄλλοις ἀεὶ γενόμενος σύμβουλος. |
| 19.508 | gT 〈ζῇ ἢ τέθνηκεν〉] σημείωσαι, λέξις ἐκ παρονομασίας, τρίτου εἴδους τῆς κατὰ λέξιν δριμύτητος. |
| 19.509 | F 2 YL ἀλλ’ εἰ τῆς πόλεως τέθνηκε] τὸ μὲν ἀπολόμενον ἔστι καὶ εὑρεθῆναι, τὸ δὲ τεθνηκὸς οὐκέτι ἔσται. |
| 19.510 | gT 〈καὶ συνεροῦσί τινες τούτοισ〉] ἐπ’ ἄλλον συνήγορον μετέβη τὸν Εὔβουλον, ὃν εἰς ὑποψίαν κατέστησε φιλιππισμοῦ καὶ κοινωνίας τῆς πρὸς τὸν Αἰσχίνην. |
| 19 511a | F 4 YLS καὶ . |
| 19 511b | .. τούτοις] μετέβη ἐπ’ ἄλλον συνήγορον, οὐ φαῦλόν τινα καὶ ἀδόκιμον οὐδὲ τῶν κατὰ τὴν πόλιν ἀριθμουμένων ἐν πολλοῖς, ἀλλ’ ἀποφερόμενον τὰ πρῶτα καὶ δοκοῦντα ὑπὲρ τοὺς πολλοὺς εἶναι, Εὔβουλον τὸν διὰ χειρὸς ἔχοντα τὴν πολιτείαν. τοῦτον γὰρ δέδοικε καὶ τὴν παρὰ τούτου ῥοπὴν καὶ προσθήκην· λέγουσι γάρ τινες καὶ δι’ αὐτοῦ τὸν Αἰσχίνην σωθῆναι. εἰς ὑποψίαν οὖν κατέστησεν Εὔβουλον φιλιππισμοῦ καὶ κοινωνίας τῆς πρὸς τὸν Αἰσχίνην. καὶ ὅσῳ γε μάλιστα κατὰ τὴν πόλιν ἰσχύειν δοκεῖ, τοσούτῳ μᾶλλον ἐκφοβεῖ τὸν δῆμον, τῇ περιουσίᾳ τῆς δυναστείας εἰς περιουσίαν κακοποιίας δεικνὺς αὐτὸν ἐπιχρώμενον. ἐπειδὴ δὲ τῶν ἐπισημοτάτων καὶ δυναστευόντων ἦν κατὰ τὴν πόλιν ὁ Εὔβουλος, πλείστης ἐδεήθη τῆς ἀντιρρήσεως καὶ τῶν πρὸς αὐτὸν ἀγώνων. ἀντέθηκεν οὖν καὶ χρησμοὺς θεῶν καὶ μαντείας, δεικνὺς ἐκ λογισμῶν διὰ πάντων μηδὲν τοῖς τοιούτοις καθ’ ἑαυτῶν ἐνδιδόναι, ἔτι δὲ καὶ ἀπὸ τῶν πολιτευμάτων αὐτῶν ἐπεχείρησε διαβάλλειν τὸν Εὔβουλον. gT 〈φοβεῖ 2 〉] κατὰ κοινοῦ τὸ ‘φοβεῖ με‘. |
| 19.512 | εἰς Εὔβουλον δὲ ἀποτείνεται, ὡς ἐπάγει. A Ἡγησίλεῳ μὲν κρινομένῳ] οὗτος εἰς Εὔβοιαν ἐπεστρατήγησεν ὅτε τῷ Πλουτάρχῳ τὴν βοήθειαν ἔπεμψαν Ἀθηναῖοι, ὡς εἶπεν ἐν Φιλιππικοῖς. |
| 19.513 | ἐκρίθη δὲ ὡς συνεξαπατήσας τῷ Πλουτάρχῳ τὸν δῆμον. βούλεται οὖν δεῖξαι ὅτι οὐ φιλανθρωπίας ἕνεκα συναγωνίζεται τῷ Αἰσχίνῃ, ἀλλὰ διὰ τὸ φιλιππίζειν, ὅπου γε τοῦ οἰκείου τοῦ Ἡγησίλεω οὐκ ἐφρόντισε. gT τῷ Νικηράτου θείῳ] ἄλλο παράδειγμα δεικνῦον ὡς οὐ δι’ ἔλεον συμβάλλεται ὁ καὶ τοῦ θείου καταφρονήσας τότε. |
| 19.514 | gT καλούμενος] ἵνα μὴ εἴπῃ ‘οὐ γὰρ ἐδέετό μου‘· ὅτι καὶ ἐβόα καλῶν, ἀλλ’ ἀνόνητος ἦν ἡ βοή. |
| 19.515 | gT συγκατηγόρει μετ’ ἐκείνου σου] οὗτος οὖν ὁ τοῖς συγγενέσι μὴ βοηθήσας, τῷ δὲ κατηγόρῳ συμπράττων, δόξειεν ἂν διὰ τὸν Φίλιππον πεποιῆσθαι τὴν βοήθειαν. |
| 19.516 | gT 〈δεδειξάμενοσ〉] ἀντὶ τοῦ ‘εἰς δέος καταστήσασ‘, ὡς ἀπὸ θέματος τοῦ ‘δεδείξω‘. |
| 19.517 | A τί γὰρ δή ποτε Μοιροκλέα μὲν] ἐν τοῖς ἄνω παραδείγμασιν ὅτι οὐ φιλάνθρωπος ἔδειξε (πῶς γὰρ ὁ τοῖς ἐπιτηδείοις μὴ βοηθῶν;), νῦν δὲ ὅτι καὶ τοὺς ὀλίγα ἡμαρτηκότας φαίνεται κρίνων, ἵνα μή τις λέγῃ ‘ἀήθης γάρ ἐστι τοῦ κατηγορεῖν καὶ διὰ τοῦτο φείδεται τοῦ Αἰσχίνου‘. |
| 19.518 | gT ξένοι καὶ φίλοι προσαγορεύεσθαι] τοῦτο εἴρηκεν, ἐπειδήπερ ἄχρι ὀνόματος οἶδε τὴν φιλίαν οὖσαν τὴν παρὰ τῶν ἐχθρῶν. |
| 19.519 | gT 〈ἐν τοῖς τριακοσίοισ〉] σύστημα ἦν τὸ τῶν τριακοσίων οἱ τὰ κοινὰ διοικοῦντες, ὥσπερ ἐν Ἀρκάσιν οἱ μύριοι. |
| 19.520 | A καὶ πλούτῳ καὶ γένει καὶ δόξῃ] ἵνα μὴ δόξῃ ὁ Εὔβουλος ὡς εὐεργέτης καὶ πλούσιος μὴ λέγεσθαι εἶναι προδότης, εἰκάζει αὐτῷ τὸν Πτοιόδωρον. |
| 19.521 | ὅρα τὸν Πτοιόδωρον, φησί, καὶ φυλάττου τὸν Εὔβουλον. gT 〈σῳζέσθω〉] εἰς τὸν Εὔβουλον πάλιν αἰνίττεται. |
| 19.522 | μὴ πρὸς χάριν, φησί, τοῦ Εὐβούλου σῳζέσθω ὁ Αἰσχίνης μηδ’ ἀπολλύσθω. A ἐπὶ καιρῶν γεγόνασιν ἰσχυροί] πάνυ θαυμασίως ἐπεχείρησεν, οὐ πάντῃ τοὺς ἰσχυροὺς ἀτιμάζων καὶ ἐκβάλλων (ὠφελεῖ γὰρ καὶ τοῦτο τὰς πόλεις), ἀλλὰ ἀπὸ τοῦ τόπου καὶ τοῦ τρόπου διαβάλλων. |
| 19.523 | gT Καλλίστρατος] ὁ Καλλίστρατος τῶν πάνυ δεινῶν ἦν ῥητόρων, ὃς καὶ ἐφυγαδεύθη διὰ τὴν δεινότητα· οὗ καὶ ἀκούσας ὁ ῥήτωρ ἐπεθύμησε καὶ μετελθεῖν τὴν τέχνην. |
| 19.524 | A 〈Ἀριστοφῶν〉] πολλάκις καὶ περὶ Ἀριστοφῶντος εἴπομεν ὅτι οὗτός ἐστιν ὁ τὰς ἑβδομήκοντα γραφὰς διαφυγών. |
| 19.525 | A 〈τὰς μαντείασ〉] ἰστέον ὅτι ἡ μὲν Πυθία ἔφησεν ἀμφιβόλως ὡς δεῖ φυλάττεσθαι τοὺς ἡγεμόνας, ὅπερ δυνατὸν ἁρμόσαι καὶ κατὰ τῶν δημαγωγῶν καὶ κατὰ τῶν καὶ κατὰ τῶν ῥητόρων. |
| 19.526 | A 〈οὗτοι γὰρ ἡγοῦνται〉] πολύπτωτον. |
| 19.527 | F 2 L ὅπως ἂν μὴ χαίρωσιν οἱ ἐχθροὶ] ὁρᾷς ὅτι οἱ μὲν ἔξωθεν οἱ δὲ ἔνδοθεν ἐπιβουλεύουσιν. |
| 19.528 | gT ἔξωθεν οἱ ἐπιβουλεύοντες] τοῦτο δοκεῖ μὲν εἶναι καθ’ ἑαυτό· ἔχεται δὲ τῶν ἄνω, ἔνθα φησὶ συνέχειν 〈δεῖν〉 τὴν πόλιν, ὅπως ἐν μιᾷ γένηται γνώμῃ. |
| 19.529 | gT 〈τῷ παρὰ τῶν πωλούντων〉] σημείωσαι, ἐπαναφορά. |
| 19.530 | F 2 Yvk 〈προεστηκότασ〉] τινὲς λέγουσι περὶ τοῦ Αἰσχίνου. |
| 19.531 | βέλτιον δὲ λαβεῖν αὐτὸ περὶ Εὐβούλου. A ταῦτα τοίνυν ἐφ’ ὑμῖν ἐστι] φρονίμως πάνυ μετὰ τὴν αὔξησιν τῆς τῶν προδοτῶν κακίας καὶ τῆς δυναστείας μείζονα καὶ ἰσχυρότερα δείκνυσι τὰ δικαστήρια, ἵνα μὴ φοβῶνται αὐτούς, ἀλλὰ κολάζωσιν. |
| 19.532 | gT ὃς γὰρ ἑαυτὸν τάξας] ἀνακεφαλαίωσιν ποιεῖται τῶν εἰρημένων ἐν τῇ καταστάσει πάντων, μηδὲν παραλείπων, ὡς εὐσύνοπτον γενέσθαι τὴν ὑπόθεσιν. |
| 19 533a | εἰ δέ τι καὶ παραβέβληται τοιοῦτον ἐκβολῆς ἐλέου ἕνεκα, ὥσπερ τὰ κατὰ Ἀτρεστίδαν καὶ τὰ γύναια καὶ τὰ παιδάρια ἢ ἄλλο τι τῶν αὐξήσεως ἐχομένων, οὐδὲν θαυμαστόν· σύνηθες γὰρ τῷ ῥήτορι κατὰ τοὺς καιροὺς τοὺς ἐμπίπτοντας χρῆσθαι τοῖς τοιούτοις τόποις. gT ὃς . |
| 19 533b | .. τάξας] ἀνακεφαλαίωσις τῶν προειρημένων ἁπάντων, ὡς εἶναι καὶ τοῦτο ἄλλο μέρος τῶν ἐπιλόγων· ἀναλαμβάνει γὰρ ἅπαντα τὰ κεφαλαιωδῶς εἰρημένα κατὰ τὴν ὑπόθεσιν, μηδὲν παραλιπών, ὡς εὐσύνοπτον γενέσθαι τὴν ὑπόθεσιν πάλιν τοῖς δικάζουσι διὰ βραχέων. ἐπειδὴ γὰρ πολλὰ τὰ εἰρημένα καὶ πολυμερὴς ὁ λόγος καὶ πλοκὴν ἔχει ποικίλην, πολλὰ δὲ τὰ ἐμβεβλημένα, πολλαὶ δὲ καὶ αἱ αὐξήσεις, ἐξ ὧν ἡ ἐν τοῖς πράγμασι πολλάκις συμβαίνει ἀσάφεια, διὰ τοῦτο κατηναγκάσθη πάλιν διὰ βραχέων αὐτῶν τῶν ἀναγκαιοτάτων ἐπιμνησθῆναι. ἄρχεται δὲ οὕτως· ‘ὁ γὰρ ἑαυτὸν τάξασ‘· τοῦτο γὰρ ὅμοιόν ἐστιν ἐκείνῃ τῇ ἐπιβολῇ τῆς καταστάσεως (10)· ‘ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον.‘ F 4 YLS ἀνακεφαλαίωσιν ποιεῖται τῶν προειρημένων ἐν τῇ καταστάσει πάντων. |
| 19 533c | A 〈συσκευάζεσθαι〉] ἀντὶ τοῦ ἐπιβουλεύεσθαι. |
| 19.534 | A τίς ὁ τοὺς μακροὺς καὶ καλοὺς λόγους δημηγορῶν] ἀποσκώψας αὐτὸν καὶ εἰς μῆκος λόγων, ἐνεφαίνισε δὲ ‘καὶ τὸ Μιλτιάδου καὶ τὸ Θεμιστοκλέους ψήφισμα ἀναγνοὺσ‘ ὅτι μισοφίλιππος ἦν Αἰσχίνης τὸ πρότερον. |
| 19.535 | εἰ γὰρ ἠξίου τὴν πόλιν μιμεῖσθαι τὸν Μιλτιάδου δρόμον καὶ τὰ Θεμιστοκλέους στρατηγήματα καὶ τῶν ψηφισμάτων τὴν τάξιν ὧν ἔγραφον ἐκεῖνοι προτρεπόμενοι τὴν πόλιν ἐπὶ τοὺς βαρβάρους, εὔδηλος ἦν τοῦτον διακείμενος τὸν τρόπον. ἐπαινεῖ δὲ οὐχ ἵνα μαρτυρήσῃ τὴν ἀρετήν, ἀλλ’ ἵνα διὰ τῆς μαρτυρίας ταύτης φανερώτερον ἕλῃ αὐτόν. τὸν γὰρ ἐναντία τούτων πολιτευόμενον τίς οὐκ ἂν μισήσειεν ὡς δωροδόκον; ἀλλὰ καὶ τὸν ὅρκον τῶν ἐφήβων ἐν τῷ τῆς Ἀγραύλου Αἰσχίνην ἀναγινώσκειν φησὶν ἧς Πάνδαρος καὶ Ἕρση ἀδελφαί. ἱέρεια δὲ γέγονεν ἡ Ἄγραυλος Ἀθηνᾶς, ὥς φησι Φιλόχορος (FGrHist 328 F 106), καὶ ἔδει μέλλοντας τοὺς ἐφήβους λαμβάνειν τὰ ὅπλα ἐν [αὐ]τῷ τῆς Ἀθηνᾶς ἱερῷ ἀναλαμβάνειν καὶ ὀμνύειν, ἦ μὴν συναγωνίζεσθαι προθύμως ὑπὲρ ἄλλων. gT καὶ τὸ Μιλτιάδου καὶ Θεμιστοκλέους] ἐπιόντων τῶν Μήδων ἐξ ἀρχῆς μὲν ὁ Μιλτιάδης δραμεῖν εὐθὺς ἐπὶ τὸν Μαραθῶνα ἐψηφίσατο καὶ μὴ ἀναμένειν ἕως συλλεγῶσιν οἱ συμμαχήσοντες. |
| 19 536a | διὸ καὶ νενίκηκε μόνος. ὁ δὲ Θεμιστοκλῆς κατὰ γῆν ἄπορα βλέπων τὰ πράγματα συνεβούλευσε μὲν ἀφεῖναι τὴν πόλιν, εἰς Σαλαμῖνα δὲ μετοικισθῆναι. ὁ γοῦν Αἰσχίνης παροξύνων κατὰ τοῦ Μακεδόνος αὐτοὺς ἐκεῖνα προὔφερε. gT οἱ δύο ἔγραψαν, ἀλλ’ ἑκάτερος αὐτῶν προτρεπόμενος τοὺς Ἀθηναίους πρὸς ἀρετὴν καὶ ἐλευθερίαν. |
| 19 536b | ὁ μὲν γὰρ Μιλτιάδης, ὅτε ἐπῆλθον οἱ Πέρσαι, ἔγραψεν ὥστε εὐθὺς ἀπαντῆσαι τοῖς πολεμίοις, Θεμιστοκλῆς δὲ καταλιπεῖν ἐρήμην τὴν πόλιν καὶ εἰς τὰς τριήρεις μεταβιβασθῆναι, ὅτε τὰ ἐν Σαλαμῖνι καὶ ἐπ’ Ἀρτεμισίῳ. A καὶ τὸν ἐν τῷ τῆς Ἀγραύλου] ἔστι μὲν μία τῶν Κέκροπος θυγατέρων ἡ Ἄγραυλος. |
| 19 537a | ἐν δὲ τῷ τεμένει αὐτῆς οἱ ἐξιόντες εἰς τοὺς ἐφήβους ἐκ παίδων μετὰ πανοπλιῶν ὤμνυον ὑπερμαχεῖν ἄχρι θανάτου τῆς θρεψαμένης. gT Ἄγραυλος καὶ Ἕρση καὶ Πάνδροσος θυγατέρες Κέκροπος, 〈ὥσ〉 φησιν ὁ Φιλόχορος (FGrHist 328 F 105). |
| 19 537b | λέγουσι δὲ ὅτι πολέμου συμβάντος παρ’ Ἀθηναίοις, ὅτε ὁ Εὔμολπος ἐστράτευσε κατὰ Ἐρεχθέως, καὶ μηκυνομένου τούτου ἔχρησεν ὁ Ἀπόλλων ἀπαλλαγήσεσθαι, ἐάν τις ἀνέλῃ ἑαυτὸν ὑπὲρ τῆς πόλεως. ἡ τοίνυν Ἄγραυλος ἑκοῦσα αὑτὴν ἐξέδωκεν εἰς θάνατον· ἔρριψε γὰρ ἑαυτὴν ἐκ τοῦ τείχους. εἶτα ἀπαλλαγέντος τοῦ πολέμου ἱερὸν ὑπὲρ τούτου ἐστήσαντο αὐτῇ παρὰ τὰ προπύλαια τῆς πόλεως· καὶ ἐκεῖσε ὤμνυον οἱ ἔφηβοι μέλλοντες ἐξιέναι εἰς πόλεμον. A τὴν ἐρυθρὰν θάλατταν] ὡσανεὶ ἔλεγε ‘πανταχοῦ τῆς οἰκουμένησ‘. |
| 19.539 | οὐχ ὁ μὲν γράφων τὸ ψήφισμα] ἐμερίζοντο, φησί, τὴν κατὰ Φιλίππου προσβολὴν Αἰσχίνης καὶ Εὔβουλος, ὁ μὲν ψηφίσματα γράφων, ὁ δὲ πρεσβεύων εἰς Πελοπόννησον, ἵνα τῇ κοινωνίᾳ καὶ αὐτὸς μεταβεβλημένος εὑρίσκηται. gT καὶ ἐγείρεται ἡ τῶν Ἀθηναίων πόλις] ἡ πολλὰ καθεύδουσα. |
| 19.540 | gT συντυχεῖν γὰρ ἀπιὼν Ἀτρεστίδᾳ] χρησιμωτάτη γέγονεν αὐτῷ ἡ μνήμη τῶν κατὰ Ἀτρεστίδαν οὐ μόνον διὰ τὴν τοῦ ἐλέου ἐκβολήν, ἀλλ’ ἵνα καὶ φαίνηται διὰ τούτου Αἰσχίνης συνομολογῶν τάς τε δωροδοκίας καὶ τὰς Φιλίππου δόσεις καὶ ὅτι οἷός τέ ἐστι καὶ εἷς διαφθορεὺς καὶ ὅλας ὁμοῦ προδοῦναι πόλεις, ἵνα φαίνηται Αἰσχίνης διὰ τῶν οἰκείων ἁλισκόμενος λόγων. |
| 19 541a | τὰ γὰρ ὅμοια τοῖς ὁμοίοις ἀκόλουθα. εἰ γὰρ Ἀτρεστίδας ἦγεν αἰχμάλωτα καὶ δι’ Ἀτρεστίδαν ὠδύρετο τὴν Ἑλλάδα, ὠδύρετο ἄν τις καὶ διὰ τὸν Αἰσχίνην Φωκέας· οὐχ ἥττονες γὰρ Ἀτρεστίδου [διὰ] τὴν δωροδοκίαν Αἰσχίνης καὶ Φιλοκράτης. gT οὗτος Ἀτρεστίδας προδότης ἦν Ἀρκάς. |
| 19 541b | A γύναια καὶ παιδάρια ὡς τριάκοντα βαδίζειν] ὡς στοχαζόμενος εἶπεν ἀορίστως τὸν ἀριθμόν, ἵνα ὑπολάβωσι καὶ γυναῖκας τριάκοντα καὶ παιδάρια τριάκοντα. |
| 19.542 | gT τίς ἄνθρωπός ἐστι καὶ τίς ὄχλος] ἆρα μὴ τύραννος; ἆρα μὴ στρατηγὸς τοῦ Φιλίππου λόχον καθίζει τινά; gT ἀκούειν γὰρ ἔφη τῶν φίλων] δίδωσιν αὐτῷ τότε καὶ φίλους ὅτε καὶ αὐτὸς ἦν εὔνους. |
| 19.544 | ‘ἐπιστροφὴν‘ δὲ ἢ τιμωρίαν κατὰ τῶν προδοτῶν ἢ μεταβολὴν τοῦ τρόπου ἀπὸ ῥαθυμίας εἰς σπουδήν. gT μήτε τρόπαια λέγειν] ὅρα πῶς οὐκ εἶπε μάχας ἢ κινδύνους, ἀλλὰ τρόπαια, τὸ ἡδὺ καὶ σεμνὸν καὶ ἔνδοξον αἰδεῖσθαι οὐκ ἐῶν. |
| 19.545 | gT μήτε βοηθεῖν οὐδενί] τὸ καθόλου καὶ τὸ ἄτοπον, μηδ’ ἂν οἰκεῖος ᾖ μηδ’ ἂν παῖς ἐμὸς μηδ’ ἂν εὖ πεποιηκὼς ἐμὲ πρότερον μηδ’ ἂν οἱ θεοὶ προστάττωσι καὶ Ἀθηνᾶ συγχωρῇ. |
| 19.546 | gT εἶναί τε τὸν Φίλιππον αὐτόν, Ἡράκλεις] σημεῖον τοῦ θαύματος τὸ ‘Ἡράκλεισ‘. |
| 19.547 | ‘Ἑλληνικώτατον‘ δὲ καθαρώτατον, εἰλικρινέστατον· ὅπερ γὰρ οἱ βάρβαροι ἀρνοῦνται, τοῦτο δεδώρηται ὁ τρόπος αὐτῷ. g T δεινότατον λέγειν] καὶ τοῦτο γὰρ Ἑλληνικόν, τὸ δύνασθαι λέγειν, ὡς εἶναι καὶ τῷ τρόπῳ καὶ τῇ γλώττῃ τὸν Φίλιππον Ἕλληνα. |
| 19.548 | gT ἔστιν οὖν ὅπως ἂν ταῦτ’ ἐκεῖνα] συναγωγὴ τῆς πίστεως. |
| 19.549 | οὐκ ἠδύνατο, φησίν, ὁ ἐκεῖνα προειρηκὼς ταῦτα εἰπεῖν ὄντα ἐναντία, εἰ μὴ προδιέφθαρτο. ὅρα δὲ αὐτὸν καὶ τὸ ἦθος Αἰσχίνου μιμησάμενον ἐν οἷς ὑπέμνησεν Αἰσχίνου δημηγορίαν εἰπών. gT ἤγαγε δεῦρ’ ἐφ’ ὕβρει] βαρέως εἰς ὄψιν τῶν Ἀθηναίων αἱ γυναῖκες ὑβρίζονται. |
| 19.550 | gT 〈ἀλλ’ ὑπὲρ αὑτοῦ κλαιήσει〉] ἐντεῦθεν ἡ τοῦ ἐλέου ἐκβολή. |
| 19 551a | A ἀλλ’ . |
| 19 551b | .. κλαιήσει] ἵνα μὴ εἴπῃ ὅτι ‘οὐ πέφυκα δακρύειν καὶ διὰ τοῦτο οὐκ ἐδάκρυσα; ἐπάγει ὅτι ‘ὑπὲρ αὑτοῦ μὲν κλαιήσει, ἐκείνους δὲ οὐκ ἠλέησε‘. gT καὶ πτωχοὶ περιέρχονται] ἐπλήρωσαν θρήνων τὴν οἰκουμένην πλανώμενοι. |
| 19.552 | ἐπειδὴ δὲ ἔστι πλανᾶσθαι καθ’ ἱστορίαν ἢ ἐμπορίαν, ἵνα τὴν συμφορὰν ἐμφήνῃ τὸ ‘πτωχοὶ‘ προσέθηκεν. gT καὶ προδότου πατρὸς] προέταξε τοῦ χρηστοῦ ὀνόματος, λέγω τοῦ ‘πατρόσ‘, τὸ αἰσχρὸν τὸ τοῦ ‘προδότου‘. |
| 19.553 | gT ὡς ἐπέβη Μακεδονίας] τὰς Ἀθήνας καταλιπών. |
| 19.554 | gT τίς γάρ ἐστιν Ἑλλήνων ἢ βαρβάρων] τιμᾷ τὰς Ἀθήνας καὶ βάρβαρος καὶ δίδωσί μοι τὴν ψῆφον οὐχ ὡς Ἕλληνα φιλῶν, ἀλλ’ εἰ καὶ δυσμενὴς τῆς ἀληθείας ἡττώμενος. |
| 19 555a | οὐκοῦν ἔστω καὶ τῶν φύσει πολεμίων Αἰσχίνης. πολεμιώτερος γάρ. gT τίς . |
| 19 555b | .. βαρβάρων] τρία ἐστὶ τὰ ποιοῦντα μὴ λέγεσθαι τῆς Ἀττικῆς τὰ ἀνδραγαθήματα· ἢ γὰρ ἀνόητος ὢν οὐκ οἶδεν ἢ ἀνήκοος ἔμεινεν ἔξω τῆς οἰκουμένης οἰκῶν ἢ ἐχθρὸς ὑπάρχει τῆς πόλεως καὶ μισῶν κρύπτειν πειρᾶται, δέον ἓν τῶν τριῶν ὑποστῆναι τὸν Αἰσχίνην μὴ συντιθέμενον τῇ δόξῃ τῆς πόλεως. gT οἱ Μαραθῶνι καὶ Σαλαμῖνι] τὸ ‘Μαραθῶνι‘ ὅπου μόνως ἐνίκησαν οἱ Ἀθηναῖοι. |
| 19.556 | gT εἶθ’ οὓς μηδὲ τῶν ἐχθρῶν] τὰ κοινὰ τὰ ἐν Σαλαμῖνι ἴδια πεποίηκεν οὗτος, ἀποστερῶν τῶν ἐπαίνων δηλονότι. |
| 19.557 | καλῶς δὲ τὸ ‘ἀποστερῶν‘, ἐπειδὴ καὶ κτῆμα αὐτῶν ἔφησε τὴν δόξαν εἶναι. τοιοῦτον γάρ ἐστι καὶ τὸ ‘στερηθείη‘ ἑξῆς· στερίσκεται γάρ τις ὧν ἔχει, ἀποστερεῖται δὲ τὰ ἀλλότρια. ἐνεβράδυνε δὲ τοῖς προγόνοις παροξύνων πλέον τοὺς δικαστὰς τοὺς αἰδουμένους αὐτούς. gT 〈οἱ δὲ ἐπὶ τοῖς καλῶς πραχθεῖσιν ἔπαινοι〉] σημείωσαι, περὶ ἐγκωμίων τεθνεώτων. |
| 19.558 | F 2 L καὶ χάριν ὑμῖν ἔχειν] ᾔδει γὰρ ὅτι μείζονος ἢ καθ’ αὑτὸν ἔτυχεν· ὁ γὰρ τυχὼν τιμῆς ἧς ἄξιός ἐστιν οὐκ ἔχει χάριν τῷ δόντι, ἀλλ’ ὁ τὰ παρ’ ἀξίαν λαβών. |
| 19.559 | gT καὶ μέτριον παρεῖχεν ἑαυτόν] οὐκ ὢν δηλονότι, ἀλλ’ ὑποκρινόμενος. |
| 19.560 | gT τὰς ὀφρῦς ἀνέσπακεν] ἵνα μὴ αὐτομάτως ἐκ φύσεως γένηται, αὐτὸς ἀνασπᾷ, φησί, πρὸς τοὺς καιροὺς σχηματιζόμενος. |
| 19.561 | gT κἂν ‘ὁ γεγραμματευκὼς Αἰσχίνησ‘] οὐχ ‘ὁ νῦν γραμματεύσ‘, ἀλλ’ ‘ὁ ποτὲ γενόμενοσ‘ ἐὰν τολμήσῃ τις εἰπεῖν ὅλως· κατέχονται γὰρ πάντες τῷ δέει. |
| 19.562 | gT 〈θοἰμάτιον〉] τὸν τρίβωνα φησί. |
| 19.563 | A τὴν θόλον] ὁ τόπος, ἔνθα ἐδείπνουν οἱ πρυτάνεις. |
| 19.564 | F 1 〈βούλομαι τοίνυν ὑμῖν ἐπελθεῖν〉] ἀνακεφαλαίωσις ἐκ τῶν τῆς δωροδοκίας κακῶν ὧν κατεπολιτεύσατο Φίλιππος. |
| 19 565a | F 4 YLS οὐ γὰρ τοῖς ὅπλοις εἷλεν ὑμᾶς, ἀλλ’ ἐκ τῆς πολιτείας νενίκηκε. |
| 19 565b | [οὐ] μόνον γὰρ οὐκ ἐδημηγόρει παρ’ ὑμῖν, τοῖς προδόταις λέγων ἃ βούλεται. gT διαφορουμένης αὐτοῦ τῆς χώρας] πορθουμένης, λεηλατουμένης· οἷον ‘ὁ τοὺς λῃστὰς μὴ φέρων τοὺς Φωκέας ἀνήρπασε‘. |
| 19.566 | gT τοὺς τὰ φιλάνθρωπα λέγοντας] ἐν λόγοις γὰρ μόνον ἦν, οὐκ ἐν ἔργοις ἡ φιλανθρωπία. |
| 19.567 | gT ἡμεῖς οἱ πρέσβεις] χωρίζει νῦν τὸν Αἰσχίνην. |
| 19.568 | χρηστὸν γὰρ ὄνομα ἡ πρεσβεία. gT ἐμισθώσατο μὲν τοῦτον εὐθέως] τὸ εὔκολον αὐτοῦ καὶ εὔωνον δείκνυσι τὸ ‘εὐθέωσ‘. |
| 19.569 | gT 〈συνεξαιρήσειν〉] καλῶς προσέθηκε τὸ ‘σύν‘, ἀντὶ τοῦ ‘σὺν αὐτοῖς πορθεῖν‘. |
| 19.570 | A οὔτε Ἕλληνος οὔτε βαρβάρου] οὐκοῦν καὶ νῦν ἠδύνατο καὶ μόνη ῥύσασθαι αὐτοὺς ἡ πολιτεία ἡ μηδὲ τότε παρ’ ἄλλων δεηθεῖσα συμμαχίας. |
| 19.571 | gT πῶς; οὕτως] τὸ μὲν ‘πῶσ‘ ὡς ἔτι ζητοῦντος, τὸ δὲ ‘οὕτωσ‘ ὡς λοιπὸν εὑρόντος Ἀθηναίων τινὰς καὶ τοῦ Φιλίππου ἀποροῦντος καὶ μονονοὺ δυσχεραίνοντος· ‘ἆρα παρ’ Ἀθηναίοις εὑρήσομεν ἄνδρα οὑτωσὶ μοχθηρότατον; ἆρα δυνατὸν ὀφθῆναί τινα παρ’ ἐκείνοις ῥᾳδίως ψευσόμενον; φοβοῦμαι τὴν τῆς Ἀττικῆς φύσιν. |
| 19.572 | χρηστοὺς ἐπίσταται τρέφειν οἰκήτορας.‘ gT ἅπερ ἂν συνθέσθαι νῦν ἀξιώσαιμεν αὐτὸν] τί θέλετε, φησίν, αὐτὸν ὁμολογήσειν τοῖς λόγοις ἃ κατορθώσει τοῖς ἔργοις; gT μηδ’ ἐναντίον ἔλθῃ ψήφισμα] ἤρκει μοι πρὸς τὴν νίκην τὸ ψήφισμα δίκην στρατιᾶς. |
| 19.574 | ἐφοβεῖτο γὰρ τὸ δόγμα τῶν Ἀθηναίων ὁ Φίλιππος. gT ἀντὶ μὲν τοῦ Θεσπιὰς καὶ Πλαταιὰς] ἐπόθουν, φησί, πόλεις Ἑλληνίδας ἰδεῖν οἰκιζομένας ἃς ἀνδραποδισθείσας ἀκήκοα. |
| 19.575 | gT καὶ περιαιρεθῆναι τὴν ὕβριν] ἵνα μὴ κατὰ φθόνον δοκῇ λέγειν τὸ ‘περιαιρεθῆναι‘ ἤτοι ἐκπεσεῖν τοῦ φρονήματος καὶ τοῦ ἀξιώματος, προσέθηκε ‘τὴν ὕβριν‘, ἵνα δικαίως δοκῇ λέγειν. |
| 19.576 | gT Θηβαῖοι δὲ ἦσαν οἱ κατασκάπτοντες] διπλοῦν εἰργάσατο πάθος ἐχθροὺς δεδειχὼς τοὺς αὐτόχειρας. |
| 19.577 | gT 〈οἱ διοικισθέντεσ〉] οἱ διαιρεθέντες, ὥστε μὴ ὁμοῦ οἰκεῖν. |
| 19.578 | F 2 YL ὑπ’ Αἰσχίνου τῷ λόγῳ] εἴθε καὶ Φωκέας εἶδον διοικισθέντας τῷ λόγῳ. |
| 19.579 | νῦν δὲ οὓς τοῖς ῥήμασιν ἔσωσας διέφθειρας ἐν τοῖς πράγμασιν. gT περὶ Δρυμοῦ] πόλις μεταξὺ τῆς Βοιωτίας καὶ τῆς Ἀττικῆς. |
| 19.580 | F 2 Y 〈τὰ πάτρια〉] τὰ πάτρια ἔθη λέγει οἷς ἐκέχρηντο οἱ πατέρες. |
| 19.581 | A 〈Ἀμφικτύονεσ〉] Ἀμφικτύονας τοὺς Φωκέας λέγει. |
| 19.582 | A 〈ἡ πόλις δὲ〉] ἡ πόλις τῶν Ἀθηναίων. |
| 19.583 | εἰ γὰρ καὶ οἱ Φωκεῖς εἶχον ταύτην, ἀλλ’ οὖν. γε κατὰ τιμὴν παρεχώρουν τοῖς Ἀθηναίοις ὡς μείζοσιν. A 〈αἴνιγμα〉] αἰνίγματα γάρ ἐστι τὰ διὰ τῶν ἐναντίων δηλούμενα. |
| 19.584 | A 〈ἔστιν ὅντιν’ ὑμεῖς, ὦ δικασταί〉] ἀρχὴ τοῦ κατὰ τὴν δωροδοκίαν ἐπιλόγου. |
| 19 585a | F 4 YLS ἔστιν . |
| 19 585b | .. δικασταί] τὰ μέρη τοῦ προτέρου στοχασμοῦ ἐργασάμενος μνημονεύει οὐδὲν ἧττον καὶ τοῦ δευτέρου τοῦ περὶ τῆς δωροδοκίας. καὶ ἄρχεται λοιπὸν ἐντεῦθεν τοῦ κατὰ τὴν δωροδοκίαν ἐπιλόγου φάσκων ὅτι ‘οὐκ ἂν ὁ Φίλιππος ἔδωκεν· οὐδὲ γὰρ ἂν ὑμεῖς εἰκόνα δοίητε οὐδὲ σιτηρέσιον οὐδὲ τῶν ἁπάντων οὐδὲν εἰ μὴ ὑπὲρ ὑμῶν πολιτεύσαιτο‘. gT ἀλλὰ Ξενοκλείδην τουτονὶ] οὗτος ποιητὴς ὢν Ἀθηναῖος διέτριβεν ἐν τῇ Μακεδονίᾳ· ὃς ὑπεδέξατο πολίτην ὄντα καὶ ἀτιμαζόμενον τὸν Ἡγήσιππον. |
| 19.586 | εἶτα μαθὼν ὁ Φίλιππος ἀπείρηκεν αὐτῷ εἶναι ἐν Μακεδονίᾳ. gT 〈εἶπε τοίνυν μοί τισ〉] πάλιν ἡ ἀντίθεσις αὕτη μεταστατικὴ ἐπὶ τοὺς στρατηγούς. |
| 19.587 | A τις ἄρτι προσελθὼν πρὸ τοῦ δικαστηρίου] ἵνα μὴ δόξῃ ἐσκεμμένα λέγειν. |
| 19.588 | βούλεται δὲ πρὸς τῷ τέλει τοῦ λόγου στρατηγοὺς ἀντιτάξαι τῷ Αἰσχίνῃ ὡς ὑβριζομένους ὑπ’ αὐτοῦ. gT ἐγὼ δ’ ὅτι πάντα τρόπον κρινόμενος Χάρης] ἐπειδὴ μεμερισμένοι ἦσαν οἱ στρατηγοὶ καὶ οἱ ῥήτορες καὶ ἀλλήλοις συνειστήκεισαν οἱ μὲν Εὐβούλῳ, οἱ δὲ τῷ ῥήτορι (ὧν Φωκίων ἦν τῶν ἐναντιουμένων Δημοσθένει), εἰκότως ἐπάγεται καὶ αὐτὸς ἐνταῦθα τὴν εὔνοιαν τὴν τοῦ Χάρητος ὥσπερ κἀν τῷ κατὰ Μειδίου (cf. |
| 19.589 | 21, 165 sq.) πεποίηκε συγκρούων τοὺς ἄλλους ἱππάρχους Μειδίᾳ. κἀνταῦθα τὸ αὐτὸ τοῦτο θεώρημα φαίνεται ἡμῖν ἐπιδειξάμενος. ποῖον τοῦτο; συγκρούειν βούλεται Χάρητα τῷ Αἰσχίνῃ, ὁμοῦ μὲν εὔνοιαν ἑαυτῷ κατασκευάζων, ὁμοῦ δὲ πρὸς ἐκεῖνον ἀπέχθειαν, ἵνα, ὥσπερ ὁ Φωκίων τέτακται μετὰ τῶν ἀντιδικούντων τῷ ῥήτορι, οὕτω φαίνηται καὶ Χάρης αὐτῷ συντεταγμένος. ἐνδιατρίβει οὖν ἀπολογούμενος ὑπὲρ τοῦ ἀνδρός, καὶ ἐπειδὴ ἡ ἀντίθεσις εἶχεν Αἰσχίνου ἐν τοῖς προειρημένοις, ‘ἀλλ’ οὐχ οἷόν τε ἦν ποιήσασθαι τὴν εἰρήνην οἵαν ἠξίου Δημοσθένης, κακῶς τῶν στρατηγῶν κεχρημένων τῷ πολέμῳ‘, φαίνεται ἀπαλλάττων τὸν στρατηγὸν τῆς τοιαύτης βλασφημίας, καταλιπὼν τὴν στρατηγίαν τῶν στρατηγῶν τῷ βλασφημοῦντι Αἰσχίνῃ, ἵν’ Αἰσχίνης φαίνηται τῶν φίλων κατηγορῶν. gT καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη] ἐπ’ ἄλλο τι μεταβαίνει μέρος τῶν λυπούντων λύσων· ἔστι γὰρ εὐφωνότατος Αἰσχίνης, ὡς αὐτὸς μαρτυρεῖ πολλάκις ὁ Δημοσθένης. |
| 19.590 | ἐπειδὴ οὖν πολλάκις συμβαίνει τοὺς ἀκούοντας καταγοητεύεσθαι τῇ ποιᾷ φωνῇ καὶ ὑποκρίσει, διὰ τοῦτο εἰκότως καὶ τοῦτο ὡς ἕν τι τῶν λυπούντων θεραπεῦσαι βούλεται. μέγα γὰρ εὐφωνία καὶ ὑπόκρισις ἐν ἀγῶνι καὶ λόγῳ καὶ μάλιστα πρὸς ἰδιώτας κριτὰς ὅταν γίγνηται. ἐπειδὴ τοίνυν αὐτὸς ἐλαττοῦται τούτῳ τῷ μέρει, ἀντιτίθησι τῇ εὐφωνίᾳ τὴν ἑαυτοῦ γνώμην καὶ προαίρεσιν, βουλόμενος θηρεῦσαι τοὺς ἀκούοντας ἐκ τῆς περὶ αὐτοῦ σχέσεως καὶ εὐνοίας ἣν πολλάκις ἐπεδείξατο ἐν τοῖς κοινοῖς. ὅταν γὰρ μὴ ἔχωμεν ὅμοια ὁμοίοις ἀντιτιθέναι, τὸ τηνικαῦτα οὐδὲν κωλύει καὶ ἕτερα πλεονεκτήματα καταλέγειν· καὶ διὰ τούτου καιρὸν ἔσχε καὶ τῶν ἑαυτοῦ πολιτευμάτων ὑπομνῆσαι καὶ λύσεων αἰχμαλώτων καὶ πολλῶν εὐεργετημάτων, ἵνα διὰ τούτων εἰς εὔνοιαν τοὺς ἀκούοντας ἐκκαλέσηται. gT 〈τὰ Θυέστου〉] ἀντὶ τοῦ τὸν Θυέστην τὸ δρᾶμα. |
| 19.591 | A 〈ἐπὶ τῆς σκηνῆσ〉] ‘σκηνῆσ‘ . |
| 19.592 | .. ‘κοινοῖσ‘ καθ’ ὁμοιότητα λέξεως· δριμύτητος εἶδός ἐστιν. F 2 L οὗτος δ’ ἐκείνου μὲν προὐκυλινδεῖτο] ὡς ἀνδράποδον δραπετεῦσαν. |
| 19.593 | διὰ δὲ τῶν ἐναντίων μῖσος κατασκευάζει Αἰσχίνῃ. ἐπειδὴ δὲ ῥήτορες ἄμφω, ἐβουλήθη τὸ ἐξισάζον διαφορᾷ λῦσαι, δεικνὺς ὅτι οὐ τῆς ἴσης τιμῆς οὐδὲ τῆς ἀξίας ἀμφότεροι, εἴπερ ὁ μὲν ὑπὲρ τῆς πατρίδος, ὁ δὲ ὑπὲρ Φιλίππου πεπολίτευται. gT ἐπιεικῶς] μετρίως. |
| 19.594 | A 〈ὅτι δ’ οὐ μόνον κατὰ τὰ ἄλλα〉] ἐκβάσεις εἰπών, τί μὲν ἀποβήσεται αὐτοῖς ὀρθῶς δικάσασι καὶ τί μή, κατέκλεισεν ἐν τούτοις λοιπὸν τὴν ὑπόθεσιν. |
| 19.595 | F 4 YLS ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ Ἄνδρες δικασταί] πᾶσα δευτερολογία ἐπ’ ἔλαττον ἀσχολεῖται περὶ τὰς προοιμιακὰς ἐννοίας· ἐπιεικῶς γὰρ τὰ λυποῦντα θεραπεύεται παρὰ τῶν λαγχανόντων τοῦ λέγειν τὴν πρώτην χώραν. |
| 20.1 | τῶν δὲ δευτερολογιῶν ἐστὶ διαφορά· αἱ μὲν γὰρ αὐτῶν εἰσιν ἐπίλογοι μόνον, ὥσπερ οἱ κατὰ Ἀριστογείτονος, πρωταγωνιστοῦντος Λυκούργου καὶ μικρά, μᾶλλον δὲ οὐδὲν καταλιπόντος εἰς ἀπόδειξιν τῶν πραγμάτων τῷ ῥήτορι· αἱ δὲ ἐπ’ ἔλαττον μὲν ἔχουσι τὸν ἀγῶνα, ὥσπερ ὁ κατὰ Ἀνδροτίωνος διὰ τὸ μὴ πολὺ διαφέρειν κατὰ τὴν ἐν τοῖς λόγοις ὑπόληψιν Διοδώρου Εὐκτήμονα· ἡ δὲ νῦν ἐξεταζομένην δευτερολογία σχεδὸν τὰ ἀναγκαιότατα τοῦ ἀγῶνος συμπεριλαβοῦσα ἔχει, ὡς δείκνυται ἐκ τῆς ἐργασίας. διὰ ταύτην τὴν αἰτίαν βραχὺ καὶ τὸ προοίμιον ὃ καὶ ἐμφαντικὸν γέγονε τῶν ἀναγκαιοτάτων δύο κεφαλαίων, τοῦ τε συμφέροντος καὶ τοῦ δικαίου, ἃ δὴ καὶ κατωνόμασε· τὸ γὰρ δίκαιον διὰ τῆς συνηγορίας τῆς ὑπὲρ Χαβρίου παιδὸς δεδήλωκεν. ἐμνημόνευσε δὲ καὶ τοῦ νομίμου ἐν ταὐτῷ. διὰ μὲν οὖν τοῦ νόμου τὸ νόμιμον, διὰ δὲ τοῦ συμφέροντος τὸ λυσιτελοῦν τῇ πόλει, διὰ δὲ τοῦ Χαβρίου παιδὸς τὸ δίκαιον. gT εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου] ἀπολαυέτω, φησί, τοῦ κοινῇ συμφέροντος καὶ ὁ παῖς τοῦ εὐεργέτου. |
| 20.2 | ὀνίνησιν ἡ γραφὴ καὶ τὴν πόλιν ὅλην καὶ τοῦ στρατηγοῦ τὸν υἱόν. τὸν δὲ Χαβρίαν ὀνομάζει κρύπτων τοῦ παιδὸς τὴν προσηγορίαν, ἤτοι ὅτι νέος ἦν κομιδῇ καὶ οὐδὲν τέως πράξας οὐκ ἦν αἰδέσιμος τοῖς ἀκούουσι· καὶ εἰκότως αὐτὸν ἀπὸ τοῦ γεγεννηκότος κοσμεῖ, καθάπερ τινὰ κλῆρον φυλάττων τὸ γέρας αὐτῷ. πρέπον οὖν ἡγήσατο ἀπὸ τοῦ στρατηγήσαντος καὶ κεκοσμημένου ταῖς τιμαῖς παρὰ τῆς πόλεως καὶ ἐνδοξοτέρου τὴν συνηγορίαν ποιήσασθαι· διὰ γὰρ τὸν πατέρα καὶ ὁ παῖς λαβεῖν ἀγωνίζεται. ὅταν μὲν οὖν οἱ παῖδες ἐνδοξότεροι τῶν πατέρων ὦσιν, ἀπὸ τῶν παίδων πολλάκις ἐπὶ τοὺς πατέρας ἡ φιλοτιμία χωρεῖ· ὅταν δὲ οἱ πατέρες διδῶσι τοῖς παισὶ σεμνύνεσθαι, τότε ἀπὸ τῶν ἐνδόξων ἐπιχειρητέον. οὔπω γὰρ στρατηγὸς ὁ Κτήσιππος οὐδὲ λαμπρὸς ἐν κατορθώμασιν. εἰκότως οὖν ἀπ’ ἐκείνου μᾶλλον ἡ μνήμη· οὐ γὰρ ὅτι ἄσωτος ἦν ὁ παῖς, ὥς φασί τινες, ἔκρυψε τὴν προσηγορίαν. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ὅλως ἦγεν εἰς ὄψιν· νῦν δὲ καὶ νομοθετεῖ καὶ παρέστηκε. καὶ πάντως ὄψις ἀκοῆς ἐναργεστέρα. gT ὡμολόγησα τούτοις] τοῖς περὶ τῆς ἀτελείας κινδυνεύουσιν ἤ, ὥς τινες, Κτησίππῳ καὶ Ἀφεψίωνι ἀντεισφέρουσι τὸν ἀμείνω νόμον. |
| 20.3 | υἱὸς δὲ Βαθίππου ὁ Ἀφεψίων ἑλόμενος τὴν γραφὴν ὡς διάδοχος τοῦ πατρὸς εἶτα ἰδιώτης ὢν συνήγορον τὸν Φορμίωνα ἐκάλεσεν. gT ὡς ἂν οἷός τε ὦ] τὸ κατὰ δύναμιν εἰσφέρω, φησί· μὴ ζήτει τὸ πλέον. |
| 20.4 | gT 〈ἔστι δ’ οὐκ ἄδηλον, ὦ ἄνδρες Ἀθηναῖοι〉] πρώτη ἀντίθεσις τοῦ δικαίου. |
| 20 5a | F 4 YLS ἀντίθεσις τοῦ δικαίου ἢ ἀντιπρότασις. |
| 20 5b | T ἔστι . |
| 20 5c | .. Ἀθηναῖοι] τεχνικὸν θεώρημα παρέδωκεν ἡμῖν ὁ ῥήτωρ ἐν τῷ κατ’ Ἀνδροτίωνος, ἐν τῷ περὶ στεφάνου κἀνταῦθα. εὐθὺς γὰρ μετὰ τὰς προοιμιακὰς ἐννοίας ἄρχεται τῶν ἀντιθέσεων. διὰ μὲν δὴ ταύτην τὴν αἰτίαν ἐκ τῶν ἀντικειμένων ἄρχεται, δύο δὲ προκειμένων κεφαλαίων, τοῦ τε δικαίου καὶ τοῦ συμφέροντος, οὐκ ἐκ τοῦ συμφέροντος ἄρχεται, χωρεῖ δὲ μᾶλλον ἐπὶ τὸ δίκαιον, ὅτι λυπεῖ μᾶλλον αὐτὸν τὸ συμφέρον πλείστην ἰσχὺν παρέχον Λεπτίνῃ, συναγωνίζεται δὲ αὐτῷ τὸ δίκαιον. διὰ τοῦτο φυγὼν τὴν πρὸς ἐκεῖνο τὸ κεφάλαιον μάχην πλέκεται τὸ ὑπὲρ αὑτοῦ· καὶ οὐ διὰ τοῦτο μόνον τὸ θεώρημα, ἀλλὰ καὶ δι’ ἕτερον. ἐπειδὴ γὰρ ὁ νόμος αὐτὸς ὃν εἰσφέρει Δημοσθένης ὑπὲρ Κτησίππου καὶ Φορμίωνος τοῦτ’ ἐπαγγέλλεται τοῦ κρίσεις εἶναι κατὰ τῶν ἀναξίως δοκούντων εἰληφέναι δωρεάς, εὐθὺς ἐκ τῆς ἀντιθέσεως τὴν σύστασιν τοῦ νόμου προὔθηκεν, ἵνα μὴ φαίνηται αὐτὸς εἰσάγων τὸν νόμον, ἀλλὰ παρὰ Λεπτίνου φαίνηται τὸ περὶ αὐτὸν νομοθετεῖν ἀπαιτούμενος οὕτως. δοκῶν δὲ συντρέχειν δείκνυσιν ἄτοπον ὂν διὰ τοὺς ὀλίγους ἀναξίους ἀφαιρεῖσθαι τοὺς πλείονας. ὅταν γὰρ φιλονεικῇ δεῖν καὶ τοὺς ἀναξίους 〈μὴ〉 ἔχειν, τότε μάλιστα συνίστησι τοὺς δικαίως ἔχοντας δεῖν ἔχειν. δείκνυσι δὲ τὴν πόλιν μὴ περὶ τούτου τοῦ μέρους κινδυνεύουσαν μόνον, ἀλλὰ καὶ περὶ πάσης τῆς πολιτείας καὶ τῆς ἀξίας. σύνηθες γὰρ αὐτῷ ταράττειν τὸν ἀκροατήν, ἐν οἷς ἂν φοβῆται τὴν ὑπόθεσιν, καὶ μετάγειν ἐπὶ μείζονας καὶ παραδόξους φόβους, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ὑπὲρ Χερρονήσου, ὡς ἐν τῷ περὶ εἰρήνης ὑπὲρ πολέμου κοινοῦ τῶν Ἑλλήνων, ὡς ἐν τῷ κατὰ Τιμοκράτους ὅτι ὑπὲρ Ἀνδροτίωνος καὶ Γλαυκέτου καὶ Μελανώπου τίθεται καὶ οὐχ ὑπὲρ ὑμῶν ὁ νόμος, ἐκεῖ μὲν φαυλίζων τὴν προαίρεσιν, ἐνταῦθα δὲ ὑπὲρ τῶν κυριωτάτων φοβῶν. gT κἄν τις ἄλλος] ἴσως τοὺς συνηγόρους καὶ τοὺς συνδίκους λέγει. |
| 20.6 | gT εὑρομένους ἀτέλειαν] περιποιήσαντας ἑαυτοῖς καὶ λαβόντας ἀφ’ ὧν ἐποίησαν. |
| 20.7 | ἔθος δὲ ἦν παρὰ Ἀθηναίοις τοὺς εὐεργέτας τῆς πόλεως λαμβάνειν διαφόρους τιμάς, ἢ χαλκῆν εἰκόνα ἢ σίτησιν ἐν πρυτανείῳ ἢ ἀτέλειαν, ἀλλ’ οὐ πασῶν τῶν λειτουργιῶν· οὐδέποτε γὰρ ἐλάμβανον οὔτε τῶν τριηραρχιῶν οὔτε τῶν εἰσφορῶν τοῦ πολέμου ἀτέλειαν. gT 〈καὶ τούτῳ πλείστῳ〉] κατ’ ἐπίκρισιν. |
| 20.8 | F 2 YL ἐγὼ δ’ ὅτι μὲν τινῶν κατηγοροῦντα] τῆς τοῦ ῥητοῦ κατηγορίας ἀντιλαμβάνεται ὅτι διαβάλλων ὀλίγους βλάπτει τοὺς πάντας. |
| 20.9 | gT καὶ γὰρ εἴρηται τρόπον τινὰ] ὑπὸ Φορμίωνος πάντως. |
| 20.10 | καὶ ἵνα μὴ ὡς κατήγορος ὑποπτεύηται, προστίθησιν ὅτι ‘καὶ ὑμεῖς ἅπαντες, καὶ μὴ λέγοντος ἑτέρου, γνωρίζετε‘. gT τῶν αὐτῶν ἠξίωσεν καὶ τούτους] κατὰ συγχώρησιν συνδραμὼν συγκρούει τοῖς δικασταῖς τὸν Λεπτίνην, πόλεμον αὐτῷ πρὸς τοὺς καθημένους ἐγείρων. |
| 20.11 | σύνηθες γὰρ αὐτῷ ταράττειν τὸν ἀκροατήν. ἐκ τούτων γὰρ εὔνουν, διὰ δὲ τὸ δέος ποιεῖ καὶ προσεκτικώτερον, περὶ πάσης τῆς πολιτείας ἐμβάλλων φροντίδας. οὐκέτι γὰρ πρὸς τὸ κέρδος ἀφορᾷ, ἀλλὰ ζητεῖ πρῶτον ὅπως ἂν φύγῃ τὴν ἐπιβουλὴν τῆς ἐξουσίας ἀποστερούμενος. gT 〈ἐν μὲν γὰρ τῷ〉] ἀναστρέφουσα περίοδος. |
| 20 12a | F 2 L τετράκωλος περίοδος. |
| 20 12b | T οὕτω καὶ τὸν δῆμον ἀνάξιον ἡγεῖτο] οὐ γὰρ ἐπ’ ἀμφοῖν, φησί, δυνήσεται προβάλλεσθαι τὸ ἀνάξιον, καὶ ἐπὶ τῶν εὐεργετῶν καὶ τοῦ δήμου. |
| 20.13 | ‘ἀνάξιοί τινες, ὦ Λεπτίνη, τῶν εἰληφότων εἰσίν; ἔστω· δέχομαι τὴν ἀπολογίαν· στερισκέσθωσαν ὡς ἀνάξιοι. τί σοι καὶ κατὰ τοῦ δήμου τὴν τοιαύτην ὕβριν κεκίνηκεν; ἀφαιρῇ τῆς πατρίδος τὴν ἄδειαν, λύεις τὴν ἐξουσίαν τῆς πόλεως.‘ gT 〈ἀλλά, νὴ Δί’, ἐκεῖνο ἂν ἴσωσ〉] δευτέρα ἀντίθεσις· ἀνθυποφορά. |
| 20 14a | F 4 YLS ἀλλά . |
| 20 14b | .. ἴσως] πολλή τις ἔμφασις καὶ δεινότης καὶ πολὺ τὸ πικρόν. μετενήνεκται γὰρ ὁ Λεπτίνης ἐφ’ ἕτερον ἀπὸ τοῦ συμφέροντος. οὐκέτι γὰρ ἵνα λειτουργήσωσιν οἱ πλουσιώτατοι, τέθεικε τὸν νόμον, ἀλλ’ ἵνα μὴ ἐξαπατᾶται ὁ δῆμος. ἵνα ὁ δῆμος, φησίν, ἀποστὰς τῆς περὶ τῶν λειτουργιῶν ζητήσεως κατίδῃ τοῦ ἀνδρὸς τὴν δυσμένειαν, καὶ ὡς ὀλιγαρχίαν προοιμιάζεται τοσούτων ἀγαθῶν αὐτοὺς ἀποστερεῖν ἐπειγόμενος. πεπανούργηται δὲ σφόδρα τῆς ἐπιχειρήσεως ἡ εἴσοδος. ἵνα γὰρ μὴ τῆς τῶν ἀπατώντων δεινότητος εἴη τὸ ἔγκλημα, ἀλλὰ τῆς τῶν ἀπατωμένων εὐηθείας σημεῖον ὑπάρχῃ τὸ ὄνειδος, ἐπὶ τὸν δῆμον μετέστησε ‘διὰ τὸ ῥᾳδίως ἐξαπατᾶσθαι‘ φήσας. λύει δὲ τῷ ἐξ ἀκολουθίας ἀτόπῳ, τῷ κατ’ ἐρώτησιν ἐλέγχῳ τὴν πλῆξιν αὐξήσας. ‘τί οὖν κωλύει, φησί, πάντα ἀφῃρῆσθαι; οὐδὲν γάρ ἐστι τῶν πάντων, ἐν ᾧ τὸ ἀπατᾶσθαι πεφεύγαμεν.‘ ἰστέον δὲ ὅτι ἡ δευτέρα ἀντίθεσις ἀπὸ τῆς ἐργασίας ἀνέκυψε καὶ ἔστιν ἀνθυποφορά. διαφέρει δὲ ἀντίθεσις ἀνθυποφορᾶς τῷ τὴν μὲν ἐξ αὐτῶν ἀντικεῖσθαι τῶν πραγμάτων ἡμῖν, τὴν δὲ ἐκ τῆς ἐργασίας καὶ τῶν ἐπιχειρημάτων εὑρίσκεσθαι. ἡ μὲν οὖν προτέρα ἀντίθεσις αἰτιᾶται ὅτι ἀνάξιοί τινες εἰλήφασι, τούτους δὲ ὁ Δημοσθένους νόμος ἐκκρίνει· ἡ δὲ δευτέρα φησὶν ἐξαπατᾶσθαι τὸν δῆμον. διὰ τοῦτο δὲ ἐξ ἀντιθέσεως ἄρχεται, ἵνα τῷ μὲν δοκεῖν ἀντίθεσιν λύῃ, τῇ δ’ ἀληθείᾳ προκατασκευάσῃ τῷ ἑαυτοῦ νόμῳ τὴν εἴσοδον. ἃ γὰρ Λεπτίνης ἐν ταύταις μέμφεται, ἄντικρυς ὁ τοῦ Δημοσθένους λέλυκε νόμος· δοὺς γὰρ κρίσιν καὶ τοὺς ἀναξίους ἐκβαλὼν οὔτε τὸν δῆμον ἐξαπατᾶσθαι συγχωρεῖ καὶ τοὺς ἀναξίους ἐκβάλλει. οὐκ ἠδύνατο δὲ εὐθὺς ἀπὸ τῶν ἰδίων ἄρξασθαι κεφαλαίων μὴ προκατηγορήσας τοῦ Λεπτίνου νόμου. gT 〈τί οὖν κωλύει〉] λύσις κατὰ συνδρομὴν ἐξ ἀντιπαραστάσεως. |
| 20.15 | F 4 YLS ἆρ’ οὖν θησόμεθα νόμον διὰ ταῦτα] ‘καλόν γε. |
| 20 16a | οὐ γὰρ θησόμεθα νόμον ἐπὶ καθαιρέσει τῶν νόμων. κινδυνεύει γάρ τις περὶ τοῦ παντὸς ἀπατώμενος· κόλαζε τὸν ἀπατῶντα, μὴ τὸν φενακιζόμενον τιμωροῦ‘. ἔχει δὲ ταῦτα τὴν ἀναφορὰν ἴσως πρὸς τοὺς δύο νόμους, τόν τε Λεπτίνου καὶ τὸν παρεισφερόμενον. ὁ μὲν γὰρ τοῦ Λεπτίνου ἁπλῶς ἀφαιρεῖται, ὁ δὲ ἀντεισφερόμενος διδάσκει τἀληθές, δικαστήριον καθίζων καὶ ἀτιμάζων τοὺς ἀπάτῃ εἰληφότας. Ἀψίνης δὲ καὶ Ἀσπάσιος κατὰ τὴν εἰς ἄτοπον ἀπαγωγὴν φασὶ τὸ ἐγχείρημα. ἡμεῖς δὲ λέγομεν ὅτι ἡ εἰς ἄτοπον ἀπαγωγὴ γίνεται, ὅταν ἐξ ἀνάγκης ἀκολουθῇ τὰ ἄτοπα τοῖς προηγουμένοις· ὅταν δὲ ἡ φύσις τῶν πραγμάτων μὴ τοιοῦτον δεικνύῃ τὸ γινόμενον, τηνικαῦτα οὐ ῥητέον τὴν εἰς ἄτοπον ἀπαγωγήν. ἐνταῦθα οὖν τὸ ἀκόλουθον ἔλαβεν ἀπὸ τοῦ ὁμοίου κατ’ ἐρώτησιν, οὐ μὴν ἀποδεικνύμενον διὰ τῶν ἑπομένων. gT ἐνταῦθα ἔλαβε τὸ ἀκόλουθον ἀπὸ τοῦ ὁμοίου κατ’ ἐρώτησιν, ἔπειτα ἀνέτρεψεν, ὡς ἔχειν μέν τι καὶ ἄτοπον τὴν ἐρώτησιν, οὐ μὴν ἀποδεικνύμενον διὰ τῶν ἐχομένων. |
| 20 16b | F 4 YLS οὐ γάρ ἐσμεν ἀφαιρεθῆναι δίκαιοι] ἐσχημάτισε πρὸς ἀμφοτέρους τοὺς νόμους τὴν ἔννοιαν, πρὸς μὲν τὸν τοῦ Λεπτίνου νόμον ‘τί ἀφαιρεῖται;‘ πρὸς δὲ τὸν οἰκεῖον ‘τί διδάσκει, πῶς ἂν ὁ δῆμος ἔτι μὴ ἀπατῷτο;‘. |
| 20.17 | δείκνυσι γὰρ κρίνεσθαι 〈δεῖν〉 τοὺς εἰληφότας. gT καὶ θέσθαι νόμον] ὅρα πῶς ἐν τῷ δοκεῖν λύειν καὶ τίθησι συμπλέκων ὁμοῦ τὰ κεφάλαια, καὶ τὸ δίκαιον καὶ τὸ συμφέρον. |
| 20.18 | ἔχεις γὰρ ἐν τούτοις ἀμφοτέρων τῶν νόμων εἰκόνας, τοῦ μὲν Λεπτίνου νόμου διὰ τῆς ἀφαιρέσεως, τοῦ δὲ Δημοσθένους διὰ τῆς τῶν ἀπατώντων τιμωρίας· ὁ μὲν γὰρ ἀφαιρεῖται τελέως ἅπαντας, ὁ δὲ τοὺς παρ’ ἀξίαν λαβόντας ἐξελεγχθέντας τιμωρεῖσθαι προστάττει. gT πότερόν ποτε λυσιτελέστερον] κατὰ παράθεσιν ἄλλος λογισμὸς ἐκ τοῦ καθ’ ἑκάτερον ἀποβαίνοντος, ἵνα δειχθῇ βέλτιον οὗ εἶπε Λεπτίνης ὡς φαῦλον, λέγω δὴ τὸ διδόναι τινὶ καὶ ἀναξίῳ τὸν δῆμον ἠπατημένον, καὶ ὅτι ἧττον αἰσχρὸν εἰς εὐήθειαν σκώπτεσθαι ἢ πονηρίαν. |
| 20.19 | gT ὅσῳ δὴ κρεῖττον εὐήθη δοκεῖν] τέσσαρα τοῦ ἐνθυμήματος τὰ σχήματα· ἀποδεικτικὸν ἐλεγκτικὸν συλλογιστικὸν μικτόν. |
| 20.20 | ἀποδεικτικόν ἐστι τὸ ἐξ ἀκολούθων κώλων τὴν ἐπαγωγὴν ἔχον, ὡς ὁ Δημοσθένης ὧδε ‘ὅσῳ δὲ κρεῖττον‘. ἐλεγκτικὸν δέ ἐστι τὸ ἐξ ἐναντίων κώλων συνιστάμενον, ὡς ἐν τῷ παραπρεσβείας (18, 119) ‘τὸ λαβεῖν οὖν τὰ διδόμενα ἔννομον εἶναι ὁμολογῶν‘. συλλογιστικὸν δέ ἐστι τὸ ἄλλο ἐξ ἄλλων ἀποδεικνῦον, ὥσπερ (9, 17) ‘ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην‘· μικτὸν δέ (23, 99) ‘ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδε οὐκ ἂν ἔγραψασ‘ καὶ τὰ ἑξῆς. ἀρετὴ δὲ ἐνθυμήματός ἐστι βραχύτης κώλων καὶ εὐρυθμία κατὰ τὴν σύνθεσιν τῶν ὀνομάτων. RT οὐ τοίνυν ἔμοιγε οὐδ’ ἐκεῖνο εὔλογον] ἐπὶ τὴν ἐξ ἀρχῆς ἀντίθεσιν πάλιν ἐπανήγαγε τὸν λόγον. |
| 20 21a | πῶς γὰρ ἀκόλουθον, φησί, τὴν αὐτὴν τοῖς τε κακοῖς μέμψιν καὶ κατὰ τῶν ἀμέμπτων καὶ ὄντως εὐεργετῶν προχωρεῖν; ἀποστερεῖ γὰρ καὶ τούτους κἀκείνους ὁμοίως. ἐξ οὗ πάντες ἔσονται πονηροὶ μηδεμίαν τιμὴν τῆς ἀρετῆς ἐχούσης. τὸν γὰρ ἐκ χάριτος μὴ δοκοῦντα εἶναι χρηστὸν οὐκ ἔνι δήπουθεν ἀτιμασθέντα γενέσθαι σπουδαῖον. ἐκαινοτόμησε δὲ τὴν μέθοδον· ἄνωθεν μὲν γὰρ ἐξήτασε τοὺς ἀναξίους καὶ τοὺς ἀξίους, ἐνταῦθα δὲ κατὰ μόνων τῶν ἀναξίων πληροῖ τὴν ἔννοιαν, ἀφελὼν μὲν τὴν τῶν ἀξίων ἐξέτασιν, τοὺς φαύλους δὲ αὐτοὺς καθ’ ἑαυτοὺς ἐξετάζων· καὶ γέγονεν ἡ ἔννοια συμπέρασμα τῶν ἀντιθέσεων ἀμφοτέρων. gT συγκρούσας ἱκανῶς διὰ τῶν προειρημένων καὶ τὴν ἀντίθεσιν Λεπτίνου καὶ τὴν γένεσιν τῆς ἀνθυποφορᾶς χρησίμως εὑρὼν καὶ προοικονομήσας διὰ τούτων τὴν οἰκείαν νομοθεσίαν, ἐπανήγαγεν ἐντεῦθεν ἐπὶ τὴν ἐξ ἀρχῆς ἀντίθεσιν. |
| 20 21b | καινοτομεῖ δὲ τὴν μέθοδον κατὰ μόνων τῶν ἀναξίων πληρῶν τὴν ἔννοιαν. καὶ ἔστι συμπέρασμα τῶν ἀντιθέσεων ἀμφοτέρων. F 4 YLS ἔτι τοίνυν κἀκεῖν’ ἐνθυμεῖσθαι] πληρώσας τὸ δίκαιον ἐντεῦθεν ἐννοίας ἄρχεται τοῦ συμφέροντος· σύνηθες γὰρ αὐτῷ προλύειν τὰς ἀντιθέσεις καὶ πρὸ τῶν θέσεων. |
| 20 22a | F 4 YLS ἔτι . |
| 20 22b | .. ἐνθυμεῖσθαι] πληρώσας τὸ δίκαιον ἄρχεται τῆς ἐννοίας τοῦ συμφέροντος. ἐπεὶ δὲ οὔτε στρατηγοῦ οὔτε τεχνίτου πρὸς τὰ ἰσχυρὰ τῶν ἀντιτεταγμένων χωρεῖν, ἀλλὰ μεθοδεύειν ὡς ἔνι μάλιστα καὶ ταῖς μεταχειρίσεσι περιγίνεσθαι, κλέπτει ἐντεῦθεν ἤδη τὴν εἴσοδον, ἵνα λάθῃ τὸν ἀκροατὴν ἐπ’ αὐτὰ τὰ πράγματα ἀσθενῆ προγεγενημένα ἄγων, ἵνα, ὅταν ἡ ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος τεθῇ, ὁ ἀκροατὴς καταγνῷ τῆς ἀντιθέσεως ἐκ τῶν προειρημένων ἠγμένος. τοῦ γὰρ Λεπτίνου πειρωμένου λέγειν ὡς ‘αἱ λειτουργίαι νῦν μὲν εἰς πένητας ἀνθρώπους περιήκουσι, τότε δὲ λειτουργήσουσιν οἱ πλουσιώτατοι‘, προλύων καὶ προοικονομῶν δείκνυσιν, ὅτι οὔτε πολλοὺς περιποιήσει καὶ ὅτι ὁ νόμος ἔδωκεν αὐτοῖς τὴν ἀτέλειαν, ὥστε μηδὲν ἔχειν τοὺς ἀκούοντας εὑρίσκειν ἐκ τῆς ἀντιθέσεως ὄφελος. gT ὥστε τὸν ἥμισυν ἔστ’ ἀτελὴς τοῦ χρόνου] σμικρύνει τὸ γέρας καὶ εἰς εὐτέλειαν κατάγει τὴν σεμνὴν ὀνομαζομένην ἀτέλειαν, μέρος μὲν αὐτῆς καὶ τοῖς οὐκ οὖσιν εὐεργέταις διδούς, μικρὸν δ’ ἔτι λοιπὸν προστεθῆναι φάσκων τοῖς εὖ ποιήσασιν. |
| 20.23 | gT εἶθ’ ἧς πᾶσι μέτεστιν τὸ ἥμισυ] εἰς αἰδῶ τῶν εἰληφότων τοὺς ἀκούοντας ἐκκαλεῖται, ἵνα τὴν ἀτοπίαν τῆς ἀφαιρέσεως δείξῃ. |
| 20.24 | ἠθικῶς δὲ πρὸς τὸν Λεπτίνην διαλέγεται. πολύτροπος γὰρ ὁ ἀνὴρ καὶ πρὸς τὴν τῶν πραγμάτων φύσιν συμμεταβάλλεται. ὅταν μὲν γὰρ δέῃ συγκροῦσαι τῷ δήμῳ, τότε πικρῶς διαλέγεται, ὅταν δὲ πρὸς αὐτόν, τότε δῆθεν ὑφειμένως. καὶ πρὸς τοὺς ἀκροατὰς δὲ παραπλησίως, ἐπειδὴ εἰς αὐτοὺς ἥκει τὸ κεφάλαιον τῆς κρίσεως· καὶ βιάσασθαι μὲν οὐ δύναται, ἐκκαλέσασθαι δὲ εἰς αἰδῶ τῶν εἰληφότων βούλεται. οὕτω καὶ τὸ συμβουλευτικὸν ἐμπλέκεται πανταχοῦ καὶ μάλιστα ἐν τοῖς ἐγκωμίοις ἐν οἷς τὰ συμπεράσματα ἠθικά. gT οὔτε γὰρ ἄλλως καλὸν] οὔτε τῇ φύσει καλόν, φησίν, οὔτε τῷ ἤθει τῆς Ἀττικῆς ἁρμόττον. |
| 20.25 | εἰ γὰρ μέλλομεν ὠφελεῖσθαι, ἀλλὰ τό γε ψεύδεσθαι ἀλυσιτελὲς εἰς δόξαν. gT πῶς γὰρ οὐκ αἰσχρὸν] ἐπιχείρημα ἀπὸ τοῦ ἐλάττονος, οὐκ ἀπήλλακται δὲ τοῦ ἤθους. |
| 20 26a | F 4 YLS πῶς . |
| 20 26b | .. αἰσχρὸν] ἐπιχείρημα ἀπὸ τοῦ ἐλάττονος δι’ οὗ αὔξει τὸ ὄνειδος. ‘πολιτείαν γὰρ ἀψευδῆ μέχρι καὶ τῶν ὠνίων διώκοντες, πῶς δολερῶς κατασκευάζετε τὰς τιμάς, ἐπὶ μὲν τῶν οὐκ ἐχόντων τι βλαβερὸν τὸ δεινὸν φυλαττόμενοι, ἐπὶ δὲ τοῦ ζημίας μεστοῦ τὴν πρᾶξιν τολμῶντες;‘ gT 〈οὐ γάρ, εἰ μὴ χρήματα〉] ἀπὸ τοῦ μείζονος ἐξ ἐνθυμήματος. |
| 20 27a | F 4 YLS οὐ . |
| 20 27b | .. χρήματα] τοῦτο ἀπὸ τοῦ μείζονός ἐστι. φιλεῖ γὰρ ἀκολουθεῖν ἀλλήλοις ἄμφω τὰ ἐπιχειρήματα, τῷ μὲν ἀπὸ τοῦ ἐλάττονος τὸ ἀπὸ τοῦ μείζονος, κἀκείνῳ δὲ τοῦτο ὁμοίως. μὴ ἔχων δὲ ἀντιθεῖναι τῷ συμφέροντι ἕτερον συμφέρον ἐκ χρημάτων καὶ κέρδους, τὴν εὔκλειαν καὶ τὴν εὐδοξίαν τῷ τῶν χρημάτων κέρδει πειρᾶται ἀντιτιθέναι. δείξει δὲ μετὰ μικρὸν ὅτι οὐδὲ κέρδος προσγίνεται. gT 〈ὅτι τοίνυν οὐδ’ ἐστὶν ὅλωσ〉] ἄλλος τόπος εἰς τὸ αὐτὸ ἐπιχείρημα ἀπὸ τοῦ μείζονος ἐκ παραδείγματος. |
| 20 28a | F 4 AYLS ὅτι . |
| 20 28b | .. ὅλως] ἄλλος τόπος εἰς τὸ αὐτὸ ἐπιχείρημα [ὁ] ἀπὸ τοῦ μείζονος. ὅταν γὰρ πλειόνων εὐπορῇ τόπων, οὐ φείδεται. ἔστι δ’ ὁ μὲν πρότερος τόπος ἐξ ἐνθυμήματος, ὁ δὲ ἐντεῦθεν ἐκ παραδείγματος. gT λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι] ἔστι μὲν τὸ παράδειγμα ἱστορικὸν πρὸς πίστιν τῶν προκειμένων εἰλημμένον· ὅσην δὲ ἔχει καὶ δεινότητα καὶ χάριν ἄξιον συνιδεῖν. |
| 20 29a | F 4 YLS πρόσωπον δὲ ἔλαβε τῶν τριάκοντα τῶν λελυπηκότων, ἵνα φαίνηται ἡ πόλις πολλάκις καὶ ὑπὲρ αὐτῶν τῶν πολεμίων αἱρουμένη προΐεσθαι. |
| 20 29b | καὶ τὸ δριμὺ τοῦ ἐπιχειρήματος, ὅτι ἐδανείσαντο καὶ κατὰ τῆς πόλεως καὶ παρά τινων πολεμίων ἑτέρων ἐπὶ τοὺς ἐν Πειραιεῖ, τοῦτο δέ 〈ἐστι〉 κατὰ τῶν δημοτικῶν τῶν κατειληφότων τὸν Πειραιᾶ. καὶ προσέθηκε καὶ τὸν καιρὸν καὶ τὸν τόπον, ἵνα καὶ τὴν χρείαν δηλώσῃ, ὅτε ὑπὲρ τῆς ἐλευθερίας ὁ δῆμος ἐκ Πειραιῶς ἠγωνίζετο. οὕτω πανταχόθεν ἡ αὔξησις, ἐκ τῶν τόπων, ἐκ τοῦ προσώπου, ἐκ τῶν πράξεων. gT ἐπειδὴ δὲ ἡ πόλις εἰς ἓν ἦλθε] μιᾶς ἐγένετο γνώμης· διπλῆ γὰρ ἦν στασιάζουσα. |
| 20.30 | ἔκρυψε δὲ τὰ δεινὰ τῶν γεγενημένων μὴ βουληθεὶς ἐμπομπεῦσαι ταῖς τῆς πόλεως συμφοραῖς (οὐδὲ γὰρ τοῦτο πρόκειται), ἀλλ’ ἐπίδειξιν ποιήσασθαι βούλεται τοῦ τῆς πόλεως ἤθους καὶ ὅπως ἐν ἁπάσαις ἐστὶν ἀεὶ κρεῖττον χρημάτων. τὴν δὲ αἰτίαν εἴρηκε τοῦ μὴ ἐκ δέους παρεσχηκέναι τὸν δῆμον, ἀλλ’ ὅμως ἀδικηθεὶς καὶ τὴν ζημίαν αἱρεῖται. οὐ γὰρ ἀνάγκῃ καὶ φόβῳ φαίνεται ὁ δῆμος διδούς, ἀλλὰ προαιρέσει νικώμενος. εἰ γὰρ καθεστηκότων τῶν πραγμάτων ἀπῄτουν τὰ χρήματα, τίς ἦν ἀνάγκη τὸν δῆμον διδόναι μὴ ὀρρωδοῦντα; οὕτως οὐ χρημάτων πώποτε πλεονεκτεῖν, ἀλλὰ δόξης βούλεται. gT καὶ τὰ πράγματα ἐκεῖνα κατέστη] τὰ τραγικὰ καὶ φρικώδη καὶ τυραννικὰ ὧν εὐλαβοῦμαι τὴν μνήμην καὶ τὸν ζῆλον ἀπεύχομαι. |
| 20.31 | gT πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι] ἁπλοῦν τὸν λόγον πεποίηκεν, ἵνα μὴ φαίνηται παρὰ Λακεδαιμονίων τις φόβος. |
| 20.32 | ἐν ἤθει δὲ τὸ τοῦ λόγου ‘πέμψαντες ἀπῄτουν‘, ὥσπερ ἰδιωτῶν πρὸς ἰδιώτας ὄντος τοῦ συναλλάγματος. gT λόγων δὲ γινομένων] οὕτως ἡ πόλις ἦγεν ἄδειαν καὶ πόρρω τῶν φόβων ἦν. |
| 20.33 | καὶ ἡ παρὰ τῶν δανεισαμένων δὲ αἰτία παντάπασιν ἀναιρεῖ τοῦ φόβου τὴν ὑπόνοιαν. gT τοὺς ἐξ ἄστεος] τοὺς τυραννικούς· αὐτοὶ γὰρ εἶχον τὸ ἄστυ. |
| 20.34 | εἶτα ζημίας χρημάτων ἀνεχόμενοι ὑπὲρ τοῦ μὴ ψεύσασθαι, νῦν ἄνευ δαπάνης ψευσόμεθα; κἀκεῖ μὲν τοὺς ἀδικοῦντας προσέθηκεν, ἐνταῦθα δὲ τοὺς εὐεργέτας ὠνόμασε. gT τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι] οὕτως ὑπὲρ αὐτῶν ἐφοβοῦντο μᾶλλον καὶ ὁ δῆμος οὕτως αὐτοῖς φοβερός. |
| 20.35 | οὐ γὰρ προσδοκῶντες παρὰ Λακεδαιμονίων τὴν συμμαχίαν ἠξίουν τὸν δῆμον πίστιν δοῦναι τῆς εἰς αὐτοὺς εὐνοίας τὴν καταβολὴν τοῦ δανείσματος. gT φασὶ τὸν δῆμον ἑλέσθαι] οὕτως ἐκ προαιρέσεως καὶ οὐ διὰ φόβον εἵλετο κοινωνεῖν τοῦ δανείσματος. |
| 20.36 | διὰ δὲ τοῦ συνεισενεγκεῖν καὶ ἑλέσθαι τὴν ὑπερβάλλουσαν τοῦ δήμου προαίρεσιν ἐνέδειξε διὰ τῶν ὀνομάτων. οὐκ ἀνάγκης, φησίν, ἐπειγούσης οὐδεμιᾶς ὁ δῆμος εἰσήνεγκεν οἴκοθεν, οὐκ ἐξ ἀκροπόλεως ἐκ περιουσίας λαβών. gT ὥστε μὴ λῦσαι τῶν ὡμολογημένων μηδέν] ἵνα φαίνηται καὶ πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἑλκομένη χρησίμως ἡ ἔννοια· περὶ γὰρ τοῦ μὴ δεῖν λύειν τὰς δεδομένας δωρεὰς ὁ ἀγών. |
| 20.37 | gT τὸ μὲν τοίνυν τῆς πόλεως ἦθος] τὸ ἐπιχείρημα ἀπὸ τοῦ ἐναντίου. |
| 20 38a | δείκνυσι δὲ ὅτι οὐ λυσιτελεῖ ὁ νόμος 〈ὁ〉 τὸ φυλακτήριον τῆς πόλεως διαφθείρων· καὶ διορίζεται ὅτι ἐν μὲν ταῖς δυναστείαις κολακείας ἆθλόν ἐστιν ἡ τιμή, ἐν δὲ ταῖς δημοκρατίαις καθαρεύει τοῦ αἰσχροῦ. κἀκεῖ μὲν ὁ φόβος μείζων τῆς χάριτος, παρ’ ὑμῖν δὲ ἡ δωρεὰ παντὸς δέους ἀπήλλακται. gT ἐκ τοῦ ἐναντίου. |
| 20 38b | S τὸ δὲ τοῦ θέντος τὸν νόμον] ὑφιεμένῳ ἔοικεν, οὐ μὴν ἀπήλλακται τοῦ πικρὸς εἶναι· οὔτε γὰρ τὸν ἔπαινον καθαρὸν ἀποδίδωσιν οὔτε ψέξαι τετόλμηκεν. |
| 20.39 | οὕτω τὸ ἦθος τῷ πραγματικῷ συμπέπλεκται. gT 〈νομίζω τοίνυν ὑμᾶς, ὦ ἄνδρες δικασταί〉] ἐπιχείρημα ἀπὸ τοῦ ἴσου. |
| 20 40a | ὅρα δὲ πῶς ἐφ’ ἑκάστῳ προοιμιάζεται. F 4 YLS εἰ γὰρ καὶ διὰ μικρῶν τῶν ἐννοιῶν, ἀλλ’ οὖν γε ὅμως προοιμιάζεται. |
| 20 40b | ἡ δὲ ἰσότης ὅτι ‘διδοῦμεν δωρεάσ‘. καὶ αἱ λοιπαὶ δὲ πολιτεῖαι διδόασι καὶ τάχα διαφερούσας διδόασι τῇ τῶν χρημάτων περιουσίᾳ. ᾧ δὲ πλεονεκτεῖν δοκοῦμεν ἡμεῖς, τῇ πίστει λέγω, τοῦθ’ ὁ νόμος ἀφαιρεῖσθαι βιάζεται. ὁρᾷς ὅτι διὰ πάντων τούτων τῶν ἐπιχειρημάτων, κἂν δοκῇ τὸ δίκαιον ἐργάζεσθαι, πρὸς τὴν ἀντίθεσιν ἀγωνίζεται ὅτι ‘οὐ δεῖ τὰ δεδομένα ἀφαιρεῖσθαι, ἵνα, κἂν φαίνηται τὸ συμφέρον ἐπαγγελλόμενος ὁ Λεπτίνης, ἀλλ’ οὖν γε ὁ δῆμος διὰ τὸ εὔλογον ἀφίησι‘. gT τάχα τοίνυν ἴσως] προανῄρηκεν ἐν ταῖς προκατασκευαῖς τῆς ἀντιθέσεως τὴν ἰσχύν· ἐξέλυσε δὲ πλέον τῷ δισταγμῷ αὐτήν, πρὸς δὲ καὶ κατακερματίσας εἰς μέρη πολλά. |
| 20 41a | μέγα γὰρ εἰς καθαίρεσιν τὸ καταμερίσαι, εἴ γε καὶ ἀθροισμὸς ἐγείρει τὴν αὔξησιν. εἶτα κακουργεῖ τοῖς ὀνόμασιν, ἵνα δείξῃ τὸν Λεπτίνην ψευδόμενον. διαβολὴν γὰρ πρὸ τῆς ἀντιθέσεως κεκίνηκεν, ἵν’ ὁ ἰσχυρότατος Λεπτίνου λόγος ὕποπτος γένηται καὶ ἡ εὕρεσις· ὁ γὰρ ἕτερα μὲν γράφων, ἕτερα δὲ φθεγγόμενος ἀνίσχυρος. τοῦ γὰρ Λεπτίνου λέγοντος ἐν τῷ νόμῳ διαρρήδην, ὅπως ἂν οἱ πλουσιώτατοι λειτουργῶσι, καὶ διὰ τοῦτο σημαίνοντος ὅτι πλούσιοι μὲν λειτουργοῦσιν ἴσως, οὐ μὴν οἱ πλουσιώτατοι διὰ τὸ τὰς ἀτελείας ἔχειν, τοῦθ’ ὁ ῥήτωρ μεταβαλὼν οὐ κατὰ τὸ ὑποκείμενον λέγει, ‘πένητασ‘ ἀντὶ μέσως πλουσίων λαβὼν ἵνα φαίνηται τὴν ἰσχὺν ἐξελέγχων τοῦ νόμου, λέγω διὰ τῆς τῶν πενήτων προσηγορίας. ἐναντία γὰρ πρὸς τὸ συμφέρον εὑρίσκει, ἵν’ ἐκ ταύτης τῆς ἐννοίας καὶ τῆς προσηγορίας ὁ ἀκροατὴς ψευδόμενον Λεπτίνην λάβῃ νῦν μὲν εἰς πένητας ἀνθρώπους τὰ τῶν λειτουργιῶν ἔρχεσθαι λέγοντα, νῦν δὲ λέγοντα πάλιν ὑπερθετικῶς, ὅπως ἂν οἱ πλουσιώτατοι. ἀντίκεινται γὰρ οὐκ ἀκολούθως αὑτοῖς ὅ τε πένης καὶ ὁ πλουσιώτατος, ἀλλ’ ὁ μὲν πένης πρὸς τὸν πλούσιον, ὁ δὲ πλούσιος πρὸς τὸν πλουσιώτατον. ἔστι τοίνυν ἡ ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος κεφαλαίου, καὶ ταύτῃ μάλιστα Λεπτίνης ἰσχύει, καὶ ἡ ταράττουσα μάλιστα τὸν Δημοσθένην τῶν ἀντιλογιῶν ἡ παροῦσά ἐστι. καὶ διὰ τοῦτο καὶ μεθόδοις πολλαῖς ἐχρήσατο, νῦν μὲν προλύων, νῦν δὲ προδιαβάλλων, νῦν δὲ τεχνικῶς τιθεὶς τὰ ὀνόματα. εἰ γὰρ ταύτην λύσειεν, ἰσχυρὰ τὰ λοιπὰ τοῦ λόγου. εἰς γὰρ τοῦτον τὸν λόγον καὶ ταύτην τὴν ὑπόσχεσιν ὁ ἀκροατὴς ἀπιδὼν ἐδέξατο τὸν νόμον, ἀλλ’ οὐχ, ὡς ᾠήθησάν τινες, ἐκείνην τὴν ἀντίθεσιν συνέχειν τὸν λόγον, ἣν πολλαχοῦ τίθησιν, ὅτι ἀνάξιοι πολλοὶ τῶν εἰληφότων τυγχάνουσιν. ἐκείνην μὲν γὰρ εἰσάγει τοῦ οἰκείου χρησίμου ἕνεκα, προοικονομῶν τὸν οἰκεῖον νόμον, ταύτην δὲ μόνην χαλεπὴν καὶ ἀνταγωνιζομένην ἔχει. διόπερ οὐκ ἐθάρρησεν αὐτὴν πρωταγωνιστοῦσαν θεῖναι. gT ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος κεφαλαίου, καὶ ταύτῃ μάλιστα Λεπτίνης ἰσχύει. |
| 20 41b | F 4 YLS ( → 42b F) 〈ὡς αἱ λειτουργίαι〉] λύει τῷ κατὰ συνδρομὴν θεωρήματι, ὅ ἐστι τῇ ἀντιπαραστάσει. |
| 20 42a | YLS ἡ δὲ λύσις αὐτῆς κατὰ συνδρομήν, ὅ ἐστι κατ’ ἀντιπαράστασιν. |
| 20 42b | F 4 ἔστι δὲ τοῦτο οὑτωσὶ μὲν ἀκοῦσαι] οὐκ ἠδυνήθη τὸ ἰσχυρὸν εὐθὺς ἀφελέσθαι. |
| 20.43 | συγκατατίθεται γοῦν καὶ αὐτὸς τοῖς λεγομένοις ὡς οὐκ ἔχων ῥᾳδίως ἀντιλέγειν ὅτι ‘μεταστήσονται εἰς τοὺς πλουσιωτάτους αἱ λειτουργίαι‘. οὕτω πιθανὸν ἐδόκει τι καὶ συμφέρον προτείνειν Λεπτίνης. διὸ καὶ μεθόδου δεῖται ἰσχυρᾶς πρὸς τὴν λύσιν. τίς οὖν ἡ μέθοδος; μερίζει τὰς λειτουργίας κατὰ πρόσωπον δίχα, τούς τε μετοίκους ἰδίᾳ καὶ τοὺς πολίτας τιθείς. μέγα γὰρ εἰς καθαίρεσιν ὁ τοῦ πλήθους μερισμός, ὥσπερ αὔξησιν ὁ ἀθροισμὸς περιέχει· ὥσπερ πάλιν ἐν ταῖς παραβολαῖς χρήσιμον ἡμῖν τὸ θεώρημα. καὶ γὰρ κἀκεῖ μερίζοντες τῶν πραγμάτων τὴν φύσιν μεγαλοποιεῖν δυνάμεθα, κἀνταῦθα δὲ μεριζόμενα τὰ τῶν λειτουργιῶν καθαίρεσιν φέρει. καὶ οὐδὲν κωλύει τὸ αὐτὸ θεώρημα καθαιρεῖν καὶ αὔξειν κατὰ διάφορον λόγον· καὶ γὰρ ἡ πηλικότης οἶδεν αὔξειν τε καὶ μειοῦν. λύει δὲ τῷ κατὰ συνδρομὴν θεωρήματι, ὅπερ καλοῦσιν ἀντιπαράστασιν. συγκατατιθέμενος γὰρ τοῖς λεγομένοις ὑπὸ Λεπτίνου βούλεται δῆθεν διὰ τοῦ μερισμοῦ τὴν ἀκρίβειαν τοῦ λόγου μαθεῖν, καὶ εἰ μὴ φαινόμενός ἐστιν, ἀλλ’ ἀληθὴς ὁ λόγος. gT εἰσὶ γὰρ δήπου παρ’ ὑμῖν αἵ τε τῶν μετοίκων λειτουργίαι] Ἀλέξανδρος μὲν ἐξηγούμενός φησιν ὅτι ‘ἔδει πανηγυριζούσης τῆς πόλεως μήτε τοὺς ξένους μήτε τοὺς μετοίκους πορρωτάτω τῶν ἀπολαύσεων καθεστάναι‘. |
| 20.44 | ἐχορήγουν τοίνυν καὶ αὐτοὶ δηλονότι καὶ εἱστίων ἀλλήλους, ἵνα μηδεὶς ἄμοιρος ᾖ [τῆς] κατὰ τὴν πόλιν 〈τῆσ〉 μετουσίας τῶν ἑορτῶν. δόξειε δ’ ἂν μᾶλλον ὁ Δημοσθένης, διὰ τῆς ἐπαγομένης ἐννοίας πρὸς τὴν ἀντίθεσιν ἀπαντῶν, ἰσχυροτέραν αὐτὴν ποιεῖν. τί γὰρ ἕτερον εἶπε Λεπτίνης ἢ ὅτι πολλοὶ τῶν μετοίκων καὶ τῶν πολιτῶν ἔξω λειτουργιῶν καθεστᾶσι τὴν ἀτέλειαν ἔχοντες; οὐ μὴν οὕτως ἔχει, ἀλλ’ εἰς τὸν μερισμὸν μεταβιβάζει τὸν ἀκροατήν, ἵνα καθ’ ἑκάτερον μέρος ἡ ἀπόδειξις εὐμαθεστέρα γένηται· εἶτα καὶ διὰ τῶν ξένων καὶ τῶν μετοίκων τὴν ἐκ περιουσίας λειτουργίαν δείκνυσι. ζητεῖ γὰρ ἡ πόλις οὐκ εἴ τις μέτοικος χορηγήσει, ἀλλ’ εἴ τις πολίτης τῇ πόλει. gT ὧν ἑκατέρων ἐστὶ τοῖς εὑρημένοις] ὡς ἀντικαταλλαξαμένης τῆς πόλεως πρὸς τοὺς εὐεργέτας τὴν χάριν. |
| 20.45 | εὑρέσθαι γάρ ἐστι τὸ λαβεῖν ἀνθ’ ὧν τις ἔδωκε. gT τῶν γὰρ εἰς τὸν πόλεμον] δύο διὰ τῆς ἐννοίας ταύτης ἀνύει, ἓν μὲν ὅτι ‘οὐδεὶς ἀτελὴς τῶν εἰς τὸν πόλεμον, ὥστε χρησίμους φαίνεσθαι ταύτῃ τοὺς εἰληφότας τὴν ἀτέλειαν‘, περὶ ὧν ὁ πολὺς Λεπτίνου λόγος, ἕτερον δὲ ἵνα μή τις οἴηται τὰς λειτουργίας τὰς αὐτὰς εἶναι ταῖς εἰσφοραῖς καὶ τριηραρχίαις. |
| 20.46 | τὸ δὲ ‘ἣν οὗτος ἀφαιρεῖται‘ τεθὲν τοῦ βιαίου καὶ τῆς ἀδικίας πλείστην ἔμφασιν ἔχει. ἀφαιρεῖται γάρ τις ἐκείνων ὧν μή ἐστι κύριος, οὐ κατὰ νόμον λαμβάνων, ἀλλὰ πολεμίων τρόπῳ χρώμενος. gT οὐδ’ οὓς οὗτος ἔγραψε] πρὸς σύστασιν τοῦ οἰκείου νόμου τοῦτό φησιν. |
| 20.47 | εἰ γὰρ αὐτὸς ὁ Λεπτίνης τούτους ἀνῆκε τῷ νόμῳ, εὔδηλον ὡς οὐχὶ λειτουργίαι τῶν πολεμίων γίνονται. gT οἱ μὲν τοίνυν πλουσιώτατοι λειτουργοῦντες ἀεὶ] μερίσας τὰς λειτουργίας εἴς τε πολίτας καὶ τοὺς μετοίκους καὶ ταύτην κατ’ ἐρώτησιν ἐργασάμενος, ζητεῖ καθ’ ἑκάτερον μέρος πόσους εἰσποιεῖ Λεπτίνης καὶ πόσους τῶν πενήτων ἀφίησιν· εἶτ’ ἐπὶ τούτοις ἐξαιρεῖ τοὺς πάνυ πλουσιωτάτους ὡς ἀεὶ ταῖς τριηραρχίαις νενεμημένους. |
| 20.48 | οὐκοῦν τὸ μέσον ὑπολειφθήσεται, τῶν πλουσιωτάτων ὑφῃρημένων. οὐκοῦν εὐθὺς ἐξελέγχει τοῦ νόμου τὸ πρῶτον νόημα, ἐν ᾧ τὸ μέγιστον τῆς ὅλης νομοθεσίας. λέγοντος γὰρ τοῦ Λεπτίνου ‘ὅπως ἂν οἱ πλουσιώτατοι λειτουργῶσιν‘, αὐτὸς ἀφαιρεῖται τοὺς πλουσιωτάτους νέμων ταῖς τριηραρχίαις, ὥστε εὐθὺς ἁλίσκεσθαι ψευδῆ τὸν Λεπτίνην. ἐκεῖ μὲν γὰρ ἀπαντῶν τῷ νόμῳ ‘ὅπως ἂν οἱ πλουσιώτατοι λειτουργῶσι‘ λέγει· ‘δείκνυσι δὲ ἡ πολιτεία ψεῦδος ὂν τὸ τοὺς πλουσιωτάτους λειτουργεῖν, νέμουσα ταῖς τριηραρχίαις αὐτούς· ὥστε πῶς ἂν οἱ πλουσιώτατοι λειτουργήσαιεν;‘ ἡ λύσις δὲ τῆς ἀντιθέσεως κατὰ μείωσιν γέγονε διὰ τὸ μὴ ἔχειν μὲν τὸν ῥήτορα ἀνατρεπτικὴν ἀντιλογίαν, βιάζεσθαι δὲ ὑπὸ τῆς φύσεως τῶν πραγμάτων εἰς τοῦτο καταφέρεσθαι. εἶτα καὶ τὴν βλάβην εὐθὺς τῇ λύσει συνάπτει προστιθεὶς τοὺς ἅπαντας ἀπίστους πρὸς αὐτοὺς μέλλοντας γίνεσθαι. gT θήσω τοίνυν ἐγὼ] μετὰ τὴν ἀναίρεσιν συνδρομή· ἐκ περιουσίας γὰρ ταῦτα λέγει λοιπόν. |
| 20.49 | gT φανήσεται γὰρ οὐδὲ πολλοῦ δεῖ] ἀντὶ τοῦ ‘οὐδὲ αὐτῆς τῆς αἰσχύνης ἄξιον‘, οἷον οὐδὲ ἰσόρροπον τῆς αἰσχύνης, ἀλλ’ ἔλαττον κέρδος, ὥστε Λεπτίνης εἰς δόξαν ζημιῶν οὐδέπω φιλεῖ, ἀλλὰ πονηρεύεται. |
| 20.50 | gT 〈πόσοι δή ποτ’ εἰσὶν〉] ἀπὸ τοῦ ‘πόσοι‘ ἕως τοῦ ‘ἑστιάτορεσ‘ οὐδεμία στιγμὴ μεταξύ. |
| 20.51 | F 4 ἵν’ οὖν τριάκοντα ἄνθρωποι ἢ πλείους] οὐ λέγει ‘τῶν τριάκοντα πλείουσ‘, ἀλλ’ ‘ὅταν πολλοὺς δῶμεν ἐσομένους τριάκοντα‘. |
| 20.52 | gT ἄν περ ἡ πόλις ᾖ, πολλοὶ] πολὺ τῷ φιλοπόλιδι καὶ τὸ ἀπὸ τῆς εὐνοίας ἦθος. |
| 20.53 | οὐ γὰρ ἀφίησιν ἡ δεξιὰ τύχη τῆς πόλεως σπάνιν γενέσθαι λειτουργιῶν σῳζομένης τῆς πόλεως. gT εἶεν. |
| 20 54a | εἰ δὲ δὴ τὰ μάλιστα] ἄλλος τρόπος λύσεως ἐντεῦθεν, ὅτι βέλτιον εἰς συντέλειαν ἀγαγεῖν τὰς λειτουργίας. καὶ τῷ καθ’ ὑπόθεσιν κέχρηται σχήματι, ἵν’ ἐκ περιουσίας καὶ τούτῳ χρώμενος φαίνηται. εἶτα συνάπτει πάλιν τῷ κατὰ μείωσιν συγκριτικῷ· ἀντεξετάζει γὰρ τὸν κατὰ συντέλειαν τρόπον τοῖς ἐπαγγέλμασιν. gT ἄλλος τρόπος λύσεως, καὶ τῷ καθ’ ὑπόθεσιν κέχρηται σχήματι ἐκ περιουσίας. |
| 20 54b | F 4 YLS εἰς συντέλειαν ἀγαγεῖν] ἄλλος τρόπος τὴν ἔνδειαν διορθούμενος κατὰ μετάληψιν, ὡς ἐν ταῖς τριηραρχίαις ποιῆσαι κἀν ταῖς χορηγίαις· καὶ τῇ παραθέσει τὸ βέλτιον εὑρίσκει. |
| 20.55 | βέλτιον γὰρ τοῦτο, φησίν, ὅτι βραχύτητι τὴν αἴσθησιν ὑποκλέπτει. gT οὕτω τοίνυν τινές, ὦ Ἀθηναῖοι] ἔπαινον ἔχει τῶν οἰκείων πίστεων, ὡς οὐδεὶς ἀναιρεῖν αὐτὰ ἰσχύει. |
| 20 56a | μάχεται δὲ ἑτέρᾳ τινὶ ἀντιθέσει ὡς ‘ἄρα πλουτοῦσί τινες [ἢ] ἀτελείας ἐπειλημμένοι‘· ἣν λύει κατ’ ἄμφω φιλανθρώπως καὶ δικαίως. ‘εἰ μὲν ἀδίκως καὶ κλέψαντες ἔχουσιν, ἔδει κατηγορεῖν· εἰ δὲ οὐδὲν παρανομήσαντες, συκοφαντεῖς τὴν μέμψιν ποιούμενος.‘ εἶτα ὡς ‘οὐδ’ ἔσεσθε εὐπορώτεροι‘ δείκνυσιν ἐκ τῆς ἀφαιρέσεως· τοῦτο γὰρ ἦν ἄλλο τῆς ἀντιθέσεως μέρος. gT ἄλλης ἀντιθέσεως ἅπτεται. |
| 20 56b | ἔστι δὲ δηλαδὴ τοῦ αὐτοῦ κεφαλαίου. ἔστι δὲ κατὰ μείωσιν συγκριτικῶς. F 4 YLS ἰδίᾳ δέ τινες πλουτήσουσι] καὶ τοῦτο πάλιν μερίζει. |
| 20.57 | ‘ἰδίᾳ πλουτοῦσι γάρ· πῶς; πότερον ὑφῃρημένοι τὰ τῆς πόλεως ἢ ἀδικοῦντες οὐδένα; εἰ μὲν ὑφῃρημένοι, κατηγορεῖν καὶ ἀφαιρεῖσθαι δεῖ (καὶ γίνεται ἡ λύσις τούτου μεταληπτική)· εἰ δὲ οὐδὲν ἀδικοῦντες, οὐ χρὴ βασκαίνειν.‘ gT καὶ μὴν περὶ τοῦ γε μὴ εἶναι χρήματα] ἐντεῦθεν ἐπὶ τὸ ἕτερον μέρος μεταβαίνει τῆς ἀντιθέσεως καὶ λύει τοῦτο κατὰ τρόπου διαφοράν. |
| 20.58 | οὐ γὰρ ἐξ ὧν ἄν τις λειτουργήσειεν αἱ πρόσοδοι τῆς πόλεως αὔξονται, φησίν, ἀλλ’ ἑτέρωθεν ἔχει ταύτας ἡ πόλις. εἶτα εὐθὺς πάλιν μεταβαίνει ἐφ’ ἑτέραν λύσιν (ἔστι δὲ καὶ αὕτη κατὰ σύγκρισιν)· ‘πότερον εὐδοξίαν αἱροῦνται μᾶλλον ἢ χρήματα;‘ λέγει δὲ τοῦτο πρὸς δῆμον φιλότιμον τῆς πατρίου μεγαλοφροσύνης γέμοντα. ὃ γὰρ ἰσχυρότατον ἀντιθεῖναι πρὸς τοὺς Λεπτίνου λόγους ἔχει, τοῦτό ἐστι τὸ τῆς εὐδοξίας διὰ τὸ ἦθος τῶν ἀκουόντων. gT χωρὶς δὲ τούτων, νυνὶ τῇ πόλει δυοῖν] σύνηθες καὶ τούτῳ τὸν πλοῦτον ἀγαθὸν καλεῖν καὶ Ἰσοκράτει καὶ τοῖς παλαιοτάτοις. |
| 20 59a | συγκρίνει δὲ τὸν πλοῦτον πρὸς εὔνοιαν. αἱ δὲ συγκρίσεις ἐξ ὁμογενῶν γίνονται. ἐὰν δέ τίς ποτε πολέμου καὶ εἰρήνης ἢ κακῶν καὶ ἀγαθῶν ἑτερογενῶν ὄντων δόξῃ ἀντεξετάσεις ποιεῖσθαι, οὐ φήσομεν εἶναι σύγκρισιν τὸ γινόμενον, ἀλλ’ ἀντεξέτασιν μόνον. ἔχουσι μὲν γὰρ αἱ συγκρίσεις καὶ ἀντεξετάσεις, οὐ μὴν αἱ ἀντεξετάσεις πανταχοῦ εἰσι συγκρίσεις. ἐνταῦθα δὲ σύγκρισιν εἶναι φήσομεν τὸ γινόμενον διὰ τὸ ὁμογενῆ τυγχάνειν τὰ ἀμφότερα. συγκρίνει δὲ τῷ πλούτῳ τὴν δόξαν πρὸς φιλότιμον δῆμον διαλεγόμενος· καὶ κρεῖττον δείκνυσι τὸ θαυμάζεσθαι. ἔχει δέ τινα κατὰ τὴν λέξιν ἀσάφειαν. οὐ γὰρ λέγει ὅτι ‘τῇ πόλει πρόσεστι δύο, καὶ ὁ πλοῦτος καὶ τὸ θαυμάζεσθαι‘ ἀλλὰ ‘δυοῖν ὄντοιν ἀγαθοῖν παρὰ πᾶσιν ἀνθρώποις, τῇ πόλει τὸ κρεῖττον ὑπάρχει‘. gT λύσις. |
| 20 59b | F 2 L εἰ δέ τις οἴεται δεῖν] τοῦτο εἰς Λεπτίνην ἀπέρριψεν, ἠθικῶς μέν, οὐ μὴν πόρρω καὶ τὸ πικρὸν ἐνδείξασθαι. |
| 20 60a | διαβάλλει γὰρ τὸν οὕτω διακείμενον, ὅταν τοιαῦτα ἄτοπα λέγῃ, δι’ ἑνὸς προσώπου παιδεύων τοὺς ἅπαντας. καίτοι τὸ ἑξῆς ἠθικώτερόν ἐστι τὸ ‘ἐγὼ μὲν γὰρ εὔχομαι τοῖς θεοῖσ‘. gT ἠθικῶς. |
| 20 60b | SL 〈ἐγὼ μὲν γὰρ〉] ἠθικώτερον. |
| 20.61 | F 4 S φέρε δὴ καὶ τὰς εὐπορίας] ἥκει πάλιν ἐπὶ τὸ αὐτὸ μέρος τῆς ἀντιθέσεως· ‘εὐποροῦσί τινες· οὐκοῦν ὑπὲρ τῆς πόλεως τὸν πλοῦτον συλλέγουσιν ἔν τε ταῖς ἱερομηνίαις καὶ ταῖς πανηγύρεσιν‘. |
| 20.62 | εἶτ’ ἐπιτίθησιν ὅτι ‘ἅπαντες εἰσφέρουσιν εἰς τὸν πόλεμον οἱ τὴν ἀτέλειαν εἰληφότεσ‘· ἐξ οὗ καὶ ἡ σύγκρισις αὐτῷ συναύξεται καὶ τὸ τῇ πόλει τὸν πλοῦτον συλλέγεσθαι δείκνυται. εἶτα παρέχεται νόμον καὶ σοφίζεται περὶ αὐτόν. δύο γὰρ προτείνας τὸ μὲν ἕτερον ἀποδείκνυσι, τὸ δ’ ἕτερον συλλογίζεται. ὅτι μὲν γὰρ τριηραρχίας οὐδεὶς ἀτελής, συνομολογεῖται διὰ τοῦ νόμου· ὅτι δὲ καὶ εἰσφέρειν εἰώθασιν εἰς τὸν πόλεμον οἱ τὴν ἀτέλειαν ἔχοντες, συλλογίζεται ὡς ἐν εἴδει τῆς τοῦ συλλογισμοῦ ἐτάσεως. τὸ γὰρ μὴ γεγραμμένον εἰς ταὐτὸν τῷ ἐγγράφῳ συλλογίζεται, οὐδαμοῦ τοῦτο [προ]διδόντος τοῦ νόμου. τὴν δὲ πίστιν τοῦ λόγου προὔθηκε πρὸ τῆς ἐννοίας, εἰς τὴν μαρτυρίαν τῶν ἀκουόντων αὐτὴν ἀναγαγών. τί γάρ φησιν; ‘ἴστε δήπου τοῦθ’ ὅτι τῶν τριηραρχιῶν‘ καὶ ἑξῆς, ὡς τῆς μαρτυρίας ἀρκούσης αὐτῷ. gT παρὰ μὲν γὰρ τὰς ἐπὶ τῶν χορηγιῶν δαπάνας] καὶ χάριν ὁμολογεῖν πειρᾶται τοῖς πλουτοῦσι, τῇ παραθέσει τῶν καιρῶν τὴν προσθήκην ἐπινοῶν. |
| 20.63 | ‘ἂν εὑρεθῇ‘ φησί ‘χορηγός, ψυχαγωγεῖ τοὺς θεωμένους ὑμᾶς ἐν βραχεῖ μορίῳ τῆς ἡμέρας· ἐν δὲ ταῖς τριηραρχίαις ἀντὶ τῆς ἡδονῆς ἡ σωτηρία καὶ οὐ κατὰ σμικρὸν μέρος, ἀλλ’ ὅλον τὸν χρόνον καὶ οὐκ ὀλίγοις ὑμῶν τοῖς ἐν τῷ θεάτρῳ φανεῖσιν, ἀλλὰ πάσῃ τῇ πόλει.‘ gT καὶ δίδοτε ἐν τιμῆς μέρει] τί κομπάζεις, φησίν, ὡς ἐν ταῖς δωρεαῖς τοὺς εὖ ποιοῦντας νικῶν; ματαίαν χαρίζῃ τιμήν· φιλότιμος εἶ κενῶς· κἂν μὴ δῷς, αὐτὸς ἔχω τριηραρχῶν τῆς χορηγίας ἀτέλειαν. |
| 20.64 | gT ὁρᾶθ’ ὡς σαφῶς, ὦ ἄνδρες Ἀθηναῖοι] ἀναγινώσκει τὸν νόμον· διὸ εἴρηκεν ὡς οὐδεὶς τῶν πλουσίων τριηραρχίας ἀτελής, ἵνα γένηται φανερὸν ὡς οἱ πλουτοῦντες ἐκ τῶν ἀτελειῶν ἐποίουν συντελείας ἐν τοῖς πολέμοις, τριηραρχοῦντες δὲ οὐκέτι χορηγοῦσιν· οὐ γὰρ ἀμφότερα δύνανται. |
| 20.65 | gT 〈διείρηκεν〉] διαρρήδην εἶπεν. |
| 20.66 | F 2 Y τίνα οὖν ῥᾳστώνην τοῖς πολλοῖς] ὅτε ἐθάρρησε τοῖς δικαίοις καὶ τοῖς εἰρημένοις, τότε πρὸς τὸν Λεπτίνην ἐλεγκτικῶς διαλέγεται. |
| 20.67 | καὶ περὶ τίνος; περὶ τοῦ μὴ τοὺς πένητας ἀνάπαυλαν ἔχειν, ἵν’ ὁ ἐλεγκτικὸς λόγος ἐπὶ τῶν πενήτων γενόμενος μᾶλλον ἀληθεύοντα δείξῃ τοῦτον, ψευδόμενον δὲ τὸν Λεπτίνην ἐλέγξῃ. ἐνδείκνυται γὰρ διὰ τοῦ ‘τίνα γὰρ ῥᾳστώνην‘ καὶ ἑξῆς ὅτι ‘τοὺς πολλοὺς ἀπατᾷσ‘, ῥήμασι μόνοις τὴν ἀνάπαυλαν αὐτοῖς χαριζόμενος, ἕτερον ἀνθ’ ἑτέρου ποιῶν. ὁ μὲν γὰρ Λεπτίνης φησὶν ‘ὅπως ἂν οἱ πλουσιώτατοι λειτουργῶσιν‘, ὁ δὲ Δημοσθένης, ὡσανεὶ λέγοντος Λεπτίνου ὅτι ‘τοὺς πένητας ἀφίησι‘, οὕτω τὸν ἀγῶνα καὶ τὴν μάχην ποιεῖται. ‘ἐξαπατᾷσ‘ φησι ‘τὸν δῆμον καὶ λόγους ἐπαγγέλλῃ μόνον τοῖς πένησι, κέρδος οὐδὲν περιποιῶν τοῖς πολλοῖς. ‘δοκεῖ δὲ διασύρειν καὶ εἰς ταπεινότητα κατάγειν τὸ ὑπὸ τοῦ νόμου δεικνύμενον. gT εἰ μιᾶς ἢ δυοῖν φυλαῖν ἕνα χορηγὸν] τοῦτο ὡς ἀσαφὲς δῆθεν ζητεῖται· καὶ ἐξηγήσαντό τινες, ὅτι τοῖς Θαργηλίοις δυοῖν φυλαῖν εἷς μόνος καθίστατο χορηγός, τοῖς δὲ μεγάλοις Διονυσίοις Ἀνθεστηριῶνος μηνός, πλείονος αὐτῷ γινομένης τῆς δαπάνης, εἷς χορηγὸς ἑκάστης φυλῆς καθίστατο. |
| 20 68a | ἐμοὶ δὲ δοκεῖ σοφιστικῶς εἰρῆσθαι σχήματι Θουκυδιδείῳ. εἶπε γὰρ ἐκεῖνος ἐν τῇ δευτέρᾳ τῶν ἱστοριῶν (3, 17) ‘τήν τε γὰρ Ποτίδαιαν δίδραχμοι ὁπλῖται ἐφρούρουν· ἑαυτῷ γὰρ καὶ τῷ ὑπηρέτῃ δραχμὴν μισθὸν ἐλάμβανε‘. καὶ λείπει ἡ ‘πρὸσ‘ πρόθεσις, ἵνα ᾖ ‘πρὸς δραχμὴν ἐλάμβανεν‘. οὕτω καὶ ἐνταῦθα εἰρῆσθαι χρή ‘εἰ μιᾶς ἢ δυοῖν φυλαῖν πρὸς ἕνα χορηγὸν καθίστησι‘. τίνος δ’ ἕνεκα οὕτως συνέστειλεν; ἵνα μηδὲ φαίνηται πολλῶν χορηγῶν εὐπορίαν εὑρίσκων Λεπτίνης. gT πρὸς ἕνα χορηγὸν καθίστησιν. |
| 20 68b | S ὃς ἀνθ’ ἑνὸς ἄλλου τοῦτο ἅπαξ] ὁ γὰρ ἅπαξ χορηγήσας δηλαδὴ ἀπαλλάξεται τοῦ χορηγεῖν. |
| 20.69 | ἔστι δ’ ἄλλο μὲν χορηγία, ἄλλο δὲ εἰσφορὰ καὶ τριηραρχία. τριήραρχος μὲν γάρ ἐστιν ὁ ναῦν παρεχόμενος πολεμικὴν καὶ σκεύη τῇ νηὶ καὶ ὅσα τοιαῦτα, χορηγὸς δὲ ὁ τοῖς Διονυσίοις καὶ τοῖς Παναθηναίοις τῷ χορῷ τὴν τροφὴν παρέχων καὶ στεφάνους καὶ κόσμον καὶ ὅσα περὶ τὴν τοιαύτην πανήγυριν, ἑστιάτωρ δὲ ὁ τὴν φυλὴν εἰς δεῖπνα καλῶν, γυμνασίαρχος δὲ ὁ παρέχων τοὔλαιον τοῖς γυμναζομένοις (γυμνάσιον γὰρ τὴν παλαίστραν ἐκάλουν, καὶ κρατῆρας ἐνεπίμπλασαν τοῖς βουλομένοις δημοσίᾳ χρίεσθαι)· εἰσφέρειν δὲ λέγουσιν εἰς τὸν πόλεμον, ὅταν ἔρανον διδῷ τις τοῖς ὑπὲρ τῆς πατρίδος παραταττομένοις. αὗται ἦσαν παρ’ αὐτοῖς αἱ λειτουργίαι, αἱ μὲν πρὸς εἰρήνην αἱ δὲ πρὸς πόλεμον. gT τῆς δέ γ’ αἰσχύνης ὅλην ἀναπίμπλησι τὴν πόλιν] ‘ὅτε τοίνυν τὸ μὲν χρήσιμον ἄπεστι, πληροῖς δὲ τῶν αἰσχίστων τὴν πόλιν, ἄφες· λυθήτω θᾶττον ὁ νόμος τῇ τῶν καθημένων ψήφῳ. |
| 20.70 | καὶ σοὶ μὲν μέτεστι τῆς αἰτίας, ὁ δῆμος δὲ τῆς βλασφημίας ἐλεύθερος.‘ οὐκ ἀφίσταται δὲ τῆς ἐννοίας, πῆ μὲν τὸ ἔνδοξον κατασκευάζων, πῆ δὲ τοὐναντίον· ἐν ᾧ καὶ πλείοσι κέχρηται ὡς ἐν καταφορᾷ τοῖς ὀνόμασιν, αἰσχύνην καὶ ἀπιστίαν λέγων καὶ ἀδοξίαν. gT οὐκοῦν ὅτε πολλῷ μείζονα βλάψει] ὁμολογεῖ μὲν καὶ αὐτὸς ὠφέλειάν τινα συμβαίνειν παρὰ τοῦ νόμου, ἀλλὰ μείζω τῆς ὠφελείας ταύτης εἶναι τὴν βλάβην. |
| 20.71 | gT 〈ἔτι δ’, ὦ ἄνδρες δικασταί, διὰ τὸ γεγράφθαι〉] δοκεῖ τοῦ νομίμου κεφαλαίου εἶναι, οὐκ ἔστι δέ, ἀλλὰ τοῦ συμφέροντος μᾶλλον. |
| 20 72a | ἔστι δὲ τὸ ἐπιχείρημα ἀπὸ τοῦ ἐλλείποντος ἢ ἀπὸ τοῦ ἀδιορίστου. F 4 YLS ἔτι . |
| 20 72b | .. γεγράφθαι] τοῦτό τινες οἴονται εἶναι τοῦ νομίμου κεφαλαίου· μᾶλλον δὲ ἀποφαίνειν ὁ ῥήτωρ πειρᾶται πολλὴν ἐσομένην σιτόδειαν καὶ βλάβην, ἐκ τῆς ἀσαφείας τὸ ἀποβαῖνον πολυπραγμονῶν. ἀεὶ γὰρ ὁ ῥήτωρ τὸ δοκοῦν ἀσαφὲς ἐπὶ τὸ συμφέρον ἀνάγει, τὴν ἀπ’ αὐτοῦ βλάβην δηλῶν. gT μήτε τῶν ἰσοτελῶν μήτε τῶν ξένων] ἰσοτελεῖς μὲν λέγει τοὺς ξένους τοὺς τετυχηκότας τῆς ἴσης τιμῆς τοῖς πολίταις. |
| 20.73 | τέλος γὰρ καὶ τὴν τῶν ἀρχόντων τιμὴν ὀνομάζουσιν, ὥσπερ καὶ Θουκυδίδης λέγει Λακεδαιμονίων καταλέγων τὰ τέλη, τοὺς ἄρχοντας ὀνομάζων αὐτῶν. ξένους δὲ λέγει τοὺς οὐκ ἐγχωρίους. διὰ μὲν οὖν τῶν προειρημένων ἐπιχειρημάτων κατεσκεύασεν ὅτι οὐδὲν ὄφελος περιγίνεται τῇ πόλει κειμένου τοῦ νόμου, διὰ δὲ τοῦ παρόντος ἐπιχειρήματος ὅτι καὶ βλάπτεται ἡ πόλις. τί γὰρ ἂν καὶ γένοιτο μεῖζον βλάβος σιτοδείας; περὶ ἧς ὁ παρὼν αὐτῷ κεκίνηται λόγος. gT μὴ διειρῆσθαι δὲ ὅτου ἀτελῆ] τῷ ἐλλείποντι κέχρηται, ‘μὴ διειρῆσθαι‘ λέγων, τὸ ἀδιάκριτον τῆς λέξεως ἐπισημαινόμενος. |
| 20.74 | πολλὰ δ’ ἐπισημαίνεται ὡς παραλελειμμένα καὶ ἀορίστως εἰρημένα τῷ νομοθέτῃ. πρῶτον δὲ ἐκεῖνο ὅτι ‘τῶν ξένων‘ εἰπὼν οὐκ ἐδήλωσε πότερον τῶν οἰκούντων Ἀθήνησιν ἢ περὶ τῶν ἀλλαχόθι, δεύτερον δὲ ‘ὅτου ἀτελῆ‘· οὐ γὰρ εἶπε τὸ εἶδος τῆς ἀτελείας, χορηγίας ἤ τινος ἄλλου τέλους τοιούτου, τέλος λέγων κἀνταῦθα τὰς καταβολὰς καὶ τελωνείας τὰς παρὰ τῶν ἐμπόρων καὶ τὸ εἰς ὅπερ αὐτὸν δεῖ συντελεῖν χορηγοῦντα τῇ πόλει, ὡς καὶ περὶ τὸ τέλος εἶναι τὴν ἀσάφειαν. πῆ μὲν γὰρ τέλος λέγεται ἡ τελωνεία, πῆ δὲ καὶ τὸ λειτουργεῖν τῇ πόλει. ἐπεὶ οὖν συνέβαινε τὸν Λεύκωνα εἶναι ἀτελῆ, πῆ μὲν διὰ τὸν τιθέμενον πυρὸν ἐν τῷ Πειραιεῖ, πῆ δὲ τὸ μὴ χορηγεῖν ξένον ὄντα, αἰτιᾶται ὡς διδόντος τοῦ νόμου κατὰ τὴν ἀσάφειαν ταύτην καιρὸν τῷ βουλομένῳ καλεῖν εἰς χορηγίαν τὸν Λεύκωνα καὶ μὴν καὶ ἐπηρεάζειν εἰς τελωνείαν. ὅθεν καὶ ζητεῖ κατὰ ποῖον τέλος ὁ Λεπτίνης λέγει, πότερον κατὰ τὸ μηδένα ἀτελῆ τῶν χορηγιῶν τυγχάνειν ἢ κατὰ τὸ μὴ δεῖν αὐτὸν τελωνεῖσθαι, κατακλείων εἰς τὸ ἐξεῖναι τῷ βουλομένῳ τελώνῃ χορηγεῖν καὶ καλεῖν εἰς χορηγίαν τὸν Λεύκωνα. ἐχρήσατο δὲ καὶ τοῖς τρισὶν ὀνόμασι, τῷ 〈τῶν πολιτῶν καὶ〉 τῶν ἰσοτελῶν καὶ τῶν ξένων, τῷ τὸν Λεύκωνα τῶν τριῶν μετέχειν δυνάσθαι· πολίτης μὲν γάρ ἐστι τῇ ποιήσει, ἰσοτελὴς δὲ τῇ τιμῇ, ξένος δὲ τῷ μήτε γένει μήτε φύσει πολίτης εἶναι. λυπεῖ δὲ τούτῳ τῷ μέρει σφόδρα. τί γὰρ ἂν γένοιτο μεῖζον ταραχῆς αἴτιον τῇ πόλει τῆς σιτοδεία; ὅθεν καὶ εἰς τὸ τῆς βλάβης μέρος τοῦτο ἐξετάζει τὸ ἐπιχείρημα. ἵνα δὲ καὶ δοκῇ ἀπολογεῖσθαι ὑπὲρ τοῦ ἀνδρὸς μέλλοντος ἀποστερεῖν τῶν πυρῶν, τῇ πόλει δίδωσι τὴν αἰτίαν καὶ τὴν ἀνάγκην τοῦ συμβησομένου περὶ τῆς πόλεως· εἶτα 〈ποιεῖ〉 πρεσβευόμενον καὶ μεμφόμενον καὶ ὀνειδίζοντα· εἶτα ἐπὶ τούτοις μόλις ἀφαιρούμενον ὥστε τὴν κατηγορίαν μηκέτι εἶναι τοῦ Λεύκωνος, ἀλλὰ τοῦ δήμου. gT 〈ἐν δὲ τῷ τῶν ξένων〉] περὶ Λεύκωνος ἄρχοντος Βοσπόρου. |
| 20.75 | F 2 ἀφαιρεῖται καὶ Λεύκωνα τὸν ἄρχοντα Βοσπόρου] ὁρᾷς ὅσην καὶ τὴν ἔμφασιν συνεισήνεγκεν; εἶτα προσθεὶς καὶ τὸ ‘Βοσπόρου‘ μονονοὺ βλέπειν αὐτοὺς ἐποίησε τοῦ σίτου τὰς ὁλκάδας μεστάς· ὥστε λιμοῦ παραίτιος ὁ Λεπτίνης γενήσεται δι’ ὧν ἀφαιρεῖται τῆς ἀτελείας τὸν ἄνθρωπον. |
| 20.76 | gT κατ’ οὐδέτερον δ’ αὐτῷ] οὔτε ὡς πολίτῃ οὔτε ὡς ξένῳ· στερίσκονται γὰρ ἀμφότεροι. |
| 20.77 | gT ἴστε γὰρ δήπου τοῦθ’] αὔξει τὴν εὐεργεσίαν τοῦ Λεύκωνος ἐκ τῶν ἐναντίων τὴν σπάνιν προφέρων. |
| 20.78 | ἐν γὰρ ταῖς ἐνδείαις καὶ τὰ μικρὰ τῶν κερδῶν μεγάλα εἶναι δοκεῖ. ὅταν δὲ καὶ τοῦτο μέγιστον ᾖ, ποίαν λοιπὸν ὑπολείπει τοῖς ἀκούουσιν ὑπερβολήν; εἶτα καὶ συγκρίνει τὸν ἀπὸ τοῦ Πόντου σῖτον πρὸς τὸν ἁπανταχόθεν αὐτοῖς κομιζόμενον. gT οὐ γὰρ μόνον διὰ τὸ τὸν τόπον τοῦτον] ἐπειδὴ καθαίρεσιν εἶδε παραπεμπομένην τῷ θεωρήματι (δοκεῖ γὰρ αὐτὸς μᾶλλον ὠφελεῖσθαι ὁ πέμπων τὸν σῖτον ἢ τὴν πόλιν ὠφελεῖν), ἀνῄρηκε καὶ τοῦτο τὸ ἀντιπῖπτον καὶ ὑπετέμετο. |
| 20.79 | ὡς γὰρ τῶν ἀκουόντων λεγόντων ὅτι ‘διὰ τὸ πλεῖστον γίνεσθαι σῖτον ἐν τοῖς τόποις τοῦτο ποιεῖ‘, 〈κατὰ〉 συνδρομὴν ἀνῄρηκε τῷ εἰπεῖν ‘οὐ γὰρ μόνον διὰ τὸ τὸν τόπον τοῦτον σῖτον πλεῖστον ἔχειν τοῦτο γίνεται, ἀλλὰ καὶ διὰ τὸ ἀτέλειαν ὑμῖν αὐτὸν δεδωκέναι, διὰ τοῦτο προτιμᾷ τῶν ἄλλων ἐμπόρων τοὺς Ἀθηναίους.‘ gT ἔχων γὰρ ἐκεῖνος ἑαυτῷ] συλλογίζεται τὸ κέρδος τῇ ποσότητι τὴν φιλοτιμίαν ἐγείρων, ἀπὸ τοῦ συνήθους καὶ τεταγμένου τέλους τὸ κέρδος δηλῶν. |
| 20.80 | gT τοῦτο δὲ ἡλίκον ἐστὶ] τῇ πηλικότητι κέχρηται, ἵνα μὴ μόνον τοῖς πρὸ τοῦ πράγματος αὐξήσῃ, ἀλλὰ καὶ δι’ αὐτῆς τῆς ποσότητος· μέρος γὰρ καὶ τοῦτο τῆς πηλικότητος. |
| 20.81 | gT ἐμπόριον Θευδοσίαν] τὸ μὲν ὄνομα τῷ ἐμπόρῳ ἢ ἀπὸ τῆς ἀδελφῆς ἢ ἀπὸ τῆς γαμετῆς· διαφωνεῖται γάρ. |
| 20.82 | δείκνυσι δὲ καὶ οὕτω τὴν εὔνοιαν ὅτι ἁμιλλᾶται πρὸς ἑαυτὸν ἐν ταῖς εὐποιίας ὑμῶν· διὰ τοῦτο γὰρ αὔξει καὶ αὐτὸ τὸ ἐμπόριον, ἵνα μὴ φαύλη τις ἡ προσθήκη φανῇ. gT ἀλλὰ προπέρυσι σιτοδείας] τὴν μνήμην ἀνακαινίζει τὰ ἀρχαῖα παραδραμών· ἔτι γὰρ ἔχουσι τῆς εὐεργεσίας τὴν αἴσθησιν. |
| 20.83 | ἴστε γὰρ δήπου τοῦτο, φησίν, ὅτι τῆς οἰκουμένης ἁπάσης τῷ λιμῷ πιεσθείσης μετέστησεν ὑμῖν τὴν τότε συμφορὰν τῆς σιτοδείας εἰς εὐπορίαν καὶ κόρον καὶ πλοῦτον. ἡκέτω Καλλισθένης μάρτυς ἀληθὴς τῆς φιλοτιμίας τῆς Λεύκωνος, λεγέτω τῶν ταλάντων τὸν ἀριθμὸν ὅσον τῇ πατρίδι περιεποίησε. gT καὶ μηδ’ ἂν μεταδόξῃ] εὐδιόρθωτα ποιεῖ τοῖς Ἀθηναίοις τὰ πλημμελήματα. |
| 20.84 | ἥμαρτεν ὁ δῆμος κακῶς βουλευσάμενος; ἄφες· τῇ μετανοίᾳ λύσει τὰ πταίσματα. 〈 *** 〉 γέγραπται γὰρ 〈ἐν〉 τῷ νόμῳ ‘μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι‘. gT καὶ ὑμῶν τοὺς παρ’ ἐκείνου σιτηγοὺς] συναδικεῖς, Λεπτίν, τὴν πόλιν μετὰ τοῦ Λεύκωνος· πρὸς πολλοῖς γὰρ ἄλλοις βλάπτεις καὶ εἰς δόξαν· ἡ δὲ ζημία τῶν πραγμάτων παγχάλεπος. |
| 20.85 | gT εἶθ’ ὑμεῖς ἔτι σκοπεῖτε] αὐξήσας τὴν κατηγορίαν παροξύνει πρὸς τὴν ἀναίρεσιν· οὐ δεῖ περὶ τῶν ὁμολογουμένων σκοπεῖν, φθασάτω τοὺς λόγους ἡ λύσις. |
| 20.86 | gT ἀνάγνωθι λαβὼν αὐτοῖς αὐτὰ τὰ ψηφίσματα] ἵνα αἰσχυνθῶσιν ἐναντία τοῖς δεδογμένοις ποιεῖν. |
| 20.87 | εἰπὼν δὲ τὰς εὐεργεσίας ἤδη τῷ λόγῳ βούλεται καὶ ἐγγράφως αὐτὰς ἀναγνῶναι. gT ὡς μὲν εἰκότως] ὅρα πῶς δριμέως ὡς μισθὸν κεκομισμένον 〈Λεύκωνα〉 δείκνυσιν (ἀνθ’ ὧν γὰρ δέδωκεν, ἀντὶ τούτου μετείληφε) καθαιρῶν ἐν τούτῳ τὸ περὶ τούτου φρόνημα τοῦ δήμου, μᾶλλον δὲ μαρτύριον μέγιστον παρεχόμενος διὰ τούτου, ὅτι μεγάλα εὐεργέτηται ὁ δῆμος. |
| 20.88 | gT ἀντιγράφους] τὰ ἴσα ἐχούσας καὶ τὰ αὐτὰ βοώσας. |
| 20.89 | gT τὴν δ’ ἐν Πειραιεῖ] διττῶς ἐκεῖνος, ἐπειδὴ καὶ ἐμπορίος δύο εὐποιεῖ. |
| 20.90 | ἔπειτα τὸ αἰσχρὸν ἐπάγει καθ’ ὑπερβολήν· ‘νενίκηται ὑφ’ ἑνὸς ἀνδρὸς ὅλη πόλις εἰς πίστιν, ἡττήθη δῆμος αὐτόχθων εἰς εὐγνωμοσύνην τοῦ Λεύκωνοσ‘. gT τὴν δ’ ἐφ’ Ἱερῷ] τόπος ἐστὶ περὶ τὸν Ἑλλήσποντον οὕτω καλούμενος διὰ τὸ τοὺς Μινύας ἱδρύσασθαι ἱερὸν τῶν θεῶν στελλομένους ἐπὶ τὸ χρυσόμαλλον δέρας. |
| 20 91a | F 4 YLS τὴν . |
| 20 91b | .. Ἱερῷ] Ἱερὸν οὕτω καλούμενον διὰ τὸ τοὺς Μινύας ἱερὰ ἱδρύσασθαι τῶν ἡρώων στελλομένους ἐπὶ τὸ χρυσόμαλλον δέρας. τοῦτο δέ ἐστι τὸ κατὰ τὸ στόμα τοῦ Πόντου. gT ὧν ἔχετε ἢ δεδώκατε συνθήκας] σεμνὸν τῶν συνθηκῶν τὸ ὄνομα· διὸ καὶ ὁ παραβὰς ἐπονείδιστος. |
| 20.92 | gT ὃ πολὺ δεινότερον τοῦ καθελεῖν] θέλεις κυρῶσαι, Λεπτίνη, τὸν νόμον; μικρὸν ἐπίσχες, ἄφες· καθελῶ τὰς στήλας, τὸν ἔγγραφόν μου καὶ δῆλον κατήγορον. |
| 20.93 | αὗται κυροῦσι τὰς μέμψεις, βεβαιοῦσι τὰς διαβολὰς τὰς ματαίας ταυτασί, τὸν ἐπιλήσμονα τῶν εὐεργετῶν ἐξελέγχουσαι. gT 〈φέρ’, ἐὰν δὲ δὴ πέμψασ〉] ἐν καιρῷ κέχρηται τῇ πλάσει· ἐναργέστερος γὰρ ὁμοῦ καὶ ἐμψυχότερος ὁ λόγος γίνεται. |
| 20 94a | F 4 YLS χάριεν δὲ τὸ νόημα· μόνον γὰρ οὐχὶ διαδικασίαν πρὸς τὸν δῆμον καθίστησιν. |
| 20 94b | εὐπρόσωπος δ’ οὗτος ὁ λόγος· οὐ γὰρ τῇ παρ’ ἑαυτοῦ συνηγορίᾳ, τοῖς δ’ ἑαυτοῦ δικαίοις νενικηκὼς ὁ Λεύκων φανεῖται. gT ὁ τὸ ψήφισμα ὑπὲρ ὑμῶν γράφων] ὁ τὴν ἀπόκρισιν ὑπὲρ ὑμῶν διδούς. |
| 20.95 | gT ὅτι νὴ Δία ἦσαν τῶν εὑρημένων τινὲς] οὐκ ἐπιλέλησται τοῦ οἰκείου θεωρήματος, ἀλλ’, ἵνα δῷ τῷ οἰκείῳ νόμῳ παρείσδυσιν, αὐτὸν τὸν δῆμον ὁμολογοῦντα ποιεῖ τὴν ἀντίθεσιν ‘νὴ Δί’ ἦσάν τινες τῶν εὑρημένων‘, ὡς μηδενὸς ἄλλου λυποῦντος τὴν πόλιν ἢ τούτου, ἵνα ὁ νόμος τοῦ Δημοσθένους μετὰ μικρὸν ἀναγινωσκόμενος καὶ τοῦτο λύων φαίνηται. |
| 20.96 | gT καὶ γὰρ Ἀθηναίων τινὲς] ἑτέρῳ μὲν περιάπτει τὴν βλασφημίαν· οὐ μὴν οὐδὲ ἐνταῦθα ταύτην ἀκόλαστον τίθησιν, ἀλλὰ προσέθηκεν εἰς θεραπείαν τινὰς εἰπὼν καὶ οὐ πάντας, καὶ ἴσως ἵνα καὶ τῷ ἐπιρρήματι καὶ τῷ δισταγμῷ μὴ πάντως ἀποφαίνηται κατὰ τῶν πολιτῶν ὅτι πονηροὶ τυγχάνουσι. |
| 20.97 | καλῶς δὲ ἐπιμένει τῇ ἐξεργασίᾳ τοῦ πράγματος, ἵν’ ἐναργέστερος αὐτοῖς ὁ ἔλεγχος γένηται καὶ διὰ βραχέων ἡ ἀντίθεσις ἀνῃρῆσθαι δοκῇ. gT οὐ δικαιότερ’ ἡμῶν ἐρεῖ; ἔμοιγ’ οὖν δοκεῖ] μετὰ τῶν κατηγορημένων καὶ αὐτὸς εὑρίσκεται καὶ συνομολογεῖ ὅτι ἀδικεῖται ὁ Λεύκων. |
| 20.98 | εἶτα τοῖς κοινοῖς ἔθεσι καὶ λογισμοῖς ἐπικυροῖ τὸ ἐπιχείρημα, ὡς φιλοῦσιν ἅπαντες αἰδοῖ τῶν χρηστῶν φαύλους τινὰς ἀγαπᾶν 〈μᾶλλον〉 ἢ μίσει τῶν πονηρῶν καὶ τοὺς ἀγαθοὺς ἀποστρέφεσθαι. gT 〈παρὰ πᾶσι γὰρ ἀνθρώποισ〉] σημείωσαι, ὅμοιον τούτῳ τὸ τοῦ θεολόγου. |
| 20.99 | F 1 καὶ μὴν οὐδ’ ὅπως οὐκ ἀντιδώσει] ἄχρι τούτων συμπερανάμενος τὸν λόγον τὸν περὶ τῆς τελωνείας μεταβέβηκεν ἐπὶ τὸ ὁμώνυμον. |
| 20.100 | ὅτι γὰρ κατὰ τὸ πρότερον μέρος τὴν τελωνείαν ἐξήτασεν ἐκεῖθεν δῆλον· ἐλογίσατο γὰρ τίνα καρποῦται τέλη ἐκ τοῦ μὴ τελωνεῖσθαι. εἶτα ἔδειξεν αὐτοὺς ἀφαιρουμένους τὴν δωρεὰν τοῦ Λεύκωνος, εἶτα τὸν Λεύκωνα λοιπὸν ἀνταφαιρούμενον. οὐκοῦν τοῦτο περὶ τῆς τελωνείας εἴρηται. μεταβαίνει δὲ ἐφ’ ἕτερον τέλος καὶ τὴν ὁμωνυμίαν, λέγω δὲ τὸ κατὰ τὴν λειτουργίαν· καὶ τὸ ἐπιχείρημα διὰ τῆς διαβολῆς σημαίνει τὸ βούλημα. gT καὶ μὴν οὐδ’ ὅπως] ὡς κοινοτέρου τινὸς ἐπιχειρήματος ἀρχὴν ποιούμενος, λέγω δὴ τοῦ περὶ τῆς χορηγίας. |
| 20.101 | διὰ τί δὲ οὐκ ἐκ τοῦ προδήλου καὶ προφανοῦς εἰσήγαγεν ὅτι ‘ἀντιδώσει τισ‘, ἀλλ’ ἐκ τοῦ ἐναντίου κατὰ ἀναίρεσιν ὅτι ‘ἂν βουληθῇ τις ἀντιδοῦναι, οὐχ εὑρίσκω ὅπως λυθήσεται καὶ οὐκ ἀντιδώσει‘; ὅτι τὸ μὲν ἐκ τοῦ προφανοῦς λέγειν οὐκ ἔστι πιθανόν, τὸ δὲ κατὰ ἀναίρεσιν σημαίνει τὴν τοῦ φιλονεικοῦντος προαίρεσιν. σχεδὸν γὰρ μιμεῖται τὸν τοῦ φιλονεικοῦντος τρόπον διὰ τῆς τοῦ ἐνθυμήματος μεταχειρίσεως. gT ἐάν τις ἐπ’ αὐτὰ ἔλθῃ] κατὰ τὴν ἀντίδοσιν, φησίν, ἐπιλάβηται. |
| 20.102 | gT ἔστι δ’ οὐ τὸ τῆς δαπάνης μέγιστον] ἀπὸ τῆς περιουσίας καὶ δυναστείας τοῦ Λεύκωνος ἀντέπεσεν ‘ἀλλὰ πλούσιος ὢν οὐκ αἰσθάνεται τῆς δαπάνησ‘· ναί, ἀλλ’ ἡ ἀφαίρεσις ἐπονείδιστος. |
| 20.103 | gT οὐ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ Λεύκων ἀδικηθεὶς] τί δήποτε, ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζονα τρέπων τὸν λόγον, ἐνταῦθα τὸ ἐναντίον πεποίηκεν 〈καὶ〉 ἀπὸ τῶν μειζόνων ἐπὶ τὰ ἐλάττονα ἦλθε; λεκτέον ὅτι, ὃ μᾶλλον ἐτάραττε τοὺς ἀκούοντας, τοῦτο καὶ προὔταξε. |
| 20 104a | ποθεῖ γὰρ ὁ δῆμος τὸν σῖτον καὶ στερισκόμενος ἄχθεται. ἀφ’ οὗ οὖν ἔμελλε πείθειν μᾶλλον, τούτου τὸν φόβον προὐβάλλετο. gT κῶλα ἐπιμελείας καὶ κάλλους ἐξ ἐπεμβολῆς πεπλεγμένα μετά τινος γοργότητος τῆς ὅλης διανοίας μὴ καθ’ ἕκαστον πληρουμένης. |
| 20 104b | T ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησε] θαῦμα πολὺ τῆς εὐεργεσίας τοῦ Λεύκωνος ποιησάμενος ἐνταῦθα καὶ οἶκτον ἐντίθησι τοῦ Ἐπικέρδους, τῇ μεταβολῇ τῆς τύχης τὴν πειθὼ προσαγόμενος. |
| 20.105 | ὁ γὰρ πάλαι, φησίν, εὐημερῶν, ὁ τὴν Ἀθηναίων πόλιν εὐεργετεῖν ἀξιῶν, οὗτος νῦν ἐπίκουρον ἔχει τοῦ ζῆν τὴν ἀτέλειαν, βεβλημένος ὑπὸ τῆς τύχης. φασὶ γὰρ τοὺς παῖδας μεταστῆναι τοῦ Ἐπικέρδους ἀπὸ Κυρήνης Ἀθήναζε, καὶ διὰ τοῦτο λέγουσιν αὐτῷ εἰς δέον γεγονέναι τὸ παρ’ ὑμῶν δοθῆναι τὴν ἀτέλειαν. εἰκὸς γὰρ ἦν αὐτοὺς καὶ εἰς λειτουργίαν κληθῆναι παρόντας. gT τίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης] ἠρώτησε τοὺς Ἀθηναίους ὡς ποθοῦντας τὸν τοιοῦτον εὐεργέτην μαθεῖν, ἵνα θαρρῶν ἀποκρίνηται. |
| 20.106 | Κυρήνη δὲ πόλις ἐστὶ Λιβύης, Λακεδαιμονίων ἄποικος· Ἐπικέρδης δὲ Κυρηναῖος, εὐεργέτης τοῦ δήμου κατὰ τὸν ἐν Σικελίᾳ καιρόν, ἰδὼν δὲ τῆς ἐπιδόσεως μικρὰν τὴν ποσότητα ηὔξησεν αὐτὴν πολλαχόθεν, πρῶτον μὲν τῷ συνδραμεῖν καὶ εἰπεῖν ‘οὐ τῷ μεγάλα καὶ θαυμάσια ἡλίκα δοῦναι‘, εἶτα τῷ καιρῷ καὶ τῇ γνώμῃ τοῦ δεδωκότος καὶ τῇ ποιότητι 〈τῶν πεπονθότων καὶ τῷ φόβῳ〉 τῶν ἀντικειμένων, καιρῷ μὲν ὅτε ἥττητο ἡ πόλις καὶ ἐν συμφοραῖς ἦν μεγάλαις, γνώμῃ δὲ ὅτι ἐκ προαιρέσεως καὶ ἐθελοντής, ποιότητι δὲ τῶν πεπονθότων ὅτι 〈ἐν〉 συμφορᾷ, φόβῳ δὲ τῶν ἀντικειμένων ὅτι ἐπεκράτουν Συρακούσιοι καὶ Λακεδαιμόνιοι, ὧν οὐκ ἐφοβήθη τοῦ φρονήματος τὸν ὄγκον. ἀλλὰ καὶ τῇ γειτνιάσει αὔξει, ὅτι παρ’ οἷς ἦν· καὶ γὰρ τοῦτο συντελεῖ πρὸς αὔξησιν. τὸ γὰρ παρόντα μὴ φοβηθῆναι τὸν κίνδυνον μηδὲ φιλοψυχῆσαι οὐ μικρὸν εἰς φιλοτιμίαν. gT ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων] ἰδὼν τὴν ὀλιγότητα τῆς ἐπιδόσεως ἐκ τοῦ κατὰ σύγκρισιν τόπου ηὔξησε. |
| 20.107 | συνέκρινε γὰρ τὴν προαίρεσιν τῶν τε ἑκόντων εὐεργετούντων πρὸς τὴν τοῦ δικαίως ἀποδιδόντος ἐν καιρῷ χάριν· δείξας δὲ ἐνίους τῶν ἀνθρώπων μηδ’ ἐθελοντὰς ἀποδιδόναι ἐν ταῖς δυστυχίαις ἣν ὀφείλουσι χάριν, ηὔξησε τὴν τοῦ δεδωκότος προαίρεσιν ὅτι ἐθελοντὴς τοῖς δυστυχοῦσιν ἐπέδωκεν. gT ὡς τὸ ψήφισμα τοῦτο δηλοῖ] πιστοῦται διὰ τοῦ ψηφίσματος τοῦ Ἐπικέρδους τὴν εὔνοιαν, ἵνα μὴ δοκῇ χαρίζεσθαι τοῖς λόγοις. |
| 20.108 | gT καὶ τοῦ μὴ τῷ λιμῷ πάντας αὐτοὺς ἀποθανεῖν] οὐ μόνον ἐκ τῶν προειρημένων τόπων, ὡς ἔφαμεν, ηὔξησεν, ἀλλὰ καὶ ἐκ τοῦ κωλῦσαι τὸ συμβὰν αὐτοῖς, εἰ μὴ ἐπέδωκεν ἑκών. |
| 20 109a | κωλύει γὰρ αὐτοὺς λιμῷ πάντας ἀποθανεῖν, προθύμως ἐπιδούς. gT οὐ μόνον ηὔξησεν ἀφ’ ὧν ἐποίησεν, ἀλλὰ καὶ ἐξ ὧν ἐκώλυσε τὸ συμβὰν κακὸν ἀφ’ ὧν ἐπέδωκε· διχῇ γὰρ τὸ συμφέρον ἢ κτήσει καλοῦ ἢ ἐπισχέσει βλάβης ὑπάρχει. |
| 20 109b | gT τάλαντον ἔδωκε] μετὰ τὸ λαβεῖν, φησί, τὴν ἀτέλειαν ἐπὶ τοῖς πρότερον ἐπιδοθεῖσιν ἐν Σικελίᾳ, οὐχ, ὡς ἂν καταφρονήσας ὅτι περ ἅπαξ ἔτυχε τῆς τιμῆς, ἐπαύσατο τῆς κηδεμονίας, ἀλλὰ μηδενὸς αἰτήσαντος τὴν χρείαν ἰδὼν αὐθαίρετος ἐφιλοτιμήσατο, αὐτὸς προσεπινοήσας τὴν αὔξησιν. |
| 20.110 | gT σκέψασθε δὴ πρὸς Διὸς καὶ θεῶν] εἰπὼν διὰ τῶν προειρημένων τὰς εὐεργεσίας καὶ εἰς ὅσον εἶχεν αὐξήσας ἐντεῦθεν ἐπενθυμεῖται τοῖς προειρημένοις. |
| 20.111 | τοιοῦτος ὁ ῥήτωρ ἁπανταχοῦ μετὰ τὰ διηγήματα πάλιν ἐπενθυμούμενος. οὐχ ἁπλοῦν δέ ἐστι τὸ διήγημα ἐνταῦθα, ἀλλὰ δεικτικόν. gT καὶ τὴν περὶ τούτων χάριν] καὶ τῆς καλοκἀγαθίας ἐπίδειξις. |
| 20.112 | ‘οὐ γὰρ ἐλπίδι τῆς ἀμοιβῆς εὖ ἐποίησεν (ἄδηλος γὰρ αὕτη), ἀλλ’ εὐνοίᾳ καὶ φιλοστοργίᾳ τοὺς ἡττημένους ἀντὶ τῶν κεκρατηκότων ἠσπάσατο‘. καὶ οὐ μόνον νενικηκότας εἶπεν, ἀλλὰ καὶ παρ’ οἷς ἦν· ὅτι καὶ συνηθείας κατεφρόνησε καὶ φιλίας ἠμέλησε καὶ φοβεῖσθαι τοὺς κρατοῦντας οὐκ ἠνέσχετο, προθέμενος ἐν πᾶσιν ὑμᾶς. gT οὐδὲ γὰρ οὔσῃ χρώμενος φαίνεται] ἡ ἀτέλεια διττή· ἢ γὰρ κατ’ ἐμπορίαν ἐστὶν ἢ κατὰ λειτουργίαν. |
| 20 113a | οὔτε δὲ οἷόν τε λειτουργεῖν ξένον ὄντα καὶ Λιβύην οἰκοῦντα οὔτε μὴ ἐμπορευόμενον· οὐδὲ γὰρ ἐμπορευόμενος φαίνεται ὥσπερ ὁ Λεύκων, μὴ φερομένων αὐτῷ ἀπὸ Λιβύης φορτίων ἐξ ὧν κερδαίνειν ἔμελλε. καὶ τοῦτο δῆλον ἐκ τῆς τῶν τελωνειῶν ἀπογραφῆς, ὅθεν εἶπε τεθαρρηκότως· ‘οὐδὲ γὰρ οὔσῃ χρώμενος φαίνεται‘· οὐ φαίνεται γὰρ ἐν ταῖς τῶν ἐμπόρων ἀπογραφαῖς. gT ὁ μὲν Ζήνων λύων τὸ προκείμενόν φησι μὴ χρήσασθαι τῇ δωρεᾷ τὸν Ἐπικέρδην διὰ τὸ ἑκόντα ἐπιδοῦναι μνᾶς ἑκατόν· ἡμεῖς δέ φαμεν μὴ τοῦτο βούλεσθαι τὸν Δημοσθένην σημαίνειν· οὐδὲ γὰρ ἐπιδόσεως οὐδὲ φιλοτιμίας ἐστὶν ἀτέλεια, ἀλλὰ τῶν κατ’ ἀνάγκην γινομένων λειτουργιῶν. |
| 20 113b | πῶς οὖν φαίνεται Ἐπικέρδης μὴ χρώμενος; οὐχ ὅτι ἐπιδέδωκεν, ἀλλὰ τῷ μηδ’ ἐμπορίαν ποιήσασθαι μηδὲ κληθῆναι εἰς λειτουργίαν μηδεπώποτε διὰ τὸ ἀπεῖναί τε φαίνεται τῇ δωρεᾷ μὴ χρήσασθαι· ὅτι γὰρ οὐκ ἂν ἐκλήθη ἀπὼν εἰς λειτουργίαν δῆλον ἐκ τῶν κατὰ Λεύκωνα. ἐκεῖ γάρ φησι [μὴ] χρήματα ὑπάρχειν τῷ Λεύκωνι ἐνταῦθα [δὲ], ὧν λάβοιτο ἄν τις· Ἐπικέρδους δὲ μὴ ἔχοντος μηδεμίαν ἐμπορίαν ἐν τοῖς λιμέσι, πῶς ἄν τις λάβοιτο; τὸ οὖν ‘χρώμενοσ‘ ἀντὶ τοῦ χρησάμενος. οὐ γὰρ περὶ τῶν παίδων ἐνταῦθα τέως ὁ λόγος ἐστίν, ἀλλὰ περὶ τοῦ πατρός· ὅτι δὲ καὶ τὸ συντελεῖν εἰς πόλεμον οὐκ ἦν παράβασις ἀτελείας, δῆλον ἐκ τοῦ κατὰ Ἁρμόδιον καὶ Ἀριστογείτονα. καὶ γὰρ εἰληφότες ἀτέλειαν ὅμως ἐχορήγουν εἰς πόλεμον· ὥστε, εἰ Ἐπικέρδης εἰς πόλεμον ἐπιδέδωκεν, οὐ δήπου διὰ τοῦτο τὴν δωρεὰν ἀνῄρηκεν, ἀλλὰ καὶ αὐτὸς παρέχεται νόμον τοιοῦτον τὸν κελεύοντα μηδένα ἀτελῆ εἶναι τῶν εἰς τὸν πόλεμον. gT οὓς ἥκιστα προσῆκεν] οὓς οὐδαμῶς ἀδικεῖν ἐχρῆν. |
| 20.114 | gT ἀλλὰ τὴν προθυμίαν καὶ τὸ αὐτὸν] τῇ κρίσει τῶν πατέρων σεμνύνει τὸν ἄνθρωπον. |
| 20.115 | gT οἱ προϋπάρχοντες τῷ ποιεῖν εὖ] οἱ τὴν ἀρχὴν τῆς εὐποιίας ποιησάμενοι. |
| 20.116 | πλέον δὲ θαυμάσειεν ἄν τις τοὺς ἐν ταῖς χρείαις ὑπηρετήσαντας. gT εἶτ’ οὐκ αἰσχυνόμεθα, ὦ ἄνδρες Ἀθηναῖοι] χαριέντως τῷ ‘αἰσχυνοίμεθα‘ συνῆψεν εὐθὺς τὸ ‘ὦ ἄνδρες Ἀθηναῖοι‘, ἵνα τῇ ποιότητι τῆς πόλεως μεῖζον φανῇ τὸ αἰσχρόν. |
| 20.117 | gT μηδὲν ἔχοντες ἐγκαλέσαι] δίδαξόν μέ τινα τῆς ἀφαιρέσεως ἀπολογίαν· προσέστω τις εὐπρόσωπος τόπος τῷ σφάλματι, ἂν καλέσῃ μέ τις τῶν παίδων ἀχάριστον. |
| 20.118 | ποῖον ἔγκλημα προφέρων λύσω τὴν μέμψιν; τί πραχθὲν ὑπαίτιον ἐπενεγκὼν αὐτοῖς τὴν αἰσχύνην ἐκφεύξομαι; gT οὐ γὰρ εἰ ἕτεροι μὲν ἦσαν] τῇ τῆς ἀπαντήσεως περιτροπῇ τὴν γένεσιν τῆς ἀντιθέσεως ἀνεῖλε φάσκων ‘οὐκ ἀπολύει τοῦτο τῆς αἰσχύνης, ἀλλὰ προσθήκην ἀδοξίας ποιήσει· λυμαίνῃ τὴν τῶν προγόνων ψῆφον, λύεις προπετῶς ἃ ἐκεῖνοι κεκρίκασι‘. |
| 20.119 | καὶ ἡ προσθήκη βεβαιοῖ τὴν ἀλήθειαν, ὅσῳ κρείττων ἡ τῶν ὁρώντων καὶ παρόντων μαρτυρία τοῦ τὴν γνῶσιν ἐξ ἀκοῆς εἰληφότος. gT καὶ περὶ τῶν τοὺς τετρακοσίους] ἐγένετο γάρ τις ἐν τῷ Πελοποννησιακῷ πολέμῳ τετρακοσίων ὀλιγαρχία ἣν οἱ καταλύσαντες ἐτιμήθησαν. |
| 20.120 | gT χρησίμους αὑτοὺς παρασχόντων] ἐπὶ τῶν τριάκοντα λέγοι ἄν· τότε γὰρ οἱ δημοτικοὶ μὴ φέροντες τὴν κακίαν τῶν τριάκοντα ἔφυγον καὶ οἱ ὑποδεξάμενοι ἐθαυμάσθησαν. |
| 20.121 | gT εἰ τοίνυν τις ὑμῶν ἐκεῖνο πέπεισται] τὰς τῶν ἔξωθεν ἐπισωρεύσας εὐεργεσίας τὴν ἐκ τῆς ἀκολούθου νοήσεως ὑποβάλλει πρότασιν. |
| 20.122 | ἐλέγομεν δὲ ὅτι τὸ κατὰ τὸν Ἐπικέρδην ἐπιχείρημα τῆς μελλούσης ἐστὶ βλάβης· τοῦτο τοίνυν ἐπισφραγίζεται κατὰ τὸ νῦν προκείμενον ἐννόημα. ἀντέπεσε γὰρ ἐκ τῶν λεγομένων ‘ἀλλ’ οὐκ ἂν δεηθείημεν τοῦ τὴν πόλιν εὐεργετήσοντος· οὐδὲ γάρ ἐστι πόλεμοσ‘. πρὸς ὅπερ ἀγωνιζόμενος λύει ἐκ τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως καὶ τῶν κοινῶν λογισμῶν, ὡς ἄδηλον τὸ μέλλον καὶ πάντα χρὴ προσδοκᾶν. οὕτως ἐπισφραγίζεται διὰ τούτων τὴν γενησομένην ἐκ τοῦ νόμου βλάβην, εἰ γένοιτο κύριος. gT κἀγὼ συνεύχομαι] τὴν ὑπερβολὴν τῆς εὐνοίας δηλοῖ, κοινωνῆσαι τῆς εὐχῆς οὐκ ὀκνῶν. |
| 20.123 | gT ᾧ μὴ λυθέντι δεήσει χρῆσθαι] κυρίου ὄντος εἰκός ἐστι γενέσθαι καὶ χρείαν εὐεργετῶν· ἄγουσι γὰρ τὰς εὐδαιμονούσας πόλεις ἐπὶ τὸ χεῖρον οἱ πονηροὶ νόμοι· τοῖς μὲν γὰρ ἀγαθοῖς ἀνδράσι καὶ τοῖς ἀμείνοσι νόμοις ἀκολουθεῖ τὸ πράττειν καλῶς, τοῖς δὲ ἐναντίοις πρὸς τὸ φαῦλον ἡ μεταβολή. |
| 20.124 | gT ὑπέρρει κατὰ μικρὸν] κατὰ μικρὸν ὑπεχώρει καὶ ἀπώλλυτο· ῥεῖν γὰρ τὸ φθείρεσθαι. |
| 20.125 | ἐπεὶ καὶ οἱ ἄνθρωποι κτῶνται μὲν εὐβουλίᾳ τὰ χρήσιμα, ῥιπτοῦσι δ’ ἐξ ἀβουλίας τὰ κτώμενα. gT ὃς καλῶς πράττουσαν τὴν πόλιν] κατ’ ἀμφότερα δείκνυσιν ἄχρηστον καὶ ἀλυσιτελῆ τὸν νόμον. |
| 20.126 | ἐν ἀσφαλείᾳ τε γὰρ ζῶσιν ἡμῖν ἡ τοῦ πράγματος ἀδοξία πρόσεστιν· ἑτέρου δέ τινος καὶ φαύλου συμβαίνοντος τὸν ἐπικουροῦντα οὐχ ἕξομεν. gT οὐ τοίνυν μόνον, ὦ ἄνδρες Ἀθηναῖοι] ἄλλο ἐπιχείρημα τοῦ αὐτοῦ τόπου, διαφορὰν δὲ ἔχον οὐ μικράν. |
| 20 127a | περὶ τῶν γὰρ εὐεργετῶν πάλιν μέλλει ποιεῖσθαι τὸν λόγον, δεικνὺς ὅσον βλάψει τὴν πόλιν καὶ ὅσων ἀποστερήσει εὐεργετῶν, εἰ καιρὸς γένοιτο· διαφέρει δὲ τοῦ περὶ Ἐπικέρδους ἐπιχειρήματος. ἐκεῖνο μὲν γὰρ ἴδιον, τοῦτο δὲ κοινόν· ὅτι καὶ πόλεις ὅλας τὰς ἑαυτῶν πατρίδας συμμάχους κατέστησαν τῷ δήμῳ. ἀπὸ γὰρ τοῦ κατὰ πρόσωπον μεταβέβηκεν ἐπὶ τὰς πόλεις, ἰδίᾳ μὲν θεὶς τὸν Λεύκωνα, ἰδίᾳ δὲ τὸν Ἐπικέρδην· μετὰ ταῦτα δὲ πλῆθος τῶν τὰς πατρίδας τὰς ἑαυτῶν παρασκευασάντων συμμαχεῖν τῷ δήμῳ. δύο δὲ ἀνύει διὰ τῶν τοιούτων ἐπιχειρημάτων, ἓν μὲν ὅτι ‘τῶν ἀτοπωτάτων ἐστὶν ἀποστερεῖν τοὺς εὐεργέτασ‘, δεύτερον δὲ ὅτι ‘κωλύσομεν δι’ ὧν ἀποστεροῦμεν καὶ τοὺς βουλομένους εὐεργετεῖν‘. gT ἄλλο ἐπιχείρημα. |
| 20 127b | LS ἐπὶ τηλικούτων καὶ τοιούτων καιρῶν] ἐν σιτοδείᾳ μὲν ὁ Λεύκων, ἐν συμφοραῖς δὲ ὁ Ἐπικέρδης. |
| 20.128 | τελεία δ’ ἡ εὐεργεσία καὶ ἐν ἔργοις καὶ ἐν λόγοις. gT ἃ παρ’ ὑμῶν τῶν πρεσβυτέρων] ἱκανὸν ποιῆσαι τὴν πειθὼ τὸ λέγειν ὡς ‘ὑμεῖς με τὰ τοιαῦτα ἐδιδάξατε‘. |
| 20.129 | gT ἀλλ’ ὅθ’ ἡ μεγάλη μάχη] περὶ ταύτης τῆς μάχης καὶ Ὑπερείδης εἴρηκεν ἐν τῷ πρὸς Διώνδαν (fr. |
| 20.130 | 96 Je.), καὶ παρὰ Ἐφόρῳ (FGrHist 70 F 209) δὲ καὶ Ἀνδροτίωνι (FGrHist 324 F 105) ἱστορεῖται ὡς ἐνίκησαν τοὺς Ἀθηναίους Λακεδαιμόνιοι σφόδρα. gT ἐπικηρυκεύεσθαι] διὰ κηρύκων σπονδὰς περὶ εἰρήνης ποιήσασθαι. |
| 20.131 | gT καὶ τῆς παρόδου κρατοῦντας] ὡς καὶ τὴν ἀναχώρησιν καὶ τὴν φυγὴν ἐπικίνδυνον εἶναι. |
| 20.132 | gT ἀλλὰ πλησίον ὄντων μεθ’ ὅπλων] αὔξησιν ἔχει τῆς εὐνοίας· οὐκ ἔδεισαν τὸ πλῆθος, οὐ τὰ ὅπλα, οὐ τοὺς πολίτας ᾐσχύνθησαν, ἀλλὰ βιασάμενοι τοὺς ἔνδον, καταφρονήσαντες τῶν ἔξω, εἰσέφερον τὸ στράτευμα, τὸν μεθ’ ὑμῶν κίνδυνον τοῦ ζῆν ἀσφαλῶς προτιμήσαντες. |
| 20.133 | gT ἡ ἐπὶ Ἀνταλκίδου] οὗτός ἐστιν ὁ τὴν αἰσχρὰν εἰρήνην πρὸς τὸν βασιλέα τὸν μέγαν σπεισάμενος ἐν ᾗ τοὺς ἐν τῇ Ἀσίᾳ κατοικοῦντας ἐκδότους τῷ βαρβάρῳ πεποίηκε. |
| 20.134 | ‘τότε οὖν‘ φησίν ‘ἐφυγάδευσαν αὐτοὺς Λακεδαιμόνιοι, ὑμεῖς δὲ ὑπεδέξασθε καὶ προσηκόντως ἐστέρξατε 〈κατὰ〉 πάντα.‘ gT εἴ τις ἀκούσειεν ὡς Ἀθηναῖοι σκοποῦσι] σκέπτεταί τις ἤδη περὶ τῶν κεκυρωμένων πάλιν καὶ ἀναιρεῖ τῶν ἐψηφισμένων τὴν πίστιν· ἀλλότριον τῶν Ἀθηναίων τὸ νόημα, ξένον τῆς Ἀττικῆς τὸ ἐλάττωμα. |
| 20.135 | gT ἀνάγνωθι δέ μοι] ἀναγινώσκει τὸ ψήφισμα, καταιδέσαι βουλόμενος. |
| 20.136 | gT καὶ διεξιόντος ἀκούσας] οἱ γὰρ μὴ τῇ ὄψει μαθόντες παρὰ τῶν εἰδότων διηγουμένων τὴν γνῶσιν ἕξουσιν. |
| 20.137 | ἆρ’ οὖν, φησίν, ὁ τοὺς καιροὺς ἐκείνους ἢ θέᾳ ἢ ἀκοῇ καταμαθὼν ἐξεταζέτω τὸ τοῦ νόμου τοῦ τοὺς σεσωκότας ὑβρίζοντος καὶ ἀποστεροῦντος τῆς χάριτος· οὐκοῦν ἔσται πάντως τῆς κακίας κατήγορος. μισῶ γὰρ φιλανθρωπίαν διὰ τὴν χρείαν συμβαίνουσαν. ὁ φιλότιμος ἐν ταῖς συμφοραῖς παρελθόντων τῶν δεινῶν καὶ τῆς εὐχῆς πληρωθείσης ἐπιλήσμων τῶν εὐεργεσιῶν καὶ ἀχάριστος. gT νὴ Δία ἀνάξιοι γάρ τινες] πληκτικῶς εἰσάγει διασύρων ὡς ὀχληρὸν καὶ βάσκανον, εἰ ἄνω καὶ κάτω τοῦτο καὶ οὐδὲν ἄλλο προΐσχετο. |
| 20.138 | τὸ δὲ σύμπαν διὰ τὸν οἰκεῖον νόμον οὕτω μεθοδεύει, ἵν’ ἐκ τῆς συνεχοῦς μνήμης ὁ δῆμος ἠγμένος τὸν ὑπὲρ τοῦ νόμου δέξηται λόγον. ἀπαγαγεῖν γὰρ ἀπὸ τοῦ Λεπτίνου νόμου καὶ τοῦ συμφέροντος τὸν ἀκροατὴν βουλόμενος μετατίθησιν αὐτοῦ τὴν διάνοιαν εἰς τὸ κατηγόρημα τῶν εἰληφότων ὡς εἶεν ἀνάξιοι. οὐ τοῦτο δὲ μόνον ἔλεγε Λεπτίνης ὅτι ἀνάξιοί εἰσιν, ἀλλ’ ὅτι καὶ οὔκ εἰσι λειτουργοί, δίκαιον δὲ τοὺς πλουσίους λειτουργεῖν. ὃ δὲ ὡς ἰσχυρὸν αὐτῷ δίδωσιν ἐν παντὶ τῷ νόμῳ, τοῦτο σαθρότατον δεικνύει καὶ ἄδικον διὰ τὸ μὴ ἐνίους, ἀλλὰ πάντας ἀδικεῖν. οὕτως ἡμᾶς ὁ ῥήτωρ ἐδίδαξε τὰ μὲν ἰσχυρὰ τῶν ἀντιδίκων παραλείπειν, μεθοδεύειν δὲ ἐφ’ ἕτερα τοὺς δικάζοντας. gT 〈ἔπειτ’ ἐκεῖνο ἀγνοεῖν φήσομεν〉] ταύτην τὴν ἀντίθεσιν λύει μεταληπτικῶς, πρῶτον μὲν ἀπὸ χρόνου, εἶτα ἀπὸ τρόπου· ἀπὸ χρόνου μὲν ὅτι ‘ὅταν διδῶμεν, τὴν ἀξίαν δεῖ σκοπεῖν, οὐ μετὰ ταῦτα‘, τρόπῳ δὲ ὅτι ‘οὐ τὸν αὐτὸν τρόπον ἐξεταστέον ἰδιώτῃ καὶ πόλει‘. |
| 20 139a | gT ἔπειτ’ . |
| 20 139b | .. φήσομεν] παραγραφικῷ λύει τὴν ἀντίθεσιν. ἐχρῆν σε, φησί, τοῦτο αὐτὸ ἐξετάζειν, ὅτε καὶ ἐτιμῶντο, εἰ ἄξιοί εἰσιν, οὐ νῦν μετὰ τὸ λαβεῖν, χρησάμενον λόγῳ εὐπροσώπῳ καὶ ἀπολογίαν ἔχοντι ὅτι ἀνάξιοι ἦσαν. gT ἔργον ἀνθρώπων ἐστὶν] ἀντὶ τοῦ ‘οὐ κακῶν, φρονίμων δέ‘. |
| 20.140 | gT τοῦτο δὲ δοκεῖ ὑμᾶς πεπονθέναι] τὸ τῶν φθονούντων πάθος. |
| 20.141 | gT ἐγὼ γὰρ οὐ τὸν αὐτὸν τρόπον] τὸ νόημα τοιοῦτον· ὅτι ἕκαστος τῶν ἀνθρώπων, ὅτε βούλεται δοῦναι θυγατέρα αὑτοῦ τινὶ ἢ λαβεῖν, ἐξετάζει πότερον ἄξιός ἐστιν ἢ οὔ, καὶ πῶς δοξάζουσι περὶ αὐτοῦ, καὶ πότερον νόμιμον ἢ οὔ, καὶ τὸ γένος καὶ τὸν βίον. |
| 20.142 | ἐπὶ δὲ τῶν εὐεργετῶν οὐκέθ’ ὁμοίως, ἀλλὰ κἂν δυσγενὴς ᾖ, δέχονται παρὰ τὴν χρείαν τὴν πρᾶξιν ἀποδεχόμενοι, κἂν ὁποῖός τις ἂν ᾖ. gT ὅταν μὲν οὖν εὖ πάσχειν δέῃ] συμπέρασμα τοῦ ἐνθυμήματος. |
| 20.143 | παρενέβαλε δὲ ταῦτα εἰς μέσον τοῦ μεμνῆσθαι τῶν εὐεργετῶν, ἵνα μὴ ὕπτιος καὶ προσκορὴς ὁ λόγος γένηται. gT ἓν δὲ ἢ δύο δείξας ἔτι ψηφίσματα] περὶ τῶν ξένων φησίν, ἐπειδὴ πάμπολλα ἐφεξῆς ἐρεῖ περὶ τῶν πολιτῶν ἐξετάζων. |
| 20.144 | gT τοῦτο μὲν τοίνυν Θασίους] Θάσος καταντικρὺ τῆς Θρᾴκης, ὅπου ἦν καὶ τὰ μέταλλά ποτε τῶν Ἀθηναίων. |
| 20.145 | ἐπανῆλθε δὲ εἰς τὰ ὁμογενῆ τῶν ἐπιχειρημάτων καὶ τὸ κατὰ Ἀρχέβιον δὲ καὶ Ἡρακλείδην τοῦ αὐτοῦ τόπου, οἵ, ὥς φασιν, οὐδὲ φαίνονται ἀτέλειαν εἰς τὰς Ἀθήνας ἔχοντες. gT καὶ τὴν Λακεδαιμονίων φρουρὰν μεθ’ ὅπλων] ὅτι οὐ λόγοις ἔπεισαν, ἀλλ’ ὅπλων ἐδεήθησαν πρὸς τὴν δίωξιν. |
