eul_wid: spc-aa

Σχόλια εἰς Ἑρμογένους Κατάστασιν ἢ Ῥητορικὴν
Scholia-Hermogenes's Status or Rhetorical Art

Sopater of Athens Scholia Hermogenes's Status or Rhetorical Art PDF

5.1.(1t) ΣΩΠΑΤΡΟΥ ὙΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ἙΡΜΟΓΕΝΟΥΣ ΤΕΧΝΗ Ν . Δίκαιον τοῖς λογικὴν ἐξετάζουσι τέχνην αὐτὸ τοῦτο πρῶτον, ὅ τί ποτέ ἐστι λόγος, ζητῆσαι. Λόγος οὖν ἐστι κοινὸς ἔννοια ἀνθρωπίνη, καθ’ ἣν τὸ λογίζεσθαι καὶ δηλοῦν ἡμῖν περίεστιν· οἱ δὲ συντόμως ὡρίσαντο· „λόγος ἐστὶν ἀνθρώπου γνώρισμα·“ οἱ δὲ ἄλλως· „λόγος ἐστὶν εὕρημα μὲν θεῶν, ἀνθρώπων δὲ γνώρισμα, διάκρισις δὲ ποιότητος ψυχῶν, καθ’ ἣν αἱ τῆς ψυχῆς προάγονται ἐνέργειαι.“ Λόγος μὲν οὖν ἐστιν οὗτος, εἴδη δὲ αὐτοῦ δύο, προφορικὸς καὶ ἐνδιάθετος· ἀνθρώπου γὰρ φύσεως ἔργον ὁ λόγος, καὶ δὴ ἅπας ἄνθρωπος λογικὸς, τέχνη δὲ προσείληφε τὸ εὖ λέγειν· ἡ γὰρ τέχνη καλλωπίζει τὸν λόγον· δύο οὖν, ὡς εἴρηται, εἴδη λόγου, προφορικὸς καὶ ἐνδιάθετος· καὶ ὁ μὲν προφορικὸς, καθ’ ὃν διαλεγόμεθα καὶ συντυγχάνομεν, καὶ προφερόμεθα τοὺς λογισμούς· ὁ δὲ ἐνδιάθετος, καθ’ ὃν καὶ σιωπῶντες καὶ κοιμώμενοι λογικοί ἐσμεν· εἰ γὰρ τῷ λαλεῖν μόνον ἦμεν λογικοὶ, ἦν ὅτε οὐκ ἦμεν, δηλονότι ὅτε σιωπῶμεν· ὅρος τοίνυν ἐστὶν οὗτος τοῦ προφορικοῦ· „δήλωσις ἀνθρώπου προφορικὴ ἔντεχνος.“ Ἅπας δὲ ὅρος ἐκ γένους διαφόρου καὶ ἰδιότητος σύγκειται· τὸ γεγονὸς μέν ἐστιν, ἀφ’ οὗ τέμνεται τὸ πρᾶγμα, περὶ οὗ ὁ ὅρος· διαφορὰ δὲ ἡ διϊστῶσα ἀπὸ τῶν ὁμοίων· ἡ ἰδιότης δὲ ἡ μηνύουσα τὸ ἴδιον τοῦ ὑποκειμένου πράγματος· καὶ οὗτος τοίνυν ὁ ὅρος εἴδωμεν εἰ εὖ ἔχει.
5.2 Δήλωσις, τοῦτο τὸ γένος· διατί; ὅτι δηλοῖ. Ἔστι δὲ καὶ ἄλλως δηλῶσαι· καὶ γὰρ καὶ τὰ ἄλογα ζῶα δηλοῖ πρὸς ἑαυτὰ τῇ ἰδίᾳ φωνῇ, διὸ προσέθηκεν, ἀνθρώπου, ἵνα ἀποδιαστήσῃ τῶν ἄλλων· ἐπειδὴ δέ ἐστι καὶ ἄνθρωπον ἄλλως δηλοῦν διὰ νευμάτων, προσέθηκε τὸ προφορική· τὰ γὰρ νεύματα οὐ προφέρεται, ἀλλὰ δείκνυται· τὸ δὲ ἔντεχνος πρὸς τὴν χρείαν τῆς τέχνης· καὶ οὗτος μὲν προφορικοῦ ὅρος· ἐνδιαθέτου δὲ, ἕξις ψυχῆς ἀνθρώπου, καθ’ ἣν λογικοί ἐσμεν· ἔξισμεν μὲν οὖν τὸ γένος· πᾶν γὰρ ζῶον ἔχει τινὰ ἕξιν φυσικήν· ἐπειδὴ δέ ἐστι καὶ σώματος ἕξις ἢ ἰσχύος ἢ εἴδους ἢ τοιούτου τινὸς, προσέθηκε ψυχῆς, ἀποδιϊστῶν τῶν ἀλόγων ζώων, κἀκεῖνα γὰρ ἔχει ψυχῆς ἕξιν, ὡς θυμικὸς μὲν ὁ λέων, νωθὴς δὲ ὁ ὄνος καὶ τὰ τοιαῦτα. Προσέθηκε, „καθ’ ἣν λογικοί ἐσμεν,“ τὸ ἴδιον τοῦ ἀνθρώπου διοριζόμενος· ὥσπερ δὲ δύο εἴδη λόγου, οὕτως εἴδη τεχνῶν, καὶ ἡ μὲν τοῦ ἐνδιαθέτου ἐστὶν, ἡ περὶ ἐνθυμημάτων καὶ ἐπιχειρημάτων γεγραμμένη, ἡ διδάσκουσα πῶς δεῖ ἐνθυμεῖσθαι καὶ λογίζεσθαι· ὁ δὲ προφορικὸς οὐχ ὑπὸ μιᾶς τέχνης γίνεται, ἀλλ’ ὑπὸ δύο, τῆς τε γραμματικῆς καὶ τῆς ῥητορικῆς· ἡ μὲν γὰρ γραμματικὴ τὸ ἀδιάπταιστον αὐτῇ παρέχει, ἡ δὲ ῥητορικὴ τὸ κεκαλλωπισμένον καὶ ἰσχυρόν· πάλιν τῆς ῥητορικῆς δύο τέχναι· ἡ μὲν τὸ κάλλος παρέχουσα, ἡ περὶ ἰδεῶν καὶ σχημάτων· ἡ δὲ τὴν ἰσχὺν διδάσκουσα περὶ τὸ τοῦ παθητικοῦ καὶ ἀποδεικτικοῦ· ὁ γὰρ λόγος εἰς δύο τέμνεται· εἴς τε τὸ παθητικὸν καὶ ἀποδεικτικόν· καὶ παθητικοῦ μὲν μέρη προοίμια καὶ ἐπίλογοι, ἀποδεικτικοῦ δὲ καταστάσεις καὶ ἀγῶνες. Ἔργα δὲ ῥήτορος, νόησις, εὕρεσις, διάθεσις· νόησις μὲν, ὅτι δεῖ τρία ταῦτα νοῆσαι· πρῶτον μὲν, εἰ ἰατρικόν ἐστι τὸ ζήτημα· εἰσὶ γὰρ καὶ ἰατρικὰ καὶ φιλόσοφα ζητήματα· καὶ ἰατρικοῦ μὲν ζητήματος παράδειγμα, ὃ καὶ μεμέληται τῷ Λυσίᾳ· εἰ ὁ ποιήσας ἐξαμβλῶσαι γυναῖκα φόνον ἐποίησεν· δεῖ γὰρ γνῶναι πρῶτον, εἰ ἔζη, πρὶν ἐτέχθη.
5.3 ὅπερ φυσικῶν καὶ ἰατρικῶν ἐστι· φιλοσόφου δὲ ζητήματος παράδειγμα τόδε· ζωγράφῳ τις ὑπέσχετο δώσειν χιλίας δραχμὰς, εἰ τὸ κάλλιστον γράψας εἴη· ὁ δὲ ἀπαιτεῖ τὰς χιλίας κύκλον γράψας· φιλόσοφον οὖν τὸ ζήτημα, ζητοῦμεν γὰρ, εἰ κύκλος ὁ κόσμος, καὶ εἰ ὁ κόσμος ζῶν· δεῖ τοίνυν νοῆσαι, πρῶτον μὲν εἰ πολιτικὸν τὸ ζήτημα, καὶ εἰ συνέστηκε, καὶ ποίας στάσεώς ἐστι· τούτων γὰρ προνοηθέντων ἐπὶ τὴν εὕρεσιν ἐρχόμεθα· ἡ δὲ εὕρεσίς ἐστιν ἡ τῶν ἐνθυμημάτων ποικιλία τοῦ εὑρεῖν, τί εἴπωμεν, ἡ δὲ διάθεσις ἡ τὰ εὑρεθέντα κατὰ τὸν οἰκεῖον τάττουσα τόπον. Περὶ τέχνης καὶ ἐμπειρίας καὶ ἐπιστήμη ς . Τριῶν δὲ ὄντων, δι’ ὧν τὸ πρᾶγμα συνίσταται, τέχνης φημὶ καὶ ἐπιστήμης καὶ ἐμπειρίας, ἀναγκαῖον ζητῆσαι, τί ποτέ ἐστιν ἡ ῥητορική. Τρεῖς μέν εἰσιν αἱ περὶ παντὸς πράγματος ζητήσεις, τίς ἡ τέχνη, καὶ τίς ὁ τεχνίτης, καὶ πῶς τὸ ἔργον αὐτῆς ἐργασώμεθα· ἐν δὲ τῷ, τίς ἡ τέχνῃ, ζητητέον, πότερον ἢ τέχνη ἢ ἐπιστήμη ἢ ἐμπειρία ἐστὶ, καὶ ὅπως τὴν ἀρχὴν γέγονε, καὶ τίς ἡ ἐξ αὐτῆς ὠφέλεια· ἀναγκαῖον οὖν καὶ ἡμᾶς κατὰ ταῦτα τὸν περὶ τῆς ῥητορικῆς λόγον διεξελθεῖν. ἴδωμεν οὖν πρῶτον, τί διενηνόχασιν ἑαυτῶν ἡ τέχνη καὶ ἡ ἐπιστήμη καὶ ἡ ἐμπειρία. Ἐπιστήμη μὲν οὖν ἐστιν ἀδιάπτωτος τῶν ὄντων προσφορά· τί ἐστι τοῦτο; τὸ ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν γινώσκειν, καὶ μήτε καιροῖς μήτε προσώποις μεταβαλλομένην ἔχειν τὴν εἴδησιν, ὅπερ φιλοσοφίας οἰκεῖον· ἀεὶ γὰρ τὸ σφαιροειδῆ εἶναι τὸν οὐρανὸν καὶ τὸ ἀεικίνητον τὸ πᾶν, καὶ τὸ ἀθάνατον τὴν ψυχὴν ἡ φιλοσοφία οἶδε, μηδὲν τούτων μεταμανθάνουσα· ἡ δὲ τέχνη κοινὸν μὲν ὅρον ἔχει· σύστημα ἐκ καταλήψεως συγγεγυμνασμένον πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ.
5.4 Διενήνοχε δὲ ἡ τέχνη τῆς ἐπιστήμης, τῷ μὴ ἀδιαπτώτῳ κεχρῆσθαι τῷ σκοπῷ, ἀλλὰ μεθαρμόζεσθαι πρὸς πρόσωπα καὶ καιροὺς, ὥσπερ οἱ ἰώμενοι, ἵνα κατ’ ἰατροὺς εἴπωμεν, ζητοῦσιν ὥραν, χώραν, ἡλικίαν, καὶ τῷ Σκύθῃ μὲν νοσοῦντι θερμὰ ἐπάγουσι βοηθήματα, διὰ τὴν φύσιν τῆς χώρας καὶ τὸ πάνυ ψυχρὸν, τῷ δὲ Ἰνδῷ ψυχρὰ διὰ τὸ θερμὸν τῆς χώρας, καὶ πρεσβύτῃ καὶ νέῳ διαφόρως. Ἡ δὲ ἐμπειρία ἕξις τίς ἐστι τοῦ πραχθέντος ἀπομιμητικὴ, ἤτοι ἄλογος τῶν προκειμένων τριβὴ, ἤτοι ἐκμίμησις τοῦ πραχθέντος, ἐξ ἀδιακρίτου κρίσεως. Κατὰ πάντας οὖν τοὺς ὅρους τὸ εἰκῆ καὶ ἀδιακρίτως καὶ ἀγνοουμένης αἰτίας πράττειν τι ἐμπειρία ἐστί· διενήνοχε δὲ τῷ ἐκείνην μὲν καὶ ἀμείβειν καὶ προστιθέναι καὶ κατὰ τάξιν τινὰ τρέπειν μετ’ αἰτίας μέντοι· τὴν δὲ ἄνευ αἰτίας ταῦτα γινώσκειν· ὁ γὰρ ἐμπειρίᾳ θεραπεύων ἑωρακὼς ἐκ φλεβοτομίας πολλάκις νέον ὑγιάναντα, ἤδη καὶ πρεσβύτῃ τοῦτο ποιήσας ἠδίκησέ τε καὶ ἔβλαψε· καὶ ψυχροποσίαν ἐν θέρει διδομένην ἑωρακὼς ἔδωκεν ἐν χειμῶνι, καὶ τὸ αὐτὸ πεποιηκὼς ἀπώλεσεν· αἱ μὲν οὖν διαφοραὶ αἱ τούτων τοιαῦταί εἰσιν. Τί δ’ ἂν εἴη τούτων ἡ ῥητορικὴ ζήτησις; ὅσοι μὲν οὖν σεμνύνειν αὐτὴν βούλονται, ἐπιστήμην εἶναι λέγουσι λέγοντες, ὡς ἀεὶ ταὐτὰ περὶ τῶν αὐτῶν ἔγνωκε καὶ ἀεὶ τοῖς αὐτοῖς κεφαλαίοις τὸν στοχασμὸν τέμνει, καὶ τὸν ὅρον ὁμοίως· ὁ δὲ Πλάτων διαβάλλων ἐμπειρίαν εἶναί φησιν· ἡμεῖς δέ φαμεν, ὅτι οὔτε ἐπιστήμης οὔτε ἐμπειρίας ἐστίν· εἰ γὰρ φαίνεται ὀργιζομένῳ μὲν δικαστῇ ἄλλως προσφερόμενος, κατεπτηχότι δὲ ἄλλως, ὅπερ καὶ Θουκυδίδης περὶ Περικλέους λέγει· ὅτι εἴπου ἴδοι τὸν δῆμον παρὰ καιρὸν ὕβρει θαῤῥοῦντα, λέγων κατέπληττεν ἐπὶ τὸ φοβεῖσθαι, καὶ δεδιότων αὖ πάλιν τὸν λόγον ἀντικαθίστη πάλιν ἐπὶ τὸ θαῤῥεῖν.
5.5 πῶς ἂν εἴη ἐπιστήμη καιροῖς καὶ προσώποις καὶ χρείαις καὶ πράγμασι μεταβαλλομένη; ὅταν δὲ τῶν παρ’ αὐτῆς πραττομένων ἔχῃ αἰτίαν καὶ εἴδη ὁ πράττων, διατί τόδε τι πράττει, ἢ τόδε τι ἐναλλάττει, πῶς ἂν εἴη ἐμπειρία; αὐτὴ γὰρ οὐ μίμησις ἀλλ’ εἴδησίς ἐστι. Τέχνη οὖν ἂν εἴη· τεχνῶν δὲ εἴδη τρία, θεωρητικὴ, πρακτικὴ, μικτή· καὶ θεωρητικὴ μέν ἐστιν, ἧς τὸ πέρας οὐ βεβαιοῦται πράξει τινὶ, οἷον γραμματική· ἐθεώρησε γὰρ, ὅτι τὰ εἰς ευς ὀξύνεται, καὶ ἀπέδειξε, καὶ τὸ πᾶν αὐτῆς πεπέρανται. Καὶ οἱ Στωϊκοὶ δὲ, καὶ οὗτοι γὰρ κράσεις στοιχείων τινὰς θεωρήσαντες, ἤ τινος τῶν τοιούτων ἐστὶν αὐτοῖς ἀεὶ ζήτησις, πλέον μὲν οὐδὲν προσέθεσαν. Πρακτικαὶ δὲ πᾶσαι μὲν αἱ βάναυσοι, καὶ ἡ μουσική. Πράττει γὰρ καὶ αὐτὴ τῇ ψυχῇ, ἢ λύπην ἰᾶται, ἢ χαρὰν ἐμποιεῖ ἢ ἡδονήν· μικτὴ δὲ ἡ ἰατρικὴ, καὶ γὰρ θεωρητικὸν ἔχει λόγον, καὶ πρακτικήν τινα ἐπαγωγήν· θεωρεῖ γὰρ, πῶς δεῖ ἰάσασθαι, καὶ λέγει τὸν περὶ αὐτοῦ λόγον, καὶ προςτίθησι τὸ ἔργον· ἔστιν οὖν καὶ ἡ ῥητορικὴ μικτὴ, θεωρητικὴ καὶ πρακτική· καὶ γὰρ ἐθεώρησε καὶ λόγον εἶπε καὶ πρᾶξίν τινα ἐπήγαγε τῷ πέρατι ἢ συμβουλεύσασα, ἢ δικασαμένη. Τὸ γὰρ πανηγυρικὸν αὐτῆς τοῦ θεωρητικοῦ ἂν εἴη μόνου. Διαλαβόντας οὖν ἡμᾶς περὶ τοῦ ὁποία τέχνη ἐστὶν, ἀναγκαῖον καὶ ὁπόθεν ἤρξατο καὶ ἧκεν διαλαβεῖν. Ἦν μὲν ἄνωθεν παρὰ τοῖς θεοῖς· τοῦτό φασιν Ὅμηρον ἐνδείκνυσθαι λέγοντα· Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο· ἤκμασε δὲ ἐν τοῖς ἥρωσι, καὶ ὁ μὲν Πλάτων καὶ τοὔνομα αὐτῆς ἐκ τούτου δίδωσι, παρὰ τὸ εἴρειν καὶ λέγειν· τοὺς γὰρ ἥρωας διαλεκτικοὺς οἶδε καὶ ῥητορικούς· φαίνεται δὲ καὶ ὁ ποιητὴς παντοῖα εἰδὼς ῥητορικῆς παραδείγματα.