| 20.146 | Ἔκφαντος δὲ στρατηγὸς τῶν Θασίων· Θρασύβουλον δὲ τὸν Ἀθηναίων στρατηγὸν λέγει. τὸ δὲ ‘εἰσαγαγόντεσ‘ μετὰ τὴν μάχην λέγει. gT ὥστε τὴν δεκάτην ἀποδόσθαι] δεκάτην ἐκ τῶν φορτίων τῶν ἐμπόρων τοῦ Ἑλλησπόντου ἐλάμβανον. |
| 20.147 | ἐπώλουν οὖν τὰ τέλη καὶ ἐποίουν χρημάτων εὐπορεῖν τὴν πόλιν. εἶτα τὸ χρήσιμον τῶν χρημάτων λέγει, ὅτι Λακεδαιμόνιοι ὁρῶντες ἐφοβήθησαν καὶ ὡς ἠθελήσαμεν ἐσπείσαντο. πρόξενοι δὲ λέγονται οἱ ἐν τοῖς ὁρίοις τοὺς ἐπιδημοῦντας δεχόμενοι, φίλοι τυγχάνοντες καὶ κοινῇ καὶ ἰδίᾳ. gT 〈προξενίαν〉] ὑποδοχήν, προστασίαν. |
| 20.148 | F 2 Y ὡς συκοφαντούντων] οὐκ ἐχόντων οὐδὲν ἀληθὲς ὡς πρὸς τὸ συμφέρον. |
| 20.149 | gT τούτων δ’ ἴσως ἔνιοι τῶν ἀνδρῶν] ἐτεθνήκεσαν γάρ τινες· ἀλλ’ εἰ ἐκεῖνοι ἀπέθανον, αἱ εὐεργεσίαι οὐκ ἀπώλοντο. |
| 20.150 | τινὲς δὲ καὶ ζῶσιν. ἔλεγε δ’ ὁ Λεπτίνης ὅτι ‘οἱ πλεῖστοι αὐτῶν τεθνήκασι καὶ οὐ πολλοὺς βλάψομεν‘, ὁ δὲ ἐκ περιτροπῆς αὐτὸ ἔλαβε καὶ λέγει ‘μᾶλλον ὀφείλομεν μὴ στερίσκειν αὐτοὺς διὰ τοὺς λοιπούς· διὰ γὰρ τοῦτο καὶ πάντας τιμῶντες ὀφθήσεσθε καὶ ἡ πόλις δόξει εἶναι καλή‘. gT τὰς μὲν συμφορὰς] θέλει εἰπεῖν ὅτι ‘εἰ ἔτυχε κινδυνεῦσαι καὶ ἀποθανεῖν τοὺς εὖ ποιήσαντας ὑμᾶς, καὶ δὴ ἀπώλοντο καὶ διὰ παντὸς ἐκέχρηντο τῇ συμφορᾷ‘. |
| 20.151 | ἄδικον οὖν κινδυνεύειν μὲν ὡς ἐπὶ φανεροῖς, σωθέντας δὲ στερίσκεσθαι τῆς ἐλπίδος καὶ τῆς τιμῆς. gT 〈πάνυ τοίνυν ἀχθοίμην ἄν〉] ἐντεῦθεν προοιμιάζεται μέλλων ἑτέρας μερίδος ἄρχεσθαι τοῦ λόγου, τοῦ περὶ τῶν πολιτῶν δηλονότι. |
| 20 152a | F 4 YLS πάνυ . |
| 20 152b | .. ἄν] ὡς φιλόπολις συνάχθεται, εἰ σπανίζει γενναίων ἀνδρῶν ἡ πόλις. ἄξιον δὲ τὸ ἦθος τῆς ἐννοίας ἄγασθαι. τὸ γὰρ ‘ἀχθοίμην ἂν‘ εἰπεῖν, ‘εἰ μὴ φαίνοιτο ἔχουσα ἰδίους εὐεργέτας ἡ πόλισ‘, ἐνδεικνυμένου ἐστὶ τὴν εὔνοιαν ἣν ἔχει περὶ τὴν πόλιν, ἄλλως τε καὶ βαρυνομένου τὸ διάθεσιν ἔχειν αὐτοὺς τοὺς πολίτας, ὡς μηδὲ ἐθέλειν ὑπὲρ τῆς ἐνεγκούσης κινδυνεύειν. gT καὶ γὰρ καὶ τἆλλα ἀγαθὰ] τῆς αὐτῆς ἐστιν ἐννοίας κατασκευὴ τοῦ ῥήτορος. |
| 20.153 | ἐπειδὴ δὲ συνέβαινε καὶ ἐν κακῇ πόλει ἕνα εἶναι ἄριστον, διὰ τοῦτο εἴρηκε ‘πλείστουσ‘· ‘ἀρίστουσ‘ δὲ ἵνα τὸ μὲν ᾖ τοῦ πλήθους, τὸ δὲ τῆς ἀρετῆς. gT πρῶτον μὲν τοίνυν Κόνωνα] ἀπὸ τῶν ξένων ἀρξάμενος ἐπὶ τὸν περὶ τῶν πολιτῶν ἐλήλυθε λόγον, πρῶτον μὲν ἵνα δείξῃ τὸ πλῆθος τῶν οὐκ ἐγχωρίων εὐεργετῶν καὶ ὅσων ἐν χρείᾳ γέγονε ξένων ποτέ. |
| 20.154 | εἷς δὲ τῶν δέκα στρατηγῶν ἐστιν οὗτος, 〈Τιμοθέου〉 πατήρ, οὗ μέμνηται καὶ ἐν τοῖς Φιλιππικοῖς. τί δήποτε δὲ τὸν Κόνωνα τοῦ Χαβρίου προέταξε; καίτοι περὶ ἐκείνου πᾶς ἦν ὁ λόγος αὐτῷ. λέγομεν δὲ ὅτι ὑπωπτεύετο ὡς διὰ τὸν υἱὸν αὐτοῦ ἠγωνίζετο καὶ οὐ διὰ τὸ συμφέρον τῆς πόλεως καὶ τῇ μητρί γε αὐτοῦ, ὥς φασι, συνῆν. ἵνα οὖν μὴ ἐπίτηδες δόξῃ καὶ ὥσπερ ἐκ συντάγματος αὐτὸν προφέρειν, ἀλλὰ διὰ τὴν πόλιν τὸν λόγον ποιεῖσθαι, τούτου χάριν τὸν Κόνωνα πρῶτον ἔθηκεν. gT ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα] καὶ τὸν τρόπον αὐτοῦ καὶ 〈τὰσ〉 πράξεις διέρχεται. |
| 20.155 | συμβαίνει γάρ τινα ἔχειν μὲν βίον καλόν, μηδὲν δὲ ἐπικεχειρηκέναι κοινόν· διὰ τοῦτο τὰ δύο ὁμοῦ ἔλαβεν, τὰς δύο ποιότητας ἐξετάζων ἐν τῷ αὐτῷ καὶ τοῦ προσώπου καὶ τῶν πραγμάτων. ἔστι μὲν γὰρ προσώπου κατηγοροῦντα μὴ μέμφεσθαι πρᾶξιν, ἔστι δὲ πράξεις ἀποδεχόμενον τὴν ποιότητα διαβάλλειν· νῦν δὲ ἐξ ἑκατέρων ἐργάζεται τἀνδρὶ τὸν ἔπαινον. gT ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι] τῶν πρεσβυτέρων. |
| 20.156 | ἀλλ’ ἐπειδὴ ἔφη ‘ἀκοῦσαι‘ (ἡ ἀκοὴ δ’ οὐκ ἦν πιστή), προσέθηκε τοὺς θεασαμένους ἀπαγγείλαντας. gT ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης] περὶ τὸ τέλος τοῦ Πελοποννησιακοῦ πολέμου ἐν Ἀργινούσαις· ἔστι δὲ τῆς Λέσβου χωρίον οὗ μετὰ τῶν Λακεδαιμονίων Ἀθηναῖοι ἐπολέμησαν· καὶ δὴ συνέβη Ἀθηναίοις νικῆσαι· τῶν δὲ πεπτωκότων τὰ σώματα ἐκ τῆς θαλάττης Ἀθηναῖοι διὰ τὸν χειμῶνα ἀνελέσθαι οὐκ ἠδυνήθησαν· ἦσαν γὰρ ναυμαχήσαντες. |
| 20.157 | οἱ οὖν συγγενεῖς τῶν πεσόντων ὑπό τινων συκοφαντῶν ἀναπεισθέντες προσῆλθον τῷ δήμῳ μελανειμονοῦντες καὶ ἐπεσπάσαντο εἰς εὔνοιαν. κατεψηφίσατο οὖν ὁ δῆμος τῶν δέκα στρατηγῶν τῶν μὲν φυγήν, τῶν δὲ θάνατον. καὶ οἱ μὲν πρὸ τῆς κρίσεως ἔφυγον εἰδότες τὸ ἐσόμενον αὐτῶν κακόν· ὧν ἦν Κόνων ὃς καὶ ἀπῆλθε πρὸς Εὐαγόραν τὸν τῆς Κύπρου ἄρχοντα. καὶ πεποίηκε τὸν Κόνωνα φίλον τῷ Περσῶν βασιλεῖ ὁ Εὐαγόρας· ἦν γὰρ ἔχων πρὸς αὐτὸν φιλίαν. τηνικαῦτα δὲ οἱ Λακεδαιμόνιοι σχολὴν ἄγοντες κακῶς ἐποίουν τὰ τοῦ βασιλέως· ὁ δὲ Κόνων καιροῦ λαβόμενος ἐπηγγείλατο περιγενέσθαι αὐτῶν, εἰ λάβοι παρ’ αὐτοῦ στράτευμα. καὶ δὴ λαβὼν καὶ συμβαλὼν 〈ἐν〉 Κνίδῳ τῆς Καρίας κατὰ Λακεδαιμονίων ἐνίκησε καὶ ἐπανῆλθεν εἰς τὰς Ἀθήνας οὐκ ἀποστραφεὶς καταγνούσας αὐτοῦ. gT οὐδ’ ἡντινοῦν ἀφορμὴν λαβών] μηδεμίαν, φησίν, ἀφορμὴν λαβὼν παρὰ τῆς πόλεως κατεναυμάχησε Λακεδαιμονίους στρατηγὸς ἀποδειχθεὶς παρὰ βασιλέως. |
| 20.158 | gT καὶ πρότερον τοῖς ἄλλοις ἐπιτάττοντας] οὐκ εἶπεν ‘εἴθισεν ὑπακούειν ὑμῶν‘. |
| 20.159 | καίτοι γε ἠκολούθει τῷ λέγειν ‘ἐπιτάττοντας τοῖς ἄλλοισ‘ τὸ ὑφ’ ὑμῶν ἐπιτάττεσθαι· ἀλλ’ ἐπειδὴ τοῦτο οὐκ εἶχε παρὰ τῆς ἱστορίας, ‘εἴθισεν ἀκούειν ὑμῶν‘ εἶπεν· ἐπειδήπερ προσεδέξαντο τὸν περὶ τῆς εἰρήνης, ἐγίνετο πάλιν ὁ λόγος πρὸς Λακεδαιμονίους τῇ πόλει. gT ἀνέστησε τὰ τείχη] ἃ Λακεδαιμόνιοι κατέστρεψαν ταῖς Ἀθηναίων χερσὶν ἀναγκάσαντες, πάλαι Θεμιστοκλέους οἰκοδομήσαντος, ἐξ ἀρχῆς ἀνέστησε διὰ τοῦ Περσικοῦ κρατήσας στρατεύματος. |
| 20.160 | ‘ἁρμοστὰσ‘ δὲ τοὺς ἐν ταῖς πόλεσιν ἄρχοντας τῶν Λακεδαιμονίων λέγει. ἁρμοσταὶ δὲ λέγονται, ὅτι ἁρμόζουσι τὰ ἤθη τῶν πολιτῶν τοῖς τῶν Λακεδαιμονίων. ‘νήσων‘ δὲ οὐ τῶν Κυκλάδων, ἀλλὰ καὶ ἄλλων. gT καὶ γάρ τοι μόνῳ τῶν πάντων] ‘μόνῳ‘ μετὰ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα. |
| 20.161 | gT ἐκείνῳ μὲν φιλοτιμίαι] φιλοτιμεῖ τὴν κοινωνίαν, ἵνα ἀποστεροῦντες καὶ ἑαυτοὺς βλάπτωσιν. |
| 20.162 | gT ἀγαθοῦ τοῖς ἄλλοις αἴτιος γένηται] θέλει εἰπεῖν ‘πολίτης ἐάν τις ἄλλους εὖ ποιήσῃ, καὶ ἡ πόλις κοινωνεῖ τῶν κατορθωμάτων‘. |
| 20.163 | gT πρῶτον] πάλιν μετ’ ἐκείνους. |
| 20.164 | gT 〈ἐπετιμήθη〉] ἐδοξάσθη. |
| 20.165 | F 4 LS ἀλλὰ καὶ ὑπ’ ἄλλων πολλῶν] οὐ πάνυ γὰρ μέγιστον τὸν πολίτην τὴν πόλιν τιμᾶν· διὰ τοῦτο προσέθηκε τὸ ‘ὑπ’ ἄλλων‘. |
| 20.166 | gT οἳ δικαίως] τί οὖν, εἰ φόβῳ αὐτὸν ἐτίμησαν ἢ ἀνάγκῃ; διὰ τοῦτο πρόσκειται τὸ ‘δικαίωσ‘, ἵνα ᾖ καθαρὰ ἡ φιλοτιμία. |
| 20.167 | gT τῆς δὲ παρ’ ἡμῶν μόνης τοῦτ’ ἀφαιρεθήσεται] τὸ ‘ἀφαιρεθήσεται‘ δηλωτικόν ἐστι τοῦ μὴ πάσας ἀφαιρεῖσθαι τὰς δεδομένας τιμὰς τῷ Κόνωνι, ἀλλὰ τὴν ἀτέλειαν μόνην. |
| 20.168 | gT γνοίη δ’ ἄν τις εἰ παραθείη] οὐχ ὅλον τὸν Θεμιστοκλέα παραβάλλει ὅλῳ τῷ Κόνωνι, ἀλλὰ τειχοποιίαν τῇ τειχοποιίᾳ. |
| 20.169 | οὐκ ἀπὸ πάντων οὖν τῶν τόπων συγκρίνειν ἐπιχειρεῖ τῷ Θεμιστοκλεῖ τὸν Κόνωνα (οὐδὲ γὰρ αἱ πράξεις ἀμφοῖν παραπλήσιαι), ἀλλὰ ἀπὸ τῆς τειχοποιίας μόνης· οὐδὲ γὰρ ἀναγκαῖόν ἐστιν 〈ἐν〉 ταῖς συγκρίσεσι πάντα πᾶσι παραβάλλειν. καὶ Ἰσοκράτης γὰρ ἐν τῷ τῆς Ἑλένης ἐγκωμίῳ (10, 16) συγκρίνων τὴν Ἑλένην τῷ Ἡρακλεῖ οὐκ ἀπὸ τῶν πράξεων αὐτὴν ἐγνώρισεν, ἀλλὰ τὴν ἰσχὺν καὶ τὴν ῥώμην μόνην ἀντέθηκε τῷ κάλλει. καὶ διδόασιν ἡμῖν οἱ παλαιοὶ θεωρήματα, μὴ φιλονεικεῖν πρὸς τὰ ἰσχυρὰ μηδὲ μάχεσθαι μηδὲ μὴν ὀκνεῖν ἀφ’ ἑνός τινος τῶν περὶ τὸ πρᾶγμα θεωρουμένων τὴν σύγκρισιν ἐργάζεσθαι. οὐ μέγεθος δὲ πρὸς τὸ μέγεθος τῶν τειχῶν συγκρίνει, ἀλλὰ τὸν τρόπον μόνον τῆς τειχοποιίας· παρέλιπε δὲ καὶ τὸν καιρόν, ἐν ᾧ πλείστη διαφορά. τότε μὲν γὰρ ἡγοῦντο πάντων Ἑλλήνων Λακεδαιμόνιοι, νυνὶ δὲ ἥττηντο περὶ Ῥόδον ὑπὸ τοῦ βασιλέως. ὥστε τὸν καιρὸν κλέψας, ἐν ᾧ τούτων ἑκάτερος τὴν πόλιν τειχίζειν ἔδοξεν, αὔξει τὸ κατὰ Κόνωνα. gT λέγεται τοίνυν ἐκεῖνος τειχίζειν] συντέμνει τὸ διήγημα θαυμαστῶς ἅτε δὴ παλαιὸν καὶ ἵνα ὑποκλέψῃ τῇ συντομίᾳ τοῦ Θεμιστοκλέους τὴν μνήμην. |
| 20.170 | gT καὶ πάντες ἴσως ἀκηκόατε] ἴστε πῶς ἀνέστησεν ἀπάτῃ τὰ τείχη. |
| 20.171 | gT μηδεὶς φθόνῳ τὸ μέλλον ἀκούσῃ] ἐπειδὴ τοῦ Θεμιστοκλέους αὐτὸν ἀποφαίνει κρείττονα, εἰκότως προθεραπεύει τῷ λόγῳ. |
| 20.172 | gT οὐδ’ ἔλαττον σχεῖν τῶν ῥητόρων] οὔκουν, φησί, δίκαιον ἡττηθῆναι τὰς πράξεις αὐτοῦ τῷ λόγῳ τῶν συκοφαντῶν. |
| 20.173 | gT εἶεν. |
| 20 174a | ἀλλὰ νὴ Δία τὸν παῖδα τὸν Χαβρίου] τὸ μὲν σχῆμα τῆς μεταβάσεως πάνυ θαυμαστόν. τὸ γὰρ μὴ ἐκ περιβολῆς μηδὲ πεφροντισμένως ποιήσασθαι τὴν ἀρχὴν ἀφείλετο τὴν ὑπόνοιαν τοῦ δοκεῖν πρὸς χάριν ὑπὲρ τοῦ Χαβρίου παιδὸς λέγειν. ἔστι δὲ ἠθικὴ ἡ διάνοια ὡς ἂν τοῦ πράγματος ἔχοντος τῆς ἀτοπίας τὸν ἔλεγχον, εἰ ἐπὶ τοσούτοις καὶ τηλικούτοις εὐηργετημένοι ἀφέλοιντο τὴν ἀτέλειαν· οὐ μὴν ἀλλὰ κἀκεῖνο ἄξιον κατιδεῖν, ὅτι πανταχοῦ τὸν παῖδα συμπλέκει τῷ τοῦ πατρὸς ὀνόματι καὶ τοῖς ἀπὸ τοῦ πατρὸς εἰς ἀπόδειξιν κέχρηται. F 4 YLS εἶεν . |
| 20 174b | .. Χαβρίου] ἀντὶ τοῦ ‘ἄγε δή, τί λείπεται τῷ λόγῳ, ἵνα ἐξ ἀνάγκης δόξῃ ἐπὶ τὸν Χαβρίαν ἔρχεσθαι καὶ οὐκ ἐκ προνοίας, ἀλλ’ ἑπόμενος τῷ λόγῳ;‘ ἀφείλετο γὰρ τὴν ὑπόνοιαν τοῦ δοκεῖν πρὸς χάριν ὑπὲρ τοῦ Χαβρίου παιδὸς λέγειν· πανταχοῦ δὲ τὸν παῖδα συμπλέκει τῷ τοῦ πατρὸς ὀνόματι καὶ τοῖς ἀπὸ τοῦ πατρὸς εἰς ἀπόδειξιν κέχρηται (δηλονότι διὰ τὸ τοῦ πατρὸς ἀξίωμα τὴν δωρεὰν ὁ παῖς ἔχειν δοκεῖ) δεικνὺς ἐκ τούτων τῆς ἀτοπίας τὸν ἔλεγχον, εἰ ἐπὶ τοσούτοις καὶ τηλικούτοις τοῖς εὐεργετημένοις ἀφέλοιντο τὴν ἀτέλειαν. gT ἴστε μὲν οὖν ἴσως, καὶ ἄνευ τοῦ παρ’ ἐμοῦ λόγου] προκατέλαβε τὸν ἀκούοντα, μάρτυρα τῶν ἑαυτοῦ ποιησάμενος λόγων, ἵνα εἰσβάλλων εἰς τὰ τοῦ Χαβρίου ἐγκώμια μὴ χάριτι δοκῇ τὸν λόγον ποιεῖσθαι. |
| 20.175 | συναγορεύσουσι δὲ καὶ αὐτοὶ ὅτι σπουδαῖος ἦν ὁ ἀνήρ, ἵνα καί, εἴ τι ἁμάρτημα περὶ τὸν παῖδα τυγχάνοι, μὴ τῆς τοῦ πατρὸς ἀγωγῆς τὸ κατηγόρημα γένηται. οὐκ ἀπολογεῖται δ’ ὑπὲρ τῆς ποιότητος τοῦ παιδός, ἵνα 〈μὴ〉 δοκῇ ὥσπερ κνίζειν εὐθὺς ἐν ἀρχῇ τοὺς ἀκούοντας· προϊόντος δὲ τοῦ λόγου τὴν ἀπολογίαν πεποίηται εἰπὼν ‘ἐν ὀρφανίᾳ τέθραπται διὰ τὴν τοῦ πατρὸς ἀναίρεσιν‘, ὡς εἶναι μεταστατικὴν τὴν ἀπολογίαν· εἰ γὰρ ὑπὲρ Ἀθηναίων ἀπώλετο, διὰ τὸν δῆμον ὁ παῖς τοιοῦτος γέγονε. gT καὶ ὡς Γοργώπαν ἀπέκτεινεν] στρατηγὸς Λακεδαιμονίων ὃν κτείνει Χαβρίας ἐν Αἰγίνῃ ἀπιὼν βοηθῆσαι Εὐαγόρᾳ. |
| 20.176 | gT ἐν Αἰγύπτῳ] πρὸς τοὺς Πέρσας. |
| 20.177 | gT πολλή τε αἰσχύνη λέγοντος ἐμοῦ] ἑκὼν ἡττᾶται, ἵνα νικήσῃ καθ’ ἕτερον. |
| 20.178 | gT ἐνίκησε μὲν τοίνυν Λακεδαιμονίους] ταὐτὰ λέγων ἑτέρῳ σχήματι προσποιεῖται ἄλλα διηγεῖσθαι. |
| 20.179 | gT μιᾶς δεούσας] ὥστε πλήρεις εἶναι πρὸς ἀναπλήρωσιν. |
| 20.180 | gT εἷλε δὲ τῶν νήσων τούτων] ὅτι καὶ ἐνίκησε καὶ ἔσωσεν. |
| 20.181 | gT ἐχθρῶς ἐχούσας] τί γάρ, εἰ καὶ λόγοις ἐπείσθησαν, εἶτα μεταβάλλονται; gT ἵνα δὲ μὴ λέγων παραλείπω τι] ἔθος ἐστὶ τῷ ῥήτορι τοῖς ἰσχυροτέροις ἐνδιατρίβειν καὶ μὴ ῥᾳδίως αὐτῶν ἀπαλλάττεσθαι· ἵνα δὲ τὸν κόρον φεύγῃ, ἐξαλλάττειν εἴωθε τὰ σχήματα τῆς ἐννοίας. |
| 20.183 | ἀναγινώσκει δὲ ἐξ ὑπομνήματος τὰς Χαβρίου πράξεις. gT δοκεῖ τισὶν ὑμῶν, ὦ ἄνδρες δικασταί] τῷ κατ’ ἐρώτησιν προῆχθαι τὸν ἔλεγχον τῆς ἀτοπίας ἐμφαίνει. |
| 20.184 | ἠθικὴ δὲ κἀνταῦθα ἡ ἔννοια. δύο δὲ διὰ τῆς αὐτῆς ἐννοίας παρέστησε, πρῶτον μὲν τὴν εὔνοιαν, δεύτερον δὲ τὴν περὶ τοῦ παιδὸς ἀπολογίαν. ἐπειδὴ δὲ ἀντέπιπτεν ὅτι ‘ἑαυτὸν σῶσαι μὴ δυνηθεὶς Χαβρίας πῶς οἷός τε ἦν σῴζειν ἑτέρους;‘ ἰδὼν λυποῦσαν αὐτὸν τὴν ἔννοιαν ταύτην ὑποτέμνεται λέγων ‘ἡνίκα μὲν τὴν τοῦ σῴζειν ἀξίαν εἶχεν, αὐτὸς στρατηγὸς ἀφελὴς ἦν τοῖς συστρατευομένοις· ἡνίκα δὲ ἔδει, ὡς στρατιώτης παραταξάμενος ἐθελοντὴς ἔπεσεν ὑπὲρ τῆς πατρίδοσ‘. gT 〈ἐγὼ μὲν οὐκ〉] σημείωσαι, ἐκ τοῦ ἐναντίου πλαστόν. |
| 20.185 | F 2 L οὐ σκέψεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, λογιεῖσθαι] τῷ μὲν δοκεῖν ὁ νόμος ἐστὶν ὁ κρινόμενος, τῇ δὲ ἀληθείᾳ ὁ τρόπος τῆς πόλεως βασανίζεται. |
| 20.186 | σκέψαι γάρ, ὦ βέλτιστε, καὶ φρονῶν ἀνθρωπίνως ἀπόβλεψον εἰς τὸ μέλλον· ἂν ἐμπέσῃ τις χρεία, ποῦ τὸν εὐεργέτην ὀψόμεθα· gT ὅρα δὴ καὶ σκόπει] ὑποκρίνεται μὴ εὑρίσκειν τὸν γραμματέα, ἵνα δόξῃ αὐτοσχεδιάζειν ἃ λέγει καὶ μὴ ἐσκέφθαι. |
| 20.187 | gT οὓς νῦν οὗτοι μεμφόμενοι] τουτέστι τοὺς ἀξίους τῆς δωρεᾶς. |
| 20.188 | gT ἔγωγε ἡγοῦμαι] ὡς γὰρ ὁμολογούμενον αὐτὸ καὶ ἐψηφίζετε. |
| 20.189 | gT εἶθ’ οἷς δι’ ἐκεῖνον ἂν τότε] τοῦτό φησι θέλων δεῖξαι ὅτι ‘εἰ διὰ τοὺς ἀξίους καὶ τοὺς μὴ ὄντας τοιούτους ἐτιμήσατε, διὰ τοὺς ἀναξίους νῦν τοὺς ἀξίους ἀφαιρήσετε‘. |
| 20.190 | gT οὓς μὲν τοίνυν ἀδικήσετε] πληρώσας τὸν περὶ τῶν εὐεργετῶν σύμπαντα λόγον τῶν ἐπιλόγων ἅπτεται, ἐπιλόγων δὲ οὐ τῆς ὑποθέσεως πάσης, ἀλλὰ αὐτοῦ τοῦ μέρους. |
| 20.191 | gT 〈σκοπεῖτε δὲ καὶ λογίσασθε〉] ἐπίλογος τούτου τοῦ μέρους. |
| 20.192 | F 4 LS εἰ γὰρ ὧν ἔργῳ πεποίηκε] συμπέρασμά ἐστι τῶν εἰρημένων. |
| 20.193 | gT ἂν ὑφ’ ἡμῶν μὴ καλῶς ῥηθῇ] ὑπὸ τῶν συνηγόρων, φησίν. |
| 20.194 | ἄτοπον οὖν, ὧν ὑμῖν δεδώκασι πείρᾳ τὴν γνῶσιν λαβόντες, ἂν μὴ κατὰ τοὺς λόγους δύνωνταί τινες ἀποδεῖξαι τοῖς κατορθώμασιν, ἧττα γενήσεται ὑμῖν. gT 〈ἵνα τοίνυν εἰδῆτ’〉] ἀρχὴ τοῦ νομίμου κεφαλαίου. |
| 20 195a | S ἵνα . |
| 20 195b | .. εἰδῆτ’] ἐντεῦθεν πάλιν ἄρχεται τοῦ νομίμου κεφαλαίου ἀκολούθως ποιῶν· ἔδει γὰρ κατηγορῆσαι τοῦ νόμου τοῦ Λεπτίνου ὡς ἀδίκου καὶ ἀσυμφόρου, ἵν’ οὕτως ἀντεισενεχθῇ ὁ αὐτοῦ ἐκ συγκρίσεως καὶ ἀντιπαραθέσεως. gT ἀναγνώσεται τὸν νόμον ὑμῖν] ὁ Σόλων προσέταξε τὸν λύοντά τινα τῶν κυρίων νόμων τιθέναι ἕτερον. |
| 20.196 | ὅπου μὲν οὖν κύριος, ἀντεισφέρειν δεῖ, ὅπου δὲ οὐ, λύειν μόνον. ὁ νόμος δὲ ὃν εἰσέφερεν εἶχε τὰς δωρεὰς τὰς παλαιὰς κυρίας, καὶ εἰ ἀνάξιοί τινες ἦσαν ἐν τῷ δικάζεσθαι στερίσκεσθαι. gT γράφεσθαι μέν, ἄν τίς τινα τῶν ὑπαρχόντων νόμων] γραφὴ λέγεται κυρίως ἡ κατὰ τῶν νόμων κατηγορία. |
| 20.197 | διδάσκει δὲ διὰ ταύτης τῆς διανοίας ὅτι χρὴ πρότερον δεικνύναι τοὺς παλαιοὺς νόμους οὐκ ἔχοντας κατά τι καλῶς, εἶτα ἀντεισφέρειν ἕτερον. τούτοις ἀκολουθήσας μετὰ τὴν κατηγορίαν τοῦ νόμου τοῦ Λεπτίνου τὴν ἀνάγνωσιν τοῦ οἰκείου παρέχεται, 〈ἀλλὰ καὶ τὸν Σόλωνος νόμον〉 [ὃν] ἀναγινώσκει, καθ’ ὃν δεῖ νομοθετεῖν, ὅτι ἐν τοῖς δικασταῖς νομοθετεῖν δεῖ, ὅτι πρὸ τῶν ἐπωνύμων ἐκτιθέναι, τὸν δὲ μὴ ταῦτα ποιοῦντα ὑπεύθυνον εἶναι γραφῇ. ἃ μὲν οὖν δεῖ ποιεῖν τὸν νομοθετοῦντα εἴρηκε, διὰ τούτου ἐπισημαινόμενος ὅτι οὐ δεῖ κυρωθῆναι αὐτοῦ τὸν νόμον, ἕως ἂν τὰ ἐκ τῶν νόμων γένηται· ἃ δὲ δεῖ πάσχειν τὸν παραβαίνοντα οὐ προσέθηκε διὰ τὸ μὴ ὑπεύθυνον εἶναι τῇ κατηγορίᾳ Λεπτίνην. μετὰ τοῦτο τίθησι τὸν νόμον τὸν τοῦ Λεπτίνου ἐπισημαινόμενος ὧν λαμβάνεται. εἶτα ἀναγινώσκει κατὰ τὸ συνεχὲς καὶ ἕτερον νόμον ἀρχαῖον ἐν ᾧ κεῖται τὰς δωρεὰς ἃς ὁ δῆμος ἔδωκε κυρίας εἶναι, ᾧπερ ἐναντίος ἐστὶ ὁ τοῦ Λεπτίνου νόμος, εἶτα καὶ ἕτερον τὸν κελεύοντα ὑπεύθυνον εἶναι γραφῇ τὸν ἐναντίον εἰσφέροντα τοῖς ὑπάρχουσι νόμοις, ἵνα διὰ μὲν τούτου τὸν οἰκεῖον ἀκολούθως ἔχοντα δείξῃ καὶ ὅτι οὐκ ἐναντίος ἐστί, κατηγορεῖ δὲ τοῦ Λεπτίνου ὡς παραβεβηκότος. gT οὐ γὰρ ᾤετο ὁ Σόλων] τὴν γνώμην τοῦ νομοθέτου φησί. |
| 20.198 | θεσμοθέται δὲ ἐκλέγονται ἓξ τοῦ ἐνιαυτοῦ, οἳ τῶν ἐννέα ἀρχόντων εἰσὶ δι’ ὧν τὰ πολλὰ διοικεῖται πράγματα. νομοθέται δὲ οἱ αἱρούμενοι δικασταὶ τὸν εἰσαγόμενον νόμον ἢ λύοντες ἢ κυροῦντες. οἱ θεσμοθέται οὖν τὸν ἐνιαυτὸν ἦρχον· δεύτερον δὲ ἐδοκιμάζοντο διὰ τὸ ἐκεῖθεν εἰς τὸν Ἄρειον πάγον ἀνέρχεσθαι, εἰ μή τις μεταξὺ διεβέβλητο· ἕως δὲ θανάτου ἔμενον οἱ Ἀρειοπαγῖται. gT τοὺς δὲ νόμους αὐτούς, καθ’ οὓς καὶ τούτοις ἄρχειν] ἄτοπον, φησί, τοὺς νομοθέτας πολλάκις βασανίζεσθαι καὶ δοκιμάζεσθαι, τοὺς δὲ νόμους, καθ’ οὕς εἰσι καὶ οὗτοι ἄρχοντες καὶ πάντες, ὡς ἔτυχε τίθεσθαι. |
| 20.199 | gT ἐπὶ καιροῦ τεθέντας] πρὸς γὰρ τὴν χρείαν εἰσέφερον οἱ πολιτευόμενοι νόμους ἢ ἐν ὀξύτητι καιροῦ ὥστε λαθεῖν. |
| 20.200 | ἀπὸ ἐλάττονος τὸ ἐπιχείρημα. gT ὡς ἐγὼ πυνθάνομαι] τὴν ἀρχὴν λέγει, καθ’ ὃν [τὸν] τρόπον 〈 *** 〉 τοῦτο ᾑροῦντο νομοθετεῖν. |
| 20.201 | διὰ τοῦτο δὲ εἶπεν ‘ὡς ἐγὼ πυνθάνομαι‘, ἵνα φύγῃ τὸ συνειδέναι, τῇ ἀκοῇ δὲ τὴν γνῶσιν παραδίδωσι, καὶ ἵνα μὴ δόξῃ διαβάλλειν αὐτός. gT τοσοῦτοι μὲν οἱ ἐναντίοι] ὅτι δέ, φησί, τοσοῦτοι ἀντικείμενοί εἰσιν ὑμεῖς μαρτυρεῖτε· ἐξ ὑμῶν γὰρ νομοθέτας ἐκλέγεσθε καὶ μέχρι νῦν πέρας οὐκ ἔχει τὸ πρᾶγμα διὰ τὸ πλείστους εἶναι τοὺς ἐναντίους νόμους. |
| 20.202 | gT 〈ψηφισμάτων〉] σημείωσαι, περὶ νόμου καὶ ψηφίσματος. |
| 20.203 | F 2 L συνίετε ὃν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι] ἐξέτασις τοῦ νόμου, ἐπειδὴ καὶ περὶ αὐτοῦ ὁ λόγος ἦν. |
| 20.204 | gT πρῶτον μὲν παρ’ ὑμῖν ἐν τοῖς ὀμωμοκόσιν] ὤμνυον γὰρ οἱ δικάζοντες. |
| 20.205 | ‘πρῶτον‘ δὲ οὐ τῇ τάξει, ἀλλὰ τῷ ἀξιώματι καὶ τῷ κυροῦν· δεῖ γὰρ προαναγνωσθῆναι τῷ δήμῳ, ἔπειτα προτεθῆναι, εἶτα λαβεῖν τὸν γραμματέα καὶ μετὰ ταῦτα τοὺς δικάζοντας ἀκοῦσαι. πῶς οὖν εἶπε ‘πρῶτον παρ’ ὑμῖν‘; οὐδεὶς γὰρ πρὸ αὐτῶν ἄλλος ἦν οὐδὲ ἐκύρουν τοὺς εἰσφερομένους νόμους εἰ μὴ οἱ νομοθέται, οἵτινες ἐκληροῦντο δοκιμάζειν τοὺς νόμους. gT ἵνα εἷς ᾖ περὶ τῶν ὄντων ἑκάστου νόμος] ἵνα μὴ περὶ ἑνὸς πράγματος δύο ἐναντίοι ἑαυτοῖς ὦσι νόμοι. |
| 20.206 | αὐτὸ γὰρ τοῦτο, τὸ δύο νόμους περὶ ἑνὸς εἶναι πράγματος, ποιεῖ τοὺς ῥήτορας διὰ τούτου πλανᾶν τοὺς ἰδιώτας· ἑνὸς γὰρ ὄντος τοῦ νόμου οὐκ ἠδύναντο ἐξαπατᾶν τοσοῦτον. gT πρόσθεν τῶν ἐπωνύμων] ἀνδριάντες ἦσαν τῶν ἡρώων καὶ αἱ φυλαὶ ἐπώνυμοι ἦσαν (κατὰ δὲ πρόσταξιν Ἀπόλλωνος ἐγένοντο) παρ’ οἷς ὁ βουλόμενος νομοθετεῖν προετίθει, ἵνα πάντες Ἀθηναῖοι ἴδοιεν πότερον ἀρέσκει ἢ οὔ· ἐν ἐπισήμῳ δὲ τόπῳ εἱστήκεισαν. |
| 20.207 | gT 〈τῶν ἐπωνύμων〉] τῶν φυλῶν ἐπώνυμοι ἥρωες οἵπερ ἦσαν δέκα ὥσπερ Ἐρεχθεὺς Πανδίων. |
| 20.208 | F 2 YL τοῦτον δ’ ἐν ταῖς ἐκκλησίαις] τῷ δήμῳ λέγει· ἐκεῖ γὰρ συνήγετο ὁ ὄχλος. |
| 20.209 | τρεῖς δὲ ἐγίνοντο ἐκκλησίαι. ἀνεγινώσκετο οὖν τῷ δήμῳ ὁ νόμος, ἵνα πάντες ἀκούσωσι καὶ ὁ βουλόμενος ἀντείπῃ. gT ταῦτα νομοθετῇ] οὐχ ὅτι ἐν τῷ δήμῳ ἐνομοθέτουν, ἀλλ’ ἀντὶ τοῦ ‘νομοθετεῖσθαι ἐάσῃ‘. |
| 20.210 | δύο δὲ παρανομιῶν τρόποι· εἷς μὲν περὶ τὸ πρόσωπον, ὅτε καὶ παρὰ τὸν ὡρισμένον χρόνον γράφεται, ἕτερος δέ, ὅταν αὐτὸς ὁ νόμος κακῶς ἔχῃ καὶ ἐναντίως τοῖς παλαιοῖς. τὸν οὖν κατὰ πρόσωπον τέως διεξέρχεται. gT οὐδὲ γὰρ ἂν ὑμεῖς τότε ἐπείσθητε] ἵνα καὶ εὐλόγως δόξωσιν ἠπατῆσθαι τοῦ Λεπτίνου λάθρα τεθεικότος αὐτὸν καὶ αὐτοῦ ᾖ μόνον τὸ ἔγκλημα. |
| 20.211 | gT ἡμεῖς δ’, ὦ ἄνδρες Ἀθηναῖοι] τὰ δίκαια ἐγράψαμεν ἐν τῷ νόμῳ ἡμῶν, φησί, καὶ παρεισφέρομεν πολλῷ κρείττονα τούτων. |
| 20.212 | gT λαβὲ καὶ λέγε] ἐπὶ τὸν νόμον ἦλθε πληρώσας τὸ κατὰ πρόσωπον. |
| 20.213 | gT πρῶτον μὲν ἃ τούτου τοῦ νόμου] μέρη, οὐ γὰρ ὅλον· ἀλλὰ κακῶς ἔχοντα ἀντεισφέρει λύων, ἕτερα δὲ τιθείς. |
| 20.214 | gT τὰ δὲ ἑξῆς λέγε] οὐκ αὐτοῦ τοῦ νόμου Λεπτίνου, ἀλλὰ μετὰ τὸν ἐκείνου τὰ ἐν τῷ ἑαυτοῦ λέγει ὁ Δημοσθένης. |
| 20.215 | gT προσέχετε, ὦ ἄνδρες δικασταί] θαρρῶν παροξύνει αὐτοὺς ἀκριβῶς ἐπισκοπεῖν. |
| 20.216 | ἦ γὰρ ἂν καὶ λαθεῖν ἐσπούδασε. gT τοῦτο μέν ἐστιν ἐν τοῖς οὖσι νόμοις] τὸ τοὺς εὐεργέτας ἔχειν τὰς δωρεάς. |
| 20.217 | gT πρὶν τοῦτον ἔλυσε] τὸν ἐναντίον νόμον. |
| 20.218 | ‘μαρτυρίαν‘ δὲ κατηγορίαν. gT ἑτέρου κελεύοντος νόμου] μὴ πρότερον τιθέναι νόμον πρὶν τὸν ἐναντίον λύσῃ. |
| 20.219 | gT καὶ κατ’ αὐτὸ τοῦτο] θέλει εἰπεῖν ‘ἄξιος τιμωρίασ‘. |
| 20.220 | εἰ γὰρ καὶ ὁ νόμος ἦν καλός, τὸν ἐναντίον δ’ οὐκ ἔλυσε· κατ’ αὐτὸ τοῦτο παρανομεῖ. gT ἀλλ’ οὐκ ἐν ᾧ νῦν ὅδε] Ἀφεψίων· οὕτω γὰρ βέλτιον. |
| 20 221a | σαφὲς δὲ τοῦτο ἐν οἷς ἑξῆς ἐγγυητὴν δίδωσι Φορμίωνα τῆς νομοθεσίας, ὅτι ἀκύρους τὰς δωρεὰς λέγει ἃς ἔδωκεν ὁ δῆμος. gT ὁ Ἀφεψίων. |
| 20 221b | S καὶ πρόφασις δικαία] ἐν ᾧ γὰρ εἰσέφερον νόμῳ οἱ περὶ Δημοσθένην, τοὺς ἀναξίους δοκιμασθέντας ἀφαιρεῖσθαι, οὐ νόμῳ, ὡς οὗτος. |
| 20.222 | οὐκ ἔμελλεν οὖν συμβλάπτεσθαι ἡ πόλις. ἡ γὰρ κρίσις τοὺς ἀναξίους ἀναξίους ἐστέρισκε τῆς ἀτελείας. gT ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καταμανθάνετε] ἀναγνοὺς τὸν οἰκεῖον νόμον ἐπιδείκνυσιν ὡς ἔστιν ἀκόλουθος τῷ πρὸ μικροῦ παρασχεθέντι νόμῳ· εἶτα τίθησιν ἀνθυποφορὰν πρὸς τὸν παρ’ αὑτοῦ εἰσαγόμενον νόμον. |
| 20.223 | λέγει γὰρ ἐξ ἀπάτης γεγράφθαι τὸν νόμον, ὥς φησι Λεπτίνης, δεινότητι πολλῇ χρώμενος. ἵνα γὰρ τὸν ἀντίδικον καὶ αὐτὸν συνομολογοῦντα λάβῃ πρὸς τὸν ἔπαινον τοῦ νῦν ἀντεισφερομένου νόμου, τοῦτον τὸν τρόπον μετεχειρίσατο. gT οὔτ’, ἂν λέγῃ, δεῖξαι δυνήσεσθαι] κἂν ἀναισχυντῇ, φησίν, οὐκ ἔχει ἀποδεῖξαι· ἡττᾶται γὰρ τῆς ἀληθείας. |
| 20.224 | gT ἃ δὲ πρὸς τοῖς θεσμοθέταις] τοὺς εἰσάγοντας τὰς γραφὰς καὶ προδιαγινώσκοντας, ὅτε τὴν τῶν παρανόμων γραφὴν εἰσῆγον. |
| 20.225 | λέγει οὖν τοὺς προαγῶνας· εἰώθασι γὰρ ἔξω τοῦ δικαστηρίου λέγειν πολλάκις τινά. gT ἔφη γὰρ ἐξαπάτης] ἀντίθεσις ἐκ τοῦ νομίμου, οὐ τῆς ὅλης ὕλης. |
| 20.226 | ἡ μὲν γὰρ ἀντίθεσις ἐκ τῆς ὑποθέσεως πάντως ἐστίν, ἡ δὲ ὑποφορὰ μέση τῆς ἀντιθέσεως καὶ τοῦ ἀντιπίπτοντος· μετέχει γὰρ καὶ τῆς ὑποθέσεως καὶ τοῦ λόγου ἐξ οὗ τὸ ἀντιπῖπτον· τὸ γὰρ ἀντιπῖπτον τῇ ἐργασίᾳ τοῦ λόγου συμβαίνει, οὐκ ἐκ τῆς ὑποθέσεως, λέγω δὴ τῆς ὕλης. μέρος οὖν ἀμφότερα τῆς ἀντιθέσεως. τὸ δὲ ‘ἐξαπάτησ‘ Ἀττικὸν ἀντὶ τοῦ ἀπάτης, πρὸς ἔμφασιν δὲ μείζονα ἡ πρόθεσις. gT ἐγὼ δ’, ὅτι μὲν τῇ ὑμετέρᾳ] πάντως γὰρ λυθέντος ὁ εἰσφερόμενος ἐγίνετο κύριος. |
| 20.227 | τοῦτο οὖν, φησί, κἂν ἡμεῖς μὴ θέλωμεν, ἔχοντος αὐτὸν ἤδη τοῦ γραμματέως, ὑμεῖς κυρώσετε. νόμος γὰρ ἦν πάντα τὸν εἰσφερόμενον †ὅτι κάσιος τυχὸν ἢ ὃς δὲ κατηγορεῖ εὐδαίμονος, τὸν δὲ ἀντεισφέροντα τὸν νόμον†. Λεπτίνης οὖν ἔλεγε δεδιέναι μὴ λυθέντος τοῦ νόμου, μὴ μεταγράψωσι τὸν ἑαυτῶν, ἴσως μὴ βουλόμενοι ἔχειν αὐτόν. ὁ δέ φησι ‘κἂν μὴ θέλωμεν, οὐ δυνησόμεθα‘· εἰσῆκται γὰρ ἤδη διὰ τοῦ γραμματέως· ἄλλως τε καὶ νόμος ἦν, τὸν λύοντά τινα νόμον καὶ μὴ ἀντεισφέροντα κολάζεσθαι. gT ἐγώ, Φορμίων] ἐντεῦθεν δῆλον ὡς Ἀφεψίων ἐστὶν ὁ τὸν νόμον ἀντεισφέρων, ὡς καὶ ἄνω ἐπεσημηνάμην. |
| 20.228 | εἰ γὰρ ἦν Φορμίων, οὐκ ἂν ὁ αὐτὸς καὶ ἐγγυητὴς ἐγίγνετο. gT εἴ τινα βούλεται] ἐγγυώμενον. |
| 20.229 | θέλει δὲ εἰπεῖν ‘αὐτὸς δέξαι τὸν νόμον καὶ θὲς καὶ μὴ ἀμφίβαλλε ὡς ἡμεῖς οὐ θήσομεν‘. gT ἔστι δὲ δήπου νόμος ὑμῖν] ἵνα γὰρ μὴ εἴπῃ ὅτι ‘ἐγγυᾷ θεῖναι αὐτόν, οὐκ εἰσφέρεις δέ‘, λέγει ὅτι ‘ἀλλ’ εἰσὶ νόμοι οἱ τοὺς ἀπατῶντας κολάζοντεσ‘. |
| 20.230 | gT ταῦτα γραφόντων] γραφέτωσαν ὡς ἐγγυώμεθα τοῖς ἄρχουσι †τῶν ὑπηρετῶν† ἐγγράφως. |
| 20.231 | gT ἐκεῖνό γε οὐ λόγος] τὸ διὰ τοῦ θεῖναι τὸν Λεπτίνην τὸν νόμον, ἀλλ’ ἀλήθεια. |
| 20.232 | ἢ ‘οὐ λόγοσ‘ ἀντὶ τοῦ ‘οὐ φροντίσ‘. gT αὐτὸς θέτω] οὕτως ἐδέξαντό τινες ὅτι ‘ὑπεύθυνον ἑαυτὸν καταστήσας κυρωσάτω τὸν ἑαυτοῦ νόμον, εἰ θαρρεῖ αὐτῷ‘. |
| 20.233 | gT ἐμοὶ δ’, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ] ἠθικὸν μὲν τυγχάνει τὸ ἐννόημα, προσείληφε δὲ καὶ τὸ πικρόν. |
| 20.234 | τὸ γὰρ μὴ ἀνεγνωκέναι λέγειν τοὺς Σόλωνος νόμους ἢ μὴ συνεῖναι οὐκ ἀπήλλακται τοῦ πληκτικοῦ. gT καί μοι πρὸς Διὸς] τῷ ἤθει δελεάζει αὐτόν. |
| 20.235 | gT ἢ οὐκ ἀνεγνωκέναι τοὺς Σόλωνος νόμους ἢ οὐ συνιέναι] ἵν’ ᾖ τὸ μὲν τῆς φύσεως, τὸ δὲ τῆς ῥαθυμίας. |
| 20.236 | ‘ἢ γὰρ οὐκ ἀνέγνως δι’ ἀμέλειαν· εἰ δ’ ἀναγνοὺς οὐκ ἐνόησας, νωθὴς εἶ κατὰ φύσιν.‘ gT ἐξεῖναι δοῦναι τὰ ἑαυτοῦ] ἐπιχείρημα ἐκ τοῦ ἐλάττονος· ἰδίᾳ γὰρ ἕκαστος τοῦ κοινοῦ ἐλάττων. |
| 20.237 | λέγει δὲ ὅτι ‘ἄτοπον, εἰ ὁ μὲν Σόλων ἐξουσίαν ἑνὶ ἑκάστῳ δέδωκε τῶν ἑαυτοῦ, σὺ δὲ τὴν πόλιν τὴν μείζονα στερίσκεις τῶν ἑαυτῆσ‘. gT οὐχ ἵν’ ἀποστερήσῃ τοὺς ἐγγυτάτω γένει] τῆς συγγενείας καὶ τοῦ κλήρου. |
| 20.238 | ἐγίνετο γὰρ καὶ διὰ τῆς δόσεως τῶν χρημάτων σχεδὸν συγγενὴς τῇ γνώμῃ, εἴ γε καὶ μὴ τῷ γένει συναπτόμενοι φιλοτιμήσονται καὶ εὐεργετηθήσονται. gT 〈καὶ μὴν κἀκεῖνος τῶν καλῶς δοκούντων〉] περὶ τοῦ μὴ λέγειν κακῶς τὸν τεθνεῶτα. |
| 20 239a | F 2 καὶ . |
| 20 239b | .. δοκούντων] ὁ Σόλωνος νόμος ἀπηγόρευσε τοὺς τεθνεῶτας ἅπαντας λέγειν κακῶς, κἂν ἐρεθίζηταί τις ὑπὸ τῶν παίδων τοῦ τεθνηκότος ὑβριζόμενος. ὁ δέ φησιν ‘ἔργῳ σὺ κακῶς ποιεῖς. ἐκεῖνος μὲν γὰρ λόγῳ κωλύει, σὺ δὲ καὶ ἐν ἔργοις· κἀκεῖνος οὐ τοὺς φίλους, ἀλλ’ ἁπλῶς ἀπηγόρευσε μὴ δυσφημεῖν, σὺ δὲ καὶ τοὺς εὐεργέτας αὐτοὺς ἀδικεῖσ‘. ἐπιχείρημα δέ ἐστι καὶ αὐτὸ ἐκ τοῦ ἐλάττονος. gT ὧν οὐδὲν ἐκείνοις προσῆκεν] τοῖς εὐεργέταις. |
| 20.240 | gT πάνυ τοίνυν σπουδῇ τις ἀπήγγειλεν] ἀντίθεσίς ἐστιν ἐκ τοῦ ἔθους, ὅπερ ἐστὶν ἄγραφον νόμιμον· διαιρεῖται γὰρ τὸ νόμιμον εἰς ἄγραφον καὶ ἔγγραφον· ἐκ τοῦ οὖν ἀγράφου ἀντέπεσεν. |
| 20.241 | ἐλέγομεν δὲ ἐξ ἀρχῆς διπλοῦν εἶναι αὐτὸ τὸ νόμιμον κατὰ τὸ εἶδος τῆς διπλῆς πραγματικῆς. οὐκοῦν τὸ διπλοῦν ἐδήλωσε διὰ τῆς ἀντεξετάσεως τῶν νόμων καὶ διὰ τῶν ἔξωθεν παραναγνωσθέντων ὡς οἱ μὲν κατηγοροῦσι τοῦ νόμου τοῦ Λεπτίνου, οἱ δὲ συμφωνοῦσι τῷ Δημοσθένει· δείκνυσι δὲ οὐδὲν ἧττον καὶ διὰ τῶν ἀντιθέσεων. τὴν μὲν γὰρ ὑπὲρ τοῦ οἰκείου νόμου κεκίνηκε, τὴν δὲ δευτέραν νῦν τὴν κατὰ τοῦ Λεπτίνου νόμου· ἔστι γὰρ ἀπὸ τοῦ νομίμου καὶ αὕτη ‘εἰ καὶ ξένα καὶ Λακωνικὰ καὶ Θηβαίων τὰ νόμιμα εἶναι δοκεῖ‘. θαυμαστὴ δὲ ἡ μέθοδος· ὥσπερ γὰρ ἐλεγχομένου Λεπτίνου καὶ μηδαμῶς εὐποροῦντος λυτικῶν παραδειγμάτων οὕτω μνήμην πεποίηται Λακωνικῶν καὶ Θηβαίων. ἡ δὲ λύσις ἐκ διαφορᾶς ὅτι ‘οὐχ ἡ αὐτὴ πολιτεία παρ’ ἡμῖν καὶ ἐκείνοισ‘. εἰς δύο δὲ διεῖλε τὰς λύσεις, εἴς τε τὸ κατὰ Λακεδαιμονίους πρότερον, εἶτα εἰς τὸ κατὰ Θηβαίους δεύτερον. ἐπειδὴ [καὶ] γὰρ καὶ ἐν ταῖς λύσεσιν ἦν τις διαφορὰ περί τε τὰς πολιτείας καὶ τὰς ποιότητας τῶν προσώπων, ἠναγκάσθη καὶ διπλαῖς ταῖς διαφοραῖς χρῆσθαι, ἑτέρᾳ μὲν γὰρ ἐπὶ Λακεδαιμονίων, ἑτέρᾳ δὲ ἐπὶ Θηβαίων· καὶ τὸ οἰκεῖον ἀποδέδωκεν ἑκατέρᾳ ποιότητι. ἐοίκασι γὰρ πρὸς μὲν τοὺς Θηβαίους δυσμενῶς ἔχειν, πρὸς δὲ τοὺς Λακεδαιμονίους οἰκείως· ἀεὶ γὰρ καὶ τῶν καιρῶν καὶ τῶν προσώπων καὶ τῶν χρειῶν δεῖ στοχάζεσθαι. ἐπειδὴ Πλάτων καὶ ἄλλοι πολλοὶ καὶ τὴν ὀλιγαρχίαν καὶ τὴν πολιτείαν τὴν Λακεδαιμονίων τῆς δημοκρατίας προκρίνουσι, καὶ τῆς παρ’ ἑτέροις κρίσεως ἐμνημόνευσε, μάλιστα μὲν ἀποδείξας ἐν τοῖς πρώτοις καλλίστην τὴν δημοκρατίαν· εἶτα καὶ τὸ κατὰ συγχώρησιν, ‘εἰ ἄρα καὶ κατὰ τὸν λογισμὸν ἐκεῖνα φανείη βελτίω, ἀλλ’ οὖν γε τύχης ἕνεκα 〈τὰ〉 τῶν Ἀθηναίων κρείττω‘. gT αὐτὸ γὰρ τοῦτο πρῶτον, ὃ νῦν οὗτοι ποιήσουσι] συγκρουστικὸν νόημα· παροξύνει γὰρ τοὺς δικαστὰς διὰ τούτων ἐντεῦθεν, ἵνα βεβαιώσῃ ὅτι ἤκουσαν. |
| 20.242 | gT εἶτα καὶ Λακεδαιμόνιοι τῶν τοιούτων] τῶν ἐθῶν τῶν παρ’ ἡμῖν καὶ τῆς πολιτείας. |
| 20.243 | θέλει δὲ εἰπεῖν ὅτι ‘τιμῶσι μὲν καὶ Λακεδαιμόνιοι, οὐχ ὁμοίως δὲ ἡμῖν, ἐπειδὴ οὐδὲ ὁμοίως πολιτεύονται‘. gT ἃς ἀπεύξαιτ’ ἂν] τὰς παρ’ ἐκείνων τιμάς· σχεδὸν γὰρ τυραννὶς ἡ τιμή. |
| 20.244 | gT τὰς μὲν καθ’ ἕκαστον ἐάσω] σοφίζεται πρὸς τὸ λυσιτελοῦν ἅπαντα· ἦσαν γὰρ καὶ παρ’ ἐκείνοις στέφανοι καὶ σιτήσεις, ὥσπερ καὶ παρ’ Ἀθηναίοις αὐτοῖς. |
| 20.245 | gT γερουσίαν] ὄνομα ἀρχῆς παρὰ Λακεδαιμονίοις εἰς ἣν ἔρχονται οἱ καλῶς βιοῦντες καὶ γέροντες οἱ μετέχοντες ἀπὸ τοῦ τιμίου τῶν ἡλικιῶν. |
| 20.246 | gT παρασχὼν ἑαυτὸν οἷον χρὴ] παρὰ Λακεδαιμονίοις ὡς πολιτεύονται. |
| 20.247 | gT δεσπότης ἐστὶ τῶν πολλῶν] ἀντὶ τοῦ ‘ἄρχων‘ ‘δεσπότησ‘ εἶπεν, ἐξ οὗ ἐμφαίνει δουλείαν. |
| 20.248 | βαρὺ δὲ ὄνομα παρὰ Ἀθηναίοις ἡ δουλεία. ἐξ ἐλευθερίας γὰρ ἡ δημοκρατία γνωρίζεται. gT μετὰ τῶν ὁμοίων] μετὰ τῶν ἄλλων ἀρχόντων. |
| 20.249 | gT στέφανοι δὲ καὶ ἀτέλειαι] οὐ τοὺς στεφάνους ἢ τὰς σιτήσεις ὁ Λεπτίνης ἐμέμφετο, ἀλλὰ τὴν ἀτέλειαν, ἵνα λυθῇ. |
| 20.250 | gT καὶ ταῦτ’ ἀμφότερα ὀρθῶς ἔχει] καὶ τὰ παρ’ ἡμῖν καὶ τὰ ἐκείνων. |
| 20.251 | πῶς δὲ διαβαλὼν ἄνω τὴν τῶν Λακεδαιμονίων πολιτείαν ἐνταῦθα ἐπαινεῖ; ἐκεῖ μὲν ὡς πρὸς τὴν ἑαυτοῦ συγκρίνων πολιτείαν διέβαλεν, ἐνταῦθα δὲ ὡς πρὸς τὴν αὐτῶν Λακεδαιμονίων ἐπαινεῖ. ἡ εὔνοια δέ, φησίν, ἐκεῖ ἐκ τοῦ εἶναι πάντας τοὺς ἄρχοντας ἴσους, ἐνταῦθα δὲ ἐκ τοῦ λαμβάνειν τοὺς ἀξίους τιμάς. οὐκοῦν ὁ τὰς τιμὰς ἀφαιρῶν, οὗτος ἀναιρεῖ τὴν πολιτείαν. gT καὶ μὴν περὶ τοῦ γε μηδὲ Θηβαίους] ζητήσειεν ἄν τις τίνος χάριν ἡ ἀντίθεσις εἶχε μετὰ τῶν Λακεδαιμονίων ὁμοῦ καὶ Θηβαίους, ἐν δὲ τῇ λύσει διῃρημένως λέγει· ὅτι διὰ τὴν τῶν προσώπων ποιότητα οὐκ ἠδύνατο ἐξετάζων ἀμφοτέρους εἰπεῖν. |
| 20.252 | gT ἀληθὲς οἶμαι] οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ μετὰ τῆς ἀληθείας. |
| 20.253 | gT εἰ ἄρα εὔξασθαι δεῖ] δι’ ὧν κατεύχεται τοὺς πολεμίους μὴ τιμᾶν τοὺς εὐεργέτας, διὰ τούτων τοὺς ὁμοφύλους προτρέπει φεύγειν τοῦτο, ποιεῖν δὲ τὸ ἕτερον. |
| 20.254 | σφόδρα δὲ κακίζει τὴν φύσιν τοῦ πράγματος, ὅπου γε ἀμφιβάλλει καὶ ἐπὶ τῶν ἐχθρῶν εὔξασθαι συμβῆναι αὐτό. τηνικαῦτα δὲ ἐχθροὶ ἦσαν Θηβαῖοι ἐπὶ τῶν Φωκικῶν, ὅτε καὶ Φίλιππος ἦν ἔτι ταπεινός· μετὰ γὰρ τὰ Φωκικὰ ἔδοξαν καὶ φιλίαν τινὰ ἔχειν, ὅτε καὶ τὴν Ἐλάτειαν Φίλιππος κατείληφε τῆς Βοιωτίας καὶ Κορώνειαν καὶ Ὀρχομενὸν ἐξηνδραποδίσατο συγγενεῖς ὄντας. gT λόγῳ μετὰ τῶν νόμων τὰ δίκαια] ὅτι Θηβαῖοι μὲν ὅπλοις ἀπαιτοῦσι τὰς δίκας, ἡμεῖς δὲ λόγῳ καὶ τῷ δικαίῳ. |
| 20.255 | gT 〈ἄμεινον ἐκείνων〉] βέλτιον ἀεὶ ἐκείνων πράττετε κατὰ τὸ ἴδιον τῶν πολιτειῶν. |
| 20.256 | gT εἰ γὰρ καὶ κατὰ λογισμὸν] θέλει εἰπεῖν ‘εἰ κατὰ τὸν κοινὸν λογισμὸν ὑπερβάλλει τὰ τῶν Λακεδαιμονίων (σχεδὸν γὰρ πάντες τιμῶσιν ὡς ἀριστοκρατίαν αὐτήν), ἀλλ’ ἐπειδὴ ἡ τύχη ἡμῖν πλέον συναίρεται ἐν οἷς ἔχομεν‘. |
| 20.257 | δεύτερος δὲ ὁ λογισμὸς τῆς εὐτυχίας ὡς καὶ ἐν τοῖς Φιλιππικοῖς φησι· χρηστέον ταύτῃ μᾶλλον. gT παρὰ ταῦτα] τὰ νόμιμα. |
| 20.258 | ἐπειδὴ δὲ Πλάτων καὶ ἄλλοι τινὲς τῶν παλαιῶν προκρίνουσι τὴν ὀλιγαρχίαν τῶν Λακεδαιμονίων τῆς δημοκρατίας, διὰ τοῦτο ἐπὶ τὴν τύχην ἔδραμεν. gT οὐδὲ δι’ ὧν μὲν ἐκεῖνοι μεγάλοι] θέλει εἰπεῖν ὅτι ‘εἴ τις τὰ τῶν Λακεδαιμονίων ἄγοι ἐνταῦθα ἔθη δι’ ὧν ἐκεῖνοι τὴν ὀλιγαρχίαν συνέχουσιν, ἀποκτενεῖτε αὐτόν‘. |
| 20.259 | ὑπερβατὸν δὲ τίθησι τὸ κῶλον. gT κἂν ἀποκτεῖναι] ἀντὶ τοῦ ‘καὶ ἀποκτεῖναι ἂν θέλειν τὸν μεταφέροντά τι τῶν ἐκεῖ ἐνταῦθα· εἶτα τὸν καταλύοντα δι’ ὧν ἡμῖν αὔξεται ἡ πολιτεία, λέγω δὲ τὸν τὴν δωρεὰν ἀφαιρούμενον δι’ ἧς ἁμιλλώμενοι αὔξουσιν αὐτήν, οὐ κολάζετε;‘ gT 〈ἔστι τοίνυν τις πρόχειρος λόγοσ〉] ἀντιθέσεις τοῦ ἔθους παραδειγματικαί. |
| 20 261a | F 4 ( → 265 F) YLS ἔστι . |
| 20 261b | .. λόγος] μεταληπτικῷ κέχρηται πάλιν. ἡ δὲ ἀντίθεσις ἐκ τῶν ἐθῶν, οὐκέτι δὲ τῶν παρ’ ἄλλοις· ἔλυσε γὰρ ταύτην. ‘ἀλλὰ‘ φησίν ‘οὐ βούλει μιμεῖσθαι τοὺς Λακεδαιμονίους ἢ τοὺς Θηβαίους, ἀλλά γε τοὺς προγόνους.‘ λύει δὲ τὴν ἐκ τῶν ἐθῶν ἀντίθεσιν ἐνστάσει λέγων ‘οὐχ ἡγοῦμαι τοῦτον τὸν λόγον εἶναι δίκαιον λέγεσθαι οὐδὲ συμφέροντα‘. εἶτα συνίστησι διὰ τῶν ἑξῆς καὶ τῶν κατὰ Λυσίμαχον ὅτι ψευδὴς ὁ λόγος. gT οὐδενὸς ἠξιοῦντο τοιούτου] εἰσῆκται μὲν ἀφελῶς, κακούργως δὲ αὐτὸ ἔλαβεν· οὐδὲ γὰρ οὐδενὸς 〈ἀπ〉ετύγχανον, ἀλλὰ τινῶν. |
| 20.262 | ὁ δέ φησιν ‘οὐδενόσ‘, ἵνα δεινοποιήσῃ τὸ πρᾶγμα. gT ἐν τοῖς Ἑρμαῖς] ξύλα ἢ λίθοι τετράγωνοι ἦσαν ἔχοντες ὄψιν Ἑρμοῦ ἐπάνω, κάτω δὲ ἐν τῷ πλάτει τὰ ἐπιγράμματα. |
| 20.263 | gT τοῦθ’ ὑμῖν ἀναγνώσεται τὸ ἐπίγραμμα] ἕως τούτων ἡ ἀντίθεσις. |
| 20.264 | gT 〈ἐγὼ δ’ ἡγοῦμαι〉] ἡ δὲ λύσις κατὰ ἔνστασιν. |
| 20.265 | F 4 YLS εἰ μὲν γὰρ ἀναξίους εἶναί τις φήσει] φησὶ γὰρ ὅτι οὐδὲ οἱ πρόγονοι ἐτίμων. |
| 20.266 | gT 〈οὐδὲ ὀλίγου δεῖ〉] πολλοῦ γε καὶ δεῖ· πάνυ, φησίν, ἀφέστηκεν. |
| 20.267 | gT ἐπὶ μὴ προσήκοντα πράγματα] ἐπὶ μὴ ὄντα ἀληθῆ. |
| 20.268 | gT δυσχερεῖς ἀνάγκη φαίνεσθαι τοὺς λόγους] ἀντὶ τοῦ ‘δυσφήμους καὶ κακούσ‘. |
| 20.269 | οὐχ εὑρίσκων γὰρ τῇ ἀληθείᾳ μάχεσθαι καταφεύγει καὶ εἰς ἔθη τινὰ καὶ τοὺς προγόνους οὓς διαβάλλει ψευδόμενος. gT ὡς δὲ τἀληθὲς ἔχει] ἦσαν πολλοὶ σπουδαῖοι, οὐχ ὥσπερ οὗτός φησι, μηδένα εἶναι· καὶ ἡ πόλις ἐτίμα τοὺς ἀγαθοὺς καὶ ἦν ἅμιλλα τῶν μὲν εὖ ποιούντων τῶν δὲ ἀμειβομένων. |
| 20.270 | gT αἱ μέντοι τιμαὶ καὶ τὰ ἄλλα πάντα] ἵνα μὴ ἠμεῖφθαι τῷ χρόνῳ μόνη ἡ τιμὴ δόξῃ, ἀλλὰ καὶ πάντα τὰ πράγματα. |
| 20.271 | θέλει δὲ εἰπεῖν ὅτι ‘καὶ τότε τοῖς ἔθεσιν ἐτίμων τοὺς εὐεργέτας· οὔπω δὲ ἦν τότε ἡ ἀτέλεια, ἕτεραι δὲ ἦσαν‘. gT ὅτι φήσαιμ’ ἂν ἔγωγε] ὃ λέγει τοιοῦτόν ἐστιν· ‘οὐκ ἦν‘ φησί ‘θελῆσαί τι καὶ μὴ λαβεῖν παρὰ τῆς πόλεως τὸν εὐεργέτην. |
| 20.272 | ‘ gT ὅτι Λυσιμάχῳ δωρεὰν] Ἀριστείδου τοῦ δικαίου ἦν υἱός, τοῦ δὲ πάππου εἶχε τὸ ὄνομα· δεδώκασι δὲ αὐτῷ ταύτην τὴν δωρεὰν δι’ ἐκεῖνον. |
| 20.273 | ἐπειδὴ τοίνυν ὅσα ἐχαρίσαντο αὐτῷ ἥττω τῆς τοῦ ἀνδρὸς δόξης ἦν, ἵνα μὴ φανῇ ἡ πόλις μικρότερα τῶν εὐεργεσιῶν τιμῶσα τὸν υἱὸν αὐτοῦ, εἰσήγαγεν οὐδὲν εὖ ποιήσαντα τὴν πόλιν, ὡς κατὰ τὴν ἱστορίαν ἔχομεν, πλὴν ὅτι Ἀριστείδου ἦν υἱός· καὶ τοῦτο δὲ ἔκρυψεν, ἵνα μὴ πολλὰ πάνυ εὐεργετήσαντι δοκῇ ἡ πόλις τοσαῦτα δεδωκέναι. gT καὶ τούτων ψήφισμά ἐστιν Ἀλκιβιάδου] ἀξιοπίστου ἀνδρὸς καὶ οὐδὲν πρὸς χάριν ποιοῦντος. |
| 20.274 | ἵνα γὰρ μὴ ἀντιπέσῃ ‘τί οὖν, εἰ ἀπατηθεὶς ὁ δῆμος ἐπείσθη δοῦναι ὑπό τινος μισθὸν λαβόντος;‘, διὰ τοῦτο προσέθηκε τὸν ἄνδρα τὸν μέγιστον καὶ μεγίστου φρονήματος, ὃς οὐκ ἂν ἔγραψε τοιοῦτον οὐ πεφυκὼς κολακεύειν, εἰ μὴ σφόδρα ἐθαύμασε τὰ ὑπ’ αὐτοῦ γενόμενα. gT νῦν δ’ εὐπορήσει] ὡς εὔνους ὢν ἐπηύξατο εὐπορεῖν τὴν πόλιν. |
| 20.275 | gT καίτοι τίν’ οὐκ ἂν οἴεσθε] τῶν ἐχόντων τὴν ἀτέλειαν, οὐχ ὅλον, ἀλλὰ τὸ τρίτον μέρος λαβεῖν, ἧς πού γε μείζονα ἐδωροῦντο. |
| 20.276 | gT ὅτι μὲν τοίνυν, ὦ Ἀθηναῖοι] λύσας τῷ κατὰ ἔνστασιν λύει καὶ τῷ κατὰ ἀντιπαράστασιν ἐντεῦθεν ἀρξάμενος. |
| 20.277 | ἐγύμνωσε δὲ ἐνταῦθα τὴν ἀντίθεσιν φανερώτερον. gT ἕτερόν τι τοῦτ’ ἂν εἴη] οὐχ ὅτι 〈οὐκ〉 ἐδίδοσαν, ἀλλ’ ὅτι κατ’ ἄλλον τρόπον· οὐ γὰρ ἔχεις δεῖξαι ὅτι οὐκ ἐτίμων παντάπασιν. |
| 20.278 | gT εἰ τοίνυν μήτε Λυσίμαχον] ἐντεῦθεν ἤρξατο τῆς ἀντιπαραστάσεως· συντρέχει γὰρ αὐτῷ. |
| 20.279 | gT τί μᾶλλον οἷς ἔδομεν νῦν] εἰ καὶ μηδένα ἐτίμησαν οἱ πρόγονοι κατά τι, νῦν δὲ οὖν ἀφαιρῇ δικαίως οὓς ἐτίμησας, πάλιν ὕστερον ἀφαιρούμενος. |
| 20.280 | οἱ μὲν γὰρ πρόγονοι οὐ δεδώκασι καὶ συγγνώμης ἔχονται, ὑμεῖς δὲ δόντες μηδὲν ἀδικήσαντας ἀποστερεῖτε. ἵνα δὲ μὴ ἀντιπέσῃ ‘ἀλλ’ ἀφαιροῦμαι αὐτόν· κακὸς γὰρ ὤφθη περὶ τὸν εὐεργέτην‘, διὰ τοῦτο προαρπάζει καὶ λέγει (117) ‘μηδὲν ἐγκαλοῦντεσ‘. gT καίτοι τό γ’ αἰσχρὸν ὁμοίως] εἰ καὶ μιμήσεσθε τοὺς προγόνους, ἁμαρτήσετε πάλιν· τὸ γὰρ αἰσχρὸν οὐκ ἀλλάττετε. |
| 20.281 | κἂν ὦσιν ἐκεῖνοι οἱ προϋπάρξαντες, ὅμως συγχωρῶ ἑπομένους ὑμᾶς τοῖς προγόνοις 〈 *** 〉 τοιοῦτον ἔργον, ἀχαριστίας γνώρισμα, μὴ πρῶτοι, φησί, καταδείξητε. gT ὅτι νῦν ὀμωμοκότες] ἐνθυμεῖσθαι, φησίν, ὀφείλετε ὅτι δικάσειν ὠμόσατε κατὰ τοὺς Ἀθηναίων νόμους, οὐ κατὰ τοὺς τῶν Λακεδαιμονίων ἢ ἄλλων τινῶν. |
| 20.282 | gT οὐδ’ οἷς ποτὲ ἐχρήσανθ’ οἱ πρῶτοι] καθ’ οὓς ἔλαβον, φησί, τουτέστι κατὰ τοὺς νῦν ὑπάρχοντας. |
| 20.283 | πρώτους δὲ λέγει τῶν προγόνων τοὺς ἀρχαιοτάτους. gT καὶ περὶ ὧν ἂν νόμοι μὴ ὦσιν] ὅσα δὲ νόμοις οὐχ ὥρισται, ταῦτα κατὰ τὸν καιρὸν καὶ δίκαιον λογισμὸν ὠμόσατε δικάσειν. |
| 20.284 | gT τὸ τοίνυν τῆς γνώμης] οἷον συνάψατε, φησί, τὸν νόμον Λεπτίνου τῷ κοινῷ δικαίῳ· εἰ δεῖ τοὺς εὐεργέτας τιμᾶν, ὁ κοινὸς λόγος σκοπείτω· ἀντεξετασάτω δὲ αὐτὸν τῷ ἀφαιρουμένῳ τοὺς εὐεργέτας νόμῳ τὴν ἀτέλειαν· δίκασον αὐτός. |
| 20.285 | ἐπιψηφίζεται δὲ ἵνα γένηται ὁ ῥήτωρ κοινὴ τῆς φύσεως φωνή· τοῦτο γὰρ ἡ φύσις βούλεται ἡ κοινή, τὸ τιμᾶν τούτους. gT ταῦτα τοίνυν αὐτοί γε ποιεῖτε] τὰ ὁμολογούμενα καλὰ παρὰ πᾶσιν καὶ ἃ ἡ φύσις ἀπαιτεῖ. |
| 20.286 | ‘αὐτοὶ‘ δὲ ἢ πρὸς διαστολὴν τοῦ Λεπτίνου ἢ ὅτι πλέον ἐχέτωσαν τῶν ἄλλων φρονήσεως οἱ Ἀθηναῖοι. gT ὀργίζεσθε ἂν μή τις φῇ ποιεῖν] μὴ δυσφήμως μνησθῆναι τῶν προγόνων ἵνα αὑτοῦ συστήσῃ τὸν λόγον· ὁ δὲ μεθοδεύει τοῦτο καλῶς καὶ ἐπὶ ἕτερον ἄγει. |
| 20.287 | gT 〈οἶμαι τοίνυν καὶ τοῦτον τὸν λόγον〉] σημείωσαι, ἀντίθεσις. |
| 20 288a | F 4 LS οἶμαι . |
| 20 288b | .. λόγον] ἀπὸ τοῦ ῥητοῦ ἀντίθεσιν κεκίνηκεν ‘ἀλλ’ ἔξεστί σοι (φησίν) εἰκόνας διδόναι καὶ σίτησιν καὶ στεφάνους καὶ ἑρμᾶς καὶ ὅσα τοιαῦτα‘. λύει δὲ τῷ συμβησομένῳ κατὰ τὸ ἀκόλουθον· ‘εἰ ἄπιστον ἡ ἀτέλεια ἣν ἀφῃρήμεθα, ἄπιστοι δηλονότι καὶ αἱ λοιπαὶ δωρεαί‘. ἔπειτα ἄτοπον ὅτι τῶν αὐτῶν τιμῶν ἀξιοῦσι τοὺς μεγάλα καὶ μικρὰ τὴν πόλιν εὐεργετηκότας. gT πλὴν τούτου] πλὴν τῆς ἀτελείας. |
| 20.289 | τοὺς ὄντας ἀξίους, φησίν, οὐ πάντα ἀφαιρεῖται ὁ νόμος. gT ὑπὲρ ὧν μὲν τῇ πόλει καταλιπεῖν] ὥστε χαρίζεσθαι. |
| 20 290a | gT τῷ συμβησομένῳ λύει. |
| 20 290b | F 4 LS καὶ τὰς ὑπολοίπους] ἐάν τινα ἀφέλησθέ τι, καὶ αἱ λοιπαὶ ἄπιστοι γίνονται δωρεαί. |
| 20.291 | gT ἣν πρότερόν τισι δόντες] οὐδεμία, φησί, πίστις τῶν δωρεῶν 〈 *** 〉. |
| 20.292 | ἐὰν οὖν ἀφέλητε, καὶ τὴν πίστιν ἀπωλέσατε. οὐ γὰρ πιστευθήσῃ· ἠρνήσω γάρ. gT ἔτι δ’ εἰ μηδὲν ἔμελλε] θέλει εἰπεῖν ὅτι ‘εἰ καὶ τὸ προειρημένον οὐκ ἔβλαπτε (λέγω τὸ τῆς ἀπιστίας), ἀλλὰ τὸ ἕτερον ὃ ποιήσει τὴν ἴσην δωρεὰν πᾶσι διδόναι τοῖς εὐεργέταις, ὅτι τὴν ἀτέλειαν ἀφῃρημένοι ἦσαν· ἢ γὰρ οὐ τιμῶσα τοὺς πάνυ ἀγαθοὺς ἀξίως (οὐ γὰρ ἦν τηλικαύτη δωρεὰ μετὰ τὴν ἀτέλειαν) ἀχάριστος ἐγίγνετο ἡ πόλις ἢ ὕβρισε τῷ ἴσῳ‘. |
| 20.293 | gT μεγάλων μὲν οὖν εὐεργεσιῶν] θέλει εἰπεῖν ‘μὴ γένοιτο μεγάλων εὐεργετῶν χρῄζειν τὴν πόλιν‘· διὰ γὰρ τῶν μεγάλων κακῶν οὗτοι γνωρίζονται, ὅτι χρεία ἐν τούτοις μεγίστων εὐεργετῶν· εἰ δὲ καὶ γένοιτο καιρός, οὐδεὶς ῥᾳδίως εὑρεθήσεται. |
| 20.294 | δύο δὲ διὰ τούτου ἀνύει μεγάλα· καὶ φοβεῖ περὶ τοῦ μέλλοντος καὶ παραμυθεῖται λεληθότως ὅτι ‘οὐ πολλοῖς δώσετε· ἀφείλου γὰρ τὴν δωρεὰν δι’ ἧς πάντες ἡμιλλῶντο‘. δεῖ τοίνυν μεμερίσθαι τὰ τῶν τιμῶν, ἵνα μὴ ἴσας, ἀλλὰ διαφόρους, ἵνα ἕκαστος ἀξίως τιμᾶται. gT ἀλλὰ μὴν ὑπὲρ ὧν γε] οἱ ἔχοντες μετὰ τῆς ἀτελείας καὶ ἄλλας δωρεὰς ἀποστερούμενοι λέξουσιν ὅτι ‘εἴπερ τὰς ἄλλας ἡμῖν καταλίπῃς, καὶ τὴν ἀτέλειαν κατάλιπε· ὡς εὖ πεποιηκόσι γὰρ δέδωκας κἀκείνην καὶ ταύτας, οὐκοῦν ἀμφότερα κατάλιπε. |
| 20.295 | ‘ gT οἱ δὲ φενακίζειν] οἱ δὲ μόνον τὴν ἀτέλειαν εἰληφότες φάσκουσιν ‘ἀπατᾷ ὡς καταλείπει· οὐδὲ γὰρ ἡμῖν ἀφῆκεν· ἀφείλετο γὰρ ἣν μόνην εἴχομεν· ὥστε δι’ ἑτέρων ἑτέρους ἀδικεῖ. |
| 20.296 | ‘ gT μὴ τοίνυν διὰ μὲν τοῦ τούτων κατηγορεῖν] περὶ ὧν λέγει ὅτι ἀνάξιοί εἰσιν. |
| 20.297 | gT ὃν τοίνυν κακουργότατον] ἐπειδὴ πιθανώτατος ὁ περὶ τῶν ἱερῶν λόγος καὶ ἱκανὸς ἐπάγεσθαι, φθάσας διέβαλε ‘κακουργότατον‘ ὀνομάσας. |
| 20 298a | ἔστι δὲ ἀπὸ τοῦ δικαίου ἡ ἀντίθεσις, εἴ γε τὸ δίκαιον γένος ὂν περιέχει καὶ τὰ περὶ τὸ θεῖον καὶ τὰ ἀνθρώπινα. διακρούει δὲ ἐν τῇ λύσει τὴν τῆς ἀντιθέσεως πανουργίαν. διαιρεῖ γὰρ τίνα μὲν χρὴ καλεῖν ἱερὰ ἀναλώματα, τίνας δὲ λειτουργίας. λεῖτον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ δημόσιον, ὅθεν λειτουργεῖν τὸ εἰς τὸ δημόσιον ἐργάζεσθαι ἔλεγον· ὅθεν καὶ λεία λέγεται ἡ παρὰ τῶν πολεμίων εἰς τὸ κοινὸν τῶν διαρπαζόντων ὠφέλεια. φάσκει δὲ δεινότατον εἶναι καὶ ἀδικώτατον τὸ ἀφαιρεθῆναι τὸ δεδομένον. οὐ γὰρ τὸ μὴ λειτουργεῖν δεινόν, ἀλλὰ τὸ τῶν δεδομένων ἀποστερεῖσθαι· καὶ ὅτι ἐπ’ ὀνόματι τῶν θεῶν τὸ δεινὸν ἐργάζονται, τοῦτό ἐστι τὸ δεινότατον. εἶτα ἐκ διαφορᾶς καὶ διαιρέσεως ἐντεῦθεν ἄρχεται, ὅτι οὐκ ἔστι τὸ αὐτὸ ἱερῶν ἀτέλειαν ἔχειν καὶ λειτουργιῶν. ἐν ᾧ καὶ τὸ συγκριτικὸν ἀπὸ τοῦ νόμου λαμβάνει ὡς ἕτερα μὲν γεγραφότος Λεπτίνου, ἕτερα δὲ λέγοντος· καὶ τὴν ἀπόδειξιν ἐκ τῶν γεγραμμένων παρὰ Λεπτίνου λαμβάνει· καὶ διὰ τοῦτο πάλιν ἐδεήθη τῆς ἀναγνώσεως τοῦ νῦν κατηγορουμένου νόμου. τὸ μὲν οὖν πρότερον δίκαιον τὴν ἀναφορὰν εἰς τοὺς εἰληφότας ἀδίκως ἔχει ‘τίνες εἰλήφασι καὶ οὔκ εἰσιν ἄξιοι τῆς δωρεᾶσ‘, ἐνταῦθα δὲ ἕτερον δίκαιόν ἐστι τὸ πρὸς τὴν πόλιν τῶν λειτουργούντων· ὡς τὸ μὲν πρότερον δίκαιον περὶ τὴν ποιότητα τῶν εἰληφότων θεωρεῖσθαι, τὸ δὲ νῦν δίκαιον περὶ τὴν ποιότητα τῆς πόλεως. gT ἀντίθεσις. |
| 20 298b | F 4 ἐροῦσι γὰρ ὅτι ταῦτα ἱερῶν ἔστιν ἅπαντα] ἀναλώματα λέγεται τὰ εἰς τὰ ἱερὰ ἀναλισκόμενα, τὰ δὲ ἄλλα, λειτουργίαι καὶ χορηγίαι, τρόπον τινὰ εἰς τοὺς θεοὺς ἀναλίσκονται. |
| 20.299 | οὐδεὶς δὲ ἦν ἀτελὴς τούτων τῶν ἀναλωμάτων. διὰ τοῦτο σοφίζεται Λεπτίνης καί φησι μὴ δεῖν διδόναι ἀτέλειαν, τῶν ἱερῶν λέγων. gT 〈δεινὸν οὖν〉] λύσις ἐκ περιτροπῆς. |
| 20.300 | F 4 YLS ἐγὼ δὲ τὸ μέν τινας] κατὰ συγχώρησιν λέγων συντρέχει διὰ τοὺς θεούς, ἵνα μὴ δόξῃ τραχύς. |
| 20.301 | θέλει δὲ εἰπεῖν ‘εἰ καὶ ἱερῶν ὁ δῆμος ἀτέλειαν ἐθέλει διδόναι, οὐ χρὴ ἀντιλέγειν‘, ἐγγὺς θεῶν αὐτὸν ποιῶν. gT εἰ γὰρ ἃ κατὰ μηδένα ἄλλον ἔχουσι τρόπον] ἐπειδὴ γὰρ ἀνθρωπίνῳ λογισμῷ οὐ δύνανται δεῖξαι ὅτι καλὸν τοῦτο, καταφεύγουσιν ἐπὶ τοὺς θεούς, ἵνα αἰδοῖ τούτων νικήσωσιν. |
| 20.302 | gT οἷα μηδ’ ἂν ἐπ’ ἀνθρώπου πραχθέντα] ὃ λέγει, τοιοῦτον ἂν εἴη· ‘ὁ πράττων ἐπὶ ὀνόματι τῶν θεῶν τι τοιαῦτα ὀφείλει ποιεῖν, ἵνα τὰ πραχθέντα μηδὲ ἐπὶ ἀνδρῶν πονηροτάτων οἷς ἔθος πλημμελεῖν ἔχοι λαβὴν διαβολῆσ‘. |
| 20.303 | τοιαῦτα δὲ Λεπτίνης εἴρηκεν ὡς ἀπὸ τῶν νόμων. gT 〈ὅτι δ’ οὐκ ἔστι〉] λύσις ἐκ διαιρέσεως. |
| 20.304 | F 4 YS καίτοι εἰ ἦν ἱερῶν ἀτέλειαν ἔχειν] εἰ ἀτελεῖς τοὺς ἀφ’ Ἁρμοδίου εἶπες, οὐδεὶς 〈δ’〉 ἀτελὴς τῶν ἱερῶν ἀναλωμάτων, εἶπες δέ τινας εἶναι ἀτελεῖς, πῶς ἱεραὶ λειτουργίαι; gT πρῶτον μὲν τῆς στήλης] στήλη ξύλον ἢ λίθος τετράγωνος εἰς ὃν ἐγέγραπτο τὰ τῶν δωρεῶν. |
| 20.306 | gT ἀκούετε τῶν ἀντιγράφων] κατασκευὴ ὅτι ‘οὔκ εἰσιν αἱ λειτουργίαι αὗται ἱεραί‘, ὡς Λεπτίνης σοφίζεται. |
| 20.307 | gT καλῶς] καλῶς ἔχει, μὴ ἀναγίνωσκε πλείονα. |
| 20.308 | gT γράψας ὅπως ἂν οἱ πλούσιοι] Λεπτίνης ἔγραψε διὰ τούτου τοῦ νόμου ἵνα λειτουργήσωσιν οἱ πλούσιοι. |
| 20.309 | gT μηδένα εἶναι προσέγραψεν] εἰ οὖν ἱερῶν εἰσίν, οὐδεὶς δὲ ἀτελὴς τούτων, ἀφώρισας δὲ τοὺς ἀφ’ Ἁρμοδίου, οὐκ ἄρα ἱερά, ἀλλὰ ἐγκύκλια καὶ κοινά. |
| 20.310 | τέλος δὲ τὸ ἀνάλωμα· τὸ ἀναλίσκειν δὲ εἰς τὰ ἱερὰ λειτουργεῖν ἐστίν. gT ἡδέως δ’ ἂν ἔγωγε] εἰς ἄπορον αὐτὸν ἄγει. |
| 20.311 | ‘εἴ γε ἱεραὶ αὗται λειτουργίαι, οὐδεὶς δὲ ἐκτὸς τούτων, δέδωκας δὲ σὺ ἀτέλειαν, τίνος; εἰπέ.‘ συγκλείει γὰρ αὐτὸν ἐπάγων εἰς τὸ ἄπορον. gT ἢ ἐκείνους] τοὺς προγόνους τοὺς δεδωκότας. |
| 20.312 | gT τίνος; ἢ τοῦ μετοικίου;] παίζει αὐτούς. |
| 20.313 | τυραννοκτόνους, φησίν, οὐκ ἀπαιτοῦμεν μετοίκιον. γελοῖον δὲ τὸ τοιοῦτο. gT ἐν ᾧ δὲ τοσούτῳ τὸ πλῆθος ὄντι] ἐν ᾧ χρόνῳ, ἐκ τοῦ γενέσθαι τὸν Ἁρμόδιον. |
| 20.314 | καὶ ὅμως οὐδεὶς ἐλειτούργει τούτων· ὥστε τούτων εἶχον ὧν σὺ λέγεις ἱερῶν ἀτέλειαν· καὶ μαρτυρεῖ πᾶς ὁ χρόνος τοῖς λόγοις. gT οὔτ’ ἐνεχθεὶς αὐτοῖ] ποτὲ προβληθεὶς χορηγεῖν ἀντιδέδωκεν ἐκείνοις τὴν ἑαυτοῦ οὐσίαν, ὥστε λειτουργεῖν· εἶχον γὰρ ἀτέλειαν. |
| 20.315 | gT οἷς οὐκ ἀκουστέον] λεγομένοις ταῦτα οὐκ ἀκουστέον· ἂν τἀναντία λέγειν τούτοις τολμήσωσι, μὴ ἀκούετε. |
| 20.316 | gT ἔτι τοίνυν ἴσως ἐπισύροντες] ἀντὶ τοῦ ‘διασύροντεσ‘ F 4 S ἀντίθεσις ἀπὸ τῆς ποιότητος τῶν εἰληφότων. |
| 20 317b | F 4 YL ἔτι . |
| 20 317c | .. ἐπισύροντες] τὸ μὲν ‘ἐπισύροντεσ‘ ἀντὶ τοῦ ‘διασύροντεσ‘. ἔστι δ’ ἡ ἀντίθεσις αὕτη πάλιν ἀπὸ τῆς ποιότητος τῶν εἰληφότων· διαφέρει δὲ τῷ κατ’ ἀρχὰς μὲν ἀορίστως τινὰς αἰτιᾶσθαι τῶν εἰληφότων, ἐνταῦθα δὲ κατ’ ὄνομα διαρρήδην προήχθη ὅτι Μεγαρεῖς καὶ Μεσσήνιοι, ὅπερ κατ’ εἶδός ἐστιν. gT μαστιγίαι] κακοὶ πονηροὶ μαστίγων ἄξιοι δοῦλοι, φησί, καὶ οὐδὲ οὗτοι χρηστοὶ ἀτέλειαν ἔχουσι. |
| 20.318 | Λεπτίνης δὲ ἔλεγεν ὅτι καὶ δοῦλοι καὶ Μεσσήνιοι ἔχουσιν ἀτέλειαν. ‘ἐπισύροντεσ‘ δὲ οἷον εἰς ἔδαφος ἕλκοντες καὶ διαβάλλοντες, οὐδὲν ἀληθὲς λέγοντες. μέμνηται δὲ καὶ τῶν ὀνομάτων· οἶδε γὰρ ὅτι οὐ βλάπτει αὐτόν. gT 〈ὅταν ταῦτα〉] ἡ λύσις κατὰ ἔνστασιν. |
| 20.319 | F 4 YS ὅτῳ μὴ ψήφισμα ἢ νόμος] διὰ τοῦ νόμου ψήφισμα. |
| 20.320 | ἐννόμως γὰρ ἐδίδου ψήφισμα τοῦ δήμου· ὅμοιον γὰρ τῷ νόμῳ. gT πρόξενοι] προστάται πόλεως καὶ φροντισταί. |
| 20 321a | F 2 πρόξενοι] οἱ ὑποδεχόμενοι ἀλλήλους ἐν ταῖς ἑαυτῶν πόλεσιν. |
| 20 321b | ἦσαν δὲ καὶ ἰδίᾳ καὶ κοινῇ. gT εἰ μὴ μόνον ἐξαρκέσει] τοῖς κατὰ δύο, φησίν, ἂν ἀδικηθείη Χαβρίας, ὅτι καὶ τῶν δούλων 〈τινὰ〉 αὐτῷ ἴσον ἐποιήσαντο πολίτην καταριθμεῖσθαι· καὶ ὅτι αὐτοῦ μὲν ὁ παῖς τὴν προξενίαν μένει ἔχων, οὗτος δὲ διὰ τοῦτον ἀφαιρεθήσεται τῆς ἀτελείας. |
| 20.322 | ἦν δὲ αὐτοῦ ἀπελεύθερος ὁ Λυκίδας, ξενικῶν δὲ στρατευμάτων ἦν ἡγεμών· ὡς ἂν οὖν χρήσιμος οὗτος ἠξιώθη τῆς πολιτείας. gT οὐ γάρ ἐστιν οὔθ’ οὗτος οὔτ’ ἄλλος] οὐχ ὅτι πρόξενος ὢν ἐτύγχανε τῆς δωρεᾶς (ἦσαν γὰρ καί τινες), ἀλλ’ ὅτι ἄνευ ψηφισμάτων εἴληφε μηδείς. |
| 20.323 | gT ὃ τοίνυν μάλιστα πάντων οἶμαι] τρέπεται ἐπὶ τὸν ἐπίλογον ἐντεῦθεν πληρώσας τὸν ἀγῶνα. |
| 20 324a | διαιρεῖ δὲ τὸν ἐπίλογον εἰς τὴν ποιότητα τῆς πόλεως ὅτι ‘οὐ πρὸς Ἀθηναίων καὶ τῆς ἐκείνων ἀξίας ἐστὶν ἀφαιρεῖσθαι τὰ δεδομένα‘, ὅσπερ ἐστὶ τόπος ἀπὸ τοῦ πρέποντος. γίνεται δὲ ἀπὸ τοῦ πρέποντος τόπος οὐχ ὅταν τὸ λαμπρὸν μόνον καὶ εὐπρεπὲς κατασκευάζωμεν, ἀλλὰ καὶ τὸ ἐναντίον, τουτέστι καὶ τὸ ἀπρεπὲς καὶ τὸ αἰσχρόν. ἕκαστος γὰρ τόπος ἑκατέρωθεν ἔχει τὴν γυμνασίαν. κἀνταῦθα γὰρ ἀπὸ τοῦ αἰσχροῦ καὶ τοῦ ἀπρεποῦς λαμβάνει τὸ ἐπιχείρημα. εἰς δὲ τοῦτο ἔλαβε τόπον πρῶτον μὲν ἐκεῖνον ὅτι ‘ἄτοπον τὸ δοκεῖν ἀπατᾶν τοὺς εὐεργέτασ‘, δεύτερον δὲ τὸν ἀπὸ τοῦ μαχομένου ὅτι ‘τὸν ἀπατῶντα τὸν δῆμον κολάζετε, ἐὰν ὑποσχόμενός τι μὴ ποιήσῃ‘· οὐκοῦν ὁμοίως αἰσχρὸν αὐτοὺς φαίνεσθαι παραβαίνοντας τὸν νόμον. gT ὃ . |
| 20 324b | .. οἶμαι] ἐπίλογος· ὅτι εἰς πολλὰ μέρη διαιρεῖ τὸν ἐπίλογον, πρῶτον εἰς τὴν ποιότητα τῆς πόλεως, δεύτερον ἀπὸ τοῦ ἀπρεποῦς καὶ αἰσχροῦ καὶ ἀπ’ ἄλλων. F 4 YLS εἰ γάρ τις πάντα ὅσα Λεπτίνης ἐρεῖ] κατὰ συνδρομὴν τοῦτό φησι κυρίου γενομένου 〈τοῦ νόμου〉 ‘καίτοι κύριός ἐστι καὶ λῦσαι αὐτὸν ζητοῦσιν‘· ἀλλὰ καὶ λέγουσι μετὰ τὴν κρίσιν ταύτην ὅτι ‘εἰ καὶ ὁ νόμος καλός, φησίν, ἀλλ’ ὅμως ἐκεῖνο αἰσχρὸν ἔχει, ὅτι ἀπατεῶνας ὑμᾶς τῶν εὐεργετῶν ποιεῖ· ἀφαιρεῖ γὰρ τὴν δωρεάν‘. |
| 20.325 | gT ὅσῳ δ’ ὑμῖν αἴσχιον] διὰ τὴν ποιότητα τῶν Ἀθηναίων. |
| 20.326 | πρὸς ἄλλο δὲ καὶ ἄλλο ἔλαβε τὸν αὐτὸν νόμον, ἐκεῖ μὲν πρὸς τὴν ἐγγύην, ἐνταῦθα δὲ πρὸς τὴν ἀπάτην τῶν εὐεργετῶν. gT 〈εἶτ’ οὐκ αἰσχύνεσθ’〉] θαυμάσιον. |
| 20.327 | S εἰ ἐφ’ ᾧ τοῖς ἄλλοις] δεῖ μὲν γὰρ τὰ αἰσχρὰ φεύγειν, μάλιστα δὲ ἐκεῖνα ἃ αὐτὸς μὴ ποιεῖν παραινεῖς. |
| 20.328 | οἶδας γὰρ αὐτὸς ὅτι πονηρά, διὸ καὶ κωλύεις· καὶ ἄλλως οὐκ ἐρεῖς ὡς οὐκ οἶδας· αὐτὸς γὰρ καὶ ἀπηγόρευσας. gT ὅπως μηδὲν ὧν ἰδίᾳ φυλάξαισθ’ ἂν] ἄτοπον γὰρ ἰδίᾳ μέν τι ποιεῖν φυλάττεσθαι ὡς κακόν, κοινῇ δὲ αὐτὸ ποιεῖν· ὅ τι δ’ ἄν τις δῷ τινὶ φίλῳ ἑκών, οὐκ ἀφαιρεῖται αὐτόν. |
| 20.329 | gT ἐφ’ οἷς εὕρετο ἔχειν] μὴ ὄντα ἄξιον· διότι ἠξιώθη τὸ ἔχειν δωρεάν. |
| 20.330 | ἡ δὲ σύνταξις· ‘ἐφ’ οἷς τὸ ἔχειν εὕρετο γράφεσθαι‘. gT κατὰ τὸν νόμον] κατὰ τὸν αὐτόν. |
| 20.331 | ἦν γὰρ γεγραμμένον ‘τοὺς δὲ ἀναξίους κρίσει ἀφαιρεῖσθαι τὴν τιμήν, οὐ νόμῳ‘. gT ἢ θέντας ὑμᾶς] ἀκόλουθον ἦν εἰπεῖν ‘ἢ θέντων αὐτῶν‘· ὁ δ’ εἶπεν ‘ἢ θέντας αὐτούσ‘, ἵν’ ᾖ πτῶσις ἀντὶ πτώσεως. |
| 20.332 | gT ὅταν πρῶτον γένωνται νομοθέται] οἱ μέλλοντες εἰς ἄλλο δικαστήριον κυροῦν τὸν νόμον· νῦν γὰρ ἐδοκιμάζοντο ὑπευθύνους ποιήσαντες ἑαυτούς. |
| 20.333 | ὡς ἀσαφὲς δὲ τοῦτο φαίνεται. λέγει δέ ‘ἐπειδὰν πρῶτον ἡ πόλις νομοθέτας καθίσῃ, τότε πρῶτον εἰσαχθήτω ὁ νόμοσ‘. ἔθος γὰρ ἦν τῇ πόλει, εἰ γένοιτο χρεία νομοθετεῖν, καθίζειν ἕξ, ὡς ἐν τῷ κατὰ Τιμοκράτους (24, 25 sq.) φησίν· ἀξιῶν οὖν εὐθὺς καὶ παραχρῆμα, εἰ κατ’ ἀρχὰς τοῦ ἔτους γένοιντο νομοθέται, τοῦτον εἰσάγεσθαι πρῶτον τὸν νόμον ἐν τοῖς πρώτοις νομοθέταις. gT ἔστι δ’ ἑκάστῳ τις αὐτῶν, ὡς ἔοικεν, ἐχθρός] ἐπειδὴ ἐδόκουν ὑπὲρ τοῦ κοινοῦ τεθεικέναι τὸν νόμον, ἵνα ἀνέλῃ τὴν ὑπόνοιαν ταύτην, δι’ ἑαυτούς φησι πεποιηκέναι τοῦτο, ἵνα ἀποστεροῦντες τοὺς ἔχοντας ἀτέλειαν τοὺς ἐχθροὺς ἀμύνωνται. |
| 20.334 | ἦσαν γὰρ ἀτελεῖς ἐχθροί τε ἄλλων καὶ Λεπτίνου ἔχοντες ταύτην τὴν δωρεάν. καὶ διὰ τοῦ νόμου ἀμύνασθαι αὐτοὺς ζητοῦσι, φησί· καὶ ὃ αὐτὸς ᾑρήσατο κατὰ τῶν ἐχθρῶν, τοῦτο ὑμᾶς κατὰ τῶν εὐεργετῶν πείθει κατεργάσασθαι, τὸ μὴ διὰ κρίσεως, ἀλλὰ νόμῳ στερίσκειν. ἡ γὰρ κρίσις ηὕρισκε τὴν ἀλήθειαν. ἀντιπῖπτον δὲ ἐκ τῆς ἐργασίας ἀνακῦψαν τοῦτο τῇ προκειμένῃ ἐννοίᾳ ὑποτέμνεται· ‘ἀλλ’ οὐχ αἱροῦνταί τινες προσκρούειν καὶ κατηγορεῖν τῶν ἀναξίων‘. ἔλυσε δ’ εἰπών ‘ἀλλ’ εἰσί τινες αὐτῶν ἐχθροὶ τῶν τὰ μέγιστα δυναμένων ἐν τῇ πολιτείᾳ‘, ἵνα κἂν ἀντιπέσῃ ‘ἀσθενεῖς δὲ καὶ οὐχ οἷοί τε ἐξελέγχειν‘, προσέθηκε καὶ τὴν ποιότητα τῶν ἐχθρῶν. gT δι’ ὑμῶν ἀθρόους] διὰ τῶν εὖ πεπονθότων παρ’ αὐτῶν. |
| 20.335 | ‘ἀθρόουσ‘ δὲ ‘πολλούσ‘, ἵνα ᾖ κἀκ τοῦ πλήθους τὸ ἄτοπον, ὅτι ‘οὐδ’ ὀλίγους ἀδικήσετε, ἀλλὰ πολλούσ‘. καὶ καιρὸν δέ, φησίν, εὑρίσκουσιν ἀμύνασθαι τοὺς ἐχθροὺς ἑαυτῶν, ἀπάγοντες αὐτοὺς διὰ τοῦ νόμου εἰς κρίσιν. gT κατ’ ἄνδρα κριθέντας] μὴ ἀθρόους, ἀλλὰ κατ’ ἄνδρα· καὶ κρίσει, μὴ νόμῳ. |
| 20.336 | gT ἐγὼ μὲν γὰρ ὑπολαμβάνω] ἐντεῦθεν τὰ ἐπιλογικὰ δηλοῦται. |
| 20.337 | τὰ γὰρ ἑκάστου κεφαλαίου ἰσχυρὰ συνάγει δι’ αὐτῶν τούτων [διὰ] τῶν περὶ Λεπτίνην· λέγει δὲ ὅτι καὶ οὕτω συμβαίνει, ‘εἴ γε ἀνάξιοι, δι’ ὑμῶν τῶν ἐχθρῶν ἀποστεροῖντο τῆς τιμῆσ‘. gT καὶ μὴν οὐδ’ ἐκείνου γε ἀποστατέον τοῦ λόγου] ἐπαγωνίζεται πάλιν τῷ μεταληπτικῷ ἐκ περιουσίας ὅτι ‘οὐδὲ νῦν κρίνεσθαι δεῖ τοὺς ἔχοντας, ἀλλὰ πάλαι ἡνίκα ἐλάμβανον‘. |
| 20.338 | ἂν δέ τις οἴηται ταῦτα μὴ προσήκειν τοῖς ἐπιλόγοις, ἴστωσαν ὅτι καὶ ἐν τοῖς ἐπιλόγοις οἱ παλαιοὶ ἀγωνίζονται πρὸς αὐτὰς τὰς προτάσεις τὰς ἐν αὐτοῖς κειμένας. gT ὅτι τῆς μὲν ἀξίας] παραγραφικὸν ἐκ τοῦ χρόνου. |
| 20.339 | δισσῶς δὲ τοῦτο ποιεῖ· καὶ γὰρ καὶ κατὰ τὸ πρόσωπον αὐτὸ ποιεῖ· ὅτε μὲν γὰρ λέγει ‘ὅτε ἐδώκαμεν‘, τὸν χρόνον ἐμφαίνει, ὅτε δὲ ‘οὗτοι παρόντεσ‘, τὸ πρόσωπον. gT ἦν δίκαιον τὴν ἐξέτασιν λαμβάνειν] ἀντὶ τοῦ ‘ἔδει δοκιμάζειν αὐτοὺς τότε‘. |
| 20.340 | gT εἰ δ’ οὗτοι τοῦτο φήσουσιν] ὅτι ἀνάξιοι, οὐδὲν κωλύει τῷ λόγῳ αὐτοὺς ἐπαγγέλλεσθαι. |
| 20.341 | gT παρ’ αὐτὰ τἀδικήματα] ἀντὶ τοῦ ‘παραχρῆμα‘. |
| 20.342 | τότε χρῆν αὐτούς, φησιν, ὅτε ἐλάμβανον, φαινομένους ἀναξίους κολάζεσθαι. ἢ ‘παρ’ αὐτά, ἂν δείξωσιν ὑμῖν‘, οἷον ‘προσφόρως τιμωρήσασθαι καὶ ἐγγὺς τῶν ἀδικημάτων τῆς φύσεως ἢ τοῦ χρόνου‘. gT εἰ δὲ μηδενὸς ὄντος τοιούτου] κατὰ τοὺς εὐεργέτας κακοῦ, μηδὲ ὀφθέντων ἀναξίων. |
| 20.343 | gT δόξετε φθονήσαντες] τὸ ἐπιχείρημα τοιοῦτόν ἐστιν ὅτι ‘οὐ πρὸς Ἀθηναίων ἐστὶ τὸ δοκεῖν βασκαίνειν‘· ἐν ᾧ καὶ τὸ πρέπον πάλιν κατὰ τὸ ἐναντίον ἐξετάζει ὅτι ‘ὑμεῖς τιμᾶτε τοὺς ἀξιονίκους τῶν ἀθλητῶν μεγίσταις τιμαῖς, ὑμᾶς δὲ τιμᾶτε τοὺς τεθνηκότας τοῖς ἐπιταφίοισ‘· οὕτω πόρρω καθέστηκε τῶν Ἀθηναίων ἡ πόλις τοῦ φθόνου. |
| 20.344 | gT ἔστι δὲ πάντα μὲν ὡς ἔπος εἰπεῖν] θέλει εἰπεῖν ὅτι ‘καὶ κατὰ πάντα τὰ ὀνείδη καθαρὰ τυγχάνει ἡ πόλις καὶ πόρρω τούτων τῶν κακῶν, πολὺ δὲ πλέον τῶν ἄλλων τὸν φθόνον πέφευγε‘. |
| 20.345 | gT φύσει κακίας σημεῖόν ἐστιν ὁ φθόνος] ὃ λέγει τοιοῦτόν ἐστιν ὅτι ‘ἐν ἄλλοις ἐάν τις ᾖ πρός τινα κακός, ἔχει τινὰ ἀπολογίαν φάσκων πεπονθέναι τι παρ’ ἐκείνου· ἐπὶ δὲ τοῦ φθόνου ἀσύγγνωστον τὸ πάθος· οὐ γὰρ ἐξ ὧν πάσχει λυπεῖται, ἀλλ’ εἰ ἄλλος τις εὖ πράττει, λυπεῖται καὶ ζημιοῦσθαι νομίζει‘. |
| 20.346 | διὸ καὶ πεπονθότα αὐτόν φησι· τήκει γὰρ τοὺς ἔχοντας. gT πρῶτον μὲν μόνοι] ‘πρῶτον‘ εἶπεν ἀντὶ τοῦ ‘ἀφ’ οὗ ἐστέ, δι’ ὅλου τοῦ χρόνου‘. |
| 20.347 | gT ἐν οἷς κοσμεῖτε] ἐφ’ οἷς λόγοις· λέγει δὲ ὅτι ‘τιμᾶτε τοὺς ἀνδρείους ἀποθνήσκοντας, οὐ καταφρονεῖτε· οὕτως οὔκ ἐστε φθονεροί‘. |
| 20.348 | gT τοὺς στεφανίτας] τοὺς περιοδικοὺς καλουμένους λέγει· οἱ μὲν γὰρ τῶν ἀγώνων εἰσὶ στεφανῖται, οἱ δὲ ἀργυρῖται. |
| 20.349 | δίδονται οὖν μέγισται δωρεαὶ καὶ μετὰ τὸν στέφανον. ἐπειδὴ γὰρ εἴρηκε περὶ τῶν πολεμικῶν τοὺς ἐπιταφίους, εἴρηκε καὶ τοὺς ἐπὶ τῇ εἰρήνῃ ἀγωνιζομένους· ἐστεφανοῦντο γὰρ οἱ νικῶντες ἐν τούτοις. gT καὶ οὐχ ὅτι τῇ φύσει τούτων μέτεστιν] οἱ ἀγαθοὶ ὀλίγοι ἀναγκαίως· κακοὶ γὰρ οἱ πολλοί. |
| 20.350 | διὰ τῶν ὀλίγων οὖν τοὺς γενναίους σημαίνει. ‘τούτοις οὖν οὐ φθονεῖτε, ἀλλὰ καὶ συνήδεσθε, δι’ ὧν τιμᾶτε αὐτούς, εἰ καὶ ἀνόμοιοί εἰσι κατὰ φύσιν‘. gT διὰ ταῦτα] διὰ τὸ εἶναι αὐτοὺς γενναίους καὶ ὀλίγους. |
| 20.351 | gT οὐδεὶς πώποτε τὴν πόλιν ἡμῶν] καὶ ἐν τῷ τιμᾶν μισεῖτε τὴν ἧτταν· τοιγάρτοι τῆς εὐεργεσίας μείζονα δωρεὰν δίδοτε. |
| 20.352 | ὁ γὰρ ἐξ ἴσου τιμῶν χρέος, οὐ χάριν, παρέχει. gT ἔστι τοίνυν ταῦτα πάντα, ὦ ἄνδρες Ἀθηναῖοι, δικαιοσύνης] πρὸς τὸ ἀντιδιδόναι τοῖς εὖ ποιοῦσι· δίκαιον γάρ. |
| 20.353 | ‘ἀρετῆσ‘ δὲ τῆς μεταδόσεως, ‘μεγαλοψυχίασ‘ δὲ ἀντὶ τοῦ ‘μεγαλοδωρεᾶσ‘, ‘εὐδοξίασ‘ ἀντὶ τοῦ ‘ἔχειν δόξαν‘. ‘ἢ τοῦ τῆς πόλεως ἀξιώματοσ‘, οὐ τοῦ παρὰ τῆς τύχης οἷον εὐδαιμονίας, ἀλλὰ τοῦ τῆς ψυχῆς λέγει ἤθους· μεγαλόψυχοι γὰρ ἦσαν. gT πολλὰ δὲ θαυμάζων Λεπτίνου] ἀπὸ τῆς ποιότητος τῆς πόλεως μετέβη ἐπὶ τὴν ποιότητα Λεπτίνου, διαβολὴν ποιούμενος τοῦ τρόπου αὐτοῦ. |
| 20.354 | gT 〈ὥσπερ ἂν εἴ τις μεγάλασ〉] ἀντιστροφή· ὡς τὸ (1, 11) ‘ἂν μὲν ὅσα ἄν τις λάβῃ καὶ σώσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν, ἂν δ’ ἀναλώσας λάθῃ, συνανήλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν. |
| 20 355a | ‘ F 2 Y ὥσπερ . |
| 20 355b | .. μεγάλας] δι’ ὧν τις κολάζει σφόδρα τὸν μοιχὸν δείκνυσιν ὡς μισεῖ τὸ πρᾶγμα· οὐ γὰρ ὃ φιλεῖ τις, τοῦτο τιμωρεῖται. οὕτω καὶ ἀπὸ τοῦ ἐναντίου Λεπτίνης στερίσκων τοὺς εὐεργέτας τῶν τιμῶν δῆλός ἐστιν ὡς οὐ δύναταί τινας εὖ ποιεῖν. ἰδοὺ γὰρ καὶ νόμον τοιοῦτον τίθησι. τοῦτο οὖν, φησίν, ἠγνόησεν ὁ νομοθέτης καὶ ὃς ὤφειλεν ἁπάντων εἶναι σοφώτερος ὃ πάντες ἴσασιν ἀγνοεῖ. λέγω δὲ ὅτι ‘δι’ ὧν νομοθετεῖ ἐλέγχει τὴν γνώμην αὐτοῦ διὰ τοῦ νόμου. τοιγαροῦν βλάπτει τοὺς εὐεργέτας καὶ γυμνοῖ τὴν γνώμην διὰ τοῦ τιθέναι τοιοῦτον νόμον.‘ gT αὐτὸς ἥμαρτεν] ὑμεῖς δὲ ἔγνωτε. |
| 20.356 | οὐκοῦν καὶ ἐπανορθώσασθε αὐτὸν καὶ γνῶτε λυομένου τοῦ νόμου τὸ σφάλμα. ἐὰν δὲ κυρωθῇ, οὐκ ἔχω ὅπως ἐπαινέσω· τῷ γὰρ κακῷ συναγωνίζεσθε. gT ψέγειν δ’ οὐ βούλομαι] καίτοι ἄξιον ὄντα. |
| 20.357 | διὰ δὲ τοῦ ἤθους πλέον αὐτὸν κολάζει. gT μήτ’ αὐτὸς δόξῃς βελτίων εἶναι] οἷον ‘εἰ ὠφελεῖσθαι γοῦν ἕτερος ἔμελλε, φορητὸν ἂν ἦν τὸν ἄλλον ἁμαρτάνειν διὰ τὸν ἕτερον· ὅτε δὲ ἀμφότεροι βλάπτονται, φευκτὸν πάντῃ τὸ πρᾶγμα καθίσταται. |
| 20.358 | ‘ gT ἐξῆλθον οἱ χρόνοι] καθ’ οὓς ἐκινδύνευε κατηγορούμενος. |
| 20.359 | κατ’ αὐτοῦ δὲ τοῦ νόμου, οὐ κατὰ σοῦ, ὁ κίνδυνος. καὶ πῶς ἠδύνατο κατηγορεῖν τοῦ μὴ κρινομένου; ἐντεῦθεν κεκώλυται τῆς συνήθους παρρησίας ὁ ῥήτωρ. gT καίτοι καὶ τοῦτ’ ἀκούω σε λέγειν] τὴν περιουσίαν τῶν δικαιωμάτων Λεπτίνου εἰς ἀλαζονείαν διέβαλε, μᾶλλον δὲ περιέτρεψε πικρῶς εἰς ὑπόνοιαν, καθαψάμενος ὡς ἂν διαλυσαμένου καὶ ἑκόντος ὑποβαλόντος τοὺς ἐπαγγειλαμένους τὴν κατηγορίαν. |
| 20.360 | gT ὅτι σε οὐ κατέστησαν εἰς κίνδυνον] πάντως γὰρ εἰ ἐπεξῆλθον τότε οἱ κατηγορήσαντες, ἑάλως 〈ἂν〉 καὶ ἐκινδύνευες. |
| 20.361 | gT εἴ τις ἢ τετελεύτηκε] τὸν Βάθιππον λέγει. |
| 20.362 | gT ἢ πεισθεὶς ὑπὸ σοῦ] ἀργυρίῳ δηλονότι, καὶ διὰ τοῦτο ἀπέστη, οὐ διὰ τὸ μὴ δύνασθαι δεῖξαι κακῶς ἔχοντα τὸν νόμον. |
| 20.363 | gT ἢ καὶ ὅλως ὑπὸ σοῦ παρεσκευάσθη] ὑπὸ σοῦ ἐπείσθη κατηγορῆσαι καὶ ἀποστῆναι, ἵνα δὴ ἔχῃς λέγειν ὅτι κατηγόρησάν τινες ἤδη, οὐδεὶς δὲ ἐνίκησεν, οὕτως ἄρα καλὸς ὁ νόμος. |
| 20.364 | gT ἀλλὰ ταῦτα μὲν οὐδὲ λέγειν καλόν] ἐπειδὴ καθήψατο αὐτοῦ, κέχρηται τῇ θεραπείᾳ. |
| 20.365 | gT ᾕρηνται δὲ τῷ νόμῳ σύνδικοι] ἕπεται τῇ ποιότητι τοῦ προσώπου καὶ ἑτέρων προσώπων ποιότης. |
| 20.366 | βούλεται γὰρ περιγράψασθαι τοὺς συνηγόρους τοῦ νόμου. ἔξεστι δὲ τοῦτο ποιεῖν, ὡς ἔοικε, καὶ ἐκβάλλειν τοὺς αἱρεθέντας ὑπὸ τοῦ δήμου, εἰ παρὰ τὸν νόμον λέγειν δοκοῖεν. πληρώσας δὲ τὸν περὶ ποιότητος τῶν προσώπων λόγον μεταβαίνει ἐπ’ ἄλλο μέρος τῶν ἐπιλόγων, ὅπερ ἐστὶν ἀπὸ τοῦ νομίμου. οἱ γὰρ ἐπίλογοι ἐκ τῶν τελικῶν κεφαλαίων λαμβάνονται. ἐνταῦθα τοίνυν προτερεῖ μὲν ὁ τοῦ δικαίου λόγος (ὅσα γὰρ περὶ τῆς ἀξίας τοῦ προσώπου διείλεκται, ταῦτα ἂν εἴη τοῦ δικαίου), ἕπεται δὲ τὸ ἐκ τοῦ νομίμου. gT καὶ μάλιστα οἱ δεινοὶ λέγειν] ἐκβολὴ τῶν συνηγόρων τοῦ Λεπτίνου· ἑκάστῳ δὲ οἰκείως ἀπαντᾷ. |
| 20.367 | gT οἱ νόμοι δ’ οὐκ ἐῶσι δὶς πρὸς τὸν αὐτὸν] παραγραφὴ τελεία τῆς εὐθυδικίας. |
| 20.368 | οὐ περὶ τῶν αὐτῶν οὖν οὗτοι ἐδικάζοντο, ἵνα ἔχῃ πιθανῶς ἐκβάλλειν διὰ τοῦ νόμου τὴν εὐθυδικίαν. ὁ δὲ νόμος οὐ περὶ τῶν αὐτῶν. ἐπειδήπερ εἷς τῶν ἀποστερουμένων τὴν δωρεὰν ὁ Χαβρίας, ἤδη δὲ ἐδικάσατο πρὸς αὐτὸν 〈ὁ Λεωδάμασ〉 καὶ ἡττήθη, διὰ τοῦτο τῷ Χαβρίᾳ καὶ τοὺς ἄλλους συλλαμβάνει καὶ ἐκβάλλει τὸν συνήγορον τοῦ νόμου λέγων ‘δὶς περὶ τῶν αὐτῶν οὐ δεῖ δικάζεσθαι‘. gT 〈οὔτε διαδικασίαν〉] διαδικασία ἡ ἐπίκρισις τοῦ ἐπιτηδείου πρὸς λειτουργίαν. |
| 20 369a | F 2 Y οὔτε διαδικασίαν] φιλονεικίαν ἁπλῶς καὶ ἀμφισβήτησιν τῶν δύο προσώπων. |
| 20 369b | gT εἰ τότε μὲν τὰ Χαβρίου παρ’ ὑμῖν ἔργα] οἷον ‘εἰ Χαβρίας μόνος δικαζόμενος ἐνίκησε τὸν Λεωδάμαντα, νῦν προστεθέντες καὶ οἱ ἄλλοι εὐεργέται ἡττηθήσονται‘, τοῦτο 〈δ’〉 ἄτοπον. |
| 20.370 | gT οὗτος εὕρετο τὴν δωρεὰν] καὶ μὴν οὐκ εἴληφε τὴν δωρεὰν Ἀριστοφῶν, ἀλλὰ τῷ ἐθέλειν τὸν δῆμον δοῦναι τὴν δωρεὰν οὗτος λογίζεται καὶ λέγει ‘ἔλαβεν ὅσον εἰς τὴν προαίρεσιν τοῦ δήμου‘. |
| 20.371 | ἔδωκε μὲν γὰρ ὁ δῆμος, οὗτος δὲ οὐκ ἠθέλησε, φησί, λαβεῖν ὡς εὔνους. gT τοῖς ἐν Πειραιεῖ] τοῖς δημοτικοῖς. |
| 20.372 | καὶ οὗτος δὲ ὥσπερ Ἐπικέρδης δεδώκει τὰ πέντε τάλαντα χρῄζουσιν εἰς τὸν κατὰ τῶν τυράννων πόλεμον. gT καὶ μὴν πρός γε Κηφισόδοτον] ἑκάστῳ τὸ οἰκεῖον ἀποδίδωσι προσώπῳ· ἔτι δὲ ἔχεται τῆς ἐκβολῆς τῶν συνηγόρων. |
| 20.373 | gT εἰ γὰρ ἀπεχθάνεσθαι δεῖ τισιν] οἷον ‘εἰ βεβούλησαί τινας λυπεῖν, ὅλως τοὺς ἀδικοῦντας ὀφείλεις, μὴ μέντοι τοὺς τὸ συμφέρον ποιοῦντας τῇ πόλει‘. |
| 20.374 | καλὸν γὰρ τῇ δεινότητι εἰς τὸ χρήσιμον χρῆσθαι καὶ μὴ λυμαίνεσθαι τούτῳ τῷ τρόπῳ τοῖς πράγμασι. gT πρὸς τοίνυν Δεινίαν· οὗτος ἴσως ἐρεῖ] τὸ ‘ἴσως ἐρεῖ τριηραρχίασ‘ δείκνυσιν ἢ ὅτι ὡς οὐκ ἔχων προσποιεῖται λέγειν ἢ ὅτι ζητεῖ λαβεῖν δωρεὰν διὰ τὸ συμφέρον τῆς πόλεως. |
| 20.375 | ὁ δέ φησι ‘κάλλιόν ἐστι τῆς εὐεργεσίας σε δωρεὰν αἰτεῖν ἢ στερίσκειν ταύτης τοὺς εὐεργέτασ‘· ὕστερον μέντοι τιθεὶς τῇ τάξει ἀσθενέστερον πεποίηκεν. gT 〈εἰ πολλοῦ τῇ πόλει〉] θαυμασιώτατον. |
| 20.376 | S ὡς ἔμοιγε δοκεῖ] ὡμολόγητο γάρ, καὶ διὰ τοῦτο οὐκ ἠναντιώθη, ἵνα μὴ δόξῃ τῇ ἀληθείᾳ μάχεσθαι. |
| 20.377 | gT ὃ δὲ δὴ μέγιστον ἁπάντων] ὁμοῦ λειπόντων προσώπων ἡ παραγραφή. |
| 20.378 | gT οὐκ ἐπὶ τούτοις τεθεὶς] οἷον ‘ἀορίστως ἐτέθη καὶ οὐκ ἐπίτηδες ἐπὶ τούτοισ‘· οὐ γὰρ ᾔδει ἐσομένοις αὐτούς. |
| 20.379 | gT ὥσπερ ἐργασία τις ᾖ] ‘ἐργασία‘ διὰ τὸ κέρδος. |
| 20.380 | gT καὶ συκοφαντία] ἀφορμὴ τοῦ κακῶς ποιεῖν αὐτούς. |
| 20.381 | gT συνδικῆσαι] συμφωνῆσαι. |
| 20.382 | σύνδικοι οἱ ἐν ταῖς δίκαις βοηθοί. F 2 Y τοῖς ὑπάρχουσι νόμοις δεῖ πειθομένους] εἰς τὸ ἄτοπον ἀπήγαγεν, ὅτι τοὺς συνεροῦντας νόμῳ πείθεσθαι καλὸν τοῖς ὑπάρχουσι καὶ μὴ παραβαίνειν αὐτούς. |
| 20.383 | οὗτος ὁ νόμος ἐκέλευε μὴ δεύτερον συνδικεῖν. καὶ γὰρ ἅπαξ τοῦτο ποιήσας κωλύεται ἵνα μὴ διὰ τὸ κέρδος ψεύδεσθαι ἐπιχειρῶσιν· ὁ δὲ τὸ ‘μὴ ἐξεῖναι συνδικεῖν δεύτερον‘ καθόλου ἔλαβε καὶ οὕτως ἐκβάλλει. εἰ δέ τις ζητήσειε, πῶς τὸν νόμον ἐνταῦθα τέθεικε καὶ οὐκ ἐν τῇ ἐξετάσει τοῦ νομίμου, λέγομεν ὅτι οὐδὲ ἐνταῦθα ἐξήτασεν ὡς νόμιμον. ὅπου γὰρ τὸ νόμιμον κεφάλαιον, ἐξήτασται νόμῳ· ἐνταῦθα δὲ πρὸς τὸ διαβάλλειν μόνον τοῦτον εἴληφεν. ἔστι γὰρ ἐπιλογικὰ ὅλα. gT 〈γελοῖον〉] ‘γέλοιοσ‘ ὁ καταγέλαστος· ‘γελοῖοσ‘ ὁ γελωτοποιός. |
| 20.384 | F 2 Y ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντας μὲν τοὺς νόμους] περὶ τοῦ μέρους τῶν ἐπιλόγων λέγει, ὅπερ ἐστὶν ἀπὸ τοῦ νομίμου. |
| 20.385 | καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἐναντίου ὅτι ‘ἔθος ἡμῶν ἐχόντων τιμᾶν τοὺς εὐεργέτας οὗτος καὶ κολάζειν προστάττει‘· ἐν ᾧ καὶ ἄλλο ἐστὶν ἐπιχείρημα ὅτι ‘εὐεργετεῖν μὲν ἔξεστι κατὰ τοὺς νόμους, αἰτεῖν δὲ χάριν οὐκ ἔξεστι κατὰ τὸν Λεπτίνου νόμον‘. εἶτα τῷ ἀτόπῳ (159) ‘ἀλλὰ μνησθέντες τῶν καιρῶν παρ’ οὓς οἱ πεπονθότες εὖ‘. εἶτα τῷ ἀπὸ τοῦ μείζονος (cf. 161) ὅτι ‘νὴ Δία τουτὶ τοιοῦτον ἐλπίζει πόρον‘. καὶ γίγνεται κατὰ τὴν πηλικότητα· ἴδιον γὰρ ταύτης καὶ μειοῦν καὶ αὔξειν. ἀλλ’ οὐκ ἔστι πόλεμος οὐδ’ ὁ καιρὸς φοβερός. διόπερ οὐδὲ μεγίστων εὐεργετημάτων ἡ πόλις δεῖται. ἐν ᾧ (cf. 161) τὸ κατὰ τὴν ἧτταν Λακεδαιμονίων τὴν ἐν Λεύκτροις καὶ τὸ κατὰ Διονύσιον παράδειγμα (cf. 162) ὅτι δεῖ ἀνθρώπους ὄντας προσδοκᾶν καὶ τὰ τοιαῦτα. μετὰ δὲ τὴν συμπλήρωσιν τούτων τῶν τόπων ἀντεξέτασιν πεποίηται καὶ ἀντιπαράθεσιν τῶν συμβησομένων ἐξ ἑκατέρου νόμου· ἧς παραθέσεως ἡ ἀρχὴ (163) ‘σκέψασθε παρ’ ἄλληλα καὶ λογίσασθε παρ’ ὑμῖν αὐτοῖσ‘. gT ἓν ἑκάστῳ τίμημα ὑπάρχει] ἀντὶ τοῦ ‘καταδίκη τοῖς κακουργοῦσι, μηδὲν πλέον‘. |
| 20.386 | οἱ δὲ τὰς δωρεὰς αἰτοῦντες πλέον τῶν κακούργων κολάζονται, κἀκεῖ μέν, ‘ἐάν τις δικαίως ἀποκτείνῃ, ἐξέστω‘· ἐνταῦθα δέ, ‘κἂν δικαίως τις αἰτήσῃ, κολαζέσθω‘. gT ἄτιμος ἔστω, φησί, καὶ ἡ οὐσία δημοσία ἔστω] ὁ ‘καὶ‘ σύνδεσμος ἀντὶ τοῦ ‘ἢ‘ διαζευκτικοῦ κεῖται, ἵνα ᾖ ‘ἄτιμος ἢ ἡ οὐσία δημοσία‘. |
| 20.387 | gT 〈εἶναι δὲ καὶ ἐνδείξεις καὶ ἀπαγωγὰσ〉] ἔνδειξις ἀπολογία καὶ εἶδος κατηγορίας, ἀπαγωγὴ δὲ ἡ τῶν κακούργων πρὸς τοὺς ἕνδεκα παράδοσις. |
| 20 388a | οἱ δὲ ἕνδεκα ἄρχοντες Ἀθήνησιν, οἷς παρεδίδοντο οἱ θανάτῳ καταδικασθέντες. F 2 YL εἶναι . |
| 20 388b | .. ἀπαγωγὰς] ἔνδειξις ὄνομα δίκης κατὰ τῶν ἀτίμων καὶ ἀδικούντων, ἀπαγωγὴ δὲ κατὰ τῶν κλεπτῶν. gT οὐκοῦν τρία τιμήματα ταῦτα] σοφίζεται, τὸ ἓν τρία ποιῶν. |
| 20.389 | gT χέρνιβος] οὐ τοῦ ὕδατος, ἀλλὰ τοῦ ἀγγείου. |
| 20.390 | gT εἶτα ἀποκτεῖναι μὲν δικαίως] ἐπιχείρημα ἀπὸ τοῦ ἐναντίου κατ’ ἄμφω, καὶ ὅτι ‘ἔθους ὄντος τοὺς εὐεργέτας τιμᾶν, οὗτος καὶ κολάζειν προστάττει‘ καὶ ὅτι ‘ἀναιρεῖν ἔξεστι κατὰ τοὺς νόμους Λεπτίνου‘. |
| 20.391 | gT οὔτε δικαίως οὔθ’ ὁπωσοῦν] τὸ μὲν ἐπὶ τοῦ δικαίου δῆλον, τὸ δὲ ‘οὔθ’ ὁπωσοῦν‘, ὡς ἐνίοτε τινῶν καὶ παρὰ τὸ δίκαιον διὰ τὸ συμφέρον αἰτούντων, ἀνάγκη δοῦναι διὰ τὸν κίνδυνον. |
| 20.392 | gT μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι] δείξας τῇ παραθέσει τῶν δικαίων τὴν ἀτοπίαν τοῦ νόμου θαρσῶν ἀπαγορεύει λοιπόν. |
| 20.393 | διὰ τοῦτο δὲ ἐγγὺς τοῦ ‘μηδαμῶσ‘ τὸ ὄνομα κεῖται τῶν Ἀθηναίων, τῇ δόξῃ τῆς πόλεως ἐμφαίνων τοῦ πράγματος τὸ παράλογον. gT μὴ βούλεσθε δοκεῖν πλείω πεποιῆσθαι σπουδὴν] ἵνα μὴ ἔχωσι καταφυγεῖν εἰς ἀνάγκην, τῇ βουλήσει τὴν ἐξουσίαν πεποίηται. |
| 20.394 | τῷ δὲ ‘δοκεῖν‘ παρὰ τοῖς ἄλλοις ἀνθρώποις πονηρὰν καθ’ αὑτῶν, φησί, μὴ κατασπείρετε δόξαν πονηρὰ βουληθέντες. gT ἀλλ’ ἀναμνησθέντες τῶν καιρῶν] ἄλλο ἐπιχείρημα ἀπὸ τοῦ ἴσου· εἶτα τὸ ἀπὸ τοῦ μείζονος προσέθηκε, κατὰ λόγον τῇ τάξει χρώμενος. |
| 20.395 | ὁμοιοῖ γὰρ τοὺς εὐεργέτας περὶ ὧν ὁ λόγος Ἁρμοδίῳ καὶ Ἀριστογείτονι συλλογιζόμενος οὕτως· ‘ὁ εὖ ποιῶν τὸ κοινὸν ἐν κινδύνοις σῴζει τὴν πόλιν καὶ τὴν δημοκρατίαν, ὡς οἱ τοὺς τυράννους διαφθείραντες. οὐδὲν οὖν ἀπεικὸς ἐξισοῦσθαι αὐτοῖς καὶ κατὰ τὰς τιμάσ‘. ταῦτα δὲ γέγραπται ὑπὸ Δημοφάντου ἐν στήλῃ, εἴρηται δὲ ὑπὸ τοῦ πρώτου ῥήτορος Φορμίωνος. gT οὐ γὰρ ἔνεστιν εὐορκεῖν] ἀποφαίνεται ἵνα μὴ μερισθῶσι τὴν γνώμην οἱ δικασταὶ ὡς ‘ἄρα ἔστιν εὐορκεῖν, κἂν ἕτερόν τι δράσωσιν‘. |
| 20.396 | gT οὐκ ἔνι τοῦτον ἔχειν καλῶς] βουλόμενος αὐτοὺς τῷ ἀδήλῳ τοῦ μέλλοντος εἰς ἀγωνίαν καὶ ταραχὴν ἐμβαλεῖν συνάγει τοὺς δύο χρόνους κατὰ τὸν νόμον, ἀρχὴν αὑτῷ τοῦ πράγματος ἐντεῦθεν ποιούμενος. |
| 20.397 | ἔστι δὲ ἀπὸ τοῦ νομίμου κεφαλαίου τὸ ἐννόημα. συντρέχει δὲ τῷ παρελθόντι δῆθεν, ἵνα μὴ δοκῶν ἄγαν φιλονεικεῖν ἔχῃ πειθομένους περὶ τοῦ μέλλοντος, λέγων ‘μηδ’ ἂν τοιοῦτοί τινες γένωνται;‘ δι’ ὧν γὰρ συνέδραμε τῇ ἀρετῇ αὐτῶν τὰ πρεσβεῖα δεδωκώς, διὰ τούτων ἀπαιτεῖ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις τὸ δίκαιον. gT ὅτι, νὴ Δία, πόρρω τοῦ τι] ἀλλ’ ἐρεῖ ὡς ‘οὐκ ἔστι πόλεμος οὐδὲ καιρὸς παρενοχλεῖ χαλεπὸς οὐδὲ κίνδυνος· ὅθεν οὐ δεῖται τοιούτων εὐεργετῶν ἡ πόλις. |
| 20.398 | ‘ βαρὺς ὁ λόγος· οὐ γὰρ εἶπε ‘πόρρω τοῦ τι παθεῖν ἐσμέν‘, ἀλλὰ ‘τοῦ ἐλπίζειν‘, ἵνα ἔχῃ λῦσαι τοῖς παραδείγμασι. gT καὶ εἴημέν γε, ὦ ἄνδρες Ἀθηναῖοι] ηὔξατο μὲν διὰ τὸ μέγεθος ὡς φιλόπολις, ἐμφαίνει δὲ ὅτι εὐχῆς, οὐ νόμου, δύναμις τὰ τῶν λογισμῶν ἐστί. |
| 20.399 | gT ἀλλὰ χρή γε ἀνθρώπους ὄντας] μετὰ φιλοσοφίας τὰ ἐνθυμήματα καὶ ἀνθρωπίνων λογισμῶν, ὅταν αἰτοῦντες τὰ ἀγαθὰ καὶ περὶ τῶν ἐναντίων μὴ ἀπελπίζωμεν· νεμεσᾷ γὰρ ὁ δαίμων, ὅταν διατεθῶμεν ὡς οὐδέποτε φαῦλον πεισόμενοι. |
| 20.400 | gT 〈προσδοκᾶν〉] σημείωσαι ὅτι ἀδιαφόρως τῷ ‘προσδοκᾶν‘ καὶ τῷ ‘ἐλπίζειν‘ χρῆται. |
| 20.401 | F 4 〈πάντα ἀνθρώπιν’〉] τὸ μηδὲν ἀπελπίζειν, ὅτι τὰ ἀνθρώπινα εὐμετάβολα. |
| 20.402 | F 2 YL οὐδὲ γὰρ ἂν Λακεδαιμόνιοί ποτε] τοῦτο πρὸς τὸ ἄνω ἔχει τὴν ἀναφορὰν ἐν ᾧ ἔφη ‘πόρρω τοῦ τι τοιοῦτον ἐλπίζειν ἐσμέν‘, ἵνα ἀποκρίνηται ‘οὐδὲ γὰρ ἂν Λακεδαιμόνιοί ποτε ἤλπιζον εἰς τοιαῦτα πράγματ’ ἀφίξεσθαι‘, ἃ οὐχ ἥρμοττε διὰ τὴν εὔνοιαν τῆς πατρίδος εὐθὺς ἀποκρίνασθαι 〈διὰ〉 τὸ δύσφημον. |
| 20.403 | τοιγαροῦν παρεμβαλὼν ἠθικῶς τὰ πρῶτα τότε τὸ λυποῦν ἐπήγαγε λανθάνων· ἀναμιμνήσκει δὲ τῆς ἐν Λεύκτροις συμφορᾶς τῆς καθελούσης τὴν Σπάρτην καὶ τῶν κατὰ τοὺς Συρακοσίους· πανταχόθεν δὲ αὔξει καὶ τούτους, ἐπειδήπερ ἐπὶ Λακεδαιμονίων ὡς ὄντων γνωρίμων οὐκ ἐδέετο. ἡ δὲ αὔξησις ἀπὸ πολλῶν, ἀπὸ τοῦ λαμβάνειν φόρους ἀπὸ Καρχηδονίων, ἀπὸ τοῦ ἄρχειν τῶν περὶ αὐτούς, ἀπὸ τοῦ νικῆσαι συμμαχίᾳ τοὺς Ἀθηναίους. πρόσκειται δὲ καὶ τὸ ‘δημοκρατούμενοι‘, ἵνα τὸ ἀληθὲς τῆς μεταβολῆς καὶ τῆς τυραννίδος τὸ πταῖσμα ποιήσῃ σφοδρότερον. εἶτα ἐξάρας τὴν τῶν Συρακοσίων ἰσχὺν τὸν κεκρατηκότα λίαν ἠλάττωσε ‘γραμματέα καὶ ὑπηρέτην‘ προσειπών, ὀνόματα παρ’ Ἀθηναίοις ἀπερριμμένα. τοιγάρτοι καί, ὥς φασι, προσέθηκεν, ἵν’ ὑπολάβοι τις τῶν διηγησαμένων ὑπάρξαι τὸ αἴτιον. εἴρηται δὲ ὑπό τινων ὡς οἱ παρὰ τοῖς Συρακοσίοις γραμματεῖς σεμνοί τέ εἰσι καὶ ἔνδοξοι καὶ οὐχ οἷον οἱ παρ’ Ἀθηναίοις· ὅθεν τὸ ‘ὑπηρέτησ‘ συνέζευξεν, ἵνα εἰς ἔννοιαν τοῦ παρ’ αὐτοῖς γραμματέως ἀφίκωνται. gT 〈οὐδέ γ’ ὁ νῦν ὢν Διονύσιος ἤλπισεν〉] περὶ οὗ παροιμία ‘Διονύσιος ἐν Κορίνθῳ‘. |
| 20 404a | F 2 YL οὐδέ . |
| 20 404b | .. ἤλπισεν] υἱός ἐστιν ὁ δεύτερος· ὁ γὰρ πατὴρ αὐτοῦ Ἑρμοκράτους υἱὸς ἦν· Δίωνος δὲ ἀδελφὴν εἶχεν ὁ πρῶτος Διονύσιος γυναῖκα· οὐ μὴν ἐξ αὐτῆς ἦν ὁ δεύτερος Διονύσιος γεγονώς, ἀλλ’ ἐξ ἑτέρας γυναικὸς Λοκρίδος. ἐπεβούλευσεν οὖν τῷ Δίωνι ὡς συμπράττοντι τοῖς ἄλλοις, τοῖς ἀπὸ τῆς ἀδελφῆς αὐτοῦ παισί· καὶ δὴ ἔφυγεν ὁ Δίων καὶ ὁ υἱὸς αὐτοῦ κακῶς ἔπασχεν ὑπὸ Διονυσίου. ὑπὲρ τούτων ἀγανακτήσας ὁ Δίων ἀθρόως ἐπῆλθε λαθών. gT πλοίῳ στρογγύλῳ] φορτηγῷ δηλονότι· μακρὰ γὰρ τὰ πολεμικὰ ὀνομάζουσιν. |
| 20.405 | ὅρα δὲ ὅσα πάλιν ἀντέθηκε, ‘τριήρεις πολλὰς καὶ ξένους καὶ πόλεις κεκτημένον‘, ὥστε μηδὲ τοὺς Ἀθηναίους, εἰ καὶ πολλὰ πρὸς δύναμιν κέκτηνται, περὶ τὴν ἀσφάλειαν θαρσεῖν. gT ἀλλ’ οἶμαι τὸ μέλλον ἄδηλον] μετὰ τὸν ἀπὸ τῶν παραδειγμάτων φόβον ἦλθεν ἐπὶ τὸ κοινὸν ἐνθύμημα λοιπόν, ᾧ πάντες ἄνθρωποι δουλεύουσιν· ὅθεν καὶ παραινεῖ φιλοσόφως μετριάζειν καὶ μὴ λέγειν ὡς πόρρω τοῦ ἐλπίζειν ἐσμὲν τὰ κακά. |
| 20.406 | gT σκέψασθε παρ’ ἄλληλα] ἀντεξέτασιν ποιεῖται καὶ ἀντιπαράθεσιν τῶν ἀποβησομένων ἐξ ἑκατέρου μέρους, ἐάν τε λυθῇ ὁ νόμος, ἐάν τε κύριος γένηται· δεδωκὼς δὲ τὴν σκέψιν καὶ τὴν αἵρεσιν ὅμως πάλιν ἀφ’ ἑαυτοῦ διορίζεται καὶ πρὸς τὸ χρήσιμον διοικεῖται ἃ βούλεται. |
| 20.407 | gT οἱ μὲν ἄξιοι] οὐκ ἐπήγαγε ‘τιμηθήσονται‘, ἀλλὰ ‘τὰ δίκαια ἕξουσιν‘. |
| 20.408 | gT εἰ δέ τίς ἐστιν ἀνάξιος] ἐπειδὴ τοῦτο ἄνω καὶ κάτω προφέρει Λεπτίνης, οὐδ’ αὐτὸ ἀφῆκεν ἀδιόρθωτον. |
| 20.409 | τὸ δὲ ‘ὡς ἔστω‘ τοιοῦτόν ἐστιν· ‘ἐγὼ μὲν οὐκ οἶμαί τινα εἶναι ἀνάξιον, ἔστω δὲ διὰ τὸ φάσκειν τούτους, ἵνα μὴ πάντῃ λυπήσωμεν‘. gT δίκην, ἣν ἂν ὑμῖν δοκῇ, δώσει] ἔχει μετὰ τοῦ δικαίου καὶ θεραπείαν ὁ λόγος, τὸ ‘ὑμῖν‘, μὴ τὸ Λεπτίνῃ δοκοῦν κυροῦσθαι. |
| 20.410 | τοῦτο δὲ ὁ ἡμέτερος ὑμῖν χαρίζεται νόμος ὁ παρεισφερόμενος. gT ἡ δὲ πόλις πιστὴ] ‘πιστὴ‘ διὰ τὸ μὴ μεταβάλλεσθαι, ‘δικαία‘ διὰ τὴν ἀντίδοσιν, ‘ἀψευδὴσ‘ διὰ τὸ μὴ ἠπατηκέναι τοὺς εὖ ποιήσαντας. |
| 20.411 | gT ἐὰν δὲ ἀποψηφίσησθε, ὃ μὴ ποιήσαιτε] ἀπεύχεται γενέσθαι τὸ φαῦλον ὃ διαβάλλει καὶ βλάπτει τὴν πόλιν· εἶτα τὸ ἄτοπον ἐν ὑπερβολῇ ‘οὐχ ὅπως γε, 〈ὡσ〉 ἄνω εἰρήκαμεν, οἱ ἀνάξιοι δίκας παρέξουσιν, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς συμφορῶν γενήσονται πρόξενοι‘. |
| 20.412 | μετὰ ταῦτα μέγιστα ὀνείδη προσέσται τῇ πόλει καὶ φθόνου καὶ ἀπιστίας καὶ φαυλότητος. gT οὐκοῦν ἄξιον, ὦ ἄνδρες Ἀθηναῖοι] εἰς ὄψιν αὐτοῖς ἄγων ἀμφότερα λέγει ‘τίς οὖν εὖ φρονῶν τάδε μὲν ἀφίησιν, αἱρεῖται δὲ τὰ χείρω;‘. |
| 20.413 | gT ὧν τοῖς βελτίοσι πειθόμενοι] δόντες, φησί, τοῖς βελτίοσι τὰ νικητήρια καὶ μεθ’ ἡμῶν γενόμενοι πάντα κομιεῖσθε τὰ συμφέροντα καὶ νῦν καὶ εἰς ὕστερον. |
| 20.414 | gT ὅπως μὴ βιασθῆτε ἁμαρτεῖν] φιλονείκους αὐτοὺς πρὸς τὸ μὴ εἴκειν καθίστησιν· οὐ γὰρ ἀνέξονται βιασθῆναι. |
| 20.415 | gT πολλὰ γὰρ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι] θεραπεύει πρὸς τῷ τέλει τὸ δικαστήριον, μετάγων τὴν αἰτίαν τῶν ἁμαρτημάτων ἐπὶ τοὺς ῥήτορας· καὶ ἵνα μὴ εὐάλωτοι δόξωσιν εἶναι, πολλὰς τὰς ἀνάγκας τῆς ἀπάτης εἰργάσατο, ‘κραυγῆς καὶ βίας καὶ ἀναισχυντίασ‘ εἰπών. |
| 20.416 | gT 〈ὃ μὴ πάθητε νῦν〉] κρατήσατε οὖν τούτων νῦν· οὐ γὰρ ἄξιον Ἀθηναίους ὄντας ἐν τοῖς οὕτω φανεροῖς ἀπατᾶσθαι. |
| 20.417 | gT ἀλλ’ ἃ δίκαια ἐγνώκατε] ὑφαρπάζει τὴν ψῆφον ὡς ἤδη ἔχων αὐτὴν ἀπὸ τῆς διανοίας τῶν δικαστῶν· προσποιεῖται δὲ καὶ ὑπὲρ αὐτῶν φροντίζειν προσπαρεμβαλὼν τὸ ‘εὔορκον‘. |
| 20.418 | gT θαυμάζω δ’ ἔγωγε, εἰ τοῖς μὲν τὸ νόμισμα] ἐπιχείρημα ἀπὸ τοῦ ἐλάττονος· ‘εἰ γὰρ ἐπ’ ἐκείνῳ τῷ νομίσματι θάνατος ἡ ζημία, πῶς οὐ μισητέον πλέον τοὺς κίβδηλον τῆς πόλεως τὸ ἦθος δεικνύντας;‘ νόμισμα δὲ τὸ ἀργύριον, ὃ ἄν τις, φησί, παραχαράξῃ, κολάζεται. |
| 20.419 | καὶ τοῦτο μὲν 〈οὐ〉 ποιεῖ κοινὴν βλάβην, ὅμως δ’ οἱ παραχαράσσοντες τιμωροῦνται. νόμους δὲ τὸν παραχαράσσοντα οὐ τιμωρούμεθα; οὐκοῦν κολαζέσθω. ἐπεχείρησε γὰρ διαφθεῖραι διὰ τοῦ νόμου τὴν πολιτείαν. gT ΚΑΤΑ ΜΕΙΔΙΟΥ Ὅρος κατὰ σύλληψιν. |
| 21.1 | F 2 YL 〈τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταί〉] τὸ προοίμιον ἐξ ὑπολήψεως ἐκ τοῦ κατηγόρου κατ’ αὐτοῦ τοῦ τὸ ἔγκλημα ἔχοντος. |
| 21 2a | ἔνθα φησὶν Ἑρμογένης (99, 9) ὅτι ‘περὶ αὐτῶν ὑπολήψεις ἢ χρησταὶ συνίστανται ἢ πονηραί. κατηγοροῦντες μὲν οὖν τὰς φύσει παρούσας φαύλας βεβαιώσομεν, τὰς δὲ χρηστὰς διαλύσομεν‘. ἐνταῦθα οὖν ὁ ῥήτωρ τὰς φαύλας βεβαιοῖ, τῶν δὲ χρηστῶν οὐ μέμνηται. F 2 YL τὴν . |
| 21 2b | .. δικασταί] ὡς ὁμολογούμενον δὲ παρὰ πάντων θεὶς ἀφῆκε τὴν κατασκευὴν ἀναγκαίως. οὐ γὰρ ἀμφίβολον. παθητικὸν δὲ τὸ προοίμιον ἀλγοῦντος ἐπὶ τῇ τοῦ Μειδίου ὕβρει. ζητήσειε δ’ ἄν τις, ὅπως δημοσίᾳ κρίνων αὐτὸν ὕβρεως ἐμνημόνευσε. καὶ ῥητέον ὅτι βούλεται πᾶσαν ὕβριν δημοσίαν ἐπιδεῖξαι καὶ μάλιστα τὴν Μειδίου. εἰ γὰρ καθ’ ἕνα πάντας ὑβρίζει, ἐκ δὲ τῶν καθ’ ἕνα πόλις, δῆλον ὅτι δημοσίᾳ ἀδικεῖ. καταφορικῇ δὲ κέχρηται τῇ προτάσει διὰ τὴν ποιότητα τοῦ Μειδίου. πλούσιος γὰρ καὶ μεγαλόφρων· οἱ δὲ τοιοῦτοι μείζους εἰσὶ τῶν πολλῶν καὶ ὡς τυραννικοὶ διαβέβληνται. διὸ δὴ καὶ εἶπεν ὅτι πάντας ὑβρίζει, τὸ τῶν τυράννων ἴδιον αὐτοῦ κατηγορῶν. εἰσφέροντες δέ τινες ἡμῖν καινὸν ὄνομα λέγουσιν ὅτι ‘τὴν ἀσέλγειαν‘ ἐνταῦθα ἔλαβεν ἐπὶ τῆς αἰσχρουργίας. φαμὲν δὲ καὶ ἡμεῖς ὅτι ἀσελγὴς λέγεται ὁ μὴ μετέχων μήτε δικαιοσύνης μήτε ἀρετῆς· Σέλγη γάρ ἐστι μία πόλις τῆς Παμφυλίας, ἐν ᾗ πάντες δίκαιοι ἦσαν καὶ ἀρετῆς ἀνάμεστοι· ἀσελγὴς οὖν ὁ μὴ μετέχων τῆς Σέλγης. TBcFj ἐγὼ δ’, ὅπερ ἂν] ἐντεῦθεν τὸ πρῶτον μέρος τοῦ δευτέρου μέρους τῆς προτάσεως. |
| 21.3 | ἐπειδὴ δὲ διαβάλλων εἰς δεινότητα αὐτὸν ὁ Μειδίας ἔλεγεν ‘οὐδὲν πέπονθε δεινόν, ἀλλὰ τῇ τέχνῃ θαρρῶν ἐπαίρει τὰ πράγματα καὶ τὰ μικρὰ μεγάλα ποιεῖ‘, διὰ τοῦτο ἐπιείκειαν καὶ μετριότητα ὑποκρίνεται λέγων ‘ὃ καὶ ὑμῶν ἕκαστος ἐποίησεν ἂν ὑβρισθείς, τοῦτο κἀγὼ νῦν ἐποίησα ὁ νομιζόμενος ῥήτωρ‘. TBcFj τοῦτο καὶ αὐτὸς ἐποίησα] ἐκεῖνον μὲν τυραννικόν, ἑαυτὸν δὲ ὡς ἕνα τῶν πολλῶν ἄξιον ἐπιδεικνύμενος. |
| 21.4 | TBcFj καὶ προὐβαλόμην ἀδικεῖν τουτονὶ περὶ τὴν ἑορτήν] ἀντὶ τοῦ ‘εἰσήγαγον‘. |
| 21.5 | ἔδειξε δὲ ἐκ τούτου, τίνος κρίνει τὸν Μειδίαν. οὐ γὰρ εἶπεν ‘ἀσεβεῖν‘, ἀλλ’ ‘ἀδικεῖν περὶ τὴν ἑορτήν‘, καὶ τοῦτο δημόσιον. προβολὴ γάρ ἐστιν ὄνομα δίκης κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων. TBcFj οὐ μόνον πληγάς] ἐντεῦθέν ἐστιν ἡ κατασκευὴ τοῦ πρώτου μέρους τῆς προτάσεως. |
| 21.6 | διὰ μὲν γὰρ τοῦ λέγειν ‘τοῖς Διονυσίοισ‘ συνάπτει τὸ δημόσιον. καὶ τὸ ‘βίαια δὲ παθὼν παρὰ πᾶσαν τὴν χορηγίαν‘ οὕτως ἔχει. συνῆπται γὰρ πάλιν ἀμφότερα, καὶ τὸ ἴδιον καὶ τὸ δημόσιον. δόξειε δ’ ἂν ὡς ἔλαττον προτιθέναι 〈τὸ〉 τῶν πληγῶν. ἔχει δὲ οὐχ οὕτως, ἀλλὰ διὰ τῆς τοιαύτης συνθέσεως ἀντιπῖπτον ὑποτέμνεται καὶ προλύει τὸ συγγνωμονικὸν ὅτι ‘δι’ ὀργὴν ἔπληξα‘. εἰ γὰρ καὶ ἄλλα πολλὰ καὶ βίαια καὶ πρὸ τῆς ἑορτῆς πεποίηκε, πρόδηλον ὅτι οὐ δι’ ὀργήν, ἀλλ’ ἐκ προνοίας. TBcFj ἐπειδὴ δὲ καλῶς] ἐντεῦθεν τὸ δεύτερον τοῦ δευτέρου μέρους τῆς προτάσεως. |
| 21.7 | σχεδὸν δὲ ὥσπερ ἀσύστατον καὶ μονομερῆ τὸν λόγον ἀπεργάζεται. εἰ γὰρ φθάνει προκατεγνωσμένος ὑπὸ παντὸς τοῦ δήμου, πρόδηλον ὅτι οὐδεμίαν ἔχει ἀπολογίαν. δεῖ δὲ τὸν κατήγορον, κἂν μὴ οὕτως ἔχῃ τὰ πράγματα, πειρᾶσθαι μονομερῆ τὸν λόγον ποιεῖν, ἵνα οἱ δικασταὶ ὡς ἐφ’ ὁμολογουμένοις καταψηφίσωνται. TBcFj ὁ δῆμος ἅπας] κἀνταῦθα πάλιν ἀντίθεσιν προλέλυκεν. |
| 21.8 | φησὶ γὰρ ὁ Μειδίας (193) ὅτι ‘χορευταὶ καὶ ξένοι καὶ τοιοῦτοί τινες κατεχειροτόνησαν‘. ὁ δὲ προλαβών φησιν ὅτι ‘ὁ δῆμος ἅπασ‘, καὶ δείκνυσιν οὐ μόνον τὸν δῆμον, ἀλλὰ καὶ τοὺς δικαστὰς αὐτοῦ κατεγνωκότας. εἰ γὰρ μέρος οἱ δικασταὶ τοῦ δήμου, πρόδηλον ὅτι κἀκεῖνοι συγκατέγνωσαν. TBcFj καὶ σφόδρα] ἵνα δόξῃ κατεγνωκέναι ὁ δῆμος, ‘καὶ σφόδρα‘ μετ’ ἐπιτάσεως εἶπε, καὶ ὅτι ‘οὐ δεινότητι τῇ ἐμῇ παραχθεὶσ‘ ‘ἐφ’ οἷς ἠδικημένῳ μοι‘. |
| 21.9 | TBcFj ὥστε πάντα ποιοῦντος τούτου] σφόδρα βιαίως οὐ μόνον δικαστὰς καὶ δῆμον, ἀλλὰ καὶ αὐτὸν ἑαυτοῦ κατεγνωκότα πεποίηκεν. |
| 21.10 | εἰ γὰρ καὶ ἱκέτευεν, πρόδηλον ὅτι κατέγνωκεν ἑαυτοῦ. τὸ γὰρ ἱκετεύειν τῶν ἑαλωκότων. TFj καί τινων ἄλλων ὑπὲρ αὐτοῦ] προδιαβάλλει τοὺς μάρτυρας τοῦ Μειδίου ὡς καὶ αὐτοὺς συγκατεγνωκότας. |
| 21.11 | προϊὼν γάρ φησι (139) ‘Εὐκτήμων ὁ κονιορτὸς καὶ τοιαύτη τίς ἐστι περὶ αὐτὸν μαρτύρων συνεστῶσα ἑταιρία. πῶς δύνανται τἀληθῆ μαρτυρεῖν οἱ μετ’ αὐτοῦ συνικετεύοντες;‘ TBcFj οὐκ ἐπείσθη] ἐπαινεῖ τὸν δῆμον ὡς πάντων καταφρονήσαντα ἕνεκα τῶν δικαίων· ὑφορᾶται δὲ τοὺς δικαστὰς μὴ χρήμασι πεισθέντες καταχαρίσωνται τὸν ἀγῶνα τῷ Μειδίᾳ. |
| 21.12 | μὴ λέγων οὖν φανερῶς θεραπεύει τὸ λυποῦν· ‘εἰ οὐδὲ ὁ δῆμος προσήκατο τὰς ὑποσχέσεις οὐδ’ εἰς τὸν πλοῦτον ἀπέβλεψεν οὐδὲ ταῖς φανεραῖς ὑποσχέσεσιν ἡττήθη, πόσῳ μᾶλλον ὑμεῖς ὀφείλετε κρύφα γεγενημέναις;‘ τίνες δὲ ἦσαν αἱ πρὸς τὸν δῆμον ὑποσχέσεις; ‘ἡμεῖς εἰσοίσομεν, χορηγήσομεν, τριηραρχήσομεν‘. ὅτι δὲ ψευδεῖς αἱ ὑποσχέσεις, προϊών φησιν (203) ‘ἐμὲ οἴεσθε ὑμῖν εἰσοίσειν, ὑμᾶς δὲ νεμεῖσθαι;‘ TBcFj ἀλλὰ μιᾷ γνώμῃ] οὐδεὶς διεσφάλη τοῦ πρέποντος, οὐδεὶς ἠγνόησε τὸ εἰκός· τότε πρῶτον ὁ πᾶς δῆμος μιᾶς ἐγένετο γνώμης, ἵν’ ἕκαστος καταψηφίσηται τοῦ Μειδίου φοβούμενος ἢ αἰσχυνόμενος τἀναντία τοῖς ἄλλοις γνῶναι. |
| 21.13 | TBcFj πολλοί μοι προσιόντες] ἀπίθανον ἔδοξε τὸ νόημα, ὅτι καὶ οἱ δικασταὶ παρωξύνοντο εἰς τὴν κατηγορίαν, εἰ μὴ προλαβὼν εὐθὺς ἐν ἀρχῇ πάντας ἦν δείξας ὑβρισμένους. |
| 21.14 | TBcFj ὡς μὲν ἐμοὶ δοκεῖ] ἐντεῦθεν ἡ κατασκευὴ τοῦ δευτέρου μέρους τῆς προτάσεως. |
| 21.15 | τὸ ἀπίθανον δὲ τῆς προτάσεως ὅρκῳ διέλυσε. καὶ ἵνα μή τισιν ἐπίορκος δόξῃ, τὸ στοχαστικὸν προσέθηκεν. TBcFj ὃν ἐπὶ τῶν ἄλλων τεθέανται] ἀντικρὺς διὰ τούτων αἰνίττεται τὸν τύραννον. |
| 21.16 | εἰ γὰρ ἐν δημοκρατίᾳ ζῶν οὐκ ἔστιν καθεκτός, τί ἄλλο ἢ τύραννος ὁ τοιοῦτος; προσθεὶς δὲ τὸ ἰδιωτικὸν τῷ καθ’ ἑαυτὸν ὅτι δεινὰ πέπονθεν, ἐπήγαγε τὸ δημόσιον ὅτι ‘καὶ ὑπὲρ τῶν ἄλλων ἠβούλεσθε δίκην λαβεῖν‘. TBcFj 〈οὕτω δὲ τούτων ἐχόντων〉] οὐ δεύτερον τοῦτο προοίμιον, ὥς τινες ᾠήθησαν, ἀλλὰ συμπέρασμα τῶν κειμένων ἐν τῷ πρώτῳ μέρει τοῦ προοιμίου. |
| 21 17a | F 2 YLS τοίνυν ἐντεῦθέν ἐστι τὸ συμπέρασμα τοῦ προοιμίου, ἐν ᾧ ἐστι καὶ ἡ προσοχή. |
| 21 17b | ἔχει δὲ κατασκευῆς δύναμιν τὸ τελευταῖον μέρος τοῦ προοιμίου. δύο γάρ εἰσιν ἐν τῷ λόγῳ προκατασκευαί, μία μὲν ὥστε μὴ ἰδιωτικὸν νομισθῆναι τὸν ἀγῶνα, ἣν διὰ τῆς ἀναγνώσεως τῶν νόμων κατεσκεύασεν, ἑτέρα δὲ ὥστε μὴ πεισθέντας τοὺς δικαστὰς προδοῦναι τὸν ἀγῶνα. τούτων γὰρ ὁπότερον ἂν συμβῇ, οἴχεται τὰ τῆς κατηγορίας τῷ ῥήτορι, καὶ διὰ τοῦτο μακρότερον δοκεῖ γεγενῆσθαι τὸ προοίμιον, ὥστε τὴν ἐπιθυμίαν τὴν κατὰ τὰ χρήματα τῶν δικαστῶν ἐξελεῖν. TBcFj ὅσα μὲν οὖν] τουτέστιν ‘ἐπείσθην ὑμῖν, καὶ κατηγορῶν πάντα δείξω τετηρημένα· οὐ προὔδωκα τὴν κατηγορίαν δι’ ὑμᾶς οὐδὲ χρήμασιν ἐπείσθην· μὴ τοίνυν μηδ’ ὑμεῖσ‘. |
| 21.18 | καὶ τὸ μὲν ἀκόλουθον τοῦτο ἦν, ὁ δὲ ἀπεσιώπησεν ὑπὲρ τοῦ μὴ προδήλως ἐξελέγχειν τοὺς δικαστάς. φιλονεικοτέρους γὰρ ἂν αὐτοὺς κατέστησεν. TBcFj ἐπειδή τις εἰσάγει] μετὰ γὰρ τὸ ἀποκληρωθῆναι τὸ δικαστήριον ἐδίδοντο τοῖς θεσμοθέταις αἱ γραφαί, κἀκεῖνο ἠρώτων λοιπὸν ‘βούλει κατηγορεῖν ἢ μάρτυρας ἔχεις εἰς τὰς ἀποδείξεις ἑτοίμους;‘ καὶ εἰ συνέφησεν, οὕτως ἤδη λοιπὸν εἰσήγετο. |
| 21 19a | τοῦτό ἐστι τὸ ‘ἐπειδή τις εἰσάγει‘. ἄρχοντες δὲ ἦσαν οἱ ἐν ἑκάστῳ δικαστηρίῳ τὰς κρίσεις εἰσάγοντες. TBcFj ἐπειδὴ . |
| 21 19b | .. εἰσάγει] εἰσαγωγὴ γάρ ἐστιν Ἀθήνησιν ἀρχὴ τῶν τὰ ἐγκλήματα εἰσαγόντων. F 2 YL πολλὰ μέν, ὦ ἄνδρες] πόρρωθεν ἀποτρέπει τοῦ λήμματος τοὺς δικαστάς. |
| 21.20 | ‘εἰ γὰρ ἐγὼ πολλὰ λαμβάνων οὐκ ἐδεξάμην, πῶς ὑμεῖς ὀλίγα;‘ πρόδηλον γὰρ ὅτι ἑνὶ μὲν διδοὺς καὶ αὐτῷ τῷ πεπονθότι πολλὰ ἠδύνατο δοῦναι, τοῖς δὲ δικασταῖς πολλοῖς οὖσιν οὐκ ἠδύνατο πολλὰ ὑποσχέσθαι. ‘κἀμοὶ μὲν ἐξῆν λαβεῖν, ὑμῖν δὲ ὑπισχνεῖται μόνον· κἀγὼ μὲν ὁ πεπονθὼς δι’ ὑμᾶς οὐκ ἔλαβον, ὑμεῖς δὲ οἱ μηδέν τι πεπονθότες κατ’ ἐμοῦ λήψεσθε;‘ TBcFj πολλὰς δὲ δεήσεις] οὐ πρὸς τὰς δεήσεις, ἀλλὰ πρὸς τὰς ἀπειλὰς κυρίως τὸ ‘ὑπομείνασ‘. |
| 21.21 | σῴζεται δὲ κατὰ φύσιν ἡ τάξις. πρῶτον γάρ τις ἱκετεύει, εἶτα μὴ τυχὼν χρῆται ταῖς ἀπειλαῖς. TBcFj ἃ δ’ ἐν ὑμῖν μετὰ ταῦτά ἐστιν ὑπόλοιπα] τὸ λοιπὸν ἀπεσιώπησε, μὴ βουλόμενος φανερῶς τοῖς δικασταῖς ἐγκαλέσαι, καὶ διὰ τοῦτο τὰ ἑξῆς ἀκαταλλήλως ἀπήγγειλεν, ἵνα μηδεὶς ἀπαιτήσῃ τὸ ἀκόλουθον. |
| 21.22 | τὴν γὰρ τάξιν ἐνήλλαξε καί φησιν ‘ὅσῳ πλείοσιν ἠνώχληκεν‘. ἔθος δὲ ἔχει ὁ ῥήτωρ ὀχλήσεις καλεῖν τὰς γινομένας τοῖς δικασταῖς ἀξιώσεις. ἔστιν οὖν ἀπηρτημένος ὁ λόγος. ἠκολούθησε γὰρ οὕτως ἂν ὁ νοῦς· ‘ὅσῳ δὲ πλείοσιν οὗτος ἠνώχλησε, τοσούτῳ προσδοκῶ λήψεσθαι τὴν ψῆφον‘. οἱ γὰρ ἀναισχυντοῦντες ἐν ταῖς παρακλήσεσιν οὐχ ἡδέως αὐτὰς ποιοῦνται τοῖς ὑπομένουσιν. ἐπέτεινε δὲ καὶ ἐμήκυνε τὸ προοίμιον ὁ ῥήτωρ ἐπισυνάγων τὰ νοήματα, διὰ τὸ θυμικὸν περιγράφειν αὐτὸς οὐκ ἰσχύσας, ἵνα τῇ ῥύμῃ τοῦ πάθους ἀκολουθήσας ὁ λόγος ἀπορήσῃ ποίαν τελευτὴν ποιήσεται. TBcFj ὅσῳ πλείοσιν] σχῆμα τὸ παρὰ τοῖς ῥήτορσιν ὑποστατικὸν λεγόμενόν ἐστι τοῦτο. |
| 21.23 | καλεῖται δὲ οὕτως ἀπὸ τοῦ ὑφιστᾶν τὴν ποσότητα τὴν εἰς τόδε τὸ πρᾶγμα. S οὐ γὰρ ἂν καταγνοίην] πληρώσας τὴν κατασκευὴν ἐν τῷ προοιμίῳ διπλοῦν ἐπήγαγε συμπέρασμα, τὸ μὲν εἰς τὴν πρώτην πρότασιν ὅτι ‘πάντας ὑβρίζει Μειδίας καὶ οὐ χρὴ συγχωρῆσαι ὥστε καὶ τὸ λοιπὸν ἀδεῶς ὑβρίζειν‘, τὸ δὲ εἰς τὴν προκατασκευὴν ὅτι ‘μὴ ἐναντία ποιήσητε χρήματα λαβόντες οἷς πρότερον ἠξιοῦτε‘. |
| 21.24 | καὶ ἐτελεύτησεν αὐτῷ τὸ συμπέρασμα εἰς τελικὸν κεφάλαιον τὸ συμφέρον. διὰ τοῦτο γάρ φαμεν συγγένειαν ἔχειν τὰ προοίμια πρὸς τοὺς ἐπιλόγους, διότι συμπληροῦνται κἀκεῖνοι τοῖς τελικοῖς κεφαλαίοις. F 4 YLS εἰ μὲν οὖν, ὦ ἄνδρες] τὸ μὲν πρῶτον προοίμιον τοῦ πραγματικοῦ πλεῖστον μετέχον ἔλαττον εἶχε τὸ παθητικόν· ἐν δὲ τούτῳ πλέον βούλεται κινῆσαι τὸ πάθος, ἵνα πανταχόθεν τὸν δικαστὴν χειρώσηται. |
| 21 25a | F 4 YLS εἰς τελικὸν δὲ κεφάλαιον κατέληξε τὸ συμπέρασμα τῆς πρώτης προτάσεως. |
| 21 25b | F 2 Y προοίμιον δεύτερον. |
| 21 25c | L εἰ . |
| 21 25d | .. ἄνδρες] ἐντεῦθεν τὸ δεύτερον προοίμιον. ἔστι δὲ καὶ ἡ πρότασις αὐτοῦ διμερής, καὶ τίκτεται ἐντεῦθεν ἡμῖν ἀπορία ὅτι ‘πῶς ἐνταῦθα λέγει, “εἰ ἦν παραπρεσβείας ὁ ἀγών, οὐκ ἂν ἐδεόμην”, καὶ πῶς ἐν τῷ κατ’ Αἰσχίνου (19, 1), παραπρεσβείας ὑπάρχοντος τοῦ ἀγῶνος, δεῖται;‘ καί φαμεν ὅτι αὐτὸς ἐπιλύεται λέγων ὅτι ‘δέομαι ὑμῶν μετ’ εὐνοίας [ὑμᾶς] ἀκοῦσαι‘. φοβηθεὶς δὲ μὴ σοφίζεσθαι δόξῃ, κατηγορῶν μὲν ἱκετεύων δὲ ὡς οἱ φεύγοντες, ἐθεράπευσε τὸ λυποῦν ἐκ τῆς τοῦ προοιμίου προτάσεως· ‘εἰ μὲν ἐπ’ ἄλλοις ἔκρινον, οὐκ ἂν ἐδεήθην‘, καὶ εἶπε δημοσίων ἀδικημάτων ὀνόματα, ‘παρανόμων καὶ παραπρεσβείασ‘, ἐξισάζων τὴν ὕβριν τοῖς δημοσίοις ἀδικήμασι. βούλεται οὖν καὶ ὡς κατήγορος κατατρέχειν καὶ ἐλεεῖσθαι ὡς φεύγων καὶ ἅμα δεῖξαι ὡς καὶ αὐτὸς ὁ ἀγὼν ὁμολογουμένως ἐστὶ δημόσιος. TBcFj νομίζων τῷ μὲν κατηγόρῳ] ἐντεῦθεν ἡ κατασκευὴ τοῦ πρώτου μέρους. |
| 21.26 | θέλων δὲ σῴζειν τὸ ἀξίωμα δεικνύει ὡς οὐδέποτ’ ἂν ἐδεήθην κατηγορῶν, εἰ μὴ νῦν ἐν τῷ τῶν φευγόντων σχήματι καθειστήκειν. τὸ γὰρ τυπτηθέντα μὴ λαβεῖν δίκην ἔοικε τῷ ἡττᾶσθαι. ζητήσειε δ’ ἄν τις, πῶς ἐν τῷ κατ’ Αἰσχίνου καίτοι κατηγορῶν φησι (19, 1) ‘δεήσομαι πάντων ὑμῶν‘. ῥητέον οὖν ὅτι διαφοραὶ δεήσεών εἰσιν. ἐκεῖ μὲν γὰρ καὶ δέησις σεμνὴ καὶ φρόνημα ἔχουσα, ἐνταῦθα δὲ ταπεινότητα ἔχει ἡ δέησις. φησὶ γὰρ (7) ‘δέομαι δὲ ὑμῶν καὶ ἱκετεύω‘ καὶ ὥσπερ ἡττημένος τὸν ἀγῶνα οὕτω πυνθάνεται. TBcFj καὶ διὰ τοῦτο τῆς φυλῆς] ἀνθ’ ἑαυτοῦ τὴν φυλὴν ὠνόμασεν, ἐπισείων αὐτῷ πολεμίους πολλοὺς καὶ ὁλόκληρον τὴν φυλήν. |
| 21.27 | καλῶς δὲ καὶ τὸ ‘ἀδίκωσ‘. οὐ γὰρ ἁπλῶς εἶπεν ‘ἀφῃρέθη ἡ φυλή‘, ἀλλ’ ‘ἀδίκωσ‘. ὁ πολέμιος ἔχει τὸ δίκαιον. TBcFj εἰ γὰρ οἷόν τε] ἐντεῦθεν ἡ κατασκευὴ τοῦ δευτέρου μέρους. |
| 21.28 | συνῆψε, φησί, Μειδίας τῇ κακίᾳ τὰ ἄμικτα, κατήγορον ἀποφήνας τὸν φεύγοντα. TBcFj ἔστι τις συμφορά] τῇ παραθέσει τῶν ἄλλων ἐστὶ συμφορά. |
| 21.29 | εἰ οἱ κρινόμενοι, φησίν, ἐν συμφοραῖς ὄντες ἱκετεύουσι, κἀγὼ ὁ ὑβρισμένος, εἰ μὴ λάβοιμι δίκας, ἐν συμφορᾷ ἔσομαι. εἰκότως ἄρα δεήσομαι. TBcFj δέομαι οὖν ὑμῶν] διῳκήσατο ἱκανῶς τὸ δεῖν ἱκετεύειν. |
| 21.30 | ἐντεῦθεν δὲ τὸ συμπέρασμα τοῦ δευτέρου προοιμίου, ὅπερ προοίμιον εἴληπται αὐτῷ ἐκ συστάσεως τοῦ οἰκείου προσώπου ἐν διορισμῷ. διορίζει γὰρ ὅτι ἐν ποίοις ἐγκλήμασι δεῖ δεῖσθαι τὸν κατήγορον καὶ ἐν ποίοις οὐ δεῖ. TBcFj ἔπειτ’ ἐὰν ἐπιδείξω] εἰς τελικὸν κεφάλαιον τὸ συμφέρον κατέληξε τὸ συμπέρασμα τῆς προκατασκευῆς. |
| 21.31 | F 2 Y ὕβρισμαι μὲν ἐγὼ] ἐκ τεττάρων ὅρων βιάζεται δημόσιον δεικνύναι τὸ γεγονός· πρώτου μέν, ὅτι ‘πᾶσα ὕβρις καὶ ἐν ὁποίῳ δήποτε καιρῷ δημόσιόν ἐστι‘. |
| 21.32 | καὶ τοῦτο δείκνυσιν ἑνὶ μὲν διὰ τοῦ εἰπεῖν (45) ‘τὰς μὲν γραφὰς ἔδωκε παντὶ τῷ βουλομένῳ, τὸ δὲ τίμημα ἐποίησε ὅλον δημόσιον‘. δευτέρου δέ, ὅτι ‘πάντα τὰ ἐν τῇ ἑορτῇ γιγνόμενα, κἂν εἰς ἰδιώτην ᾖ, δημόσιά ἐστι‘· τρίτου, ‘τὰ εἰς χορηγὸν γιγνόμενα καὶ πολλῷ πλέον‘· τετάρτου, ὅτι ‘οὐ δι’ ἐμὲ μόνον, ἀλλὰ καὶ διὰ πάντας τοὺς ἄλλους ὅσους ὕβρισεν ἄξιός ἐστιν ὡς ὑβριστὴς καὶ τυραννικὸς δημοσίᾳ κολασθῆναι‘. πρῶτον οὖν ἀποδείκνυσιν ὅτι ‘πᾶσα ὕβρις δημόσιόν ἐστι‘ καί φησιν. TBcFj εἴ τις οὖν ὑμῶν] ἐντεῦθεν ἡ προκατασκευή, ἔνθα τίθησι τοὺς δύο νόμους δεικνύων ὅτι ‘δημόσιόν ἐστι τὸ ἀδίκημα‘. |
| 21 33a | ἕτεροι δέ φασιν ὅτι τοῦτο δοκεῖ μὲν συνηρτῆσθαι τῷ προοιμίῳ, τὸ δὲ ἀληθὲς ὥσπερ προοίμιόν ἐστι τῆς κατασκευῆς τῆς μελλούσης. ἐντεῦθεν γὰρ προβιβάζει περὶ τοῦ χρῆναι τὰ ἐν τῇ ἑορτῇ πάντα δημόσια νομίζειν καὶ οὐ τῶν ἰδίων τινὸς ἕνεκα γίνεσθαι, τουτέστιν ὅτι ‘πᾶσα ὕβρις δημόσιόν ἐστιν‘. TBcFj εἰ . |
| 21 33b | .. ὑμῶν] ἐντεῦθεν καθαρῶς εἰς αὐτὴν τὴν προκατασκευὴν εἰσβέβληκεν, ἥτις ἐστὶν ὁ δεύτερος ὅρος, ὅτι ‘πάντα τὰ ἐν τῇ ἑορτῇ γινόμενα δημόσιά ἐστιν‘. F 4 YLS τρίτον προοίμιον F 4 YL ἐνθυμηθεὶς νῦν] καὶ τοῦτο τοῦ πρώτου ὅρου καὶ ὥσπερ κοινοῦ τοῦ πράγματος. |
| 21.34 | πάντα γὰρ ταῦτα τοῦ δημοσίαν εἶναι πᾶσαν ὕβριν κατασκευαστικά ἐστιν. TBcFj 〈ἀναγνώσεται〉] καὶ ἀναγινώσκει τοὺς νόμους δι’ ὧν τοῦτο κατασκευάζεται. |
| 21.35 | TBcFj 〈τὸν νόμον〉] ὁ νόμος κατασκευάζει τὸν ὅρον τοῦ πάντα τὰ ἐν τῇ ἑορτῇ γινόμενα δημόσια εἶναι. |
| 21.36 | F 2 YL Νόμος· τοὺς πρυτάνεις ποιεῖν] ἐφοβήθη, μὴ λέγων ἃ πέπονθεν ὑπόνοιάν τινα ἐμβάλῃ τοῖς ἀκούουσιν, ὅθεν ἀνέγνω πρὸ τῆς διηγήσεως τοὺς νόμους, ὅπερ ἔφαμεν, κατορθῶν. |
| 21.37 | ἐδεδοίκει γάρ, μὴ ἰδιωτικὸς ὁ ἀγὼν γένηται ἐκ τῆς καταστάσεως ἰδιωτικὰ πράγματα ἐχούσης, καὶ διὰ τοῦτο, πρὶν εἰπεῖν ἃ πέπονθε, προὔλαβε τὸν δικαστὴν τῇ ἀναγνώσει τῶν νόμων, ἵνα, κἂν ὕβρεις λέγῃ κἂν πληγὰς καὶ τὰ τοιαῦτα, ὡς δημοσίων ἀκούωσιν, ἀποδειχθέντος τοῦ πάντα τὰ ἐν ἑορτῇ γιγνόμενα δημόσια εἶναι. ἔστι δὲ ὁ πρῶτος νόμος τοιοῦτος, ὅτι ‘μετὰ τὴν ἑορτὴν ἐγίγνετο ἐκκλησία ἐν Διονύσου καὶ ἐξητάζετο ὁ ἄρχων περὶ ὧν διῴκηκε καὶ περὶ ὧν ἠδίκησέ τις καὶ παρενόμησεν.‘ TBcFj 〈ὁ μὲν νόμος οὗτός ἐστιν〉] ἐκ τούτου τοῦ νόμου συλλογίσασθαι βούλεται περὶ τῶν κατὰ τὴν ἑορτήν. |
| 21 38a | YLS πόθεν οὖν; ὅτι ἡ προβολὴ δημόσιον ἐκ τῶν ἑξῆς δείκνυσιν. |
| 21 38b | TBcFj ἐν Διονύσου μετὰ τὰ Πάνδια] ἐν Διονύσου μὲν ἐν τῷ θεάτρῳ. |
| 21 39a | συνῆπτο γὰρ [ἐν] τῷ θεάτρῳ τὸ τέμενος. Πάνδια δὲ οἱ μὲν Διὸς ἑορτὴν ἐνόμισαν, οἱ δὲ Πανδῖαν τὴν Σελήνην νομίζουσιν ἴσως ἀπὸ τοῦ πάντοτε ἰέναι. τὸν μὲν γὰρ Ἥλιον ἐν ἡμέρᾳ μόνῃ θεωρεῖν ἔξεστι, τὴν δὲ Σελήνην καὶ ἡμέρας καὶ νύκτωρ. ἦγον οὖν καὶ τῆς Σελήνης ἑορτὴν μετὰ τὰ Διονύσια, ἐπειδὴ Διονύσου ἀδελφὴ ἡ Σελήνη, εἴπερ τὸν Διόνυσον καὶ Ἀπόλλωνα καὶ Ἥλιον καλοῦσιν, ἔνιοι δὲ καὶ παῖδα Σελήνης τὸν Διόνυσον. TBcFj Πάντια καὶ Πανδῖα ἡ Σελήνη, ὅτι πάντοτέ ἐστι καὶ λάμπει ἔν τε νυκτὶ καὶ ἡμέρᾳ. |
| 21 39b | Διόνυσον δὲ λέγει τὸν Ἥλιον ἤτοι τὸν Ἀπόλλωνα. F 2 Y ( → 40 Y) ὅτι Πανδῖα ἡ Σελήνη ἴσως διὰ τὸ πάντοτε διεῖναι. |
| 21 39c | ὁ μὲν γὰρ Ἥλιος ἐν ἡμέρᾳ μόνῃ θεωρεῖται, ἡ δὲ Σελήνη καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτί. F 4 Y Πάνδειαν τὴν Σελήνην τινές, καὶ ἴσως ἀπὸ τοῦ πάντοτε διεῖναι. |
| 21 39d | τὸν μὲν γὰρ Ἥλιον ἐν ἡμέρᾳ μόνον θεωρεῖν ἔξεστι, τὴν δὲ Σελήνην καὶ ἐν ἡμέρᾳ καὶ νύκτωρ. YLS χρηματίσωσιν οἱ πρόεδροι] πρόεδροι οἱ πεμπόμενοι ἐν τῇ βουλῇ παρὰ τῆς πρυτανευούσης φυλῆς. |
| 21.40 | οὗτοι δὲ πάλιν ἐπέμποντο παρὰ τῆς βουλῆς εἰς τὸν δῆμον καὶ προκαθεζόμενοι ἐν τῷ θεάτρῳ ἠρώτων τὸν δῆμον εἰ δοκεῖ αὐτοῖς ἐπισκέψασθαι περὶ τῶν κατὰ τὴν ἑορτήν. F 2 YL περὶ ὧν διῴκηκεν ὁ ἄρχων] ἐδίδου γὰρ λόγον, εἰ τὸ ἄγαλμα ἀλώβητον ἔσωσεν, εἰ τῶν ἄλλων μηδέν τι ἐνέλιπε χρηματίζων. |
| 21.41 | TBcFj καὶ περὶ ὧν ἄν τις] προθεὶς ἄρχοντας καὶ προέδρους συνῆψε καὶ τὰς ὕβρεις τὰς ἐν τῇ ἑορτῇ. |
| 21.42 | δῆλον γὰρ ὅτι ἐν τῷ ἑνὶ νόμῳ οὐ τὸ μὲν δημόσιον, τὸ δὲ ἰδιωτικόν, ὥστε ἐκ τούτου συλλογίζεται τὸ καὶ τὰς ὕβρεις δημοσίας εἶναι, εἴπερ καὶ περὶ τὸν ἄρχοντα δημοσίας. TBcFj καλῶς, ὦ ἄνδρες] συναγωνίζεται τῷ νόμῳ διὰ τῶν ἐπαίνων συστῆσαι βουλόμενος. |
| 21.43 | καὶ περὶ τῶν τοὺς ὑπερημέρους εἰσπραττόντων ὥσπερ κἀπὶ τῶν ἰδιωτῶν, εἰ γένοιντό τινες ὑπερήμεροι, δίδωσι τὴν ἀσφάλειαν ὁ νόμος. TBcFj βούλομαι τοίνυν] δεύτερον ἀναγινώσκει νόμον ἀντιπῖπτον ὑποτεμνόμενος. |
| 21.44 | ἐπειδὴ γὰρ ἀπέδειξεν ὅτι ‘πάντα τὰ περὶ τὴν ἑορτὴν δημόσιά ἐστιν‘, ἀντέπιπτεν αὐτῷ ‘ἀλλ’ οὐ τά γε περὶ τοὺς ἰδιώτας γιγνόμενα, ἀλλ’ εἴ τις ἢ χορηγὸν εἵρξειεν ἢ αὐλητὴν ἀπελάσειεν ἢ κωμῳδὸν ἢ τὸν δῆμον τῆς θέας κωλύσειεν‘. βουλόμενος ἀποδεῖξαι καὶ τὰ περὶ τοὺς ἰδιώτας ἐν τῇ ἑορτῇ δημόσια ὄντα τὸν δεύτερον ἀναγινώσκει νόμον. TBcFj ἐνθυμεῖσθε] συνέλαβε τὸ νόημα τὸ ἐν τῷ προτέρῳ νόμῳ, ἵνα δείξῃ κοινωνίαν τῷ προτέρῳ πρὸς τὸν δεύτερον· τοῦ νόμου δὲ τοῦ δευτέρου ὄντος τοιούτου, ὅτι μηδὲ τοὺς ὑπερημέρους ἀπαιτεῖσθαι ἐν τῇ ἑορτῇ οὓς ἀπαιτεῖν καὶ χειρὶ μᾶλλον ἐκέλευεν ὁ νόμος, ἀγωνίζεται ἐκ τοῦ ἐλάττονος, λέγων ὅτι ‘εἰ τοὺς ὑπερημέρους ὁ νόμος κελεύει μὴ ἀπαιτεῖσθαι ἐν τῇ ἑορτῇ χειρί, πόσῳ γε μᾶλλον κελεύει μὴ τοὺς ἀναιτίους βιάζεσθαι;‘ ἔστι γὰρ ὅλον ἀπὸ τοῦ ἐλάττονος τὸ ἐπιχείρημα ἔκ τε προσώπου καὶ πράγματος εἰλημμένον, προσώπου μὲν χορηγὸς πρὸς ὑπερήμερον, πράγματος δὲ ὕβρεως καὶ χρημάτων. |
| 21.45 | TBcFj οὐ γὰρ ὅπως] τὸ μὲν μὴ κείμενον ἐν τῷ νόμῳ συνήγαγεν ὡς ὁμολογούμενον, τὸ δὲ γεγραμμένον ὡς παρακολούθημα ἔλαβε· τὸ μὲν γὰρ περὶ τοῦ σώματος οὐ γέγραπται, περὶ δὲ τῶν ὑπερημέρων μόνον. |
| 21.46 | ὁ δὲ ἐκεῖνο μὲν ὡς ὁμολογούμενον ἔλαβεν, ὅτι ‘οὐ τοῦτο μόνον ἔδοξεν ἡμῖν δεινὸν τὸ μὴ ὑβρίζεσθαί τινα εἰς τὸ σῶμα‘, περὶ δὲ τῶν ὑπερημέρων ὡς προσθήκην ‘ἀλλ’ ἤδη καὶ ταῦτα ἐκωλύσατε ὅσα καὶ κατὰ δίκην γίνεται‘. TBcFj ἀλλὰ καὶ τὰ δίκῃ] τῶν νενικηκότων ἐν τῇ κρίσει δηλονότι, ταῦτα γίνεται τῶν ἡττηθέντων ἐν καιρῷ τῆς ἑορτῆς. |
| 21.47 | συνήγαγε δὲ ἐξ ἀποδείξεως τοῦ προτέρου νόμου ὅτι καὶ τὰ περὶ τοὺς ἰδιώτας δημόσιά ἐστιν. TBcFj ὑμεῖς μὲν τοίνυν] μέλλων ἀναγινώσκειν τὸν νόμον ὑπέσχετο δεῖξαι τήν τε τῶν ἄλλων εὐλάβειαν καὶ τὸ Μειδίου θράσος. |
| 21.48 | ὅπερ οὖν ὑπέσχετο νῦν ἀποδείκνυσιν. TBcFj βούλομαι δὲ ἕκαστον] προκατασκευαστικὸν μὲν τὸ νόημα, εἰσβολὴ δὲ εἰς τὴν προβολήν. |
| 21.49 | TBcFj ἐπειδὴ γὰρ οὐ καθεστηκότος] πληρώσας δὲ τὴν προκατασκευήν, ἐν ᾗ πάντα τὰ γινόμενα περὶ τὴν ἑορτὴν κἂν εἰς ἰδιώτην δημόσια ἀπέδειξε, μεταβαίνει λοιπὸν ἐπ’ αὐτὴν τὴν κατάστασιν· οὐκέτι γὰρ ὡς ἰδιωτικῶν ἀκούσονται τῶν πραγμάτων. |
| 21 50a | κέχρηται οὖν προοιμίῳ καταστατικῷ, τὸ δὲ αὐτὸ καὶ ἐπαγγελίαν τινὲς καλοῦσιν. ὃ σύνοψιν ποιεῖται τῶν λεχθησομένων ἐν τῇ καταστάσει. τὸ γὰρ τοιοῦτον καὶ εὐκρινῆ ποιεῖ τὸν λόγον καὶ προσέχειν τὸν ἀκροατήν. ( 22 πληρώσας— 24 κατάστασιν) F 2 ( 24 οὐκέτι—fin.) F 4 YLS ἐπειδὴ . |
| 21 50b | .. καθεστηκότος] ἐντεῦθεν ἡ ἀρχὴ τοῦ πρώτου μέρους τῆς προβολῆς. φασὶ γάρ τινες τοῦτο μὴ εἶναι διήγησιν διὰ τὸ προειδέναι τὸν δῆμον τὰ γεγενημένα καὶ διὰ τὸ ἐν ὅρῳ μὴ χρῆναι διηγεῖσθαι, ἀλλὰ προβάλλεσθαι· ῥητέον οὖν ὅτι οὐ πάντες ᾔδεσαν τὰ γεγενημένα, ὥσπερ ἐν τοῖς ἐπιλόγοις φησὶν (193) ὡς ‘οὐ παρῆν ὁ δῆμος, ἀλλὰ χορευταὶ καὶ ξένοι καὶ τοιοῦτοί τινες ἦσαν‘, ὥστε ἀναγκαῖον ἦν διηγήσασθαι. καὶ οὐ διηγήσασθαι βούλεται μόνον, ἀλλὰ καὶ αὐξῆσαι τὴν ἑαυτοῦ φιλοτιμίαν ἐν τῇ καταστάσει. πρὸς τούτοις ὅτι ἐν ὅρῳ ταὐτόν ἐστι προβολὴ καὶ κατάστασις. ἤδη δὲ καὶ ὅρου δύναμιν ἡ κατάστασις ἔχει· προβαλλόμεθα γὰρ ἐφ’ οἷς πεπόνθαμεν, λέγοντες δὲ ταῦτα τὴν διήγησιν πληροῦμεν. ὅταν δὲ πρὸς τὸ ἡμῖν χρήσιμον διηγώμεθα, ὅρον περαίνομεν. ἡμῶν γὰρ διὰ τῆς καταστάσεως εἰσαγόντων ὡς δημόσιον, εὐθὺς ὁ ἀντίδικος ὑπολαμβάνων ὡς ἰδιωτικὸν ὁρίζεται. οὐκοῦν ὅρου δύναμιν ἔχει ἡ κατάστασις, ἀλλ’ ἐκεῖ μὲν συνεστραμμένως καὶ δι’ ὀλίγων ὁριζόμεθα ἀγωνιστικῶς, ἐν δὲ τῇ καταστάσει πλατέως καὶ ἧττον ἀγωνιστικῶς. διὰ τί δὲ ὁρικὴν δύναμιν ἔχουσα προβολὴ κέκληται; ὅτι ἐπάναγκες ἦν δύο ἀνθορισμοὺς ἐμπίπτειν, εἴπερ ὅρος τις ἡ κατάστασις ἐκαλεῖτο. ἡμῶν γὰρ ὁριζομένων ἐν τῇ καταστάσει πλατέως ὁ ἀνθοριζόμενος πρὸς ἐκεῖνον δύο ἐποίει ἀνθορισμούς. ἵν’ οὖν μὴ δύο ἀνθορισμοὺς ὀνομάζωμεν, τὸν μὲν πλατὺν ὅρον προβολὴν ἐκαλέσαμεν ἐν καταστάσει κείμενον, τὸν δὲ στενὸν μετὰ τὴν προβολήν, τὸν μὲν παρὰ τοῦ φεύγοντος ὅρον, τὸν δὲ παρὰ τοῦ διώκοντος ἀνθορισμόν. ἔτι πρὸς τούτοις ἐπειδὴ πολλὰ καὶ ψευδῆ καὶ αἰσχρὰ καὶ ἐπηρείας καὶ χλευασμοὺς ἐβούλετο κατειπεῖν τοῦ Μειδίου, ταῦτα δὲ ἐν μὲν τοῖς ἀγῶσι λέγειν οὐκ ἐξῆν διὰ τὸ μικρὰ εἶναι καὶ τοὺς ἐλέγχους ἀπαιτεῖσθαι, ἐν δὲ τῇ καταστάσει τὰς μὲν ἀποδείξεις ἧττον ἔμελλε προσάγειν, λέγων δὲ διαβάλλειν καὶ παροξύνειν τοὺς δικαστὰς ἐν τῷ πλήθει τῶν ἐγκλημάτων, διὰ τοῦτο καταστάσει ἐχρήσατο καὶ τοῖς φανεροῖς καὶ μεγάλοις τὰ μικρὰ καὶ ἀσθενῆ συνέπλεξεν, ἵνα δι’ ἐκείνων καὶ ταῦτα αὐξήσῃ τε ὁμοῦ καὶ πιστὰ καταστήσῃ. μικτὴν 〈δὲ〉 ἔφαμεν εἶναι τὴν κατάστασιν ἔκ τε δημοσίων καὶ ἰδιωτικῶν πραγμάτων, ἔτι δὲ καὶ αὐξήσεως, καὶ τὸ μὲν πλεῖστον αὐτῆς ἐστι πραγματικόν, τὸ δὲ παθητικόν, τὸ δὲ καταφορικόν, καὶ τὸ σύμπαν ὅλος ὁ λόγος τοιαύτην ἔχει τὴν μῖξιν· πραγματικὸν μὲν ἐν οἷς περί τε τῶν εἰς ἑαυτὸν γεγενημένων καὶ τοῦ δημόσιον εἶναι τὸ ἔγκλημα διαλαμβάνει, παθητικὸν δὲ ἐν οἷς αὔξει τὴν ὕβριν, καταφορικὸν δὲ ἐν οἷς εἰς τὸ πρόσωπον ἀποτείνεται τοῦ Μειδίου. ἀπὸ τοῦ δημοσίου δὲ τὴν ἀρχὴν ἐποιήσατο χορηγὸν ὀνομάσας. TBcFj τῇ Πανδιονίδι φυλῇ] δέκατον μέρος ἡ φυλὴ τῆς πόλεως. |
| 21.51 | TFj τρίτον ἔτος τουτὶ] ἢ ὡς τριῶν ἐτῶν ἑξῆς οὐ παρασχούσης τῆς φυλῆς τὸν λειτουργόν, ἵνα γένηται πλείων αὔξησις ἢ ‘πρὸ τριῶν τούτων ἐτῶν‘, ὡς καὶ ἐν Φιλιππικοῖς (3, 4) ‘Φίλιππος ἐν Θρᾴκῃ τρίτον ἢ τέταρτον ἔτοσ‘. |
| 21.52 | οὐ γὰρ δυνατὸν ἐφεξῆς λαβεῖν τὸν χρόνον. τὴν φιλοτιμίαν δὲ ηὔξησεν, ὅτι ‘διὰ τριῶν ἐτῶν μόνος αὐτὸς ἐκ τῆς φυλῆς ἐπέδωκεν‘. TBcFj παρούσης δὲ τῆς ἐκκλησίας] πάντα δημόσια τὰ ὀνόματα, ἐκκλησία, ἄρχων, ἐπικλήρωσις αὐλητῶν εἰς τὴν ἑορτήν. |
| 21.53 | οὐκοῦν ἐκ τούτων ὡς περὶ δημοσίων τῶν καθ’ ἑαυτὸν ἤδη προσδιαλέγεται. TBcFj λόγων καὶ λοιδορίας γινομένης] ἐκ τῶν ἐναντίων ἡ αὔξησις. |
| 21.54 | ἔστι γὰρ μέγιστος τόπος αὐξήσεως τὸ τὴν προϋπάρχουσαν ἢ εὐπορίαν ἢ ταλαιπωρίαν ἢ πολεμίων ἰσχὺν αὔξειν, ἵνα μεγίστη φανῇ τῷ λῦσαι τὰς τοιαύτας ἀπορίας καὶ κρατῆσαι τῆς δυνάμεως τῶν ἐναντίων. TBcFj καὶ κατηγοροῦντος] ‘οὐκοῦν στάσις καὶ θόρυβος ἦν, ἐγὼ δὲ τὸν θόρυβον ἔλυσα διὰ τῆς ὑποσχέσεωσ‘. |
| 21.55 | TBcFj παρελθὼν ὑπεσχόμην ἐγὼ] πόλεμος ἦν τῶν ἐπιμελητῶν κατὰ τοῦ ἄρχοντος. |
| 21.56 | ὁ ἄρχων τοῖς ἐπιμεληταῖς ἐπῆγε τὴν μέμψιν. ἐπιεικῶς δὲ τὸ ‘ὑπεσχόμην‘ εἴρηκε διὰ τὸ ἐπαχθὲν ‘πρῶτος αἱρεῖσθαι τὸν αὐλητὴν ἔλαχον‘. διὰ γὰρ τούτου τὴν πρὸς αὐτὸν εὐμένειαν ἔδειξεν, ἵνα πιστὸν καταστήσῃ ὅτι διὰ Μειδίαν ἡττήθη τὸν ἀγῶνα, οὐ διὰ τὴν τύχην. TBcFj καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης] ἡ τύχη τῇ γνώμῃ συνέδραμε, δέδωκε τὴν ψῆφον ἀποδεξαμένη τὸν τρόπον. |
| 21.57 | TBcFj καὶ θόρυβον καὶ κρότον τοιοῦτον] εἰς αὐτὸν ηὔξησεν, ἵνα μὴ Μειδίας δι’ ὀργὴν δόξῃ ταῦτα πεποιηκέναι, ἀλλὰ φθονήσας ἐπὶ τοῖς ἐπαίνοις τοῖς εἰς τὸν ἐχθρὸν γινομένοις. |
| 21.58 | ταχέως δὲ τὸν ‘κρότον‘ ἐπενεγκὼν ἔδειξε ποῖον εἴρηκε θόρυβον. τὸ δὲ ‘ὡς ἂν ἐπαινοῦντεσ‘ ἐπισφραγιζόμενος λέγει. TBcFj Μειδίας δὲ οὑτοσὶ] ἠναντιοῦτο, φησί, καὶ τῇ τύχῃ καὶ τῇ πόλει. |
| 21.59 | ἡ μὲν γὰρ ἐδωρεῖτο τὸν κλῆρον, ὑμεῖς δὲ ἐθαυμάσατε, Μειδίας δὲ ἐδυσφόρει καὶ ἀηδίζετο. TBcFj ὡς ἔοικε] ὡς φαίνεται, φησίν, ἀφ’ ὧν πεποίηκεν. |
| 21.60 | TBcFj ἐπηρεάζων μοι συνεχῶς] οὐκοῦν ἐκ προνοίας καὶ οὐ δι’ ὀργὴν πεποίηκε· τὸ δὲ ‘καὶ μικρὰ καὶ μείζω‘ ἀντὶ τοῦ ‘ἰδιωτικὰ καὶ δημόσια‘. |
| 21.61 | TBcFj ὅσα μὲν οὖν τοὺς χορευτὰς] ἔθος ἦν τοὺς τῷ Διονύσῳ χορεύοντας μὴ στρατεύεσθαι τοῦτον τὸν χρόνον. |
| 21.62 | ὁ τοίνυν Μειδίας ἠνάγκαζεν αὐτοὺς ἐξιέναι καὶ οὐκ εἴα τῆς στρατείας ἀφίεσθαι. εἰσῆκται δὲ κατὰ παράλειψιν, ἐπειδήπερ οὐκ ἔχει πολλὴν τὴν ἰσχύν. τετραχῆ δὲ διεῖλε τὰ ἐγκλήματα, καὶ πρῶτον μὲν τὰ σαθρότερα προέταξεν, εἶτα τὰ ἰσχυρότερα καὶ τρίτον τὰ σαθρὰ πάλιν καὶ τέταρτον τὰ ἰσχυρά. δεῖ γάρ, εἰ μὲν πλείω εἴη τὰ ἰσχυρὰ καὶ ἓν σαθρόν, μέσον τιθέναι τὸ σαθρόν· εἰ δὲ ἴσα εἶεν τά τε ἰσχυρὰ καὶ τὰ σαθρά, ἄρχεσθαι μὲν ἀπὸ τῶν σαθροτέρων, τελευτᾶν δὲ εἰς τὰ ἰσχυρότερα. ἔστιν οὖν καὶ νῦν τὰ πρῶτα σαθρά. τί γὰρ μέγα ἔγκλημα, εἰ τοὺς χορευτὰς ἐκώλυσεν ἀφεθῆναι καὶ ταῦτα ἵππαρχος ὤν, καὶ εἰ τῶν Διονυσίων ἐπιμελητὴς ἐβούλετο καταστῆναι; RTBcFj οὐ γὰρ ἀγνοῶ τοῦτο] γνοὺς ὅτι μικρῶν ἐμνημόνευσε, πρῶτον μὲν τῷ κατὰ παράλειψιν σχήματι κέχρηται, ἔπειτα καὶ ἰσχὺν αὐτοῖς διὰ τῶν ἑξῆς προσέθηκεν εἰπὼν ὅτι ‘πάσχων ἐγὼ ὁμοίως ἐπὶ τούτοις ἠγανάκτουν ὥσπερ ἐπὶ τοῖς δεινοτάτοισ‘. |
| 21.63 | TBcFj καὶ οὐδ’ ἂν ἐπεχείρησα] μεταβέβηκεν ἐπ’ αὐτὸ τὸ ἰσχυρότατον τὸ κατὰ τὴν ἐσθῆτα, καὶ πρὸ τῆς εἰσαγωγῆς αὐξήσει κέχρηται, προσεχέστερον τὸν δικαστὴν ποιῶν. |
| 21.64 | ἄπιστα γάρ, φησίν, ἔδοξε τὰ λεχθησόμενα, εἰ μὴ τότε παραχρῆμα ἠλέγχθη. TBcFj τὴν γὰρ ἐσθῆτα τὴν ἱερὰν] τὸ ἰδιωτικὸν δημόσιον ἐποίησε τῇ προσθήκῃ τῆς ἱερᾶς. |
| 21.65 | ἐντεῦθεν δὲ ἡ τῆς προβολῆς αὔξησις. ποιεῖ δὲ αὐτὴν ἱερὰν ἀπὸ τοῦ τόπου καὶ τοῦ καιροῦ καὶ τοῦ φοροῦντος· τὸ δὲ ‘τέως ἂν χρησθῇ‘ ἢ φορεῖται ἢ τρίβεται. TBcFj ἱερὰν γὰρ ἔγωγε] τὸ ἀντιπῖπτον ἔλυσεν ‘ἱερὰν λέγεις ἣν φορεῖς σύ; μὴ γὰρ ἱερεὺς εἶ;‘ ὁ δὲ ἀπὸ τῆς πανηγύρεως καὶ τοῦ καιροῦ τὸ ἱερὰν εἶναι κατεσκεύασεν. |
| 21.66 | εἶτα ἐπειδὴ σοφισματώδης ὁ λόγος, προσέθηκε τοὺς στεφάνους ὥσπερ συμμαχίᾳ χρώμενος. μᾶλλον γὰρ τὸ κατὰ τοὺς στεφάνους ὥσπερ δημόσιον, ἐπειδὴ καὶ ὁ χορὸς ὁ ᾄδων αὐτοὺς περιέκειτο. TBcFj νύκτωρ ἐλθὼν] ἀρκέσθητι ταῖς ἡμέραις εἰς ἐπιβουλήν, ὦ Μειδία, σπένδου τῷ πολέμῳ τὴν νύκτα, καθ’ ἣν καὶ οἱ τῇ φύσει πολέμιοι ἡσυχίαν ἀσπάζονται. |
| 21.67 | πολλὴν ἔχει καὶ τοῖς πολεμίοις ἡ νὺξ τὴν τιμήν. ἀνακωχὴν δίδωσιν αὐτῇ καὶ ὁ δοκῶν δυσμενέστατος, σὺ δέ μοι ποιεῖς ἐν ἑορτῇ νυκτομαχίαν παράλογον. TBcFj οὐ μέντοι πᾶσάν γε] τοῦτο εἶπεν, ἵνα κακίσῃ μὲν τὴν γνώμην, ἐπαινέσῃ δὲ τὴν τύχην τὴν ἐμποδίσασαν. |
| 21 68a | τάχα δὲ τὸν χρυσοχόον ὁ Διόνυσος ἐξανέστηκεν ἵνα ληφθῇ. TBcFj ‘πάντας γε οὔ‘ φησι Μένανδρος, ἵν’ ᾖ περὶ τῶν στεφάνων. |
| 21 68b | L οὐκ ἀπέχρησε δὲ αὐτῷ τοῦτο] πάλιν ἀπὸ τοῦ ἰσχυροτέρου μετῆλθεν ἐπὶ τὸ σαθρότερον, τό τε διαφθεῖραι τὸν χοροδιδάσκαλον καὶ τὸν ἄρχοντα καὶ τὸ στασιάσαι πρὸς αὐτὸν τοὺς χορηγοὺς καὶ τὰς ἄλλας ἐπηρείας. |
| 21.69 | ταῦτα γὰρ καὶ μικρὰ πρὸς κρίσιν καὶ ἄλλως ἀνέλπιστα. τούτων γὰρ ὁ Μειδίας ὁμολογήσει οὐδέν. TBcFj καὶ εἰ μὴ Τηλεφάνης] ἵνα μὴ ὑποπτεύσῃ τις ὅτι ‘μισθὸν προσδοκῶν πλείονα δέξασθαι Τηλεφάνης μάτην τὸν διδάσκαλον διαβέβληκε‘, τούτου χάριν ἐπαινεῖ τὸν τρόπον, βέλτιστον αὐτὸν ἀποκαλῶν καὶ εὔνουν περὶ αὐτόν, καὶ ἵνα λύσῃ τὸ ἀντιπῖπτον ὅτι ‘διὰ φιλονεικίαν ὁ αὐλητὴς ἐξέβαλε τὸν χοροδιδάσκαλον, ἵνα μόνος δόξῃ εὐδοκιμεῖν‘. |
| 21.70 | οὕτω γοῦν καὶ τὸν χορὸν αὐτὸς ἐδίδαξεν ἀπελάσας τὸν ἄνθρωπον. φησὶν οὖν ὁ ῥήτωρ ὅτι ‘καὶ βέλτιστος ἦν Τηλεφάνης καὶ εὔνους περὶ ἐμέ‘. οὐκ ἂν οὖν διὰ τὴν ἰδίαν φιλονεικίαν ἐπιβουλεύειν ἠθέλησεν, εἴπερ ᾔδει μὴ διεφθάρθαι τὸν ἄνθρωπον. TBcFj οὐδ’ ἂν ἠγωνισάμεθα] καλῶς οὐκ ἐπὶ τοῦ χοροῦ μόνον εἶπεν ‘ἠγωνίσατο‘, ἀλλὰ πληθυντικῶς καὶ ἑαυτὸν καὶ πᾶσαν περιέλαβε τὴν φυλήν. |
| 21.71 | TBcFj ὥστε τὸν ἐστεφανωμένον] ὁ γὰρ τὰ πλεῖστα διοικῶν τῆς ἑορτῆς ὁ ἄρχων ἦν, ὥστε καὶ πολλὰ βλάπτειν ἠδύνατο, εἴπερ διαφθαρεὶς κατασκευάζειν ἠβουλήθη. |
| 21.72 | TBcFj τοὺς χορηγοὺς συνῆγεν ἐπ’ ἐμέ] ἀντὶ τοῦ ‘ἄκοντας αὐτοὺς ἠρέθιζεν, οὐ βουλομένους παρώξυνεν, ἵνα μὴ δοκοῖεν διὰ τὸ [μὴ] βούλεσθαι νικᾶν προσφιλονεικεῖν αὐτῷ‘. |
| 21.73 | τὸ δὲ ἐξ ἀνάγκης συμβαῖνον τοῦτο εἰς τὸν Μειδίαν ἀνήνεγκεν. οἱ γὰρ ἄλλοι χορηγοὶ φιλονεικοῦντες περὶ τῆς νίκης στασιάζουσι πρὸς ἀλλήλους. φησὶν οὖν ὅτι ‘Μειδίας αὐτοὺς ἀνέπεισεν ὥστε μοι πολεμεῖν‘. εἶτα ἡ κατασκευή. TBcFj βοῶν, ἀπειλῶν] εἰ γὰρ ἐκείνων πρός με διαμαχομένων οὗτος ἐβόα καὶ ἠπείλει μοι, πρόδηλος ἦν αὐτὸς ἐνάγων τοὺς χορηγούς. |
| 21.74 | TBcFj ὀμνύουσι] τουτέστιν ἐδίδασκεν οὕτως ὀμνύειν ὥστε σοφίσασθαι τὸν ὅρκον, ἵνα μου κατασπουδάσαιεν. |
| 21.75 | TBcFj τὰ παρασκήνια φράττων] τουτέστιν ‘ἀποφράττων τὰς ἐπὶ τῆς σκηνῆς εἰσόδουσ‘, ἵνα ὁ χορὸς ἀναγκάζηται περιιέναι διὰ τῆς ἔξωθεν εἰσόδου καὶ οὕτω βραδύνοντος ἐκείνου συμβαίνῃ καταγελᾶσθαι τὸν Δημοσθένην. |
| 21.76 | τὸ δὲ ‘προσηλῶν‘ ἢ ‘τοὺς ἥλους ἐντιθείσ‘, ἵνα ἀσφαλῶς αἱ θύραι ἐκκλείωνται καὶ μὴ ἐξῇ κατὰ καιρὸν εἰσελθεῖν, ἀφ’ οὗ τὸ γελᾶσθαι καὶ αἰτιαθῆναι συμβέβηκεν, ἢ ὅτι τοὺς ἥλους κατακρούων καὶ τύπτων ἐξακούεσθαι τὸν χορὸν ᾄδοντα οὐ συνεχώρει. TBcFj ἰδιώτης ὢν τὰ δημόσια] καίτοι Διονυσίων ἦν ἐπιμελητής. |
| 21.77 | ἀλλ’ ἐπειδὴ αὑτὸν προὐβάλλετο εἰς τὴν χειροτονίαν, διὰ τοῦτο ἰδιώτην φησὶν αὐτὸν εἶναι. TBcFj καὶ τούτων ὅσα γε] ἄτοπον ἡγεῖται τῶν μικρῶν τούτων μάρτυρας παρέχεσθαι. |
| 21.78 | διὰ τοῦτο οὖν ὡς αὐτοῦ τοῦ δήμου θεασαμένου καὶ μαρτυροῦντος ἐπήγαγεν ‘ὑμεῖς ἐστέ μοι μάρτυρεσ‘. TBcFj προσδιαφθείρας] ἀπὸ τοῦ σαθροῦ πάλιν ἐπ’ αὐτὸ τὸ κύριον καὶ τελευταῖον ἐχώρησε, τουτέστι τὰς πληγάς, διότι καὶ μείζονά εἰσι τῶν ἑτέρων καὶ ἄλλως ὁμολογεῖται παρὰ τοῦ φεύγοντος. |
| 21.79 | TBcFj τῶν ἀγωνιστῶν ἀνδρῶν] ἐκ πάσης ἡλικίας ἠγωνίζοντο χοροὶ τῷ Διονύσῳ, διότι καὶ πᾶν σχῆμα αὐτῷ περιτιθέασι· καὶ γὰρ παῖδα καὶ πρεσβύτην καὶ ἄνδρα γράφουσιν αὐτόν. |
| 21.80 | ἀλλαχοῦ οὖν εἶπε (64) ‘χορηγοῦντα παισὶ Διονύσια‘. διὸ Δημοσθένης ἀνδρῶν ἠγωνίσατο, ὡς προϊών φησιν, ‘ἐγὼ δὲ αὐληταῖς ἀνδράσιν‘. TBcFj ἐμοῦ μὲν ὕβρισε τὸ σῶμα] οὐκ εἶπε ‘πληγὰς ἔδωκέ μοι καὶ κονδύλουσ‘, ἵνα μὴ ταπεινότητα ἑαυτοῦ κατηγορήσῃ. |
| 21.81 | TBcFj ταῦτά ἐστιν] ἐπειδὴ δεῖ μητέρα τῶν ἀγώνων εἶναι τὴν κατάστασιν, μέλλει δὲ προϊὼν καὶ περὶ τοῦ φόνου λέγειν τοῦ κατὰ Ἀρίσταρχον καὶ περὶ λιποταξίου καὶ περὶ ὧν εἰς ἄλλους πολλοὺς πεποίηκε, διὰ τοῦτο προλέγει καὶ περὶ τούτων ἐν τῇ καταστάσει. |
| 21.82 | TBcFj ὑμεῖς ἐστε κληρονόμοι] τρόπον τινὰ διάδοχοι. |
| 21.83 | TBcFj λέγε μοι τὴν τοῦ χρυσοχόου] ἕως γὰρ ἦν καὶ τῶν λεγομένων ἐν τῇ καταστάσει παρέχειν μαρτυρίαν, ἵνα μὴ δοκοῖεν ψιλὰς ἁπλῶς ἀφηγήσεις ποιεῖσθαι. |
| 21.84 | συνεπέρανε δὲ τὴν κατάστασιν. TBcFj πολλὰ μὲν τοίνυν, ὦ ἄνδρες] ἐθρασύνατο θαρσήσας ἐπὶ τῇ μαρτυρίᾳ τοῦ χρυσοχόου. |
| 21.85 | συναρπάζει δὲ διὰ ταύτης τοὺς δικαστὰς ὡς καὶ περὶ τῶν ἄλλων ἀληθῆ κατηγορῶν. TBcFj αὐτοὶ γὰρ οἱ πεπονθότες] ἀντέπιπτε, διὸ ὑποτέμνεται, ‘ὅλην περιῄεις τὴν πόλιν, Δημόσθενες; πολυπραγμονῶν διετέλεις, τίς ἄρα παρὰ Μειδίου τι πέπονθεν;‘ οὐκ ἔστι ταῦτα. |
| 21.86 | πόθεν; οἴκοι καθήμενος εἶχον τὴν γνῶσιν· ὡς πρὸς κοινὸν ἀπήντων πατέρα σύμπαντες, κατάλογον ὧν ἔπαθον ὑπὸ Μειδίου τῶν ἀδικημάτων ποιούμενοι. TBcFj 〈βούλομαι δὲ πρὸ τούτων〉] μέλλων εἰς τοὺς ἀγῶνας εἰσβάλλειν προοιμίῳ κέχρηται βουλόμενος προσεχεστέρους ποιῆσαι τοὺς ἀκούοντας. |
| 21.87 | F 4 YLS 〈ἔστι δὲ πρῶτον μὲν〉] πρότασις. |
| 21.88 | F 2 YL ἐξ ὧν ἰδίᾳ] αὐτὸς τοὺς συνόντας αὐτῷ καὶ φίλους μισοῦντας αὐτὸν πεποίηκεν, εἴπερ πρὸς τὸν ἐχθρὸν ἀπήγγελλον, ἅπερ αὐτοῖς ἐν ἀπορρήτῳ Μειδίας διελέγετο. |
| 21.89 | TBcFj 〈ὡς εἴπερ ἀληθῶσ〉] ὑποφορά. |
| 21 90a | ὅρος παραγραφικός. F 2 YL ὡς . |
| 21 90b | .. ἀληθῶς] ἀρνούμενον ἐν τοῖς φανεροῖς ποιεῖ τὸν Μειδίαν, διαβάλλων αὐτὸν εἰς ἀναίδειαν. πῶς δὲ ἀρνούμενον εἰσάγει αὐτόν; ἴσως δὲ καὶ τὸ ἴδιον τοῦ ὅρου φυλάττων, ἐπειδὴ ἐν ὅρῳ τὰ μὲν ἀρνούμεθα τὸ δὲ ὁμολογοῦμεν. ἐν τούτῳ γὰρ τὰ μάλιστα ὅρος τοῦ στοχασμοῦ διαφέρει καὶ κοινωνεῖ, τῇ μὲν ἀρνήσει κοινωνῶν, τῷ δὲ μὴ πάντα ἀρνεῖσθαι διαφέρων. TBcFj 〈δίκας ἰδίας μοι〉] ὅτι ἔβλαψε καὶ ὕβρισε, δημοσίᾳ δὲ οὐκ ἠδίκησεν. |
| 21 91a | F 2 YL δίκας . |
| 21 91b | .. μοι] αὕτη ἐστὶ ἡ γενικὴ ἀντίθεσις παραγραφικοῦ δύναμιν ἔχουσα, ὅτι ‘οὐ χρὴ ἐπὶ τοῖς ἰδίᾳ γινομένοις δημοσίᾳ κρίνεσθαι‘. καθόλου γὰρ ποιεῖται τὴν ἀντίθεσιν μὴ λέγων τὸ ὄνομα τοῦ παθόντος. ἡ δὲ λύσις καὶ αὐτὴ μεταληπτικὴ ἀπὸ τοῦ τρόπου. TBcFj καὶ τίμημα ἐπάγειν] ἐπὶ γὰρ τοῖς ἰδιωτικοῖς ἐκ τῶν νόμων ὥριστο τὸ τίμημα, ἐπὶ δὲ τοῖς δημοσίοις ὁ κατήγορος ἐτιμᾶτο. |
| 21.92 | TBcFj 〈ἐγὼ δὲ ἓν μὲν ἐκείνου〉] ἀντιπρότασις. |
| 21 93a | λύσις ἡ καὶ ἀνθυποφορά. F 4 YL ἐγὼ . |
| 21 93b | .. ἐκείνου] μεταληπτικῆς οὔσης τῆς ἀντιθέσεως ὅτι ‘ἰδίᾳ χρὴ καὶ οὐ δημοσίᾳ κρίνειν‘ μεταληπτικῶς ἔλυσε ταύτην εἰπών ‘εἰ μὴ τοῦτον κατηγόρησα τὸν τρόπον, πάλιν τἀναντία ἔλεγεν, ὅτι δημοσίᾳ κρίνειν ἐχρῆν τὰ ἴδια‘. ἐὰν γὰρ τρόπον ἀντὶ τρόπου ὑποβάλῃ, μεταληπτικὴ γίνεται ἡ λύσις. ὥστε οὐκ ἀκριβὲς τὸ τοῦ Μητροφάνους ὅτι ‘πᾶσα μετάληψις ἀντιλήψει λύεται‘. ἐφάνη γὰρ καὶ μεταληπτικὸν μεταληπτικῷ λυόμενον. TBcFj ὅ τε γὰρ χορὸς ἦν τῆς πόλεως] αὐτὸν τὸν ἐχθρὸν πεποίηκεν ὁμολογοῦντα δημόσιον εἶναι τὸ ἀδίκημα, καὶ δι’ ὧν περιτίθησι τῷ χορῷ τοὺς λογισμούς, διὰ τοῦτο καὶ λύει τὴν ἀντίθεσιν καὶ τὸν ἐχθρὸν καθ’ ἑαυτοῦ δείκνυσιν ἀγωνιζόμενον. |
| 21.94 | TBcFj μὴ δὴ τοῦτο λέγειν] ἐν τούτῳ φησὶ Μητροφάνης τὸ κατὰ σύλληψιν δηλοῦσθαι, ἐν ᾧ φαίνεται συγχωρῶν ὁ ῥήτωρ 〈ὅτι〉 ‘καὶ δίκας ἰδιωτικὰς δίδωσιν ὁ νόμοσ‘. |
| 21.95 | οὐ μὴν οὕτως ἔχει· μηδέπω γὰρ τῆς δίκης τεθείσης, τουτέστιν αὐτοῦ τοῦ ὅρου τεθέντος, μηδὲ ἀνθορισαμένου ἰδιωτικῶς τοῦ ῥήτορος, πῶς οἷόν τε κατὰ σύλληψιν εἰσάγεσθαι; ἢ πῶς συναγωγή ἐστι τοῦ ὅρου καὶ τοῦ ἀνθορισμοῦ; ἔστιν οὖν λύσις μᾶλλον τῆς γενικῆς ἀντιθέσεως ‘δίδωσιν ὁ νόμος καὶ ἰδίᾳ δικάζεσθαι‘. ὁ δὲ κατὰ συγχώρησιν ὁμολογῶν καὶ αὐτὸς εἶναι καὶ δίκας ἰδιωτικάς ‘ἃ μέντοι κατηγόρηκα ἐγὼ καὶ ἃ τετόλμηκε Μειδίας ταῦτα περὶ τὴν ἑορτήν ἐστιν ἀδικήματα· πῶς οὖν ἰδίᾳ κρίνεσθαι βούλεται δημοσίᾳ πλημμελήσας;‘ TBcFj εἰ δ’ ἐγὼ τὴν ἐπὶ τῶν ἰδίων δικῶν πλεονεξίαν] ὁ μὲν ἰδιωτικὸν λαγχάνων αὐτὸς ἐλάμβανε παρὰ τοῦ φεύγοντος τὸ ἐκ τῶν νόμων τίμημα. |
| 21.96 | ‘παρεώρακα δὲ μόνος τὴν ἐμαυτοῦ δίκην διδόντα‘. TBcFj χάριν, οὐ βλάβην] προετίμησα πρὸ ἐμαυτοῦ τὴν πόλιν καὶ ταύτῃ παρεχώρησα τὸ ἐκ τοῦ τιμήματος ὄφελος· βούλεται γὰρ αὐτὸν δημευθῆναι. |
| 21.97 | TBcFj οἶδα τοίνυν] ὁρικὸν τὸ κεφάλαιον. |
| 21 98a | TBcFj οἶδα τοίνυν] οὗτός ἐστιν ὁ κύριος ὅρος εἰδικῶς ἐπηγμένος· διὸ καὶ ὀνόματι προήγαγε, καὶ ‘πολλῷ (φησί) χρήσεται τῷ λόγῳ‘, ἀληθῆ λέγων. |
| 21 98b | ἐπ’ οὐδενὶ γὰρ ἑτέρῳ ὡς ἐπὶ τούτῳ καταφεύξεται ὁ Μειδίας τῷ ἰδιωτικὸν ἀποφῆναι τὸν ἀγῶνα. μία δέ ἐστιν ἡ ἀντίθεσις εἰς τρία κῶλα μερισθεῖσα. F 4 YLS οἶδα τοίνυν] φασὶ δέ τινες τρεῖς εἶναι ἀντιθέσεις, μίαν μὲν ‘μή με Δημοσθένει παραδῶτε‘, ἑτέραν δὲ ‘μηδὲ διὰ Δημοσθένην με ἀνέλητε‘, τρίτην δὲ ‘ὅτι τούτῳ πολεμῶ, διὰ τοῦτό με ἀναιρήσετε;‘ καὶ τοῦτό φασι γνώριμον ἐκ τοῦ πρὸς ἕκαστον τούτων πορίζεσθαι καὶ τὰς λύσεις παρὰ τοῦ ῥήτορος. |
| 21 98c | οὐ μὴν οὕτως ἔχει· μία γάρ ἐστιν ἀντίθεσις εἰς τρία κῶλα μερισθεῖσα· καὶ τοῦτο δῆλον μάλιστα μὲν καὶ ἐκ τῶν λύσεων (πᾶσαι γὰρ πρὸς ἓν νόημα τὴν ἀναφορὰν ἔχουσιν, ὅτι ‘οὐ Δημοσθένης μόνος ἐστὶν ὁ ὑβρισθείς, ἀλλὰ καὶ ὁ χορηγόσ‘), ἔπειτα δὲ καὶ ἀπ’ αὐτῶν τῶν κώλων τῶν ἐν τῇ ἀντιθέσει. καὶ γὰρ ἐν τούτοις ἓν ἔστι νόημα διὰ πάντων, ὅτι ‘ἰδιώτης ἐστὶν ὁ ὑβρισθείσ‘. καὶ τὰ μὲν δύο πρόδηλον ἔχει τὴν συγγένειαν, ‘μή με Δημοσθένει παραδῶτε, μηδὲ διὰ Δημοσθένην με ἀνέλητε‘. τὸ γὰρ μὴ παραδοῦναι τῷ ἐχθρῷ ταὐτόν ἐστι τῷ μὴ ἀνελεῖν. τὸ δὲ τρίτον ἔχει μὲν καὶ αὐτὸ συγγένειαν πρὸς τὰ πρότερα ἐν ᾧ φησι ‘διὰ τοῦτό με ἀναιρήσετε;‘ (ταὐτόν ἐστι γὰρ τῷ ‘μηδὲ διὰ Δημοσθένην με ἀνέλητε‘), διαφέρει δὲ τῷ εἰπεῖν ‘ὅτι τούτῳ πολεμῶ‘. δείκνυσι γὰρ ἐκ τούτων ἰδιωτικὴν τὴν ἔχθραν, ὅτι ‘πρὸς ἕνα μοι ἔστιν ὁ πόλεμος [ὁ] πρὸς Δημοσθένην. αὐτὸς δὲ ὑβρισθεὶς οὐκ ὀφείλει κοινῆς τῆς πόλεως λέγειν τὸ ἀδίκημα‘. καὶ ἔστιν ἐν τῷ ὅρῳ τούτῳ τὸ μὲν ὁμολογούμενον τὸ δὲ ἀρνούμενον. ὅτι μὲν γὰρ ὕβρισε Δημοσθένην ὁμολογεῖ, ὅτι δὲ δημόσιον τὸ γεγονὸς ἀρνεῖται, ὡς εἶναι τὸ μὲν παρὰ τοῦ φεύγοντος ὅρον ἐκ τῶν λειπόντων, τὸ δὲ παρὰ τοῦ διώκοντος ἐκ τῶν πεπραγμένων. ὁ μὲν γάρ φησιν ‘οὐκ ἄρχοντα ὕβρισα, οὐ παρὰ τὴν πόλιν ἐξήμαρτον, ἀλλ’ εἰς Δημοσθένην‘ καὶ σιωπᾷ τὸν χορηγὸν τὴν ἱερομηνίαν τὸ θέατρον. ὁ δὲ πρὸς τοῖς ὑπὸ Μειδίου ὁμολογουμένοις καὶ αὐτὰ προστιθεὶς δημόσιον ποιεῖ τὸ ἔγκλημα. διὰ τί οὖν μιᾶς οὔσης τῆς ἀντιθέσεως εἰς τρία μέρη πεποίηκεν αὐτήν; ὅτι ἐθάρρει τῷ πλήθει τῶν λύσεων καὶ ἵνα μὴ δόξῃ περὶ ἓν μέρος πολλῇ χρῆσθαι τῇ περιουσίᾳ, διὰ τοῦτο ἐμέρισεν, ὥστε λανθάνειν τὴν ἰσχὺν τῆς ἀντιθέσεως. ἔνθα γὰρ πολλὰς ἔχει λύσεις, ἐκεῖ καὶ τὴν μίαν ἀντίθεσιν πολλὰς ποιεῖ, ὥστε τὴν εὐπορίαν ἐπιδείξασθαι τῶν λύσεων. TBcFj 〈μή με〉] πρῶτον κῶλον. |
| 21.99 | F 4 LS 〈μηδὲ διὰ〉] δεύτερον κῶλον. |
| 21.100 | F 4 LS 〈ὅτι τούτῳ〉] τρίτον κῶλον. |
| 21.101 | F 4 LS βουλόμενος φθόνον τινὰ] Μειδίας ἰδιωτικὸν ποιῆσαι τὸν ἀγῶνα βουλόμενος χρῆται τῇ ἀντιθέσει· ὁ δὲ ῥήτωρ φησίν ‘ἵνα μοι φθόνον κινήσῃ‘, καὶ πεποίηκεν ὁμολογοῦντα τὸν ἐχθρὸν ὅτι ἀδικεῖ, φοβούμενον δὲ μὴ παραδοθῇ τῇ ἀντιδίκῳ. |
| 21.102 | καὶ γὰρ ἄξιον φθόνου τὸ ἐκ δικαστηρίου παραλαβεῖν τὸν ἐχθρὸν ὥστε χρήσασθαι ὅ τι βούλεται. δείξας δὲ ὅτι οὐκ αὐτῷ παραδώσουσιν, ἀλλὰ τοῖς νόμοις, μεταβαίνει ἐπὶ τὸ ἕτερον μέρος τὸ ὅτι ‘οὐ Δημοσθένης ἐστὶν ὁ ὑβρισθείσ‘, καί φησιν ‘ἔχει δ’ οὐχ οὕτω ταῦτα‘. TBcFj 〈ἀλλὰ μὴν πρός γε τὸ τοιοῦτο〉] ὁ ὅρος τοῦ φεύγοντος ‘ὕβρισται Δημοσθένησ‘, ὁ ἀνθορισμὸς τοῦ διώκοντος ‘οὐκ ὄντα μόνον Δημοσθένην, ἀλλὰ καὶ χορηγόν‘, ὅτι οὐ μόνον ὑβριστής, ἀλλὰ καὶ ἀσεβὴς ὁ Μειδίας. |
| 21.103 | ἐστὶ γὰρ τοῦτο ὅρος διπλοῦς κατὰ σύλληψιν. F 2 YL οὐ γὰρ εἰς Δημοσθένην ὄντα μὲ ἠσέλγαινεν, ἀλλὰ καὶ εἰς χορηγὸν ὑμέτερον] μὴ ἔχων δεῖξαι ὅτι ἄρχων ἐστίν, ἐκ τῆς τοῦ ὁμοίου παραθέσεως συνίστησι διὰ συλλογισμοῦ. |
| 21 104a | F 4 YLS οὐ . |
| 21 104b | .. ὑμέτερον] ὁ θεσμοθέτης, ὅταν ἔχῃ τὸν στέφανον τῆς πόλεως, ἔστιν ὄνομα ἄρχων. ὁμοίως δὲ διεξιὼν τὰ ὁμολογούμενα τὸ ἀμφισβητούμενον συνίστησι διὰ συλλογισμοῦ. TBcFj ἴστε δήπου] σημείωσαι, παράδειγμα. |
| 21.105 | F 2 〈καὶ οὐ μόνον〉] συλλογισμός. |
| 21.106 | F 2 Y καὶ οὐ μόνον περὶ τούτων οὕτω ταῦτα ἔχει] ἐκ γὰρ τῶν κατὰ μέρος τὸ καθόλου συνίστησιν. |
| 21.107 | TBcFj οἷς ἂν ἡ πόλις] ἔχει γάρ τινα καὶ ὁ χορηγὸς ἄδειαν, οἷον ἀφιέναι τῆς στρατείας τὸν χορὸν καὶ εἰσάγειν ὅτε βούλοιτο. |
| 21.108 | εἶτα καταλιπὼν τὸ λέγειν τὰ ἴδια τοῦ θεσμοθέτου καὶ τοῦ ἄρχοντος, ὅπερ ἦν αὐτοῖς κοινὸν πρὸς τὸν χορηγὸν τοῦτο εἶπε ‘στεφανηφορίαν καὶ τιμήν‘. ὅρα δὲ ὅτι οὐ φανερῶς εἶπεν ‘ἀρχήν‘· εἶχε γὰρ καὶ ὁ χορηγός τινα ἄδειαν ἐπὶ τῶν χορηγίων καὶ τῆς πανηγύρεως. TBcFj 〈οὕτω τοίνυν καὶ ἐμὲ〉] κατασκευὴ τῆς ἀσεβείας ἀπὸ τοῦ χρόνου. |
| 21.109 | F 2 Y 〈εἰ μὲν ἐν ἄλλαις τισὶν ἡμέραισ〉] τοῦτό ἐστι συλλογισμὸς εἰδικῶς εἰσηγμένος. |
| 21.110 | ἐπειδὴ γὰρ ὁ πρότερος καθόλου ὢν 〈ἀ〉γνωστότερος ἦν τοῖς ἀκούουσι καὶ βιαιότερος, διὰ τοῦτο ἐπήγαγε τὸν εἰδικόν, συνάπτων αὐτὸν τῷ καθόλου καὶ πιθανώτερον ποιῶν τὸν συλλογισμόν. F 4 YLS 〈εἰ δὲ χορηγὸν ὄντα ὑμέτερον〉] κατασκευὴ τοῦ ἀνθορισμοῦ ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους. |
| 21.111 | F 2 Y ἅμα γὰρ τῷ Δημοσθένει καὶ ὁ χορηγὸς ὑβρίζετο] τοῦτό ἐστι τὸ κατὰ σύλληψιν νόημα. |
| 21.112 | μετὰ γὰρ τὸν ἀνθορισμόν, ὃν ἐβεβαίωσε τῷ συλλογισμῷ, ἀναγκαῖον ἦν ἐπάγειν τὸ κατὰ σύλληψιν, ὥστε συλλαβεῖν αὐτοῦ καὶ τὸν ὅρον καὶ τὸν ἀνθορισμόν. F 4 YLS χρὴ δὲ ὅταν μὲν] ἐντεῦθεν ἡ τοῦ νομοθέτου διάνοια, ἵνα καὶ ἐξ αὐτῆς βεβαιώσῃ τὸν συλλογισμόν. |
| 21 113a | F 4 YL γνώμη νομοθέτου βεβαιοῦσα τὸν συλλογισμὸν καὶ αὐτή. |
| 21 113b | S χρὴ . |
| 21 113c | .. μὲν] ἐντεῦθεν εἰσέβαλεν εἰς τὴν τοῦ νομοθέτου διάνοιαν, ἵν’ ἐξ ἐκείνης βεβαιώσῃ τὸν συλλογισμόν. διαφέρει δὲ νόμου διάνοια νομοθέτου διανοίας, ὅτι ἐν μὲν τῇ τοῦ νόμου διανοίᾳ τὸν νόμον αὐτὸν ὡς ἀσαφῆ πρὸς τὸ ἡμῖν συμφέρον ἐξηγούμεθα, τὴν δὲ τοῦ νομοθέτου διάνοιαν ἔξωθεν ἐξετάζομεν, ὅτι γνοὺς οὕτως ἐνομοθέτησεν οὐκ ὄντων ἀσαφῶν τῶν νόμων. TBcFj καὶ ἄλλως δίκαια] καὶ χωρὶς τοῦ ὀμόσαι δηλονότι. |
| 21.114 | TBcFj ἦν ὁ τῆς βλάβης] ἑτέρα κατασκευή, ὡς ‘ἐστὶ δημόσια τὰ ἐν ταῖς ἑορταῖς ἀδικήματα‘, ἀπὸ τῆς γνώμης τῶν νομοθετῶν. |
| 21.115 | ἐπεὶ διὰ τί νόμον ἕτερον τὸν τῆς προβολῆς εἰς χάριν τοῦ Διονύσου πρεσβεύοντες τὴν πανήγυριν ἔθεντο, εἰ ἐξήρκουν οἱ πρότεροι; σεμνύνει δὲ τῷ ῥήματι τὸν νόμον ἱερὸν κεκληκώς. βούλεται οὖν ἐκ τῆς τοῦ νομοθέτου διανοίας δημόσιον ἀποδεῖξαι τὸ γεγονὸς καί φησιν ὅτι ‘διὰ τοῦτο τὸν περὶ τῶν Διονυσίων νόμον ἔθηκεν ὄντων περὶ τῆς βλάβης νόμων καὶ τῆς αἰκίας καὶ τῆς ὕβρεωσ‘, πρόδηλον ὅτι μείζονος τιμωρίας ἀξιῶν τοὺς περὶ τὴν ἑορτὴν πλημμελοῦντας, καὶ εἶπε τοὺς νόμους τούτους καθ’ οὓς ἀξιοῖ Μειδίας κρίνεσθαι, τοὺς περὶ βλάβης [νόμων] καὶ τῶν ἄλλων. εἰ γὰρ τούτων ὑπαρχόντων ὕστερον ὁ περὶ τῶν Διονυσίων ἐτέθη, πρόδηλον ὅτι οὐ κατὰ τοὺς παλαιούς, ἀλλὰ κατὰ τοὺς ὕστερον ὀφείλει κρίνεσθαι. TBcFj 〈εἰ τοίνυν ἀπέχρη〉] ἐπαναφορὰ τὸ σχῆμα, ὅταν ὁλόκληρος λέξις ἐπ’ ἀμφοῖν τοῖν κώλοιν κατ’ ἀρχὰς γένηται, καὶ ἔστιν ἐπιμελείας καὶ κάλλους. |
| 21.116 | F 2 YL εἴ τις οὖν κἀκείνοις] ὁμοίως τοῖς περὶ τῆς αἰκίας λέγει καὶ τῆς ὕβρεως. |
| 21.117 | TBcFj καὶ τούτῳ τῷ μετ’ ἐκείνους τεθέντι] τῷ περὶ τῶν Διονυσίων λέγει, ἵν’ ἔκ τε τῶν ἰδιωτικῶν νόμων καὶ τοῦ περὶ τὴν ἑορτὴν τὸ κατὰ σύλληψιν βεβαιώσῃ. |
| 21.118 | TBcFj ἀπήγγελλε τοίνυν τίς μοι] ἐστὶ παραδειγματικὴ μέν πως ἡ ἀντίθεσις, εἰσῆκται δὲ καὶ κατὰ συγγνώμην ὑπὸ τοῦ ῥήτορος πρὸς τὸ ἑαυτοῦ συμφέρον, ἵνα δειχθῇ ἐπὶ δεήσεις καταφεύγων ὡς ὄντως ἠδικηκώς. |
| 21 119a | ἐπεὶ ὅ γε Μειδίας οὐχὶ συγγνώμην αἰτεῖ, ἀλλὰ τῷ ὅρῳ συνάπτει φάσκων ὅτι ‘οὕτως ἰδιωτικόν ἐστι τὸ γεγονός· πρόεδροι γὰρ καὶ θεσμοθέται πληγέντες οὐκ ἐπεξῆλθον, ἀλλὰ ἰδίᾳ διελύσαντο‘, ὡς εἴ τις αὐτὴν τὴν ὁρικὴν συνῆψεν, οὕτως ἂν αὐτὴν ὁλόκληρον γίνεσθαι. καὶ γὰρ καὶ πρόεδροι καὶ θεσμοθέται πληγέντες ἰδίαν δίκην ἔλαχον. ὁ δὲ Δημοσθένης εἰδὼς τὴν ἰσχὺν τῆς ἀντιθέσεως ἰδίᾳ μὲν τὴν ὁρικήν, ἰδίᾳ δὲ τὴν παραδειγματικὴν εἰσήγαγεν, ἥντινα μετέστησεν εἰς συγγνώμην. δεῖ γὰρ ἐκ τῶν λύσεων κανονίζειν τὰς ἀντιθέσεις. TBcFj ἀντίθεσις συγγνωμονική. |
| 21 119b | YL συγγνωμονικόν. |
| 21 119c | F 1 S ma 〈καὶ λέγειν τούτουσ〉] ὑποφορά. |
| 21.120 | S ὃς ἔναγχος ἐπλήγη] οἱ θεσμοθέται τῶν τε ἄλλων ἐπεμελοῦντο καὶ δὴ καὶ τῆς εὐκοσμίας, καὶ νύκτωρ περιιόντες ἐσκόπουν μή τινες ἁρπαγαὶ γίγνωνται. |
| 21.121 | τότε οὖν εὑρών τινας νεωτέρους ἁρπάζοντας τὴν αὐλητρίδα, ἐβουλήθη ἀφελέσθαι καὶ οὕτως ὑπ’ αὐτῶν ἐπλήγη. TBcFj ἔτι τοίνυν] ὁρᾷς ὅπως συγγνωμονικὴν ἐποίησε τὴν ἀντίθεσιν λέγων ὅτι ‘οὐκ ἄξιός ἐστι συγγνώμησ‘. |
| 21 122a | εἶτα κέχρηται ἀντεξετάσει διπλῇ, τίνα μὲν Μειδίᾳ πέπρακται καὶ τοῖς ἄλλοις ὑβρισταῖς, τίνα δὲ αὑτῷ καὶ τοῖς ὑβρισθεῖσιν. F 4 YLS ἔτι τοίνυν] ὁρᾷς ὅπως συγγνωμονικὴν ἐποίησε τὴν ἀντίθεσιν λέγων ὅτι ‘οὐκ ἄξιός ἐστι συγγνώμησ‘· καὶ δίδωσιν αὐτοῖς τῆς 〈συγ〉γνώμης τὰς προφάσεις, Μειδίας δὲ τούτων οὐδεμίαν ἔχει τὴν πρόφασιν. |
| 21 122b | τί οὖν; ἀντεξετάζει τὰ πραχθέντα αὐτῷ τε καὶ τῷ θεσμοθέτῃ καὶ μέμφεται, διότι μὴ ἐπεξῆλθε τοῖς ὑβρισταῖς. ποιεῖται δὲ τὴν λύσιν ἐκ διαφορᾶς· συγκρίνει γὰρ καὶ τὰς πληγὰς καὶ τοὺς πλήξαντας. δίδωσι δὲ τῷ κατὰ τὸν θεσμοθέτην ἀπολογίας πλείονας διὰ τὸ τοῦ προσώπου σεμνόν. τρία γὰρ πάθη κατασχόντα τὴν ψυχὴν καὶ βιασάμενα τὴν διάνοιαν ἐργάζεται καὶ τὴν παραίτησιν. TBcFj 〈εἰ μὲν τοίνυν ἐκείνων〉] αὐτὸν τὸν Μειδίαν πεποίηκε κατηγοροῦντα τοῦ προέδρου καὶ τοῦ θεσμοθέτου, ὅτι τοῖς ὑβρίσασιν οὐκ ἐπεξῆλθον. |
| 21.123 | F 4 YLS καὶ νῦν ἀποδεδωκὼς ὑμῖν] κυρίως ‘ἀποδεδωκώσ‘· αὐτοῖς γὰρ ὠφείλετο· ἀποδίδωσι δὲ τὸ ἀλλότριόν τις. |
| 21.124 | TFj 〈ποία γὰρ πρόφασισ〉] ἑτέρα συγγνωμονικὴ ἀντίθεσις ὅτι ‘δι’ ὀργὴν ἐποίησα‘. |
| 21 125a | καὶ δείξας ὅτι οὐ δι’ ὀργήν, ἀλλ’ ἐκ προνοίας ἐπεβούλευσεν, ἐπάγει καὶ τὰς κατασκευὰς ἀπὸ τοῦ ‘ἀλλὰ μήν‘. YLS ποία . |
| 21 125b | .. πρόφασις] μεταβέβηκεν ἐφ’ ἑτέραν συγγνωμονικὴν ἀντίθεσιν ὅτι ‘οὐ δι’ ὀργήν, ἀλλ’ ἐκ προνοίασ‘. ἐπάγει λοιπὸν τὰς κατασκευὰς ὅτι τοῖς ἑκουσίοις πλημμελήμασιν οὐδεμίαν χρὴ συγγνώμην ἀπονέμειν. TFj ὀργὴ νὴ Δία] ὁρισμοὶ δεικνύντες τί μὲν ὀργή, τί δὲ ὕβρις, ὡς τὸ μὲν ἐκ τοῦ παραχρῆμα, τὸ δὲ ἐκ μελέτης συμβαίνει. |
| 21 126a | TFj σημείωσαι, συγγνωμονικὴ ἀντίθεσις. |
| 21 126b | F 2 Y ἀλλὰ μὴν ὁπηνίκα] ἐντεῦθεν ἡ ἀρχὴ τῆς κατασκευῆς (οὐδὲ γὰρ ἀρνεῖται Μειδίας ἃ πεποίηκεν) ὅτι οὐ δι’ ὀργήν, ἀλλ’ ἐξ ἐπιβουλῆς. |
| 21 127a | TFj ἀλλὰ μὴν ὁπηνίκα] κατασκευὴ ὅτι τοῖς ἑκουσίως πλημμελοῦσιν οὐδεμίαν χρὴ συγγνώμην ἀπονέμειν· τῆς γὰρ συγγνωμονικῆς ἀντιθέσεώς ἐστιν ἡ λύσις. |
| 21 127b | F 4 YLS τοὺς νόμους ἤδη δεῖ σκοπεῖν] ὅτι τὰ ἑκούσια μειζόνως κολάζουσιν. |
| 21.128 | TFj πρῶτον μὲν τοίνυν] καθ’ οὓς βούλεται Μειδίας ἀγωνίζεσθαι, κατ’ αὐτοὺς δείκνυσιν αὐτὸν μεγάλης τιμωρίας ἄξιον, ἵνα, κἂν ἰδιωτικὸς ὁ ἀγὼν ἀποδειχθῇ, μὴ μικρὸν μηδὲ φαῦλον ὑποστῇ τὸ τίμημα. |
| 21.129 | TBcFj 〈ἔπειθ’ οἱ φονικοί〉] περὶ φόνου διαφορᾶς. |
| 21 130a | F 2 L ἔπειθ’ . |
| 21 130b | .. φονικοί] καὶ τούτους τοὺς νόμους ἀκολούθως παρέλαβεν. ἐπειδὴ γὰρ πληγὰς εἴληφεν, ἐκ δὲ τῶν πληγῶν καὶ τὰ τραύματα παρακολουθεῖ, ἐκ δὲ τῶν τραυμάτων φόνοι, διὰ τοῦτο κἀκείνοις τοῖς νόμοις ὑπεύθυνον αὐτὸν ἀποδείκνυσι, δοκῶν μὲν ὡς εἰς παράδειγμα αὐτοὺς λαμβάνειν, τῇ δὲ ἀληθείᾳ κἀκείνοις ἔνοχον αὐτὸν ποιῶν. TBcFj αἰδέσεως] οἷον ἀξιώσεως. |
| 21.131 | εἰ γὰρ δεηθείη τινὸς τῶν συγγενῶν τοῦ ἀνῃρημένου, εἶτα ἐκεῖνος ἐπιτρέποι, καταλύεται ὁ φόνον ἀκούσιον δράσας. TBcFj οὐ μόνον δ’ ἐπὶ τούτων] ὅτι τὴν συγγνωμονικὴν ἀντίθεσιν λύει πρόδηλον καὶ ἐκ τούτων. |
| 21.132 | φησὶ γὰρ ὅτι ‘ὁ ἐκ προαιρέσεως ποιήσας μεγάλης τιμωρίας ἐστὶν ἄξιοσ‘. τὸ γὰρ ‘ἐκ προαιρέσεωσ‘ προσθεὶς μεγάλας τὰς τιμωρίας ἐποίησεν, ἵνα, κἂν δόξῃ τοιοῦτος ὁ ἀγὼν εἶναι, μείζους παράσχῃ τὰς δίκας τῶν ἄλλων. πῶς; ἢ δι’ ἄγνοιαν ἢ δι’ ὀργὴν ἢ δι’ ἔρωτα, ὡς εἴρηκεν ἐν τοῖς ἄνω. TBcFj 〈ἀλλὰ καὶ〉] παράδειγμα. |
| 21.133 | YS οὐκέτ’ ἐποίησεν ὁ νόμος] ἔλαβεν εἰς ἀπόδειξιν πάλιν οἰκεῖον παράδειγμα. |
| 21.134 | ἐπειδὴ ἐξούλης ἔχει δίκην πρὸς αὐτόν, βούλεται δεῖξαι νῦν, ὅτι καὶ ὑπὲρ ἐκείνης δημοσίαν δίκην ὀφείλει ὑποσχεῖν. ἐξούλης δὲ ἦν, ὅτε ἐκινδύνευεν ἐκπεσεῖν κτήματός τινος ἢ χωρίου ἢ οἰκίας διὰ τὸ μὴ ἐκτετικέναι τὴν καταδίκην κατὰ χρόνον τὸν ὡρισμένον, καὶ ἐγίγνετο δημόσιον τὸ τίμημα. ἐπειδὴ γὰρ καὶ οἱ διαιτηταὶ νόμιμοί τινες ἦσαν δικασταί, τούτων δὲ παρήκουεν ὡς μὴ κατὰ προθεσμίαν ἀποδιδοὺς τὸ κατεγνωσμένον, δημοσίαν ἐδίδου τὴν δίκην. ἐξούλης ὄνομα δίκης κατὰ τῶν μὴ στερξάντων οἷς ὥρισαν οἱ δικάζοντες. ὁ δὲ νοῦς τοιοῦτος· ‘ἐάν τις ἰδιωτικὴν νικήσῃ δίκην, λαμβάνει τὸν ἡττηθέντα ὑπεύθυνον. εἶτα ἂν μὴ εἴσω τῆς προθεσμίας ἐκτισθῇ ὃ κατεδικάσθη, ἀλλὰ γένηται ὑπερήμερος, ἔξεστι γράψασθαι καὶ ἐπιλαβέσθαι αὐτοῦ τῶν χρημάτων, ἕως οὗ πληρώσῃ τὸ ὁρισθέν. εἰ δὲ κωλύοι τὸν ἁπτόμενον καὶ ἀπελαύνοι, γράφεται αὐτὸν κατὰ τὴν ἐξούλην καὶ γίγνεται μετὰ τοῦ ἰδιωτικοῦ καὶ δημόσιον τὸ πρᾶγμα λοιπόν, ὅτι ἠπείθησε τοῖς δικασταῖς καὶ τοῖς νόμοισ‘. TBcFj τί δήποτε ἐὰν μὲν ἑκὼν παρ’ ἑκόντος] ἐπειδὴ ἠδύνατο λέγειν ὁ Μειδίας ὅτι ‘ὁ χρυσοχόος ἔδωκέ μοι τοὺς στεφάνουσ‘, διὰ τοῦτό φησιν ὅτι ‘εἰ μὲν παρ’ ἑκόντος ἔλαβες, ἀκίνδυνον, εἰ δὲ βίᾳ παρ’ ἄκοντος, τοῖς διπλασίοις ὑπεύθυνος καθέστηκασ‘. |
| 21.135 | TBcFj καὶ τὸν μὲν πεισθέντα ἰδίας] πρὸς τὸν θεσμοθέτην καὶ τὸν πρόεδρον ἀποτείνεται. |
| 21.136 | TBcFj τὸν βιασθέντα] περὶ αὑτοῦ νῦν αἰνίττεται. |
| 21.137 | TBcFj διόπερ καὶ τῆς ὕβρεως αὐτῆς] ὅπερ ἄνω δι’ αἰνιγμάτων ἀπεδείκνυε, τοῦτο νῦν σαφῶς ἔθηκεν, ὅτι ‘πᾶσα ὕβρις δημόσιόν ἐστιν 〈ἀδίκημα〉‘. |
| 21.138 | εἰ γὰρ πᾶσιν ἔξεστι κατηγορεῖν τοῦ ὑβριστοῦ, πρόδηλον ὅτι κοινὸν ἁπάντων τὸ ἔγκλημα. καὶ πεποίηκε τὴν ὕβριν ἴσον τοῖς φόνοις καὶ πάσαις ἱεροσυλίαις καὶ ταῖς προδοσίαις καὶ τοῖς τοιούτοις, ἐφ’ ὧν ἔξεστι παντὶ τῷ βουλομένῳ κατηγορεῖν. VfTBcFj τὸ δὲ τίμημα ἐποίησεν ὅλον δημόσιον] πῶς ἀνωτέρω προειπὼν (28) ‘εἰ δ’ ἐγὼ τὴν ἐπὶ τῶν ἰδίων δικῶν πλεονεξίαν ἀφεὶσ‘ νῦν φησιν ὅτι ‘ἐποίησε τὸ τίμημα ὅλον δημόσιον‘; ἐναντίον γὰρ τὸ λέγειν ὅτι ‘ἐξῆν ὕβρεώς μοι δικαζομένῳ χρήματα λαμβάνειν‘ τῷ νῦν φάσκειν ὅτι ‘τὸ τίμημα τῶν ὕβρεων δημόσιόν ἐστιν‘. |
| 21.139 | ῥητέον οὖν ὅτι εἰ μὲν αὐτὸς ὁ παθὼν κατηγόρει τῆς ὕβρεως, αὐτὸς ἐλάμβανε καὶ τὸ τίμημα τὸ ἐκ τῶν νόμων, εἰ δὲ ἕτερος ἦν ὁ κατηγορήσας, δημόσιον ἐγίγνετο τὸ τῆς καταδίκης. ἀκολούθως οὖν εἶπεν ὅτι ‘τὸ τίμημα ἐποίησεν ὅλον δημόσιον‘ διὰ τὸ προειπεῖν ὅτι ‘τὰς γραφὰς ἔδωκεν ἅπαντι τῷ βουλομένῳ‘. VfTBcFj χρήματα δ’ οὐ προσῆκεν] οὐ περὶ αὐτοῦ λέγει τοῦ παθόντος, ἀλλὰ τῶν ἔξωθεν κατηγορούντων. |
| 21.140 | VfTBcFj καὶ τοσαύτῃ γε ἐχρήσατο ὑπερβολῇ] καὶ διὰ τούτου τοῦ νόμου δείκνυσιν οὐκ ἄξιον συγγνώμης Μειδίαν, εἴπερ καὶ τοῖς ὑβρίζουσι τοὺς δούλους θάνατός ἐστιν ἡ ζημία. |
| 21.141 | VfTBcFj ὥστε κἂν εἰς δοῦλον ὑβρίζῃ τις] τῇ ὁμωνυμίᾳ σοφίζεται. |
| 21.142 | ὕβρις μὲν γὰρ καὶ ἡ τῶν πληγῶν, ὕβρις δὲ καὶ ἡ αἰσχρὰ 〈συνουσία〉 περὶ ἧς ὁ νομοθέτης λέγει. οὕτω γὰρ εἴρηκεν Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (41 sq.) οὐδὲ κατὰ τῶν οἰκετῶν τὰς αἰσχρὰς γίνεσθαι μίξεις. τὸ γοῦν ὄνομα τῆς ὕβρεως ἐπ’ ἀμφοτέρων λεγόμενον ἄδειαν τῷ ῥήτορι τοῦ χρῆσθαι τῷ σοφίσματι δέδωκεν. VfTBcFj οὐ γὰρ ὅστις ὁ πάσχων] μὴ τοῦτο σκόπει, φησίν, εἰ Δημοσθένης ἐστὶν ὁ ὑβρισθείς, ἀλλ’ εἰ τὸ ὑβρίζειν παρὰ τοὺς νόμους μεμελέτηται. |
| 21.143 | VfTBcFj οὐ γὰρ ἔστιν, οὐκ ἔστι] ἐπειδὴ γλίσχρως ἐδόκει ποιεῖν καὶ περὶ τῶν δούλων ἀγωνιζόμενος, καθόλου τὸ τῆς ὕβρεως ηὔξησεν ὡς ἀφόρητον, κἂν εἰς δοῦλον γίγνηται. |
| 21.144 | TBcFj οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου] οὐδὲν γὰρ ἄλλο τοιοῦτον ἡδὺ ὡς τὸ ἀκούειν τοῦ νόμου καὶ οὐδὲν τοιοῦτον εἰπεῖν ἡμεῖς ὃ αὐτὸς ὁ νόμος βοᾷ τε καὶ δείκνυσιν. |
| 21.145 | VfTBcFj 〈εἰς τὴν ἡλιαίαν〉] εἰς τὸ δικαστήριον. |
| 21.146 | F 2 YL ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι] ‘οὐκ ἠκούσατε, ἀλλὰ καὶ νῦν βοῶντος ἀκούετε τοῦ νόμου, φησίν, οὐκ ἀνθρώπου τινός· οὐ γάρ ἐστιν ἡ τῶν δούλων πρὸς τοὺς ἐλευθέρους ἡ φύσις, ἀλλ’ ἡ τύχη τὸ διαλλάττον. |
| 21.147 | ‘ ἐκαινοτόμησεν. ὅσῳ δ’ ἂν μᾶλλον ἐπαινέσῃ τὸν περὶ τῶν δούλων νόμον, τοσούτῳ χαλεπώτερα δείξει τὰ Μειδίᾳ κατ’ αὐτοῦ τολμηθέντα. VfTBcFj τί οὖν πρὸς θεῶν] ἐπὶ γένος ἀνήμερον ἀνήνεγκε τὴν κρίσιν τοῦ νόμου. |
| 21.148 | εἰ γὰρ καὶ τῆς βαρβάρων ὠμότητος κρείττων ὁ νόμος, ὥστε κἀκείνους ἐπαινέσαι τὴν φιλανθρωπίαν τοῦ γράμματος, ποῖόν τινα χρὴ νομίζειν εἶναι Μειδίαν τὸν καταφρονήσαντα τοῦ νόμου; VfTBcFj παρ’ ὧν τὰ ἀνδράποδα] πάλαι γὰρ οὐκ ἐξῆν Ἕλληνα εἶναι δοῦλον, ἀλλὰ βαρβάροις ἐκέχρηντο. |
| 21.149 | VfTBcFj ὅτι εἰσὶν Ἕλληνές τινες ἄνθρωποι] οὕτω τοῦ πλασθέντος προσώπου δοκοῦσιν οἱ λόγοι. |
| 21.150 | VfTBcFj καὶ φύσει τῆς πρὸς ἡμᾶς ἔχθρας] ἐστὶ μὲν τοῦτο κοινόν, αὐξήσεως δὲ ἕνεκα εἴληπται. |
| 21.151 | διτταὶ δέ εἰσιν αἱ ἔχθραι, ἡ μὲν ἐκ φύσεως, ἡ δὲ ἐκ προαιρέσεως. καὶ γὰρ καὶ φιλίαι εἰσὶ διτταί, ἡ μὲν φύσει πρὸς τοὺς συγγενεῖς, ἡ δὲ ἐκ τοῦ παρατυχόντος συμβαίνουσα. VfTBcFj ἀλλὰ νόμον δημοσίᾳ] τοῦτόν φησιν, ‘ὃν μετὰ χεῖρας ἔχω. |
| 21.152 | οὐ χαρίζομαι τοῖς λόγοις, ἀναγινώσκω τὰς συλλαβάς, ἔχω πλησίον τὸν ἔλεγχον, αὐτὸν ἥκω κομίζων τὸν νόμον, οὐκ ἐφθόνησα ὑμῖν τῆς γνώσεως.‘ VfTBcFj καὶ πολλοὺς ἤδη παραβάντας] ἵνα μή τις ὑπολάβῃ ὡς φιλάνθρωπος μὲν ὁ νόμος, παραβαίνεται δὲ καὶ καταφρονεῖται, εἶπεν ὡς θανάτῳ τις ἤδη παραβὰς τοῦτον κεκόλασται. |
| 21.153 | VfTBcFj καὶ συνεῖεν οἱ βάρβαροι] ἀνοητότεροι γὰρ καὶ ἧττον τῶν Ἑλλήνων νοῆσαι δυνάμενοι. |
| 21.154 | VfTBcFj οὐκ ἂν οἴεσθε] ἐπειδὴ γὰρ φυσικὸς πόλεμός ἐστι τοῖς βαρβάροις πρὸς τοὺς Ἕλληνας, καὶ διὰ τοῦτο οὐ θαρροῦντες ἐπιμίγνυνται τοῖς Ἕλλησι, διὰ τοῦτό φησιν ὅτι ‘παρ’ ὑμῖν μόνοις οὐκ ἂν φοβηθεῖεν καταλῦσαι, μαθόντες ὑμῶν τὴν φιλανθρωπίαν‘. |
| 21.155 | VfTBcFj 〈προξένουσ〉] προστάτας, φροντιστάς. |
| 21.156 | F 2 YL 〈τὸν τοίνυν μὴ παρὰ τοῖς Ἕλλησι μόνον〉] συμπεράσματι κέχρηται τοῦ νοήματος, μᾶλλον δὲ καὶ ὅλης τῆς συγγνωμονικῆς ἀντιθέσεως, δεικνὺς ὅτι οὐδεμιᾶς φιλανθρωπίας ἄξιος ὁ Μειδίας. |
| 21.157 | F 4 YLS εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, χορηγὸς ὢν] ἐντεῦθεν εἰσέβαλεν εἰς τὸ πρός τι, βουλόμενος αὐξῆσαι τὸ ἔγκλημα, καὶ γέγονεν ἀκόλουθος ἡ εἰσαγωγὴ τοῦ κεφαλαίου. |
| 21 158a | ‘εἰ γὰρ ὁ τοὺς δούλους ὑβρίζων οὐκ ἄξιος συγγνώμης, πόσῳ μᾶλλον ὁ τὸν χορηγὸν τυπτήσας;‘ ἔχει μὲν οὖν αὔξησιν τὸ πρός τι τοῦ ἐγκλήματος, ‘οὐ μὴν ἀπήλλακται τῶν ἀγώνων‘. ἀποδεικτικῶς γὰρ αὐτῷ χωροῦσιν αἱ αὐξήσεις. τεττάρων δὲ ὄντων τῶν τόπων τοῦ πρός τι, ἀπὸ τοῦ μείζονος καὶ 〈τοῦ〉 ἐλάττονος καὶ τοῦ ἐναντίου καὶ τοῦ ἴσου, τοῖς πᾶσι κέχρηται, καὶ πρῶτόν γε ἔθηκε τὸν ἀπὸ τοῦ μείζονος. VfTBcFj ἐντεῦθεν εἰσέβαλεν εἰς τὸ πρός τι, βουλόμενος αὐξῆσαι τὸ ἔγκλημα, καὶ γέγονεν ἀκόλουθος ἡ εἰσαγωγὴ τοῦ κεφαλαίου. |
| 21 158b | ηὔξησε δὲ τὸ κεφάλαιον ἐκ τῶν τεσσάρων τόπων τοῦ πρός τι, τοῦ μείζονος τοῦ ἐλάττονος τοῦ ἐναντίου καὶ τοῦ ἴσου. F 2 YLS πρῶτος τόπος τοῦ πρός τι ἀπὸ τοῦ μείζονος. |
| 21 158c | YLS νῦν δέ μοι δοκεῖ] τοῦτό τινες μὴ νοήσαντες ὅτι αὐξήσεως εἴληπται ἕνεκεν, περὶ ἀσεβείας εἶναι τὴν κρίσιν ἀπεφήναντο. |
| 21.159 | εἶτα προσέθηκε τὴν ἀπόδειξιν τοῦ ἄξιον αὐτὸν εἶναι καὶ ἀσεβείας κρίνεσθαι. φανερῶς μὲν γὰρ αὐτοῦ ἀσεβείας κατηγορεῖν ὀκνεῖ διὰ τὴν σαθρότητα τῶν πραγμάτων, πειρᾶται δὲ διὰ τῆς ἔξωθεν βίας καὶ τοῦτο κατασκευάζειν. τίς οὖν ἡ κατασκευὴ τῆς ἀσεβείας; ‘κατὰ μαντείας τοὺς χοροὺς συγκροτοῦμεν καὶ στεφανηφοροῦμεν καὶ κνισῶμεν τὰς ἀγυιάς. οὐκοῦν ὁ τύπτων τοὺς ἐστεφανωμένους κατὰ τὰς μαντείας εἰς τὰς μαντείας ἀσεβεῖ‘. ὅθεν καὶ δῆλον ὡς οὐκ ἔστιν ἀσεβείας ἡ κρίσις· οὐ γὰρ τὸν Διόνυσον εἶναί φησι τὸν ἀσεβηθέντα, ἀλλὰ τὰς μαντείας. κνισᾶν μέντοι τὰς ἀγυιὰς τὸ θύειν τοῖς Ἑρμαῖς. ἀγυιὰς γὰρ τοὺς Ἑρμᾶς 〈ἐκάλουν〉 κατὰ στέρησιν διὰ τὸ μὴ χεῖρας ἔχειν μηδὲ πόδας. γυῖα δὲ τὰ μέλη, ἐξ οὗ καὶ Ὅμηρος (Ε 122) ‘γυῖα δ’ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν‘. VfTBcFj καὶ ὕμνους οὓς τῷ θεῷ ποιεῖτε] ἀνιεροῦτε αὐτοὺς τῷ θεῷ ἢ εἰς τὸ ὑμνεῖν αὐτοὺς παρασκευάζετε. |
| 21.160 | VfTBcFj 〈κατὰ τὰς μαντείασ〉] ὁ τύπτων τοὺς κατὰ τὰς μαντείας ἐστεφανωμένους εἰς τὰς μαντείας ἀσεβεῖ. |
| 21.161 | F 2 YL κνισᾶν ἀγυιὰς] κνίσης καὶ θυμάτων πληροῦν τὰς ὁδούς, οἱ δὲ ἀγυιάς φασι τοὺς Ἑρμᾶς. |
| 21.162 | VfTBcFj 〈ἀνάγνωθι δέ μοι〉] πρῶτος 〈τόποσ〉 ἀπὸ τοῦ μείζονος. |
| 21.163 | F 2 YL τί οὖν ἐκ τούτων ὑμᾶς ἐνθυμεῖσθαι δεῖ] ἐπειδὴ ἀνέγνω μαντείας ἐν αἷς ἐγέγραπτο ὅτι ‘ἔδει θύειν Ἡρακλεῖ ἀλεξικάκῳ καὶ κνισᾶν τὰς ἀγυιάσ‘, ἐδόκει δὲ ταῦτα ἀπηρτῆσθαι πρὸς τὴν παροῦσαν κρίσιν· διὰ τοῦτο εἶπεν ὅτι ‘μὴ πᾶσι τοῖς γεγραμμένοις ἐν ταῖς μαντείαις προσέχετε, ἀλλ’ ἐνθυμεῖσθε τὸ προσγεγραμμένον ἐν πάσαισ‘, τουτέστι τὸ χοροὺς ἱστάναι καὶ στεφανηφορεῖν· ταῦτα γάρ ἐστιν οἰκεῖα πρὸς τὴν παροῦσαν ἐξέτασιν. |
| 21.164 | VfTBcFj τοῖς ἐφ’ ἑκάστης μαντείας προφαινομένοις] τοῖς γὰρ ἄρτι φοιτήσασι καὶ ἐπιφανεῖσι θεοῖς εἰ δεῖ θύειν ἐμαντεύοντο καὶ μετὰ τὸ δηλοῦν εἰ δεῖ θύειν ἢ μὴ προσετίθεσαν πάντως τὸ ἱστάναι χορούς. |
| 21.165 | VfTBcFj τὴν δὲ τῶν ἐπινικίων] ἀντιπῖπτον ἔλυσεν ὅτι ‘οὐ διὰ τὰς μαντείας, ἀλλὰ διὰ τὴν νίκην τὴν ἰδίαν περιέκειτο τὸν στέφανον‘. |
| 21.166 | ὁ δέ φησιν ὅτι ‘ὁ μὲν νικήσας ὑπὲρ αὑτοῦ στεφανοῦται, ὁ δὲ πρὸ τοῦ ἀγῶνος ἐστεφανωμένος κατὰ τὰς μαντείας ἐστεφάνωται‘. VfTBcFj 〈ἐν αὐτῷ τῷ ἀγῶνι〉] πρῶτος τόπος ἀπὸ τοῦ πρός τι. |
| 21.167 | Y 〈καὶ μὴν ἴστε γε τοῦτο〉] δεύτερος τόπος ἀπὸ τοῦ ἐλάττονος. |
| 21 168a | YLS δεύτερος ἀπὸ τοῦ ἐλάττονος κατασκευάζει τὴν κατὰ Μειδίου. |
| 21 168b | F 2 καὶ . |
| 21 168c | .. τοῦτο] ἐπλήρωσε τὸν ἀπὸ τοῦ μείζονος τόπον, ἐγγὺς ἀσεβείας ἀποδείξας τὸ ὑπὸ τοῦ Μειδίου πραχθέν, καὶ ἐπάγει τὸν ἀπὸ τοῦ ἐλάττονος, ἔκ τε τῶν ξένων καὶ τῶν ἀτίμων αὐτὸν ἐργαζόμενος. ‘ὅπου γὰρ οὔτε ξένον οὔτε ἄτιμον ἔξεστι ὑβρίζειν ἐν τῇ ἑορτῇ, πῶς οὐ πολλῷ πλέον φείδεσθαι προσήκει τῶν ἐπιτίμων καὶ ἀστῶν;‘ τέθεικε δὲ τὸ κατὰ τοὺς ξένους παράδειγμα, ὅπερ ἐστὶν ἀντὶ νομικοῦ. δύο γάρ εἰσι νόμοι περὶ οὓς στρέφεται, μὴ ἐξεῖναι ξένον ἀγωνίζεσθαι, καὶ ἕτερος νόμος, ἂν χορηγὸς ἀγωνιζόμενον τὸν ξένον καλέσῃ πρὸς ἄρχοντα ἐπὶ τῷ δοκιμάσαντα εἰ ξένος ἐστὶν ἐκβαλεῖν, διδόναι δραχμὰς πεντήκοντα, ἐὰν δὲ κελεύσῃ αὐτὸν ἀπελθόντα εἰς τὸ πλῆθος καθέζεσθαι ὡς ξένον, χιλίας διδόναι. VfTBcFj οὐκ ἐδώκατε ἁπλῶς] ἔξεστι μὲν γάρ, ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε οὐδὲ πανταχῆ οὐδὲ ἐν τῷ θεάτρῳ, ἀλλ’ ἔξω καθέζεσθαι, οἷον 〈οὐ〉 βιαίως ἀποσπάσειν μὲν ἀπὸ τοῦ χοροῦ, θεωρεῖν δὲ καὶ μετὰ τῶν ἄλλων καθέζεσθαι ἀναγκάσει. |
| 21.169 | VfTBcFj 〈προσκαλέσαντι〉] πρόσκλησις τὸ προσκαλεῖσθαι εἰς τὸ δικαστήριον. |
| 21.170 | F 2 YL ὅπως μὴ τὸν ἐστεφανωμένον] τὴν χρείαν τοῦ παραδείγματος ἔδειξεν· καθόλου γὰρ εἰπὼν ‘τὸν ἐστεφανωμένον‘ καὶ τὸ καθ’ ἑαυτὸν συνήνεγκεν. |
| 21.171 | VfTBcFj 〈εἶτα τὸν μὲν χορευτὴν〉] κατὰ τὸν νόμον τὸν εἴργοντα ξένον ἀγωνίζεσθαι. |
| 21.172 | F 2 YL οὐδ’ ὁ προσκαλέσας κατὰ τὸν νόμον] καὶ μὴν ὁ νόμος προσκαλεῖν ἴσως ἐκώλυσε· λέγει οὖν τὸν ἕτερον νόμον τὸν κελεύοντα ξένον μὴ ἀγωνίζεσθαι. |
| 21.173 | κακούργως δὲ εἶπεν. οὐ γὰρ ἀπείρητο πανταχῆ, ἀλλ’ εἰσελθόντα ἅπαξ εἰς τὸ θέατρον οὐκέτι ἐχρῆν προσκαλέσασθαι, ἔξω δὲ ἐξῆν. παρὰ τὸν τόπον οὖν καὶ τὸν καιρὸν ὁ σοφισμὸς ἐπάγεται. VfTBcFj τὸν δὲ χορηγὸν] ἀνταπέδωκε τῷ παραδείγματι ἀκόλουθον αὔξησιν ταῖς προσθήκαις, ὅτι ‘οἱ μὲν νόμοι καὶ δοκιμάζεσθαι μόνον τὸν ξένον οὕτως ἐκώλυσαν, οὗτος δὲ οὐ τὸν ξένον χορευτήν, τὸν δὲ χορηγὸν συνέκοψε φανερῶς παρόντων καὶ ξένων καὶ πολιτῶν‘. |
| 21.174 | VfTBcFj τῶν ἀεὶ κυρίων] τῶν λαχόντων δικάζειν. |
| 21.175 | αὐτοὶ γάρ εἰσι τοῦ τιμωρήσασθαι κύριοι. VfTBcFj 〈φέρε δὴ πρὸς θεῶν〉] ἕτερον παράδειγμα ἀπὸ τοῦ ἐλάττονος τοῦ κατὰ τοὺς ἀτίμους, πολλῷ ἔλαττον ὂν τοῦ κατὰ τοὺς ξένους. |
| 21.176 | F 4 YL παραιτήσομαι] ἀντὶ τοῦ ἱκετεύσω. |
| 21.177 | F 2 L παραιτήσομαι δ’ ὑμᾶς] ἐπειδὴ μέλλει καταλέγειν ἀτίμους γεγονότας πολίτας ἀπαιτούσης τῆς χρείας, προθεραπεύει τὸ ἄτοπον, ἵνα μὴ δοκῇ ἐπεμβαίνειν. |
| 21.178 | VfTBcFj οὐ γὰρ ὀνειδίσαι μὰ τοὺς θεοὺς] ἐπειδὴ ἀναγκαῖον ἦν μνημονεῦσαι τῶν πταισμάτων, διὰ τοῦτο ὅρκῳ προέλαβε τοὺς ἀκούοντας, ἵνα μὴ ὀνειδίζειν αὐτὸν ὑποπτεύσωσιν. |
| 21.179 | VfTBcFj Σαννίων ἐστὶ δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων] δῆλον ὅτι μετὰ τοῦ ῥυθμοῦ καὶ τοῦ προσήκοντος μέλους ᾄδειν διδάσκων. |
| 21.180 | ‘τραγικοὺσ‘ δέ, ἐπειδὴ ἴσως καὶ κωμικοί εἰσιν. VfTBcFj οὗτος ἀστρατείας ἑάλω] ἄτιμος γέγονεν ἐλεγχθεὶς ὡς δέον στρατεύεσθαι μὴ στρατευόμενος. |
| 21.181 | VfTBcFj καὶ κέχρηται συμφορᾷ] ἐπιεικῶς ἐπὶ τὴν τύχην ἄγει τὸ κατηγόρημα, τὸν τρόπον ἐλευθερῶν. |
| 21.182 | VfTFj φιλονεικῶν χορηγὸς] οἷον φιλόνεικος εἰς τὸ νικᾶν καὶ ἡττᾶσθαι μὴ ἀνεχόμενος. |
| 21.183 | νέμει γὰρ καὶ τῷ μισθωσαμένῳ συγγνώμην. VfTBcFj ἠγανάκτουν οἱ ἀντιχορηγοὶ] λέγοντες ‘οἱ νόμοι παραβαίνονται, λέλυται τῆς πολιτείας ὁ θεσμός, οἱ ἄτιμοι λοιπὸν πολιτεύονται‘. |
| 21.184 | VfTBcFj ὤκνησαν, εἴασαν, οὐδεὶς ἥψατο] πολλὰ ὀνόματα κατὰ τοῦ αὐτοῦ, ὥστε δηλῶσαι τὴν ἡμερότητα. |
| 21.185 | VfTBcFj τις ἂν ὑμῶν ἴδοι τὸ συγκεχωρηκὸς] οὕτως ἕκαστος αἰδοῖ τῆς ἑορτῆς πολὺ τὸ συγχωροῦν εἶχε κατὰ τὴν γνώμην. |
| 21.186 | VfTBcFj τοσοῦτον ἀπέχει τοῦ χορηγόν τινος ἅψασθαι] οὕτως ἡ γραφή. |
| 21.187 | καὶ γὰρ ἤρτηται τοῦ ἄνω ‘οὐδεὶς ἐχθρῶν ἐκώλυσε‘, πόσῳ γε μὴν χορηγόν τις; VfTBcFj 〈ἄλλος ἐστὶν Ἀριστείδησ〉] κεφάλαιον καὶ τοῦτο ἀπὸ τοῦ πρός τι. |
| 21 188a | YLS ἄλλος . |
| 21 188b | .. Ἀριστείδης] καὶ τοῦτο ἀπὸ τοῦ ἐλάττονος. ἔνθα γὰρ εὐποροῦμεν πλειόνων παραδειγμάτων, οὐ παραιτητέον ἐκ τῶν αὐτῶν τόπων πολλάκις λαμβάνειν. VfTBcFj ἠτυχηκώς τι καὶ οὗτος τοιοῦτον] ἀστρατείας ἑαλωκώς. |
| 21.189 | πάλιν δὲ ἐνέμεινε τῷ σκοπῷ ‘ἠτυχηκὼσ‘ εἰπών, οὐκ ‘ἠδικηκώσ‘. VfTBcFj καὶ ἥττων χορευτὴς] δυσκίνητος γὰρ διὰ τὸ γῆρας ἐγένετο. |
| 21.190 | VfTBcFj ἦν δέ ποθ’ ἡγεμὼν τῆς φυλῆς κορυφαῖος] τὸν χοροδιδάσκαλον λέγει. |
| 21.191 | οἱ γὰρ χορευταὶ ἐξ ἁπάσης ἐπελέγοντο τῆς φυλῆς, τῶν δὲ χορευτῶν μόνων ἦν χοροδιδάσκαλος. τινὲς δὲ λέγουσιν ὅτι ὁ μὲν ἄλλος χορὸς διάφορος ὢν ἐξ ἄλλων φυλῶν συνελέγετο, ὁ μέντοι ἡγεμὼν ὁ κορυφαῖος καὶ μείζων ἀπὸ τῆς οἰκείας ἦν φυλῆς. VfTBcFj οὐδεὶς πώποτ’ εἶδεν] εἰ γὰρ ἦν ἀπελαθεὶς ὁ διδάσκαλος τοῦ χοροῦ, πρόδηλον ὅτι τὸ πλεονέκτημα ἐγίνετο τοῦ ἀντιχορηγοῦ· διελύετο γὰρ ὁ τοῦ φιλονεικοῦντος χορός. |
| 21.192 | VfTBcFj διὰ γὰρ τὸ δεῖν αὐτὸν ἐπιλαβόμενον] ἐκέλευε γὰρ ὁ νόμος τοὺς ξένους προσκαλεῖν πρὸς τὸν ἄρχοντα, τοὺς δὲ ἀτίμους ἐπιλαμβάνεσθαι τῆς χειρὸς καὶ ἐξάγειν ἐκ τῆς θυμέλης. |
| 21.193 | VfTBcFj ὥσπερ ἂν εἰ ξένον τις ἐξαγαγεῖν ἐβούλετο] οὐ γὰρ ἐξῆν ἄλλως τὸν ξένον ἐξάγειν, ἀλλὰ προσκαλεσάμενον πρὸς τὸν ἄρχοντα. |
| 21.194 | VfTBcFj αὐτόχειρ ὀφθῆναι] ὅρα ὅπως τὸ τῶν ἀνδροφόνων ὄνομα ἔθηκεν ἐπὶ τῶν ὑβριστῶν, ἐγγὺς ποιῶν τὸ πλημμέλημα παρὰ ταῦτα, εἰ ἐκβάλλει τοῦ χοροῦ τὸν διδάσκαλον. |
| 21.195 | VfTBcFj τῶν ἀνηλωκότων πολλάκις] δοκεῖ μὲν καθόλου λέγειν περὶ τῶν χορηγῶν, μάλιστα δὲ αὑτόν· σημαίνει ὅτι πάντα τὰ ὄντα εἰς τὴν χορηγίαν ἀνάλωσεν. |
| 21.196 | VfTBcFj καὶ προορᾶσθαι τὰς ὑμετέρας βουλήσεις] ὅτι ‘κἂν ᾖ νόμιμον, οὐ ποιεῖτε δι’ εὐσέβειαν‘. |
| 21.197 | ἐβούλετο γὰρ ὁ δῆμος μηδένα θόρυβον γίνεσθαι κατὰ τὴν ἑορτήν· διὰ τοῦτο γὰρ κἂν παρανόμως τις ἠγωνίζετο, οὐ συνεχώρουν αὐτὸν ἐξάγεσθαι, ἀλλὰ τότε μὲν ἀγωνίζεσθαι, μετὰ ταῦτα δὲ κρίνεσθαι προσέταττον. VfTBcFj 〈πολλῶν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι〉] τρίτος τόπος ἀπὸ τοῦ ἐναντίου. |
| 21 198a | F 2 YLS πολλῶν . |
| 21 198b | .. Ἀθηναῖοι] πληρώσας καὶ τὸν ἀπὸ τοῦ ἐλάττονος τόπον μετῆλθεν ἐπὶ τὸν τοῦ ἐναντίου. οὗτος δέ ἐστι τοιοῦτος· ‘Ἰφικράτης καὶ Χαβρίας ἐχθροὶ γινόμενοί τισιν, ὁ μὲν Διοκλεῖ ὁ δὲ Φιλοστράτῳ, τοιοῦτον οὐδὲν ἐποίησαν, οὐκ ἐσθῆτας ἠφάνισαν, οὐ στεφάνους διέφθειραν, οὐκ ἄλλο οὐδέν, Μειδίας δὲ τἀναντία τούτων ἐποίησεν, ὥστε τἀναντία ἐκείνοις πράξει. εἰ τοίνυν ἐκεῖνοι θαυμαστοὶ τῆς ἐπιεικείας, μισητέος ἄρα τῆς θρασύτητος οὗτος.‘ ἰστέον δὲ ὅτι τὸν ἀπὸ τοῦ μείζονος τόπον ἔθηκε πρῶτον, ἐπειδὴ νεωστὶ ἐπέπαυτο δεικνὺς οὐκ ἄξιον εἶναι συγγνώμης τὸν Μειδίαν καὶ ἀναγκαῖον ἦν τῷ μείζονι χρήσασθαι πρὸς τὸ μέλλον κινῆσαι τοὺς ἀκούοντας εἰς ὀργήν, δεύτερον δὲ τὸν ἀπὸ τοῦ ἐλάττονος (ἕπονται γὰρ ἀλλήλοις οἱ τόποι, καὶ ὁπότερος ἂν αὐτῶν ῥηθῇ πρότερος, ἀνάγκη τὸν ἄλλον δεύτερον ἕπεσθαι), τρίτον δὲ τὸν ἀπὸ τοῦ ἐναντίου παραλιπὼν τὸν ἀπὸ τοῦ ἴσου, διότι ὁ μὲν ἀπὸ τοῦ ἐναντίου σφοδρότητα ἐκίνει τοῖς ἀκούουσιν ὥσπερ οἱ πρότεροι, ὁ δὲ ἀπὸ τοῦ ἴσου ἠθικήν τινα ἔχων ἐπιτίμησιν ἀμβλύτερος ἦν· τοῦτο δὲ πόρρω σφοδρότητος. εἰκότως οὖν ἔθηκεν αὐτὸν πλησίον τῆς πηλικότητος, ἵνα τὴν ἀμβλύτητα τοῦ τόπου διὰ τῆς αὐξήσεως τῆς κατὰ πηλικότητα μᾶλλον ὀρθώσῃ ἢ καὶ συσκιάσῃ τὸ ἠθικὸν αὐτοῦ διὰ [τε] τῶν πραγματικῶν τόπων, τοῦ πρός τι καὶ τῆς πηλικότητος. VfTBcFj Τισίαν τὸν Ἰφικράτους ἀδελφὸν] ἰδοὺ γὰρ καὶ τῆς τύχης παρασχούσης τὴν πρόφασιν (ἠδύνατο γὰρ διὰ τὸν ἀδελφὸν ἐπηρεάσαι) οὐκ ἐτόλμησεν. |
| 21.199 | VfTBcFj φρονῶν δ’ ἐφ’ ἑαυτῷ τηλικοῦτον] πρῶτος γὰρ Ἰφικράτης τιμῶν ἔτυχεν ὧν Ἁρμόδιος καὶ Ἀριστογείτων. |
| 21.200 | Κόνωνος μὲν γὰρ πρώτου χαλκοῦς ἀνδριὰς ἔστη, ἀλλὰ τούτῳ μόνῳ ἐτιμήθη· Ἰφικράτης δὲ καὶ τὰς ἄλλας δωρεὰς τὰς ἐκείνοις ψηφισθείσας ἔλαβεν, ὥστε καί τινα τῶν ἀφ’ Ἁρμοδίου δικάσασθαι τῷ Ἰφικράτει περὶ τῶν δωρεῶν ὡς ἀναξίως λαβόντι. καὶ ἔστι Λυσίου λόγος εἰς Ἰφικράτην (fr. 8 Sau.) ἀναφερόμενος, ἔχων τὴν ἐπιγραφὴν ‘περὶ τῶν ἑαυτοῦ δωρεῶν‘, ἐν ᾧ σκωφθεὶς εἰς δυσγένειαν παρὰ τοῦ κατηγόρου φησὶν ὅτι ‘τὸ μὲν ἐμὸν γένος ἀπ’ ἐμοῦ τὴν ἀρχὴν τοῦ γνωρίζεσθαι λαμβάνει, τὸ δὲ σὸν μέχρι σοῦ τὴν δόξαν ἔστησεν‘. ἦν γὰρ ὁ Ἰφικράτης ἐκ σκυτέων γεγονώς, ηὐδοκίμησε δὲ διὰ ταύτην τὴν πρόφασιν. στρατιώτης ὢν καὶ ναυμαχῶν ἐπήδησεν ἀπὸ τῆς αὑτοῦ νεὼς εἰς πολεμίαν τριήρη καὶ τὸν στρατηγὸν τῶν πολεμίων ἐναγκαλισάμενος μετῆλθεν αὖθις ἔχων αὐτὸν εἰς τὴν οἰκείαν τριήρη, καὶ διὰ τοῦτο τῆς ἀριστείας ἐπαινεθεὶς στρατηγὸς ἐχειροτονήθη καὶ παρὰ πάντας τοὺς στρατηγοὺς τοὺς τότε μείζω τὴν πόλιν ὠφείλησεν. VfTBcFj 〈οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίασ〉] δύο πεποίηκεν ἐν ταὐτῷ· καὶ κατὰ ἀναίρεσιν εἰσήγαγεν ὅπερ οἰκεῖον τοῖς ἀπὸ τοῦ ἐναντίου ἐπιχειρήμασι, καὶ ταῦτα εἶπεν ἐκεῖνον μὴ πεποιηκέναι, ἅπερ αὐτὸς ὑπὸ Μειδίου πέπονθε. |
| 21 201a | f 4 YLS τοῦτο γὰρ ἴδιον Δημοσθένους, τὸ πολλάκις τὰ αὐτὰ λέγοντα φεύγειν τὸ προσκορὲς διὰ τῆς ἐξαλλαγῆς τῶν μεθόδων καὶ τῶν σχημάτων. |
| 21 201b | VfTBcFj ἠνείχετο] τὴν καρτερίαν δηλοῖ, ὅτι καὶ ἀνιώμενος ὑπέφερεν. |
| 21.202 | VfTBcFj 〈πάλιν Φιλόστρατον〉] δεύτερον παράδειγμα ἀπὸ τοῦ ἐναντίου. |
| 21 203a | F 4 YLS καὶ γὰρ Χαβρίας γενόμενός τισιν ἐχθρὸς οὐδὲν ὧν Μειδίας ἐποίησεν. |
| 21 203b | VfTBcFj τὴν περὶ Ὠρωποῦ κρίσιν] ὁ Χαβρίας ἔπειθε Θηβαίοις βοηθῆσαι Ἀθηναίους, ὅτε ἐκινδύνευον, εἶτα σωθέντες ἀπέσπασαν τὸν Ὠρωπόν, χωρίον ἐν τοῖς ὁρίοις κείμενον· ὑπωπτεύθη οὖν ὁ στρατηγὸς ὡς συνειδὼς καὶ προδοσίας ἐκρίθη. |
| 21.204 | τὸ δὲ ‘θανάτου‘ ἢ τὸ ‘περὶ‘ κοινῶς, ἵνα ᾖ ‘τὴν περὶ θανάτου‘, ἢ ἐλλειπῶς, ‘ὅτε ἐκρίνετο τὴν περὶ Ὠρωποῦ κρίσιν‘, ἵν’ ᾖ ‘θανάτου πικρότερον γενόμενον‘· ἵνα μή τις ὑπολάβῃ ὅτι ἡ πραότης τοῦ γραψαμένου καταφρονεῖν παρεσκεύασεν. VfTBcFj καὶ πάντων τῶν κατηγόρων πικρότατον] τῶν μὲν γὰρ ἄλλων εἰς χρήματα τιμωμένων τῷ Χαβρίᾳ μόνος ἐκεῖνος θανάτου ἐτιμήσατο. |
| 21.205 | VfTBcFj Ἡράκλεις] ἐν τοῖς ἄγαν κακοῖς ἐπεκαλοῦντο τὸν θεὸν ὡς ἀλεξίκακον. |
| 21.206 | VfTBcFj εἰ γὰρ ἑκάστῳ τῶν χορηγούντων] πληρώσας καὶ τὸν ἀπὸ τοῦ ἐναντίου τόπον ἐπιλογικῇ ἐκβάσει ἐχρήσατο τελικὸν ἐχούσῃ κεφάλαιον ὅτι ‘οὐδεὶς ἐθελήσει χορηγὸς ἑκὼν καταστῆναι μέλλων τοιαῦτα πάσχειν ὑπὸ τῶν ἐχθρῶν‘. |
| 21.207 | σύνηθες δὲ αὐτῷ πληρώσαντι κεφάλαιον ἐπιλογίζεσθαι. VfTBcFj ὅστις ἑκὼν ἂν μίαν δραχμὴν] ἐπειδὴ κατ’ ἀνάγκην καθίσταντο χορηγοί, διὰ τοῦτο εἶπε ‘τοὺς ἐκ προαιρέσεως φιλοτιμεῖσθαι βουλομένους ἀπείρξετε‘. |
| 21.208 | VfTBcFj 〈ἐγὼ τοίνυν〉] ἐντεῦθεν ἐπὶ τὸν τοῦ ἴσου μεταβαίνειν βούλεται τόπον καὶ κέχρηται προεπαγγελίᾳ. |
| 21.209 | σύνηθες γὰρ καὶ τοῦτο τῷ Δημοσθένει. F 4 YLS καίτοι πᾶσιν ὑμῖν] ἐντεῦθεν εἰς τὸν ἀπὸ τοῦ ἴσου τόπον μεταβῆναι βούλεται. |
| 21.210 | VfTBcFj 〈ἐχρῆν γὰρ αὐτὸν〉] τέταρτος τόπος ἀπὸ τοῦ ἴσου. |
| 21.211 | F 4 YLS ἐμοὶ δέ, ὃς εἴτε τις, ὦ ἄνδρες Ἀθηναῖοι] τοῦτό ἐστιν ἠθικόν· ἐπαινεῖ γὰρ αὑτοῦ τὴν φιλοτιμίαν· καὶ ἵνα μὲν αὐξήσῃ τὸ ἀνάλωμα, μανίαν αὑτοῦ κατηγόρησεν, ἐκ τοῦ καθόλου πιστωσάμενος ὅτι πάντα τὰ ὑπὲρ δύναμιν μανία ἐστίν. |
| 21.212 | ἵνα δὲ μὴ ἀλογίας ὄντως φανῇ τὸ ἀνάλωμα, προσέθηκεν ‘εἴτε καὶ φιλοτιμία‘, δεικνὺς ὅτι ‘διὰ φιλοτιμίαν μικροῦ τὰ τῶν μαινομένων ἔπραξα‘. VfTBcFj ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων] ταύταις ταῖς προσθήκαις τὸ ἰδιωτικὸν εἰς τὸ δημόσιον μεθίστησιν. |
| 21.213 | VfTBcFj εἰ τοίνυν τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι] πληρώσας ἅπαν τὸ πρός τι μετῆλθεν ἐπὶ τὴν πηλικότητα, ἥτις περιέχει μὲν αὔξησιν καὶ αὐτὴ τοῦ πραχθέντος, διαφόρως δὲ ἢ κατὰ τὸ πρός τι· ἐν ἐκείνῳ μὲν γὰρ τὸ δημόσιον ηὔξησεν, οἷον τὸ κατὰ τὸν χορηγόν, ἐν ταύτῃ δὲ τὸ ἰδιωτικὸν τὸ κατὰ τὰς πληγάς. |
| 21 214a | καὶ τὸ μὲν πρός τι τῶν ἐν αὐτῷ τῷ θεάτρῳ καὶ τῇ πανηγύρει πραχθέντων ἔχει τὴν ἐξέτασιν, ἡ δὲ πηλικότης καθόλου περὶ ὕβρεως ποιεῖται τὸν λόγον, ὅτι δεινὸν ἡ ὕβρις, ὥστε ἐκεῖ μὲν τὸ ἰδιωτικόν, ἐνταῦθα δὲ τὸ γενικὸν ἐξετάζεσθαι. καὶ ἐν μὲν τῷ πρός τι παντὶ προσάγει τὴν αὔξησιν, ἐν δὲ τῇ πηλικότητί τινα καὶ ἐλάττωσιν. αὔξει μὲν γὰρ τὴν Μειδίου θρασύτητα, καθαιρεῖ δὲ τὴν ἑαυτοῦ γνώμην ὡς ἔλαττον τοῦ προσήκοντος ἐπὶ τοῖς γινομένοις παροξυνθεῖσαν. ἴδιον δὲ μάλιστα πηλικότητος μὴ μόνον αὔξειν, ἀλλά τινα καὶ μειοῦν. κἀκεῖ μὲν ὡρισμένους τόπους ἐγύμνασεν, ἐνταῦθα δὲ ἁπλῶς ἀορίστως τὰ ἐμπίπτοντα παραλαμβάνει πρὸς αὔξησιν. ἔτι πρὸς τούτοις ἐν παντὶ τῷ λόγῳ πρῶτον μὲν τάττει τὰ δημόσια, δεύτερον δὲ τὰ ἰδιωτικά, ἵνα διὰ τῆς ἐκείνων προλήψεως καὶ ταῦτα ὡς δημόσια φαίνηται. καὶ νῦν οὖν εἰκότως δευτέραν ἔταξε τὴν πηλικότητα τοῦ πρός τι· καὶ γὰρ τὸ ἰδιωτικὸν ἐν αὐτῇ περιείληφεν· ἐξ ἀντιθέσεως δὲ ἐπήγαγε τὴν πηλικότητα· τοῦτο δὲ ἐν ὅρῳ γίγνεται μόνῳ. ἐν γὰρ ταῖς στάσεσιν ἡ πηλικότης ἐπιλογικὴν ἔχει τὴν χώραν· αὔξησιν γὰρ ἔχει· τῶν δὲ ἐπιλόγων ἡ αὔξησις. ἐν ὅρῳ δὲ κεφαλαίου δύναμιν ἔχει διὰ τὴν φύσιν τοῦ ὅρου· ἐν γὰρ τοῖς ὅροις, ἐν οἷς μάλιστα ὁμολογεῖται τὸ πεπραγμένον, περὶ αὔξησίν ἐστιν ἡ πᾶσα ζήτησις τῶν κεφαλαίων, τοῦ μὲν κατηγόρου τὸ μεῖζον ἐπάγοντος, τοῦ δὲ φεύγοντος ἐπὶ τὸ ἔλαττον ἀποκλίναντος· ὥστε οὐδὲν κωλύει καὶ τὴν πηλικότητα αὔξησιν ἔχουσαν κεφαλαίου ἔχειν τὴν ἐργασίαν, τοῦ μὲν αὔξοντος ἐν αὐτοῖς, τοῦ δὲ μειοῦντος. παρὰ δὲ τῶν δικαστῶν εἴληφε τὴν ἀντίθεσιν εἰκότως. ἔστι γὰρ περὶ τιμήματος ὁ λόγος· τὸ δὲ τιμᾶσθαι τοῦ τε κατηγόρου καὶ τῶν δικαστῶν ἐστιν. συνήθως δὲ κἀνταῦθα τὴν δύναμιν τῆς ἀντιθέσεως ἐνήλλαξεν. οὕτω γὰρ ἂν ὁ Μειδίας προήγαγεν· ‘ἀλλ’ οὐδὲν πέπονθας δεινόν, Δημόσθενες· οὔτε γὰρ σκέλος ἐπηρώθης οὔτε χεῖρας συνετρίβης οὔτ’ ἄλλο τηλικοῦτον οὐδέν. πῶς οὖν αὔξεις τὸ πρᾶγμα καὶ θανάτου τιμᾷς;‘ ἴδωμεν οὖν καὶ ταύτην τὴν ἀντίθεσιν· ‘οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὡς ἐγὼ τῷ λόγῳ τὸ πρᾶγμα νῦν αἴρω‘. τοιαύτη ἦν ἡ ἀντίθεσις τοῦ Μειδίου, ἐλαττοῦσα τὸ γινόμενον, ὡς ἄρα ἱκανὸς τὰ μικρὰ ἐγεῖραι τῷ λόγῳ· δεινὸν γὰρ οὐδὲν ἐκ τούτων συμβέβηκεν. ἀλλ’ οὗτος τὴν πρώτην εἰσαγωγὴν τῆς ἀντιθέσεως παρὰ τῶν δικαστῶν ἔλαβεν, ἵνα δείξῃ τὸν μὲν Μειδίαν οὐκ ἔχοντα λοιπὸν ὅ τι ἀπολογήσεται, τοὺς δὲ δικαστὰς ἀμφιβάλλοντας περὶ τοῦ τιμήματος. δῆλον οὖν ἐκ τούτων ὅτι πηλικότης ἐστὶν ἡ ἐξεταζομένη· περὶ γὰρ ποσότητος τοῦ τιμήματός ἐστιν ἡ ζήτησις. VfTBcFj ἐνταῦθα ἡ πηλικότης, ἥτις περιέχει μὲν αὔξησιν τοῦ πραχθέντος, διαφόρως δὲ ἢ κατὰ τὸ πρός τι. |
| 21 214b | ἐξ ἀντιθέσεως δὲ εἰσήχθη, ἥτις ἐν ὅρῳ γίνεται μόνῳ· ἐν γὰρ ταῖς ἄλλαις στάσεσιν ἡ πηλικότης ἐπιλογικὴν ἔχει χώραν· αὔξησιν γὰρ ἔχει τῶν ἐπιλόγων· ἐν ὅρῳ δὲ κεφαλαίου δύναμιν ἔχει διὰ τὴν στενότητα τῶν ἐν τῷ ὅρῳ κεφαλαίων. F 4 YLS σημείωσαι, ἡ πηλικότης. |
| 21 214c | F 2 οὐ γάρ ἐστι δίκαιον] οὐδέν, φησί, γέγονε δεινὸν οὐδὲ φόνος ἢ πήρωσις διὰ τὴν ἐμὴν ἐπιείκειαν, οὐ διὰ τὴν Μειδίου. |
| 21 215a | ὁ μὲν γὰρ πάντα τὰ εἰς αὐτὸν ἥκοντα πεποίηκεν, ἐγὼ δὲ μὴ βουληθεὶς ἀμύνασθαι παρέσχον ἀφορμὴν τοῦ μηδὲν ἀνήκεστον γενέσθαι. VfTBcFj ἀντίθεσις. |
| 21 215b | F 2 Y 〈ἀλλὰ τὸν μὲν〉] σημείωσαι, τῆς πηλικότητος ἀντίθεσις καὶ ταύτης λύσις. |
| 21.216 | F 2 Y οὐδὲ γὰρ αὖ τοῦτ’ ἔστιν εἰπεῖν] αὕτη ἦν ἡ ἐξ ἀρχῆς τοῦ Μειδίου ἀντίθεσις· ‘τῷ λόγῳ τὰ πράγματα φοβερὰ ποιεῖς οὐδενὸς δεινοῦ γεγονότοσ‘. |
| 21 217a | ὁ δὲ ἐν ἀρχῇ μὲν ἐφοβήθη θεῖναι, προλαβὼν δὲ ταῖς λύσεσι καὶ ταῖς κατασκευαῖς τὸν ἀκροατὴν ὅτι ‘διὰ τὴν ἐπιείκειαν τὴν ἐμὴν οὐδὲν γέγονε δεινόν‘, τότε ἔθηκε φανερῶς ὅτι ‘οὐκ ὠφελεῖται Μειδίας ταῦτα προβαλλόμενοσ‘, δεδειγμένου τοῖς δικασταῖς ὅτι οὐ δι’ ἐκεῖνον, ἀλλὰ δι’ αὐτὸν οὐδὲν ἀνήκεστον γέγονεν. VfTBcFj ἐπίκρισις τὸ σχῆμα. |
| 21 217b | F 2 L 〈ἀλλ’ ἴσασιν ἅπαντεσ〉] πρώτας τίθησι τὰς παραδειγματικὰς πίστεις (F 4 YLS) πιθανωτέρας οὔσας τοῖς ἀκούουσιν. |
| 21 218b | οὐ μὴν ἐπὶ τούτων ἔστιν εἰπεῖν ἀπὸ τοῦ μείζονος ἢ ἀπὸ τοῦ ἐλάττονος, ὥσπερ ἐν τῷ πρός τι· οὐδὲν γὰρ τοιοῦτον ἐν αὐταῖς καταφαίνεται. VfTBcFj ἰσχυρός τις ἦν, μέλας] ἐκ πολλῶν σημείων ἐπιφέρει τὴν μνήμην, ἔχει δὲ καὶ τῆς ὕβρεως ἔμφασιν. |
| 21.219 | ὁ παγκρατιαστὴς ὁ γεγυμνασμένος ἐν τῷ τύπτεσθαι, φησί, καὶ φέρειν πληγὰς ἐπιστάμενος οὐκ ἤνεγκε τυπτηθείς· ἡ γὰρ ὕβρις τὴν ὀργήν, οὐχ ὁ πόνος ἐκίνησεν. ἀμφιβόλου δὲ ὄντος τοῦ ῥηθέντος εἴη ἂν ὁ μὲν Εὔθυνος ὁ λυπήσας, ὁ δὲ ἀποκτείνας ὁ Σώφιλος. VfTBcFj 〈ἐν συνουσίᾳ τινὶ καὶ διατριβῇ〉] τετραπλῆ ἐστιν ἡ τῆς πηλικότητος ἐργασία· καθαιρεῖ τὰ τῶν ἄλλων ὅτι ‘μικρὰ παθόντες μεγάλως ἠμύναντο‘, καὶ αὔξει τὰ καθ’ ἑαυτὸν ὅτι ‘μεγάλα παθὼν οὐδ’ ὅλως ἠμυνάμην‘, καὶ πάλιν αὔξει μὲν τὴν Μειδίου θρασύτητα, καθαιρεῖ δὲ τὴν ἑαυτοῦ γνώμην ὡς ἔλαττον τοῦ δέοντος παροξυνθεῖσαν. |
| 21 220a | F 2 YL ἐξ ὧν ἐπιείκειαν ἑαυτῷ μαρτυρεῖ. |
| 21 220b | καὶ πρῶτον μὲν τὰ τῶν παθόντων ἐλαττοῖ. Σώφιλος καὶ Εὐαίων ἰδίᾳ τυπτηθέντες, καὶ φίλων ἐναντίον καὶ ἐν δείπνῳ καὶ ἔνθα μὴ βαδίζειν ἐξῆν αὐτοῖς, ὅμως οὕτως ὠργίσθησαν, ὥστε καὶ ἀποκτεῖναι τοὺς ὑβρίσαντας. ἐγὼ δὲ ἐν θεάτρῳ πάντων ἐναντίον τῶν Ἑλλήνων, καὶ οὗ πολλὴ ἦν ἀνάγκη βαδίζειν, ἐτυπτόμην, ἀλλ’ ὅμως οὐκ ἠμυνάμην. οὐκοῦν ἐν τούτοις ηὔξησεν ἃ πέπονθεν αὐτός. VfTBcFj ἴσασιν Εὐαίωνα πολλοὶ] μέμφονται τοῦτο ὡς ἀσαφῶς ἀπηγγελμένον. |
| 21.221 | ἄδηλον γὰρ τίς ὁ τυπτήσας ἢ τίς ὁ φονευθεὶς καὶ πότερον Βοιωτὸς ἦν ὁ ἀποκτείνας ἢ Εὐαίων. αἴτιον δὲ τῆς ἀσαφείας τὸ ὁμοιόσχημον τῆς ἀπαγγελίας. πάντα γὰρ τὰ ὀνόματα κατὰ πτῶσιν αἰτιατικὴν προήγαγεν. VfTBcFj οὐδὲ τὸ τύπτεσθαι τοῖς ἐλευθέροις] ἔδειξεν ὅτι τοῦ καθόλου καὶ γενικοῦ αὔξησιν ποιεῖται, συνεμφαίνει δὲ οὐδὲν ἧττον ἐν τῷ καθόλου τὸ καθ’ αὑτόν. |
| 21.222 | καὶ τὸ ‘ἐφ’ ὕβρει‘ δὲ καλῶς προσέθηκεν. VfTBcFj πολλὰ γὰρ ποιήσειεν ὁ τύπτων] διατυπώσει κέχρηται. |
| 21.223 | ἴδιον δὲ μάλιστα τῆς πηλικότητος ἡ διατύπωσις, ἐπειδὴ ὑπ’ ὄψιν ἄγουσα τὰ πράγματα πλείω ποιεῖ τὴν αὔξησιν. ἔχει δὲ συγγένειαν πλείστην πρός τε ἔκφρασιν καὶ διήγησιν. ἐν ἅπασι γὰρ τούτοις ἔκθεσίς ἐστι πραγμάτων γεγονότων, ἀλλὰ τὸ μὲν διήγημα ἁπλῆν καὶ ἀκατάσκευον ἔχει τὴν ἔκθεσιν, ἡ δὲ διατύπωσις τὸ πᾶν ἐν αὐξήσει καὶ ἐναργείᾳ κεῖται. καὶ αὖ τὸ μὲν διήγημα κατ’ ἀκολουθίαν πρόεισι τοῖς συνδέσμοις ἑνούμενον, ἡ δὲ διατύπωσις κομματική ἐστι καὶ ἀπόλυτος δι’ ἐξαλλαγῆς σχημάτων προϊοῦσα. VfTBcFj ὅταν ὡς ὑβρίζων] ταῦτα δὲ διὰ τοὺς πατέρας καὶ διὰ τοὺς διδασκάλους, οἵτινες οὐ δι’ ἔχθραν, ἀλλ’ ἐπὶ νουθεσίᾳ τύπτουσιν. |
| 21 224a | VfTBcFj σημείωσαι, ἐπαναφορά. |
| 21 224b | F 2 YL ὅταν κονδύλοις] ἃ πέπονθεν αὐτός, ταῦτα ἐν τῷ καθόλου προάγει φεύγων τὸ φανερῶς ἑαυτὸν ὑβρίζειν. |
| 21.225 | οὕτω καὶ ἐν τῷ περὶ στεφάνου (18, 10) ‘εἰ μὲν ἴστε τοιοῦτον‘ διὰ τῆς ἐμφάσεως μόνης ἀπελύσατο τὰς βλασφημίας. VfTBcFj ὅταν ἐπὶ κόρρης] τῆς κεφαλῆς, τουτέστιν ἐπὶ κόρσης, ὥσπερ μυρρίνη καὶ μυρσίνη. |
| 21.226 | VfTBcFj ταῦτα ἐξίστησιν ἀνθρώπους] ἔξω ἑαυτῶν γενέσθαι καὶ μανῆναι ποιεῖ, καὶ τὸ αἴτιον ποῖον; ἀήθεις ὄντας· ταράττει γὰρ τὸ ἀπροσδόκητον καὶ οὐκ εἰθισμένον. |
| 21.227 | VfTBcFj ὅσῳ πλείονα ὀργὴν ἐμοὶ προσῆκε] τοῦτό ἐστιν, ἐν ᾧ τὴν ἑαυτοῦ γνώμην ἐλαττοῖ μετὰ τῶν παθόντων, αὔξει δὲ τὰ καθ’ ἑαυτόν. |
| 21.228 | VfTBcFj ὁ μέν γε ὑπὸ γνωρίμου] τῇ διαφορᾷ προσάγει τὴν αὔξησιν. |
| 21.229 | VfTBcFj καὶ τούτου μεθύοντος] ὑπέθετο γὰρ εἶναι συμπόσιον. |
| 21.230 | VfTFj οἷ μηδὲ βαδίζειν ἐξῆν αὐτῷ] τοῦτο δι’ ἑαυτὸν καὶ τὴν ἀνάγκην τῆς λειτουργίας ἔφησεν, ὅτι ‘〈ὁ〉 μὲν εἰ ὑπώπτευέ τινα ἔσεσθαι ἀηδίαν ἑαυτῷ, ἐδύνατο καὶ φυλάττεσθαι καὶ μὴ ἀπελθεῖν εἰς τὸ δεῖπνον, ἐμοὶ δὲ τοῦτο οὐκ ἐξῆν μέλλοντι χορηγεῖν‘. |
| 21.231 | VfTBcFj καὶ ἐμαυτὸν μέν γε, ὦ ἄνδρες Ἀθηναῖοι, σωφρόνως, μᾶλλον δὲ εὐτυχῶς] εἰ μὲν γὰρ δεινὰ παθὼν ἐσωφρόνησε καὶ οὐκ ἐξήχθη, θαύματος ἄξιος· εἰ δὲ λέγων πάνδεινα πάσχειν οὐκ ὠργίσθαι φησίν, ἀπίθανον τὸ τοιοῦτον· διὸ προσέθηκε ‘μᾶλλον δὲ εὐτυχῶσ‘, ἵνα μὴ γνώμης μόνον, ἀλλὰ καὶ εὐτυχίας φανῇ τὸ ἐπισχεῖν τὴν ὀργήν. |
| 21.232 | ἢ αὐξῆσαι βουλόμενος ἐπὶ πλέον τὴν διόρθωσιν ἔθηκεν. τὰ μὲν γὰρ μικρὰ καὶ 〈διὰ〉 τῶν λογισμῶν διαφεύγομεν, ὅσα δὲ ὑπερβαίνει φύσιν ἀνθρωπίνην, τύχῃ δεξιᾷ κατορθοῦμεν. VfTBcFj καὶ τῶν δικασάντων τότε πολλοί] νέμει τῷ πεφονευκότι συγγνώμην, ἵνα μὴ δοκοίη αὐτὸς διὰ τὸ πεπονθέναι λέγειν. |
| 21.233 | VfTBcFj μιᾷ μόνον ἁλῶναι ψήφῳ] περιττῇ δηλονότι, οἷον, εἰ τύχοι, τριάκοντα ἐκομίζοντο κατ’ αὐτοῦ καὶ τοσαῦται ὑπὲρ αὐτοῦ. |
| 21.234 | οὐκοῦν αἱ καταγιγνώσκουσαι ὑπὸ τῶν ἑτέρων ἐξωθοῦντο· εἰ δὲ μία λείποι ταῖς τριάκοντα ταῖς ἀπογινωσκούσαις, ἡλίσκετο ὥστε μικρὰν διδόναι τιμωρίαν. VfTBcFj οὔτε κλαύσαντα] ἔμελλε γὰρ δακρύων ὀλίγου τὴν σωτηρίαν ὠνήσασθαι καὶ ἀπῆλθεν ἂν ἔχων τὴν νίκην μετὰ τὴν δέησιν. |
| 21.235 | VfTFj θῶμεν τοίνυν οὑτωσί] ἐξετάζει τὴν διάνοιαν τῶν κολασάντων. |
| 21.236 | VfTFj καταγνόντας] καταψηφισαμένους. |
| 21.237 | LS ma ἀλλ’ ὅτι τοῦτον τὸν τρόπον] ὥστε δεῖν μὲν ἀμύνασθαι, ὁ δὲ τρόπος τῆς ὑπερβολῆς μεμπτός. |
| 21.238 | VfTFj καὶ ταύτην τὴν ὑπερβολὴν] οἱ ἀνέντες δικασταὶ τὸν ὑβριστὴν ἄξιον εἶναι καὶ ταύτης τῆς μεγάλης ἀγανακτήσεως ἐνόμισαν. |
| 21.239 | σῶμα γὰρ ἐλεύθερον προπηλακίσας καὶ θανάτου τυχεῖν δίκαιος ἦν. ἔοικε δὲ ταῦτα τῆς κατὰ τὴν πηλικότητα εἶναι αὐξήσεως. VfTFj τί οὖν; ἐμοὶ τῷ τοσαύτῃ κεχρημένῳ] ἐπανῆλθεν ἐπὶ τὸ ἐξ ἀρχῆς ἐν τῇ ἀντιθέσει κείμενον ὅτι ‘οὐδὲν γέγονε δεινόν· τί οὖν ἐμοὶ θανάτου τιμᾶσθε;‘ καὶ συμπεραίνει τὴν πηλικότητα ‘διὰ τὴν ἐμὴν πρόνοιαν οὐδὲν γέγονε δεινόν· οὐκοῦν παρ’ ὑμῶν ὀφείλω κομίσασθαι τὴν ἄμυναν‘. |
| 21.240 | VfTBcFj 〈καὶ παράδειγμά γε πᾶσι γενέσθαι〉] συνήθως πάλιν τῇ ἐπιλογικῇ ἐκβάσει ἐχρήσατο. |
| 21 241a | F 4 YLS τοῦτο γὰρ εἴωθε ποιεῖν, ἐπειδὰν κεφάλαιον πληρώσας ἐφ’ ἕτερον μέλλῃ καταβαίνειν. |
| 21 241b | VfTBcFj 〈οἶμαι τοίνυν τινὰς ὑμῶν〉] πληρώσας πάντα τὰ κεφάλαια τὰ περὶ τὸ κρινόμενον πρᾶγμα εἰσβάλλει λοιπὸν εἰς τὴν παρέκβασιν. |
| 21 242a | παρέκβασις δέ ἐστι λόγος ἐξαγώνιος μέν, συναγωνιζόμενος δὲ πρὸς τὸν ἀγῶνα. F 2 YLS βούλεται οὖν διηγήσασθαι τὴν ἔχθραν τὴν ἀρχαίαν, ἥτις κατάστασις μὲν ἦν τοῦ ἀγῶνος, ἐπειδὴ δὲ ἰδιωτικὸν ἐποίει τὸν ἀγῶνα, διὰ τοῦτο ἐν ἀρχῇ μὲν παρῃτήσατο θεῖναι, νῦν δὲ εἰσάγει λοιπὸν ὅτε ἀποδέδεικται δημόσιος ὢν ὁ ἀγών. |
| 21 242b | ὥσπερ γὰρ καθ’ ἕκαστον κεφάλαιον πρῶτον εἰσήγαγε τὸ δημόσιον, οὕτω καὶ τῆς πάσης ἔχθρας καὶ τῶν εἰς αὑτὸν ἀδικημάτων πρῶτον μὲν ἐπήγαγεν ἅπερ ἔπαθε κατὰ τὴν ἑορτήν, δεύτερα δὲ τὰ κατὰ τοὺς ἄλλους χρόνους, ἵνα τὰ μὲν δημόσια τάξιν ἔχῃ προηγουμένου, τὰ δὲ ἰδιωτικὰ τοῦ ἑπομένου. ζητήσειε δ’ ἄν τις, εἰ τὰ τοιαῦτα ἐξαγώνια ὄντα μετὰ τῶν ἀγώνων τάττειν προσήκει ἢ ἐπιλογικὰ δεῖ καλεῖν αὐτά. ῥητέον οὖν ὅτι μέσην τινὰ φύσιν ἔχει τῶν τε ἀγώνων καὶ τῶν ἐπιλόγων. ᾗ μὲν γὰρ περὶ αὐτὸ τὸ πρᾶγμα τὸ κρινόμενον οὐχ ἵσταται, πλησιάζει τοῖς ἐπιλόγοις· ᾗ δὲ χωρεῖ δι’ ἀποδείξεως καὶ ἀδικημάτων ἑτέρων μνήμην ἔχει κατὰ τοῦ φεύγοντος, ἐπεγράφετο τοῖς ἀγῶσι· τὰ γὰρ τοιαῦτα συναγωνίζεται ἡμῖν πρὸς πίστιν τοῦ γιγνομένου ἐγκλήματος. οἱ δὲ ἐπίλογοι αὔξησιν μόνον ἔχουσι τοῦ προκειμένου πράγματος. διὸ καὶ μέσης φύσεως οὖσα ἡ παρέκβασις μέσην καὶ τάξιν τοῦ ῥήτορος εἴληφε· κεῖται γὰρ μεταξὺ τῶν ἀγώνων καὶ τῶν ἐπιλόγων· κέχρηται δὲ τῇ παρεκβάσει διὰ δύο προφάσεις, πρῶτον μὲν ἵνα δείξῃ καὶ τὰ περὶ τὴν ἑορτὴν πάντα κατὰ ἐπιβουλὴν γεγενημένα καὶ οὐ δι’ ὀργήν, ὡς Μειδίας φησίν (εἰ γὰρ παλαιὸς ἦν ἐχθρός, πρόδηλον ὅτι διὰ τὴν ἔχθραν ἑκὼν ἐπεβούλευε), δεύτερον δὲ ἵνα μᾶλλον εἰς ὀργὴν παροξύνῃ τοὺς ἀκούοντας. εἰ γὰρ καὶ ἐπὶ τοῖς νῦν ἀδικήμασι δικαίως ἂν ὀργισθεῖεν, πόσῳ μᾶλλον εἰ καὶ ἕτερα φαίνοιτο πρότερον; σφόδρα δὲ τεχνικῶς τὴν ἀνάγκην τοῦ διηγήματος ἀπὸ τῶν δικαστῶν ἔλαβε, πρῶτον μὲν ὑπὲρ αὐτοῦ τοῦ πράγματος, ἵν’, εἰ φαίνοιτο ἰδιωτικά τινα διηγούμενος, μὴ αὐτὸς ἑκὼν δόξῃ λέγειν, ἀλλ’ ὑπὸ τῶν δικαστῶν ἀναγκασθείς· ἔπειτα διὰ τὸ μῆκος τῆς παρεκβάσεως, ἵν’, εἴ τις ὄχλος ἐγγίνοιτο τῶν λεγομένων, ἑαυτοῖς ἐγκαλῶσι τοῖς ἀναγκάσασιν, ἀλλὰ μὴ τῷ ῥήτορι. ἠθικῶς δὲ οὐ διαβεβαιοῦται, ἀλλὰ στοχάζεται αὐτῶν τῆς γνώμης διὰ τοῦ ‘οἶμαι‘. καὶ τὸ ‘ποθεῖν ἀκοῦσαι‘ χαρίεν, ἵνα καὶ ὡς χαριζόμενος αὐτοῖς δόξῃ ποιεῖσθαι τὴν παρέκβασιν ἤτοι τὴν διήγησιν, ἣν καὶ παραδιήγησιν λέγομεν. VfTBcFj σημείωσαι, παρέκβασις. |
| 21 242c | F 2 L οὕτως ἀσελγῶς καὶ βιαίως] καὶ τὴν κατασκευὴν τοῖς δικασταῖς περιέθηκεν, ἵν’ εὐλόγως φαίνωνται τῆς ἀκροάσεως τῶν ἐξαγωνίων ἐπιθυμοῦντες. |
| 21.243 | VfTBcFj ὃ αὐτῷ προωφείλετο] οὐ γὰρ ἐμάνη τοσοῦτον Μειδίας, εἰ μὴ προηδίκητο μείζονα. |
| 21.244 | ἔχει δὲ καὶ ψυχαγωγίαν ὁ χρόνος· ἐν βραχεῖ γὰρ δηλώσειν αὐτοῖς ἐπαγγέλλεται. VfTBcFj ἵν’ εἰδῆτε ὅτι καὶ τούτων ὀφείλων δίκην] οὕτως ἔδειξε τὴν χρείαν τοῦ διηγήματος. |
| 21.245 | VfTBcFj ἔσται δὲ περὶ αὐτῶν βραχὺς ὁ λόγος] φιλανθρωπότερος ὤφθη τῶν δικαστῶν, εἴπερ ὑπισχνεῖται δι’ ὀλίγων δηλώσειν ἅπερ ἐκεῖνοι διὰ πολλῶν ἤλπιζον. |
| 21.246 | VfTBcFj ἡνίκα τὰς δίκας ἔλαχον] πληρώσας τὸ προοίμιον εἰσέβαλεν εἰς αὐτὰ τὰ διηγήματα καί φησιν ‘ἡνίκα τὰς δίκας ἔλαχον‘. |
| 21.247 | πολλὴν δὲ ἐν τούτοις αὑτοῦ μὲν ἐπιείκειαν, Μειδίου δὲ τὴν ὠμότητα δείκνυσιν, εἴπερ αὐτὸς μὲν διὰ χρηστότητα καὶ τῶν πατρῴων ἐκινδύνευε στερηθῆναι, Μειδίας δὲ παρὰ τὸν καιρὸν τῆς δίκης ἐπέθετο τῷ δυστυχοῦντι. VfTBcFj μειρακύλλιον ὢν κομιδῇ] τὸ ‘κομιδῇ‘ προσκείμενον ἔμφασιν δίδωσιν, ὡς οὐδεμιᾶς ἔχθρας λαβὴν παρέχειν ἠδύνατο οὐδὲ ἀδικίας ὁ τοιαύτην ἄγων τὴν ἡλικίαν. |
| 21.248 | καθεῖλε δὲ τὴν ἡλικίαν αὑτοῦ διὰ τὸ χρήσιμον, ἵνα λύσῃ τὸ ἀντιπῖπτον ‘τί οὖν, εἰ παρέσχες τὴν πρόφασιν τῆς ἔχθρας θρασὺς ὤν;‘ ὁ δὲ ἀπίθανον ἔδειξε τὸ τοιοῦτο τῷ ὑποκοριστικῶς τὴν ἡλικίαν ἐλαττῶσαι, ὅτι μειρακύλλιον ἦν κομιδῇ, τῶν δὲ τοιούτων οὐκ ἔστι τὸ θρασύνεσθαι πρὸς τοὺς πρεσβυτέρους. VfTBcFj καὶ τοῦτον οὐδ’ εἰ γέγονε εἰδὼς] τὸ ἀφελὲς καὶ ἀπερίεργον διὰ τῆς ἡλικίας ἔδειξε. |
| 21.249 | ‘πῶς θρασὺς ὁ τοιοῦτος;‘ VfTBcFj ὡς μηδὲ νῦν ὤφελον] ἡ γὰρ πεῖρα τὴν βλάβην προὐξένησεν. |
| 21.250 | ὀργῆς δὲ καὶ βαρύτητος ἔμφασις. VfTBcFj τότε μοι μελλουσῶν εἰσιέναι τῶν δικῶν] καὶ τοῦτο δὲ ἀφελῶς· τὴν γὰρ δίκην ὡς πρόσωπον ἐποίησεν, ‘εἰσιέναι‘ εἰπών. |
| 21.251 | τὴν ἐκ προνοίας δὲ αὐτῶν ἐπιβουλὴν ἔδειξεν· ‘ἐπετήρησαν γὰρ ὅτε ἔμελλον δικάζεσθαι πρὸς τοὺς ἐπιτρόπους, ἵνα μὲ καὶ τῆς ὁδοῦ τῆς εἰς τὸ δικαστήριον ἐκκρούσωσιν‘. VfTBcFj εἰς ἡμέραν ὡς περὶ τετάρτην] πρὸ τεττάρων ἢ πέντε ἡμερῶν. |
| 21.252 | δηλοῖ δὲ τὴν πονηρίαν Μειδίου, εἴ γε τὸν ἄλλον χρόνον ἀφεὶς τότε αὐτῷ μᾶλλον ἐπέθετο, ἵνα στερηθῇ τῶν πατρῴων. διὰ δὲ τῆς ‘εἰσεπήδησαν‘ λέξεως τὴν βίαν αὐτῶν καὶ τὴν θρασύτητα ἔδειξεν. VfTBcFj καὶ ἦν ὁ ἀντιδιδοὺς Θρασύλοχος] νόμος ἦν παρ’ Ἀθηναίοις, εἴ τις προβληθεὶς τύχοι εἰς τριηραρχίαν ἀπέρχεσθαι, εἰ δὲ μὴ βούλοιτο ἐκεῖνος, λαμβάνειν μὲν τὴν τοῦ νομιζομένου οὐσίαν, διδόναι δὲ τὴν ἑαυτοῦ καὶ οὕτω τριηραρχεῖν. |
| 21.253 | τοῦτο Θρασύλοχος ἠξίου Δημοσθένη τότε ποιεῖν, εἰ μὴ βούλοιτο ὑποδέξασθαι τὴν τριηραρχίαν, ἀντιδοῦναι τὴν οὐσίαν τῷ Θρασυλόχῳ καὶ λαβεῖν αὐτὸν τὴν ἐκείνου. VfTBcFj τὰ δ’ ἔργα πάντ’ ἦν] ἵνα μή τις εἴποι ‘πῶς οὖν ὑπὸ τοῦ ἀδελφοῦ παθὼν Μειδίου κατηγορεῖς;‘ VfTBcFj καὶ πρῶτον μὲν κατέσχισαν τὰς θύρας] ἅλωσιν ὑπογράφει τῷ λόγῳ. |
| 21.255 | εἰκὸς μὲν γὰρ ἦν ἀνοῖξαί τινας θύρας ἐφ’ ᾧ τε γνῶναι τὰ ἐνόντα, εἰ ἄξιά ἐστι τῆς ἀντιδόσεως. ὁ δὲ ‘κατέσχισαν‘ εἶπεν ὡς καὶ (78) ‘εἰσεπήδησαν‘. VfTBcFj ὡς αὐτῶν ἤδη γινομένας κατὰ τὴν ἀντίδοσιν] τὸ γὰρ τὰ ἀλλότρια οἰκεῖα νομίζειν, τοῦτο παράνομον, καὶ τὸ κατασχίζειν τὰς θύρας, πρὶν [ἂν] καταδέξασθαι τὴν ἀντίδοσιν τὸν Δημοσθένην, καὶ τοῦτο ἄτοπον. |
| 21.256 | VfTBcFj καὶ παιδὸς οὔσης κόρης] τὸ μὲν ‘παιδὸσ‘ τὸ ἁπαλὸν τῆς ἡλικίας, ‘κόρησ‘ δὲ οἷον παρθένου καὶ ἀντιβλέπειν διὰ τὴν αἰδῶ μὴ τολμώσης. |
| 21.257 | VfTBcFj ἐφθέγγοντο αἰσχρὰ] τῇ συνήθει τέχνῃ καὶ νῦν τὰς ὕβρεις ἀπεσιώπησεν, ἵνα μὴ αὑτοῦ ὑβρίζειν δοκῇ τὸ γένος. |
| 21.258 | VfTBcFj οὐ γὰρ ἔγωγε προαχθείην ἂν εἰπεῖν] εἴωθεν ὁ Δημοσθένης ἐν τοῖς αἰσχροῖς σωφρονεῖν κατὰ τὸν λόγον, ἵνα μήτε αὐτὸς ἑαυτὸν ὑβρίζῃ μήτε φαίνηται τοῖς αὐτοῖς μὴ αἰδούμενος. |
| 21.259 | VfTBcFj τὰς δίκας ὡς αὐτῶν οὔσας ἠφίεσαν] τοῦ ἴσως, εἰ γένοιντο κύριοι τῆς οὐσίας, ἐλευθερώσειν τῶν δικῶν τοὺς ἐπιτρόπους 〈ὑπισχνούμενοι〉, εὔνους αὐτούς σφισι κατασκευάζουσι. |
| 21.260 | κἀνταῦθα δὲ τὴν αὐτῶν παρανομίαν ἔδειξεν, εἴ γε διελύοντο πρὸς τοὺς ἐπιτρόπους ὡς ἐπὶ ἰδίοις τοῖς πράγμασιν. VfTBcFj ἔρημος ὢν] βοηθείας δηλονότι καὶ φίλων. |
| 21.261 | οὔπω γὰρ ἥρμοττέ μου τῇ ἡλικίᾳ πρὸς ἄλλους συνάπτεσθαι. VfTBcFj οὐχ ὅσα ἐδυνήθην ἀνακομίσασθαι] ἀνακομίσασθαι ἀντὶ τοῦ ‘ἀναλαβεῖν καὶ ἀπολαβεῖν ἀφ’ ὧν ἔσχον ἐκεῖνοι παρὰ τοῦ πατρόσ‘. |
| 21.262 | ὁ δὲ νοῦς τοιοῦτος· ‘κἀγὼ τοιαῦτα πάσχων καὶ προσδοκῶν ἀπολαβεῖν παρὰ τῶν ἐπιτρόπων, ὅσα ὁ πατήρ μου κατέλιπεν, ἀλλ’ οὐχ ὅσα ἐδεξάμην ὀλίγα ὄντα μετὰ δίκην, ἔδωκα αὐτοῖς ὡς πολλὰ ληψόμενος. εἰ γὰρ προῄδειν ὡς οὐ πάντα ἀπολήψομαι, παρεχώρησα ἂν τῶν ὀλίγων καὶ τῆς οὐσίας.‘ τὸ βαρὺ δὲ αὐτῶν καὶ τὸ ἐπαχθὲς ἐνέφηνεν. οὐ γὰρ εἶπεν ‘ὑπέστην τὴν λειτουργίαν‘, ἀλλὰ ‘δίδωμι τούτοις, ὠνοῦμαι τῶν χρημάτων τὰς ὕβρεις, τὴν ἐπιβουλὴν ἐπριάμην τῇ δόσει‘. τὴν τέχνην δὲ καὶ τὴν πανουργίαν τῶν περὶ τὸν Μειδίαν ἔδειξεν. τριῶν γὰρ συντελῶν ἐπὶ τὴν λειτουργίαν αἱρουμένων καὶ πρὸς εἴκοσι μνᾶς συντελούντων, ὁ Θρασύλοχος τρίτος αἱρεθεὶς ἀπῄτησε παρ’ ἐμοῦ τὰς εἴκοσι, ὥστε συνέβη αὐτῷ μήτε ἀναλῶσαι μηδὲν μήτε ἀντιδοῦναι τὴν οὐσίαν, ἀλλ’ ὁλόκληρον γενέσθαι Δημοσθένους τὰ ἀνάλωμα. VfTBcFj ὅσου τὴν τριηραρχίαν ὅσου μεμισθωκότες] τάλαντον εἰσεπράττοντο παρὰ τῶν συντελῶν οἱ τριηράρχαι, καὶ τοῦτο λαμβάνων ὁ βουλόμενος αὐτὸς ἐτριηράρχει τὸν ἐνιαυτόν, μηδὲν ἐνοχλῶν ἔτι τοῖς συντελοῦσιν. |
| 21.263 | ἦν δὲ τὸ τῆς τριηραρχίας λειτούργημα οὐκ ἐνιαύσιον, ἀλλὰ διὰ βίου, καὶ διὰ τοῦτο οἱ πλουσιώτατοι ἀεὶ ἐτριηράρχουν. πολλοὶ δὲ τῶν τριηραρχῶν οἴκοι μένοντες ἄλλους ἀνθ’ ἑαυτῶν ἐξέπεμπον καὶ λαμβάνοντές τινες τὴν δαπάνην ἀνεδέχοντο τὴν λειτουργίαν. ὁρᾶτε οὖν τὴν ἐπήρειαν; ἐτρύφα Μειδίας, Δημοσθένους τελοῦντος, τριηραρχεῖν νομιζόμενος. ‘ἐπίβηθι τῆς νεώσ‘, ἐβόων, ‘ἰδοὺ παρέχω τὰ χρήματα‘. ὁ δὲ ‘μικρὸν ἐπίσχεσ‘, ἔφη, ‘ζητῶ γὰρ ἔτι τὸν μισθωσόμενον‘. TBcFj δίκην δὲ τούτων λαχὼν ὕστερον τῆς κακηγορίας] ἐφ’ οἷς εἶπε κακῶς τὴν μητέρα κἀμὲ καὶ τὴν ἀδελφήν. |
| 21.264 | TBcFj εἷλον ἐρήμην] ὄνομα δίκης. |
| 21.265 | TBcFj οὐ γὰρ ἀπήντα] οὐκοῦν κατὰ τῶν μὴ ἐθελόντων ὑπακούειν, ἀλλὰ φυγοδικούντων λέγεται. |
| 21.266 | ἐκέλευε γὰρ ὁ νόμος τοὺς ἐμπρόθεσμον δίκην ἔχοντας, εἶτα μὴ ἀπαντῶντας εἰς τὴν κυρίαν ἐρήμην ἁλίσκεσθαι. ἦν δὲ κατὰ τῶν τοιούτων ἐκ τῶν νόμων ὡρισμένον τὸ τίμημα χίλιαι δραχμαί. TBcFj οὐδενὸς ἡψάμην] πανταχῆ κηρύττει τὴν ἐπιείκειαν, ἵνα μὴ δοκῇ αὐτὸς δεδωκέναι τῇ ἔχθρᾳ τὰ σπέρματα. |
| 21.267 | ἰδοὺ γοῦν τοῦ νόμου διδόντος, εἴ τις ἐκπροθεσμίσειε καὶ 〈μὴ〉 καταβάλοι τὰς δίκας, ἐξεῖναι ἅπτεσθαι αὐτοῦ τῶν κτημάτων, οὐδὲν τοιοῦτον ἐποίησα. TBcFj ἀλλὰ λαχὼν ἐξούλης] οὐ γὰρ ἀποδιδόντος αὐτοῦ τὴν ἐξούλης ἐπήγαγον, αἰτιώμενος ὡς οὐ στέργει τὴν ψῆφον. |
| 21.268 | ἐξούλης δὲ δίκη τις ἦν ἢ περὶ χωρίου ἢ περὶ οὐσίας, ἧς ἔδει ἐκβληθῆναι τὸν ὀφλόντα τὰς χιλίας. ἔδει δὲ ἄξιον εἶναι τὸ κτῆμα τῶν χιλίων δραχμῶν. ἦν δὲ διπλῆ τις ἡ τιμωρία τῆς ἐξούλης. καὶ γὰρ τὰς χιλίας ἐκομίζετο ἐξ ἀρχῆς ὁ νενικηκὼς καὶ ἔξωθεν προσετίμα τὸ [καὶ] δικαστήριον τῷ ἡττωμένῳ, διότι τῶν νόμων καὶ τῶν διαιτητῶν παρήκουσε καὶ τὸ δικασθὲν ὅτι οὐκ ἐξέτισε. τὸ δὲ ὕστερον ὑπὸ τῶν δικαστῶν προστιμηθὲν τοῦτο ἐγίγνετο δημόσιον. TBcFj κἀγὼ μὲν οὕτως εὐλαβῶς] πληρώσας ἐν τῇ πηλικότητι τοὺς ἀγῶνας ἥκει λοιπὸν ἐπὶ τὴν παρέκβασιν, ἥτις καὶ ἐμπίπτων κέκληται, δι’ ἧς τά τε παλαιὰ ἀδικήματα τοῦ Μειδίου περὶ τὸν Δημοσθένην καὶ 〈τὰ〉 μετὰ τὴν χορηγίαν συνάπτει, δεικνὺς ὅτι δι’ ἔχθραν καὶ ἐξ ἐπιβουλῆς πολεμῶν ταῦτα πεποίηκεν. |
| 21 269a | τί δὲ ἐν τῇ παρεκβάσει; πρῶτον μὲν τὰ κατὰ τὸν Στράτωνα ὅτι ‘κἀκεῖνον ἠτίμωσε κἀμοὶ τὴν καταδίκην οὐκ ἐξέτισεν‘· ἔνθα καὶ ἐλέου ἐκβολὴν ἐποιήσατο, καιρὸν ἐπιτήδειον νομίσας αὐξῆσαι μὲν τὰς συμφορὰς τοῦ Στράτωνος καὶ εἰς ἔλεον διὰ τούτων ἀγαγεῖν τοὺς δικάζοντας, φθόνον δὲ καὶ μῖσος κινῆσαι τῷ Μειδίᾳ. βεβαιοῖ δὲ καὶ τὴν δίκην ἑαυτῷ τὴν περὶ τῆς ἐξούλης. εἶτα ἐπὶ τὰ λοιπὰ δύο μετῆλθε, τὸ μὲν πρότερον ὅτι λιποταξίου γραφὴν κατεσκεύασε κατὰ Δημοσθένους, τὸ δεύτερον δὲ περὶ τῆς ἐφ’ αἵματι γραφῆς. πεποίηται δὲ τὴν ἀπολογίαν τούτου τοῦ μέρους κατὰ στοχασμὸν τὸν προκατασκευαζόμενον οὐ διὰ πάντων τῶν κεφαλαίων, ἀλλ’ ὥστε τὸ σχῆμα σῴζεσθαι τὸ στοχαστικόν· προκατασκευαζόμενος δὲ δοκεῖ, ὅτι καὶ τὸν Ἀρίσταρχον ἀπολύειν πειρᾶται τῆς αἰτίας. F 2 YL κἀγὼ . |
| 21 269b | .. εὐλαβῶς] καίτοι ἐκέλευον οἱ νόμοι τῶν ἐνεχύρων λαμβάνεσθαι. πῶς οὖν οὐ κατὰ τοὺς νόμους ἐποίησα μηδενὸς ἁψάμενος; ὅτι οὐκ ἐξῆν τῷ λαχόντι ἐξούλης οὐκέτι καθ’ ἑαυτὸν ἐπιλαμβάνεσθαι πρὶν ἢ διαγνῶναι τὸ δικαστήριον. TBcFj ἀλλὰ καὶ εἰς τοὺς φυλέτας] ἀναμιμνήσκει αὐτοὺς μεταξὺ τοῦ κοινοῦ ἀδικήματος, ἵνα μὴ εἰς λήθην ἐμπέσωσι τῶν ἰδίων ἀκούοντες. |
| 21.270 | οἱ γὰρ φυλέται τοῦ κοινοῦ τυγχάνουσι γνώρισμα. TBcFj κάλει μοι τούτων τοὺς μάρτυρας] ὅτι ὕβρισε κἀμὲ καὶ τὴν μητέρα καὶ τὴν ἀδελφήν, ὅτι θύρας κατέσχισαν, ὅτι τὰς εἴκοσι μνᾶς ἔλαβον αὐτοὶ μηδὲν ἀναλώσαντες. |
| 21.271 | TBcFj οἷα ἀκηκόατε] δηλονότι τὰ ἐν τῷ θεάτρῳ γενόμενα. |
| 21.272 | TBcFj ὃ τοίνυν πεποίηκε] σαθρόν ἐστιν ὅλον τὸ περὶ τὸν Στράτωνα μέρος τῷ Δημοσθένει καὶ μικροῦ μονομερές. |
| 21.273 | κατεγνώσθη γὰρ Στράτων ὡς κακῶς διαιτήσας καὶ κινδυνεύει καὶ 〈ἡ δίαιτα〉 δι’ αὐτὸ ἄκυρος γενέσθαι. καὶ ὅλως ἔοικε τοῖς ἀσυστάτοις κατὰ τὸ προειλημμένον. πειρᾶται οὖν ὁ ῥήτωρ καὶ ὑπὲρ τοῦ Στράτωνος ἀπολογεῖσθαι καὶ κυρίαν ἀποφαίνειν τὴν δίαιταν, καὶ ἵνα μὴ χρήσηται διαβολαῖς κατὰ τοῦ Στράτωνος ὁ Μειδίας, ἅπερ ἂν ἐκεῖνος κατηγορῶν εἶπε, ταῦτα προλαβὼν αὐτὸς συνίστησι. TBcFj ταύτης λέγω ἧς εἷλον αὐτὸν] οὐκοῦν ἥττηται ὁ Μειδίας καὶ ἑάλω. |
| 21.274 | πῶς οὖν ἄκυρα βιάζεται ποιεῖν τὰ κατεγνωσμένα; TBcFj ἄνθρωπος πένης μέν τις] προσυνίστησι τὸ πρόσωπον ἀναγκαίως, ἵνα μὴ λάβωσι χώραν αἱ τοῦ Μειδίου διαβολαί. |
| 21.275 | ‘πένησ‘ δὲ εἶπεν· οὐ γὰρ χρὴ τὰ πρόδηλα ἀρνεῖσθαι. TBcFj καὶ ἀπράγμων] συνῆψε τῷ πράγματι τὴν ἀπραγμοσύνην, ἵνα τὴν ἐναντίαν δόξαν ἀφέληται. |
| 21.276 | TBcFj ἄλλως δ’ οὐ πονηρός] τὴν μὲν τύχην πονηρὸς οἱονεὶ δυστυχής, τὸν δὲ τρόπον οὐ πονηρός. |
| 21.277 | ἐπῄνεσε δὲ τὰ μὲν κατὰ θέσιν, τὰ δὲ ἐξ ἀναιρέσεως ὡς φεύγων τὸ προσκορές. TBcFj ἀλλὰ καὶ πάνυ χρηστός] τὸν ἀφελῆ νοῦν καὶ τὸν ἁπλοῦν νῦν ἐπαινεῖν ἔοικεν, ἵνα δείξῃ καταγοητευθέντα τὸν Στράτωνα παρὰ τοῦ Μειδίου. |
| 21.278 | TBcFj ὅπερ τὸν ταλαίπωρον οὐκ ὀρθῶς] ἑτέραν πρόφασιν τοῦ Μειδίου λέγοντος ὅτι ‘διὰ τὴν πονηρίαν κατεγνώσθη‘, ἑτέραν ὁ ῥήτωρ προβάλλεται· ‘τί συγχεῖσ‘, φησίν, ‘ὦ Μειδία, τὰ πράγματα, τὴν ἐπιείκειαν συμφορᾶς ἀπεργασάμενος πρόξενον;‘ τὸ δὲ ‘ἀπολώλεκεν‘ ἐπὶ τῆς ἀτιμίας φιλεῖ λέγειν ὁ ῥήτωρ, ὅτι περ ἐγγὺς θανάτου καθέστηκεν. |
| 21.279 | TBcFj ἐπειδή ποθ’ ἧκεν ἡ κυρία] ἵνα μὴ ἄφνω συμβᾶσα συγγνώμην ποιήσῃ τῷ Μειδίᾳ, ὡς ἄρα εἰκότως ἠγνόησεν. |
| 21.280 | TBcFj ὑπωμοσίαι καὶ παραγραφαὶ] ὑπωμοσίαι ὅρκοι ἀναβολὴν τῆς δίκης ποριζόμενοι, ἐάν τις προφασίζηται ἢ νόσον ἢ θάνατον οἰκείων ἢ ὅλως τῆς τύχης ἐπήρειαν. |
| 21 281a | καὶ ἡ παραγραφὴ δὲ ἄλλη ἀναβολῆς πρόφασις ἢ τρόπον ἢ πρόσωπον παραγραφομένη ἢ χρόνον. TBcFj ἔδει τὸν μέλλοντα κατηγορεῖν, εἰ πάντα ἕτοιμα ἔχοι τὰ πρὸς τὸν ἀγῶνα, ἐρωτᾶσθαι· εἰ δὲ συνέφησεν ἐκεῖνος, ὅρκον ἀπῃτεῖτο λοιπὸν ὑπὲρ τοῦ ἐπεξελθεῖν. |
| 21 281b | εἰ μὲν οὖν ἦν ὀμόσας, εἰσήγετο· εἰ δὲ ᾔτησέ τινα χρόνον ὑπὲρ τοῦ ἐπισκέψασθαι, ἔμενεν ἡ γραφή. ἐκαλεῖτο δὲ τὸ τοιοῦτον ὑπωμοσία. διεξεληλύθει οὖν, φησίν, ἡ ὑπωμοσία, τουτέστιν οὐκ ἦν ἐν μετεώρῳ τὰ τῆς κατηγορίας· ὠμωμόκει γάρ· ἀλλὰ καὶ 〈αἱ〉 παραγραφαὶ διεξεληλύθεσαν. πολλάκις γὰρ οἱ ἀντίδικοι [οὐ] παρεγράφοντο ‘οὐ πρὸς διαιτητήν με κρίνεσθαι δεῖ, ἀλλὰ πρὸς ἄρχοντα ἢ θεσμοθέτην, οὐ σὲ δεῖ κατηγορεῖν, ἀλλ’ ἕτερον, οὐ νῦν, ἀλλ’ αὖθισ‘ καὶ τὰ τοιαῦτα. ταῦτα οὖν διεξεληλύθει, τουτέστιν εἴ τινας εἶχε παραγραφὰς ὁ Μειδίας, πεπληρώκει καὶ ὡμολόγητο σαφῶς ὅτι χρὴ πρὸς διαιτητὴν δικάσασθαι. ταῦτα δὲ ὁ ῥήτωρ φησὶ βουλόμενος δεῖξαι ὅτι Μειδίᾳ οὐδεμία ἦν πρόφασις τοῦ μὴ ἀπαντῆσαι, δι’ ὧν συνίστησιν ὅτι δικαίως αὐτοῦ κατεδιῄτησεν ὁ Στράτων. TBcFj ἐπισχεῖν ἐδεῖτό μου] οὐχ ὁ Μειδίας (οὐ γὰρ παρῆν), ἀλλ’ ὁ Στράτων, δηλονότι λέγων ‘ἴσως ἥξει μετὰ μικρόν, μὴ σπεῦδε, μὴ ἀθύμει‘. |
| 21.282 | ἵνα λύσῃ τὴν ἐναντίαν δόξαν, ἣν ὑπέσπειρεν ὁ Μειδίας περὶ τοῦ Στράτωνος, ὡς ἔστιν ἐχθρὸς αὐτοῦ, δείκνυσι καὶ ὑπὲρ Μειδίου πράττοντα τὸν Στράτωνα. ‘βραδύνοντος γὰρ αὐτοῦ παρεκάλει με τέως ἐπισχεῖν, ἐπαγγελλόμενος ὅτι ἴσως ἐλεύσεται‘. TBcFj ἔπειτα εἰς τὴν ὑστεραίαν ἀναβαλέσθαι] ἤδη με καὶ τὴν προθεσμίαν ἠξίου παραβαίνειν ὁ Στράτων φάσκων ‘οὐδὲν ἐκ μιᾶς ἡμέρας γενήσεται βλάβος, αὔριον ἀκουσόμεθα. |
| 21.283 | ‘ TBcFj ὡς οὔτ’ ἐγὼ συνεχώρουν] πολιορκούμενον εἰσάγει πανταχόθεν τὸν Στράτωνα Δημοσθένης ἀπειθοῦντος Μειδίου. |
| 21.284 | πρόδηλον οὖν ὅτι ἄκων κατεδιῄτησεν. TBcFj τῆς δὲ ὥρας ἐγίγνετο ὀψὲ] τουτέστιν ἡ δικάσιμος ὥρα τῶν διαιτητῶν παρεληλύθει. |
| 21.285 | TBcFj κατεδιῄτησε] μετὰ δυσχερείας ἀναγνωστέον. |
| 21.286 | οὐ γὰρ ἔχων ὅ τι ποιήσῃ καὶ ποῖ τράπηται καὶ ἄκων κατεδιῄτησε. TBcFj ἤδη δ’ ἑσπέρας οὔσης καὶ σκότους] οὐχ ἁπλῶς ἑσπέρας, ἀλλὰ καὶ νυκτὸς ἀρξαμένης· διὰ τοῦτο γὰρ τὸ σκότος ἐπήνεγκε. |
| 21.287 | κακοήθειαν δὲ κατηγορεῖ τοῦ Μειδίου. ‘τοιαύτην γὰρ ὥραν ἀπήντησεν ἐν ᾗ ἐδόκει ἀπαντᾶν καὶ μὴ ἀπαντᾶν, ἀπαντᾶν μέν, ἵν’ ἔχῃ τοῦ διαιτητοῦ κατηγορεῖν ὅτι ἀπαντήσαντος ἐρήμην κατεδιῄτησε, μὴ ἀπαντᾶν δέ, ἵνα μὴ καταλαβὼν ἐμὲ προδήλως ἡττηθῇ.‘ TBcFj πρὸς τὸ τῶν ἀρχόντων οἴκημα] ὅπου συλλέγονται οἱ ἄρχοντες, ἵνα, εἴ τις δέοιτο αὐτῶν, εὑρίσκωνται· ἔδει γὰρ τὴν διαιτηθεῖσαν δίκην ὑπογραφῆναι παρὰ τῶν ἀρχόντων. |