5.6 τὸν μὲν γὰρ ταχὺν καὶ σύντομον καὶ ἀποδεικτικὸν ῥήτορά φησι λέγειν νιφάδεσσιν ὅμοια, καὶ τὸν πυκνὸν καὶ σύντομον, οὐδὲν δὲ ἧττον ἀποδεικτικὸν, παῦρα μὲν, ἀλλὰ μάλα λιγέως· οἶδεν δὲ τὴν ἀταξίαν τῆς δημαγωγίας καὶ τοὺς ἀδιακρίτως καὶ ἀτέχνως λέγοντας, ὁποῖοί ποτέ εἰσιν, ὥσπερ τὸν Θερσίτην· Ὅς ῥ’ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη. Καὶ πρῶτόν γε ἁπάντων γενέσθαι φασὶ παρ’ Ἀθηναίοις λόγον εἰπεῖν κατηγορικὸν, κατηγοροῦντα Θησέα ἐπὶ τῷ θανάτῳ Ἱππολύτου, μεταξὺ δὲ σβεσθῆναι· τῶν γὰρ τυραννίδων ἐν ταῖς πόλεσι γενομένων ἀναγκαίως ἡ ῥητορικὴ πρὸς ἐλευθερίαν σπουδάζουσα καὶ ἐναντία οὖσα ταῖς τυραννίσιν ἔγκλημά τε ἦν καὶ ἐπικίνδυνον γίνεσθαι. ἐν δὲ Σικελίᾳ λέγεται Φάλαριν δημαγωγικὸν λόγον εἰπεῖν καὶ ὑπαγαγέσθαι τὸ πλῆθος πιθανότητι, ὥστε καὶ εἰς τυραννίδα ἐλθεῖν· μετὰ δὲ ταῦτα Κόραξ πρῶτον ἁπάντων συνεστήσατο διδασκαλίαν περὶ ῥητορικῆς· οἱ γὰρ πρὸ αὐτοῦ ἐπιτηδεύοντες τὴν τέχνην ὡς ἐμπειρίᾳ τινὶ καὶ ἐπιμελείᾳ χρώμενοι ἐπετήδευον, καὶ οὗτος μὲν οὐ μετὰ λόγου καὶ αἰτίας, οὐδὲ τέχνης τινός. Τούτου δὲ τοῦ Κόρακος Τισίας γέγονε μαθητὴς, περὶ οὗ λέγεται τοιοῦτόν τι. Τισίαν συνθέσθαι τῷ Κόρακι χιλίας δραχμὰς, ἡνίκα ἂν ἐν δικαστηρίῳ ἀγωνιζόμενος τὴν πρώτην νίκην νικήσειεν· ὄντος δὲ πρεσβυτέρου τοῦ Κόρακος οὐ προῄει ἐν δικαστηρίῳ, ἐπὶ τῷ τῇ τελευτῇ τοῦ Κόρακος κερδᾶναι τὰς ἐπαγγελίας· ἐγράψατο οὖν αὐτὸν ὁ Κόραξ χρέος, καὶ τοῦτο μόνον εἶπε τοῖς δικαστοῖς· ὅτι ἐὰν ἡττηθῇ μοι Τισίας τὴν τοῦ χρέους γραφὴν, ὀφείλει μοι δοῦναι τὰς χιλίας, τὴν γὰρ πρώτην δίκην νενίκηκε κατὰ τὴν συνθήκην.
5.7 ὁ δὲ Τισίας τὸ ἐναντίον ἀπεκρίνατο λέγων, ὅτι εἰ μὲν ἡττήθην τὴν τοῦ χρέους γραφὴν, οὐκ ὀφείλω δοῦναι, νενίκηκα γὰρ τὴν τοῦ χρέους γραφήν· τοιούτων γὰρ ἀποκρίσεων ῥηθεισῶν εἰς ἀπορίαν μὲν ἦλθον οἱ δικασταὶ, ἐβόησαν δὲ, κακοῦ Κόρακος κακὸν ὠόν. Ζῆλος οὖν εἰς τούτους πολὺς τῆς τέχνης γέγονε, καὶ Γοργίας ὁ Λεοντῖνος κατὰ πρεσβείαν ἐλθὼν Ἀθήνησι τὴν τέχνην τὴν συγγραφεῖσαν παρ’ αὐτοῦ ἐκόμισεν, καὶ αὐτὸς ἑτέραν προσέθηκε καὶ μετ’ αὐτὸν Ἀντιφῶν ὁ Ῥαμνούσιος, ὁ Θουκυδίδου διδάσκαλος λέγεται τέχνην γράψαι· μετὰ ταῦτα δὲ Ἰσοκράτης ὁ ῥήτωρ καὶ πᾶσαι μὲν αὗται δημαγωγικαὶ τέχναι εἰσὶν, οὐδὲν περὶ στάσεων ἔχουσαι κεφάλαιον, ἢ τούτων τῶν νῦν ἐπιτηδευομένων, πιθανότητος δέ τινος, πῶς δεῖ δῆμον ὑπαγαγέσθαι. Καὶ ὅτι μὲν χρῶνται λέγοντες οἱ παλαιοὶ τέχνῃ, ὡμολόγηται, φαίνονται γὰρ τὰς αὐτὰς ὑποθέσεις ἐν διαφόροις λόγοις καὶ διαφόροις ῥητοῖς ῥήτορες ἀεὶ ὁμοίως μελετῶντες, καὶ τὴν στοχαστικὴν ἀεὶ στοχαστικῶς καὶ τοῖς αὐτοῖς κεφαλαίοις, καὶ τὴν πραγματικὴν τοῖς τῆς πραγματικῆς· δῆλον οὖν, ὡς παραδόσει τινὶ ταῦτα ἐγίνωσκον· αἱ μὲν οὖν γραφεῖσαι περὶ τούτων οὐ διελάμβανον· ὅτι δὲ καὶ δικανικαὶ τέχναι ἦσαν γεγραμμέναι παρ’ αὐτῶν, δηλοῖ Ἰσοκράτης λέγων· λοιπὸν δὲ ἡμῖν εἰσιν οἱ πρὸ ἡμῶν γεγονότες καὶ τὴν καλουμένην τέχνην συγγράψαι τολμήσαντες, οὓς οὐκ ἀφετέον ἀνεπιτιμήτους, οἵ τινες οὔτε ἔσχον τὸ δικάζεσθαι διδάσκειν, ἐκλεξάμενοι τὸ δυσχερέστερον τῶν νοημάτων· αὗται μέν τοι αἱ δικανικαὶ τέχναι οὐδαμοῦ σώζονται· εἴτε οὖν ἐν αὐταῖς τὰ κεφάλαια ταῦτα καὶ αἱ στάσεις ἐπενοήθησαν, εἴτε καὶ ἄλλως ἐκ διδασκαλίας αὐτὰ παρέλαβον, δῆλον ὅτι αὐτοὶ τέχνῃ μετῄεσαν, καὶ δῆλόν ἐστιν ἀφ’ ὧν τὰς ὑποθέσεις πάντες ὁμοίως μελετήσαντες φαίνονται.
5.8 Ἤκμασε δὲ καθ’ ὑπερβολὴν ἐν τῇ δημαγωγίᾳ κατὰ τὸν Δημοσθένους καιρὸν ἡ ῥητορικὴ, μετὰ δὲ ταῦτα ἐπὶ τῆς Ἀντιπάτρου βασιλείας, ἡνίκα Ὑπερίδης μὲν ἐγλωσσοτομήθη, Δημοσθένης δὲ ἀπέθανεν· ἐνενήκοντα δὲ καὶ ὀκτὼ λέγονται ἐκδοθῆναι ἐξ Ἀθηνῶν ῥήτορες· πάμπολλοι δὲ ἀπὸ πάσης τῆς Ἑλλάδος. Φοβερὸν δὲ τὸ τῆς ῥητορικῆς γέγονεν, καὶ ἡμάρτηται τῶν Μακεδονικῶν κακῶν κατεχόντων τὴν Ἑλλάδα· ἡνίκα δὲ ἡ Ῥωμαίων ἤκμασεν ἀρχὴ καὶ πολιτεία σώφρων κατέσχε τὰς πόλεις μάλιστα ἐπὶ Ἀδριανοῦ καὶ Ἀντωνίνου, ῥητορικῶν καὶ φιλολόγων βασιλέων, αὖθις αἱ τέχναι συνετάθησαν· φαίνεται μὲν γὰρ καὶ ὁ Κικέρων καὶ ἔτι τούτων πρεσβύτερος ὢν ταύτην τὴν ῥητορικὴν τέχνην ἐπιστάμενος, ἐξ ὧν δῆλον ὅτι ἐσώζετο· τῶν δὲ νῦν φερομένων τεχνικὸς πρῶτος Λολλιανὸς φαίνεται ἑπτὰ μόνας στάσεις εἰπὼν, καὶ Ἑρμαγόρας μετ’ αὐτὸν πέντε, μετὰ τούτους ὁ Μινουκιανός. Λέγεται δὲ πρῶτος ὁ Μινουκιανὸς εἰς τὰς δεκατρεῖς στάσεις διελεῖν, καὶ ὀνόματα ἀπὸ τοῦ σκοποῦ τῆς ἀπολογίας ποιήσασθαι· μετὰ δὲ τοῦτον Ἑρμογένης ἐγένετο, γένει μὲν ἐκ Ταρσοῦ τῆς Κιλικίας, υἱὸς Καλλίππου νεώτερος, σφόδρα ταύτην τὴν τέχνην συνθείς· λέγεται γὰρ ὀκτωκαιδεκαέτης προσελθεῖν Ἀδριανῷ τῷ βασιλεῖ λέγων· „ἥκω σοι βασιλεῦ ῥήτωρ παιδαγωγούμενος, ῥήτωρ ἡλικίας δεόμενος·“ γενόμενος δὲ εἴκοσι πέντε ἐτῶν λέγεται παντελῶς ἐκστῆναι, ὥστε καὶ ἀγνοῆσαι, ἃ αὐτὸς συνέθηκεν. Ὁ μὲν οὖν βίος αὐτοῦ οὗτος, δεῖ δὲ καὶ περὶ τῆς προκειμένης τέχνης διαλαβεῖν.
5.9 Ζητοῦσί τινες πρῶτον, τί δήποτε τέχνην ῥητορικὴν ἐπιγράψας τὸ βιβλίον οὔτε ὅρον ῥητορικῆς ἐξέθετο, οὔτε ἀπόδειξιν, ὡς τέχνη ἡ ῥητορικὴ, πλὴν ἀφανῶς ἐν τῷ προοιμίῳ· οὔτε ὅλως περὶ τῶν τοιούτων διέλαβε, καίτοι γε τὸν διδόντα λόγον περί τινος τέχνης χρὴ τρία ταῦτα· τρεῖς γάρ εἰσι ζητήσεις περὶ παντὸς πράγματος· τίς ἡ τέχνη, τίς ὁ τεχνίτης καὶ πῶς τὸ ἔργον τὸ ἐν αὐτῇ ἐργασώμεθα. Ἐν μὲν οὖν τῷ τίς ἡ τέχνη δειχθῆναι πρῶτον μὲν, ὅτι τέχνη, δεύτερον δὲ ὁποία τέχνη, τρίτον δὲ, εἰ καλλιτεχνία, εἰ ψευδοτεχνία· ἐν δὲ τῷ τίς ὁ τεχνίτης, εἰ φιλοσοφήσει ὁ ῥήτωρ, εἰ νόμους θήσει ὁ ῥήτωρ, τίς ποτέ ἐστιν ὁ ῥήτωρ. περὶ δὲ τοῦ τρίτου μόνον διαλαμβάνει· αἰτιῶνται μὲν οὖν ταὐτόν τινες διὰ τοῦτο. ὁ δὲ Πορφύριος ἀπολογούμενος ὑπὲρ τοῦ Μινουκιανοῦ τὸ αὐτὸ ἔγκλημα ἐγκαλουμένου, καὶ γὰρ ἐκεῖνος εἰπὼν, ὅτι ὁ ῥήτωρ ἐρεῖ πᾶν ζήτημα πολιτικὸν, οὐ προσεδίδαξεν, οὔτε τίς ὁ ῥήτωρ, οὔτε τίς ἡ ῥητορικὴ, ταύτην τὴν ἀπολογίαν προτείνεται, ἥτις καὶ ὑπὲρ Ἑρμογένους ἁρμόσει λέγεσθαι· φησὶ γὰρ, ὅτι οὐ περὶ ταύτης τῆς ῥητορικῆς διελάμβανεν, ἀλλὰ περὶ μόνου τοῦ δικανικοῦ καὶ συμβουλευτικοῦ. Περιττὸν οὖν μέρους ἐξέτασιν ποιούμενον περὶ πάσης λέγειν τῆς τέχνης· Καὶ ἡ μὲν ἀπολογία αὕτη, ἴδωμεν δὲ, εἰ εὖ ἔχει, καὶ εἴπωμεν ἐπ’ ἀμφότερα λόγους βεβαιοῦντας καὶ ἀνασκευάζοντας τὴν ἀπολογίαν. Οἱ μὲν οὖν φιλονείκως ἀνασκευάζοντες τοιούτοις χρῶνται λόγοις, ὅτι περὶ πάσης τέχνης διαλαμβάνει, καὶ οὐκ ἀληθὴς ὁ Πορφυρίου λόγος· πρῶτον μὲν γὰρ αὐτὸς ὁ τεχνικός φησι, „κἀν ταῖς βουλαῖς, κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ·“ τὸ δὲ πανταχοῦ σημαίνει τὸ πανηγυρικὸν διὰ τὸ πλείονας, φησὶν, εἶναι καὶ τόπους καὶ καιροὺς τοῦ πανηγυρικοῦ· ἔπειτα παρακατιὼν πάλιν αὐτὸς λέγει· καὶ χρὴ τοῖς ἐγκωμιαστικοῖς ἀκολουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν· ὥστε αὐτὸς ὁ τεχνικὸς οἶδεν τὸ πανηγυρικὸν ἐνεχόμενον τοῖς δύο τούτοις· οὐ μόνον δὲ ἐκ τούτων ἐστὶν ἀποδεῖξαι, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς φύσεως τῶν πραγμάτων· οὔτε γὰρ συμβουλεύων δύνασαι συμβουλεῦσαι πόλεμον, μὴ ἐπαινέσας τὸν πόλεμον, οὔτε ἀποτρέπων μὴ ψέξας, καὶ κατηγορῶν δὲ ἐν δικαστηρίῳ πλείονα ποιήσεις τὸν ψόγον, καὶ ἀπολογούμενος τὸν ἔπαινον· καὶ μάρτυς ὁ Δημοσθένης τὸν περὶ τοῦ στεφάνου λόγον τέλειον ἑαυτοῦ συγγεγραφὼς ἐγκώμιον, καὶ ὁ Αἰσχίνης τὸν κατὰ Τιμάρχου τέλειον ψόγον· καὶ κατὰ πάντα πᾶς ἐπίλογος ἢ ψόγον ἔχει ἢ ἔπαινον· ἤδη δὲ καὶ τέλειον ζήτημα εὕρηται διὰ μόνων τῶν ἐγκωμιαστικῶν τόπων προαγόμενον, οὗ ὁ ὅρος οὗτος· νόμος τὸν λαχόντα δᾳδουχεῖν δοκιμάζεσθαι· Ἀλκιβιάδης ἔλαχε δᾳδουχεῖν καὶ δοκιμάζεται· ἐνταῦθα γὰρ ὁ μὲν κωλύων δᾳδουχεῖν αὐτὸν ἀπὸ πάντων ψέξει, καὶ ἀπὸ τῶν προγόνων, λέγων τοὺς Ἀλκμαιωνίδας ἀεὶ πρὸς θορύβους καὶ στάσεις ὁρᾷν, καὶ τὴν ἀνατροφὴν αὐτοῦ, ὡς εἴη παρὰ Πολλίωνι αἰσχρῷ καὶ ἐπονειδίστῳ, καὶ τὰς πράξεις, ὡς ἀσκευής ἐστιν, καὶ ἀγαλμάτων τινὲς καθαιρέσεις γεγόνασιν ὑπ’ αὐτοῦ, καὶ τῶν ἑρμῶν περικοπὴ, καὶ πρὸς τούτοις δὲ προδοσία, ὁ Δεκελείας ἐπιτειχισμὸς, καὶ πάντα ὅσα ἐν τῷ Πελοποννησιακῷ φυγὼν Ἀθηναίοις ἐποίησεν, ὥστε τελέως ἂν εἴη ὁ ψόγος· ὁ δὲ συμβουλεύων γενέσθαι πάλιν ἀπὸ προγόνων ἐπαινέσει ἐξ αὐτῶν τῶν Ἀλκμαιωνιδῶν· ὅτι αὐτοὶ καθεῖλον τοὺς τυράννους καὶ δημοκρατίαν πεποιήκασι, καὶ ἀπὸ Περικλέους θείου αὐτοῦ καὶ ἀπὸ τοῦ πατρός· καὶ πάλιν τὴν ἀνατροφὴν ἐπαινέσει παρὰ Σωκράτει λέγων αὐτὸν γεγενῆσθαι, ἀγαθῷ ἀνδρὶ, καὶ τὰς πράξεις θαυμάσει, τὴν Κύζικον λέγων, ἐν ᾗ διακοσίας τριήρεις συνελάβετο τῶν Λακεδαιμονίων, ἤδη ἀπειρηκυίας παντελῶς τῆς Ἀθηναίων δυνάμεως, καὶ διὰ πάντων ἔσται τέλειον ζήτημα· πῶς οὖν οὐκ ἐμπεριέχεται τὸ πανηγυρικὸν τούτοις τοῖς μέρεσιν, ὅπου καὶ ζήτημα ὅλον ψόγον τε ἔχει καὶ ἐγκώμιον· ἢ πῶς οὐκ ἐμπεριέχεται τὸ πανηγυρικὸν, ὅπου ἴσμεν καθολικὸν κανόνα· ὅτι πᾶν πρᾶγμα καὶ πᾶσα τέχνη τὰς αὐτὰς προτάσεις καὶ ἐπαγγελίας ἔχουσά τινι ἐκείνου ἐστὶν, οὗ τὸν σκοπὸν ἔχει καὶ τὴν πρότασιν· εἰ οὖν τῷ πανηγυρικῷ ἐπαινέσαι καὶ ψέξαι σκοπός ἐστιν, ἔστι δὲ καὶ ἐν τῷ συμβουλευτικῷ καὶ δικανικῷ ταῦτα, πῶς οὐκ ἂν εἴη ἐν αὐτοῖς καὶ τὸ πανηγυρικὸν, καὶ ἔτι πρὸς τούτοις καὶ τοῦτο συντελεῖ πρὸς ἀπόδειξιν, ὅτι πᾶν εἶδος τῷ γένει ταὐτόν ἐστι καὶ οὐ διάφορον· εἰ γὰρ ἐστί τι ζῶον καὶ ἵππος καὶ κύων καὶ ἄνθρωπος, ἢ ζῶον ταὐτόν ἐστι τῷ γένει· εἰ γὰρ τὰ τοῦ ζώου ἔχει, καὶ εἰ πρὸς ἑαυτὰ διαφορὰν ἔχει, ἀλλὰ πρὸς τὸ γένος οὐκ ἔχει· ἔστω οὖν τὸ πανηγυρικὸν διαφορὰν μὲν ἔχειν πρὸς τὸ δικανικὸν καὶ συμβουλευτικὸν, οὐ μέντοι πρὸς τὴν ῥητορικὴν ἔχει διαφοράν· ἐπιγράφων οὖν τέχνην ῥητορικὴν καὶ περὶ τούτων διέλαβεν· εἰ μὲν γὰρ ἐπέγραφε „τέχνη δικανικοῦ καὶ συμβουλευτικοῦ“, εἰκότως περὶ μέρους διελάμβανεν· ἡ δὲ πρότασις τὸ πᾶν ὄνομα τῆς τέχνης ἔχει αὐτὴ καὶ τοῦτο περιείληφεν.