| 21.288 | ἐκεῖ μὲν οὖν κατέλαβε τὸν διαιτητὴν ἤδη ἀναχωροῦντα. οὐκοῦν εἰ σκότους ὄντος τότε ἀνεχώρει, πρόδηλον ὅτι βραδέως κατεδιῄτησεν. TBcFj ὡς ἐγὼ τῶν παραγενομένων τινὸς] τὴν σεμνότητα καὶ τὴν σωφροσύνην τὴν ἑαυτοῦ δείκνυσιν, ὅτι σκότους ὄντος οὐ παρῆν, ἀλλ’ οἴκοι διέτριβεν. |
| 21.289 | TBcFj οἷός τ’ ἦν πείθειν αὐτὸν] ἐπειρᾶτο καὶ ἐπεχείρει πείθειν αὐτοὺς κοινῇ μεταθεῖναι τὴν ψῆφον τὴν καταδικάσασαν καὶ ποιῆσαι αὐτὴν ἀποψήφισιν· τοῦτο γὰρ ἔστι τὸ μεταγράφειν τὴν ὑπογραφὴν τῆς διαιτήσεως. |
| 21.290 | TBcFj ὡς δ’ ἐδυσχέραινον οὗτοι] πολλὴν δικαιοσύνην τοῖς ἄρχουσιν ἐμαρτύρησεν, ὅτι ἐχαλέπαινον θέλοντος χρήμασιν αὐτοὺς τοῦ Μειδίου διαφθείρειν. |
| 21.291 | ‘εἶτα οἱ μὲν ὀλίγοι πολλὰ χρήματα λαμβάνοντες οὐ προήκαντο· ὑμεῖς δὲ τοσοῦτοι τὸ πλῆθος ὄντες ὀλίγα λήψεσθε;‘ τοῦτο γὰρ βούλεται κατασκευάζειν. TBcFj καὶ οὐδετέρους ἔπειθεν] οὔτε τὸν ἄρχοντα οὔτε τὸν Στράτωνα. |
| 21.292 | ἔπαινον ποιεῖται τῆς γνώμης αὐτῶν, ὅτι οὐδὲ αὐτῆς ἠνείχοντο τῆς ἀκοῆς. ἀξίωμα δὲ περιέθηκεν ἴσον καὶ τὴν αὐτὴν δικαιοσύνην τῷ τε Στράτωνι καὶ τοῖς θεσμοθέταις. TBcFj ἀπειλήσας καὶ διαλοιδορηθεὶς] ἀντὶ τοῦ ‘οὐδὲν εἶδος λοιδορίας ἀφείσ‘. |
| 21.293 | ὁ δὲ τοῖς ἄρχουσι τῆς πόλεως ἀπειλῶν καὶ λοιδορούμενος ἐφ’ οἷς θάνατος ὥρισται, πῶς ἂν ἐφείσατο τοῦ χορηγοῦ; TBcFj ἀπελθὼν τί ποιεῖ;] θαυμάζει τὴν εὕρεσιν, ἐκπλήττεται τὴν ἐπίνοιαν· διὸ καὶ λέγει ‘θεάσασθαι τὴν κακοήθειαν‘, ἵνα καὶ ὑμεῖς θαυμάσητε. |
| 21.294 | TBcFj τὴν μὲν δίαιταν ἀντιλαχὼν οὐκ ὤμοσεν] ἔθος ἦν τοὺς καταδικασθέντας ἐρήμην, εἰ νομίζοιεν ἀδικεῖσθαι, ἀντιλαχεῖν πρὸς τοὺς ἄρχοντας, οἷον αἰτιάσασθαι τὴν κρίσιν καὶ φάσκειν ὡς αὖθις θέλουσι κρίνεσθαι. |
| 21.295 | οἱ δὲ τοῦτο ποιοῦντες καὶ ὤμνυσαν, ἦ μὴν ἐπεξιέναι ταῖς ἀληθείαις. ἀντέλαχε μὲν οὖν ὁ Μειδίας καὶ ᾐτιάσατο, οὐ μὴν ὤμοσεν, ὑπόνοιαν ἐντεῦθεν παρέχων τῷ Στράτωνι ὡς οὐκ ἐπεξέρχεται. δέον γὰρ ὀμόσαι, εἴπερ ἐβούλετο ἐπεξελθεῖν, οὐκ ὤμοσεν, ἵνα νομίζων Στράτων, ὅτι ἐν μετεώρῳ ἐστὶ τὰ τῆς δίκης, μὴ παρασκευάσηται πρὸς αὐτήν· διὸ καὶ λέγει ‘κυρίαν εἴασε γενέσθαι τὴν ψῆφον‘ καὶ ‘ἀνώμοτος ἀπηνέχθη‘ φησί, δηλονότι παρὰ τοῖς ἄρχουσιν. TBcFj ἀλλ’ εἴασε καθ’ ἑαυτοῦ κυρίαν γενέσθαι] σοφίζεται ἐνταῦθα. |
| 21.296 | μὴ ὀμόσας γάρ, φησίν, ἐποίησε καθ’ ἑαυτοῦ κυρίαν τὴν δίαιταν. καίτοι φήσειεν ἂν ὁ Μειδίας ὅτι μὴ ὀμόσας μὲν ἐν μετεώρῳ τὴν δίαιταν εἴασε, καταγνωσθέντος δὲ αὐτοῦ παρὰ τῆς βουλῆς λέλυται καὶ τὰ τῆς διαίτης. ὁ δέ φησιν ὅτι ‘ἐκεῖνος οὐ θελήσας ὀμόσαι ἐν τούτῳ συνωμολόγησε καλῶς κεκρίσθαι τὴν δίαιταν‘. TBcFj φυλάξας τὴν τελευταίαν ἡμέραν] ἔδει τοὺς τὰ κοινὰ διοικοῦντας εὐθύνας διδόναι τῶν πεπραγμένων. |
| 21.297 | ἔθος δὲ ἦν ἐν ἡμέραις ῥηταῖς εἴς τινα τόπον συλλέγεσθαι τοὺς διαιτητάς, ἵνα ὁ βουλόμενος κατηγορεῖν αὐτῶν ὡς ἢ πρὸς χάριν ἢ δι’ ἔχθραν δικασάντων ἢ διὰ κέρδος ἑτοίμως ὑπακούσωσι καὶ ἀποκρίνωνται. ἐξιόντος δὲ τοῦ ἐνιαυτοῦ πρῶτον ἀπὸ τῶν διαιτητῶν ἤρχοντο· μικρότερα γὰρ ἦν τὰ ὑπ’ αὐτῶν διοικούμενα· ἦσαν γὰρ οἱ διαιτηταὶ μδʹ καθ’ ἑκάστην φυλήν. οὗτοι δὲ ἐν τῷ Σκιροφοριῶνι τὰς εὐθύνας ἐδίδοσαν, ὃς ἦν ἑνδέκατος μὴν παρ’ Ἀθηναίοις. Μειδίας οὖν κακούργως ἐφύλαξε τὴν τελευταίαν ἡμέραν τὴν τοῦ Σκιροφοριῶνος, ἥν τινες ἔνην καὶ νέαν, τινὲς δὲ νουμηνίαν ὀνομάζουσι, καὶ τότε ἧκεν. καὶ διὰ τοῦτο ἔνιοι τῶν διαιτητῶν οὐκ ἀπήντων ἐπὶ τὰς εὐθύνας, νομίζοντες ἐκβεβηκέναι τὸν μῆνα, ὅπερ ἔπαθε καὶ ὁ Στράτων. διὰ τοῦτο γὰρ αὐτὸν προλαβὼν ἀφελῆ καὶ ἀπράγμονα ἔφησεν, ἵνα ἀκόλουθον δόξῃ τὸ μὴ περιεργάζεσθαι τὸν τοιοῦτον μηδὲ ἀκριβῶς εἰδέναι πότε μὲν ἔνη καὶ νέα, πότε δὲ νουμηνία. οὐκοῦν δι’ ἀφέλειαν καὶ ἀπραγμοσύνην ἐδυστύχησεν. TBcFj πείσας τὸν πρυτανεύοντα δοῦναι ψῆφον] ἵνα μὴ δόξῃ πάσης κατηγορεῖν τῆς βουλῆς, εἰς ἕνα, τὸν πρύτανιν, ἀνήγαγε τὴν μέμψιν. |
| 21.298 | τί οὖν, εἰ κἀκεῖνος δικαίως ἐποίησεν; ὁ δὲ ‘πείσασ‘ εἰπὼν δωροδοκίαν ᾐνίξατο. τὸ δὲ κατὰ τὸν πρύτανιν τοιοῦτον ἦν. ψῆφον ἐδίδου τοῖς βουλευταῖς λέγων ‘ὁ δεῖνα τῶν διαιτητῶν οὐκ ἀπήντησε καίτοι κατήγορον ἔχων· τί οὖν ὑμῖν δοκεῖ περὶ αὐτοῦ;‘ καὶ οὕτως οἱ βουλευταὶ κατεψηφίζοντο. εἰσὶ δὲ ἄρχοντες τῆς βουλῆς οἱ πρυτάνεις. TBcFj κλητῆρα οὐδ’ ὅντιν’ ἐπιγραψάμενος] ὁ γὰρ διδοὺς τὴν γραφὴν προσέγραφεν ὅτι ‘κατηγορῶ τοῦδε καὶ προσκαλοῦμαι αὐτὸν διὰ τοῦ δεῖνος εἰς τὸ βουλευτήριον. |
| 21.299 | ‘ ἵν’ οὖν μὴ ὁ Στράτων κατηγορήσῃ τοῦ κλητῆρος ὡς μὴ σημήναντος, διὰ τοῦτο οὐ προσέγραψε κλήτορα, βουλόμενος ἀπαράσκευον καὶ ἀφύλακτον λαβεῖν τὸν Στράτωνα. TBcFj καὶ νῦν εἷς Ἀθηναίων] παθητικῶς ἅμα καὶ πικρῶς εἶπε· παθητικῶς μέν, ἵνα οἱ Ἀθηναῖοι τὸν Ἀθηναῖον ἐλεήσωσι, πικρῶς δέ, ὅτι ὁ Ἀθηναῖος ὑπὸ τοῦ βαρβάρου καὶ ὑποβολιμαίου Μειδίου ἠτίμωται. |
| 21.300 | TBcFj καὶ καθάπαξ ἄτιμος γέγονεν] ἀσαφὲς τὸ ‘καθάπαξ‘, ἔστι δὲ τοιοῦτο. |
| 21.301 | τῶν ἀτιμουμένων οἱ μὲν τὸ τρίτον μέρος τοῦ σώματος ἠτιμοῦντο, οἱ δὲ τὰ δύο, οἱ δὲ ὁλόκληρον, 〈οἳ〉 οὐδενὸς μετεῖχον τῶν κοινῶν. τοῦτο οὖν ἐστι τὸ ‘καθάπαξ‘ ἀντὶ τοῦ ‘ὁλοκλήρωσ‘. TBcFj καὶ οὔτε λαχεῖν ἀδικηθέντα] φθόνον αὐτῷ κινεῖ καὶ ὥσπερ τινὰ τύραννον διὰ τῶν ὀνομάτων δείκνυσιν. |
| 21.302 | TBcFj οὔθ’ ὅλως τὴν αὐτὴν ὁδὸν βαδίζειν] ἂν ἴδῃς κατὰ τὴν ἀγορὰν Μειδίαν, φεῦγε· οὐδὲ γὰρ οὐδὲ τὴν θέαν ἕξεις ἀζήμιον. |
| 21.303 | TBcFj δεῖ δὴ τοῦτο τὸ πρᾶγμα] ἐπεξεργάζεται μειζόνως, ἵν’ αὐξήσας τοῦ Μειδίου τὴν ἀπόνοιαν εἰς ἔλεον ἀγάγῃ τοῦ Στράτωνος. |
| 21.304 | TBcFj μεγάλην νὴ Δί’ ὦφλε δίκην] προσώπου πλάσις ὡς ὑπὲρ Μειδίου διαλεγομένου. |
| 21.305 | TBcFj ἀλλὰ χιλίων ἡ δίκη μόνον ἦν δραχμῶν] ψεύδη· πεντακοσίων γὰρ ἦν ἡ καταδίκη 〈ἡ〉 πολλή. |
| 21.306 | TFj 〈συνέβη δ’ ὑπερημέρῳ γενομένῳ〉] ἵνα ἀδικήσῃ, ἀπέκρυψε τὴν κυρίαν, καὶ διὰ τοῦτο προέλαθεν ὑπερήμερος γενόμενος. |
| 21 307a | F 2 YL συνέβη . |
| 21 307b | .. γενομένῳ] τοῦτο δὲ τὸ νόημα οὐκ ἀληθὲς εἶπε, διὸ καὶ τοῦτο τὸ μέρος ὠβέλισται παρὰ τῶν κριτικῶν καὶ ὡς ἀδιόρθωτον παραλέλειπται. TBcFj ἀλλ’ αὐθημερὸν μὲν ᾔσθετο] εἰπὼν ὅτι λαθεῖν ληφθῇ ἐπήνεγκε τὴν λύσιν ὅτι ‘αὐθημερὸν ᾔσθετο ὅτι ἐνέστηκεν ἡ κυρία‘. |
| 21.308 | TBcFj ἀλλὰ τὴν μὴ οὖσαν ἀντιλαχεῖν] εἰ μὴ ἠβούλετο, φησίν, ἐκτῖσαι τὰς χιλίας, ὤφειλε πρὸς ἐμὲ τὴν μὴ οὖσαν ἀντιλαχεῖν, τουτέστιν ἀνάδικον μὲν ποιῆσαι τὴν δίαιταν, πρὸς ἐμὲ δὲ τὸν κύριον τοῦ πράγματος δικάσασθαι. |
| 21 309a | ἐκαλεῖτο δὲ ‘μὴ οὖσα δίκη‘ ἡ ἀνάδικος ἢ ὅτι πρότερον δοκοῦσα εἶναι καὶ κεκυρῶσθαι ὕστερον εἰς τὸ μὴ εἶναι περιίστατο. ἔστιν οὖν ‘μὴ οὖσα‘ ὄνομα δίκης, ἐν οἷς τις ἐξ ὑπαρχῆς ἐθέλει δικάσασθαι, τὴν ἐνεχθεῖσαν κατ’ αὐτοῦ πρότερον ψῆφον ἀναιρῶν. TBcFj μὴ οὖσα ἡ ἀνάδικος. |
| 21 309b | F 2 Y ἀλλ’ ἵνα μὴ Μειδίας] τὴν ὑπερηφανίαν σημαίνει τούτου. |
| 21.310 | TBcFj ἀτίμητον ἀγωνίσηται] ἄλλη ἀπολογία ὑπὲρ τοῦ Στράτωνος, ὅτι οὐκ αὐτὸς ὥρισε τὴν καταδίκην, ἀλλ’ ὁ νόμος εἶχεν αὐτήν. |
| 21.311 | ἀτίμητον γὰρ καλοῦσιν, ἣν οὐχ ὁ δικαστὴς τιμᾷ, ἀλλ’ ἐγγέγραπται τοῖς νόμοις. TBcFj καὶ εἰ μὲν ἠδίκηκεν] ἵνα μὴ εἴποι ὅτι τῆς ἐπιβουλῆς φανερᾶς οὔσης ἀπαντᾶν οὐκ ἠβουλήθη. |
| 21.312 | TBcFj καὶ τοῦτ’ ἐχαρίσασθε αὐτῷ] φαίνεται γὰρ αὐτὸς τὸ πᾶν συσκευάσας. |
| 21.313 | TBcFj τὴν καταδίκην ἐκτέτικεν] εἰκότως οὐκ ἐδίδου λέγων ὅτι συνεχωρήθη αὐτὰ ὑπὸ τοῦ Στράτωνος. |
| 21.314 | ὁ δὲ ῥήτωρ βούλεται ἀτιμῶσαι τὸν διαιτητήν, οὐχ ὅτι κακῶς ἔκρινεν, ἀλλ’ ὅτι κρινόμενος οὐκ ἀπήντησεν. οὐδὲν οὖν κωλύει κυρίαν εἶναι τὴν δίαιταν καὶ αὐτὸς ἐπίτιμος ἔμεινεν. TBcFj οὐδὲ χαλκοῦν] ὀβολόν. |
| 21.315 | TBcFj ἀλλὰ δίκην ἐξούλης ὑπομένει] τοῦ Μειδίου μηδὲ τὴν καταδίκην κυρίαν λέγοντος ὁ ῥήτωρ ὑφαρπάζων φησίν ‘ἔτι βούλεται περὶ ἐξούλης δικάσασθαι‘. |
| 21.316 | TBcFj οὐκοῦν ὁ μὲν ἠτίμωται καὶ παραπόλωλεν] ἐπειδὴ τοῖς ἀπολωλόσιν οὐχ οἷόν τε μετεῖναι τῶν ἐν τῷ βίῳ καλῶν, οἱ δὲ ἄτιμοι τῆς τῶν κοινῶν ἀπολαύσεως οὐ μετεῖχον, διὰ τοῦτο εἶπε ‘παραπόλωλε‘, τουτέστι παρέοικε τοῖς ἀπολωλόσιν, ἢ ἀντὶ τοῦ ‘εὐθὺς ἀπέθανε ζηλωτόν γε μηδὲν ἔχων τῶν ζώντων‘. |
| 21.317 | TBcFj κάλει μοι τούτων τοὺς μάρτυρας] τῶν εἰρημένων ἁπάντων, ὅτι ᾔδει τὴν κυρίαν καὶ ὅτι τὰς πεντήκοντα δραχμὰς ἐδίδου τοῖς ἄρχουσιν. |
| 21.318 | TBcFj καταβραβευθέντα] οὐδαμοῦ ἀλλαχοῦ εὕρηται παρὰ τῷ Δημοσθένει. |
| 21.319 | F 2 L καὶ τὸν τῶν διαιτητῶν ἀνάγνωθι νόμον] ὅτι μένειν ἄχρι τῆς ἑσπέρας ὀφείλει ὁ διαιτητής, μὴ φανέντος δὲ τοῦ φεύγοντος καταδικάζειν ἣν ὁ νόμος βούλεται καταδίκην. |
| 21.320 | τοὺς μὲν οὖν μάρτυρας ἀπαιτεῖ τοῦ καὶ εἰδέναι τὴν κυρίαν τὸν Μειδίαν καὶ τοῦ παρακαλεῖν τοὺς ἄρχοντας λαβεῖν τὰς πεντήκοντα δραχμὰς καὶ τοὺς ὅρκους αὐτὸν ἀπαιτῆσαι πρὸς τοὺς ἄρχοντας καὶ τῶν τοιούτων, τὸν δὲ νόμον ἀναγινώσκει τῶν διαιτητῶν, ἵνα δείξῃ τοῖς δικάζουσιν, ὅτι τὸ ἐκ τῶν νόμων τίμημα κατεδίκασεν ὁ Στράτων καὶ ὅτι κατὰ τοὺς νόμους ἐποίησεν ἐρήμην αὐτοῦ καταψηφισάμενος. TBcFj κάλει δὲ καὶ τὸν Στράτωνα] φιλάνθρωπος ὁ Δημοσθένης καὶ τοῖς ἀτυχοῦσιν, ἐπειδὰν εὕρῃ καιρόν, πειρᾶται βοηθεῖν, ὡς καὶ ὑπὲρ Τιμάρχου πολλοὺς ἐποιήσατο λόγους ἐν τῷ κατ’ Αἰσχίνου καὶ νῦν ὑπὲρ Στράτωνος, ἐπειδὴ καὶ δοκοῦσιν ἀμφότεροι δι’ αὐτὸν ταύταις περιπεπτωκέναι ταῖς συμφοραῖς. |
| 21.321 | ὅτε οὖν ἱκανῶς ἀπελογήσατο, βούλεται καὶ οἶκτον αὐτῷ κινῆσαι παρὰ τοῖς δικασταῖς. ἴσως γὰρ οἱ δικασταὶ καὶ ὅτι οὐδὲν ἀδικεῖ πεισθέντες καὶ πρὸς τὸ πάθος ἐλεήσαντες ἀποδώσουσιν αὐτῷ τὴν ἐπιτιμίαν. ἐν ταὐτῷ δὲ κίνησιν καὶ ὀργὴν κατὰ τοῦ Μειδίου ποιεῖ. τί οὖν ἐποίησε; βούλεται εἰσάγειν ὡς ἐπὶ σκηνῆς τὸ πρόσωπον τοῦ παθόντος. αἱ γὰρ ὄψεις τῶν δυστυχῶν ἐξεκαλοῦντο μᾶλλον ἢ οἱ τῶν ῥητόρων λόγοι. ὑπέμνησε δὲ διὰ τοῦ ὀνόματος τὴν συμφοράν. TBcFj τὸν τὰ τοιαῦτα πεπονθότα] οἷα ἠκούσατε. |
| 21.322 | προδιατέθεικε δὲ ταῖς αὐξήσεσι τὸν ἀκροατήν, ἵνα μᾶλλον γένηται περιπαθὴς ὡς δεινοῦ πράγματος μέλλων γίγνεσθαι θεατής. TBcFj ἑστάναι γὰρ ἐξέσται δήπουθεν αὐτῷ] ἀντιπῖπτον ἔλυσε· κελεύει οὖν τὸν Στράτωνα εἰς δικαστήριον παρεῖναι καὶ μετέχειν ὧν οἱ νόμοι κεκωλύκασιν. |
| 21.323 | φησὶν οὖν ‘σιγάτω μὲν διὰ τὸν νόμον, τῆς στάσεως δὲ αὐτῷ μετέχειν ἔξεστιν‘. οὐ γὰρ δὴ καὶ τούτου Μειδίας αὐτὸν ἀφαιρήσεται. οὐκοῦν ὥσπερ ἄφωνον πρόσωπον ἐπὶ σκηνῆς βούλεται τὸ σχῆμα τὸν ἄνθρωπον μόνον δεικνύναι τοῦ πάθους· δῆλον γὰρ ὅτι ὠφεληθήσεται τὰ μέγιστα. τίς μὲν γὰρ συγγενὴς θεασάμενος οὐκ ἐλεήσει τὸν συγγενῆ; τίς δὲ πολίτης τὸν πολίτην; τίς δὲ πρεσβύτης τὸν πρεσβύτην; τίς δὲ δημότης τὸν συνεκκλησιάσαντα; ὠβέλισται δὲ καὶ ταῦτα· οὐδὲ ἐπιβῆναι γὰρ τοῖς τοιούτοις ἐφεῖται. TBcFj πένης μὲν ἴσως ἐστὶν] ὑποκριτοῦ χρείαν ἔσχεν ἄφωνον πρόσωπον μιμούμενος. |
| 21.324 | τοιαύτην δὲ τύχην αὐτοῦ κατηγόρησεν, ἧς καὶ οἱ δικασταὶ κοινωνοῦσιν. δῆλον γὰρ ὅτι οἱ πένητες τὸν πένητα ἐλεήσουσιν. TBcFj οὐ πονηρὸς δέ γε] συμμίγνυσι τῷ πάθει τὴν ἀπολογίαν· εἰ γὰρ χρηστὸς ὢν δεινὰ πέπονθεν, οἴκτου καὶ συγγνώμης ἄξιος. |
| 21.325 | TBcFj πολίτης ὢν] ἐπειδὴ Μειδίας ὑποβολιμαῖος καὶ βάρβαρος, τοὺς πολίτας ἐκκαλεῖται τὸν πολίτην ἐλεεῖν. |
| 21.326 | TBcFj ἐστρατευμένος ἁπάσας] οὐκοῦν τὴν ἐπιβάλλουσαν πένησι λειτουργίαν ἐπλήρωσε· λειτουργία δὲ πένητος ἡ διὰ τοῦ σώματος εἰσφορά. |
| 21 327a | TBcFj περὶ στρατείας. |
| 21 327b | F 2 L ἁπάσας τὰς ἐν ἡλικίᾳ στρατείας] πρεσβύτης ὢν τοῖς πονηροῖς ταὐτὰ πέπονθε καὶ παρὰ τοιαύτην ἡλικίαν, ἐν ᾗ καὶ τοὺς ὄντως ἀδικοῦντας αἰδεῖσθαι πεφύκαμεν. |
| 21.328 | εἶτα καὶ εἰς τὰς στρατείας ἐπῄνεσε τὸν Στράτωνα, διότι μέλλει μετ’ ὀλίγον καὶ εἰς δειλίαν καὶ εἰς ἀστρατείαν σκώπτειν τὸν Μειδίαν. TBcFj καὶ δεινὸν οὐδὲν εἰργασμένος] ἐν τῇ καθόλου ἀναιρέσει καὶ τὸ παρὸν ἔδειξεν, ὅτι οὐδὲ περὶ τὴν δίαιταν οὐδὲν δεινὸν ἐποίησεν. |
| 21.329 | TBcFj ἕστηκε νυνὶ σιωπῇ] τοῦτο τοῖς δυστυχοῦσιν εἰς ἔλεον. |
| 21.330 | TBcFj καὶ οὐδ’ εἰ δίκαια ἢ ἄδικα πέπονθε] δοκεῖ μὲν ἀμφιβόλως εἰρηκέναι διότι κατέγνωσται, τὸ δὲ ἀληθὲς αἰνίττεται ὡς, εἴπερ ἐξῆν αὐτῷ ἀπολογήσασθαι, ἔδειξεν ἂν ἑαυτὸν ἀδίκως κατεγνωσμένον. |
| 21.331 | καὶ οὐδεμίαν μὲν ἀπολογίαν ἀπολέλοιπεν ὑπὲρ τοῦ Στράτωνος, ὡς πολλῷ ἐξευρεῖν ὁ Στράτων ἂν ἠδυνήθη δοθείσης ἀδείας αὐτῷ τοῦ λέγειν. ὅμως δέ, ἐπειδήπερ οἶδεν ὅτι οὐ δυνατόν ἐστιν αὐτῷ φθέγξασθαι, θαρρεῖ καὶ τὰς ὑπερβολὰς τῶν δικαίων αὐτῷ δίδωσιν. TBcFj καὶ ταῦτα πέπονθεν ὑπὸ Μειδίου] τίνος; τοῦ ὑποβολιμαίου, τοῦ ἀστρατεύτου. |
| 21.332 | TBcFj καὶ τοῦ Μειδίου πλούτου] φθόνον αὐτῷ συνάγει διὰ τῆς ὑπομνήσεως τοῦ πλούτου· μισοῦσι γὰρ τοὺς τοιούτους οἱ δημόται διὰ τὴν πενίαν. |
| 21.333 | TBcFj 〈παρὰ〉] σημείωσαι, ἡ ‘παρὰ‘ ἀντὶ τῆς ‘διά‘. |
| 21.334 | F 2 L καὶ τὸ τῶν πολλῶν εἷς εἶναι] συγκρούει πρὸς τοὺς δικαστὰς τὸν Μειδίαν καὶ εἰς φόβον αὐτοὺς καθίστησιν. |
| 21.335 | ‘εἰ γὰρ Στράτων διὰ τὴν πενίαν ἠτιμώθη καὶ ὑμεῖς πένητες, καὶ εἰς ὑμᾶς ὁρμήσει. καὶ ταῦτα πέπονθε διὰ τὸ εἶναι τῶν πολλῶν εἷς, ἐλεύσεται δὲ καὶ ἐφ’ ὑμᾶς τὸ δεινόν.‘ δι’ ὧν τυραννίδα αὐτοῖς αἰνίττεται τὴν Μειδίου. TBcFj καὶ εἰ μὲν παραβὰς τοὺς νόμους] μισθὸν δικαιοσύνης ἀτιμίαν ἐκομίσατο. |
| 21.336 | καὶ οἱ μὲν ἄλλοι παραβαίνοντες τοὺς νόμους κολάζονται, Στράτων δὲ πεισθεὶς τοῖς νόμοις ἠτιμώθη. TBcFj καὶ τηλικαύτῃ συμφορᾷ περιπέπτωκεν ὑπὸ τούτου] Μειδίας οὖν ἐστιν ὁ ἀτιμώσας. |
| 21.337 | οὐκοῦν ἐὰν εἰς τὴν ἀρχαίαν τύχην αὐτὸν ἐπαναγάγητε, οὐ τὴν ψῆφον τῆς βουλῆς ἀκυρώσετε, ἀλλ’ ἑνὸς ἀνδρὸς Μειδίου τὴν βουλὴν ἀνατρέψετε. TBcFj εἶθ’ ὑμεῖς τὸν οὕτως ὠμόν] ἱκανὸν ἔλεον συνάξας τῷ Στράτωνι βούλεται καὶ τὸν Μειδίου ἔλεον ἐκβαλεῖν. |
| 21 338a | αἰτιῶνται δέ τινες τὸν ῥήτορα, ὅτι δεύτερον ἐχρήσατο τῇ τοῦ ἐλέου ἐκβολῇ. κέχρηται γὰρ αὐτῇ καὶ πρὸς τοῖς ἐπιλόγοις, ἐν οἷς σύγκρισιν ἔχει τοῦ Μειδίου πρὸς αὐτὸν Δημοσθένην. τὰ γὰρ ἐκείνου παιδία τῇ ἑαυτοῦ ἀπαιδίᾳ ἀντιτίθησι καὶ τὰ ἐκείνου δάκρυα οἷς αὐτὸς πέπονθε. νυνὶ δὲ οὐ πρὸς ἑαυτὸν ποιεῖται τὴν σύγκρισιν, ἀλλὰ πρὸς Στράτωνα καὶ τὰ ἐκείνου παιδία. οὐδὲν οὖν κωλύει καὶ δεύτερον χρῆσθαι τῇ τοῦ ἐλέου ἐκβολῇ, ἐπειδὰν μέλλῃ τις ἐπὶ διαφόρων αὐτῇ προσώπων κεχρῆσθαι. TBcFj ἐλέου ἐκβολή. |
| 21 338b | YS ὧν αὐτὸς ἠδικῆσθαί φησι μόνον· οὐ γὰρ ἠδίκητό γε] δοκεῖ μὲν καταδεδικάσθαι χιλίων δραχμῶν, τῷ δὲ μηδὲν ἐκτῖσαι φαίνεται μηδὲν ἠδικημένος. |
| 21.339 | TBcFj καὶ μήτε ἑορτῆς] ἐν τῷ καθόλου ἐκφέρων παραλαμβάνει καὶ τὸ καθ’ αὑτόν. |
| 21.340 | TBcFj τὸ γὰρ χρημάτων πολλῶν] πάλιν ἐνταῦθα τὸν τύραννον ὑποβάλλει· τίνα γὰρ μᾶλλον εἰκὸς γενήσεσθαι τύραννον ἢ τὸν ἔχοντα χρήματα πολλά, θρασὺν δὲ ὄντα καὶ βδελυρόν; TBcFj ἐλεῆσαι νὴ Δία] δοκεῖ νῦν ὥσπερ ἀνδρικῶς ἐπὶ τοῦ Στράτωνος ἀντεξετάζειν τὸν ἔλεον. |
| 21.342 | TBcFj ὁρῶν τὰ τοῦδε οὐκ ἐλεηθέντα] πρόδηλον ὅτι οὐ πρὸς ἑαυτὸν νῦν τὴν τοῦ ἐλέου ποιεῖται ἐκβολήν, ἀλλὰ πρὸς Στράτωνα καὶ τὰ τούτου παιδία. |
| 21.343 | TBcFj χωρὶς τῶν ἄλλων κακῶν] ὁ νοῦς οὗτος· ἡ συμφορὰ τοῦ Στράτωνος (τουτέστιν ἡ ἀτιμία) χωρὶς τῶν ἄλλων κακῶν (λέγει δὲ τῆς πενίας) ἀπορίαν ἐπιδέχεται. |
| 21.344 | οὐ γάρ ἐστιν ἐξ ὀφλήματος ἄτιμος, ἵνα δανεισάμενοι ἢ μισθώσαντες αὑτοὺς καταθῶσι τὸ χρέος καὶ ποιήσωσιν ἐπίτιμον. TBcFj οὐ γάρ ἐστιν ὄφλημα] εἰ μὲν ἐξῆν χρήματα καταθέντα ἀπαλλάξαι τῆς ἀτιμίας τὸν ἄνθρωπον, οὐκ ἂν ὤκνησε καταβαλεῖν. |
| 21.345 | μετήνεγκε δὲ τὸν λόγον ἐπὶ τοὺς παῖδας τοῦ Στράτωνος, ἵνα μᾶλλον ἐλεεινότερον φανῇ, ὅτι καίτοι πένητος παῖδες ὄντες οὐκ ἐφείσαντο καταβαλεῖν. οὐκοῦν ἐπειδὴ οὐχ οἷόν τε χρήματα δόντα ἐπαναγαγεῖν εἰς τὴν ἀρχαίαν τύχην τὸν ἄνθρωπον, ὑμέτερον λοιπὸν ἐλεήσαντας ἀφεῖναι. TBcFj καὶ δι’ ἃ ταῦτα ποιεῖ χρήματα ἀφαιρεθῆναι] τὸ μὲν ῥητὸν ἀσαφές, ἔστι δὲ τοιοῦτον. |
| 21.346 | ἐὰν Μειδίαν ἀπολύσητε τοιαῦτα πράξαντα, τίς πώποτε ἄλλος ἀφαιρεθήσεται χρημάτων ὑφ’ ὑμῶν δι’ ἃ πλημμελεῖ; πάντες γὰρ οἱ πλούσιοι τοῖς χρήμασιν ἐπαιρόμενοι πλημμελοῦσιν. εἰ γὰρ Μειδίαν τὸν ὑπερβαλλόμενον πάντας οὐκ ἀφαιρήσεσθε τῶν χρημάτων, τίνος ἄλλου ἀδικοῦντος ἀφαιρήσεσθε χρήματα δι’ ἃ καὶ θρασύνεται; TBcFj οὐδεὶς γάρ ἐστι δίκαιος] καθόλου τὴν γνώμην εἰσενεγκὼν δείκνυσιν, ὅτι οὐ διὰ τὴν ἔχθραν τὴν πρὸς Μειδίαν κωλύει τὸν ἔλεον, ἀλλὰ δι’ αὐτὸ τὸ δίκαιον. |
| 21.347 | TBcFj ἐγὼ γὰρ οἶμαι πάντας ἀνθρώπους] σημείωσαι, οἱ ἐπίλογοι τοῦ κατὰ τὸν Στράτωνα διηγήματος. |
| 21 348a | F 2 YL ἐγὼ . |
| 21 348b | .. ἀνθρώπους] οὗτοί εἰσιν οἱ ἐπίλογοι τοῦ κατὰ τὸν Στράτωνα διηγήματος, ἐν οἷς ἐκβάλλει τὸν ἔλεον τοῦ Μειδίου· τηλικούτου γὰρ ὄντος τοῦ διηγήματος εὗρε καιρὸν καὶ τῇ τοῦ ἐλέου ἐκβολῇ χρήσασθαι. καθόλου γὰρ ἐν παντὶ παθητικῷ ζητήματι, καὶ μάλιστα ἐὰν ἴσον ᾖ τὸ κρινόμενον καὶ τὸ πρόσωπον τὸ φεῦγον, χρηστέον τῇ τοῦ ἐλέου ἐκβολῇ. οὐ δεῖ δὲ θαυμάζειν εἰ τοῖς αὐτοῖς ῥήμασι καὶ ἐν τῇ ἄλλῃ τοῦ ἐλέου ἐκβολῇ ἐχρήσατο. σύνηθες γὰρ τοῦτο ποιεῖν τοῖς παλαιοῖς, καὶ αὐτὸς δὲ πεποίηκεν αὐτὸ καὶ ἐν τοῖς Φιλιππικοῖς καὶ ἐν τῷ κατὰ Τιμοκράτους, καὶ Ἰσοκράτης ὁμοίως ἔν τε τῷ Παναθηναϊκῷ καὶ ἐν τῷ περὶ ἀντιδόσεως. TBcFj 〈ἔρανον παρὰ πάνθ’ ὅσα πράττουσιν〉] οὐ τοῦτον μόνον ὃν συλλέγουσι καὶ ὧν πληρωταὶ γίγνονταί τινες, ἀλλὰ καὶ ἄλλων. |
| 21.349 | Y οἷον ἐγώ τις οὑτοσὶ μέτριος] χαρακτῆρα βίου σώφρονος καὶ ὀρθοτάτου ἑαυτὸν ὑποτίθεται, Μειδίαν δὲ τοὐναντίον. |
| 21.350 | TBcFj 〈ἡγοῦμαι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι〉] μέλλων ἐφ’ ἕτερα μέρη μεταβαίνειν τῆς παρεκβάσεως, λέγω δὲ τό τε λειποτάξιον καὶ τὴν ἐφ’ αἵματι γραφήν, προοιμίῳ κέχρηται αὔξησιν περιέχοντι τῶν τε λεχθέντων καὶ τῶν ῥηθησομένων. |
| 21 351a | F 4 YLS ἡγοῦμαι . |
| 21 351b | .. Ἀθηναῖοι] μέλλων ἐφ’ ἕτερα μέρη μεταβαίνειν τῆς παρεκβάσεως προοιμίῳ κέχρηται συνήθως, ὅπερ αὔξησιν ἔχει τῶν τε ἤδη λεχθέντων καὶ τῶν ῥηθησομένων. καὶ γὰρ ἐπὶ τοῖς φθάσασιν ἄξιος μεγίστης ὀργῆς καὶ τὰ μέλλοντα λέγεσθαι χαλεπώτερα τῶν λεχθέντων. ἔστι δὲ ταῦτα τό τε λειποτάξιον καὶ ἡ ἐφ’ αἵματι γραφή. πέπρακται δὲ ταῦτα μετὰ τὴν ὕβριν τὴν ἐν τοῖς Διονυσίοις· οὐκοῦν συνῆψε τῇ παρεκβάσει τὰ πεντεκαίδεκα ὅλοις ἔτεσιν ἀφεστῶτα. τὰ μὲν γὰρ κατὰ Στράτωνα παιδὸς ὄντος τοῦ ῥήτορος πέπρακται, τὰ δὲ μετὰ τὴν ἑορτὴν δύο καὶ τριάκοντα ὄντος ἐτῶν. δέδωκε δὲ ἡμῖν ἐν τούτοις καθολικὸν θεώρημα, συνάπτειν τὰ ὁμοιογενῆ, κἂν τοῖς χρόνοις διεστήκῃ· ὄντων γὰρ ἐξαγωνίων καὶ τούτων κἀκείνων καὶ πάντων τῶν ἐν τῇ παρεκβάσει κειμένων, πάντα συνάγων εἰς ἓν χωρίον ἔταξε. TBcFj τοσαύτην ἀφθονίαν οὗτος πεποίηκε] σφόδρα τεχνικὸν καὶ βίαιον τὸ ἐπ’ ἐγκλήμασιν ἀπολογούμενον περιτρέπειν ταῦτα εἰς κατηγορίαν. |
| 21.352 | ἔστι δὲ τὸ ἔγκλημα τὸ λυποῦν αὐτὸν ἡ φήμη τοῦ φόνου. δοκεῖ γὰρ Ἀρίσταρχος παρὰ τοῦ Δημοσθένους ἀναπεισθεὶς ἀνῃρηκέναι τὸν Νικόδημον· ἦν γὰρ οὗτος τῶν περὶ τὸν Εὔβουλον ἐσπουδακότων. εἰκὸς δὲ ἦν τοὺς συναγωνιζομένους τοῖς ἐχθροῖς περικόπτειν τὸν ῥήτορα. δεδοικὼς οὖν τὴν φήμην οὔτε φανερῶς ἀπελογήσατο μηδενὸς κατηγοροῦντος (εὔηθες γάρ) οὔτε μὴν εἴασεν ἁπλῶς· οὐ γὰρ ἀνδρὸς πολιτικοῦ περιορᾶν ἑαυτὸν ἀδοξοῦντα. τί οὖν πεποίηκεν; εὗρε τὸν παρόντα καιρόν, ἐν ᾧ σχηματίζεται καὶ τῆς κατηγορίας ἀποτρίψασθαι τὴν φήμην, καὶ παρατίθησι τῷ Μειδίᾳ τὴν αἰτίαν. εἰκὸς γὰρ τὸν ἐν πολλοῖς ἐπιβουλεύοντα καὶ ἄνωθεν ὄντα δυσμενῆ καὶ τοιαύτας ἤδη φήμας κατὰ τοῦ ἐχθροῦ κατασκευάζειν. λοιπὸν οὖν ἐν τῷ ἀπολογεῖσθαι κατηγορεῖ. τοῦτο γὰρ ἴδιον τῆς Δημοσθένους δεινότητος καὶ τὰς ἀπολογίας εἰς κατηγορίας περιτρέπειν καὶ αὖθις κατηγοροῦντα μηδὲν ἧττον ἀπολογεῖσθαι. TBcFj 〈ὅτι μὲν δὴ λιποταξίου γραφὴν〉] δευτέρα κατηγορία κατὰ Δημοσθένους ὑπὸ Μειδίου. |
| 21 353a | F 2 YL ὅτι . |
| 21 353b | .. γραφὴν] προκαλύμματι κέχρηται τοῦ φόνου τοῖς κατ’ Εὐκτήμονα πράγμασιν, ἵνα μὴ δόξῃ ἐσπουδασμένως πρὸς ἐκεῖνο χωρεῖν, καὶ εἴληφε πρᾶγμα ὁμολογούμενον, ἵνα καὶ ἐπὶ τῶν ἀμφισβητουμένων ἀξιόπιστος δόξῃ. διὸ καὶ ἐν παραλείψεως εἴδει τὴν εἰσαγωγὴν πεποίηται. ὅτι μὲν οὖν Εὐκτήμων ἐγράψατο Δημοσθένην λειποταξίου, τοῦτο εὔδηλον, ἀλλ’ ὅμως 〈οὐκ〉 ἀξιόπιστον τὸ τοιοῦτο λέγειν περὶ ἐχθροῦ. TBcFj καὶ τὸν τοῦτο ποιήσοντα ἐμισθώσατο] συνήθειαν κατασκευάζει τῷ Μειδίᾳ 〈τοῦ〉 διαφθείρειν, ἵν’ ἐπειδὰν μέλλῃ λέγειν ὅτι χρήματα ἐδίδου τοῖς τοῦ τετελευτηκότος οἰκείοις, μηδεὶς ἀπιστήσῃ, προειδὼς ὅτι τοιοῦτος ὁ Μειδίας καὶ αὐτὸς τοῦτο εἶπεν, ὅτι καὶ τοῖς ἄρχουσι πεντήκοντα ἐδίδου. |
| 21.354 | TBcFj καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν] ἀντιπῖπτον ἔλυσεν ὅτι ‘πότ’ ἂν εἵλετο Εὐκτήμων ψευδῆ γραφὴν ἐνστήσασθαι προδήλου πᾶσιν ὄντος ὅτι τοῖς ἡττηθεῖσιν ἀτιμία πρόσκειται, εἰ μὴ ἦν λίαν εὐχερής;‘ καὶ ὁ κονιορτὸς διὰ τοῦτο κέκληται, οἱονεὶ ὁ ῥᾳδίως πειθόμενος· οὕτω γὰρ καὶ ἡ κόνις εὐκόλως ὑπὸ τοῦ ἀνέμου ῥιπίζεται. |
| 21.355 | TBcFj καὶ γὰρ οὔτ’ ἀνεκρίνετο] οὐκ ἐτόλμησε προσελθὼν ὑπὸ τῶν ἀρχόντων ἀνακριθῆναι δηλονότι κατεγνωκὼς ἑαυτοῦ. |
| 21.356 | διὸ καὶ εἰκότως προσέθηκεν ‘ὁ συκοφάντησ‘. ὑφ’ ἓν ἀναγνωστέον ‘ἀνεκρίνετο‘· ἔστι γὰρ ἀνάκρισις τὸ τοιοῦτον. ὅτε τις ἀπωθεῖται γραφήν, ἀνακρίνεται πρὸ τοῦ δικαστηρίου παρὰ τοῖς ἄρχουσι εἰ ἐπέξεισιν, εἰ μάρτυρας ἔχει, εἰ χρῄζει τοῦ παρεῖναί τινα, ἵνα πάντων εὐτρεπισθέντων εἰσέλθῃ εἰς τὸ δικαστήριον. ὁ δὲ μὴ ἀπαντῶν ἐπὶ τὴν ἀνάκρισιν ἐγίγνετο ἄτιμος. TBcFj πλὴν ἵν’ ἐκκέοιτο] προτεθείη καὶ πᾶσι βλέποιτο. |
| 21.357 | TBcFj 〈πρὸ τῶν ἐπωνύμων〉] ἐπώνυμοι οἱ ἐκ τῶν φυλῶν τὰς ἐπωνυμίας ἔχοντες. |
| 21.358 | F 2 YL ὅτι Μειδίου μισθωσαμένου] ἵνα μὲν πολλὴν εὐχέρειαν καὶ ἄνοιαν δείξῃ τοῦ Εὐκτήμονος, φησὶν ὅτι ἡδέως ἂν καὶ προσέγραψε τῇ γραφῇ ὅτι ‘Μειδίας ἐμισθώσατο‘. |
| 21.359 | ἵνα δὲ φύγῃ τὸ ἀπίθανον τοῦ νοήματος, προσέθηκεν εἰπὼν ‘εἴ πως ἐνῆν‘· πρόδηλον γὰρ ὅτι οὐδὲ ὁ πάντων εὐηθέστατος τοῦτ’ ἂν ἐποίησεν. TBcFj ἐφ’ ᾗ γὰρ κἀκεῖνος ἠτίμωκεν αὑτὸν] ἐφ’ ᾗ δίκῃ. |
| 21.360 | καίτοι εἰ μήτε ἐκρίθη μήτε εἰσῆλθεν εἰς τὸ δικαστήριον, φαίνεται μηδὲ ἁψάμενος τοῦ πράγματος. οὐκοῦν οὐκ ἠτιμοῦτο μηδὲ τὴν ἀρχὴν εἰσελθών. ὁ δὲ σοφιστικῶς συνήγαγεν· ‘ὁ μὴ ἐλέγξας ἐν δικαστηρίοις ἀτιμοῦται· οὗτος δὲ μὴ ἐπεξελθὼν ἑαυτοῦ κατέγνω· κυριώτερα δὲ ἅ τις αὐτὸς περὶ ἑαυτοῦ βεβαιοῖ τῆς ἔξωθεν καὶ παρ’ ἄλλων καταγνώσεως· αὐτὸς γὰρ ἑαυτὸν ἠτίμωκεν.‘ καὶ τοῦτο λέγει οὐχ ὅτι ‘τῆς παρρησίας καὶ τῶν κοινῶν ἀπεστέρητο Εὐκτήμων‘, ἀλλ’ ὅτι ‘κατὰ τὴν ἐκείνου ψῆφον περὶ αὑτοῦ πάντων ἐστέρηται‘. κατέγνω γὰρ ἀτιμίαν ἑαυτοῦ μὴ ἐπεξελθών. καὶ ἔστι τοῦτο παραπλήσιον τῷ προοιμίῳ τῷ κατ’ Ἀνδροτίωνος (22, 1)· ‘ὅπερ Εὐκτήμων, ὦ Ἀθηναῖοι, παθὼν κακῶς ὑπὸ Ἀνδροτίωνοσ‘· καὶ ἐκεῖ φαίνεται μᾶλλον παθὼν ὁ Ἀνδροτίων ἢ ποιήσας. εἰ γὰρ κατηγορήσας τοῦ ψηφίσματος τοῦ Εὐκτήμονος ἡττήθη, πρόδηλον ὅτι κατέβαλε τὰς χιλίας, ἀλλ’ ὅμως φησίν· ‘ὅπερ Εὐκτήμων ἔπαθε κακῶσ‘, τὴν προαίρεσιν λέγων τοῦ Ἀνδροτίωνος ὅτι ‘ὅσον ἐπ’ ἐκείνῳ κακῶς ἐποίησεν, εἴπερ ἐνίκησε τὴν γραφήν‘. TBcFj οὐδεμιᾶς ἔγωγ’ ἔτι προσδέομαι δίκης] ὥσπερ ἀντιπῖπτον ἔλυσε ‘τί οὖν οὐ κατηγορεῖς τοῦ Εὐκτήμονος, εἴπερ ψεῦδος ἐγράφετο;‘ ὁ δέ φησιν ὅτι ‘οὐ δέομαι γὰρ ἔτι δίκης ἀτιμωθέντος ἐκείνου‘. |
| 21.361 | καὶ ἄτιμον καλεῖ τὸν μὴ ἐπίτιμον, πρὸς τὴν γνώμην ἀφορῶν τοῦ Εὐκτήμονος. TBcFj ἀλλ’ ἱκανὴν ἔχω] μὴ λαβὼν εἰληφέναι φησίν. |
| 21.362 | ἀρκεῖ γὰρ αὐτῷ πρὸς τιμωρίαν Εὐκτήμων ἑαυτοῦ κατηγορῶν. TBcFj ἀλλ’ ὃ καὶ δεινόν, ὦ ἄνδρες] τοῦτο ἦν ἐφ’ οὗ παρεῖχεν ἐκ πολλοῦ τὴν σπουδὴν καὶ διὸ τοῖς προκαλύμμασιν ἐχρήσατο· ἐντεῦθεν λοιπὸν ἐρρωμένως αὐτοῦ πεποίηται τὴν εἰσαγωγήν· ‘δεινὸν καὶ οὐκ ἀδίκημα μόνον, ἀλλὰ καὶ ἀσέβημα. |
| 21.363 | ‘ καὶ ἀσέβειαν ὀνειδίζει τῷ Μειδίᾳ τῷ κατασκευάσαι τὴν φήμην. οὐκοῦν εἰ ἀσεβὴς ὁ περὶ τοιούτων ψευδόμενος, πολλῷ μᾶλλον ὁ κοινωνήσας. πῶς οὖν ὁ ἀσέβειαν ἑτέροις ἐγκαλῶν αὐτὸς ἀνεδέξατο τὸ ἔγκλημα; TBcFj τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ] εἰσβάλλει λοιπὸν εἰς τὰ κατὰ τὸν Ἀρίσταρχον τὸν ἑταῖρον αὐτοῦ καὶ μαθητήν. |
| 21.364 | ἦν δὲ τὸ πρᾶγμα τοιοῦτον. Νικόδημός τις ἀπὸ δήμου Ἀφιδναῖος ἐκκοπεὶς τοὺς ὀφθαλμοὺς εὑρέθη νεκρός, Εὐβούλου τοῦ πολιτευομένου ὢν εἰς τὰ μάλιστα φίλος. ἐπεὶ οὖν ἐπολέμει τῷ ῥήτορι καὶ οὗτος ἐκείνῳ ἐκ πολιτείας, ὑπωπτεύθη ὡς πείσας νέον ὄντα τὸν Ἀρίσταρχον ἐπιθέσθαι τῷ Νικοδήμῳ καὶ διαφθεῖραι. φοβηθεὶς μὲν δὴ τὴν ὑπόνοιαν ὁ Ἀρίσταρχος ἔφυγε. διεβάλλετο δὲ ὁ ῥήτωρ ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ Ἀριστάρχου, καὶ ἔστι τόπος προκατασκευαζομένου στοχασμοῦ. ἐλευθεροῖ γὰρ ὁ ῥήτωρ πρότερον τὸν Ἀρίσταρχον, ᾧ αἰτίαν ἔχει συνειδέναι. ὀδύρεται δὲ τῆς τύχης τὸν Ἀρίσταρχον, ὅτι τοιαύτην εἶχε φήμην. τὸ δὲ ἀληθὲς τὸ καθ’ ἑαυτὸν ἀποκρούεται· ἵνα μὲν γὰρ μὴ αὐτὸς ὑποπτεύηται, τῷ Ἀριστάρχῳ τὸ ἔγκλημα περιτίθησιν· αἱρετώτερον γὰρ ἕτερον δοκεῖν ἢ αὐτὸν πεποιηκέναι. ἵνα δὲ μηδὲ ἐκεῖνος ὡμολογημένως δόξῃ πεπραχέναι, παραθραύει κἀκείνου τὴν φήμην. καὶ ἔοικε τοῦτο, ὡς εἴρηται, τοῖς προκατασκευαζομένοις στοχασμοῖς. ὅσῳ γὰρ ἂν ἀμβλύνηται τὰ κατ’ Ἀρίσταρχον, τοσούτῳ πορρωτέρω αὐτὸς τῆς αἰτίας καταστήσεται. TBcFj καὶ χαλεπῆς συμβάσης αἰτίας] ἡ συνέχεια τῶν λέξεων τὸν οἶκτον ἐργάζεται· καὶ γὰρ ἄθλιον καὶ ταλαίπωρον ὀνομάζει. |
| 21.365 | καὶ τὸ ‘κακῆς καὶ χαλεπῆσ‘ φευκτὴν ἀποφαίνει τῇ αὐξήσει τόλμαν. χαρίεν δὲ καὶ τὸ ‘συμβάσησ‘ εἰπεῖν, ἀλλὰ μὴ ‘πραχθείσησ‘. τὸ γὰρ ‘συμβάσησ‘ ὡς δυστυχήματος ἔμφασιν ἔχει· συμβαίνειν γὰρ λέγομεν τὰ παρὰ τῆς τύχης. σοφώτατα δὲ καὶ τὸ ‘αἰτίασ‘ ἐπήνεγκεν, ἵνα ψιλὴν συκοφαντίαν ἀποδείξῃ τὸ κατηγόρημα. ὁρᾷς δι’ ὅσων καὶ οἵων ἀπωθεῖται τὴν ὑπόνοιαν. σκοπεῖν ἄξιον τὴν ὑπερβολὴν τῆς φρονήσεως. οὔτε γὰρ φανερῶς ὡς κατήγορος λέγει (φίλος γὰρ ἦν) οὔτε ὡς ἀπολογούμενος (ὕποπτον γάρ), ἀλλὰ μέσως ἀμφοῖν ἐχώρησεν. ἡ δὲ αἰτία ἄδηλος, εἰ ἀληθής ἐστιν ἢ ψευδής. δύναται δὲ ταῦτα καὶ εἰς αὐτὸν ἁρμόττειν τὸν Δημοσθένην· διπλοῦς γὰρ ὁ ῥήτωρ. TBcFj τὸ μὲν πρῶτον, ὦ ἄνδρες Ἀθηναῖοι] τρίτη κατηγορία, ἣν λύει ὁ Δημοσθένης κατὰ στοχασμὸν προκατασκευαζόμενον, οὐχ ὁλοκλήρως μέντοι διὰ πάντων τῶν κεφαλαίων, ἀλλ’ ὥστε μόνον τὸ σχῆμα σῴζεσθαι τὸ στοχαστικόν. |
| 21 366a | προκατασκευαζόμενος μὲν οὖν δοκεῖ, διότι καὶ αὐτὸν τὸν Ἀρίσταρχον ἀπολύειν πειρᾶται τῆς αἰτίας. ἔχει δέ τινα στοχαστικὰ κεφάλαια οἷον χρῶμα ‘διὰ τί ἂν ἠβουλήθη φόνου ἔγκλημά σοι ἐπάγειν;‘ ὁ δέ φησιν· ‘ἵνα μὴ δῷ τὴν ἐπὶ τῇ ὕβρει δίκην‘. πιθανὴ δὲ ἀπολογία ὅτι ‘καὶ οὐκ ᾐσχύνθη θεοὺς ἢ ὁσίαν ἢ ἀνθρώπους ἐκείνους οὓς ἔπειθε κατηγορεῖν ἐπὶ τῷ φόνῳ‘· ὁ ‘δὲ‘ ἐκ περιτροπῆς· τοῦτο γάρ ἐστι τὸ δεινόν, τούτων οὐδὲν ἐννοῆσαι. F 2 YL τὸ . |
| 21 366b | .. Ἀθηναῖοι] οὐκοῦν Μειδίας ἐστὶν ὁ τὴν πρώτην φήμην καταχέας ἐν τῇ πόλει. δεῖ δὲ μὴ πιστεύειν τοῖς παρὰ τῶν ἐχθρῶν λεγομένοις. TBcFj καὶ οὔτε θεοὺς οὔθ’ ὁσίαν] τοῦτο ἀπολογία δόξειεν εἶναι ‘καὶ οὐκ ἂν ἐφοβήθη τοὺς θεοὺς ἢ τὴν ὁσίαν τηλικαῦτά σου καταψευδόμενοσ‘. |
| 21.367 | ὁ ‘δὲ‘ ἐκ περιτροπῆς· τοῦτο γάρ ἐστιν ἐφ’ ᾧ καὶ μισήσειεν ἄν τις αὐτὸν ὅτι οὐδὲν τούτων ἐφοβήθη. τὰς γὰρ πιθανὰς ἀπολογίας προλύειν εἰώθαμεν. TBcFj ἀλλ’ οὐδὲ πρὸς οὓς ἔλεγε] τοῦτο γὰρ ὥσπερ ἕτερον μέρος τῆς πιθανῆς ἀπολογίας ‘καὶ αὐτοὺς τοὺς ἀκούοντας οὐκ ἂν ᾐσχύνθη‘. |
| 21.368 | ὁ δέ φησιν ὅτι ‘οὐδὲ τούτουσ‘. οὐκοῦν ἐκ τούτων καὶ ἀσεβῆ καὶ ἀναίσχυντον δείκνυσι τὸν Μειδίαν. TBcFj ὡς δέον, εἴ τις ὀργισθεὶς ὑπὸ τούτου] χρώματος ἀπόδοσίς ἐστι τοῦτο. |
| 21.369 | ‘καὶ διὰ ποίαν αἰτίαν εἵλετο τοιαῦτα περί του κατασκευάζειν;‘ ὅτι ἐφοβεῖτο, μὴ δίκην δῷ τῆς ὕβρεως, διὰ τοῦτο ἤθελέ με προαναρπάσαι. TBcFj καὶ ἐφ’ αἵματι φεύγειν] ὡς φονέα κρίνεσθαι. |
| 21.370 | τὸ δὲ ‘μηδαμῇ παρεθῆναι‘ ἀντὶ τοῦ ‘ζῆν συγχωρηθῆναι, ἀλλὰ πάσας ὑποστῆναι κατηγορίασ‘. ‘καὶ μονονοὺ προσηλῶσθαι‘, τοῖς ἥλοις παραδίδοσθαι καὶ ἐσταυρῶσθαι, τουτέστι ἐντεῦθεν μὲν τῷ λειποταξίῳ, ἑτέρωθι δὲ τῇ τοῦ φόνου γραφῇ. TBcFj καίτοι ταῦθ’ ὅταν ἐξελεγχθῇ ποιῶν] πάλιν ἐνταῦθα παθητικοῦ μέρους ἐμνημόνευσεν, ἵν’ ἐκβάλῃ τοῦ Μειδίου τὸν ἔλεον. |
| 21.371 | TBcFj ὕβριζέ με χορηγοῦντα] εἴπομεν ὅτι τὸ κοινὸν παρεμβάλλει πανταχοῦ, ἵνα μὴ τῇ μνήμῃ τῶν ἰδίων ἐλαττώσῃ τὸ ἔγκλημα. |
| 21.372 | TBcFj αὐτόχειρά μου γεγενῆσθαι] ‘τοῖς ἔργοις, δι’ ὧν ἐποίει, τὸ αὐτοῦ μέρος πεφόνευμαι. |
| 21.373 | ‘ ἅπερ δὲ αὐτὸς ἐγκαλεῖται, ταῦτα τῷ Μειδίᾳ περιτρέπει, τουτέστι τὸ φόνους ποιεῖν καὶ ἀποκτιννύναι. καὶ ηὔξησε τὴν κατηγορίαν· αὐτὸς μὲν γὰρ αἰτίαν εἶχεν ὡς συνειδώς, τὸν δὲ Μειδίαν αὐτόχειρά φησι γεγενῆσθαι. ‘εἰ γὰρ ἓν ὧν με ἐπεβούλευσεν ἐποίησεν, ὡς αὐτόχειρ ἂν ἐνομίζετο. καὶ γὰρ ἐξ ὧν ἤλπιζέ με διαφθεῖραι ταῦτα κατεσκεύασεν‘. TBcFj εἰ δὲ ἐάν τις παρὰ πάντας τοὺς νόμους ὑβρισθεὶς] πάλιν αἰτίαν ἀποδίδωσι, δι’ ἣν εἰκὸς ἦν κατασκευάζειν ταῦτα τὸν Μειδίαν. |
| 21.374 | ἐπειδὴ γὰρ οὐκ ἀνεκτὰ τὰ πράγματα δοκεῖ λέγειν, διὰ τοῦτο συνεχῶς τὰς αἰτίας ἀποδίδωσιν [προσκυνεῖν τοὺς ὑβρίζοντας]. TBcFj 〈προσκυνεῖν τοὺς ὑβρίζοντασ〉] οἱ γὰρ ἐκεῖ δυναστεύοντες, οἷς ἔξεστιν ὑβρίζειν ὅταν βούλωνται καὶ ὃν ἂν ἐθέλωσιν, ὑπὸ τῶν πασχόντων προσκυνοῦνται. |
| 21.375 | TBcFj ὥσπερ ἐν τοῖς βαρβάροις] μνημονεύσας τῶν βαρβάρων τὸν Μειδίαν ὠνείδισε· βούλεται γὰρ μὴ Ἀθηναῖον, ἀλλ’ ὑποβολιμαῖον εἶναι καὶ βάρβαρον. |
| 21.376 | οὐκοῦν τίς ἔσται ὁ προσκυνούμενος; [ἢ εἰ] τυραννήσει ἄρα Μειδίας νῦν ἀποφυγών. TBcFj ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω] βούλεται μάρτυρας παρασχέσθαι, ὅτι χρήματα Μειδίας ἐδίδου τοῖς τοῦ τετελευτηκότος οἰκείοις ὥστε κατηγορεῖν Δημοσθένους. |
| 21.377 | TBcFj λαβὲ δή μοι καὶ τὸν περὶ τῶν δώρων νόμον] ὁ μὲν νόμος οὗτός ἐστι, μὴ ἐξεῖναι δῶρα διδόναι μηδὲ λαμβάνειν ἐπὶ διαφθορᾷ. |
| 21 378a | κέχρηται δὲ ἑκατέροις τοῖς μέρεσιν τὴν ἁρμόττουσαν χρείαν προσανάγων, καὶ πρῶτον μὲν τῷ μὴ διδόναι. καὶ τίς δὲ ἡ χρεία παρασχεῖν μάρτυρας, ὅτι Μειδίας ἐδίδου χρήματα τοῖς τοῦ τετελευτηκότος οἰκείοις; εἰκὸς δὲ τούτους τοὺς μάρτυρας χρήμασι πεισθέντας ὑπὸ τοῦ Δημοσθένους τὰ ψευδῆ μαρτυρεῖν. οὐκοῦν πρὸς ἀμφότερα χρήσιμος ἡ ἀνάγνωσις τοῦ νόμου, διότι θανάτου τῆς ζημίας ὡρισμένης κατὰ τῶν διαφθειρόντων, ὡς αὐτός φησιν, οὗτος ὅμως ἐδίδου χρήματα. ἀπωθεῖται δὲ τὴν ὑπόνοιαν τὴν καθ’ αὑτοῦ, τὸ δοκεῖν διεφθαρκέναι χρήμασι τοὺς μάρτυρας. ὁ γὰρ εἰδὼς τὴν κειμένην ζημίαν ἐπὶ τοῖς διαφθείρουσι πότ’ ἂν αὐτὸς διέφθειρεν; διὰ τοῦτο καὶ μετὰ τὴν μαρτυρίαν εὐθὺς ἀνέγνω τὸν νόμον, ἵνα μὴ συγχωρήσῃ τινὰ ταύτην κατ’ αὐτοῦ λαβεῖν τὴν ὑπόνοιαν. TBcFj εἰ μὲν γὰρ περὶ αὐτοῦ τοῦ φόνου νῦν ἡ κρίσις ἦν, τάχα ἂν ὤκνησε ψευδεῖς παρασχέσθαι μάρτυρας. |
| 21 378b | ἐπειδὴ δὲ ὡς ἐν παρέργῳ περὶ τῆς φήμης ἀγωνίζεται, ἀκίνδυνον ἡγεῖται καὶ τὸ ψεύδεσθαι τοὺς μάρτυρας. ἵνα δὲ μὴ ὑποψία γένηται τῆς διαφθορᾶς, ἀνέγνω τὸν νόμον, καὶ ὅπερ αὐτὸς πεποίηκε κατηγορεῖ τοῦ Μειδίου, ἵνα μὴ μόνον ἀπώσηται τὴν ὑπόνοιαν, ἀλλὰ καὶ ἐπ’ αὐτῷ τούτῳ δίκην παρὰ τοῦ ἐχθροῦ κομίσηται, φανερᾶς γινομένης 〈τῆσ〉 τιμωρίας ἣν ὥρισεν ὁ νόμος κατὰ τῶν διαφθειρόντων. καὶ τῷ μὲν πρώτῳ μέρει τοῦ νόμου, τουτέστι τοῦ μὴ διδόναι χρήματα, πρὸς τούτους κέχρηται, τῷ δὲ δευτέρῳ τοῦ μὴ λαβεῖν πρὸς τοὺς δικαστάς· φοβεῖται γάρ, μὴ χρήματα λαβόντες καταχαρίσωνται τὸν ἀγῶνα. TBcFj ἐν ὅσῳ δὲ τὸν νόμον] ἀπὸ σχήματος ἤρξατο. |
| 21.379 | βουλόμενος γὰρ αὐτοῖς διαλεχθῆναι περὶ τοῦ μὴ λαβεῖν, ἵνα μὴ δόξῃ κατὰ σπουδὴν ἐπὶ τοῦτο ἥκειν, πρόφασιν ἐξεῦρε τὴν ἀσχολίαν τὴν περὶ τοῦ νόμου ζήτησιν. TBcFj δεηθεὶς ὑμῶν ἁπάντων] ἐπειδὴ προστάττειν οὐ δύναται τοῖς δικασταῖς, ἐπὶ δέησιν καταφεύγει. |
| 21.380 | ἡγούμενος δὲ μικρὰν τὴν δέησιν πρὸς πειθώ, διὰ τοῦτο τὸν ὅρκον προσέθηκεν. ‘εἰ γὰρ ὀμωμόκατε ψηφιεῖσθαι κατὰ τοὺς νόμους, ὁ δὲ νόμος κωλύει χρήματα λαμβάνειν‘· εὔκαιρος ὑπόμνησις πρὸ τῆς ἀναγνώσεως τοῦ νόμου. TBcFj περὶ πάντων ὧν ἂν ἀκούσητε] διὰ τούτων τῶν ῥημάτων αὐτοὺς κωλύει χρήματα λαμβάνειν. |
| 21.381 | ἃ γὰρ ἂν αὐτοὶ παθόντες ἠξίωσαν τοὺς δικαστὰς μὴ προδοῦναι τὸν ἀγῶνα, δῆλον ὅτι καὶ νῦν, ἂν οὕτω διατιθῶσιν ὡς αὐτοὶ πεπονθότες, οὐ λήψονται χρήματα. TBcFj ἐγὼ γὰρ ἐνηνοχὼς χαλεπῶς] ἀναγκαῖος ὁ οἰκτισμὸς καὶ ἡ δείνωσις τῶν παθῶν· ἀξιοῖ γὰρ αὐτοὺς οὕτω διατεθῆναι ὡς αὐτοὺς πεπονθότας. |
| 21.382 | πῶς δ’ ἂν γένοιντο περιπαθεῖς μὴ πολλῶν ἐλεεινῶν καὶ ὑπερβαλλόντων αὐτοῖς κακῶν ὑποδειχθέντων; TBcFj καὶ χρῷτο τῷ πλουτεῖν] ἐπειδὴ τοῖς πλουσίοις ἐπίφθονον παραιτεῖσθαι τὴν δαπάνην. |
| 21.383 | TBcFj καὶ γὰρ αἰτίαν ἐπήγαγέ μοι] τὸ ἔγκλημα τὸ καθ’ ἑαυτοῦ μεγίστης κατηγορίας ἀφορμὴν κατὰ τοῦ Μειδίου πεποίηται. |
| 21.384 | TBcFj ὡς τὸ πρᾶγμα αὐτὸ ἐδήλωσεν] ἔφυγε γὰρ ὁ Ἀρίσταρχος οὐχ ὑπομείνας τὴν κρίσιν· οὐκοῦν ἐκεῖνος ἦν ὁ ποιήσας. |
| 21.385 | ποτὲ μὲν γὰρ ἐκεῖνον εἶναί φησι τὸν ποιήσαντα· ἵνα δὲ μηδ’ ἐκεῖνος δοκῇ, ποτὲ καὶ ἀπ’ ἐκείνου τὴν αἰτίαν ὑποθραύει. μετ’ ὀλίγον γὰρ πάλιν ἀπολογεῖται ὑπὲρ τοῦ Ἀριστάρχου. TBcFj καὶ γραφὴν λειποταξίου με ἐγράψατο] δειλὸς ὁ Δημοσθένης ἐδόκει, αὐτὸς δὲ τὴν δειλίαν εἰς τὴν παρακειμένην ἀρετὴν μεταβάλλει, τὸ αὑτὸν εὐλαβῆ εἶναι. |
| 21.386 | λειποτακτεῖν δὲ ἔδοξεν ἐν τοῖς περὶ Εὔβοιαν. TBcFj τρεῖς αὐτὸς τάξεις λελοιπώς] ἐρεῖ τὰς τρεῖς αὐτὸς μετ’ ὀλίγον, ὅτι ἵππαρχος χειροτονηθεὶς οὐ συνεξῆλθε τοῖς στρατιώταις, ὅτι τριήραρχος ὢν ἐξ Εὐβοίας οὐ παρέπεμπεν ἐκ Στύρων μόνος τῶν ἄλλων τριηράρχων. |
| 21.387 | TBcFj καὶ τῶν ἐν Εὐβοίᾳ πραγμάτων] ὅπου τὸ στράτευμα τῶν Ἀθηναίων. |
| 21.388 | TBcFj ἃ Πλούταρχος ὁ τούτου ξένος] αἰτίαν ἔσχεν ὁ Δημοσθένης ὡς αἴτιος τῆς Εὐβοέων ἀποστάσεως. |
| 21.389 | αἰτοῦντος γὰρ Πλουτάρχου βοήθειαν ἀντεῖπεν ὁ Δημοσθένης, οἱ δὲ Ἀθηναῖοι οὐδὲν ἧττον ἀπέστειλαν. ὑποπτεύσαντες οὖν οἱ Εὐβοεῖς ἐπὶ καταδουλώσει τῆς νῆσον βεβοηθηκέναι καὶ οὐ διὰ τὴν ἐξ ἀρχῆς φιλίαν, ἀπέστησαν. TBcFj διὰ Πλουτάρχου γεγονός] ‘ταύτην‘ φησίν ‘ἔλαβον τὴν ὑπόνοιαν, ὦ Δημόσθενες, διὰ τὸ σὲ κωλύειν βοηθεῖν. |
| 21.390 | ‘ ὁ δὲ Δημοσθένης, ὅτι ‘Πλούταρχός ἐστιν ὁ ἀποστήσας τὴν νῆσον, καὶ δῆλον ἐκ [τε] τοῦ τοὺς ὑμετέρους στρατιώτας αὐτὸν παραδοῦναι τοῖς μισθοφόροις τοῖς ἑαυτοῦ πρὸς τὸ ἐκτῖσαι τὸν μισθόν. οὐκοῦν εἰ Πλούταρχος ἀπέστησε, φίλος δὲ Μειδίας Πλουτάρχου, Μειδίας ἄρα αἴτιος τῆς ἀποστάσεως.‘ TBcFj καὶ τελευτῶν βουλεύειν μου λαχὼν] σιωπᾷ τὸ ἔγκλημα ἐφ’ ᾧ αὐτοῦ κατηγόρει Μειδίας, ἵνα μὴ αὐτὸς ἀναμιμνήσκειν καθ’ ἑαυτοῦ δοκῇ. |
| 21.391 | TBcFj οὐκ ὢν οὔτε τῶν ἐρημοτάτων] ἐνταῦθα πάλιν φοβεῖ τοὺς Ἀθηναίους. |
| 21.392 | μόνου γὰρ Δημοσθένους ἐστὶ τὸ διὰ τῶν ἐναντίων ἀνύειν τὸ σπουδαζόμενον, καὶ πρὸ μικροῦ μὲν ἱκέτευε, νῦν δὲ φοβεῖ. διὰ τοῦτο γὰρ καὶ Διονύσιος αὐτὸν Πρωτέα ἐκάλεσεν, ὅτι εἰς πολλὰ καὶ τὰ ἐναντία μορφοῖ τὸν λόγον, νῦν μὲν ἱκετεύων, νῦν δὲ οἰκτιζόμενος, μετ’ ὀλίγον προτρέπων, αὖθις φοβῶν. ὃ δὴ καὶ νῦν πεποίηκε· φοβεῖ γὰρ τοὺς Ἀθηναίους ἐπὶ τοῖς μέλλουσιν· ‘εἰ γὰρ ἐγὼ καίτοι φίλους ἔχειν δοκῶν καὶ μὴ ὢν παντάπασιν ἔρημος οὐ δύναμαι δίκην λαβεῖν, τί ποιήσετε ὑμεῖς οἱ ἄποροι καὶ ἔρημοι;‘ TBcFj οὐ μέτεστι τῶν ἴσων] τοῖς πολλοῖς πρὸς τοὺς πλουσίους. |
| 21 393a | προδήλως δὲ ἐνταῦθα μετάστασιν τῆς πολιτείας καὶ ὀλιγαρχίαν αἰνίττεται. εἰ γὰρ τῶν ἴσων οὐ μέτεστι τοῖς πένησι πρὸς τοὺς πλουσίους, τί ἄλλο ἢ τὰ τῆς δημοκρατίας οἴχεται; TBcFj σημείωσαι, κύκλος. |
| 21 393b | L ἀλλὰ καὶ χρόνοι τούτοις τοῦ τὴν δίκην ὑποσχεῖν] ὥσπερ ἀντιπῖπτον λύει ὅτι ‘κἂν ὑβρίσῃ τις ἡμᾶς, ἐξ αὐτῆς κατηγορήσομεν καὶ δίκην ληψόμεθα‘. |
| 21.394 | ὁ δέ φησιν ὅτι ‘ἀναβολὰς καὶ ὑπερθέσεις εὑρίσκουσιν, ὡς ἂν συνήθεια γένηται τοῦ ἀδικήματοσ‘. λέγει δὲ τοῦτο διὰ τὴν ἐξούλην, ἐπειδὴ ἐκ νέας ἡλικίας ἔχων τὴν δίκην οὐδέπω εἰσελήλυθεν. TBcFj καὶ τἀδικήματα ἕωλα τὰ τούτων ὡς ὑμᾶς καὶ ψυχρὰ ἀφικνεῖται] τροπικῇ λέξει ἐχρήσατο ἀπὸ τῶν ποτηρίων, ἃ ψυχρὰ γίνεται διὰ τὸ χρονίζειν. |
| 21.395 | TBcFj πρόσφατος κρίνεται] ἕτερον δι’ ἑτέρου κατασκευάζει. |
| 21.396 | δοκεῖ μὲν γὰρ ἁπλῶς περὶ πλουσίων λέγειν καὶ πενήτων, τὸ δὲ ἀληθὲς δείκνυσιν ὅτι ‘εἰ τοῖς πλουσίοις ἔθος προσφάτως φέρειν τοὺς ἀδικήσαντας, δῆλον ὅτι καὶ Μειδίας ἔκρινεν ἄν με τοῦ φόνου τότε καὶ παραυτίκα. νῦν δὲ τῷ συνειδέναι μηδὲν ὤκνησε τὴν κατηγορίαν‘. τὸ δὲ ‘πρόσφατον‘ ἐστὶ μὲν τροπικόν, κέχρηται δὲ αὐτῷ καὶ ἐν τῷ κατὰ Ἀριστογείτονος (25, 61). TBcFj καὶ μάρτυρές εἰσιν ἕτοιμοι] πάλιν ὑπομιμνήσκει τῶν μαρτύρων μέλλων ἀναγινώσκειν τὸν νόμον, καὶ ἀντικατηγορεῖ τοῦ Μειδίου ταῦτα ἅπερ αὐτὸς πεποίηκεν, ὅτι μάρτυρας ἔχει παρεσκευασμένους. |
| 21.397 | TBcFj πάντες καθ’ ἡμῶν εὐτρεπεῖς] εἰ πάντες καθ’ ἡμῶν εἰσι, πρόδηλον ὅτι οἱ νῦν μαρτυροῦντες οὐκ ἂν ἠθέλησαν μαρτυρεῖν, εἰ μὴ διὰ τὴν ἀλήθειαν ἠναγκάζοντο. |
| 21.398 | TBcFj ἐμοὶ δὲ οὐδὲ τἀληθῆ μαρτυρεῖν] φαίνονται τῶν μαρτύρων Δημοσθένους οἱ μὲν εἰπόντες, οἱ δὲ ἀρνησάμενοι τὴν μαρτυρίαν, καὶ τοῦτο κατὰ τέχνην τοῦ ῥήτορος. |
| 21.399 | ἵνα μὲν γὰρ μὴ δόξῃ διεφθαρκέναι, τινὰς ἐξ αὐτῶν καὶ ἀρνουμένους πεποίηκεν· ἵνα δὲ μᾶλλον πρόσθωνται τοῖς καταμαρτυρήσασι, μέμφεται τοὺς ἀρνησαμένους τὴν μαρτυρίαν, ὅτι διὰ τὸν φόβον τῶν πλουσίων οὐκ ἠθέλησαν οὐδὲ τἀληθῆ μαρτυρῆσαι. TBcFj ταῦτα μὲν οὖν ἃ εἴποι τις ἄν, οἶμαι, θρηνῶν] ὑπέμνησε πάλιν τοῦ πάθους καὶ ᾠκτίσατο μέλλων ἀναγινώσκειν τὸν νόμον, ἵνα διὰ τούτων δυσωπήσῃ τοὺς ἀκούοντας πεισθῆναι τῷ νόμῳ. |
| 21.400 | TBcFj οὕτω τοίνυν οὗτός ἐστιν ἀσεβὴς] ἀναγνοὺς τὸν νόμον οὐκέτι μὲν ἐπεσημήνατο περὶ αὐτοῦ, νομίζων αὐτάρκη τὰ προρρηθέντα, μεταβαίνει δὲ ἐφ’ ἕτερον μέρος τὸ περὶ τοῦ φόνου. |
| 21.401 | βούλεται γὰρ καὶ αὐτὸν τὸν ἀντίδικον μάρτυρα παρασχέσθαι τοῦ μηδὲν αὐτὸν πεπραχέναι τοιοῦτον οἷον ἐγκαλοῦσιν. καὶ διὰ τοῦτο βίαιον καλοῦσι τὸν ῥήτορα, οὐχ ὅτι βιαίως ἐνθυμεῖται, ἀλλ’ ὅτι τοὺς ἐχθροὺς ἀναγκάζει συναγωνίζεσθαι τοῖς ἑαυτοῦ λόγοις. TBcFj εἰ δὲ ἀληθὲς ἢ ψεῦδος] ὁμοῦ πᾶσαν αὐτοῦ κακίαν κατηγόρησεν, ὅτι εὐχερής, ὅτι ἄπιστος, ὅτι δύστροπος. |
| 21.402 | TBcFj ὥστ’ ἐπαιτιασάμενός με φόνου] ἐνταῦθα ὡς μαρτύρων ἀπαίτησιν ἐκπεπλήρωκε. |
| 21.403 | μαρτύρεται γὰρ καὶ θεοὺς καὶ δῆμον καὶ τὴν ἐξ Ἀρείου πάγου βουλὴν ὅτι ‘ἐπέτρεψέ μοι θύειν ταῖς Εὐμενίσι‘, τὸν δὲ ἀντίδικον ὅτι ‘οὐδαμοῦ ἐκώλυσέ με ταῦτα πράττοντα‘. F 2 YL εἴασε μέν με εἰσιτήρια] ἐκ μεταλήψεως ποιεῖ μαρτυροῦντα τὸν ἐχθρόν. |
| 21 404a | οὐ γὰρ ἐξ ὧν πεποίηκεν, ἀλλ’ ἐξ ὧν οὐκ ἐκώλυσε δείκνυσιν αὑτὸν ἀφέμενον καὶ παρ’ ἐκείνου. καὶ ἔστι παραπλήσιον τῷ περὶ τοῦ στεφάνου οἷον (18, 22) ‘ἔστιν οὖν σὺ παρὼν τηλικαύτην πρᾶξιν‘. καὶ γὰρ ἐκεῖ συλλογίζεται τὸν Αἰσχίνην ἐξ ὧν ἐποίησεν. εἰσιτήρια δὲ ἐγίγνετο μελλούσης εἰσιέναι τῆς βουλῆς εἰς τὸ βουλευτήριον, ὥστε κατὰ γνώμην ἀπαντῆσαι τῶν πραγμάτων τὴν σκέψιν, καὶ ταύτην ἐκάλουν εἰσιτήρια. TBcFj εἴασε . |
| 21 404b | .. εἰσιτήρια] ὅταν ἄρχηται βουλεύειν ἢ θύειν. F 2 YL εἴασε δὲ ἀρχιθεωροῦντα] φροντίζοντα τῶν θείων. |
| 21 405a | F 2 YL εἴασε . |
| 21 405b | .. ἀρχιθεωροῦντα] δοκεῖ μὲν ταῦτα παρὰ Μειδίου λέγειν, τὸ δὲ ἀληθὲς μάρτυρας ποιεῖται τοὺς θεοὺς τὸ μηδὲν πεπραχέναι τοιοῦτον. πῶς γὰρ ἂν προσεδέξατο τὴν θυσίαν ὁ Ζεὺς ὁ βουλαῖος, ὁ Ζεὺς ὁ Νέμειος, εἰ τοιοῦτος ἦν Δημοσθένης; ‘ἀρχιθεωροῦντα‘ δὲ λέγει ἄρχοντα θεωρόν. θεωροὶ δὲ ἦσαν οἱ τὰς θυσίας ἔξω τοῖς θεοῖς ἀποφέροντες. TBcFj θεωρίαν] φροντίδα θείαν. |
| 21.406 | F 2 YL περιεῖδε δὲ ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντα] μείζων ἔτι ἡ πίστις αὕτη τοῦ καθαρὸν εἶναι τὸν ῥήτορα, καὶ διὰ τοῦτο ἔοικε τελευταῖα φυλάξαι τὰ καίρια. |
| 21.407 | ‘τί γάρ‘, φησίν ‘ἔθυσα ταῖς σεμναῖς θεαῖς· εἰ δὲ ἔφοροι καὶ τιμωροὶ τῶν φόνων αὗται, πῶς ἂν ἠνέγκαντο τὴν θυσίαν; ἀλλὰ καὶ ἡ ἐξ Ἀρείου πάγου βουλὴ εἵλετό με ἱεροποιόν, ἥτις μάλιστα τὰς φονικὰς δίκας ἀκριβῶς δικάζειν πεπίστευται.‘ καὶ οὐκ εἶπεν ὅτι ‘ἔλαχον ἱεροποιεῖν‘, ἀλλ’ ‘ᾑρέθην‘, ἵνα μὴ τῆς τύχης, ἀλλὰ γνώμης φανῇ τὸ ἔργον. ἱεροποιὸν δὲ καλοῦσι τὸν ἐποπτεύοντα τοὺς μάντεις, ὅτε θύουσι, μή πού τι κακουργῶσιν ἐν ταῖς θυσίαις. ‘τρίτον‘ δὲ ‘αὐτὸν‘ εἰπὼν τὸ ἀξίωμα ἑαυτοῦ δηλοῖ· διὸ καὶ ἔκρυψε τῶν ἄλλων τὰς προσηγορίας. τρεῖς δὲ ἴσως ἐπέστησαν, ἐπεὶ καὶ τρεῖς δοκοῦσιν εἶναι αἱ θεαί. ἡ ἐξ Ἀρείου δὲ πάγου βουλὴ τὸν ἱεροποιὸν ᾑρεῖτο. ἐπειδὴ γὰρ ἐν Ἀρείῳ πάγῳ τὰ τῶν ἱερῶν τῶν Εὐμενίδων ἐπετέτραπτο καὶ πλησίον ἵδρυτο τῆς βουλῆς. καὶ οἱ μέν φασιν ὅτι διὰ τὸν Ὀρέστην ἐκεῖ καθιδρύθη· βέλτιον δὲ λέγειν ὅτι διὰ τὰς φονικάς. ἐπειδὴ γὰρ ἐν Ἀρείῳ πάγῳ τὰ τῶν φόνων ἐγυμνάζετο, ἵν’, εἴ τι καὶ λανθάνειν μέλλοι τὴν βουλήν, αὗται συναγωνίζωνται πρὸς τὸν ἔλεγχον [τὸν] ἐγγὺς ἐφεστῶσαι. TBcFj ἐπειδὴ τοίνυν τοῦτο τὸ πρᾶγμα] ἐπανῆλθεν ἐπὶ τὴν ἐξ ἀρχῆς ἀκολουθίαν· τὸ γὰρ κατὰ τὸν νόμον μέση τις ἦν [ἡ] παρεμβολὴ ληφθεῖσα διὰ τὸ χρήσιμον. |
| 21.408 | TBcFj δι’ ἐμοῦ τὸν Ἀρίσταρχον] ‘διὰ τὴν ἔχθραν τὴν πρὸς ἐμέ, προφάσει τιμῆσ‘. |
| 21.409 | καὶ ἵνα μὲν ἀφ’ ἑαυτοῦ τὴν αἰτίαν ἀπώσηται, ‘τὸν Ἀρίσταρχον‘ εἶπεν· ἵνα δὲ κἀκεῖνον ἐξέληται, τὸ ‘ἐσυκοφάντει‘ προσέθηκεν. TBcFj καὶ τὸν αὐτόχειρα ἔχοντες] οὐκοῦν τίς μὲν αὐτόχειρ φανερῶς ἔδειξεν· ἵνα δὲ μὴ δόξῃ κατὰ φίλου λέγειν, τῷ ἐχθρῷ τοὺς λόγους περιέθηκεν. |
| 21.410 | TBcFj μέλλετε καὶ ζητεῖτε καὶ τετύφωσθε] πολλὴν εὐχέρειαν καὶ ἀλογίαν αὐτοῦ κατηγόρησε, πρῶτον οὖν ὅτι ὡς ἐφ’ ὡμολογημένοις παρώξυνε τὴν βουλὴν καὶ τὰ τοιαῦτα κατηγόρει τοῦ σεμνοτάτου τῶν συνεδρίων. |
| 21.411 | τοῦτο δὲ πόσης θρασύτητος; ἐξ οὗ συνίστησιν ὅτι ‘πότ’ ἂν ἐφείσατο Δημοσθένους ὁ τῆς βουλῆς μὴ φεισάμενοσ‘. TBcFj ἐξεληλυθὼς τῇ προτεραίᾳ] τὴν δυστροπίαν αὐτοῦ καὶ τὴν ἀπιστίαν 〈δηλοῖ〉, ὅτι ᾧ πρὸ μιᾶς διελέγετο τούτου κατηγορεῖν οὐκ ὤκνει. |
| 21.412 | TBcFj καὶ χρώμενος ὥσπερ ἂν ἄλλος τις] τὴν ἀπόνοιαν δηλοῖ τοῦ Μειδίου, εἰ τοῖς Ἀρεοπαγίταις ἔλεγε (116) ‘τετύφωσθε‘. |
| 21.413 | καὶ ἐνταῦθα δὲ βούλεται τρέψαι τὴν κοινωνίαν τοῦ φόνου ἐπὶ τὸν Μειδίαν. ‘εἰ γὰρ ἐγὼ διὰ τὸ συνεῖναι αὐτῷ νομίζομαι συνειδέναι τῷ φόνῳ, πολλῷ πλέον ἂν ἔχοις αὐτὸς τὴν αἰτίαν ὁ πλείστην πρὸς αὐτὸν τὴν ἑταιρίαν ἀσπασάμενος.‘ εἶτα κατασκευὴ τῆς φιλίας. ‘πολλὰ γὰρ‘ φησίν ‘ἀεί μοι παρεῖχε πράγματα καὶ ὤχλει σφοδρῶς ὁ Ἀρίσταρχος, πρὶν ἐμπεσεῖν εἰς τὴν αἰτίαν τοῦ φόνου, δεόμενός μου διαλύσασθαι πρὸς αὐτὸν καὶ ἀποστῆναι τῆς κατὰ Μειδίου κατηγορίας.‘ βαθέως οὖν μεθίστησι τὴν φήμην ἐπὶ τὸν Μειδίαν· ‘εἰ γὰρ φίλων ἐστὶ τὸ κοινωνεῖν τοῖς τῶν φίλων ἁμαρτήμασιν, οὐδὲν ἧττον Μειδίας μετέχει τοῦ φόνου· ἐχρῆτο γὰρ αὐτῷ πρὸς φιλίαν ὥσπερ ἂν ἄλλος τισ‘, καὶ ἀπεσιώπησε τὸ καθ’ ἑαυτὸν ὄνομα. TBcFj καὶ ὅτ’ εὐτύχει πλεῖστα παρεσχηκότος] τὸ ἐξισάζον διαφορᾷ ἔλυσε· ‘τί οὖν; εἰ ἀμφοτέροις φίλος ἦν, οὐδὲν ἧττον καὶ αὐτός, ὦ Δημόσθενες, ὑπεύθυνος εἶ τῷ ἐγκλήματι. |
| 21.414 | ‘ ὁ δὲ δείκνυσιν ὅτι ‘μᾶλλον ἦν φίλος Μειδίου (ὡς ἴστε καὶ αὐτοί) ἢ Δημοσθένους· φιλικῶς γὰρ φαίνεται πρὸς αὐτὸν διακείμενος μᾶλλον ἢ πρὸς ἐμέ. καὶ οὐ χαλεπῶς παρέσχες τὰ πράγματα, ἀλλὰ καὶ ὑπὲρ πάντας τοὺς ἄλλους. οὐκοῦν οὐδένα τοιοῦτον εἶχε φίλον Μειδίας κατὰ τὴν πόλιν.‘ ἐν ταὐτῷ δὲ συναποδείκνυσιν, ὅτι καὶ κατέγνω ἑαυτοῦ Μειδίας· εἰ γὰρ ἠξίου διαλύεσθαι, πρόδηλον ὅτι ἐδεδοίκει τὴν κρίσιν. TBcFj εἰ μὲν οὖν εἰργάσθαι τι τούτων] ἀμφίβολον τὸ πρᾶγμα καθίστησιν, ὅταν ὡς ἀπορῶν λέγῃ, πότερον ἐνόμιζεν αὐτὸν δεδρακέναι ἢ οὐ, ‘πεπιστευκὼς τοῖς τῶν αἰτιασαμένων λόγοισ‘. |
| 21.415 | πανταχόθεν οὖν ἠμαύρωσε τὴν φήμην· εἰ γὰρ ἀκοὴν μαρτυρεῖν οὐκ ἔξεστιν, οὗτος δ’ 〈ἐξ〉 ἀκοῆς κατηγόρει (τοῖς γὰρ λόγοις τῶν αἰτιωμένων ἐπίστευσεν, οὐ τῇ ὄψει τῶν θεασαμένων), οὐκοῦν παντάπασιν ἕωλον τὸ ἔγκλημα. TBcFj μηκέτι τῆς λοιπῆς φιλίας κοινωνεῖν] ὁμοῦ καὶ ἀπελογήσατο ὑπὲρ αὑτοῦ καὶ τῷ Μειδίᾳ τὸ ἔγκλημα περιέτρεψεν. |
| 21.416 | αὐτὸς μὲν γὰρ τὸ ἀντιπῖπτον ἔλυσε ‘διὰ τί γὰρ οὐ κατηγόρεις τοῦ Ἀριστάρχου, εἴπερ μὴ συνῄδεις;‘ ὁ δέ φησιν ὅτι ‘τὴν ἁρμόττουσαν φίλῳ δίκην ἔλαβον· ἀπέστην γὰρ αὐτοῦ τῆς λοιπῆς φιλίασ‘. τὸν δὲ Μειδίαν δείκνυσι νῦν μὲν ὡς ἐχθροῦ κατηγοροῦντα, νῦν δὲ ὡς φίλῳ συνόντα μετὰ τὴν φήμην. TBcFj τοῖς πεπονθόσι καὶ τοῖς ἐχθροῖς] οὐκοῦν πρὸς τοῖς ἄλλοις καὶ φιλοπράγμων, ὅτι, ἃ μόνοις τοῖς ἠδικημένοις ἔξεστι, ταῦτα μηδὲν πεπονθὼς ἔπραττεν. |
| 21.417 | TBcFj εἰ δὲ ἄλλων μὲν καὶ ὁμωρόφιος] Ἀριστάρχῳ μετὰ τὴν φήμην οὐδὲν ἐκείνῳ πέπρακται δεινόν. |
| 21.418 | εἰ δέδρακε δὲ τὸν φόνον, κοινωνεῖ τοῦ μύσους, ἐπειδήπερ αὐτῷ καὶ στέγης τῆς αὐτῆς ἐκοινώνησεν. TBcFj τῇ δ’ ὑστεραίᾳ πάλιν] πᾶσαν αὐτοῦ παρείλετο πρόφασιν. |
| 21.419 | ἵνα γὰρ μὴ εἴπῃ ‘συνῆν Ἀριστάρχῳ πρὶν ἢ γενέσθαι τὴν φήμην‘, προσέθηκεν ὅτι ‘πῶς, εἰ καὶ μετὰ τὴν κατηγορίαν, ἣν αὐτὸς κατηγόρησας;‘ TBcFj οὑτωσὶ καθιζόμενος] δεικτικῷ τόπῳ κέχρηται σημαίνων ὅτι ‘ὥσπερ ὑμεῖς οἱ δικασταὶ πλησίον ἀλλήλων καθέζεσθε, οὕτω κἀκεῖνος συνεκαθέζετο Ἀριστάρχῳ‘. |
| 21.420 | δείκνυσιν οὖν ὅτι τὴν ἐσθῆτα τῇ ἐσθῆτι συνῆπτεν. TBcFj τὴν δεξιὰν ἐμβαλὼν] εἰς τὴν ἐκείνου δηλονότι, ὥστε τὴν χεῖρα ἠσπάζετο τὴν ἐργασαμένην τὸν φόνον, τρόπον τινὰ διὰ τοῦ σώματος τῇ ψυχῇ συναπτόμενος. |
| 21.421 | οὐκοῦν ἄντικρυς ἐκοινώνησε τοῦ μιάσματος. TBcFj μετὰ τοὺς ἐν τῇ βουλῇ τούτους λόγους] ὃν χθὲς ὡς ἀνδροφόνον ᾐτιάσατο, τούτῳ τῇ ὑστεραίᾳ συνῆν. |
| 21.422 | TBcFj 〈ὤμνυε μὲν κατ’ ἐξωλείασ〉] χρῶμα ‘διὰ τί ἂν ἐβουλήθη φόνου ἔγκλημά σοι ἐπάγειν;‘ ὁ δέ φησιν ‘ἵνα μὴ δῷ τὴν ἐπὶ τῇ ὕβρει δίκην‘. |
| 21.423 | F 2 Y καὶ οὐδὲν ἐφρόντιζεν ἐπιορκῶν] πάντα ἀθρόως κατηγόρησεν, ἀναισχυντίαν ἐπιορκίαν ἀπιστίαν ἀσέβειαν. |
| 21.424 | TBcFj 〈ἠξίου δὲ καὶ πρὸς ἐμὲ αὑτῷ〉] πληρώσας τὴν παρέκβασιν εἰσέβαλεν εἰς τοὺς καθολικοὺς ἐπιλόγους, οἵτινες μικρῷ πλείους εἰσὶ τῶν ἀγώνων. |
| 21 425a | F 2 Y ἠξίου . |
| 21 425b | .. αὑτῷ] τὰ πολὺ διεστῶτα τοῖς χρόνοις συνῆψεν, ἵνα καὶ τὰ ἕτερα πιθανὰ παραστήσῃ. ‘παρακαλεῖ γὰρ‘ φησί ‘τὸν Ἀρίσταρχον, ὥστε δι’ αὐτὸν πρὸς ἐμὲ διαλύσασθαι.‘ τοῦτο δὲ Μειδίας μὲν ἴσως 〈ἐποίησε〉, πρὶν ἢ γενέσθαι τὸ ἔγκλημα τοῦ φόνου. Δημοσθένης δὲ συνάγει τὸν χρόνον ὅτι καὶ μετὰ τὴν φήμην, ἵνα ποιήσῃ πιθανόν, ὅτι καὶ συνῆν καὶ ὡμίλει καὶ ἤτοι κοινωνεῖ τοῦ μύσους ἢ οὐδὲν Ἀριστάρχῳ πέπρακται δεινόν, καὶ εἰ Μειδίας καθαρός. TBcFj καὶ τούτων τοὺς παρόντας ὑμῖν καλῶ μάρτυρας] ὅτι μὲν περὶ διαλύσεων Μειδίου Ἀριστάρχῳ μαρτυρήσουσιν, ὅμως δὲ ὁ ῥήτωρ ἐᾷ τὸ ἕτερον καὶ τὸ ἕτερον συναρπάζει. |
| 21.426 | TBcFj καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι] τὸν ἐχθρὸν αὐτὸν δείκνυσι φανερῶς ἀπολύοντα τοῦ φόνου· ‘καὶ πάλιν λέγει μηδὲν εἰρηκέναι τοιοῦτον‘. |
| 21.427 | οὐκοῦν διὰ τῆς ὕστερον ἀρνήσεως ἀνατρέπει τὰ φθάσαντα. καὶ οὐδὲ ὁμοίως ἑκάτερον ἐποίησεν· ὅτε μὲν γὰρ κατηγόρει, λόγοις ἐχρῆτο ψιλοῖς· ὅτε δὲ ἠρνεῖτο, καὶ τοὺς θεοὺς ἐπώμνυτο· πιστότεροι δὲ οἱ ὅρκοι τῶν ἁπλῶς λεγομένων. TBcFj τούτῳ δ’ ὁμωρόφιον γίγνεσθαι] ἀφ’ ὧν ἐβόα καθαρὸν εἶναι τὸν ἄνθρωπον· οὐ γὰρ ἂν ἑκὼν ἐμολύνετο. |
| 21.428 | TBcFj καὶ προδῶ τὴν ὑμετέραν] μὴ προδόντες ὑμεῖς τὴν ὑμῶν αὐτῶν προδώσετε. |
| 21.429 | TBcFj ἂν δ’ ἐπεξίω] ἐπανήγαγεν ἐπὶ τὴν ἐξ ἀρχῆς αἰτίαν τὸν λόγον, ‘δι’ ἃ ταῦτα κατασκευάζει κατ’ ἐμοῦ. |
| 21.430 | ᾔδη γάρ με βουλόμενον ἐπεξελθεῖν οἷς ὑβρίσθην.‘ δεῖ γὰρ ἐν ταῖς ἰσχυροτάταις πίστεσι καταλύειν τὰ κεφάλαια. TBcFj φόνου δ’ ἂν εἰκότως ἐμαυτῷ λαχεῖν] τοῦτο παραπλήσιόν ἐστι τῷ ἐν προοιμίῳ (6) ‘εἴπερ ὑβρισθέντα μηδεμιᾶς δίκης τυχεῖν ἐστί τις συμφορά‘. |
| 21.431 | TBcFj κάλει μοι τούτων τοὺς μάρτυρας] ὅτι ἐθεάσαντό τινες τὸν Μειδίαν καὶ πρὸ τῆς κατηγορίας καὶ μετὰ τὴν κατηγορίαν εἰσιόντα παρὰ τὸν Ἀρίσταρχον. |
| 21.432 | TBcFj τίς οὖν ὑπερβολή;] καὶ ἐκ τούτων ἔδειξε περὶ τίνων οἱ μάρτυρες αὐτῷ μεμαρτυρήκασιν ὅτι ‘ὁμοῦ καὶ κατηγόρει τοῦ Ἀριστάρχου καὶ πρὸς ἐμὲ ἠξίου διαλύειν‘, τοῦτο δέ ἐστι μετὰ τὴν κατηγορίαν. |
| 21.433 | TBcFj 〈τοῦτο μέντοι τοιοῦτον ἔθοσ〉] πληρώσας τὴν παρέκβασιν ἐπιλογίζεται λοιπόν. |
| 21 434a | F 4 YLS τοῦτο . |
| 21 434b | .. ἔθος] ἔθος γὰρ αὐτῷ μὴ πρότερον ἐφ’ ἕτερον μεταβαίνειν, πρὶν ἢ τὸ πληρωθὲν ἐπιλογίσασθαι. TBcFj ὑμῖν δὲ τοῖς ἄλλοις παριδεῖν] κοινὸν ἐργάζεται φόβον τοὺς δικαστὰς ἐπάγων εἰς ἀγανάκτησιν. |
| 21.435 | TBcFj ἀλλὰ πᾶσιν ὁμοίως ὀργιστέον] πάλιν εἰς τὸ δημόσιον ἀνάγει τὰ πραχθέντα καὶ κέχρηται τελικὰ κεφάλαια τῷ συμφέροντι. |
| 21.436 | παρειλήφαμεν γὰρ ὅτι τοῖς τελικοῖς κεφαλαίοις οἱ ἐπίλογοι πληροῦνται. TBcFj οἱ βδελυροὶ καὶ χρήματ’ ἔχοντες] καλῶς τὸ μιαρὸν τοῦ τρόπου προέταξε τοῦ πλούτου· οἶδε γὰρ ὡς αὐτὸς καθ’ ἑαυτὸν ὁ πλοῦτος οὐ διαβάλλεται. |
| 21.437 | TBcFj ἐγὼ μὲν γὰρ ἴσως διεωσάμην] ὅρα ὅπως καὶ τὸ φορτικὸν διέφυγε τὸ ‘ἴσωσ‘ εἰπὼν καὶ τὸ δεινὸν ἐπηύξησεν. |
| 21.438 | εἰ γὰρ ῥήτωρ ὢν αὐτὸς οὐ πάντως ἀπωθεῖσθαι δύναται συκοφαντίαν, τί ποιήσουσιν οἱ μὴ ἔχοντες τὴν τέχνην; ἀποδείκνυσι δὲ ὅτι πεπλήρωται τὰ τῆς ἀπολογίας τῆς περὶ τοῦ φόνου. ‘διεωσάμην γάρ‘ φησί ‘ψευδῆ λόγον (τουτέστι τὸν περὶ τοῦ φόνου), διεωσάμην δὲ καὶ συκοφαντίαν‘, τουτέστι τὴν τοῦ λειποταξίου. TBcFj οἱ δὲ πολλοὶ τί ποιήσετε] δεδήλωκεν ὅτι ἐπὶ τὸ δημόσιον πάντα ἀνάγει. |
| 21.439 | TBcFj δόντα λόγον καὶ ὑποσχόντα] ‘καλεῖ σέ τισ‘ φησίν ‘εἰς κρίσιν. |
| 21.440 | μὴ διάφευγε τὸ δικαστήριον, ὕπεχε τὰς εὐθύνας. οὐ γὰρ ἄλλως φανείης ἂν ἀναμάρτητος. ἀλλ’ ἐρεῖς, μάτην ἐγκαλοῦμαι, συκοφάντης ἐστὶν ὁ κατήγορος. ἄφες τοῦτον γνωσθῆναι τῇ ψήφῳ. συγχεῖ‘ φησί ‘τὴν τάξιν τῆς πολιτείας ὁ Μειδίας. πρὶν ἀπολογήσασθαι κατηγόρηκεν, πρὶν ἢ δίκας ὑποσχεῖν ἀπαιτεῖν βούλεται, καὶ ταῦτα τοὺς μηδὲν ἀδικοῦντας. TBcFj ὅσα μὲν τοίνυν] πληρώσας τοὺς ἀγῶνας καὶ τὴν παρέκβασιν καὶ τοὺς ἐπιλόγους τῆς παρεκβάσεως, ἐντεῦθεν ἐπὶ τοὺς ἐπιλόγους τοῦ παντὸς λόγου κεχώρηκε. |
| 21 441a | καὶ κέχρηται προοιμιακῇ ἐννοίᾳ ἅτε δὴ μέλλων εἰς ὁλόκληρον κεφάλαιον ἐμβαλεῖν, χωρεῖ δὲ εὐθὺς ἐπὶ τὴν ἀνακεφαλαίωσιν, ἐν ᾗ παραλαμβάνει τὸ κατὰ σύλληψιν. ἀρχὴ δὲ ἐκεῖθεν ‘οὐκ ἔστιν ἐφ’ ὅτῳ‘. F 4 YLS ὅσα . |
| 21 441b | .. τοίνυν] συναγωγὴν γὰρ ποιεῖται τῶν τε ἰδίων καὶ τῶν κοινῶν, ὅπερ ἐστὶ κατὰ σύλληψιν εἶδος. VfTBcFj 〈οὐκ ἔστ’ ἐφ’ ὅτῳ〉] σημείωσαι, ἐντεῦθεν εἴληπται τὸ ‘οὐκ ἔστιν ἐφ’ ὅτῳ‘, οὐχὶ τῶν ἁπάντων. |
| 21.442 | F 2 Y 〈ἐγὼ μόνος ἠδίκημαι〉] ἐν τούτῳ τὸ ἰδιωτικόν. |
| 21.443 | F 4 YLS 〈ἀλλ’ ἐπὶ μὲν τοῖς εἰς τὸν χορὸν〉] ἐν τούτῳ τὸ δημόσιον. |
| 21 444a | F 4 YLS καὶ οὐκέτι λέγει τὸν χορηγόν, ἀλλὰ τὴν φυλήν. |
| 21 444b | δεῖ γὰρ ὡς ἐν ἐπιλόγοις μείζους εἶναι τὰς αὐξήσεις. VfTBcFj ἐπὶ δ’ οἷς ἐμὲ ὕβρισεν] ἐνδείκνυται τὸ ἀδίκημα καί φησιν ὅτι ‘πάντα ἠδίκησε, τὴν φυλήν, τοὺς νόμους, τὴν τύχην τῆς πόλεως, τὸ δαιμόνιον τῆς ὁσίας, καὶ αὐτὴν τὴν ὁσίαν τὴν ἐφ’ ὁλοκλήρου πόλεωσ‘. |
| 21.445 | τὸ γὰρ ὅσιον τέμνεται τὸ μέν τι εἰς 〈τὸ〉 εὐσεβές, ὅπερ ἐστὶ περὶ θεούς, τὸ δὲ εἰς τὸ ὅσιον, τὸ δὲ εἰς ὁλόκληρον πόλιν, τὸ δὲ εἰς ἕκαστον τῶν ἀνθρώπων, τὸ δὲ εἰς τοὺς τελευτήσαντας. νῦν δὲ τὸ ὅσιον καὶ τὸ σεμνὸν οὐ τὸ ἀνθρώπινόν φησιν, ἀλλὰ τὸ θεῖον τὸ ἐφορῶν τὴν πανήγυριν. VfTBcFj ἐφ’ ἅπασι δὲ τούτοις] ἀθροισμὸν ποιεῖται πάντων ἐξ ὧν δημόσιον τὸ ἀδίκημα. |
| 21.446 | F 4 YLS οὐχ ὡς ὑπὲρ ἡμῶν ὄντος μόνον τοῦ λόγου] ἀνακεφαλαίωσις τοῦ κατὰ σύλληψιν, ὅτι καὶ ὕβρις καὶ ἀσέβεια τὸ πραχθέν. |
| 21.447 | F 2 Y 〈ἀλλ’ ὡς ἐν αὐτῷ τῷ νόμῳ〉] δοκῶν πεπαῦσθαι τῶν τοιούτων πάλιν ἄρχεται· τοῦτο γὰρ ἴδιον Δημοσθένους, τὸ πολλὰς εὑρίσκειν μεθόδους, ὥστε τὰ ἰσχυρὰ λέγοντα συνεχῶς φεύγειν τὸ προσκορές. |
| 21.448 | F 4 YLS καὶ τοὺς βοηθοῦντας] μέλλων μετ’ ὀλίγον ἐκβάλλειν τοὺς συνηγόρους ἐντεῦθεν ἤδη προδιαβάλλει, συνεθίζων τοὺς δικαστὰς ταῖς κατ’ αὐτῶν βλασφημίαις. |
| 21.449 | F 4 YLS 〈καὶ τοὺς συνεξεταζομένουσ〉] συνεξεταζομένους δὲ τοὺς ἅμα αὐτῷ φαινομένους καὶ συνδιατρίβοντας. |
| 21.450 | VfTBcFj ἀλλὰ καὶ δοκιμαστὰς] ἐπαινέτας εἶναι καὶ κρίνοντας καὶ κατὰ τὰ γινόμενα. |
| 21.451 | VfTBcFj εἰ μὲν τοίνυν] ἡ ποιότης ἡ ἐν ἐπιλόγοις κοινή. |
| 21 452a | ἀποδείκνυσι γὰρ ὁποῖον ἑαυτὸν ὁ Μειδίας καὶ πρὸς τοὺς ἄλλους ἀπέδειξεν. F 2 Y εἰ . |
| 21 452b | .. τοίνυν] ἐντεῦθεν ἡ τῆς ποιότητος ἐξέτασις, ἥτις ἐστὶ κοινὴ ποιότης, ἐν οἷς ἐπίορκον ἄπιστον ὠμὸν δύστροπον ἐπέδειξεν· ἀλλ’ ἐκείνη μὲν ἡ ποιότης ἰδίαν ἐξέτασιν ἔχει ‘ποδαπὸς γέγονε Μειδίας περὶ τὸν Δημοσθένην‘· νῦν δὲ τὴν καθολικὴν εἰσάγει ποιότητα ‘ποδαπὸς περὶ σύμπασαν τὴν πόλιν γέγονεν‘. F 4 YLS εἰ . |
| 21 452c | .. τοίνυν] ἐντεῦθέν ἐστιν ἡ τῆς ποιότητος ἐξέτασις, ἥτις ἐστὶ καθόλου, ‘ποταπὸς ὁ βίος τοῦ Μειδίου‘. προεξήτασται μὲν ἤδη ἐκ τῆς ποιότητος, ἐν οἷς ἐπίορκον ἄπιστον ὠμὸν δύστροπον καὶ τὰ τοιαῦτα τὸν Μειδίαν ἀπέδειξεν. ἀλλ’ ἐκείνη μὲν ἡ ποιότης ἰδίαν εἶχεν ἐξέτασιν ‘ποταπὸς γέγονε Μειδίας περὶ αὐτὸν Δημοσθένην‘. καὶ γὰρ τὰ περὶ τὸν Στράτωνα [καὶ] πάντα ταῦτα εἰς Δημοσθένην εἶχε τὴν ἀναφοράν. νῦν δὲ τὴν καθολικὴν εἰσάγει ποιότητα ‘ποταπὸς περὶ πᾶσαν γεγένηται τὴν πόλιν Μειδίασ‘. ἐπειδὴ γὰρ σῴζεταί τις ἢ δι’ ἔλεον τῶν δικαστῶν ἢ δι’ αὐτὸ τὸ πρᾶγμα ὃ μέλλει ὑφίστασθαι μέγα ὂν καὶ ὑπερβάλλον τὴν συνήθειαν ἢ δι’ ἀξίωμα καὶ σεμνότητα, ὥστε δοκεῖν αἰδοῦς ἄξιος εἶναι, ἢ δι’ ἐπιείκειαν καὶ μετριότητα ἣν ἐπεδείξατο περὶ τὸν ἄλλον βίον ἢ δι’ ἃ λελειτούργηκε φθάνων ἢ δι’ ἃ προσδοκᾶται λειτουργήσειν ἢ διὰ τοὺς συνηγοροῦντας ἢ καὶ δι’ ἄλλα πλείω, ταῦτα καθ’ ἕκαστον ἐν τοῖς ἐπιλόγοις ἐπεξέρχεται, πᾶσαν αὐτοῦ σωτηρίας ἀφορμὴν περικόπτων. πρῶτον οὖν τοῦτο ἐξετάζει, ποταπὸς περὶ τοὺς ἄλλους. VfTBc Fj ἀτύχημ’ ἂν ἐμαυτοῦ] ὅταν γὰρ ὁ περὶ τοὺς ἄλλους χρηστὸς ὢν φαῦλος περὶ ἡμᾶς μόνους φανῇ, δυστυχία σαφὴς τὸ γιγνόμενον. |
| 21.453 | Vf TBcFj 〈νυνὶ δὲ τοσαῦτ’ ἐστὶ τἄλλα〉] ἀγανακτεῖν ὑπὲρ τοῦ δήμου προσποιεῖται. |
| 21.454 | YLS τί οὖν σὺ δεινότερον] ἐν οἷς δοκεῖ φοβεῖσθαι, μὴ διαφύγῃ, ἐν τούτοις μᾶλλον παροξύνει τοὺς δικαστάς. |
| 21 455a | F 4 YLS τίς γὰρ αὐτὸν ἀξιώσει συγγνώμης, διότι πικρότερα πεπόνθασιν οἱ ἄλλοι Μειδίου; ἀλλ’ οὐ μᾶλλον ὀργισθήσεσθε διότι κατὰ πολλῶν γέγονε τοιοῦτος. |
| 21 455b | VfTBcFj τό τ’ ἐμὸν καὶ τὸ τούτου προστεθέν] μέτρον ἐλάμβανον ἐν τοῖς δικαστηρίοις ὕδατος οἱ ῥήτορες, οὗ πεπαυμένου ἐν τῷ ῥεῖν ἐπαύοντο λέγοντες, ἴσως ἵνα μὴ φλυαρῶσιν, ἀλλὰ τῶν ἀναγκαίων ἔχωνται μόνων. |
| 21.456 | λέγει οὖν ὅτι ‘τῷ λείποντί μου ὕδατι (πολὺ γὰρ ἐν τῷ λέγειν ἀνάλωται) εἰ προστεθείη αὖθις πᾶν τὸ μέτρον τό τ’ ἐμοὶ δοθὲν καὶ ὃ δέδοται τῷ Μειδίᾳ, οὐκ ἂν ἐξαρκέσειε διηγουμένῳ μοι πάντα αὐτοῦ τὰ πλημμελήματα‘. VfTBcFj ὡς ἐμαυτῷ γέγραμμαι] σύνηθες τοῦτο ποιεῖν Δημοσθένει, ὅταν πλῆθος ἐνδείξασθαι βούληται. |
| 21.457 | ὡς γὰρ μὴ δυνάμενος ἕκαστα μνημονεύειν, ἐκ γραμματείου τὴν ἀνάμνησιν ποιεῖται. ἔχει γὰρ ἐν ὑπομνήμασι συντόμως αὐτοῦ τὰ ἀδικήματα, ὡς καὶ ἐν ἀρχῇ εἶπεν ὅτι συνέλεξεν (cf. 23 sq.) ‘ἀφ’ ὧν ὑμῖν ἀναγινώσκων ἐρῶ παντοδαπὰ κακουργήματα‘. VfTBcFj καὶ ὕβρεις πολλὰς] τὴν γὰρ ἐξ Ἀρείου πάγου βουλὴν ὕβρισεν εἰπὼν (116) ‘μέλλετε καὶ τετύφωσθε‘. |
| 21.458 | VfTBcFj καὶ περὶ τοὺς οἰκείους κακουργήματα] κακουργήματα λέγει τὰ κατὰ Κρατῖνον τὸν συνίππαρχον. |
| 21.459 | τοὺς γὰρ συνάρχοντας ὥσπερ οἰκείους νενομίκαμεν. μικρὸν γὰρ ὕστερον ἐρεῖ, ὡς ἵππαρχος ὢν πολλὰς κατὰ τῶν ἱππέων ἐποιεῖτο διαβολὰς συνὼν αὐτοῖς. VfTBcFj καὶ τόπος οὐδείς ἐστι] τόπον νῦν λέγει οὐ Κεραμεικὸν οὐδὲ ἀγοράν, ἀλλὰ κατὰ τοὺς διαλεκτικοὺς τὸ ἐπιχείρημα. |
| 21.460 | οὐδὲν γάρ, φησίν, ἐπιχείρημα οὐδὲ ἀφορμή τις ἀδικίας ἐστὶν ἢ κακίας εἶδος, ὃ οὗτος παραλέλοιπεν. VfTBcFj τὸν ἀεὶ προστυχόντα αὐτῷ] ἵνα μὴ ὡς ἀμυνόμενον τὸν ἠδικηκότα ποιῇ, ἀλλὰ τὸν ἀπαντῶντα ἁπλῶς βλάπτῃ. |
| 21.461 | VfTBcFj καὶ παραλέλοιφ’ ἕτερα] ἵνα μὴ δόξῃ ὡς φιλοπράγμων ἅπαντα περιεργάζεσθαι ἀκριβῶς, δείκνυσι πολλὰ παραλιπεῖν. |
| 21.462 | VfTBcFj οὐδὲν ἄξιον θανάτου] οἷον ἄξιον γερῶν καὶ τιμῆς τοσαύτης ὡς θανάτου τυχεῖν. |
| 21.463 | TBcFj ἀλλ’ εἰ καὶ μὴ φυλὴν ὅλην καὶ βουλὴν καὶ ἔθνος] διὰ τὸν χορὸν καὶ τὴν βουλὴν τὴν Ἀρεοπαγιτικήν· εἶπε γὰρ (116) ‘τετύφωσθε‘ ὑβρίζων αὐτήν· ‘ἔθνοσ‘ δὲ νῦν τὸ τάγμα ἐμφαίνει τῶν ἱππέων. |
| 21.464 | ἴσως δὲ φοβούμενος, μὴ ὡς ἱππάρχῳ βοηθήσουσι συστάντες οἱ ἱππεῖς, συγκρούειν πειρᾶται. ἅπερ δὲ ἐν τῷ γραμματείῳ ἀνέγνω, ταῦτα πάλιν κατὰ σχετλιασμὸν λέγει καὶ ἀναμιμνήσκει. VfTBcFj περὶ δὲ τῶν συστρατευσαμένων ἱππέων] βούλεται τοὺς συνηγόρους αὐτοῦ παρελέσθαι, καὶ ἐπειδὴ δέδοικε τὸ τάγμα τῶν ἱππέων, μὴ ὡς ἱππάρχῳ βοηθήσουσι, δείκνυσι κἀκείνους ὑβρισμένους ὑπὸ Μειδίου. |
| 21.465 | συστρατιώτην δὲ εἶπεν αὐτὸν καὶ οὐχ ἵππαρχον· ἐπειδὴ γὰρ καὶ οἱ ἵππαρχοι 〈συ〉στρατεύονται τοῖς ἱππεῦσιν, ἐκ τῆς κοινωνίας τῆς κατὰ τὴν στρατείαν αὐτὸν ὠνόμασε. VfTBcFj καὶ τὴν λοιδορίαν ἣν ἐλοιδορήθη Κρατίνῳ] στρατηγὸς ἦν οὗτος τοῦ πεζοῦ. |
| 21.466 | τοῦ δὲ Μειδίου κατηγοροῦντος τῶν ἱππέων ὁ Κρατῖνος ἅτε καὶ αὐτὸς ἵππαρχος ὢν ἀντέλεγε καὶ βοηθεῖν αὐτοῖς ἐπειρᾶτο· καὶ τοῦτον οὖν ὕβριζε. VfTBcFj καίτοι πότερ’ εἰσὶν ὄνειδος, ὦ Μειδία] τοῦτο σύνηθες Δημοσθένει, ὅταν ἐξέληταί τινα κατηγορούμενον, ἀντιπεριτρέπειν τῶν κατηγόρων τὰ ἐγκλήματα. |
| 21.467 | VfTBcFj οἱ διαβάντες ἐν τάξει] ὅταν μὴ ἔχῃ στρατιώτας ἐκ τροπαίων ἐπαινεῖν, τὴν γνώμην αὐτῶν θαυμάζει καὶ τὴν εὐταξίαν, ὥσπερ ἐν τῷ περὶ τοῦ στεφάνου (18, 286), μὴ ἔχων τοὺς ἐν Χαιρωνείᾳ σεμνύνειν ἐπὶ τοῖς κατορθώμασιν, ἀπὸ τῶν πρὸ τῆς μάχης αὐτοὺς ἐπῄνεσε, τῷ κόσμῳ ταῖς παρασκευαῖς τῇ προθυμίᾳ. |
| 21.468 | VfTBcFj ἐπ’ ἀστράβης δὲ ὀχούμενος] εἶδος καθέδρας, παρὰ τὸ μὴ στροβεῖσθαι μηδὲ στρέφεσθαι. |
| 21 469a | ἔστι δὲ ἐπὶ πλεῖστον εἰς ὕψος ἀνῆκον, ὥστε τῶν καθεζομένων ἀνέχειν τὰ νῶτα. χρῶνται δὲ αὐτῷ μάλιστα αἱ γυναῖκες. σκώπτει δὲ διὰ τούτου εἰς μαλακίαν καὶ ἀσθένειαν τὸν Μειδίαν. εἶθ’ ἵνα μὴ ἀντιπέσῃ ‘τί οὖν, εἰ κακωθεὶς ἐχρήσατο ταύτῃ τῇ καθέδρᾳ;‘ προσέθηκεν ‘ἐξ ἀργυρᾶσ‘. τὸ γὰρ ἠργυρῶσθαι τὴν καθέδραν δεῖγμα ἦν τοῦ ἐπιτηδεύοντος καὶ ἐντρυφῶντος τούτῳ τῷ εἴδει. τὸ δὲ καὶ ‘ἐξ Εὐβοίασ‘, ὅτι μὴ εἰωθότων τῶν Ἀθήνησι τοιαύτας ἐργάζεσθαι αὐτὸς ἐξ Εὐβοίας ὠνήσατο. ἡ δὲ δημώδης ‘ἐξ Ἀργούρασ‘ ἔχει ἀπὸ τόπου τῆς Εὐβοίας. ἀλλὰ τὰ ἑξῆς δηλοῖ ὅτι μαλακίαν αὐτῷ καὶ τρυφὴν ὀνειδίζει, ‘χλανίδασ‘ λέγων καὶ ἱμάτια τρυφερὰ καὶ σκεύη ἐπιτήδεια πρὸς ἀνειμένον βίον. VfTBcFj ‘ἀστράβη‘ εἶδος καθέδρας. |
| 21 469b | F 2 YL 〈Ἀργούρασ〉] παρὰ Μενάνδρῳ ἀργυρᾶς. |
| 21 470a | F 2 Ἄργουρα πόλις Εὐβοίας. |
| 21 470b | F 2 YL ( → 471b Y) χλανίδας δὲ καὶ κυμβία καὶ κάδους] ‘χλανίδασ‘ μὲν τὰς Μιλησίας, ‘κυμβία‘ δὲ εἶδος ἐκπωμάτων, ‘κάδοσ‘ δὲ γυναικεῖον ἀγγεῖον ᾧ χρῶνται πρὸς τὰς ἀρύσεις τῶν ὑδάτων ἢ τὰς νῦν σίτλας. |
| 21 471a | VfTBcFj ‘κυμβίον‘ δὲ εἶδος περικεφαλαίας ἢ εἶδος ἐκπώματος ἐπίμηκες καὶ στενὸν καὶ τῷ σχήματι παρόμοιον τῷ πλοίῳ ὃ καλεῖται κυμβίον. |
| 21 471b | φέρων δὲ τὴν χρῆσιν τῆς λέξεως Ἡρωδιανὸς ἐν τῇ καθόλου φησί· (cf. 158) ‘ῥυτὰ καὶ κυμβία καὶ φιάλασ‘. F 2 YL εἶδος περικεφαλαίας καὶ ποτηρίου. |
| 21 471c | F 2 οἱ πεντηκοστολόγοι] τὰ μὲν πολεμικὰ σκεύη οὐκ ἐτελώνουν, ὅσα δὲ ἦν εἰρηνικὰ καὶ πρὸς τρυφὴν συντελοῦντα κατεῖχον. |
| 21.472 | VfTBcFj ταῦτα γὰρ εἰς τοὺς ὁπλίτας ἡμᾶς] ἐν καιρῷ τὸν οἰκεῖον εἰσήγαγεν ἔπαινον. |
| 21.473 | οἱ γενναιότεροι γὰρ ἐν τοῖς ὁπλίταις τάττονται. οὐκοῦν οὐκ ἔστι λειποτάκτης ὁ Δημοσθένης, ἀλλὰ καὶ ἀνδρεῖος. VfTBcFj εἴ σε ἐπὶ τούτοις ἔσκωψεν Ἀρχετίων] εἷς τῶν ἱππέων κωμικώτερος ὢν ἀπέσκωψεν εἰς ταύτην αὐτοῦ τὴν τρυφήν. |
| 21.474 | VfTBcFj 〈εἰ μὲν γὰρ ἐποίεις ταῦτα, ὦ Μειδία〉] διλημμάτῳ κέχρηται οὗ τὸ μὲν πρῶτον μέρος ἀκολουθίαν ἔχει τὸ δὲ δεύτερον σεσόφισται. |
| 21 475a | F 4 Y LS ‘εἰ ταῦτα ἐποίεις, δικαίως κακῶς ἤκουεσ‘· τοῦτο ἀκολούθως· τὸ δὲ ἑξῆς ἦν μὲν οὕτως εἰπεῖν ‘εἰ δὲ μὴ ἐποίεις, ἀδίκως ἤκουεσ‘. |
| 21 475b | ὁ δὲ εἰς ἕτερον περιήγαγεν ‘εἰ δὲ μὴ ποιοῦντός σου ἕτεροι ἀκούοντες ἐπέχαιρον, ἄξιος ἦσθα διὰ τὸν ἄλλον βίον ταῦτα ἀκούειν‘. παρολκῇ γὰρ χρησάμενος τὴν ἀκολουθίαν ἐσοφίσατο. VfTBcFj καὶ τὸ δὴ σχετλιώτατον καὶ μέγιστον] ὃ λέγων ἐπαύσατο, τοῦτο ὡς κοινὸν εἰσάγει. |
| 21.476 | ‘τοσούτων‘ φησίν ‘ἀνθρώπων ἀθρόως κατηγορεῖς.‘ λέγει δὲ τῶν ἱππέων, ὅπερ μέχρι νῦν ἐξήταζε. τίς οὖν ἡ παραλλαγὴ τούτων; ὅτι ἐκεῖ μὲν ὀνομαστὶ τοὺς ἱππέας εἶπεν, ἐνταῦθα δὲ ἀορίστως πλῆθος ἀνθρώπων ὠνόμασεν. VfTBcFj τίς ὑμῶν ἐμοῖ τι σύνοιδεν τοιοῦτον] ἅπερ ἔλεγεν ὁ Μειδίας, ταῦτα προλαβὼν αὐτὸς κατὰ ἀναίρεσιν εἰσήγαγεν, ὅτι οὐδέ ἐστιν αὐτῷ συνήθη ταῦτα, ‘ἐπεὶ δι’ ἔχθραν καταψευδομαρτυροῦμαι, τοιοῦτον γὰρ οὐδὲν ἴστε ὑμεῖσ‘. |
| 21.477 | VfTBcFj 〈καταψεύδονταί μου〉] καταψεύδομαι, γενικῇ. |
| 21.478 | F 4 οὐκ ἀκηκόασι δὲ νῦν μου] δεινότητα ἔχει τὸ ἐπιχείρημα, εἴ γε μέμψονται τῷ κατηγόρῳ τινὲς ὡς οὐκ εἶπεν ἃ ἴσασιν αὐτοὶ τοῦ Μειδίου ἀδικήματα. |
| 21.479 | VfTBcFj οὐδὲ πάνθ’ ὅσα ἠδίκηνται] ἄλλο βαρύτερον, ὅτι φοβοῦνται δημοσιεῦσαι οἱ πεπονθότες ἃ Μειδίας ἐποίησεν. |
| 21.480 | εἰ γὰρ ἐρεῖ ἕκαστος, πείσεταί τι δεινότερον ὁ φθεγγόμενος. VfTBcFj μηδὲν ἂν αὐτὸν ἐξ ἐπιδρομῆς παθεῖν] ἐκ τοῦ εὐθέος εὐθέος εὐκόλως ἐπιδραμόντα· πραγματείας γὰρ δεῖ πολλῆς, ἵνα διαρρήξῃ τῆς δυναστείας τὸ τεῖχος· προβέβληνται γὰρ αὐτοῦ καὶ τειχίζουσιν αὐτόν. |
| 21.481 | VfTBcFj μάτην γὰρ λοιδορήσεται] δείκνυσιν ὁ Δημοσθένης, ὅτι τὰς παρὰ τῶν πλουσίων ὕβρεις μάλιστα χρὴ χαλεπὰς νομίζειν. |
| 21.482 | ἐὰν γάρ, φησί, περιαιρεθῇ τὰ ὄντα κἂν ὑβρίζῃ, μάτην βοήσεται· τῶν γὰρ οἰκτρῶν καὶ τῶν ἀπερριμμένων, κἂν τὰ αἴσχιστα λέγωσι, καταφρονεῖν εἰώθαμεν. VfTBcFj νῦν δὲ οἶμαι τούτου προβέβληται] κατ’ ὀλίγον αὐτοῦ περικόπτει τοὺς συνηγόρους, τοὺς μὲν ἱππέας τῷ τρόπῳ τῷ προειρημένῳ, τοὺς δ’ ἄλλους διὰ τοῦ κακίζειν. |
| 21.483 | ἐπειδὴ γὰρ ἐγχωρεῖ τὸν Μειδίαν καὶ εἰς μαρτυρίαν τινὰς τούτων παραγαγεῖν, προδιαβάλλει τὴν ποιότητα αὐτῶν, ‘μισθοφόρουσ‘ καλῶν καὶ ‘ἑταιρίαν‘ τὸ κατ’ αὐτούς, ἵνα μὴ διὰ τούτων λάβῃ χώραν ἡ μαρτυρία. τίς γὰρ πιστεύσει τούτοις, οἳ κολακεύειν τὸν Μειδίαν εἰώθασι; κατὰ μικρὸν δὲ εἰς τυραννίδα ἀναφέρει τὸ πρᾶγμα· ὅπου γὰρ μισθοφόροι καὶ δορυφόροι, τὰ τῆς ὑπονοίας ἐγγύς. VfTBcFj Εὐκτήμων ὁ κονιορτός] ὃν ἐμισθώσατο κατήγορον. |
| 21.484 | VfTBcFj μαρτύρων συνεστῶσα ἑταιρία] ἁμιλλῶνται πρὸς τοὺς κατηγόρους οἱ μάρτυρες· οἱ μὲν ποιοῦνται γραφήν, οἱ δὲ τὴν πίστιν σοφίζονται. |
| 21.485 | διὰ τοῦτο γὰρ καὶ ‘συνεστῶσα‘ εἶπεν, ἵνα μάθῃς τοῦ συγκροτήματος τὴν μανίαν. ‘γράφου θαρσῶν, ὦ Τιμόκρατες,‘ βοῶσιν οἱ μάρτυρες, ‘κἂν δυσχεραίνῃς περὶ τὸν ἔλεγχον, ἐγὼ τῇ μαρτυρίᾳ τοὺς δικαστὰς ἀπατήσω.‘ VfTBcFj φανερῶς μὲν οὐκ ἐνοχλούντων] ἐφοβοῦντο γὰρ ψευδομαρτυρίας ἁλῶναι φανερῶς ἀναισχυντοῦντες. |
| 21.486 | VfTBcFj σιγῇ δὲ τὰ ψευδῆ ῥᾷστ’ ἐπινευόντων] οἱ γὰρ ἔξωθεν σπουδάζοντες, ἐπειδὰν ὁ κατήγορος λέγῃ τὰ ἀδικήματα, λάθρα καὶ πόρρωθεν ἀνανεύουσι τοῖς δικασταῖς, ἐνδεικνύμενοι μηδὲν ἀληθὲς εἶναι τῶν λεγομένων. |
| 21.487 | ῥᾷστον δὲ τὸ τοιοῦτον καὶ ἀκίνδυνον. VfTBcFj οὓς μὰ τοὺς θεοὺς] ‘μισθοφόρουσ‘ εἰπὼν ἐφοβήθη, μὴ πρὸς τὸν μισθὸν ἀπίδωσιν οἱ δικασταὶ ὡς εἰωθότος τοῦ Μειδίου χρήματα διδόναι τοῖς συναγωνιζομένοις. |
| 21.488 | ἵνα μὲν οὖν μὴ πρὸς τὸ κέρδος οἱ δικασταὶ χαυνωθῶσι, μεθ’ ὅρκου τὴν ἄρνησιν ἐποιήσατο μηδὲν ὠφελεῖσθαι παρ’ αὐτοῦ τοὺς σπουδάζοντας. καὶ ἄλλως προσπῖπτον ἀναιρεῖ· ‘ἴσως ἐπανορθοῖ τὸν βίον αὐτοῖς, παραμυθεῖται τὴν ἔνδειαν, διὸ καὶ αὐτοὶ σῴζουσιν ὡς εὐεργέτῃ τὴν εὔνοιαν ἐν ταῖς χρείαις διακονούμενοι.‘ ἐκβάλλει τοίνυν ὅρκῳ τὴν δόξαν. VfTBcFj ἀλλὰ δεινοί τινές εἰσιν] ἕτερον αἴτιον εἰσάγει καὶ πάθος, ‘ἀλλὰ πεφύκασί τινες συνάπτειν ἑαυτοὺς τοῖς πλουσίοις καὶ κολακεύειν καὶ ὑπηρετεῖν εἰς ἃ βούλονται‘, ὃ δὴ καὶ ‘φθείρεσθαι‘ ὀνομάζει. |
| 21.489 | φθορὰ γὰρ τὸ ταῖς τῶν ἄλλων ἕπεσθαι γνώμαις, ὅθεν ἐπάγει ὡς οὐκ ἀνεκτὰ ταῦτα τοῖς ἐλευθερίοις καὶ μετρίοις τὰ συγκροτήματα· ὑποπτεύεται γὰρ ταχέως. τὸ δὲ 〈‘συλλεχθέντεσ‘ λέγει〉 ἰσχυρότερον ἀποφαίνων τὸ δικαστήριον. ‘εἰ γὰρ καὶ ἰδίᾳ ὑμῶν ἕκαστος ἡττᾶται τῶν πλουσίων, ἀλλ’ ὅταν εἰσίητε κρίνοντες κύριοι ὄντες τοῦ δικαστηρίου, κυριώτεροί ἐστε τοῦ διαφθεῖραι καὶ λῦσαι αὐτῶν τὴν δύναμιν.‘ VfTBcFj τί δὴ τὰ καὶ τὰ πεπονθὼς] ἐνήλλαξε διὰ τῶν λέξεων τὴν δύναμιν τῆς ἀντιθέσεως. |
| 21.490 | ὁ μὲν γὰρ Μειδίας ἐκείνως ἂν προήγαγεν· ‘οὐδεὶς παρ’ ἐμοῦ πέπονθε δεινὸν οὐδὲ κατηγορῆσαί τις ἐτόλμησεν‘. ὁ δὲ τῷ μὲν μηδένα κατηγορηκέναι συνέδραμε, τὴν δὲ αἰτίαν ἐνήλλαξε. θαυμάζειν γάρ φησι, διὰ τί πολλοὶ παθόντες οὐ κατηγόρησαν. καὶ πεποίηκεν οὐκ ἀντίθεσιν εἰσάγοντα μᾶλλον ἢ ὁμολογίαν καθ’ ἑαυτοῦ τῶν ἀδικημάτων. τεχνικώτατα δὲ πάνυ τὸν Μειδίαν λεληθότως ὁμολογοῦντα τὴν δυναστείαν ποιεῖ. ὅταν γὰρ ὀνειδίζῃ τῷ Δημοσθένει ὅτι ‘πολλοὺς καὶ ἄλλους ἠδίκησα καὶ κατὰ τοῦ δεῖνος καὶ τοῦ δεῖνος ἐχώρησα, καὶ οὐδεὶς ἔλαβε δίκην παρ’ ἐμοῦ, οὐδεὶς ἐτόλμησε καθίσαι κατ’ ἐμοῦ δικαστήριον, σὺ μόνος ὑπερβαίνεις τὴν τάξιν, μετὰ τῶν νόμων ὁπλίζῃ‘, τὴν δυναστείαν προβαλλόμενος, πῶς οὐ βεβαιοῖ σαφῶς τῆς τυραννίδος τοῖς οἰκείοις λόγοις τὴν μίμησιν; VfTBcFj ἀφίσταται τοῦ βοηθεῖν αὑτῷ] οὐδείς, φησίν, οὐδὲ βοηθεῖν ἑαυτῷ λοιπὸν ἰσχύει τὸν Μειδίαν φοβούμενος. |
| 21.491 | εἶτα συνάπτει πολλὰς προφάσεις, δι’ ἃς ἕκαστος τὴν ἡσυχίαν ἀσπάζεται, προσκρούειν αὐτῷ μὴ βουλόμενος. VfTBcFj καὶ γὰρ ἀσχολία καὶ ἀπραγμοσύνη] ‘ἀσχολία‘ διὰ τὴν τύχην, ‘ἀπραγμοσύνη‘ διὰ τὸν τρόπον καὶ τὸ μὴ δύνασθαι λέγειν διὰ τὴν φύσιν. |
| 21.492 | δι’ ὧν δὲ αἰτίαν ἀποδίδωσι τοῖς ἠδικημένοις ὅτι μὴ κατηγόρησαν, διὰ τούτων τὰ ἐναντία 〈τῷ Μειδίᾳ〉 περιάπτει, ὅτι φιλοπράγμων, ὅτι μηδενὶ σχολάζων ὡς κοινὸς ἐχθρὸς τῇ πολιτείᾳ. τὸν δὲ κατάλογον τῶν ἀδικημάτων αὐτοῦ εἰπὼν τέλος τύραννον ἀπέφηνεν. VfTBcFj ἐπειδήπερ εἴληπται] ἐπειδὴ ὑπὸ χεῖρα γέγονε καὶ εἴσω τῶν δικτύων γεγένηται. |
| 21.493 | VfTBcFj λέγεται τοίνυν ποτὲ ἐν τῇ πόλει] ἐφ’ ἕτερον εἶδος μεταβέβηκε τῶν ἐπιλόγων, δι’ οὗ πειρᾶται δεικνύναι μὴ ὄντα αἰδοῦς ἄξιον τὸν Μειδίαν· αἰδοῦς γὰρ τυγχάνει τις ἢ διὰ λαμπρότητα γένους ἢ διὰ στρατείας καὶ πράξεις οἰκείας ἢ διὰ φιλοτιμίαν τῶν περὶ τὴν πόλιν· ἃ ὅτι οὐ προσῆν Μειδίᾳ, τὸν Ἀλκιβιάδην εἰσήγαγεν, οὐχ ἵνα συγκρίνῃ, ἀλλ’ ἵνα ἀντεξετάσῃ καὶ ἵνα δείξῃ πρὸς τούτοις ὅτι ‘εἰ τηλικοῦτος ὢν Ἀλκιβιάδης οὐκ ἔτυχεν αἰδοῦς, πῶς 〈ἂν〉 τύχοι Μειδίας;‘ F 4 YLS λέγεται . |
| 21 494b | .. πόλει] μεταβέβηκεν ἐφ’ ἕτερον μέρος ἐπιλόγων, δι’ οὗ πειρᾶται 〈δεικνύναι〉 μὴ ὄντα αἰδοῦς ἄξιον τὸν Μειδίαν. ἐλέγετο γὰρ ἓν καὶ τοῦτο εἶναι τῶν δυναμένων ἀεὶ σῴζειν τοὺς ἀδικοῦντας. τῆς δὲ αἰδοῦς οὐχ ἓν εἶδος, ἀλλὰ τόποι πλείους· αἰδοῦς γὰρ τυγχάνει τις ἢ διὰ λαμπρότητα γένους ἢ διὰ στρατηγίας καὶ πράξεις οἰκείας ἢ διὰ φιλοτιμίας τῶν περὶ τὴν πόλιν. βουλόμενος οὖν εὐαφόρμως ἐξετάσαι μὴ προσόντα ταῦτα τῷ Μειδίᾳ, τὸν Ἀλκιβιάδην συνεισήγαγεν, οὐχ ἵνα συγκρίνῃ πρὸς αὐτὸν τὸν Μειδίαν, ἀλλ’ ἵνα ἐξετάσῃ τὰ Μειδίου ἀδικήματα, πρὸς δὲ τούτοις ἵνα δείξῃ κἀκεῖνο ὅτι ‘τηλικοῦτος ὢν Ἀλκιβιάδης οὐκ ἔτυχεν αἰδοῦς [οὐκ] ἀδικήσας, πῶς οὖν αἰδεσθήσεσθε Μειδίαν ᾧ μηδὲν τούτων πρόσεστιν;‘ VfTBcFj καὶ οὐκ ἀπεικάσαι δήπου Μειδίαν] θεραπεία διὰ τὸ τῶν προσώπων διάφορον. |
| 21.495 | ‘παλαιὰν‘ δὲ ‘εὐδαιμονίαν‘ εἶπεν, ὅτε εἶχον τῆς Ἑλλάδος τὴν ἡγεμονίαν. VfTBcFj ( → 498) πρὸς πατρὸς μὲν Ἀλκμαιωνιδῶν] πρόφασιν ἑαυτῷ δίδωσι καὶ τὸ ἀντεξετάσαι τὸ Μειδίου γένος. |
| 21.496 | VfTBcFj τούτους δέ φασιν ἀπὸ τῶν τυράννων] ἑτέρας προφάσεως οὔσης, δι’ ἣν ἐστασίασαν, ἄλλην εἶπεν ὁ ῥήτωρ. |
| 21.497 | ὁ δὲ Μεγακλῆς τῆς μιᾶς στάσεως, ὁ δὲ Ἱπποκράτης ὁ Πεισιστράτου πατὴρ τῆς ἑτέρας. ἐπῆραν δὲ οἱ στασιάζοντες, οἵ τε Παράλιοι καὶ οἱ Ὑπεράκριοι. νικησάντων δὲ τῶν Ἱπποκράτους καὶ Πεισιστράτου καὶ τυράννου καταστάντος τοῦ Πεισιστράτου, φοβηθεὶς οὖν ὁ Μεγακλῆς συνῆψε τὴν θυγατέρα τῷ Πεισιστράτῳ. χρωμένου δὲ αὐτῇ παρὰ φύσιν ἐκείνου προέμενος ὁ Μεγακλῆς τὴν θυγατέρα ἀφείλκυσε καὶ ᾤχετο αὐτὸς εἰς Δελφούς. τότε δὲ ἐμπρησθέντος τοῦ νεὼ τοῦ Ἀπόλλωνος ἐκήρυξαν οἱ Δελφοὶ τὸν βουλόμενον μισθώσασθαι πρὸς κατασκευὴν τοῦ νεώ. ὁ Μεγακλῆς οὖν ἐδέξατο καὶ λαβὼν δέκα τάλαντα τρία μὲν ἀνάλωσεν εἰς τὴν κατασκευήν, ἐκ δὲ τῶν ἑπτὰ δύναμίν τινα συνήθροισε, καὶ πείσας Λακεδαιμονίους βοηθεῖν ἐπὶ τὰς Ἀθήνας Πεισίστρατον μὲν οὐκέτι ζῶντα κατέλαβεν, Ἱππίαν δὲ τὸν ἐκείνου παῖδα τυραννοῦντα ἐξέβαλεν. VfTBcFj [ἧς] ἐκπεσεῖν στασιάσαντας] φιλοῦντες γὰρ τὴν δημοκρατίαν τοῖς Πεισιστρατίδαις ἀντέστησαν καὶ οὕτως ἐφυγαδεύθησαν, εἶτα δανεισάμενοι χρήματα αὐτοὶ οἱ Ἀλκμαιωνίδαι συνήγαγον δύναμιν καὶ ἐπιθέμενοι τοῖς τυράννοις καθεῖλον καὶ ἠλευθέρωσαν τὴν πόλιν. |
| 21.498 | VfTBcFj πρὸς δὲ μητρὸς Ἱππονίκου] καὶ τοῦτο ἔνδοξον τὸ γένος παρὰ τοῖς Ἀθηναίοις· ἦν γὰρ Καλλίας μὲν ὁ προπάτωρ ὁ δᾳδουχήσας Σαλαμῖνι, Ἱππόνικος δὲ τούτου παῖς, οὗ παῖδες Καλλίας ὁ τὴν θρυλουμένην εἰρήνην σπεισάμενος πρὸς τὸν Πέρσην καὶ ἡ μήτηρ Ἀλκιβιάδου. |
| 21.499 | VfTBcFj καὶ ταύτης τῆς οἰκίας] τί παρενοχλῶ, φησί, διηγούμενος; ἴστε πόσοι τούτου τοῦ γένους, ταύτης τῆς ῥίζης ἀνεβλάστησαν ὄρπηκες. |
| 21.500 | VfTBcFj θέμενος τὰ ὅπλα] ὑπὲρ τῆς πόλεως ἀντιταξάμενος [ἐν αὐτῇ τῇ πόλει εἰσβαλόντων Πελοποννησίων]. |
| 21.501 | κατὰ Σικελίαν γὰρ ὄντων τῶν Ἀθηναίων, περὶ Σάμον καθόδου τυχὼν ἐκεῖ μετὰ τῶν στρατιωτῶν ἐπολέμησεν. VfTBcFj τρίτον δ’ ἐν αὐτῇ τῇ πόλει] ὅτε τὰς προσβολὰς ἐποιοῦντο πρὸς τὸ τεῖχος ἐκ Δεκελείας οἱ Λακεδαιμόνιοι. |
| 21.502 | VfTBcFj ἔτι δ’ ἵππων Ὀλυμπίασιν] λαμπρὸν αὐτὸν καὶ ἐν πολέμοις καὶ ἐν τοῖς κατὰ τὴν εἰρήνην ἀποφαίνει· σεμνὸν γὰρ ἦν καὶ τὸ νικᾶν Ὀλυμπίασιν. |
| 21.503 | ἔοικε δὲ δεικνύναι ὅτι καλῶς οὗτος τῷ πλούτῳ ἐχρῆτο. VfTBcFj καὶ στρατηγὸς ἄριστος] εἰρήκαμεν ὅτι κατ’ ἀμφοτέρους τοὺς καιροὺς παρέχει αὐτῷ τὰ πρωτεῖα. |
| 21.504 | VfTBcFj φυγάδα ἐξέβαλον] καίτοι οὐκ ἐποίησαν αὐτὸν 〈οἱ〉 Ἀθηναῖοι φυγάδα, ἀλλ’ ἐπειδὴ κληθεὶς οὐχ ὑπήκουσε, κατεψηφίσαντο μηκέτ’ εἶναι. |
| 21.505 | VfT BcFj εἷρξεν Ἀγάθαρχον] ζωγράφος οὗτος ὢν ἐφωράθη συνὼν τῇ παλλακίδι τοῦ Ἀλκιβιάδου, ὃν λαβὼν καθεῖρξε καὶ κατὰ τοῦτο ἥμαρτε μὴ παραδοὺς τοῖς νόμοις. |
| 21.506 | ἀπεσιώπησε δὲ τὸ ἁμάρτημα ὡς μικρόν, ἵνα μεῖζόν τι ὑποπτεύσωσιν οἱ δικάζοντες. τὸ ἀμφισβητούμενον οὖν ὡς ὁμολογούμενον ἔθηκεν. ἔχει γὰρ αὑτῷ συναγωνιζομένην τὴν κατάγνωσιν τοῦ δήμου. τινὲς δὲ τὸ ‘εἷρξεν‘ οἷον ‘ἐξέωσε τοῦ θεάτρου ὡς ἀσελγῆ‘. διὸ καὶ εἶπεν ‘ὅπερ οὐδὲ ὀνειδίζειν ἄξιον‘. VfTBcFj τοὺς Ἑρμᾶς περιέκοπτεν] ἐν μιᾷ γὰρ νυκτὶ εὑρέθησαν οἱ Ἑρμαῖ περικοπέντες καὶ ὑπωπτεύθη ὁ Ἀλκιβιάδης. |
| 21 507a | VfTBcFj Ἑρμῆς πέμματος εἶδος καὶ ἰδέα πόσεως ἔστι. |
| 21 507b | καὶ Ἑρμῆς πρὸς τῇ πυλίδι. YL τὸ δ’ ὅλως ἀφανίζειν ἱερὰν ἐσθῆτα] ‘ἱερὰ‘ μόνον ἡ ἀρχαία ἔχει ἐμφαντικὴ οὖσα πολλῶν, οἷον στεφάνων, ἐσθῆτος, αὐτῆς τῆς ἐν ἱερῷ πανηγύρεως, καὶ ταύτην ὕβρισε· ἐπεὶ τό γε ‘τὴν ἐσθῆτα‘ προσθεῖναι πολλὴν ἔχει τὴν ἐλάττωσιν. |
| 21.508 | VfTBcFj τίς ὢν] Ἀλκμαιωνίδης ὢν ἀπὸ Ἱππονίκου γνωριζόμενος. |
| 21.509 | VfTBcFj καὶ τίσι ταῦτ’ ἐνδεικνύμενος] ὑπὸ τίνος ἠδικημένος; ποίου χορηγοῦ παροξύνοντος; ποίου ζωγράφου κεκινηκότος εἰς ἀγανάκτησιν; VfTBcFj πρὸς τὸ μὴ καλὸν μηδὲ θεμιτὸν] ‘καλὸν‘ μὲν ἴσως πρὸς τοὺς ζῶντας, ‘θεμιτὸν‘ δὲ πρὸς τοὺς κατοιχομένους. |
| 21.511 | VfTBcFj τοιούτων ἀνδρῶν οὖσιν ἀπογόνοις] τῶν κεκολακότων τὸν Ἀλκιβιάδην. |
| 21.512 | VfTBcFj καὶ μηδένα μηδαμόθεν] μὴ ἀπὸ γένους, μὴ ἀπὸ στρατηγίας, μὴ ἀπὸ λόγων, μὴ ἀπὸ ἐπιεικείας. |
| 21.513 | VfTBcFj ἢ χάριτός τινος] ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ ἔστιν ἄξιος αἰδοῦς. |
| 21 514a | τὸ γὰρ ‘χάριτοσ‘ τοῦτο βούλεται σημαίνειν. VfTBcFj τὸ ‘χάριτοσ‘ ἀντὶ αἰδοῦς. |
| 21 514b | F 1 τῶν στρατηγιῶν] ἀφορμὴν λαβὼν ἐκ τῶν κατὰ Ἀλκιβιάδην ὅτι στρατηγὸς ἄριστος, ἀντεξετάζει τὴν στρατηγίαν τοῦ Μειδίου, οὐ κατὰ σύγκρισιν, ἀλλὰ κατὰ παράθεσιν. |
| 21.515 | διὸ καὶ εἶπεν ‘ἀλλ’ οὐδὲ καθ’ αὑτὸν στρατιώτησ‘· πῶς οὖν αἰδοῦς ἄξιος; VfTBcFj μή τι τῶν ἄλλων ἡγεμών] οὐκ ἀπέδειξε τὸ ‘τῶν ἄλλων ἡγεμών‘· φθάνει γὰρ προαποδείξας ὅτι δειλὸς καὶ ἀσθενής. |
| 21.516 | VfTBcFj γένους ἕνεκα νὴ Δία] τοῦτο συνῆπται τοῖς παρασήμοις, πρὶν διορθωθῆναι τὸν λόγον· τὰ δὲ μέσα ἐνετέθη. |
| 21 517a | F 2 γένους . |
| 21 517b | .. Δία] τὸ ἕτερον μέρος αἰδοῦς τὸ κατὰ τὴν εὐγένειαν, ἥντινα μὴ δυνάμενος φανερῶς διαβάλλειν ἔξωθεν διασύρει. καὶ γὰρ ἦν εὐπατρίδης καὶ τοῦ δοκιμωτάτου γένους. ἀλλὰ δι’ ἐπήρειαν αὐτοῦ διαβάλλει τὸ γένος ὥσπερ τὸ Αἰσχίνου καὶ τὸ Τιμοκράτους καὶ Ἀνδροτίωνος. ἐπεὶ δὲ σεμνότατον τὸ γένος, καινοτέρῳ τρόπῳ μεθώδευσεν ὅτι οὐκ ἔστιν ἐξ ἐκείνου τοῦ γένους, ἀλλ’ ὑποβολιμαῖος, ἵνα μὴ φανερῶς διασύρων πολλοῖς τῶν δοκίμων προσκρούσῃ. VfTBcFj καὶ τίς οὐκ οἶδεν ὑμῶν τὰς ἀπορρήτους] ‘ἀπορρήτουσ‘ μὲν τὰς λαθραίως γιγνομένας, ‘ἐν τραγῳδίᾳ‘ δέ· τὰς γὰρ ἐπισήμους ἐκθέσεις τῶν βρεφῶν αἱ τραγῳδίαι παρειλήφασιν. |
| 21.518 | ἀσαφὲς δὲ τοῦτο τὸ χωρίον καὶ πολλοὶς πράγματα παρέχον· αἴτιον δὲ τῆς ἀσαφείας τὸ διαστρέψαι τὴν τάξιν· τὰ γὰρ τελευταῖα πρῶτα τέθεικεν. πρὶν γὰρ ἀποδεῖξαι, πῶς ἐξετέθη, λέγει ‘ὥσπερ ἐν τραγῳδίᾳ‘. ἀνέστρεψε δέ, ἵνα μὴ ἄνωθεν κατ’ ἀκολουθίαν διηγούμενος ἀπιθανώτατον δόξῃ τὸ πρᾶγμα. VfTBcFj ἡ μὲν γὰρ ὡς ἀληθῶς μήτηρ] τοιαύτη ἐστὶ πᾶσα τοῦ νοήματος ἡ πλοκή. |
| 21.519 | φρονιμωτάτη ἦν ἡ τεκοῦσα αὐτὸν μήτηρ. συνειδυῖα γάρ, ὅτι ἐκ βαρβάρων γέγονε καὶ ὅτι φαῦλαι αἱ φύσεις αἱ τῶν βαρβάρων, ἀπέδοτο αὐτόν. ἡ δὲ ὑποβαλλομένη μωροτάτη, ἥτις εἵλετο βάρβαρον ὠνήσασθαι, ἐξὸν Ἕλληνά τινα καὶ πολίτην. πόθεν δὲ βάρβαρος; ὅτι ὠμός ἐστι καὶ ὑβριστής. ἔστι δὲ ἐξ Ἀθηναίων μὲν τοιοῦτος οὐδείς, οἱ δὲ βάρβαροι φύσει ὑβρισταί. διὸ καὶ εἶπεν (150) ‘ἀλλὰ τὸ τῆς φύσεως ἀληθῶς βάρβαρον‘. εἰ μὲν οὖν ἐβούλετο σαφῶς εἰπεῖν, ἐκ ταύτης ἂν ἤρξατο τῆς ἀποδείξεως· ἐπειδὴ δὲ εὐθὺς ἐν ἀρχῇ λέγων ὅτι ‘ἐκ τῶν ἔργων δείκνυται βάρβαροσ‘ ὤφθη ἂν σοφιζόμενος, διὰ τοῦτο ἐνήλλαξεν, ἵνα ὡς ὁμολογούμενον εἰσαγάγῃ. διὸ καὶ τῷ κατ’ ἐρώτησιν ἐχρήσατο σχήματι ‘τίς γὰρ οὐκ οἶδεν;‘ ὅπερ ἁπάντων σχημάτων ἀληθῶς χώραν ἔχειν δοκεῖ. διὰ τί δὲ οὐκ εἶπεν ‘ὥσπερ ἐν κωμῳδίᾳ‘; πλείους γάρ εἰσιν ἐν ταῖς κωμῳδίαις ὑποβολιμαῖοι ἤπερ ἐν ταῖς τραγῳδίαις. ὅτι, εἰ μὲν περὶ ἰδιώτου τινὸς ἔλεγεν, ἐχρῆν κωμῳδίαν εἰπεῖν· ἰδιωτικὰ γὰρ τὰ ἐκεῖ πρόσωπα. ἐπειδὴ δὲ περιφανὴς καὶ ἵππαρχος, εἰκότως τὰ ἐκ τραγῳδίας εἶπεν· ἔνδοξα γὰρ τὰ ἐκεῖ πρόσωπα καὶ ἄλλως, ἐπειδὴ γνωριμώτατα τὰ ἐν ταῖς τραγῳδίαις τοῖς πολλοῖς (ἡρωϊκὰ γὰρ τὰ ἐκεῖ πρόσωπα καὶ βεβοημένα), καὶ ὅτι μᾶλλον περὶ τὰς τραγῳδίας ἢ τὰς κωμῳδίας ἐσπούδαζον Ἀθηναῖοι. VfTBcFj ἡ μὲν γὰρ ἀπέδοτο] ταῦτα ἀπὸ τῶν 〈συμ〉βεβηκότων ἄν τις εἴποι λελέχθαι τῷ ῥήτορι. |
| 21.520 | ἐπεὶ πῶς ἔχει λόγον προεγνῶσθαι ταῦτα ταῖς γυναιξὶ καὶ μάλιστα τῇ ὠνησαμένῃ; ἡ μὲν γὰρ τεκοῦσα τυχὸν τὸν σπείραντα φαῦλον ὄντα πως εἰδυῖα εἰκότως καταφρονήσασα ἔρριψεν, ἡ δὲ ἀναλαβοῦσα ποίαν ἠδύνατο γνῶσιν ἔχειν τῆς προαιρέσεως τοῦ βρέφους; VfTBcFj τοσούτων τοίνυν καὶ τοιούτων] πάλιν ἐφ’ ἕτερον μέρος τῆς αἰδοῦς ἐχώρησεν, ὅτι εἰ καὶ μὴ διὰ γένος, τὰς γοῦν λειτουργίας καὶ τὰς ἐπιδόσεις ἄξιον αὐτοῦ αἰδεσθῆναι. |
| 21.521 | VfTBc ὡς μὲν οὐ πολλὰ] εὐμεθόδως καὶ τεχνικῶς εἰσάγει τοὺς φίλους αὐτοῦ ὁμολογοῦντας ὡς μεγάλα καὶ δεινὰ τῷ Μειδίᾳ τετόλμηται, ἵνα μὴ αὐτὸς ὡς ἐχθρὸς ὑποπτεύηται. |
| 21.522 | VfTBc ὡς ἥλωκεν ἤδη καὶ κατεψήφισται] αὐτοὺς τοὺς συνηγόρους αὐτοῦ κατεγνωκότας πεποίηκε καὶ περὶ τοῦ τιμήματος διαλεγομένους. |
| 21.523 | VfT BcFj καὶ τριηραρχίας ἐρεῖ καὶ λειτουργίας] ἄλλους περὶ τῶν λειτουργιῶν λέγοντας ποιεῖ, ἵνα αὐτὸς εὐαφόρμως ἔχῃ καὶ τὰς τοῦ Μειδίου σκῶψαι καὶ τὰς ἑαυτοῦ θαυμάσαι. |
| 21.524 | τὸ μὲν οὖν ἁπλῶς κατηγοροῦντα λέγειν τὰς ἑαυτοῦ φιλοτιμίας ἐπαχθὲς καὶ ἄκυρον, τὸ δὲ διασύροντα τὸν ἐχθρὸν προκρίνειν τὰ ἑαυτοῦ σφόδρα εὔκαιρον, ὅτι ἐξ ἀνάγκης αὐτὸ δοκεῖ ποιεῖν. VfTBcFj εἰ τὸ τοιαῦτα λέγειν, τουτέστι τὸ λειτουργεῖν] ὅπερ αὐτὸς φοβεῖται, τὸ δοκεῖν ἐπαχθὴς εἶναι, τοῦτο τῷ Μειδίᾳ περιτίθησιν. |
| 21.525 | VfTBcFj 〈ἀποκναίει〉] σημείωσαι· ἀπολλύει, διαφθείρει. |
| 21.526 | F 2 YL ἀηδίᾳ δήπου] ‘ἀηδίᾳ‘ εἶπε διότι οἱ ἑαυτοὺς ἐπαινοῦντες ἀηδεῖς εἰσιν, ‘ἀναισθησίᾳ‘ δὲ ὅτι μὴ λειτουργήσας μηδὲν ὅμως σεμνύνεται. |
| 21.527 | VfTBcFj ὅτε σύνδυο ἦμεν οἱ τριήραρχοι] πολλαὶ περὶ τὰς τριηραρχίας ἐγίγνοντο μεταβολαὶ διὰ τὸ μέγεθος τοῦ ἀναλώματος, καὶ ὁτὲ μὲν σύνδυο ἦσαν, ὁτὲ δὲ σύντρεις, ὁτὲ δὲ 〈ἑκ〉καίδεκα τριήραρχοι, ὁτὲ δὲ χίλιοι. |
| 21.528 | καὶ γοῦν Δημοσθένης ὕστερον δυοῖν τριήρων ἕνα τριήραρχον ἐποίησε. καὶ ὁτὲ μὲν ἡ πόλις ἐδίδου τὰ σκεύη καὶ τοὺς ναύτας καὶ μόνον διὰ τὴν ναῦν ἐτριηράρχει, ὁτὲ δὲ σύμπαντα οἴκοθεν οἱ τριήραρχοι παρεῖχον. τοῦτο οὖν φησιν· ‘ὃ μέγιστον ἦν τὸ ἀνάλωμα τοῖς τριηραρχήσασι· σύνδυο γὰρ ἦμεν‘. VfTBcFj ὅτε πρῶτον μὲν διακοσίους καὶ χιλίους] καθεῖλε τὴν φιλοτιμίαν τὴν Μειδίου τῷ λήθει τῶν συντελῶν, ἔστι δὲ σόφισμα τὸ ῥηθέν. |
| 21.529 | φησὶ γὰρ ὅτι ‘παρὰ τῶν χιλίων καὶ διακοσίων εἰσπραττόμενοι τάλαντον ταλάντου μισθοῦσι τὴν τριηραρχίαν, ὡς μιᾶς τριήρους παρὰ τῶν τοσούτων γιγνομένησ‘. οὐκ ἔστι δὲ ἀληθές. χίλιοι γὰρ καὶ διακόσιοι ἦσαν οἱ ταῖς τριηραρχίαις ἀφωρισμένοι. τούτων δὲ λοιπὸν ἢ συνεκκαίδεκα τὴν τριήρη ἐπλήρουν ἢ σύντρεις ἢ ὅσοι δήποτε. καταλιπὼν οὖν τὸ λέγειν, ὅτι ναῦν ἑκκαιδέκατος παρέσχε, πάντας τοὺς ἐπὶ τριηραρχίας ἀφωρισμένους ὠνόμασεν, ὡς πάντων μίαν παρεχόντων. VfTBcFj πληρώματα] ναύτας καὶ ἐπιβάτας καὶ σκεύη κατ’ αὐτάς. |
| 21.530 | VfTBcFj ἐξ ἀντιδόσεως] οἷον κατὰ ἀνάγκην γεγονώς. |
| 21.531 | σκοπεῖτε δὲ ὅτι περὶ μὲν ἑαυτοῦ τὴν ἀντίδοσιν ἔκρυψε, τῷ δὲ Μειδίᾳ τὴν μνήμην ἐφύλαξεν. VfTBcFj εἱστίακα τὴν φυλὴν] ὡς ἄλλης ταύτης οὔσης λειτουργίας. |
| 21.532 | καὶ δέδωκε θεώρημα, αὔξειν τὰς λειτουργίας ἐπιόντα τοῖς κατὰ μέρος, ἵνα λίαν πολλαὶ δόξωσιν. VfTBcFj καὶ Παναθηναίοις κεχορήγηκα] οὐχὶ τῶν Παναθηναίων γέγονε τὸ ἀνάλωμα, ἀλλ’ ἵστασαν τῇ θεῷ χοροὺς ὥσπερ τῷ Διονύσῳ· τούτων οὖν ἐγένετο χορηγός. |
| 21.533 | ἀναγκαίως δὲ τοῦ χορηγοῦ τὴν φυλὴν ἑστιῶντος ὁ Δημοσθένης διελὼν εἶπεν. VfTBcFj ἴσον Φορμίωνι καὶ Λυσιθείδῃ] οὗτοι οὐ κατὰ τοὺς Δημοσθένους καιροὺς ἐγένοντο, ἀλλ’ ὁ Φορμίων μὲν ἐπὶ τῶν Πελοποννησιακῶν, Κάλλαισχρος δέ ἐστι Κριτίου πατήρ· ἀλλ’ ἐπειδὴ καὶ οὗτοι γεγόνασι συμμορίας ἡγεμόνες, ὁμολογοῦνται δὲ πλουσιώτατοι γεγενῆσθαι, διὰ τοῦτο ἐκείνοις αὑτὸν εἴκασεν. |
| 21.534 | εἶθ’ ἵνα μὴ ὑποκρούσῃ τις ‘οὐκοῦν πλούσιος, ὦ Δημόσθενεσ‘, ἐπήνεγκεν εὐθέως ‘εἰσφέρων οὐκ ἀπὸ ὑπαρχούσης οὐσίασ‘. καὶ ἔστι τοῦτο σόφισμα· φησὶ γὰρ ὅτι ‘ὑπὸ τῶν ἐπιτρόπων ἀπεστερήμην‘. ἐνήλλαξε δὲ τὸν καιρόν, ἵνα τὴν ἑαυτοῦ φιλοτιμίαν αὐξήσῃ. τῶν γὰρ ἐπιτρόπων λεγόντων ὅτι ‘εἰς τὴν συμμορίαν ἐξαναλώθη τὰ χρήματα λειτουργούντων ἡμῶν ὑπὲρ τῆς σῆς οἰκίασ‘, Δημοσθένης φησὶν ὅτι ‘ὅτε ἀπεστερήθην τῶν χρημάτων, τότε ἠρξάμην λειτουργεῖν‘. VfTBcFj καὶ ὧν δίκαιον ἦν με δοκιμασθέντα] ‘δοκιμασθέντα‘ ἀντὶ τοῦ ‘εἰς ἄνδρας ταχθέντα λαβεῖν τὰ πατρῷα παρὰ τῶν ἐπιτρόπων‘. |
| 21.535 | τότε γὰρ ἀπελάμβανε τὴν οὐσίαν, ὅτε τοὺς ἐφήβους ἐδοκίμαζον. VfTBcFj τίς οὖν ἡ λαμπρότης] ἅπερ ὤκνησεν ἐξ ἀρχῆς, ὅτι διὰ τὴν περιφάνειαν καὶ τὴν λαμπρότητα δίκαιον αὐτὸν αἰδεσθῆναι, ταῦτα νῦν εἶπεν, ὅτε ἀπέδειξεν, ὅτι μάτην ἔχουσι. |
| 21.536 | καὶ τοῦτο περιττότερον ἔχει ὁ περὶ τῶν λειτουργιῶν τόπος τῶν προειρημένων, ὅτι ἐν ἐκείνοις μὲν ἐκβάλλει τὴν αἰδῶ, ἐν τούτοις δὲ καὶ φθόνον αὐτῷ κατασκευάζει, οἷς πολλὰ χρήματα κεκτημένος εἰς μὲν τὴν πόλιν οὐδαμῶς, περὶ δὲ τὰς τρυφὰς τὰς ἑαυτοῦ φιλότιμός ἐστιν. VfTBcFj οἰκίαν ᾠκοδόμηκεν Ἐλευσῖνι] τυραννικὸν τὸ ἔγκλημα καὶ τὸ τῆς πολιτείας ἦθος ἐκβαίνοντος. |
| 21.537 | οὐκ ἐᾷ γὰρ γίγνεσθαι τὴν θέαν ἐπισκοτοῦσαν καὶ ἐφελκομένην τῶν ἄλλων τοὺς ὀφθαλμοὺς ἢ τῷ ἀφαιρεῖσθαι τῷ ὕψει τῆς οἰκοδομίας. VfTBcFj κἂν ἄλλοσέ ποι βούληται] ἢ πρὸς συγγενεῖς ἢ εἰς χωρία, ἵνα μὴ δι’ εὐσέβειαν, ἀλλὰ διὰ τρυφὴν μᾶλλον γίγνοιτο ἡ κτῆσις. |
| 21.538 | VfTBcFj ἐπὶ τοῦ λευκοῦ ζεύγους τοῦ ἐκ Σικυῶνος] καὶ τοῦτο τρυφῆς ὁμοῦ καὶ τυραννικῆς ἐννοίας τεκμήριον· τρυφῆς μὲν ὅτι καὶ ζεῦγος καὶ λευκόν, ὁπότε καὶ τὸ ἱπποτροφεῖν τότε χαλεπόν, τυραννικὸν δὲ τὸ ἐκ Σικυῶνος· ἐτυραννεῖτο γὰρ ἡ πόλις ἐκείνη, οἱ δὲ πρῶτοι γενόμενοι τύραννοι ἐν Σικυῶνι λευκοῖς ἡμιόνοις ἐχρήσαντο. |
| 21.539 | οὐκοῦν συνήθειαν οὗτος κτᾶται πρὸς τοὺς τυράννους ζεύγη παρ’ αὐτῶν ὠνούμενος. VfTBcFj καὶ τρεῖς ἀκολούθους] οὐκ ἐξῆν παρὰ τοῖς Ἀθηναίοις ἀργὸν τρέφειν οἰκέτην, διόπερ οἱ μὲν αὐλοποιοὺς οἱ δὲ μαχαιροποιοὺς εἶχον τοὺς δούλους, Μειδίας δὲ τοσούτους ἀργοὺς περιάγων τοὺς τυράννους μιμεῖται, δορυφορούμενος ὑπὸ τῶν οἰκετῶν. |
| 21.540 | VfTBcFj διὰ τῆς ἀγορᾶς σοβεῖ] τὸ ἔνθρυπτον αὐτοῦ καὶ βλακῶδες διαβάλλει. |
| 21.541 | τὴν ἀγορὰν θορυβῶν καὶ σοβῶν τοὺς ἀπαντῶντας. τὸ δὲ ‘σοβεῖ‘ συνεχοῦς κινήσεως τεκμήριον, ἔνθεν καὶ σόβους τοὺς σατύρους παρὰ τὸ σοβεῖν· κινητικώτατον γάρ ἐστιν ἐν τοῖς ζῴοις· καὶ διὰ τοῦτο καὶ τοὺς σατύρους αὐτοὺς σόβας ἔχοντας γράφουσιν. VfTBcFj κυμβία καὶ ῥυτὰ καὶ φιάλας] τρυφῆς ὑπερβαλλούσης σημεῖον τὸ καὶ τὰ εἴδη τῶν ἐκπωμάτων περιεργάζεσθαι. |
| 21.542 | ῥυτὰ δὲ ἐπιμήκη ποτήρια κερατοειδῆ, ἄνω μὲν εὐρυνόμενα, εἰς ὀξὺ δὲ λήγοντα. VfTBcFj ὥστε τοὺς παριόντας ἀκούειν] οὐκοῦν ἐκκαλεῖται διὰ τούτων εἰς συμπόσια τοὺς βουλομένους· ἐκ δὲ συμποσίων ἑταιρίαι καὶ συνωμοσίαι, μετὰ ταῦτα δὲ τυραννίς. |
| 21.543 | VfTBcFj οὐ δὴ δεῖ τὰ τοιαῦτα] ἔστι καὶ τούτων ἐνίοτε καιρός, ἀλλὰ τὸ ἀεί, φησί, ταῦτα τιμᾶν οὐ καλὸν οὐδ’ ἐπὶ ταῖς ἰδίαις φιλοτιμίαις σεμνύνεσθαί τινα συγχωρεῖν. |
| 21.544 | οἱ γὰρ πένητες εὐδαιμονίας καὶ αἰδοῦς ἀξίους νομίζουσιν οὐ τοὺς λειτουργοῦντας, ἀλλὰ τοὺς τρυφῶντας. VfTBcFj ἢ θεραπαίνας κέκτηται] εἰς ἀσέλγειαν καὶ ὕβριν ἀποτείνεται, ‘σκεύη‘ δὲ εἶπε περὶ τῶν κάδων καὶ τῆς ἀστράβης. |
| 21.545 | VfTBcFj ἀλλὰ νὴ Δία τριήρη] διεῖλε τὰς λειτουργίας, τὰς μὲν εἰς τὸ ἀναγκαῖον, τὰς δὲ εἰς τὸ ἑκούσιον, αἵτινες καὶ φιλοτιμίαι λέγονται. |
| 21.546 | διασύρας οὖν αὐτὸν εἰς ἐκείνας βούλεται καὶ περὶ τῆς ἐπιδόσεως εἰπεῖν. λυπεῖ δὲ αὐτὸν ἡ φιλοτιμία, καὶ διὰ τοῦτο ἀπέτεμεν αὐτὴν ἀπὸ τῶν ἄλλων λειτουργιῶν, ἵνα γυμνωθεῖσα καθ’ ἑαυτὴν ἀσθενεστέρα φανῇ καὶ μηδὲ πρόσσχωσι τῷ δοκοῦντι λαμπρῷ τοῦ Μειδίου. πρὸς τούτοις καὶ τὴν φιλοτιμίαν καθεῖλεν ἐκ πλειόνων τόπων καὶ δείκνυσιν ὅτι οὐ φιλοτιμία τὸ γεγονός, ἀλλὰ τέχνη καὶ σόφισμα. VfTBcFj θρυλήσει] συνεχῶς λέξει. |
| 21.547 | VfTBcFj εἰ δὲ δὴ δειλίας καὶ ἀνανδρίας] αὐτὴν τὴν ἐπίδοσιν οὐκ ἔχων μέμφεσθαι, ἀπὸ τῶν παρακολουθούντων αὐτὴν καθαιρεῖ καὶ παράγγελμα ἡμῖν παρέσχεν, ὅπως δεῖ περὶ τῶν δοκούντων καλῶν ποιεῖσθαι τὰς κατηγορίας. |
| 21.548 | αὐτὰ μὲν γὰρ οὐ προσήκει μέμφεσθαι (ἀναίσχυντον γάρ), ἀπὸ δὲ τῶν περιστατικῶν διαβάλλειν. οὕτω γὰρ ἐνταῦθα ὁ ῥήτωρ ἐποίησεν ἀπὸ τῆς αἰτίας φαυλίσας. διὰ γὰρ τὸ δέος, φησίν, ὤφθη φιλότιμος, ἀπὸ τῆς γνώμης μεθ’ ἧς, ἀπὸ χρόνου πότε, ἀπὸ τῆς ἐκβάσεως τί τὸ συμβάν. VfTBcFj ἄνωθεν δέ, βραχὺς γὰρ ἔσθ’ ὁ λόγος] βούλεται πάλιν τὴν ἐπίδοσιν τὴν ἑαυτοῦ τῇ ἐπιδόσει τοῦ Μειδίου συγκρῖναι, καὶ διὰ τοῦτο ἀναλαμβάνει τοὺς χρόνους, δοκῶν μὲν εὐκρινείας ἕνεκα τοῦτο ποιεῖν, τῇ δὲ ἀληθείᾳ ἐπὶ τὸν καιρὸν ἀναδραμεῖν βουλόμενος, ἐν ᾧ τὴν ἐπίδοσιν αὐτὸς πεποίηκε τούτων. |