5.11 εἰ δὲ καὶ ἐξουσίαν δοίη τις μὴ περιειληφέναι, καὶ αὐτὸ τοῦτο πταῖσμά ἐστιν, ὅτι γένους ἐπαγγειλάμενος γράφειν τέχνην, ὡς αὐτοί φασιν, εἰδῶν μόνων ἔγραφε, καὶ οὐ πάντων τῶν τοῦ γένους. ἡ γὰρ ἐπιγραφή ἐστι, τέχνη ῥητορικὴ, ἡ δὲ ῥητορικὴ τὰ τρία εἴδη περιέχει, ὥστε πάντως τὸ εἰπεῖν ἀναγκαῖον· ἢ οὖν εἶπε καὶ οὐχ ἁρμόζει ἡ ἀπολογία, ἢ μὴ εἰπὼν κατὰ τοῦτο πταίει· καὶ ταῦτα μὲν πρὸς τὸ ἀνατρέψαι τὸν Πορφυρίου λόγον· εἰ δὲ θέλοιμεν αὐτῷ συνηγορῆσαι καὶ ἀνασκευάσαι τὰ προςτεθέντα οὕτως ἀνατρέψομεν, καὶ ἐφ’ ἕκαστον τούτων ἔλθωμεν. Τὸ μὲν οὖν λέγειν, ὅτι αὐτός φησι „κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ“ ἑτέραν ἔχει ἐξήγησιν, ἣν ἐν τῷ ῥητῷ ἐροῦμεν· καὶ οὐ σημαίνει τὸ πανηγυρικόν.
5.12 Τὸ δὲ δὴ λέγειν, ὅτι τοῖς ἐγκωμιαστικοῖς ἀκολουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν, αὐτὸ τοῦτο μαρτυρεῖ, ὅτι οὐ περιέχεται· οὐ γὰρ ὁ ἐπιτάττων χρῆσθαι γραμματικῇ ἤδη καὶ γραμματικός ἐστιν, οὐδὲ ὁ ἐπιτάττων χρῆσθαι ἰατρικῇ ἤδη καὶ ἰατρός ἐστιν, οὐδὲ ὁ ἐπιτάττων οἰκοδομεῖν οἰκίαν ἤδη καὶ τέκτων, ὅταν εἴπῃ χρῆσθαι πρὸς τὴν χρείαν, οὔπω καὶ τοῦτο διδάσκει· τὸ δὲ δὴ λέγειν, ὅτι ἡ φύσις τῶν πραγμάτων οἶδεν ἐμπεριεχόμενον τὸ πανηγυρικὸν, καὶ μάλιστα ἐν οἷς τὸν περὶ τοῦ στεφάνου καὶ τὸν κατὰ Τιμάρχου προφέρουσι· τοσοῦτον ἐροῦμεν, ὅτι πᾶν πρᾶγμα περιεχόμενον ἀπό τινος τὴν μὲν ἑαυτοῦ φύσιν ἀπέβαλεν, ἐκεῖνο δὲ γίνεται, περὶ ὅ ἐστι καὶ ὑφ’ οὗ περιέχεται, ὡς ἐπὶ τούτου· ὅταν ὁ αὐτὸς τεχνικὸς ἐν τῷ περὶ ἰδεῶν λέγῃ περὶ παροξυτόνων καὶ ὁμοιοκαταλήκτων, οὐ τεχνολογίαν ἐρεῖ γραμματικὴν, καίτοι γραμματικῆς τέχνης μέρος λέγων, ἀλλὰ πρὸς τὴν τῆς ῥητορικῆς χρείαν ἡ γραμματικὴ ἐλθοῦσα οὐκ ἔμεινεν ἔτι τὸ ἑαυτῆς, ἀλλὰ ὁ περὶ τῶν ἰδεῶν λόγος ῥητορικῆς ἐστι, καίτοι διὰ γραμματικῆς πολλῆς κατασκευαζόμενος· καὶ γὰρ εἰς τοσοῦτον χρείας ἦλθεν τῆς γραμματικῆς, ὡς καὶ μέτρων τινῶν μνησθῆναι. καὶ ὅταν ἐν τῇ ῥητορικῇ κατασκευάζωμεν, τὸ δίκαιον οὐ φιλοσοφίας ἔργον ποιοῦμεν, καί τοι τοῦ σκοποῦ τῆς φιλοσοφίας τοῦτο μάλιστα ζητοῦντος· ἀλλ’ ὥρμηται μὲν ἐκ φιλοσοφίας ὁ λόγος, εἰς κατασκευὴν δὲ ῥητορικῆς ἐλθὼν οὐκέτι φιλοσοφία ἔμεινεν, καίτοι πολλάκις ὁ ῥήτωρ καὶ καθολικοῖς λόγοις ἐχρήσατο· ὥστε οὐκ ἔστιν ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι, ὅπερ οἰκειότατόν ἐστι φιλοσοφίας, περὶ εὐσεβείας καὶ δικαιοσύνης ἀποφαίνεσθαι· ταὐτὸν δὲ περὶ πανηγυρικοῦ ἔχομεν εἰπεῖν· ὅταν ληφθῇ πρὸς κατασκευὴν ἢ τοῦ συμβουλευτικοῦ ἢ τοῦ δικανικοῦ, ὑφ’ οὗ περιέχεται, ἐκεῖνο γίγνεται καὶ οὐκέτι πανηγυρικὸν ἔμεινεν· πῶς γὰρ ἔτι εἴη πανηγυρικὸν τὸν τοῦ πανηγυρικοῦ σκοπὸν μὴ φυλάττον· οὗτος δὲ αὔξησιν ἔχει ὁμολογουμένων ἀγαθῶν· εἰ δὲ ὡμολόγηται, ὅτι δίκη καὶ συμβουλὴ ἀμφισβητουμένων πραγμάτων ἐστὶ κατασκευὴ, κἂν μυριάκις ἐν αὐτοῖς ἐξετάζηται, ἕως ἂν μὴ κατὰ τὸν αὐτοῦ σκοπὸν ἐξετάζηται, οὐκέτι πανηγυρικόν.
5.13 Περὶ δὲ τοῦ γένους τοῦ ζητήματος καὶ τοῦτο ἐροῦμεν, ὅτι τὰ ἐνθυμήματα πάντα, ἃ προετείναμεν, ἀπὸ γένους καὶ τῶν λοιπῶν οὐκ αὐτὸ τοῦτο τὸ ἐπαινέσαι τὸ γένος προτείνεται, ἀλλὰ κατασκευάσαι τὸ δίκαιον· οὐ γὰρ ἐπαινέσας τὸν Ἀλκιβιάδην ἠρκέσθη, ἀλλὰ προςτίθησι, δίκαιον οὖν αὐτὸν δᾳδουχῆσαι, ἢ τοὐναντίον οὐ δίκαιον· δῆλον οὖν, ὅτι καὶ τὸ πανηγυρικὸν ἐκπεσὸν τῆς ἑαυτοῦ φύσεως εἰς ἑτέρου κατασκευὴν εἴληπται· εἰ μὲν γὰρ τοῦτο μόνον ἦν τὸ ζητούμενον, εἰ χρηστὸς ἢ πονηρὸς Ἀλκιβιάδης, πανηγυρικὸν ἂν εἴη· εἰ δὲ ἀμφιβολίας γενομένης, εἰ ἄξιός ἐστι τῆς τοιαύτης τιμῆς, οὐκ ἂν εἴη πανηγυρικόν· τὸ δὲ δὴ λέγειν αὐτοὺς, ὅτι τὰ εἴδη τὰ αὐτά εἰσι τῷ γένει, καὶ δεῖ τὸν περὶ τοῦ γένους διαλαβόντα καὶ περὶ εἰδῶν διαλαβεῖν, οὐκ ὀρθῶς λέγουσιν· τὰ αὐτὰ μὲν γάρ ἐστι τῷ γένει, καὶ οὐ διάφορα· οὐ πάντως δὲ ὁ περὶ ἑνὸς διαλαβὼν ἀνάγκην ἔχει περὶ πάντων, ὥσπερ ἂν εἰ ζητοίημεν περὶ ἀνθρώπου φύσεως, προεξετάζομεν, ὅτι ζῶον ὁ ἄνθρωπος, καὶ εἰ ζῶον θνητὸν, οὐ μέντοι ἀνάγκην ἔχομεν καὶ περὶ ἵππου καὶ περὶ τῶν ἄλλων ζώων διαλαβεῖν· ἄλλως τε καὶ ἀπὸ τῶν πλειόνων τὴν ὀνομασίαν εἰώθασιν οἱ παλαιοὶ ποιεῖσθαι, ὥσπερ καὶ Θουκυδίδης τῶν Πελοποννησίων καὶ Ἀθηναίων φησὶ πόλεμον, τοὺς Λακεδαιμονίους Πελοποννησίους καλῶν· καίτοιγε οὐ Λακεδαιμονίων μόνων ἐστὶν ἡ Πελοπόννησος, ἀλλὰ καὶ ἄλλων πολλῶν. Ἐνταῦθα οὖν περὶ τῶν δύο μερῶν διαλαβὼν εἰκότως τὸ τῆς τέχνης ὄνομα δέδωκεν, ἑνὶ δὲ λόγῳ τοῦτό ἐστι τὸ εἶναι εἶδος τὸ διαφορὰν ἔχειν τινὰ πρὸς ἕτερον· ἐπεὶ περιττὸν ἦν ἢ τὸ μὴ, εἰ ταὐτὸν ἔμελλεν εἶναι τῷ λοιπῷ· διὰ τοῦτο οὖν τέμνεται εἰς τρία ἡ ῥητορικὴ, ὅτι διάφορά ἐστι πρὸς ἄλληλα τὰ εἴδη· πῶς οὖν δυνατὸν τὸ πανηγυρικὸν ταὐτὸν εἶναι τῷ δικανικῷ καὶ συμβουλευτικῷ, εἰ εἶδός ἐστι τῆς ῥητορικῆς· εἰ γὰρ εἶδος, οὐκέτι ταὐτόν ἐστιν, ἀλλὰ διαφοράν τινα ἔχει πρὸς τὰ ἄλλα εἴδη καὶ οὐ ταὐτόν ἐστιν, ὅτι τοῦ πανηγυρικοῦ οὐκ ἐγκώμιον μόνον καὶ ψόγος εἴδη ἐστὶν, ἀλλὰ καὶ ἕτερα πλείονα, εἰ πνευματικὸς καὶ στεφανωτικὸς καὶ καθιερωτικὸς καὶ ἐπιτάφιος καὶ τὰ λοιπά· οὐκέτι οὖν τὸ τριςκαιδέκατον μέρος τὸ εὐτελέστατον, οὐδὲ αὐτὸ κατὰ τὴν αὐτοῦ φύσιν ἐνέπεσε τοῖς ἄλλοις· ἤδη δὲ τὸ πανηγυρικόν ἐστιν· οὐ γὰρ τὸ μέρος τὸ πᾶν περιέχει, ἀλλὰ τῷ παντὶ τὸ μέρος περιέχεται, καὶ οὐδὲ εἴ τις οἶδεν φλεβοτομεῖν μόνον, οὗτος ἤδη καὶ ἰατρὸς, ἀλλ’ ὁ πάντα εἰδὼς, κἂν μὴ φλεβοτομεῖν ἐπίσταται, ἰατρός ἐστιν.
5.14 Ὡμολόγηται οὖν, ὅτι ἔῤῥωται ὁ λόγος ὁ Πορφυρίου· εἴπωμεν δὲ καὶ ἑτέραν ἀρίστην καὶ ἀναντίῤῥητον ἀπολογίαν. Ὡς προετάξαμεν, τρεῖς εἰσι περὶ παντὸς πράγματος ζητήσεις. Ἐνταῦθα οὖν περὶ τοῦ ἔργου μόνον διαλαμβάνων περιττὸν ἡγεῖτο περὶ τῶν λοιπῶν διαλαβεῖν, ἐν γὰρ τῷ εἰπεῖν ὅρον ῥητορικῆς ἠναγκάζετο καὶ τὴν τῆς ῥητορικῆς πᾶσαν κατασκευὴν κατεργάσασθαι· ἄλλως τε καὶ αὐτὸ τοῦτο τῷ Μινουκιανῷ ἐγκαλῶν, τὸ περιττὰ καὶ οὐκ ἀναγκαῖα τῷ προκειμένῳ συγγράμματι λέγειν· καὶ βουλόμενος σαφέστερον καὶ εὐδιακριτώτερον εἶναι αὐτῷ τὸν λόγον, ᾧ ἐναντίον ἦν τὸ ἔξωθέν τινα διαλαβεῖν· ἡμεῖς δὲ καὶ προαπεδείξαμεν, ὅτι τέχνη ἐστὶν ἡ ῥητορικὴ, καὶ νῦν ὅρους αὐτῆς ἐροῦμεν. Ἴδωμεν δὲ πρῶτον, τίς ὁ τεχνίτης· καὶ πρῶτον ἀποδεδώκασιν, ἄνθρωπος καλῶς λέγειν εἰδώς· ἀλλ’ οὗτος τοῦ κατ’ αὐτοὺς ῥήτορός ἐστιν ὁ ὅρος, οὐ δημαγωγικοῦ καὶ δικανικοῦ· οὐ γὰρ πάντως ἕπεται τῷ ῥήτορα εἶναι τὸ καὶ ἄνδρα ἀγαθὸν εἶναι.
5.15 Πολιτικοῦ δὲ ῥήτορος οὗτος· ἀνὴρ πολιτικῶν πραγμάτων ἐπιστήμων, καὶ ἐφ’ ἑκάτερα ἐξ ἐνδόξων κατασκευαστὴς, οὗτος μὲν οὖν τοῦ ῥήτορος ὁ ὅρος, ἡ δὲ ἐξήγησις αὐτοῦ αὕτη· πραγμάτων τὸ γένος, ἐπειδὴ δὲ πραγμάτων καὶ τὰ φιλόσοφα, προσέθηκε πολιτικῶν, ἐπιστήμων δὲ πρὸς τοὺς φιλονεικοῦντας ἐμπειρίαν εἶναι τὴν ῥητορικὴν, καὶ ἐξ ἐνδόξων κατασκευαστὴς, ἀπὸ γὰρ τῶν πιθανῶν αἱ τῶν ῥητορικῶν ἀποδείξεις καὶ οὐ πάντως ἀπὸ τῶν ἀληθῶν, ὅπερ οἰκεῖον φιλοσοφίας. Ὅροι δὲ ῥητορικῆς διάφοροι παρὰ τῶν παλαιῶν ἡμῖν παραδέδονται. Ὁ μὲν οὖν Πλάτων διαβάλλων αὐτὴν καλεῖ πολιτικῆς μορίου εἴδωλον· τοῦτον δὲ οὐδὲ ἐξεταστέον τὸν ὅρον πρὸς διαβολὴν καὶ οὐκ ἀλήθειαν ἔχοντα· ὃν δὲ ὡς ἀληθῆ εἶπεν, οὗτός ἐστιν· πειθοῦς δημιουργός. Οἱ δὲ Στωϊκοὶ ἀντίστροφον τῇ διαλεκτικῇ αὐτὴν καλοῦσιν, οἱ δὲ περὶ Ἑρμαγόραν δύναμιν τοῦ εὖ λέγειν τὰ πολιτικὰ ζητήματα, ἄλλοι δὲ δύναμιν θεωρητικὴν τοῦ περὶ ἕκαστα πιθανοῦ, καὶ οὗτος δοκεῖ Ἀριστοτέλους ὁ ὅρος. Ὁ μὲν γὰρ λέγων αὐτὴν πειθοῦς δημιουργὸν ἀτελῆ ποιεῖ τὴν ῥητορικήν· ἐν ἑτέροις γάρ ἐστι τὸ πείθεσθαι, ὡς καὶ ὁ Δημοσθένης· „ἡ δὲ τοῦ λέγειν δύναμις, ἐὰν τὰ παρ’ ὑμῶν τῶν ἀκουόντων ἀντιστῇ, διακόπτεται“· πᾶσα δὲ τέχνη ἐν αὐτῇ ἔχει τὸ τέλος, καὶ οὐ μόνον ἐκ τούτου δείκνυται μὴ συνεστηκὼς ὁ ὅρος, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς φύσεως τῶν πραγμάτων· εἰ γὰρ τοῦτό ἐστι ῥητορικὴ τὸ δημιουργῆσαι πειθὼ, ἡνίκα ἂν ὁ ῥήτωρ δημιουργῇ τὴν πειθὼ, οὐκ ἔστι ῥήτωρ, ὥστε ἐν τοῖς πλείοσιν οὐκ ἔστι ῥήτωρ ὁ Δημοσθένης μὴ πεπεικώς· συμβαίνει δὲ καὶ ἰδιώτην πολλάκις ἢ ἐκ συμβεβηκότος ἢ ἐξ ἄλλης αἰτίας πεῖσαι, τὸν δὲ ῥήτορα μὴ πεῖσαι· καὶ ἐκ τούτου ἄτοπον ἀναφύεται, τὸν μὲν ῥήτορα ἰδιώτην εἶναι, τὸν δὲ ἰδιώτην ῥήτορα· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ οἱ φιλόσοφοι περὶ τῶν ἰδεῶν πείθουσιν, καὶ ἰατροὶ καὶ οἱ ἄλλοι· οἱ δὲ ὅροι μόνῳ ὀφείλουσιν ἁρμόζειν τῷ οἰκείῳ ὁριστῷ· οἱ δὲ δὴ λέγοντες ἀντίστροφον τῇ διαλεκτικῇ καὶ οὗτοι τὰ μέγιστα πταίουσι· καὶ αὐτὸς ὁ ὅρος μαρτυρεῖ· ἀντίστροφος γάρ ἐστιν ἰσόστροφος, ἰσοδύναμος, τὰ αὐτὰ πράττουσα· οὐδέποτε δὲ δύο πραγμάτων διαφόρων εἷς ὅρος δύναται εἶναι· πῶς οὖν διαλεκτικῆς καὶ ῥητορικῆς τὸν αὐτὸν ὅρον λέγουσιν.
5.16 εἰ γὰρ τὰ αὐτὰ πράττουσιν, καὶ αἱ αὐταί εἰσιν, ἀλλὰ μὴν διάφοροί εἰσιν αἱ τέχναι, οὐκ ἄρα ἁρμόζει ὁ ὅρος· πῶς γὰρ ἂν εἴη ὅρος μὴ μόνῳ τινὶ ἁρμόζων πράγματι, διὰ τοῦτο γὰρ καὶ ὅροι ἐκλήθησαν, διὰ τὸ μήτε ἐπιλαμβάνεσθαι ἑτέρου, μήτε ἐλλείπειν τι τοῦ ἰδίου· ὥσπερ οἱ τῶν χωρίων ὅροι πάντα τὰ αὐτῶν περιέχουσιν. Οἱ δὲ δὴ λέγοντες, δύναμις τοῦ εὖ λέγειν τὰ πολιτικὰ ζητήματα, δοκοῦσι μέν πως καλῶς λέγειν τῷ τὰ πολιτικὰ εἰπεῖν καὶ ζητήματα, καὶ ἀποδιαστῆσαι τῶν ἄλλων ζητημάτων καὶ τῷ εἰπεῖν εὖ λέγειν· οὐδὲ γὰρ πάντως πείθει, ἀλλὰ δεῖ πιθανῶς εἰπεῖν· ἐλλιπῶς δὲ ἔχει ὁ ὅρος οὗτος· τὸ γὰρ πανηγυρικὸν οὐ ζήτημα, ἀλλὰ αὔξησις ὁμολογουμένου ἀγαθοῦ. εἰ δὲ μόνα τὰ πολιτικὰ ζητήματα ἐρεῖ ἡ ῥητορικὴ, οὐκ ἔσται μέρος αὐτῆς τὸ πανηγυρικόν· ἐὰν οὖν ἓν τῶν τριῶν εἰδῶν ᾖ τὸ πανηγυρικὸν, ἐλλιπῶς ὁ ὅρος ἔχει· οἱ δὴ λέγοντες, δύναμις θεωρητικὴ τοῦ περὶ ἕκαστα πιθανοῦ καὶ οὗτοι δοκοῦσιν εὖ λέγειν, τὸ γὰρ πιθανὸν καὶ οὐ πάντως ἀληθὲς ζητοῦσιν· ἀλλ’ οὗτοι τὴν φύσιν τῆς τέχνης ἠγνόησαν· ὅπερ γὰρ φθάσαντες εἰρήκαμεν οὐ μόνον ἐστὶ θεωρητικὴ ἀλλὰ καὶ πρακτική· ἢ οὖν προςθετέον δύναμις θεωρητικὴ καὶ πρακτικὴ τοῦ περὶ ἕκαστα πιθανοῦ, ἢ ἐλλιπῶς ἔχει καὶ οὗτος.
5.17 τὸ γὰρ πιθανὸν εὑρεῖν μόνον τῇ τέχνῃ κατέλιπεν, οὐδὲν δὲ ἐκ τοῦ πράττειν· καὶ ἕτεροι δέ τινές εἰσιν ὅροι, οὓς περιττὸν θεῖναι, οὐκ εὖ ἔχοντας· ὁ δὲ δοκῶν εὖ ἔχειν οὗτός ἐστι· δύναμις λογικὴ ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν· δύναμις μὲν οὖν, ὅτι δύναται ἀνασκευάζειν καὶ κατασκευάζειν καὶ ἐν ἀμφοτέροις τούτοις ἐπιτηδείους λόγους εὑρεῖν. ἐπειδὴ δέ ἐστι καὶ χειρῶν δύναμις, ὥσπερ ἡ τῶν ἀγωνιζομένων, προσετέθη λογική. ἐπειδὴ δὲ καὶ οἱ ἰατροὶ δύναμιν λογικὴν ἔχουσι, προσετέθη, ἐν πράγματι πολιτικῷ· οἱ γὰρ ἰατροὶ οὐ περὶ πραγμάτων, ἀλλὰ ὕλης καὶ φύσεως ἔχουσι τὸν λόγον· ἐπεὶ δὲ καὶ οἱ φιλόσοφοι ἔχουσι καὶ δύναμιν λογικὴν καὶ ἐν πράγματι, προσέθηκε τῷ πολιτικῷ, ὅ ἐστιν οἰκεῖον ῥητορικῆς τέλος, „ἔχουσα τὸ εὖ λέγειν“· δεῖ γὰρ τὸν ῥήτορα καλῶς καὶ πιθανῶς εἰπεῖν, μόνον οὐκ ἀναγκαίως πείθειν. Λολλιανὸς δὲ κάλλιστον ὅρον τοῦτον ῥητορικῆς τίθησιν· δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν, ἔστι γὰρ δύναμις τὸ γένος, διὸ προσέθηκε λόγου, εἶτα ἐπειδὴ καὶ οἱ φιλόσοφοι ἔχουσι λόγους, προσέθηκε πιθανοῦ· ἐκεῖνοι γὰρ οὐ πιθανοὺς ἔχουσιν, ἀλλ’ ἀληθεῖς· ἐπειδὴ δὲ καὶ οἱ ἰατροὶ πολλάκις ἔχουσι λόγους πιθανοὺς, δύναμιν προσέθηκεν ἐν πράγματι πολιτικῷ. Πρὸς δὲ τὸν κοινὸν λόγον, ὃν μαθόντες ἔχουσι λόγον πιθανὸν ἐνίοτε, προσέθηκε τὸ „τεχνική“· τέχνῃ γὰρ οἱ ῥήτορες λέγουσιν. Πολλῶν ὄντων καὶ μεγάλω ν · Ὁ Πλάτων οὐκ ἀνέχεται τὴν ῥητορικὴν τέχνην εἶναι, ἀλλὰ φανερῶς κατασκευάζει, ὅτι ἐστί τις ἐμπειρία καὶ ἄλογος τριβὴ καὶ μιμητική· βουληθεὶς οὖν ὁ Ἑρμογένης τέχνην ἀποδεῖξαι αὐτὴν οὖσαν, φανερῶς μὲν κατασκευάσαι ἀπέφυγεν, ἵνα μὴ αὐτῷ τούτῳ διαβάλλῃ· πᾶν γὰρ κατασκευαζόμενον ἀμφιβάλλεται· οὐκ ἠβουλήθη οὖν ὅλως ἀμφίβολον ποιῆσαι τὴν ῥητορικὴν τέχνην εἶναι, ἀλλ’ οὐδὲ ἀκατάσκευον αὐτὸ παντελῶς εἴασεν, ἵνα μὴ τὸ τοῦ προσώπου ἀξιόλογον πείσῃ· τί οὖν ἐν τῷ προοιμίῳ κατασκευάζει; ὅτι τέχνη ἐστὶν, πᾶν γὰρ πρᾶγμα ἐμπεριεχόμενον ὅρῳ τινὶ ἐκεῖνό ἐστιν, οὗ τῷ ὅρῳ ἐμπεριέχεται; τίς οὖν ὁ κοινὸς ὅρος τῆς τέχνης; σύστημα ἐγκαταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ, τοῦτο ἂν εἴη τέχνη.
5.18 Ἐν τῷ προοιμίῳ οὖν κατασκευάζει ἐκ τῶν πολλῶν, ἵνα μηνύσῃ τὸ σύστημα, καταληφθέντα τὸ ἐκ καταλήψεων, καὶ συγγυμνασθέντα τὸ συγγεγυμνασμένον. πρός τι τέλος εὔχρηστον τῷ βίῳ, πρὸς τοῦτο προσέθηκε „σαφῆ τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ“· ὥστε ἀφ’ οὗ δέδεικται ἡ ῥητορικὴ ἔχουσα τὰ πολλὰ καὶ τὰ ἐγκαταλήψεων καὶ τὰ συγγυμνασθέντα καὶ τὰ πρός τι τέλος εὔχρηστον τῷ βίῳ, τέχνη ἂν εἴη. καὶ τοῦτο μὲν περὶ τοῦ σκοποῦ τοῦ προοιμίου· ἴδωμεν δὲ, εἰ καλῶς ἔχει καὶ καθ’ ἕκαστον τῶν λέξεων. Πολλῶν ὄντω ν · προοιμίων, ἀγώνων, ἐπιλόγων, σχημάτων, φράσεων· εἶτα ἐπειδή ἐστι πολλὰ μὲν, εὐτελῆ δὲ, τοῦτο δὲ πολλὰ ἂν ὦσιν, εὐτελῆ δὲ, εὐτελὲς καὶ τὸ κατασκευαζόμενον ἐξ αὐτῶν γίνεται· οὐκ ἀρκεσθεὶς τῷ συστῆσαι τέχνην οὖσαν ἀλλὰ καὶ καλὴν καὶ μεγάλην δείκνυσι, προςθεὶς καὶ μεγάλων. Ὅταν οὖν πολλὰ καὶ μεγάλα ᾖ τὰ ποιοῦντα, μέγα εἰκότως ἂν εἴη καὶ τὸ πραττόμενον. ἃ τὴν ῥητορικὴν συνίστησι καὶ τέχνην ποιε ῖ · συνίστησιν ἐνταῦθα ἀποδείκνυσι· περὶ δὲ τοῦ „ποιεῖ“ τινὲς αἰτιῶνται τὸν τεχνικὸν λέγοντες, ὅτι τὸ ποιεῖ ὡς μὴ οὖσαν ἐστὶν, ἡμεῖς δὲ ἐροῦμεν, ὅτι αὐτὸ τοῦτο ποιεῖ προϋφεστάναι ἐστὶ τὴν τέχνην· τὰ γὰρ φύσει ὄντα καὶ γίνεσθαι δύναται, ὥσπερ γὰρ εἰ λέγοις, πολλῶν ὄντων τῶν ποιούντων οὐρανὸν, οἷον ἄστρων καὶ τῶν τοιούτων· οὐ γὰρ οὕτως ποιεῖς οὐρανὸν, ἀλλ’ ἀφ’ ὧν ἐστι δεικνύεις· τοῦτο δὲ οὐκ ἔστι ποιῆσαι, ἀλλὰ δεῖξαι ὄντα· καὶ ὅταν λέγῃς, πολλῶν ὄντων τῶν ποιούντων ἄνθρωπον, οἷον αἵματος, χυμοῦ, σαρκῶν, νεύρων καὶ τῶν τοιούτων, πάλιν οὐ μὴ ὄντα ποιεῖς ἄνθρωπον, ἀλλ’ αὐτὸ τοῦτο, ὅ ἐστι δεικνύεις· οὕτως καὶ ἐνταῦθα οὐ τὸ ποιεῖ ἐστιν ὡς μὴ οὔσης, ἀλλ’ ὑφεστηκυίας μὲν, ἀγνοούντων δὲ ἡμῶν, ἀφ’ ὧν ὑφέστηκε· τὸ διδάξαι δὲ τὰ αἴτια τῆς ὑποστάσεως οὐ τοῦτό ἐστι τὸ ποιῆσαι· ὥσπερ γὰρ οἱ φιλόσοφοι λέγουσι διδάσκοντες, ὅτι ὁ κόσμος ἐκ τεσσάρων στοιχείων σύγκειται, καὶ ἐκ τοῦ κυκλοειδῆ εἶναι τὸν οὐρανὸν καὶ ἔκ τινων, οὐκ αὐτοὶ ποιοῦσι κόσμον, ἀλλὰ τὸν ὄντα διδάσκουσι δι’ ὧν συνέστηκεν, οὕτως καὶ ὁ τεχνικὸς, λέγων πολλῶν ὄντων τῶν ποιούντων, ὧν ἐστι τὸ περὶ διαιρέσεως, οὐ μὴ οὖσαν τὴν τέχνην ποιεῖ, ἀλλὰ διδάσκει τὸν τρόπον τοῦτον, δι’ ὧν συνέστηκε· τοῦτο δὲ καὶ ὁ Πλάτων σημαίνει, τὰς ἰδέας εἶναι λέγων· πᾶν γὰρ τὸ δυνάμενον ἀγαθὸν γενέσθαι ἄνωθεν ἔχει παρὰ τοῖς θεοῖς τὴν ἀρχὴν, καὶ τοῦτο καλεῖ ἰδέαν τὴν πρώτην ἔννοιαν τοῦ θεοῦ· ἅμα γὰρ τῷ ποιεῖν ἄνθρωπον ἐνεθυμήθη καὶ ὧν χρεία ἀνθρώπῳ, καὶ αὕτη ἡ ἐνθύμησις ἐκτύπωσίς ἐστιν τοῦ τοιόνδε γίγνεσθαι τὸ ἐνθυμηθὲν, οἷον ἐνεθυμήθη δεῖν αὐτῷ ἰατρικῆς, αὐτὸ τοῦτο τὸ ἐνθύμημα ἐκτύπωμα, ἐκτύπωσίς ἐστιν· ἔτι φαρμάκοις καὶ τοῖς ἄλλοις, οἷς ἰατρικὴ χαίρει, δύναται γίνεσθαι ἡ ἰατρική.
5.19 Τὰ οὖν μὴ τὴν ἀρχὴν ἐνθυμηθέντα τῷ κρείττονι οὐδὲ τὴν σύστασιν τοῦ γενέσθαι ἔχει, ἀλλ’ ὅσα προσγίνεται παραφθορᾶς ἐστι τοῦ ἀγαθοῦ, ὅπερ ἄν τις περὶ τῆς συκοφαντίας εἴποι, παραφθορὰν εἶναι τῆς ῥητορικῆς, ὅπερ ἂν καὶ περὶ τῆς τυραννίδος, ὅτι παραφθορά ἐστι τῆς βασιλείας, καὶ περὶ τῶν δηλητηρίων, ὅτι παραφθορὰ τῆς ἰατρικῆς ἐστιν· ἐκ γὰρ ἀγαθοῦ τῆς ῥητορικῆς γνόντες τὴν φύσιν αὐτῶν εἰς φθορὰν αὐτοῖς κατεχρήσαντο· τῷ οὖν γίγνεσθαι καὶ ἡ ῥητορικὴ ὑφέστηκε παρὰ θεῷ.
5.20 Καταληφθέντα ἐξ ἀρχῆ ς . Καταληφθέντα αἰσθήσει καὶ πείρᾳ γνωσθέντα, ὧν ἐδεήθημεν γνόντες αὐτήν· τοῦτο δὲ λέγων ἠβουλήθη ἀναγκαίαν καὶ χρήσιμον ἀποδεῖξαι τὴν τέχνην· τῶν γὰρ τεχνῶν αἱ μὲν ἀναγκαῖαι καὶ χρήσιμοι, ὧν ὁ βίος χωρὶς συστῆναι οὐ δύναται, οἷον ἰατρικὴ, νομοθετικὴ, τούτων γὰρ ἀπελθόντων τοῦ βίου οὐκ ἂν ἔτι συσταίημεν· ἡ μὲν γὰρ ἰᾶται τὰς ψυχὰς, ἡ δὲ τὰ σώματα, ὥσπερ καὶ ὁ Δημοσθένης. „τὰ μὲν γὰρ ἐν τοῖς σώμασι πάθη τοῖς ἰατροῖς θεραπεύεται, τὰς δὲ τῶν ψυχῶν ἀγριότητας αἱ τῶν νομοθετῶν ἐξορίζουσι διάνοιαι,“ αἱ μὲν χρήσιμοι μὲν, οὐκ ἀναγκαῖαι δὲ, οἷον γραμματικὴ, χρήσιμος μὲν γάρ ἔστιν ἡ τέχνη, συσταίη δ’ ἂν ὁ βίος χωρὶς γραμματικῆς· αἱ δὲ οὔτε ἀναγκαῖαι οὔτε χρήσιμοι· οἷον ἡ ἡνιοχική· εἰ δέ τις ἐρεῖ κατὰ τὸ τερπνὸν, τοῦτο οὐ χρήσιμον ἴσασιν οἱ παλαιοί. ὅσαι οὖν ἀναγκαῖαι καὶ χρήσιμοί εἰσι τέχναι, αἰσθήσει ἐγνώσθησαν, τουτέστι τῆς φύσεως ἡμῶν δεηθείσης αὐτῶν ἐπενοήθησαν· οἷον πολλῶν ἁρπαζόντων καὶ φόνων ἐκ τούτων γινομένων ὁ νόμοι τῆς ἁρπαγῆς τέθειται· νόμοι δὲ ἐπινενόηνται τῆς χρείας ἐνεγκούσης αὐτοὺς, ὥσπερ ὁ Αἰσχίνης, „ἐκ γὰρ τοῦ γίνεσθαί τινα, ὧν μὴ δεῖ, ἐκ τούτων τοὺς νόμους ἔθεντο οἱ παλαιοί·“ καὶ ὁ Σόλων ἐρωτηθεὶς, κατὰ πατροκτόνου διατί νόμον οὐ τέθεικεν, ἔφη μὴ πιστεύειν δύνασθαι τοῦτο ποιῆσαι τὴν φύσιν. Δῆλον, ὅτι τῇ αἰσθήσει τῆς χρείας νόμοι ἐτέθησαν· καὶ ἐπὶ τῆς ἰατρικῆς ὁμοίως τὰ νοσήματα ἐπίνοιαν τῆς ἰατρικῆς ἤνεγκαν· βουληθεὶς οὖν τὴν ῥητορικὴν καὶ ἀναγκαίαν καὶ χρήσιμον δεῖξαι ἔφη· σαφῶς καταληφθέντ α · καὶ γὰρ ἐξ αἰσθήσεως ἔγνωσται, οἷον ἀπροοιμιάστως τις εἶπεν καὶ οὐκ ἔσχε τὸ δικαστήριον προσεκτικὸν, καὶ τῇ αἰσθήσει ἔγνω διὰ τοῦτο ἡττηθείς· ἕτερος πρὶν διηγήσασθαι τὸ πρᾶγμα εἰς τοὺς ἀγῶνας ἦλθεν καὶ ἠγνόησαν, ὅτου ἦσαν δικασταὶ οἱ κριταὶ, καὶ ἔγνωσαν, ὅτι δεῖ προηγήσασθαι καὶ τῶν ἄλλων ὁμοίως, ἡ αἴσθησις γὰρ καὶ τούτων ἤνεγκε τὴν χρείαν· ὥσπερ δὲ τῷ πολλῶν προσέθηκε καὶ μεγάλων, οὕτως καὶ ἐνταῦθα τῷ καταληφθέντα προσέθηκεν ἐξ ἀρχῆς, ἵνα μὴ νεωτέρα μηδὲ ἐκ τοῦ νῦν χρόνου εἴη ὑπελθοῦσα ἡ ῥητορικὴ πρὸς ἡμᾶς, ἀλλὰ ἄνωθεν καὶ ἅμα τῷ βίῳ τοῦ ἀνθρώπου· τοῦτο γὰρ ἦν τὸ πλεονέκτημα τῆς ῥητορικῆς τὸ ἀεὶ καὶ πανταχοῦ τυγχάνειν· διὰ τοῦτο προσέθηκε καὶ αὐτὸ τὸ ἐξ ἀρχῆς, ἵνα δηλώσῃ ἅμα τῷ βίῳ λόγον τε ὄντα καὶ ῥητορικήν.