| 21.549 | VfTBcFj ἐγένοντο εἰς Εὔβοιαν ἐπιδόσεις] ἀπαριθμεῖται πολλῶν ἐτῶν εἰσφορῶν καὶ ἐπιδόσεων καιρούς, ἐν οἷς οὐ φαίνεται ἐνδείξας ἑαυτοῦ τὴν φιλοτιμίαν Μειδίας. |
| 21.550 | εἰ δὲ ἐν ἐκείνοις οὐκ ἐπέδωκε, νυνὶ δὲ τοῦτο ἐποίησε, σκέπτεσθε τὴν αἰτίαν δι’ ἣν ἠναγκάσθη τοῦτο ποιεῖν. πῶς ἐπέδωκεν; λέγε μοι, φησί, τὸν τρόπον τῆς ἐπιδόσεως. VfTBcFj τούτων οὐκ ἦν Μειδίας, ἀλλ’ ἐγώ] τὸν σκοπὸν ἐξ ἀνάγκης ἐπλήρωσεν. |
| 21.551 | εἶπε γὰρ ὅτι ‘οὐκ ἦν Μειδίας ὁ ἐπιδούσ‘, ὥσπερ δὲ ἐπιζητοῦντος τοῦ ἀκροατοῦ ‘τίς οὖν ἦν;‘ προσέθηκεν ‘ἀλλ’ ἐγώ‘. VfTBcFj καὶ συντριήραρχος ἦν μοι Φιλῖνος] ὥσπερ προσθήκην τινὰ τὸν Φιλῖνον ἐποίησε, δευτέρου μνησθείς, ὡς αὐτοῦ μὲν ἐπιδόντος τὴν ναῦν, ἐκείνου δὲ ἁπλῶς συνεργοῦντος. |
| 21.552 | VfTBcFj καίτοι τόν γε δὴ φιλότιμον] πῶς αὐτὸς ἐν πάσαις μὴ ἐπιδοὺς ἕτερον μέμφεται; ὅτι πλείονα πεποίηται σπουδὴν δεῖξαι τὸν Μειδίαν μὴ ὄντα φιλότιμον, ἀλλ’ ἐκείνου ἑαυτὸν φιλοτιμότερον. |
| 21.553 | VfTBcFj τρίται τοίνυν αὗται] οὐκοῦν, εἶπε, καὶ τὴν φιλοτιμίαν δι’ ἐμὲ πεποίηκε. |
| 21.554 | τὴν γὰρ ἐμὴν δόσιν ἐμιμήσατο. VfTBcFj ἐνταῦθα ἐπέδωκε. |
| 21.555 | πῶς;] ἀπὸ τοῦ τρόπου πειρᾶται διαβάλλειν. τὸ γὰρ ‘πῶσ‘ περὶ τὸν τρόπον θεωρεῖσθαι πέφυκεν. VfTBcFj πῶς; ἐν τῇ βουλῇ γιγνομένων ἐπιδόσεων] οὐ διὰ φιλοτιμίαν ἐπέδωκεν· ἐχρῆν γὰρ ἐν ταῖς πρώταις ἐπιδόσεσιν ἐπιδοῦναι. |
| 21.556 | καὶ ἔστι τοῦτο ἀπὸ τοῦ χρόνου· δυνάμεθα γὰρ καθαιροῦντες λέγειν ‘οὐδὲν μέγα τὸ γιγνόμενον· ἐχρῆν γὰρ αὐτὸν ἐν λιμῷ χαρίσασθαι μᾶλλον, ὅτε σύμπας ὁ δῆμος διεφθείρετο.‘ VfTBcFj παρὼν οὐκ ἐπεδίδου] τὸ μὲν ‘παρὼν‘ πρόσκειται, ἵνα μὴ λέγῃ ὡς ἀπεδήμει, τὸ δὲ ‘ἐν τῇ βουλῇ‘, μὴ δεδωκέναι· οὔπω γὰρ προσέβαλλεν ὁ φόβος, τῆς ἀνάγκης τοῦ ἐξιέναι μὴ καταφανοῦς γενομένης. |
| 21.557 | ὅτε δὲ τοῦ δήμου προβουλευσαμένη ἡ βουλὴ πέμπειν προσέταξε τοὺς ἱππέας, ὀξέως φθάσας καὶ τοὺς προέδρους ἐπέδωκε τὴν ναῦν. VfTBcFj παρελθὼν ἐπέδωκεν] ἀπὸ τῆς αἰτίας τοῦτο· ἵνα γὰρ φύγῃ τὸν κίνδυνον, διὰ τοῦτο ἐπέδωκεν. |
| 21.558 | τὴν ὑπερβολὴν δὲ ἔδειξε τοῦ φόβου· προὔλαβε γὰρ τὴν 〈τῶν προέδρων〉 παρουσίαν, ἵνα μὴ προελθόντες ἐκεῖνοι περὶ ἄλλων προθῶσι τὴν σκέψιν καὶ οὕτως ἐκ τῆς ἐπιδόσεως ὁ Μειδίας ἀναγκασθῇ στρατεύεσθαι. οἱ γὰρ πρόεδροι ἦσαν οἱ διὰ τοῦ κήρυκος λέγοντες τῷ δήμῳ, ‘δοκεῖ ὑμῖν περὶ τούτου βουλεύσασθαι;‘ καὶ χωρὶς ἐκείνων περὶ οὐδενὸς ὁ δῆμος ἐσκέπτετο. VfTBcFj τῷ δῆλον] τίνι δῆλον καὶ πόθεν ἡ γνῶσις, ὅτι φεύγων τὴν στρατείαν ἐπέδωκε καὶ οὐ διὰ φιλοτιμίαν; VfTBcFj τοῖς μετὰ ταῦτα πραχθεῖσι] ἐπιδοὺς γὰρ τὴν ναῦν διὰ τὸν φόβον, ὡς εἶδεν ὅτι τέως προϊούσης τῆς σκέψεως ὁ δῆμος ἔγνω μὴ πέμπειν τοὺς ἱππέας, ἀλλ’ ἦν ἀναβολὴ τῆς ἐξόδου, οὐκ ἐνέβη ἐπὶ τὴν ναῦν, ἀλλ’ Αἰγύπτιόν τινα Πάμφιλον εὑρὼν ἐπίστευσε τὴν τριήρη. |
| 21.560 | μετὰ μικρὸν δὲ τοῦ στρατηγοῦ Φωκίωνος κρίναντος ἀποστεῖλαι κατὰ διαδοχὰς τοὺς ἱππέας ἐπὶ τὸν πόλεμον (ἦν δὲ αὐτὸς ὁ Μειδίας τότε φυγὼν τὸ μετὰ τῶν ἱππέων ἐξελθεῖν) ἐξέδραμεν ἐπὶ τὴν ναῦν καὶ προὔδωκε τὴν τάξιν καὶ ἵππαρχος χειροτονηθεὶς τῆς ἀρχῆς παρημέλησεν. VfTBcFj μετεπέμπετο τοὺς ἐξ Ἀργούρας] εἰ πλείους ἦσαν οἱ στρατηγοί, παρὰ χρόνον ἦρχον. |
| 21.561 | ἐλθόντος οὖν τοῦ καιροῦ ἐπὶ Φωκίωνα ὥστε ἄρχειν μετεπέμψατο τοὺς ἱππέας, ἵνα αὐτῷ παραμένωσιν. ἐκείνων οὖν ἀναχωρησάντων ἄλλους ἦν ἀναγκαῖον ἐξελθεῖν, ὧν ἦν ἵππαρχος ὁ Μειδίας. VfTBcFj λιπὼν τὴν τάξιν] ταύτην τὴν φιλοτιμίαν εἰς λειποταξίαν κατέστησε, καὶ ὅπερ αὐτὸς ἐνεκαλεῖτο παρὰ Εὐκτήμονος, τοῦτο διαβάλλει τὸν Μειδίαν. |
| 21.562 | VfTBcFj καὶ ὧν ἱππαρχεῖν ἠξίωσε] πολλὰ τὰ ἄτοπα· πρῶτον μὲν ὅτι κατέλιπε τοὺς ἱππέας ἵππαρχος ὤν, καὶ τότε ὠνόμασεν αὐτὸν ἵππαρχον, ὅτε ὕβριν μᾶλλον ἢ τιμὴν προεξένει· τὸ δὲ ὕστερον, ὅτι καὶ αὐτὸς ἀξιώσας κατέλιπε τούτους ὧν αὐτὸς ἡγεῖσθαι παρεκάλεσεν. |
| 21.563 | VfTBcFj εἰ δ’ ἐν τῇ θαλάττῃ κίνδυνός τις ἦν] καὶ ἐκεῖ ἔλιπεν ἂν τὴν τάξιν. |
| 21.564 | κἀνταῦθα διαβάλλειν αὐτὸν πειρᾶται, τῆς γνώμης αὐτοῦ στοχαζόμενος. VfTBcFj οὐ μὴ Νικήρατός γε] ἵνα μὴ εἰς ἦθος καταφύγῃ, ἀναιρεῖ τοῖς παραδείγμασι καὶ πολὺν κατέμιξεν ἔπαινον εἰπὼν ‘ὁ ἀγαπητόσ‘, οἷον ὁ ὅμοιος τῷ πατρί. |
| 21.565 | VfTBcFj ὁ παῖς] ὁ νέος ἔτι καὶ παῖς. |
| 21.566 | VfTBcFj ὁ παντάπασιν ἀσθενὴς] ὃς ὤφειλεν ἀπολογίαν ἔχων ἑτέρῳ διαδόχῳ διὰ τὴν ἀσθένειαν χρήσασθαι. |
| 21.567 | VfTBcFj ἀλλὰ τὴν ἐκ τῶν νόμων τάξιν] πόσῃ περιουσίᾳ τῆς τέχνης ἐχρήσατο; οὐ γὰρ μόνον οὐκ ἄξιον ἐπαίνου δείκνυσιν ἐπὶ τῇ φιλοτιμίᾳ, ἀλλὰ καὶ τιμωρίας ἄξιον. |
| 21.568 | VfTBcFj πότερον τελωνείαν καὶ πεντηκοστὴν] ‘βούλει οὖν τῷ πραχθέντι παρὰ σοῦ δῶμεν ὄνομα πρόσφορον; μὴ κάλει αὐτὸ φιλοτιμίαν, ἀλλὰ λειποταξίαν καὶ τελωνείαν, ἐπειδὴ οἱ τελῶναι τοῦ πολεμεῖν εἶχον ἀτέλειαν. |
| 21.569 | ‘ διὰ γὰρ τοῦτο ἐπάγει ‘καινὴν ἐξεῦρε Μειδίας ἱππικήν τινα πεντηκοστήν‘· ὄντως γὰρ ξένην τελωνείαν καὶ οἷον ἀτέλειαν τοῦ ξυνιέναι τοῖς ἱππεῦσιν ἐξεύρηκε τὴν ἐπίδοσιν τῆς τριήρους. ἐπειδὴ γὰρ τὰ τέλη δίδοται χρημάτων ἕνεκα, οὐχὶ τοῦ φεύγειν τὰς στρατείας, εἰκότως προσέθηκε ‘καινήν τινα πεντηκοστήν‘. ‘ὅμως δέ‘ φησίν ‘ἐξετάσωμεν αὐτοῦ καὶ τὴν ἐπίδοσιν τί ἡμᾶς ὠφέλησε.‘ καὶ ἔστιν οὗτος ἀπὸ τῆς ἐκβάσεως ὁ λόγος. τῶν ἄλλων παραπεμπόντων μόνος οὗτος οὐ παρέπεμπεν· οὐκοῦν ἀνωφελὴς ἡ ἐπίδοσις, εἴπερ μὴ διεβίβαζε τὸν δῆμον. VfTBcFj ἐκ Στύρων] χωρίον τῆς Εὐβοίας. |
| 21.570 | VfTBcFj χάρακας καὶ βοσκήματα] ἀντιπῖπτον ἔλυσε ‘τίνος οὖν ἕνεκεν λοιπὸν ἐπέδωκε τὴν ναῦν, ἐν ᾗ μὴ ἔμελλεν ἡμᾶς διακομίζειν;‘ ὁ δέ φησιν ‘ἵνα βοσκήματα καὶ ξύλα καὶ θυρώματα ἤτοι σανίδας ἐπιτηδείας πρὸς θύρασ‘. |
| 21.571 | ‘θυρώματα‘ δὲ εἶπεν ἐνδεικνύμενος τὸ μέγεθος, ὥστε πολλῶν χρῄζειν θυρωμάτων. VfTBcFj εἰς τὰ ἔργα τὰ ἀργύρια] μεμίσθωτο γὰρ τὰ μέταλλα παρὰ τῆς πόλεως, ἃ ἦν τοῦ ἀργυρίου. |
| 21.572 | VfTBcFj καὶ χρηματισμός, οὐ λειτουργία] μετέθηκεν εἰς περιουσίας ἀφορμὴν ὁ Μειδίας τὴν λειτουργίαν, καὶ οἱ μὲν ἄλλοι δαπανῶσιν, αὐτὸς δὲ χρηματισμὸν καὶ πόρον ἐντεῦθεν περιποιεῖται. |
| 21.573 | ἐμπορίας οὖν ἕνεκεν, οὐ φιλοτιμίας, τὴν ναῦν ἐπέδωκεν. VfTBcFj ὅμως δὲ καὶ μάρτυρας ὑμῖν καλῶ] ὅτι καὶ χάρακας καὶ βοσκήματα καὶ τὰ τοιαῦτα ἐκόμισεν, οὐδὲν δὲ ἐκώλυε καὶ τοὺς πολίτας διαβιβασθῆναι. |
| 21.574 | κἀκεῖνο δέ ἐστιν ὁμολογούμενον ὅτι ξύλα ἐκόμισεν· ἐκ τούτου συνάγει ὅτι τῶν ἀνθρώπων ἠμέλησεν. VfTBcFj οὐ συγκατέστησε τὸν στόλον] ἀντὶ τοῦ ‘οὐ συγκατεστόλισε‘, μᾶλλον οὐκ ἀπέσωσεν. |
| 21.575 | F 2 YL 〈εἰ τοίνυν ὡς ἀληθῶς, ὦ ἄνδρες Ἀθηναῖοι〉] τῷ κατὰ ἀντιπαράστασιν κέχρηται νοήματι μετὰ τὴν ἔνστασιν. |
| 21 576a | F 4 YLS οὐ μόνον γὰρ εἰς τὰς λύσεις τῶν ἀντιθέσεων χρώμεθα αὐταῖς, ἀλλὰ καὶ ἐπὶ ἑτέρων νοημάτων, ὅταν τι βουληθῶμεν κατὰ περιουσίαν εἰσαγαγεῖν, ὅπερ καὶ ἐνταῦθα πεποίηκεν ὁ ῥήτωρ. |
| 21 576b | δείξας γὰρ διὰ τῆς ἐνστάσεως ὅτι ‘οὐδὲν ἐλειτούργησε‘, χρῆται τῇ ἀντιπαραστάσει ὅτι ‘εἰ ἄξιος ἦν συγγνώμης ἐφ’ οἷς ἐπλημμέλησε‘ καὶ ἑξῆς. VfTBcFj 〈οἱ μὲν ναυμαχίασ〉] ἐκ τοῦ πρός τι ἐπιλογίζεται. |
| 21 577a | F 4 YLS καὶ οἷς ἐκεῖ κατ’ ὄνομα ἐπεξῆλθεν, Ἰφικράτει τε καὶ Χαβρίᾳ καὶ τοῖς ἄλλοις, τούτους νῦν ἐν τῷ καθόλου ἀορίστως περιέλαβε. |
| 21 577b | δεῖ γὰρ τὸν ἐπίλογον πάντα ἐπιλογίζεσθαι τὰ ἐν τοῖς ἀγῶσι τά τε ἐν προοιμίοις καὶ καταστάσεσιν. VfTBcFj ὅπου ἐὰν βούληται] καὶ ἐν ἑταίροις καὶ ἐν θεάτροις. |
| 21.578 | ‘ὃν δ’ ἂν δύνηται τρόπον‘, τουτέστι πληγὰς ἐντείνων καὶ διαφθείρων καὶ στεφάνους ἀφανίζων. VfTBcFj ὅτι τοίνυν καὶ κεκόμισται χάριν] ἅπερ ἂν ὁ Μειδίας εἰς τὸν τῆς αἰδοῦς παρέσχε τόπον, ὅτι ‘τετίμημαι παρ’ ὑμῶν, ὅτι τῆς Παράλου γέγονα ταμίας, ὅτι ἵππαρχος ἐχειροτονήθην, ἄτοπον οὖν τοῦ τοιούτου καταψηφίσασθαι διὰ πρόφασιν μικράν‘, ταῦτα προλαμβάνων Δημοσθένης ἀναιρεῖ φάσκων ὅτι διὰ ταῦτα αὐτὰ οὐκ ἄξιος αἰδοῦς. |
| 21.579 | εἰ γὰρ διὰ τὰς λειτουργίας ἔτυχεν ἂν συγγνώμης, κεκόμισται δὲ ἀντὶ τούτων ἑτέρας τιμάς, φαίνεται μηδὲν ὀφειλόμενον παρὰ τῆς πόλεως. VfTBcFj ἐχειροτονήσατε τοῦτον τῆς Παράλου ταμίαν] οἱ μέν φασιν ὅτι Πάραλος ἐκλήθη ἀπὸ Παράλου παιδὸς τοῦ Περικλέους, οἱ δὲ ἀπὸ Παράλου τινὸς ἥρωος, οὗ καὶ ὁ παῖς ἦν Περικλέους ὁμώνυμος, 〈οἱ δὲ〉 διὰ τὸ πλεῖν τὴν παραλίαν, τουτέστι τὴν Ἀσίαν καὶ τὸν Ἑλλήσποντον. |
| 21.580 | αὕτη γὰρ ἀπεστέλλετο πρὸς τοὺς συμμάχους, εἴ τι βούλοιντο σημαίνειν οἱ Ἀθηναῖοι. ἦσαν δὲ τὸ μὲν πρῶτον ἱεραὶ δύο τριήρεις, ἥ τε Σαλαμινία, ἣν καὶ Δηλίαν ἐκάλουν, καὶ ἡ Πάραλος· ὕστερον δὲ καὶ ἄλλαι τρεῖς ἐγένοντο, Ἀντιγονὶς καὶ Πτολεμαῒς καὶ Ἀμμωνιάς, ἐπειδὴ τῷ Ἄμμωνι δι’ αὐτῆς τὰς θυσίας ἔπεμπον. τούτων δὲ τῶν ἱερῶν τριήρων ἡ πόλις αὐτὴ ἐπεμελεῖτο καὶ χρήματα ἐδίδου τοῖς ταμίαις, ὥστε αὐτῶν ἐπιμελεῖσθαι καὶ παρέχειν ταχυναυτούσας. καὶ τιμὴ ἦν τὸ τούτων τινὸς ἐπιμεληθῆναι. VfTBcFj ὄντα τοιοῦτον] δεινόν τε καὶ μοχθηρόν. |
| 21.581 | VfTBcFj καὶ πάλιν ἵππαρχον] φθάσας ἤδη τὴν στρατηγίαν ταύτην αὐτοῦ διέβαλεν. |
| 21.582 | εἰκότως οὖν ἐπήνεγκε τὸ ‘οὐ δυνάμενον‘. εἰ γὰρ οὕτως ἐστὶν ἀσθενής, ὥστε καὶ ἐπ’ ἀστράβης ὀχεῖσθαι, δῆλον ὅτι ἀνεπιτήδειός ἐστι πρὸς τὸ στρατηγεῖν. VfTBcFj ὀχεῖσθαι διὰ τῆς ἀγορᾶς] ἔθος γὰρ ἦν ἐν ταῖς πομπαῖς προηγεῖσθαι τοὺς ἄρχοντας. |
| 21.583 | οὐ τῆς ἐπιστήμης οὖν χάριν οὐδὲ τῆς τέχνης τετίμηται· τοσοῦτον γὰρ ἀπέχει ταύτης, ὥστ’ οὐδ’ ἐν εἰρήνῃ καλῶς ἐποχεῖσθαι τῷ ἵππῳ κατὰ τὴν ἀγοράν ποτε δεδύνηται. VfTBcFj ἱεροποιὸν] τὸν ἐπισκοποῦντα τὰ θύματα, μὴ ἀδόκιμα καὶ πηρά. |
| 21.584 | ‘βοώνην‘ δὲ τὸν ὠνούμενον βοῦς εἰς τὰς ἑορτάς. VfTBcFj τὴν τῆς φύσεως κακίαν καὶ ἀνανδρίαν] ἵππαρχον μὲν αὐτὸν χειροτονήσαντες τὴν δειλίαν ἐπηνωρθώσαντο, ἱεροποιὸν δὲ καὶ μυστηρίων ἐπιμελητὴν ἑλόμενοι τὴν πονηρίαν ἤμβλυναν. |
| 21.585 | VfTBcFj Κυζικηνῶν ἥρπασε πλεῖον ἢ πέντε] ἐν τῷ συμμαχικῷ πολέμῳ ἐψηφίσαντο Ἀθηναῖοι ληΐζεσθαι τοὺς τὴν θάλατταν πλέοντας, κἂν ἔμποροι ὦσι, τῶν πολεμίων. |
| 21.586 | παρατυχὼν οὖν ἐμπόροις Κυζικηνοῖς ἀφείλετο αὐτῶν ὡς πολεμίων τὰ χρήματα. οἱ δὲ ἐλθόντες εἰς Ἀθήνας ἀπεδείκνυσαν αὑτοῖς φιλίαν ὑπάρχουσαν πρὸς τὴν πόλιν. ὁ δὲ Μειδίας μέχρι τοσούτου ἀντεῖπεν, ἕως ἔπεισε μὴ ἀποδοῦναι αὐτοῖς τὰ χρήματα. οἱ δὲ ἀπελθόντες ἀπέστησαν τὴν ἑαυτῶν πατρίδα. κατ’ ἄμφω οὖν τοὺς ἄνδρας ἠδίκησε, καὶ τὰ χρήματα λαβὼν καὶ εἰς ἔχθραν ἐμβαλών. VfTBcFj 〈περιωθῶν〉] περιάγων. |
| 21.587 | F 1 συγχέων] κινῶν καὶ συνταράττων καὶ ἀναιρῶν, ἵνα μὴ ἀπαιτοῖτο τὰ χρήματα. |
| 21.588 | VfTBcFj τοιούτους θεὶς νόμους] οἱ μὲν τοὺς λόγους οὓς εἶπε κατὰ τῶν ἱππέων ἐκάλεσαν νόμους, οἱ δὲ τῇ ἀληθείᾳ ὑπέλαβον τεθεῖσθαι νόμους ὡς οὐ δεῖται ἱππέων ἡ πόλις· καταισχύνουσι γὰρ αὐτήν. |
| 21.589 | ἴσως δ’ ἐποίησεν, ἵνα μὴ στρατεύηται. VfTBcFj ἔξαρνος ἦν] φοβηθεὶς γὰρ τὴν κατηγορίαν ἔρριψε καὶ ἀφῆκε τοὺς νόμους. |
| 21.590 | VfTBcFj ὅτε τὴν ἐπὶ Θηβαίους ἔξοδον] ἐγένετο γὰρ καὶ διὰ τὸν Πλούταρχον ἑτέρα. |
| 21.591 | VfTBcFj δώδεκα τῆς πόλεως τάλαντα] ἀντιπῖπτον ἔλυσεν ‘οὐκ ἠδύνατο πλεῖν ἡ τριήρης τῷ μὴ λαβεῖν χρήματα παρὰ τῆς πόλεως εἰς τὴν ἐπισκευήν‘. |
| 21.592 | ὁ δὲ εἶπε ‘καὶ μὴν δώδεκα τάλαντα εἰλήφει ὅσα οὐδεὶς ἕτεροσ‘. VfTBcFj τὴν ἱερὰν τριήρη παρεσκευάκει] τοῦ διαπορθμεύειν ἐπὶ τὸν πόλεμον. |
| 21.593 | Διοκλῆς δὲ στρατηγὸς ἦν ὁ λύσας τὸν πρὸς Θηβαίους πόλεμον ταῖς σπονδαῖς. VfTBcFj ἀλλ’ ἵππον οὐκ ἐτόλμα] οὐκοῦν εἰς μὲν τὰς ἰδίας τρυφὰς ὑπάρχει φιλότιμος, εἰς δὲ τὰς κοινὰς χρείας οὕτω μικρολόγος, ὥστε μηδὲ ἵππον ὠνήσασθαι καίτοι ἵππαρχον ὄντα. |
| 21.594 | VfTBcFj 〈βούλομαι τοίνυν〉] τὴν πηλικότητα νῦν ἐπιλογίζεται. |
| 21 595a | F 4 YLS ἐπειδὴ γὰρ ἐν ἐκείνῃ φησὶν ὁ Μειδίας ὅτι ‘τί γὰρ γέγονε δεινὸν καὶ τίς ποτε ἐπὶ τοιούτοις δημοσίαν δίκην ὑπέμεινε;‘, διὰ τοῦτο ἐκεῖ μὲν τοῖς ἀγωνιστικοῖς ἐχρήσατο, ἐνταῦθα δὲ τοῖς ἐπιλογικοῖς, ὅτι πολλῷ καὶ ἐλάττοσι τούτων δίκην ἔδοσαν. |
| 21 595b | ἔστι δὲ τῶν παραδειγμάτων τῶν ληφθέντων τὰ μὲν ὅμοια τοῖς πᾶσι, τὰ δὲ κατὰ τὴν ἔκβασιν μόνον, καὶ τῶν ὁμοίων τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον. ἐξήτακε γὰρ τοὺς πρώτους περὶ τὴν ἑορτὴν ἀδικήσαντας καὶ κολασθέντας, ὅπερ οἰκεῖόν ἐστι τῇ παρούσῃ ὑποθέσει περὶ τὰ μυστήρια. ἕτερος δὲ ὁ ἐν τοῖς Διονυσίοις. ὁ μέντοι ῥήτωρ ὡς ὅμοιον συνελογίσατο τῷ κοινὸν καθ’ ἑκάτερον εἶναι τὸ τῆς ἑορτῆς ὄνομα. VfTBcFj καὶ ὅσων ἤδη καταχειροτονήσαντος] χρησιμώτατον μέλλοντος ἀνίστασθαι τοῦ δικαστηρίου μνήμην ἀνακινεῖ τῶν ἡμαρτηκότων ἐν ταῖς ἑορταῖς καὶ κεκολασμένων, ἵνα ἐρεθισθῶσιν εἰς ἀγανάκτησιν. |
| 21.596 | VfTBcFj 〈πρῶτον μὲν τοίνυν, ἵνα πρώτησ〉] πρῶτον παράδειγμα ἀπὸ τοῦ ἐλάττονος. |
| 21.597 | F 4 YLS τοῦ Θεσπιέως] οἱ μὲν δῆμόν τινα ἐξέλαβον ὡς τοῦ Εὐάνδρου Ἀθηναίου τυγχάνοντος, οἱ δὲ καὶ αὐτὸν ξένον ἐνόμισαν Θεσπιέα τῆς Βοιωτίας· ἐξῆν γὰρ τοῖς ξένοις ἐμπόροις ὅπου ἐβούλοντο ποιεῖσθαι τὰς δίκας. |
| 21.598 | VfTBcFj Καρός τινος] ὑπερβολή, ὅτι καὶ ξένος ἦν ὁ προβαλλόμενος καὶ ὅμως οὐ παρημέληται. |
| 21.599 | VfTBcFj καταδικασάμενος] ἄλλο ‘καταδικάσασ‘ καὶ ἄλλο ‘καταδικασάμενοσ‘. |
| 21.600 | τὸ μὲν γὰρ κυρίως ἐπὶ τῶν καταδικαζόντων δικαστῶν, τὸ δὲ ἐπὶ τῶν νικώντων τὰς δίκας καὶ αἰτίων γινομένων τοῦ καταδικασθῆναί τινα σημαίνει τὸ ῥητόν. VfTBcFj τοῖς μυστηρίοις ἐπιδημοῦντος] ἴσως τὴν ἑορτὴν πρόβλημα καὶ ἀσφάλειαν ἡγησάμενος ἐτόλμησεν ὀφθῆναι, κἀκεῖνος ὡς ἐν ἄλλῳ μὴ εὑρίσκων καιρῷ κατέσχεν ὀργισθείς. |
| 21.601 | VfTBcFj τοῦ δὲ προβαλλομένου] ὡρμήσατε μέν, φησι, θανάτῳ περιβαλεῖν· τοῦ δὲ κατηγόρου πεισθέντος καὶ ἀρκεσθέντος τιμωρίᾳ τοιαύτῃ, εἰ μὴ ὑπεύθυνος εἴη τῇ προτέρᾳ καταδίκῃ, ἣν ὑπέμεινεν ἡττηθεὶς τὴν ἐμπορικὴν δίκην τὸ πρότερον, συνδραμόντες ἠναγκάσατε αὐτὸν ἀποστῆναι καὶ μηκέτι ἀπαιτῆσαι τὸν Μένιππον. |
| 21.602 | VfTBcFj καὶ προσετιμήσατε τὰς βλάβας] καὶ πρὸς τῷ ἀφεῖναι τὴν καταδίκην καὶ ἀναγκάσαι ἀποστῆναι ταύτης τὸν Εὔανδρον, αἰτιασαμένου πάλιν τοῦ Μενίππου, 〈ὡσ〉 καὶ ἄλλας ὑπέστη βλάβας περὶ τὰ φορτία καὶ τὴν ἐμπορίαν διὰ τὴν κρίσιν Ἀθήνησι κατεχόμενος, προσετάξατε καὶ ταύτας αὐτὸν ἐκτῖσαι. |
| 21.603 | VfTBcFj εἷς μὲν οὗτος ἐξ ἰδίου πράγματος] οὐκοῦν τὸ ῥηθὲν παράδειγμα ἀπὸ τοῦ ἐλάττονος εἴληπται, εἴπερ τὰ ἰδιωτικὰ τῶν δημοσίων ἐλάττονα. |
| 21.604 | VfTBcFj οὐδεμιᾶς ὕβρεως] οὐ γὰρ ἐτύπτησεν αὐτὸν οὐδὲ ὕβρισεν, ἀλλὰ κατέσχε μόνον· τοῦτο δὲ οὐκ ἐξῆν. |
| 21.605 | διὸ καὶ ἐπάγει ἐπαινῶν ὡς καλῶς ἐγένετο· μάλα γὰρ ἀγαθὸν ἡ φυλακὴ τῶν νόμων. VfTBcFj 〈ἕτερος ἀδικεῖν ποτ’ ἔδοξεν〉] δεύτερον ἀπὸ τοῦ ὁμοίου· ἔστι δὲ ἀπὸ τῆς ἐκβάσεως ἀσθενές. |
| 21 606a | F 4 YLS ἕτερος . |
| 21 606b | .. ἔδοξεν] τοῦτο ὅμοιον μὲν κατὰ πάντα τοῖς παροῦσι· καὶ γὰρ καὶ περὶ τὰ Διονύσια καταχειροτονία γέγονεν· ἔστι δ’ ὅμως σαθρότερον τῷ μὴ εἰσελθεῖν εἰς δικαστήριον τὴν κρίσιν. ἔστιν οὖν ἀπὸ τῆς ἐκβάσεως ἀσθενές. διὸ καὶ μέσον αὐτὸ τῶν δύο τέθεικε τῶν ἰσχυρῶν, τοῦ τε κατὰ Εὔανδρον τὸν ζημιωθέντα τοῖς χρήμασι καὶ τοῦ κατὰ Κτησικλέα τὸν θανάτῳ καταδικασθέντα. VfTBcFj παρεδρεύοντος ἄρχοντι τῷ υἱεῖ] συμπονοῦντος καὶ συμπαρόντος τῷ παιδί, μή πού τι ὡς νέος ἁμάρτῃ κατὰ τὴν ἀρχήν. |
| 21.607 | πάρεδροι γὰρ ἐδίδοντο τοῖς νεωτέροις οἱ νῦν καλούμενοι συγκάθεδροι. ἐπειδὴ γὰρ ὁ ἄρχων πάσας τὰς ὀρφανικὰς καὶ κληρικὰς ἐδίκαζεν, ἐνίοτε δὲ διὰ τὴν ἡλικίαν ἀπείρως εἶχε τοῦ διακρίνειν, ἐδίδοτο αὐτῷ πάρεδρος ὁ συνδοκιμάζων. VfTBcFj ἥψατο ἐξείργων] ἔτυψέ τινα περὶ καθέδρας ἀμφισβητοῦντα ἑτέρου προκαταλαβόντος. |
| 21.608 | VfTBcFj εἰ κατελάμβανον, ἄνθρωπε, θέαν] τουτέστιν εἰ καθέδραν ἀλλοτρίαν κατεῖχον. |
| 21.609 | VfTBcFj εἰ μὴ τοῖς κηρύγμασιν] ἐκήρυττε γὰρ ὁ ἄρχων διὰ τοῦ κήρυκος εὐκοσμίαν ἔχειν ἐν τοῖς θεάτροις. |
| 21.610 | ‘εἰ τοίνυν ἠπείθουν τῷ κηρύγματι καὶ ἠτάκτουν‘, φησί· μιμεῖται γὰρ τοῦ προβαλλομένου τὰς φωνάς. VfTBcFj τίνος ἐκ τῶν νόμων εἶ κύριος] τουτέστιν ‘οὐ σοὶ τῷ παρέδρῳ δεδώκασιν οἱ νόμοι τὸν ἀκοσμοῦντα ἐξείργειν, ἀλλ’ οὐδὲ αὐτῷ τῷ ἄρχοντι τοῦτο ἔξεστιν αὐτοχειρὶ ποιεῖν, ἀλλ’ ἐπιτάττειν τοῖς ὑπηρέταισ‘. |
| 21.611 | ζητήσειεν οὖν ἄν τις ‘πῶς ἠγανάκτει ὁ ἄνθρωπος;‘ διότι ὑπὸ τῶν ὑπηρετῶν ἐξεβλήθη, καταμαθόντων ἐκείνων ὅτι οὐδὲ ἀδικεῖ. VfTBcFj καὶ ὁ ἄρχων αὐτός] ἀλλὰ πατὴρ εἶ, φησι, τοῦ ἄρχοντος. |
| 21.612 | οὐδ’ αὐτὸς οὗτος τύπτειν κύριος, ἀλλὰ προστάττειν τοῖς ὑπηρέταις ἐπισχεῖν τὰ γινόμενα. VfTBcFj οὐδ’ οὕτω πείθομαι ἐπιβολὴν ἐπιβάλλειν] ἀλλ’ ὑπομνήσαντι τῷ ὑπηρέτῃ οὐκ ἐπείσθην ἐξείργοντι. |
| 21.613 | ἐχρῆν σε ὡς μὴ πειθομένῳ ζημίαν ἐπιθεῖναι καὶ ὁρίσαι. VfTBcFj ἀλλ’ ἐτελεύτησε πρότερον] προὔλαβε τῇ τελευτῇ τὸ δικαστήριον. |
| 21.614 | VfTBcFj ἑτέρου τοίνυν] ὡς πρὸς τοὺς καταδικασθέντας τὸ ‘ἕτερον‘ εἴληφε νῦν, ἐπειδὴ περὶ τοῦ ἑνὸς εἶπεν ὡς προαπέθανεν, εἰ καὶ τὰ μάλιστα καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται τὸ ἕτερον. |
| 21.615 | VfTBcFj ἀπεκτείνατε τοῦτον] τοῦτό ἐστι τὸ ἰσχυρότατον παράδειγμα, διὸ καὶ τέθειται τελευταῖον. |
| 21.616 | καὶ γὰρ περὶ τὰ Διονύσια γέγονε καὶ θανάτῳ κεκόλασται. VfTBcFj ὅτι σκῦτος ἔχων] οἱ πομπεύοντες τῷ Διονύσῳ κατὰ μίμησιν τῆς περὶ αὐτὸν θεραπείας ἐπόμπευον, οἱ μὲν τὸ τῶν Σατύρων σχῆμα σῴζοντες, οἱ δὲ τὸ τῶν Βάκχων, οἱ δὲ τὸ τῶν Σειληνῶν ἐμιμοῦντο. |
| 21.617 | VfTBcFj ἁπάντων τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι] διὰ τὸν Εὔανδρον ὃς ἀπέστη τῆς δίκης, καὶ ταῦτα νικήσας διὰ τὸ ἡμαρτηκέναι ἐν τῇ ἑορτῇ. |
| 21.618 | τὸ μέσον δὲ ἐσιώπησε ‘τὸν παρεδρεύοντα τῷ ἄρχοντι‘, διότι ἀσθενέστερον ἦν τὸ κατ’ αὐτόν· οὐδὲ γὰρ ἔσχεν εἰπεῖν τιμωρίαν κατ’ αὐτοῦ γεγονυῖαν οὐδεμίαν. VfTBcFj οὔτε γὰρ πομπεύων] ἐν ᾧ καὶ συγγνώμη τις ἦν διὰ τὸ ἔθος ὅτι καὶ σκῦτος ἔχων ἐπόμπευεν. |
| 21.619 | VfTBcFj οὔτε δίκην ᾑρηκὼς] οὔτε νικήσας δίκην· καὶ οὕτω γὰρ εἶχε συγγνώμην ἔκδοτον λαβὼν καὶ ὑπεύθυνον ψήφῳ δικαστῶν. |
| 21.620 | VfTBcFj οὔτε παρεδρεύων] ὥσπερ ὁ πατήρ· καὶ τούτου γὰρ μέμνηται νῦν ἐν τῇ συναγωγῇ διὰ τὴν γνώμην. |
| 21.621 | VfTBcFj ἀλλὰ Πύρρον, ὦ ἄνδρες Ἀθηναῖοι] ταῦτα τὰ παραδείγματα τοῖς μὲν πράγμασιν οὐκ ἔστιν ὅμοια (οὔτε γὰρ περὶ τὰ Διονύσια οὔτε περὶ τὴν ἑορτὴν ἠδίκησαν οἱ κολασθέντες), ἀλλὰ τῆς κολάσεως εἵνεκα μόνης παρελήφθη, ὅτι καὶ ἄλλοι τινὲς ἐπὶ πολλῷ μικροτέροις ἀδικήμασι μεγάλας ἔδοσαν δίκας. |
| 21.622 | ἐν τοῖς ἀνωτέρω δὲ μνημονεύσας τῶν περὶ τὴν ἑορτὴν ἠδικηκότων καὶ κολασθέντων, νῦν εἰς μέσον ἄγει καί τινας δόντας μὲν δίκας, ἐπ’ ἄλλοις δὲ πλημμελήμασιν. ἔστι δὲ ἀπὸ τοῦ ἐλάττονος τὰ ἐπιχειρήματα. ‘Ἐτεοβουτάδην‘ δὲ τὸν ἀληθῶς εὐγενῆ· τὸ γὰρ ὄνομα ἀπὸ Βούτου τινὸς ἀρχαίου γέγονεν Ἀθηναίου καὶ τὸ ‘ἐτεὸν‘ τὸ ἀληθές. VfTBcFj ἐνδειχθέντα] κατηγορεῖται ὡς ἐν τοῖς δικασταῖς κληρωθεὶς οὐκ ἐξόν· ὡς ὀφείλων γὰρ χρήματα κοινὰ ἦν ἄτιμος. |
| 21.623 | VfTBcFj ἐὰν δ’ ἃ ποιῇ μὴ λέγῃ] ὡς ἰσχυρότερα τὰ ἔργα τῶν λόγων, μείζονος ὀργῆς ἀξιοῖ τυχεῖν. |
| 21.624 | ἁπλῶς μὲν οὖν οὕτω δύναται τὰ ἔργα τῶν λόγων ἰσχυρότερα λέγεσθαι, καθόλου δὲ οὐδαμῶς. πολλὰ γὰρ ἔργα λόγου ἐλαττοῦται, οἷον εὐθὺς ἐν τῷ παρόντι περιρρῆξαι τὴν ἐσθῆτα πολλῷ ἔλαττόν ἐστι τοῦ παράνομα γράφειν· διὸ οὐδὲ ‘γράφειν‘ εἶπεν, ἀλλὰ ‘λέγει‘, ἵνα οὕτως ἀσθενεστέρους δείξῃ τοὺς λόγους τῶν ἔργων. VfT BcFj οὐδὲν γὰρ ῥῆμα] οὐ γὰρ τοσοῦτον ὀνόματα καὶ ῥήματα δύναται ὅσον ἐν πράγμασι ἀδικία Μειδίου. |
| 21.625 | VfTBcFj 〈ἃ τοίνυν οὐδενὸς τῶν εἰρημένων〉] εἰσέβαλεν εἰς τὴν τοῦ ἐλέου ἐκβολήν, κέχρηται δὲ προδιορθώσει προσεχέστερον ποιῶν τὸν ἀκροατήν. |
| 21 626a | F 4 YLS ἐπειδὴ καὶ ἰσχυρότατον μέρος ἦν τῶν ἐπιλόγων ἡ τοῦ ἐλέου ἐκβολή, ὄντος δὲ διπλοῦ τοῦ ἐλέου διπλῆν ποιεῖ καὶ τὴν ἐκβολήν. |
| 21 626b | τὸν μὲν γὰρ ἔχουσιν οἴκοθεν οἱ δικασταί, καθ’ ὃν πεφύκαμεν ἁπλῶς ἅπαντας τοὺς δυστυχοῦντας οἰκτείρειν, κἂν μηδὲν ἐκεῖνοι πρὸς ἡμᾶς οἰκτίσωνται καὶ ἐλεεινά τινα φθέγξωνται· τὸν δὲ αὐτοὶ κινοῦσιν οἱ δυστυχοῦντες οἰκτιζόμενοι καὶ δακρύοντες καὶ τἄλλα ποιοῦντες, ὅσα κινεῖν εἴωθεν ἔλεον, κἂν ἡμεῖς παρ’ ἑαυτῶν μὴ βουληθῶμεν ἐξ ἀρχῆς πρὸς αὐτοὺς ἐπικλασθῆναι. πρῶτον μὲν οὖν ἐκβάλλει τὸν τῶν δικαστῶν ἔλεον, ὃν ἐκ φύσεως ἔχουσι πρὸς τὰ ἐλεεινὰ τῶν πραγμάτων. VfTBcFj ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι] συνδραμών, ὅτι φιλάνθρωπος ὁ δῆμος τῶν Ἀθηναίων, βούλεται πεῖσαι μόνῳ τῷ Μειδίᾳ μὴ μεταδοῦναι φιλανθρωπίας, καὶ κέχρηται τοῖς λογισμοῖς ὥσπερ ἐπὶ τῆς ἐκβολῆς τοῦ ἐλέου τοῦ κατὰ τὸν Στράτωνα. |
| 21.627 | VfTBcFj ἐγὼ νομίζω] αὕτη ἡ τῆς ὅλης ὑποθέσεως ἐκβολὴ τοῦ ἐλέου. |
| 21.628 | VfT BcFj ἔστι μέτριος καὶ φιλάνθρωπός τις] κατ’ εἶδος ἔθηκεν, οἷον ‘ἐγώ τις οὑτοσὶ μέτριός εἰμι‘. |
| 21.629 | VfTBcFj οἶδα τοίνυν ὅτι τὰ παιδία ἔχων] τοῦτό ἐστι τὸ ἕτερον μέρος τῆς τοῦ ἐλέου ἐκβολῆς, ὅπερ ἐστὶν ἀπὸ τῶν κρινομένων. |
| 21.630 | αὐτοὶ γάρ εἰσιν οἱ μηχανώμενοι τὸν ἔλεον αὑτοῖς διά τε δακρύων καὶ λόγων ἐλεεινῶν καὶ τοῦ τὰ παιδία παράγειν. ὁ τοίνυν ῥήτωρ καθ’ ἕκαστον τῶν κινούντων ἔλεον ἕτερόν τι αὐτὸς ἀντιτίθησιν τὸ ἐκβάλλον τὸν ἔλεον, καὶ τῇ ταπεινότητι τοῦ σχήματος τὸν παρελθόντα βίον τοῦ Μειδίου πολλῷ δεινότερον τῆς παρούσης ἀντέθηκεν, ὥστε διὰ τὴν θρασύτητα μισῆσαι μᾶλλον ἢ διὰ τὴν παροῦσαν ταπεινότητα κατοικτεῖραι. τοῖς δὲ παιδίοις τοῦ Μειδίου παιδία μὲν οὐκ εἶχεν ἀντιθεῖναι ὥσπερ τὰ τοῦ Στράτωνος, τοὺς νόμους δὲ καὶ τὸν ὅρκον ἀντέθηκε καὶ τὸ ἐξ ἀμφοτέρων κέρδος ἐξήτασεν. VfTBcFj καὶ ὡς ἐλεεινότατον ποιῶν ἑαυτὸν] τὸ ‘ὡσ‘ μόριον δηλοῖ καὶ τὸ ‘πάνυ‘ κατ’ ἐπίτασιν, ἴσως δὲ νῦν τὸ ἐν σχήματι καὶ ὑποκρίσει δηλοῖ. |
| 21.631 | VfTBcFj ὅτι μηδαμῶς δυνηθεὶς ταπεινὸς γενέσθαι] κατὰ περιτροπὴν τὸ σχῆμα, ὁ δὲ νοῦς· ‘εἰ μὲν τοιαύτην ἐδυστύχει φύσιν, ὥστε μηδ’ ὅλως κάμπτεσθαι μηδὲ δύνασθαι ταπεινοῦσθαι καὶ ἐπιεικὲς ἐπιδέχεσθαι σχῆμα, τάχ’ ἂν εἶχέ τις ἀνενεγκὼν ἐπὶ τὴν φύσιν αὐτοῦ τὴν αἰτίαν ἐνδοῦναι καὶ μὴ σφόδρα ὀργίζεσθαι. |
| 21.632 | ‘ εἰ δὲ πέφυκε καὶ πρὸς ἕτερον μετασχηματίζεσθαι, εἴη ἂν λοιπὸν οὐ τῆς τύχης, ἀλλὰ τῆς γνώμης τὸ κατηγόρημα. VfTBcFj πάλιν ἐκεῖνος αὐτὸς ὃν ὑμεῖς ἴστε] τί τῷ σχήματι προσέχεις; τὴν ὅλην γνώμην ὑπόπτευε, ἀφ’ ἧς ἡ ταπεινότης διὰ τὸν φόβον συμβέβηκεν. |
| 21.633 | ἂν φύγῃ τὸν κίνδυνον, ἐκεῖνον ὄψει τὸν ἀλαζόνα καὶ τύραννον. VfTBcFj ἐμοὶ παιδία οὐκ ἔστιν] ἐκβολὴ καὶ τοῦτο ἐλέου ἀπὸ τῶν παίδων κατὰ παράθεσιν. |
| 21.634 | ‘ἐκείνῳ παιδία δέδωκεν ἡ φύσις, ἐμοὶ δὲ οὐκ ἔστιν. κατὰ τοῦτο οὖν ἔλαττον ἕξω καὶ ἀδικούμενος; καὶ τῶν ἐχόντων παῖδας οἱ ἄπαιδες χεῖρον διατεθήσονται;‘ VfTBcFj τοὺς νόμους ἔχοντά με] τί σεμνύνῃ, Μειδία, προτείνων τοὺς παῖδας; ἔχω καλλίους δεικνύναι παῖδας, οὓς αἰσχύνεται πλέον τὸ δικαστήριον, δεικνύων τοὺς νόμους, καὶ καρποῦμαι τὴν εὔνοιαν. |
| 21.635 | VfTBcFj καὶ ῥήτωρ ἐστὶν οὗτος ἴσως] βούλεται δι’ αὐτῆς τῆς ἐπιλογικῆς ἀντιθέσεως συγκροῦσαι τὸν Μειδίαν πρὸς τοὺς ῥήτορας, ὥστε αὐτῷ μὴ συνειπεῖν. |
| 21.636 | εἰ γὰρ Δημοσθένην κακῶς λέγει, δῆλον ὅτι καὶ αὐτούς. πρὸς δὲ τούτοις καὶ ἄλλο συνανύει· ὥσπερ γὰρ ἐπὶ τῶν τῆς αἰδοῦς τόπων τὸν μὲν Μειδίαν ἐδείκνυε μὴ ἄξιον αἰδοῦς, ἑαυτὸν δὲ διὰ τὸ μᾶλλον λελειτουργηκέναι, οὕτω καὶ νῦν βούλεται αἰδεσιμώτατον ἑαυτὸν ἀποφῆναι διὰ τῆς τοῦ ῥήτορος προσηγορίας· ἄξιος δὲ αἰδοῦς ὁ ῥήτωρ. εἰδὼς δὲ πολλὰς οὔσας διαφορὰς ῥητόρων καὶ τὸν μὲν ὄντα ἀληθῆ ῥήτορα, τὸν δὲ πολιτικόν, τὸν δὲ κολακικόν, τὸν δὲ ἐξ ἐπηρείας, οἷον βούλεται τὸν Αἰσχίνην εἶναι, διὰ τοῦτο ἐπισημασίᾳ κέχρηται καί φησιν ‘εἰ μὲν ἐκεῖνον λέγει ῥήτορα τὸν συμβουλεύοντα τὰ κράτιστα, τουτέστι τὸν πολιτικόν, δέχομαι τὸ ὄνομα. εἰ δὲ ἕτερον λέγει τὸν πρὸς χάριν δημηγοροῦντα, οὐκ ἂν εἴη ἐκεῖνος ῥήτωρ.‘ οὐκοῦν ἐν τῷ εἰπεῖν ‘τὰ κράτιστα συμβουλεύων‘ καὶ τῶν συμβουλιῶν αὑτοῦ ὑπέμνησεν, ὥστε αἰδοῦς ἄξιος φανῆναι μᾶλλον. ἀποσυλᾷ δ’ ἐκ τούτων τοὺς συνηγόρους αὐτοῦ καὶ συγκρούει τοῖς ῥήτορσιν. VfTBcFj οἵους ἐνίους] ἵνα μὴ πάντας πολεμίους ἑαυτῷ καταστήσῃ· διὸ καὶ ἐλαττώσας τὴν ἀπὸ τῶν καθημένων ἐξεῦρε βοήθειαν εἰπὼν ‘καὶ ὑμεῖς δὲ ὁρᾶτε‘. |
| 21.637 | VfTBcFj καὶ οὐδενὶ μέμφομαι] ἄλλη θεραπεία κατορθοῦσά τι χρήσιμον, ὡς ‘οὐδέποτε ὑμῖν ὀχληρὸς ἐγενόμην ὑπὲρ τῶν κρινομένων δεόμενος καὶ ἀξιῶν σωθῆναι. |
| 21.638 | καινότερον ὁρῶ τὸν Μειδίου τρόπον· κακίζει τοὺς ῥήτορας διὰ ῥητόρων σῴζεσθαι προθυμούμενοσ‘. VfTBcFj καίτοι πῶς ἔστι δίκαιον, τοὔνομα μὲν τοῦτο] ἐνταῦθα φανερῶς συνέκρουσε τοὺς ῥήτορας τῷ Μειδίᾳ καὶ μᾶλλον αὑτοῦ συνηγόρους πεποίηκε. |
| 21.639 | φαίνεται γὰρ αὐτὸς μὲν ὑπὲρ τῶν ὁμοτέχνων ἀγανακτῶν, Μειδίας δὲ τούτους ὑβρίζων. VfTBcFj τάχα τοίνυν ἴσως καὶ τοιαῦτα] μίαν οὖσαν ἐξ ἀρχῆς τὴν ἀντίθεσιν δίχα ἔτεμε πρὸς τὸ χρήσιμον. |
| 21.640 | ἦν γὰρ τοιαύτη· ‘ῥήτωρ οὗτός ἐστι καὶ πάντα ἐσκεμμένα λέγει καὶ παρεσκευασμένα‘. ὁ δὲ διεῖλεν αὐτὴν πρῶτον μὲν εἰς τὸ ‘ῥήτωρ ἐστίν‘, ἵνα καὶ τὴν αἰδῶ παρὰ τῶν δικαστῶν ἑαυτῷ κινήσῃ καὶ τοὺς ἄλλους ῥήτορας πρὸς τὸν Μειδίαν συγκρούσῃ, δεύτερον δὲ τὸ ἄλλο μέρος ἔθηκε τὸ ὅτι ‘ἐσκεμμένα γε πάντα λέγει‘. καὶ τῇ λύσει πάνυ ἐνδόξως ἐχρήσατο. τοῦ γὰρ Μειδίου λέγοντος ὅτι ‘σκέπτεται πάντα καὶ πρὸς τὸ μεῖζον ἐξαίρει τοὺς λόγουσ‘, ὁ Δημοσθένης φησὶν ὅτι ‘ἐν αὐτῷ τῷ ἐσκέφθαι πολλάκις τὰ δίκαια ἔσκεμμαι‘· ὁ γὰρ περὶ τῶν αὐτῶν συνεχῶς ἀνερευνῶν οὗτος καὶ τὴν ἀλήθειαν εὑρίσκει καὶ μεῖζον οὐδὲν λέγει τῶν ὄντων, εἰδὼς ὅτι ἐξελέγχεται. Μειδίας δὲ μηδὲν σκεπτόμενος, διὰ τοῦτο θρασύτερός ἐστι καὶ μείζω 〈 *** 〉 τοῦ δέοντος. VfTBcFj ἐσκεμμένα καὶ παρεσκευασμένα πάντα λέγω νῦν] σημείωσαι ἐκ τοῦ περὶ μεθόδου δεινότητος, περὶ προσποιήσεως (Hermog. |
| 21.641 | 433, 15) ‘ἐν τῇ δικανικῇ, κἂν ἐσκεμμένος ἥκῃς, προσποιοῦ αὐτόθεν λέγειν, ὅτι ὁ δικαστὴς ὑποπτεύει τὸν ῥήτορα καὶ δέδοικε μὴ ἐξαπατηθῇ.‘ ὁ δὲ Δημοσθένης ὁμολογήσας ἐσκέφθαι αἴτιον ὑπέφηνε Μειδίαν. F 2 YL γεγραφέναι μοι τὸν λόγον Μειδίαν] πρόσφορον αὐτοῦ τῇ φύσει τὸ σκέπτεσθαι· διὸ καὶ ὁμολογεῖ. |
| 21.642 | ὁ δὲ τὰς ἀφορμὰς δεδωκώς, φησίν, οὗτος τὸν λόγον συνέθηκεν. VfTBcFj 〈ὁ γὰρ τὰ ἔργα παρεσχηκὼσ〉] σημείωσαι, ὡραῖον εἰς πρότασιν προοιμίου. |
| 21.643 | F 2 L οὐδ’ ὁ μεριμνήσας τὰ δίκαια] καὶ τί, φησι, μέγα εἰ Δημοσθένους καθάπτεται; καὶ ὁ δῆμος ἅπας μετὰ Δημοσθένους διαβληθήσεται. |
| 21.644 | VfTBcFj οἶμαι τοίνυν αὐτὸν οὐδὲ τοῦ δήμου] συγκρούσας αὐτὸν δικασταῖς καὶ ῥήτορσι καὶ τῇ ἐξ Ἀρείου πάγου βουλῇ καὶ ἱππεῦσι καὶ ὁπλίταις καὶ στρατηγοῖς βούλεται καὶ παντὶ τῷ δήμῳ συγκροῦσαι καί φησιν ὅτι ‘ἡγοῦμαι αὐτὸν καὶ τοῦ δήμου κατηγορεῖν‘. |
| 21.645 | πιθανὸν δὲ τὸ νόημα· εἰ γὰρ πᾶσι τοῖς προειρημένοις ἐλοιδορήθη καὶ οὐκ ἐφοβήθη τὴν πρὸς τούτους ἔχθραν, οὐδὲ τοῦ δήμου φείσεται. VfTBcFj ὡς ὅσοι δέον ἐξιέναι κατέμενον] ὁ μὲν Μειδίας φάσκει μὴ τὸν ὄντως δῆμον αὑτοῦ κατεψηφίσθαι, ἀλλὰ πῇ μὲν τοὺς ἀστρατεύτους, οἳ δέον ἐξιέναι εἰς τὸν πόλεμον κατέμενον ἐν τῇ πόλει, πῇ δὲ τοὺς λείποντας τὰς τάξεις. |
| 21.646 | ‘οἱ γὰρ τεταγμένοι φρουρεῖν φυγόντες τὰ φρούρια τότε ἐκκλησίαζον καὶ δὴ καὶ ξένοι τινὲς καὶ χορευταὶ τοῦ Δημοσθένους, οἳ παρ’ αὐτοῦ τραφέντες κατεψηφίσαντό μου.‘ ὁ δέ ‘τὸν ὅλον δῆμον ὑβρίζει‘, φησί, ‘χορευτὰς καὶ ξένους ἀποκαλῶν. καὶ τί θαυμαστόν‘ φησί ‘λειποταξίου γραφὴν τὸν Μειδίαν κατ’ ἐμοῦ κατασκευάζειν, ὁ τὸν δῆμον εἰς 〈ἀ〉στρατείαν ὀνειδίζων καὶ λειποτάκτην καλῶν; οἵ τε γὰρ ὀφείλοντες, φησίν, ἐξελθεῖν ἔμενον καὶ οἱ τὰ φρούρια φυλάττοντες τὴν φυλακὴν ἐκλελοίπεσαν.‘ φρούρια δὲ λέγει τὰ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας. πολέμου γὰρ τότε πρὸς Θηβαίους ὄντος διὰ τὴν Εὔβοιαν, ἀναγκαῖον ἦν τὰς ἐκ τῆς Βοιωτίας εἰσβολὰς παρὰ τῶν Ἀθηναίων φυλάττεσθαι. VfTBcFj ὡς ἴσασιν ὅσοι παρῆσαν ὑμῶν] πῶς λέγων ὅτι ‘πᾶς ὁ δῆμος κατεχειροτόνησε‘ πάλιν φησὶν ‘ὅσοι παρῆσαν ὑμῶν‘; πρῶτον μὲν ὅτι οὐ πρὸς τὸν δῆμόν ἐστιν ὁ λόγος, ἀλλὰ πρὸς τοὺς δικαστὰς μέρος ὄντας τοῦ δήμου· οὐδὲν οὖν ἐκώλυέ τινας ἐξ αὐτῶν καὶ ἀπολελεῖφθαι· ἔπειτα ὅτι ἐνεχώρει τινὰς ἐκ τούτων εἶναι τῶν εἰς Εὔβοιαν στρατευσαμένων. |
| 21.647 | VfTBcFj ὥστε κακῶς λέγων] οὐκοῦν σύνηθες αὐτῷ τὸν δῆμον ὑβρίζειν. |
| 21.648 | δι’ ὧν γὰρ ἠπείλει τῷ θαρροῦντι μέρει καὶ ἐφόβει, διὰ τούτων ᾤετο τὸν ὅλον δῆμον καταδουλώσασθαι. VfTBcFj ἢ καὶ γελοῖα εἶναι] διὸ καὶ γέλοια νομιστέον τὰ νῦν δάκρυα· πῶς γὰρ ὁ πάντα 〈τὸν〉 δῆμον ὑβρίζων ὡς ταπεινὸς ἂν ἐλεοῖτο; VfTBcFj τί λέγεις, ὦ μιαρὰ κεφαλή;] ὅρα, πῶς ὑπεραγανακτεῖ τοῦ δήμου καὶ λοιπὸν εὐκαίρως ἀποτείνεται πρὸς τὸν Μειδίαν ‘ὦ μιαρὰ κεφαλὴ‘ λέγων; πῶς γὰρ οὐ μιαρὰ κατὰ τῆς ἐνεγκούσης ποιουμένη τὰς ὕβρεις; VfTBcFj μεγάλην μὲν τὴν ἀρχήν] εἰ ἐν τῷ βίῳ πονηρὸς ὢν ὕβρισας ἀδεῶς, κρινόμενος δὲ τὰ τῶν ἐπιεικῶν ἕξεις, ἐλέου τυγχάνων, μεγάλην ἔσχες ἀρχὴν ἢ μεγάλην ἤσκησας τέχνην ἐν οὕτω βραχεῖ χρόνῳ, ἐν τῷ κρίνεσθαι δηλονότι. |
| 21.651 | δύο δὲ τὰ ἐναντιώτατα φθόνος καὶ ἔλεος. VfTBcFj ὅτ’ εἰς Ὄλυνθον διέβησαν] τὸ ‘ὅτ’ εἰς Ὄλυνθον διέβησαν‘ τοιοῦτόν ἐστιν. |
| 21.652 | πλείους βοηθείας τοῖς Ὀλυνθίοις ἀπέστειλαν οἱ Ἀθηναῖοι κατὰ μέρος. οἱ στρατιῶται οὖν ἐπὶ τῆς τελευταίας πυθόμενοι τὴν Ὄλυνθον ἡλωκέναι πάλιν ὑπέστρεψαν καὶ πάλιν ἀπῆλθον εἰς τὴν Θρᾴκην. τούτων οὖν ὁ Μειδίας κατηγόρει. VfTBcFj πρὸς τοὺς ἐξεληλυθότας τοῦ δήμου] περὶ πάντων αὐτῶν πρὸς τῷ τέλει τὸ μῖσος ἐπισωρεύει. |
| 21.653 | καὶ γὰρ οὐδενὸς φείδεται, φησίν, ἀλλὰ τοὺς μὲν εἰς τὸν πόλεμον ἐξιόντας διαβάλλει, τὸν δῆμον ἀκροατὴν ποιησάμενος, τοῦ δ’ αὖ δήμου κατηγορεῖ πρὸς τοὺς ἐξεληλυθότας διαλεγόμενος. ἐπειδὴ δὲ πάντα τὸν δῆμον ἀθρόως ὑβρισμένον οὐ δύναται δεῖξαι, μερίζει κατὰ τοὺς καιροὺς καί φησιν ‘ὅτ’ εἰς Ὄλυνθον διέβησαν, κατηγόρει τῶν διαβάντων‘. VfTBcFj ἐμοὶ μὲν νὴ τὸν Δία] τοὺς θεοὺς τούτους ὡς τῶν ἄλλων ἐξοχωτάτους ὀμνύουσι, τὸν μὲν Ἀπόλλω λέγοντες Ἥλιον, τὴν δὲ Ἀθηνᾶν Σελήνην, τὸν δὲ Δία τὸν συνέχοντα τὸ πᾶν. |
| 21.654 | εἰσὶ δὲ καὶ παρὰ τοῖς Ἀθηναίοις μάλιστα οὗτοι τιμώμενοι, ὁ μὲν πατρῷος ὤν, ἡ δὲ ἐπώνυμος, ὁ δὲ πολιοῦχος καὶ βουλαῖος καὶ φράτριος καὶ φίλιος καὶ ἑρκεῖος. VfTBcFj εἰρήσεται γὰρ εἴτ’ ἄμεινον εἴτε μή] μέλλων ἀπορρήτους λόγους ἐξηγεῖσθαι διστάζειν προσποιεῖται. |
| 21.655 | ‘λογοποιοῦντος γὰρ‘ φησί ‘Μειδίου, ὅτι διαλέλυται πρός με, πολλοὶ τῶν δοκούντων αὐτῷ λαλεῖν ἡδέως ἤχθοντο.‘ τὸ μὲν οὖν καταμηνύειν τοὺς φίλους ἄτοπον (ὡς γὰρ ἐν ἀπορρήτῳ τὴν ἔνδειξιν ἐποιοῦντο), τὸ δὲ πάντα σιωπᾶν ἀσύμφορον. τί οὖν πεποίηκεν, ἵνα δείξῃ καὶ παρὰ τῶν οἰκείων αὐτὸν μισούμενον; τίνες δὲ οὗτοι, σεσιώπηκεν, ἵνα μὴ προσκρούσῃ τοῖς εἰρηκόσιν. ἐπειδὴ φαύλων ἀνθρώπων ἐστὶ τοῖς κακοῖς τῶν φίλων ἐφήδεσθαι, καὶ ὑπὲρ αὐτῶν ἀπολογίαν ἔνορκον προσέθηκεν εἰπὼν ‘καὶ νὴ Δία αὐτοῖς πολλὴ συγγνώμη‘. τὴν γὰρ βαρύτητα τοῦ Μειδίου δυσχεραίνουσιν, εἴτε ἐπισπῶμαι εἰς ἔχθραν τοὺς εἰπόντας εἴτε μή. VfTBcFj ὡς ἀπήλλαγμαι περιιὼν ἐλογοποίει] ἀντὶ τοῦ ‘ἐψεύδετο θρυλῶν καὶ λογοποιούμενος· “ἐσπείσατό μοι Δημοσθένης, ἀπηλλάγην τῆς ἔχθρας, λέλυταί μοι τῶν ἐγκλημάτων ὁ κίνδυνος”. |
| 21.656 | ‘ VfTBcFj τῶν πάνυ τούτων λαλούντων] ἵνα μή τις εἴποι ‘τί οὖν οἷς ἔχαιρον οἱ ἐχθροί;‘ προσέθηκε ‘τῶν πάνυ τούτων λαλούντων‘ καὶ ‘πάνυ ἡδέωσ‘. |
| 21.657 | διὸ καὶ ὅρκου ἐδεήθη, μή τις ἀπιστήσῃ περὶ φίλων τοιαῦτα λέγοντι, καὶ πρὸς τῷ ὅρκῳ καὶ τὰς ἀπὸ τῶν πραγμάτων ἐπάγει κατασκευάς. VfT BcFj ἀλλὰ καὶ πλουτεῖ μόνος] οὐχὶ μόνος πλούσιος Μειδίας, ἀλλ’ ὅτι μόνον ἑαυτὸν λέγει πλούσιον. |
| 21.658 | ἐπαχθὲς δὲ τὸ τοιοῦτον. VfTBcFj ἂν ἀποφύγοι, τί ποιήσειν οἴεσθε] μέγας ὁ προσδοκώμενος φόβος ‘ἂν μὴ σωφρονήσῃ ταῖς δίκαις, τὴν ἀκρόπολιν καταλήψεται‘. |
| 21.659 | VfTBcFj ἐξ ὅτου δὲ τοῦτ’ ἂν εἰδείητε] ὅθεν δὲ γνώσεσθε τίς ἔσται ἀποφυγὼν ἐρῶ. |
| 21.660 | στοχάσασθε αὐτοῦ τῆς ἐσομένης γνώμης ἀπὸ τῶν ἤδη γεγενημένων. VfTBcFj τίς γάρ ἐστιν ὅστις] πανταχοῦ βούλεται μονομερῆ δεικνύναι τὴν κρίσιν. |
| 21.661 | VfTBcFj οὐκ ἂν ἐπ’ αὐτῷ τούτῳ κατέδυ] ὅτι οὐ κατέδυ καὶ τὰ αὐτῷ ὅμοια πρὸς τρία πρόσωπα συνήρμοσται. |
| 21 662a | F 2 L οὐκ . |
| 21 662b | .. κατέδυ] εἰ πεποίηκεν αὐτὸν ἡ τοῦ παντὸς δήμου κατάγνωσις εὐλαβέστερον, ἐπαινέσετε· εἰ δὲ ἐξ ἐκείνου τοῦ χρόνου γέγονε χαλεπώτερος, τί τὸ ποιοῦν αὐτὸν ἔσται καλλίονα; VfTBcFj τόν γε δὴ μέχρι τῆς κρίσεως χρόνον] ἕως ἂν πέρας ὁ κίνδυνος δέξηται. |
| 21.663 | ἔστω, τὸν πάντα βίον ἐπιτηδεῦσαι σωφροσύνην οὐ δύνασαι, καρτέρει μέχρι τῆς κρίσεως ἠρεμῶν, ἄγχε διὰ τὴν χρείαν τὴν τόλμαν, στῆσον λογισμῷ τῆς τιμωρίας τὸ θράσος, κρύψον τέως τὴν πονηρίαν τῷ φόβῳ, ἕως ἂν ἴδοις τὴν ἄδειαν. VfTBcFj χειροτονεῖταί τις· Μειδίας Ἀναγυράσιος προβέβληται] ἢ αὐτὸν τὸν χειροτονούμενον πάντως αὐτός ἐστιν ὁ προβαλλόμενος ἢ βουλομένων τινῶν ὑμῶν τινα χειροτονεῖν ἑαυτὸν ἀντ’ ἐκείνου προβάλλεται. |
| 21.664 | δείκνυσι γὰρ αὐτὸν μηδαμοῦ μὲν παρὰ τοῦ δήμου ζητούμενον, ἑαυτὸν δὲ εἰς τὰς ἀρχὰς εἰσωθοῦντα. VfTBcFj Πλουτάρχου προξενεῖ] φίλος ἐστὶ καὶ εὔνους τῷ τυράννῳ. |
| 21.665 | καὶ γάρ τοι καὶ τὰ ἀπόρρητα οἶδεν ἃ κατὰ τῆς Ἀττικῆς ἐκεῖνος βουλεύεται. πρόξενοι δὲ ἐκαλοῦντο οἱ χειροτονούμενοι ὑπὸ τῆς πόλεως ἐπὶ τῷ τὰς πρεσβευούσας πόλεις ὑποδέχεσθαι, δορύξενοι δὲ οἱ ἐν πολέμοις φιλιωθέντες ἀλλήλοις, ἰδιόξενοι 〈δὲ〉 οἱ ξενούμενοι παρά τισιν. ἐν δὲ τῷ εἰπεῖν ὅτι ‘Πλουτάρχου προξενεῖ‘ δύο κατορθοῖ ἅμα· εἰ γὰρ Πλουτάρχῳ συνέστη, οὐκοῦν φίλος τοῖς τυράννοις Μειδίας. ἀλλὰ καὶ τὴν Εὔβοιαν ἀπέστησε Πλούταρχος, οὐκοῦν Μειδίας κοινωνὸς τῆς ἀποστάσεως. VfTBcFj τὰ ἀπόρρητα οἶδεν] φανερώτερον τῆς τυραννίδος τὸ ἔγκλημα. |
| 21.666 | εἰ γὰρ Πλούταρχος ἐχθρὸς ὢν τῆς πόλεως ἐπιβουλεύει τῷ δήμῳ, Μειδίας δὲ τὰ ἀπόρρητα ἐκείνου γινώσκει, μετὰ Πλουτάρχου ἄρα καταλαβεῖν βούλεται τὰ πράγματα. VfTBcFj ἡ πόλις αὐτὸν οὐ χωρεῖ] σύνηθες Δημοσθένει τοῦτο λέγειν ἐν ταῖς ὑπερβολαῖς, ὥσπερ καὶ ἐν Φιλιππικοῖς (9, 27) ‘οὔθ’ ἡ Ἑλλὰς οὔθ’ ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου‘. |
| 21.667 | VfTBcFj ἢ ὅτι ἐγὼ πέπονθα οὐδὲν] ἠθοποιίᾳ κέχρηται, δι’ ἧς αὐτὸν τὸν Μειδίαν δείκνυσι τὴν τυραννίδα σημαίνοντα. |
| 21.668 | τὸ γὰρ μὴ φοβεῖσθαι φάσκειν δίκας καὶ δικαστήρια τίνος ἑτέρου πλὴν τυράννου; VfTBcFj ὃς οὖν, ὦ ἄνδρες Ἀθηναῖοι] οὐδὲ μέχρι δόξης Μειδίας ἀνέχεται φοβεῖσθαι τὸν δῆμον, καίτοι τοῖς ἔργοις φοβούμενος. |
| 21.669 | VfTBcFj τὸ δὲ μηδὲν φροντίζειν ὑμῶν] διάνοιαν αὐτῷ τυραννικὴν περιέθηκεν. |
| 21.670 | VfTBcFj τοῦτον οὐκ ἀπολωλέναι δεκάκις προσήκει] τὸ μέγεθος τῆς τιμωρίας τοῖς ἐπιχειρήμασι τοῦ Μειδίου ηὔξησεν. |
| 21.671 | VfTBcFj πλούσιος, θρασὺς καὶ μεγαλόφρων] καὶ τὰς δοκούσας ἀρετὰς εἰς κακίαν μετέθηκεν ἡ τάξις τῶν ὀνομάτων. |
| 21.672 | ὁ μὲν γὰρ πλούσιος τῶν ἐμμέσων ἐστίν, ἀλλ’ ἡ θρασύτης προστεθεῖσα κακίαν αὐτὸ ἐποίησεν. ὁμοίως τὸ μεγαλοφρονεῖν τῶν ἐπαινετῶν· οὕτως οὖν τινας καὶ μεγαλόφρονας καλοῦμεν· ἀλλὰ τὸ ‘βίαιοσ‘ καὶ ‘ἀναιδὴσ‘ προστεθὲν οὐ μεγαλοφροσύνην, ἀλλὰ μᾶλλον ὑπερηφανίαν καὶ ἀλαζονείαν τὸ πρᾶγμα πεποίηκεν. VfTBcFj ποῦ ληφθήσεται] πικροτάτην ἔμφασιν δέδωκεν ὅτι ‘ποῦ δυνατὸν ἐπιληφθῆναι; ἐὰν γὰρ φθάσῃ κατασχὼν τὴν ἀκρόπολιν, ποῦ αὐτὸν ἔτι δυνήσεσθε λαβεῖν;‘ φανερῶς μὲν οὖν ἐγκαλεῖν τὴν τυραννίδα οὐ δύναται διὰ τὸ ὑπερβάλλον τοῦ ἐγκλήματος· οἶδε γὰρ ὅτι καταλιπὼν ὁ δῆμος τὸ περὶ τῆς ὕβρεως ζητεῖν ἐπὶ τοὺς ἐλέγχους τοὺς περὶ τῆς τυραννίδος τραπήσεται. |
| 21.673 | μὴ ἔχων δὲ τούτους σαφεῖς παρασχέσθαι κινδυνεύσει· διὰ γοῦν τῶν ἐμφάσεων καὶ τῶν ὑπονοιῶν ὁμοῦ καὶ τὸ ἄληπτον ἑαυτῷ τηρεῖ καὶ τὸν ἐχθρὸν ἐπίφθονον καθίστησιν. VfTBcFj ἀλλ’ ἔγωγε εἰ μηδενὸς ἕνεκα] πάντα τὰ προσόντα τῷ Μειδίᾳ καθελὼν καὶ πανταχόθεν ἀλυσιτελῆ δείξας τοῖς Ἀθηναίοις βούλεται καὶ τοὺς λόγους αὐτοῦ δεῖξαι χαλεποὺς καὶ ἐπαχθεῖς. |
| 21.674 | VfTBcFj καὶ ἐν καιροῖς] φαύλοις. |
| 21.675 | VfTBcFj ἐὰν μέν τι τῶν δεόντων ἀπαγγελθῇ] τὸ τυραννικὸν τῆς γνώμης αὐτοῦ πάλιν διαβάλλει· τὸ γὰρ μὴ συνήδεσθαι τοῖς ἀγαθοῖς τοῦ δήμου φθονοῦντός ἐστιν ἐπὶ ταῖς εὐπραγίαις, τὸ δὲ ἥδεσθαι κακοπραγούντων, τοῦτο ἴδιον τυράννου. |
| 21.676 | τὸ δὲ αὐτὸ καὶ περὶ Αἰσχίνου κατηγορεῖ, ἀλλ’ ἐκείνου μὲν οὐχ ὡς αὐτοῦ βουλομένου κατασχεῖν τὴν ἀκρόπολιν, ἀλλὰ Φιλίππῳ περιποιῆσαι τὰ πράγματα· ταπεινότερον γὰρ τὸ πρόσωπον ἦν τοῦ ἐγκλήματος· Μειδίαν δὲ ὡς αὐτὸν μέλλοντα τυραννεῖν διαβάλλει. VfT BcFj καὶ τῆς σιωπῆς ἀπολαύων] πάθος λέγει τῆς ἀνθρωπίνης φύσεως κοινόν. |
| 21.677 | πάντες γὰρ οἱ τοῖς κακοῖς πιεζόμενοι συστέλλονται πρὸς ἡσυχίαν καὶ σιωπᾶν ἀναγκάζονται, διὸ καὶ ὑμεῖς φέρετε κακιζόμενοι. VfTBcFj τοιοῦτοι γάρ ἐστε] τόπος ἐστὶ τῆς ἐπαχθοῦς καὶ ὑβριστικῆς ἀποκρίσεως. |
| 21.678 | VfTBcFj οὐδ’ οἴεσθε δεῖν χρήματα εἰσφέρειν] ἅπερ ἦν συνήθη πᾶσι τοῖς πλουσίοις λέγειν πρὸς τὸν δῆμον, ταῦτα μόνον κατηγορεῖ τοῦ Μειδίου. |
| 21.679 | εἰ γὰρ ἦσαν πταίσαντες κατὰ πόλεμον, τότε οἱ πλούσιοι ἐνεκάλουν τοῖς δημόταις ὅτι ‘ἡμεῖς μὲν τὰ καθ’ ἑαυτοὺς πεποιήκαμεν, ἐτριηραρχήσαμεν, χρήματα εἰσενέγκαμεν, ὑμεῖς δὲ δῆλον ὅτι οἱ μὴ θελήσαντεσ‘. VfTBcFj φανερὰν ἐπὶ καιροῦ καθιστάς] ὥστε κρύπτειν μὲν ἐν τοῖς καλοῖς καιροῖς τὴν δυσμένειαν, ἰδὼν δὲ πταίσασαν τὴν πόλιν εἰς μέσον ἄγει τὴν τέως λανθάνουσαν. |
| 21.680 | VfTBcFj τοιοῦτος γὰρ εἶ, Μειδία· ὑβριστὴς γὰρ εἶ] ὥσπερ ἐπὶ τοῦ Μειδίου χρησάμενος ἠθοποιίᾳ ἑαυτὸν δι’ αὐτοῦ πεποίηκεν ἐπεμβαίνοντα τοῖς Ἀθηναίοις, οὕτω πάλιν καὶ τῶν δικαστῶν τῇ ὁμοίᾳ πλάσει ἐχρήσατο, ἵνα ποιήσῃ ταῦτα τοὺς δικαστὰς λέγοντας πρὸς τὸν Μειδίαν ἅπερ αὐτὸς βούλεται. |
| 21.681 | ‘μιμησώμεθα‘ φησί ‘κατὰ Μειδίου Μειδίαν καὶ τοῖς αὐτοῖς λόγοις πρὸς τὸν πατέρα τῶν λόγων χρησώμεθα, τὸν αὐτὸν ἀποδιδόντες αὐτῷ ὃν προσήνεγκεν.‘ VfTBcFj καὶ βοηθήσουσιν οἱ λέγοντες ὑπὲρ αὐτοῦ] ἔστι μὲν τὸ κεφάλαιον εἰσηγμένον κατὰ ἀπόστασιν, ἔξεστι δὲ τὰ τοιαῦτα ἐν ἐπιλόγοις διὰ τὸ εἶναι κομματικὰ καὶ ἀσύνδετα· ὅμως δὲ ὁ ῥήτωρ διὰ τοῦ συνδέσμου συνῆψεν αὐτὰ τοῖς φθάνουσιν· εἰ γὰρ καὶ τοῖς νοήμασιν ἀπέσχισται, τὰ γοῦν τῆς ἀκολουθίας σῴζεται. |
| 21.682 | βούλεται δὲ ἐν τούτῳ περικόψαι τοὺς συνηγόρους τοῦ Μειδίου, κἀκεῖ δὲ πρῶτόν γε πρὸς τὸν Εὔβουλον ἀποτείνεται. προέταξε δὲ τοῦτον τῶν ἄλλων συνηγόρων διὰ δύο προφάσεις, ὅτι τε πολὺ προέχει τῶν ἄλλων εἷς ὢν καὶ μᾶλλον ἐδεδοίκει τοῦτον ἢ σύμπαντας τοὺς ἄλλους, καὶ ὅτι πράγματα εἶχεν ἰδίᾳ διαλεχθῆναι χωρίσαντα τῶν ἄλλων περιουσιῶν τὸν λόγον. VfTBcFj οὐχ οὕτω τούτῳ χαρίσασθαι] ἀντιπῖπτον ἔλυσε ‘πῶς ἀρτίως ἔλεγες μηδένα εἶναι φίλον τῷ Μειδίᾳ καὶ νῦν τοὺς ἐνδοξοτάτους αὐτῷ φάσκεις συνηγόρους;‘ ὅτι τούτῳ χαρίζεσθαι βούλονται, καὶ τὸν ὅρκον προσέθηκεν, ἐπεὶ ἀπίθανον δοκεῖ τὸν συνηγοροῦντα μὴ εἶναι φίλον τοῦ συνηγορουμένου, ἀλλ’ ‘ἐπηρεάζειν ἐμοί‘. |
| 21.683 | VfTBcFj ἄν τε ἐγὼ φῶ ἄν τε μὴ φῶ] καλῶς κατὰ ἐνδοιασμὸν προσήγαγεν, ἵνα δείξῃ τὸν Εὔβουλον ὄντα τῆς ἔχθρας αἴτιον· εἰ γὰρ οὐχ ὁμολογεῖ ὁ Δημοσθένης ἔχθραν, πρόδηλον ὅτι Εὔβουλός ἐστιν ὁ τῆς ἔχθρας καταρχόμενος. |
| 21.684 | VfTBcFj καὶ βιάζεται, οὐκ ὀρθῶς] ἀντιπῖπτον ὑπετέμετο ‘εἰ παθὼν παρὰ σοῦ κακῶς φυλάττει τὴν ἔχθραν;‘ ὁ δὲ ‘καὶ βιάζεται‘ εἶπε καὶ ‘οὐκ ὀρθῶσ‘. |
| 21.685 | ἀμφότερα δὲ τοῦ κατάρχοντος καὶ ἀδικοῦντος. VfTBcFj ἀλλὰ κινδυνεύει τὸ λίαν εὐτυχεῖν] ἕτερον ἀντιπῖπτον ἔλυσε ‘διὰ τί οὖν βούλεται ἐχθρός σου εἶναι μηδὲν ὑπὸ σοῦ πεπονθώς;‘ ὅτι λίαν ἐστὶν εὐτυχής. |
| 21.686 | καὶ δέδωκεν ἑτέραν ἔχθρας ἀφορμὴν τὴν εὐτυχίαν· οἱ γὰρ πλουτοῦντες βουλόμενοι τοῖς πένησιν ἐπηρεάζειν ὑβρίζουσί τε καὶ ἐπαχθεῖς γίνονται. εἶτα καὶ ἄλλο κατώρθωσε τῷ ‘λίαν‘ εἰπεῖν ‘εὐτυχεῖν‘· ἔδειξε γὰρ οὐ δι’ ἀρετὴν εὐδοκιμοῦντα τὸν Εὔβουλον, ἀλλὰ διὰ τύχην. VfTBcFj ὅπου γὰρ ἐγὼ μὲν] τὴν φήμην λέγει τὴν περὶ τοῦ φόνου· Εὔβουλος γὰρ ἦν ὁ κατηγορῶν τοῦ Ἀριστάρχου καὶ συναιτιώμενος τὸν Δημοσθένην. |
| 21.687 | ὅμως δὲ φανερῶς οὐκ εἶπεν, ἵνα μὴ πάλιν ὑπομιμνήσκῃ καθ’ ἑαυτοῦ τὴν φήμην. VfTBcFj οὐδὲ ἀφιέντα ἀνίησεν] δείκνυσιν ὅτι χάριν αὐτῷ μᾶλλον ὤφειλεν Εὔβουλος ὁμολογεῖν, ὅτι ἀφῆκεν αὐτὸν καὶ οὐκ ἀπῄτησε δίκην ἐφ’ οἷς ἔπαθε παρ’ αὐτοῦ κακῶς. |
| 21.688 | VfTBcFj ἀλλὰ καὶ ἐπὶ τοῖς ἀλλοτρίοις ἀγῶσι] διέβαλλεν ὡς φιλοπράγμονα τὸν Εὔβουλον καὶ ἐργολάβον. |
| 21.689 | δυοῖν γὰρ θάτερον ἐκ τούτου συμβήσεται· ἢ γάρ, ἵνα μὴ δόξῃ τοιοῦτος εἶναι, ἀποστήσεται τοῦ συνηγορεῖν τῷ Μειδίᾳ καὶ πληρωθήσεται ὁ σκοπὸς τῷ ῥήτορι, ἢ τολμῶν ἀναβαίνειν ὕποπτος ἔσται προδιαβεβλημένος ὑπὸ τοῦ ῥήτορος. VfTBcFj μηδὲ τῆς κοινῆς τῶν νόμων ἐπικουρίας] οὐκοῦν τύραννός ἐστιν Εὔβουλος ὁ τὴν ἰσχὺν τῶν νόμων καταλύων. |
| 21.690 | VfTBcFj καὶ μεῖζον ἢ καθ’ ὅσον ἡμῶν ἑκάστῳ συμφέρει] τὸ ὄνομα μόνον ἐσιώπησε τοῦ τυράννου· τὰς γὰρ πράξεις ἀνέθηκε καὶ εἰς φόβον τοῦ μέλλοντος τὸν δῆμον κατέστησεν. |
| 21.691 | VfTBcFj ἔτι τοίνυν παρῆν, ὦ ἄνδρες Ἀθηναῖοι] ὅτε διὰ τῶν πραγμάτων ᾐνίξατο τὸν τύραννον καὶ προδιέβαλε, τότε καὶ φανερῶς ἐπ’ αὐτὸ τὸ ὄνομα κεχώρηκεν. |
| 21.692 | VfTBcFj καὶ καλούμενος ὀνομαστὶ] πολλὰ ὁμοῦ κατώρθωσε· καὶ γὰρ ὅτι Μειδίας ἑαυτοῦ κατέγνωκε καὶ ὅτι οὐδεμίαν πρόφασιν ἔχει Εὔβουλος τούτῳ γε μὴ βοηθῆσαι· καὶ γὰρ ἐκλήθη καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ δεήσεως, καὶ παρῆν καὶ ἐκαθέζετο καὶ ἐθεώρει τὰ γιγνόμενα, καὶ ὅμως οὐκ ἀνέστη. |
| 21.693 | VfTBcFj νῦν δὲ ὅτι προσκέκρουκεν ἐμοὶ] δι’ ὧν ὁ ῥήτωρ διαβάλλει τῆς συνηγορίας τὴν αἰτίαν, ἵνα μή τις ὑπολάβῃ ὅτι ἀδικουμένῳ βοηθεῖ, κατασκευάζει ἀπὸ τοῦ χρόνου τὴν ὑπόνοιαν. |
| 21.694 | ἄλλην δὲ ἀντ’ ἄλλης πρόφασιν εἴρηκε. τοῦ γὰρ Εὐβούλου δυναμένου λέγειν ὅτι ‘τότε μὲν οὐκ ἀνέστην· ἐν δήμῳ γὰρ τεθορυβημένῳ τί πλέον ἂν ἤνυσα συνηγορῶν; νῦν δὲ ἐμαυτὸν εἰς τὸ δικαστήριον ἐφύλαξα‘ ὁ ῥήτωρ ἄλλην πρόφασιν εἴρηκεν ὅτι ‘τότε μὲν οὐ συνεῖπε διὰ τὸ συνειδέναι ὅτι Μειδίας ἀδικεῖ, νῦν δὲ διὰ τὸ ἐπηρεάζειν ἐμοί‘. VfTBcFj μὴ γὰρ ἔστω μηδεὶς ἐν δημοκρατίᾳ] καὶ ἐν τῷ κατ’ Αἰσχίνου σχεδὸν αὐταῖς λέξεσι περὶ Εὐβούλου εἴρηκε (19, 296) ‘μή μοι σῳζέσθω μήδ’ ἀπολλύσθω μηδείσ‘. |
| 21.695 | VfTBcFj τὸν δὲ μὴ δοῦναι δίκην] μερισμῷ κέχρηται, βουλόμενος δεῖξαι δύναμιν μεγάλην Εὐβούλῳ προσοῦσαν. |
| 21.696 | εἰ γὰρ ἱκανός ἐστι τὸν μὲν ὑβρίζειν, τὸν δὲ ποιεῖν μὴ διδόναι δίκην, μέγας τίς ἐστι καὶ ἰσχυρός. καίτοι περὶ ἑνὸς τοῦ Μειδίου ἀμφότερα εἴρηται. ἐκεῖνος γάρ ἐστι καὶ ὁ ὑβρίσας καὶ ὁ μέλλων μὴ διδόναι δίκην ἐκ τῆς συνηγορίας τοῦ Εὐβούλου. ἀλλ’ εἰ μὲν ἑνικῶς ἦν προαγαγών, οὐ μεγάλα ἂν ἔδειξεν ἰσχύοντα τὸν Εὔβουλον· τί γὰρ παράδοξον ἕνα τῶν πολιτῶν ἐξελεῖν; νῦν δὲ καταμερίσας τὸ ἓν εἰς πλείονα, τὴν δύναμιν ηὔξησε τοῦ Εὐβούλου. VfTBcFj ἀλλ’ εἰ κακῶς ἐμὲ βούλει ποιεῖν] ἔδειξεν ἐκ τούτου ὅτι καὶ ἡ πρόφασις τῆς ἔχθρας παρ’ Εὐβούλου γέγονεν· εἰ γὰρ προῄρηται κακῶς ποιεῖν, αὐτός ἐστι καὶ ὁ κατάρξας. |
| 21.697 | VfTBcFj ὡς ἔγωγε μὰ τοὺς θεοὺς] τὴν ὑποψίαν ἀρνεῖται· τὴν γὰρ κακόνοιαν ἀπέδειξε ματαίαν κατ’ αὐτοῦ γεγενῆσθαι τὴν φήμην. |
| 21.698 | εἰκότως τοίνυν ἀγνοεῖ ὑπὲρ ποίας προφάσεως αὑτῷ πολεμεῖν ἔγνωκεν Εὔβουλος. VfT BcFj δύνασαι μὲν καὶ πολιτεύῃ] τὸ μὲν ‘δύνασαι‘ τυραννικόν· δεδιὼς δὲ τὸ ἐγκαλέσαι τυραννίδα προσέθηκε ‘καὶ πολιτεύῃ‘, ὥστε δυναστείαν εἶναι τὴν σὴν πολιτείαν. |
| 21.699 | VfTBcFj 〈κατὰ τοὺς νόμους δ’ ἥντινα βούλει〉] παραγραφικῷ ἐπιχειρήματι κέχρηται. |
| 21 700a | F 4 YLS οὐ δεῖ θαυμάζειν εἰ ἐν ἐπιλόγοις παραγραφικῶς πέπτωκεν. |
| 21 700b | οὐ γὰρ αὐτοῦ [τούτου] τοῦ ζητουμένου πράγματός ἐστι τὸ παραγραφικόν, οἷον τῆς ὕβρεως, τῶν πληγῶν, τοῦ δημοσίου ἀδικήματος, ἀλλὰ τῶν ἔξωθεν παραλυπούντων τὴν ὑπόθεσιν. ἐπειδὴ γὰρ βαρὺς Εὔβουλος συνηγορῶν τῷ Μειδίᾳ, χρῆται παραγραφικῷ πρὸς αὐτὸν ὅτι ‘εἰ νομίζεις ἀδικεῖσθαί τι παρ’ ἐμοῦ, γράφου καὶ κατηγόρει, μὴ μέντοι τοὺς ἤδη κατηγορηθέντας ἐξαιροῦ‘. VfTBcFj ὧν δ’ ἐγὼ παρὰ τοὺς νόμους ὑβρίσθην] φθόνον αὐτῷ κεκίνηκεν, εἴπερ ἔστιν ἐπ’ ἐκείνῳ καὶ τοὺς ἤδη κρινομένους ἐκσῴζειν· ὁμοῦ δὲ καὶ τοὺς δικαστὰς φιλονείκους πεποίηκε πρὸς τὸν Εὔβουλον. |
| 21.701 | εἰ γὰρ ἐκεῖνος ταύτην εἶχε τὴν ὑπόνοιαν, ὥστε δύνασθαι τῆς τιμωρίας ἐξαιρεῖσθαι τοὺς κρινομένους, πρόδηλον ὅτι φιλονεικήσουσι καὶ καταγνώσονται τοῦ Μειδίου, ὥστε δεῖξαι παρ’ αὐτοῖς οὖσαν τὴν δύναμιν τοῦ καὶ ἀφιέναι καὶ κολάζειν, οὐχὶ παρ’ Εὐβούλῳ. VfTBcFj 〈πέπεισμαι τοίνυν καὶ Φιλιππίδου〉] πληρώσας τὸ μέρος τὸ κατὰ τὸν Εὔβουλον, ὅπερ ἦν ὡς καθ’ ὑπεροχήν, ἐπὶ τοὺς ἄλλους συνηγόρους κεχώρηκεν, οἵτινες καὶ ἥττονος ἀξιώματος μετέχουσι καὶ οὐχ ὁμοίως ἠθικὸν ἀπαιτοῦσι τὸν λόγον. |
| 21.702 | μετὰ τοὺς ἱππέας ἐξήτασε τοὺς περὶ Τιμοκράτην, τῇ διαβολῇ τῆς ποιότητος αὐτὴν τὴν μέλλουσαν παρ’ αὐτῶν γίγνεσθαι μαρτυρίαν σαθρὰν ἀπεργαζόμενος. F 4 YLS ἀξιοῦντας δοθῆναι τὴν χάριν ταύτην] δριμέως πάνυ, οἷον ‘μὴ γὰρ οὐκ ἄξιος θανάτου Μειδίας, μὴ γὰρ οὐκ ἴσμεν ὡς εἰκότως ἀναρπάζοιτ’ ἄν; ἀλλ’ ἡμῖν δότε τὴν χάριν, ἡμῖν αὐτοῦ τὴν σωτηρίαν δωρήσασθε‘. |
| 21.703 | VfTBcFj μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι] κατὰ τὸ ἑτεροσχημάτιστον. |
| 21.704 | S χρήματα δ’ αὐτῷ] τί δυσχεραίνετε πρὸς τὴν ψῆφον, ἣν οἱ νόμοι κομίζουσι; λυπεῖ σε Μειδίας τῆς οὐσίας αὐτοῦ στερούμενος; ποίησον αὐτὸν καὶ μετὰ τὴν δήμευσιν πλούσιον, μετάδος αὐτῷ τῶν χρημάτων τῶν σῶν, ἵνα καὶ νόμιμος ὁ δικαστὴς φανῇ καὶ σὺ φίλος εὐνούστατος. |
| 21.705 | VfTBcFj 〈δόντων〉] ἀντὶ τοῦ ‘δότωσαν‘. |
| 21.706 | YS τὸ δοκεῖν τινὲς εἶναι δι’ εὐπορίαν] ἀρετὴν μὲν παρ’ αὐτοῖς ἤ τι τῶν καλῶν οὐχ εὕροι τις 〈ἄν〉, τῷ πλούτῳ δὲ καρποῦνται τὴν δόκησιν. |
| 21.707 | VfTBcFj 〈προβολὴ〉] πρόσκλησις εἰς τὸ δικαστήριον. |
| 21.708 | F 2 YL ἀπεχειροτόνησε] ἀπεψηφίσατο. |
| 21.709 | F 2 YL οὐκ ἂν ὁμοίως ἦν δεινόν] ἀναμιμνήσκει τούτων, ἵνα μείνωσιν ἐπὶ τῆς αὐτῆς γνώμης. |
| 21.710 | ἄτοπον γὰρ ἐξ ἀρχῆς μὲν χαλεπαίνειν, νυνὶ δὲ τοσούτων ἀποδειχθέντων ὀλιγωρεῖν. VfTBcFj Βλεπαίου τοῦ τραπεζίτου] ἡ γὰρ τέχνη τὴν ὑπόνοιαν ἐνεποίει. |
| 21.711 | VfTBcFj ὡς, τοῦτ’ ἐκεῖνο] ὃ πάλιν ἠλπίζομεν ποιήσειν Μειδίαν. |
| 21.712 | VfTBcFj θοἰμάτιον] χιτωνίσκος μὲν τὸ κολόβιον, θοἰμάτιον δὲ τὸ τριβώνιον. |
| 21.713 | VfTBcFj ἐν ἱερῷ δὲ] ὥστε τὸν τόπον διδάξαι τὸ δίκαιον. |
| 21.714 | VfTBcFj καὶ τοὺς ἐπιδημήσαντας] ὡς ἐν κοινῷ θεάτρῳ τῆς Ἑλλάδος φάσκει γεγενῆσθαι τὴν ὕβριν. |
| 21.715 | VfTBcFj οὐδ’ ὥσπερ Ἀριστοφῶν] οὗτος φορολόγος ὢν κατέσχε παρ’ αὑτῷ τὰς δεκάτας τῆς θεοῦ, ἀφ’ ὧν ἔδει στεφάνους ποιῆσαι καὶ ἀναθεῖναι τῇ θεᾷ Ἀθηναίων. |
| 21.716 | κατηγορηθεὶς δὲ ὑπὸ Εὐβούλου φθάσας τὴν εἴσοδον ἀνέθετο τοὺς στεφάνους καὶ πέπαυται ἡ προβολή. VfTBcFj ἐκ τοῦ μηδὲν ὧν πεποίηκεν] οὐ μὴν ὁ Μειδίας ἣν ἐπεδείξατο ὕβριν κατ’ ἐμοῦ καὶ τὰς πληγὰς ἀνακαλέσασθαι δύναται. |
| 21.717 | VfTBcFj οὐδ’ ὕβριζε τῇ διανοίᾳ] τῇ μὲν γὰρ χειρὶ τὸν Δημοσθένην, τῇ δὲ διανοίᾳ τοὺς πάντας. |
| 21.718 | ὅπου γὰρ ῥήτωρ ὢν ἐγὼ ἐπλήγην, τί ποιήσετε ὑμεῖς οἱ ἧττον ἢ ἐγὼ δίκην λαμβάνειν δυνάμενοι; VfTBcFj τὸν πρῶτον μετὰ ταῦτα] πρῶτον τῶν ἄλλων μετ’ ἐμέ. |
| 21.719 | VfTBcFj ἀλλ’ ὡς ἐκ πλείστου] ἕως ἐστὶ πόρρω τῶν δεινῶν, ἕκαστος φυλαττέσθω. |
| 21.720 | VfTBcFj ἐπειδὰν ἀναστῇ τὸ δικαστήριον] τὸν τόπον ἀντὶ τῶν ἐν τῷ τόπῳ, ἔθος ἀρχαῖον. |
| 21.721 | VfTBcFj οὐδὲ μεταστρεφόμενος] τοιοῦτοι γὰρ οἱ φοβούμενοι. |
| 21.722 | VfTBcFj συντεύξεται] συνακολουθήσει ἢ μᾶλλον ὑπαντήσει. |
| 21.723 | F 2 YL ἐάν τε διακοσίους ἐάν τε χιλίους] οὐ γὰρ διὰ τὸ πλῆθος, ἀλλὰ διὰ τοὺς νόμους ἰσχύουσιν. |
| 21.724 | VfTBcFj 〈ἆρ’ ἐάν τις ὑμῶν ἀδικούμενοσ〉] σημείωσαι, ὡραῖον περὶ κριτοῦ καὶ νόμων. |
| 21.725 | F 2 L ἀνακράγῃ] λέγων, ὦ νόμοι. |
| 21.726 | TBcFj καὶ μήτε λειτουργίας] διὰ τὴν τριηραρχίαν· ‘μήτε‘ δὲ ‘ἄνδρα‘ διὰ τὸν Εὔβουλον λέγει, τὸ δὲ ‘μήτε τέχνην‘ διὰ τοὺς συνηγόρους καὶ τὴν ἀπάτην. |
| 21.727 | VfTBcFj καὶ μάλιστα τοῦ θεοῦ χάριν] ἀναγκαίως πρὸς τῷ τέλει τοῦ λόγου τοῦ θεοῦ μέμνηται, ἐπειδήπερ τῶν ἀνθρωπίνων τὰ τῶν κρειττόνων ἐστὶ προτιμότερα. |
| 21.728 | VfTBcFj ΚΑΤΑ ΑΝΔΡΟΤΙΩΝΟΣ Ὅπερ Εὐκτήμων] ὁ λόγος μικτός ἐστιν, ἔκ τε τοῦ πραγματικοῦ καὶ τοῦ καταφορικοῦ συνειργασμένος· καὶ τὸ μὲν πραγματικὸν ἐν ταῖς μάχαις ταῖς περὶ τὸν νόμον ἔχει, τὸ δὲ καταφορικὸν ἐκ τῆς κατὰ τοῦ προσώπου κατηγορίας. |
| 22 1a | ἵνα δὲ μὴ δόξῃ μόνος ὡς φιλοπράγμων κατηγορεῖν Διόδωρος, δείκνυσιν ὡς καὶ ἄλλον ἠδίκηκεν· προείρηκεν γὰρ Εὐκτήμων, καὶ ἔστι δευτερολογία τοῦ Διοδώρου ὁ λόγος, τῇ ἐξαγγελίᾳ καὶ τῇ τῶν ὀνομάτων συνθέσει σφόδρα εὔρυθμος ὢν ἅτε πρὸς Ἰσοκρατικὸν ἄνδρα συγκείμενος· πολλὰς γοῦν παρισώσεις καὶ ὁμοιοκαταλήξεις καὶ ὁμοιοτέλευτα παρέσπαρται· ἔχει δὲ προοίμιον ἐκ κατασκευῆς εἰλημμένον· μέλλων γὰρ καταφορᾷ χρῆσθαι καὶ ἐν τοῖς πραγματικοῖς καὶ ἐν τοῖς ἐξαγωνίοις προκατασκευάζει συγγνώμην αὐτῷ διὰ τοῦ προοιμίου ὥσπερ παραιτούμενος τὸν ἀκροατήν, εἰ μηδενὸς τῶν ἀπορρήτων φείσαιτο κατ’ ἀνδρὸς δεινὰ καὶ χαλεπὰ σκευωρησαμένου, ἵν’ ὁ ἀκούων συγγνώμης ἄξια καὶ τὰ τῆς καταφορᾶς ὑπολάβοι, μειζόνων ὄντων ἐφ’ οἷς ἀλγεῖν ὁ λέγων δοκεῖ. διαιρεῖται τοίνυν κατὰ τὴν πρώτην τομὴν ἡ ἐργασία πᾶσα τοῦ λόγου εἴς τε τὸ πραγματικὸν καὶ τὸ ἐξαγώνιον, καὶ τὸ μὲν πραγματικὸν ἔχει τὸ νόμιμον διχῇ διῃρημένον, εἴς τε τὸ πρᾶγμα καὶ εἰς τὸ πρόσωπον· τὸ δὲ ἐξαγώνιον διμερές ἐστι· διῄρηται γὰρ εἴς τε τὸν περὶ τῆς εἰσπράξεως λόγον καὶ εἰς τὸν περὶ τῆς ἀναιρέσεως τῶν στεφάνων καὶ κατασκευῆς τῶν πομπείων. ὁ τοίνυν Δημοσθένης ἤτοι Διόδωρος ὁ τὸν λόγον ἐξειληφὼς ἰσχυρίζεται μὲν νόμοις τοῖς περὶ τὸ πρᾶγμα δύο, ἑνὶ μὲν τῷ προστάττοντι μηδαμῶς ἐξεῖναι στεφανοῦσθαι τὴν βουλήν, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, ἑτέρῳ δὲ τῷ κελεύοντι μηδὲν ἀπροβούλευτον ἐξεῖναι ἀναγνωσθῆναι τῷ δήμῳ ψήφισμα. ὁ δὲ Ἀνδροτίων ἰσχυρίζεται πρὸς ἀμφοτέρους τούτους ἔθει καὶ νόμῳ· νόμῳ μὲν πρὸς τὸν περὶ τῶν τριήρων νόμον, ἔθει δὲ πρὸς τὸ ἀπροβούλευτον· Δημοσθένους γὰρ φάσκοντος μηδαμῶς ἐξεῖναι εἰσφέρειν εἰς τὸν δῆμον ψήφισμα εἰ μὴ τῆς αὐτὸ προαναγνούσης βουλῆς καὶ τοῦτο καθόλου προτείναντος, Ἀνδροτίων λύει παρεχόμενος ἔθος ἴδιον περὶ τῶν στεφάνων τῶν διδομένων ταῖς βουλαῖς κεκρατηκός, καθ’ ὅ φησι κρατεῖσθαι τὸν δῆμον περὶ τοῦ στεφάνου τῆς βουλῆς καὶ γραφῆναι παραχρῆμα ἐν τῷ δήμῳ τὸ ψήφισμα. καὶ τοῦτο μὲν ἕν τι τῶν ζητημάτων ἐστίν, τὸ δὲ δεύτερον τοιοῦτον· Δημοσθένους παρεχομένου νόμον τὸν κελεύοντα μὴ ἐξεῖναι τῇ βουλῇ τὴν δωρεὰν αἰτεῖν, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, Ἀνδροτίων πειρᾶται λύειν τὸν νόμον τοῦτον κατὰ ἀντινομίαν, παρεχόμενος ἕτερον νόμον τὸν κελεύοντα (5) ‘ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρεᾶς, διδόναι τὸν δῆμον τὴν δωρεὰν αὐτῇ‘. τοῦτον δὲ τὸν τρόπον ἀντικεῖσθαι δυναμένου τοῦ παρ’ Ἀνδροτίωνος, ταράττων ὁ Δημοσθένης καὶ συγχέων ἐξεπίτηδες τὴν τάξιν, ἵνα τῷ τῆς ταραχῆς ἀσαφεῖ τὸν δικαστὴν παρακρούσηται, οὐκ ἄντικρυς εἰσάγει τὴν ἀκόλουθον τῶν νόμων μάχην, ἀλλ’ ἐναλλάττει τοὺς καιροὺς καὶ τὰς χρήσεις. Ἔτι τοίνυν εἰσὶν ἕτεροι δύο νόμοι, οἳ περὶ τὸ πρόσωπον μέν εἰσι, τὴν δὲ ἐξέτασιν δευτέραν ἔχουσιν. τούτων δὲ εἷς μὲν ὁ περὶ τῆς ἑταιρήσεως, ἕτερος δὲ ὁ περὶ τῶν ὀφλημάτων, παραγραφικὴν ἔχοντες δύναμιν· καθ’ ἑκάτερον γὰρ αὐτῶν ἀξιοῖ παραγράφεσθαι Διόδωρος Ἀνδροτίωνα ὡς μὴ ἐξὸν λέγειν αὐτῷ· τούτοις ἀντιτίθησι μεταληπτικῶς ἑτέρους ὁμοίως Ἀνδροτίων νόμους δύο, τῷ μὲν 〈περὶ〉 τῆς ἑταιρήσεως τὸν κελεύοντα ἐπὶ τῶν θεσμοθετῶν περὶ τῶν τοιούτων κατηγορεῖν, τῷ δὲ περὶ τῶν ὀφλημάτων τὸν προστάττοντα δεῖν ἐνδεικνύναι τοὺς βουλομένους κατηγορεῖν τινος ὡς ὀφείλοντος τῷ δημοσίῳ· ἔνδειξις γὰρ κατηγορίας ἐστὶν ὄνομα κατὰ πλειόνων μέν, μάλιστα δὲ κατὰ τῶν ὀφειλόντων τῷ δημοσίῳ καὶ πολιτεύεσθαι τολμώντων· ὡς τὰς μὲν προτάσεις τὰς παρὰ Δημοσθένους εἶναι παραγραφικάς, τὰς δὲ παρ’ Ἀνδροτίωνος ἀντιπροτάσεις μεταληπτικάς. |
| 22 1a (50) | L ἡ στάσις τοῦ λόγου πραγματική· πᾶσα γὰρ κατηγορία νόμου ἢ ψηφίσματος ἤ τινος ἐγγράφου περὶ μέλλοντος ἔχουσα τὴν σκέψιν πραγματικὴν ποιεῖται τὴν στάσιν. |
| 22 1b | βουλὴ οὖν ἐστιν ἐνταῦθα περὶ ἐκείνου τοῦ ψηφίσματος ‘τί ἄρα ἐκβήσεται ἐξ αὐτοῦ ὕστερον εἴτε ἀγαθὸν εἴτε καὶ ἄλλως;‘ ἔστι δὲ ὁ λόγος δευτερολογία· ὁ γὰρ Εὐκτήμων εἶπε πρῶτος, ἐν δευτέρῳ ὁ Διόδωρος λέγει. ὅθεν οὔτε προοίμιον ἔχει ὁ λόγος οὔτε διήγησιν διὰ τοιαύτην αἰτίαν, ἐπειδήπερ ἀεὶ τὸ προοίμιον ἕνεκα θεραπείας τῶν ἀκροατῶν λέγεται, ἡ δὲ διήγησις ἕνεκα τοῦ διδάξαι τοὺς ἀκούοντας, πῶς ἔχει τὸ τῆς ὑποθέσεως. τοῦ οὖν πρώτου λέγοντος ἤδη καὶ θεραπεύσαντος τοὺς ἀκροατὰς διὰ τῶν προοιμίων καὶ διδάξαντος τὸ πρᾶγμα διὰ τῆς καταστάσεως, περιττόν ἐστιν ἔτι τὸν δεύτερον λέγοντα αὐτὰ πάλιν εἰπεῖν. ἰστέον δὲ ὅτι δύο τρόποι εἰσὶ δευτερολογίας, ὅ τε ἐπὶ τῶν ἰδιωτικῶν ἀγώνων καὶ ὁ ἐπὶ τῶν δημοσίων. γίνεται δὲ ἑκάτερος οὕτως· ἐπὶ μὲν τῶν ἰδιωτικῶν ὁ εἷς κατηγορεῖ τῶν διωκόντων, εἶτα ὁ φεύγων ἀπολογεῖται, εἶτα πάλιν ὁ ἕτερος κατήγορος κατηγορεῖ, εἶτα ὁ φεύγων πάλιν ἀπολογεῖται καὶ πρὸς τοῦτον· ἐπὶ δὲ τῶν δημοσίων οἱ δύο ἐφεξῆς κατηγόρουν, εἶτα ὁ φεύγων πρὸς τὴν τῶν δύο κατηγορίαν ἀπελογεῖτο. A → 1h ἡ στάσις πραγματική. |
| 22 1c | F 2 YL ὅτι οὗτος ὁ λόγος μετὰ τοὺς Φιλιππικοὺς δεύτερός ἐστι τῶν δημοσίων. |
| 22 1d | F 2 YL ὁμολογεῖ δὲ τὴν ἔχθραν ὁ κατηγορῶν ὡς προαδικηθεὶς τῇ κατηγορίᾳ ἀμυνόμενος. |
| 22 1e | F 2 YL ὅπερ Εὐκτήμων] ἵνα δὲ μὴ δόξῃ μόνος ὡς φιλοπράγμων κατηγορεῖν, δείκνυσιν ὡς καὶ ἄλλον ἠδίκηκε· προείρηκε γὰρ Εὐκτήμων, καὶ ἔστι δευτερολογία τοῦ Διοδώρου ὁ λόγος· ὅθεν καὶ ἡ κατάστασις ἐπιλέλοιπεν. |
| 22 1f | gTBc κατὰ παράθεσιν δὲ προῆκται τὸ προοίμιον, ὅθεν ἐγένετο καὶ μακρότερον. |
| 22 1g | συγκρίνει γὰρ τοῖς γενομένοις κατ’ Εὐκτήμονος, ἅπερ αὐτὸς ἠδίκηται. YL ἐνόμισάν τινες τοῦτο εἶναι προοίμιον· οὐκ ἔστι δὲ δι’ ἣν προείπαμεν αἰτίαν, ἀλλὰ προοιμιαστικῆς ἐννοίας, ἵνα μὴ ὥσπερ ἀποτόμως καὶ κατ’ ἄκρας εὐθὺς εἰσβάλῃ εἰς τὰ κεφάλαια καὶ τοὺς ἀγῶνας. |
| 22 1h | A ἐὰν ἆρα οἷός τε ὦ] μεστὴ ἤθους ἡ πρότασις· οὐ γὰρ εἶπε ‘θαρρῶ πάντως δίκην αὐτὸν εἰσπράξασθαι‘, ἀλλὰ ‘πειράσομαι, ἐὰν ἄρα οἷός τε ὦ‘. |
| 22.2 | YL συμβέβηκε δέ, πολλὰ] τοῦτο ἐνόμισάν τινες εἶναι διήγησιν· οὐκ ἔστι δέ, ἀλλ’ ὥσπερ παραδιηγηματικόν. |
| 22 3a | A συμβέβηκε . |
| 22 3b | .. πολλὰ] εἰδέναι δὲ χρὴ ὅτι ἐν οἷς μὲν ἂν ἐγχωρῇ λανθάνειν, ἀρνησόμεθα τὸ δι’ ἔχθραν κατηγορεῖν· ἐν οἷς δὲ ἐπίδηλος ἡ δυσμένεια, τὸ ὁμολογεῖν πιθανώτερον, ἵνα μὴ ἁλῶμεν ἐν τοῖς φανεροῖς οὕτω ψευδόμενοι. YL λέγει οὖν ‘νομοθέτης μοι γέγονεν Εὐκτήμων· πείθομαι τῇ γνώμῃ· ζηλῶ τὸν διδάσκαλον‘. |
| 22 3c | gTBc οὗτος μέν γε εἰς χρήματα] ἐπειδὴ ὁ κλέπτων τὰ κοινὰ εἰς χρημάτων ζημίαν βλάπτεται καὶ τῆς οὐσίας ἐκπίπτει, διὰ τοῦτο οὕτως εἴρηκε ‘καὶ τὸ παρ’ ὑμῖν ἀδίκως ἐκπεσεῖν‘, ὅτι ἐκβέβληται τῆς ἀρχῆς καὶ τῆς ἀπαιτήσεως τῶν εἰσφορῶν· διὸ καὶ εἶπεν ‘ἀδίκωσ‘. |
| 22 4a | YL καὶ φησὶν ‘οὗτος μὲν γὰρ εἰς χρήματα ἐπεβουλεύθη‘. |
| 22 4b | TBc 〈οὐδὲ εἷσ〉] οὐδὲ τῶν φίλων δηλονότι. |
| 22.5 | YL εἰ τὰ κατασκευασθέντα] δείκνυσι τὴν συκοφαντίαν ἡ λέξις· κατασκευάζει γάρ τις τὰ μὴ ὄντα. |
| 22.6 | YL ἃ καὶ λέγειν ἂν] ὅρα τὴν μέθοδον τοῦ ‘ἃ καὶ λέγειν ἄν‘. |
| 22.7 | δι’ ὧν γὰρ ὀκνεῖ καὶ παραιτεῖται λέγειν, διὰ τούτων ὡς καθαρὸς ὑπάρχει βοᾷ. τὸ δὲ ‘πατέρα‘ καὶ τὰ ἑξῆς κατὰ μέρος δεῖ προφέρειν, ἵνα ἐμφαίνῃ τὴν ἀτοπίαν. τό τε γὰρ ‘ἐγὼ‘ καὶ τὸ ‘ἐμαυτοῦ‘ μάλιστα πολὺ σημαίνει τὸ σέβας· ‘οὐδὲ ἄλλου μὲν πατέρα τολμῶντος ἀποκτεῖναι τὸν [δὲ] ἐμαυτοῦ, πῶς ἂν ἄρα ἐμίσουν;‘ ἔχει γὰρ πολλὴν ἐπίτασιν τῆς αἰδοῦς. gTBcFj καὶ κατασκευάσας ἀσεβείας] τὸ μὲν ‘κατασκευάσασ‘ ὕποπτον καὶ ὅμοιον τῷ προτέρῳ· τὸ δὲ περὶ τῆς ἀσεβείας τῆς εἰς τοὺς κατοιχομένους τοιοῦτον ἦν· οὐκ ἐδύνατο Ἀνδροτίων φόνου κατηγορίαν κατὰ τοῦ Διοδώρου ποιήσασθαι μὴ ὢν τοῦ πεφονευμένου συγγενής. |
| 22.8 | αὐτοῖς γὰρ μόνοις ἐπιτρέπουσιν οἱ νόμοι. γράφεται οὖν τὸν ἀδελφὸν τοῦ ἀνῃρημένου θεῖον ὄντα τοῦ Διοδώρου ἀσεβείας, ὅτι συνδιατρίβει αὐτῷ διεφθαρκότι τὸν πατέρα, δέον ἐπεξελθεῖν ὑπὲρ ἀδελφοῦ τεθνηκότος. YL ὃν εἰ συνέβη] ὡς πολλῶν καὶ τοιούτων ἐν τοῖς δικαστηρίοις πιστευομένων, κἂν μὴ ᾖ ἀληθῆ. |
| 22.9 | YL οὐκ ἔστιν] αὐτὸς δὲ ἐπικρίνει διὰ τοῦ ‘οὐκ ἔστιν‘ ὡς ἀποδεχόμενος τὰς πόλεις, εἰ μὴ δέξαιντο. |
| 22.10 | gTBcFj ἐγὼ τοίνυν] ἐπειδὴ ἁλόντος τοῦ θείου καὶ αὐτὸς ἔμελλεν ἔνοχος ἔσεσθαι, οὕτως εἴρηκε τὸ ‘ἐγὼ ἐκινδύνευον‘ ἢ ὅτι συνεπόνει τῷ θείῳ γέροντί τε ὄντι καὶ δεομένῳ συνηγόρου. |
| 22 11a | YL ἐγὼ τοίνυν] ἔμφασιν ἔχει τοῦτο, οἷον ‘ὁ ἰδιώτης καὶ ἄπειρος περιγέγονα τῷ δικαίῳ τοῦ τεχνίτου τούτου‘. |
| 22 11b | gTBcFj παρὰ μικρὸν] σημειωτέον τὴν λέξιν, ὅτι ζήλῳ Θουκυδίδου μετερρυθμίσθη. |
| 22.12 | κἀκεῖνος γὰρ εἶπεν (1, 29; 2, 89) ‘ἐνίκησεν παρὰ πολὺ‘ ἀντὶ τοῦ ‘κατὰ πολύ‘. οὕτω καὶ ἐνταῦθα ἡ ‘παρὰ‘ πρόθεσις ἀντὶ τοῦ ‘κατὰ‘ ἐστίν. A τὸ πέμπτον μέρος] Θεόφραστος ἐν τῷ περὶ νόμων φησὶν ὅτι [εἰ] ‘πεντακοσίων ὄντων τῶν δικαστῶν εἰ ἔλαβε τὸ πλέον μέρος τῶν ψήφων ὁ κατηγορούμενος, οὐδὲν ἔπασχε δεινόν, ἀλλ’ ἀπελύετο· εἰ δὲ ὁ κατήγορος μὴ μετέλαβε τὸ πέμπτον μέρος, ἀλλ’ οἱ πλεῖστοι τῷ φεύγοντι ἐψηφίσαντο, πρὸς τῷ ἡττηθῆναι τὴν δίκην τὸν κατήγορον καὶ ἐζημιοῦτο χιλίαις δραχμαῖς· εἰ δὲ μετέλαβε τὸ πέμπτον, ἡττᾶτο μέν, οὐ μὲν ἐζημιοῦτο. |
| 22 13a | ‘ ἐζητήθη δὲ ‘διὰ τί ὁ Ἀνδροτίων μὴ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων οὐκ ἠτιμώθη, ἀλλὰ χρήματα ἔδωκε καὶ ταῦτα Λυσίου λέγοντος;‘ λέγομεν ὅτι ὁ ἐν τρισὶ δικαστηρίοις ἡττώμενος ἐν διαφόροις πράγμασιν οὕτως ὡς συκοφάντης ἠτιμοῦτο· ὁ δὲ ἐν ἑνί, ὥσπερ Ἀνδροτίων, ἐδίδου χιλίας, ὥς φησιν ὁ Γενέθλιος. A τὸ . |
| 22 13b | .. μέρος] οἱ μὴ μεταλαβόντες τὸ πέμπτον μέρος τῶν ψήφων κατετίθεσαν ἐπιτίμιον. Θεόφραστος ἱστορεῖ λέγων οὕτως· ‘Ἀθήνησιν οὖν ἐν τοῖς δημοσίοις ἀγῶσιν, ἐὰν μὴ μεταλάβῃ τις τὸ πέμπτον μέρος, χιλίας ἀποτίνει καὶ ἔτι πρόσεστί τις ἀτιμία οἷον τὸ ἐξεῖναι μήτε γράψασθαι παρανόμων μήτε φαίνειν μήτε ἐφηγεῖσθαι.‘ A ἔθος ἦν παρὰ τοῖς Ἀθηναίοις τὰς δίκας γυμνάζεσθαι πρῶτον παρὰ διαιτηταῖς τισι πρὸ τοῦ εἰσελθεῖν εἰς τὸ δικαστήριον. |
| 22 13c | τοῦτο δὲ ἐγίνετο, ἵνα μὴ συνεχῶς καθίζωσι δικαστήρια καὶ ἁπλῶς ἐνοχλῶσι τοῖς δικασταῖς. εἰ δὲ μὴ πέρας ἔσχε παρ’ ἐκείνοις, τότε εἰσῄει ἡ δίκη παρὰ τοῖς δικασταῖς. πάλιν δὲ καὶ διὰ ταύτην τὴν αἰτίαν πάντα ἐποίουν πρὸς τὸ μὴ καθίζειν δικαστήρια, ἵνα μὴ πολλὰ χρήματα ἀναλίσκειν ἡ πόλις ἀναγκάζηται. ἐλάμβανε γὰρ εἰς ἑκάστην τὴν δίκην ἀπὸ τῶν τῆς πόλεως μισθὸν ὑπὲρ τοῦ δικάσαι τριώβολον, ὡς ἔχομεν καὶ παρ’ Ἀριστοφάνει (Eq. 255) ‘φράτορας τριωβόλου‘. AR καὶ τὸν ἄλλον χρόνον] οἱονεὶ ‘ἀθάνατος ἔσομαι τῷ προηδικηκότι κατήγοροσ‘. |
| 22.14 | δι’ ὧν δὲ σφοδρῶς ἀγανακτεῖ, διὰ τούτων τὸ μέγεθος ὧν ὑπέστη δηλοῖ. τὸ δὲ ‘μεθ’ ὑμῶν‘ οἷον ‘μετὰ τῶν ἠδικημένων‘. gTBcFj καὶ περὶ μὲν τῶν ἰδίων] ἐπειδὴ εἶπεν ‘ἃ παρέλιπεν Εὐκτήμων ἐρῶ‘, ἵνα μὴ ἀντιπέσῃ ὅτι ‘συνειδὼς ἄχρηστα παρέλιπεν‘, ἐπάγει ὅτι ‘ὠφέλιμά ἐστιν ὑμῖν ἀκοῦσαι‘. |
| 22.15 | gTBcFj ἐγὼ γὰρ εἰ μὲν ἑώρων] προοίμια καί τινες ἔννοιαι πρὸ τῶν ἀγώνων διαβάλλουσαι τὸν Ἀνδροτίωνα ὡς ἀπατᾶν θέλοντα, ἵνα μὴ δοκῇ αὐτὸς τοῦτο ποιεῖν ὃ μέμφεται, ‘οἶδα τὴν τέχνην, οὐκ ἀγνοῶ τὴν ἀπάτην ᾗ μέλλει χρῆσθαι· διὸ προδιδάσκω ἵνα φυλάξησθε. |
| 22 16a | ‘ YL ἐγὼ . |
| 22 16b | .. ἑώρων] μετὰ τὸ προοίμιον ἄρχεται τῆς διαβολῆς τῶν Ἀνδροτίωνος λόγων. κατάστασιν γὰρ ὁ λόγος οὐκ ἔχει διὰ τὸ γνωρίζεσθαι τὴν ὑπόθεσιν τοῖς ἀκούουσιν. YLS ἐγὼ . |
| 22 16c | .. ἑώρων] ἄξιον δὲ ἐπισημήνασθαι περὶ τῆς διαβολῆς ταύτης, ὅτι μέλλων αὐτὸς σοφίζεσθαι τὸν ἀκροώμενον ἐκ τῆς τοῦ προσώπου ποιότητος τὴν ἐναντίαν ὑπόληψιν ἐργάζεται. ἔχων γὰρ ἔνδοξον πρόσωπον καὶ γνώριμον ἐκ παιδείας τὸ ἀνταγωνιζόμενον, ἐξ αὐτοῦ λαβεῖν τὴν διαβολὴν ἐπεχείρησεν. ἀπάγων γὰρ τὸν ἀκροατὴν τῆς καθ’ ἑαυτοῦ ὑπονοίας τοῦτο ποιεῖ. τίς γὰρ οὐκ ἂν ὑπολάβοι τῶν ἀκροατῶν τὸν ἱκανώτερον εἰπεῖν μᾶλλον ἂν ἐξαπατῆσαι προελέσθαι ἢ τὸν ἄπειρον ἀγώνων καὶ λόγων; gTBcFj 〈ἁπλοῦν〉] τὸ ‘ἁπλοῦν‘ τρία σημαίνει· ὡς ἐπὶ ἀριθμοῦ πρὸς ἀντιδιαστολὴν τοῦ διπλοῦ· καὶ ἁπλοῦν τὸ ἐκτὸς κακουργίας· πρὸς τούτοις σημαίνει καὶ τὸ σύντομον. |
| 22.17 | A καὶ πάντα τὸν βίον] ἐπὶ τὴν προαίρεσιν μετάγει τὴν διαβολὴν ἀποστήσας τῆς τέχνης. |
| 22.18 | ὅλον γὰρ ἤλασε τὸν βίον εἰς τὸ κατορθῶσαι τῆς ἀπάτης τὴν τέχνην. ἔστι γὰρ καὶ οὗτος τῶν Ἰσοκράτους ἑταίρων ἐπίσημος. gTBcFj 〈ἔστι γὰρ εἷς μὲν〉] εἰσβάλλει λοιπὸν ἐντεῦθεν εἰς τοὺς ἀγῶνας καὶ τὸ νόμιμον κεφάλαιον. |
| 22 19a | YL ἐντεῦθεν ἄρχεται τοῦ νομίμου κεφαλαίου. |
| 22 19b | A νόμος ἐστί, φησίν] οὐχ ἡ φύσις τῶν πραγμάτων ταύτης προσδεῖται τῆς τάξεως, ἀλλ’ ἡ δεινότης τοῦ ῥήτορος τὴν οὖσαν ἰσχὺν παρεκίνησεν, ἄχρηστον ἐκ τῆς θέσεως ἀποδείξασα. |
| 22 20a | οἷον ‘τί λέγω πρὸς τὸν ὑπὸ τοῦ Διοδώρου προτεινόμενον περὶ τῶν νεῶν νόμον; οὐκ ἐποιήσατο τὰς τριήρεις ἡ βουλή, τὴν δωρεὰν οὐ δύναται λαβεῖν.‘ ἀπαντᾷ ὁ Ἀνδροτίων εὐθὺς πρὸς τοῦτο, ὅτι νόμος ἐστὶν ἕτερος κελεύων ‘ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρεᾶς, διδόναι τὸν δῆμον τὴν χάριν‘, καὶ οὕτως ἔμελλεν ἰσόρροπος τῶν δύο νόμων ἡ μάχη γίγνεσθαι. διὰ τοῦτο προϋφαρπάσας ὁ ῥήτωρ ἄχρηστον τὴν μνήμην ἀπέφηνεν. ὅτι γὰρ μάτην ἐνταῦθα τέθειται καὶ διὰ τὴν εἰρημένην χρείαν, ἵνα μὴ ἀπαιτήσῃ δευτέραν ὁ ἀκροατὴς τοῦ νόμου διήγησιν, δῆλον ὅτι οὐδεμίαν ἀπάντησιν ἢ μάχην ἢ ἀντιλογίαν πεποίηται. YL νόμος . |
| 22 20b | .. φησὶν] τοῦτό ἐστιν ὑφαρπάσαι τῶν ἀκροατῶν τὴν ὑπόθεσιν. τὸν γὰρ νόμον, ὃν ἂν εἰκότως ἀντέθηκεν Ἀνδροτίων τῷ παρὰ Δημοσθένους, μεταθεὶς ἀντεξετάζει πρὸς τὸ ἔθος, οὐ τῆς φύσεως τῶν πραγμάτων τοῦτο δεχομένης, ἀλλὰ τῆς τοῦ ῥήτορος βίας μετακινούσης τὴν τέχνην. ὅρα γὰρ ἐκ παραθέσεως καὶ τὸ σόφισμα. λεγέσθω δὲ ὁ παρὰ Δημοσθένους λόγος. νόμος ἐστὶν ‘ἐὰν μὴ ποιήσηται τὰς τριήρεις ἡ βουλή, μὴ λαμβάνειν τὸν στέφανον‘. οὐκοῦν τοῦτον Ἀνδροτίων λύει, ἀντιθεὶς καὶ αὐτὸς ἕτερον κελεύοντα ‘ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρεᾶς, διδόναι τὸν δῆμον τὴν δωρεὰν αὐτῇ‘. ἀλλ’ ἵνα μὴ ἰσόρροπος γένηται τῶν δύο νόμων ἡ μάχη, διὰ τοῦτο ἀναγκαίως τὴν τάξιν αὐτῶν παρεκίνησε, τὴν δεινότητα καὶ τὴν τέχνην ἀντιθεὶς τῇ τοῦ γράμματος ἰσχύι· διὰ τοῦτο αἱ προδιαβολαὶ κατὰ Ἀνδροτίωνος, ἵνα Ἀνδροτίων ὁ σοφιζόμενος, ἀλλὰ μὴ ὁ Δημοσθένης φαίνηται. ὅτι δὲ σοφίσματος ἕνεκεν τέθειται καὶ ἄχρι τῆς μνήμης μόνον ὁ νόμος, ἵνα μηδὲ δευτέραν ἐξέτασιν ὁ ἀκροατὴς ἐπιζητῇ τοῦ αὐτοῦ νόμου, δῆλον ἐκ τοῦ μηδεμίαν ἀπάντησιν μηδὲ ἀντιλογίαν μήτε μάχην ἰσχυρὰν αὐτῷ γεγενῆσθαι πρὸς αὐτὸν τὸν νόμον. gTBcFj ταῦτ’ ἐπήρετο] σεσόφισται καὶ τοῦτο τὸ μέρος. |
| 22 21a | αὐτὸν γὰρ τὸν Ἀνδροτίωνα ποιεῖ ὁμολογοῦντα ἐπερωτᾶσθαι τὸν δῆμον, ἵνα πρὸς τὴν ἑξῆς λύσιν τῆς ἀντιθέσεως αὐτῷ λυσιτελήσῃ, ὅπου λέγει (8) ‘εἰ μὲν ἔδωκα αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα‘, καὶ αὐτὸς ἑαυτῷ φαίνεται ὁ Ἀνδροτίων ἐναντιούμενος. YL ( → 22b) ταῦτ’ ἐπήρετο] δεύτερον μέρος τοῦτο τῆς ἀντιθέσεως. |
| 22 21b | σεσόφισται δὲ οὐδὲν ἧττον ἢ τὸ πρότερον. αὐτὸν γὰρ τὸν Ἀνδροτίωνα ὁμολογοῦντα παρέχει ἐπηρωτῆσθαι τὸν δῆμον διαχειροτονίαν γεγενῆσθαι, ἵνα πάλιν τοῦτο τὸ μέρος τῆς ἀντιθέσεως πρὸς λύσιν ἑτέρας ἀντιθέσεως λάβῃ. μέλλει γὰρ ὕστερον τιθέναι (8) ‘ἐγὼ δέ, εἰ μὲν ἔδωκα αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα‘, ἵνα φαίνηται Ἀνδροτίων ἐναντία λέγων αὐτὸς ἑαυτῷ, ἐνταῦθα μὲν ὅτι ‘ἐπηρώτησεν ὁ ἐπιστάτησ‘, ἑτέρωθι δὲ πάλιν ὅτι ‘οὐκ ᾔτησεν‘. αὐτὸς γὰρ ἐξελεγχθήσεται ὑπὸ τῶν οἰκείων ῥημάτων ᾐτηκώς, εἴπερ ἡ ἐρώτησις τρόπον τινὰ καὶ αἴτησις. εἶτα ἡ λύσις ἐπῆκται οὐ πρός τι μέρος, ἀλλὰ πρὸς τὴν διάνοιαν ἅπασαν τῆς ἀντιθέσεως· ‘εἰ κατὰ τὸν νόμον ἔγραφες, ταύτῃ μᾶλλον ἐχρῆν αὐτὸ γενέσθαι τὸ προβούλευμα‘, ἵνα δοκῇ πρὸς τὸν νόμον ἀπαντῶν ἀποκλείειν Ἀνδροτίωνα μνήμης τοῦ νόμου δευτέρας. περιττὸς γὰρ δόξει τοῖς ἀκούουσιν, εἴπερ εἰς ἑτέραν χρείαν παραλαβὼν τὸν νόμον ἔτι μνησθείη τοῦ αὐτοῦ νόμου. gTBcFj 〈ὁ ἐπιστάτησ〉] ταῦτα ἠρώτησε, φησίν, ὁ ἐπιστάτης. |
| 22 22a | ἐπιστάτης δὲ λέγεται εἷς τῶν δέκα προέδρων. ἀφ’ ἑκάστης δὲ φυλῆς τῶν δέκα προεβάλλοντο πεντήκοντα ἄνδρες, καὶ ἐγίνοντο ὁμοῦ οἱ πάντες ἐνενήκοντα. εἶτα ἐκ τούτων τῶν ἐνενήκοντα ἐπληροῦτο ἡ βουλὴ τῶν ἐνενήκοντα. οἱ αὐτοὶ δὲ καὶ πρυτάνεις ἐγίνοντο, ἀεὶ τῶν πεντήκοντα ἀνδρῶν τῶν ἀφ’ ἑκάστης φυλῆς κλήρῳ κατὰ διαδοχὴν διοικούντων καθ’ ἕκαστον μῆνα, καὶ ἐλέγοντο οἱ πρυτάνεις κυρίως αὐτοὶ οἱ πεντήκοντα ἐν ἐκείνῳ τῷ μηνί, ἐν ᾧ ἐπρυτάνευον καὶ διῴκουν τὰ τῆς πόλεως. ἀπὸ δὲ τῶν πεντήκοντα πάλιν ὁ μείζων προεβάλλετο καὶ ἐκαλεῖτο πρόεδρος, ὡς εἶναι ἐκ τῶν δέκα φυλῶν δέκα προέδρους. τούτων δὲ τῶν προέδρων εἷς ἕκαστος αὐτῶν κατὰ διαδοχὴν καθ’ ἑκάστην ἡμέραν ἐγίνετο ἐπιστάτης. A ἐπιστάτης ἄρχων τῶν πρυτάνεων, ὃς προσάγει τῷ δήμῳ τὰς κρίσεις καὶ δοκιμασίας τῶν κοινῶν. |
| 22 22b | F 2 YL διεχειροτόνησεν] ἀντὶ τοῦ ‘ἐσκέψατο‘. |
| 22.23 | A κατὰ γὰρ νόμον ἦν] τοῦτο, ὡς οἶμαι, προστέθεικεν ὁ ῥήτωρ ὡς ὑπὸ τοῦ Ἀνδροτίωνος λεγόμενον, ἵνα εὐπορήσῃ τῆς λύσεως. |
| 22.24 | φιλεῖ γὰρ τοῦτο ποιεῖν. ἡ μέντοι λέξις πρὸς ὅλην τείνει τὴν διάνοιαν οὕτως· ‘εἰ κατὰ νόμον ἔγραφες, ταύτῃ μᾶλλον ἐχρῆν γίνεσθαι προβούλευμα‘. YL αὐτὸ τοὐναντίον] τὸ σχῆμα περιτροπή. |
| 22.25 | A φήσει τοίνυν τοῦτον τὸν τρόπον] ἔστι μὲν ὡς ἀπὸ ἔθους ἡ ἀντίθεσις. |
| 22 26a | ἱκανῶς δὲ καὶ αὕτη διαβέβληται· τὸ γὰρ λέγειν ‘ἁπάσασ‘ ἁπαξαπλῶς οὕτως ‘εἰληφέναι τὰς βουλὰσ‘ ἀπίθανον τὸν λόγον ἐργάζεται, καὶ τὸ ‘οὐδεμιᾶς γεγενῆσθαι 〈προβούλευμα〉 πώποτε‘· ἡ γὰρ ὑπερβολὴ τὴν ἀπιστίαν ἐργάζεται τοῖς ἀκούουσιν· ἡ δὲ λύσις συγκρίνει τὸ ἔθος τῷ νόμῳ καὶ δείκνυσι τὸ γραφὲν τῶν ἐθῶν ἰσχυρότερον. YL φήσει . |
| 22 26b | .. τρόπον] σεσόφισται ἡ παροῦσα ἀντίθεσις· ἔχειν μέντοι ἀκολουθίαν δοκεῖ πρὸς τὴν ἑτέραν. ἐγκαλοῦντος γὰρ τοῦ Δημοσθένους ‘τί δήποτε ἀπροβούλευτον εἰσήνεγκας τὸ ψήφισμα;‘ ἀκολούθως ἀποκρίνεται Ἀνδροτίων ‘ἔθος ἐστὶ τοιοῦτον‘· εἰς τὸ ἀπίθανον δὲ τρέπων τὸν λόγον, διοριστικώτερον αὐτὸν εἰσάγει λέγοντα ‘τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάσ‘, εἶτα προστιθέντα τὸ ‘καὶ οὐδεμιᾷ γεγενῆσθαι προβούλευμα πώποτε‘, ἵνα ὁ ἀκροατὴς ἐξ ὧν οἶδε τῷ λέγοντι μάχηται. τίς γὰρ ἂν Ἀνδροτίωνος ἀνάσχοιτο λέγοντος μηδεμιᾷ γεγενῆσθαι προβούλευμα ἐν τῷ παρεληλυθότι παντὶ χρόνῳ; οὐ γὰρ ἦν εἰκός, κειμένου νόμου ἀπροβούλευτον μηδὲν εἶναι ψήφισμα, πάσας τὰς βουλὰς ὅσα πώποτε εἰλήφασιν ἄνευ προβουλεύματος εἰληφέναι· αὐτὸς εἰδὼς πολλάκις καὶ προβουλεύματα γεγραμμένα. ἀλλ’ εἰ μὲν τέθεικε τὴν ἀντίθεσιν λέγουσαν 〈μετὰ〉 τῆς ἀληθείας τὸ ‘καί τινα εἰληφέναι βουλὴν ἤδη τοῦτον τὸν τρόπον‘, δύσλυτον ἂν αὐτὸς ἑαυτῷ κατασκεύασε τὴν ἀντίθεσιν. πῶς γὰρ ἂν ἔλυσεν; ἢ εἰ καὶ ἔλυσεν, οὐκ ἰσχυρῶς ἂν ἔλυσεν. ἐπεὶ δὲ τοῦτο ᾔδει συμβὰν ἐπί τινων βουλῶν, διὰ τοῦτο ἐφ’ ἅπαντα τὸν χρόνον ἤγαγε τὸν διορισμὸν καὶ ἐφ’ ἁπάσας βουλὰς λέγων ‘μηδεμιᾷ γεγενῆσθαι προβούλευμα πώποτε‘, ἵν’ ἐκ τῆς τῶν ἀκροατῶν μαρτυρίας ἐλεγχθῇ τὸ ἀπίθανον. ὅθεν καὶ τεθάρρηκεν ἐν τῇ λύσει διορίσασθαι καὶ εἰπεῖν ‘ἐγὼ δὲ οἶμαι μὴ οὐχὶ λέγειν αὐτὸν ἀλήθειαν‘. gTBcFj ἐγὼ δ’ οἴομαι μὲν] ἐνστάσει καὶ ἀντιπαραστάσει ἐνταῦθα κέχρηται, ἐνιστάμενος μὲν πρῶτον καὶ λέγων ὅτι ‘μάλιστα μὲν ψεύδεται· οὐδεμίαν γὰρ νομίζω βουλὴν ἀπροβουλεύτως ἐστεφανῶσθαι‘, εἶτα ἀντιπαραστάσει ‘εἰ δὲ καὶ δοίημεν τοῦτο ἀληθὲς εἶναι, ὡς σὺ λέγεις, οὐ καθ’ ὃ καὶ ἄλλοι ἡμάρτησαν πρῴην, ὀφείλεις καὶ σὺ ἀκολουθῆσαι τῇ ἐκείνων ἁμαρτίᾳ‘. |
| 22 27a | A ἐγὼ . |
| 22 27b | .. μὲν] λύει ἀντιδιοριζόμενος. S οὐ μὴν] ἐπειδὴ τοῦτο ᾔδει γεγενημένον ἐπί τινων βουλῶν καὶ ἤδη συμβεβηκὸς ἔθηκεν, ἐκ τῆς τῶν πραγμάτων φύσεως καταναγκασθεὶς συγκρίνει τὸ ἐπί τινων ἔθος ἐνταῦθα τῷ νόμῳ καὶ δείκνυσι τὸ γράμμα τῶν ἐθῶν ἰσχυρότερον, ὅτι, εἰ καὶ γέγονεν, οὐκ ὀρθῶς πεπραγμένον φαίνεται. |
| 22.28 | gTBcFj 〈ὥσπερ γάρ, εἴ τις ἐκείνων προήλω〉] στρογγύλον σχῆμα· τοῦτο κεῖται καὶ εἰς τὸν κατὰ Ἀριστοκράτους (23, 99). |
| 22.29 | F 2 L περὶ τοίνυν τοῦ νόμου] εἰσβολὴ εἰς τὸν δεύτερον νόμον τὸν περὶ τῶν νεῶν. |
| 22 30a | ὁ νόμος, φησίν, οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρεάν. ταύτῃ ἀκόλουθος ἦν ἐκείνη, ὥσπερ ἔφαμεν, ἡ λύσις, ἣν ἀπέρριψεν ἄνω ὁ ῥήτωρ, ὡς ἐπεσημηνάμεθα, ὅτι ‘νόμος ἐστὶ κελεύων, ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι‘ καὶ τὰ ἑξῆς. πεποίηκε δὲ τὸν Ἀνδροτίωνα ἐριστικώτερον ἐνταῦθα ἀπὸ τοῦ Δημοσθένους νόμου μαχόμενον, ἵνα ἀπαγάγῃ τὴν διάνοιαν καὶ τοῦ ἀντιδίκου καὶ τῶν ἀκροωμένων τῆς μνήμης τοῦ ἰσχυροτάτου νόμου. ἔστι τοίνυν τετραμερὴς ἡ ἀντίθεσις. ταύτης δὲ τὸ μὲν πρῶτον μέρος ἐστὶ κατὰ Ἀνδροτίωνος· ὁμολογεῖ γὰρ μὴ ἐξεῖναι τῇ βουλῇ τὴν δωρεὰν αἰτῆσαι, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις. καίτοι γε ἀπίθανον εἶναι δοκεῖ τὸ τινὰ αὐτὸν καθ’ αὑτοῦ τὰ λυποῦντα λέγειν· ἀλλ’ ἐπειδήπερ ἠβουλήθη τὸ οἰκεῖον ἰσχυρὸν ὁμολογούμενον καταστῆσαι, διὰ τοῦτο τῇ μαρτυρίᾳ τοῦ ἀντιδίκου χρῆται. εἶτ’, ἐπειδήπερ ἑώρα θαρροῦντα τὸν ἄνδρα τῇ τῶν λόγων τέχνῃ, ὄντα ἐριστικόν (τοῦτο γὰρ προδιαβάλλων τὸν ἄνδρα εἴρηκε), διὰ τοῦτο οὐκ ἀπεικὸς ἡγήσατο περιθεῖναι αὐτῷ καὶ λόγους ὁμολογοῦντας, ἵνα φαίνηται δεινὸς εἰπεῖν ἐξ αὐτῶν τῶν ὁμολογουμένων δῆθεν περιγίνεσθαι φιλονεικῶν διὰ τὴν τέχνην. τὸ δὲ δεύτερον μέρος ἐστὶ ‘δοῦναι δέ γε οὐδαμοῦ, φησί, κωλύει τὸν δῆμον‘. τοῦτό ἐστιν ἐκ διανοίας τοῦ νόμου κατὰ τὸ παρειμένον, ᾧ χρώμενον ποιεῖ ἀντὶ τοῦ νόμου τὸν Ἀνδροτίωνα διὰ τὴν ἑαυτῷ προσοῦσαν τέχνην. σοφιστοῦ γὰρ τὰ μὲν κείμενα ἐᾶν, ἐκ δὲ τῶν μὴ κειμένων πειρᾶσθαι συλλογίζεσθαι. τὸ δὲ τρίτον μέρος ἐστὶν ‘ἐγὼ δέ, εἰ μὲν ἔδωκα αἰτούσῃ‘ καὶ τὰ ἑξῆς, τὸ δὲ τέταρτον ‘εἰ δὲ μὴ πεποίημαι μνείαν περὶ τῶν νεῶν‘ καὶ τὰ ἑξῆς. Τὸ μὲν οὖν πρῶτον μέρος τῆς ἀντιθέσεως οὐ λύει· ὑπὲρ γὰρ ἑαυτοῦ καὶ οὐχ ὑπὲρ Ἀνδροτίωνος κεῖται. Ἀνδροτίωνος γὰρ ὁμολογοῦντος μὴ ἐξεῖναι τῇ βουλῇ τὴν δωρεὰν αἰτῆσαι, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, τί ἀντιλέγει πρὸς τοῦτο Δημοσθένης πλὴν ὅτι ‘ᾔτησε‘; τοῦτο δὲ πειρᾶται ἐξ αὐτῶν πάλιν τῶν Ἀνδροτίωνος λόγων ἀποδεικνύναι, ὅπερ ἦν τρίτον τῆς ἀντιθέσεως μέρος ἐχόμενον τῆς πρώτης προτάσεως. τὸ γὰρ τρίτον μέρος ὥσπερ κατασκευὴ τῆς προτάσεώς ἐστι. τίς γὰρ ἡ πρότασις; ‘ὁ νόμος οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρεάν‘· ἡ δὲ τρίτη ἐστὶν ‘ἐγὼ δέ, εἰ μὲν ἔδωκα αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα‘. ταύτην τοίνυν τὴν πρότασιν πρώτην ἐπεχείρησε λῦσαι. λύει δὲ πρῶτον μὲν ἀπὸ τῆς ποιότητος (9) ὅτι ‘οἱ πρόεδροι τῆς βουλῆς ἦσαν καὶ ὁ ἐπιψηφίζων ἐπιστάτης τῶν τότε βουλευσάντων ἦν‘, εἶτα συλλογιστικῶς (9) ‘εἰ δὲ ἠρώτων καὶ διαχειροτονίαν ἐδίδοσαν, δῆλοί εἰσι πραγματευσάμενοι τὴν δωρεάν‘, εἶτα ἀποδεικτικῶς ἐκ τῶν συμβεβηκότων (10) ‘πρὸς τοίνυν τούτοις ἔστιν ἃ τοῦ Μειδίου κατηγοροῦντοσ‘, εἶτ’ ἐπειδὴ καὶ αὐτὰ τὰ συμβεβηκότα ἐδεῖτο ἑτέρας πίστεως, ἐκ τῆς μαρτυρίας τῶν ἀκροατῶν ἐπιστώσατο. πληρώσας δὲ ταύτην τὴν λύσιν ἐπανῆλθεν ἐπὶ τὸ δεύτερον μέρος τῆς ἀντιθέσεως, ὃ παρέλιπε μὲν διὰ τὸ συγγένειαν ἔχειν τὴν πρώτην πρότασιν τῆς ἀντιθέσεως πρὸς τὴν τρίτην, λύειν δὲ ἐνταῦθα πειρᾶται. ἔστι τοίνυν ἀρχὴ τῆς λύσεως τοῦ δευτέρου μέρους τῆς ἀντιθέσεως (10), ‘ὅτι δὲ οὐδὲ τὸν δῆμον ἐᾷ διδόναι‘ καὶ τὰ ἑξῆς. πρόσκειται μέντοι γε ἡ αἰτία, δι’ ἣν τὸ δεύτερον μέρος τῆς ἀντιθέσεως οὐ κατὰ τὴν οἰκείαν τάξιν ἔλυσεν, ἀλλὰ τὸ τρίτον πρῶτον. ἐπειδὴ γὰρ τὸ ‘μὴ ἐξεῖναι δοῦναι τὸν δῆμον τὴν δωρεὰν‘ οὐχ οἷός τε ἦν δεῖξαι μὴ πρότερον δείξας ὅτι ‘ᾔτησεν ἡ βουλή‘, διὰ τοῦτο πρῶτον συστήσας ὅτι ‘ᾔτησεν‘, ἐπήγαγε λοιπὸν τὸ ‘μὴ ἐξεῖναι‘, ὅτι ‘βιασθεὶς ἢ ἐξαπατηθεὶς ὁ δῆμος διὰ τῆς αἰτήσεως καὶ δέδωκε διὰ τοὺς αἰτήσαντας, οὐκ ἐξὸν διδόναι, καὶ οὐ δι’ αὐτὸν δεδωκώσ‘. |
| 22 30a (50) | YL αὕτη ἡ πρότασις τῆς ἀντιθέσεως. |
| 22 30b | ἔστι δὲ τετραμερὴς ἡ ἀντίθεσις. S περὶ . |
| 22 30c | .. νόμου] αὕτη ἡ παρὰ Δημοσθένους πρότασις. ἡ δὲ ἑπομένη ἀντιπρότασις, ἣ καὶ ἀντίθεσίς ἐστιν, ἐντεῦθεν ἄρχεται. gTBcFj ὁ νόμος, φησίν, οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρεάν] χρὴ δὲ εἰδέναι ὅτι, ὅταν τις αὐτὸς πρότερος παρέχηται λόγον, τούτῳ τὰ τῆς πίστεως δίχα διαιρεθήσεται· καὶ πρῶτον μὲν τὰς οἰκείας συστήσει προτάσεις, μετὰ ταῦτα δὲ τὰς λύσεις τὰς παρὰ τῶν ἀντιδίκων. |
| 22 31a | μᾶλλον δὲ ἑτέρως εἴπωμεν. τετραπλῆ τις εὑρίσκεται ἡ τῶν ἀγώνων φύσις, ὅταν τις αὐτὸς πρῶτος ποιῆται τὸν λόγον. ἓν μὲν γάρ ἐστι μέρος προηγούμενον, ἐν ᾧ τις πειρᾶται τὰς οἰκείας προτάσεις συνιστάναι· ἕτερον δέ, ὅταν τὰ παρακολουθοῦντα ταύταις καὶ παρεπόμενα ὡς ἀπίθανα ἢ ὡς ἐναντία ἀναγκαζώμεθα διαλύειν, ὥστε ἰσχυρὰς γενέσθαι τὰς παρ’ ἡμῶν προτάσεις· καὶ τοῦτο γίνεται συστάσεως ἕνεκα τῶν ἡμετέρων λόγων. ἐνταῦθα δὲ ἡ πλείων μάχη πρὸς τὰ ἀντιπαρατεινόμενα παρὰ Ἀνδροτίωνος εἰς ἀναίρεσιν τῶν προηγουμένων. συναγωνίζεται οὖν τῷ Εὐκτήμονος λόγῳ· ὅταν γὰρ ἐκβάλλῃ τὰ πρὸς ἀναίρεσιν τῶν προηγουμένων παρὰ Ἀνδροτίωνος κομιζόμενα, ἄδηλος ἔσται ὑπὲρ τῶν οἰκείων προτάσεων διατεινόμενος. gTBcFj ἀντιπρότασις. |
| 22 31b | L δοῦναι δέ γε] τοῦτο ἐστὶ ἐκ διανοίας τοῦ νόμου κατὰ τὸ παρειμένον, ᾧ χρώμενον ποιεῖ ἀντὶ νόμου τὸν Ἀνδροτίωνα διὰ τὴν αὐτῷ προσοῦσαν τέχνην· σοφιστοῦ γὰρ τὸ τὰ μὲν κείμενα ἐᾶν, ἐκ δὲ τῶν μὴ κειμένων πειρᾶσθαι συλλογίζεσθαι. |
| 22.32 | gTBcFj ἐγὼ δέ, εἰ μὲν ἔδωκα αἰτούσῃ] ἐν τοῖς προάγουσιν ἔλεγε (5), ‘ταῦτ’ ἐπήρετο, φησίν, ὁ ἐπιστάτησ‘ καὶ τὰ ἑξῆς. |
| 22 33a | ἐνταῦθα δέ φησιν ‘εἰ μὲν ἔδωκα αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα‘. πῶς γὰρ ἐνδέχεται τὸν ὁμολογήσαντα ἐπὶ τῆς προτέρας ἀντιθέσεως ὅτι ‘ἐπήρετο ὁ ἐπιστάτης καὶ διεχειροτόνησεν ὁ δῆμοσ‘ πάλιν ἐνταῦθα λέγειν ‘οὐκ ᾔτησα οὐδὲ παρὰ τὸν νόμον εἴρηκα‘; δεινότητος οὖν τοῦτο τὸ δεῖγμα καὶ μεθόδου τῆς περὶ τὰς ἀντιθέσεις. διὰ τοῦτο τὴν μὲν μνήμην τοῦ 〈ἰσχυροτάτου〉 νόμου παρῆκεν. πεποίηκε δὲ Ἀνδροτίωνα ἐριστικώτερον ἀπὸ τοῦ Δημοσθένους νόμου μαχόμενον, ἵνα ἀπαγάγῃ τὴν διάνοιαν καὶ τοῦ ἀντιδίκου καὶ τῶν ἀκροωμένων τῆς μνήμης τῆς ἰσχυροτάτης τοῦ νόμου. ὁμολογοῦντα δὲ ἐνταῦθα ποιεῖ τὸν Ἀνδροτίωνα ὅτι ‘οὐκ ἔξεστιν αἰτεῖν‘, ἵνα τοῦτο ἀποδείξας ἕλῃ αὐτόν. καὶ ἔστι τὸ πρῶτον μέρος τῆς ἀντιθέσεως κατὰ τοῦ Ἀνδροτίωνος· ὁμολογεῖ γὰρ μὴ ἐξεῖναι τῇ βουλῇ τὴν δωρεὰν αἰτῆσαι, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις. καίτοι γε ἀπίθανον εἶναι δοκεῖ τὸ τινὰ αὐτὸν καθ’ αὑτοῦ τὰ λυποῦντα λέγειν· ἀλλ’ ἐπειδήπερ ἐβουλήθη τὸ οἰκεῖον ἰσχυρὸν ὁμολογούμενον καταστῆσαι, διὰ τοῦτο τῇ μαρτυρίᾳ τοῦ ἀντιδίκου χρῆται. ἐπειδὴ γὰρ ἑώρα θαρροῦντα τὸν ἄνδρα τῇ τῶν λόγων τέχνῃ, ὄντα ἐριστικόν (τοῦτο γὰρ αὐτὸν προδιαβάλλων εἴρηκε), διὰ τοῦτο οὐκ ἀπεικὸς ἡγήσατο παραθεῖναι αὐτῷ καὶ λόγους ὁμολογοῦντας, ἵνα φαίνηται ὁ δεινὸς εἰπεῖν ἐξ αὐτῶν τῶν ὁμολογουμένων περιγίγνεσθαι φιλονεικῶν διὰ τὴν τέχνην. gTBcFj ἐγὼ . |
| 22 33b | .. αἰτούσῃ] εἴποι ἄν τις ‘τί γὰρ ἐν αὐτῷ ἦν τὸ δοῦναι;‘ λέγομεν ὅτι ‘ἔδωκα‘ λέγει ἀντὶ τοῦ ‘αἴτιος ἐγενόμην τοῦ δοῦναι τὸν δῆμον τῇ βουλῇ τὸν στέφανον αἰτούσῃ‘. ὅρα πῶς ἀφελῶς ἐνταῦθα περιέθηκε τὸ ῥῆμα τῷ Ἀνδροτίωνι τῷ εἰπεῖν ὅτι ‘αἰτούσῃ‘, ἵνα δόξῃ ὥσπερ ἐναντία ἑαυτῷ λέγειν ὁ Ἀνδροτίων ἐν οἷς λέγει μετὰ μικρὸν ὅτι ‘οὐκ ᾔτησα‘. A 〈εἰ δὲ μὴ πεποίημαι μνείαν〉] τὸ ὅτι ‘ᾔτησε‘ πειρᾶται ἀποδεικνύναι, ὅπερ ἦν τρίτον τῆς ἀντιθέσεως μέρος. |
| 22 34a | καὶ πρῶτον δείκνυσιν ἀπὸ τῆς ποιότητος. S εἰ . |
| 22 34b | .. μνείαν] Ἀνδροτίωνος ὁμολογοῦντος μὴ ἐξεῖναι τῇ βουλῇ τὴν δωρεὰν αἰτῆσαι, εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, τί ἀντιλέγει πρὸς τοῦτο Δημοσθένης εἰ μὴ ὅτι ‘ᾔτησε‘; διόπερ τὸ μὲν ὁμολογούμενον παρὰ Ἀνδροτίωνος ὡς ἀναμφισβήτητον παρῆκε, τὸ δὲ ὅτι ‘ᾔτησε‘ πειρᾶται ἐξ αὐτῶν πάλιν τῶν Ἀνδροτίωνος ῥημάτων ἀποδεικνύναι. ἦν μὲν οὖν ἡ πρώτη πρότασις ‘ὁ νόμος οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρεάν‘· ἡ δὲ τρίτη ἐστὶν ‘ἐγὼ δέ, εἰ μὲν ἔδωκα αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα‘. ταύτην τοίνυν τὴν πρότασιν πρῶτον ἐπεχείρησε λῦσαι. λύει δὲ πρῶτον μὲν ἀπὸ τῆς ποιότητος ὅτι ‘οἱ πρόεδροι τῆς βουλῆς ἦσαν καὶ ὁ ἐπιψηφίζων ἐπιστάτης τῶν τότε βουλευσάντων ἦν‘, εἶτα συλλογιστικῶς, ‘εἰ δὲ ἠρώτων καὶ διαχειροτονίαν ἐδίδοσαν, δῆλοί εἰσι πραγματευσάμενοι τὴν δωρεάν‘. τοῦτο δὲ ἦν ὃ κατεσκεύασεν ἐν τῇ κατ’ ἀρχὰς ἀντιθέσει ‘ταῦτ’ ἐπήρετο λέγων ὁ ἐπιστάτης, διεχειροτόνησεν ὁ δῆμοσ‘. gTBcFj 〈ἔστι δὴ πρὸς ταῦτ’〉] ἀντιπρότασις. |
| 22.35 | S διαχειροτονίαν] διάσκεψιν συλλογιστικήν. |
| 22.36 | S καίτοι τούς γε μὴ αἰτοῦντας] συλλογιστικῶς ἀποφαίνει τὴν ἐρώτησιν ἀπὸ τοῦ τέλους. |
| 22.37 | εἰ γὰρ τὸ αἰτῆσαι διὰ τὸ λαβεῖν γίνεται καὶ ἡ ἐρώτησις δὲ τούτου χάριν προῆκται, ὅμοιον ἄρα τῷ αἰτῆσαι τὸ ἐρωτῆσαι. εἰ τοίνυν τὸ αἰτῆσαι νόμος κωλύει, ὅμοιον ἄρα ὂν καὶ τὸ ἐρωτᾶν κεκώλυκε. gT BcFj πρὸς τοίνυν τούτοις] ἐπειδὴ καὶ αὐτὰ τὰ συμβεβηκότα ἐδεῖτο ἑτέρας πίστεως, ἐκ τῆς μαρτυρίας τῶν ἀκροατῶν ἐπιστώσατο εἰπὼν ‘καὶ ταῦτα οὐ παρ’ ἐμοῦ δεῖ μανθάνειν τοὺς δικάζοντας ὑμᾶσ‘ καὶ τὰ ἑξῆς. |
| 22 38a | λύειν δὲ ἐνταῦθα πειρᾶται ὅτι ‘οὐδὲ τὸν δῆμον ἐᾷ διδόναι ὁ νόμος μὴ ποιησαμένῃ τὰς ναῦς, καὶ τοῦτο ἐπιδείξω‘. ἐπειδὴ δὲ τὸ ‘δοῦναι 〈οὐκ ἐξὸν〉 τὸν δῆμον τὴν δωρεὰν‘ οὐχ οἷός τε ἦν δεῖξαι μὴ πρότερον δείξας ὅτι ‘ᾔτησεν ἡ βουλή‘, διὰ τοῦτο πρῶτον συστήσας ὅτι ‘ᾔτησεν‘, ἐπήγαγε λοιπὸν τὸ ‘μὴ ἐξεῖναι‘, ὅτι ‘βιασθεὶς καὶ ἐξαπατηθεὶς ὁ δῆμος διὰ τῆς αἰτήσεως καὶ δεδωκὼς διὰ τοὺς αἰτήσαντας, οὐκ ἐξὸν διδόναι, καὶ οὐ δι’ ἑαυτὸν δεδωκώσ‘. ἀπόδειξις δὲ τοῦ αἰτῆσαι αὐτούς· εἰ γὰρ ἠξίωσεν ἡ βουλὴ μὴ ἀφαιρεθῆναι, ἠξίωσε πάντως λαβεῖν. διὸ καὶ τὸν πόθον αὐτῶν δηλῶν εἶπεν ‘ἀναπηδῶντες οὕτως ἐταράχθησαν, δεδιότες μὴ ἀφαιρεθῶσι τοῦ γέρωσ‘. gTBcFj ἀποδεικτικῶς ἀπὸ τῶν συμβεβηκότων. |
| 22 38b | S ὅτι δὲ οὐδὲ τὸν δῆμον] ἄλλο μέρος τῆς ἀντιθέσεως ἔνθα εἶπε ‘δοῦναι δέ γε οὐδαμῶς κωλύει τὸν δῆμον‘. |
| 22 39a | ἀναιρεῖ δὲ καὶ τοῦτο ἀναλόγως οὕτως· ‘εἰ ὁμολογεῖται ὅτι αἰτεῖν κεκώλυται, πολλῷ πλέον ἀπείρηται τὸ δοῦναι, ὃ τοῦ αἰτεῖν ἐστιν ἰσχυρότερον‘. gTBc πρὸς τὸ δεύτερον μέρος τῆς ἀντιθέσεως. |
| 22 39b | S τὰς τριήρεις οὐ πεποίησαι] ἐνταῦθα λοιπὸν ἀναιρεῖ ἐκ περιουσίας ὅτι ‘καὶ ἐν τοῖς ἄλλοις εἰ καλῶς ἡ βουλὴ βουλεύσει, μὴ ποιήσεται δὲ τὰς τριήρεις, οὐ λήψεται τὸν στέφανον‘. |
| 22 40a | gTBc τὰς . |
| 22 40b | .. πεποίησαι] ἀποστροφὴ ὡς ἀπὸ τοῦ νομοθέτου· τὸ δὲ σχῆμα μάχη. τὸ δὲ ‘ὅπου δὲ αἰτεῖν οὐκ ἐᾷ‘, τοῦτο οὐκέτι ὡς ἀπὸ τοῦ νομοθέτου, ἀλλ’ ὡς ἀπ’ αὐτοῦ τοῦ ῥήτορος. A ἄξιον τοίνυν, ὦ ἄνδρες] τοῦτο τὸ ἐπιχείρημά ἐστι γνώμη νομοθέτου. |
| 22 41a | ἐξετάζει γὰρ γνώμην τοῦ νομοθέτου, δι’ ἣν αἰτίαν καὶ τί σκοπῶν οὕτως ἔγραψε τὸν νόμον. οὐ γάρ ἐστι κεφάλαιον. AR ἄξιον . |
| 22 41b | .. ἄνδρες] τοῦτό ἐστι πρὸς τὸ τέταρτον μέρος τῆς ἀντιθέσεως, ‘ἀλλ’ ἕτερ’ ἄττα λέγω, δι’ ἃ τὴν βουλὴν στεφανῶ‘. ἔστι δὲ τοῦτο τὸ μέρος τῆς ἀντιθέσεως ἄντικρυς πρὸς τὸν προκείμενον Ἀνδροτίωνος νόμον τὸν κελεύοντα (cf. 9) ‘ἐὰν ἀξίως ἡ βουλὴ δοκῇ βουλεῦσαι δωρεᾶσ‘ καὶ τὰ ἑξῆς. ἀλλ’ ἐπειδὴ μέγιστα ἰσχύειν ἐδόκει τὸ γράμμα καὶ ἡ τοῦ νόμου φωνή, διὰ τοῦτο πρὸς τὸν Ἀνδροτίωνος λόγον μάχεται. οὐχ ὅμοιον γὰρ ἦν νόμον νόμῳ μάχεσθαι καὶ νόμον Ἀνδροτίωνος φωνῇ καὶ λόγῳ. τοῦ μὲν γὰρ ἡ ἰσχὺς ὁμοία, τοῦ δὲ ὁ λόγος πάμπολυ ἀσθενέστερος. ἡ δὲ λύσις ἀπὸ τοῦ συμφέροντος. ἔχει δὲ τὴν ἐργασίαν ἑκατέρωθεν, ἀπό τε τῶν ἐνδόξων καὶ τῶν ἐναντίων· ἐνδόξων μέν, λαμπρότητος καὶ κατορθωμάτων, ἐν οἷς ἡ χρεία τῶν τριήρων δέδεικται ὅση, ἀδόξων δέ, συμφορᾶς καὶ ἥττης τοῦ δήμου καὶ τῆς τῶν τριήρων σπάνεως. YL ἄξιον . |
| 22 41c | .. ἄνδρες] θαυμάσαι δὲ ἄξιον τῆς δεινότητος τὴν ὑπερβολήν, ὅτι πρὸς τὸν νόμον ἀπαντῶν καὶ ἀγωνιζόμενος κρύπτει τὸν νόμον, πόρρω που κατατάξας αὐτὸν τοῦ παρόντος λόγου, ὅπως ὡς ἄοπλόν τινα καὶ ψιλὸν συμμάχων τὸν ἀντίδικον ἕλῃ. ὃ τοίνυν ὡς προηγούμενον κεφάλαιον ἦν Ἀνδροτίωνος, τοῦτο καθ’ ὑπερβολὴν καὶ ὡς μέρος ποιησάμενος λόγου καθεῖλε τῇ οἰκείᾳ μεταχειρίσει· καὶ οὐκ ἀνεῖλε μόνον, ἀλλὰ καὶ διέλυσε, δεῦρο μὲν θεὶς ψιλοὺς τοὺς λόγους, ἑτέρωθι δὲ μεταστήσας τὸν νόμον. gTBc πρὸς τὸ τέταρτον μέρος τῆς ἀντιθέσεως. |
| 22 41d | S θάτερα] ἀντὶ τοῦ φαῦλα. |
| 22.42 | A 〈ἵνα μηδὲν εἴπω φλαῦρον〉] τὸ φιλόπολι δὲ τοῦ ἀνδρός ἐστι θαυμάζειν, ὅτι καὶ λόγῳ μόνον δυστυχεῖν τὴν πόλιν οὐ βούλεται. |
| 22.43 | gTBc εἰ βούλεσθε] τὸ σχῆμα ἀποκοπή. |
| 22.44 | λείπει γὰρ τὸ ‘ἀκούσατε‘. A τὰ προπύλαια καὶ τὸν παρθενῶνα] προπύλαια λέγονται οἱ μέγιστοι πυλῶνες τῶν ἱερῶν. |
| 22.45 | παρθενὼν ναὸς ἦν ἐν τῇ ἀκροπόλει παρθένου Ἀθηνᾶς περιέχων τὸ ἄγαλμα τῆς θεοῦ, ὅπερ ἐποίησεν ὁ Φειδίας ὁ ἀνδριαντοπλάστης ἐκ χρυσοῦ καὶ ἐλέφαντος. τρία γὰρ ἀγάλματα ἦν ἐν τῇ ἀκροπόλει τῆς Ἀθηνᾶς ἐν διαφόροις τόποις, ἓν μὲν ἐξ ἀρχῆς γενόμενον ἐξ ἐλαίας, ὅπερ ἐκαλεῖτο πολιάδος Ἀθηνᾶς διὰ τὸ αὐτῆς εἶναι τὴν πόλιν, δεύτερον δὲ τὸ ἀπὸ χαλκοῦ μόνου, ὅπερ ἐποίησαν νικήσαντες οἱ ἐν Μαραθῶνι (ἐκαλεῖτο δὲ τοῦτο προμάχου Ἀθηνᾶς), τρίτον ἐποιήσαντο ἐκ χρυσοῦ καὶ ἐλέφαντος, ὡς πλουσιώτεροι γενόμενοι ἀπὸ τῆς ἐν Σαλαμῖνι νίκης, ὅσῳ καὶ μείζων ἡ νίκη· καὶ ἐκαλεῖτο τοῦτο παρθένου Ἀθηνᾶς. A 〈πάντεσ〉] δηλονότι ὡς παῖδες ὄντες καὶ ἀπόγονοι ἐκείνων τῶν ταῦτα πραξάντων. |
| 22.46 | A εἶεν] παρακελευσματικὸν τὸ σχῆμα ὡς ἀναμιμνησκομένου τὰ ἐφεξῆς, ἃ δόξει καὶ οὕτως σχεδιάζειν καὶ μὴ ἐσκεμμένως. |
| 22.47 | AR ἑωράκατε] πάλιν λείπει τὸ ‘ἀκούσατε‘. |
| 22.48 | A 〈πόσα δεινὰ〉] τὸ σχῆμα ὑπερβολὴ κατὰ παρένθεσιν. |
| 22.49 | A 〈παρέστησαν〉] ἀντὶ τοῦ ‘ἐχειρώθησαν, ἑάλωσαν‘. |
| 22.50 | A ναυτικὸν] ἐν Αἰγὸς Ποταμῷ ἐπιθέμενος ὁ Λύσανδρος ἔλαβεν αὐτό, ὡς ἤδη ἔγνωμεν πᾶσαν τὴν ἱστορίαν ἐν τῷ Εὐαγόρᾳ Ἰσοκράτους (9, 52 sqq. |
| 22.51 | ). τότε γάρ ἐστιν, ὅτε καὶ ταῖς ἰδίαις χερσὶ κατηνάγκασεν ὁ Λύσανδρος τοὺς Ἀθηναίους κατασκάψαι τὰ ἴδια τείχη, καταλύσας αὐτῶν τὴν δύναμιν ἐν Αἰγὸς Ποταμῷ. καὶ οὕτω πέρας ἔσχεν ὁ Πελοποννησιακὸς ὁ καὶ Δεκελεικὸς λεγόμενος πόλεμος, καὶ οἱ Λακεδαιμόνιοι κατέστησαν τῶν τριάκοντα ὀλιγαρχίαν ἐν ταῖς Ἀθήναις, ἐξ αὐτῶν τῶν Ἀθηναίων τινὰς ὀλιγαρχίᾳ χαίροντας. AR τὸν τελευταῖον] ὁ γενόμενος περὶ Κέρκυραν, οὗ καὶ μέμνηται Ξενοφῶν ἐν τῇ ἑβδόμῃ τῶν Ἑλληνικῶν (6, 2 sq. |
| 22.52 | ). A ἀκούω δ’ αὐτὸν] ἐπὶ μεταστατικὴν ἀντίθεσιν χωρεῖ. |
| 22 53a | μετάστασις δέ ἐστιν, ὅταν ἐγκαλούμενός τις περί τινος ἐγκλήματος ὁμολογῇ μὲν τὸ ἁμάρτημα γεγενῆσθαι, μεταφέρῃ δὲ αὐτὸ εἰς ἄλλον, ἐλευθερῶν ἑαυτόν, ὥσπερ καὶ ἐνταῦθα εἰσάγει τὸν Ἀνδροτίωνα ἁμάρτημα μὲν γεγενῆσθαι τὸ μὴ ποιῆσαι τὰς τριήρεις ὁμολογοῦντα, μεταφέροντα δὲ τὴν αἰτίαν ἐπ’ ἄλλον τινά, λέγων δὲ τὸν ταμίαν, τὸν ὥσπερ ἀποδέκτην τῶν χρημάτων τῶν ἀναλισκομένων τοῖς κατασκευάζουσι τὰς τριήρεις, φάσκων αὐτὸν δεξάμενον τὰ χρήματα πεφευγέναι. A ἀντίθεσις δικαιολογική, ὡς ἔχειν τὸν λόγον κεφάλαια δύο, τὸ νόμιμον καὶ τὸ δίκαιον. |