5.21 Καὶ συγγυμνασθέντα τῷ χρόν ῳ · τῶν τεχνῶν πάλιν αἱ μέν εἰσιν ἡδεῖαι καὶ χρήσιμοι, αἱ δὲ ἡδεῖαι μὲν οὐ χρήσιμοι δὲ, αἱ δὲ οὔτε ἡδεῖαι, οὔτε χρήσιμοι· ἡδεῖα μὲν οὖν καὶ χρήσιμος ἡ μουσικὴ, καὶ γὰρ ἡμεροῖ τὰς ψυχὰς, ὅπερ λέγεται περὶ Τιμοθέου, ὅτι παροξυνομένου μὲν τοῦ Ἀλεξάνδρου ἔπαυεν αὐτὸν τῆς ἀκαίρου ὀργῆς· ἀναπεπτωκότα δὲ πάλιν ἐπήγειρεν εἰς τοὺς πολεμίους αὐλῶν· καὶ ὅπερ πάλιν περὶ τοῦ Τερπάνδρου, ὅτι τοῖς αὐλοῖς εἰς ὁμόνοιαν ἤγαγε τὴν Λακεδαιμονίων πόλιν κιθαρῳδὸς ὢν· ἡδεῖαι δὲ οὐ χρήσιμοι, οἷον ἡ ζωγραφικὴ, ἡ νῦν κιθαρῳδία· οὔτε ἡδεῖα οὔτε χρήσιμος ἡ τῶν μηχανικῶν κατασκευή· εἰ δέ τις ἐρεῖ ὡς καὶ ταῦτα χρήσιμα, προςλαμβάνει γὰρ τοὺς πολεμίους, ἐροῦμεν, ὅτι, ἕως ἂν εἴη τὸ γένος τῶν ἀνθρώπων, οὐδὲν πρὸς ἅλωσιν ἀνθρώπων ἐστὶ χρήσιμον, καὶ ὅσον αὐτὸ εἰς διαφορὰν ἑτέρου οὐκ ἔστι χρήσιμον, καὶ ὁ κλέπτης γὰρ ἐκ τοῦ κλέπτειν ὠφελεῖται αὐτὸς, ἀλλὰ ἀδικεῖ τὸν βίον, καὶ ὁ φονεὺς ἐκ τοῦ φονεῦσαι ἴσως ἂν καὶ κερδανεῖ καὶ ἐχθροῦ ἀπαλλαγὴν σχήσει, ἀλλ’ οὐ τὸ πρᾶγμα φύσει χρήσιμον πρὸ μοίρας ἀπελθεῖν τὸν τεχθέντα τοῦ βίου· τοῦτο δὲ πρόδηλον, ὡς τὴν ἀρχὴν οὔτε ὅπλα οὔτε ἐπιχειρήσεις πολέμων ἐγένοντο μὴ φθόνου προϋφεστηκότος· οἷς γὰρ ἀλλήλοις ἐπολέμησαν ἄνθρωποι, τούτοις ἑαυτοῖς ἐπεβούλευσαν· πᾶν δὲ, ὃ ἐκ πονηροῦ σκοποῦ ἔσχε τὴν ἀρχὴν τῆς γενέσεως, ἀκόλουθόν ἐστι τῷ σκοπῷ· ὅσαι οὖν οὐκ εἰσὶν ἡδεῖαι καὶ χρήσιμοι, αὗται καὶ ἀτιμώζουσι κατά τινα χρόνον, ὅσαι δὲ ἡ δεῖαι καὶ χρήσιμοι, ἅμα τῷ βίῳ ἐλθοῦσαι παραμένουσι παντελῶς· διὰ τοῦτο οὖν εἶπε, συγγυμνασθέντα τῷ χρόνῳ, ἵνα δείξῃ, μηδένα χρόνον ἐκτὸς ὄντα ῥητορικῆς· εἰ γὰρ ἴσμεν, ὅτι κατά τινας χρόνους ἐνέλειπεν, οἷον ἐπὶ ταῖς τυραννίσι καὶ τοῖς Μακεδονικοῖς, ἀλλ’ ἐν τῇ φύσει τῇ ἀνθρωπίνῃ· καὶ εἰ παρὰ τοῖς Ἕλλησιν ἐνέλιπεν, οὔπω καὶ πανταχόσε· ὥςπερ δὲ τὰ πολλὰ προειπὼν προσέθηκε καὶ μεγάλων, καὶ ὥσπερ τῷ καταληφθέντα προσέθηκε τὸ ἐξ ἀρχῆς ἑκάστῳ, καὶ ἐνταῦθα εἰπὼν τὸ συγγυμνασθέντα προσέθηκε τῷ χρόνῳ, ἵνα δείξῃ μηδένα χρόνον ἐκτὸς ὄντα ῥητορικῆς.
5.22 Σαφῆ τε τὴν ὠφέλειαν παρεχόμεν α · πάλιν τρεῖς ἰδέαι εἰσὶ τεχνῶν, καλλιτεχνία, κακοτεχνία, ψευδοτεχνία. Καλλιτεχνία μὲν γὰρ, οἷον γραμματικὴ, ἰατρικὴ, αὐτὴ ἡ ῥητορική· εἰς καλὸν γὰρ ἐπινενόηται· κακοτεχνία δὲ ἡ τῶν δηλητηρίων τούτων ποίησις, ψευδοτεχνία δὲ, οἷον ὀρχηστικὴ, σκαλοβατική· αὗται δέ εἰσι ψευδοτεχνίαι, ὅτι τέλος οὐδὲν ἐπάγουσιν, ἀλλ’ ἀτελεῖς τινές εἰσι τέχναι, καὶ ἐν ἑαυταῖς σβέννυνται· τί δέ ἐστιν, ὃ λέγω καὶ σαφέστερον εἴπωμεν· ἰατρικὴ ἔχει τέλος τὸ ὑγιάζειν τὰ σώματα, ἡ γραμματικὴ τὸ ὀρθὸν ποιεῖν τὸν λόγον καὶ ἄπτωτον, ἡ ῥητορικὴ τὸ τοῖς δεομένοις συναγωνίζεσθαι, ἐν δικαστηρίοις δὲ πείθειν τὰ χρήσιμα τὴν πόλιν, καὶ πρεσβευτική· ἡ δὲ σφαιροπαικτικὴ καὶ σκαλοβατικὴ καὶ ὀρχηστικὴ οὐδὲν ἔχουσιν, ἀλλ’ ἐπιδειχθεῖσαι τέλος οὐδὲν ἑαυτῶν οὐδὲ πέρας προσέθηκαν.
5.23 Βουληθεὶς καὶ καλλιτεχνίαν αὐτὴν δεῖξαι, ἐπειδὴ ταύτην καὶ μάλιστα Πλάτων συκοφαντίαν ἐκάλεσεν, ὥστε εἶναι καλλιτεχνίαν, ἔφη· σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ· κἀν ταῖς βουλαῖς μὲν τὸ συμβουλευτικὸν, κἀν τοῖς δικαστηρίοις τὸ δικανικόν· τὸ δὲ πανταχοῦ τινὲς μὲν ἐξηγήσαντο εἶναι τὸ πανηγυρικὸν, λέγοντες, ὅτι πλείονες τόποι καὶ χρόνοι εἰσὶ τοῦ πανηγυρικοῦ· καὶ γὰρ πρὸς λιμένι τις προπεμπτικὸν λέγων δημηγορεῖ, καὶ ἐπιθαλάμιον ἐν οἰκίᾳ, καὶ ἐπιτάφιον ἐν τάφῳ, καὶ πᾶς καιρὸς τὴν τοῦ πανηγυρικοῦ χρείαν ἐπιδέχεται, διὸ πανταχοῦ ἐκάλεσεν ἀπὸ τοῦ συμβαίνοντος ἐπ’ αὐτῷ· ἐπιχειροῦσι δὲ τὸ προοίμιον ὅρον ποιεῖν ῥητορικῆς λέγοντες, τί ἐστι ῥητορική· πολλὰ καὶ μεγάλα καταληφθέντα ἐξ ἀρχῆς καὶ συγγυμνασθέντα τῷ χρόνῳ, σαφῆ τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ, κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ· οὐκ ἀκριβὴς δ’ ἂν εἴη αὕτη ἡ ἐξήγησις, ἐπειδὴ κατεσκευάσαμεν, ὅτι οὐ περὶ πάσης διαλαμβάνει τῆς ῥητορικῆς, καὶ οὐκ εἰκὸς αὐτὸν ἦν οὐδὲ μνήμην ὅλως ποιήσασθαι τοῦ πανηγυρικοῦ, ἀλλ’ ἄμεινον οὕτως ἐξηγήσασθαι, ὅπωςπερ ἐφ’ ἑκάστου τῶν ἀπὸ τῆς τέχνης προσέθηκεν ἔπαινον, καὶ εἰπὼν πολλῶν, ᾧ προσέθηκε καὶ μεγάλων, καὶ τὰ ἄλλα ὁμοίως· οὕτω καὶ τὰ ἄλλα πρὸς τὸ τελευταῖον τοῦ ὅρου τῆς τέχνης τὸ πρός τι τέλος εὔχρηστον τῷ βίῳ· εἰπὼν δὲ σαφῆ τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ εἶπεν, καὶ πανταχοῦ, ἵνα ᾖ ἔπαινος τῆς ῥητορικῆς· ἐκ τούτου ἤμελλεν καὶ εὐτελὴς εἶναι τῆς τέχνης ἡ χρεία, εἰ δύο μόνοι τόποι καὶ καιροὶ ταύτην ὑποδέχονται· ἡ δὲ ἰατρικὴ πανταχοῦ χρήσιμός ἐστι καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ· βουλόμενος οὖν καὶ ταύτην δεῖξαι μὴ περιειλημμένην, μηδὲ περιορισθεῖσαν τόπῳ τινὶ εἶπεν πανταχοῦ· ὁ γὰρ δῆμος δυνάμενος συμβουλεῦσαι πολὺ ἂν ἀκριβέστερον ἑνὶ συμβουλεύσειεν, καὶ ὁ δικαστὰς δυνάμενος πεῖσαι καὶ ἕνα πείσει· καὶ ὁ ἐν πόλει συμβουλεύων καὶ ἐν στρατοπέδῳ συμβουλεύσει· ὥστε ἀκριβεστέρα ἂν εἴη ταύτῃ ἡ ἐξήγησις.
5.24 μέγιστον εἶναί μοι δοκεῖ τὸ περὶ διαιρέσεως αὐτῶ ν . διαίρεσις δέ ἐστιν ἡ ἀπὸ γένους εἰς τὰ ἑπόμενα τμῆσις· ἑπόμενα εἴπομεν, ἵνα κατ’ αὐτὸν μὴ εἴπωμεν εἴδη, ἔστι γὰρ καὶ εἰς ἕτερα τμηθῆναι. Περὶ διαιρέσεως αὐτῶ ν · ἐπειδὴ οὖν τὸ τῆς διαιρέσεως αὐτῶν γενικόν· πᾶσα γὰρ, ὅπερ ἔφαμεν, ἀπὸ γένους εἰς εἴδη τμῆσις διαίρεσις καλεῖται, διὰ τοῦτο ἀσφαλιζόμενος προσέθηκεν· „λέγω δὴ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη, οὔτε ἀπὸ τῶν ὅλων εἰς μέρη“· αὐτὸς μὲν οὖν οὐκ ἐδίδαξεν ἡμᾶς τὴν τούτων διαφορὰν, οὔτε τί γένος, οὔτε τί εἶδος, οὔτε τί ὅλον, οὔτε τί μέρος, ἡμεῖς δὲ εἴπομεν, γένος μὲν οὖν ἐστι τὰ τέλεια καὶ ἀφ’ οὗ τέλεια τέμνεται· ὅλον δὲ, ὃ ἐτμήθη ἐκ τελείου, τέλειον δὲ καὶ αὐτὸ, καὶ ἐπιδέχεται τὴν εἰς ἕτερα πλείονα τμῆσιν· εἶδος δὲ, ὃ ἐκ τοῦ ὅλου τμηθὲν τὴν μετὰ ταῦτα τμῆσιν ἀτελῆ ἔχει· μέρος δὲ ἀπὸ εἴδους τμηθὲν ἀτελές ἐστι· καὶ οὗτοι μὲν τούτων ὅροι· ἴδωμεν δὲ, πῶς ἂν εἴη τῆς ῥητορικῆς ἡ εἰς ταῦτα τμῆσις. Οἱ μὲν οὖν τινες οὕτως ἐνόουν, ὅτι ἐστὶ γένος ἡ λογικὴ ἐπιστήμη, αὐτοὶ οἱ λόγοι, ἡ δὲ λογικὴ ἐπιστήμη τέμνεται εἴς τε ἰατρικὴν καὶ φιλοσοφίαν καὶ ῥητορικὴν καὶ γραμματικὴν, καὶ ἔστι ταῦτα ὅλα τῆς λογικῆς ἐπιστήμης· τμηθέντα οὖν ἐξ αὐτῆς τέλειά ἐστι καὶ τὴν εἰς ἕτερα τελείαν τομὴν ἐπιδέχεται· εἴη ἂν οὖν τῆς λογικῆς ἐπιστήμης ὅλον ἡ ῥητορικὴ, εἴδη δὲ αὐτῆς τρία, ἃ ἐτμήθη μὲν ἀπὸ τοῦ ὅλου, δέχεται δὲ ἑτέραν τμῆσιν, εἰς ἀτελῆ μέντοι τὸ δικανικὸν, τὸ συμβουλευτικὸν, τὸ πανηγυρικὸν, μέρη δὲ τὰ ἐκ τοῦ εἴδους τμηθέντα καὶ ἀτελῆ τυγχάνοντα, οἷον τοῦ δικανικοῦ κατηγορία καὶ ἀπολογία, τοῦ συμβουλευτικοῦ προτροπὴ καὶ ἀποτροπὴ, τοῦ πανηγυρικοῦ ἐγκώμιον καὶ ψόγος· οἱ δὲ ἄλλως τέμνουσι τὴν διαίρεσιν, ἐπὶ τὸ ἀκριβέστερον φέροντες, καὶ λέγουσι γένος μὲν εἶναι τὴν ῥητορικὴν, ὅλα δὲ τὰ τρία ἃ ἔφαμεν, τό τε συμβουλευτικὸν καὶ δικανικὸν καὶ πανηγυρικόν.
5.25 εἴδη δὲ τὰς τμήσεις τούτων, οἷον τοῦ δικανικοῦ κατηγορίαν καὶ ἀπολογίαν καὶ τῶν ἄλλων ὁμοίως· μέρη δὲ τὰ κεφάλαια ἤτοι προγυμνάσματα· ταῦτα γὰρ τμηθέντα ἀτελῆ ἐστιν. Ἡ μὲν οὖν διαίρεσις τῶν γενῶν καὶ τῶν ὅλων καὶ τῶν εἰδῶν καὶ τῶν μερῶν αὕτη· αὐτὸς δέ φησι μὴ ταύτην λέγειν, περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γίνεται. Ἐνταῦθα ὁ σκοπὸς τοῦ βιβλίου πρόκειται· ἐχρῆν γὰρ μετὰ τὸ προοίμιον προτεῖναι τὸν σκοπὸν, ἵνα γινώσκοιμεν, τί ἐξ αὐτοῦ μέλλομεν μαθεῖν· ὁ σκοπὸς οὖν τοῦ βιβλίου οὗτός ἐστιν· διαίρεσις πολιτικῶν ζητημάτων· καλῶς δὲ προσέθηκε πολιτικῶν ζητημάτων, ὅτι ἔστι καὶ φιλόσοφα ζητήματα, καὶ συνώνυμόν ἐστι τὸ ὄνομα, εἰ τὰ λεγόμενα κεφάλαια διὰ τοῦτο εἶπεν, ἐπειδὴ κεφάλαιον καλεῖται τὸ ἐξαίρετον καὶ ἔκκριτον παντὸς πράγματος, ὡσεὶ λέγομεν, τοῦ Ἑλληνικοῦ ναυτικοῦ κεφάλαιον Ἀθηναῖοι, καὶ ὡσανεὶ λέγοιμεν, τὸ κεφάλαιον τῆς πόλεως ἡ ἀκρόπολις, ἢ τόδε τὸ λουτρόν· διὰ τοῦτο οὖν προσέθηκε τὰ λεγόμενα, οὕτως κληθέντα. Ἐκλήθη δὲ καὶ αὐτὰ κεφάλαια, ἐπειδὴ τοῦ σύμπαντος λόγου ἐστὶν ἐξαίρετα καὶ πρὸς ἀπόδειξιν συντελοῦντα, οἷον τοῦ στοχασμοῦ ἡ τῶν ἐλέγχων ἀπαίτησις, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τὰ λοιπά. Ἔστι δὲ ὁ αὐτὸς λόγος τῷ περὶ εὑρέσεω ς , πλὴν ὅσον οὐ πάντα ἔχει τὰ τῆς εὑρέσεω ς . Ἐνταῦθα ἀντιπίπτον λύει ὁ τεχνικός· ἐπειδὴ γὰρ ἐπηγγείλατο διαίρεσιν κεφαλαίων εἰπεῖν, ἐν δὲ τῇ τούτων διαιρέσει καὶ ἐνθύμημα προςτίθησιν, ἀντέπιπτε δὲ αὐτῷ, ὅτι ἕτερόν τι ἐνθύμημα, καὶ ἕτερόν τι διαίρεσις, καὶ τί ἄρα, ὃ ἐπηγγείλατο, ἤμελλεν ἐπεξεργάζεθαι, τοῦτο λύων τὸ ἀντιπίπτον εἶπεν, ὅτι ὁ αὐτὸς λόγος τῷ περὶ εὑρέσεως.