| 22 53b | μεταστατικὴ δὲ ἡ ἀντίθεσις. S ἀντίθεσις δικαιολογικὴ Ἀνδροτίωνος, ὡς ἔχειν τὸν λόγον κεφάλαια δύο, τὸ νόμιμον καὶ δίκαιον. |
| 22 53c | YL ἀκούω δ’ αὐτὸν] τινὲς δ’ ᾠήθησαν ἐκ δυοῖν στάσεων συνεστηκέναι τὴν ἀντίθεσιν, μεταστάσεως καὶ συγγνώμης. |
| 22 53d | ἔοικε δὲ μεταστατικὴ τυγχάνειν μᾶλλον· καὶ γὰρ καὶ ἐν τῷ περὶ στεφάνου τὰ περὶ Χαιρώνειαν ἀναφέρων ἐπὶ τὴν τύχην (cf. 18, 252. 275) οὐχὶ συγγνωμονικῶς, ἀλλὰ μεταστατικῶς ἔοικε τὰ λυποῦντα λύειν. ὅθεν χαρακτηρίζειν ἂν εἴη λοιπόν. gTBc ἀκούω δ’ αὐτὸν] πρὸς μὲν τὰ προτεινόμενα παρὰ τοῦ Δημοσθένους οὐδένα λόγον ἡ ἀντίθεσις ἔχει, ὑπὲρ δὲ τοῦ Ἀνδροτίωνος ἔξωθεν τῶν προειρημένων πίστεων εἰσῆκται, σεσοφισμένη καὶ αὐτὴ τῶν προειρημένων οὐχ ἧττον· ὅρα γὰρ ὅτι καὶ ὁμολογεῖ δι’ αὐτῆς Ἀνδροτίων τὸ ‘δεῖν γίγνεσθαι τὰς ναῦσ‘ καὶ τὸ ‘συμφορᾷ κεχρῆσθαι τὴν βουλὴν περιπεσοῦσαν ἀβουλήτως ἀνδρὸς πονηρίᾳ‘. |
| 22 53e | ἡ δὲ ἀντίθεσίς ἐστι μεταστατική, τὴν αἰτίαν ἀπὸ τῆς βουλῆς ἐπὶ τὸν ταμίαν μετάγουσα. YL τί οὖν ἐστι μετάστασις καὶ τί συγγνώμη λέγειν ἂν εἴη λοιπόν. |
| 22 53f | ὅσα μὲν οὖν αὐτοὶ φαινόμεθα ποιοῦντες, εἰδότες δὲ ὅτι ἄτοπα, ὅμως δὲ ποιοῦντες δι’ ἀνάγκην ἰσχυροτέραν ἢ καὶ κατὰ ἄγνοιαν ἄλλως ἢ δι’ εὐήθειαν, ταῦτα ἂν εἴη συγγνώμης· ὅσα δὲ φαινόμεθα μήτε ποιοῦντες μήτε πράττοντες τῷ κωλύεσθαι ὑπό τινος κρείττονος ἢ καὶ ἄλλου τινός, ταῦτα ἂν εἴη τῆς μεταστάσεως. YL ἀποδρὰς ᾤχετο] ἐκ παραλλήλου τὸ αὐτὸ σημαίνει. |
| 22.54 | τὸ δὲ ἰδίωμα Ἀττικόν. A πένθ’ ἡμιτάλαντα] ἀντὶ τοῦ πέντε παρὰ ἡμιτάλαντον, ὡς εἶναι τέτταρα 〈καὶ〉 ἥμισυ. |
| 22.55 | YL καὶ τὸ πρᾶγμα ἀτύχημα] πάλιν τοῦτο ὁ ῥήτωρ τῇ ἀντιθέσει προσέθηκεν, ἵνα ἐξ αὐτοῦ τὴν λύσιν ἐργάσηται λέγων ‘ἠγνόησας οὖν ὅτι συμφορᾶς οὐκ εἰσίν, ἀλλὰ κατορθωμάτων οἱ στέφανοι‘. |
| 22 56a | YL καὶ . |
| 22 56b | .. ἀτύχημα] ἡ λύσις ἠθικὴ μὲν ὡς ἐν χλευασμῷ, οὐδὲν δὲ ἧττον μεταληπτική. YLS οὔ φημι δίκαιον εἶναι] πειρᾶται δεικνύναι τὸν ἀντίδικον λέγοντα αὐτῷ τἀναντία. |
| 22.57 | συγκρίνει δὲ τήν τε ἐκ τοῦ νομίμου πάλαι ῥηθεῖσαν ἀντίθεσιν καὶ ταύτην. ἐν μὲν γὰρ ἐκείνῃ προείρηται κατὰ νόμον ἐστεφανῶσθαι τὴν βουλήν, ἐν ταύτῃ δὲ ὅτι ‘προείλετο μὲν ποιῆσαι τὰς ναῦς, ἐκωλύθη δὲ ἀποδράντος τοῦ τῶν τριηροποιῶν ταμίου‘. εἰκότως οὖν τὰς ἐναντιώσεις ἐθήρευσεν. ἔστι δὲ οὐδὲν ἧττον καὶ τοῦτο σόφισμα. τί γὰρ κωλύει τὸν Ἀνδροτίωνα ποτὲ μὲν δεικνύειν ὅτι ‘κατὰ τὸν νόμον εἴληφεν ἐφ’ ἑτέροις τὴν δωρεάν‘ καὶ πάλιν περὶ τῶν τριήρων οὔσης τῆς μάχης μεθιστάναι τὴν αἰτίαν ἐπὶ τὸν ταμίαν; YL 〈χωρὶς δὲ τούτων〉] τῇ ἐκβάσει λέγει πάλιν, καὶ ἀνακτέον τὴν ἔκτασιν εἰς τὸ συμφέρον. |
| 22.58 | YLS καὶ δεῖ τοὺς ὀμωμοκότας πικρῶς] ‘πικρῶσ‘ ἐν τῷ κολάζειν, ‘ἁπλῶσ‘ δὲ ἐν τῷ χωρὶς κακουργίας ἀκούειν. |
| 22 59a | F 2 YL ‘πικρῶσ‘ μὲν ἀντὶ τοῦ δικαίως, ‘ἁπλῶσ‘ δὲ ἀντὶ τοῦ ἀπανουργεύτως. |
| 22 59b | A 〈ὅτι τοίνυν〉] τετάρτῃ κέχρηται λύσει τῇ περιτροπῇ, οὐδὲν ἧττον καὶ ταύτῃ μεταστατικῇ. |
| 22.60 | YLS ἀνελοῦσα γὰρ ἡ βουλὴ τὸν νόμον τοῦτον] εἰ μὲν εἰς τὸ ‘τοῦτον‘ στίξομεν, ἔσται ὁ νοῦς τοιοῦτος· ‘ὑπερβᾶσα γὰρ ἡ βουλὴ τοῦτον τὸν νόμον τὸν οὐκ ἐῶντα, εἰ μὴ γένοιντο αἱ τριήρεις, τιμᾶσθαι, ἐχειροτόνησεν αὑτήν, ἀντὶ τοῦ ἐστεφάνωσεν ἑαυτήν‘. |
| 22.61 | ἐὰν δὲ στίξωμεν ἄχρι τοῦ ‘τὸν νόμον‘, τοιοῦτόν ἐστι· ‘καταφρονήσασα ἡ βουλὴ τοῦ νόμου κελεύοντος γνώμῃ τοῦ δήμου χειροτονεῖσθαι τὸν ταμίαν, αὐτὴ ἑαυτῇ τοῦτον ἐχειροτόνησε, καθ’ ἑαυτήν φησί‘. καὶ ἔστιν αὕτη ἡ ἐξήγησις προσφυεστέρα μᾶλλον τῆς πρώτης, ὑπαιτίαν ποιοῦσα τὴν βουλήν. YL 〈ἔτι τοίνυν ἐπιχειρεῖ λέγειν〉] τὸ δίκαιον ἐνταῦθα πεπλήρωται κείμενον ἐν μέσῳ τῶν δύο μερῶν τοῦ νομίμου. |
| 22 62a | S τὸ δεύτερον μέρος τοῦ νομίμου ἐντεῦθεν ἄρχεται, ὃ μόνον θεωρεῖται περὶ τὸ πρόσωπον. |
| 22 62b | YLS ἔτι . |
| 22 62c | .. λέγειν] τρίτος οὗτος νόμος ἄτιμον εἶναι λέγων τὸν Ἀνδροτίωνα ὡς ἡταιρηκότα, ὃν ἐκεῖνος κατὰ μετάληψιν ἀνατρέπειν πειρᾶται. YL ἔτι . |
| 22 62d | .. λέγειν] ἡ πρότασις παραγραφική· ‘οὐκ ἐχρῆν σε ἡταιρηκότα γράφειν‘. ἡ δὲ πρὸς ταύτην ἀντίθεσις· ‘δυσφημεῖν προῄρησαι καὶ ὑβρίζειν, ὅταν ταῦτα λέγῃς, Διόδωρε· εἰ γὰρ ἐξελέγχειν εἶχες, ἔδει πρὸς τοὺς θεσμοθέτας ἀπαντᾶν καὶ παρ’ ἐκείνοις κατηγορεῖν‘. gTBc περὶ χιλίων ἐκινδυνεύομεν] δηλονότι δραχμῶν. |
| 22.63 | ἐκράτησε γὰρ τοῦτο παρ’ Ἀθηναίοις, λέγεσθαι [τὸ] ἀπροσδιορίστως τοῦτο καὶ νοεῖσθαι. A 〈καὶ ἐνοχλεῖν, οὐ δικασταῖσ〉] συγκρούει τρόπον τινὰ τοῖς δικασταῖς αὐτόν, εἴ γε παρ’ αὐτοῖς οὐκ ἀνέχεται κρίνεσθαι. |
| 22.64 | YL ἐγὼ δ’ οἶμαι δεῖν ὑμᾶς] ἡ μὲν πρότασις τοῦ Δημοσθένους παραγραφική, ἡ δὲ ἀντίθεσις ἡ παρὰ Ἀνδροτίωνος μεταληπτική. |
| 22.65 | ἡ δὲ λύσις τῆς ἀντιθέσεως ἡ παρὰ Δημοσθένους πάλιν μεταληπτική· ἡ γὰρ μετάληψις οὐκ ἀντιλήψει μόνον, ἀλλὰ καὶ μεταλήψει λύεται· εἰσάγει δὲ αὐτὴν ὁριστικῶς τεχνολογῶν περί τε λοιδορίας καὶ ἐλέγχου καὶ ὁριστικῶς περὶ ἑκατέρου διαλεγόμενος. σόφισμα δὲ τὸ γιγνόμενον· ἐπειδὴ γὰρ ἄντικρυς οὐχ ἔχει διελέγχειν οὐδὲ διαρρήδην δεικνύειν τοιοῦτον ὄντα τὸν Ἀνδροτίωνα, βούλεται διὰ τῶν σοφισμάτων δόξαν ἐλέγχων τοῖς ἀκούουσι παρασχεῖν. ὅ τι μὲν γάρ ἐστιν ἔλεγχος καὶ λοιδορία λέγει, ὅτι δὲ οὐκ ἐλέγχει τὸν Ἀνδροτίωνα δῆλον. ἐπάγει δὲ μετὰ ταῦτα καὶ ἐπαγγελίαν μεταληπτικὴν ἀπὸ τόπου καὶ χρόνου, ‘δείξομεν‘ λέγων ‘τότε, οὐχὶ νῦν, καὶ ἐπαγγελοῦμεν τὴν κατηγορίαν πρὸς τοὺς θεσμοθέτασ‘. καὶ μεταβιβάζει τὸν ἔλεγχον ἐπὶ πρόσωπον ἀόριστον καὶ ἀπερίστατον, ἵνα τῷ δοκεῖν ἐγγὺς τῶν ἐλέγχων γινόμενος τὸν ἀκροατὴν συναρπάσῃ. εἶτα συλλογιστικῶς λύων ἐπάγει ‘εἰ μὲν γὰρ ἄλλον τινὰ ἀγῶνα ἀγωνιζομένου σοῦ ταῦτα κατηγοροῦμεν‘. ὁ δὲ συλλογισμὸς σεσόφισται. ἔδει γὰρ πρῶτον ἀποδεῖξαι, εἶτα συλλογίσασθαι. νῦν δὲ μὴ ἀποδείξας ὡς δεδειχὼς συλλογίζεται. εἶτα ἑτέραν ἐπάγει λύσιν μεταληπτικὴν (25) ‘καὶ μὴν κἀκεῖνό γε δεῖ μαθεῖν ὑμᾶς, ὅτι ὁ τοὺς νόμους τιθεὶς τούτους Σόλων‘, ἐνδεικνύμενος διὰ ταύτης ὅτι πανταχοῦ κατηγορεῖν ἔξεστιν. YL ( → 72c) 〈αἰτία μὲν γὰρ〉] ἰστέον ὅτι τρία σημαίνει παρὰ τοῖς παλαιοῖς ἡ αἰτία· αὐτὴν τὴν αἰτίαν, ἣν νῦν λέγομεν ἀναπόδεικτον· αἰτίαν τὴν μέμψιν, ὅταν τις φίλον αἰτιᾶται ὡς κακῶς πεπραχότα· ἢ αἰτίαν τὴν πρόφασιν καὶ ἀφορμήν τινος γενομένην, ὡς ἐὰν εἴπωμεν ὅτι αἰτία τοῦ Τρωϊκοῦ πολέμου ἐγένετο ἡ ἁρπαγὴ τῆς Ἑλένης ἤ τι τοιοῦτο. |
| 22.66 | AR 〈τεκμήρια〉] τεκμήριόν ἐστι τὸ ἐπὶ πράγματος, οἷον ‘παρέστηκέ τις νεοσφαγεῖ σώματι ἐπ’ ἐρημίας καὶ ὑπονοεῖται ὡς φονεύσ‘, εἰκὸς δὲ τὸ περὶ πρόσωπον, οἷον ‘εἰκὸς τὸν συνεχῶς καλλωπιζόμενον κίναιδον εἶναι‘. |
| 22.67 | A ἢ τὰ εἰκότα] ὅρα ὅπως πατὴρ ὑπάρχει τῆς τέχνης χαρακτῆρας ἡμῖν καταλιμπάνων, πόθεν ἂν γένοιτο ἐπὶ τῶν ἀδήλων ἡ πίστις. |
| 22.68 | τὰ μὲν οὖν τεκμήρια τὰ ἀπὸ τῶν πραγμάτων ἂν εἴη σημεῖα· εἰκότα δὲ καλεῖ τὴν ἑκάστου προσώπου ποιότητα καὶ δόξαν. gTBc ἃ δ’ οὗτος ποιεῖ] εἴη ἂν ἐκεῖνα λέγων, ἅπερ ἀπαιτῶν τὰς εἰσφορὰς ὁ Ἀνδροτίων ἐλοιδορεῖτο, δούλους καλῶν καὶ ἐκ πορνῶν. |
| 22.69 | YL προσῆκεν ἀπαγγέλλειν] ἀπαγγελία ἐστὶ δίκη πρὸς δοκιμασίαν τοῦ βίου· καὶ ὁ Αἰσχίνης (1, 2) ‘ἐπήγγειλα αὐτῷ τὴν δοκιμασίαν‘. |
| 22 70a | συντρέχει δὲ ταῖς ἐπαγγελίαις λύων ὁ ῥήτωρ, φάσκων ‘καὶ τοῦτο ποιήσομεν‘· οὐ γὰρ ἔνεστιν ἀναστρέψαι. YL προσῆκεν ἀπαγγέλλειν] ἐπαγγελία δοκιμασία βίου. |
| 22 70b | F 2 YLvp προσῆκεν ἀπαγγέλλειν] κατηγορεῖν. |
| 22 70c | A εἰ μὲν γὰρ ἄλλον τινὰ] εἰ μὲν γὰρ ἄλλο τι ἦν τὸ ἔγκλημα οἷον παραπρεσβείας ἢ ἑτέρου, οὐχ ὁμοίως εἶχε χώραν ἡ μνήμη· νῦν δὲ συμφωνεῖ ἀμφότερα. |
| 22 71a | ἀκολουθεῖ γὰρ τῷ ‘γεγραφέναι παράνομα‘ τὸ ‘καὶ βεβιωκέναι παρανόμωσ‘. YL συλλογιστικῶς λύει. |
| 22 71b | YS 〈καὶ μὲν κἀκεῖνο〉] ἔτι ἡ λύσις μεταληπτική. |
| 22 72a | YS καὶ . |
| 22 72b | .. κἀκεῖνο] αὕτη ἡ λύσις μεταληπτική. ἐνδείκνυται δὲ διὰ ταύτης ὅτι πανταχοῦ κατηγορεῖν ἔξεστι. gTBc δοκεῖ δέ μοι προφάσεις διὰ ταύτης αὑτῷ θηρεύειν, κατασκευάζων τὸ μὴ πάντως ἀνάγκην ἔχειν παρὰ τοῖς θεσμοθέταις κατηγορεῖν· καὶ ἵνα ἀξιόπιστος γένηται νομοθετῶν περὶ τούτου, ἀλλὰ μὴ φεύγειν ὑποληφθῇ, Σόλωνι περιτίθησι τὸν λόγον. |
| 22 72c | ποιεῖ δὲ τοῦτο δι’ ἔνδειαν τῶν ἐλέγχων δηλονότι. ἀλλ’ ἐπειδήπερ εἰς τὸ ἔγκλημα ἐπηρέαστο μὲν αὐτὸς τοῦ φόνου τοῦ πατρός, ἐβούλετο δὲ ἀμύνεσθαι πικροτέρως διαβάλλων τὸν ἀντίδικον, διὰ τοῦτο προήχθη καὶ κατέχεε μὲν τὴν βλασφημίαν, φεύγειν δὲ πειρᾶται τὸν ἀγῶνα καὶ τὴν ἄντικρυς μάχην, μηδαμόθεν ἔχων ἐναργῆ τὴν ἀπόδειξιν. ὁρᾷς γοῦν ὅπως μετατιθεὶς εἰς ἄνδρα ἕτερον τὴν περὶ τούτου σύστασιν καὶ τὸν κίνδυνον εἰς τὸν αὐτὸν ἐκεῖνον μεθίστησι λέγων ‘παρ’ οὗ δίκην ἐστὶ λαβεῖν ὡς κινδύνου μεγίστου παρομαρτοῦντος τῷ μὴ ἐλέγχοντι‘. ὅθεν εὐλαβούμενος τὸν ἀγῶνα καὶ φεύγων προδήλως τὴν τῆς παραιτήσεως λύσιν τελευταίαν τέθεικεν, ἐνδεικνύμενος δι’ αὐτῆς μήτε ἀναγκαῖον ἐξελέγχειν μήτε παρὰ τῶν νόμων ὡρίσθαι τὴν περὶ τούτων ἀνάγκην. YL ἐν δὲ τῷ μέρει τούτῳ τῆς λύσεώς ἐστί τι τῶν ἀσαφῶν κατὰ τὴν ἐξαγγελίαν, μᾶλλον δὲ κατὰ τὴν ἱστορίαν τῆς πολιτείας, ἃ παρείληπται μὲν ὡς παράδειγμα, δεῖται δὲ τῆς διορθώσεως. |
| 22 72d | gTBcFj οὐχ ἑνὶ δέδωκε τρόπῳ] σοφίζεται κἀν τούτοις ὁ ῥήτωρ, ἃ περὶ κλοπῆς εἴρηται μόνης καὶ ἱεροσυλίας, ὡς κατὰ πάντων κείμενα λέγων, ἵνα ἀπὸ τῶν ὁμολογουμένων καὶ τὸ ἀμφισβητούμενον συναχθῇ. |
| 22.73 | YL οἷον τῆς κλοπῆς] ὡς ἂν εἰ ἔλεγεν ‘οἷον περὶ τῆς κλοπῆς διέλθωμεν, ὡς ὅτι πολλοὺς τρόπους δέδωκεν ὁ νομοθέτης περὶ ταύτης δικάσασθαι‘. |
| 22.74 | ἰστέον δὲ ὅτι τῶν δυσχερεστάτων σφόδρα καὶ τῶν ἀσαφῶν τὸ χωρίον. οὐ γὰρ μόνον κατὰ τοῦτό ἐστι δυσχερές, διότι κατὰ λέξιν ἔχει τι ἀσαφὲς καὶ δοκοῦν ἀλλόκοτον, ἀλλ’ ὅτι καὶ πολλαὶ ἐξηγήσεις φέρονται περὶ αὐτοῦ ἀνοίας μεσταί, βουλομένου τοῦ ῥήτορος λέγειν περὶ ἰσχύος σωματικῆς ἐν τῷ λέγειν ‘ἔρρωσαι‘ (ἀντὶ τοῦ ‘ἰσχυρὸς εἶ τῷ σώματι‘), ‘ἄπαγε διὰ σαυτοῦ τὸν κλέπτην ἐν τῷ δεσμωτηρίῳ‘, εἶτα ἐπάγοντος ‘εἰ δὲ ἀσθενὴς εἶ, τοῖς ἄρχουσιν ἐφηγοῦ‘ (ἄρχοντες μὲν λέγονται πάντες οἱ μεταχειριζόμενοι ἀρχήν τινα· ὅμως ἀπροσδιορίστως ἄρχοντας ἐκάλουν τὴν ἀρχὴν τῶν δεσμοφυλάκων· αὕτη δὲ ἦν τὸν ἀριθμὸν ἕνδεκα ἀνδρῶν). λέγει οὖν ὅτι ‘εἰ μὴ ἰσχύεις σεαυτῷ ἀπαγαγεῖν τὸν κλέπτην, ὡς ἰσχυροτέρου ὄντος σοῦ ἐκείνου, ἐφηγοῦ‘, ὅ ἐστι ‘προηγοῦ τῆς ὁδοῦ τοῖς ἄρχουσι τοῖς ἕνδεκα καὶ δείκνυε αὐτοῖς τὸ οἴκημα ὅπου συνέκλεισας αὐτόν‘. ‘φοβῇ καὶ τοῦτο, ἵνα μὴ καὶ ἐν τῷ ὑφηγεῖσθαι τοῖς ἄρχουσιν, ἐὰν μὴ δυνηθῇς ἀποδεῖξαι, καταθῇς τὰς χιλίας; κατηγόρει αὐτοῦ ἐν τῷ δικαστηρίῳ ἢ γράφου‘, ὅ ἐστιν ‘ἐγγράφως αὐτοῦ κατηγόρει‘. ‘καταμέμφῃ σεαυτόν‘, ὅ ἐστιν ‘αἰτιᾷ σαυτὸν ὡς ἀτυχῆ καὶ μὴ ἔχοντα χρήματα πρὸς τὸ ἐκτῖσαι, ἐὰν μὴ ἀποδείξῃς;‘ ‘δικάζου κλοπῆς καὶ οὐχὶ κινδυνεύσεισ‘. τὸ γὰρ δικάσασθαι παρὰ διαιτητῇ ἀκίνδυνον ἦν. AR ἔρρωσαι καὶ σαυτῷ πιστεύεις] τοῦτο εἴληφε παράδειγμα πρὸς τὴν προκειμένην ὑπόθεσιν. |
| 22.75 | τὸ δὲ ‘ἔρρωσαι καὶ σαυτῷ πιστεύεισ‘ οὐ περὶ τῶν δικαίων καὶ ἐνταῦθα λέγει (πόθεν;), ἀλλὰ περὶ τῆς ῥώμης καὶ τῆς τοῦ σώματος ἰσχύος. ἀπάξει δὲ δηλονότι πρὸς τοὺς ἕνδεκα τοὺς ἐπὶ τῷ δεσμωτηρίῳ. YL ἄπαγε] ἀντὶ τοῦ ‘ἀπαγωγῇ χρῶ‘. |
| 22.76 | ἀπαγωγὴ δέ ἐστιν ἡ τῶν κακούργων πρὸς τοὺς ἕνδεκα παράδοσις. F 2 YLvp ἐφηγοῦ] ὑπόδειξον τοῖς ἄρχουσιν. |
| 22.77 | F 2 YL il vp γράφου] πρὸς τοὺς θεσμοθέτας δηλονότι. |
| 22.78 | F 2 YL il οὐδέτερον βούλει] τουτέστιν ‘οὔτε τὸν διαιτητὴν οὔτε τὴν πρὸς τοὺς ἕνδεκα ἄρχοντας ἀπαγωγήν. |
| 22 79a | γράφου πρὸς τοὺς θεσμοθέτας· κατοκνεῖς καὶ τοῦτο; ἐφηγοῦ‘. εἰ δὲ παλιλλογήσας φαίνεται, οὐδὲν θαυμαστὸν καὶ διπλοῦν εἶναι τὸν λόγον. τὸ μὲν γὰρ πρῶτον μέρος ὡς παρὰ Σόλωνός ἐστιν, τὸ δὲ δεύτερον τὸ ‘οὐδέτερον βούλει τούτων‘ ὡς παρὰ Δημοσθένους εἰσῆκται, ἵνα φαίνηται συνῳδὰ τῆς τοῦ νομοθέτου φθεγγόμενος γνώμης. YL οὐδέτερον βούλει] πάλιν κἀνταῦθα πολλή τίς ἐστιν ἀμφισβήτησις. |
| 22 79b | ζητοῦσι γάρ τινες, πῶς τέτταρα πράγματα εἰπών, οἷον τὸ ἀπάγειν, τὸ ἐφηγεῖσθαι, τὸ γράφεσθαι, τὸ δικάζεσθαι πρὸς διαιτητήν, εἶπεν ‘οὐδέτερον‘, ἀεὶ τοῦ ‘οὐδετέρου‘ μὴ λεγομένου εἰ μὴ ἐπὶ δύο πραγμάτων, ὥσπερ λέγομεν τὸ ‘ἑκάτερον‘ καὶ τὸ ‘ἀμφότερον‘. οὐδὲν γὰρ τούτων δύναται ἐπὶ πολλῶν λέγεσθαι εἰ μὴ μόνον ἐπὶ δύο. ὅταν δὲ ἐπὶ πολλῶν θέλωμεν λέγειν, ‘ἕκαστοσ‘ λέγομεν. τί οὖν ἐροῦμεν πρὸς τοῦτο; φάσκομεν ὅτι μάλιστα μὲν Ἀττικόν ἐστι λέγειν οὐ μόνον ἐπὶ δύο, ἀλλὰ καὶ πολλῶν. A γράφου] πάλιν κἀνταῦθα ζητῆσαι ἄξιον, πῶς εἰπὼν ἄνω τὸ ‘γράφου‘ καὶ τὸ ‘ἐφηγοῦ‘ ταῦτα πάλιν ἐπήνεγκεν. |
| 22.80 | λέγομεν ὅτι εἰς δύο συνελθόντων τῶν ἄνω τῶν τεττάρων πραγμάτων, εἴς τε τὸ γράφεσθαι ἐν τῷ δικαστηρίῳ καὶ εἰς τοὺς δεσμοφύλακας, διδάξας ἄνω ὡς περὶ δύο ὄντων πραγμάτων κατὰ τὸ ἀληθές, ἐνταῦθα ὥσπερ ἀνακεφαλαιοῦται καὶ ἐρωτᾷ, ποῖον βούλεται τῶν ἤδη δύο εἰρημένων τὸ ἕτερον. δεῖ δὲ ἐν ὑπερβιβασμῷ αὐτὸ νοῆσαι· ‘οὐ βούλει δὲ τῶν δύο ὧν εἶπον τὸ ἕν, τὸ γράφεσθαι; οὐκοῦν ἑλοῦ τὸ ἐφηγεῖσθαι, τὸ ἕτερον. εἰ δὲ τοῦτο οὐ θέλεις, τὸ ἐφηγεῖσθαι, οὐκοῦν ἑλοῦ τὸ ἕτερον, τὸ γράφεσθαι‘. A τῆς ἀσεβείας κατὰ ταῦτ’ ἔστ’] ἕτερον παράδειγμα. |
| 22 81a | YL πληρώσας τὸ περὶ κλοπῆς παράδειγμα μετέρχεται καὶ ἐπὶ ἄλλο, εἰς τὸ περὶ τῆς ἀσεβείας κατὰ τὰ αὐτά. |
| 22 81b | εἴποι ἄν τις ‘καίτοι οὐκ ἔστιν ὅμοια τὰ παραδείγματα, 〈τὸ〉 τῆς ἀσεβείας ὥσπερ 〈τὸ〉 τῆς κλοπῆς· οὐδὲ γὰρ ἔχει διαιτητὰς οὐδὲ τὸ ἐφηγεῖσθαι.‘ λέγομεν ὅτι ‘ὅμοια λέγει, καθὸ καὶ ἑκατέρῳ τρόπους δικῶν ἔχει διαφόρουσ‘. AR ἀπάγειν] πάλιν ὡς ἐπί τινα 〈ἀρχὴν〉 τὸ ‘ἀπάγειν‘ λέγει. |
| 22 82a | 〈‘γράφεσθαι‘ ὡσ〉 ἀσεβῆ καὶ ἱερόσυλον. ‘πρὸς τοὺς Εὐμολπίδασ‘, ἵνα ἐκεῖ αὐτὸν γράψηται. ‘πρὸς τὸν βασιλέα‘· ὁ γὰρ βασιλεὺς ἐπεμελεῖτο τῶν ἱερῶν πραγμάτων καὶ εἰσῆγε τὰς τῆς ἀσεβείας γραφὰς πρὸς τοὺς Εὐμολπίδας. AR ἀπάγειν] δῆλον ὅτι πρὸς τοὺς ἕνδεκα· τὸ δὲ ‘γράφεσθαι‘ πρὸς τοὺς θεσμοθέτας, παρ’ ὧν εἰς τὸ δικαστήριον εἰσάγονται αἱ γραφαί. |
| 22 82b | YL δικάζεσθαι πρὸς Εὐμολπίδας] τρίτον εἶδος τοῦτο δικαστηρίου. |
| 22.83 | ἱερὸν δὲ γένος οἱ Εὐμολπίδαι, ἱερᾶται δὲ Ἐλευσῖνι, καὶ ἐπὶ τούτου πολλάκις ἐδικάζοντο ἀσεβείας οἱ βουλόμενοι. YLvp φράζειν πρὸς τὸν βασιλέα] ἵνα ὁ βασιλεὺς τὴν φάσιν λαβὼν (φάσις δὲ κατηγορίας ὄνομα) τοῖς θεσμοθέταις φανερὰν καταστήσῃ καὶ παρὰ τῶν θεσμοθετῶν γνωρισθῇ τοῖς δικάζουσι τὰ ἐγκλήματα. |
| 22.84 | ὁ δὲ βασιλεὺς εἷς καὶ αὐτὸς ἄρχων κατ’ ἐνιαυτὸν τῶν ἐννέα καλουμένων, ὃς καὶ αὐτὸς ἐπιμελεῖται τῶν ἱερῶν. YL περὶ τῶν ἄλλων ἁπάντων] ἐπειδὴ οὐκ εἶχε καὶ περὶ τῆς ἑταιρήσεως τὰ αὐτὰ διαλεχθῆναι, συνήρπασε τῷ κοινῷ συλλογισμῷ καὶ σύμπαντα τὰ λοιπά. |
| 22.85 | YL εἰ δή τις ὡς μὲν οὐχὶ κακοῦργος] μεταληπτικόν. |
| 22 86a | τούτῳ παραπλήσιον ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν (2, 8) ‘ἢ παρελθών τις ἐμοί, μᾶλλον δὲ ὑμῖν δειξάτω ἢ ὡς οὐκ ἀληθῆ ταῦτα λέγω ἢ ὡς οἱ τὰ πρῶτα ἐξηπατημένοι τὰ λοιπὰ πιστεύσουσιν‘. S εἰ . |
| 22 86b | .. κακοῦργος] ἐπάγει τὸ μεταληπτικόν, εἶτά τι καὶ καινὸν εἶδος πίστεως εἰσάγει Δημοσθένης ἀξιῶν παρὰ τοῦ ἀντιδίκου τὴν ἀπόδειξιν γίνεσθαι. YL λαχεῖν] ἀντὶ τοῦ κατηγορῆσαι λέγουσιν Ἀττικοί. |
| 22.87 | A 〈ἐπαγγελία〉] ἀντὶ τοῦ κατηγορία. |
| 22.88 | A 〈ἀλλ’ ἢ δεῖξον οὐ πεποιηκότα〉] τὸ δὲ ‘εἰ μὴ πεποίηκας ταῦτα‘ ἔστιν οὐχ ὅτι ‘εἰ μὴ ἡταίρηκασ‘, ἀλλ’ ‘εἰ μὴ γέγραφας ἡταιρηκὼσ‘ ὡς τοῦ τῆς ἑταιρήσεως πράγματος ἐξεληλεγμένου. |
| 22 89a | ἐρωτᾷ γὰρ ὃ μὴ ἀρνήσασθαι δύναται. οὐ γὰρ εἴωθεν ὁ Δημοσθένης ἐρωτᾶν τὰ ἀμφίβολα. τούτῳ δὲ τῷ ‘εἰ δή τις ὡς μὲν οὐχὶ κακοῦργός ἐστι‘ ὅμοιον ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν (2, 8) ‘ἢ παρελθών τις ἐμοί, μᾶλλον δ’ ὑμῖν δειξάτω‘. YL τὸ δὲ ‘εἰ μὴ πεποίηκε ταῦτα‘ οὐχ ὅτι ‘εἰ μὴ ἡταίρηκεν‘, ἀλλ’ ‘εἰ μὴ γέγραφεν ἡταιρηκὼσ‘ ὡς τοῦ τῆς ἑταιρήσεως πράγματος ἐξεληλεγμένου, λειπομένου δὲ τοῦ παρὰ Ἀνδροτίωνος ἀποδειχθῆναι, εἰ μὴ γέγραφεν. |
| 22 89b | ἐρωτᾷ γὰρ ὃ μὴ ἀρνήσασθαι δύναται. οὐ γὰρ εἴωθε Δημοσθένης ἐρωτᾶν τὰ ἀμφίβολα. ἐπεί τοι γε εἰ ἦν ἐρωτήσας, εἰ μὴ ἡταίρησεν, ἀντέπεσεν ἂν παρὰ Ἀνδροτίωνος ὅτι οὐχ ἡταίρηκε καὶ γέλως ἂν ἦν ἐρωτῶντος τὸν ἀντίδικον, εἴ γε ἠρώτα ὃ μὴ ἔμελλεν ὁμολογεῖν· ἀλλὰ ‘δεῖξον‘, φησίν, ‘εἰ μὴ παρὰ τοὺς νόμους γέγραφασ‘· ὅτι γὰρ ἡταίρηκε δέδεικται. τούτῳ τῷ σχήματι παραπλήσιόν ἐστι καὶ τὸ ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν εἰρημένον (2, 8) ‘ἢ παρελθών τις ἐμοί, μᾶλλον δ’ ὑμῖν δειξάτω ὡς οὐκ ἀληθῆ ταῦτα ἐγὼ λέγω‘· εἰπὼν γὰρ ὅτι καταλυθήσεται αὐτίκα δὴ μάλα Φίλιππος, ἐπήγαγεν ‘ἢ παρελθών τις ἐμοί, μᾶλλον δὲ ὑμῖν δειξάτω ὡς οὐκ ἀληθῆ ταῦτα ἐγὼ λέγω‘. οὐ γὰρ εἶπε ‘δειξάτω εἰ μὴ καταλυθήσεται Φίλιπποσ‘ (τοῦτο γὰρ ἦν εὔηθες καὶ εἰπεῖν καὶ ἀκοῦσαι, ἀδήλων ὄντων τῶν ἐκβησομένων), ἀλλὰ δειξάτω, φησίν, εἰ μὴ πολλοὺς ἐξηπάτηκεν. οὐ γὰρ τὸ συμπέρασμα ἠρώτησεν ὃ κατεσκεύασε βιαίως ἐκ τῶν οἰκείων προτάσεων, ἀλλὰ περὶ τῶν ἀποδεδειγμένων ἐλέγχων καὶ τῶν Φιλίππῳ πεπραγμένων ἃ φανερὰ καὶ ὁμολογούμενα τοῖς ἀκούουσιν ἐτύγχανεν. ἀσφαλῶς οὖν καὶ οὗτος τὸ μὲν τῆς κλοπῆς καὶ τῆς ἀσεβείας διαρρήδην εἴρηκεν, ἀορίστως δὲ τὰ λοιπά. gTBcFj 〈οὐ γὰρ ἔξεστί σοι〉] δηλονότι τὸ γράφειν ὄντι ἡταιρηκότι. |
| 22.90 | A 〈ἄξιον τοίνυν, ὦ ἄνδρεσ〉] τὸ ἐπιχείρημα γνώμη νομοθέτου. |
| 22 91a | δευτέραν γὰρ ἔταξε τὴν γνώμην τοῦ νομοθέτου ἐν τῷ λόγῳ τούτῳ. A ἄξιον . |
| 22 91b | .. ἄνδρες] ἄλλην ἀκόλουθον ἐπήγαγε λύσιν ἐκ διανοίας τοῦ νομοθέτου, καὶ αὐτὴν ἀποφυγὴν ἔχουσαν τῶν ἀποδείξεων. συστῆσαι γὰρ βούλεται διὰ τῆς διανοίας τοῦ Σόλωνος ὅτι ‘οὐδὲ ἐκεῖνος κολάζει οὐδὲ ἐλέγχει‘, δηλονότι πανταχόθεν πεῖσαι τοὺς ἀκούοντας προθυμούμενος σιγὴν ἐπιτάττειν Ἀνδροτίωνι, οὐχὶ δὲ καλεῖν εἰς δικαστήριον οὐδὲ τὸν κατήγορον ἀναγκάζειν πρὸς αὐτὸν διαγωνίζεσθαι περὶ τοῦ βίου, ἀλλὰ ἀναγκάζειν αὐτὸν σιωπᾶν. τοῦτο γὰρ βεβουλῆσθαι τὸν νομοθέτην διὰ τὴν πολιτείαν. ταῦτα δὲ τεκμήριά ἐστιν εὐσύνοπτα τοῦ μηδεμίαν ἀπόδειξιν ἔχειν τῆς ἑταιρήσεως. YLS ἄξιον . |
| 22 91c | .. ἄνδρες] λοιπὸν δι’ ὧν ἐξετάζει τοῦ νομοθέτου τὴν διάνοιαν ὁ ῥήτωρ, μεθοδεύει ἄτιμον ποιῆσαι τὸν Ἀνδροτίωνα, δεικνὺς ὅτι οὐδὲν μέγα ὥρισεν εἰς τιμωρίαν αὐτοῖς ὁ Σόλων οὐδὲ περὶ τούτου ἐσπούδασεν, ἀλλὰ τὸ σῷζον τὴν δημοκρατίαν ἐκύρωσεν. εἶτα κατασκευάζει τὸ ἐπιχείρημα οὕτως· ‘ἐν δημοκρατίᾳ ἰσονομία καὶ ἰσοτιμία, ὥστε καὶ τὸν πένητα καὶ δυσγενῆ καὶ εὐτελῆ παρρησιάζεσθαι κατὰ τῶν πλουσίων καὶ τῶν τὰ πρῶτα ἐχόντων· ἐν δὲ ὀλιγαρχίᾳ τοῖς διοικοῦσι τὰ κοινὰ καὶ ἄρχουσιν οὐδεὶς τῶν ἄλλων ἀντιβλέπειν ὡς δεσπόταις δυνήσεται‘. οὐκοῦν οἱ βεβιωκότες αἰσχρῶς τὸ ὀνειδίζεσθαι φοβούμενοι (τοῦτο γὰρ γένοιτ’ ἂν ἐν δημοκρατίᾳ διὰ τὸ ἰσότιμον) σπουδάσειαν κατὰ τὸ εἰκὸς εὑρεθέντες πολλοὶ ἢ πάντας ἀπεργάσασθαι πόρνους, οὕτω δημαγωγοῦντες αὐτούς, ἵνα τὸ ὅμοιον μὴ κακίζωσιν, ἢ μεταστῆσαι παντάπασι τὴν πολιτείαν, εἰδότες ὡς ὀλιγαρχίας γενομένης ἕξουσι τοῦ μὴ βλασφημεῖσθαι τὴν ἄδειαν. gTBcFj ἀλλὰ ταῦτα ἀπεῖπεν] ταράττει τὸν ἀκροατὴν τῷ κατασκευάζειν τὴν ὑπόνοιαν καταλύσεως τοῦ δήμου καὶ συγχεῖ καὶ ταράττει τῷ φόβῳ τοὺς ἀκούοντας, ἵνα ὥσπερ τῆς δημοκρατίας κινδυνευούσης ἐξωσθῇ τῆς πολιτείας ὁ Ἀνδροτίων. |
| 22.92 | ‘ὁ Σόλων‘ φησίν ‘οὐκ ἐξήλεγξε τοὺς τοιούτους· οὐκοῦν οὐδὲ ὑμᾶς ἔλεγχον δεῖ ζητεῖν.‘ σοφίζεται δὲ ἐν τούτῳ. ὁ γὰρ νομοθέτης ἐκβάλλει τοὺς ἐξελεγχθέντας ἡταιρηκέναι καὶ διαλέγεται δηλονότι περὶ τῶν ἑαλωκότων. YL 〈δεινοὺσ〉] ‘δεινοὺσ‘ μὲν δυνατοὺς ἐν τῷ λέγειν, ‘θρασεῖσ‘ δὲ διὰ τὸν τρόπον. |
| 22.93 | τὸ δὲ ‘τοιούτων ὀνειδῶν‘ οἵων μετέχει ὁ Ἀνδροτίων. τὸ δὲ ‘κἀκείνουσ‘ ἀντὶ τοῦ ‘ἡταιρηκότασ‘. A κἀκείνους ἤτοι καταλῦσαι] τούτῳ τῷ ἐννοήματι ἀκόλουθον ἦν εὐθὺς ἐπάγειν ‘ἢ προάγειν ἂν ὡς πονηροτάτους, ἵν’ ὡς ὁμοιότατοι σφίσιν ὦσιν‘. |
| 22 94a | ὁ δὲ πρὸ τῆς ἐπαγωγῆς τὴν προτέραν πρότασιν κατεσκεύασεν. διὰ τί; ὅτι δύο προτάσεων οὐσῶν καὶ τῆς μὲν παραδόξου τυγχανούσης τῆς ὅτι ‘καταλῦσαί γ’ ἂν προέλοιντο τὸν δῆμον‘, τῆς δὲ ὅτι ‘προαγαγεῖν ἅπαντας ὁμοίους ἑαυτοῖς εἶναι‘ πιθανῆς ὑπαρχούσης, αὐτόθεν ἐδεήθη κατασκευάσαι τὴν προτέραν πρὸ τοῦ τὴν δευτέραν προτεῖναι. καθόλου γὰρ ἔγνωμεν δεῖν τὰς κατασκευὰς εὐθέως ἐπισυνάπτειν ταῖς ἀπιθάνοις λίαν καὶ παραδόξοις προτάσεσιν. YL κἀκείνους . |
| 22 94b | .. καταλῦσαι] ὅτι καὶ τούτῳ τῷ ἐννοήματι ἀκόλουθον ἂν ἦν εἰπεῖν ‘ἢ προάγειν ὡς πονηροτάτους, ἵν’ ὡς ὁμοιότατοι σφίσιν ὦσιν‘. ὁ δὲ πρὸ τῆς ἐπαγωγῆς τὴν προτέραν πρότασιν κατεσκεύασεν. δύο γὰρ προτάσεων οὐσῶν καὶ τῆς μὲν παραδόξου τυγχανούσης τῆς ἤτοι ‘καταλῦσαι ἂν προέλοιντο τὸν δῆμον‘, τῆς δὲ ὅτι ‘προαγαγεῖν ἅπαντας ὁμοίους αὑτοῖς εἶναι‘, τῆς παραδόξου προτάσεως τὴν ἴασιν ἐξεῦρε τὴν αἰτίαν προσθεὶς καὶ προωδοποίησε τὸ πιθανὸν τῇ δευτέρᾳ. πῶς; ὅτι γνοὺς ὁ ἀκροατὴς ἐκ τῆς κατασκευῆς δι’ ἣν αἰτίαν ἕλοιντο καταλῦσαι τὸν δῆμον, οὐκέτι ζητήσει κἀπὶ τῆς δευτέρας ‘τίνος ἂν ἕλοιντο ἕνεκα προάγειν αὑτοῖς ὁμοίους τοὺς πολίτας εἶναι‘, τὴν γνῶσιν ἔχων ἐκ τῶν προειρημένων ἀκριβῆ τῆς αἰτίας. τοῦτο δὲ ποιεῖ, ὅτι καθόλου ἔγνωμεν δεῖν τὰς κατασκευὰς εὐθέως ἐπισυνάπτειν ταῖς ἀπιθάνοις λίαν καὶ παραδόξοις προτάσεσιν. gTBcFj ἐνταῦθα δύο προτάσεις εἰσίν, ἡ μὲν παράδοξος ὅτι ‘καταλῦσαι προέλοιντο ἂν τὸν δῆμον‘, ἡ δὲ πιθανὴ ὅτι ‘προαγαγεῖν ἅπαντας ὁμοίους ἑαυτοῖς εἶναι‘. |
| 22 94c | ὁ δὲ ῥήτωρ αὐτόθεν ἐδεήθη κατασκευάσαι τὴν πρότασιν πρὸ τοῦ τὴν δευτέραν προτεῖναι. καθόλου γὰρ δεῖ τὰς κατασκευὰς εὐθέως ἐπισυνάπτειν ταῖς ἀπιθάνοις καὶ παραδόξοις προτάσεσιν, ἵνα διὰ τῆς ἀποδείξεως τῆς προτέρας συναρπάσωμεν τὸν ἀκροατήν, ὡσπερεὶ πιθανῆς καὶ τῆς δευτέρας. A 〈τοὺς ἄρχοντασ〉] οὐχ ἁπλῶς λέγει ‘ἄρχοντασ‘, ἀλλὰ ‘τοὺς προϊσταμένους τῶν πραγμάτων καὶ τοὺς δυναμένους τι‘, ὥσπερ νῦν ὁ Ἀνδροτίων δυνατός ἐστιν ἐν τῇ βουλῇ. |
| 22.95 | A ὀλιγωρήσας] τοῦ συμβουλεύειν καὶ δημηγορεῖν, τοῦ νόμου αὐτὸν ἀπείργοντος. |
| 22.96 | A 〈περὶ μὲν τοίνυν τοῦ νόμου〉] ὁ περὶ ἐνδείξεως νόμος. |
| 22 97a | A περὶ . |
| 22 97b | .. νόμου] ἐπὶ τὸν τέταρτον λοιπὸν ἀφίκετο νόμον, συντείνοντα μὲν καὶ αὐτὸν εἰς ἀτιμίαν, ἐκ δὲ τοῦ πατρῴου χρέους γινόμενον. σκεπτέον δὲ ὅτι πανταχῆ φησιν ὡς ὠφληκότος ἦν· τὸ δὲ νῦν ὀφείλειν ἔτι οὐ κατασκευάζει, ὡς εἶναι ὑπόνοιαν, μὴ ἄρα ἐκτέτισται. ἡ δὲ λύσις κἀνταῦθα μεταληπτική, ὡς ἐπὶ τῆς ἑταιρήσεως. gTBcFj περὶ . |
| 22 97c | .. νόμου] ἡ μὲν πρότασις ὁμοίως κἀνταῦθα παραγραφική, ‘οὐκ ἔξεστι τῷ ἀτίμῳ γράφειν‘. ἡ δὲ ἀντίθεσις μεταληπτική, ‘οὐκ ἐνδείκνυταί με‘, φησίν. ἔνδειξις δέ ἐστιν ὄνομα δίκης κατὰ τῶν ὀφειλόντων μὲν τῇ πόλει, πολιτεύεσθαι δὲ διεγχειρούντων. λέγεται δὲ ἔνδειξις καὶ κατὰ τῶν ἀνδροφόνων, ὅταν κατίωσιν ὅποι μὴ ἔξεστιν, ὥς φησιν ἐν τῷ κατὰ Ἀριστοκράτους (23, 51 sq.) ‘κατὰ τῶν τοὺς φεύγοντας ἐνδεικνύντων‘. γίνεται δὲ ἔνδειξις καὶ κατὰ προδοτῶν· τοῦτο δὲ εἴρηται ἐν τῷ ἐνάτῳ τῶν Φιλιππικῶν (9, 60)· ‘ἐνιαυτῷ δὲ πρότερον τῆς ἁλώσεως ἐνέδειξε τὸν Φιλιστίδην‘. ταύτης τῆς ἀντιθέσεως μεταληπτικῆς οὔσης καὶ ἡ λύσις ἐστὶ μεταληπτικὴ ἀπὸ χρόνου καὶ ἀπὸ τρόπου· ἀπὸ χρόνου μέν, ‘τότε ποιήσομεν, οὐ μὰ Δί’ οὐχὶ νῦν‘, ἀπὸ τρόπου δέ, ὅτι ‘ἐνδείξομεν· νῦν γὰρ οὐκ ἐνδεικνύουσιν, ἀλλὰ παρανόμων γράφονται‘. διάφοροι δὲ οἱ τρόποι. εἶτα πάλιν ἀπαιτεῖ τὰς ἀποδείξεις παρὰ Ἀνδροτίωνος· καὶ ἡ ἐρώτησις ἰσχυρὰ μὲν καὶ πιθανή, σεσόφισται δέ. οὐ γάρ φησιν ‘ἀπόδειξον εἰ μὴ ὀφείλει ὁ πατήρ‘, ἀλλ’ ‘εἰ μὴ ὤφειλεν, εἰ μὴ ἀπέδρα ἐκ τοῦ δεσμωτηρίου‘, περὶ τῶν ὁμολογουμένων καὶ προδήλων τὴν πρόκλησιν ποιούμενος· οὔτε γὰρ ἀποδεῖξαι δύναται Ἀνδροτίων ὅτι μὴ ὤφειλεν ὁ πατήρ, οὔτε ὅτι οὐκ ἀποδρὰς ἐξῆλθεν ἐκ τοῦ δεσμωτηρίου. εἰ δὲ ἠρώτα καὶ προὐκαλεῖτο λέγειν, εἰ μὴ ὀφείλει, τάχα ἂν Ἀνδροτίων ηὐπόρησεν ἀποκρίσεως. YL πρότασις παραγραφική. |
| 22 97d | S 〈ἐὰν φῇ δεῖν〉] ἀντίθεσις μεταληπτικὴ ἣν λύει μεταληπτικῶς ἀπὸ χρόνου. |
| 22.98 | S ἀλλ’ ὅταν ᾖ προσῆκον] οἱ γὰρ νόμοι τὰ μείζονα τῶν ἀδικημάτων προεξετάζεσθαι βούλονται, μετὰ ταῦτα δὲ τὰ ἐλάττονα. |
| 22.99 | YL ὡς οὖν οὐκ ὦφλεν] ἀνταπαιτεῖ τὰς ἀποδείξεις. |
| 22.100 | S εἰσὶ δὲ καὶ περὶ τῶν ἄλλων] πεπλήρωται μὲν ἄχρι τούτου τὸ νόμιμον, καὶ εἰσὶν οἱ σύμπαντες νόμοι ἑπτὰ καὶ ἔθος, τέτταρες μὲν τοῦ κατηγόρου, τρεῖς δὲ τοῦ φεύγοντος, καὶ σὺν τούτοις τὸ ἔθος. |
| 22.101 | ἀντιθέσεις δὲ σύμπασαι τοῦ μὲν πράγματος τέτταρες, ἐνταῦθα δὲ τοῦ προσώπου δύο. μετὰ ταῦτα λοιπὸν εἰσάγει ἐπιλογικὴν ἀντίθεσιν ἀπὸ τοῦ δικαίου καὶ τῆς ἀξίας μετὰ τὸ ἐναντίον· ‘ἀλλὰ δόξετε καταισχύνειν ὑμῶν αὐτῶν τὸ μέρος, εἰ τὸν στέφανον ἀφαιρήσετε‘· μέρος γὰρ ἡ βουλὴ τοῦ δήμου. S 〈ἔστι γὰρ εἷσ〉] πληρώσας τοὺς ἀγῶνας διὰ τῶν τεττάρων νόμων μετέρχεται ἐντεῦθεν ἐπὶ τοὺς ἐπιλόγους. |
| 22 102a | A ἀπὸ τοῦ πρέποντος. |
| 22 102b | S μὴ πεντακοσίους ὑμῶν] ἀντίθεσις ὡς ἐπιλογικὴ μετέχουσά τινος ἔτι καὶ πίστεως καὶ μάχης· ἔοικε δὲ ἀπὸ τοῦ δικαίου εἰλῆφθαι, ὅτι οὐ δίκαιον τοσούτους τῶν Ἀθηναίων ἀτιμάζεσθαι. |
| 22 103a | gTBcFj μὴ . |
| 22 103b | .. ὑμῶν] ἐπιλογικὴ ἡ ἀντίθεσις ἀπὸ τοῦ δικαίου καὶ τῆς ἀξίας κατὰ τὸ ἐναντίον· ‘δόξετε καταισχύνειν ὑμῶν αὐτῶν τὸ μέρος, εἰ τὸν στέφανον ἀφαιρήσεσθε‘· μέρος γὰρ ἡ βουλὴ τοῦ δήμου. ὅτι δέ ἐστιν ἐπιλογικὴ δῆλον. οὐ γὰρ ἀνατρέπει τὰ παρὰ τῶν ἀντιδίκων προτεινόμενα, ἀλλὰ δυσωπεῖν ἐπιχειρεῖ τοὺς ἀκούοντας. μέμικται δέ τι καὶ μεταστάσεως κατὰ τὴν ἀντίθεσιν· ‘ἐκείνων ὁ ἀγών, οὐκ ἐμόσ‘. τὸ μὲν οὖν ‘ἀφελέσθαι τὴν δωρεὰν‘ ἔνδειξίς ἐστι τοῦ τὴν δωρεὰν ἤδη δεδόσθαι, δι’ ἣν αἰτίαν ἐφάσκομεν μὴ δεδυνῆσθαι τὸν Διόδωρον κατ’ ἀρχὰς παραγράψασθαι Ἀνδροτίωνα· τὸ δὲ ‘μὴ ὀνείδει περιβαλεῖν‘ ἀπὸ τῆς ἀξίας εἴληπται, δυσωπητικῶς εἰσηγμένον. ἡ δὲ λύσις μεταληπτικὴ σύμπασα ἀπὸ τοῦ συμφέροντος. ἔστι γὰρ ὅτε ἑτέρου μὲν γένους ἡ ἀντίθεσις, ἑτέρου δὲ ἡ λύσις. μεταληπτικὴ δὲ οὖσα οὐδὲν ἧττόν ἐστι κατὰ ἀντιπαράστασιν. YL μὴ . |
| 22 103c | .. ὑμῶν] τοῦτο τῆς μεταστάσεως. ἡ δὲ λύσις μεταληπτικὴ ἀπὸ τοῦ συμφέροντος. μεταληπτικὴ δὲ τυγχάνουσα οὐδὲν ἧττόν ἐστι κατὰ ἀντιπαράστασιν. S εἰ δὲ τῷ τοῦτο ποιῆσαι πλείους ἢ μυρίους] ἐπειδὴ τῷ πλήθει τῆς βουλῆς ἐπεχείρει δυσωπῆσαι τοὺς δικαστάς, ἀντέθηκεν τοῖς πεντακοσίοις βουλευταῖς τοὺς μυρίους. |
| 22 104a | YL ἐπειδὴ διὰ τὸ πλῆθος τῆς βουλῆς δυσωπῆσαι τοὺς δικαστὰς ὁ Ἀνδροτίων ἐπεχείρει, ἀντιτίθησι καὶ αὐτὸς τῷ πλήθει ἕτερον πλῆθος πολὺ πλέον ἐκείνου, τοῖς πεντακοσίοις τοὺς μυρίους. |
| 22 104b | A τῷ γάρ ἐστιν ὄνειδος] κατασκευάζει δριμέως εἰς ὀλίγους τὴν μέμψιν, ἵνα μὴ πᾶσαν λυπήσῃ τὴν βουλὴν τὸ βραχὺ μέρος αὐτῆς αἰτιώμενος. |
| 22 105a | YL τοῦτο λοιπὸν ἐκ περιουσίας ἐπήνεγκε, τὸ συμφέρον τῆς πόλεως προκρίνων, ὡσανεὶ ἔλεγε κατ’ ἔνστασιν καὶ ἀντιπαράστασιν οὕτω· ‘μάλιστα μὲν οὔκ ἐστιν ὄνειδος τῇ βουλῇ, μόνῳ δὲ τῷ Ἀνδροτίωνι. |
| 22 105b | εἰ δὲ καὶ δοίημεν, μὴ μόνῳ τῷ Ἀνδροτίωνι, ἀλλὰ καὶ πάσῃ τῇ βουλῇ, βέλτιόν ἐστι λυπῆσαι μίαν βουλὴν ἢ πᾶσαν βλάψαι τὴν πόλιν.‘ AR σιωπῶντος . |
| 22.106 | .. γράφοντος] ἀντὶ τοῦ ‘μὴ δημηγοροῦντοσ‘. A 〈καταγνοῦσιν ἢ μὴ〉] ἀντὶ τοῦ ‘ἐὰν μὴ καταγνῶτε αὐτῶν ὡς ἁμαρτόντων, ἀλλὰ ἀπογνῶτε τῶν κατηγορουμένων ὡς μὴ ἁμαρτησάντων‘. |
| 22.107 | A 〈ἐθάδων〉] ἐθάδας ἐκάλουν τοὺς περὶ τὰ πράγματα σχολάζοντας καὶ κακουργοῦντας διὰ τὸ κερδαίνειν καὶ ἐργολαβεῖν. |
| 22.108 | A ὃ τοίνυν ἕτερον] καὶ τοῦτο τὸ μέρος εἰς τὴν προειρημένην ἀντίθεσιν. |
| 22 109a | τὸ γὰρ ‘συνηγορήσουσι τῇ βουλῇ καὶ βοηθήσουσι Φίλιππος καὶ Ἀντιγένησ‘ οὐδὲν ἕτερον δύναται ἢ ὅτι ‘ταὐτὰ ἐροῦσιν Ἀνδροτίωνι‘, ὥστε καὶ ἐκ τούτων βεβαιοῦσθαι τὸ καὶ ἐπιλογικὴν τὴν προειρημένην ἀντίθεσιν εἶναι. SgTBcFj ἐχώρισε δ’ ἀλλήλων τὰ πρόσωπα, ἵν’ ἔχοι διαλεχθεὶς πρὸς τὰς διαφόρους ποιότητας εὐμαρέστερον λῦσαι αὐτὸ τὸ διὰ τῆς ἀξίας ἀντιπῖπτον ἑκάστου τῶν συνηγόρων. |
| 22 109b | τὸ δὲ ‘συνερεῖ τῇ βουλῇ Φίλιππος καὶ Ἀντιγένησ‘ ἔμφασιν ἔχει ὅτι ‘οὐκ ἔχουσι μὲν οὐδὲν εἰπεῖν δίκαιον ὑπὲρ τοῦ ψηφίσματος ἀναβαίνοντες, ἴσως δέ τι τῇ βουλῇ συναγορεῦσαι πειράσοιντο‘. εἰ δὲ εἰρήκει τῷ ψηφίσματι μέλλειν συναγορεύσειν αὐτούς, ταῖς αὐταῖς ἂν ἠγωνίσατο λύσεσιν, αἷς καὶ πρότερον ἐχρήσατο. gTBcFj ἴσως ἀναβήσεται] οὐκ ἐκβολὴ συνηγόρων ἐστίν· οὐ γὰρ τῷ κρινομένῳ συναγορεύουσιν, ἀλλ’ ἑαυτοῖς. |
| 22 110a | ‘ἀντιγραφεὺσ‘ δέ ἐστιν ὄνομα ἀξιώματος ἀντιγράφοντος ὑπὲρ τῆς βουλῆς πρὸς τὸν δῆμον ἐν οἷς ἂν δέηται. YL ἴσως ἀναβήσεται] καλῶς εἶπε τὸ ‘ἴσωσ‘ καὶ οὐ ‘πάντωσ‘, ἵνα ὥσπερ μέρος ἐπιεικείας αὐτοῖς μαρτυρήσας ἀποτρέψῃ αὐτοὺς τοῦ συνηγορεῖν. |
| 22 110b | A δι’ ἑαυτῶν εἶχον] ἤνυσε ἡ λέξις τὸ μῖσος. |
| 22.111 | ὡς ἀνδραπόδοις ἐχρῶντο τοῖς ἄλλοις, ἑαυτοῖς τὸ κράτος φυλάσσοντες. gTBcFj τὴν γραφὴν] λέγει τὴν κατηγορίαν ἣν εἰσήλθομεν κατὰ τοῦ Ἀνδροτίωνος. |
| 22.112 | ‘ἀπογνῶτε‘ λέγει ἐνταῦθα οὐχ ὥσπερ εἶπεν ἄνω ‘ἐὰν ἀποδέξησθε‘, ἀλλ’ ἀντὶ τοῦ ‘ἐὰν μὴ καταγνῶτε‘, εἰδὼς τὴν αὐτὴν λέξιν διττῶς λεγομένην καὶ μεθαρμοζομένην πρὸς τὸν νοῦν τοῦ λεγομένου. δέον εἰπεῖν ‘ἀπογνῶτε τῆς γραφῆσ‘, ‘ἀπογνῶτε τὴν γραφὴν‘ Ἀττικῶς εἶπεν. A ὃς μὲν ἂν ὑμῖν ἀδικεῖν δοκῇ] ὅρα σωφροσύνην μετὰ θυμοῦ σῳζομένην· οὐ γὰρ εὐθὺς τὴν τιμωρίαν ἐπήγαγεν, ἀλλὰ τὴν κρίσιν ἀφῆκε γενέσθαι πρότερον. |
| 22.113 | gTBcFj ἔτι τοίνυν Ἀρχίαν οἶμαι] τόπον ἀπένειμεν οἰκεῖον ἐν τοῖς ἐπιλόγοις Ἀρχίᾳ διὰ τὸ διάφορον τῆς ἀξίας. |
| 22 114a | τὸ γὰρ ‘ὡς ἐπιεικῆ‘ δήλωσιν ἔχει μὲν τῆς ἀρετῆς τἀνδρὸς καὶ τῆς ὑπολήψεως, ἣν παρ’ Ἀθηναίοις κέκτηται. βούλεται μέντοι διὰ τῶν ἐγκωμίων καὶ τῆς ἀρετῆς τῆς μαρτυρίας τοῦ ἀνδρὸς βεβαιῶσαι τὴν κατὰ τῆς βουλῆς κατηγορίαν, διὰ δὲ τῶν αὐτῶν ἐπαίνων τῆς συνηγορίας ἀποτρέψαι τὸν ἄνδρα. διαλεκτικώτερος δὲ πρὸς αὐτὸν ὁ λόγος, ἐπειδὴ καὶ πεπαιδεῦσθαι καὶ φιλοσοφεῖν ὑπείληπται. YL ἔτι . |
| 22 114b | .. οἶμαι] ἐχώρισε δὲ τοῦτον ἀπὸ τῶν ἄλλων, ἵν’ ὡς ὄντα ἐπιεικῆ ταῖς ἀληθείαις μόνον ἐξελέγξῃ λαβών. ἐπειδὴ δὲ καὶ πεπαιδεῦσθαι καὶ φιλοσοφεῖν ὑπείληπται, συλλογιστικώτερον αὐτῷ διαλέγεται. τὸ δὲ ‘οἶμαι‘ τῷ ‘συνερεῖν‘ συναπτέον, ἵν’ ᾖ ἀμφίβολον τὸ ‘ἐπιεικὴ ὢν συνερεῖ αὐτοῖσ‘. gTBcFj ἔτι . |
| 22 114c | .. οἶμαι] καὶ οὗτος τῶν συνηγόρων. ἐζήτησαν δέ τινες, διὰ τί μὴ καὶ τοῦτον ὠνόμασε μετὰ τῶν ἄλλων τριῶν. ἐπειδήπερ οὗτος ὁ Ἀρχίας ἐλέγετο εἶναι φιλόσοφος, ὡς μαρτυροῦσι καὶ πάντες οἱ ἐξηγησάμενοι καὶ αὐτὸς ὁ ῥήτωρ διὰ τοῦ ἐπαγαγεῖν ‘ὡς ἐπιεικῆ δεήσεσθαι‘· φιλόσοφον γάρ ἐστι τὸ προβάλλεσθαι τὴν ἐπιείκειαν. ἐπειδὴ οὖν ἔμελλεν ὡς ἐκ φιλοσοφίας ὁρμώμενος συλλογιστικῶς κεχρῆσθαι τοῖς λόγοις, βούλεται ὁ ῥήτωρ ἀφορίσαι αὐτὸν τῶν ἄλλων, ἵνα σχολάσας πρὸς ἐκεῖνον καὶ αὐτὸς χρήσηται ταῖς πρεπούσαις κατασκευαῖς, ἵνα δείξῃ ὅτι καὶ ἐν τούτῳ αὐτοῦ περιγίνεται, ἐν ᾧ ἐκεῖνος μεγαλοφρονεῖ. κέχρηται οὖν εὐθὺς συλλογιζόμενος 〈πρὸσ〉 αὐτὸν τῷ διλημμάτῳ σχήματι καὶ οὐχ ἁπλῶς διλημμάτῳ, ἀλλ’ ὥσπερ κατὰ διαίρεσιν. ἰστέον ὅτι καὶ φιλοσόφων λόγων ἐντὸς ἦν ὁ ῥήτωρ, ἀκροατὴς γεγονὼς Πλάτωνος. AR 〈οἶμαι τοίνυν〉] πάλιν ἐπιλογίζεται ἀπὸ τῆς τοῦ προσώπου ποιότητος. |
| 22 115a | S οἶμαι τοίνυν] ἄχρι μὲν τούτων ἀπὸ τῆς διπλῆς ποιότητος τῆς τε βουλῆς καὶ τῶν συνηγορούντων προσώπων ὡς ἐν ἐπιλόγοις αὐτῷ προκεχώρηται, ἑξῆς δὲ ἐπιλογίζεται πάλιν ἀπὸ τῆς Ἀνδροτίωνος αὐτοῦ ποιότητος· εἰσῆκται δὲ ἐν ἀντιθέσεως εἴδει. |
| 22 115b | ‘ἀλλὰ φθονοῦμαι‘ φησί ‘διὰ τὴν εὔνοιαν ἣν ἔχω περὶ τὴν πόλιν καὶ διὰ τὰς εἰσπράξεις ἃς ὑπὲρ ὑμῶν πεποίημαι.‘ ταύτην τὴν ἀντίθεσιν ἔλαβε μὲν ἀπὸ τῆς Ἀνδροτίωνος ποιότητος διὰ τὸ ὑπάρχειν Ἀνδροτίωνι δυσμένειαν πρὸς Εὐκτήμονα ὑπὲρ τῶν εἰσφορῶν· οὐ μὴν σαφῶς τὴν αἰτίαν ἐκτέθειται. λύει δὲ τὴν ἀντίθεσιν τοῦτο μὲν μεταληπτικῶς (43) ‘οὐ περὶ τούτων δικάσειν ὀμωμόκατε, ἀλλ’ εἰ κατὰ τοὺς νόμους τὸ ψήφισμα εἶπε‘, κατὰ τὸ μαχόμενον δὲ ‘εἶθ’ ὅτι πάνδεινόν ἐστι κατηγορίαν ποιούμενον ὡς ἀδικοῦσί τινες τὴν πόλιν αὐτὸν ἀξιοῦν μειζόνων ὄντων ὧν ἀδικεῖ μὴ δοῦναι δίκην‘. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἀπὸ τοῦ ἐναντίου λέγεται· εἶδος γὰρ τοῦ ἐναντίου καὶ τὸ μαχόμενον· εἶτα ἀπὸ συγκρίσεως λέγων (45) ‘εἰ τοσούτου τιμᾶσθε τὴν πολιτείαν καὶ τοὺς νόμους καὶ τὸ εὐορκεῖν· εἰ γὰρ ἀποψηφιεῖσθε τούτου φανερῶς οὕτως παρὰ τοὺς νόμους εἰρηκότος, δόξετε πᾶσιν τὰ χρήματα ταῦτ’ ἀντὶ τῶν νόμων καὶ τῆς εὐορκίας ᾑρῆσθαι‘. YL οἶμαι τοίνυν] ἐντεῦθεν φανερῶς οἱ ἐπίλογοι, ἀπὸ τοῦ προσώπου δὲ τοῦ ἰδίου· δεῖ γὰρ στοχάζεσθαι καὶ τὸν κατήγορον τῆς τοῦ φεύγοντος ποιότητος. |
| 22 115c | οὔκουν ἐτόλμησε Ἀνδροτίων εἰπεῖν ‘ταῦτά μοι περιγέγονε καὶ τὴν κατηγορίαν συνεστήσατο Διόδωρος, ὅτι ὕβρισται παρ’ ἐμοῦ καὶ ἠδίκηται, φόνου μὲν ἐγκληθεὶς τοῦ πατρός, ἐξελεγχθεὶς δὲ οὐδαμῶς ἀνῃρηκέναι τὸν ἑαυτοῦ πατέρα‘. εὔηθες γὰρ ὡς ἀληθῶς Ἀνδροτίωνα καθ’ ἑαυτοῦ τούτοις κεχρῆσθαι τοῖς λόγοις, ἄλλως τε καὶ αὐτοῦ Διοδώρου εἰπόντος ἐν τῷ προοιμίῳ διὰ τοῦτο κατηγορεῖν, ἵνα ἀμύνηται τὸν σεσυκοφαντηκότα. διὰ τοῦτο ταύτην παραλιπὼν εἰκότως ἔθηκε τὴν ἀμφισβητήσιμον. τὸ γὰρ περὶ τῶν εἰσφορῶν λαμπρὸν μὲν ἦν Ἀνδροτίωνι, ὕποπτον δὲ τοῖς ἀκούουσιν. ὅθεν τὴν μὲν αἰτίαν τοῦ ἀγῶνος τὴν ἐκ τοῦ οἰκείου προσώπου σεσίγηκε· τὴν δὲ ἀπὸ τοῦ Εὐκτήμονος ἐμπίπτουσαν εἴληφεν. ἄλλως τε καὶ οἶδεν Ἀνδροτίωνα μέγιστον δοκοῦντα φρονεῖν ἐπὶ ταῖς εἰσπράξεσιν, ἵν’ ὁ μὲν μεγαλαυχούμενος ταῖς εἰσπράξεσιν, ὁ δὲ καθαιρῶν φαίνηται. gTBcFj 〈αὐτὸν〉] τὸν Ἀνδροτίωνα λέγει. |
| 22.116 | A ὀλίγους] εἶπε τοὺς πλουσίους, πρὸς ἀντιδιαστολὴν τῶν πενήτων. |
| 22.117 | A 〈τῶν μὴ τιθέντων〉] τῶν μὴ καταβαλλομένων τὰ χρήματα. |
| 22.118 | A 〈ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι〉] λύει τὴν ἀντίθεσιν μεταληπτικῶς. |
| 22.119 | S εἰσφορὰν] ὅτι τὸ εἰκοστὸν τῆς οὐσίας κατεβάλλοντο ἐν ταῖς εἰσφοραῖς οἱ Ἀθηναῖοι. |
| 22.120 | A 〈οὐδ’ εἰ φανερῶσ〉] εἶτα ἀπὸ συγκρίσεως. |
| 22.121 | ἡ δὲ σύγκρισις πῶς; εἰ τοσούτου δεῖ τιμᾶσθαι τὴν πολιτείαν καὶ τοὺς κειμένους νόμους καὶ τὸ εὐορκεῖν. S τὰς ἀπὸ Ναυσινίκου] ὡσανεὶ ἔλεγεν ἐπὶ ταῖς εἰσφοραῖς ταῖς γενομέναις ἐπὶ Ναυσινίκου ἄρχοντος. |
| 22.122 | A παρ’ ἴσως] τὸ ‘παρὰ‘ ἀντὶ τοῦ ‘κατὰ‘ ἐστὶν ἐνταῦθα. |
| 22.123 | A βούλομαι δὲ καὶ τὰ πολιτεύματα] παρέκβασις ἐντεῦθεν. |
| 22 124a | παρεκβαίνειν γὰρ δοκεῖ τῆς ὑποθέσεως, λέγων ἅπερ πρῴην ἔπραξεν ὁ Ἀνδροτίων. ἔστι δὲ ἡ παρέκβασις καὶ αὐτὴ μέρος τῶν ἐπιλόγων. A βούλομαι . |
| 22 124b | .. πολιτεύματα] ἐντεῦθεν ἄρχεται ἡ παρέκβασις, δοκοῦσα μὲν κοινωνεῖν τοῖς ἀρτίως ἐξητασμένοις περὶ τῆς ποιότητος Ἀνδροτίωνος, πολὺ δὲ δήπου κεχωρισμένη. τὰ μὲν γὰρ τῆς ἀντιθέσεως τῆς ἀπὸ τῆς ποιότητος εἰς δυσώπησιν καὶ εἰς διαβολὴν τῆς κατηγορίας προτείνεται παρὰ Ἀνδροτίωνος, τὰ δὲ ἐντεῦθεν τοῦ κατηγόρου ἐστὶν ὡς προηγούμενόν τι κεφάλαιον, ὃ οὐ πρὸς ἀντίθεσιν τίθεται, ἄλλως δὲ ἔχει διαβολὴν τῆς ποιότητος ὥσπερ τι προηγούμενον κεφάλαιον εἰσαχθέν. καὶ ὁ μὲν Ἀνδροτίων δι’ ὧν ἔλεγε διέβαλλε τὴν κατηγορίαν, ὁ δὲ διὰ τῆς παρεκβάσεως ἀντιδιαβάλλει τὴν πολιτείαν. YLS βούλομαι . |
| 22 124c | .. πολιτεύματα] ἐπαγγέλλεται δύο πολιτεύματα ἐρεῖν ἃ συμπεριείληφε τῷ μὲν δοκεῖν ἁπλοῖς ὀνόμασι, τῇ δὲ ἀληθείᾳ πλείω σημαίνουσιν, ἢ κατὰ περιοχήν. περιοχὴ δέ ἐστι πλειόνων ἐνδόξων ἢ τῶν ἐναντίων ἐν πράξει μιᾷ ἀθροισμός. τὸ μὲν γὰρ ‘ἀναιδῆ‘ σημαντικόν ἐστι καὶ τῆς ἐν τῷ δήμῳ θρασύτητος ἣν ἐπεδείκνυτο εἰσπραττόμενος, σημαντικὸν δὲ καὶ τῶν δημηγοριῶν ἃς κατὰ τῶν ἀνακειμένων στεφάνων ἐδημηγόρει· τὸ δὲ τῆς ‘θρασύτητοσ‘ ἐμφανίζει μὲν τὴν κατὰ τοῦ δήμου γεγενημένην ὕβριν, πλήττει δὲ καὶ εἰς τὴν ἐκ τοῦ ἐμφανοῦς ἱεροσυλίαν· ὁ δὲ ‘κλέπτησ‘ δύο κλοπῶν περιεκτικόν ἐστιν ὄνομα, τῆς τε ἀπὸ τῶν εἰσπράξεων καὶ στεφάνων· ὁ δὲ ‘ὑπερήφανοσ‘ 〈δηλοῖ〉 τὸν ὀλιγαρχικόν· μικρῷ γὰρ πρόσθεν διέβαλε τοὺς ἡταιρηκότας εἰς ὀλιγαρχίαν, ἵνα κἀνταῦθα διὰ τοῦ τρόπου τῆς πολιτείας τὴν ὑπόνοιαν ταύτην πιστούμενος φαίνηται. gTBcFj καὶ πρῶτον μέν, ἐφ’ ᾧ μέγιστον] πέφυκε τὰ ἐγκώμια ὧν ἂν ἐθέλῃ διαβάλλειν εἰς κατηγορίαν περιτρέπειν καὶ τὰς ἐνδόξους πράξεις εἰς διαβολὴν καὶ ἐγκλήματα, ἵνα μὴ μόνον μὴ σεμνύνωνται, ἀλλὰ καὶ ὡς ὑπὲρ ἐγκλημάτων ἀπολογεῖσθαι καταναγκάζωνται· ποιεῖ δὲ τοῦτο ἐκ τῶν περιστατικῶν, ἀπὸ τῶν περὶ τοῦ πράγματος, ἀπὸ τῶν ἐν αὐτῷ τῷ πράγματι, ἀπὸ τοῦ τρόπου, ἀπὸ τῆς αἰτίας, ἀπὸ τῆς γνώμης. |
| 22 125a | YL καὶ . |
| 22 125b | .. μέγιστον] μέμνηται ἐνταῦθα Εὐκτήμονος φυλαξάμενος κατὰ τὴν ἀντίθεσιν τὴν ἐκ τοῦ προφανοῦς μάχην. ὅτε γὰρ ἐκίνει Ἀνδροτίων τὸν λόγον, ὅτι διὰ τὰς εἰσπράξεις ταῦτα αὐτῷ γέγονεν, ἐδύνατο μὲν ἐπιμνησθῆναι τοῦ κατὰ τὸν Εὐκτήμονα· οὐ μὴν εἴρηκεν, ἀλλ’ ἑκὼν παρῆκεν, ἵνα μὴ δοκῇ βεβαιοῦν τὴν παρὰ Ἀνδροτίωνος κινουμένην ὑπόνοιαν. οὐκοῦν οὐ τέθεικεν ἰδικῶς τὴν ἀντίθεσιν οὐδὲ εἶπεν ὅτι ‘μνησικακῶν Εὐκτήμων διὰ τὴν εἴσπραξιν τὴν κατηγορίαν ταύτην ἐνεστήσατο‘, ἀλλὰ καθόλου περὶ τῶν πολιτῶν, ἵνα συγκρούων αὐτὸν κἀκεῖ τῷ δήμῳ φαίνηται, ἐνταῦθα δὲ αὐτὸς ἐφ’ ἑαυτοῦ τὴν εἴσπραξιν ἐξετάζων καιρὸν σχῇ μνησθῆναι καὶ τοῦ Εὐκτήμονος. τὸ μὲν γὰρ ἐκ μάχης ἔχει τὴν ὑποψίαν· τὸ δὲ καθαρεῦον τῆς ὑποψίας, ὅταν αὐτὸ καθ’ αὑτὸ ἐξετάζηται, φέρει πλείω διαβολὴν τοῖς φεύγουσιν. ὑπέσχετο μὲν οὖν τὸν Εὐκτήμονα δείξειν ‘ἔχοντα τὰς ὑμετέρας εἰσφοράσ‘, οὐ μὴν ἀπέδειξεν. gTBcFj 〈εἰσφορὰσ〉] κατασκευὴ τῆς ἑορτῆς. |
| 22.126 | vp καταλύσας ψηφίσματι] διὰ τοῦ ψηφίσματος παύσας τὴν ἀρχὴν τὴν κλήρῳ συμβᾶσαν. |
| 22 127a | YL οὐκ εἶπεν ‘ἐλέγξασ‘, ἀλλὰ ‘καταλύσασ‘ ὡς ἐπὶ τυράννου. |
| 22 127b | A κλήρῳ τὴν] ἐζήτησάν τινες, τί δήποτε ὥσπερ ἐπαινεῖ τὴν κληρωτὴν ἀρχὴν καίτοι τῆς δοκιμαστῆς ἀμείνονος οὔσης. |
| 22.128 | λέγομεν ὅτι, ἐάν τις κατὰ τὸ ἀληθὲς σκοπήσῃ, εὑρήσει τὴν κληρωτὴν βελτίονα τῆς δοκιμαστῆς, καθὸ ἡ κληρωτὴ καὶ δοκιμαστή, ἡ δὲ δοκιμαστὴ μόνον ἦν δοκιμαστή. εἰ γάρ τις ἀπὸ κλήρου ἐγένετο ἄρχων, ἀνάγκη ἦν που καὶ δοκιμάζεσθαι, εἰ ἄξιός ἐστι τοῦ ἄρχειν· εἰ δὲ ᾑρέθη καὶ ἐχειροτονήθη ἀπὸ μόνης δοκιμασίας, οὐ χρεία ἦν ἔτι τοῦ κλήρου. AR 〈παρέδυ〉] τὸ ‘παρέδυ‘ ὡς ἐπὶ κακούργου τινὸς καὶ λῃστοῦ εἶπεν. |
| 22.129 | A δημηγορίας δ’ ἐπὶ τούτοις ποιούμενος] ἐνταῦθα ἡ ἀναίδεια καὶ τὸ θράσος. |
| 22.130 | εἶτα ἐπήγαγε τὸ μεταληπτικὸν ὡς πρὸς ἀντιπῖπτον. ‘οὐκ ἐχρῆν εἰσπράττειν‘, φήσειεν 〈ἄν〉 τις· καὶ μάλα ἐχρῆν, ἀλλ’ ὡς οἱ νόμοι προστάττουσιν. εἶτα ἕτερον ἀντιπῖπτον μεταληπτικόν, ‘ἀλλὰ φιλανθρωπότεροι τῆς χρείας καὶ τῶν καιρῶν ἦσαν οἱ νόμοι‘. gTBcFj 〈πομπεῖα〉] ἀπὸ τοῦ πομπεύειν, θυμιατήρια καί τινα τοιαῦτα. |
| 22.131 | A κατέχων] ἀντὶ τοῦ ‘ἰσχύων‘. |
| 22.132 | A καὶ διὰ τὸν καιρὸν] ἀντὶ τοῦ ‘διὰ τὸν πόλεμον‘. |
| 22 133a | A καὶ . |
| 22 133b | .. καιρὸν] ἢ γὰρ ‘διὰ τὸν καιρὸν ὅστις ἦν τότε καιρόσ‘ (πόλεμος γὰρ ἦν καὶ χρεία χρημάτων) ἢ ‘διὰ τὸν καιρὸν‘ μέση, καὶ ἐπακτέον ἑξῆς ‘ὅσην τότε ἔχων ἐξουσίαν‘, ἀντὶ τοῦ ‘πολλήν‘. YL 〈ὅσην〉] ἀντὶ τοῦ πολλήν. |
| 22.134 | vp ἠργολάβει] τοῦτο μετὰ τῆς αἰσχύνης καὶ συγκρουστικόν. |
| 22.135 | YLvp τοὺς ἕνδεκα γράψας ἀκολουθεῖν] τὸ μὲν ἐπιχείρημα δοκεῖ πως ἐναντίον εἶναι τῷ κατὰ Τιμοκράτους (24, 161)· ἐνταῦθα μὲν γὰρ τὴν πραότητα θαυμάζει, ἐκεῖ δὲ τὴν φιλανθρωπίαν ἐκβάλλει. |
| 22 136a | τοῦ συμφέροντος δὲ ἀεὶ πανταχοῦ γινόμενος λέγει ἃ λέγει· καὶ γὰρ ἐνταῦθα μὲν αἰτιᾶται τὴν τοῦ Ἀνδροτίωνος πονηρίαν καὶ τὴν προπέτειαν, ἐν ἐκείνῳ δὲ συγκρίνων νόμον νόμῳ τὸν χρησιμώτερον μᾶλλον τεθαύμακεν. εἶτα βούλεται διὰ τοῦ παραδείγματος τοῦ κατὰ τοὺς τριάκοντα ἑνὶ τούτων τῶν τρόπων τὸν Ἀνδροτίωνα δεῖξαι κεχρημένον. gTBcFj τοὺς . |
| 22 136b | .. ἀκολουθεῖν] καὶ τὸν τρόπον περιέχει καὶ τὸ φορτικὸν τῆς 〈εἰσ〉πράξεως καὶ τὴν ὕβριν τὴν εἰς τοὺς ἄρχοντας ἀκολουθίαν, ἐν ᾧ καὶ τὸ τῆς ὀλιγαρχίας ἐνδέδεικται. εἶτ’ ἐπειδήπερ οὐκ ἔχει τὴν εἴσπραξιν αἰτιᾶσθαι, τὸν τρόπον διαβάλλει καὶ τὴν ποσότητα τῶν χρημάτων. YL ἦγεν ἐπὶ τὰς τῶν πολιτῶν οἰκίας] ὡς ἐπὶ στρατοπέδου εἴρηκε, τὸ βαρὺ τοῦ πράγματος διὰ τῶν ἑξῆς ἐμφαίνων. |
| 22.137 | διὸ καὶ δεσμωτήριον ἀποκαλεῖ τὰς οἰκίας. gTBcFj τῶν ἄλλων δὲ ἕνεκα] τῶν ἀδυνάτων καὶ πενήτων· ὅθεν ἐπάγει ‘τοῦτο γάρ ἐστι δημοτικόν‘. |
| 22.138 | YL τοσούτων χρημάτων τοῦτον τὸν τρόπον] τὸν τρόπον διαβάλλει καὶ τὴν ποσότητα τῶν χρημάτων ἀντὶ βραχέων· ‘τοῦτον τὸν τρόπον εἰσπραχθέντων‘ ἀντὶ τοῦ ‘μετὰ παρανοίας καὶ ὕβρεωσ‘. |
| 22.139 | YL τοσούτων ἐθνῶν εἰς πολιτείαν] ὅτι ὀλιγαρχικήν τινα πολιτείαν ἀντὶ δημοκρατίας εἰσήγαγεν. |
| 22.140 | YL τότε τοίνυν ὡς ἔστιν ἀκοῦσαι] ἵνα μή τις αἰτιάσηται ὡς ψευδόμενον, ἐπὶ τὴν ἀκοὴν ἀναφέρων φεύγει τὴν μέμψιν. |
| 22 141a | gT τότε . |
| 22 141b | .. ἀκοῦσαι] ἀπὸ μέρους τινὸς πειρᾶται χαλεπώτερον τῶν τριάκοντα ἀποφῆναι τὸν Ἀνδροτίωνα. καὶ ἔστιν ὁ τρόπος τοιοῦτος· ‘ἐκεῖνοι τοὺς φαινομένους ἐπὶ τῆς ἀγορᾶς ἐφόνευον, τοὺς δὲ κρυπτομένους οὐ περιειργάζοντο, ἀλλ’ εἴων σῴζεσθαι λανθάνοντας· ὁ δέ γε Ἀνδροτίων καὶ τοὺς οἴκοι κατακεκρυμμένους ἀνιχνεύων ἐδέσμευε. κατὰ τοῦτο ἄρα ὑπερεβάλλετο τοὺς τυράννους.‘ YL ἢ τέγος ὡς τοὺς γείτονας ὑπερβαίνει] διασκευὴ τοῦτο δεινοποιοῦσα τὰ γενόμενα. |
| 22.142 | ‘τέγοσ‘ δὲ τὸ τοῦ δώματος. ‘ὦ γεῖτον, οὐκ ἀδικῆσαι θέλων ἐπιβαίνω τῶν σῶν, Ἀνδροτίωνος βιαζομένου τετάραγμαι, φεύγω τὴν θύραν, σῶσον αὐτὸς γοῦν τὸν ὁμόφυλον.‘ gTBc ἢ ἄλλα ἀσχημονοίη] νόει πάντα ἃ ποιοῦσιν οἱ φωραθῆναι φοβούμενοι, γυναικῶν ὑποκρινόμενοι φωνήν τε καὶ σχῆμα, θεράποντες εἶναι δοκοῦντες, τὰ τῶν δούλων μεταχειριζόμενοι καὶ τὰ ἄλλα ἁπλῶς. |
| 22.143 | YL καὶ ταῦθ’ ὑπὸ τῆς αὑτοῦ γυναικὸς ὁρῷτο] θαυμαστέος φαίνεται ὁ ῥήτωρ· δεινὸς γὰρ καὶ ἐν ἀπόροις εὑρεῖν ἀφορμάς. |
| 22.144 | ἵνα γὰρ μή τις εἴπῃ ‘ἀλλ’ οὐδεὶς ἑώρα ταῦτα ποιοῦντα, καὶ τὸ δεινὸν ἔλαττον ἦν‘, ὅρα πῶς οἴκοθεν αὑτῷ προσπορίζει τὸν μάρτυρα, πικρότατον ἔλεγχον ἀπὸ τῆς γυναικὸς ἐξευρών. gTBc ἣν ὡς ἐλεύθερος ἠγγυήσατο] θέασαι τὸν κατήγορον. |
| 22.145 | ‘ἀπὸ τῶν ῥημάτων ἐξηπάτησάς με‘, φήσειεν ἂν ἡ γυνή, ‘ὡς ἐλεύθερος συνήφθης, νῦν δὲ ἀπεδείχθης ἀνδράποδον· πολίτην ᾤμην ἔχειν καὶ Ἀθηναῖον ἐκάλουν τὸν ἄνδρα, ἐλάνθανον δέ, ὡς ἔοικεν, οἰκέτην δυστυχήσασα σύνοικον.‘ καὶ τὰ τοιαῦτα ἔξεστιν ἐργάζεσθαι. ἐπειδὴ δὲ οὐκ εἶχεν ἕτερον μάρτυρα παραστήσασθαι τῶν ἀτόπων, ἐξεῦρεν ἀπὸ τῆς γυναικὸς αὐξῆσαι τὴν δείνωσιν, ἀπὸ τῆς τύχης, ὅτι ‘ἐλεύθερος ὢν δούλων ὑπέμεινε πάθη‘, ἀπὸ τῆς ποιότητος τοῦ δράσαντος, ὃν οὐδ’ ὑπὲρ ἑαυτοῦ δίκην ἐᾷ λαβεῖν τὰ πεπραγμένα καὶ βεβιωμένα, ἀπὸ τρόπου τῆς εἰσπράξεως μεταληπτικῶς, εἶτα ἀπὸ διαφόρων προσώπων, ὅτι ‘ἔδει τὰ κτήματα ἀπογράφειν, ἀλλὰ μὴ τὰ σώματα ποιεῖν κακῶσ‘. gTBc ὁ δὲ τούτων αἴτιος Ἀνδροτίων εἴη] αὔξησιν τῶν δεινῶν ἀπὸ τῆς τοῦ δεδρακότος ἔχει ποιότητος. |
| 22.146 | ‘ὁ ἡταιρηκὼς τοὺς σωφρονοῦντας ἠδίκει καὶ προὐπηλάκιζεν, ἀνήρ, κἂν ἀδικῆται, στέργειν ὀφείλων τὴν τύχην, ἐπιβοᾶσθαι τοὺς νόμους ἀδυνατῶν, ὑπὸ τῆς ἀτιμίας ἐπεξελθεῖν οὐ δυνάμενος, ἐν ἡσυχίᾳ στένων, ἀγαπῶν εἰ μὴ προσλάβοι τι δεύτερον‘. gTBc τίνος οὖν ἕνεκ’] διδάσκει τρόπον εὐπρεποῦς ἀπαιτήσεως ἕτερον. |
| 22.147 | ἀπογράφειν ἔδει τὰ κτήματα ὡς δημόσια τῶν μὴ θελόντων εἰσενεγκεῖν. YL ἔδεις δὲ καὶ ὕβριζες πολίτας] ἐπὶ μὲν τῶν πολιτῶν τὸ ‘ὕβριζεσ‘ εἴρηκεν, ὅ ἐστι τοῖς Ἀθηναίοις ἀφόρητον· ἐπὶ δὲ τῶν μετοίκων ‘τοὺς ταλαιπώρουσ‘ ὠνόμασεν, ὃ τῇ ταπεινότητι τῆς τύχης ὑπῆρχεν ἀκόλουθον. |
| 22 148a | αὐτίκα γοῦν εἰ μεταλλάξειας, οὐκέθ’ ὁμοίως ἕξει. YL ἔδεις . |
| 22 148b | .. πολίτας] ἀντὶ τοῦ ‘ἐδέσμευεσ‘, ἀπὸ τοῦ θέματος τοῦ ‘δέω‘, εἶτα ἔδεον ἔδεες ἔδεις. AR ἀνθρώπους πόρνας] πρόφασιν κἀνταῦθα λαμβάνων μείζονα βλασφημίας, ἵνα κἀκ τῶν ὀνομάτων κωμῳδήσῃ τὸν Ἀνδροτίωνα, εἶτα ἀπὸ τῆς μάχης. |
| 22.149 | τὸν μὲν ἑαυτοῦ πατέρα ᾤετο δεῖν δημοσίᾳ δεδέσθαι ἐπὶ χρήμασι, τοὺς δὲ ἄλλους πολίτας ὑβρίζειν, Ἀνδροτίωνος οὐκ εἰσφορὰς ὀφλήσαντος, ἀλλὰ δημοσίᾳ νενοσφισμένου. εἶτα αὔξησιν ἐπήγαγεν ‘οἴκοθεν εἰς τὸ δεσμωτήριον ἕλκεσθαι‘. τὸ μὲν γὰρ ‘ἐξ ἀγορᾶσ‘ ἔχει παραμυθίαν, τὸ δὲ ‘οἴκοθεν‘ δεινότερον ἔχει τὸ κατηγόρημα καὶ πιστοῦται τὰς ἐπὶ τῶν γυναικῶν ὕβρεις. gTBc καίτοι εἴ τισιν ἄρα δοκοῦσιν ἐπιτήδειαι] οὔτε κατατρέχει φανερῶς οὔτε συνηγορεῖ καθαρῶς· τὸ μὲν γὰρ ἐπαχθές τε καὶ ἄγριον, τὸ δὲ ἡδομένου τῷ τοιούτῳ βίῳ. |
| 22.150 | τὸ δὲ δεῖν βοηθεῖν ἐπὶ τὸ σχῆμα τῆς πολιτείας ἀνενήνοχεν. gTBc 〈εἰς τὰς ὁμοτέχνους πόρνασ〉] ἴσως αἰνίττεται ὡς Ἀνδροτίωνος οὐκ ἀνεχομένου ἄλλας ἢ ἄλλους πορνεύοντας· ζηλοτυπεῖ γάρ τις τὸν ὁμότεχνον. |
| 22.151 | YL προάγωνας] προάγωνές εἰσι λόγοι οἱ προευτρεπίζοντες ἡμῖν τῶν δικαστῶν τὴν ἀκοήν· ἀγὼν γὰρ ἡ κρίσις. |
| 22 152a | YLvp προάγωνας] προπαροξυτόνως ἀναγνωστέον· ἡ σύνθεσις γὰρ τῶν δύο λέξεων πάλιν ἀνέπεμψε τὸν τόνον· ‘προάγωνεσ‘ δὲ λέγονται οἱ πρὸ τοῦ ἀγῶνος λόγοι οἱ ἐν τῷ δήμῳ λογοποιούμενοι παρά τινος· ἀγὼν γὰρ ἡ κρίσις. |
| 22 152b | οἷον εἰ, ὅταν τις προορᾶταί τινα αὑτῷ δίκην μέλλουσαν γίνεσθαι, περιέρχοιτο καὶ λέγοι ἀπροσποιήτως ‘τινές μοι φθονοῦσιν ἐν τῇ πόλει διὰ τόδε τὸ πρᾶγμα‘, ἵνα, ὅταν γένηται ἡ δίκη, λέγῃ ὅτι ‘οὐ προέλεγον ὅτι τινές μοι φθονοῦσι καὶ βούλονταί μοι ἐπιβουλεῦσαι;‘ AR τῆσδε τῆς γραφῆς, ἐτόλμα λέγειν] προδιαβολὴν τοῦτο τοῦ σύμπαντος βίου λαμβάνει, ἵνα φαίνηται Ἀνδροτίων ἐκ πολλοῦ προειδὼς ὅτι πάντως ἐγκληθήσεται διὰ τὴν ὑπερβολὴν τῶν τολμημάτων· ὥστε τὸ προλέγειν αὐτὸν ἀεὶ συνειδότος ἦν ὅτι ἠδίκει. |
| 22.153 | gTBc 〈ἕκτον μέροσ〉] οἱ πολῖται εἰσέφερον τὸ εἰκοστὸν μέρος, οἱ δὲ μέτοικοι τὸ ἕκτον. |
| 22.154 | A 〈εἴτε γὰρ ἦσαν〉] σχῆμα διλήμματον. |
| 22.155 | A οὐ σοὶ ῥητέαι] ὄντι αἰσχρῷ πλέον τῶν διαβεβλημένων. |
| 22.156 | ἢ οὕτως· ‘οὐ σοὶ ῥητέαι, ὄντι γε ἀνθρώπῳ καὶ ὑποκειμένῳ ταῖς συμφοραῖσ‘. YL ἔτι τοίνυν ἐκ τῶνδε ἀκριβέστερον] ἐκ συγκρίσεως ἀπόδειξις τοῦ διὰ τὸν τρόπον, ἀλλὰ μὴ διὰ τὰς εἰσπράξεις μισεῖσθαι. |
| 22 157a | YLS εἰ γὰρ διὰ τὰς εἰσπράξεις, ἐμισήθη ἂν καὶ ὁ Σάτυρος· ἀλλὰ διὰ τὸν αὐτοῦ τρόπον καὶ τὰ ὑβρίσματα. |
| 22 157b | S ἔτι . |
| 22 157c | .. ἀκριβέστερον] πάλιν κατασκευάζει ὅτι ‘οὐ διὰ τὴν πόλιν, ἀλλὰ διὰ τὴν ὠμότητα τοὺς πολεμίους ἐκτήσατο‘. ἐκ συγκρίσεως γὰρ ἀποδείκνυσι διὰ τὸν τρόπον, ἀλλ’ οὐ διὰ τὰς εἰσπράξεις μισεῖσθαι. εἶτα ἐπιχείρημα μεταληπτικόν· ‘εἰ ὑπὲρ τῆς πόλεως ἐποιεῖτο τὴν εἴσπραξιν, ἔδει τῶν κλεπτόντων στρατηγῶν καὶ ῥητόρων κατηγορεῖν. ἀλλὰ μὴν οὐ φαίνεται τοῦτο ποιῶν· οὐχ ὑπὲρ ὑμῶν ἄρα τὴν εἴσπραξιν ἐποιήσατο‘. εἶτ’ ἐπειδήπερ στοχαστικὸς κατὰ τοὺς ῥήτορας καὶ τοὺς στρατηγοὺς ἐδόκει ὁ τόπος, ἐπήγαγεν εὐθὺς τὴν ἀπόδειξιν εἰπὼν (66) ‘οἳ παρὰ τούτοις κέκρινται‘. gTBc Σάτυρος δὲ ὁ τῶν νεωρίων ἐπιμελητὴς] ἐν οἷς θεωρεῖται τὸ τῆς ἐνστάσεως· οὐ διὰ τὰς εἰσπράξεις μεμίσηται (πόθεν; ἐμισήθη γὰρ ἂν καὶ ὁ Σάτυρος), ἀλλὰ διὰ τὸν αὐτοῦ τρόπον καὶ τὸ ὕβρισμα. |
| 22 158a | YL Σάτυρος . |
| 22 158b | .. ἐπιμελητὴς] ὁ τοὺς τόπους καθαίρων δι’ ὧν ἀνέλκονται αἱ τριήρεις, ἢ τῶν νεῶν αὐτῶν τὴν φροντίδα πεπιστευμένος. YL ἐξ ὧν παρέθηκε τὰ σκεύη] ἵνα μὴ εἴπῃ ὅτι ‘ἐκεῖνοι μὲν εὐγνώμονες ἦσαν, οἱ δ’ ἐμοὶ ἀναισχυντότεροι‘. |
| 22.159 | YL ἴσως] τὸ ‘ἴσωσ‘ μόριον νῦν ἀντὶ τοῦ ‘γὰρ‘ κεῖται, καὶ ἔστιν ἡ φράσις Ἀττική· ‘καὶ γὰρ ἐκεῖνο εἰδόσιν ὑμῖν ὅμως ἐρῶ‘. |
| 22.160 | YL ὅτι τοίνυν ὅλως] ἄλλο ἐπιχείρημα σαλεῦον αὐτοῦ τὴν ἔννοιαν, ἐφ’ οἷς λέγει ‘δι’ ὑμᾶς πολεμοῦμαι‘. |
| 22 161a | ἐκήδετο τῆς πόλεως, τοὺς ἁρπάζοντας μᾶλλον τὰ κοινὰ ἢ κλέπτοντας ἀπῄτει, οὐ τοὺς ὀλίγα ἔχοντας καὶ φειδομένους. YL τρίτον ἐπιχείρημα μεταληπτικόν. |
| 22 161b | S οἳ παρὰ τούτοις κέκρινται] ἵνα μὴ ἀντιπέσῃ ‘ἀλλ’ εἰ καὶ ἠδίκησαν ἔλαθον‘, ἐπάγει ‘κέκρινται‘. |
| 22.162 | εἶτα ἕτερον ἀντιπῖπτον ‘ἀλλ’ ἐκρίθησαν μέν, ἠφείθησαν δέ‘· ἵνα μὴ συκοφαντεῖν φαίνηται τὰ τῆς κρίσεως, ἐπήγαγε τὴν λύσιν ‘ὧν οἱ μὲν τεθνᾶσιν ἐφ’ οἷς ἠδίκουν‘. εἶτα, ἐπειδή τινες καὶ συκοφαντούμενοι θνήσκουσιν ἀδίκως, αὐτοὺς ἑαυτῶν ἐποίησε καταγινώσκοντας τῷ πεφευγέναι τὴν κρίσιν. gTBc οὕτως ὢν θρασὺς καὶ λέγειν δεινὸς] ἑτέρα λυποῦντος διόρθωσις. |
| 22 163a | gTBc οὕτως . |
| 22 163b | .. δεινὸς] ἵνα μὴ εἴπῃ ‘ἀλλ’ ἐκεῖνοι μὲν ἠδίκουν πεντακόσιοι, ἐγὼ δὲ κατηγορεῖν οὐκ ἠδυνάμην ἐπιεικὴς ὢν καὶ δειλόσ‘, διὰ τοῦτο εἶπεν ‘οὕτως ὢν θρασὺς καὶ λέγειν δεινόσ‘. YL δι’ ἀπληστίαν δὲ τρόπων διχόθεν] ἢ ἀπὸ τῶν εἰσφορῶν τῶν συμμάχων ἢ πρὸς τῷ μὴ εἰσφέρειν καὶ ὑφαιροῦνται τὰ κοινά. |
| 22.164 | YL 〈οὔτε γὰρ ῥᾷον〉] πρεπῶδές ἐστι τῇ δημοκρατίᾳ τὸ μᾶλλον περιεργάζεσθαι τὰ ἀδικήματα τῶν ὀλίγων ἤπερ τῶν πολλῶν. |
| 22 165a | A οὔτε . |
| 22 165b | .. ῥᾷον] αὕτη [ἡ] ἀναίρεσις αἰτιῶν λέγεται· τὰς γὰρ ἄλλας ἀναιροῦντες μίαν ἣν βουλόμεθα καταλείπομεν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ‘οὔτε εὐκολώτερόν ἐστι πολλοῖς ἀνθρώποις προσκρούειν ὀλίγα ἀδικοῦσι, καὶ μᾶλλον ἐπιθετέον τοῖς ὀλίγοις μέν, πλείονα δὲ ἐξαμαρτάνουσιν· οὔτ’ αὖ ὡς δημοτικὸν περιείργασαι μὲν τὰ τῶν πενήτων κακά, παρεῖδες δὲ τὰ τῶν πλουσίων‘. τοὐναντίον γὰρ μᾶλλον ἔπρεπεν. YL τῶν μὲν οἶδεν ἑαυτὸν] αὕτη ἐστὶν ἡ ἀληθὴς αἰτία ἣν καταλείπει. |
| 22.166 | YL ὁμοῦ μετοίκους Ἀθηναίους δέων] ἵνα παντὶ τῷ πλήθει συγκρούων φαίνηται, ὑπέμνησε τῶν εἰς ἅπαντας γεγενημένων ὕβρεων· τοῦτο πεποίηκε καὶ ἐν τῷ κατὰ Μειδίου, συγκρούων ἅπασι τοῖς ἔθνεσι τῆς πόλεως τὸν Μειδίαν, ἱππεῦσιν Ἀρειοπαγίταις δήμῳ, τοῦτο κἀν τῷ κατ’ Αἰσχίνου, συγκρούων Αἰσχίνην τῷ Χάρητι, πρὸς ὃν αὐτὸς μὲν ὁ δῆμος οὐκ εἶχεν οἰκείως, οἰκειώσασθαι βουλόμενος τῷ μὲν ἀντιδίκῳ προσέκρουσεν, αὑτῷ δὲ προσήγαγεν. |
| 22.167 | gTBc εἰ μάτην τὸ δεσμωτήριον] τί παρενοχλεῖτε τὴν πόλιν; οἴκησις ὑμῖν ἀποδέδοται πρόσφορος. |
| 22.168 | τὸ δεσμωτήριον καταλάβετε τοῦτο ὃ δι’ ὑμᾶς οἱ πατέρες ᾠκοδομήκασιν. YL καταφαίην ἂν] μία λέξις ἀντὶ τοῦ ‘ναί, ὁμολογῶ καὶ συντίθημι ὅτι μάτην ᾠκοδομήθη τὸ δεσμωτήριον‘. |
| 22 169a | ἀλλαχοῦ κατὰ διαίρεσιν εὑρίσκομεν ἀναγινωσκόμενον τοῦτο καὶ διαλυόμενον εἰς δύο λέξεις, ὅταν καὶ δύο πράγματα θέλῃ σημᾶναι τὸ κῶλον· ἐνταῦθα δὲ ἕν ἐστι. A καταφαίνων ἂν] ἐρωτῶντί σοι περὶ τοῦ δεσμωτηρίου σφόδρα ἂν ἀποκριναίμην, ὡς μάτην ᾠκοδόμηται τό γε τοῦ σοῦ πατρὸς μέρος· οὐ γὰρ ἴσχυσε φυλάττειν αὐτόν, ἀλλὰ γέλως ὤφθη φυγόντος αὐτοῦ τὸ δεσμωτήριον. |
| 22 169b | YL κατάφασις, ὁμολογία. |
| 22 169c | Yvp ἐξορχησάμενος Διονυσίων] κακῶς τῇ πομπῇ καὶ τῇ πανηγύρει χρησάμενος· ἔθους γὰρ ὄντος ἀνίεσθαι τότε διὰ τὴν ἑορτήν, εἶτα ἐμβάλλεσθαι, διὰ τὸν δρασμὸν ἐνύβρισε τοῖς Διονυσίοις. |
| 22 170a | YL ἔθος ἦν παρὰ τοῖς Ἀθηναίοις ἐν τοῖς Διονυσίοις καὶ ἐν τοῖς Παναθηναίοις τοὺς δεσμώτας ἀφίεσθαι τοῦ δεσμοῦ ἐν ἐκείναις ταῖς ἡμέραις, παρασχόντας ἐγγυητὰς πρὸς τὸ μὴ φυγεῖν, ἵνα καὶ τὸ εὐσεβὲς γένηται πρὸς τὸ θεῖον καὶ ἀσφαλὲς ὑπάρχῃ τοῖς χρεωστουμένοις μὴ φευγόντων τῶν δεσμωτῶν, ἀλλὰ μετὰ τὰς ἡμέρας τῆς ἑορτῆς πάλιν ἐμβαλλομένων εἰς τὸ δεσμωτήριον. |
| 22 170b | λέγει οὖν ὅτι ‘ἐν ἐκείναις ταῖς ἡμέραις ὁ πατὴρ τοῦ Ἀνδροτίωνος ὡς ἄδειαν ἔχων ἐκ τοῦ δεσμωτηρίου ἀπέδρα‘. τὸ δ’ ‘ἐξορχησάμενοσ‘ ὡς πρὸς τὴν πανήγυριν ἔπαιξεν, ἐπειδήπερ ἐν ταῖς ἑορταῖς ἔθος ἐστὶν ὀρχεῖσθαι, ἀντὶ τοῦ ‘προσέπαιξε τῇ πανηγύρει καὶ χλεύης ἀφορμὴν ταύτην ἐποιήσατο‘, ἵνα καὶ ἀσεβῆ αὐτὸν δείξῃ. A 〈αὐταῖς πέδαισ〉] δεδεμένους ἐν πέδαις ἔχων τοὺς πόδας. |
| 22.171 | YL 〈ἄλλα δ’ ἔσθ’ ἃ καλῶς διῴκησεν〉] ἀντὶ τοῦ ‘ἐὰν συγκριθῇ τὰ μέλλοντα λέγεσθαι πρὸς τὰ εἰρημένα, οὐδαμῶς μέλλει νομίζεσθαι ἄξιος εἶναι μίσους ἐν τοῖς προειρημένοισ‘. |
| 22.172 | ‘οὕτω‘ φησί ‘μείζονά ἐστιν ἅπερ μέλλω ἐπιφέρειν περὶ αὐτοῦ τῶν προειρημένων.‘ A τὴν καλήν] κατ’ εἰρωνείαν. |
| 22.173 | A 〈τὸν δημόσιον〉] δημόσιον λέγει τὸν ταῖς βασάνοις ὑποκείμενον. |
| 22.174 | διὸ καὶ δοῦλον καλεῖ. YL 〈ταῖς χοινικίσι〉] χοινικὶς τοῦ τροχοῦ ἐν ᾗ στρέφεται ὁ ἄξων. |
| 22 175a | F 2 Y χοινικίδας καλεῖ τὰς βάσεις αὐτάς, ἔνθα ἦσαν κείμενοι οἱ στέφανοι. |
| 22 175b | χοινικίδες δὲ ἐκαλοῦντο, ἐπειδὴ σχῆμα ἔσῳζον χοινίκων, τῶν μέτρων τοῦ σίτου. A τοῦ τροχοῦ. |
| 22 175c | vp ἀριστεῖον] γέρας ὑπὲρ τῆς ἀριστείας· ὡς γὰρ τῶν πολέμων προστάτιν ἐτίμων τοῖς δώροις. |
| 22.176 | YLvp 〈δι’ ἐκεῖνον〉] διὰ τὸν Τιμοκράτην συνηγοροῦντα· κρινομένῳ γὰρ συμπαρῆν. |
| 22 177a | YL τὸν Τιμοκράτην λέγει. |
| 22 177b | A 〈σκαιὸσ〉] μῶρος καὶ ἀπαίδευτος. |
| 22.178 | διαβάλλων αὐτὸν εἰς κακίαν ἐν τοῖς προειρημένοις βούλεται αὐτὸν ἐν τοῖς ἐπιλόγοις καὶ εἰς ἀπαιδευσίαν καὶ ἄνοιαν κωμῳδῆσαι. A παρθενὼν] ὁ νεὼς τῆς παρθένου. |
| 22.179 | YLvp 〈οὐκ ἀμφορίσκοι δύο〉] ἀμφορίσκοι δέ εἰσιν ἀγγεῖα, ὡς ξέσται τινές· χρυσίδες δὲ χρυσαῖ φιάλαι. |
| 22.180 | YL ΚΑΤΑ ΑΡΙΣΤΟΚΡΑΤΟΥΣ Διπλοῦς ὁ λόγος, καθάπερ καὶ ὁ κατὰ Τιμοκράτους. |
| 23.1 | ἔχει γὰρ διπλῆν ὑπόθεσιν τὴν τῶν παρανόμων τὴν κρινομένην, ἔχει δὲ καὶ ἑτέραν ἐπεισενηνεγμένην τὴν κατὰ τὴν Χερρόνησον. ἔστι δέ, ὡς ἂν εἴποι τις κατὰ τὴν ὁμοιότητα, ἀνταγώνισμα ὁ παρὼν λόγος τῷ περὶ τοῦ στεφάνου λόγῳ. ἀλλ’ ἐκεῖ μὲν ὅτι ἄξιός ἐστι 〈τῆσ〉 δωρεᾶς 〈ὁ Δημοσθένησ〉 ἀγωνίζεται Κτησιφῶν, ἐνταῦθα δὲ Εὐθυκλῆς Ἀριστοκράτην ἐγράψατο, φάσκων παράνομον εἶναι τὸ ψήφισμα καὶ 〈ὅτι〉 ‘οὐκ ἄξιός ἐστι τῆς δωρεᾶς ὁ Χαρίδημοσ‘. δηλοῦται δὲ ἡ στάσις ὅτι πραγματική ἐστιν ἔγγραφος, εἰ δεῖ κυρωθῆναι τὸ ψήφισμα ἢ μή. Εἰσὶ δὲ τοῦ λόγου κεφάλαια τρία, τὸ δίκαιον, τὸ νόμιμον καὶ τὸ συμφέρον· καὶ τὸ μὲν δίκαιον καὶ νόμιμον ἐνέπεσε κυρίως ἐκ τῆς ὕλης τῶν πραγμάτων, τὸ δὲ συμφέρον ἐκ περινοίας τοῦ ῥήτορος. καὶ κατηγορεῖ τῷ μὲν νομίμῳ κατὰ τοῦτον τὸν τρόπον, ὅτι ‘δέκα νόμους παρέβη, ὧν οἱ μὲν ἑπτὰ φονικοί, οἱ δὲ τρεῖς πολιτικοί‘, τῷ δὲ δικαίῳ, ὅτι ‘πολλάκις ὁ Χαρίδημος ἠδίκησε τὴν πόλιν, καὶ οὐ δίκαιον δοῦναι αὐτῷ τὴν τοιαύτην δωρεάν‘. τίθησι δὲ καὶ τὸ συμφέρον ἐκ περινοίας τοῦ ῥήτορος οὕτως, ὅτι ‘σκοπήσατε ποίῳ τρόπῳ παρελήφθη καὶ ποίῳ ἐδόθη ἡ Χερρόνησοσ‘· δῆλον ὅτι ἐλήφθη τοῦ Κότυος μὲν βασιλεύοντος, ἐδόθη δὲ μερισθείσης τῆς βασιλείας εἰς τρεῖς. νῦν οὖν ὑμῶν παρεχόντων τῷ Χαριδήμῳ τὴν τοιαύτην δωρεάν, ἐὰν βουληθῇ ὁ Κερσοβλέπτης τοῖς ἄλλοις πολεμῆσαι βασιλεῦσιν, οὐχ ἕξει τὸν ἐναντιούμενον· ὁ γὰρ Ἀθηνόδωρος Ἀθηναῖος ὢν οὐκ ἐθελήσει φονεῦσαι τὸν Χαρίδημον διὰ τοὺς Ἀθηναίους· πάλιν ὁ Σίμων καὶ ὁ Βιάνωρ, σύμμαχοι ὄντες ἤτοι πολῖται, οὐδ’ αὐτοὶ ἐθελήσουσι Χαρίδημον διαχρήσασθαι. ἐὰν δ’ οὗτοι μὴ ἐναντιωθῶσι τοῦ Χαριδήμου στρατηγοῦντος τῷ Κερσοβλέπτῃ, ἐρημωθέντων τῶν ἄλλων βασιλέων καὶ φονευομένων, γενήσεται μονοκράτωρ ὁ Κερσοβλέπτης καὶ οὐδὲν αὐτὸν κωλύσει λαβεῖν τὴν Χερρόνησον. οὐκ ἔστιν οὖν τοῦτο τὸ κεφάλαιον ἐκ τῆς ὕλης τῶν πραγμάτων κυρίως, ἀλλὰ τοῦ φεύγοντός ἐστι λέγοντος ὅτι ‘συμφέρει ὑμῖν τὸ λαβεῖν τὴν Ἀμφίπολιν‘ καὶ πολλὰ τοιαῦτα. ὅτι δὲ ἐκ περιεργίας τοῦ ῥήτορος ἐνέπεσε τὸ κεφάλαιον, δῆλον ἐκ τοῦ κατὰ Κτησιφῶντος Αἰσχίνου. τοιαύτης γὰρ οὔσης κἀκεῖ 〈τῆσ〉 ὑποθέσεως, ὁ μὲν Αἰσχίνης διὰ πενίαν συνέσεως καὶ δεινότητος ἔνδειαν οὐκ εὐπόρησε θεῖναι τὸ συμφέρον, ἀλλὰ τὴν ἁπλῆν ἠγωνίσατο ὡς ἁπλούστερος· ὁ δὲ Δημοσθένης ὡς Δημοσθένης καὶ ἔξωθεν προσεπενόησεν ἐκ τῆς τέχνης καὶ τῆς δεινότητος συμμαχίαν λαβεῖν· διὰ τοῦτο καὶ τρίτον κεφάλαιον ἐκίνησεν ἐν τῷ λόγῳ τὸ συμφέρον. Προοίμια δὲ τοῦ λόγου ἐστὶ τρία, τὸ μὲν πρῶτον ἐκ τοῦ πράγματος, ὅτι ‘μεγάλα τὴν πόλιν ἀδικουμένην ὁρῶν τὸν ἀγῶνα τοῦτον ἐνεστησάμην‘· ἐν ᾧ καὶ τὴν ἔχθραν τὴν πρὸς Χαρίδημον μὲν κρύπτει, ἔχειν δὲ ἀηδῶς πρὸς τὸν Ἀριστοκράτην διορίζεται, ἐξ οὗ βλαβήσεσθαι ἔμελλεν οὐδέν· ἐπειδὴ γὰρ ὁ μὲν προφανὴς ἀγὼν πρὸς Ἀριστοκράτην, ὁ δὲ κρυπτόμενος πρὸς Χαρίδημον, διὰ τοῦτο τὸ μὲν κρυπτὸν ὡς ἀνύποπτον ἐᾷ, περὶ δὲ τοῦ ἐμφανοῦς διαλέγεται. τὸ δὲ δεύτερον ἐκ προσώπου τοῦ λέγοντος εἴληπται (cf. 4)· ‘ἐπειδήπερ ἰδιώτης τυγχάνων πρᾶγμα τηλικοῦτον δείξειν ἐπαγγέλλομαι, προσήκει πάντας ὑμᾶς συναγωνίσασθαί μοι‘· τοῦτο δέ φησι διὰ τὸ φοβεῖσθαι, ὅτι ἰδιώτης τυγχάνων πρὸς δημαγωγοὺς καὶ στρατηγὸν ἀγωνίζεται· πόρρωθεν γὰρ αὐτῷ τὸ ἀνύποπτον κατασκευάζει διὰ τῆς δοκούσης ἁπλότητος. τὸ δὲ τρίτον ἀπὸ προσώπου τοῦ Χαριδήμου, δι’ ὅνπερ ὁ λόγος· δέδοται γὰρ ἡμῖν θεώρημα λύειν τὰ ἀντιπίπτοντα πάντα ἀπὸ τῆς ἀξίας, ἐπειδὴ κατὰ ἐνδόξου προσώπου τοὺς λόγους ποιούμεθα· τοῦτο καὶ Ἀριστείδης ἐν τῷ Περικλεῖ πεποίηκεν. |
| 23.1.(50) | ἔστι δ’ ἐν μέσῳ τοῦ προοιμίου τοῦ τρίτου συστροφή τις ἐνθυμηματική (7) ‘εἰ μὲν δὴ τοῦτο μέγιστον Ἀριστοκράτησ‘ καὶ τὰ ἑξῆς. ἐπειδὴ γὰρ κατ’ ἀρχὰς τοῦ προοιμίου διέβαλε τὴν ὑπόληψιν Χαριδήμου, ἐφοβήθη μὴ τὴν ἐξ ἀκολουθίας ἀπόδειξιν τῆς δυσνοίας ὁ ἀκροατὴς ζητήσῃ, ἣν ἔλυσε νῦν μὲν σπεύδειν ἐπὶ τὸ κατὰ Χερρόνησον προσποιησάμενος, ὕστερον δ’ ἐρεῖν τὴν δύσνοιαν ἐπαγγειλάμενος. ἐπειδὴ δὲ ἔμελλεν ὁ ἀκροατὴς θαυμάζειν ‘τί δήποτε ψηφίσματος κατηγορίαν ποιούμενος παρανόμου, Χερρονήσου κατὰ τοὺς ἀγῶνας μέμνηται;‘ ἐν καταστάσει προκατατίθησι τὸν ἀκροατὴν οἰκείαν ἀπολαμβάνειν τῷ ἀγῶνι τὴν μνήμην τῆς Χερρονήσου, ὅλον τὸν ἀγῶνα δι’ αὐτῆς διαβάλλων καὶ ὕποπτον καθιστάς. καὶ ἔστιν ὥσπερ προκατασκευὴ τοῦ συμφέροντος. ἡ κατάστασις δὲ λαμβάνεται ποτὲ μὲν ἐκ γνώμης, ποτὲ δὲ ἐκ διηγήσεως. ἐπειδὴ δ’ ἔμελλεν ἀκούσας ὁ ἀκροατὴς περὶ τῆς Χερρονήσου ἐπιζητεῖν εὐθὺς τὰς ἐντελεστέρας ἀποδείξεις, διὰ τοῦτο φεύγων, εἶτα μὴ προσποιούμενος φεύγειν, δίδωσιν αἵρεσιν, πότερόν ποτε τὸ νόμιμον ἀκοῦσαι βούλονται πρῶτον ἢ τὸ δίκαιον ἢ τὸ συμφέρον. ἐπειδὴ γὰρ ἦν αὐτῷ ἰσχυρὸν τὸ νόμιμον καὶ οἰκειότερον μᾶλλον τῇ γραφῇ, διὰ τοῦτο καὶ ἀναγκαῖον ἡγήσατο τούτῳ πρώτῳ χρήσασθαι. ἀμέλει γοῦν ὡς οὐκ ἀντειπόντος τοῦ ἀκροατοῦ ἢ ἐπιζητήσαντος κατὰ τὴν ἐπαγγελίαν τῆς γραφῆς, εἶπε (19) ‘περὶ τοῦ νομίμου βούλεσθε πρῶτον; τοῦτο ἐροῦμεν‘· καὶ ἐπειδὴ ἔμελλεν ἀντιπίπτειν ἐκ τοῦ νόμου ὅτι ‘ξένος Χαρίδημος καὶ διὰ τοῦτο ἐγράφη τιμή τις αὐτῷ ἰδίᾳ ἐν τῷ ψηφίσματι‘ (ὁ γὰρ κατὰ τῶν φονικῶν θεσμὸς κατὰ τῶν πολιτῶν ἐδόκει κεῖσθαι), διὰ τοῦτο ἐδεήθη πρὸς τὴν λύσιν τοῦ ἀντικειμένου προκατασκευῆς, συνεθίζων τὸν ἀκροατὴν ὅτι πολίτης καὶ ὑπὲρ πολίτου ὁ λόγος, τῷ μὲν δοκεῖν χαριζόμενος αὐτῷ τὴν ἐκ τῆς μετουσίας τιμήν, τῇ δὲ ἀληθείᾳ τὸ κεφάλαιον ποιῶν ἰσχυρότερον· ὅσῳ γὰρ 〈ὡσ〉 ὑπὲρ πολίτου, τοσούτῳ μᾶλλον ἀγανακτήσουσιν οἱ ἀκούοντες, εἰ πολίτῃ μετέχοντι τῆς ἐκ τῶν νόμων ἐπικουρίας ξένην τις ἔγραψε δωρεάν. gTBcFj 〈μηδεὶς ὑμῶν〉] διαλύεται τὴν ἔχθραν ὁ κατήγορος. |
| 23.2 | F 2 YL μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα] ὅρα ὅπως ἐν ἀρχῇ τοῦ λόγου ὡς ἐπιεικὴς ἐπὶ μικροῖς ἁμαρτήμασιν οὐκ ἄν ποτε προελθεῖν εἰς τὴν κατηγορίαν διισχυρίζεται· τοῦτο γάρ ἐστιν ἐν ᾧ λέγει ‘μηδὲ μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα‘· τὸ γὰρ ‘φαῦλον‘ ἐνταῦθα ἐπὶ τοῦ εὐτελοῦς καὶ μικροῦ κεῖται, διὸ καὶ καλῶς ἐπήγαγεν αὐτῷ τὸ ‘ἁμάρτημα‘, τῷ ὀνόματι δεικνὺς τὸ εὐκαταφρόνητον. |
| 23.3 | gTBcFj ἀλλ’ εἴπερ ἄρα ὀρθῶς] ἐγώ, φησίν, ὁ ἰδιώτης εἰ μὴ σφάλλομαι λογισμῷ τοῦ πρέποντος. |
| 23 4a | gTBcFj διπλασιασμὸς κώλου. |
| 23 4b | F 2 YL καὶ μὴ παρακρουσθέντας] ἃ γὰρ μὴ πόλεμος ἀφαιρεῖται, φησί, ταῦτα ῥήτωρ ὢν ἅπαντα τοῖς πολεμίοις χαρίζεται. |
| 23.5 | διὰ δὲ τοῦ ‘πάλιν‘ ἀναμιμνήσκει τῆς ἐπὶ Κότυος ἐπηρείας, ἡνίκα τὴν Χερρόνησον ἥρπασεν. gTBcFj εἰκότως δ’ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι] ἠθικὸν σφόδρα τουτὶ τὸ προοίμιον ἐκ προσώπου τοῦ λέγοντος, ὅτιπερ ἰδιώτης καθέστηκε καὶ μέλλει πρὸς δημαγωγοὺς καὶ στρατηγὸν ἀγωνίζεσθαι. |
| 23.6 | ὁ δὲ νοῦς τοιοῦτος· ‘εὐλογώτερον ἄν, οἶμαι, τὰς ἀκοὰς παράσχοιτε, ἐπειδήπερ δυναστείαν οὔτε ἀπὸ τῶν κοινῶν τῆς διοικήσεως ἔχων οὔτε ἀπὸ τῆς τῶν λόγων δεινότητος ἐπαγγέλλομαι τοσοῦτον κακὸν ἀναστεῖλαι‘. gTBcFj 〈ὅσον ἐστὶν ἐν ὑμῖν〉] ἤτοι ὅσον δύνασθε. |
| 23.7 | F 2 L οὐδὲ σκοπεῖν ἐπέρχεται] ἐπιτιμήσαντι τρόπον τινὰ ἀντέπιπτε ‘πῶς οὖν λέγεις καὶ ἀπαντᾷς εἰς τὸ δημόσιον καίτοι ἀπράγμων ὢν ὡς ὁμολογεῖς;‘ διόπερ ἐδεήθη καὶ ὅρκου σφοδροτέρου. |
| 23.8 | gTBcFj οὐκ ἀγνοῶ μὲν οὖν] λύσις ἐστὶν ἀναγκαίως ἐνταῦθα τοῦ ἀντιπίπτοντος ἐκ τῆς τοῦ 〈Χαρι〉δήμου ποιότητος καὶ τῆς ἀξίας· διὸ καὶ τὸ ‘οἴονται‘ κείμενον διαβάλλει τὴν κρίσιν, καὶ τὸ ‘εὐεργέτην νομίσαι τῆς πόλεωσ‘ βαρὺ καὶ οὐ φορητόν. |
| 23.9 | τῆς τηλικαύτης καὶ ὄντως ἐνδόξου πόλεως ἄνδρα οὕτως εὐτελῆ καλεῖν εὐεργέτην, ἣν καὶ θεοὺς ἴσμεν εὐεργετήσασαν καὶ ὑποδεξαμένην καὶ κρίνασαν, 〈αἰσχρόν〉. gTBc δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν] ἵνα, ἐὰν μὴ πείσῃ, τῆς ἑαυτοῦ τὸ αἴτιον ἀδυναμίας φανῇ, μὴ τῆς τῶν πραγμάτων ἀσθενείας. |
| 23.10 | gTBc οἴομαι δείξειν] τό ‘οἴομαι‘ πρὸς τὴν ἰδιωτείαν ἀκόλουθον· τὸ δὲ ‘δείξειν‘ καὶ τὰ ἑξῆς εἰρημένα τῷ θαρρεῖν τοῖς πράγμασιν ἁρμόττει. |
| 23.11 | gTBc εἰ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι] τοῦτό τινες, ὑπὸ τοῦ σχήματος καὶ τῆς ἁρμονίας ἀπατηθέντες, τέταρτον ᾠήθησαν προοίμιον· ἔστι δὲ συστροφή τις ἐνθυμηματικὴ τὴν αἰτίαν ἔχουσα τοιαύτην· ἐπειδὴ γὰρ τὸν Χαρίδημον ἐν τῇ προτάσει τοῦ προοιμίου διαβέβληκεν, ἐνεχώρει δὲ τοὺς ὑπὲρ αὐτοῦ ῥήτορας εὐθὺς ἀπαιτῆσαι τὴν ἀπόδειξιν ‘πῶς ἐγένετο δύσνους;‘, ἀνεβάλλετο τὴν περὶ τούτου τέως πίστιν, κατεπείγειν τὸ περὶ τὴν Χερρόνησον ὑποκρινόμενος, τῷ μείζονι τὸ ἔλαττον ὑποκλέπτων· διὸ καὶ εἶπεν (8) ‘ἀνάγκη δὲ πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι‘ καὶ ἑξῆς, ὡς ἀνάγκης ἐπιτεθείσης φαίνοιτο λέγων, οὐ πρὸς ἀπέχθειαν. |
| 23.12 | ἔστι δὲ τοῦτο τὸ νόημα προκαταρκτικόν, ‘εἰπεῖν καὶ δεῖξαι· οὕτως ἄρα ἡ χρεία κατεπείγει‘. καὶ ἐν καταστάσει γὰρ μερικῶς ἀγωνιστέον καὶ δεικτέον. gTBcFj ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι] ἐγκατάσκευός ἐστιν ἡ διήγησις· λέγει γὰρ οὕτως ὁ τεχνικός (Hermog. |
| 23 13a | 123, 1)· ‘ὅταν σύντομος ᾖ καὶ πολιτικὴ ἡ διήγησις, τῷ ἐγκατασκεύῳ χρησόμεθα τρόπῳ, ταῖς αἰτίαις κατασκευάζοντες αὐτήν, ἵνα γένηται ῥητορικωτέρα τῇ προσθήκῃ τῶν αἰτιῶν, εἰς κατασκευὴν βοηθουμένη.‘ F 2 YL ἔστι . |
| 23 13b | .. Ἀθηναῖοι] ἡ κατάστασις ἐντεῦθεν ἀπὸ λογισμοῦ τοῦ συμφέροντος. gTBcFj 〈θεραπεύειν〉] τὸ θεραπεύεσθαι τὴν πόλιν παρὰ τῶν βασιλέων. |
| 23.14 | gTBc τοῦτο τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλόμενοί τινες παῦσαι] οὐ μόνον τὸν Ἀριστοκράτην, ἀλλὰ καὶ ἄλλους τινὰς ὑπαινίττεται· διὰ δὲ ἀπέχθειαν παραιτεῖται τοὺς ἄλλους λέγειν. |
| 23.15 | gTBcFj ἀγώγιμον] οἱ μὲν εἰρήκασιν ἐπὶ κρίσει· ὁ δὲ ῥήτωρ ἐκ τῆς ἀσαφείας εἰς ὃ ἐβούλετο μετήγαγεν, ‘ἐπὶ θανάτῳ‘ λέγων. |
| 23.16 | ζητήσειε δ’ ἄν τις ‘τίνος χάριν τῆς καταστάσεως ἁπλουστάτης οὔσης κατὰ φύσιν καὶ ἀκατασκεύου ὁ ῥήτωρ ταύτην ἐναγώνιον εἰργάσατο;‘ φαμὲν ὅτι ‘ἐπειδὴ περὶ μελλόντων ἔλεγεν (εἴπομεν γὰρ ὅτι ἐκ τοῦ συμφέροντος ἐγένετο), τὸ δὲ μέλλον ἐν ἀδήλῳ τὴν φύσιν ἔχει σαθρὸν δὴ ὑπάρχον καὶ ἐν ἀφανεῖ τυγχάνον, δι’ ἀποδείξεως πειρᾶται τοῦτο δεικνύειν καὶ τὸ ἀληθὲς εὑρίσκειν‘. gTBcFj οὐ τοίνυν ἐκ τούτων μόνον δῆλον] ἀπόδειξις τῶν εἰρημένων. |
| 23.17 | τὴν μὲν οὖν κατάστασιν δι’ ἐνθυμημάτων ἐπεραίωσε, ταύτην δὲ τὴν ἀπόδειξιν ἀπ’ αὐτοῦ τοῦ ψηφίσματος. gTBcFj καὶ παραβὰς τὸ τί πράττοντα] τὸ ἀσαφὲς μερικῶς ἐξετάζει, ἀναφέρεται δὲ εἰς τὸ συμφέρον. |
| 23.18 | τὸ γὰρ ἀσαφὲς βλάβην κομίζει, ὅπερ ἴδιον τοῦ συμφέροντος. gTBc κατὰ τούτων] ἢ κατὰ τούτων τῶν ἐχθρῶν. |
| 23.19 | gTBcFj ὧν μὲν τοίνυν ἕνεκεν ἐρρήθη τὸ προβούλευμα] συμπέρασμα τῆς καταστάσεως. |
| 23.20 | εἰ δέ τις ζητήσειε ‘πῶς τὴν τῶν κεφαλαίων τάξιν ἤμειψε; κατὰ φύσιν γὰρ τὸ δίκαιον τοῦ συμφέροντος προτέτακται, ὅτι τὸ μὲν περὶ τῶν παρεληλυθότων, τὸ δὲ περὶ τῶν μελλόντων· τί δὴ παρέλιπε τὸ τῇ φύσει πρῶτον;‘ ἐροῦμεν ὅτι τὸ μὲν τῇ φύσει πρῶτον δίκαιον ἐν ᾧ ἦν ὁ βίος αὑτοῦ τετήρηκεν ὕστερον, ἵνα ὁ ἀκροατὴς ἀκούων τὰς πράξεις αὐτοῦ καὶ ἀγανακτήσας ἐνέγκῃ τὴν ψῆφον, τὸ δὲ νόμιμον προτέτακται, ἐπειδήπερ αὐτῷ πολὺ ἰσχύει. ἔστι γὰρ αὐτοῦ τεχνικὸν παράγγελμα, τὰ ἰσχυρὰ προτάττειν καὶ μὴ τῇ τάξει ἕπεσθαι, ἀλλ’ ὡς ἔχει καλῶς. gT BcFj 〈δίκαιον δ’ ἐστὶν〉] προκατασκευή. |
| 23.21 | S ὑπεσχημένον τρία ἐπιδείξειν] πῶς μηδὲν ἐπαγγειλάμενος φησὶν ‘ὑπεσχημένον‘; φαμὲν ὅτι ἐν τῇ γραφῇ εἶπεν ὅτι ‘κατηγοροῦμεν τοῦ ψηφίσματος ὡς παρανόμου, ὡς ἀδίκου, ὡς ἀσυμφόρου‘. |
| 23.22 | τὰ οὖν ἐν τῇ γραφῇ [ταῦτά φησιν] ἐπῆλθεν. ὡς δὲ ὁ λόγος ἔχει τὰ κεφάλαια, οὕτως ἐκτέθειται, οὐχ ὡς ἡ τάξις ἀπαιτεῖ, δι’ ὃν προείπομεν λόγον. gTBcFj τρίτον δὲ ὡς ἀνάξιός ἐστι] τὸ δίκαιον· τὸ γὰρ ‘ἀνάξιοσ‘ εἰς τοῦτο ἀναφέρεται. |
| 23.23 | gTBcFj αἵρεσιν ὑμῖν δοῦναι] ἐπειδὴ γὰρ ἀπῄτει ἐκ τῆς καταστάσεως διδαχθεὶς ὁ ἀκροατὴς τὸ συμφέρον, οὐκ ἐβούλετο δὲ αὐτοῖς τοῦτο πρῶτον εἰπεῖν, ὡς εἴπομεν, διὰ τὴν οἰκονομίαν, δίδωσιν αὐτοῖς αἵρεσιν, καὶ ἐνδοὺς τὴν σκέψιν ἁρπάζει τὴν ἐπίκρισιν, ἵνα δόξῃ ἕπεσθαι αὐτοῖς καὶ κατὰ ἀνάγκην τοῦτο ποιεῖν καὶ τῷ πόθῳ ἐκείνων ἐξακολουθεῖν. |
| 23.24 | gTBcFj ἀλλὰ ποιησάσθω τὴν ἀκρόασιν ὡδί] κυρίως ἐφ’ ἑκάστου κεφαλαίου τὸ ῥῆμα ἔχεις· ἐπὶ μὲν τῶν νόμων (20) τὸ ‘λέγω‘ ὡς ἁπλοῦ τοῦ νόμου τυγχάνοντος, ἐπὶ δὲ τοῦ δικαίου τῶν ἀδικημάτων (20) τὸ ‘ἐλέγχω‘, ἐπὶ δὲ τοῦ συμφέροντος (21) τὸ ‘ἐξετάσω‘· λογισμῷ γὰρ τὸ μέλλον εὑρίσκεται. |
| 23.25 | gTBcFj ἔσονται δὲ βραχεῖς περὶ πάντων οἱ λόγοι] ἐπειδὴ γὰρ τρία ἦν κεφάλαια, ἐπιτεινομένους καὶ μακροὺς ὑπέφαινε τοὺς λόγους· διὰ τοῦτο παραμυθεῖται αὐτοὺς λέγων ‘βραχεῖς ἔσονται οἱ λόγοι‘. |
| 23.26 | gTBcFj καὶ τραύματος ἐκ προνοίας] ἐξέτασις ἐντεῦθεν τοῦ νομίμου καὶ παράθεσις τιθεμένων τῶν νόμων καὶ τοῦ ψηφίσματος. |
| 23.27 | gTBcFj εἰ σκέψαισθε ἐν τίνι τάξει] προθεραπεία. |
| 23.28 | ἐπειδὴ γὰρ ἔδει τῶν νόμων μνησθῆναι, οἳ περὶ τῶν πολιτῶν προστάττουσι, ξένος δὲ οὗτος ἦν, ἵνα μὴ ἀντιπέσῃ αὐτῷ ‘ἀλλ’ οὗτος ξένος, οἱ δὲ νόμοι περὶ πολιτῶν διαλέγονται‘, προοικονομεῖ τοῦτο καὶ ποιεῖ αὐτὸν πολίτην, ἵνα οὕτως αὐτὸν ἐξετάσῃ. gTBcFj τὴν γὰρ τοῦ δήμου δωρεὰν] κολακεύει τὸν δῆμον· ἅμα δὲ καὶ δείκνυσιν ὡς οὐκ ἐχθρὸς αὐτῷ, ὥσπερ καὶ ἐν προοιμίοις εἴρηκε (1) ‘μηδεμιᾶς ἰδίας ἔχθρασ‘. |
| 23.29 | ‘εἰ γὰρ ἦν‘ φησίν ‘ἐχθρός, οὐκ ἂν πολίτην αὐτὸν πεποίηκα‘. οὐδὲν δὲ κωλύει ἐν οἷς χρεία καὶ ἐπαινεῖν τὸν ἐχθρόν, ἵνα ἀνύωμεν ἕτερον ὃ βουλόμεθα. gTBcFj ἃ δ’ οὐδ’ ἡμῖν τοῖς γένει πολίταις] καλῶς τὸ ‘παρὰ τοὺς νόμουσ‘. |
| 23.30 | ἵνα γὰρ μή τις εἴπῃ ‘ἀλλ’, εἰ πλεῖστα εὐεργετήκει, ὀφείλει καὶ πλειόνων τιμῶν τυγχάνειν‘ διὰ τοῦτο ‘παρὰ τοὺς νόμουσ‘· οὐδὲ γὰρ παρὰ τούτους πράττειν καλόν. gTBcFj καὶ τὰ τοιαῦτα πάντα] παραιτεῖται λέγειν τὰ εἴδη τῶν κακουργιῶν ἢ διὰ τὸ δύσφημον ἢ ἵνα μὴ δοκῇ διὰ τὸ πράττειν εἰδέναι. |
| 23.31 | gTBcFj 〈πρὸ μὲν τοῦ κρίσιν γενέσθαι〉] ὅτι τὸ πρὸ τῆς κρίσεως λέγεται αἰτία· ὅτι τὸ μετὰ τὸν ἔλεγχον ἀδίκημα. |
| 23.32 | F 2 YL καὶ μὴν ἔν γε τῷ ποιεῖν ἀγώγιμον] τῷ ἀγωγίμῳ πανταχοῦ σοφίζεται. |
| 23.33 | gTBcFj μὴ προδήλου τῆς ἐπιούσης τύχης οὔσης ἑκάστῳ] εἰς ἔλεον ἤγαγε τὸν λόγον, ἵνα δείξῃ τὴν ἀδικίαν ἐκείνου. |
| 23.34 | gTBcFj τούτων οὐδέτερον ποιεῖν] ἀντὶ τοῦ ‘ἕτερον δὲ παρὰ ταῦτα μὴ ποιεῖν‘. |
| 23.35 | F 2 YL καὶ μὴ νομίσητε εὔηθες τὸ ἐρώτημα] ἐπειδὴ ἀπαιτεῖ αὐτὸν περὶ τῶν μελλόντων ἀποκρίνασθαι, ὅσον δὲ εἰς ἀτοπίαν ἄγει τὸν λόγον, πλέον τοῦ Ἀριστοκράτους καθάπτεται. |
| 23.36 | τὸ δ’ ‘ἢ καὶ ἄλλως πως τελευτήσει‘ ἤτοι ἰδίῳ θανάτῳ. gTBcFj τίνα γάρ σοι λέλοιπεν ὅρον τῷ γράμματι τούτῳ] τῷ ψηφίσματι. |
| 23.37 | διασύρει δὲ ‘γράμμα‘ προσειπών, καὶ τό γε ‘τούτῳ‘ προσθεὶς οἷον τῷ ἀτόπῳ. gTBcFj ὡς ἐπὶ πάντων, οὐκ ἐπὶ τῶν φονικῶν μόνον] ἔθος τῷ Δημοσθένει κατασκευάζειν οὐκ ἐξ ὧν λέγει, ἵνα μὴ δόξῃ διὰ τὸ ἴδιον συμφέρον ἐκ δεινότητος ποιεῖν τοῦτο, ἀλλ’ ἐξ ἑτέρων, ἵνα ἡ φύσις οὕτως ἔχειν δόξῃ τοῦ πράγματος. |
| 23.38 | gTBcFj φέρε, ἂν δέ τι συμβῇ τοιοῦτον] ἀντιπίπτοντος λύσις ἐκ τῆς ποιότητος τοῦ Χαριδήμου. |
| 23.39 | ἐπειδὴ γὰρ ἰδιωτῶν μᾶλλον ἢ στρατηγῶν τὸ μοιχεύειν, διὰ τοῦτο καὶ ἰδιώτην αὐτὸν ποιεῖ. gTBcFj ἤδη τῳ καὶ ἄλλῳ] ἵνα μή τις εἴπῃ ‘ἀλλ’ οὐκ ἀπαλλαγήσεται τῆς στρατηγίασ‘, ὁ δὲ εἶπεν, ὅπερ καὶ ἄλλῳ συνέβη στρατηγῷ τυγχάνοντι, ἵνα τῷ κοινῷ βεβαιώσῃ τὸ ἴδιον. |
| 23.40 | gTBcFj εἶτ’ οὐ δεινόν, ὦ γῆ καὶ θεοί] σχετλιασμὸς ἐν καιρῷ. |
| 23.41 | καλὸν γὰρ ἐν τῇ ὑπερβολῇ τῶν δεινῶν ἐπικαλεῖσθαι τοὺς κρείττονας. gTBcFj οὓς παραγεγράμμεθα] παρεσημειωσάμεθα. |
| 23.42 | τὸ γὰρ σχῆμα περιληπτικόν. ὅταν γὰρ πλειόνων εὐπορῶμεν, τότε τούτῳ τῷ σχήματι χρώμεθα. gTBcFj προστεταγμένα τοῖς νόμοις] παρὰ τῶν νόμων ταχθέντα. |
| 23.43 | συμπέρασμα δὲ λοιπὸν τοῦ νόμου καὶ μετ’ αὐξήσεως τῶν εἰρημένων τὸ συμπέρασμα. ζητήσειε δ’ ἄν τις ‘πῶς ἐξετάζων τὸ νόμιμον κεφάλαιον οὐχ ὑφ’ ἓν αὐτὸ ἐργάζεται, ἀλλὰ καὶ μερίζει εἰς δύο καὶ παρεμβάλλει ἕτερα, οὐκ εἰωθὼς οὐδαμῇ τοῦτο ποιεῖν, ἀλλὰ διόλου πᾶν οὗ ἂν ἄρξηται κεφαλαίου, ἕως ἂν τελεσθῇ, ἐξεργάζεσθαι;‘ φαμὲν οὖν ὅτι, ἐπειδὴ καὶ τὸ ψήφισμα οὐχ ὑφ’ ἓν ἐξήτασεν, ἀλλὰ κατὰ μέρος, πρὸς μὲν τὸ ἐξετασθὲν μέρος τοὺς νόμους οὓς παρέβη τέθεικε, πρὸς δὲ τὸ ἑξῆς πάλιν ὁμοίως προσφέρει τοὺς νόμους· καὶ εἰκότως οὐδὲν ἄλλο παρενέβαλεν ἐκτὸς τοῦ κεφαλαίου, ἀλλὰ καὶ [ἐκ] τῶν ἐθῶν. εἰς δύο γὰρ τέμνεται τὸ νόμιμον, εἴς τε ἄγραφον καὶ νόμιμον ἔγγραφον, ἵνα δόξῃ ὅλον ἓν εἶναι. gTBc βούλομαι δ’ εἰπεῖν διὰ βραχέων] τί τὸ χρήσιμον περὶ τῶν δικαστηρίων λέγει τῶν νόμων προεξητασμένων; ἐπειδὴ ἔθει πολλοὶ κεκράτηνται νόμοι, βουλόμενος ἐπιδεῖξαι, ὅτι πάντες εἰσὶ κύριοι, ἐξετάζει τὰ δικαστήρια, δεικνὺς κατὰ τούτους πάντα συγκροτούμενα. |
| 23.44 | F 2 YLS ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Χαρίδημον ἐποιησάμεθα] ἐπροοιμιάσατο περὶ τοῦ ἔθους πρότερον, ἵνα οὕτως περὶ τοῦ προοιμίου ἑξῆς ἀντιπέσῃ· ‘ἀλλὰ ταῦτα τὰ ἔθη παρὰ τοὺς πολίτας ἐστίν‘· ὅθεν ἐπήγαγεν εὐθύς· ‘ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Χαρίδημον ἐποιησάμεθα πολίτην‘. |
| 23.45 | ἡ μὲν οὖν πρώτη τοῦ νομίμου παντὸς λύσις, ὅτι ‘ξένος Χαρίδημοσ‘· ἡ δὲ δευτέρα κατὰ τὸ ἔθος ἐν τῷ νομίμῳ, ὅτι ‘πολίτην μὲν αὐτὸν ἐποιησάμεθα· οὐ μὴν οὐδὲ τῶν ἀπορρήτων οὐδὲ τῶν ἱερῶν καὶ τῶν ὁσίων αὐτῷ μεταδεδώκαμεν, ἴδια γὰρ ταῦτα 〈τῶν〉 ἐγχωρίων ἐστίν‘. gTBcFj 〈ἐν μόνῳ τούτῳ τῷ δικαστηρίῳ〉] σημείωσαι, περὶ τοῦ ἐν Ἀρείῳ πάγῳ δικαστηρίου. |
| 23.46 | F 2 L εἴθ’ ἥρωες εἴτε θεοὶ] οὐ γὰρ διαβεβαιοῦται ‘τίς ἦν‘, ὡς τὸ πιθανὸν τῷ λόγῳ σώσηται, ὥσπερ καὶ ἐν τούτῳ τῷ λόγῳ εἴρηται ἀλλαχοῦ (25, 16) ‘εὕρημα μὲν καὶ δῶρον θεῶν‘. |
| 23.47 | gTBcFj τούτων] τῶν ἐν τοῖς δικαστηρίοις. |
| 23.48 | gTBcFj τρίτον δ’ ἕτερον] σημειωτέον τὸ ‘ἕτερον‘ ἐπὶ τοῦ τρίτου λεχθέν· οὐ καλῶς δὲ εἶπεν· ἐπὶ γὰρ δυοῖν μόνον λεκτέον ‘ἕτερον‘, ἐπὶ δὲ τριῶν ‘ἄλλο‘. |
| 23.49 | οὐκοῦν σπανίως εἴρηκε τοῦτο, καὶ οὐ χρὴ κακόζηλον ὂν μιμεῖσθαι. gTBcFj 〈δοκοῦσι γάρ μοι〉] σημείωσαι, περὶ δικαίου φόνου. |
| 23.50 | F 2 L 〈ἀποφυγγάνει〉] ἀθῳοῦται. |
| 23.51 | F 2 L ἆρά τις ἡμῖν ἔτι λοιπός ἐστι] πρὸς τὸν γραμματέα φησίν. |
| 23.52 | ἵνα γὰρ μὴ δοκῇ κακουργεῖν ὡς προμελετήσας, τούτου χάριν προσποιεῖται τὴν ἄγνοιαν, ἵνα ἅπερ τοῖς νόμοις ἐπάγει δοκῇ παραχρῆμα εὑρίσκειν. gT BcFj βούλομαι τοίνυν καὶ ἓν ἢ δύο ψηφίσματα] πληρωθέντος τοῦ μέρους τοῦ νομίμου ἐπάγει πάλιν ἕτερον ἔθος, προηγούμενον καὶ τοῦτο ὡς νόμιμον. |
| 23.53 | τὸ γὰρ ἔθος τοῦ νομίμου κεφαλαίου μέρος παρὰ τοῖς τεχνίταις νενόμισται· δι’ οὗ πιστοῦται τὸ πάντας ἠκολουθηκέναι κατὰ τοῦτο τὸ ἔθος τῷ τῶν νόμων βουλήματι ἐν ταῖς δόσεσι τῶν δωρεῶν. λαμβάνει δὲ τὴν ἀρχὴν τὸ ἔθος ἀπὸ τούτου· ‘βούλομαι τοίνυν ὑμῖν καὶ ἓν ἢ δύο ψηφίσματα‘ καὶ ἑξῆς. πληρώσας δὲ καὶ τὸ ἔθος, δι’ οὗ τὸ νόμιμον ἐβεβαίωσε, τίθησι λοιπὸν τὰς ἀντιθέσεις τὰς ἐκ τοῦ νομίμου· πρῶτον μὲν τὴν ἀπὸ τοῦ ῥητοῦ. γέγραφε γὰρ ὁ Ἀριστοκράτης (84) ‘ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω‘. κατηγόρησε δὲ Δημοσθένης ἤτοι Εὐθυκλῆς, ὡς ἐλλιπῶς ἔγραψε καὶ ἀσαφῶς, μὴ προσθεὶς ποῦ καὶ ἐπὶ τίνι ἀγώγιμος. πρὸς τοῦτο ἀντίθεσιν ἐκ τῆς διανοίας ἀνθυποτείνεται Ἀριστοκράτης, λέγων ἐπὶ κρίσιν γεγραφηκέναι ἄγεσθαι τὸν ἀνδροφόνον κατὰ τὸ ἑπόμενον. ὁ Δημοσθένης 〈δὲ〉 τοῦτο οὐ δέχεται τὸ κατὰ διάνοιαν ὡς ἑπόμενον, φάσκων μηδὲ γεγραφέναι διαρρήδην ἐπὶ κρίσιν ἄγεσθαι τὸν ἀνδροφόνον ἀγώγιμον· καὶ ἡ ἐξέτασις αὐτῷ τῶν νόμων γέγονεν ὑπὲρ τῶν ἀνδροφόνων μᾶλλον. αἰτιᾶται δὲ ἐλλιπῶς ἔχειν τὸ ψήφισμα κατὰ μέρη δύο· ἓν μὲν ὅτι γράψας ‘ἀγώγιμον‘, ἔπειθ’ ὅτι γράψας (91) ‘ἐὰν δέ τις πόλις ἀφέληται ἢ ἰδιώτης, ἔκσπονδος ἔστω‘ οὐ προσέγραψε πάλιν, διὰ τί ἔκσπονδος, δέον προσγράψαι ὅτι ‘εἰ μὴ ἐκδίδωσιν ἐπὶ κρίσιν‘, ἑξῆς ἔθηκεν ἀντίθεσιν (92) ‘ὡς ἄκυρόν ἐστι τὸ ψήφισμα· προβούλευμα γάρ ἐστιν, ὁ νόμος δὲ ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα‘. ἰστέον δὲ ὅτι τῶν προσταττομένων καὶ κυρουμένων ὑπὸ τῆς βουλῆς ψηφισμάτων τὰ μὲν ἄχρι αὐτῆς ἵστατο τῆς βουλῆς, τὰ δὲ καὶ εἰς τὸν δῆμον ἐπέμπετο. ὅσα μὲν οὖν ἴδια τῆς βουλῆς ψηφίσματα ἦν, ταῦτ’ ἦν ἐπέτεια καὶ συνανῃρεῖτο τῇ βουλῇ μετὰ ἐνιαυτὸν παυομένῃ· ὅσα δὲ ἀπὸ τῆς βουλῆς ἔδει πρὸς τὸν δῆμον πεμφθῆναι καὶ τὸ κῦρος παρ’ αὐτοῦ λαβεῖν, ταῦτα οὐκ ἦν ἐπέτεια. τὸ τοίνυν γραφὲν Ἀριστοκράτει ψήφισμα ἐκυρώθη μὲν ὑπὸ τῆς βουλῆς, ἔδει δὲ αὐτὸ κυρωθῆναι καὶ ὑπὸ τοῦ δήμου· τῆς δὲ γραφῆς δοθείσης μετέωρον ἔμεινε. σοφιζόμενος δὲ ὁ ῥήτωρ φησὶν αὐτὸ ἄκυρον εἶναι, προβούλευμα γὰρ εἶναι. ὅτι μὲν οὖν προβούλευμά ἐστιν, ἀληθές· ὅτι δὲ καὶ ἄκυρον, οὐκ ἀληθές. τὸ δὲ ‘ἄκυρον‘ διχῶς λέγεται· ἤτοι γὰρ τὸ παντελῶς ἀνῃρημένον καὶ διαγεγραμμένον ἢ τὸ ὀφεῖλον μὲν κυρωθῆναι, οὐδέπω δὲ κυρωθέν. ταύτην τὴν ὁμωνυμίαν λαβὼν εἰς χορηγίαν σοφίσματος ἐθάρρησεν εἰπεῖν ἄκυρον εἶναι τὸ ψήφισμα. εἶτα τὴν εἰδικὴν πρότασιν προτάξας τῇ καθόλου κατασκευάζειν πειρᾶται, λέγων (92) ‘ὁ νόμος δὲ ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα‘. ἡ μὲν οὖν καθόλου πρότασις ἀληθής· ἐνιαύσια γὰρ ὡς ἀληθῶς τῆς βουλῆς τὰ ψηφίσματα. τὸ δὲ (92) ‘ἄκυρόν ἐστι τὸ ψήφισμα‘ ὁμωνύμως ἐδείκνυμεν· ‘προβούλευμα γάρ ἐστιν‘ (92) ὁμοίως ὁμώνυμον, ὡς πάντα τὰ εἰσιόντα εἰς τὴν βουλὴν ψηφίσματα. gTBcFj οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι] ἀντίθεσις ἀπὸ τοῦ νομίμου ἐκ τῆς διανοίας τοῦ ῥήτορος. |
| 23.54 | ἐπειδὴ γὰρ αὐτὸς ὡς ἐφ’ ὁμολογουμένοις ἔλαβεν αὐτὸν ἀγώγιμον ἐπὶ θανάτῳ, ὁ δὲ Ἀριστοκράτης ἔφασκεν ‘οὔκ, ἀλλ’ ἐπὶ κρίσει‘, λύει τὴν ἀντίθεσιν ἀπαντήσας αὐτῷ ἐκ τοῦ ἑτέρου μέρους τοῦ ψηφίσματος, ὅτι ‘καὶ τὸν ἀφελόντα τὰ ἐπέτεια τοῦ φόνου καὶ τοῦτον ἔκσπονδόν φησιν εἶναι, οὔκ, 〈ἐὰν μὴ παράσχῃ〉 ἐπὶ κρίσιν, ἀλλὰ κἂν δικαίως ἀφέλῃ‘. ἐπειδὴ δὲ οὐκ εἶχεν ἀπὸ τῆς γνώμης τοῦ Ἀριστοκράτους λῦσαι καὶ στοχάσασθαι τῆς ἐκείνου προαιρέσεως, ἀπὸ τοῦ ἑτέρου ῥητοῦ λέλυκεν οὗ αὐτὸς γέγραφεν. gTBcFj ὡς ἄκυρόν ἐστι τὸ ψήφισμα· προβούλευμα γάρ ἐστιν] ἄλλη ἀντίθεσις ὡς ἀπὸ Ἀριστοκράτους· ἔστι δὲ ὑπὸ τοῦ ῥήτορος πεπλασμένη (ὥσπερ ἂν οὐδεὶς ἑκὼν ὁμολογήσειεν ἀδικεῖν), ἵνα τῇ οἰκείᾳ γλώττῃ καταγνωσθῇ ὥσπερ ἡττημένος ἀπὸ τῶν πρώτων, ὁμολογῶν ἄκυρον εἶναι τὸ ψήφισμα, πῶς ἀκυροῦν τὸ προβούλευμα σοφίζεται. |
| 23.55 | οὐ γὰρ πάντα ἐπαινεῖ αὐτοῦ· ἀλλ’ ἃ μὲν ἡ βουλὴ ἐκύρου χωρὶς τοῦ δήμου, ἕως ἦρχεν, ἐπεκράτει καὶ ἦν ὄντως ἐπέτεια· τὰ δὲ ὑπὸ τοῦ δήμου γιγνόμενα καὶ πλείονα μένει χρόνον, ἐπειδήπερ τὰ προβουλεύματα τῆς βουλῆς οὐκ εἰσήγετο εἰς τὸν δῆμον, ἀλλ’ ἦν κύρια καὶ χωρὶς τοῦ δήμου, ἦν δὲ ἐπέτεια ἀντὶ τοῦ ‘ἐπ’ ἐνιαυτόν‘. ὡς πρὸς τὴν βουλὴν δὲ ἔλαβεν ὅτι ‘οὐκ ἦν κύριον καὶ μή πως εἰσαχθῇ εἰς τὸν δῆμον‘· τὸ δ’ ὅτι ‘ἐπέτεια‘, ὡς πρὸς τὰ ψηφίσματα τοῦ δήμου, ἐψεύσατο. ἄκυρον μὲν γὰρ διὰ τὸ μήπω κυρῶσαι τὸν δῆμον, οὐ μὴν ἄκυρον πάντῃ ὡς ἐνιαύσιον· παραμένει γὰρ πολλάκις καὶ πολὺν χρόνον. gTBcFj οὐ τοίνυν οὐδ’ ἐκεῖνό με] ἀντίθεσις πάλιν ἀπὸ τοῦ ἔθους. |
| 23.56 | ἔστι γὰρ διχῶς τὸ νόμιμον, καὶ ἔγγραφον καὶ ἄγραφον· καὶ ἔνθα ἂν εὑρίσκηται 〈τά τε ἔγγραφα〉 καὶ τὰ ἄγραφα νόμιμα, πάντως πρῶτα ἔσται τὰ ἔγγραφα καθόλου· ὡς δὲ πανταχοῦ εἴωθε ποιεῖν ὁ ῥήτωρ, ἐν τῇ θέσει τὴν ἀντίθεσιν διαβάλλει, ἵνα σαθρὰν ἀποδείξῃ αὐτὴν τῷ ἔχοντι. ‘ἁπλῆν‘ δὲ ἀντὶ τοῦ ‘ἄνευ δόλου, καθαράν, δικαίαν‘. ‘παραγωγὰσ‘ δὲ ἀπάτας παρὰ τὸ παράγειν ἐκ τῆς ἀληθείας τὴν γνώμην. gTBcFj οὐκ ἄρ’ εὐορκοῦσι] θεραπεία τοῦ 〈μὴ〉 συγκρούειν τοῖς δικασταῖς. |
| 23.57 | ἐπειδὴ γὰρ ἀπέδειξε κεκυρωμένα τινὰ παρανόμως (τοῦτο δ’ ἦν ἀπὸ τῶν δικαστῶν), λύει τὸ ἔγκλημα ἀγνοίᾳ τὴν συγγνώμην δωρούμενος. gT BcFj ἡ δὲ τῆς γνώμης δόξα] ἡ ὑπόνοια καὶ τὸ οὕτως ὡς ἔφησαν νομίσαι δίκαιον· πρὸς εὐκρίνειαν δὲ τοῦ λόγου ὁρίζεται ‘τί τὸ ἐπιορκῆσαι‘, ἵνα εὐμαθέστερον τὸν ἀκροατὴν ἐργάσηται. |
| 23.58 | gTBcFj εἰ γὰρ ἠγνόησέ τι] τὴν γὰρ ἄγνοιαν μέρος συγγνώμης οἱ παλαιοὶ ἐποιοῦντο. |
| 23.59 | gTBcFj μηδὲ ὡς ἕτεροι δικάσαντες] ἐξαπατηθέντες. |
| 23.60 | gTFj οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους] ἔθος πᾶσι τοῖς παλαιοῖς ἐπὶ τῶν αὐτῶν νοημάτων καὶ τοῖς αὐτοῖς κεχρῆσθαι ῥήμασιν, ἵνα μὴ δοκοῖεν ἀπειρόκαλοι εἶναι ἐναλλαγῇ τῆς φύσεως. |
| 23.61 | εἶπεν οὖν καὶ ἐν τῷ κατὰ Ἀνδροτίωνος (22, 7) τὸ αὐτό. gTBcFj ἤδη δέ τιν’ εἶδον, ὦ ἄνδρες Ἀθηναῖοι] τοῦ συμφέροντος ἐντεῦθεν ἀναίρεσις, ὅτι ‘οὐδὲ συμφέρει, ἵνα μὴ διὰ τὸ χρήσιμον κυρώσητε‘. |
| 23.62 | gT BcFj ἵνα δὲ μὴ πάνυ θαυμάζῃ] ἀντιπῖπτον λύει· εἶπε γὰρ ἄν τις ‘ἀλλ’ οὐ διαμένει τὰ γεγραμμένα ἐν τῷ ψηφίσματι‘· οὐ γὰρ οὕτως ἰσχύει. |
| 23.63 | ὁ δὲ κατασκευάζει ὅτι ‘πολλὰ δύναιτο τὸ ψήφισμα ἐκ παραδειγμάτων‘. gTBcFj ἂν οὖν εἴπωσιν ἡμῖν] ἐπειδὴ γὰρ ὁ λόγος θρασύτερος, ἄλλῳ περιάπτει προσώπῳ, ἵνα μὴ αὐτὸς ἀφ’ ἑαυτοῦ ταῦτα λέγειν δοκῇ, ἕτερος δὲ εἴη ὁ φθεγγόμενος. |
| 23.64 | gTBcFj 〈ἀκούω τοίνυν αὐτὸν〉] πρότασις. |
| 23 65a | F 2 L ἀκούω . |
| 23 65b | .. αὐτὸν] ἀντίθεσις, ὅτι ‘οὐ βουλήσεται τὰ ἐπιβλαβῆ, ἀλλὰ τὰ ὠφέλιμα‘. κατεσκεύασε δὲ τὴν ἀντίθεσιν ἀπό τε γνώμης τοῦ Κερσοβλέπτου καὶ τῆς τῶν προσόδων ποσότητος. οὐκοῦν δυνήσεται μὲν τὴν γνώμην λῦσαι τῇ κατὰ τῶν τυράννων διαβολῇ καὶ τῷ τὸ ἦθος εἶναι τοῦ Χαριδήμου βάρβαρον, τὴν δὲ ποσότητα ἀπὸ τῆς ὑπαρχούσης φύσει τοῖς τυράννοις πλεονεξίας. gTBcFj ὃν καὶ πρότερόν ποτε Ἀριστόμαχος] ὥσπερ οἱ φιλιππίζοντες 〈τὰ τοῦ Φιλίππου〉, οὕτω καὶ οὗτος τὰ τῶν Θρᾳκῶν ἐφρόνει. |
| 23.66 | τὴν δὲ ἀντίθεσιν ἐκ τοῦ προσώπου τοῦ Ἀριστομάχου σαθροτέραν ἀποδείκνυσι, κατασκευάσας αὐτήν. ὅταν γὰρ ᾖ δύσλυτος ἡ ἀντίθεσις, τῷ δοκεῖν κατασκευάζομεν, ἵνα λύσεως ἀφορμὰς ἐντεῦθεν πορισώμεθα. gTBcFj 〈οὐκ ἔστιν〉] ὑποφορά. |
| 23.67 | F 2 L ἐγὼ δ’ οὐκ ἀπορῶ μὲν εἰπεῖν] ἡ λύσις ἐντεῦθεν, οὐκ ἀκόλουθος δὲ τῇ ἀντιθέσει. |
| 23 68a | ἐπειδὴ δὲ ἐκεῖνοι ἔφασαν μὴ βούλεσθαι 〈ἂν〉 αὐτόν, ἐκ λογισμῶν τινῶν πρὸς τοῦτο ἀπήντησε, τὸ θέλειν ἢ μὴ τῇ κατὰ τῶν τυράννων διαβολῇ λύσας καὶ τῷ τὸν Χαρίδημον εἶναι τὸ ἦθος βάρβαρον. τὴν δὲ ποσότητα ἀπὸ τῆς ἐν τῇ φύσει τῶν δυναστευόντων πλεονεξίας ἐκ παραδειγμάτων καὶ παραθέσεως αὐτὴν λύει. gTBcFj ἀντιπρότασις. |
| 23 68b | L 〈ἴστε δήπου〉] λύσις. |
| 23.69 | L τοῦ μὲν ἡγουμένου] κατασκευάσας μερικῶς ἐκ τῶν παραδειγμάτων λοιπὸν ἐκ τῶν καθόλου συμπεραίνει τὸν λόγον. |
| 23.70 | τὸ οὖν εὐτυχεῖν προηγεῖται, ἐπειδὴ ἐκ θεῶν τις αὐτὸ κέκτηται. gTBcFj καὶ τί δεῖ Φίλιππον λέγειν] ἀποδείξας ὅτι εὐτυχία 〈οὐ〉 μετὰ τοῦ εὖ φρονεῖν παραγίνεται διὰ τοῦ Φιλίππου, ἵνα μή τις εἴποι ‘ἀλλὰ Μακεδὼν καὶ ἅμα ἡ τούτου γνώμη αἰτία τυγχάνει‘, διὰ τοῦτο ἐκ τῶν προσεχῶν, ἐκ τοῦ Κότυος. |
| 23.71 | ‘μάλιστα γὰρ εἰς αὐτόν‘· τινὰ γὰρ αἰχμάλωτον ἐν τῷ πότῳ εἰσήγαγεν, ἐπιθεὶς αὐτῷ τῆς Πολιάδος τοὔνομα καὶ ὑβρίζων αἰσχρῶς ὡς δὴ τοὺς Ἀθηναίους ὑβρίζων. σωφρόνως δὲ εἶπεν ὁ ῥήτωρ ‘εἰς αὐτὸν ὑβρίζων‘· εἰς θεοὺς γὰρ ἁμαρτάνων ἑαυτὸν ἔβλαπτεν. gT BcFj ὅτι τοίνυν ὅλως οὐδ’ ὑγιαινόντων] τοῦ συμφέροντος λογισμός. |
| 23.72 | τὸ γὰρ ἄδοξον καὶ ἔνδοξον εἰς τοῦτο ἀναφέρεται· διχῶς γὰρ τὸ συμφέρον, τὸ μὲν ἐκ τῶν πραγμάτων, τὸ δὲ ἐκ τῆς δόξης. τοῦτο οὖν ἐκ τῆς δόξης, ὅτι χωρὶς τοῦ βλάπτειν τὰ πράγματα καὶ τὴν ὑπόληψιν λυμαίνεται. gTBcFj καὶ μὴν καὶ χρυσοῖς στεφάνοις] ἡ ἀντίθεσις στοχαστική· ‘ἀλλ’ οὐκ ἂν ἕλοιτο ἀδικῆσαι τοὺς τιμῶντας καὶ χρυσοῖς στεφάνοις αὐτὸν στεφανώσαντασ‘. |
| 23.73 | ἀλλ’ εἰ καὶ θείημεν τὸν Χαρίδημον καὶ γεγενῆσθαι περὶ ἡμᾶς σπουδαῖον καὶ εἶναι καὶ ἔσεσθαι καὶ μηδέποτε ἄλλην γνώμην ἢ ταύτην σχήσειν, οὐδὲν μᾶλλον ἔχει ταῦτα αὐτῷ καλῶς ψηφίσασθαι. gTBcFj ἀλλ’ ἄχρι τούτου καὶ φιλεῖν, οἶμαι] εἰρηκὼς τὸ κατὰ μέρος ἐπήγαγε τὸ καθόλου· καὶ τοῖς παραδείγμασι πείσας, τῷ ἐνθυμήματι καθόλου ὄντι βεβαιοῖ τὰ λεχθέντα. |
| 23.74 | ἐπειδὴ δὲ παλαιῶν πραγμάτων ἦν μνησθεὶς καὶ διὰ τὸν χρόνον ἔσβεστο ἡ μνήμη, διὰ τοῦ Φιλίππου τοῖς νεωτέροις πράγμασιν αὐτοὺς εἰς πίστιν ἄγει. ‘καιρὸν‘ δὲ τὸ μέτρον· μέτρον γὰρ τὸν καιρὸν πολλάκις λέγομεν. gTBcFj ἀλλ’ ὡς οὐδὲ πιστὸς εἰς τὸν ἔπειτα χρόνον] τὸ μέλλον στοχαστικῶς πιστοῦται. |
| 23.75 | ἐπεὶ γὰρ τὸ συμφέρον ἐν τῷ μέλλοντι, ἀφανὲς δέ, διὰ τοῦτο ἐκ τῶν πραχθέντων τὴν πίστιν δίδωσιν. gTBcFj 〈Ἄντισσαν〉] πόλις Λέσβου. |
| 23.76 | F 1 καὶ γὰρ ἐκεῖνο νομίζω] λογισμὸς ἐκ τοῦ συμφέροντος. |
| 23.77 | gTBcFj ἔστι γὰρ φίλων ἀγαθῶν] ἐνθυμήματι καθολικῷ τὰ λεχθέντα ἐπισφραγίζεται. |
| 23.78 | gTBcFj ὡς εἰ καὶ βάρβαρος καὶ ἄπιστος] ἀντιπῖπτον λύει ‘ἀλλ’ οὐκ ἀδικήσει Χαρίδημον, εἰ καὶ βάρβαροσ‘. |
| 23.79 | λύει δὲ αὐτὸ ἐκ τοῦ παραδείγματος. gTBcFj καὶ μὴν εἰ μήτε φύσει πιστὸς ὁ Κερσοβλέπτης] συλλογὴ τῶν εἰρημένων. |
| 23.80 | διαφέρει δὲ τῆς ἀνακεφαλαιώσεως ἡ συλλογή, ὅτι ἡ μὲν ἀνακεφαλαίωσις πάντων τῶν ἐπικαίρων ἔχει τὴν ὑπόμνησιν, ἡ δὲ συλλογὴ τῶν ἀρτίως λεχθέντων μόνον. gTBcFj ὅτι τοίνυν ἄνευ] διττὸν τὸ συμφέρον, τό τε ἐν πράξεσι καὶ 〈τὸ〉 ἐν δόξῃ. |
| 23.81 | gTBcFj ὅτι πάντες οἱ ξεναγοῦντες] ξενικὰ στρατεύματα ἔχοντες. |
| 23.82 | πάντως δὲ τῷ καθολικῷ παραδείγματι κέχρηται, ἵνα μὴ ὡς ἐχθρὸς ὢν αὐτοῦ δόξῃ διαβάλλειν αὐτόν. gTBcFj ἄρχειν ζητοῦσιν] ἵνα καὶ φοβήσῃ τοὺς ἄρχοντας, ὅτι ἕτεροι τὴν ἡγεμονίαν ἁρπάσαι φαντάζονται. |
| 23.83 | gTBcFj πῶς γὰρ οὐκ αἰσχρὸν] ἐπιχείρημα ἐκ τοῦ ἐλάττονος. |
| 23.84 | ‘εἰ γὰρ‘ φησί ‘κατηγορεῖς τῶν ἐλάττω πλημμελούντων, πῶς μείζονα αὐτὸς ἐτάζων οὐκ εἶ μεμπτότερος;‘ gTBcFj καὶ γεγονός τι πρᾶγμα] τοῦτο ἐκ τῆς τοῦ ὁμοίου παραθέσεως. |
| 23.85 | gT BcFj βούλομαι τοίνυν ἤδη] τοῦ δικαίου μέρος αἱ πράξεις, ὅπερ μετὰ τὸ νόμιμον καὶ τὰ ἔθη τάξαι δέον· ἀλλ’ ἐπειδὴ ᾔδει τὸ τοῦ Χαριδήμου πρόσωπον ἐπὶ τὸ βέλτιον ὑπειλημμένον, τὸ συμφέρον προτάξας ἀνάγκην εἶναι δεῖν ἐπέθηκε καὶ τούτων ἀκούειν ἀνέχεσθαι· πρὸ γὰρ τοῦ συμφέροντος ἀπίθανος ἂν ἦν κατὰ τοῦ Χαριδήμου λέγων. |
| 23 86a | F 1 YS βούλομαι . |