5.26 εὑρέσεως δὲ λέγει τῷ περὶ ἐνθυμημάτων. πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεω ς · οὐ γὰρ ὅσα ἄν τις μελετῶν ταῦτα εἰς τὸν χαρακτηρισμὸν τῶν κεφαλαίων εἶπεν ὁ τεχνικὸς, ἀλλ’ ὅσον ἐμφῆναι καὶ διδάξαι τὴν φύσιν τοῦ κεφαλαίου· οὐ γὰρ ἐνῆν ἄνευ ἐνθυμημάτων καὶ παραδείγματος διδάξαι, τί ποτέ ἐστι τὸ κεφάλαιον· εἰ γὰρ διεῖλεν οὕτως, ὅτι ὁ στοχασμὸς διαιρεῖται παραγραφικῷ, ἐλέγχων ἀπαιτήσει, βουλήσει, δυνάμει καὶ τοῖς ἑξῆς, ἀσαφὲς ἂν ἦν, εἰ μὴ προσέθηκεν· ἔτι δὲ τὸ παραγραφικὸν τὸ τὸν ἀγῶνα αἰτιάσασθαι, καὶ πάλιν ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει· τίς παρῆν; τίς σύνοιδε; καὶ τὰ τοιαῦτα· τοῦτο οὖν λέγει, ὅτι ὁ περὶ τῆς διαιρέσεως λόγος κοινωνεῖ μὲν τῷ τῶν ἐνθυμημάτων, μέτρῳ δὲ διενήνοχεν· ἐν μὲν γὰρ τῇ διαιρέσει ἓν ἢ δεύτερον ἐνθύμημα ἀρκεῖ μηνῦσαι τὴν φύσιν τοῦ κεφαλαίου· ἐν δὲ τῷ περὶ ἐπιχειρημάτων πλείονα, καὶ ὅσα ἄν τις εἰς τελείαν μελέτην καὶ ἀπόδειξιν εἴποι. Καὶ πρῶτόν τ ε , ὅ τί ἐστι πολιτικὸν ζήτημα ῥητέο ν . Ἐνταῦθα Μινουκιανοῦ ἐπιλαμβάνεται· ἐπειδὴ γὰρ ὁ Μινουκιανὸς ἤρξατο οὕτως, ὁ ῥήτωρ ἐρεῖ πᾶν ζήτημα πολιτικὸν, οὐ προσέθηκε δὲ ὅ τί ποτέ ἐστι τὸ πολιτικὸν ζήτημα, οὐδὲ ἐδίδαξεν ἡμᾶς τὴν διαφορὰν τὴν ἐκ τῶν ἄλλων ζητημάτων, διὰ τοῦτο Ἑρμογένης τίθησιν ὅρον πολιτικοῦ ζητήματος, ἵνα πρῶτον διδάξῃ, ὅ τί ποτέ ἐστι τοῦτο· ἄλλως τε καὶ ἀκόλουθος ἦν ὁ ὅρος· ἐπειδὴ γὰρ ἐκ τοῦ προοιμίου ἀπέδειξεν, ὅτι καὶ καλὴ τέχνη, προσέθηκε δεύτερον τὸν σκοπὸν, τοῦτο δὲ εἶναι λέγει τὴν διαίρεσιν τῶν πολιτικῶν ζητημάτων, ἀναγκαῖον ἦν διδάξαι, τί ποτέ ἐστι τὸ πολιτικὸν ζήτημα.
5.27 ἔστι τοίνυν ἀμφισβήτησις λογικὴ ἐπὶ μέρου ς , ἐκ τῶν πα ρ ’ ἑκάστοις νόμων ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ ἢ συμφέροντο ς . εἴδωμεν οὖν, εἰ εὖ ἔχει ὁ ὅρος αὐτοῦ. Ἀμφισβήτησις, τοῦτο γένος· ἀμφισβήτησις γὰρ λέγεται καὶ ἡ διὰ χειρῶν, ὡς ἀθληταὶ καὶ παγκρατιασταὶ, ὅταν ἀμφισβητῶσι περὶ στεφάνου διὰ χειρῶν, καὶ ἡ δι’ ὅπλων ἀμφισβήτησις, ὡς ὅταν Ἀθηναῖοι καὶ Φίλιππος περὶ τῆς Ἀμφιπόλεως, ἢ Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι περὶ τῆς ἡγεμονίας. ἐπειδὴ οὖν κοινὸν ἦν τὸ τῆς ἀμφισβητήσεως, προσέθηκε τὸ λογική. ἐπειδὴ δὲ καὶ οἱ φιλόσοφοι ἔχουσιν ἀμφισβήτησιν λογικὴν, προσέθηκε τὸ ἐπὶ μέρους. τοῖς γὰρ φιλοσοφοῦσι γενικαί εἰσιν αἱ ἀμφισβητήσεις, οἱ γὰρ φιλόσοφοι οὐ ζητοῦσιν, εἰ τόδε δίκαιον Λακεδαιμονίοις, ἀλλ’ εἰ δίκαιον πᾶσιν ἀνθρώποις· οἱ δὲ ῥήτορες ἐπὶ μέρους ἔχουσι τὴν ἀμφισβήτησιν, ζητοῦσι γὰρ, τί Ἀθηναίοις δίκαιον, καὶ ἡνίκα μὲν Ἀττικὸν μελετῶσι ζήτημα, δίκαιον ἀποφαίνουσιν εἶναι τὸ τοὺς ξένους παρέχειν μετοίκιον, καὶ ἐπαινοῦσιν τὸ ξένους οἰκεῖν τὴν πόλιν· ἡνίκα δὲ Λακωνικὸν, δίκαιον εἶναι τὴν ξενηλασίαν καὶ ἐπαινοῦσι τὸ πάντη μὴ εἶναι ξένον ἐν Λακεδαίμονι· οὕτως ἐπὶ μέρους αὐτοῖς ἡ ἐξέτασις γίνεται. ἐπειδὴ οὖν καὶ οἱ ἰατροὶ μάλιστα πάντων ἀμφισβήτησιν λογικὴν ἔχουσι μέρους, ζητοῦσι γὰρ, τί τῷδε χρήσιμον καὶ ποίας ὅδε ἐστὶ κράσεως, καὶ τί πλεονάζει ἐν αὐτῷ καὶ τί ἐλλείπει, προσέθηκεν ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν· τοῖς γὰρ ἰατροῖς οὐκ ἀπὸ νόμων ἢ ἐθῶν γίνεται ἡ ζήτησις, ἀλλ’ ἀπὸ τῆς φύσεως καὶ τῶν τοιούτων.
5.28 Τί δέ ἐστι τὸ ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν; ἵνα μὴ Ἀττικὸν ζήτημα μελετῶν Λακωνικοῖς νόμοις χρήσῃ ἢ τὸ ἐναντίον, ἀλλὰ τοῖς παρ’ ἑκάστοις χρήσῃ. Διατί εἶπε νόμων ἢ ἐθῶν; ἢ βουλόμενος τὴν ῥητορικὴν ἀρχαιοτάτην οὖσαν δεῖξαι· πρὸ γὰρ τῶν νόμων τὰ ἔθη ἃ μετὰ ταῦτα ἐγγράφως κυρωθέντα νόμοι γεγόνασιν. εἰ γὰρ ἔλεγεν „ἐκ τῶν παρ’ ἑκάστοις νόμων“, νεωτέραν ἐδείκνυεν αὐτὴν, οἱ γὰρ νόμοι νεωστὶ τεθέντες ἦσαν· ἢ βουλόμενος αὐτὴν ὥσπερ τὴν ἰατρικὴν κοινὴν ἀποδεῖξαι, οἱ γὰρ βάρβαροι οὐ νόμοις κέχρηνται, ἀλλ’ ἔθεσιν· τοῦτο οὖν βουλόμενος δεῖξαι, ὅτι δύναται καὶ παρὰ βαρβάροις τὴν ἑαυτῆς ἐνδείξασθαι δύναμιν ἡ ῥητορικὴ, ἐν οἷς οὐ νόμοι ἀλλ’ ἔθη εἰσὶ τὰ πολιτευόμενα, ἢ ἐπειδὴ πολλάκις οἱ ῥήτορες τὸ ἔθος ἀντὶ νόμου παραλαμβάνουσιν, ὡς ὁ Δημοσθένης· „φήσει τοίνυν τοῦτον τὸν τρόπον ἁπάσας εἰληφέναι τὰς βουλάς·“ καὶ ἐν τῷ περὶ τοῦ στεφάνου· „πρῶτον μὲν γὰρ Ναυσικλῆς, ἐφ’ οἷς ἐκ τῶν ἰδίων προεῖτο, πολλάκις ἐστεφάνωται·“ ἢ ὅτι ἐν τῇ πραγματικῇ τὸ ἔθος τὴν τοῦ νόμου χρείαν ἀναπληροῖ· διὸ εἶπε νόμων ἢ ἐθῶν. Ζητεῖται δὲ ἐν τῷ ὅρῳ πρῶτα δύο ταῦτα· τίνος χάριν φησὶ τὴν ἀμφισβήτησιν ἐπὶ μέρους εἶναι, καίτοι πολλάκις φαίνονται καθολικὰ οἱ ῥήτορες ἀποφηνάμενοι· ὡς τὸ, „οὐκ ἔστιν ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι·“ καὶ τὸ· „πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ.“ καὶ παρ’ Αἰσχίνῃ· „οὐδεὶς γὰρ πώποτε πλοῦτος τρόπου πονηροῦ περιεγένετο·“ καὶ τὸ, „εἰρήνη γὰρ ἀργίαν οὐ τρέφει,“ καίτοι τοιαῦτα πάντα καθολικά ἐστι, καὶ οὐ τῷδε μὲν ἁρμόζοντα, τῷδε δὲ οὔ.
5.29 Λύομεν οὖν τοῦτο λέγοντες, ὅτι οὐχ ἡ ἀμφισβήτησίς ἐστιν αὐτῷ ἐνταῦθα καθολική· εἰ γὰρ προέκειτο τῷ Δημοσθένει ζητεῖν, πότερον οἱ ἐπιορκοῦντες κινδυνεύουσιν ἢ οὒ, γενικὴ ἦν ἡ ἀμφισβήτησις· καὶ εἰ προέκειτο, πότερον φυσική ἐστιν ἡ πονηρία ἢ δυναμένη μεταβάλλεσθαι τῷ Αἰσχίνῃ, γενικὴ ἦν ἡ ἀμφισβήτησις. Καὶ εἰ προέκειτο, πότερον τόδε τοιῶςδε, νῦν δὲ ἕκαστος μὲν τούτων ἰδίαν ἔχει τὴν ἀμφισβήτησιν, καὶ ἐκ τῶν γενικῶν κατασκευάζεται. Κατασκευάζων γὰρ, ὅτι ἀσθενὴς ὁ Φίλιππος ἐκ τοῦ γενικοῦ τὴν κατασκευὴν εἴληφεν· ὅτι πᾶς ἐπιορκῶν ἀσθενὴς, ὁ Φίλιππος ἐπιορκεῖ, ἀσθενὴς ἄρα Φίλιππος. Καὶ ζητῶν ἀποδεῖξαι, ὅτι καλῶς συνεβούλευσεν ἐν Χαιρωνείᾳ μάχεσθαι, προσέθηκεν, ὅτι πᾶς ἄνθρωπος θνητὸς, δεῖ οὖν ὑπὲρ ἀρετῆς ἐθέλειν ἀποθανεῖν· καὶ ὁ Αἰσχίνης ζητῶν, ὅτι πονηρὸς ὁ Δημοσθένης, προσέθηκεν, ὅτι καὶ πλουτήσας τὴν αὐτὴν ἔσχε γνώμην, καὶ οὐ διήλλαξεν ἡ περιουσία τὸν τρόπον· ὥστε ἀκριβῶς ἔχει ὁ ὅρος, ὅτι ἡ ἀμφισβήτησις τῶν ῥητορικῶν ἐπὶ μέρους ἐστί· ταῦτα γὰρ οὐ περὶ ἀμφισβητήσεώς ἐστι· καὶ τὸ μὲν πρῶτον τοῦτο· τὸ δὲ δεύτερόν φαμεν, ὅτι ἐκ τῶν παρ’ ἑκάστοις νόμων ἢ ἐθῶν ἐστιν ἡ ἀμφισβήτησις· πῶς φαίνεται ὁ Δημοσθένης τῶν Λοκρῶν τε μεμνημένος νόμου καὶ λέγων, ὅτι Λακεδαιμόνιοι καὶ Θηβαῖοι οὐδενὶ τῶν παρ’ αὐτοῖς διδόασι τοιαύτας δωρεὰς, καίτοι ταῦτα οὐκ ἐξ Ἀττικῶν νομίμων ἐστί· καὶ τοῦτο μὲν αἰτιῶνταί τινες· ἡ δὲ λύσις αὕτη, ὅτι οὐχ ἡ ζήτησις αὐτῶν ἐστι περὶ τῶν ξενικῶν νόμων, ἀλλὰ περὶ μὲν τῶν Ἀττικῶν ἡ κατασκευὴ καὶ ἀμφισβήτησις εἴληπται, πρὸς πίστιν δὲ καὶ ἀπόδειξιν τὰ ξένα νόμιμα· εἰ μὲν γὰρ τούτῳ ἦν αὐτῷ τὸ ζητούμενον, ὅτι Τιμοκράτης οὐκ ἐν βρόχῳ τὸν τράχηλον ἔχων νομοθετεῖ, ἐκ τῶν Λοκρῶν νόμων ἦν ἡ ἀμφισβήτησις· καὶ εἰ τοῦτο ἦν ἐν τῷ πρὸς Λεπτίνην, ὅτι τὸ τῶν ἐφόρων καὶ τῶν γερόντων τάγμα συγγίνεται παρ’ αὐτοῖς ἐκ τῶν Λακωνικῶν νομίμων ἡ ἀμφισβήτησις· ἀλλ’ ἡ ζήτησίς ἐστι καὶ ἡ ἀμφισβήτησις, εἰ χρηστὸς ὁ Τιμοκράτους νόμος· ὁ δὲ μεμφόμενος τὴν ἑτοιμότητα τοῦ νομοθετεῖν καὶ τὴν εὐχέρειαν ἐμνημόνευσε τοῦ Λοκρῶν νόμου· ὅτι φοβερόν ἐστι παρ’ αὐτοῖς τὸ νομοθετεῖν, διὸ καὶ χρηστοῖς ἀεὶ νόμοις χρῶνται· καίτοι αὐτὸς ὁ μεμφόμενος τὸν Λεπτίνην ὡς ἀφελόμενον τὰς δωρεὰς τῶν εὐεργετῶν εἶπεν, ὅτι οἱ ἀλλαχοῦ πολῖται καὶ μείζους παρέχουσι τῆς ἀτελείας δωρεὰς, καὶ τοὺς εὐεργέτας τῶν ἰδιωτῶν δεσπότας καθιστῶσι.
5.30 Περὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ ἢ συμφέροντο ς · νομισθέντος μὲν οὖν λέγει τοῦ νόμῳ τεθέντος καὶ κυρωθέντος· οὐ γὰρ τὸ ὄντως δίκαιον ζητοῦμεν, ἀλλ’ ὅπερ ἂν ὁ νόμος ὁρίζῃ δίκαιον· ποῦ γὰρ ἄν τις φαίη φύσει δίκαιον εἶναι τὸ ξενηλασίαν γίνεσθαι ἢ τὸ μετοίκιον διδόναι τοὺς ξένους, ἢ πωλεῖσθαι τοὺς ἀποστατοῦντας τῶν ξένων· ἀλλ’ ἐπειδὴ νόμῳ κεκύρωται, μελετῶντες ἐξετάζομεν αὐτὸ ὡς δίκαιον· τὸ δὲ νομισθέντος, νόμῳ ὁρισθέντος· καλοῦ ἢ δικαίου ἢ συμφέροντο ς · τρεῖς εἰσιν αἱ πρῶται παντὸς πράγματις ζητήσεις, ὕπαρξις, ἰδιότης, ποιότης, καὶ ἡ μὲν ὕπαρξις ποιεῖ τὸν στοχασμὸν, ἡ δὲ ἰδιότης τὸν ὅρον, ἡ δὲ ποιότης τὰς λοιπὰς στάσεις· ἐν γὰρ τῷ στοχασμῷ αὐτὸ τοῦτο, εἰ ὑπῆρξεν ἢ εἰ ὑπάρξει ζητοῦμεν, ἐν δὲ τῷ ὅρῳ τὸ ἴδιον τοῦ πράγματος, ὅπως τὸ ὄνομα ὁρισθῇ τοῦ πραχθέντος· αἱ δὲ λοιπαὶ στάσεις ἔχουσι τὴν ποιότητα. Ἐζήτηται οὖν ἐνταῦθα, πῶς φησιν τὴν ἀμφισβήτησιν εἶναι περὶ δικαίου ἢ καλοῦ ἢ συμφέροντος· τὸ γὰρ δίκαιον τῆς ποιότητός ἐστιν ἢ δίκαιον ἢ ἄδικον, καὶ τὸ καλὸν ἢ κακὸν πάλιν ὁμοίως τῆς ποιότητος· καὶ εἰ συμφέρον ἢ ἀσύμφορον τῆς ποιότητος· ἐξέπεσεν οὖν ὁ στοχασμὸς καὶ ὁ ὅρος· οὐδεμία γὰρ τούτων τῶν στάσεων περὶ δικαίου ἢ καλοῦ ἢ συμφέροντος ζήτησις, ἀλλ’ ἐν μὲν τῷ στοχασμῷ περὶ ὑπάρξεως, ἐν δὲ τῷ ὅρῳ περὶ τῆς ἰδιότητος· οὐ γὰρ ζητοῦμεν, εἰ πονηρὸν ἢ καλὸν τὸ τυπτῆσαι Δημοσθένην, ἀλλ’ εἰ τὸ τυπτῆσαι Δημοσθένην ἴδιον τοῦ κληθῆναι δημόσιον ἀδίκημα· καὶ ἐν τῷ στοχασμῷ οὐ ζητοῦμεν, εἰ πονηρὸν ἢ ἀγαθὸν ἡ τυραννὶς, ὡμολόγηται γὰρ, ἀλλ’ εἰ τὸ ἀφορᾷν σημεῖόν ἐστι τοῦ ἐθέλειν τυραννῆσαι· λέγων οὖν αὐτὸς περὶ μόνου εἶναι τὴν ἀμφισβήτησιν καλοῦ ἢ δικαίου ἢ συμφέροντος, περὶ τῆς ποιότητος μόνης λέγει τὴν ἀμφισβήτησιν τοῦ πολιτικοῦ ζητήματος, καὶ ἀνάγκη ἀναντίῤῥητος, ἢ μὴ εἶναι στάσεις τὸν στοχασμὸν καὶ τὸν ὅρον, ἢ οὔσας ἐκτὸς εἶναι τοῦ ὅρου τοῦ πολιτικοῦ ζητήματος, καὶ οὕτως αὐτῆς τυγχάνειν τὸν ὅρον· καὶ τὸ μὲν ζήτημα τοῦτο· διαφόρους δὲ λύσεις ἐπενοήσαμεν εἰς αὐτό· καὶ οἱ μὲν λέγουσιν, ὅτι τὰ τρία εἴδη τῆς ῥητορικῆς ἐν ἑνὶ περιλαμβάνει, καλὸν μὲν τὸ ἐγκωμιαστικὸν, δίκαιον δὲ τὸ δικανικὸν, συμφέρον δὲ τὸ συμβουλευτικὸν, ἢ ὅτι τὰ τῆς πραγματικῆς κεφάλαια λέγει· ἐπειδὴ γὰρ εἰς δύο μεμέρισται τὰ πράγματα, εἰς παρεληλυθότα καὶ μέλλοντα, καὶ ὁ μὲν παρεληλυθὼς πάσας ἔχει τὰς στάσεις, ὁ δὲ μέλλων τὴν πραγματικὴν προέκρινε καὶ τὰ αὐτῆς τίθησι κεφάλαια, ἢ ὅτι καλὸν λέγει τὰς λογικὰς στάσεις, δίκαιον δὲ τὰς νομικὰς, συμφέρον δὲ τὴν πραγματικὴν, καὶ ἐν τούτῳ πάσας συλλαμβάνει τὰς στάσεις, ἢ ὅτι ταῦτα τελικὰ ὄντα κεφάλαια ἀναντιῤῥήτως ἐν πάσῃ στάσει ἐμπίπτει· τούτων οὖν ἐμνημόνευσεν τῶν ἀναντιῤῥήτως ἐμπιπτόντων, ἢ ὅτι ἐν πάσῃ στάσει ὁ σκοπὸς μετὰ τὰ ἴδια κεφάλαια, καὶ εἰς ταῦτα ὁρᾷ, τὸ δίκαιον κολασθῆναι τόνδε τινὰ, ἢ συμφέρον ἢ καλὸν ἀφεθῆναι· διὰ ταῦτα οὖν περὶ τούτων μόνον διέλαβε τῶν κεφαλαίων· αὗται δὲ αἱ ἀπολογίαι πιθαναὶ μὲν, οὐκ ἀληθεῖς δὲ, καὶ ἐφεξῆς ἴδωμεν πάσας.
5.32 Οἱ μὲν οὖν λέγοντες, ὅτι περὶ τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς διαλαμβάνει, λελήθασιν ἑαυτοὺς τὸ μέγιστον ἀγνοοῦντες, ὅτι ὁ σκοπὸς αὐτῶν οὐ περὶ ὅρου ῥητορικῆς ἐστιν, ἧς εἴδη ταῦτα, ἀλλὰ περὶ πολιτικοῦ ζητήματος· καὶ τὸ μέγιστον, ὅτι ἐγκώμιον οὐ ζήτημά ἐστιν, ἀλλὰ μᾶλλον ὁμολογούμενον ἀγαθόν. Εἰ δὲ λέγουσιν, ἀμφισβήτησις περὶ τοῦ καλοῦ, ἐν οἷς φασιν αὐτὸν σημαίνειν τὸ πανηγυρικὸν, ἀγνοοῦντες τὴν φύσιν τοῦ πανηγυρικοῦ καὶ τὸν ὅρον ἀγνοοῦσιν· ἡ μὲν γὰρ φύσις οὐκ ἀμφισβήτησιν οἶδεν, ἀλλ’ ἔπαινον καὶ αὔξησιν τῶν προσόντων τινὶ ἀγαθῶν ἐν τῷ πανηγυρικῷ γιγνομένην· ὅ τε ὅρος τοῦ ἐγκωμίου αὔξησίς ἐστι τῶν ὁμολογουμένων ἀγαθῶν· ὡμολόγηται τοίνυν, ὅτι οὐ περὶ τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς διαλαμβάνει, τί γὰρ ἂν καὶ βουλόμενος διέλαβεν ὁ εἰπὼν ἐν τοῖς ἀνωτέροις, „λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη καὶ ἀπὸ τῶν ὅλων εἰς μέρη“· ταῦτα δὲ εἴδη ἤτοι ὅλα ἐστὶ τῆς ῥητορικῆς, περὶ ὧν ἀρνεῖται παντελῶς τὸ λέγειν· οἱ δὲ λέγοντες, ὅτι περὶ τῆς τῶν κεφαλαίων τῆς πραγματικῆς διαιρέσεως διαλαμβάνει, εὔηθες νομίζουσιν, εἰ ὑπολαμβάνουσι μόνον πολιτικὸν εἶναι ζήτημα τὴν πραγματικήν· ἄλλως τε τὸ μέγιστον κεφάλαιον τῆς πραγματικῆς, καὶ δι’ οὗ ἡ πᾶσα αὐτῆς ἐστι σύστασις, τὸ νόμιμόν ἐστι, περὶ οὗ μνείαν οὐδεμίαν τίθησι. Τὸ μὲν γὰρ καλὸν οὐδὲ κεφάλαιόν ἐστι τῆς πραγματικῆς, ἀλλ’ ἐπεισαγόμενον τοῖς κεφαλαίοις, ὅπερ οὐδὲ καλὸν ἀλλ’ ἔνδοξον καλεῖται· ἄλλως τε οὐδὲ ὡς παράδειγμα αὐτὸ εἰσήγαγεν, ὅπερ φασὶν ἀπὸ μέρους αὐτὸν τὸ πᾶν βούλεσθαι δηλοῦν· εἰ μὲν γὰρ ἔλεγεν „ὡσανεὶ περὶ τοῦ δικαίου ἢ καλοῦ ἢ συμφέροντοσ“, ἐδόκει μέρους μεμνῆσθαι πρὸς διδασκαλίαν τοῦ παντὸς, ἀλλ’ ὥσπερ τούτων οὔσης μόνον τῆς ἀμφισβητήσεως οὕτως ἀπεφήνατο· οὐκ ἂν οὖν οὐδὲ περὶ τῆς πραγματικῆς λέγων εἴη· οἱ δὲ λέγοντες, ὅτι τὰ γένη τῶν στάσεων ἀγνοοῦσιν ἐμπίπτουσαν τὴν μετάληψιν· αὕτη γὰρ ἔξωθέν ἐστι περὶ εἰσαγωγῆς ἔχουσα τὴν ζήτησιν· ἐν γὰρ μεταλήψει περὶ οὐδενὸς τούτων ζήτησίς ἐστιν, οὔτε περὶ ὑπάρξεως, οὔτε περὶ ἰδιότητος, οὔτε περὶ ποιότητος, εἰς ἃ ταῦτα ἀναφέρεται, ἀλλ’ εἰσακτέον ὅλως τὸν ἀγῶνα, ἄλλως τε κἂν δεχώμεθα τὰ γένη τῶν στάσεων αὐτὸν λέγειν, ὑπ’ οὐδενὸς τούτων ὁ στοχασμὸς, οὐδὲ ὁ ὅρος ἀνάγεται, ἀλλ’ ἐν ποιότητί εἰσιν αἱ τμήσεις τῶν γενῶν, οὐδὲ αὐτὴ οὖν ἡ ἀπολογία εὖ ἔχει· οἱ δὲ λέγοντες, ὅτι τὰ τελικὰ κεφάλαια ἐν πάσαις στάσεσιν εὑρεθήσονται, ἠγνόησαν, ὅτί ποτέ ἐστι τελικὰ, ταῦτα γὰρ οὐκ ἐν τοῖς ἀγῶσιν ἐστὶν, ἀλλ’ ἐν τοῖς ἐπιλόγοις, τὰ δὲ ζητήματα τῶν ἀγώνων εἰσίν· πῶς ὁ ἀφεὶς, ὁ ἐπαγγειλάμενος διαίρεσιν ζητημάτων εἰπεῖν τοὺς ἀγῶνας τῶν ἐπιλόγων ἐποιεῖτό τινα μνήμην; Πρὸς δὲ τὸ φυσικῶς ταῦτα τὰ κεφάλαια ἐμπίπτειν ἐν πάσαις στάσεσιν ἐροῦμεν, ὅτι οὐκ ἔννοιαι τὰ ζητήματα, οὐδὲ στάσεις ποιοῦσιν, ἀλλὰ ἰδικαὶ κατασκευαὶ, καὶ ταῦτα ἐν τοῖς προλεγομένοις ἱκανῶς ἀπεδείξαμεν, ἐν οἷς ἐλέγομεν „οὗ δέ τι ἐπαίνου ἐμπίπτει ἐν τοῖς ζητήμασι, τοῦτο ἤδη καὶ ἐγκώμιον ποιεῖ“· καὶ ἐνταῦθα οὐκ εἰ κοιναί τινες ἔννοιαι ἐμπίπτουσιν, ὅτι καλὸν τὸ κολασθῆναι τόνδε ἢ ἀφεθῆναι ἤ τι τῶν τοιούτων ζητημάτων εἰσὶν, ἀλλ’ ἔξωθεν ἐπεισαγόμενα.
5.33 τὰ γὰρ ζητούμενα ἀνάγκη περί τινος εἶναι τῶν τριῶν, ὑπάρξεώς φημι, ἰδιότητος, ποιότητος. Λείπεται τοίνυν ἐπταῖσθαι τὸν ὅρον, καὶ ἐκ προςθήκης μόνης ἰᾶσθαι δύνασθαι· ἡ δὲ προσθήκη αὕτη ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν παρ’ ἑκάστοις νόμων ἢ ἐθῶν περὶ ὑπάρξεως καὶ ἰδιότητος καὶ ποιότητος καὶ τοῦ νομισθέντος καλοῦ ἢ δικαίου ἢ συμφέροντος· οὕτως γὰρ ἂν αἱ πᾶσαι συμπεριλαμβάνοιντο στάσεις· εἰ δέ τις ζητεῖ τὴν μετάληψιν, ἐροῦμεν, ὅτι ἡ μετάληψις ἐκ τῶν λογικῶν καὶ νομικῶν συνίσταται· αὗται δὲ ἐμπίπτουσιν ἐν τῇ ποιότητι, ἥ ἐστι μνήμη ποιότητος, καὶ αὐτὴ ἡ φύσις αὐτῆς καὶ ἡ ὕλη ἔγκειται ἐν τῇ ποιότητι, εἰ καὶ μὴ ὁ σκοπὸς τοῦ λόγου καὶ αὐτῇ ἂν ἐμπεριλαμβάνοιτο.
5.34 Ἄνω δὲ ἐπειδὴ περὶ γενῶν ἦν μόνων ὁ λόγος, ὡς αὐτοί φασιν, ἐξέπιπτεν· ἐνταῦθα δὲ, ἐπειδὴ περὶ σκοποῦ συμπεριλαμβάνεται, ἔνθα γὰρ γένη ἐστὶ τὰ ὁριζόμενα, οὐδὲν τῶν ἐπεισαγομένων κατὰ συμπλοκὴν συμπεριλαμβάνεται· ἐν οἷς δὲ ὁ σκοπὸς τῆς φύσεως τῆς ποιότητός ἐστι, πάντα τὰ ἐκ ποιότητος καὶ φυόμενα συμπεριλαμβάνεται. Ἢ καὶ πάντων ἅμα ἢ καὶ τινῶ ν · τοῦτο μεγίστην ἔχει καὶ οὐ τὴν τυχοῦσαν ἔχει τὴν ζήτησιν· πῶς γὰρ δύναται πάντων ἅμα εἶναι ζήτησις; εἰ γὰρ ἔστιν ὅτε πάντων ἅμα ζήτησις γίνεται, πᾶσαι αἱ στάσεις μία ἂν εἴη στάσις, καὶ εἰ τινῶν ἐν ἑνὶ ζητήματι πλείους εὑρεθήσονται στάσεις, τί οὖν βουλόμενος προσέθηκε, πλὴν εἰ μήτε πταῖσμα· ἴδωμεν δὲ καὶ εἰ τοῦτο ἀπολογίας· οἱ μὲν οὖν νομίσαντες αὐτὸν περὶ τῆς πραγματικῆς λέγειν ἐν τοῖς ἀνωτέροις, κἀνταῦθα τῷ πταίσματι ἠκολούθησαν· λέγουσι γὰρ, ὅτι ἡ πραγματικὴ ἐνίοτε καὶ δι’ ἑνὸς καὶ διὰ πλειόνων μελετᾶται κεφαλαίων· τοῦτο οὖν ἐστι τὸ „καὶ πάντων ἅμα ἢ τινῶν“· εἰ δὲ λέγουσιν, ὅτι διὰ τὴν μετάληψιν τὴν ἔγγραφόν ἐστιν αὐτῷ ὁ λόγος, ὅτι οὐδέποτε μόνη μελετᾶται, ἀλλ’ ἕτερον ἐπαναφυόμενον ἔχει ζήτημα τῇ παραγραφῇ τὸ τῆς εὐθυδικίας· οἱ δὲ λέγοντες, ὅτι ὡς περὶ γενῶν ἄνω στάσεων διαλαμβάνει ἐνταῦθα, οἱ δὲ τὴν ἐπιπλοκὴν καὶ τὴν συγγένειαν τῶν στάσεων, ὅτι πολλάκις πραγματικὴ κατὰ στοχασμὸν εὑρίσκεται, καὶ ἐνίοτε πραγματικὴ κατὰ ἀντινομίαν· ὁ πατὴρ ὁ τὸν υἱὸν τυραννοῦντα ἀνελὼν καὶ ἀξιῶν μὴ γράφεσθαι μετὰ τοῦ σχήματος, νόμου τοῦτο κελεύοντος, καὶ τῆς κατὰ στοχασμὸν, οἱ βουλόμενοι τῶν πολιορκουμένων τὰς πύλας ἐξαίφνης ἀνοιξάντων· καὶ ἕτεραι δέ εἰσι πολλαὶ στάσεων ἐπιπλοκαί· ἢ ὅτι ἐν τοῖς στοχασμοῖς στάσεις περὶ κεφάλαια γίνονται, ὥσπερ ὁ Δημοσθένης, ὁ τὸν παραπρεσβείας μελετῶν ἀντιθέσεις μεταστατικὰς καὶ ἀντιστατικὰς καὶ ἀντεγκληματικὰς τιθείς· ἔτι δὲ ἡ ἀντίληψις τὸ κεφάλαιον, καὶ ἡ μετάληψις γὰρ αὐτῷ τυγχάνει οὖσα, καὶ ταῦτα οὐκ ἀεὶ πάντα ἐμπίπτει, ἀλλ’ ἐνίοτε ἐκλείπουσί τινα, ὡς ἡ ἀντίληψις καὶ ἡ μετάληψις, ὅταν μὴ ἀφ’ ὧν αὐτός τις ποιήσας ἡ κρίσις, καὶ ὅταν ἀτελὴς, ἢ ἀπὸ τῶν πραγμάτων πᾶσαι, αἵ τε νομικαὶ καὶ λογικαὶ, ἐμπίπτουσιν· ὅταν δὲ ἀπὸ ῥητοῦ ἢ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντιθετικαὶ μὲν οὐκ εὑρεθήσονται, νομικαὶ δέ· ὅταν δὲ ἀπὸ πραγμάτων, τὸ ἐναντίον ἑτέρα ἀπολογία, ὅτι μετὰ τὸν στοχασμὸν πᾶσαι αἱ λοιπαὶ στάσεις τοῖς ἀλλήλων κεφαλαίοις μελετῶνται κατὰ τὴν τάξιν μόνον ἐναλλαγῆς τινος προςγινομένης.
5.35 Τί οὖν ἐστι καὶ πάντων ἅμα καὶ τινῶν; τὸ ἐνίοτε ἄλλα πολλὰ ἐμπίπτειν κεφάλαια, ἢ αἱ ἀντιθετικαὶ στάσεις τέσσαρες οὖσαι δι’ ἀλλήλων μελετῶνται, ἢ ὅτι αἱ κατασκευαὶ ἀεὶ τῶν στάσεων κοιναί εἰσι· καὶ εἰ καὶ μὴ κεφάλαια εὑρίσκονται, ἀλλ’ οὖν ἔννοιαι ἐχόμεναι ἀλλήλων ἐμπίπτουσιν· ἢ ὅτι ἡ πραγματικὴ τὸ μὲν δίκαιον ἔχει διὰ τῶν ἀντιθετικῶν μελετώμενον, τὸ δὲ νόμιμον διὰ τῶν νομίμων, τὸ δὲ συμφέρον στοχαστικῶς· καὶ τούτου παράδειγμα ὁ Δημοσθένης ἐν τοῖς κατὰ Ἀνδροτίωνος καὶ ἀντιληπτικὸν ἀντιτεθεικὼς κεφάλαιον. „Φήσει τοίνυν τοῦτον τὸν τρόπον πάσας εἰληφέναι τὰς βουλὰσ“, καὶ λύσεις μεταληπτικῶς, „οὐ γάρ ἐστι πώποτε μνήμη, ὡς κατὰ τοὺς νόμους ἐπράχθη“, καὶ τὴν πρὸ αὐτοῦ ἀντιτίθησιν κατὰ ἀντινομίαν ἐργασίαν, ὅταν λέγῃ· „ὁ νόμος φησὶ, τῇ βουλῇ μὴ ἐξεῖναι μὴ ποιησαμένῃ τὰς τριήρεις αἰτῆσαι τὴν δωρεὰν“, τοῦτο γὰρ ἀντινομία ἐστὶν· καὶ λύσας αὐτὸ κατὰ ῥητὸν καὶ διάνοιαν, „ἐγὼ δὲ αὖ τοὐναντίον ἡγοῦμαι περὶ τούτων δεῖν τὰ προβουλεύματα ἐκφέρειν μόνον, περὶ ὧν κελεύουσιν οἱ νόμοι“.