| 23 86b | .. ἤδη] ἐξέτασις λοιπὸν τοῦ δικαίου. διὰ τί δὲ ἐν τῷ τέλει ἔταξεν αὐτό; λέγομεν ὅτι, ἐπειδὴ 〈ὑπ〉είληπτο ὡς εὔνους, βουλόμενος λύειν ταύτην τὴν ὑπόνοιαν, ἵνα ὁ ἀκροατὴς ἀνιστάμενος μὴ ἐπιλάθηται ὧν ἀρτίως ἤκουσεν. εἰ γὰρ ἐξ ἀρχῆς ἦν γιγνόμενον, οὐκ ἂν ὁμοίως ὑπὸ τῶν δικαστῶν ἠκούετο, ἐναντιουμένων αὐτῶν τῇ γνώμῃ, ὡς οὐκ ὢν τοιοῦτος οἷος νομίζεται. ἀλλ’ ἐνδέδωκεν αὐτοῖς καὶ πείσας ἐν τοῖς πρώτοις εὐμαρέστερον τούτου δέξασθαι πεποίηκε τὴν ἐξέτασιν. ἤρξατο μὲν οὖν ἐκ προοιμίου. τίθησι δ’ εὐθὺς ἀνθυποφορὰν πρὸ τοῦ κεφαλαίου ὑπιδόμενος αὐτοῦ τὸ ἀπίθανον· ‘ἀλλ’ εἰ τοιοῦτος ἦν, οὐκ ἂν πολίτην αὐτὸν ἐποιησάμεθα, οὐδ’ ἂν χρυσῷ στεφάνῳ ἐστεφανώσαμεν‘. ἔθος δὲ τῷ Δημοσθένει μετὰ τὴν εἴσοδον τῶν κεφαλαίων τιθέναι ἀντιθέσεις, ὡς κἀνταῦθα πεποίηκεν, ἵνα ἀκολούθως μετὰ τὴν ἐπαγγελίαν τοῦ δείξειν αὐτὸν πονηρὸν ἀντιπέσοι· ‘πῶς οὖν ἔλαθε τοιοῦτος ὤν, ἡνίκα ἐστεφανοῦτο καὶ ἐπῃνεῖτο καὶ πολιτείας ἐτύγχανε;‘ καὶ ἡ λύσις μεταστατική· ‘διὰ τοὺς παρ’ ἡμῖν ῥήτορασ‘. ὑπτιότητος δὲ περιπιπτούσης ἐν τοῖς διηγήμασι διὰ τὸ περὶ πάλαι γεγονότων ἀδικημάτων λέγειν, ἵνα μὴ τὸν λόγον ἱστορικὸν ἐργάσηται, τοῖς σχήμασι καὶ ταῖς τομαῖς, ταῖς τε ἐξαλλαγαῖς καὶ ταῖς ἀποστάσεσι καὶ ταῖς παραλείψεσι, παραμυθεῖται τὸ ὕπτιον. πανταχοῦ δὲ συμπλέκει τὰ πρόσωπα, τό τε τοῦ Χαριδήμου καὶ τοῦ Κερσοβλέπτου, ἵνα γένηται πίστις τῆς διαβολῆς· τὸ ἕτερον τοῦ ἑτέρου συστατικόν, τοῦ μὲν Χαριδήμου Κερσοβλέπτης, τοῦ δὲ Κερσοβλέπτου Χαρίδημος· καὶ Χαρίδημος μὲν ὅτι, ὡς Ἀθηναίων εἷς ὤν, ‘οἰκεῖος ἦν καὶ εὔνους ἐκείνῳ καὶ τῆς παρανοίας τῆς Κερσοβλέπτου προσθήκη‘, Κερσοβλέπτης δὲ ὅτι ‘πονηρὸς καὶ βάρβαρος καὶ τὸ σύμπαν πλεονέκτης καὶ τύραννοσ‘. gTBcFj εἰ τὰ τηλικαῦτα οὕτως ἐξηπάτησθε] ἀκόλουθον ἦν εἰπεῖν ὅτι ‘δείξω οὐκ ὄντα εὔνουν εἰς ὑμᾶς αὐτόν, ἀλλ’ ἐξαπατηθέντες ὑμεῖς ἐνομίσατε αὐτὸν τοιοῦτον‘. |
| 23.87 | ἐπειδήπερ οὖν τραχὺ τὸ λέγειν ‘ἐξηπάτησθε‘, καὶ αὐτὸς λοιπὸν ἐπιβεβαιῶν τὸ λεγόμενον ‘εἰκότωσ‘ φησίν ‘ἐξηπάτησθε‘. ἐπιτιμήσας δὲ λύει τὴν αἰτίαν λέγων τῆς ἀπάτης· προθεραπεία δὲ τοῦ δικαίου. gTBcFj ὅσα μὲν δὴ στρατιώτης] ἀρχὴ τοῦ δικαίου. |
| 23.88 | gTFj ὃν ἀκριβῶς ᾔδει] ἵνα γὰρ μὴ ἀντείπῃ ‘ἀλλὰ πρὸς φίλον ηὐτομόλησεν‘, ὁ δὲ καὶ ‘ἐχθρὸν‘ προσέθηκε. |
| 23.89 | gTBcFj πολλαχόσε ἄλλοσε μισθῶσαι] ἵνα μὴ ἀντιπέσῃ ὅτι ‘δικαίως πρὸς τοῦτον ἑαυτὸν ἐμίσθωσεν· οὐ γὰρ ἧκεν ἀλλαχοῦ, χρείαν δὲ εἶχεν ὁ στρατηγὸς χρημάτων‘, διὰ τοῦτο εἶπεν ‘ἐνῆν ἀλλαχοῦ μισθοῦν, ἀλλ’ οὐκ ἠβουλήθη‘. |
| 23.90 | gTBcFj μᾶλλον δ’ οὐχὶ πρὸς ὑμᾶς] ἵνα δόξῃ ἀποσχεδιάζειν καὶ μὴ κακουργεῖν, ὑποκρίνεται ἄγνοιαν. |
| 23.91 | δέον γὰρ εἰπεῖν ‘ἔπεμψε πρὸς τὸν δεῖνα‘, ὁ δὲ εἶπε ‘πρὸς ὑμᾶσ‘, ἵνα αὐτοὺς ἐπιλάβηται. τῇ γὰρ ἀληθείᾳ οὐ πρὸς αὐτούς, ἀλλὰ πρὸς Κηφισόδοτον τὴν ἐπιστολὴν ἔπεμψεν. οὗτος δὲ ἦν στρατηγὸς Ἀθηναίων, ἐχθρὸς δὲ Ἰφικράτους καὶ Κότυος. gTBcFj ὡς ὑμῖν ἀπ’ ἀρχῆς κέχρηται] ἐπειδὴ γὰρ πολλάκις διὰ χρείαν τινὲς καὶ οἷς οὐ βούλονται ἐναντιοῦνται καὶ ποσῶς ἔχει τὸ τοιοῦτον συγγνώμην, λέγει ‘ἐξ ἀρχῆς καὶ μέχρι νῦν κακόνουσ‘. |
| 23.92 | gTBcFj ὀλιγωρήσας τῶν ὅρκων] πλήττει τοὺς Ἀθηναίους λέγων ‘εἰ τῶν θεῶν κατεφρόνησε, πόσῳ μᾶλλον ὑμῶν τῶν φίλων;‘ gTBcFj εἴτ’ αὐτὸς συνιείς] ποιήσας ὃ ἐβούλετο συντρέχει, ἵνα μὴ φιλονεικῶν οἴηται μωρίᾳ τοῦτο ποιεῖν· σιωπᾷ δέ, ἵνα μὴ τραχύτερος εἶναι δοκῇ. |
| 23.94 | gT 〈ἐκ γὰρ Ἀβύδου〉] Σηστός. |
| 23.95 | F 2 τὸ πρῶτον ἠδίκει Κηφισόδοτον] συλλογὴ τῶν εἰρημένων ἄνω καὶ κάτω· διὰ γὰρ τῶν δύο ἀρχῶν καὶ τὸ μέσον συμπεριλαμβάνεται. |
| 23.96 | δηλοῖ δὲ καὶ τὸ πανταχοῦ. gTBc τῷ τόπῳ τῆς Εὐβοίας] ὥσπερ καταντικρὺ τῆς Βοιωτίας νῆσος τυγχάνει καὶ χρησιμεύει πρὸς τὴν κτῆσιν τῆς Βοιωτίας τῷ βουλομένῳ ὑφ’ ἑαυτὸν ἔχειν αὐτήν (εἰσὶ γὰρ καταντιπέραν ἀλλήλων ἡ μὲν νῆσος, ἡ δὲ ἤπειρος), οὕτω καὶ τῷ βουλομένῳ Χερρόνησον ἔχειν ἡ Καρδιανῶν πόλις λυσιτελεῖ· διὰ γὰρ αὐτῆς ἀπὸ τῆς Θρᾴκης βαδίζειν ἔστιν ἐπὶ τὴν Χερρόνησον· ἡ δὲ ἔκφρασις ἐξ ὁμοίου παραθέσεως καὶ ἀπὸ γνωρίμου τόπου τὸ ἄγνωστον. |
| 23.97 | gTBc ἔστι τοίνυν τις αὐτοῖς τοιοῦτος λόγος] ἀντιπῖπτον ἀπὸ τοῦ συμφέροντος. |
| 23.98 | μετέβη γὰρ πάλιν ἐφ’ ἑτέραν ἀντίθεσιν· πάλιν δὲ κἀνταῦθα συζυγίαν τῶν προσώπων ποιεῖται. μέγα γὰρ αὐτῷ συμβάλλεται πρὸς σύστασιν τῶν οἰκείων λογισμῶν ἡ ἀθρόα τῶν προσώπων παράληψις. γίνεται γὰρ τοῦ ἑτέρου τὸ ἕτερον ἐλεγκτικόν. ἐγκατάσκευος δὲ ἡ ἀντίθεσις, ἵνα ἐκ τῆς κατασκευῆς τὴν λύσιν λάβῃ. περὶ γὰρ συμμαχίας καὶ βοηθείας ἡ κατασκευή· λόγος δὲ αὐτοῦ ἀντίρρησις. gTBcFj ἐγὼ δ’ ἡγοῦμαι τοῦτον τὸν λόγον] ἐκ διαφορᾶς ἡ λύσις κατὰ ἀντιπαράστασιν. |
| 23.99 | λέγει γὰρ ‘ἐκινδύνευσεν ὁ Κερσοβλέπτης καὶ Χαρίδημος πολεμίων ἐπιόντων· εἶτα ἐγράφετε βοήθειαν αὐτῷ· ἐγὼ δὲ ἐκώλυον ἀναλογιζόμενος καὶ φέρων εἰς μέσον ὅσα ἡμᾶς ἠδίκησεν‘. εὔκαιρον ἂν ἦν ἀπολογούμενον φάσκειν ὡς οὐ δεῖ μνησικακεῖν. ‘τινὲς δὲ τοιούτου μὲν μηδενὸς ὄντος κινδύνου, βουλόμενοι δὲ μείζω ποιῆσαι, αὐξῆσαι δὲ αὐτὸν σπουδάζοντες, ἄδειαν καὶ ἐξουσίαν τοῦ πράττειν τοῖς ἐκείνου στρατηγοῖς παρ’ ὑμῶν πραγματεύονται.‘ τὸ δὲ πληθυντικῶς εἰπεῖν ‘τοὺς ἐκείνου στρατηγούσ‘, καίτοι γε ἑνὸς ὄντος τοῦ Χαριδήμου, χαλεπὴν ἐμποιεῖ τὴν ὑπόνοιαν. gTBc ὁ μὲν ἕνεκα τοῦ κακόν τι ποιεῖν] ὁρίζεται λοιπὸν ‘τί ἐστι τὸ μνησικακεῖν‘ καὶ φησὶν ὅτι ὁ ἐρωτῶν τὰ τινὸς ἀδικήματα, ὥστε τι βλάπτειν καὶ ἀμύνεσθαι αὐτόν, μνησικακεῖ, ὁ δὲ μνημονεύων οὐκ ἐπὶ τῷ κακοποιεῖν, ἀλλ’ ἐπὶ τῷ φυλάξασθαι τὴν ὁμοίαν πεῖραν, σωφρονεῖ. |
| 23.100 | gTBc ἴσως τοίνυν καὶ τοιαύτην τινὰ ἐροῦσιν ὑπόνοιαν] ἀντίθεσις πάλιν ἀπὸ τοῦ συμφέροντος, ἐχομένη τῆς προτέρας ἀντιθέσεως. |
| 23.101 | ἐπῆκται δὲ τοῦτον τὸν τρόπον. ἄνω γὰρ εἰπὼν ὡς ‘οὐ δεῖ μνησικακεῖν, εἰ καί ποτε ἠδίκησε‘, νῦν προστίθησιν ὅτι ‘καὶ ἄλλως εὖ ποιεῖν ὑμᾶς νυνὶ προῄρηται‘. ἵνα δὲ μὴ τῷ τῆς εὐποιίας δελεασθῶσιν οἱ ἀκούοντες τοῖς ὀνόμασι καὶ ταῖς λέξεσιν, ὅρα πῶς διαβέβληκεν αὐτά. πρῶτον μὲν ‘ἴσωσ‘ εἰπὼν καὶ διστάζοντα ποιήσας, εἶτα καὶ ‘ὑπόνοιαν‘, οὐ πιστὸν φήσας εἶναι τὸ πρᾶγμα· καὶ τὸ ‘ὡρμηκότα‘ δὲ ἄλογον καὶ εὐμετακίνητον γνώμην ἐμφαίνει. οἱ γὰρ μὴ κρίναντες καὶ μελετήσαντες, ἀλλ’ ἐκ προπετείας ὁρμήσαντες, ἀθρόως καὶ μεταβάλλονται. οὐ μὴν ἀλλὰ καὶ τοῦ βουλομένου τι ποιεῖν ἀγαθὸν συνέστειλε τὴν ἐλπίδα· οὐ γὰρ εἶπεν ‘ἀγαθὰ πολλά‘, ἀλλὰ ‘τι ἀγαθόν‘. gTBc ἐγὼ δ’, ὦ ἄνδρες Ἀθηναῖοι, θεάσασθε] καλῶς αὐτοὺς εἰς κοινωνίαν ἄγει τῶν λογισμῶν καὶ οὐκ αὐτὸς ἰδίᾳ τὰ δοκοῦντα ἀποφαίνεται. |
| 23.102 | ἀνυστικώτερον μὲν γὰρ τοῦτο, φιλονεικότερον δέ. gTBcFj ἐπειδὴ δὲ καὶ φενακίζων] ἐκ τοῦ ἐναντίου λοιπόν. |
| 23.103 | εἰ γὰρ καὶ μεγάλα ἐπιδείξεται ἀγαθά, οὐδ’ οὕτως ἐπιορκητέον· πόσῳ γε μᾶλλον ἀπατῶντι καὶ μηδὲν ἀληθὲς πράττοντι ἢ λέγοντι 〈μὴ〉 προσεκτέον. ὠφελήσει γὰρ τὸ καταψηφίζεσθαι οὕτως· ἢ γὰρ ἀποστήσεται τοῦ ἀπατᾶν, μαθὼν ὡς λαθεῖν οὐ δυνήσεται, ἢ τῇ ἀληθείᾳ πρὸς ὑμᾶς οἰκείως ἂν διατεθείη. gTBcFj ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι] πλείστην οἰκειότητα ἔχει πρὸς τὴν ὑπόθεσιν ἡ παρέκβασις, τοῖς παραδείγμασι τοῖς ἐπὶ τῶν προγόνων χρωμένη. |
| 23.104 | διδάσκει γὰρ μὴ δεῖν τοσαύτας παρέχειν δωρεὰς ‘καὶ ὅσοι πολῖται τύχοιεν ὄντες καὶ ὅσοι ξένοι‘, ἵνα ἐξ ἀμφοτέρων δείξῃ τὸ μὴ δοῦναι καλόν. ἐν οἵᾳ γὰρ αὐτὸν μερίδι τάξεις, ἁμαρτάνεις διδούς. gT BcFj πρῶτον μὲν τοίνυν ἐκεῖνοι Θεμιστοκλέα] προέταξε τὸ τῶν πολιτῶν ἀναγκαίως μέρος καὶ τάγμα ὡς προτιμότερον. |
| 23.105 | gTBcFj οὐκ ἄρα τοῖς ἑαυτοὺς ἀγαθόν τι ποιοῦσιν] ἵνα μή τις ὑπολάβοι λέγειν αὐτὸν ἀχαρίστους εἶναι τοὺς προγόνους, θαρσῶν ἀπαντᾷ· εἶτα κρατύνει τῇ κατασκευῇ τὸ ῥηθὲν καὶ φοβούμενος τοὺς ἀπιστοῦντας ἐφέλκεται εἰς συγκατάθεσιν εἰπὼν ‘σωφρονοῦσιν ἀνθρώποισ‘ καὶ πρὸς ἀλήθειαν βελτίοσιν οὖσι ταῦτα ἀρέσκειν μᾶλλον ἢ χαλκῆν εἰκόνα καὶ τὰς λοιπὰς δωρεάς. |
| 23.106 | gTBcFj τὰς δὲ τῶν ξένων πῶς] πληρώσας τὸ περὶ τῶν πολιτῶν μέρος καὶ δείξας ἐν αὐτῷ πολλὴν οὖσαν τῶν νῦν πρὸς τὰ παλαιὰ διαφορὰν ἐπάγει τοὺς ξένους. |
| 23.107 | gTBcFj Ἀριοβαρζάνην ἐκεῖνον] τὴν πίστιν τῶν εἰρημένων ἐκ παραδειγμάτων ἔδειξεν. |
| 23.108 | Ἀριοβαρζάνην τὸν Πέρσην τιμήσαντες οὐκ ἔστησαν μέχρι τούτου τὴν χάριν, ἀλλὰ καὶ Φιλίσκον καὶ Ἀγαυόν. ἀπορῶν δὲ πρᾶξιν ἄτοπον εἰπεῖν αὐτῶν, ἀπὸ τῆς γνώμης διαβέβληκε ‘μισαθηναιοτάτουσ‘ εἰπών. gTBcFj πάλιν Τιμοθέου] ἑτέρα παραδείγματος ἀπόδειξις, ὅτι δι’ αὐτὸν τετίμηται Φρασιηρίδης καὶ Πολυσθένης, ὧν ἡ διαβολὴ καὶ ἀπὸ τύχης (‘οὐδὲ ἐλευθέρουσ‘) καὶ ἀπὸ τρόπου (‘ὀλεθρίουσ‘). |
| 23.109 | gTBcFj ἀλλὰ καὶ τοῦτ’ ἐξελήλυθεν ἐκ τῆς πόλεως] σφόδρα ἐμφαντικῶς εἶπεν, οἱονεὶ ‘ἀπεδήμησε καὶ κατέλειψε τὴν πόλιν‘· λέγω δὲ τοὺς ἁμαρτάνοντας 〈κολάζειν〉· εἶτα πάλιν παράθεσις καὶ περὶ τούτου τῶν προγόνων, ὡς καὶ περὶ τοῦ τιμᾶν ἐποίησεν ἀνωτέρω. |
| 23.110 | gTBcFj 〈ἐπιχειροῦσι〉] ἐπιχειρῶ, δοτικῇ. |
| 23.111 | F 4 καίτοι πηλίκον τί ποτ’ ἂν στενάξαιεν] ἐντεῦθεν λοιπὸν οἰκεῖος τῆς ὑποθέσεως ἐπίλογος μετὰ βαρύτητος καὶ σφοδρότητος ἐν τύπῳ ἐλεεινολογίας. |
| 23.112 | gTBcFj 〈ἀλλ’ οὐ τοῦτ’ ἐστὶ τὸ δεινόν〉] τὸ σχῆμα ἐπανάληψις ἐπὶ διαβολῇ προσώπου. |
| 23.113 | F 2 YLvp πῶς γὰρ οὐκ αἰσχρὸν Αἰγινήτας μὲν] τὸ ἐπιχείρημα ἀπὸ τῶν προσόδων καὶ τοῦ ἀδόξου. |
| 23.114 | gTBcFj ὅτι τί; ποίας ἔλαβε ναῦς;] τῆς ποιότητος τοῦ Χαριδήμου διαβολή. |
| 23.115 | ‘ποίας γὰρ ἔλαβε ναῦσ‘ καὶ τὰ ἑξῆς. τρίτον δὲ μέρος εἴργασται τῆς ἀνακεφαλαιώσεως ἐπιλογικόν, ἐν ᾧ τῶν εἰρημένων ἐν τῷ νομίμῳ συντόμως ἀναμιμνήσκει τοὺς δικαστάς, ὥστε φέρειν εὐθὺς τὴν ψῆφον οὐκ ἐπιλελησμένους. gTBcFj ΚΑΤΑ ΤΙΜΟΚΡΑΤΟΥΣ Ἡ ὑπόθεσις τοῦ λόγου αὕτη· Μαύσωλος, τῆς Καρίας σατράπης ὑπήκοος ὢν τῷ βασιλεῖ τῶν Περσῶν, βουλόμενος αὐτὸν πρὸς πλείονα εὔνοιαν ἑλκύσαι ἐπεχείρησε καταδουλώσασθαι αὐτῷ τὰς τρεῖς ταύτας νήσους, Χίον καὶ Ῥόδον καὶ Κῶν· εἶτα μαθόντες οἱ Ἀθηναῖοι ἔπεμψαν πρέσβεις ἐγκαλοῦντες αὐτῷ· ἦσαν δὲ οἱ πεμφθέντες Ἀνδροτίων Γλαυκέτης Μελάνωπος. |
| 24 1a | οὗτοι περιτυχόντες ἐν τῷ πλῷ Ναυκρατιτικῷ πλοίῳ ἥρπασαν τὰ χρήματα. A ὑποθέσεις εἰσὶ τοῦ λόγου δύο, μία μὲν ὅτι διὰ τοὺς πρέσβεις γέγραπται, ἑτέρα δὲ ὅτι ὑπεναντίος τοῖς νόμοις καὶ ἐπιζήμιος καὶ ἄδικος, ὥστε εἰ ἠδύνατο ἐκφυγεῖν ὁ Τιμοκράτης τὴν αἰτίαν τοῦ μὴ διὰ τοὺς πρέσβεις γεγραφέναι, ἀλλ’ οὖν γε τὸ μὴ πονηρὸν εἶναι οὐ διαφεύξεται. |
| 24 1b | καὶ ἡ μὲν ὑπόθεσις τῆς αἰτίας δι’ ἣν ἔθηκε τὸν νόμον στοχαστική· ζητεῖται γὰρ εἰ διὰ τούτους ἔθηκεν ἢ οὔ· ἡ δὲ κατὰ τὸν νόμον πραγματική· καθόλου γὰρ πᾶσα κατηγορία ῥητοῦ πραγματικὴν ἀπεργάζεται στάσιν. Ἔστιν τοίνυν τοῦ λόγου τούτου κεφάλαια τέτταρα· ἓν μὲν τὸ νόμιμον, δεύτερον δὲ τὸ δίκαιον, τρίτον δὲ τὸ συμφέρον, ὅτι ἐπιζήμιος, τέταρτον τὸ δυνατόν, ὅτι καὶ ἀδυνάτους ἐπιτάττει πράξεις. ἀπὸ τῶν κεφαλαίων τοίνυν τῶν προειρημένων ἔστιν ἰδεῖν, ὅτι ἡ κρινομένη ὑπόθεσις ἐστὶν αὕτη ἡ ἐν τοῖς κεφαλαίοις. τὴν γὰρ κατὰ τῶν πρέσβεων ὑπόθεσιν ἐν τῇ καταστάσει καὶ παρεκβάσει τέθεικε, διαβολῆς ἕνεκα δηλονότι. ἐπειδὴ γὰρ ὁ νόμος δοκεῖ φιλανθρωπότατος εἶναι σφόδρα τῶν δεσμῶν ἀφιείς, τούτου ἕνεκεν ἀντέθηκε πλεῖστα μὲν καὶ ἄλλα, μάλιστα δὲ τὰ δύο ταῦτα, τήν τε ὑπόθεσιν τὴν κατὰ τοὺς πρέσβεις, ἵνα τῇ ὑπονοίᾳ ταύτῃ τὸν ἀκροατὴν ἐν ὑποψίᾳ δοὺς κατὰ τοῦ ἀντιδίκου ἐμπλήσῃ ὡς δι’ αἰσχροκερδίαν τεθεικότος ὑπὲρ ῥητόρων καὶ πολιτευομένων, ἁρπάσαι τὰ κοινὰ προαιρουμένων· καὶ τὸ ἀσύμφορον ἐν ᾧ ὅτι ‘ἀποστερῆσαι τὴν πόλιν ἁπάντων τῶν ὀφλημάτων βούλεται‘· καὶ τὸ ἄδικον ἐν ᾧ ὅτι ‘ἀναξίοις δεσμώταις τὴν χάριν δίδωσιν‘. πρὸς δὲ τὸ δυνατόν, ὅτι ‘εἰ καὶ ἐβουλόμεθα, οὐκ ἦν δυνατόν· ἀναιροῦνται γὰρ τῆς πολιτείας οἱ κανόνεσ‘. μὴ ἀγνοῶμεν ὅτι τὸ μὲν νόμιμον κεφάλαιον ἐντελέστατα εἴργασται, τὸ δὲ δίκαιον καὶ τὸ συμφέρον καὶ τὸ δυνατὸν ἀλλήλοις συμπλέκεται. καὶ τὸ μὲν συμφέρον ἐν τούτοις ἐστὶ τὸ προηγμένον, κατασκευάζεται δὲ διά τε τοῦ ἀδίκου καὶ τοῦ ἀδυνάτου· πᾶν γὰρ ἄδικον καὶ ἀσύμφορον. τῷ δ’ αὐτῷ καὶ περὶ τοῦ ἀδυνάτου βιάζεται χρῆσθαι λόγῳ· ὃ γὰρ ἀδύνατον, φησί, τοῦτο δὲ καὶ ἀσύμφορον· καὶ ἐπειδὴ Τιμοκράτης πολύς ἐστι τῇ φιλανθρωπίᾳ τοῦ νόμου χρώμενος, αὕτη δὲ ἐπὶ τὸ δίκαιον ἀναφέροιτο ἄν, διὰ τοῦτο καὶ Δημοσθένης πανταχοῦ τῷ ἀσυμφόρῳ κέχρηται, δεικνὺς ἐπιβλαβῆ καὶ ἐπιζήμιον τυγχάνοντα τῇ πόλει τὸν νόμον. YL τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες] ᾐτιάσαντο τοῦ προοιμίου τινὲς τὴν ἀμέλειαν τὴν περὶ τὴν ἀνταπόδοσιν τοῦ συνδέσμου. |
| 24 2a | φασὶ γὰρ προκεῖσθαι τὸν ‘μέν‘, μὴ ἀποδεδόσθαι δὲ τὸν ἀντακολουθοῦντα σύνδεσμον τοῦτον τὸν ‘δέ‘. ἡ δὲ πλάνη αὕτη γεγένηται διὰ τὸ ἀνεπίστημον τῶν προτάσεων καὶ διὰ τὸ μετὰ τὴν πρότασιν τοῦ προοιμίου παρεμβεβλῆσθαι διὰ μέσου πρὸς αὔξησιν τῆς ἀτοπίας καὶ ὕστερον ἐπενεχθῆναι τὸν ἀνταποδιδόμενον σύνδεσμον. YL τίς δὲ ἡ πρότασις τοῦ προοιμίου; ‘αὐτὸς ἑαυτῷ γέγονεν αἴτιος τῆς παρούσης κατηγορίασ‘. |
| 24 2b | ἡ δὲ κατασκευὴ τῆς προτάσεως· ‘χρημάτων γὰρ ἀποστερῆσαι τὴν πόλιν βουλόμενος, ἵνα αὐτὸς ἀργύριον λάβῃ, ταῦτα γράφειν ἐτόλμησε‘. ταύτης δὲ τὸ μέρος τῆς κατασκευῆς πρὸς τῷ τέλει τοῦ προοιμίου κεῖται (3) ‘ὥστε οὗτος μὲν ἔχει παρ’ ἐκείνων ἀργύριον‘, εἶθ’ ἡ ἀνταπόδοσις (3) ‘ἐμοὶ δὲ ἐν χιλίαις ὑπὲρ ὑμῶν ὁ κίνδυνοσ‘. οὐκοῦν ἡ μὲν πρότασις αὕτη· ‘αὐτὸς αὑτῷ τοῦ παρόντος ἀγῶνος Τιμοκράτης αἴτιοσ‘, εἶτα 〈ἡ〉 κατασκευὴ ‘χρημάτων γὰρ ἀποστερῆσαι τὴν πόλιν βουλόμενοσ‘· ἡ δὲ τῆς κατασκευῆς αἰτία πορρωτάτω κειμένη τὴν ἀσάφειαν ἐποίησεν ‘ἵν’ ἀργύριον λάβῃ, τοῦτον τὸν νόμον εἰσήνεγκε.‘ τὰς δὲ διὰ μέσου, ὅσαι ποιοῦσι τὴν αὔξησιν, ‘οὔτ’ ἐπιτήδειον οὔτε δίκαιον‘· εἶτ’ ἐπειδήπερ ἐφοβήθη, τῶν αὐξητικῶν προτάσεων τούτων μὴ νῦν ἀπαιτηθῇ τὴν ἀπόδειξιν πραγματικωτέραν οὖσαν ἐν τῇ ὑποθέσει, ὑποσχέσεσι τοῦτο παραμυθησάμενος καὶ ἑτέραν αὔξησιν πάλιν ἐπενεγκὼν ὅτι ‘τὴν ὑμετέραν ψῆφον, ἣν ὀμωμοκότες φέρετε, λύει καὶ ποιεῖ τοῦ μηδενὸς ἀξίαν‘· καὶ τὸ ἐκ ταύτης πάλιν ἀντιπῖπτον λύσας ‘οὐχ ἵνα τὴν πόλιν ὠφελήσῃ‘ (οὐ γὰρ ἦν ὑπερθέσθαι τὰς ἀποδείξεις τοῦδε τοῦ ἀντιπίπτοντος) ἐπάγει πάλιν ἑτέραν λύσιν παρὰ τὴν κατ’ ἀρχὰς κατασκευὴν ἀκόλουθον τῇ τοῦ προοιμίου προτάσει ‘αὐτὸς ἑαυτῷ τοῦ παρόντος ἀγῶνος αἴτιος Τιμοκράτης, ἀποστερῆσαι βουληθεὶς ὑμᾶς καὶ ἑτέρων χρημάτων, ἃ πολὺν χρόνον ἐξεκαρπώσαντο ἤδη τινές, τουτέστιν οἱ πρέσβεισ‘. εἶθ’ ἡ αἰτία τελευταία (3) ‘ὥστε οὗτος μὲν ἔχει ἀργύριον παρ’ ἐκείνων‘ συμφώνως ἔχουσα πρὸς τὴν πρότασιν, ὡς αὐτὸς ἑαυτῷ τοῦ παρόντος ἀγῶνος αἴτιος ἂν εἴη· ἀργύριον γὰρ λαβὼν νόμον εἰσήνεγκε. διὰ τί δὲ τελευταίαν τὴν αἰτίαν ἔθηκε τῆς αἰσχροκερδείας καὶ οὐ συνῆψεν αὐτὴν τῇ προτάσει εὐθύς; ὅτι ἀπίθανος ἦν ἄνευ τῆς αὐξήσεως τῆς ‘παρὰ πάντας τοὺς νόμουσ‘. οὐδεὶς γὰρ ἂν ἐπίστευσεν ἁπλῶς εἰληφέναι τὸν νομοθέτην ἀργύριον· ῥηθείσης δὲ τῆς εἰς τὴν πόλιν βλάβης, ῥᾳδίως ἔμελλεν ὁ ἀκροατὴς πιστεύειν μὴ προῖκα ταῦτα γεγράφθαι τῷ νομοθέτῃ. οὕτω φαίνεται διὰ μακροῦ τὸν σύνδεσμον ἀνταποδούς. YL καὶ ἔστι μὲν ὡς ἀληθῶς περισκελεστέρα ἡ τάξις τῶν νοημάτων καὶ πρὸς τὴν Θουκυδίδειον ἀπαγγελίαν ἔχει τὴν ἅμιλλαν· σῴζει μέντοι γε τὴν ἀκολουθίαν ἔντεχνον καὶ σὺν ἐπιστήμῃ τὸ προοίμιον. |
| 24 2c | εἰ δὲ εὐκρινῆ τὸν λόγον ἐποίησεν ἐκτιθέμενος τὰς αἰτίας, ὕπτιος ἂν αὐτῷ ὁ λόγος καὶ ἱστορικὸς ἐγένετο ἢ καὶ ἐξαγώνιος, ἀλλ’ οὐ προοιμιακός. δεῖ γὰρ ἄγαν συνεστράφθαι καὶ ὥσπερ ἐν πνεύματι κύκλον τινὰ τὸ προοίμιον εἶναι. ἠναγκάσθη τοίνυν δουλεῦσαι μᾶλλον τῇ τοῦ προοιμίου τέχνῃ ἢ τῇ τῶν πραγμάτων εὐκρινείᾳ, ἡγούμενος τὴν μὲν εὐκρίνειαν τῶν αἰτιῶν καὶ τῶν ἐγκλημάτων ἀκώλυτον ἔσεσθαι αὐτῷ θᾶττον εἰς τὸν ἀγῶνα, τὴν δὲ τοῦ προοιμίου τέχνην εἰ διαφθείρειεν, μὴ ἂν ἔτι σωθήσεσθαι. YL εἴληπται δὲ τὸ ἐννόημα τοῦ προοιμίου ἐκ διαβολῆς τοῦ προσώπου κατασκευαζομένης διὰ τῆς ἐπιφορᾶς τοῦ νόμου, λεχθησομένης ἐν τοῖς κεφαλαίοις ὅτι ‘παράνομος καὶ ἀσύμφορος καὶ ἄδικοσ‘. |
| 24 2d | τὸ δὲ ὡς ‘αἴτιός ἐστιν αὐτὸς ἑαυτῷ Τιμοκράτησ‘ παροξυντικὰς μέν, ἀπαριθμητικὰς δὲ τὰς αἰτίας ἔχει. πρῶτον μὲν ὅτι ‘χρημάτων διττῶν ἀποστερῆσαι βούλεται τὴν πόλιν‘, τοῦτο μὲν ὧν ὀφείλουσιν οἱ δεσμῶται, τοῦτο δὲ ὧν χρεωστοῦσιν οἱ πρέσβεις. δεύτερον δὲ ὅτι ‘παράνομον καὶ ἄδικον‘. τρίτον δὲ ‘ἵνα λάβῃ ἀργύριον‘. ἀλλ’ ἐπειδὴ τὴν εὐκρίνειαν ταύτην καὶ ἀπαρίθμησιν τῶν αἰτιῶν εἰ ἐποιεῖτο ἐκτιθέμενος τὰς αἰτίας, ὕπτιος ἂν αὐτῷ ὁ λόγος καὶ ἱστορικὸς ἐγένετο ἢ καὶ ἐξαγώνιος, οὐ προοιμιακὸς (δεῖ γὰρ ἄγαν συνεστράφθαι καὶ ὥσπερ ἐν πνεύματι κύκλον τινὰ τὸ προοίμιον εἶναι), ἠναγκάσθη δουλεῦσαι μᾶλλον τῇ τοῦ προοιμίου τέχνῃ ἢ τῇ τῶν πραγμάτων εὐκρινείᾳ. δωροδοκίαν δὲ ἐπικαλῶν οὐ πρὸς ἀπόδειξιν τῆς παρανομίας αὐτὴν ἔλαβεν, ἀλλὰ τὴν δωροδοκίαν ἐκ τῆς παρανομίας συνέστησεν, ἵνα μὴ τὸ πάρεργον χαλεπώτερον τοῦ ἔργου γένηται· ᾔδει γὰρ ὅτι δειχθείσης διὰ τῶν ἀγώνων τῆς παρανομίας τὰ τῆς δωροδοκίας αὐτόθεν καὶ ἄνευ μακρᾶς ἀποδείξεως πιστευθήσεται. ἐπειδὴ δὲ κατεκρίθη μὲν Ἀνδροτίων ὀφείλειν τὰ χρήματα, ἔδει δὲ αὐτὸν ἢ ἐκτῖσαι ἢ μέλλοντα πρὸς τὴν ἔκτισιν περιπεσεῖν τῷ δεσμῷ, διὰ τοῦτο ἐπήγαγεν εἰπὼν ὅτι (cf. 2) ‘ἄκυρα ποιεῖ τῶν προστιμημάτων τὰ δικαστήρια‘, τουτέστιν οὐκ ἐᾷ κυρίαν γενέσθαι τὴν ψῆφον τὴν τοῦ δεσμοῦ. gTBcFj ἐπειδὴ τὰ προοίμια χαίρουσιν ἀεὶ τοῖς συνδέσμοις, τὸ ἐναντίον δὲ οἱ ἐπίλογοι, διὰ τοῦτο προσέθηκε τὸν ‘μὲν‘ ἕνεκεν μόνης προοιμιακῆς ἐννοίας· περιττοῦ δὲ ὄντος τούτου ἄλλον τάξαι σύνδεσμον περιττὸν ἦν. |
| 24 2e | A πρότασις. |
| 24 2f | F 2 〈αἴτιός ἐστιν〉] οἱ μὲν ἄλλοι πάντες οἱ φεύγοντες αἰτιῶνται τὸν κατήγορον ὡς αἴτιον ὄντα τοῦ ἀγῶνος, τοῦ δὲ ἀγῶνος τοῦ παρόντος οὐκ ἔστιν αἴτιος ὁ κατήγορος, ἀλλ’ ὁ φεύγων. |
| 24.3 | A πλὴν αὐτὸς αὑτῷ] δέδωκε γὰρ τοιαύτην καθ’ ἑαυτοῦ πρόφασιν, πονηρὸν νόμον εἰσφέρων. |
| 24 4a | ἕως δὲ τούτου ἡ πρότασις τοῦ προοιμίου, εἶτα κατασκευὴ τῆς προτάσεως ‘χρημάτων γὰρ οὐκ ὀλίγων‘ καὶ ἑξῆς. ἵνα μή τις εἴπῃ ‘τί οὖν, εἰ ὀλίγον καὶ οὐ μέγα τῇ πόλει τὸ βλάβος;‘ φησὶν ‘οὐκ ὀλίγων‘, ἵνα μὴ εὐκαταφρόνητα δόξῃ εἶναι. gTBcFj διὰ τὸ πονηρὸν νόμον εἰσενηνοχέναι. |
| 24 4b | F 2 Y χρημάτων γὰρ] ἡ κατασκευὴ τῆς προτάσεως. |
| 24 5a | F 2 YLA ἐξ αὐτοῦ δὲ νοεῖται καὶ τὸ συμπέρασμα ἐν τῇ ἐπαγωγῇ. |
| 24 5b | A οὔτ’ ἐπιτήδειον] ἀντὶ τοῦ ‘οὐ συμφέροντα‘. |
| 24.6 | διὰ δὲ τοῦ ‘οὔτε δίκαιον‘ αἰνίττεται τὰ τρία κεφάλαια, τό τε νόμιμον καὶ τὸ συμφέρον καὶ τὸ δίκαιον. gTBcFj τάχα δὴ καθ’ ἕκαστον] σημαίνει τὸ ‘τάχα‘ καὶ τὸ ‘μετὰ μικρὸν‘ καὶ τὸ ‘ταχέωσ‘. |
| 24 7a | gTBcFj τὸ ‘τάχα‘ ἀντὶ τοῦ ‘ταχέωσ‘. |
| 24 7b | A καὶ προχειρότατον] οἷον ἐν ἑτοίμῳ. |
| 24.8 | συγκρούει γὰρ οὕτως τοὺς δικαστὰς δι’ ὧν λέγει (cf. 2) ‘ὑμῶν τὴν ψῆφον λύει‘. ‘ὃν γὰρ ὑμεῖς δεσμεύετε, διὰ νόμου τοῦτον ἀφίησι.‘ ‘πρόχειρον‘ δὲ ἵνα μὴ δόξῃ κακούργως πεποιηκέναι, ἀλλ’ ὡς γνώριμον ἅπασι λέγοιτο. gTBcFj οὐχ ἵνα κοινῇ τι τὴν πόλιν ὠφελήσῃ] ἵνα μὴ ἀντιπέσῃ αὐτῷ ‘τί οὖν, εἰ ὠφελεῖ τὸ κοινόν;‘ ἀναιρεῖ αὐτὸ λέγων ὅτι ‘οὐ τούτου χάριν, ἀλλὰ τοῦδε‘. |
| 24 9a | gTBcFj τὸ σχῆμα ἐξ ἀναιρέσεως καὶ καταθέσεως. |
| 24 9b | A ἀλλ’ ἵνα τὸν πολὺν χρόνον] ἀσαφὲς μέν, σημαίνει δὲ ὅτι περὶ τῆς διπλασίας καὶ τῆς ἐκκαρπώσεως τῶν χρημάτων αἰτιᾶται τοὺς πρέσβεις. |
| 24.10 | τὸ μὲν γὰρ κεφάλαιον ἀπέδοσαν, τὴν δὲ ἐκκάρπωσιν τῶν χρημάτων ἣν ἔσχον εἰς ὅλον ἔτος ὀφείλουσιν. ἀλλ’ ἀναληπτέον τὸν λόγον. gTBcFj 〈τοσούτῳ〉] δεύτερον προοίμιον. |
| 24.11 | YL 〈ῥᾷον〉] τὸ ‘ῥᾷον‘ ἀντὶ τοῦ ‘ἀσφαλέσ‘. |
| 24.12 | A 〈ἐν χιλίαις ὑπὲρ ὑμῶν ἔσθ’ ὁ κίνδυνοσ〉] ὅτι ‘λέγων ὑπὲρ ὑμῶν, ἐὰν ἡττηθῶ, ζημιοῦμαι‘. |
| 24 13a | F 2 Y φησὶ γὰρ ὅτι ‘ἐὰν ἡττηθῶ, ὡς συκοφάντης παρέχω τὰς χιλίασ‘. |
| 24 13b | ὁ δὲ Τιμοκράτης, εἰ καὶ ἐζημιώθη, οὐ πάνυ τι ἐφρόντιζεν, εὐπορῶν δοῦναι ἐξ ὧν ἔλαβε παρὰ τῶν περὶ τὸν Ἀνδροτίωνα ὑπὲρ ὧν λέγει. ὁ δὲ Διόδωρος, ἂν ἡττηθῇ, οὐκ ἔχει τὴν πόλιν παρέχουσαν ὑπὲρ αὐτοῦ, ὑπὲρ ἧς καὶ αὐτὸς ποιεῖται τὸν λόγον. A εἰώθασι μὲν οὖν οἱ πολλοὶ] τὸ μὲν πρότερον προοίμιον διαβολὴν ἔχει τοῦ προσώπου αὐξανομένην διὰ τῆς ἀτοπίας τοῦ νόμου καὶ τῆς ὑποσχέσεως· τὸ δὲ νῦν προοίμιον αὐτοῦ τοῦ πράγματος αὔξησιν παρέχει καὶ διαβολὴν αὐτοῦ τοῦ νόμου καὶ ἐγκώμιον τῆς χρείας τῶν νόμων τῶν κειμένων ἐπὶ τοῖς δεσμοῖς. |
| 24 14a | καὶ εἴργασται κατὰ αὔξησιν συγκριτικῶς. αἵρεσιν γὰρ περιέχει, πότερον βούλονται τὸν Τιμοκράτους νόμον ἢ τοὺς πάλαι κειμένους. YL εἰώθασι . |
| 24 14b | .. πολλοὶ] τὸ δεύτερον προοίμιον προσοχὴν ἐργάζεται· αὔξει γὰρ τὴν ὑπόθεσιν, καταλύεσθαι φάσκων ὑπὸ τοῦ Τιμοκράτους τὴν πολιτείαν· εἰ γὰρ οἱ τὰ πάντα σῴζοντες νόμοι δι’ ἑνὸς τούτου μόνου λυθήσονται, πῶς οὐ προσήκει τοῦτον μὲν ἀφανίζειν, τοὺς δὲ τῆς σωτηρίας αἰτίους φυλάττειν; τινὲς μὲν ἐβουλήθησαν τὸ δεύτερον προοίμιον ἔχειν διὰ τοῦ ἑξῆς προοιμίου συμπέρασμα· οἱ δ’ ἔφασαν αὐτὸ ἔχειν χωρὶς τοῦ ἑξῆς ἐν ἑαυτῷ συμπεπλεγμένον τὸ συμπέρασμα. gTBcFj εἰώθασι . |
| 24 14c | .. πολλοὶ] δεύτερον προοίμιον. F 2 AS εἴπερ τοῦτο τινὶ] τοῦτο εἰς τὸν Ἰσοκράτην αἰνίττεται, ἐπειδὴ κἀκεῖνος οὕτως ἐλογίσατο ἐν τῷ προοιμίῳ τῷ περὶ τῆς εἰρήνης. |
| 24.15 | εἶτα, ἐπειδὴ διδάσκαλος ἦν αὐτοῦ, προσέθηκεν ὅτι ‘προσηκόντως εἴρηται ἐκείνῳ‘. A 〈τῶν γὰρ ὄντων ἀγαθῶν〉] κατασκευὴ τοῦ προοιμίου· κατασκευάζει γὰρ πῶς σπουδῆς ἄξιά ἐστι τὰ παρ’ αὐτοῦ νῦν λεγόμενα καὶ δεῖ προσέχειν αὐτῷ τοὺς δικαστάς. |
| 24.16 | A αἰτιώτερον] καλῶς τὸ συγκριτικόν· εἰσὶ γὰρ καὶ ἄλλαι δύο αἰτίαι τοῦ τὴν δημοκρατίαν καὶ τὴν ἐλευθερίαν φυλάττεσθαι, οἷον τὸ καλῶς βουλεύεσθαι, τὸ προκινδυνεύειν τῆς πατρίδος, πλέον δὲ τούτων οἱ νόμοι σῳζόμενοι. |
| 24.17 | A τὸ μὲν οὖν πρᾶγμα] τοῦ τρίτου προοιμίου ἀρχὴ ἢ ἀρχὴ τῆς προοιμιακῆς ἐννοίας. |
| 24 18a | διὸ καὶ αἰτίας ἐστὶν ἀπόδοσις. διαφέρει δὲ τοῦ προοιμίου τῷ τὸ μὲν ἐκ κατασκευῆς καὶ προτάσεως καὶ συμπεράσματος, τὴν δὲ προοιμιακὴν ἔννοιαν μόνον διηγεῖσθαι τὴν αἰτίαν δι’ ἣν ἦλθεν ἐπὶ τὸ πρᾶγμα· καὶ τὸ μὲν προοίμιον συνεστραμμένον καὶ ὀλίγον, ἡ δὲ ἁπλουστέρα καὶ διὰ πλειόνων, οὐ πάντοτε δὲ οὐδὲ τὸ προοίμιον ἔχει κατασκευὴν καὶ συμπέρασμα, ἀλλ’ ὡς ἀπαιτεῖ ἡ χρεία, οὕτω ποιητέον. ἰστέον δὲ ὅτι ἐν τούτῳ τῷ λόγῳ τρισὶ προοιμίοις κέχρηται· τῷ μὲν ἀπὸ τοῦ φεύγοντος, τῷ δὲ ἀπὸ τοῦ πράγματος, τῷ δὲ ἀπὸ τοῦ κατηγόρου. μετὰ δὲ ταῦτα προκατασκευαῖς κέχρηται δυσί· καὶ ἡ μὲν πρώτη ἐστὶν αὕτη· (6) ‘ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι‘, ἡ δὲ δευτέρα ἄρχεται οὕτως· (9) ‘τοῦ δὲ πράγματος οὐκέτ’ ὄντος ἀμφισβητησίμου‘. διπλῇ δὲ προκατασκευῇ κέχρηται, ἐπειδὴ καὶ ἡ ἐπείσακτος ὑπόθεσις δίχα διῄρηται· καὶ ἡ μέν ἐστι κοινὴ κατὰ τῶν πρέσβεων, ἡ δὲ ἰδία κατὰ Ἀνδροτίωνος. διὰ τοῦτο καὶ ἡ προκατασκευὴ δίχα διῄρηται, καὶ τὸ μέν τι αὐτῆς ἐστι κατὰ Ἀνδροτίωνος διὰ τὴν μέλλουσαν βλασφημίαν ὡς δεινὰ πεπονθότι συγγνώμην νέμειν, εἰ προαχθείη κατὰ Ἀνδροτίωνος λέγειν τι τῶν ἀτοπωτέρων διὰ τὰ κατ’ αὐτοῦ σκευωρηθέντα ἐγκλήματα, τὸ δέ ἐστι κατὰ τῶν πρέσβεων. ῥητορικώτατα δὲ κέχρηται ταῖς προκατασκευαῖς, ἵνα φαίνηται διὰ τούτων συνάπτων τῇ κρινομένῃ ὑποθέσει τάς τε διαβολὰς Ἀνδροτίωνος καὶ τὴν κατὰ τῶν πρέσβεων κατηγορίαν. ἔμελλε γὰρ ὁ ἀκροατὴς θαυμάζειν ‘τί δήποτε νόμου κατηγορίαν ἀπαγγειλάμενος, πρέσβεων ἐνθάδε μέμνηται καὶ Ἀνδροτίωνα βλασφημεῖ;‘ ἵνα δὲ τῇ τοῦ νόμου ὑποθέσει οἰκειώσῃ τὴν τῶν πρέσβεων, διὰ τῆς δευτέρας προκατασκευῆς τὸν ἀκροατὴν διατίθησι μὴ νομίζειν ἀλλοτρίαν εἶναι τοῦ παρόντος ἀγῶνος τὴν κατὰ τοὺς πρέσβεις ὑπόθεσιν. ἔστι δὲ μετὰ τὰς προκατασκευὰς καὶ προκαταστατικόν, ἐν ᾧ προσεπαγγέλλεται καὶ τὴν κατάστασιν ἐρεῖν. ἔχεται δὲ ἤδη τῆς καταστάσεως. ποῖον οὖν ἐστι τὸ προκαταστατικόν; (10) ‘ἐξ ἀρχῆς οὖν τὰ πραχθέντα δίειμι πρὸς ὑμᾶς.‘ προλέγει γὰρ καὶ προαναφωνεῖ τὴν περιοχὴν ὅλην, ἥτις ἐστὶ τῆς καταστάσεως ἀρχή. ἀρχὴ δὲ τῆς καταστάσεως ἐνθένδε (11)· ‘ψήφισμα εἶπεν ἐν ὑμῖν Ἀριστοφῶν ἑλέσθαι ζητητάσ‘. διὰ δὲ τῆς καταστάσεως οἰκειοῖ τὴν ἐπεισαχθεῖσαν ὑπόθεσιν τῇ τοῦ νόμου κατηγορίᾳ. καὶ διατίθησι διὰ τῆς καταστάσεως τὸν ἀκροατὴν καὶ προκατασκευάζει δι’ ὑπονοίας ἔχειν τὸν γεγραφότα τὸν νόμον ὡς ὑπὲρ Ἀνδροτίωνος καὶ Γλαυκέτου καὶ Μελανώπου γεγραφότος. ἔχει δέ τι καὶ ἐγκατάσκευον ἡ κατάστασις ἐν τοῖς τέλεσιν· ἵνα γὰρ μὴ ἀπίθανος γένηται διηγούμενος ὅτι τῶν πρέσβεων ἕνεκα τὸν νόμον ἔθηκεν, ἐπήγαγε καὶ ἀπόδειξιν εὐθὺς εἰπὼν (16) ‘μαρτυρεῖ δὲ ὅτι ταῦθ’ οὕτως ἔχει τοὔργον αὐτό‘. YL ἀρχὴ τοῦ τρίτου προοιμίου ἢ τῆς προοιμιακῆς ἐννοίας. |
| 24 18b | F 2 Y τρίτον προοίμιον. |
| 24 18c | LS τὸ . |
| 24 18d | .. πρᾶγμα] Ἰσοκρατικὴ ἡ ἔννοια καὶ ἀπὸ τοῦ Ἀρχιδάμου μετῆκται, καὶ ἀφελέστερον εἴρηται τῆς παρ’ Ἰσοκράτει κειμένης. ἐκεῖ μὲν γὰρ ὁ λέγων καὶ ἐγγὺς ἀλαζονεύεται· ἐνταῦθα δὲ ὁ λέγων κολάζει τὸ πρᾶγμα τῇ προσθήκῃ τῇ ‘ὥς γε ἐμαυτὸν πείθω‘. ὁ γὰρ οὐκ ἐφ’ ἑαυτὸν μόνον ἄγων τὴν κρίσιν καὶ ἐνδοιάζων ἔτι καὶ μετὰ τοσαύτης ἐπιεικείας καὶ μετριότητος ἀπήλλακται τοῦ δοκεῖν φορτικὸς εἶναι τοῖς ἀκούουσιν· ὁ δὲ ἀνέδην μαρτυρίᾳ τῶν πάντων περὶ ἑαυτοῦ καταχρώμενος ἄνευ τῆς ἐκ τοῦ λόγου κολάσεως οὐκ ἐκφεύγει τὸ μὴ δοκεῖν εἶναι τοῖς ἀκούουσι φορτικός. οὐ μὴν ἀλλ’ ἔχοι τις ἂν εἰπεῖν καὶ ὑπὲρ Ἰσοκράτους αἰτίας εὐλόγους, ὅτι βασιλέως παῖς ὁ λέγων καὶ βασιλεὺς μετὰ μικρὸν 〈ἐσόμενοσ〉 εἰς πόλεμον παροξύνων καὶ εἰκότως φρυάττεται. τρισὶ δὲ προοιμίοις ἐν τούτῳ τῷ λόγῳ κέχρηται· τῷ μὲν ἀπὸ τοῦ φεύγοντος, τῷ δὲ ἀπὸ τοῦ πράγματος, τῷ δὲ ἀπὸ τοῦ κατηγόρου. gTBcFj 〈ὡς ἐν κεφαλαίῳ〉] ὡς ἐν συντόμῳ. |
| 24.19 | A ὥς γ’ ἐμαυτὸν πείθω] ἠθικὸς ὁμοῦ καὶ ἐπεικὴς ὁ λόγος. |
| 24.20 | οὐ γὰρ μόνον οὗτος ἐφ’ αὑτὸν ἄγει τὴν κρίσιν, ἀλλὰ καὶ ἐνδοιάζων ἀπήλλακται τοῦ δοκεῖν εἶναι φορτικός. YL 〈ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ〉] παραδιήγησις· παραδιηγεῖται γὰρ διὰ ποίαν αἰτίαν ἦλθεν ἐπὶ τοῦτον τὸν ἀγῶνα. |
| 24 21a | A ἐγὼ . |
| 24 21b | .. ἀνθρώπῳ] ἀρχὴ τῆς προκατασκευῆς διατιθεῖσα τοὺς ἀκούοντας συμπάσχειν αὐτῷ πεπονθότι δεινὰ καὶ συγγνώμην, εἰ λέγοι τι κατ’ Ἀνδροτίωνος ἀμυνόμενος, νέμουσα. (‘προσέκρουσα‘ δὲ ‘περιέπεσον καὶ ἤχθρευσα καὶ συνέρραξα‘.) ἐπειδὴ δὲ ἀντέπιπτε ‘τί οὖν, εἰ πολεμεῖ σοι κακῶς πεπονθώς;‘ ὁ δέ φησι ‘καὶ ἡ πόλις μετ’ ἐμοῦ προσέκρουσεν‘ ἀντὶ τοῦ ‘εἰς μάχην καὶ μῖσος ἦλθε διὰ τὴν πονηρίαν‘, ‘κἀγὼ οὐ δι’ ἐμαυτόν, ἀλλ’ ἡ φύσις αὐτοῦ κινεῖ τὴν ἔχθραν πρὸς ἅπαντασ‘. gTBcFj πρώτη προκατασκευή. |
| 24 21c | YLS τὸν δὴ εἰς τὰ τοιαῦτα καταστήσαντά με] πρόσκειται τὸ ‘ἀδίκωσ‘, ἵνα μὴ λέγῃ τις ‘ἀλλ’ εἰ εὐλόγως ἐπέθετό σοι;‘ διὸ καί φησιν ὅτι ‘ὅσον μὲν ἧκεν εἰς ἐκεῖνον ἀπωλόμην, ἐσώθη δὲ δι’ ὑμᾶς· διὸ καὶ ἀμύνομαι αὐτὸν δικαίως ἐν καιρῷ‘. |
| 24.22 | πληρώσας δὲ τὴν πρώτην κατασκευὴν ἐπισυνάπτει καὶ τὴν δευτέραν, δι’ ἧς τῇ κρινομένῃ ὑποθέσει ἡ ἐπιοῦσα συνάπτεται· κρίνεται μὲν γὰρ ἡ τοῦ νόμου καὶ προηγεῖται, ἐπεισάγεται δὲ ἡ τῶν πρέσβεως. διπλῆ οὖν ἡ προκατασκευὴ ἅτε δὴ καὶ διπλῆς οὔσης τῆς ὑποθέσεως. εἶτα ἐπάγει τι προκαταστατικόν, ἐν ᾧ ἐπαγγέλλεται θήσειν τὴν κατάστασιν. gTBcFj 〈χρήματα πολλὰς τῆς θεοῦ καὶ τῶν ἐπωνύμων〉] ἡ γὰρ πόλις ἐλάμβανε τὸ διπλοῦν, ἡ δὲ Ἀθηνᾶ τὸ δέκατον, οἱ δὲ ἐπώνυμοι τὸ πεντηκοστόν (ἐπώνυμοι δὲ ἐκαλοῦντό τινες ἀνδριάντες ἡρώων, ἐξ ὧν ἐκαλοῦντο καὶ αἱ δέκα φυλαὶ ἐπ’ ὀνόματι τούτων) εἰς ἰδίας τινὰς θυσίας. |
| 24.23 | τὰ δὲ ὀνόματα τῶν ἡρώων ταῦτα, Ἀθηναίων ὄντων ἐκτὸς Αἴαντος τοῦ Σαλαμινίου· Πανδίων Ἐρεχθεὺς Κέκροψ Αἰγεὺς Οἰνεὺς Λέων Αἴας Ἀκάμας Ἀντίοχος Ἱπποθόων. A 〈τοῦ δὲ πράγματος οὐκέτ’ ὄντος ἀμφισβητησίμου〉] ἐνταῦθά ἐστιν ἡ προδιήγησις· οἰκονομεῖ γὰρ τὴν μέλλουσαν διήγησιν γίγνεσθαι αὐτοῦ τοῦ πράγματος. |
| 24 24a | A τοῦ . |
| 24 24b | .. ἀμφισβητησίμου] τουτέστι τοῦ λαβεῖν τὴν πόλιν τὰ χρήματα. διπλῆ δὲ ἡ ὑπόθεσις, καὶ ἡ μέν ἐστι πρὸς τὰ μέλλοντα λέγεσθαι εἰς διαβολὴν κατὰ Ἀνδροτίωνος, ἡ δὲ πρὸς αὐτὴν τὴν ἐπεισαχθεῖσαν ὑπόθεσιν, ἥτις δίχα διῄρηται, καὶ ἡ μέν ἐστι κοινὴ κατὰ τῶν πρέσβεων, ἡ δὲ ἰδία κατ’ Ἀνδροτίωνος. διὰ τοῦτο καὶ ἡ προκατασκευὴ δίχα διῄρηται, καὶ τὸ μέν τι αὐτῆς ἐστι κατ’ Ἀνδροτίωνος διὰ τὴν μέλλουσαν βλασφημίαν, τὸ δὲ κατὰ τῶν πρέσβεων. gTBcFj δευτέρα προκατασκευή. |
| 24 24c | YLS 〈δικαστηρίοιν δυοῖν〉] ἐν τοῖς μεγάλοις καὶ ἐσπουδασμένοις πράγμασι συνήρχοντο ἐκ δύο δικαστηρίων πληροῦντες ἀριθμὸν χιλίων καὶ ἑνός. |
| 24.25 | διὰ τοῦτο δὲ ὁ εἷς προσετίθετο ἀεὶ τοῖς δικασταῖς, ἵνα μὴ ἴσων γενομένων τῶν ψήφων ἐξ ἴσης ἀπέλθωσιν οἱ δικαζόμενοι, ἀλλ’ ἐκεῖνος δόξῃ νικᾶν, ᾧ ἂν ὁ εἷς προστεθῇ. A ἐξ ἀρχῆς οὖν ἐν βραχέσι] ἔννοια προκαταρκτική· προλέγει δὲ καὶ προαναφωνεῖ τὴν περιοχὴν ὅλην, ἥτις ἐστὶ τῆς καταστάσεως ἀρχή. |
| 24 26a | gTBcFj προκαταστατικόν. |
| 24 26b | YL κατάστασις. |
| 24 26c | S 〈ψήφισμα εἶπεν ἐν ὑμῖν〉] ἐνταῦθα εἰσβάλλει εἰς αὐτὴν τὴν διήγησιν. |
| 24 27a | A ( → 27c) ἀρχὴ τῆς καταστάσεως. |
| 24 27b | YL ζητοῦσι δέ τινες, πῶς ἐνταῦθα πραγματικῆς οὔσης τῆς στάσεως ἔστι διήγησις· ἀεὶ γὰρ ἡ πραγματικὴ περὶ μελλόντων ἔχει τὴν σκέψιν, ἡ δὲ διήγησις γεγονότων ἐστὶν ἀφήγησις. |
| 24 27c | λέγομεν ὅτι ἐν τῇ συμβουλῇ πραγματικῆς οὔσης τῆς στάσεως εἰκότως ἐκλείπει ἡ διήγησις (οἶδε γὰρ ὁ ἀκροατὴς περὶ τίνος συνῆλθον), ἐν δὲ τῷ δικανικῷ λόγῳ ἀγνοοῦσιν οἱ δικασταὶ τὸ πρᾶγμα. οὐκοῦν οὐδὲν ἄτοπον καὶ ἐνταῦθα, δικανικοῦ ὄντος τοῦ λόγου, τάξαι διήγησιν. A ἔχει δέ τι ἐγκατάσκευον ἡ κατάστασις ἐν τοῖς τέλεσιν. |
| 24 27d | ἵνα γὰρ μὴ ἀπίθανος γένηται διηγούμενος, ὅτι τῶν πρέσβεων ἕνεκα τὸν νόμον ἔθηκεν, ἐπήγαγε καὶ ἀπόδειξιν εὐθὺς εἰπὼν (16) ‘μαρτυρεῖ ὅτι ταῦθ’ οὕτως ἔχει τοὔργον αὐτό‘. οὐ δεῖ γάρ, φασίν, ἁπλῆν τὴν διήγησιν εἶναι καὶ καθαρὰν ἀποδείξεων, ἐὰν μὴ προσδέχηται αὐτὴν ὁ ἀκροατὴς ἢ προσδέχηται μέν, μὴ πιστεύῃ δέ. gTBcFj ἑλέσθαι ζητητάς] ἄρχοντας τοὺς ζητοῦντας καὶ ἀνερευνῶντας τίς ὀφείλει τῇ πόλει χρήματα ἢ τοῖς ἱεροῖς. |
| 24.28 | YL Ἀρχέβιον καὶ Λυσιθείδην] οὗτοι γὰρ τριήραρχοι ἦσαν. |
| 24.29 | τούτους δὲ ἐμήνυσε τὰ χρήματα ἔχειν, ἀποκρυπτόμενος δηλῶσαι τὴν ἔχθραν τὴν πρὸς τοὺς πρέσβεις. YL 〈Ναυκρατιτικά〉] ἀπὸ τῆς Ναυκράτεως τῆς κατ’ Αἴγυπτον, ἥτις καὶ νῦν οὕτω καλεῖται. |
| 24.30 | A προὐχειροτόνησεν] διεσκέψατο. |
| 24.31 | YL 〈ἔλαβεν〉] ἀντὶ τοῦ ‘ἐσύλησε‘. |
| 24.32 | διαφέρει δὲ ἡ τριήρης τοῦ πλοίου τῷ τὴν μὲν εἶναι πολεμίαν, τὸ δὲ φορτηγὸν καὶ ἐμπορικόν. A ἀπεχειροτονήσατε] ἀντὶ τοῦ ‘κατεψηφίσασθε‘. |
| 24.33 | A τοὺς νόμους ἀνέγνω] τοὺς κελεύοντας τὰ τῶν πολεμίων χρήματα τῆς πόλεως εἶναι. |
| 24.34 | YL ἀναπηδήσας Ἀνδροτίων] διαβάλλει τὸν τρόπον ὡς τυραννικώτερον· τὸ γὰρ ‘ἠγανάκτουν καὶ ἐβόων‘ τὴν αὐτὴν ποιεῖ ὑπόνοιαν. |
| 24.35 | gTBc ( → 36c) 〈διαδικασίαν〉] ἐπίκρισιν. |
| 24 36a | F 2 ἐστὶν ὄνομα δίκης περὶ ἀμφισβητουμένου τινὸς πράγματος. |
| 24 36b | AR διαδικασία δέ ἐστιν ὄνομα δίκης περὶ χρημάτων ἢ περὶ κτημάτων. |
| 24 36c | TBc 〈ἀπέφυγεν〉] φεύγειν, εὐθύνεσθαι. |
| 24.37 | ἀποφεύγειν, ἀπευθύνεσθαι. F 2 YL ἀνάγκη δὲ πρῶτον] ἐξέτασις τοῦ νομίμου τελεία ἐντεῦθεν. |
| 24.38 | κατὰ δύο γὰρ τρόπους, κατά τε τὸ πρόσωπον καὶ τὸν νόμον, ἡ τελεία ἐξέτασις γίνεται. ἐξετάζει οὖν καὶ τὸν θέντα καὶ τὸν τεθέντα νόμον. YL 〈ἀνάγκη δὲ πρῶτον ὑπομνῆσαι χρόνουσ〉] τὸ νόμιμον κεφάλαιον, περὶ χρόνου νομοθεσίας. |
| 24.39 | F 4 τοὺς χρόνους] τὸ παρανόμως καὶ οὐχ ὡς κελεύουσιν οἱ νόμοι. |
| 24.40 | YL ἦν μὲν γὰρ σκιροφοριὼν] τὸν δὲ καιρὸν ὅτι ἐστὶν ἐν πανηγύρει. |
| 24.41 | YL 〈μαρτυρεῖ δ’〉] ἀπόδειξις. |
| 24.42 | S τῶν μὲν γὰρ χρημάτων] διὰ τούτων ἐμφανίζει, ὅτι ἐκτέτισται μὲν τὰ ἁπλᾶ τῶν χρημάτων, ἐκτέτισται δὲ οὐκ ἐν ἐκείνοις τοῖς χρόνοις. |
| 24.43 | YL βούλομαι δὴ μικρὰ] ὥσπερ πρὸ τῆς καταστάσεως εἰώθαμεν τοῖς ἀκούουσι προλέγειν ἐννόημα σημαῖνον τὴν δύναμιν τῆς καταστάσεως, οὕτω καὶ πρὸ τῶν ἀγώνων, ὥσπερ καὶ τὰ προοίμια πρὸ πάσης τῆς ὑποθέσεως. |
| 24 44a | YL τὸ δὲ προαγωνιστικὸν τοῦτ’ ἐννόημα διπλοῦν ἐστιν, ἐπειδήπερ διπλοῦν τὸ νόμιμον. |
| 24 44b | καὶ τὸ μὲν σημαντικόν ἐστι τοῦ περὶ τὸ πρόσωπον νομίμου, τὸ δὲ τῆς κατηγορίας τοῦ νόμου. εἰς δύο γὰρ διαιρεῖται τὸ νόμιμον, εἴς τε πρόσωπον καὶ εἰς πρᾶγμα. τοῦ μὲν οὖν περὶ τὸ πρόσωπον προεκκειμένη ἔννοια· τὸ γὰρ ‘καθ’ οὕς εἰσιν αἱ τοιαίδε γραφαὶ‘ σημαντικόν ἐστι τῆς κατὰ τοῦ προσώπου κατηγορίας. ἡ δὲ δευτέρα ἔννοια προαναφωνεῖ τὴν τοῦ νόμου κατηγορίαν καὶ τὸ δεύτερον τοῦ νομίμου μέρος. τί γάρ φησι; ‘περὶ αὐτοῦ τοῦ νόμου λέγειν ὃν γέγραμμαι‘. τοῦτο δέ ἐστιν ὅτι ‘πορεύσομαι μετὰ τὴν τοῦ προσώπου κατηγορίαν ἐπὶ τοὺς ἐλέγχους τοῦ νόμου‘· ἀρχὴ δὲ τοῦ κατὰ τοῦ προσώπου νομίμου ‘ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν τοῖς οὖσι νόμοις ἡμῖν κυρίοις διωρισμένα ἀκριβῶς καὶ σαφῶς πάνθ’ ὅσα δεῖ ποιεῖν‘. ἐν δὲ τούτῳ παντὶ τῷ νομίμῳ τὸ πρόσωπον καὶ τὴν κακοτεχνίαν διαβάλλει τὴν τοῦ Τιμοκράτους, καὶ ὅπως ἐπιβουλεύσας τὸν νόμον τέθεικε διὰ τοὺς πρέσβεις. YL ( → 44d) προαγωνιστικὴ ἔννοια περὶ τοῦ προσώπου. |
| 24 44c | S ( → 44e) πληρώσας δὲ τοῦτο τὸ μέρος προοιμιάζεται πάλιν περὶ τοῦ κατὰ τὸ πρᾶγμα νομίμου (32) ‘ὅτι μὲν τοίνυν οὐδὲν ὧν προσήκει καὶ κελεύουσιν οἱ νόμοι πεποίηκεν, εἰς τὰ προειρημένα ἄν τις σκοπῶν γνοίη‘. |
| 24 44d | τοῦτο γὰρ προοιμιακή τίς ἐστιν ἔννοια ἐπιφραγιζομένη μὲν τὰ προειρημένα, προκαταρκτικὴ δὲ τῶν ἑξῆς. δεῖ γὰρ τὰς ἐν μέσῳ τῶν λόγων προοιμιακὰς ἐννοίας συμπεράσματα μὲν περιέχειν τῶν προειρημένων κεφαλαίων καὶ μερῶν, προκαταρκτικὰς δὲ τῶν μελλόντων ῥηθήσεσθαι. YLS εἶτα μέλλων ἅπτεσθαι τοῦ δευτέρου μέρους προαναγινώσκει νόμον τὸν ἐπιτρέποντα αὐτῷ κατηγορεῖν τῶν ὑπεναντίων τοῖς πάλαι κειμένοις τιθεμένων νόμων. |
| 24 44e | ἄρχεται δὲ καθαρῶς αὐτῆς τῆς τοῦ νόμου κατηγορίας ἐνθένδε (39)· ‘ἵνα δὲ εἰδῆτε παρ’ οἵους νόμους οἷον οὗτος εἰσήνεγκεν, ἀναγνώσεται πρῶτον μὲν ὑμῖν τοῦτον τὸν νόμον‘, ἀπ’ αὐτῆς τῆς ἀναγνώσεως τοῦ Τιμοκράτους νόμου τῆς κατηγορίας ἀρχόμενος. ἐνδιέτριψε δὲ τῇ κατασκευῇ καὶ ταῖς ἀποδείξεσι τοῦ νόμου τοῦ κελεύοντος ἐξεῖναι κατηγορεῖν τῶν ὑπεναντίον εἰσφερόντων νόμον, ἐπειδὴ τεθάρρηκε τούτῳ τῷ μέρει καὶ προσποιεῖται λαμπρῶς ἰσχύειν· ἐμποιεῖ γὰρ διὰ τῆς διατριβῆς ταύτης τοῖς ἀκούουσιν ἔννοιαν, ὅτι οὐκ ἂν πλείονα λόγον ἐποιήσατο μὴ ἔχων ἰσχυρὰν τὴν ἀπόδειξιν τὸν Τιμοκράτους νόμον ὑπεναντίον τοῖς κειμένοις εἶναι· πολλὰ δ’ ἀνύειν αἱ τοιαῦται προκαταστάσεις δύνανται. κἂν γὰρ ἀσθενέστεραι τυγχάνωσιν αἱ ἀποδείξεις, οἰήσεται ὁ ἀκροατὴς διὰ τὴν οἰκείαν ἀσθένειαν μὴ συνεῖναι μόνον, ἐὰν ἐξηπατημένος ταῖς ἐπαγγελίαις τυγχάνῃ. ἔστιν οὖν πραγματικώτατον τοῦτο τὸ μέρος πολλὴν ἔχον δεινότητα· καὶ γὰρ καθολικώτερον αὐτὸ προήγαγεν· τοῦτο δέ ἐστι τοῦ μερικοῦ καὶ ἰδικοῦ πιθανώτερον. καὶ αὔξει δι’ αὐτοῦ τὰ ἐκ τῆς ὑπεναντιότητος τῶν νόμων ἀδικήματα, ἵνα τὸν ἀκροατὴν ταῖς ἐπαγγελίαις τῶν ἀποδειχθησομένων ἐκπλήξῃ καὶ ὑπαγάγηται τοὺς ἀκούοντας τοῖς ἐπαίνοις καὶ ταῖς τιμαῖς ταῖς παρὰ Σόλωνος. YL 〈περὶ αὐτοῦ〉] δευτέρα ἔννοια τῆς κατηγορίας τοῦ νόμου. |
| 24.45 | S 〈ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι〉] πληρώσας τὴν διήγησιν εἰσβάλλει ἐντεῦθεν ἐπὶ τὸ νόμιμον κεφάλαιον, καὶ τούτου πρῶτον ἐπὶ τὸ παράνομον· ἑξῆς δὲ αὐτοῦ τάττει τὸ ἐναντίον τοῖς νόμοις. |
| 24 46a | A ἀρχὴ τοῦ κατὰ προσώπου νομίμου. |
| 24 46b | S πρῶτον μὲν ἁπάντων χρόνος] αʹ. |
| 24.47 | περὶ χρόνου νομοθεσίας. βʹ. ἔκθεσις αὐτοῦ ἔμπροσθεν τῶν ἐπωνύμων. γʹ. ἔκθεσις αὐτοῦ τοῖς πᾶσιν ὥστε εἶναι κοινόν. δʹ. λύσις τῶν ἐναντίων νόμων. F 2 YL 〈ἀλλὰ προστάττει, πρῶτον μὲν ἐκθεῖναι〉] τὰ περιστατικὰ θέλει ἐνταῦθα εἰπεῖν, τὸ πρόσωπον, τὸν τρόπον, τὸν τόπον, τὸν χρόνον. |
| 24.48 | χρόνον ‘τὴν τρίτην ἐκκλησίαν‘· πρόσωπον ‘τοὺς περὶ Ἀνδροτίωνα‘· τόπον ‘πρόσθεν τῶν ἐπωνύμων‘· τρόπον δὲ ὅτι ‘τοιῶσδε δεῖ ταῦτα ποιεῖν‘. ARTBcFj πρόσθε τῶν ἐπωνύμων] ἐπώνυμοι, ἥρωες τῶν φυλῶν ἐπώνυμοι· Ἐρεχθεὺς Πανδίονος, Πανδίων Ἐριχθονίου, Ἀκάμας Θησέως, Αἴας Τελαμῶνος, Αἰγεὺς Αἰγικόρεω, Κέκροψ αὐτόχθων, Ἱπποθῶν Ποσειδῶνος καὶ ἑτέρας μιᾶς· δέκα γὰρ φυλαὶ ἦσαν. |
| 24.49 | F 2 Y ὡς παρὰ πάντας τοὺς νόμους ἐνομοθέτει] τοῦ προσώπου αὕτη ἡ ἐξέτασις. |
| 24.50 | gTBcFj ἐπιχειροτονία] ἐπιχειροτονία ἐστὶν ἡ διάσκεψις, ὅ τι δεῖ ποιεῖν περὶ τῶν νόμων. |
| 24.51 | ‘ἐν τῇ πρώτῃ δὲ πρυτανείᾳ‘ ὅ ἐστιν ἐν τῷ πρώτῳ μηνί. A 〈πρυτανείασ〉] πρυτανεία, χρόνος. |
| 24.52 | F 2 YL τῇ ἑνδεκάτῃ] κατὰ μῆνα τρεῖς ἐκκλησίας ἐποιοῦντο βουλευόμενοι περὶ τῶν ἐν τῇ πόλει πραγμάτων, πλὴν εἰ μὴ ἄρα ἀνάγκη τις κατέλαβε πολέμου, ὥστε καὶ περὶ ἐκείνου ἄλλην ἐκκλησίαν ποιῆσαι πλέον τῶν ὡρισμένων. |
| 24.53 | καὶ ἐγίνετο ἡ πρώτη ἑνδεκάτῃ τοῦ μηνός, ἡ δὲ δευτέρα περὶ τὴν εἰκάδα, ἡ δὲ τρίτη περὶ τὴν τριακοστήν. ARTBcFj ἐπιχειροτονίαν] ψῆφον, βουλήν. |
| 24.54 | F 2 Y περὶ τῶν βουλευτικῶν] περὶ τῆς βουλῆς τῶν πεντακοσίων, ὅτι ‘δεῖ λαμβάνειν αὐτὴν στέφανον, ἐὰν ποιήσηται τὰς τριήρεισ‘. |
| 24.55 | δεύτερον περὶ τῶν δημοσίων πραγμάτων. A 〈ἐννέα ἄρχουσιν〉] ἄρχοντες ἐννέα ἐλέγοντο οἱ ἓξ θεσμοθέται, οἵτινες εἰσῆγον τὰς τῶν παρανόμων γραφάς, εἶτα εἷς βασιλεὺς περὶ οὗ ἔγνωμεν ἐν τῷ κατ’ Ἀνδροτίωνος (22, 27), τί ἦν αὐτῷ ἔργον, εἶτα ὁ πολέμαρχος, ὅστις ἐπεμελεῖτο τοῦ τρέφεσθαι ἐκ τοῦ δημοσίου τοὺς παῖδας τῶν ἀποθανόντων γενναίως ἐν τῷ πολέμῳ, εἶτα ὁ ἄρχων ὁ ἐνιαύσιος, ὅστις ἐπεμελεῖτο τῶν χηρῶν καὶ τῶν ὀρφανῶν καὶ ἄλλων τινῶν. |
| 24.56 | A τοὺς πρυτάνεις] τοὺς πεντήκοντα οὓς εἴπαμεν ἀεὶ προβαλλομένους ὑπὲρ τῆς ἰδίας φυλῆς καὶ πρυτανεύοντας τὸ μέρος αὐτῶν τοῦ ἐνιαυτοῦ. |
| 24.57 | A ἀποχειροτονηθέντων] ἀντὶ τοῦ ‘ἀποδοκιμασθέντων‘. |
| 24.58 | A τοὺς δὲ προέδρους] τοὺς δέκα τοὺς πρωτεύοντας τῶν πεντακοσίων. |
| 24.59 | τὸ δὲ ‘οἳ ἂν τυγχάνωσιν‘ εἶπε διὰ τὸ ἄδηλον τοῦ κλήρου. A ἐν ταύτῃ τῇ ἐκκλησίᾳ] ὅ ἐστιν ἐν τῇ τρίτῃ. |
| 24 60a | A πρὸ τῆς τρίτης ἐκκλησίας λέγει. |
| 24 60b | A χρηματίζειν] ὅ ἐστιν ὑποβάλλειν· ἔγνωμεν γὰρ ὅτι οἱ μὲν πρυτάνεις συνῆγον τὴν ἐκκλησίαν, οἱ δὲ πρόεδροι ὑπέβαλλον περὶ τίνος συνῆλθον. |
| 24.61 | A ἱερὰ] ἀντὶ τὰ ἱερά, τὰς θυσίας. |
| 24.62 | A τῶν ὀμωμοκότων ἡλιαστικὸν ὅρκον] ἀντὶ τοῦ ‘τῶν ἤδη ὀμοσάντων τὸν ὅρκον τῶν Ἡλιαστῶν‘, ὡσανεὶ ἔλεγεν ‘ἵνα ὦσιν ἀπὸ δικαστῶν ἤδη γενομένων‘. |
| 24.63 | ἰστέον δὲ ὡς ὅτι ἡ Ἡλιαία λέγεται αὐτὸς ὁ τόπος τοῦ μεγάλου δικαστηρίου καὶ τὸ ἄθροισμα αὐτὸ τῶν ἐκεῖσε δικαζόντων. Ἡλιαία δὲ ἐκλήθη ὁ τόπος παρὰ τὸ ἐκεῖσε ἁλίζεσθαι καὶ συναθροίζεσθαι τὸ πλῆθος τῶν δικαστῶν. τὸ γὰρ α εἰς η μεταβέβληται ὡς καὶ πολλαχοῦ. τινες λέγουσιν ἐκ τοῦ ὕπαιθρον εἶναι τὸν τόπον καὶ τὸν ἥλιον ἐκεῖ ἔνδον προσβάλλειν. A κατὰ τὰ γεγραμμένα] κατὰ τοὺς νόμους ἤδη τοὺς κειμένους. |
| 24.64 | τὸ δὲ ‘χιλίας δραχμάσ‘, ἄξιον ζητῆσαι, διὰ τί οὕτως ἀνώμαλον ἔταξαν οἱ νόμοι τὴν ζημίαν κατά τε τῶν πρυτάνεων καὶ τῶν προέδρων. λέγομεν ὅτι βαρύτερόν ἐστιν ὅλως τὸ μὴ συνάξαι τὸν δῆμον εἰς ἐκκλησίαν τοῦ μὴ ὑποβάλλειν· διὸ ἐπὶ τῶν πρυτάνεων τῶν μὴ συναγόντων τὸ πλέον ἔταξαν. A ἔνδειξις] κατηγορία. |
| 24.65 | F 2 YL εἰς λεύκωμα] οἷον ὥσπερ ἐν πυξίῳ. |
| 24.66 | τὸ δὲ ‘ἕως ἡ ἐκκλησία γένηται‘, ὅ ἐστιν ἡ τρίτη. τὸ δὲ ‘αἱρεῖσθαι‘· κατὰ κοινοῦ τὸ κελεύειν, ὅ ἐστι χειροτονεῖν. τὸ δὲ ‘τοὺς συναπολογησομένουσ‘· τοὺς μέλλοντας ἀγωνίζεσθαι ὑπὲρ τῶν μελλόντων λύεσθαι· εἰκὸς γὰρ ὅτι βελτίους ἦσαν τοῦ εἰσαγομένου καὶ χηρείᾳ τῶν λεγόντων ὑπὲρ αὐτῶν ἐνομίζοντο εἶναι φαῦλοι. A ἑκατομβαιῶνος] οὗτος γὰρ ἦν ὁ πρῶτος μήν, ὅτε καὶ ἡ πρώτη πρυτανεία ἐγίνετο τῇ ἑνδεκάτῃ, ὅ ἐστι τῇ πρώτῃ ἐκκλησίᾳ· προευτρέπιζον γὰρ ἐκ τῆς πρώτης ἐκκλησίας τοὺς μέλλοντας ἀπολογεῖσθαι ὕστερον ὑπὲρ τῶν ἀποδοκιμαζομένων νόμων ἐν αὐτῇ τῇ πρώτῃ ἐκκλησίᾳ· καὶ μαθόντες ἐν ταύτῃ τῇ πρώτῃ, πόσοι ἀπεδοκιμάσθησαν νόμοι, πρὸς αὐτοὺς ἐχειροτόνουν καὶ τοὺς ἀπολογουμένους. |
| 24 67a | πέντε δὲ ἄνδρας καθ’ ἕκαστον νόμον ἐχειροτόνουν. A Ἀπριλλίου. |
| 24 67b | F 2 Y 〈εἰσοιστέοσ〉] ἀντὶ τοῦ εἰσενεκτέος. |
| 24.68 | A 〈ἐν δὲ τῷ μεταξὺ〉] λέγει τῆς πρώτης ἐκκλησίας καὶ τῆς τρίτης. |
| 24.69 | A 〈ἀφειμένης τῆς βουλῆσ〉] ἀντὶ τοῦ ‘ὅτε πάντες ἐν τῇ ἑορτῇ ἀφειμένοι ἦσαν καὶ οὐδεὶς συνήρχετο εἰς ἐκκλησίαν τῆς βουλῆσ‘. |
| 24.70 | A τὸ νικῆσαν] ἐμφαντικῶς κατ’ εἰρωνείαν. |
| 24.71 | A συνταξάμενοι] ἀντὶ τοῦ ‘φρατριάσαντες καθ’ ὑμῶν‘. |
| 24.72 | A καὶ οὐδὲν ἐκ ταὐτομάτου] οἷον οὐχ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς κακουργίας. |
| 24.73 | A λαβὲ τὸ ψήφισμα] τὸ ψήφισμα λέγει, ὅπερ ἔγραψεν ὁ Ἐπικράτης, φίλος ὢν τοῦ Τιμοκράτους, λέγων ‘ἐπειδὴ ἐγγύς ἐστι τὰ Παναθήναια, συναχθῶμεν ἐπὶ τῷ σκέψασθαι περὶ αὐτῶν‘· ὡς δὲ συνήχθησαν, τότε εἰσήγαγεν ὁ Τιμοκράτης τὸν νόμον, ἵνα μὴ γνωσθῇ τὸ πρᾶγμα. |
| 24.74 | εἰ γὰρ καὶ τὰ δύο ἐποίησεν ὁ Τιμοκράτης, ὕποπτος ἂν ἐγίνετο. τὸ ‘λαβὲ‘ Ἀττικῶς ὀξύνεται. A 〈ἐπὶ τῆς Πανδιονίδοσ〉] δεῖ ὑποστίξαι εἰς τὸ ‘πρώτησ‘, ἵνα τὸ ‘ἑνδεκάτῃ‘ καθ’ ἑαυτὸ νοήσωμεν, ἵνα ᾖ ὁ νοῦς οὗτος· ‘ἐπὶ τῆς Πανδιονίδος πρώτης πρυτανείας τῇ ἑνδεκάτῃ αὐτῆσ‘, ὅ ἐστιν ἑνδεκάτῃ αὐτοῦ τοῦ μηνός. |
| 24.75 | εἰ δὲ 〈μή〉, οὐδὲ ἐνταῦθα καλῶς προσέθηκε τὴν φυλὴν Πανδιονίδα, ἐπειδὴ ἔτυχε τότε αὐτὴν κληρωθῆναι πρώτην πρυτανεῦσαι. ἀνωτέρω δὲ ἐπειδὴ τὴν ἐπιχειροτονίαν τῶν νόμων ἀνεγίνωσκεν, εἰκότως οὐχ ὥρισε ποίας πρυτανευούσης πρώτης, ἐπειδὴ ἄδηλον ἦν, ὡς εἴπαμεν, ποία κληροῦται ἀεὶ κατὰ τὸν πρῶτον μῆνα πρώτη πρυτανεῦσαι. A κατὰ πολλὴν ἡσυχίαν] ὃ εἶπεν ἄνω (26) ‘ἀφειμένης τῆς βουλῆσ‘ ἐν τῇ πανηγύρει. |
| 24.76 | A ἢ τὸν ἐν τοῖς νόμοις] οἱ μὲν γὰρ νόμοι ἐκέλευον ἀναμεῖναι τὴν τρίτην ἐκκλησίαν· τὸ δὲ ψήφισμα τὸ Ἐπικράτους τῇ δωδεκάτῃ τοῦ μηνὸς ἐκέλευε ποιεῖν ἐκκλησίαν. |
| 24.77 | A 〈εἰδότα τοὺς νόμουσ〉] ἵνα μὴ πάλιν καταφύγῃ εἰς ἄγνοιαν, ὡσανεὶ ἔλεγε πρὸς τὸ γινώσκειν αὐτὸν τοὺς νόμους. |
| 24.78 | A αὐτὴν δὲ μὴ τετυχηκέναι] αὐτὴν τὴν πόλιν. |
| 24.79 | τὸ δὲ ‘ἀλλ’ ἐν αὐτῇ τῇ ἱερομηνίᾳ‘. ὅρα δὲ τὴν δριμύτητα τοῦ ῥήτορος, πῶς τὸ κατὰ τὸν χρόνον ἁπλοῦν ἔγκλημα δοκοῦν εἰς διπλοῦν περιέστησε, δεικνὺς ὅτι ‘οὐ μόνον παρέβη τὸν χρόνον τὸν ὡρισμένον, ἀλλὰ καὶ ἱερομηνίας οὔσης ἐνομοθέτησεν‘, ἵνα ἐξ ἀμφοτέρων ἀδικῶν Τιμοκράτης φαίνηται, καὶ ὑπὲρ ὧν οὐκ ἐποίησεν, ὅ ἐστι μὴ φυλάττων τὸν χρόνον τῆς τρίτης ἐκκλησίας, καὶ ὑπὲρ ὧν ἐποίησεν, ἐν Κρονίοις τολμήσας. A ἀνάγνωθί μοι λαβὼν τουτονὶ πρῶτον τὸν νόμον] ἐζήτησαν ‘διὰ τί τὸν Τιμοκράτους νόμον οὐ πρῶτον ἀνέγνω, εἶτα τοὺς παλαιούς;‘ φαμὲν ὅτι φιλάνθρωπος δοκεῖ εἶναι, διὰ τοῦτο προαναγινώσκει τοὺς ἀρχαίους νόμους, ἵνα ὕστερον ἡ διαβολὴ χώραν ἔχῃ. |
| 24.80 | ἐξετάσας δὲ τὸ κατὰ τὸ πρόσωπον νόμιμον καὶ τὸ κατὰ τὸν νόμον ἐξετάζει. gTBcFj γράφεσθαι] ἀντὶ τοῦ ‘κατηγορεῖσθαι‘. |
| 24.81 | A 〈τῶν δὲ νόμων τῶν κειμένων〉] περὶ ἀντινομίας. |
| 24.82 | F 2 L 〈διαχειροτονίαν〉] διάκρισιν ἐν πλήθει. |
| 24.83 | F 2 〈ἠκούσατε μὲν τοῦ νόμου〉] περὶ θέσεως νόμου. |
| 24 84a | F 2 L ὅρα ὅπως τὴν ἀτοπίαν τὴν ἐκ τῶν ἐναντιωμάτων προδιαβάλλει, καὶ τὸ κῦρος δὲ τῶν πραγμάτων καὶ τὴν ἅπασαν ἐξουσίαν ἄγων ἐπὶ τὸν δικάζοντα ἐμπίπλησιν αὐτὸν φρονήματος. |
| 24 84b | καὶ ἔστιν ὥσπερ προκατασκευὴ σύμπασα τοῦ τόπου ἡ ἐργασία. εἶτα ὑπάγει τὸ κατὰ τὸν Τιμοκράτην τοῖς καθόλου εἰπὼν (38) ‘ταῦτα πάντα Τιμοκράτης οὑτοσὶ καλῶς καὶ δικαίως κείμενα ἐξήλειψεν‘. εἶτα ἀθρόα τὰ ἐγκλήματα αὐτοῦ κατὰ ἀπαρίθμησιν καὶ ἄρνησιν εἰσήγαγε. χάριεν δὲ τὸ κατὰ ἀναίρεσιν σχῆμα τοῦ λόγου (38)· ‘οὐ παραναγνούς, οὐ λύσας, οὐ δοὺς αἵρεσιν, οὐκ ἄλλο ποιήσας τῶν προσηκόντων οὐδέν‘. YL πολλῶν δὲ καλῶν κειμένων νόμων] δεῖ μὴ μόνον τιθέναι τὰ ῥήματα τῶν νόμων, ἀλλὰ καὶ ἐγκωμιάζειν πρὸς σύστασιν μείζονα. |
| 24.85 | gTBcFj μετ’ εὐσεβείας] πρῶτον τὸ περὶ τῆς εὐορκίας τῶν δικαστῶν παρείληφεν, ἵνα οἰκεῖον ἀποφήνῃ τῶν δικαζόντων τὸν νόμον καὶ οὕτως ὡς περὶ οἰκείου πείσῃ συναγωνίζεσθαι· τοῖς γὰρ οἰκείοις ἅπαντες συμπράττειν πεφύκαμεν. |
| 24.86 | A 〈οὔτ’ ἀμφοτέροισ〉] εἰ γὰρ ψηφιζόμενοι τὸν νόμον ἐν τῷ ἑτέρῳ δοκεῖτε ἐπιορκεῖν μὴ κἀκείνῳ ψηφιζόμενοι, εἴ γε καὶ οἱ δύο νόμοι κύριοί εἰσιν. |
| 24.87 | A ἡ γνῶσις συμβαίνει] ἀντὶ τοῦ ‘ἡ κρίσισ‘, ὅ ἐστι ‘συμβαίνει τὴν κρίσιν ὑμῶν παραβαίνειν τὸν ἕνα νόμον καὶ ταῦτα ὄντα κύριον‘. |
| 24.88 | A ὃ κἀγὼ νυνὶ] ὅρα πῶς ἀξιοπίστως εἰς μίαν τῶν φυλακῶν ἑαυτὸν ἔταξεν ὁ ῥήτωρ. |
| 24.89 | A ἀπαλλάξῃ] παραπείσῃ, μεταποιήσῃ. |
| 24.90 | F 2 YL 〈διαφθείρασ〉] μεταποιήσας. |
| 24.91 | F 2 Y ἐφ’ ἑκάστην ἀπαντᾷ] καλῶς εἶπε τὸ ‘ἀπαντᾷ‘ ὡς ἐπὶ ἐμποδίσματός τινος καὶ προβόλου. |
| 24.92 | διὸ καὶ ἐμμένων τῇ τροπῇ ἐπήγαγε καὶ τὸ ‘βαδίζειν‘. A 〈ὅσον ἦν ἐπὶ τούτῳ〉] ἐπειδὴ κατὰ τὸ ἀληθὲς οὐκ ἠφάνισεν οὐδὲ ἐξήλειψε, προσέθηκε τὸ ‘ὅσον ἧκεν εἰς τοῦτον‘. |
| 24.93 | A οὐ παραναγνοὺς] οὐ παραθεὶς τὸν νόμον τὸν ἑαυτοῦ τοῖς ἄλλοις νόμοις οἷς ἔμελλεν ἐναντιοῦσθαι, ὅπερ ποιοῦσιν οἱ εἰσφέροντες καινὸν νόμον· διὸ καὶ ἐπάγει ‘οὐ λύσασ‘. |
| 24 94a | A τὸ κατ’ ἀναίρεσιν σχῆμα. |
| 24 94b | S οὐ παραναγνούς, οὐ λύσας, οὐ δοὺς αἵρεσιν] ‘οὐ παραναγνοὺς τοῦτον ἐκείνῳ, οὐ λύσας τὸν ἐναντίον, οὐ δοὺς αἵρεσιν, πότερον τοῦτον ἢ ἐκεῖνον βούλεσθε. |
| 24.95 | ‘ χάριεν δὲ τὸ κατὰ ἀναίρεσιν σχῆμα τοῦ λόγου ‘οὐ παραναγνούς, οὐ λύσασ‘ καὶ ἑξῆς. ἔστι δὲ τὸ εἶδος τοῦτο τοῦ σφοδροτέρου καὶ ἐπιφορικωτέρου μᾶλλον. ἀθρόα δὲ τὰ ἐγκλήματα εἰσήγαγε, πυκνῇ χρησάμενος τῇ κατὰ ἄρνησιν ἀπαριθμήσει καὶ μακροτέρᾳ. gTBcFj 〈ὡς μὲν οὖν ἔνοχος τῇ γραφῇ〉] ἐντεῦθεν πάλιν προοιμιάζεται σαφῶς περὶ αὐτοῦ τοῦ νομίμου, καθ’ ὃ μέρος ἀποδείξει τὸν νόμον ἐναντίον τοῖς πάλαι κειμένοις. |
| 24.96 | ἀεὶ δὲ κατὰ μέσον τὸν λόγον αἱ προοιμιακαὶ ἔννοιαι συμπεράσματα μὲν περιέχουσι τῶν προειρημένων καὶ μνήμην, ἐπαγγελίαν δὲ τῶν ἑξῆς, ὥσπερ καὶ ἡ παροῦσα διάνοια φαίνεται, εὐκρίνειαν δὲ καὶ σαφήνειαν παρέχουσι τοῖς κεφαλαίοις. YL ἵνα δὲ εἰδῆτε] ἀπ’ αὐτῆς τῆς ἀναγνώσεως τοῦ Τιμοκράτους νόμου τῆς κατηγορίας ἀρχόμενος ἐνδιέτριψε τῇ κατασκευῇ καὶ ταῖς ἀποδείξεσι τοῦ νόμου τοῦ κελεύοντος ἐξεῖναι κατηγορεῖν τῶν ὑπεναντίον εἰσφερόντων νόμον, ἐπειδὴ τεθάρρηκε τούτῳ τῷ μέρει καὶ προσποιεῖται λαμπρῶς ἰσχύειν. |
| 24 97a | ἐμποιεῖ γὰρ διὰ τῆς διατριβῆς ταύτης τοῖς ἀκούουσιν ἔννοιαν, ὅτι οὐκ ἂν πλείονα λόγον ἐποιήσατο μὴ ἔχων ἰσχυρὰν τὴν ἀπόδειξιν τὸν Τιμοκράτους νόμον ὑπεναντίον τοῖς κειμένοις εἶναι. gTBcFj ἀρχὴ τῆς τοῦ νόμου κατηγορίας. |
| 24 97b | S εἰδῆτε] ὅταν ἐπὶ τοῦ ‘γινώσκειν‘ λαμβάνηται, καὶ διὰ τῆς διφθόγγου γράφεται ἡ πρώτη συλλαβὴ καὶ παροξύνεται· ὅταν δὲ ἐπὶ τοῦ ‘θεάσασθαι‘, διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται. |
| 24.98 | A περὶ δὲ τῶν ὠνουμένων] ‘ὠνουμένων‘ λέγει ἐνταῦθα, οὐκ ‘ἀγοραζόντων‘, ἀλλὰ ‘μισθουμένων‘· οὐδεὶς γὰρ τὰ τέλη τὰ δημόσια ἠγόραζεν. |
| 24.99 | A ἐγγυωμένων καὶ ἐκλεγόντων] ἰστέον ὅτι ἐγγυητὰς παρεῖχον οἱ τελῶναι ἐξ ἀρχῆς, ἵνα ἕως τῆς ἐνάτης πρυτανείας εἰ μὴ καταβάλοιεν, τὰ διπλᾶ ἀνάγκην ἔχοιεν ἢ οὗτοι ἢ ἐκεῖνοι καταβάλλειν. |
| 24.100 | καὶ γὰρ καὶ πάντες οἱ χρεωστοῦντες τοῦτο ἐποίουν· ὡς εὐθὺς 〈ὅσοι〉 ἐχρεώστουν τῇ πόλει, ἀνάγκην εἶχον δοῦναι ἐγγυητάς, ὅτι πρὸ τῆς ἐνάτης πρυτανείας καταβαλοῦσι, καὶ ἔμενον ἄτιμοι, ἕως οὗ κατέβαλον. εἰ δὲ παρεγένετο ἡ ἐνάτη πρυτανεία καὶ μὴ κατέβαλον, τότε καὶ ἐδεσμοῦντο καὶ τὰ διπλᾶ κατέβαλλον καὶ ἐγγυητὰς οὐκέτι ἐξῆν αὐτοῖς παρασχεῖν περὶ τῶν διπλῶν. ἅπερ νῦν βούλεται λῦσαι ὁ Τιμοκράτης, λέγων μὴ ἐγγυητὰς παρέχειν ἐξ ἀρχῆς, ἀλλ’ ἐν τῇ ἐνάτῃ πρυτανείᾳ, ἵνα ἐν αὐτῷ τῷ μηνὶ ὅλῳ δυνηθῶσι καταβαλεῖν καὶ μὴ τὰ διπλᾶ, ἀλλὰ ἁπλᾶ. ἐὰν δέ, φησι, μὴ καταβάλλωσι μηδὲ ἐν τῇ ἐνάτῃ πρυτανείᾳ, τότε δεσμεῖσθαι. A ἐκλεγόντων] ἐπιτεταγμένων τινῶν ἀπαιτεῖν αὐτοὺς τοὺς τελώνας. |
| 24.101 | A 〈ἀκηκόατε μὲν τοῦ νόμου〉] ἐντεῦθεν ἄρχεται τοῦ νομίμου, προθεὶς τὸν Τιμοκράτους νόμον πρὸς ὃν ἀγωνίζεται. |
| 24 102a | οὐκ ἀθρόως δὲ προβάλλει πάντα τὸν νόμον (ταραχῶδες γὰρ τὸ τοιοῦτον καὶ ἄτακτον), ἀλλὰ δύο λόγους ἐξετάζειν πειρᾶται. εἰ δὲ πλείους αἱ προτάσεις ἐν τοῖς δύο λόγοις, οὐδὲν θαυμαστόν· ἔχονται γὰρ ἀλλήλων. καὶ τὰς μὲν διανοίας ὁλοκλήρους ἔλαβε πρὸς ἃς ἀγωνίσασθαι βούλεται, κατὰ μέρος δὲ κινήσει τὰς προτάσεις. νυνὶ δὲ τέθεικε τοῦ Τιμοκράτους μέρη δύο, διότι καὶ πρὸς ταῦτα μόνα ἐν τῷ νομίμῳ κεφαλαίῳ διαγωνίσασθαι βούλεται. κινεῖ δὲ τοὺς ἅπαντας ἐν τῷ νομίμῳ νόμους ἐννέα, ὧν εἷς μέν ἐστιν ὁ κρινόμενος, ὀκτὼ δὲ οἱ ἐναντίως ἔχοντες. τῶν δὲ δύο μερῶν ἓν μέν ἐστι τὸ ‘καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται ἢ τὸ λοιπὸν προστιμηθῇ‘, δεύτερον δὲ τὸ περὶ τῶν τελωνῶν. ἀλλὰ τὸ μὲν κατὰ τοὺς τελώνας καὶ διὰ βραχέων ἐν τῷ κεφαλαίῳ ἐξετάζει καὶ πρὸς ὀλίγον, τὸ δὲ προστιμήσεως τοῦ δεσμοῦ διαιρεῖ κεφάλαιον εἰς προτάσεις πλείονας καὶ ὅτι παρανομώτατον καὶ ὑπεναντίον τοῖς νόμοις ἐλέγχειν πειράσεται. YL ἐντεῦθεν ἄρχεται τοῦ νομίμου. |
| 24 102b | S Διοκλῆς εἶπεν] ὄνομα νομοθέτου τινός. |
| 24.103 | A πρὸ Εὐκλείδου] Εὐκλείδης ἄρχων ἐγένετο παρ’ Ἀθηναίοις μετ’ ὀλίγον χρόνον τῶν τριάκοντα. |
| 24.104 | ἄξιον δέ ἐστι ζητῆσαι ‘διὰ τί εἶπε τοὺς πρὸ Εὐκλείδου νόμους καὶ τοὺς μετ’ αὐτὸν ἄρχειν δεῖν καὶ κυρίους εἶναι;‘ λέγομεν ‘ἐπειδήπερ, ὡς εἴπαμεν, μετ’ ὀλίγον χρόνον τῶν τριάκοντα οὗτος ἐγένετο‘· μεταξὺ δὲ αὐτοῦ καὶ τῶν τριάκοντα, ἐν ἐκείνῳ τῷ ὀλίγῳ χρόνῳ δημοκρατία ἦν παρὰ Ἀθηναίοις καὶ μετ’ αὐτὸν πάλιν διόλου. διὰ τοῦτο οὖν εἶπε τοὺς πρὸ αὐτοῦ καὶ μετ’ αὐτόν. A καλῶς ἐχόντων] παρέχεται νόμον σεσοφισμένως πρὸς τὴν πρώτην πρότασιν· ἡ δὲ πρώτη πρότασις (41) ‘εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται‘. |
| 24.105 | ὁ δὲ ἀνεγνωσμένος νόμος προστάττει τοὺς νόμους κυρίους εἶναι ἀφ’ ἧς ἂν ἡμέρας τεθῶσιν. οὐκοῦν καὶ ὁ Τιμοκράτους νόμος κύριός ἐστιν, ἀπὸ τῆς τήμερον ἡμέρας δηλονότι. εἰ δὲ μέμνηται ὁ Τιμοκράτους νόμος τῶν πρὸ ἑαυτοῦ δεδεμένων, μέμνηται καὶ ὁ νῦν ἀναγινωσκόμενος καὶ ὁ παρὰ Δημοσθένους νόμος· ἀμφότεροι γὰρ οἱ νόμοι τῶν πρὸ ἑαυτῶν μέμνηνται, ὁ μὲν τῶν πρὸ ἑαυτοῦ δεθέντων, ὁ δὲ τῶν πρὸ ἑαυτοῦ πάλαι γραφέντων νόμων. YL πλὴν εἴ τῳ χρόνος προσγέγραπται] τοῦτο μέμφονταί τινες, ὅτι τὸν Τιμοκράτους νόμον μεμφόμενος αὐτὸ τοῦτο νῦν ἀποδέχεται τοῦ παλαιοῦ νόμου. |
| 24.106 | λέγομεν ὅτι ‘ἀλλ’ ἐπὶ τοῦ μέλλοντος εἶπεν ὁ Δημοσθένης, ὁ δὲ Τιμοκράτης καὶ περὶ τοῦ παρελθόντοσ‘. καὶ ἐπαινεῖ τὴν αἰτίαν ὁ ῥήτωρ, δι’ ἥν τινες χρόνον προσγράφουσι τοῖς ἰδίοις νόμοις, τὴν ἀνάγκην προσθείς. A ἐπὶ τούτοις] ὅ ἐστιν ‘ἐπὶ τοῖς πράγμασι τούτοις τοῖς λέγουσι περὶ τοῦ νομοθετεῖν‘. |
| 24.107 | A 〈λέγε ἄλλον νόμον〉] σοφιστικῶς εἰσῆκται καὶ οὗτος ὁ νόμος. |
| 24.108 | πῶς γὰρ ἂν ἐναντίος ὁ Τιμοκράτους φαίνοιτο νόμος τοῦ νῦν ἀναγινωσκομένου νόμου; εἰ μὲν γὰρ ἐκέλευε μηδένα καταβάλλειν τῶν ὀφειλόντων μηδέν, ἐναντίος ἂν ἦν προδήλως τῷ νῦν ἀναγινωσκομένῳ νόμῳ· εἰ δὲ καταναγκάζει τοὺς ὀφείλοντας δι’ ἐγγυητῶν ἀποτίνειν τὰ ὀφλήματα, δῆλός ἐστι συνῳδὰ προστάττων τούτῳ τῷ νόμῳ. πλέον δέ τι ἔχει ὁ δεύτερος νόμος τοῦ προτέρου· ἐπὶ μὲν γὰρ τοῦ προτέρου περὶ τοῦ χρόνου διελέγετο, αἰτιώμενος τὸν Τιμοκράτην ὅτι περὶ τῶν παρεληλυθότων νομοθετεῖ, ὁ δὲ δεύτερος αἰτιᾶται ὅτι καὶ ἐγγυητὰς καθιστάναι κελεύει· ὥστε ἑκάτερον τῶν νόμων περὶ διαφόρων προτάσεων ἐξητάσθαι, τὸ μὲν περὶ τοῦ χρόνου, τὸ δὲ περὶ τῆς τῶν ἐγγυητῶν καταστάσεως. YL ἐπιτίμους] τὸ ἐναντίον τοῦ ἀτίμου, ὅ ἐστιν ὁ ἐπίτιμος. |
| 24.109 | κατὰ κοινοῦ δὲ τὸ ‘κελεύει ὁ νόμοσ‘. A περὶ ἀφέσεως τοῦ ὀφλήματος ἢ τάξεως] ἄλλο καλεῖ ἄφεσιν καὶ ἄλλο καλεῖ τάξιν, ἄφεσιν μὲν οἷον ὅταν τι ὁ χρεωστῶν 〈 *** 〉 προφασίζηται πενίαν καὶ βούληται παρακαλέσαι τὸν δῆμον μὴ περὶ παντελοῦς ἀπαλλαγῆς τοῦ χρέους, ἀλλὰ περὶ μέρους, ἵνα μέρος μὲν καταβάλῃ, τὸ δὲ ἄλλο μέρος συγχωρηθῇ. |
| 24.110 | τοῖς οὖν περὶ τούτων, φησί, παρακαλοῦσι μὴ ἐξεῖναι τοὺς προέδρους τούτοις χρηματίζειν ἐκκλησίαν ἤγουν ὑποβάλλειν τῷ δήμῳ. τὰ δύο γὰρ σημαίνει ἡ λέξις, καὶ τὸ πράττειν καὶ τὸ ὑποβάλλειν. A ἑξακισχιλίων] οὐ λέγει ‘δικαστῶν‘, ἀλλὰ ‘ἐκ τοῦ δήμου τινῶν μιμουμένων δικαστάσ‘. |
| 24.111 | διὸ καὶ ἐπάγει τὸ οἰκεῖον τῶν δικαστῶν, τὸ ‘κρύβδην‘. A οὐ προτεθέντος] οὐ συναχθείσης ἐκκλησίας 〈ὑπὸ〉 τῶν περὶ τὸν Τιμοκράτην. |
| 24.112 | A ἐν παραβύστῳ] ἀντὶ τοῦ ‘λάθρα‘, ἀπὸ τῆς μεταφορᾶς τῶν παραπληρωμάτων τῶν ἐμβαλλομένων ἐν ταῖς οἰκοδομίαις ἔνδον καὶ κρύφα τοῦ φαινομένου. |
| 24.113 | βῦσαι τὸ στόμα τῶν ῥητόρων. A τοὺς χρόνους ἀναμείναντα] τὴν τρίτην ἐκκλησίαν. |
| 24.114 | A γνώμῃ διαμαρτὼν] ὅ ἐστιν ‘ἐκ λήθης τοῦτο ποιεῖν καὶ ἐκ τοῦ ἐκκρουσθῆναι‘. |
| 24.115 | A ἐμβαλεῖν] ἐμφαντικὴ ἡ λέξις ὡς ἐπὶ λῃστοῦ τινος βουλομένου λάθρα ἐμβαλεῖν τι καὶ φυγεῖν. |
| 24.116 | παρενέβαλεν οὖν καὶ ὁ Τιμοκράτης τὸν αὑτοῦ νόμον τὸν μὴ ὄντα νόμον τοῖς οὖσι κυρίοις. A ἀλλὰ γὰρ αὐτίκα ἐρῶ] ὑπερτίθεται εἰς ὕστερον εἰπεῖν, εἴτε ἄκων εἴτε ἑκὼν τοῦτο ἐποίησεν. |
| 24.117 | τοῦτο γὰρ ὕστερον τοῦ νομίμου ὀφείλει τάξαι· νῦν γὰρ περὶ τοῦ ὅλως εἰ ἔννομός ἐστιν αὐτοῦ ὁ νόμος πρόκειται αὐτῷ δεῖξαι. A 〈τὸν ἑξῆς νόμον〉] ἰστέον ὅτι οὗτος ὁ νόμος οὐκ ἔστιν ἄλλος παρὰ τὸν προειρημένον, ἀλλὰ μέρος αὐτοῦ. |
| 24 118a | βουλόμενος δὲ ὁ ῥήτωρ δεῖξαι τὸν Τιμοκράτην ὥσπερ πολλοὺς παραβεβηκότα νόμους, μερίζει τὸν ἕνα εἰς δύο, ὥσπερ καὶ ἐν ἄλλοις. A σοφιστικὸν κἀνταῦθα πάλιν τὸ ἐπιχείρημα· ὁ μὲν γὰρ νόμος ὁ τοῦ Τιμοκράτους κελεύει τοὺς ὀφείλοντας ἐγγυητὰς καθιστάναι, ἕως ἂν ἐκτίσωσιν· οὑτοσὶ δὲ προστάττει μηδὲν ἱκετεύειν περὶ ἀφέσεως ἐγκλημάτων. |
| 24 118b | YL ἡ δὲ ἐργασία παρὰ τὴν διάνοιαν τοῦ νομοθέτου γέγονεν. |
| 24 118c | ὅταν μὲν γὰρ ἀμφίβολος καὶ ἀσαφὴς ᾖ καθ’ ὁμωνυμίαν ἢ κατὰ τὸ ἐλλεῖπον ἢ κατὰ τὸ ἀπροσδιόριστον, τὸ τηνικαῦτα ἐξετάζει τὴν διάνοιαν τοῦ νόμου· ὅταν δὲ ὁ μὲν νόμος σαφὴς τυγχάνῃ, παράδοξος δὲ ἄλλως ἢ διὰ φιλανθρωπίαν οὐκ ἐν δέοντι δοκοῦσαν γίνεσθαι ἢ δι’ ὠμότητα ὑπερβάλλουσαν, τηνικαῦτα τεχνικῶς ἐξετάζει τὴν διάνοιαν τοῦ γεγραφότος· ὅπερ ἐνταῦθα Δημοσθένης ποιῶν φαίνεται. ἐπειδὴ γὰρ ἐδόκει παντελῶς ἀπάνθρωπον εἶναι τὸ μὴ ἐξεῖναι ἱκετεύειν, λέγει τὴν αἰτίαν δι’ ἣν ἀπεῖπεν. gTBcFj ἔργον] ἀντὶ τοῦ ‘δυσχερέσ‘. |
| 24 119a | A ἔργον] ‘δυσχερὲσ‘ παρὰ τὸ τοὺς ἐν ἔργῳ ἀεὶ ὄντας μοχθεῖν. |
| 24 119b | FdTBcFj ᾔδει τὴν φιλανθρωπίαν] ἐπειδήπερ ἔχει ὁ νόμος μή τινα ἱκετεύειν, ἵνα μὴ ὁ νόμος δοκῇ εἶναι ἀπάνθρωπος, διὰ πλειόνων κατασκευάζει ὡς διὰ τὴν βλάβην ἀνεῖλε τὴν ἄκραν φιλανθρωπίαν. |
| 24.120 | gTBcFj 〈ἀλλ’ ὅλως ἀπεῖπεν〉] σημείωσαι, ἐπὶ καλῷ. |
| 24.121 | F 2 L οἱ νόμοι μὲν] καλῶς ἐπὶ μὲν τοῦ Τιμοκράτους ἐπίταγμα εἶπεν, ὅπερ ἦν τυράννου, ἐπὶ δὲ τῶν νόμων τὸ κουφότερον πρόσταγμα, ἵνα ἐκεῖνος ὡς τύραννος εἶναι δοκῇ, δίχα τινῶν ἰδιωτῶν, τοῦ μὲν κατηγοροῦντος, τοῦ δὲ φεύγοντος. |
| 24.122 | gTBcFj εἰ τοίνυν ἱκετεύειν] δοκεῖ ἄτοπον εἶναι τὸ συναγόμενον· εἰ γὰρ ἅπαντες οἱ νόμοι προστάττουσιν, ὡς αὐτός φησι, πῶς ἄτοπον 〈ἂν〉 εἴη νόμον ἐπίταγμα ἔχοντα εἰσφέρειν; λύεται δὲ οὕτως. |
| 24.123 | περὶ οὗ φησι μὴ ἐξεῖναι ἱκετεύειν, περὶ τούτου μηδὲ δεῖν νομοθετεῖν, εἴπερ οἱ νόμοι πρόσταγμα ἔχουσιν. οὐ τοίνυν αἰτιᾶται τὸν Τιμοκράτους νόμον ὡς ἔχοντα πρόσταγμα· πάντων γὰρ νόμων τὸ προστάττειν ἐστίν· ἀλλ’ ὅτι περὶ τούτων νενομοθέτηκε περὶ ὧν ἱκετεύειν οὐκ ἔξεστιν. YL 〈ὅσων δίκη〉] δίκην καλεῖ τὴν περὶ ἐγκλημάτων, οἷον περὶ μοιχείας. |
| 24 124a | εὔθυνα δὲ ἀπολογία ὧν τις δημοσίᾳ πιστευθεὶς διῴκησεν, οἷον πρεσβείαν ἢ ἱερωσύνην. περὶ δὲ τοῦ τόνου τῆς εὐθύνης ἤδη εἴπαμεν ὅτι προπαροξύνεται. A εἰ μὲν περὶ τῶν αὐτῶν ἔμελλε χρηματίζειν ὅ τε δῆμος ὧν ἐχρημάτισε καὶ τὸ δικαστήριον, ἄτοπον ἂν εἴη· εἰ δὲ τὸ μὲν δικαστήριον ἐχρημάτισε περὶ τοῦ πότερον ἠδίκησεν ὁ δεῖνα ἢ οὔ, ὁ δὲ δῆμος χρηματίζει περὶ ἐγγυητῶν τοῦ προστιμήματος, δῆλον ὅτι περὶ διαφόρων οἱ χρηματισμοὶ καὶ τὸ σόφισμα ὁ ῥήτωρ ἐκ τούτων εἴληφε. |
| 24 124b | YL ἐώντων] ἀντὶ τοῦ ‘ἐάτωσαν‘. |
| 24.125 | Ἀττικὴ δὲ ἡ φράσις. A ὁ δὲ ἔγραψε τοῖς προέδροις] οἱ γὰρ πρόεδροι ἐν τῷ δήμῳ εἰσῆγον, οἱ δὲ ἄρχοντες οἱ θεσμοθέται ἐν τῷ δικαστηρίῳ. |
| 24.126 | A 〈τὰς δίκας καὶ τὰς διαίτασ〉] ἰστέον ὅτι ἐνταῦθα καταχρηστικῶς καλεῖ τὰς δίκας τὰς κριθείσας ἐν τῷ δικαστηρίῳ εἴτε δημοσίας εἴτε ἰδιωτικάς, διαίτας δὲ τὰς παρὰ τοῖς διαιτηταῖς πέρας λαβούσας. |
| 24 127a | A πῶς οὐ βούλεται κυρίας εἶναι τὰς δίκας, ὅς γε εἴσπραξιν ἐπιτάττει τοῖς ὀφείλουσιν ἐκ δικαστηρίου; εἰ μὲν γὰρ τελέως τὸν δεσμὸν ἀφῃρεῖτο, δίκαια ἐγκαλεῖν ὁ Δημοσθένης ἔδοξεν ἄν· εἰ δὲ πρὸς μὲν χρόνον ἀνίησι, μετὰ ταῦτα δὲ δεῖσθαι προστάττει, δῆλός ἐστι σύμφωνα μᾶλλον ἢ ἐναντία νομοθετῶν. |
| 24 127b | YL ὁπόσα δ’ ἐπὶ τῶν τριάκοντα] δοκεῖ οὗτος ὁ νόμος μέρος εἶναι τοῦ προκειμένου· εἰ γὰρ ὁ μὲν πρότερος ἔχει τὰς δίκας καὶ τὰς διαίτας ἐν δημοκρατουμένῃ τῇ πόλει κυρίας εἶναι, οὑτοσὶ δὲ περιέχει τὰ ἐπὶ τῶν τριάκοντα πραχθέντα πάντα ἄκυρα εἶναι, πῶς οὐ πρόδηλός ἐστι μέρος ὑπάρχων τοῦ προκειμένου; ὅμως δὲ ὡς ἕκτον αὐτὸν ἐξήτασε νόμον. |
| 24.128 | λέγει δὲ ἐναντίον εἶναι τούτῳ τὸν Τιμοκράτους· ὁ μὲν γὰρ ἀναιρεῖ τὰ ἐπὶ τῶν τριάκοντα, φησίν, ὁ δὲ τὰ ἐπὶ τῆς δημοκρατίας. ἔστι δὲ καὶ τοῦτο σόφισμα. πῶς γὰρ φαίνεται ὁ Τιμοκράτους νόμος ἀναιρῶν τὰ ἐπὶ τῆς δημοκρατίας, ὅς γε καὶ βεβαιοῖ τὰ γνωσθέντα ὑπὸ τῶν δικαστηρίων; YL ἐπίσχες] πρὸς τὸν γραμματέα λέγει, οἷον ὅτι ‘ἐπίσχες τὴν ἀνάγνωσιν‘. |
| 24.129 | οὔτε γὰρ χρεία ἐστὶ τὸν πάντα ἀναγνῶναι νόμον, ἀλλὰ τὰ συμβαλλόμενα αὐτοῦ πρὸς τὸν νῦν ἀγῶνα. εἰσὶ δὲ αὗται προσποιήσεις ῥητορικαί. καὶ γὰρ πολλάκις καὶ μηδὲν ἔτι ἔχοντος τοῦ νόμου προσποιεῖται κωλύειν τὸν γραμματέα, ἵνα δόξῃ χαρίζεσθαι τοῖς δικασταῖς, φεύγων τὸ μῆκος τοῦ λόγου. A 〈πότερον τὰ δικαστήρια〉] κατ’ ἐρώτησιν λαμβάνει ὧδε τὸ σχῆμα τὸ διλήμματον. |
| 24.130 | A 〈μηδένα νόμον〉] ἕβδομος οὗτος νόμος. |
| 24.131 | ἐκδέχεται δὲ ὁ ῥήτωρ τὴν διάνοιαν τοῦ νόμου πρὸς τὸ αὐτῷ συμφέρον. ὁ μὲν γὰρ νόμος βούλεται σημαίνειν διὰ τοῦ ‘κατὰ πάντων τῶν πολιτῶν‘ τὸ συμφέρον πάσῃ τῇ πόλει, ὁ δὲ ποσότητα ἀντὶ ποιότητος μεταλαμβάνει, τουτέστιν ἀριθμῷ κατὰ πάντων. ἐὰν τοῦτο ἀληθὲς ᾖ ὅ φησι Δημοσθένης, οὔτε νόμοι τεθήσονται ἰδίᾳ περὶ τῶν δεσμωτῶν οὔτε περὶ κλοπῆς ἢ ἱεροσυλίας ἤ τινος ἄλλου τῶν ἐγκλημάτων. ὁ δὲ Τιμοκράτης διὰ τοῦτο προσέθηκε ‘πλὴν περὶ τῶν τελωνῶν‘, ἐπειδὴ ἀναγκαῖόν ἐστι τοὺς τελώνας καταβάλλειν, διότι οὐκ ἴδια καταβάλλουσιν, ἀλλὰ λαβόντες δημόσια. YL 〈χεῖρον〉] τὸ ‘χεῖρον‘ ἐνταῦθα οὐ λέγει κακόν, ἀλλὰ ἔλαττον. |
| 24.132 | A πλὴν περὶ τῶν τελωνῶν] ὁ μὲν Τιμοκράτης πάλιν καὶ ἐν τούτῳ καλῶς γράφων ἔλεγε περὶ τούτων μὴ ἐγγυητὰς εἶναι, ἀλλ’ εὐθὺς ἀπαιτεῖσθαι, ἐπειδὴ τέλη ἀπῄτουν καὶ ἅπερ ἐλάμβανον παρεῖχον, οἱ δὲ ἄλλοι οὐκέτι ὁμοίως. |
| 24 133a | ὁ δὲ ῥήτωρ πάλιν ὡς κατήγορος σοφίζεται. A πλὴν . |
| 24 133b | .. τελωνῶν] σοφίζεται διὰ τοῦ δεσμοῦ καὶ λέγει, ‘κακῶς τοὺς τελώνας ἐχώρισεν ὡς μεγάλα ἀδικοῦντας, καίτοι ἄλλους ἀφίησι τοῦ δεσμοῦ μείζονα πλημμελήσαντασ‘. οὐχ οὕτω δὲ εἶχε. Τιμοκράτης γὰρ εἴρηκε τοὺς περὶ ὀφλημάτων δεδεμένους μετ’ ἐγγυητῶν λελύσθαι· ὁ δὲ σοφίζεται τῷ δεσμῷ καὶ τῇ ὁμωνυμίᾳ λέγων πάντας λύεσθαι τοὺς δεσμωθέντας ἁπλῶς. ἐπειδήπερ γὰρ τοὺς τελώνας ἀναγκαῖον ἦν καταβάλλειν ἢ δεδέσθαι τὸν ἐνιαυτὸν καθ’ ὃν ἐμισθώσαντο τὰ τέλη, διὰ τοῦτο προσέθηκε ‘πλὴν περὶ τῶν τελωνῶν‘. ἀναγκαῖον γάρ ἐστι τοὺς τελώνας καταβάλλειν, διότι οὐκ ἴδια καταβάλλουσιν, ἀλλὰ λαβόντες δημόσια, τοὺς δὲ ἐκ προστιμημάτων τυγχάνειν ἀνέσεως· ἔμελλον γὰρ καταβάλλειν οὐχ ἃ εἰλήφασιν, ἀλλ’ ἅπερ ἐκ τῶν ἰδίων ὤφειλον. gTBcFj ἢ οἱ τοὺς γονέας κακοῦντες] τοῦτο καὶ πρὸς αὐτὸν καὶ πρὸς Ἀνδροτίωνα λέγει, ὅτι ‘καθαρὰς μὲν ἔχω ἀεὶ τὰς χεῖρασ‘· κατασκευάζει δὲ τοῦτο καὶ διὰ τοῦ ἐναντίου. |
| 24.134 | εἰ γὰρ κατατρέχει τῶν μὴ καθαρὰς ἐχόντων τὰς χεῖρας, δῆλός ἐστι παρεσκευασμένος καθαρὰς ἔχειν τὰς χεῖρας ἀεί, ὥστε μὴ εἶναι εἰκὸς τὸν οὕτως ἔχοντα γνώμης τὸν πατέρα κτεῖναι. πρὸς Ἀνδροτίωνα δὲ ὅτι ‘τὸν πατέρα ἐκάκωσε περιιδὼν αὐτὸν ἐν τῷ δεσμωτηρίῳ πολλὰς πενταετηρίδασ‘. YL ἢ οἱ μὴ καθαρὰς τὰς χεῖρας ἔχοντες] οἷον οἱ φονεῖς. |
| 24 135a | A ἢ . |
| 24 135b | .. ἔχοντες] οἱ ἀνδροφόνοι οἷς οὐκ ἐξῆν εἰσιέναι εἰς τὰ ἱερά. gTBcFj οἷς ἅπασιν] σοφίζεται κἀνταῦθα. |
| 24.136 | οὐ γὰρ τοὺς προδιδόντας κελεύει λύεσθαι ὁ Τιμοκράτους νόμος οὐδὲ τοὺς ἀνδροφόνους οὐδὲ τοὺς κακώσαντας τοὺς γονέας ἀλλὰ τοὺς ἐπ’ ὀφλήμασι δεδεμένους. τὸ δὲ σόφισμα διὰ τὴν ὁμωνυμίαν· ὁ γὰρ δεσμὸς κατὰ πάντων ἐστίν. οὐ μήν, ἐπειδήπερ λύει πρὸς χρόνον τοῖς ὀφείλουσι τοὺς δεσμούς, ἤδη καὶ πάντα δεσμώτην λύει. YL ἐξωσθήσομαι] ἀντὶ τοῦ ‘ἔξω τοῦ καιροῦ γενήσομαι‘ τοῦ ὕδατος καταναλωθέντος. |
| 24.137 | YL σιωπήσομαι] ἀντὶ τοῦ ‘οὐκέτι μου ἐν τούτῳ χρεία ἐστὶ τοῦ κατηγόρου‘. |
| 24.138 | ἔνθα γὰρ αὐτὸς ἑαυτοῦ Τιμοκράτης κατηγορεῖ καὶ τὴν ἐμὴν τάξιν ἀναπληροῖ. A εἰσαγγελίαν] εἰσαγγελία· ἐμφανισμός, μήνυσις. |
| 24 139a | F 2 YL εἰσαγγελία ἐστὶν ὄνομα δίκης κατὰ τῶν καταλυόντων τὴν δημοκρατίαν καθ’ οἷον δήποτε τρόπον. |
| 24 139b | A λέγε αὐτοῖς αὐτὸ τοῦτο πάλιν] ἐπειδὴ αὐτό ἐστι τὸ ἰσχυρόν, πολλάκις αὐτὸ λέγει τὸ ‘δεδέσθω ἕως ἂν ἐκτίσῃ‘. |
| 24 140a | gTBcFj δοκοῦσιν ἐναντίοι πως ἀλλήλοις οἱ νόμοι. |
| 24 140b | τάχα δὲ οὔκ εἰσιν ἐναντίοι· κελεύει μὲν γὰρ ὁ πρότερος δεδέσθαι ἕως ἂν ἐκτίσωσι, καὶ ὁ δεύτερος κελεύει ὁμοίως δεδέσθαι, ἀλλ’ ὁ μὲν διηνεκῶς δεδέσθαι κελεύει, ὁ δὲ δεδέσθαι μὲν καὶ αὐτὸς οὐδὲν ἧττον προστάττει, μέχρι δέ τινος διαπιστεύειν αὐτοὺς ἄνεσιν βούλεται. YL δοκοῦσι μὲν οὖν ἐναντίοι πως ἀλλήλοις ὡς ἀληθῶς οἱ νόμοι. |
| 24 140c | τάχα δὲ οὔκ εἰσιν ἐναντίοι τῷ σκοπουμένῳ τὰ πράγματα· κελεύει γὰρ ὁ πρότερος δεδέσθαι ἕως ἂν ἐκτίσωσι, κελεύει δὲ καὶ ὁ δεύτερος ὁμοίως δεδέσθαι, ὕστερον δὲ οὐκ ἀνίησι καὶ ἔστι παρηλλαγμένος, προσδιόρθωσιν ἐλαχίστην ἔχων τοῦ προτέρου. ὁ μὲν γὰρ διηνεκῶς δεδέσθαι κελεύει· ὁ δὲ δεδέσθαι μὲν καὶ αὐτὸς οὐδὲν ἧττον προστάττει, μέχρι δέ τινος χρόνου δι’ οὗ μνηστεύειν αὐτοῖς ἄνεσιν βούλεται, καὶ τοῦτον ὑπ’ ἐγγυηταῖς αὐτοῖς εἶναι τὸν χρόνον. ὥστε οὐκ ἂν εἴη ἐναντίος· ἐναντίον γὰρ τὸ ἀναιρετικὸν τοῦ ἑτέρου. εἰ δὲ οὐκ ἀναιρεῖ τὸν περὶ τῶν δεσμῶν πάλαι κείμενον νόμον, τῷ καὶ αὐτὸς προστάττειν δεσμὸν οὐκ ἂν εἴη ἐναντίος. gTBcFj 〈κατηγορεῖ Τιμοκράτης Τιμοκράτουσ〉] ὡσανεὶ ἔλεγε ‘Τιμοκράτης Τιμοκράτους κατηγορεῖ ἀντιθεὶς τῷ νόμῳ τὸν νόμον‘· καὶ περιττὸς ὁ κατήγορος. |
| 24.141 | A καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι] ἐντεῦθεν ἄρχεται τῶν ἐπιλογικῶν τοῦ νόμου· ἐλήφθησαν δὲ ἀπὸ γνώμης. |
| 24 142a | ἐπειδὴ γὰρ μετὰ τὸν ἔλεγχον ἐζήτει μαθεῖν ὁ ἀκροατὴς τὴν αἰτίαν, δι’ ἣν προήχθη τοιοῦτον γράψαι νόμον, φοβηθεὶς μὴ ἐπὶ τὸ συμφέρον τρέψεται, συνῆψε τὸ αἰσχρὸν τὸ ἀπὸ τῆς μισθαρνίας, ἵνα τὸν ἀκροατὴν αὐτῷ δύσνουν κατασκευάσας παρασκευάσῃ μηδὲ τοὺς ὑπὲρ τοῦ συμφέροντος εὐνοϊκῶς δέξασθαι λόγους. gTBcFj καίτοι . |
| 24 142b | .. ἀποσχέσθαι] ἐντεῦθεν ἄρχεται τῶν ἐπιλογικῶν τοῦ νόμου· ἀγωνιστικώτερον δὲ προήχθησαν καὶ ἐλήφθησαν ἀπὸ γνώμης· ἔχουσι δὲ ἀναφορὰν πρὸς τὸ προοίμιον. καὶ γὰρ ἐν τῷ πρώτῳ προοιμίῳ φησὶν αὐτὸν δι’ ἀργύριον προαχθῆναι νομοθετῆσαι, καὶ ἐν τοῖς ἐπιλόγοις τούτοις διαβάλλει τὴν γνώμην ὁμοίως ὡς ἐπ’ ἀργυρίῳ γεγραφότος τὸν νόμον. τῶν δὲ τόπων τῶν ἐν τοῖς ἐπιλόγοις ὁ μὲν ἀπὸ τοῦ ἀκολούθου κατασκευάζεται, ὅτι ‘ἀκόλουθόν ἐστι τὸν τὰ τοιαῦτα νενομοθετηκότα καὶ πολλῷ τολμῆσαι δεινότερα‘. ὁ δὲ δεύτερος ‘ὥσπερ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι‘ ἀπὸ τοῦ ὁμοίου. ὅμοιον γάρ ἐστι τοὺς κακουργοῦντας ἐπ’ αὐτοφώρῳ λαβεῖν καὶ Τιμοκράτην ἐπ’ αὐτοφώρῳ γράφοντα αὑτῷ τἀναντία. YL πρῶτος τόπος ἀπὸ τοῦ ἀκολούθου. |
| 24 142c | ἀρχὴ τῶν ἐπιλόγων τοῦ νομίμου· ἀγωνιστικώτερον δὲ προήχθησαν καὶ ἐλήφθησαν ἀπὸ γνώμης. S 〈ὅστις ἐναντία〉] ὃ θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν· ‘εἰ διὰ κέρδοσ‘ φησίν ‘ᾑρετίσατο ἐναντία ἑαυτῷ θεῖναι, τῶν νόμων κελευόντων μὴ δεῖν ἄλλοις ἐναντία γράφειν, τί ἂν προσεδοκᾶτε αὐτὸν ποιεῖν, εἰ μηδὲ ἐκωλύετο ὑπὸ τῶν νόμων τὰ ἐναντία γράφειν;‘ ARTBcFj 〈τοῖς ἄλλοισ〉] ἀντὶ τοῦ ‘τοῖς ἤδη νομοθετήσασιν‘. |
| 24.144 | A ὥσπερ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι] ἀπὸ τοῦ ὁμοίου· ὅμοιον γάρ ἐστι τοὺς κακουργοῦντας ἐπ’ αὐτοφώρῳ λαβεῖν καὶ Τιμοκράτην ἐπ’ αὐτοφώρῳ γράφοντα αὑτῷ τἀναντία· προοιμιάζεται δὲ λοιπὸν περὶ τοῦ συμφέροντος ἐντεῦθεν. |
| 24 145a | gTBcFj δεύτερος τόπος ἀπὸ τοῦ ὁμοίου. |
| 24 145b | S τοὺς ὁμολογοῦντας] οὐ διὰ τῆς φωνῆς, ἀλλ’ ἐξ αὐτῶν τῶν πραγμάτων. |
| 24.146 | A 〈θάτερον〉] ἕτερον τιθεὶς ἐναντίον τῷ προτέρῳ νόμῳ τῷ αὑτοῦ. |
| 24.147 | A ὅτι μὲν τοίνυν καὶ παρὰ τούτους] προοιμιάζεται λοιπὸν περὶ τοῦ δευτέρου κεφαλαίου, τουτέστι τοῦ συμφέροντος. |
| 24 148a | ἐντεῦθεν παρὰ τοὺς προειρημένους λέγει τοὺς περὶ τοῦ προσώπου, παρὰ τούτους δὲ τοὺς νόμους τοὺς περὶ τοῦ πράγματος. ὅπερ δὲ λέγομεν πολλάκις δεῖν τὰς ἐν μέσοις τοῖς λόγοις εἰρημένας προοιμιακὰς ἐννοίας ποιεῖν συμπεράσματα καὶ προκαταρκτικὰς ἐννοίας, τοῦτο φυλάσσουσα καὶ ἡ παροῦσα φαίνεται τάξις. εἶτα ἐξαιρέσεσιν αἰτιῶν κέχρηται λέγων ὅτι ‘οὐ τολμήσει λέγειν ὡς οὐκ ἐναντίος, οὐδὲ ἄπειρος καὶ ἰδιώτης οὐδὲ συγγνώμης ἄξιοσ‘. ἄρχεται δὲ τῆς ἐξαιρέσεως ‘θαυμάζω δὲ αὐτοῦ‘. ἀεὶ δὲ αἱ ἐξαιρέσεις τοῦ νομίμου κεφαλαίου τυγχάνουσιν. YL ὅτι . |
| 24 148b | .. τούτους] τοὺς περὶ τοῦ πράγματος δηλονότι. εἶτα ἐξαιρέσεσιν αἰτιῶν κέχρηται λέγων ὅτι ‘οὐ τολμήσει λέγειν ὡς οὐκ ἐναντίος, οὐδὲ ἄπειρος καὶ ἰδιώτης οὐδέ τι συγγνώμης ἄξιοσ‘. πρέποι δ’ ἂν ἡ ἐξαίρεσις τῷ καταφορικῷ λόγῳ καὶ τῷ τόπῳ τῆς γνώμης καὶ τῆς βουλήσεως. ἄρχεται δὲ τῆς ἐξαιρέσεως ἀπὸ τοῦ ‘θαυμάζω δὲ αὐτοῦ‘. ἀεὶ δὲ αἱ ἐξαιρέσεις τοῦ νομίμου μόνου κεφαλαίου τυγχάνουσι. κέχρηται δὲ ταύταις, ἵνα ἀπαγάγῃ αὐτοὺς τῆς περὶ τὸ συμφέρον ἐννοίας. διόπερ αὔξων ἀπὸ τῆς πηλικότητος τὸ ἀδίκημα φησίν· ‘οὐκ ἦν ἄπειρος νόμων, οὐκ ἦν ἰδιώτης ὁ Τιμοκράτησ‘, οὐχ ἱκανοῦ ὄντος αὐτῷ οὐδὲ τοῦ συμφέροντος πρὸς ἀπολογίαν τῷ τολμήσαντι ὑπεναντίον γράψαι τοῖς νόμοις, οὐδ’ εἰ μυρία κατείποι συμφέροντα. gTBcFj καὶ παρὰ τούτους] ἡ ἀνακεφαλαίωσις ἐν μέσῳ λαμβάνεται. |
| 24 148c | A προοιμιάζεται περὶ τοῦ δευτέρου κεφαλαίου τοῦ συμφέροντος. |
| 24 148d | S 〈θαυμάζω δ’ αὐτοῦ〉] ἐξαίρεσις αἰτιῶν. |
| 24.149 | S 〈οὐδὲ ὑπὲρ συγγενῶν〉] χαριεντισμὸς πάλιν. |
| 24.150 | A 〈ἐπιτήδειον νόμον ὑμῖν οὐδὲ συμφέροντ’〉] ἐκ παραλλήλου τὸ αὐτό. |
| 24.151 | A οἶμαι δὴ πάντας ὑμᾶς] ἄρχεται μὲν τοῦ συμφέροντος ἐντεῦθεν, τίθησι δὲ τὰ ἐπιχειρήματα ἐξ ὧν τοὺς τόπους τοῦ συμφέροντος λήψεται. |
| 24 152a | ἔστι δὲ τὰ ἀνωτάτω τρία· ἓν μὲν ὅτι ‘δεῖ τὸν νόμον εἶναι ἁπλοῦν καὶ μίαν ἔχειν διάνοιαν‘· τοῦτο δέ ἐστιν ἀπὸ τοῦ ἀσαφοῦς. δεύτερον δὲ ὅτι ‘δεῖ τὸν νόμον δυνατὰς ἔχειν τὰς πράξεισ‘· τοῦτο δὲ τὸ δυνατὸν καὶ τὸ ῥᾴδιον ἅμα ἐστί. τρίτον δὲ ὅτι ‘δεῖ τὸν νόμον μηδενὶ τῶν ἀδικούντων διδόναι συγγνώμην‘· τοῦτο δέ ἐστιν ἤδη τὸ δίκαιον, ὅπερ ἰδίᾳ εἰσάξει μετὰ τὸ συμφέρον, συντελοῦν δὲ τὴν κατασκευὴν τοῦ συμφέροντος. YLS διὰ τί οὖν τὸ προηγούμενον Τιμοκράτους, τοῦτ’ ἔστι τὸ δίκαιον, οὕτω συνέπλεξε, μᾶλλον δὲ προσέρριψε τῷ συμφέροντι; μάλιστα μὲν ἵνα κατασκευαστικὸν τὸ ἄδικον τοῦ ἀσυμφόρου γένηται, ὡς βούλεται Δημοσθένης· ἔπειθ’ ἵνα προειπὼν κλέψῃ τοῦ δικαίου τὴν εἴσοδον καὶ μὴ ἀναγκασθῇ τὰ ἰσχυρὰ τοῦ ἀντιδίκου ἐκ προσοχῆς εἰσάγων καὶ κατὰ τὸ ἀφανὲς παραστῆσαι αὐτὰ δὶς τοῖς ἀκούουσι· χρὴ γὰρ τὰ ἡμέτερα μὲν ἐκ τοῦ προφανοῦς, τὰ δὲ ἰσχυρὰ τῶν ἀντιδίκων κατὰ τὸ λεληθός· ἄτεχνον γὰρ ὑπὲρ ἐκείνων ποιεῖν ἃ ποιοῦντες ἐκεῖνοι λυποῦσι. |
| 24 152b | ταῦτα μὲν οὖν περὶ τῶν ἐμπιπτόντων ἐν τῷ λόγῳ κεφαλαίων. περὶ δὲ τῆς διαιρέσεως ἤδη λεκτέον. τὸ μὲν οὖν πρότερον ἐπιχείρημα τοῦ συμφέροντος ἔχει μάχην πρὸς αὐτὴν τὴν ἀμφίβολον διάνοιαν τοῦ νόμου, ἔχει δὲ καὶ τὸ δυνατὸν καὶ δίκαιον μάχην πρὸς τὴν ἀντίθεσιν· ἡ γὰρ ἀντίθεσις ‘ἀλλὰ δεῖ φιλανθρώπους εἶναι τοὺς νόμουσ‘· ἡ δὲ λύσις ‘εἰ δυνατὸν φιλανθρωπεύεσθαι καὶ συγχωροῦσιν αἱ τῆς πόλεως χρεῖαι‘. προείληφε μέντοι τῇ θέσει τὸ δυνατὸν τὴν ἀντίθεσιν· ἐπῆκται δὲ τῆς ἀνθυποφορᾶς τὸ δίκαιον, ὡς ὕστερον δείξομεν, ‘εἰ δίκαιον τοῖς μεγάλα τὴν πόλιν ἀδικοῦσι μεταδιδόναι φιλανθρωπίασ‘. YL οἶμαι . |
| 24 152c | .. ὑμᾶς] ἐπειδὴ δὲ διαφόρως ἐξηγοῦνται τὸν νόμον αὐτός τε καὶ Τιμοκράτης καὶ δύναται φέρειν ὁ Τιμοκράτης πρὸς ἕκαστον τῶν προτεινομένων ὑπὸ τοῦ ῥήτορος, ἀπὸ τοῦ λείποντος λύων κατὰ τὸ ἑπόμενον ἐκ διανοίας περὶ τούτου διαλέγεται, λέγων μὴ μίαν εἶναι διάνοιαν τοῦ νόμου, ἀλλὰ πολλὰς καὶ διαφόρους καὶ τοῦτο εἶναι τῶν ἀσυμφόρων. λέγει δὲ ταῦτα αἰνιττόμενος ὅτι ‘πολλὰ μὲν ἐλλιπῶς εἴρηται‘, ἀντιθήσει δὲ πρὸς τὰ κατ’ ἔλλειψιν ὁ Τιμοκράτης λέγων ὅτι ‘ὡς ὁμολογούμενα παρῆκα προλαμβάνων‘, φησί, ‘διαφόρους εἶναι τὰς διανοίας, ὥστε ταύτῃ τυγχάνειν ἀσύμφορον‘. λείπεται δὲ τὸ σκοπεῖν, τίσι μὲν τεθάρρηκε κεφαλαίοις Δημοσθένης, τίσι δὲ Τιμοκράτης. οὐκοῦν δῆλόν ἐστιν ὅτι Δημοσθένης μὲν τῷ νομίμῳ καὶ τῷ συμφέροντι, Τιμοκράτης δὲ τῇ φιλανθρωπίᾳ, ἀνάγεται δὲ εἰς τὸ δίκαιον ἡ φιλανθρωπία. ὅταν μὲν ὁ Δημοσθένης θαρρῇ τοῖς νόμοις, ἀνάγκην ἕξει ἀποκρίνασθαι Τιμοκράτης ὅτι ‘ἀκόλουθα τοῖς νόμοις γέγραφα‘· ἔστι γὰρ λέγων (144. 151) ‘οὐδὲ δήσω Ἀθηναίων οὐδένα‘. ὅταν δὲ τὸ συμφέρον προτείνῃ Δημοσθένης, πάλιν δεικνὺς οἷα ἡ πόλις βλαβήσεται, τότε ἐρεῖ ὁ Τιμοκράτης ἐξ ἀνάγκης ἀποκρινόμενος ὅτι ‘μᾶλλον τότε ἀποτίσουσιν· εὐπορήσουσι γὰρ καὶ καταναγκάσουσιν οἱ ἐγγυηταὶ καὶ συνευπορήσουσι‘, καὶ ἄνω δὲ καὶ κάτω θρυλήσει τὸ δίκαιον, ὅτι ‘φιλάνθρωπον ἔθηκα νόμον, εἰ περὶ τῶν ἀδυνάτων ἔθηκα, βοηθοῦντα τοῖς πένησιν‘. ἓν μέντοι γινώσκομεν τοῦ Τιμοκράτους νόμου, τὸ πρῶτον μέρος. παύσας δὲ τὴν ἀνάγνωσιν μάχεται πρὸς τὸ ῥητόν. ἔστι δὲ τὸ (41. 72. 79) ‘καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα 〈ἢ〉 τὸ λοιπὸν προστιμηθῇ‘. ὅτε μὲν οὖν ἐχρῆν ἀγωνίζεσθαι πρὸς τὸ νόμιμον, ἐκεῖ τὸν νόμον πρὸς τοὺς νόμους ἀντεξήτασεν· ὅτε δ’ ἔδει τὸν νόμον ἐξετασθῆναι εἰ συμφέρων ἐστί, τότε αὐτὸν ἐφ’ ἑαυτοῦ μόνον ἀναγινώσκει τὸν νόμον. οὕτως οὐ πᾶσα μάχη πρός τι ῥητὸν νόμιμον ποιεῖ ζήτημα, ὅπερ διωρίσατο Μητροφάνης καὶ Ἑρμογένης, εἴπερ κἀνθάδε μάχη μὲν πρὸς τὸ ῥητόν ἐστι, ὑπὲρ δὲ τοῦ συμφέροντος αἱ ἀποδείξεις. αἰτιᾶται τοίνυν τὸ καὶ περὶ τῶν παρεληλυθότων καὶ περὶ τῶν μελλόντων διειλέχθαι τὸν νομοθέτην σοφιζόμενος. ὁ μὲν γὰρ Τιμοκράτης παραχωρῶν τοῖς δικαστηρίοις κρίνειν περὶ τῶν ἀμφισβητημάτων καὶ καταγινώσκειν δεσμὸν ὕστερον περὶ τοῦ δεσμοῦ διαλέγεται, ὁ δὲ Δημοσθένης κυριώτερον αὐτὸν ἀξιοῦν λέγει τῶν δικαστηρίων γίγνεσθαι. ἐπειδὴ δὲ συμβαίνει δεθῆναι καὶ τοὺς μηδέπω κεκριμένους, ἀπαχθέντας δὲ πρὸς τοὺς ἕνδεκα ἢ διὰ προδοσίαν ἢ δι’ ἄλλο τι τῶν μεγίστων ἀδικημάτων, διὰ τοῦτο ἀπὸ τῆς ὁμωνυμίας τοῦ δεσμοῦ τὸ σόφισμα ἔλαβεν ‘ἀλλὰ λέξει ὁ Τιμοκράτης ἀφεῖσθαι τοῦ δεσμοῦ‘, δηλονότι τοὺς μετὰ κρίσιν δεθέντας· ὁ δὲ Δημοσθένης λαμβάνει τὸν πρὸ τῆς κρίσεως. ἵνα οὖν τὴν χώραν τοῦ σοφίσματος φαίνηται παρὰ τοῦ νόμου λαμβάνων, τοῦ νόμου τὴν ἀσάφειαν ᾐτιάσατο. καὶ ἔστιν ὁ τόπος τοῦ ἐπιχειρήματος ἐκ τῆς ἀσαφείας κατὰ τὸ ἀπροσδιόριστον ὅτι (cf. 76) ‘οὐ δίκαια νενομοθέτηκε περὶ τῶν παρεληλυθότων καὶ τῶν μελλόντων‘. τούτῳ δὲ οὐκ ἂν ἠδυνήθη χρήσασθαι τῷ τόπῳ μὴ πρότερον αἰτιασάμενος τοῦ γράμματος τὴν ἀσάφειαν. gTBcFj σημείωσαι, τοῦ θεολόγου. |
| 24 152d | F 2 〈ἁπλῶσ〉] τὸ ‘ἁπλῶσ‘ ἀντὶ τοῦ ‘σαφῶς καὶ μὴ πανούργωσ‘. |
| 24.153 | A 〈ἔπειτα εἶναι δυνατὰς τὰς πράξεισ〉] περὶ νόμου. |
| 24.154 | F 2 εἰ γὰρ δημοτικόν τις] αὕτη ἰσχυρὰ ἀντίθεσις τοῦ Τιμοκράτους. |
| 24.155 | ἐπειδὴ οὖν ἰσχύει ἐν αὐτῇ, ὡς ἐν ἀντιπίπτοντος μέρει αὐτὸ λέγει ἐπὶ τὸ ἔλαττον ἄγων, ὅτι ‘τοῖς μέλλουσι κρίνεσθαι, ἀλλ’ οὐ τοῖς ἤδη κριθεῖσιν, ὁ νόμος ὁ παλαιὸς δίδωσι τὴν φιλανθρωπίαν‘. ἔπειτα δὲ καὶ μεταληπτικόν· καὶ γὰρ λέγει ‘οὐ πάντῃ ἀναιρῶ τὴν πραότητα‘. ἐπεὶ ἔδοξεν ἂν εἶναι τραχύς τις, ἔδει λέγειν οὕτως· ‘ἀλλ’ οὐχὶ ὡς σὺ λέγεισ‘, ἀλλ’ ἡ μετάληψις αὕτη τὸ μὲν πρῶτον ἐκβάλλει, τὸ δὲ δεύτερον εἰσάγει. τῶν δὲ δύο νόμων ἐναντίων ὄντων δεῖ ἕνα πάντως εἶναι παράνομον καὶ δεῖ ἐκβάλλειν αὐτόν. gTBcFj 〈ἀπὸ τῆς πρώτης συλλαβῆσ〉] ὑπερβολικῶς εἴρηται. |
| 24.156 | οὐ γὰρ εἶπε τὰ ῥήματα ἢ τὴν διάνοιαν μόνον, ἀλλὰ καὶ καθ’ ἑκάστην συλλαβήν. A ἐπὶ τῆς Πανδιονίδος πρώτης καὶ τὰ ἑξῆς] εἶτα ἐπάγει· (72) ‘ἐπίσχες· αὐτίκα γάρ‘. |
| 24.157 | τὸ μὲν οὖν ἐπιχείρημα, ὅτι ‘ἀσύμφορος ὁ νόμοσ‘, ἡ δὲ αἰτία, ὅτι ‘ἀσαφήσ‘. οἱ δὲ εἰς τὸ ἐπιχείρημα τοῦτο ‘πῶς ἐστιν ἀσαφήσ‘ εἰσὶ τόποι δέκα, ὧν πρῶτός ἐστιν οὗτος· μάχεται δὲ πρὸς τὸ ῥητόν· ἔστι δὲ (72) ‘καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα‘. αἰτιᾶται τοίνυν τὸ καὶ περὶ τῶν παρεληλυθότων καὶ περὶ τῶν μελλόντων διειλέχθαι τὸν νομοθέτην, κἀνταῦθα σοφιζόμενος. ὁ μὲν γὰρ Τιμοκράτης παραχωρῶν τοῖς δικαστηρίοις κρίνειν περὶ τῶν ἀμφισβητημάτων καὶ καταγινώσκειν δεσμὸν ὕστερον περὶ τοῦ δεσμοῦ διαλέγεται, ὁ δὲ Δημοσθένης τὸν Τιμοκράτην κυριώτερον αὐτὸν ἀξιοῦν λέγει τῶν δικαστηρίων γίνεσθαι. ὁ δὲ τόπος ὁ περὶ τῶν ἀνομοίων· τὰ αὐτὰ γέγραφε κατὰ τὸ ἀπροσδιόριστον. δεῖ γὰρ ἕτερα περὶ ἑκατέρου· φησὶ γὰρ αὐτὸν χρῆναι νομοθετῆσαι περὶ τῶν μηδέπω κεκριμένων, ἀλλὰ μὴ περὶ τῶν τέλος εἰληφότων. τί γάρ φησι; (74) ‘πῶς γὰρ οὐ δεινὸν τῶν αὐτῶν ἠξιωκέναι δικαίων τοὺς ἐξεληλεγμένους καὶ τοὺς μηδ’ εἰ κρίσεως ἐργάσονταί τι;‘ εἰ μὲν οὖν ἐνομοθέτει Τιμοκράτης ἐγγυητὰς διδόναι τοὺς μηδέπω μὲν κεκριμένους, ὡς ἐλεγχθέντας δέ, ὀρθῶς ὁ ῥήτωρ αἰτιάσεται· εἰ δὲ περὶ τῶν ἐξεληλεγμένων καὶ ἐξελεγχθησομένων, τί φαίνεται ἀδικῶν Τιμοκράτης; ἀλλ’ ἐπειδήπερ συμβαίνει δεθῆναι καὶ τοὺς μηδέπω κεκριμένους, ἀπαχθέντας δὲ πρὸς τοὺς ἕνδεκα ἢ διὰ προδοσίαν ἢ δι’ ἄλλο τι τῶν μεγίστων ἀδικημάτων, διὰ τοῦτο ἀπὸ τῆς ὁμωνυμίας τοῦ δεσμοῦ τὸ σόφισμα ἔλαβεν. ἔστιν οὖν ὁ τόπος τοῦ ἐπιχειρήματος ἐκ τῆς ἀσαφείας κατὰ τὸ ἀπροσδιόριστον ἀπὸ τοῦ τρόπου εἰλημμένος, ὅτι ‘οὐκ ἔδει τὰ αὐτὰ περὶ τῶν παρεληλυθότων καὶ τῶν μελλόντων νομοθετεῖν‘. YL Μυρρινούσιος] δεῖ ὑποστίξαι ἐν τῷ ‘Μυρρινούσιοσ‘, ἵνα τὸ ‘Τιμοκράτης εἶπεν‘ ἀπόλυτον καθ’ ἑαυτὸ λάβωμεν. |
| 24.158 | A περὶ μὲν δὴ μελλόντων] κατὰ συγχώρησιν δέδωκε τοῦτο τεχνικῶς, ἵνα διὰ τούτων δείξῃ τὸ περὶ τῶν παρελθόντων νομοθετεῖν ὡς ἄτοπον. |
| 24.159 | τοῦτο καὶ ἐν τῷ κατ’ Ἀριστοκράτους πεποίηκε· συγχωρήσας γὰρ τῷ Χαριδήμῳ πολίτην εἶναι, ἐκ τούτου πλέον αὐτὸν ἔβλαψεν. A ὥσπερ ἂν εἴ τις ἐάσας] τῇ εἰς ἄτοπον ἀπαγωγῇ καθ’ ὑπόθεσιν, ὅτι ‘ἀπέραντον ἔσται τὸ κακόν‘. |
| 24.160 | gTBcFj καὶ μὴν κἀκεῖθεν] δεύτερος οὗτος τόπος ἐστὶ κατὰ ἀντεξέτασιν, ἐν ᾧ ἀντεξετάζει τὴν δημοκρατίαν πρὸς τὴν ὀλιγαρχίαν. |
| 24 161a | καὶ ὁ μὲν πρότερος τόπος ἀποδεικτικός, ὁ δὲ δεύτερος παροξυντικός. YL δεύτερος τόπος τοῦ πρώτου ἐπιχειρήματος κατὰ ἀντεξέτασιν, ἐν ᾧ ἀντεξετάζει τὴν δημοκρατίαν πρὸς τὴν ὀλιγαρχίαν· ἔστι δὲ παροξυντικός. |
| 24 161b | S καὶ οὐ τοῦτο μόνον] καὶ οὗτος ὁ τόπος ἀπὸ τοῦ τρόπου· ἀλλ’ οἱ μὲν δύο πρότεροι τόποι περὶ μίαν ῥῆσιν ἠσχόληνται τοῦ νόμου τὴν λέγουσαν (cf. |
| 24 162a | 72) ‘καὶ εἴ τινι δεσμοῦ προστετίμηται‘· αἰτιᾶται γὰρ ἐν ἐκείνοις ὅτι περὶ τῶν παρεληλυθότων νομοθετεῖ· ὁ δὲ τρίτος, ὅτι περὶ τῶν μελλόντων. καὶ οὗτος δὲ ἀπὸ τρόπου συγκρουστικῶς· τί γάρ φησι; (cf. 73) ‘ἐχρῆν νομοθετῆσαι μηδὲ δεσμοῦ προτιμᾶν, ἀλλ’ ἐγγυητὰς καθιστάναι‘· ὁ δὲ συγκρούσας τοὺς δικαστὰς τοῖς ἑαλωκόσιν, αὐτὸς ἐνδείκνυται ὅτι τούτων ἐστὶν ἰσχυρότερος· οὓς γὰρ ἐκεῖνοι δέουσιν, οὗτος ἀφίησι. YL τρίτος τόπος. |
| 24 162b | S καίτοι χρῆν αὐτὸν] σχῆμα ‘ἐχρῆν αὐτὸν νομοθετῆσαι μὴ προστιμᾶν δεσμοῦ τοῖς καθιστᾶσιν ἐγγυητάς, καὶ μὴ μετὰ τὴν προστίμησιν καὶ κατάγνωσιν τῶν δικαστῶν τηνικαῦτα κελεῦσαι διὰ τοῦ νόμου ποιεῖν τὴν διεγγύησιν μετὰ τὸν δεσμόν‘. |
| 24.163 | F 1 YLS εἰ τὸ δεδέσθαι δεινὸν] ἐπειδὴ οὐδὲν ἐδόκει ἄτοπον καταστήσαντι ἐγγυητὰς τοῦ δεσμοῦ 〈ἀφεῖσθαι〉, ἐπάγει τι συγκρουστικόν, βουλόμενος αὐτὸν συγκροῦσαι τῷ δήμῳ. |
| 24.164 | τὸ δὲ ‘μηδενὶ προστιμᾶν‘ ἐχρῆν αὐτόν, φησί, γράφειν μηδὲ ὅλως τινὰ δεσμεῖσθαι, ἐὰν παράσχῃ ἐγγυητάς. A μὴ προλαβόντα] κατὰ κοινοῦ πάλιν τὸ ‘ἐχρῆν‘. |
| 24.165 | τὴν δὲ πρόθεσιν δεῖ ὑπερβιβάσαι πρὸς τὸ ‘κατεγνωκότασ‘, ἵνα ᾖ οὕτως· ‘οὐδὲ ἐχρῆν αὐτὸν λαβόντα ἡμᾶς ἤδη προκατεγνωκότας τινὸς τὸν δεσμὸν τότε λέγειν ὡς δεῖ καταστῆναι ἐγγυητάσ‘. A καὶ τὰς τῶν ὀμωμοκότων] οὐκ εἶπε ‘δικαστάσ‘· ἰσχυρότερος γὰρ ὁ δῆμος τῶν δικαζόντων. |
| 24 166a | ἀλλ’ ἵνα μὴ φαίνηται ἐρωτῶν, εἰ δεῖ τὸν δῆμον ἰσχυρότερον εἶναι τῶν νόμων, οἵπερ εἰσὶν οἱ δικάζοντες, 〈τῷ〉 ἀπὸ τῆς ποιότητος μᾶλλον ἐχρήσατο. ὀμωμοκότας γὰρ εἶπε τοὺς δικαστάς, ἀνωμότους δὲ τὸν δῆμον, ἵνα καὶ τὸ ἄλογον Τιμοκράτους ὀφθῇ. δικασταὶ μὲν γὰρ καὶ ἐψηφίσαντο ὀμόσαντες τὸν δεσμόν, ὁ δὲ διὰ τοῦ δήμου τῇ ἐγγυήσει λύει τὸν δεσμόν. gTBc καὶ . |
| 24 166b | .. ὀμωμοκότων] οὐκ εἶπε ‘δικαστὰς καὶ δῆμον‘· ἰσχυρότερον γὰρ ὁ δῆμος τῶν δικαζόντων. ἀλλ’ ἵνα μὴ φαίνηται τὸν δῆμον ποιῶν ἀσθενέστερον τῶν δικαζόντων, ὅπερ ἄτοπον, τοὺς ὀμωμοκότας ἀντεξήτασε τοῖς ἀνωμότοις· ἐνταῦθα γὰρ τὸ ἄτοπον· οἱ μὲν γὰρ ὀμωμοκότες εἰσὶν οἱ δικασταί, ὁ δὲ δῆμός ἐστιν ἀνώμοτος. YL ‘τοῖς ἀνωμότοισ‘ δὲ λέγει τοῖς νῦν δικασταῖς. |
| 24 166c | καὶ διὰ τί αὐτοὺς καλεῖ ἀνωμότους; καθὸ εἰσιόντες οἱ δικασταὶ περὶ ἐκείνου τοῦ πράγματος ὤμνυσαν, περὶ οὗ ἡ κρίσις ἦν, οὐ μέντοι περὶ τῶν ἤδη κριθέντων. τοῦτο οὖν θέλει εἰπεῖν, ὅτι ‘παρακελεύεται ὑμᾶς λῦσαι τὰ πρώην γενόμενα, περὶ ὧν οὔτε εἰσήλθετε οὔτε γινώσκετε, ἄλλων ὀμοσάντων περὶ ἐκείνων δικαστῶν‘. A ὥστ’ εἴπερ ὑμῶν] ἄλλος τόπος ἀπὸ τῆς ἑκάστου διαθέσεως, ἧς ἕκαστος ἡμῶν ἔχει περὶ ἑαυτοῦ. |
| 24.167 | ἕκαστος γὰρ βούλεται τὴν οἰκείαν γνώμην κυρίαν εἶναι. ὁ δὲ τόπος οὗτος παροξυντικός, τοῦ πρὸ αὐτοῦ ὄντος συγκρουστικοῦ κατὰ ἀντεξέτασιν. YL οὐ τοίνυν ἀπέχρησεν] καὶ οὗτος δὲ ἀπὸ τοῦ 〈ἐλ〉λείποντος· κέχρηται δὲ τούτῳ τῷ τρόπῳ εἰς τὰ προειρημένα μέρη τούτου τοῦ νόμου ἑτέρως. |
| 24 168a | ἐκεῖνοι μὲν γὰρ ἦσαν πρὸς τὰ γεγραμμένα, οὗτος δὲ ἀπὸ τῶν παρειμένων καὶ ἐλλειπόντων περὶ τὸ αὐτὸ μέρος τοῦ νόμου· ὅθεν καὶ τὴν προειρημένην ῥῆσιν ἅπασαν ἥνωσεν ἐξ ἀρχῆς πάλιν λαβών. τί γάρ φησιν; (80) ‘ἐνθυμεῖσθε ἀπὸ τοῦ δικαστηρίου καὶ τῆς καταγνώσεως οἷ διεπήδησεν.‘ οὐκοῦν τὸ κατ’ ἔλλειψιν αἰτιᾶται τοῦ νόμου. ἔδει γὰρ τὸν ἡττηθέντα παραδοθῆναι τοῖς ἕνδεκα, ἕως ἂν ἐγγυητῶν εὐπορήσῃ. ἀλλ’ ἐπειδὴ ἠδύνατο πρὸς τοῦτο λέγειν ὁ Τιμοκράτης ὅτι ‘ὡς ὁμολογούμενον τοῦτο παρῆκα‘, διὰ τοῦτο προλαβὼν διέβαλε τοῦ νόμου τὴν ἀσάφειαν εἰπὼν ὅτι ‘τοῖς μὲν ἔξεστι ταυτί, τοῖς δὲ ταυτὶ περὶ αὐτοῦ γινώσκειν‘. YL πέμπτος ἀπὸ τοῦ ἐλλείποντος. |
| 24 168b | S ἀλλ’ οὐδὲ ἃ δίκαια ὡρίσατο] Δημοσθενικῆς βίας τὸ νόημα, τὸ περιτρέπειν τοῦ ἀντιδίκου τὸ ἰσχυρὸν εἰς τοὐναντίον. |
| 24.169 | ὁ γὰρ Τιμοκράτης ὡς φιλάνθρωπον εἰσάγων τὸν νόμον εἶπε τὴν ἄφεσιν τοῦ δεσμοῦ, ‘εἰ καταστήσειεν ἐγγυητάσ‘· ὁ δὲ ῥήτωρ βιαίως ἀνατρέπει τοῦτο λέγων ὅτι ‘τῇ ἀληθείᾳ οὐδὲ ἐγγυητὰς βούλεται παρασχεθῆναι, ἀλλὰ ἀπατῆσαι ὑμᾶσ‘. A 〈τοῖς ἕνδεκα〉] ‘ἕνδεκα‘ λέγει ἀντὶ τῶν δεσμοφυλάκων. |
| 24.170 | ἐξέκλεψεν οὖν, φησί, τὸν δεσμὸν τῷ μὴ δεδέσθαι παρὰ τοῖς ἕνδεκα καὶ φυλάττεσθαι, ἕως ἂν ἐγγυητὰς παράσχῃ ἐν τῷ δήμῳ, ἵνα ἐν τοσούτῳ δυνηθῇ φυγεῖν. A μετὰ ταῦτα καθιστάναι τοὺς ἐγγυητὰς] ἐκ μεταλήψεως οὗτος ὁ τόπος. |
| 24 171a | μετέλαβε γὰρ ὄνομα ἀντὶ ὀνόματος· ‘δέον γὰρ αὐτόν‘ φησίν ‘εἰπεῖν τὸ τίμημα καὶ τὸ γινόμενον, ὁ δὲ τὸ ἀργύριον ὃ ὦφλε‘ φησίν ‘εἶπε. καὶ τοῦτο ἀναφέροιτο ἂν ἐπὶ τὴν αὐτὴν ἀσάφειαν. YL ἕκτος τόπος ἀπὸ μεταλήψεως. |
| 24 171b | ἀντὶ γὰρ τιμήματος ἀργύριον 〈ὃ〉 ὦφλεν εἶπεν, ὄνομα ἀντὶ ὀνόματος μεταλαβών. ‘ἦ μὴν ἐκτίσειν τὸ ἀργύριον ὃ ὦφλεν.‘ S ἐνταυθοῖ] ὅτι ‘ἐνταῦθα‘ καὶ ‘ἐνταυθοῖ‘ λέγεται, οὐ μὴν ‘ἐνταυθί‘. |
| 24.172 | A ἀντὶ μὲν τοῦ τιμήματος] τίμημα καλεῖ αὐτὸ τὸ προστιμηθὲν αὐτῷ ἐκ τοῦ χρόνου τῆς ἐνάτης πρυτανείας, ὥστε καταβαλεῖν διπλᾶ, ἀργύριον δὲ αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἀρχαῖον. |
| 24.173 | A τὸ γεγραμμένον] αὐτὸ τὸ ἀρχαῖον. |
| 24.174 | A μετὰ ταῦτα τοίνυν] ἕβδομος οὗτος τόπος ἐστίν. |
| 24 175a | ὅτι δὲ ἐφ’ ἕτερον μέρος μεταβαίνει τοῦ νόμου δῆλον. τὸ μὲν γὰρ ἐν τῇ τῶν ῥημάτων μεταθέσει εἴη ἂν τοῦ προεξητασμένου· τὸ δὲ κατὰ τοὺς προέδρους καὶ τὴν ἐπιχειροτονίαν αὐτῶν εἴη ἂν τοῦ ἑβδόμου. στρέφεται δὲ περὶ μίαν λέξιν, διότι εἶπεν ὁ Τιμοκράτης καθιστάναι τοὺς ἐγγυητὰς ὅταν βούληται. ἴσως δὲ δύναται τὸ ‘ὅταν βούληται ἕκαστοσ‘ τῷ ἀπαλλαγῆναι τῶν δεινῶν. YL ἕβδομος τόπος ἐφ’ ἕτερον μέρος μεταβαίνων τοῦ νόμου. |
| 24 175b | καὶ οὗτος δὲ ἐπὶ τὴν ἀσάφειαν ἀναφέρεται. S φαύλους ἀνθρώπους] εὐτελεῖς κατὰ τὴν τύχην. |
| 24.176 | A οὓς] ἀντὶ τοῦ ‘οὕστινας ἐγγυητάσ‘. |
| 24.177 | A ἐὰν ἀποχειροτονήσητε] ἀντὶ τοῦ ‘ἀποδοκιμάσητε καὶ μὴ δέξησθε αὐτοὺσ‘ ἢ ‘μὴ ὄντας ἱκανοὺς εἰς τὸ ἐγγυήσασθαι ἀπαλλάξητε‘. |
| 24.178 | A τῷ δὲ καταστήσαντι] ὄγδοος τόπος οὗτος ἐστί. |
| 24 179a | πάλιν ἐνταῦθα ἐπέμεινεν ἐπὶ τοῦ κακουργήματος. ἔστι δὲ οὗτος ὁμοίως ἀπὸ τῆς αὐτῆς μεταλήψεως, ὅτι ὄνομα ἀντ’ ὀνομάτων ἔγραψεν. YL ὄγδοος τόπος ἀπὸ ταύτης μεταλήψεως. |
| 24 179b | S ἐὰν δὲ μὴ καταβάλῃ] ἀποτείνεται μὲν ἀπὸ τούτου πρὸς τὴν μέλλουσαν ἀντίθεσιν. |
| 24 180a | τοῦ γὰρ Τιμοκράτους μέλλοντος προβάλλεσθαι τὴν φιλανθρωπίαν καὶ τὸ ἀδείας τινὸς τυγχάνειν τοὺς ὀφείλοντας, αὐτὸς προαναιρεῖ τοῦτο, ἀντιθεὶς τὸ νενομοθετῆσθαι δεσμὸν παρὰ τοῦ αὐτοῦ περὶ τῶν αὐτῶν. ἀλλ’ ἐπειδὴ τοῦτο δοκεῖ τὴν ὑποψίαν ἀναιρεῖν τὴν κατὰ Τιμοκράτους κελεύοντος δεῖσθαι τοὺς ὀφείλοντας ἐὰν μὴ ἐκτίσωσιν, οὕτως δῆλός ἐστιν οὐ χαριζόμενος τοῖς ὀφείλουσιν. ἔνατον εἴληφε τόπον ἀπὸ τοῦ περιουσίας τόπου· τὸν γὰρ μὴ δεθέντα τὴν ἀρχὴν μηδὲ ὄντα ἐν δεσμοῖς τίς, φησίν, ἐγγυήσεται; καὶ ἔστι μὲν ὁ τόπος ἀπὸ μάχης, ὅτι ‘ἐναντία νενομοθέτηκεν οἷς προβάλλεται ἐκ τοῦ περιουσίας, εἰ ὅλως μὴ ὑπόκειται ὁ δεθησόμενοσ‘. δέδωκε δὲ αὐτῷ τὴν ἀφορμὴν τοῦ σοφίσματος ὁ μικρῷ πρόσθεν ἐξητασμένος τόπος ἀπὸ τῆς ἐλλείψεως. ἔχων οὖν ἀπὸ τούτου τοῦ τόπου τὸ ‘μὴ εἰρῆσθαι δεῖν αὐτὸν δεδέσθαι‘, εἰκότως ὡς μὴ κατὰ ὑποκειμένου δείκνυσι τηνάλλως γεγραφότα τὸν Τιμοκράτην ῥήματα· διαλέγεται γὰρ περὶ δεσμοῦ οὐχ ὑποκειμένων τῶν δεθησομένων. YL ἔνατος τόπος ἐκ περιουσίας. |
| 24 180b | S οὐ γὰρ ὅλως] πειρᾶται λῦσαι αὐτοῦ τὴν δόξαν ἣν ἔχειν νομίζεται παρὰ τοῖς πολίταις ὡς φιλάνθρωπον εἰσάγων νόμον. |
| 24.181 | ἔστι δὲ ὥσπερ λύσις ἀντιπίπτοντος. ἵνα μή τις εἴπῃ ‘ἰδοὺ οὖν, καὶ αὐτὸς κελεύει εἶναι δεσμόν‘, ἐπάγει ὅτι ‘τῷ ὀνόματι μόνον καταλιμπάνει ὑμῖν τὴν τιμωρίαν τοῦ δεσμοῦ, τῷ λέγειν ὡς δεῖ δεσμεῖσθαι, τῇ δὲ ἀληθείᾳ καὶ τῷ ἔργῳ ἀφαιρεῖται παρέχων καιρὸν φυγῆς τοῖς μὴ βουλομένοις καταβαλεῖν, ὡς εἶπεν ἄνω· “ἀλλ’ ὁ τὸν καιρὸν ἐκκλέψας”.‘ κατὰ κοινοῦ δὲ τὸ ‘ᾤετο δεῖν‘. A καὶ παρ’ ἀκόντων] ἀντὶ τοῦ ‘καὶ ἡμῶν μὴ βουλομένων ἔδωκεν ἄφεσιν τοῦ δεσμοῦ‘. |
| 24.182 | A ὃ δὲ πολλῶν ὄντων] δέκατος οὗτος τόπος ἐστὶν εἰς τὸ ἐπιχείρημα τῆς ἀσαφείας. |
| 24 183a | ἔστι δὲ ἀπὸ τοῦ ἐλλείποντος καὶ οὗτος. ἐλλείπει γὰρ τῷ νόμῳ τὸ μὴ διειλέχθαι περὶ τῶν μὴ καθιστάντων τοὺς ἐγγυητάς. σεσόφισται δὲ καὶ οὗτος. εἰ γὰρ μὴ καταστήσει τοὺς ἐγγυητάς, δηλονότι μένει δεδεμένος. ὁ δὲ τὸ κατὰ ἔλλειψιν λαβὼν πρὸς τὸ ἑαυτοῦ συμφέρον κατεσκεύασεν ἀποδεικνὺς ὅτι ‘οὐ δεθήσεται τὴν ἀρχὴν οὐδείς· οὐκοῦν οὐδὲ καταστήσει τοὺς ἐγγυητάσ‘· εἶθ’ ὃ παραλέλειπτο ἐν τοῖς ἔμπροσθεν ἀπὸ τῶν προέδρων, τοῦτο ἐνταῦθα ἐξήτασεν, ὅτι ‘τοῖς μὲν προέδροις ἀνάγκην ἐπέθηκεν εἰσαγαγεῖν τοὺς ἐγγυητὰς εἰς τὸν δῆμον, τοῖς δὲ ὀφείλουσιν οὐδεμίαν ἀνάγκην προσάγει‘. YL δέκατος τόπος. |
| 24 183b | S τοῦ δὲ μὴ καταστήσαντος οὐκ ἔνι δήπουθεν] πῶς γὰρ ὁ μὴ καταστήσας ἐγγυητὰς μέλλει ἔχειν ἐγγυητάς; οὐκοῦν, φησί, κατὰ τοῦ μὴ καταστήσαντος ἐγγυητὰς οὐδὲν ἔγραψε. |
| 24.184 | A 〈καθίζουσιν〉 τὸ ‘καθίζουσιν‘ ἀντὶ τοῦ ‘καθίστανται‘. |
| 24.185 | A καίτοι πῶς ἂν ἀσυμφορώτερος] ἐντεῦθεν ὁ ἐπίλογος ἄρχεται. |
| 24 186a | ἐπιλογίζεται δὲ ἀνακεφαλαιούμενος τῶν ῥηθέντων ἐπιχειρημάτων τὴν δύναμιν. gTBc συμπεραίνει τὸ συμφέρον κεφάλαιον. |
| 24 186b | δεύτερον δὲ ὥσπερ ἀνακεφαλαιοῦται τὰ εἰρημένα. εἰ δέ τις ζητήσοι ‘διὰ τί ἐν μέσῳ τῷ λόγῳ ἀνακεφαλαίωσιν ἔταξεν;‘ (ἴδιον γάρ ἐστι τῶν ἐπιλόγων τὸ ἀνακεφαλαιοῦσθαι) λέγομεν ὅτι ‘αὕτη λέγεται ἀνακεφαλαίωσις μερικὴ ἑνὸς ἑκάστου κεφαλαίου, οὐ τελέως αὐτοῦ τοῦ λόγου καὶ τῶν ἀγώνων‘. A καίτοι . |
| 24 186c | .. ἀσυμφορώτερος] πληρώσας τοὺς δέκα τόπους ἐπιλογίζεται τὸ πρῶτον ἐπιχείρημα. ἐπιλογίζεται δὲ ἀνακεφαλαιούμενος τῶν δέκα τόπων τὴν δύναμιν. YL ὅτι τοίνυν ὅλην συγχεῖ] ἔτι τοῦ συμφέροντός εἰσιν οἱ λόγοι. |
| 24 187a | gT BcFj ὅτι . |
| 24 187b | .. συγχεῖ] πληρώσας τὸν ἐπίλογον μεταβαίνει πάλιν ἐπ’ ἄλλην ἐξέτασιν τοῦ συμφέροντος, ἐντεῦθεν ἀποδεικνὺς ἀδύνατον τὸ προστεταγμένον ὑπὸ τοῦ νόμου. οὐ μὴν ἀγνοητέον ὅτι τὸ δυνατὸν ἐπὶ τὸ συμφέρον ἔχει τὴν ἀναφοράν. ὁπόσοις δὲ κέχρηται τόποις ἐπὶ τοῦ κατὰ τὸ δυνατὸν ἐπιχειρήματος πάλιν, ἐπισκεψόμεθα. ἔστι τοίνυν ὁ πρῶτος τόπος ἀπὸ τρόπου κατὰ τὸ ἔνδοξον ‘τίνι τρόπῳ καὶ τίνι κανόνι τῆς πολιτείας χρώμενοι τὰ πολλὰ καὶ καλὰ καὶ μεγάλα κατεργάζονται τρόπαια καὶ κατὰ γῆν στρατεύονται καὶ κατὰ θάλατταν ναυμαχοῦσι‘. τῷ γράφειν ψηφίσματα, φησί, νόμους περὶ εἰσφορῶν, περὶ τριηραρχιῶν, τῷ τοὺς μὴ πειθομένους τοῖς νόμοις μηδὲ τοῖς ψηφίσμασι κολάζεσθαι πληρουμένων τῶν δικαστηρίων καὶ δεσμὸν καταγινωσκόντων τῶν ἀκοσμούντων. εἰ δὲ οὗτος τῶν δεσμῶν ἀνίησιν, ἀνατρέπει τὸν τρόπον τῆς πολιτείας. ἀνατρέπων δὲ τὸν τρόπον καὶ τοὺς κανόνας διαφθείρει τὴν δόξαν τῆς πόλεως. YL ἐπίλογος τοῦ πρώτου ἐπιχειρήματος, ἀνακεφαλαιούμενος τῶν δέκα τόπων τὴν δύναμιν. |
| 24 187c | πληρώσας δὲ τὸν ἐπίλογον μεταβαίνει ἐπ’ ἄλλην ἐξέτασιν τοῦ συμφέροντος. οὐκ ἀγνοητέον δὲ ὅτι τοῦτο τὸ δεύτερον ἐπιχείρημα τοῦ δυνατοῦ ἐπὶ τὸ συμφέρον ἔχει τὴν ἀναφοράν. τρία γάρ ἐστι τὰ ἐπιχειρήματα, ἓν μὲν τὸ τῆς ἀσαφείας, δεύτερον τὸ τοῦ δυνατοῦ, τρίτον τὸ τοῦ δικαίου, δι’ ὧν τὸ συμφέρον. S δεύτερον ἐπιχείρημα τὸ κατὰ τὸ δυνατόν. |
| 24 187d | S φιλοτιμίας] τὴν δόξαν λέγει. |
| 24.188 | A 〈ἴστε γὰρ δήπου〉] πρῶτος τόπος τοῦ δευτέρου ἐπιχειρήματος κατὰ τὸ ἔνδοξον. |
| 24.189 | S ἀλλὰ μὴ τὸ προσῆκον ποιῇ] παραχρῆμα καταβάλλων τὰ χρήματα. |
| 24.190 | gTBc ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησιν] ἡ χάρις μετὰ θυμοῦ μεμιγμένη. |
| 24.191 | τοιοῦτος γάρ ἐστιν ὁ ῥήτωρ. διαλύει τὰς ἐξ ἀπάτης διαβολὰς καὶ διαφυγὰς τῷ 〈μὴ〉 δυνήσεσθαί τι ποιῆσαι τῶν δεόντων. ἐνάτην δὲ πρυτανείαν τὸν ἔνατον μῆνα λέγει. gTBc ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι] τόπος δεύτερος οὗτος τοῦ δυνατοῦ ἀπὸ τῆς χρείας περὶ τὰ ἱερὰ καὶ τὰ δημόσια. |
| 24 192a | ἀναφέροιτο δ’ ἂν ἐπὶ τὸ ἀναγκαῖον, ὅτι ‘ἀνάγκη δεσμεύειν τοὺς ὀφείλοντας ἱερὰ καὶ ὅσια χρήματα, ἵνα θύηται τὰ ἱερὰ καὶ μεταλαμβάνωσιν οἱ δικάζοντες καὶ ἐκκλησιάζοντες καὶ βουλεύοντες τῶν τεταγμένων μισθῶν ὑπὸ τῶν νόμων‘. καὶ ἔστιν ὁ μὲν πρότερος τόπος τοῦ ἐνδόξου, εἶτα ἀπὸ τοῦ ἀναγκαίου. YL δεύτερος τόπος ἀπὸ τῆς χρείας τῆς περὶ τὰ ἱερά. |
| 24 192b | ἀναφέροιτο δ’ ἂν ἐπὶ τὸ ἀναγκαῖον. S οὐ γὰρ ὄντων ἱκανῶν τῶν ἐκ τῶν τελῶν χρημάτων τῇ διοικήσει] ‘τῇ διοικήσει‘ μὲν οὖν λέγει τῇ δαπάνῃ καὶ τοῖς ἀναλώμασι. |
| 24 193a | ‘προσκαταβλήματα‘ δέ, τοῦτ’ ἔστι τὰ ὀφείλοντα προσκαταβληθῆναι εἰς ἀναπλήρωσιν τῶν ἀναλωμάτων· ἀπὸ μὲν γὰρ τῶν τελῶν τῶν ἀπὸ τῶν λιμένων καὶ τῆς ἀγορᾶς ἀνηλίσκετο εἰς τὰ ἱερὰ καὶ εἰς τὸ δικαστικὸν καὶ εἰς τὸ βουλευτικὸν καὶ ἱππέας καὶ τὰ τοιαῦτα. ἐπεὶ δὲ οὐκ ἐπήρκει ταῦτα τὰ χρήματα, πολλάκις προσετίθετο καὶ ἔξωθεν ἕτερα παρά τινων ὀφειλόντων ἃ ἐκάλουν προσκαταβλήματα. YL οὐ . |
| 24 193b | .. διοικήσει] κυρίως μὲν τέλη ἐπὶ τῶν λιμένων λέγεται, καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν προσόδων τῆς χώρας. A τὰ προσκαταβλήματα] οἷον αὐτὰ τὰ προστιμήματα τοῖς χρεωστοῦσι καὶ μὴ βουλομένοις καταβάλλειν. |
| 24.194 | A 〈μέχρι τῆς ἐνάτης πρυτανείασ〉] ἕως γὰρ τῆς ἐνάτης πρυτανείας, ὡς ἤδη ἔγνωμεν, κατέβαλλον τὰ διπλᾶ. |
| 24.195 | διὸ καὶ προσκαταβλήματα λέγεται διὰ τὸ καταβάλλειν. A 〈ὀκτὼ〉] ἀντὶ τοῦ πρυτανείας. |
| 24.196 | A 〈οὐ δικάσει τὰ δικαστήρια〉] οὐ μόνον οἱ δικασταὶ ἐλάμβανον μισθόν, ἀλλὰ καὶ ἡ βουλὴ καὶ ὁ δῆμος, ἐξ ὧν ἐπιφέρει ‘ἀλλὰ ἀμισθὶ ταῦτα ποιήσομεν‘. |
| 24.197 | A ἀλλὰ νὴ Δί’ ἀμισθὶ] οὐκ ἔστι τοῦτο ἀντίθεσις, ἀλλὰ νόημα ἐν ἀντιθέσεως σχήματι κείμενον, ἵνα χλευαστικῶς διαλεχθῇ πρὸς τὸν Τιμοκράτην, ἵνα παροξύνῃ τοὺς ἀκούοντας εἰ μέλλοιεν δικάζειν ἄμισθοι. |
| 24 198a | YL ἀλλὰ . |
| 24 198b | .. ἀμισθὶ] ἀντιπῖπτον ‘ἀλλά, 〈εἰ〉 καὶ μὴ χρήματα ἔσται, τὰ δικαστήρια 〈ποιήσομεν〉 καὶ χωρὶς μισθοῦ‘. ἔστι δὲ οὐ τῇ φύσει ἀντιπῖπτον· οὐ γὰρ ἄν τις εἴποι καθ’ ἑαυτῶν τῶν δικαστῶν, ἀλλ’ ὡς τοῦ Τιμοκράτους τοῦτο ἀπαιτοῦντος· καὶ ἔστι συγκριτικόν· τῷ γὰρ ‘νὴ Δία‘ πανταχοῦ ὁ ῥήτωρ ἐπὶ διασυρμῷ χρῆται, 〈οἷον〉 (10, 73) ‘ἀλλὰ νὴ Δία τὰ πατρῷα καὶ παππῷα‘. gTBc χρῆν γὰρ τοῦτό γέ σε] οὐκ ἔστιν ἕτερος τόπος οὗτος, ἀλλὰ τοῦ αὐτοῦ κατασκευαστικὸς ἀπὸ τρόπου. |
| 24.199 | ‘τί δ’ ἂν ἔδει σε προσθεῖναι τῷ σαυτοῦ νόμῳ, Τιμόκρατες; τὰς ἀπαιτήσεις πάσας κατὰ τοὺς ὑπάρχοντας περὶ ἑκάστου γίνεσθαι νόμους, καὶ εἰ γέγραπται ἔν τινι ψηφίσματι ἢ νόμῳ εἶναί τινα εἴσπραξιν κατὰ τῶν δεινῶν, ταύτην εἶναι κυρίαν, καθὼς ὀφείλει εἶναι κυρία.‘ λέγει δὲ ταῦτα διὰ τὸ γραφῆναι ἐν τῷ ψηφίσματι Εὐκτήμονος γενέσθαι μὲν διαδικασίαν τοῖς πρέσβεσι πρὸς τοὺς τριηράρχους, τοὺς δὲ ἡττηθέντας, εἴ τις μὴ ἀποδιδοίη, εἰσπράττεσθαι κατὰ τοὺς νόμους τοὺς τελωνικούς. YL νῦν δὲ κύκλῳ φεύγων] ἀντὶ τοῦ ‘πανταχόθεν‘. |
| 24.200 | gTBc τοὺς τελωνικοὺς] ἐπειδὴ δεσμὸν ἠπείλει ὁ τῶν τελωνικῶν νόμος. |
| 24.201 | A ἱππέας] καὶ γὰρ καὶ οἱ ἱππεῖς μισθὸν ἐλάμβανον καὶ ἐν εἰρήνῃ ὑπὲρ τοῦ τρέφειν τοὺς ἵππους. |
| 24.202 | A 〈οὐ τοίνυν μόνον τὰ δικαστήρια〉] πόρρωθεν ἤδη λύων τὴν ἀντίθεσιν ταῦτα εἴρηκεν. |
| 24 203a | ‘εἰ γάρ φησι Τιμοκράτης φιλάνθρωπον εἶναι τὸν νόμον, σκοπείτω ὅτι φιλάνθρωπον τοῖς ἀστρατεύτοις, τοῖς πατραλοίαις, τοῖς κακούργοις ἐποίησε, βλαβερὸν δὲ τοῖς ἱεροῖς, τῷ δήμῳ, ταῖς ἐκκλησίαις.‘ ἔστι δὲ οὗτος ὁ τόπος ἀπὸ τοῦ ἀδόξου ἤτοι ἀπὸ τοῦ αἰσχροῦ· ὡς γὰρ βούλει λέγε. YL τρίτος τόπος ἀθροίζων τὰ προειρημένα καὶ συνάπτων τὰ μέλλοντα. |
| 24 203b | ἔστι δὲ ὁ τόπος ἀπὸ τοῦ ἀδόξου. S ἀλλὰ καὶ τοῖς ἀδικοῦσι] οὐχ ὅτι ὑπὲρ τούτων τέθεικεν, ἀλλ’ ἀπὸ τοῦ δεσμοῦ καὶ τοῦ καταδικάζεσθαι πολλάκις χρήματα τούτους ἠδυνήθη σοφίσασθαι. |
| 24.204 | διὸ καὶ ἐπάγει τοῦτο, ἐπειδὴ σοφισμοῦ πλῆρες ἐδόκει εἶναι τὸ ῥῆμα. A 〈λεγόντων γὰρ τῶν νόμων〉] σημείωσαι, περὶ κλοπῆς. |
| 24 205a | F 2 λεγόντων . |
| 24 205b | .. νόμων] σφάλλει ὡς τοῦ νομίμου εἶναι· οὐκ ἔστι δέ, ἀλλὰ λέγει ὅτι ‘Σόλων τὸ καὶ τὸ λέγει ὡς τὸ συμφέρον βλέπων, ὁ δὲ οὐ μιμεῖται αὐτόν, ἀλλ’ ἀσυμφόρως γέγραφε τὸν νόμον‘. ἀπολογίαν δὲ ποιεῖται καὶ ὑπὲρ αὐτοῦ τοῦ Διοδώρου, ὅτι, δι’ ὧν βούλεται ἰσχυροὺς εἶναι τοὺς κατὰ πατραλοιῶν νόμους, δῆλός ἐστι παρεσκευασμένος τοὺς γονέας τιμᾶν· ὥστε μάτην αὐτὸν σεσυκοφαντῆσθαι ὑπὸ Ἀνδροτίωνος ὡς τὸν πατέρα ἀνῃρηκότα. gTBc 〈καὶ γὰρ εἰ φορτικώτερον〉] σημείωσαι, ὁμολογία τοῦ τολμήματος. |
| 24.206 | F 2 YL 〈ἵνα ἐν Ἅιδου τοῖς ἀσεβέσι〉] οἷον τοῖς περὶ τὸν Τάνταλον καὶ τὸν Τιτυὸν καὶ τὸν Ἰξίονα. |
| 24 207a | ἐπειδὴ οὖν ᾔσθετο ὡς ὅτι τὰ τοιαῦτα τολμηρὰ ποιητικῆς μᾶλλόν ἐστιν, ἀλλ’ οὐ ῥητορικῆς, ὥσπερ συγγνώμην ᾔτησεν εἰπὼν ‘καὶ γὰρ εἰ φορτικώτερον‘, 〈ὅ〉 ἐστιν ‘ἀνόητον‘, ὥς φησιν Ἀθανάσιος. A ἵνα . |
| 24 207b | .. ἀσεβέσι] ὀφείλει, φησί, μάλιστα διὰ τοῦτο ἀποθανεῖν, ἵνα ἐκεῖ θεὶς τοῦτον τὸν νόμον τοὺς κακούργους τιμωρίας λύσῃ, ἡμᾶς δὲ ἐάτω ζῆν ὡς πολιτευόμεθα. ἐπειδὴ δὲ φορτικὸν δοκεῖ λέγειν τὸ ἐν Ἅιδου κολάζεσθαί τινας, διὰ τοῦτο ‘ἐκόλασεν‘ εἰπών, εἰ δοκεῖ εἶναι φορτικόν, ἔξω τοῦ πολιτικοῦ καὶ οἱονεὶ ποιητικὸν δοκεῖ πως. gTBc ποδοκάκκῃ] βασανιστήριόν τί ἐστιν ὄργανον, εἰς ὃ στρεβλοῦταί τις δεσμούμενος τοὺς πόδας καὶ τὰς χεῖρας. |
| 24.208 | τοῦτο καλεῖται καὶ ποδοστράβη. A περὶ τοῦ τιμήματος] ὅ ἐστι ‘περὶ τῆς τιμωρίασ‘. |
| 24.209 | A ἐὰν δ’ ἁλῷ] εἴποι ἄν τις ‘πῶς λέγει “ἐὰν ἁλῷ”, καίτοι προειπὼν ὅτι “εἰσαγόντων αὐτὸν εἰς τὴν Ἡλιαίαν”, πῶς δὲ ἐδύναντο αὐτὸν εἰσαγαγεῖν, μὴ κατασχεθέντος αὐτοῦ;‘ λέγομεν ὅτι τὸ ‘ἐὰν ἁλῷ‘ ἐνταῦθα λέγει οὐκ ‘ἂν κατασχεθῇ‘, ἀλλ’ ‘ἐὰν ἁλῷ διὰ τῆς κρίσεως ποιήσας ἐφ’ ᾧπερ συνελήφθη‘. |
| 24.210 | τὸ δὲ ‘παθεῖν ἢ ἀποτῖσαι‘ ἀντὶ τοῦ ‘παθεῖν εἰς τὸ σῶμα, ἀποτῖσαι δὲ χρήματα‘. A ὅμοιός γε, ὦ ἄνδρες Ἀθηναῖοι, Σόλων ὁ νομοθέτης] τοῦ αὐτοῦ τόπου τοῦ ἀδόξου καὶ τοῦτο κατὰ ἀντεξέτασιν ἐκ διαφορᾶς Τιμοκράτους καὶ Σόλωνος. |
| 24 211a | ἄχρι μὲν οὖν τούτων ἐπλήρωσε τῶν δύο ἐπιχειρημάτων τοὺς τόπους, τοῦ τε ἀσαφοῦς καὶ τοῦ ἀδυνάτου. YLS ὅμοιός . |
| 24 211b | .. νομοθέτης] κατὰ ἀντεξέτασιν ἐκ διαφορᾶς Τιμοκράτους καὶ Σόλωνος, ἵνα ἐκ τῆς δόξης τοῦ προσώπου δείξῃ αὐτὸν πλέον παρανομώτατον. ἀντίθεσιν δὲ οὐδεμίαν ἐνταῦθα πρὸς τὸ συμφέρον ἔθηκεν· οὐ γὰρ ἐλυσιτέλει αὐτῷ παραθραῦσαι τοῦ οἰκείου κεφαλαίου τὴν ἰσχύν. ὅταν δὲ ἐκ τῆς ποιότητος τοῦ Τιμοκράτους λογίζηται, τότε κινήσει τὴν ἀντίθεσιν λέγων ὡς ‘ἄτοπον ἔγραψας, ὅπως μηδεὶς Ἀθηναίων δεθήσεται καὶ αὐτὸς πείσεταί τι κακόν‘. gTBc βελτίους ποιεῖ] οὐκ εἶπε ‘κολάζει‘, καίτοι ἐν τοῖς προειρημένοις περὶ κολάσεως διεξερχόμενος, ἀλλὰ ‘βελτίους ποιεῖ‘, σωφρονισμὸν εἰπὼν τὴν κόλασιν· ὥστε τὴν Τιμοκράτους δοκοῦσαν φιλανθρωπίαν βλαβερὰν εἶναι, τὴν δὲ Σόλωνος τιμωρίαν οὐ κόλασιν, ἀλλ’ ὠφέλειαν. |
| 24.212 | ATBc 〈τὰ μὲν ἄλλα ἐῶ〉] τὸ σχῆμα ἀποκοπή. |
| 24.213 | A 〈οἳ καὶ ζῶντας ἀναγκάζουσι〉] περὶ παίδων. |
| 24.214 | F 1 〈βούλομαι τοίνυν〉] ἀνακεφαλαίωσις πάλιν τελείως τῶν δύο κεφαλαίων, τοῦ τε νομίμου καὶ τοῦ συμφέροντος. |
| 24 215a | A εἰ δέ τις ζητήσει ‘τίνος ἕνεκα τὸ δίκαιον παρέλιπεν;‘ ἐροῦμεν ‘οὐ παρῆκεν, ἀλλ’ ἐπειδὴ πάνυ ἦν ἰσχυρόν, φανερῶς μὲν αὐτὸ οὐ τίθησι, κατασπείρει δὲ αὐτὸ πανταχοῦ‘. |
| 24 215b | gTBc βούλομαι τοίνυν] ἐπιλογίζεται πρῶτον ἐξ ἀνακεφαλαιώσεως καὶ ἀναμνήσεως τῶν προειρημένων κατὰ ἀπαρίθμησιν, πρῶτον καὶ δεύτερον καὶ τρίτον λέγων. |
| 24 215c | ἐν δὲ τούτοις διεῖλε τὸ περὶ τὸ πρόσωπον νόμιμον καὶ τὸ περὶ τὸ πρᾶγμα, τοῦ δὲ συμφέροντος τὰ δύο ἐπιχειρήματα καὶ τοὺς τόπους εἰπεῖν παρῃτήσατο. εἶτα μετὰ τὴν ἀνακεφαλαίωσιν ἄλλο εἶδος συγγνώμης ὑφείλετο. ‘ἐπιβουλεύων γὰρ‘ φησί ‘καὶ οὐ γνώμης διαμαρτάνων ἔγραψεν.‘ ἐπὶ τούτοις τίθησι λοιπὸν τὴν ἀπὸ τοῦ δικαίου ἀντίθεσιν, προδήλως μὲν οὐ τιθείς· οὐδὲ γὰρ γυμνῶς 〈ἂν〉 συνέφερε· πόθεν οὖν ἡ ἀρχὴ τῆς ἀντιθέσεως; (111) ‘θαυμάζω δ’, ὦ ἄνδρες δικασταί, τῆς ἀναιδείας αὐτοῦ‘. θαύμασον δὲ τὴν μεταχείρισιν, ὅτι πρὸ τῆς θέσεως ἡ λύσις καὶ συμπέπλεκται τῇ ἀντιθέσει τὸ ἐναντίωμα. τί γάρ φησιν; ‘ὁ μετὰ Ἀνδροτίωνος ἀπανθρωποτάτως ἂν χρησάμενος τοῖς πολίταις, ὁ μηδένα ἔλεον περὶ αὐτοὺς ἐπιδειξάμενος, οὗτος τοὺς κλέπτας καὶ τοὺς τὰ ἱερὰ χρήματα κατέχοντας φιλανθρωπεύεσθαι λέγει.‘ καὶ ἔτι ἑτέρωθί που τοῦ λόγου παρέδειξε τὴν ἀντίθεσιν. τί γάρ φησι; ‘καὶ οὕτω πρὸς τὸ πλῆθος προσενήνεκται.‘ οὐκοῦν τὸ μὲν νόμιμον προηγούμενόν ἐστι κεφάλαιον καὶ τὸ συμφέρον ὁμοίως προηγούμενον τῷ Δημοσθένει, τὸ δὲ δίκαιον εἰσῆκται κατὰ τὸ 〈Τιμοκράτει〉 ἑπόμενον ἀντιπροτεινόμενον παρὰ τοῦ ἀντιδίκου. ὃ δὲ προηγούμενόν ἐστι τῷ Δημοσθένει κεφάλαιον, Τιμοκράτει ἑπόμενον πάλιν, τό τε νόμιμον καὶ τὸ συμφέρον. θαυμαστῆς δὲ οὔσης τῆς κατὰ τὴν ἀντίθεσιν μεθόδου, ἔτι θαυμασιωτέρα ἡ κατὰ τὴν λύσιν μέθοδος. ἄρχεται δὲ ἀπὸ συγκρίσεως κατὰ ἀντεξέτασιν. ‘τίνες οὖν μᾶλλον ἀδικοῦσιν τὴν πόλιν καὶ τίνες δικαιότεροι καταβάλλειν εἰσίν, οἱ διὰ πενίαν κλέψαντες ἢ οἱ πρέσβεις αἱρεθέντες καὶ πλούσιοι ὄντες, εἶτα ὑφελόμενοι;‘ καὶ τοῦτο δὲ δεῖ εἰδέναι, ὅτι φοβούμενος τὴν ἀπὸ τοῦ δικαίου ἐφομαρτοῦσαν ἀπανθρωπίαν (πικροῦ γὰρ τὸ διορίζεσθαι τοὺς ἀδικοῦντας δίκην διδόναι) οὐκ ἀπὸ τοῦ οἰκείου προσώπου τὸ κεφάλαιον τοῦτο ἐργάζεται, ἀλλὰ παρὰ πᾶν τὸ κεφάλαιον ἄνω καὶ κάτω τὸν Σόλωνα θρυλεῖ καὶ ὅτι πικρῶς κατὰ τῶν ἀδικούντων νομοθετεῖ· ἀξιόπιστος γὰρ ὁ Σόλων. YL ἐπίλογος τοῦ συμφέροντος ἐξ ἀνακεφαλαιώσεως καὶ ἀναμνήσεως τῶν προειρημένων κατὰ ἀπαρίθμησιν. |
| 24 215d | S πρῶτον μὲν παρὰ τοὺς νόμους] τοῦτό ἐστι τὸ τοῦ νομίμου τοῦ προσώπου· τὸ δὲ δεύτερον τοῦ νόμου αὐτοῦ. |
| 24.216 | gTBc τρίτον δὲ] ἰστέον ὅτι οὐ λέγει ἐνταῦθα περὶ τοῦ τρίτου κεφαλαίου, ὅ ἐστι τοῦ δικαίου, ἀλλὰ περὶ τοῦ συμφέροντος. |
| 24.217 | τρίτον δὲ αὐτὸς ἐκάλεσεν ἐνταῦθα τὸ συμφέρον, οὐ πρὸς τὴν τάξιν τῶν κεφαλαίων, ἀλλὰ πρὸς τὴν διαίρεσιν. τὸ γὰρ νόμιμον κεφάλαιον εἰς δύο διεῖλεν, εἴς τε τὸ παράνομον καὶ τὸ ἐναντίον τοῖς νόμοις. οὐκοῦν ὡς πρὸς τὰ δύο μέρη τοῦτο εἶπε τρίτον· ἐπεὶ πρὸς αὐτὴν τὴν φύσιν τοῦ νομίμου κεφαλαίου πάλιν δεύτερον λέγει τὸ συμφέρον. A 〈πανταχόθεν μὲν τοίνυν〉] ἄλλο εἶδος ἐπιλόγου ἀπὸ τῆς γνώμης τοῦ τεθεικότος τὸν νόμον ἐργάζεται, ἵνα τὰ τῆς συγγνώμης ἀφέληται. |
| 24.218 | S οὐδὲ γὰρ οὐδ’ ἄκων] εἰ μὲν ἐκ προνοίας τέθεικεν, εἰ κατὰ ἄγνοιάν τι καλὸν ἀπὸ τύχης γράψαι· ἐπειδὴ δὲ ἐκ μελέτης, οὐδὲν ἔχει καλῶς. |
| 24.219 | τὸ γὰρ ‘οὐδὲ ἄκων‘ ἀναίρεσις μὲν συγγνώμης, λύσις δὲ λάθρα τοῦ δικαίου, οὗ ἔχει προφέρειν Τιμοκράτης. οὐ φανερῶς δὲ αὐτὸ τίθησιν, ἐπειδὴ ἴσχυε ταύτῃ. gTBc 〈θαυμάζω δὲ〉] ἐντεῦθεν ἡ ἀπὸ τοῦ δικαίου ἀντίθεσις. |
| 24 220a | ὅρα δὲ ὅτι πρὸ τῆς θέσεως ἡ λύσις, καὶ συμπέπλεκται τῇ ἀντιθέσει τὸ ἐναντίωμα. YL ἐντεῦθεν τὸ δίκαιον κεφάλαιον, ὅπερ καταγίνεται καθαρῶς εἰς τὴν καταδρομὴν τῶν περὶ τὸν Ἀνδροτίωνα, ἣν ἔφησεν ὁ Μένανδρος δευτέραν ὑπόθεσιν. |
| 24 220b | A ἀντίθεσις ἀπὸ τοῦ δικαίου. |
| 24 220c | S 〈δικαίως δ’ ἂν ἐμοῖ δοκεῖ〉] ὅτι αἱ λύσεις τῆς ἀντιθέσεως τὸ δίκαιον κεφάλαιον ἔχουσιν. |
| 24.221 | οὐκοῦν φανερὰ γέγονεν ἡ διαίρεσις καὶ μάλα τηλαυγής, ὅτι τὸ μὲν ἀσύμφορον αὐτῶν κατεσκεύασται δι’ ἐπιχειρημάτων δύο, τοῦ τε ἀσαφοῦς καὶ τοῦ ἀδυνάτου· μετὰ ταῦτα δὲ τέθειται ἡ ἀπὸ τοῦ δικαίου ἀντίθεσις ‘μᾶλλον δίκαιον φιλανθρωπεύεσθαι τοὺς ἐνδεεῖς τῶν πολιτῶν‘. εἶτα ἐπῆκται τὸ δίκαιον πρὸς λύσιν τῆς ἀντιθέσεως, ὃ κεῖται ὡς κεφάλαιον προηγούμενον. οὐκοῦν τὸ μὲν νόμιμον προηγούμενον κεφάλαιον καὶ τὸ συμφέρον, τὸ δὲ δίκαιον εἰσῆκται κατὰ τὸ ἑπόμενον πρὸς λύσιν τῆς ἀντιθέσεως. S 〈εἰ μέν τισ〉] ἐντεῦθεν ἡ κατὰ τὴν λύσιν μέθοδος. |
| 24.222 | καὶ ἔστι πρῶτος τόπος οὗτος συγκριτικῶς ληφθεὶς ἀπὸ τοῦ μείζονος. YL εἰ μέν τις ἀγορανόμος ἢ ἀστυνόμος] ἀπὸ συγκρίσεως ἄρχεται κατὰ ἀντεξέτασιν ‘τίνες μᾶλλον ἀδικοῦσι τὴν πόλιν, ἀστυνόμοι καὶ δικασταὶ κατὰ δήμους γιγνόμενοι, διὰ πενίαν δὲ καὶ ἀπαιδευσίαν καὶ ἀπειρίαν δόξαντες ἐν ταῖς εὐθύναις κεκλοφέναι, ἢ πρέσβεις αἱρεθέντες ὑπὸ τοῦ δήμου πλούσιοι, ὑφῃρημένοι ἱερὰ καὶ ὅσια χρήματα καὶ πολὺν χρόνον ἐκκεκαρπωμένοι;‘ ἄξιον δὲ ζητῆσαι τοῦ τόπου τὸ δοκοῦν ὑφορμεῖν. |
| 24.223 | φησὶ γὰρ τοὺς μὲν πρέσβεις βοηθεῖσθαι τῷ νόμῳ, τοὺς δὲ ἀστυνόμους καὶ δικαστὰς κατὰ δήμους γενομένους μὴ βοηθεῖσθαι. καίτοι γε, εἰ ὁ νόμος τὸν δεσμὸν ἀφίησιν, ὁμοίως τοῖς πᾶσιν ἀφίησι. πῶς οὖν οἷόν τε τοῖς μὲν βοηθεῖν, τοῖς δὲ οὐ βοηθεῖν αὐτόν; εἰ μή τις λέγοι ὅτι οὐκ ἀφαιρεῖ τὴν δεκαπλασίαν τῶν ἀστυνόμων. ἀλλὰ καὶ τοῦτο σαθρόν. ποῦ τοίνυν τὸ σόφισμα; ὅτι οὐ περὶ τοῦ δεσμοῦ διαλέγεται, ἀλλὰ περὶ τοῦ ‘πότεροι δικαιότεροί εἰσιν ἐκτιννύναι, οἱ πρέσβεις ἃ ὑφῄρηνται ἢ οἱ ἀστυνόμοι καὶ οἱ ἀγορανόμοι τὴν δεκαπλασίαν διότι ἔκλεψαν‘. οὐ περὶ τοῦ νόμου γὰρ διαλέγεται, ἀλλ’ αὐτὸ καθ’ ἑαυτὸ ἐξετάζει μόνον τὸ δίκαιον, ‘τίνες δικαιότεροι καταβάλλειν εἰσίν, οἱ διὰ πενίαν κλέψαντες ἢ οἱ πρέσβεις αἱρεθέντες καὶ πλούσιοι ὄντες, εἶτα ὑφελόμενοι‘. ὃ δὲ ἄγαμαι τῆς μεθόδου, τοῦτο προσθήσω. φοβούμενος γὰρ τὴν ἀπὸ τοῦ δικαίου ἐφομαρτοῦσαν ἀπανθρωπίαν (πικροῦ γὰρ τὸ διορίζεσθαι τοὺς ἀδικοῦντας δίκην διδόναι) οὐκ ἀπὸ τοῦ οἰκείου προσώπου τὸ κεφάλαιον λέγει, ἀλλ’ ἄνω καὶ κάτω Σόλωνα θρυλεῖ· τοῦτον γὰρ ἀφ’ ἑαυτοῦ τοῦτο νομοθετοῦντα πᾶς ἄν τις ὠμὸν ὑπέλαβεν εἶναι. διόπερ ἀπὸ τῆς ποιότητος τοῦ Σόλωνος ἐργάζεται· ἀξιόπιστος γάρ ἐστιν ὁ Σόλων καὶ ἐπισημότερος. ἔστι δ’ ἀγορανόμος ὁ ἐπόπτης τῶν ὠνίων τῆς ἀγορᾶς, ἀστυνόμος δὲ ὁ ἐπὶ τοῦ εἶναι καθαρίαν τὴν πόλιν ἀσχολούμενος, ὁ παρ’ ἡμῖν πατήρ. gTBcFj ἀγορανόμος] ὁ τῆς ἀγορᾶς τῶν ὠνίων ἐπιμελούμενος, ὅν τινες καλοῦσι λογιστὴν ἢ ἔφορον, ἀστυνόμος δὲ ὁ τῶν δημοσίων ἐπιμελούμενος καὶ τοῦ καθαρὰν εἶναι τὴν πόλιν, ὃν καλοῦσί τινες πατέρα τῆς πόλεως [ἢ δικαστὴς κατὰ δήμους γενόμενος]. |
| 24.224 | A ἢ δικαστὴς κατὰ δήμους γενόμενος] ἐγίγνοντο γὰρ κατὰ δήμους, οἷον ἐν τοῖς Παιανιεῦσι καὶ ἐν ἄλλοις δήμοις, δικασταί. |
| 24.225 | ‘ὤφειλες οὖν πρὸ τούτου, εἴπερ ᾤου δεῖν εἶναι φιλάνθρωπος, καὶ ἐπὶ τούτων θεῖναι τὸν νόμον.‘ ταῦτα δὲ πάντα λέγει ἀναιρῶν τὸ ἰσχυρὸν τοῦ ἐναντίου καὶ τὸ δίκαιον, ἵνα δείξῃ αὐτὸν οὐ διὰ φιλανθρωπίαν νομοθετήσαντα, ἀλλὰ διὰ τούτους. gTBcFj χρόνον πολύν] οὐχ ἁπλῶς τοῦτο λέγει, ἀλλὰ βούλεται σημᾶναι τὴν ἐνάτην πρυτανείαν, ἵνα δείξῃ αὐτοὺς διὰ τούτου χρεωστοῦντας τὰ διπλᾶ. |
| 24.226 | A 〈καίτοι γ’ ὁ Σόλων〉] δεύτερος τόπος οὗτος ἀπὸ τοῦ ἐλάττονος. |
| 24 227a | ὁρᾷς γὰρ ὅτι περὶ ἐλαττόνων κλεμμάτων ὁ Σόλων μεγίστας τιμωρίας ὥρισεν. YL δεύτερος τόπος ἀπὸ τοῦ ἐλάττονος. |
| 24 227b | S καίτοι . |
| 24 227c | .. Σόλων] ἄλλη ἀναίρεις τῆς φιλανθρωπίας. ‘ἰδοὺ γὰρ ὁ Σόλων φιλανθρωπότερος αὐτοῦ ὢν κολάζει τοὺς ἀδικοῦντας· οὗτος δὲ ἀφίησιν, ὡς ἐπιδείξομεν.‘ ἔστι δὲ ὁ τόπος οὗτος τῆς ἀπὸ τοῦ ἐλάττονος συγκρίσεως, τοῦ πρὸ τούτου ὄντος ἀπὸ τοῦ μείζονος. οἰκεῖος δὲ τῶν τόπων ἑκάτερος. ἐπειδὴ γὰρ περὶ ἀνδρῶν πρέσβεων κεκλοφότων ποιεῖται τὸν λόγον, ἀναγκαίως καὶ τοῖς παραδείγμασιν οἰκείοις κέχρηται. ὁρᾷς γὰρ ἐνταῦθα ὅτι περὶ τῶν ἐλαττόνων κλεμμάτων μεγίστας τιμωρίας ὁ Σόλων ὥρισε. gTBc 〈εἰ μέν τις μεθ’ ἡμέραν〉] περὶ κλοπῆς. |
| 24 228a | F 2 ‘μεθ’ ἡμέραν‘ λέγει ἀντὶ τοῦ ‘ἐν ἡμέρᾳ‘. |
| 24 228b | A νύκτωρ] ἐν νυκτὶ μείζονα τὴν τιμωρίαν ἔδειξεν, ἐπειδήπερ μεῖζόν ἐστι τὸ ἔγκλημα τῆς νυκτός. |
| 24.229 | ἐν γὰρ ἡμέρᾳ δύναταί τις καὶ βοηθοὺς καλέσαι ἑαυτῷ, ἐν δὲ νυκτὶ οὐκέτι. A ὧν αἱ ἀπαγωγαί εἰσιν] ἀντὶ τοῦ ‘καθ’ ὧν αἱ ἀπαγωγαί εἰσιν‘, ἵνα δηλώσῃ τῶν ὑπὲρ τῶν πεντήκοντα δραχμῶν. |
| 24.230 | οἱ γὰρ κλέπτοντες ἥττονα τῶν πεντήκοντα δραχμῶν ἥττονα ἔπασχον. ATBc ἐκ Λυκείου ἢ ἐξ Ἀκαδημείας ἢ ἐκ Κυνοσάργους] τρία ταῦτα γυμνάσια παρὰ τοῖς Ἀθηναίοις. |
| 24.231 | ἦν δὲ καὶ ἱερὰ ἐπὶ μὲν τοῦ Λυκείου λυκοκτόνου Ἀπόλλωνος, ἐπὶ δὲ τοῦ Κυνοσάργους τοῦ Ἡρακλέους, ἐπὶ δὲ τῆς Ἀκαδημείας αὐτοῦ τοῦ Ἀκαδήμου τοῦ ἥρωος, ἐξ οὗ καὶ ὁ τόπος ἐκλήθη. ἐκλήθησαν δὲ οὕτως διὰ τοιαύτας αἰτίας. ἡ μὲν Ἀκαδήμεια ἀπὸ ἥρωός τινος Ἀκαδήμου κτίσαντος τὸν τόπον, ἔνθα καὶ διατριβὴν εἶχεν ὁ Πλάτων. ὁ δὲ τόνος τῆς εὐθείας τῆς Ἀκαδημείας προπαροξύνεται, ἐπειδὴ καὶ ἡ εὐθεῖα τοῦ Ἀκαδήμου ἐξ οὗ ἐκλήθη προπαροξύνεται. τὸ δὲ Κυνόσαργες ἀπὸ τοῦ ποτε θυόντων τῷ Ἡρακλεῖ κύνα λευκὸν ἁρπάξαι τὰ μηρία τοῦ ἱερείου καὶ ἀποθέσθαι αὐτὰ εἰς τὸν τόπον τοῦτον, ἔνθα ἐστὶ τὸ γυμνάσιον. ἡ δὲ εὐθεῖα ‘τὸ Κυνόσαργεσ‘ καὶ αὐτὴ προπαροξύνεται· ἡ σύνθεσις γὰρ πάλιν ἀνέπεμψε τὸν τόνον. τὸ δὲ Λύκειον λυκοκτόνου Ἀπόλλωνος, ἢ ὅτι νόμιος ὁ θεὸς νομίζεται ἀπὸ τοῦ θητεῦσαι Ἀδμήτῳ καὶ ἀνάγκη ἦν ἀνελεῖν ὡς νόμιον τοὺς λύκους τοὺς ἐχθροὺς ὄντας ταῖς ποίμναις, ἢ ὅτι λύκων ποτὲ ἐπελθόντων τῇ πόλει τῇ τῶν Ἀθηναίων καὶ πολλοὺς τῶν Ἀθηναίων ἀναιρούντων ἔχρησεν ὁ θεὸς θύειν μάλιστα ἐν τῷ τόπῳ, καὶ λοιπὸν ἐκ τῆς ὀσμῆς ἀπώλλυντο οἱ λύκοι καὶ ἐκ τούτου χάριν ὁμολογοῦντες οἱ Ἀθηναῖοι τῷ Ἀπόλλωνι ἱερὸν ἐκεῖσε αὐτοῦ κατεστήσαντο, καλέσαντες αὐτὸ λυκοκτόνου Ἀπόλλωνος. A 〈καὶ οὐκ ἀπέχρησεν ὑπὲρ τῶν μελλόντων〉] τρίτος οὗτος τόπος ἀπὸ τοῦ τρόπου κατὰ τὸ ἐναντίον. |
| 24 232a | ὁρᾷς γὰρ ὅτι περὶ τρόπου διαλέγεται, ὅπως ἐχρῆν αὐτὸν νενομοθετηκέναι. Y τρίτου τόπου ἀπὸ τρόπου τὸ ἐναντίον. |
| 24 232b | S 〈καίτοι, ὦ Τιμόκρατεσ〉] τέταρτος τόπος οὗτος ἀπὸ τοῦ ἴσου κατὰ τὴν ἀξίαν· ἐνταῦθα γὰρ περὶ ἰσότητος καὶ τῆς κατ’ ἀξίαν ἑκάστου τιμωρίας ποιεῖται τὸν λόγον. |
| 24 233a | Y καίτοι, ὦ Τιμόκρατες] πέμπτου τόπου ἀπὸ τοῦ ἴσου καὶ κατὰ τὴν ἀξίαν. |
| 24 233b | S 〈τοῖς λείπουσι τὰς τάξεισ〉] ὅτι ‘λιποτάκτησ‘ οὐ λέγεται. |
| 24.234 | A οὐ γὰρ δὴ ἐρεῖ γε] ἀντιπίπτοντος λύσις. |
| 24.235 | ἔλεγον γὰρ πολλάκις ὅτι ‘οὐχ οὕτω δεῖ κολάζειν σφοδρῶς, ἀλλ’ ἠπιώτερον‘. λύει δὲ αὐτό, οὐ πάντως δὲ τοῦτο ἔφασκεν, ἀλλ’ ὡς αὐτὸς βούλεται οὕτως εἰσάγει. σημείωσαι δέ, ἐν τῷ (119) ‘τοῖς λιποῦσι τὰς τάξεισ‘ φασὶν οἱ παλαιοὶ ὅτι ‘λιποτάκτησ‘ συνθέτως οὐ λέγεται· ἦ γὰρ ἂν ἔλεγεν οὕτως. gTBc διαφέρει δὲ] τὸ ‘διαφέρει‘ ἀντὶ τοῦ ‘ὑπερβάλλει‘· καίτοι γε οὔτε ἔκλεψαν οὔτε ἱεροσύλησαν. |
| 24 236a | ἀλλὰ ὁρικῶς τοῦτο ποιεῖ· αὐτὸς γὰρ τοῦτο φάσκει ‘ἱεροσυλίαν‘, τὸ μὴ δοῦναι τὰ χρήματα τῆς θεοῦ. Y διαφέρει δὲ] τὸ ‘διαφέρει‘, ‘ὑπερβάλλει‘· δεινότερον γὰρ ἀποφαίνει. |
| 24 236b | τινὲς καὶ ἐπὶ τῆς διαφορᾶς τὸ ‘διαλλάττειν‘. καίτοι γε οὔτε ἔκλεψαν οὔτε ἱεροσύλησαν. ἀλλὰ ὁριστικῶς τοῦτο ποιεῖται· αὐτὸς γὰρ τοῦτο φάσκει ‘ἱεροσυλίαν‘, τὸ μὴ δοῦναι τὰ χρήματα τῆς θεοῦ. τὸ μὲν γὰρ ἀπὸ τῆς ἀρχῆς, τὸ δὲ ἀπὸ τοῦ τέλους γίνεται. ὁ μὲν οὖν ἐκ τοῦ ἱεροῦ ἀπὸ τοῦ τέλους ποιεῖ, ὁ δὲ μὴ ἀφεὶς ὅλως ἀπὸ τῆς ἀρχῆς. gTBc οἶμαι δέ, νὴ τὸν Δία] ἄλλος τόπος πρῶτος ἀπὸ τοῦ μείζονος· ᾧ καὶ τόπος ἕτερος ἐπηκολούθησεν ἀπὸ τοῦ ἐλάττονος. |
| 24 237a | ἀντακολουθοῦσι γὰρ ἀλλήλοις οἱ τόποι· τοῦ δὲ λέγοντος κρίνειν ἐστὶ περὶ τῆς τάξεως. Y ἄλλος πρῶτος τόπος ἀπὸ τοῦ μείζονος. |
| 24 237b | S οὐκ ἀπὸ ταὐτομάτου] εἴποι ἄν τις ‘οὐκοῦν οὐκ ἄξιοι ἐγκλήματος οἱ περὶ τὸν Ἀνδροτίωνα, εἴ γε οὐχ οὗτοι αἴτιοι, ἀλλ’ ἡ θεόσ‘. |
| 24.238 | λέγομεν ὅτι τοῦ τοιούτου πρῶτος ἡμῖν Ὅμηρος (E 290) 〈μάρτυσ〉 γεγένηται, εἶτα Πλάτων (Resp. 2, 380a), διδάσκοντες ἡμᾶς ὅτι, ἐπειδὰν ὁρῶσιν οἱ θεοί τινα πονηρόν, ἐμβάλλουσιν αὐτῷ τοιαύτην τινὰ ἐπιθυμίαν πρὸς τὸ δι’ αὐτῆς δοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ποιῶν ἐλάνθανεν· ὥσπερ τὸν Πάνδαρον ἐπίορκον ὄντα ἀνέπεισεν ἡ Ἀθηνᾶ παρασπονδῆσαι, ὅθεν καὶ κατὰ τῆς γλώττης τέτρωται. A 〈ἀκρωτήρια〉] ἀκρωτήρια τῆς Νίκης, τῶν πτερῶν τὰ ἄκρα ἢ αὐτὰς τὰς πτέρυγας· Νίκην δὲ τὴν Ἀθηνᾶν ὠνόμαζον οἱ παλαιοί. |
| 24 239a | Y ἀκρωτήρια λέγει οἱονεὶ τὰ πτερά· οὕτω γὰρ γράφεται ἡ Νίκη. |
| 24 239b | τινὲς δὲ ἐξηγοῦνται, Νίκης Ἀθηνᾶς εἶναι ἄγαλμα ἐν τῇ ἀκροπόλει. ταύτης δὲ τὰς πτέρυγας χρυσᾶς οὔσας ἐπεχείρησάν τινες κακοῦργοι ἀφελέσθαι, καὶ ἀπώλοντο αὐτοὶ ὑφ’ ἑαυτῶν οἱ κακοῦργοι· στασιάζοντες πρὸς αὑτούς, τίς πλέον λάβοι ἀπὸ τῆς κλοπῆς, ἐμβαλούσης αὐτοῖς τοῦτο τῆς Ἀθηνᾶς, ἤλεγξαν ἑαυτούς. ἄλλοι δέ φασιν, ἕκαστος τῶν κακούργων ἐφιλονείκει τὸ πλέον λαβεῖν· οἱ μὲν γὰρ αὐτῶν ἔλεγον αὑτοῖς προσήκειν τὸ πλέον λαβεῖν, ὅτι αὐτοὶ τοὺς ἑτέρους ἐβάσταξαν πρὸς τῷ εἰσελθεῖν ἐν τῷ ἱερῷ, οἱ δὲ ἔλεγον ‘ἀλλ’ ἡμεῖς εἰσελθόντες πλείονι κινδύνῳ ἐξηταζόμεθα· ἡμᾶς γὰρ δέος ἦν ἔνδον ὄντας 〈μᾶλλον〉 ἁλῶναι ἤπερ ὑμᾶς τοὺς ἔξω‘. ATBc βούλομαι δ’ ὑμῖν] οὗτος ὁ τόπος ἀπὸ τοῦ ἐλάττονος· καὶ οἱ μὲν πρῶτοι τέσσαρες τόποι κατὰ Τιμοκράτους εἰσὶ τοῦ νομοθέτου, ὁ δὲ μετ’ αὐτοὺς ἑξῆς πάλιν ἀπὸ τοῦ μείζονος κατὰ Ἀνδροτίωνος, οὗτος δὲ ὁ νῦν ῥηθεὶς ἀπὸ τοῦ ἐλάττονος κατὰ Τιμοκράτους. |
| 24 240a | καὶ ὁ μὲν κατὰ Ἀνδροτίωνος ὅτι ‘μέγιστα τετόλμηκεν‘, ὁ δὲ κατὰ Τιμοκράτους ὅτι ‘πικρότατα μὲν κατὰ τῶν τελωνῶν γέγραφε, κατὰ δὲ τῶν μέγιστα ἠδικηκότων τιμωρίαν οὐ γέγραφε‘. Y τόπος ἑπόμενος τῷ πρὸ αὐτοῦ ἀπὸ τοῦ ἐλάττονος. |
| 24 240b | ἰστέον δὲ ὅτι οἱ πρῶτοι τέσσαρες τόποι κατὰ Τιμοκράτους εἰσὶ τοῦ νομοθέτου, ὁ δὲ ἑξῆς ἀπὸ τοῦ μείζονος κατ’ Ἀνδροτίωνος. οὗτος δὲ ὁ ἀπὸ τοῦ ἐλάττονος κατὰ Τιμοκράτους ὅτι ‘πικρότατα μὲν κατὰ τῶν τελωνῶν γέγραφε, κατὰ δὲ τῶν τὰ μέγιστα ἠδικηκότων τιμωρίαν οὐ γέγραφεν.‘ S βούλομαι δ’ ὑμῖν] ὡς ἐν προοιμίῳ ἐπεσημήνατο αὐτὸν ἐμβαλεῖν εἰς τοῦτο. |
| 24 240c | αἱ αὐξήσεις δὲ ὁμοίως ἐκ τοῦ αὐτοῦ. προσποιεῖται δὲ ἀποσχεδιάζειν, ἵνα μὴ δόξῃ ἐσκεμμένως αὐτὰ λέγειν. ‘παραλιπόντι‘ δὲ ἡ βελτίων γραφή· ‘ὃ παραλέλειπταί μοι‘, ὅπως ἂν δόξῃ διὰ τὸ μέγεθος λέγειν καὶ μὴ παραλιμπάνειν τηλικοῦτο πρᾶγμα. gTBc βούλομαι δ’ ὑμῖν] πάλιν αἱ προσποιήσεις αὗται ῥητορικαί [καί] εἰσιν, προσποιεῖσθαι ἐν τῷ μεταξὺ αὐτοσχεδιάζειν, ἵνα φύγῃ τὴν τῆς πανουργίας ὑποψίαν. |
| 24 240d | A 〈δεσμὸσ〉] ὃν γὰρ πεποίηκε τοσοῦτον, ὅσον ἐμίσθωσεν καὶ ἐζημιοῦντο καὶ οὐ κατέβαλλον. |
| 24.241 | Y καίτοι εἰ μὲν ἐλάττω] ἀντιπῖπτον ὡς ἐν ὑποθέσει, ‘ἀλλ’ ἧττον ἀδικοῦσιν· οὐκοῦν καὶ μαίνεσθαι ὁμολογήσεισ‘. |
| 24.242 | gTBc ἄξιον τοίνυν] ἔστι καὶ οὗτος ὁ τόπος ὁμοίως κατ’ Ἀνδροτίωνος, ἀναμιμνήσκων ὧν ἐτόλμα τὰς εἰσπράξεις ποιούμενος. |
| 24 243a | gTBc ἄξιον τοίνυν] τρίτος οὗτος τόπος ἀπὸ τοῦ ἐναντίου. |
| 24 243b | ὅτι γὰρ οὐ τὰ αὐτὰ φρονοῦσι τῷ δήμῳ οἱ ῥήτορες, ἀλλὰ τἀναντία, συνίστησι· μάχεται δὲ πρὸς τὰς δύο ἀντιθέσεις διὰ τούτου μάλιστα τοῦ τόπου, τῇ τε ἀπὸ τοῦ δικαίου καὶ τοῦ συμφέροντος. ἐπειδὰν γὰρ τούτῳ κέχρηται Τιμοκράτης τῷ λόγῳ φάσκων ὑπὲρ τῶν ἀδυνάτων καὶ πολλῶν γεγραφέναι, προκαταλαμβάνει τοῖς ἐπαίνοις τὸν ἀκροατὴν καὶ θαυμάζει τὴν καρτερίαν καὶ τὴν μεγαλοφροσύνην αὐτῶν, ὅτι οὐκ ἄχθονται ἐπὶ τοῖς κατ’ αὐτῶν ὡρισμένοις κολαστηρίοις, μόνον οὐκ ἐνάγων τὸν ἀκροατὴν φιλοτιμούμενον ἐπὶ τῇ μεγαλοφροσύνῃ· καὶ ἐπάνεισι πρὸς Τιμοκράτην, συνεθίζων πάλιν τὸν ἀκροατὴν ὅτι ‘οὐχ ὑπὲρ τῶν πολλῶν ὁ νόμος, ἀλλ’ ὑπὲρ τῶν πρέσβεων‘. ἔστι δὲ καὶ οὗτος ὁ τόπος κατὰ Ἀνδροτίωνος. εἶτα ἐπάγει λέγων καὶ (124) ‘προπηλακίζουσιν ὑμᾶς ἰδίᾳ τοῖς λόγοισ‘, ταῦτα αἰνιττόμενος πρὸς Ἀνδροτίωνα καὶ ἀναμιμνήσκων ὧν ἐτόλμα τὰς εἰσπράξεις ποιούμενος. τὸ δὲ διχόθεν μισθοφορῆσαι σημαίνει ‘ἐάν τις λαχὼν δικάζειν ὑπὲρ δύο δικαστηρίων μισθοφορήσῃ‘. ἔστι γὰρ ὅτε λαχών τις δικάζειν ἀφικνεῖται πρὸς τὸν 〈τὸν〉 μισθὸν διανέμοντα καὶ παρὰ μὲν τοῦ δεῖνος λαμβάνει ὡς εἰς τὴν ἡλιαίαν κεκληρωμένος, παρὰ δὲ τοῦ δεῖνος ὡς εἰς τὸ τρίγωνον. YL τρίτος τόπος ἀπὸ τοῦ ἐναντίου κατ’ Ἀνδροτίωνος. |
| 24 243c | ὅτι γὰρ οὐ ταὐτὰ τῷ δήμῳ φρονοῦσιν οἱ ῥήτορες συνίστησι· μάχεται δὲ πρὸς τὰς δύο ἀντιθέσεις διὰ τούτου μάλιστα τοῦ τόπου, τῇ τε ἀπὸ τοῦ δικαίου καὶ τοῦ συμφέροντος. S ἐάν τις ἢ διχόθεν μισθοφορῇ] ἐκ δύο τεχνῶν ἢ ἐκ δύο δικαστηρίων· συνέβαινε γὰρ δύο γίνεσθαι ἐν τῇ αὐτῇ ἡμέρᾳ. |
| 24.244 | ἵνα οὖν μὴ ᾖ ὥσπερ ἐργασία, κωλύει τοῦτο. δύο τέχνας μετιέναι πάλιν κωλύει διὰ τὸ μηδεμίαν κατορθοῦν ἐν τῷ τὴν γνώμην μερίζεσθαι. gTBc ἐκκλησιάζει] ἀντὶ τοῦ ‘εἰσέρχεταί τις τῶν πενήτων, ἄτιμος ἐν τῇ ἐκκλησίᾳ γενόμενος, λαβεῖν βουλόμενος χρήματα ὡς ἐκκλησιάζων‘. |
| 24.245 | A ὅπως δ’ οὗτοι] ἀντὶ τοῦ ‘οἱ ῥήτορες οἱ περὶ τὸν Τιμοκράτην‘. |
| 24.246 | ὅρα δὲ πῶς ἐνταῦθα δηλοῖ, ὅτι ἰδιώτης ἐστὶν ὁ Διόδωρος, διότι τῶν ῥητόρων ἐνταῦθα κατατρέχει· οὐ γὰρ ἂν ὁ Δημοσθένης ταῦτα ἔλεγεν. A 〈προπηλακίζουσιν ὑμᾶς ἰδίᾳ τοῖς λόγοισ〉] αἰνίττεται πρὸς Ἀνδροτίωνα καὶ ἀναμιμνήσκει ὧν ἐτόλμα εἰσπράξεις ποιούμενος. |
| 24.247 | S ἀλλὰ νὴ Δί’] κατ’ ἐρώτησιν· ἔστι δὲ ἀνθυποφορὰ ἐκ τοῦ ἀπρεποῦς. |
| 24.248 | A ἀλλὰ νὴ Δί’ αἰσχρὸν ἴσως] τόπος τέταρτος ἀπὸ τοῦ ἴσου, τὴν μὲν γένεσιν ἔχων ἀπὸ τοῦ αἰσχροῦ καὶ τοῦ ἀδόξου, κατασκευαζόμενος δὲ τῷ ἴσῳ. |
| 24 249a | ὅμοιον γὰρ καὶ ἴσον ἐστὶ δεθῆναι καὶ τοῦτον καὶ τὸν αὐτοῦ πατέρα προσεκτέον δὲ πανταχοῦ τῷ κεφαλαίῳ τῷ δικαίῳ, ὅτι κατὰ τῶν πρέσβεων προενήνεκται, ἵνα μὴ δοκῇ προσκρούειν πρὸς ἅπαντας λέγων δεῖν πικροὺς τίθεσθαι τοὺς νόμους κατὰ τῶν ὀφειλόντων. οὐ μόνον δὲ τὸ κατὰ Ἀνδροτίωνος, ἀλλὰ καὶ τὸ κατὰ Γλαυκέτην καὶ Μελάνωπον τοῦ αὐτοῦ ἂν εἴη τόπου. κατασκευάζει γὰρ διὰ τούτων ὅτι ‘ἀξιοῖ τῶν δεσμῶν ἀνθ’ ὧν τετολμήκασιν‘. εἶτα ἐπειδήπερ ἀντέπιπτεν ἀπὸ τῆς τῶν προσώπων ποιότητος ὥσπερ ἀνθυποφορά τις, ἐπάγει λύσεις ἰσχυροτέρας, ὅτι ‘πολλοὶ πολλάκις ἐδέθησαν τούτων οὐ χείρονεσ‘. YL τέταρτος τόπος ἀπὸ τοῦ ἴσου, τὴν μὲν γένεσιν ἔχων ἀπὸ τοῦ αἰσχροῦ καὶ ἀδόξου, κατασκευαζόμενος δὲ τῷ ἴσῳ. |
| 24 249b | ὅμοιον γάρ ἐστι δεθῆναι καὶ τοῦτον ὡς τὸν αὐτοῦ πατέρα. S πολλὰς πεντετηρίδας] οὐχ ἁπλῶς τοῦτο εἶπεν, ἀλλ’ ἐπειδὴ κατὰ πέντε ἔτη ἤγετο τὰ Παναθήναια, τότε δὲ ἐξῆν ἀφεῖσθαι τοῦ δεσμοῦ τοὺς δεσμώτας διὰ τὴν πανήγυριν, ὡς ἔγνωμεν ἐν τῷ κατὰ Ἀνδροτίωνος. |
| 24.250 | δέον δὲ εἰπεῖν ‘πεντετηρίδα‘ εἶπε πληθυντικῶς, ἐπὶ τὸ ἐπαχθέστερον φέρων τὸν λόγον. A τὰ ἐν τῇ ἡλικίᾳ] οἷον τὰ ἐν τῇ νεότητι, ἵνα πάλιν σκώψῃ αὐτὸν εἰς κιναιδίαν. |
| 24.251 | A οὐδ’ εἰ πάνυ πολλὰ ἔχω περὶ κλοπῆς λέγειν] τῷ κατὰ παράλειψιν σχήματι κέχρηται· ὅπου γὰρ εἰπεῖν οὐδὲν ἔχομεν, δεῖ μόνον αἰνίττεσθαι. |
| 24.252 | gTBc καὶ συνέδρου γενομένου] σύνεδροι λέγονται οἱ συνεδρεύοντες ἀντὶ τῆς πόλεως ἐν ἄλλαις πόλεσι καὶ αὐτῆς τὰ δίκαια λέγοντες· αὐτὸς οὖν σύνεδρος γενόμενος προδέδωκε τὰ δίκαια, χρήματα λαβών. |
| 24.253 | ἓν δὲ τούτων ἡ προδοσία. YL 〈ἀπέτισε〉] ὑπερβὰς τὴν προθεσμίαν. |
| 24.254 | YL 〈εἰς Αἴγυπτον〉] περὶ τῆς οὐσίας φιλονεικήσας, ὅτι ἀπέστη βασιλέως Αἴγυπτος. |
| 24.255 | λέγει δὲ ὅτι ἐπρέσβευσεν οὐκ ἐφ’ οἷς ἐπέμφθη. YL οὐχ οὗτός ἐστιν ὁ πρῶτον μὲν εἰς Δεκέλειαν] ἔοικεν οὗτος 〈αἰχμάλωτοσ〉 ὑπὸ τῶν ἐν Δεκελείᾳ Πελοποννησίων γεγενῆσθαι· εἰ γὰρ ἦν αὐτομολήσας, οὐκ ἂν ἔζησεν ὑπ’ Ἀθηναίων ὕστερον ἐπανελθών. |
| 24 256a | ὁ δὲ ῥήτωρ πάλιν ὡς κατήγορος τὸ ἐκ τύχης συμβὰν εἰς τὴν προαίρεσιν αὐτοῦ ἀνάγει. A οὐχ . |
| 24 256b | .. Δεκέλειαν] δεῖ νοῆσαι τοῦτον πάνυ γεραίτατον, εἴ γε λέγει αὐτὸν γεγενῆσθαι ἐν τῷ τέλει τοῦ Πελοποννησιακοῦ πολέμου καὶ νῦν ζῆν ἐν τοῖς Φιλιππικοῖς χρόνοις. A οὐχ . |
| 24 256c | .. Δεκέλειαν] ἔοικεν οὗτος αἰχμάλωτος εἰλῆφθαι ὑπὸ τῶν ἐν Δεκελείᾳ· εἰ γὰρ ἦν αὐτόμολος, οὐκ ἂν ἔζησεν ὑπὸ Ἀθηναίων. τὸ δὲ ἐκ τύχης συμβὰν εἰς προαίρεσιν ἐνάγει. ἁρμοστὴς δὲ νῦν ὁ τῆς φρουρᾶς τῶν ἐν Δεκελείᾳ ἡγούμενος. Δεκέλεια δὲ χωρίον τῆς Ἀττικῆς, ὅπερ ἐτείχισαν οἱ Λακεδαιμόνιοι κατὰ τῆς πόλεως. πολλοὶ οὖν ηὐτομόλουν, ὅσοι ἦσαν τῆς ἐκείνων γνώμης. γέροντα δὲ αὐτὸν πάνυ λέγουσι· περὶ γὰρ τὸ τέλος τοῦ Πελοποννησιακοῦ πολέμου γέγονε τοῦτο. εἷς οὖν αὐτὸς ἦν τῶν αὐτομολησάντων ἐκεῖ. gTBc 〈παίδων καὶ γυναικῶν〉] ἰστέον ὅτι βουλόμενος βιαιότερον ποιῆσαι τὸν λόγον τοῦτο εἶπεν· ὡμολογημένον γάρ ἐστιν ὅτι καὶ τὰ τῶν παίδων καὶ τὰ τῶν γυναικῶν αὐτῶν ἦν πάλιν· ἀλλ’ ἵνα τὴν ἁρπαγὴν αὐτοῦ δηλώσῃ, τοῦτο εἶπε. |
| 24.257 | δεῖ δὲ λαβεῖν κατὰ πάντων τούτων κοινὸν τὸ ‘οὗτός ἐστιν‘. AR τῷ ἁρμοστῇ κατατιθεὶς] ‘ἁρμοστῇ‘ τῷ ἄρχοντι τῶν Λακεδαιμονίων. |
| 24 258a | ἡ δὲ Δεκέλεια χωρίον ἦν τῆς Ἀττικῆς, ὅπερ ἐτείχισαν οἱ Λακεδαιμόνιοι κατὰ τῆς πόλεως. πολλοὶ οὖν ηὐτομόλουν, ὅσοι ἦσαν τῆς ἐκείνων γνώμης. γέροντα δὲ αὐτὸν πάνυ λέγει· περὶ γὰρ τὸ τέλος τοῦ Πελοποννησιακοῦ πολέμου τοῦτο γέγονε. ἁρμοστὴς δὲ λέγεται παρὰ τὸ ἁρμόττειν τὰ ἤθη τῶν ὑποκειμένων πόλεων πρὸς τὴν πολιτείαν τῶν Λακεδαιμονίων. YL τῷ . |
| 24 258b | .. κατατιθεὶς] τῷ Λακωνικῷ ἄρχοντι τῷ ὄντι ἐκεῖσε. ὅτι οἱ ἐν τῇ Δεκελείᾳ ἁρμοσταὶ συνεχώρουν τοὺς αὐτῶν στρατιώτας λαμβάνειν ὧν κλέπτουσι παρὰ τῶν Ἀθηναίων τὰ ἐννέα μέρη καὶ αὐτοῖς καταβάλλειν μόνον τὸ δέκατον, ὅ ἐστι τῇ πόλει τῶν Λακεδαιμονίων, ἵνα διὰ τούτων καὶ πολλοὺς παροξύνωσι καὶ προθύμως δῃοῦν καὶ συλᾶν τὰ τῶν Ἀθηναίων. A τούτων ἀκριβῶς] ἀντὶ τοῦ ‘ὑπὲρ ὧν ἐσύλα ἐξ ὑμῶν‘. |
| 24 259a | A οὐ ψευδόμενος. |
| 24 259b | YL 〈ἀποστερῶν τὰς ἀπὸ τῶν ὑμετέρων πολεμίων〉] τῶν Αἰγυπτίων ὧν καὶ τὰ χρήματα ἦν· εἶπε γὰρ ἄνω ‘ἀπεψηφίσασθε μὴ φίλον εἶναι‘. |
| 24.260 | YL τόν τε δίφρον] ἐπὶ τούτου ἐκαθέζετο ὁ Ξέρξης ἐν τῷ Αἰγιάλεῳ ὄρει τῆς Ἀττικῆς θεωρῶν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν. |
| 24.261 | A ἀκινάκην] ὄνομα ξίφους Περσικοῦ. |
| 24.262 | A δαρεικούς] ὄνομα νομίσματος παρὰ τοῖς Πέρσαις. |
| 24.263 | A 〈ἀλλὰ τἄλλα οὐ βίαιοσ〉] πληρώσας τοὺς κατὰ τῶν προσώπων τόπους ἐπάγει ἐννόημα ὡς ἂν εἴποι τις ἐπιλογικόν. |
| 24 264a | YL ἐννόημα ἐπιλογικόν. |
| 24 264b | S ἐγὼ μὲν γὰρ] πάλιν ἐνταῦθα εἰπὼν τὸν ‘μὲν‘ οὐκ ἐπήγαγε τὸν ‘δὲ‘ διὰ τὸ ὡμολογημένον εἶναι ὅπερ ἔμελλεν ἐπιφέρειν. |
| 24.265 | ἔμελλε γὰρ ἐπάγειν ‘νομίζω δὲ καὶ ὑμῖν τοῦτο συνδοκεῖν‘. τὸ ‘ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν‘ πρὸς τὸ ἄνω ἐστὶ πρὸς τὸ ‘τί κωλύσει ἅπαντας εἶναι πονηρούς;‘ A οὐδὲ γὰρ οἱ τῆς ξενίας] πολλοὶ γὰρ ἔσθ’ ὅτε ξένοι ὄντες ἐνεγράφοντο αὑτοὺς ὡς πολίτας παρὰ γνώμην τῶν Ἀθηναίων, καὶ ἦν γραφὴ ξενίας. |
| 24 266a | YL εἴ τις ἥλω παρὰ τοῖς Ἀθηναίοις ὑποκρινόμενος εἶναι πολίτης μὴ ὢν Ἀθηναῖος κατὰ τὸ ἀληθὲς καὶ τὰ αὐτὰ ποιῶν τοῖς πολίταις, πρὸ μὲν κρίσεως ᾤκει τὸ δεσμωτήριον, ἁλοὺς δὲ ἐν τῇ κρίσει ὕστερον ἐπωλεῖτο. |
| 24 266b | A ξενίας δώρων, ξενίας μαρτυρίας. |
| 24 266c | F 2 Y ἕως ἂν τῶν ψευδομαρτυριῶν] εἰώθασι γὰρ καὶ μάρτυρας παρέχειν οἱ κατήγοροι· πολλάκις δὲ καὶ κατ’ ἔχθραν τοῦτο ποιοῦσι καὶ συκοφάντας παρέχουσιν. |
| 24.267 | YL 〈καίτοι〉] λύσις ἀντιπίπτοντος. |
| 24.268 | S καίτοι τῶν ἐκ Πειραιῶς] τῶν βουλομένων δημοκρατεῖσθαι τὴν πόλιν. |
| 24 269a | οἱ γὰρ δημοτικοὶ κατέλαβον τὸν Πειραιᾶ, τῶν τριάκοντα κατασχόντων τὴν πόλιν. ἡ δὲ Φυλὴ τόπος τῆς Ἀττικῆς οὕτω καλούμενος. YL καίτοι . |
| 24 269b | .. Πειραιῶς] ὅ ἐστι τῶν δημοτικῶν τῶν φυγόντων τὴν πόλιν ἐπὶ τῶν τριάκοντα καὶ καταλαβόντων Φυλήν. A 〈ἔπειτα〉] τόν τε Ἀγύρριον καὶ Φιλέψιον ὁ Ἀριστοφάνης ὡς ἐχθροὺς αὑτοῦ σκώπτει ἐν τῷ Πλούτῳ (176). |
| 24.270 | A Καλλίστρατος] οὗτός ἐστιν ὁ ῥήτωρ, οὗ ζηλωτὴς ἐγένετο ὁ Δημοσθένης, περὶ οὗ ἔφη ἐρωτηθεὶς ὁ Δημοσθένης ‘τίς ἀμείνων ῥήτωρ, σὺ ἢ Καλλίστρατος;‘ ‘ἐγὼ μὲν γραφόμενος, Καλλίστρατος δὲ ἀκουόμενος;‘ ἦν γὰρ ἐπιδεικτικὸς σφόδρα ὁ Καλλίστρατος. |
| 24.271 | ὅθεν καὶ ἀκούσας αὐτοῦ ἐπιδεικνυμένου ὁ Δημοσθένης εἰς ἐπιθυμίαν ἦλθε λόγων, ὡς εἰρήκαμεν ἐν τῷ βίῳ αὐτοῦ. A καὶ οἱ ταμίαι] οἱ μὲν φασὶν ὅτι ἔκλεψαν ἀπὸ τῶν χρημάτων αὐτοί, οἱ δ’ ὅτι τὰ χρήματα τῆς πόλεως κείμενα ἐν τῷ ὀπισθοδόμῳ, 〈ὥστε〉 τισὶ δανεῖσαι τραπεζίταις τοὺς ταμίας. |
| 24 272a | ἀπορησάντων οὖν τῶν τραπεζιτῶν εἰς ἀπορίαν ἐλθόντες οἱ ταμίαι ἐνέπρησαν τὸν τόπον, ἵνα τῷ πυρὶ τὴν ἀπώλειαν λογίσωνται. καὶ οὗτοι οὖν ἐδεσμεύθησαν, ἕως ὅτε ἐκρίθησαν, καὶ οἱ τῶν ἄλλων θεῶν. καὶ οὗτοι γὰρ οἱ ταμίαι συνεσχέθησαν, μή ποτε αὐτοὶ ἐνέπρησαν. ἦν δὲ ὁ ὀπισθόδομος τὸ ὄπισθεν τῆς θεοῦ, ὅπου ἦν καὶ τὰ χρήματα. YL καὶ οἱ ταμίαι] ἰστέον ὅτι χρήματα καὶ τῶν ἄλλων ἱερῶν τῶν θεῶν καὶ τῆς Ἀθηνᾶς ἔκειτο ἔν τινι οἰκήματι ὀπίσω τῆς ἀκροπόλεως τῷ καλουμένῳ ὀπισθοδόμῳ, καὶ ἦσάν τινες τεταγμένοι ταμίαι ἐπὶ τῇ φυλακῇ τούτων. |
| 24 272b | ποτὲ οὖν πολλῶν χρημάτων ἀνενεχθέντων ἐκεῖσε ἔδοξε τοῖς ταμίαις, ὥστε λάθρα τῆς πόλεως δανεῖσαι ταῦτα τοῖς τραπεζίταις, ἵν’ αὐτοὶ κερδάνωσιν ἐκ τούτου. ὡς δὲ τοῦτο ἐποίησαν, ἔτυχεν ὕστερον ἀνατραπῆναι τὰς τραπέζας. ἔδοξεν οὖν αὐτοῖς ἐμπρῆσαι τὸν ὀπισθόδομον, ἵνα δόξῃ τὰ χρήματα ὑπὸ τοῦ πυρὸς ἀναλωθῆναι καὶ μὴ ὑπ’ αὐτῶν. A καὶ οἱ περὶ τὸν σῖτον ἀδικεῖν] οἷον ὥσπερ οἱ παρὰ Λεύκωνος. |
| 24 273a | εἶχον ἀτέλειαν οἱ σιτηγοῦντες Ἀθήναζε. ἀπήρχοντο πολλάκις ἀλλαχοῦ καὶ ἐπώλουν αὐτόν. καὶ οὗτοι οὖν δίκας ἐδίδοσαν. νόμος γὰρ ἦν ἀπείργων μὴ ἀλλαχοῦ σιτηγεῖν εἰ μὴ εἰς Ἀθήνας. YL καὶ . |
| 24 273b | .. ἀδικεῖν] ἐξηγοῦνται περὶ ἐμπόρων τινῶν Ἀθηναίων, ὅτι ἥλωσαν σιτηγοῦντες εἰς ἄλλον λιμένα παρὰ τὸν τῶν Ἀθηναίων νόμον. νόμος δὲ ἦν παρὰ Ἀθηναίοις τιμωρεῖσθαι τὸν Ἀθηναῖον ναύκληρον σιτηγοῦντα ἀλλαχοῦ, ἐπειδὴ λεπτόγεως ἦν ἡ Ἀττική. A διὰ τοὺς ἑαλωκότας] ἐκεῖνοι μὲν ἐν αἰτιάσει ὄντες ἐδέθησαν, οὗτοι δὲ ἑαλωκότες οὐ σωθήσονται. |
| 24.274 | YL μὴ τοίνυν ἐάσητε] ἄλλον τόπον ἐπάγει κατὰ τοῦ νομοθέτου ἐκ παραδείγματος. |
| 24 275a | καὶ ὥσπερ ἐκ παραδειγμάτων τὴν ἀνθυποφορὰν ἔλυσε, τῶν παλαιῶν ἐκείνων ἀνδρῶν ποιησάμενος μνήμην, οὕτω κἀνταῦθα κατὰ τοῦ νομοθέτου ἐν τῷ αὐτῷ κεφαλαίῳ τῷ δικαίῳ κατηγορίαν ποιεῖται, τῇ μὲν τέχνῃ ἐπιλογικὴν τοῦ κεφαλαίου, τῇ δὲ ἀληθείᾳ καὶ αὐτὴν οὐδὲν ἧττον ἀγωνιστικήν. YL ἐπιλογικὸς τόπος ἐκ παραδείγματος, οὐδὲν δὲ ἧττόν ἐστιν ἀγωνιστικός. |
| 24 275b | S ἀλλὰ μνησθέντες ὅτι Εὔδημον] συνάπτει τὸν κατὰ τοῦ νομοθέτου τόπον ἐκ παραδείγματος· καὶ ἔστιν ἐπιφορικώτερος ὁ λόγος μετὰ τὸ δίκαιον κεφάλαιον. |
| 24.276 | gTBc ἀντιτιμωμένου] ἤδη ἔγνωμεν ὅτι ἐν τῷ λόγῳ τῆς τιμωρίας προσετίμα ὁ διώκων, εἶτα ἐξῆν τῷ φεύγοντι ἀντιτιμῆσαι αὐτῷ ὅτι ‘τοῦδέ εἰμι ἄξιοσ‘. |
| 24.277 | λοιπὸν παρὰ τῷ δικαστῇ ἦν ἡ κρίσις τοῦ ἀνασχέσθαι ἢ οὔ. A 〈ἐκεῖνο〉] καθ’ ὑπόθεσιν ἔννοια· βούλεται γὰρ ἐκ τῶν ἤδη γεγονότων δίκας αὐτὸν εἰσπράξασθαι. |
| 24.278 | A εἰ οὗτος εἷς ὢν ἐπρέσβευσεν] ὁ Τιμοκράτης· εἰ γὰρ ἐνταῦθα τοιαῦτα δρᾶν ἐπεχείρησε, τί ἂν ἐποίησεν εἰ μόνος ἐπρέσβευσεν; Y 〈βούλομαι δ’ ὑμῖν〉] παραδιήγησις. |
| 24 280a | F 2 Y οἱ ἐπίλογοι. |
| 24 280b | A ἐπιλογικὸν παράδειγμα. |
| 24 280c | S 〈ὥστε ἄν τις βούληται〉] εὖ γε τῆς ἀκριβείας. |
| 24.281 | F 2 ἐπισπασθέντος] ἐφελκυσθέντος. |
| 24.282 | F 2 Y ἵνα δὲ καὶ περὶ ἐκείνου] ἐπιλογισάμενος τὸ δίκαιον κεφάλαιον διὰ τῶν τόπων τῶν κατὰ τοῦ νομοθέτου καὶ προδιαβαλών, ἵνα μηδὲ ἀξιόπιστος γένηται τῇ ἀντιθέσει χρώμενος, ἐπάγει λοιπὸν τὴν ἀπὸ τοῦ νομίμου ἀντίθεσιν μετὰ τὴν διαβολήν, περὶ ἧς ἤδη καὶ προοιμιάζεται ‘ἵνα δὲ καὶ περὶ ἐκείνου εἴπω τοῦ νόμου‘ καὶ τὰ ἑξῆς. |
| 24 283a | παρατηρητέον δὲ τὸ θεώρημα, ὅτι, ἂν εὐλαβῆται τινὰς ἀντιθέσεις ὡς ἰσχυράς, τότε τάττει μὲν αὐτὰς τελευταίας, ὡς παρὰ φαῦλον τὸ κατ’ αὐτὰς ποιούμενος, τῇ ἀμελείᾳ δὲ καὶ τῷ καιρῷ τῆς θέσεως ἐνδείκνυται δῆθεν αὐτῶν τὴν ἀσθένειαν. καὶ οὐ τοῦτο ποιεῖ μόνον, ἀλλὰ καὶ τῷ τῆς ἀπαγγελίας σχήματι τὴν ὀλιγωρίαν καὶ καταφρόνησιν αὐτῶν ὁμοίως ἐμφανῆ καθίστησιν. καθαιρεῖν γάρ πως εἴωθε καὶ τοῖς σχήμασιν. ὅρα δὲ ὅπως· ‘ἵνα δὲ καὶ περὶ ἐκείνου εἴπω τοῦ νόμου‘, ὡς παρέργου τινὸς μεμνημένος καὶ τὸ ἐκ περιουσίας ἐμφανίζων. ἔστι δὲ ἡ ἀντίθεσις ἀπὸ τοῦ νομίμου κεφαλαίου· ἣν εἰ μὲν ἔθηκεν ἐν τῷ νομίμῳ κεφαλαίῳ, καθεῖλεν ἂν τὸ οἰκεῖον νόμιμον καὶ ἰσχυρότερον τὸ Τιμοκράτους ἐποίησεν. ἐπεὶ δὲ τελευταίαν ἔθηκε καὶ μετὰ τοσαύτην διαβολὴν τοῦ νόμου, λέλυκεν αὐτῆς τὴν ἰσχύν. μάλιστα δὲ γέγονεν αὐτῆς μεγίστη λύσις τὰ ἐκ τῶν δεθέντων παραδείγματα, οἷς ἐχρήσατο ἐν τῷ δικαίῳ μετὰ τὴν ἀνθυποφοράν. εἰ γὰρ ἦν νόμος μὴ δεῖν, πῶς ἂν ἐδέθησαν οἱ τοσοῦτοι; οὕτω δὴ μεγάλα ἡμῖν συμβάλλονται οἱ καιροὶ τῶν ἀντιθέσεων, καὶ οὐ δεῖ πάντως ἐν τῷ νομίμῳ ἀπὸ τοῦ νόμου τιθέναι, εἰ μὴ χρεία καταναγκάζοι, ἐν ᾗ τὰς ἀπὸ τοῦ νομίμου ἐν τῷ νομίμῳ καὶ τὰς ἀπὸ τοῦ δικαίου ἐν τῷ δικαίῳ, καὶ ὅταν μὴ λυμαίνωνται, ἀλλ’ ὅπου μέλλει λυσιτελεῖν τῷ λέγοντι. οὕτως ὑπερβέβηκεν ὁ ῥήτωρ τῇ οἰκείᾳ φύσει τὴν τέχνην, οὐ τῇ τέχνῃ δουλεύων, ἀλλὰ τὸ οἰκεῖον συμφέρον τέλος ἡγούμενος. YLS ἵνα δὲ καὶ περὶ ἐκείνου] ὡς παρέργου τινὸς ὄντος καὶ ἐκ παρέργου· καθαιρεῖ γὰρ καὶ τίθησι καὶ τῷ τῆς ἐπαγγελίας σχήματι. |
| 24 283b | τὰ δ’ οὖν ἰσχυρὰ εἰ ἐτέθειτο ἐν τῷ νόμῳ κεφάλαια, πολλὴν αὐτῷ τὴν μάχην ἐποίει. ἐνταῦθα δὲ πολλὰς εὗρε τὰς λύσεις ἀπὸ τῶν ἐν τῷ δικαίῳ παραδειγμάτων· οὐ γὰρ ἐνεχώρει τοιούτου κειμένου νόμου τοῦ λέγοντος ‘οὐ δήσω τῶν Ἀθηναίων οὐδένα‘ τοσούτους δεθῆναι καὶ στρατηγοὺς καὶ ῥήτορας. ἔστι δὲ ἀπὸ τῆς τοῦ ῥητοῦ διανοίας. gTBc οὐδὲ δήσω Ἀθηναίων οὐδένα] τοῦτο προάγει ὁ Τιμοκράτης ὡς νόμον παλαιὸν συμφωνοῦντα ᾧ αὐτὸς ἔγραψε. |
| 24.284 | ὁ δὲ Δημοσθένης λύει λέγων ὅτι ‘ὁ μὲν Τιμοκράτης λέγει αὐτὸν εἶναι νόμον, οὐκ ἔστι δὲ νόμος, ἀλλ’ ὅρκος τῶν βουλευτῶν‘. ὁ γὰρ νόμος, φησί, παραγγέλματα ἔχει καθολικά, οἷον τόδε μὲν ποιεῖν, τόδε δὲ μὴ ποιεῖν. τὸ δὲ ‘οὐ δήσω Ἀθηναίων οὐδένα‘ οὐκ ἔστιν ὥσπερ φωνὴ νόμου, ἀλλ’ ἀνθρώπου τινὸς ταῦτα λέγοντος. ἐζήτησαν δέ τινες ‘διὰ ποίαν αἰτίαν οὐκ ἔταξε ταύτην τὴν ἀντίθεσιν ἐν τῷ παρανόμῳ κεφαλαίῳ; ἐκεῖ γὰρ ὀφείλει ταχθῆναι.‘ λέγομεν ὅτι ‘ἐκεῖ εἰ ἐτέθη, ὑπὲρ τοῦ Τιμοκράτους ἂν ἐτίθετο· ἰσχυρὰ γὰρ ἦν ἀντίθεσις· ἐνταῦθα δὲ μετὰ τοὺς ἀγῶνας καὶ μετὰ τὰς ἀποδείξεις τοῦ δειχθῆναι βλαβερὸν τὸν νόμον τὸν Τιμοκράτους σαθροτέρα ἐγίνετο ἐν τοῖς ἐπιλόγοις ταττομένη, καὶ οὕτως οὔτε ἐδόκει αὐτὴν φεύγειν ὡς ἄπορον καὶ δύσλυτον καὶ πάλιν διὰ τῶν ἐπιλόγων εὐτελῆ αὐτὴν ἐπιδείκνυσι‘. A 〈τὸ αὐτὸ τέλος τελοῦντασ〉] τῶν τριῶν ἐγγυητῶν ἐχόντων τὴν ἴσην οὐσίαν ἐκείνῳ ᾧπερ ἐγγυῶνται, ἵνα ἔσονται ἱκανοὶ τρεῖς ἐγγυήσασθαι αὐτόν. |
| 24 285a | A τὸ . |
| 24 285b | .. τελοῦντας] τὴν ἴσην ἔχοντας περιουσίαν, εἴ γε ἐν τῷ τελεῖν ὡς εἶχε περιουσίας ἕκαστος τὸ ἴσον ἐτέλει. YL ἢ ἐγγυησάμενος] ἔδει γὰρ τοὺς τελώνας παρέχειν ἐγγυητὰς τῶν μισθωμάτων. |
| 24.286 | YL ἢ ἐκλέγων] ἕτερος μὲν ὁ μισθούμενος, ἕτεροι δὲ οἱ ἐκλέγοντες, οἷς ἐπίστευσεν ὁ τελώνης τὴν ἐκλογήν, ἔχων αὐτοὺς ὑποτεταγμένους. |
| 24.287 | YL οὐ γὰρ ἐρῶ ὅτι αὐτὸς Ἀνδροτίων] λύει τὴν ἀντίθεσιν κατὰ ἔνστασιν εὐθὺς ‘οὐ γὰρ ἐρῶ ὅτι αὐτὸς Ἀνδροτίων ἦγε καὶ ἔδει τούτου τοῦ νόμου κειμένου‘, μάρτυρα αὐτὸν Ἀνδροτίωνα παρεχόμενος τοῦ μὴ τὴν ἀντίθεσιν ἰσχυρὰν εἶναι. |
| 24 288a | ταὐτὸν γάρ ἐστιν εἰπεῖν πρὸς Ἀνδροτίωνα καὶ πρὸς τὸν νόμον. λύει δὲ καὶ κατὰ ἀντιπαράστασιν εὐθὺς μετὰ μικρὸν ‘οὗτος γάρ, ὦ ἄνδρες δικασταί, οὐκ ἐπὶ τοῖς κεκριμένοις κεῖται, ἀλλ’ ἐπὶ τοῖς ἀκρίτοισ‘, εἶτα τῇ διανοίᾳ τοῦ νομοθέτου ‘ἵνα μὴ διὰ τὸ δεδέσθαι χεῖρον ἀναγκάζοιντο ἀγωνίζεσθαι ἢ καὶ παντάπασιν ἀπαράσκευοι εἶεν‘. μετὰ ταῦτα πάλιν λύει ἐν τῷ κατὰ μάχην ἐναντίῳ (146) ‘οὔτε γάρ, ὦ ἄνδρες δικασταί, τιμᾶν ἐξῆν ὑμῖν ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι ... εἴπερ μὴ ἐξῆν ἄλλους ἢ τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἁλισκομένουσ‘. εἶτα ἑτέρα ἔνστασις, ᾗ πάλιν κέχρηται μεταληπτικῇ· (147) ‘ἔπειτα δ’, ὦ ἄνδρες δικασταί, τοῦτο τὸ γράμμα αὐτὸ μὲν καθ’ αὑτὸ οὐκ ἔστι νόμοσ‘. δείκνυσι γὰρ οὐ τοῦ δικαστηρίου, ἀλλὰ τῆς βουλῆς ὄντα τὸν ὅρκον. καὶ θαυμάσαι ἄξιον τί δή ποτε φήσας τοῦ βουλευτικοῦ ὅρκου εἶναι τὸ (147) ‘οὐδὲ δήσω Ἀθηναίων οὐδένα‘, τὸν μὲν ὅρκον τῶν βουλευτῶν οὐκ ἀναγινώσκει, τὸν δὲ τῶν ἡλιαστῶν ὅρκον παρέχεται, ὃν οἱ δικάζοντες ὤμνυον. ἔστι δὲ καὶ ἀπὸ τῶν λύσεων διαφόρως ἐχουσῶν ἄλλως ὑποπτεῦσαι τὸ προκείμενον. πῇ μὲν γὰρ λέγει τοῦτο γεγράφθαι περὶ τῶν μηδέπω ἠγωνισμένων, ἀλλ’ οὐ περὶ τῶν κεκριμένων, πῇ δὲ ὅτι τῆς βουλῆς ὅρκος ἐστίν. οὑτωσὶ ῥητορεύεσθαι τὸ χωρίον φαίνεται. YL λύσις τῆς ἀντιθέσεως κατ’ ἀντιπαράστασιν. |
| 24 288b | S 〈οὗτος γάρ, ὦ ἄνδρες δικασταί〉] κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν ἐνταῦθα λύει. |
| 24 289a | ἰστέον δὲ ὅτι πρώτην ἔταξε τὴν ἀντιπαράστασιν, δευτέραν δὲ τὴν ἔνστασιν διὰ τὸ ἀναιδὲς μᾶλλον. A λύσις κατὰ ἔνστασιν τῆς ἀντιθέσεως. |
| 24 289b | S 〈ἵνα μὴ διὰ τὸ δεδέσθαι〉] λύσις τῇ διανοίᾳ τοῦ νομοθέτου. |
| 24.290 | S ἀπαράσκευοι] μὴ ἔχοντες ἐν τῷ κατέχεσθαι συνήγορον. |
| 24.291 | gTBc 〈οὔτε γάρ, ὦ ἄνδρες δικασταί〉] λύει πάλιν ἐν τῷ κατὰ μάχην ἐναντίῳ. |
| 24.292 | S 〈ἔνδειξισ〉] ἡ ἔνδειξις δίκη ἐστὶ κατὰ τῶν ἀτίμων καὶ πολιτευομένων, ἡ δὲ ἀπαγωγὴ ἐπὶ τῶν κλεπτῶν. |
| 24.293 | A 〈ἔπειτα δ’〉] ἐνταῦθά ἐστιν ἡ ἔνστασις. |
| 24 294a | A ἔτι ἔνστασις μεταληπτική. |
| 24 294b | δείκνυσι γὰρ οὐ τοῦ δικαστηρίου, ἀλλὰ τῆς βουλῆς ὄντα τὸν ὅρκον. S αὐτὸ μὲν καθ’ ἑαυτὸ] ὡσανεὶ ἔλεγεν ‘ἐκ αὐτῆς τῆς φωνῆς ἔξεστι στοχάσασθαι ὅτι οὐκ ἔστι νόμοσ‘. |
| 24.295 | A 〈ὅρκος ἡλιαστῶν〉] ἰστέον ὅτι καὶ τὸν ὅρκον τοῦτον τῶν ἡλιαστῶν ἐν τοῖς ἐπιλόγοις τέθεικεν ὡς ἐπιλογικὸν μᾶλλον ὄντα, ἀλλ’ οὐ τῆς ὑποθέσεως αὐτῆς μέρος ὄντα καὶ τῶν ἀγώνων. |
| 24.296 | A καὶ τὰ ψηφίσματα] ἰστέον ὅτι ψηφίσματα ἐνταῦθα λέγει τὰ παλαιὰ τὰ νομισθέντα εἶναι καλά. |
| 24.297 | A ἀποκοπὰς] οὐδὲ νομοθετῆσαι περὶ τῶν ἰδιωτικῶν χρημάτων, ὥστε μὴ ἀπολαμβάνειν τοὺς ἰδιώτας τὰ χρέα ἅπερ ἐδάνεισαν· τοῦτο γὰρ τυραννίδος ἐστίν. |
| 24.298 | A ἀναδασμὸν] οἷον ἀναμερισμόν. |
| 24.299 | τοῦτο γὰρ εἴωθε γίνεσθαι ἐν ταῖς ἀτακτούσαις δημοκρατίαις. οἱ γὰρ πένητες πολλάκις καθ’ ἑαυτοὺς γινόμενοι στασιάζουσι πρὸς τοὺς πλουσίους, λέγοντες ὡς οὐ δίκαιόν ἐστι τούτους μὲν ἔχειν γῆν πολλήν, αὐτοὺς δὲ μή, ἀλλὰ δίκαιον εἶναι καὶ αὐτοῖς ἐξ ἴσου μερίσασθαι τὴν γῆν καὶ οἰκίας. A οὐδὲ τοὺς μένοντας] οὐδὲ τοὺς μένοντας, φησίν, ἐν τῇ πόλει καὶ μὴ ἡμαρτηκότας παρανόμως ἐκ τῆς πόλεως ἐκβαλῶ. |
| 24.300 | A οὔτ’ ἄλλον οὐδένα] ἠδύνατο γάρ τις μὴ ἁμαρτάνειν αὐτός, ἄλλον δὲ ὁρῶν ἀδικοῦντα περιορᾶν. |
| 24.301 | ὅπερ ἐστὶν ἀληθέστερον ἀδικεῖν, ὥς φησιν ὁ Θουκυδίδης (1, 69, 1). A ὥστ’ ἄρχειν ὑπεύθυνον ὄντα] νόμος ἦν δὶς τὸν αὐτὸν μὴ ἄρχειν ἐν τῷ αὐτῷ ἐνιαυτῷ μὴ δόντα εὐθύνας τῆς πρώτης ἀρχῆς, μηδὲ ἄρχειν τὴν αὐτὴν ἀρχὴν τὸν αὐτὸν διὰ τοιαύτην αἰτίαν, ἵνα μὴ οἱ βουλόμενοι κατηγορεῖν 〈αὐ〉τοῦ ἄρχοντος, προσδοκῶντες αὐτὸν πάλιν ἄρχειν τὴν αὐτὴν ἀρχήν, ἀναγκάζοιντο σιωπᾶν, πολλάκις ὄντες τῆς αὐτῆς ἀρχῆς ὑπηρέται οἱ δυνάμενοι αὐτοῦ κατηγορεῖν διὰ τὸ συνειδέναι οἷς ἔπραξεν. |
| 24.302 | A τοῦ ἱερομνήμονος] ἱερομνήμων ἐλέγετο ὁ πεμπόμενος σύνεδρος εἰς τοὺς Ἀμφικτύονας ὑπὲρ τῆς πόλεως. |
| 24.303 | A κυαμεύονται] δικάζουσι· κυάμοις γὰρ τὸ παλαιὸν ὥσπερ κλήροις ἐδήλουν τὴν γνώμην οἱ δικάζοντες. |
| 24 304a | YL κυαμεύονται] κληροῦνται· κύαμον γὰρ ἐκάλουν τὸν κλῆρον αὐτὸν καὶ τὴν ψῆφον 〈ἐκ〉 τοῦ λαμβάνειν αὐτοὺς ἐπὶ τὸ ἄρχειν. |
| 24 304b | ἦσαν δὲ αὗται ποτὲ μὲν τετρημέναι καὶ ἄτρητοι, ποτὲ δὲ μέλαιναι καὶ λευκαί. αἱ μὲν τετρημέναι καὶ μέλαιναι ἦσαν καταψηφιζόμεναι (φασὶ δέ τινες τῶν ἐξηγησαμένων, ὅτι ἀπὸ χοιρείων ὀστῶν αὗται ἐγίνοντο), αἱ δὲ λευκαὶ καὶ ἄτρητοι ἦσαν αἱ σῴζουσαι. A καὶ κήρυκος καὶ πρεσβείας] ἀντὶ τοῦ ‘τῶν οὕτως εὐτελῶν‘, εὐτελῶν δὲ πρὸς τοὺς ἄλλους ἄρχοντας τοὺς μεγάλους. |
| 24.305 | ἰστέον δὲ ὅτι ἄλλος ἦν ὁ κῆρυξ τοῦ δήμου καὶ ἄλλος ὁ τοῦ πολέμου, ὁ προηγούμενος τῶν πρέσβεων πρὸς τὸ αὐτοὺς σπείσασθαι εἰρήνην πρὸς τοὺς πολεμίους, βαστάζων καὶ σύμβολον τὸ κηρύκιον. A οὔτ’ ἄλλος ἐμοὶ] ἔστι γὰρ πολλάκις μὲν αὐτὸν μὴ λαμβάνειν τινὰ διὰ τὸν ὅρκον, ὑποβάλλειν δὲ ἢ ἄνδρα ἢ γυναῖκα λαμβάνειν ὑπὲρ αὐτοῦ ἢ δι’ ἄλλης τέχνης ἢ μηχανῆς. |
| 24.306 | A ὡς μὲν οὖν ἔξεστιν] παρασχόμενος τὸν ὅρκον καὶ ἀναγνοὺς καὶ πιστωσάμενος διὰ τῶν ἐγγράφων πίστεων ἐπιλογίζεται ἑξῆς. |
| 24 307a | πρῶτον μὲν ἀπὸ τοῦ πράγματος· ἔστι γὰρ οὗτος κοινὸς τόπος κατὰ τῶν φαύλων νόμων ἐκ πηλικότητος. πληρώσας δὲ τὸν κατὰ τοῦ νόμου τόπον ἄρχεται τοῦ κατὰ τοῦ προσώπου τόπου. καὶ ἔστιν ἑκάτερος ἐπιφορικός, ὅ τε προειρημένος καὶ οὗτος ἐν ἐπιλόγοις. ὁ δὲ κατὰ τοῦ προσώπου τόπος ἐντεῦθεν ἄρχεται (155)· ‘ὅτι τοίνυν καὶ τέχνῃ κακῶς ἐνεχείρησε ποιεῖν, ἄξιόν ἐστιν ἀκοῦσαι.‘ ὁ δὲ τόπος ἀπὸ τῆς γνώμης ‘τίνι διανοίᾳ καὶ γνώμῃ τὸν νόμον τέθεικεν;‘, ὃ ὑπόλοιπον συνάπτει τὴν παρέκβασιν λόγοις ἐπιφορικοῖς κατ’ Ἀνδροτίωνος κειμένοις. καὶ ἵνα μὴ ἀθρόως ἐπὶ τὴν καταφορὰν ταύτην ἔλθῃ μηδὲ ἀπαρτήσῃ τὸν κατὰ Ἀνδροτίωνος λόγον τῆς ὑποθέσεως, ἀλλ’ ἐκ προσαγωγῆς δυνατὸν προσιέναι δοκῇ, ὀλίγῳ πρότερον προῳκονόμησεν εἰπὼν (158) ‘καίτοι ἀνερωτῶντός τινος αὐτὸν‘ καὶ τὰ ἑξῆς. καὶ μετὰ ταῦτα ἐπήγαγε τὴν παρέκβασιν (160)· ‘καὶ πρῶτον μέν, ἐφ’ ᾧ μέγιστον φρονεῖ, τὴν τῶν χρημάτων εἴσπραξιν ἐξετάσωμεν αὐτοῦ‘. YL πιστωσάμενος διὰ τῶν ἐγγράφων πίστεων ἐπιλογίζεται πρῶτον ἀπὸ τοῦ πράγματος. |
| 24 307b | S πληρώσας τὸν κατὰ τοῦ νόμου τόπον ἄρχεται τοῦ κατὰ τοῦ προσώπου. |
| 24 307c | καὶ ἔστιν ἑκάτερος ἐπιφορικός. ἔστι δὲ ὁ τόπος οὗτος ἀπὸ τῆς γνώμης ‘τίνι διανοίᾳ καὶ γνώμῃ τὸν νόμον τέθεικεν;‘ S 〈ἐκφύοι〉] ἐνέμεινε τῇ τροπῇ τοῦ σπέρματος, ὡσανεὶ ἔλεγε· ‘μὴ καταβάλωμεν‘ φησί ‘σπέρμα τοιοῦτον πονηρίας, εἰ καὶ μὴ μέλλει ἀναβλαστῆσαι πώποτε καὶ αὐξῆσαι‘. |
| 24.308 | A ὅτι τοίνυν καὶ τέχνῃ κακῶς ἐνεχείρησε] μετὰ τὴν τοῦ πράγματος καταφορὰν μεταβέβηκεν ἐπὶ τὴν τοῦ προσώπου· ὁ δὲ τόπος ἀπὸ τῆς γνώμης τοῦ γράψαντος, ὅτι ‘οὐχ ὡς ἔτυχεν ἐποίησεν ὑμᾶς κακῶς, ἀλλὰ μετὰ τέχνης καὶ σκεψάμενος εἰς τοῦτο‘. |
| 24.309 | gT 〈εὗρεν οὖν τοῦθ’〉] νομίζεται γὰρ τὸ νομοθετεῖν ὑπὲρ τῆς πόλεως εἶναι· ὅμως εἰσὶ καὶ παρανόμων γραφαί· ἀλλ’ οὖν γε αὐτὸ καθ’ ἑαυτὸ τὸ νομοθετεῖν νομίζεται καλόν τι εἶναι. |
| 24.310 | A πρόεδρος] ὁ τὴν προεδρίαν ἔχων ἐν τῷ δήμῳ καὶ προσάγων αὐτῷ τὴν πεῦσιν. |
| 24.311 | YL ἐπεψήφισεν] ἢ διάσκεψιν προσήγαγεν, ἢ ἐπεκύρωσε τὴν ψῆφον. |
| 24.312 | YL οὐ Τιμοκράτει χαρίσασθαι] ἐκβολὴ τῶν συνηγόρων αὐτοῦ. |
| 24.313 | gT ἐφ’ ὑμᾶς] ἀντὶ τοῦ ‘καθ’ ὑμῶν τοιαῦτα ἠθέλησε γράψαι παράνομα‘. |
| 24.314 | gT τετυφῶσθαι] μαίνεσθαι, ἀπὸ τοῦ δαίμονος τοῦ Τυφῶνος τοῦ μανέντος κατὰ τῶν θεῶν. |
| 24.315 | YL σχολὴν ἄγοντα ἐσκέφθαι περὶ πάντων] ἀντὶ τοῦ ‘σχολάσαντα καὶ ἀργήσαντα ἀπὸ τῶν ἄλλων πραγμάτων, ἵνα σκέψηται ταῦτα‘. |
| 24.316 | ὅρα πῶς αὐτῷ φθόνον συνάγει διὰ τούτων. A τοῦ μέν, εἰ καλεῖ] τοῦ Τιμοκράτους. |
| 24.317 | A τοῦ δ’, εἰ πάρεισι] τοῦ Ἀνδροτίωνος. |
| 24.318 | A συναπολογήσεται] βούλεται δὲ ὥσπερ ἐκβολὴν ἐνταῦθα ποιήσασθαι συνηγόρων. |
| 24.319 | διὰ τί δὲ οὐκ ἔστιν ἀκριβὴς ἐκβολὴ συνηγόρων, ἤδη εἴπαμεν ἐν τῷ κατὰ Ἀνδροτίωνος. A 〈ὅμως δὲ καὶ περὶ τῶν ἐκείνῳ〉] παρέκβασις πάλιν ἐπὶ τὰ πολιτεύματα Ἀνδροτίωνος. |
| 24.320 | A καὶ πρῶτον μέν, ἐφ’ ᾧ μέγιστον φρονεῖ] ἐπλήρωσε τὴν ἐπιφορὰν τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐν τῷ κατ’ Ἀνδροτίωνος (22, 47). |
| 24 321a | gT ἐζήτηται διὰ ποίαν αἰτίαν τὰ αὐτὰ μέλλει ἐπιφέρειν ἅπερ εἶπεν ἐν τῷ κατὰ Ἀνδροτίωνος (22, 47). |
| 24 321b | οἱ μὲν λέγουσιν ‘οὐχ οἱ αὐτοὶ ἦσαν δικασταί, καὶ οὐδὲν ἦν ἄτοπον διὰ τοὺς μὴ ἀκηκοότας ἐκεῖνα πάλιν τὰ αὐτὰ λέγειν ἐνταῦθα‘· ἄλλοι δὲ λέγουσιν ὅτι ‘ἠθέλησεν ἐνδείξασθαι ὁ Διόδωρος, ὅτι ἰδιώτης ἐστὶ καὶ οὐκ ἠδυνήθη ἄλλως σκέψασθαι τὰ αὐτά‘. βέλτιον δὲ λέγειν μᾶλλον τὴν αἰτίαν, ἣν εἴπαμεν ἐν τοῖς Φιλιππικοῖς. A πομπεῖα] τὰ σκεύη τῆς ἑορτῆς. |
| 24.322 | YL προσαγωγεῖ] συνεργῷ, προξένῳ εἰς τὸ λαβεῖν ἢ κλέπτειν τὰ δημόσια ἢ περιποιεῖν αὑτῷ κέρδη. |
| 24 323a | YL προσαγωγεῖ] ἀντὶ τοῦ ‘δηλάτορι‘, ἀπὸ τοῦ προσαγαγεῖν αὐτῷ καὶ ὑποβάλλειν τινὰς ἀπαιτῆσαι ἀδίκως. |
| 24 323b | τὸ δὲ ‘ἀποδέκτασ‘ ἀντὶ τοῦ ‘ὑποδεχομένους τὰ χρήματα‘. A ἀποδέκτας] οἱ παλαιοὶ οὕτως ἐκάλουν ὑποδέκτας, τινὲς δὲ τοὺς ταμίας φασίν. |
| 24.324 | YL 〈τὸν γὰρ ὑπὲρ τῆς πόλεως πράττοντά τι〉] σημείωσαι, ὑψηλῶς εἴρηται καὶ γνωμικῶς. |
| 24.325 | F 2 YL 〈οὔτε γὰρ ῥᾷον πολλοῖσ〉] ὑπεξαίρεσις τῶν αἰτιῶν. |
| 24.326 | F 2 YL καὶ μὴ τὸν χρόνον εἰ πολύς ἐστιν] οἶδεν ὁ ῥήτωρ παλαιὰ πράγματα ἐγκαλῶν τὰ τῶν εἰσφορῶν καὶ ἃ προείρηκεν. |
| 24.327 | ἐπειδὴ οὖν ἀνέκυπτεν αὐτῷ παραγραφικὸν ἀπὸ χρόνου, διὰ τοῦτο ἀναγκάζεται λῦσαι αὐτό. A 〈οὔκουν〉] τὸ ‘οὔκουν‘ παροξύνεται, ἐπεὶ πάλιν ἐπὶ ἀρνήσεώς ἐστιν. |
| 24.328 | A φήσας δὲ ἀπορρεῖν τὰ φύλλα τῶν στεφάνων] παίζει. |
| 24.329 | χρυσῶν γὰρ ὄντων τῶν στεφάνων ὡς περὶ ἄνθους τοῦτο ἔλαβε. ‘σαπροὺσ‘ δὲ παλαιούς, σαθρούς, σεσηπότας. gT τὸν δημόσιον] τὸν ἀπογραφόμενον τὰ δημόσια, ὥσπερ νῦν λέγομεν ταβουλάριον. |
| 24.330 | YL καὶ οὗ τὸ σῶμα ἡταιρηκότος] ὁριστικῶς καὶ σοφιστικῶς τοῦτο ποιεῖ· εἰ γὰρ τὸ σῶμα κωλύεται, πολλῷ μᾶλλον τὸ ὄνομα. |
| 24.331 | gT 〈ὁ δὲ παρακάθηται καὶ οὐ καταδύεται τοῖς πεπραγμένοισ〉] νῦν περὶ Ἀνδροτίωνος λέγει, ὅπερ εἶπεν ἐν τῷ κατ’ Ἀνδροτίωνος (22, 74) περὶ τοῦ Τιμοκράτους. |
| 24.332 | A 〈τοὺς ἐχθροὺς κρατοῦντεσ〉] ἀντὶ τοῦ ‘τῶν ἐχθρῶν‘· ἀρχαϊσμὸς δέ ἐστι. |
| 24.333 | YL 〈ἀλλ’ Ἀνδροτίων ὑμῖν〉] σχῆμα ἐπανάληψις, ἐπὶ προσώπου διαβολῆς. |
| 24.334 | F 2 YL χερνίβων καὶ κανῶν] τῶν πρὸς τὴν θυσίαν ἁρμοζόντων· λέγει δὲ ταῦτα, ἐν οἷς νίπτονται οἱ σπένδοντες. |
| 24.335 | YL οἶδα δ’ ὅτι, ὡς μὲν οὐκ ἀσύμφορος] πληρώσας τὴν ἐπιφορὰν τίθησι τὴν πολυθρύλητον ἐκείνην ἀντίθεσιν, δι’ ἣν ἀσύστατος ὁ λόγος ὑπείληπται. |
| 24 336a | πρῶτον μὲν οὖν ἄξιον θαυμάσαι, ὅτι μέλλων τιθέναι τὴν ἀντίθεσιν ἀνεκεφαλαιώσατο τὴν μνήμην τῶν ἰσχυρῶν, τοῦ παρανόμου, τοῦ ἀσυμφόρου, τοῦ ἀδίκου, ἵνα δείξῃ ὅτι ταῦτα ἦν τὰ κρινόμενα καὶ περὶ τούτων ἡ ψῆφος, οὐχὶ δὲ τὸ κατὰ τοὺς πρέσβεις. διὰ τοῦτο δὲ καὶ τελευταίαν τὴν ἀντίθεσιν τέθεικεν, ἵνα καὶ τῷ τόπῳ ἐνδείξηται αὐτῆς τὸ ἐξαγώνιον. ὅτι δὲ ἐξαγώνιος ἡ ἀντίθεσις, αὐτὸς διαρρήδην ἡμᾶς ὁ ῥήτωρ ἐδίδαξεν εἰπὼν (189) ‘ἀλλὰ μὴ περὶ τούτων οἰσόντων ἡμῶν τὴν ψῆφον‘, καὶ ἑτέρωθι δὲ λέγει (189) ‘μὴ λέγε τὴν ἔκτισιν (οὐδὲν γὰρ ἐπικοινωνεῖ τῷ νόμῳ τῷδε), ἀλλ’ ὡς ἐπιτήδειός ἐστι καὶ καλῶς ἔχων ὁ νόμος, τοῦτο δίδασκε· τοῦτο γάρ ἐστιν ὑπὲρ οὗ σὺ μὲν εἰσενεγκεῖν φῄς, ἐγὼ δὲ γέγραμμαι.‘ ὥστε πανταχόθεν ἐστὶ καταφανές, ὅτι διαβολῆς ἕνεκα τὴν κατὰ τῶν πρέσβεων ὑπόθεσιν εἴληφε. YL οἶδα . |
| 24 336b | .. ἀσύμφορος] μέλλων τιθέναι τὴν ἀντίθεσιν ἀνεκεφαλαιώσατο τὴν μνήμην τῶν ἰσχυρῶν, τοῦ παρανόμου, τοῦ ἀσυμφόρου, τοῦ ἀδίκου, ἵνα δείξῃ ὅτι ταῦτα ἦν τὰ κρινόμενα καὶ περὶ τούτων ἡ ψῆφος, οὐχὶ δὲ τὸ κατὰ τοὺς πρέσβεις. ἐπειδὴ δὲ κινοῦσι τὸν περὶ τῶν πρέσβεων λόγον, 〈ὅτι〉 ἐκτετίκασι τὰ χρήματα λέγοντες, ἐνδείκνυται ὅτι ἐκ περιουσίας τούτῳ χρῆται τῷ λόγῳ τῷ κατὰ τοὺς πρέσβεις. διὰ τοῦτο τελευταίαν καὶ τὴν ἀντίθεσιν τέθεικεν, ἵνα καὶ τῷ τόπῳ ἐνδείξηται αὐτῆς τὸ ἐξαγώνιον. καὶ ὅτι ἐξαγώνιος ἡ ἀντίθεσις, αὐτὸς ἐδίδαξεν ὁ ῥήτωρ εἰπὼν (189) ‘ἀλλὰ μὴ περὶ τούτων οἰσόντων ὑμῶν τὴν ψῆφον‘, καὶ ἑτέρωθι (189) ‘μὴ λέγε τὴν ἔκτισιν (οὐδὲν γὰρ ἐπικοινωνεῖ τῷ νόμῳ τῷδε), ἀλλ’ ὡς ἐπιτήδειός ἐστι καὶ καλῶς ἔχων ὁ νόμος, τοῦτο δίδασκε‘. πανταχόθεν οὖν καταφανές, ὅτι διαβολῆς ἕνεκεν τὴν κατὰ τῶν πρέσβεων ὑπόθεσιν εἴληφεν. εἰ δὲ καὶ τῆς γραφῆς δοθείσης ἐν τῷ μεταξὺ φαίνονται καταβεβληκότες, οὐδὲν τοῦτο τῇ ὑποθέσει λυμαίνεται· διαβολῆς γὰρ ἕνεκα εἴληπται, ὥσπερ ἔφην. εἰ δὲ ἐκτετίκασι τὸ κεφάλαιον, καὶ δεῖ πρὸς τοῦτο διαγωνίζεσθαι, ὑπεύθυνοι καθεστήκασιν ἐπὶ τῇ διπλασιάσει. περίεργον δὲ ζητεῖν ἴσως, πότερον ὀφείλουσιν ἢ τελέως ἀπηλλαγμένοι φαίνονται τοῦ ὀφλήματος· οὐδὲ γὰρ διὰ τοῦτο ἡ κρίσις οὐδὲ διὰ τοῦτο γέγονεν ἡ γραφή. ἐπειδὴ δὲ ἀπέδειξεν ἐν τῷ δικαίῳ κεφαλαίῳ οὐχὶ τοὺς ἀδυνάτους δεθέντας, ἀλλὰ τοὺς μάλιστα στρατηγούς τε καὶ ῥήτορας καὶ δημαγωγούς, εἰκότως ἐθάρρησε προσθεῖναι τὴν κατασκευὴν τῇ ἀντιθέσει, ἵνα ὁ Τιμοκράτους λόγος ἐλέγχηται. εἰ γὰρ ὁ μὲν Τιμοκράτης φησὶν ὑπὲρ τῶν ἀδυνάτων εἶναι τὸν νόμον, φαίνονται δ’ οὐχ οἱ ἀδύνατοι δεθέντες πολλάκις, ἀλλ’ οἱ μάλιστα δυνατώτατοι, πῶς οὐκ ἂν γένοιτο αὐτὸς ὁ ἀκροατὴς ἀνταγωνιστὴς τούτῳ τῷ λόγῳ; οἶδε δὲ μετὰ τὰς λύσεις τὰς ἀντιθέσεις τιθέναι. gT οὐχ ἕξει λέγειν· ἀκούω δ’ αὐτὸν] ὁ Τιμοκράτης. |
| 24 337a | A τινὲς βούλονται ἐντεῦθεν εἶναι τοὺς ἐπιλόγους, ἐπειδή, φασίν, ἐν τῷ πρὸ αὐτοῦ κώλῳ ἐπελογίσατο τὰ τρία κεφάλαια. |
| 24 337b | A ἀκούω δ’ αὐτὸν λέγειν ὡς ἐκτέτεισται τὰ χρήματ’] εἰσῆκται ὡς ἐν διασυρμῷ. |
| 24.338 | ‘ἀκούω δὲ λέγειν αὐτὸν ὡς ἐκτέτισται‘, οἱονεὶ παράδοξον λόγον καὶ ἄτοπον καὶ οὐδαμοῦ τοῖς ζητουμένοις ἀκόλουθον. διὸ καὶ περιτρέπει αὐτῷ τὸν λόγον. ὁμολογοῦντα γὰρ ἐποίησεν ὅτι διὰ τοὺς πρέσβεις ἔθηκε τὸν νόμον, ἐπαγαγὼν ὡς ‘ἔνοχός ἐστι τῇ παρανομίᾳ μὴ ἐπὶ πᾶσι γεγραφὼς τὸν νόμον, ἀλλ’ ὀλίγοις χαρισάμενοσ‘. ὅθεν ἐπισημαίνεται πρὸς τοὺς δικαστὰς ἀναμιμνήσκων τοὺς ὅρκους, καθ’ οὓς αὐτοὶ δικάζειν ὀμωμόκασι. λύει γάρ, φησί, τοὺς νόμους καὶ μετὰ τῶν νόμων τὰ δικαστήρια. gT ἐκτέτισται τὰ χρήματα] τινὲς λέγουσι ἐκ τούτου νομίζεσθαι τὸν λόγον ἀσύστατον. |
| 24.339 | εἰ γὰρ ἐκτέτισται τὰ χρήματα καὶ ὁμολογεῖ καὶ ὁ Δημοσθένης ἐνταῦθα τοῦτο αὐτό, οὐκοῦν περιττῶς κατηγορεῖ. λέγομεν ‘πρῶτον μὲν καὶ αὐτὸς ὁ ῥήτωρ ἐπισημαίνεται τοῦτο, ὅτι οὐ περὶ τούτων ἐστὶν ὁ ἀγὼν νῦν, ἀλλὰ περὶ τοῦ εἴτε ἐννόμως ἐγράφη ὁ νόμος ὁ Τιμοκράτους εἴτε παρανόμωσ‘. A οὐδὲ καθ’ ἓν] ἀντὶ τοῦ ‘οὐδὲ ὅλωσ‘. |
| 24.340 | A εἰ μὲν γὰρ ὑπὲρ τούτων] τὸ διλήμματον πάλιν σχῆμα. |
| 24.341 | A 〈καίτοι καὶ τοῦτ’ οὐκ ἀπορήσαιμι〉] ὅρα δὲ πῶς τὴν λύσιν ἐκ τῶν τριῶν παρείληφεν, ἀπὸ τοῦ αἰτίου, ἀπὸ τοῦ συνέχοντος, ἀπὸ τοῦ κρινομένου. |
| 24 342a | A καίτοι . |
| 24 342b | .. ἀπορήσαιμι] ἐκ περιουσίας καὶ τῆς λεγομένης ἐκτίσεως ἐπιλαμβάνεται, κακούργως αὐτὴν καὶ παρανόμως γεγενῆσθαι φάσκων· αἰνίττεται δὲ ὡς αὐτὸ μὲν τὸ ἁπλοῦν καταβεβλήκασι, τὸ δὲ τῆς διπλασίας ἀπεστέρησαν. YL 〈οἶμαι τοίνυν αὐτὸν〉] ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος ἐπιλογική, μικτὴ ἀπὸ τῆς τοῦ λέγοντος ποιότητος καὶ τοῦ κεφαλαίου. |
| 24 343a | τοῖς αὐτοῖς δὲ θεωρήμασιν χρῆται οἷς καὶ ἐπὶ τῆς πρὸ αὐτῆς ἀντιθέσεως. S τὸ ἀναίσχυντον αὐτοῦ δείκνυσιν. |
| 24 343b | A οἶμαι . |
| 24 343c | .. αὐτὸν] ἔστι μὲν ἀπὸ τοῦ συμφέροντος ἡ ἀντίθεσις, ἀπέρριψε δὲ αὐτὴν ἐνταῦθα, ἀπὸ τοῦ τόπου τοῦ οἰκείου κλέψας, καὶ οὐκ ἔθηκεν ἐν τῷ κεφαλαίῳ, ἵνα μὴ δεηθῇ πλείονος μάχης ἰσχυρὸν ποιήσας. ὡς δὲ ἐπιλογικῇ ἐχρήσατο, προτάξας αὐτῆς τὴν ὄντως ἐξαγώνιον τὴν περὶ τῶν πρέσβεων, ἵνα σαθρὰν ἐκ τῆς συμπλοκῆς ἀπεργάσηται. μαθὼν γὰρ ὁ ἀκροατὴς ὅτι ‘τῶν περὶ τὸν Ἀνδροτίωνα χάριν ἔθηκε τὸν νόμον‘, οὐκέτι αὐτὸν ὡς φιλάνθρωπον ἐπαινέσει, ἀλλὰ ψεῦδος ἡγήσεται τὸ ‘εἰ ἔγραψεν, ὅπως μηδεὶς δεθήσεται Ἀθηναίων‘. ἐφάνη γὰρ διὰ τοὺς πρέσβεις τὸν δεσμὸν ἀνελών. παρατήρει δὲ καὶ τὴν λέξιν ὅπως ἔχῃ ‘οἶμαι τοίνυν αὐτὸν οὐδ’ ἐκείνων ἀφέξεσθαι τῶν λόγων‘ ὡς χαλεποῦ καὶ ἀναισχύντου ὄντος τοῦ πράγματος. YL καὶ ὅτι τοὺς νόμους ὡς πραοτάτους] καὶ τοῦτο τὸ μέρος ἤδη φθάσας ὁ ῥήτωρ προδιῳκήσατο, ἀποδείξας οὐ πένητας, ἀλλὰ στρατηγοὺς καὶ δημαγωγοὺς καὶ ῥήτορας τοὺς ὑπομένοντας τὸν δεσμόν, ὥστε τούτοις τοῦ νόμου τὴν φιλανθρωπίαν ἐργάζεσθαι· φροντίζει γὰρ οὐ τῶν ἀδυνάτων, ἀλλὰ τῶν διὰ τὰς κατὰ τοῦ κοινοῦ βλάβας δεσμευομένων. |
| 24 344a | YL εἶτα ἐπάγει λύσεις οὐδὲν καινὸν ἐχούσας παρὰ τὰς προειρημένας ἔμπροσθεν· οὕτως οἶδε καὶ μετὰ τὰς λύσεις τὰς ἀντιθέσεις τιθέναι· αἱ δὲ λύσεις ἐκ διαφορᾶς κατὰ διαίρεσιν. |
| 24 344b | δύο γὰρ εἴδη νόμων φησίν, ἓν μὲν καθ’ ὃ συμβάλλομεν ἀλλήλοις καὶ συναλλάττομεν, οὓς πράους εἶναι δεῖ, ἕτερον δὲ καθ’ ὃ πολιτευόμεθα, καθ’ ὃ δημαγωγοὶ μᾶλλον ἔνοχοι τοῖς δήμοις ἂν γένοιντο. οὐ γὰρ οἱ πένητες, ἀλλ’ οἱ δυνατοὶ πολιτεύονται. διὰ τοῦτο τοίνυν τῇ διαιρέσει κέχρηται, ἵνα σοφίσηται. οὐ γὰρ μόνοι οἱ πολιτευόμενοι περιπίπτουσι δεσμοῖς, ἀλλὰ καὶ ἕτεροι μὴ πολιτευόμενοι. θαρρεῖ δὲ τοῖς λόγοις, διότι ἀποδέδεικται, ὡς ἔφην ἐν τῷ κεφαλαίῳ τῷ δικαίῳ, τοὺς πολιτευομένους δεθέντας μᾶλλον ἢ τοὺς ἰδιώτας. ζητήσειε δ’ ἄν τις ‘διὰ τί τὸν ἐπίλογον τὸν ἀπὸ τοῦ συμφέροντος κατ’ ἀντίθεσιν εἰσήγαγε καὶ οὐ καταφορικῶς;‘ καὶ φήσομεν ὅτι ‘οὐ πάντη διαβέβληται ὁ Τιμοκράτους νόμος, ἀλλ’ ἔχει πρὸς αὐτὸν εὔνοιαν ὁ ἀκροώμενος· ἣν οὐκ ἔστιν ἄλλως λῦσαι τὸν διαβάλλοντα μὴ ἀγωνιστικοῖς χρώμενον λόγοισ‘. διὰ ταῦτα τοῦ ἀγωνιστικοῦ εἴδους ἐδεήθη καὶ ἐν τοῖς ἐπιλόγοις μᾶλλον. φιλοῦσι γὰρ αἱ ὑπολήψεις τῶν ἀκροατῶν ἀγώνων δεῖσθαι, ἃς εἰ μέλλοιμεν ἐξαιρεῖν ἀντικειμένας ἡμῖν, καὶ ἐν προοιμίοις καὶ ἐπιλόγοις πάντως ἀγωνιούμεθα. ἔστι τοίνυν διμερὴς ἡ ἀντίθεσις καὶ τὸ μέν ἐστιν αὐτῆς ἐκ τῆς τοῦ προσώπου ποιότητος, τὸ δὲ ἐκ τοῦ νόμου. τὸ μὲν οὖν κατὰ τὸν νόμον ἤδη λέλυκε, τὸ δὲ κατὰ τὴν τοῦ προσώπου ποιότητα ἐντεῦθεν ἄρχεται (195)· ‘καὶ λογίζεσθε πρὸς ὑμᾶς αὐτούσ‘. εἶτα χρῆται ἐξαιρέσεσιν αἰτιῶν λέγων ‘οὔτε γὰρ συγγενὴς οὔτ’ ἀναγκαῖος ἦν σοι τούτων οὐδείσ‘, καὶ ἐπάγει εὐθὺς τὴν ἐκβολὴν τοῦ ἐλέου, δι’ ὧν δείκνυσιν αὐτὸν πολλὰ καὶ δεινὰ διαθέντα τὸν δῆμον, ἡνίκα τὴν εἴσπραξιν ἐποιεῖτο μετὰ Ἀνδροτίωνος, ἵνα μηνσθέντες ὧν ἔπαθον μὴ μεταδῶσιν ἐλέου τῷ ἀσελγήναντι. τέλος δὲ ἐπιθεὶς τῇ τοῦ ἐλέου ἐκβολῇ καταφοράν τινα ποιεῖται τῆς τοῦ προσώπου ποιότητος. YL ἔστι δὲ σοφισμός· οὐδὲν γὰρ ἐκώλυε καὶ δεσμώτας καὶ ἰδιώτας διά τινα πλημμελήματα δεθέντας τῆς τοῦ νόμου πραότητος ἀπολαῦσαι. |
| 24 344c | θαρρεῖ δὲ τῷ λόγῳ διὰ τὸ ἐπὶ τῶν πολιτευομένων τῶν περὶ Θρασύβουλον ἀποφήνασθαι χώραν ἔχειν τὸν δεσμόν. gT πράους καὶ μετρίους] πρὸς τοὺς λόγους οὓς λέγει ὁ Τιμοκράτης. |
| 24.345 | A 〈δύο εἴδη〉 ὅτι εἰς δύο μεμέρισται τὰ τῶν πόλεων, εἴς τε ἰδιωτικὰ καὶ δημόσια. |
| 24 346a | A λύσις ἐκ διαφορᾶς κατὰ διαίρεσιν. |
| 24 346b | S κεφάλαιον δ’ ὑμῖν ὃ μνημονεύσετ’ ἐρῶ] ἐν βραχεῖ τὴν τοῦ νόμου ποιότητα διαβάλλει, κακίαν εἶναι μεγίστην τὴν τῶν δύο χρόνων συναγωγὴν ἰσχυριζόμενος, ὅπερ ἐστὶ καὶ ὁμολογούμενον καὶ εὔκολον εἰς μνήμην διὰ τὸ σύντομον. |
| 24.347 | εἶτα ἔρχεται ἐπὶ τὴν τοῦ προσώπου ποιότητα, τὴν ἐξέτασιν ἐπάγων οὕτως. gT 〈εἰ δὲ μήθ’ οὗτος μήτ’ ἄλλοσ〉] διμερής ἐστιν ἡ ἀντίθεσις, καὶ τὸ μὲν αὐτῆς τῆς τοῦ προσώπου ποιότητος, τὸ δὲ τῆς τοῦ νόμου ποιότητος. |
| 24 348a | τὸ μὲν οὖν κατὰ τὸν νόμον ἤδη λέλυκεν, τὸ δὲ κατὰ τὴν τοῦ προσώπου ποιότητα ἐντεῦθεν ἄρχεται· ‘καὶ λογίζεσθε πρὸς ὑμᾶς αὐτοὺσ‘ καὶ τὰ ἑξῆς. ὅτι δὲ καὶ πρὸς ἐκβολὴν ἐλέου ἡ ἀντίθεσις τίθεται, δείκνυται τὰ νῦν. ἐξαιρέσει γὰρ αἰτιῶν χρησάμενος ἐπήγαγεν εὐθὺς τὴν ἐκβολὴν τοῦ ἐλέου, δι’ ἣν δείκνυσιν αὐτὸν καὶ πολλὰ καὶ δεινὰ διαθέντα τὸν δῆμον, ἡνίκα τὴν εἴσπραξιν ἐποιήσατο μετ’ Ἀνδροτίωνος, ἵνα μνησθέντες ὧν ἔπαθον μὴ μεταδῶσιν ἐλέου τῷ μὴ ἐλεήσαντι. τέλος δ’ ἐπιθεὶς τῇ τοῦ ἐλέου ἐκβολῇ καταφοράν τινα ποιεῖται τῆς τοῦ προσώπου ποιότητος, δι’ ἧς οὐδὲν ἧττον ἐκβάλλει τὸν ἔλεον οὕτω λέγων (200) ‘ὃ τοίνυν ἔμοιγε δοκεῖ μάλιστα‘. S τῶν συνηγορούντων αὐτῷ. |
| 24 348b | A καὶ λογίσασθε πρὸς ὑμᾶς αὐτοὺς] ὅπερ ἐλέγομεν πρὸ βραχέος, ὅτι πρὸς ἐκβολὴν ἐλεεινολογίας ἡ ἀντίθεσις τέθειται, τοῦτο νῦν δείκνυται. |
| 24.349 | ἐξαιρέσει γὰρ αἰτιῶν χρησάμενος καὶ εἰπὼν (195) ‘οὔτε γὰρ συγγενὴς οὔτ’ ἀναγκαῖος ἦν σοι τούτων οὐδείσ‘ ἐπήγαγεν εὐθὺς τὴν ἐκβολὴν τοῦ ἐλέου, δι’ ὧν δείκνυσιν αὐτὸν πολλὰ καὶ δεινὰ διαθέντα τὸν δῆμον, ἡνίκα τὴν εἴσπραξιν ἐποιεῖτο μετὰ Ἀνδροτίωνος, ἵνα μηνσθέντες ὧν ἔπαθον μὴ μεταδῶσιν ἐλέου τῷ ἀσελγεῖ. τίς γὰρ ἂν ἐλεήσειε τὸν ἀσελγῶς καὶ ὠμῶς ἐν ταῖς εἰσφοραῖς τοῖς πολίταις χρησάμενον; gT 〈οἰκεῖοσ〉] ἀντὶ τοῦ ‘φίλοσ‘. |
| 24.350 | A οὔτε γὰρ τὰ τούτων] τὰ τούτων, οὐ τὰ αὐτῶν ἔλαβον, φησί, καὶ οὐκ εὐθὺς ἀπῃτοῦντο, ἀλλὰ μετὰ χρόνον πλεῖστον, ὥσθ’ ἱκανὸν κέρδος αὐτοῖς ὑπάρξαι τὸν ἄνω χρόνον. |
| 24 351a | YL οὔτε . |
| 24 351b | .. τούτων] τὰ χρήματα τῶν πολιτῶν, ἅπερ ὀφείλει ἡ πόλις διπλᾶ λαβεῖν ἀπὸ τῶν περὶ τὸν Ἀνδροτίωνα. A μόλις ἄκοντας] εἰ γὰρ ἦσαν κἂν μετὰ τὸν χρόνον ἑτοίμως καὶ ἑκόντες αὐτὰ καταβαλόντες, εἶχον ἄν τινα συγγνώμην ἐπιεικείας. |
| 24.352 | νῦν δὲ καὶ τρίτον ὑπ’ ἀναισχυντίας ἀνέμειναν δικαστήριον. YL δεινὰ γὰρ ποιεῖν ἐστιν] ὁρίζεται τῶν πραγμάτων τὰς φύσεις ἀκριβῶς, οὐκ ἐῶν σφάλλεσθαι τοὺς δικάζοντας, τί μὲν τὸ παθεῖν, τί δὲ τὸ ποιεῖν κακῶς προσήκει νομίζειν. |
| 24.353 | YL παροξύνειν μᾶλλον ἄν τινα μισεῖν] ἀντὶ τοῦ ‘καταβάλλειν μετὰ τοσοῦτον χρόνον‘. |
| 24.354 | προβάλλονται λέγοντες ‘δεινόν ἐστιν εἰ δεθήσονται‘. A οὔτ’ ἄλλως πρᾶος] ἵνα μὴ δόξῃ δι’ ὑπερβολὴν ἡμερότητος καὶ τοὺς ἀδικοῦντας ἐλεεῖν, οἷα συμβαίνει πολλάκις, καὶ τοῦτο ἀναιρεῖ μετὰ τοῦ συγκροῦσαι, φάσκων ‘μὴ γὰρ νικᾷς φιλανθρωπίᾳ τὸν δῆμον;‘ YL μὴ εἰς ἔλεον πάντων τῶν Ἀθηναίων ὑπάρχεις αὐτὸς ἑτοιμότερος; μόνος σὺ παρὰ τοὺς ἄλλους οἰκτεῖραι τούτους διέγνωκας; gT ἀλλὰ θύρας ὑφαιρεῖν καὶ στρώμαθ’ ὑποσπᾶν] διὰ τῆς διασκευῆς εἰς ὄψιν ἄγει τὴν χαλεπότητα. |
| 24.356 | τὸ δὲ ‘ὑποσπᾶν‘ οὐ μόνον ἐστὶν ἀποσπᾶν, ἀλλὰ λαθραίως καὶ κακούργως λαμβάνειν, ὥστε μηδ’ ἐν τοῖς ἀπολωλόσι λογίζεσθαι. gT καὶ διάκονον ᾗ τις ἐχρῆτο] εὗρεν ὄνομα μόνον πρὸς ἄμφω συντελοῦν εἴς τε τὴν ὑπηρεσίαν τῶν χρειῶν καὶ εἰς τὴν τῆς μίξεως ὑπηρεσίαν πάνυ εὐπρεπῶς· Σινώπην δὲ καὶ Φανοστράτην αἰνίττεται ἀνθρώπους πόρνας. |
| 24 357a | YL καὶ ἴσως Σινώπην καὶ Φανοστράτην αἰνίττεται, ὡς εἶπεν ἐν τῷ ἄλλῳ λόγῳ (22, 56) φανερῶς, ἵνα ὡς ὁμοτέχνους αὐτὰς καλέσῃ τοῦ Ἀνδροτίωνος τοῦ πόρνου. |
| 24 357b | gT καὶ . |
| 24 357c | .. ἐχρῆτο] τὴν πόρνην, ἀπὸ τοῦ διακονεῖν ταῖς ἡδοναῖς· ἵνα αἰνίττηται εἰς τὰς περὶ Σινώπην καὶ Φανοστράτην, ὧν ἐμνήσθη ἐν τῷ κατ’ Ἀνδροτίωνος (22, 56). A 〈πράττονται〉] ἀντὶ τοῦ εἰσπράττονται. |
| 24.358 | A τὸν λόγον ἐγγράψαι] ‘τὸν λόγον‘ λέγει, οἷον αὐτὰς τὰς εὐθύνας περὶ ὧν ἔμελλεν ἀπαιτεῖσθαι, τί εἰσέπραξε καὶ ἐκ τίνος. |
| 24 359a | A τὸν . |
| 24 359b | .. ἐγγράψαι] τὸν τῆς εἰσπράξεως λέγει. YL προῖκα γάρ, οὐδὲν ὠφελούμενος] ὥσπερ κατασκευή ἐστι τοῦ προειρημένου ‘ὅτι ἔγραψε‘. |
| 24.360 | ‘προῖκα γάρ,‘ φησί, ‘μηδὲν ὠφελούμενος, εἵλετο πολεμεῖν ὑμῖν καὶ μάχεσθαι πᾶσι τοῖς νόμοις καὶ τῷ ἑαυτοῦ τῷ προτέρῳ.‘ gT ὃ τοίνυν ἔμοιγε δοκεῖ] ἤδη τέλος ἐπιθεὶς τῇ τοῦ ἐλέου ἐκβολῇ καταφοράν τινα ποιεῖται τῆς τοῦ προσώπου ποιότητος δι’ ἧς οὐδὲν ἧττον ἐκβάλλει τὸν ἔλεον ἐνθένδε ἀρξάμενος ‘ὃ τοίνυν ἔμοιγε δοκεῖ‘. |
| 24 361a | τί τοίνυν διὰ τούτων ἐργάζεται; μῖσος αὐτῷ κινεῖ καὶ ὑποψίας ἀτόπου τοὺς ἀκούοντας πίμπλησι, πονηρίας ὑπόνοιαν, αἰσχροκερδίαν καὶ ἄλλα τινά. πῇ μὲν γὰρ φθόνον δεῖ κινεῖν μετὰ τὴν ἐλέου ἐκβολήν, πῇ δὲ μῖσος, μῖσος μὲν ὡς ἐνθάδε, φθόνον δὲ ὡς ἐν τῷ κατὰ Μειδίου (21, 158) ‘καὶ διὰ τῆς ἀγορᾶς σοβεῖ, τρεῖς ἀκολούθους ἢ τέτταρας αὐτὸς ἔχων‘. ἔστι δ’ ὅτε παραλαμβάνονται οἱ δύο τόποι περὶ ἓν πρόσωπον. χρὴ δὲ τὸν μέλλοντα χρῆσθαι δοξαστικὸν εἶναι. YL εἰς αἰσχροκερδίας κατάγνωσιν ἄγων κατὰ Τιμοκράτους, ἵνα καὶ διὰ τούτων ἀνέλῃ τὸν ἔλεον. |
| 24 361b | gT ταῦτα δ’ ἐστὶ τί;] οἷον εἰς ἃ ἀνάλωσεν. |
| 24.362 | A καίτοι ὅστις μέλλων] αὔξει τῆς αἰσχροκερδίας τὸ πάθος, ὅπου καὶ καθ’ ἑαυτοῦ τυφλώττων ποιεῖ. |
| 24.363 | τοῦ γὰρ νόμου παραπέμποντος ἐπ’ αὐτόν, εἰ τελευτήσειεν ὁ πατήρ, τὴν ἀτιμίαν, κέρδος ἡγεῖται τὸ μὴ παρέχειν τέως, δηλῶν ὡς τοῦ μὲν οὐδ’ ἡντινοῦν ποιεῖται φροντίδα, ὅλος δὲ τῆς φιλοχρηματίας καθέστηκε. YL κληρονομήσειν τῆς ἀτιμίας] νόμος γὰρ ἦν ‘εἴ τις ὀφείλων πρὸ τῆς ἐκτίσεως τελευτήσει, τοὺς παῖδας ἀποδιδόναι τὸ ὄφλημα, εἰ δὲ μή, καὶ αὐτοὺς ἀτίμους εἶναι ἕως ἂν ἀποδῶσιν‘. |
| 24.364 | A καὶ τὸν μὲν πατέρα οὔτ’ ἐλεεῖς] ἱκανῶς ἀπὸ τοῦ πατρὸς διαβέβληκε τὸν τρόπον. |
| 24.365 | εἰ γὰρ οὐκ οἰκτείρει πατέρα, πῶς ἄν τις ὑπολάβοι διὰ φιλανθρωπίαν τὴν περὶ τοὺς ἄλλους γεγραφέναι τὸν νόμον; εἶθ’ ἵνα μή τις ὑπολάβοι, ὡς δι’ ἀπορίαν τοῦτο ποιεῖ, ταχέως ἐπάγει τοὺς ποικίλους τῶν κερδῶν τρόπους, ‘ἀπὸ τῶν εἰσφορῶν, ἀπὸ τῶν ψηφισμάτων, ἀπὸ τῶν νόμων ὧν γράφεισ‘, φησί. καὶ πάλιν ἵνα μή τις ὑπολάβῃ, ὡς πολὺ τὸ ἀργύριόν ἐστι τοῦ ὀφλήματος καὶ οὐ δύναται ἐκτῖσαι, προστίθησι ‘διὰ μικρὸν ἀργύριον μὴ μετέχειν τῆς πόλεωσ‘, οἶκτον ὑπὲρ τοῦ πατρὸς κεκινηκώς. gT ἑτέρους δ’ ἐλεῆσαί τινας φῄς;] οὓς οὐ συνῆψεν ἡ φύσις, ἀλλ’ ἁπλῶς ἀλλοτρίους καὶ οὐ προσήκοντας· καὶ ἵνα μὴ νομίσῃ τις, ὡς ἄρα χαλεποῦ τοῦ πατρὸς τυχὼν τοιοῦτος ὤφθη περὶ αὐτόν, τὴν ἀδελφὴν προστίθησιν, ὑφ’ ἧς διὰ τὴν ἀσθένειαν τῆς φύσεως παθεῖν οὐδ’ ὁτιοῦν ἔμελλε κακόν. |
| 24.366 | ‘πέπρακε γὰρ αὐτήν, οὐκ ἐκδέδωκεν‘. εἰκὸς δὲ τὴν ἀδελφήν, ἢ πεπεισμένην ἢ πόθῳ κατειλημμένην, ἑκοῦσαν ἀκολουθῆσαι τῷ ξένῳ· καὶ γὰρ ὑποφαίνει τινὰ τοιαύτην ὁ ῥήτωρ ὑπόνοιαν ἐν οἷς λέγει (202) ‘βουληθέντι λαβεῖν αὐτήν‘. gT ἀλλὰ νὴ Δία τὴν ἀδελφὴν] οὐχ ἁπλῶς 〈κατὰ〉 ταῦτα πάντα διαβάλλει αὐτὸν ἐκ τοῦ ἔξωθεν βίου, μᾶλλον δὲ ὡς ἐπὶ τὸ πλεῖστον καὶ ἐν ὅλοις τοῖς λόγοις ἀεὶ τοῦτο ποιεῖ ὁ ῥήτωρ, ἀλλ’ ἐπειδὴ ἔγνω ὅτι τινὲς τῶν κρινομένων, εἰ καὶ ἁλίσκονται ἐν τῇ κρίσει, ἀλλ’ οὖν γε πολλάκις προβαλλόμενοι τὸν ἔξωθεν ἑαυτῶν βίον δύνανται σωθῆναι, εἰκότως ἐξεῦρεν ὁ ῥήτωρ τὸ καὶ τὸν ἄλλον αὐτοῦ βίον ἐν τοῖς ἐπιλόγοις διαβάλλειν, ἵνα μὴ εἰς τοῦτον καταφεύγωσιν. |
| 24.367 | AT 〈οὐκ ἐκδέδωκεν〉] ἀντὶ τοῦ ‘πρὸς γάμον οὐκ ἐκδέδωκεν ὡς ἐλευθέραν, ἀλλ’ ὡς δούλην πέπρακεν‘. |
| 24.368 | εἶτα ἐπιφέρει, πῶς αὐτὴν ἐπώλησε καὶ τίνι. A καὶ νῦν ἐστιν ἐν Κερκύρᾳ] ὥσπερ σχετλιάζοντος, διότι ἐπὶ ξένης ἐκδέδοται ἀστὴ οὖσα, τοῦ νόμου τοῦτο ἀπείργοντος· τὸ δὲ ‘ἐπ’ ἐξαγωγῇ‘ τὸ πραθῆναι ἔξω τῆς πόλεως. |
| 24.369 | A οὖν τὴν μὲν ἀδελφὴν] συναγωγὴ πάντων τῶν παραλειφθέντων εἰς τὴν τοῦ ἤθους διαβολήν. |
| 24.370 | gT καὶ μὴν ὅτι μὲν προσήκει] σύγκρισις ἀπὸ τοῦ ἐλάττονος· ἔλαττον γὰρ ὁ κλέπτης καὶ λωποδύτης τοῦ πονηρὸν εἰσφέροντος νόμον ἀδικεῖ. |
| 24 371a | ἕνα μὲν ἢ δύο συλᾷ, εἶτα τὴν ἑαυτοῦ δόξαν καταισχύνει μόνην ὁ κλέπτης· ὁ δὲ γράφων, φησί, τὸν φαῦλον νόμον καὶ πᾶσι λυμαίνεται καὶ τὴν αἰσχύνην εἰς ὅλην καταχεῖ τὴν πόλιν, ὅτι καὶ δόγμα πάντων εἶναι δοκεῖ κυρωθεὶς ὁ νόμος. gT καὶ . |
| 24 371b | .. προσήκει] πληρώσας τὴν καταφορὰν τῆς τοῦ προσώπου ποιότητος πάλιν καταχρῆται τόποις συγκριτικοῖς πρὸς τὴν αὔξησιν· πεφύκασι γὰρ αἱ συγκρίσεις αὔξειν ἅπαντα λόγον καὶ οὐκ ἐπιδεικτικὸν μόνον, ἀλλὰ καὶ δικανικὸν καὶ συμβουλευτικὸν καὶ πᾶσαν ἁπλῶς πολιτικὴν ὑπόθεσιν. ἡ δὲ σύγκρισις ἐνταῦθα ἀπὸ τοῦ ἐλάττονος· ἔλαττον γὰρ ὁ κλέπτης καὶ λωποδύτης τοῦ πονηρὸν εἰσφέροντος νόμον ἀδικεῖ. YL πληρώσας τὴν ποιότητα πάλιν κέχρηται πρῶτον τόποις συγκριτικοῖς πρὸς τὴν αὔξησιν. |
| 24 371c | S 〈τῶν μὲν γὰρ κλεπτῶν〉] ἀπὸ τοῦ ἐλάττονος. |
| 24.372 | S γνοίη δ’ ἄν τις οὕτως μάλα] δεύτερος οὗτος τόπος ἀπὸ τοῦ μείζονος. |
| 24 373a | κατασκευάζει γὰρ ὅτι ‘τυράννων ἐζήλωσε γνώμην‘. ὥσπερ γὰρ ἐκεῖνοι λύουσι τοὺς δεσμώτας, ἵνα σχῶσι πρὸς τὴν ἐπιθυμίαν συμπράττοντας, τὸν αὐτὸν τρόπον καὶ οὗτος δι’ ὧν ἔλυσε τὸν δεσμὸν τὰ τῶν τυράννων μεμίμηται. YL ἀπὸ τοῦ μείζονος. |
| 24 373b | S οἱ καταλύοντες τὸν δῆμον] οἱ βουλόμενοί, φησι, καταλῦσαι τὴν δημοκρατίαν τοὺς δεσμώτας λύουσιν, ἵνα ἔχωσιν αὐτοὺς πρὸς συμμαχίαν τοῦ καταλύειν τοὺς νόμους καὶ τὴν πολιτείαν ἐξ οὗπερ ἐδέθησαν. |
| 24.374 | AT καὶ μὴν εἰ αὐτίκα δὴ μάλα] αὕτη λοιπὸν ἀπὸ τοῦ ἴσου ἡ σύγκρισις· διεσκεύασται δὲ διὰ πλειόνων διὰ τὸ πιθανόν. |
| 24 375a | gT αὕτη λοιπὸν ἀπὸ τοῦ ἴσου ἡ σύγκρισις. |
| 24 375b | τρίτος δὲ οὗτος τόπος ἐστί· διεσκεύασται δὲ διὰ πλειόνων διὰ τὸ πιθανόν, ἵνα ἐπαγάγῃ ‘νῦν τοίνυν ἔχετε τοῦτον‘ μετὰ προσθήκης ‘οὐ γὰρ λάθρα τοῦτο πεποίηκεν, ἀλλὰ φανερῶς, καὶ οὐκ ἀνέῳξε μόνον, ἀλλὰ καὶ καθαιρεῖ καὶ τὰ δεσμωτήρια καὶ τὰ δικαστήρια‘. YL 〈δεῖ τοίνυν〉] τέταρτος ἀπὸ τοῦ ἐναντίου κατὰ τὸ ἔνδοξον. |
| 24.376 | S ὅτι πολλοὶ τῶν Ἑλλήνων] λογισμὸς ἀπὸ τοῦ ἐνδόξου· σεμνὸν γὰρ τὸ ζηλοῦν ἡμῶν τὰ νόμιμα τοὺς πολλοὺς τῶν Ἑλλήνων. |
| 24.377 | ὅταν τοίνυν φαύλους τινὲς εἰσφέρωσι νόμους, ἀναιροῦσι τὴν φιλανθρωπίαν τῆς πόλεως τὴν μίμησιν ἐκκόπτοντες. gT 〈ὅτι τοὺς νόμους ἅπαντεσ〉] σημείωσαι, τί ἐστι νόμος. |
| 24.378 | F 2 καὶ μὴν εἰ Σόλωνα καὶ Δράκοντα] ἰστέον ὅτι ὁ μὲν Σόλων ἐγένετο ἐπὶ τῶν χρόνων τῶν τυράννων ἐν ταῖς Ἀθήναις πρὸ τῶν Περσικῶν χρόνων, ὁ δὲ Δράκων πρὸ αὐτοῦ ἑπτὰ καὶ τεσσαράκοντα ἔτεσιν, ὥς φησιν ὁ Διόδωρος (9, 17). |
| 24 379a | A καὶ . |
| 24 379b | .. Δράκοντα] ἐπιχείρημα ἀπὸ τοῦ ἐναντίου· εἰ γὰρ τοὺς τεθεικότας ἀρίστους νόμους σέβειν καλόν, μισεῖν ἀνάγκη τοὺς εἰσενεγκόντας ἐκ τῶν ἐναντίων τοὺς βλάπτοντας. gT βούλομαι τοίνυν κἀκεῖνο] πρὸς τῷ τέλει πάνυ συμφερόντως ὁπλίζει κατὰ τοῦ Τιμοκράτους τὸν Σόλωνα. |
| 24.380 | ἐπειδὴ γὰρ αὐτὸς περὶ δεσμοῦ διαλεγόμενος ἐδόκει λυπεῖν, προσπεριλαμβάνει τὴν δόξαν τοῦ Σόλωνος εἰς βοήθειαν, πρὸς ἣν ἀντιτείνειν οὐ δυνήσονται, ἄνωθεν δημοτικὴν πιστεύοντες εἶναι. gT 〈λέγεται γὰρ τοῖς δικασταῖσ〉] περὶ νομίσματος. |
| 24.381 | F 2 〈φῆσαι〉] ἀντὶ τοῦ ‘συνθέσθαι ὅτι καλῶς ἔχει ὁ νόμος ὁ περὶ τοῦ νομίσματοσ‘. |
| 24.382 | κατὰ κοινοῦ δὲ πάλιν τὸ ‘λέγεται‘. A ἀργύριον μὲν] ἀπὸ τοῦ ἥττονος τὸ ἐπιχείρημα. |
| 24.383 | A 〈δεῖν δὴ τοὺς δικαστὰσ〉] περὶ φθορᾶς νόμου. |
| 24.384 | F 2 〈νόμισμα, τοῦτο διαφθείρει〉] ἀντὶ τοῦ ‘δεῖ κολάζειν ἐκεῖνον, εἴ τις διαφθείρει τὸ νόμισμα ἐκεῖνο, ὅπερ ἐστὶ τῆς πόλεως, ἀλλ’ οὐκ ἐκεῖνον τὸν διαφθείροντα τὸ τῶν ἰδιωτῶν‘. |
| 24.385 | εἰσὶ γὰρ καὶ ἰδιωτικοὶ νόμοι, οἷον μὴ λαμβάνειν πολλοὺς τόκους, καὶ ἄλλοι τοιουτότροποι· ἀλλ’ οὐχ οὗτοι καταλύειν εἰσὶν ἱκανοὶ τὴν πόλιν, ἀλλ’ οἱ δημόσιοι. A 〈ἢ μικρὰν ἢ μεγάλην〉] ‘μικρὰν‘ μὲν ἐὰν καταλύωνται, ‘μεγάλην‘ δὲ ἐὰν σῴζωνται. |
| 24.386 | A ὄφελος εἴη] δηλονότι, ἐὰν μὴ σῴζωνται οἱ νόμοι. |
| 24.387 | A δι’ οὗ] νόμου ὃν ἔγραψεν ὁ Τιμοκράτης. |
| 24.388 | A ὑπάρχουσιν αἱ τιμωρίαι] οἷον τοῖς βουλομένοις ἐμμένειν αὐτῷ καὶ μὴ ποιοῦσιν, ὥσπερ οἱ παλαιοὶ νόμοι 〈κελεύουσιν〉. |
| 24.389 | A ΚΑΤΑ ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ Α 〈πάλαι καθήμενοσ〉] ὁρικὴ ἡ στάσις· ἔχει δὲ κεφάλαια ὅρον, ἀνθορισμόν, γνώμην νομοθέτου. |
| 25.1 | F 2 YL ὑπερδιατεινόμενον] ἄγαν διισχυριζόμενον. |
| 25.2 | YLS 〈ἐρραψῳδηκότασ〉] πεφλυαρηκότας. |
| 25.3 | YLS 〈πολλῶν δὲ λόγων〉] δεύτερον προοίμιον. |
| 25.4 | F 2 Y 〈τοῦτο〉] ἀντὶ τοῦ ‘τὴν ἄδειαν ταύτην‘. |
| 25.5 | YL 〈βουλοίμην δ’ ἄν〉] τοπικὴ καταφορά. |
| 25.6 | F 2 YL 〈ὧν τὰ μὲν ἄλλα ἐάσω〉] περὶ ἀποσιωπήσεως. |
| 25.7 | F 2 YL ὅτι ὁ ποιήσας] ὁ κατηγορῶν τῶν ἄλλων. |
| 25.8 | L καὶ παθὼν ἀπέρχεται] καὶ αὐτὸς κατηγορηθήσεται ὑπ’ ἄλλων. |
| 25.9 | F 2 YL 〈μάλισθ’ ὅτι πᾶς ἐστι νόμοσ〉] σημείωσαι, τί ἐστὶ νόμος. |
| 25 10a | F 2 ὅρος νόμου. |
| 25 10b | L ἕνας] τὰς τριακάδας. |
| 25.11 | F 2 YL νέας] τὰς νουμηνίας. |
| 25.12 | F 2 YL 〈ἀπεύχεσθαι τοῖς θεοῖς μὴ γενέσθαι δεῖ〉] τοῦτο περισκελῶς δοκεῖ πεφρακέναι. |
| 25.13 | ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ‘ὀφείλομεν‘ φησί ‘μάλιστα μὲν ἀπεύχεσθαι μὴ γενέσθαι καιρόν, εἰ δ’ ἄρα γένοιτο τοιοῦτος καιρός, ὥστε δεῖν ἀλλήλους συκοφαντεῖν, ἐὰν ἀπορήσωμεν τούτων τῶν συκοφαντούντων καὶ τῶν ὑπηρετησαμένων, εὐτύχημά ἐστι τῆς πόλεως· μὴ ἔχοντες γὰρ τοὺς ὑπουργοῦντας οὐ δυνάμεθα ἀλλήλους κακῶς δρᾶσαι· ἐὰν δὲ οὗτος ὁ Ἀριστογείτων ὑπάρξῃ τότε, τί οὐκ ἂν ποιήσαι ὁ μάλιστα ἔχθραν ἔχων πρὸς τὸν δῆμον;‘ YL 〈οὐχ ὁρᾶθ’ ὅτι τῆς φύσεως αὐτοῦ〉] σημείωσαι, περὶ ἀπονοίας. |
| 25.14 | F 2 〈οὐκ ἀπονοίασ〉] ἀντὶ τοῦ ‘τῇ ἀγνοίᾳ τοῦτον ὑπελθεῖν‘. |
| 25.15 | YL 〈ἑπτὰ γραφὰς κέκρικάς με〉] ἄλλων τὸν Δημοσθένη γραψαμένων ὁ Ἀριστογείτων συγκατηγόρει. |
| 25.16 | Y 〈τὸν σκυλόδεψον〉] ὁ βυρσεύς. |
| 25.17 | YL 〈φθάνοι〉] ἀντὶ τοῦ ‘τάχιστα ἂν κατασκοπήσεται‘. |
| 25.18 | Y εἰ δὲ κάπηλός] ἐπειδὴ δέ, φησι, τὰς συκοφαντίας πιπράσκει ὥσπερ κάπηλος, τί τοῦτον παροξύνεις; ὥσπερ γάρ, ἐὰν μὴ τέμνῃ, μάχαιρα οὐ χρησιμεύει μαγείρῳ, οὕτω καὶ συκοφάντης μὴ ἐπεξιών, ἀλλὰ πιπράσκων τὰ πράγματα, ἄχρηστος τῇ πόλει. |
| 25.19 | YL τὴν κατὰ Δημοκλέους] καὶ ὑποσχόμενος, φησίν, εἰσαγγέλλειν τὸν Δημοκλέα καὶ πάντας ἀνασείσας καὶ ἀνακινήσας, ὁρᾶτε τί ἐποίησεν· ἀντὶ τοῦ ‘ἐπώλησε τὴν εἰσαγγελίαν‘. |
| 25.20 | YL μοσχεύηται] ἀντὶ τοῦ ‘ἀνατρέφητε‘, κατὰ μεταφορὰν τῶν γεωργῶν τῶν παρὰ τὸ ὕδωρ τιθέντων τὰ φυτὰ ἐπὶ τὸ θᾶττον αὔξεσθαι. |
| 25.21 | YL οὐδὲ τῶν κοπρώνων] κοπρίαι ἦσαν παρὰ τοῖς Ἀθηναίοις, αἵτινες καθ’ ἕκαστον ἔτος ἐκαθαίροντο. |
| 25.22 | καί τινες ἐπιστάται ἐφειστήκεισαν. YL 〈πάντες Ἀθηναῖοι〉] πάντας τοὺς ἐν τῇ πόλει λέγει, οὐ μὴν τοὺς ἐπιχωρίους. |
| 25.23 | YL 〈ἢ τῶν ἄλλων ἐργαστηρίων〉] εἰς γὰρ ἐκεῖνα τὰ ἐργαστήρια συνιόντες οἱ πολῖται ὡμίλουν. |
| 25.24 | YL ἐξαγωγῇ] ἀντὶ τοῦ ‘ἐπὶ τῷ πραθῆναι‘. |
| 25.25 | YL ᾗ ἐτύγχανεν] ἀντὶ τοῦ ‘τῇ παλλακίδι‘. |
| 25.26 | YL 〈τὸν τῆς Ζωβίας προστάτην〉] οἱ γὰρ μέτοικοι αὐτοὶ δι’ ἑαυτῶν οὐκ ἐχρημάτιζον, ἀλλὰ προστάτας τινὰς εἶχον, δι’ ὧν ἐχρημάτιζον. |
| 25.27 | YL 〈γραμματεῖον〉] τὸ μικρὸν συμβόλαιον. |
| 25.28 | YL 〈νεαλὴσ〉] νεωστὶ συνεληλυθώς. |
| 25.29 | YL 〈δημιουργὸσ〉] ἀντὶ τοῦ ‘ἐργάτησ‘. |
| 25.30 | YL συνεστᾶσιν] ἀντὶ τοῦ ‘συσκευάζονται καθ’ ὑμῶν‘. |
| 25.31 | YL ἀποστασίου] αὕτη δίκη ἐστὶ κατὰ τῶν ἀπελευθέρων τούτῳ τῷ τρόπῳ γινομένη· εἴ τις ἦν ἐλευθερώσας οἰκέτην, καὶ ὤφθη πρὸ τοῦ χρόνου ἀναχωρήσας τῆς οἰκίας, ἐγράφου αὐτὸν ἀχαριστίας, καὶ εἰ ἥλω, δίκην ὑπεῖχεν. |
| 25.32 | ἀποστασίου δὲ δίκη κατὰ τῶν μετοίκων τῶν μὴ ἐχόντων πολίτας προστάτας. τὴν μητέρα οὖν τοῦ Ἀριστογείτονος ὡς δούλην ἁλοῦσαν ἐπωλήσατε. YL 〈νὴ τὸν Δία〉] διλήμματον. |
| 25.33 | YL 〈δακτυλοδεικτεῖτε〉] ὁ διαβεβλημένος ὑπὸ τῶν χειρῶν καὶ τῶν δακτύλων. |
| 25.34 | YL 〈ὁ δ’ ἀναιδὴς ἐκ τίνοσ〉] περὶ ἀναιδοῦς. |
| 25.35 | F 2 〈καὶ οἱ τεθέντες ὅροι ἑστηκότεσ〉] εἴ τινες ἦσαν δανείζοντες χρήματα καὶ εἰς ὑποθήκην λαμβάνοντες οἰκίας ἢ ἀγρούς, ἐποιοῦντο τοῦτο· ἐνέγραφον ἐν σανίδι ὅτι ‘ὅδε παρὰ τοῦδε ἔλαβεν ἐν ὑποθήκῃ τὸ χωρίον‘, καὶ ἔστησαν τὴν σανίδα ἐν τοῖς ὅροις ὑπὲρ τοῦ μὴ ἀγνοοῦντά τινα πάλιν εἰς ὑποθήκην ἑτέραν λαμβάνειν. |
| 25.36 | YL 〈ἐγκυκλίων〉] τῶν συνήθων. |
| 25.37 | YL φάσεις] φάσις ἦν τὸ φαίνειν τοὺς περὶ τὰ μέταλλα ἀδικοῦντας ἢ περὶ τὸ ἐμπόριον κακουργοῦντας ἢ περὶ τὰ τέλη τῶν δημοσίων τινὰς νοσφιζομένους ἢ συκοφαντοῦντας. |
| 25.38 | ἐφαίνοντο δὲ πρὸς τὸν ἄρχοντα. κοινῶς δὲ φάσεις ἐκαλοῦντο πᾶσαι αἱ μηνύσεις τῶν λανθανόντων ἀδικημάτων. ἐδίδοσαν δὲ ἐν γραμματείῳ γράψαντες τὴν φάσιν, τό θ’ ἑαυτῶν καὶ τὸ τοῦ κρινομένου ὄνομα προσγράψαντες καὶ τίμημα ἐπιγραψάμενοι. ὁ δὲ ἄρχων παρεδίδου τὴν κρίσιν δικαστηρίῳ. καὶ τὸ μὲν τιμηθὲν ἐγίνετο τῶν ἀδικουμένων, εἰ καὶ ἄλλος ὑπὲρ αὐτῶν φήνειεν· ὁ δὲ μὴ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων τὴν ἐπωβελίαν προσωφλίσκανεν· ἦν δὲ ἕκτον τοῦ τιμήματος. YL ἀπαγωγάς] ἀπαγωγή ἐστιν, ὅταν τις ὃν ἔστιν ἐνδείξασθαι μὴ παρόντα τοῦτον ἐπ’ αὐτοφώρῳ λαβὼν ἀπάγῃ. |
| 25.39 | ὁ δὲ κίνδυνος ἐν χιλίαις. YL ἐνδείξεις] ἔνδειξις δὲ ἦν πρὸς τὸν ἄρχοντα ὁμολογουμένου ἀδικήματος μήνυσις, οὐ κρίσεως, ἀλλὰ τιμωρίας δεομένου. |
| 25.40 | ὁ δὲ ἐνδεικνύμενος ἐν γραμματείῳ πρὸς τὸν ἄρχοντα τὴν ἔνδειξιν ἀποφέρει, ἵνα ὑπεύθυνος ᾖ τῆς ψευδοῦς ἐνδείξεως. YL τὴν μιαρὰν Θεωρίδα] ὄνομα κύριον· ἥτις καὶ μάντις. |
| 25.41 | F 2 〈φυσιογνωμονήσουσι〉] ἀπὸ τῆς ὄψεως γνώσονται. |
| 25.42 | F 2 Y ΚΑΤΑ ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ Β 〈ἐπίτιμοσ〉] ἐπίτιμος νῦν ἔντιμος, ἀνεύθυνος. |
| 26.1 | F 2 τὸ γὰρ τιμωρησόμενον] τὸ ἐκδικησόμενον. |
| 26.2 | F 2 Y 〈καὶ γὰρ ταῦτα· οὕτω σκαιός ἐστι〉] περὶ βουλευτοῦ. |
| 26.3 | F 2 〈τῶν γὰρ πόλεων ταύτασ〉] περὶ κριτοῦ καὶ νομοθέτου. |
| 26.4 | F 2 ΚΑΤΑ ΑΦΟΒΟΥ ἔπιπλα] τὰ κατὰ τὴν οἰκίαν σκεύη, τὴν οἷον ἐπιπόλαιαν κτῆσιν. |
| 27.1 | F 1 ἀπληστοτάτοις] τοῖς ἀπληστοτάτοις οὖσιν. |
| 27.2 | F 1 ΠΡΟΣ ΑΦΟΒΟΝ 〈ἄρξομαι〉] σημείωσαι, περὶ τοῦ θεολόγου. |
| 29.1 | F 2 ἐξομνύειν] ὁ γὰρ μάρτυς ἀναγκάζεται καὶ περὶ τῶν οὐκ εἰδότων ἐξόμνυσθαι. |
| 29.2 | F 1 ΠΡΟΣ ΟΝΗΤΟΡΑ Α 〈πιθακνῶν〉] πιθάκνη, μικρὸς πίθος. |
| 30.1 | A ΠΡΟΣ ΖΗΝΟΘΕΜΙΝ 〈ἔπραττε〉 σημείωσαι τὴν τοῦ ‘ἔπραττε‘ λέξιν. |
| 32.1 | ζήτει καὶ μικρῷ πρόσθεν καὶ ἑτέρας τοῦ αὐτοῦ παρασημειώσεις συχνάς. S 〈τοῦ μηδὲν προσήκειν〉] σημείωσαι τὴν τοῦ ‘προσήκειν‘ λέξιν ἐνταῦθα. |
| 32.2 | S 〈οὗτος ἔπραττε〉] σημείωσαι κἀνταῦθα τὴν λέξιν τοῦ ‘ἔπραττεν‘. |
| 32.3 | S 〈ἵν’, ἐὰν μὲν αὐτῷ ποιῶσιν〉] σημείωσαι, τῆς Ὁμήρου συντάξεως. |
| 32.4 | F 2 ΠΡΟΣ ΑΠΑΤΟΥΡΙΟΝ ἔμμηνοι] ἐμπορικαὶ καὶ ἐρανικαί. |
| 33.1 | F 1 ΠΡΟΣ ΦΟΡΜΙΩΝΑ 〈ἡγεῖσθε γὰρ τοὺς τοιούτουσ〉] σημείωσαι, ἐπίκρισις. |
| 34.1 | F 2 ΠΡΟΣ ΛΑΚΡΙΤΟΝ διοπτεύων] ὁ διαιτῶν, εὖ ἐποπτεύων τὰ κατὰ τὴν ναῦν, οἷον δίοπός τις ὤν. |
| 35.1 | F 1 ΠΡΟΣ ΠΑΝΤΑΙΝΕΤΟΝ 〈ἦν δὲ τοῦ δανείσματοσ〉] τάλαντον ἄρα ἑξήκοντα μναῖ· ἡ δὲ μνᾶ τετταράκοντα στατήρων. |
| 37.1 | F 2 〈ἐλαφηβολιῶνος μηνὸσ〉] Σεπτεμβρίου. |
| 37.2 | F 2 ΠΡΟΣ ΝΑΥΣΙΜΑΧΟΝ αἰδέσηται] ἀντὶ τοῦ ‘πεισθῇ‘. |
| 38.1 | F 4 ΠΡΟΣ ΒΟΙΩΤΟΝ Β ὑπὲρ] σημείωσαι, ἡ ‘ὑπὲρ‘ ἀντὶ τῆς ‘κατὰ σοῦ‘· ὡς καὶ παρ’ Ὁμήρῳ· (Ζ 524) ‘ὅθ’ ὑπὲρ σέθεν‘ ἀντὶ τοῦ ‘κατά‘. |
| 40.1 | F 3 ΚΑΤΑ ΣΤΕΦΑΝΟΥ Β 〈ἐν μάλθῃ〉] σημείωσαι· μάλθη, ὁ μεμαλαγμένος κηρός. |
| 46.1 | F 1 ΚΑΤΑ ΚΟΝΩΝΟΣ 〈ὑβρισθείσ〉] ἀπὸ τεσσάρων δὲ λαμβάνονται προοίμια, ἀπὸ ἑαυτοῦ, ὡς ὧδε ὁ Δημοσθένης· ‘ὑβρισθείς, ὦ ἄνδρες Ἀθηναῖοι‘, ἀπὸ τοῦ ἀντιδίκου, ὡς ἐν τῷ κατὰ Μειδίου (21, 1)· ‘τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρεσ‘, ἀπὸ τῶν δικαστῶν, ὡς Ἰσοκράτης ἐν τῷ Πλαταϊκῷ (14, 1)· ‘εἰδότες ὑμᾶς, ὦ ἄνδρες δικασταί, καὶ τοῖς ἀδικουμένοις βοηθεῖν εἰθισμένουσ‘, ἀπὸ τοῦ πράγματος, ὡς Λυκοῦργος ἐν τῷ κατὰ Αὐτολύκου (fr. |
| 54.1 | 13 Conomis)· ‘πολλῶν καὶ μεγάλων ἀγώνων εἰσεληλυθότων οὐδέποτε περὶ τηλικούτου δικάσοντες ἥκετε‘. A 3 ἐξῆλθον ἔτος τουτὶ τρίτον] τοῦτο λέγεται ἁπλῆ διήγησις ὑπὸ Ἑρμογένους (123, 12)· ἁπλῇ γὰρ ἐχρήσατο ὁ ῥήτωρ τῇ διηγήσει, ἐπειδή, ὅτε αὐτομάτως ἰσχύουσι τὰ πράγματα, ἰσχυρῶν οὐ δεῖται λόγων. |
| 54.2 | F 2 κατὰ τὸ Λεωκόριον] μνηστεῖον τῶν Λεωκόρων ἐν μέσῳ τῷ Κεραμεικῷ. |
| 54.3 | F 2 ΠΡΟΣ ΚΑΛΛΙΚΛΕΑ χλῆδον] χλῆδον λέγει τὸ πλῆθος τῆς ἰλύος. |
| 55.1 | A ΠΡΟΣ ΕΥΒΟΥΛΙΔΗΝ 〈μάλιστα μέν, εἰ δυνατόν〉] σημείωσαι, ἐπίκρισις. |
| 57.1 | F 2 〈ἄρξομαι δ’ ἐντεῦθεν〉] σημείωσαι, τοῦ θεολόγου. |
| 57.2 | F 2 τήθης] μάμμης. |
| 57.3 | A ἐτίτθευσεν] ἐτρόφει. |
| 57.4 | A ἠρία] μνήματα. |
| 57.5 | A ΚΑΤΑ ΘΕΟΚΡΙΝΟΥ 〈ἀγραφίου〉] ἀγραφίου εἶδός τι δίκης οὕτω καλουμένης κατὰ τῶν ὀφειλόντων τῷ δημοσίῳ καὶ ἐγγραφέντων, εἶτα πρὶν ἐντῖσαι ἐξαλειφθέντων. |
| 58.1 | F 2 ΚΑΤΑ ΝΕΑΙΡΑΣ Ἡ στάσις τοῦ λόγου στοχαστική. |
| 59.1 | περὶ γὰρ οὐσίας τὸ ζήτημα καὶ οὔτε περὶ ἰδιότητος οὔτε περὶ ποιότητος. λέγει δὲ Θεόμνηστος. διαγράφονται δέ τινες καὶ τοῦτον τὸν λόγον ὡς οὐ γνήσιον. Y 〈κλητεύσω〉] κλητῆρες καὶ κλητεύειν οἱ ἄνδρες δι’ ὧν εἰς τὰς δίκας προσκαλοῦνται οἱ δικαζόμενοί τισιν. |
| 59.2 | ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προσκλήσεως· κλητεῦσαι δέ ἐστι τὸ κλητῆρα γενέσθαι. λέγεται δὲ κλητεύεσθαι καὶ ἐκκλητεύεσθαι ἐπὶ τῶν μαρτύρων, ὅταν μὴ ὑπακούσωσι πρὸς τὴν μαρτυρίαν ἐν τοῖς δικαστηρίοις· καὶ ἔστιν ἐπιτίμιον κατ’ αὐτῶν δραχμαὶ χίλιαι. F 2 Y 〈ἐπὶ Κωλιάδι〉] Κωλιὰς ἐπιθαλασσία ἄκρα τῆς Ἀττικῆς. |
| 59.3 | F 2 Y 〈συνεῖναι δ’ ἑκατέρῳ〉] περὶ πορνείας ἀναιδοῦς. |
| 59.4 | F 2 〈ἐπιβουλεύσασ〉] σημείωσαι, τὸ ‘ἐπιβουλεύσασ‘ αἰτιᾶται τὸ ἀποδιδόμενον. |
| 59.5 | S ΕΠΙΤΑΦΙΟΣ ἐπειδὴ τοὺς] τὸ προοίμιον ἐξ ὑπολήψεως, ὁμολογουμένης τῆς εὐνοίας ὑπὲρ τοῦ ἀπολογουμένου, ὑπὲρ τῶν δημοσίᾳ τὴν πόλιν εὐεργετησάντων. |
| 60.1 | F 2 L ὧν οὕτως ἕκαστον] κοινοὶ καὶ καθολικοὶ λόγοι εἰς πίστωσιν ἐλήφθησαν τοῦ ἐγκωμιάζοντος. |
| 60.2 | F 2 〈πρότερον〉] τὸν Λυσίαν λέγει. |
| 60.3 | αὐτὸς γὰρ ἐπιτάφιον εἰς αὐτοὺς ἐποίησεν. F 2 |