5.36 καὶ ἐν τοῖς ἐφεξῆς συλλογισμὸν τέλειον ἐργασάμενος, ἐν οἷς ἀποδείκνυσιν, ὅτι τὸ ἐρωτῆσαι ταὐτόν ἐστι τῷ αἰτῆσαι, λέγων, καίτοι τοὺς μὴ αἰτοῦντας μηδὲ αἰτεῖν ἀξιοῦντας οὐδὲ ἐπερωτᾷν προσήκει τὴν ἀρχήν· ὅτι δὲ τὸ συμφέρον στοχαστικῶς ἐξετάζεται, καὶ εὔηθες ἂν εἴη δεικνύναι· ὅταν γὰρ ὁ Δημοσθένης λέγῃ, „ἀλλ’ ὦ τᾶν οὐ βουλήσεται“, τοῦτο ὁμολογουμένως στοχασμός ἐστι· καὶ ὅταν παράλληλα τιθεὶς λέγῃ, „ὅτι σωζομένων μὲν Ὀλυνθίων ἐν Μακεδονίᾳ ἔσται ὁ πόλεμος, φθειρομένων δὲ τίς αὐτὸν κωλύει δεῦρο βαδίζειν; Θηβαῖοι; μὴ λίαν πικρὸν εἰπεῖν ᾖ, καὶ συνεισβαλοῦσιν“, ἀκριβέστατα στοχαστικῶς κατασκευάζει· καὶ ὅταν λέγῃ, „ὡς ἄδεια τεθήσεται τοῦ παρανομεῖν“, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους λέγει· „εἰ μὲν γὰρ μηδεὶς ἦν, ὃς ἤμελλεν ὁμοίως τῶν ὑμετέρων νόμων καταφρονήσας τὰ αὐτὰ γράφειν, ἧττον ἂν ἦν δεινόν· νῦν δὲ ὄντων οὐκ ὀλίγων“· ταῦτα πάντα στοχαστικῶς ἐξετάζεται, ἀρίστη οὖν ἂν εἴη αὕτη ἡ ἀπολογία. Ἔτι δὲ καὶ τοῦτο προςτιθέμενον λύσει τὴν πᾶσαν ἀμφισβήτησιν, ὅτι ὁμολογουμένως οὐ περὶ στάσεων ἐνταῦθα διαλαμβάνει, ἀλλὰ περὶ τοῦ παντὸς γένους ἐστὶ τοῦ πολιτικοῦ ζητήματος. Ὡμολόγηται δὲ, ὅτι ἐν τῷ πολιτικῷ ζητήματί εἰσί τινες κατὰ συμπλοκὴν στάσεις καὶ ἁπλαῖ, ὡς ἐν τῷ στοχασμῷ καὶ ὅρῳ καὶ ἐν ἀντιλήψει· τοῦτο οὖν ἠθέλησε σημᾶναι, ὅτι πολλάκις ἐν αὐτῷ καὶ πλείους εἰσὶ ζητήσεις.
5.37 Τὸ γὰρ ὡς ἀληθῶς καλὸν ἢ συμφέρον ἢ τὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆς, αὐτὸς γὰρ ἐξηγήσατο, ὅ τί ποτέ ἐστι τὸ νομισθὲν, διδάσκων, ὅτι οὐ περὶ τοῦ ὄντως ἀληθῶς δικαίου ζητοῦμεν, τοῦτο γὰρ φιλοσοφίας ἔργον, καὶ ἱκανῶς ἡμῖν ἔχει ἡ ἐξήγησις τοῦ ὅρου τοῦ πολιτικοῦ ζητήματος· τὴν δὲ ἀμφισβήτησιν ταύτην ἀνάγκη περὶ τὰ πρόσωπα γίνεσθαι καὶ πράγματα. Ἀκόλουθος ἐντεῦθεν ἡ ζήτησις τῆς ὕλης τοῦ πολιτικοῦ ζητήματος· προῤῥηθείσης γὰρ ἤτοι ἀποδειχθείσης ἐν τῷ προοιμίῳ, ὥς ἐστι τέχνη ἡ ῥητορικὴ, καὶ προτεθέντος τοῦ σκοποῦ καὶ ἐπ’ αὐτῷ διδασκαλίας προςγενομένης τοῦ πολιτικοῦ ζητήματος, ἀνάγκη τὴν ὕλην εἰπεῖν, ἀφ’ ἧς ἐργασθήσεται· ἐπειδὴ γὰρ ὁ σκοπὸς αὐτῷ, ὡς αὐτός φησιν, περὶ τῆς διαιρέσεώς ἐστι τοῦ πολιτικοῦ ζητήματος, τοῦτο δέ ἐστι περὶ τῆς ἐργασίας, ἀναγκαῖον ἦν, ἀφ’ ὧν κατασκευάζεται λέγειν, ἵνα τὴν ἐργασίαν διδάξῃ· τί οὖν φησιν, ὅτι τὴν ἀμφισβήτησιν ταύτην τὴν λογικὴν τὴν ἐπὶ μέρους καὶ περὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ ἢ συμφέροντος, ἣν ἐν τῷ ὅρῳ προέταξεν, ἀνάγκη περί τε πρόσωπα γίνεσθαι καὶ πράγματα. Τί μὲν οὖν βούλεται τὸ, „ἀνάγκη γέλοιον ζητῆσαι“; ἀναντίῤῥητον γὰρ, ὅτι λογικῆς οὔσης τῆς ἀμφισβητήσεως ἀναγκαίως ἢ πρόσωπα ἢ πράγματα ἤμελλεν αὐτὴν ποιεῖν, τί γὰρ δεῖ ἕτερον; λέγει οὖν ἐπάγων· „πλείστη δήπου διαφορὰ, τουτέστι προσώπων πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πράγματα“· ἀλλ’ οὐ ταύτην λέγειν, ἀλλὰ τὴν τοῦ γένους ἑκατέρου διαφορὰν λέγει· ἐξ ὧν δὲ ἐν τοῖς ἐπαγομένοις διακρίνει προσώπων τε διαφορὰν τιθεὶς καὶ ἰδίᾳ πραγμάτων, καὶ ἀφ’ ὧν προςτίθησιν· „ἣν τοῖς ἐπιγνοῦσι ῥᾴδιον τὰς διαιρέσεις ἤδη ποιεῖσθαι τὰς εἰς τὰ λεγόμενα κεφάλαια“. ἑνὶ τοίνυν λόγῳ τὰς στάσεις ἡμᾶς πάσας διδάσκει, διδάσκων ζητεῖν καὶ φυλάττειν τὰς τῶν προσώπων καὶ πραγμάτων διαφορὰς, καὶ ὅτι οὐκ εἰκῆ αὐτῷ τοῦτο εἴρηται, σκοπήσομεν πρῶτον, ὅσον ἡ τῶν πραγμάτων ἰσχύει διαφορά.
5.38 Ἐὰν γὰρ ὁρίσωμεν, πορνοβοσκὸς δέκα νέους κωμάζοντας ἀνεῖλεν, ἀσύστατόν ἐστιν ὁμολογουμένως· τὸ πρόσωπον δὲ ἀμείβων καὶ εἰπὼν „ἢ στρατηγὸς ἢ φιλόσοφος ἢ ἀριστεὺς, ἢ τῶν ἐπαινουμένων προσώπων“ πεποίηκε συνεστάναι τὸ ζήτημα· καὶ τὴν στάσιν ἀντέγκλημα· τὸ γὰρ εὐδόκιμον τοῦ προσώπου δύναται τοῖς τὰ αἰσχρὰ πράττουσιν ἀντεγκαλεῖν τὸ δικαίως ἐφ’ οἷς ἠσέλγαινον ἀνῃρῆσθαι· ἐπὶ δὲ τοῦ πορνοβοσκοῦ ἡ περὶ τὸ πρόσωπον ἀδοξία οὐκ ἔχει τὸ μέμψασθαι τοῖς ἀσελγαίνουσιν· ἐπὶ δὲ πραγμάτων ὁμολογουμένως πλείστη ἦν ἡ διαφορά· ὁ γὰρ τὸν πεπονθότα αἰτιώμενος ἀντέγκλημα ποιεῖ καὶ ἕτερον αἴτιον εἶναι λέγων τοῦ πράγματος μετάστασιν, καὶ ὁ ἐπ’ ἐξουσίας εἶναι τὸ πραχθὲν ἀντίληψιν, καὶ ὁ περὶ μέλλοντος ζητῶν πραγματικὴν, καὶ, ἵνα μὴ καθ’ ἕκαστον λέγωμεν, ἕκαστόν τι τῶν χρημάτων τοῦ πράγματος ἀμειβόμενον ἑτέραν οἶδε γιγνομένην τὴν στάσιν· διὰ τοῦτο οὖν προστίθησι τὸ „ὅλως εἰ διαιρεῖσθαι δύναται,“ διδάσκων, ὡς ἕκαστον τούτων ἀμειβόμενον καὶ ἀσύστατον καὶ συνεστηκὸς ποιεῖ, καὶ ἑτέραν δὲ στάσιν ποιῆσαι δύναται. Τῶν οὖν προσώπων τὰ μὲν οἷά τέ ἐστ ι · πρώτη τοίνυν διαίρεσις, τῶν προσώπων τὰ μὲν ἐξετάζεται, τὰ δὲ οὔ· τὸ δὲ ἐξετάζεται ἀναγκαῖον ζητῆσαι, ὅ τί ποτέ ἐστιν· ἐξετάζεται οὐδὲ ἀμφιβάλλεται, ὥς τινες ᾠήθησαν· οὐ γὰρ ἀμφιβάλλομεν, εἰ Αἰσχίνης ἐστὶν ὁ κρινόμενος ἐν τῷ παραπρεσβείας, ἢ Λεπτίνης ἐν τῷ πρὸς Λεπτίνην, ἢ Τίμαρχος ἐν τῷ κατὰ Τιμάρχου, ἀλλ’ ἐξετάζεσθαι κυρίως ἐνταῦθα ὡς καὶ ἐκ τῶν ἐπαγομένων μηνύεται, ὅτι τοῦτο βούλεται λέγειν ὁ τεχνικὸς, „ὕλην καὶ ἀφορμὴν παρέχει τῷ λόγῳ, ὅ ἐστι πρὸς ἀπόδειξιν τοῦ προκειμένου καὶ κρινομένου συντελεῖ.
5.39 Τόπον δὲ ἄλλως ἐπέχει προσώπο υ · τὸ ἄλλως ἐξηγήσατο τὸ πρότερον ἀντὶ τοῦ εἰκῆ καὶ οὐδὲν πρὸς τοῦτο λυσιτελοῦν, ὅπερ συντελεῖ τὰ ἐξεταζόμενα· τοῦτο δέ ἐστι πρὸς τὴν ὕλην τοῦ λόγου καὶ τὴν ἀπόδειξιν· ἐζήτησαν δέ τινες, τί δήποτε ἔφησε μάτην εἶναι πρόσωπον, καὶ τί δήποτε, εἰ μηδὲν συντελοῦν πρὸς τὴν χρείαν τοῦ ζητήματός ἐστιν, ὅμως ἐπάγεται λεγόμενον, ὅτι οὐδὲν ἂν πραχθείη πρᾶγμά τι προσώπου χωρὶς, ἀλλὰ δεῖ προϋφεστηκέναι τὸ ποιοῦν τοῦ γενομένου πράγματος, καὶ φυσικήν τινα τάξιν ἔχειν τὸ πρῶτον εἶναι τὸ πρόσωπον τοῦ πράγματος· διὰ τοῦτο οὖν, ἐπειδὴ οὐκ ἦν δοκεῖν αὐτῷ πεπρᾶχθαι, μὴ ὄντος τοῦ δοκοῦντος πεποιηκέναι, εἰ καὶ ὕλην πρὸς τὸν λόγον παρέχει, ἀλλὰ σχῆμα πρὸς τὸ δοκεῖν γεγενῆσθαι τὸ πρᾶγμα· τὸ γὰρ παρίσταιό τις ἐπ’ ἐρημίας νεοσφαγεῖ σώματι, ἀπόδειξιν μὲν οὐδ’ ἡντιναοῦν παρέχει τοῦ γεγενῆσθαι τὸν φόνον· σχῆμα δὲ τοῦ γεγενῆσθαι αὐτὸν παρέχει· ἐὰν γὰρ εἴπω, ὅτι παρίστατο Δημοσθένης, αἱ ἀποδείξεις ἱκαναὶ, ὡς θαῤῥῶν τῇ ῥητορικῇ δυνάμει, ὡς Νικόδημον ἀνελὼν πρότερον, ὡς Ἀρίσταρχον πείσας τῶν ὁμοίων ἐπιθυμητὴν γενέσθαι· ταῦτα οὖν πάντα καὶ τῷ κατηγόρῳ συντελοῦντα πρὸς ὕλην ἀποδείξεως τυγχάνει, καὶ τὰ ἐναντία τῷ ἀπολογουμένῳ, ὅτι ὁ τοὺς αἰχμαλώτους λυσάμενος καὶ τῆς πόλεως κηδόμενος, ὁ δημαγωγίας ἐρῶν, ὁ σώφρονος βίου φροντίσας οὐκ ἂν εἴη εἰκότως τὸν φόνον πεποιηκώς· ὅρα τοίνυν, ὡς ἐνταῦθα μὲν ἐξεταζόμενον τὸ πρόσωπον ὕλην παρέχει, τοῦτο δέ τι γίγνεσθαι ἢ μὴ γίγνεσθαι· τὸ δέ τις ὕλην μὲν οὐδ’ ἡντιναοῦν παρέχει· τοῦ δὲ συστῆναι τὸ πρᾶγμα ἀφορμή τις καὶ γένεσις καὶ σύστασίς ἐστιν.
5.40 Ἐζήτησαν δέ τινες, τί δήποτε προσώπων καὶ πραγμάτων ἐπαγγειλάμενος εἰπεῖν διαίρεσιν προέταξε πρῶτον τὴν τῶν προσώπων; Καὶ λέγομεν, ὅτι προϋφέστηκε τὸ ποιοῦν τοῦ ποιουμένου, καὶ φύσει τὰ πρόσωπα τῶν πραγμάτων ἐστίν· οὐ γὰρ πραχθείη πρᾶγμα μὴ προϋφεστῶτος προσώπου· εἰκότως οὖν περὶ τῆς τῶν προσώπων διαιρέσεως πρῶτον διαλαμβάνει. Ἐπειδὴ δὲ τὰ ποιοῦντα τῶν γινομένων πρῶτα τυγχάνει, τῶν δ’ αὖ ἐξεταζομένων ἰσχυροτάτην μὲν ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια, ἐπειδὴ περὶ ὕλης ἐστὶν αὐτῷ ὁ λόγος καὶ ἀφορμῶν ἀποδείξεων, ἡ πᾶσα ζήτησις εἰκότως ἀπὸ ἰσχυροτέρων ἄρχεται· ἰσχυρότερα δέ ἐστι ταῦτα ὕλην τε πλείονα καὶ ἀφορμὰς παρασχεῖν· ποῖα δέ ἐστιν, ἅπερ αὐτός φησιν ὡρισμένα καὶ κύρια; τὸ γὰρ κύριον ὅ τί ποτέ ἐστι δῆλον· ὡρισμένα δὲ εἰπὼν καὶ τὴν φύσιν σημαίνει τῶν πραγμάτων καὶ τὴν τέχνην ἀσφαλίζεται. τί δέ ἐστιν, ὃ λέγει; ἡ μὲν φύσις ὅτι ὡρισμένα λέγει, ὧν ἐν ταῖς ἱστορίαις ἡ ποιότης παρείληπται, καὶ οὔτε προσθεῖναι οὔτε ἀφελεῖν τι τῶν ἐκ τῆς ἱστορίας. οἷον οὐκ ἂν εἴποιμεν Σωκράτην ῥήτορα, οὐδὲ Δημοσθένην γενναῖον, ἀλλ’ οὐδ’ Αἰσχίνην τὴν ἀρχὴν ἀκμάσαντα, ἀλλ’ ἀναγκαῖόν ἐστι ταῦτα περὶ τῶν προσώπων εἰδέναι, ὅσα παρὰ τῆς ἱστορίας εἰλήφαμεν· ἡ μὲν οὖν φύσις τοῦ προσώπου τούτου γνωρίζεται, ἡ δὲ τῆς τέχνης ἀσφάλεια, ὅτι οὔτε προσθεῖναι οὔτε ἀφελεῖν ἐστι παρὰ λαμβάνοντος πρόσωπον, ἀλλ’ ἀνάγκη ταύτῃ χωρεῖν πρὸς τὰς ἀποδείξεις τοῦ τοιοῦδέ τινος ζητήματος, ὅταν ᾖ τῷ ὡρισμένῳ ἡ ἱστορία φανερά· ἡ μὲν οὖν ἐξήγησις αὕτη· ὁ μέντοι τεχνικὸς ἐπαγγειλάμενος ἡμῖν διαφορὰν προσώπων καὶ πραγμάτων εἰπεῖν ἀριθμὸν μὲν ὀκτὼ εἶναί φησιν, τάξιν δὲ πρῶτον καὶ δεύτερον εἶπε, καὶ τὰ ἑξῆς, ἥτις καὶ ἡ τοῦ κυρίου πρὸς τὰ ἑξῆς διαφορὰ ἢ τῶν ἄλλων πρὸς τὰ πρῶτα, οὐδ’ ὁτιοῦν εἶπεν· ἀπούσης δὲ διαφορᾶς περιττὸν ἡ τάξις· τάξεως δὲ οὔσης ἀναγκαῖον ἡ διαφορά· πῶς γὰρ ἂν εἴη τάξις, εἰ μηδὲν διενηνόχασιν ἀλλήλων, ὡς αὐτός φησιν, „ὧν πλείστη δήπου διαφορά·“ καὶ ἕτερον ἑτέρου τίνα ἔχει διαφορὰν καὶ ἀλλοίαν ἀφορμὴν πρὸς τὸ παρασχεῖν λόγον, αὐτὸς μὲν οὖν παρῆκεν, εἴπωμεν δὲ ἡμεῖς· τὰ μὲν οὖν ὡρισμένα καὶ κύρια, ταὐτὸν γάρ ἐστιν εἰκότως, τὴν πρώτην ἔχει τάξιν, διπλῆν τινα λόγων ἀφορμὴν παρέχοντα, τήν τε ἀπὸ τῆς ἱστορίας, ἣν περὶ τοῦ ὑποκειμένου προσώπου περιειλήφαμεν, καὶ τὴν ἀπὸ τοῦ προκειμένου πράγματος· σαφέστερον δὲ ἐπεξέλθωμεν ἐπὶ τῶν παραδειγμάτων· εἰ κρίνοιτο Δημοσθένης προδοσίας, ὅ τε κατήγορος ἕξει τὴν ῥητορικὴν δύναμιν καὶ τάδε, ὡς αὐτῷ ἐξεῖναι εἰς δικαστήρια φοιτᾷν καὶ ὡς ἐξ ἀρχῆς Φιλοκράτει σύνεστιν καὶ τὰ ἄλλα, οἷς αὐτὸν Αἰσχίνης διαβάλλειν πειρᾶται· ὁ δὲ ἀπολογούμενος τὰ ἐναντία, ὡς ἀγαθὸς ἀνὴρ καὶ πανταχοῦ σπεύδων πρὸς τὸ τὰ τῆς πολιτείας σώζεσθαι δίκαια καὶ πανταχοῦ διελέγχων καὶ κατηγορῶν Αἰσχίνου, καὶ ποιότητα παρέχων καθαρὰν τοῦ νομίζεσθαι μὴ προδοσίας ἔγκλημα ἔχειν· αὕτη μὲν οὖν ἡ ἀπὸ τῆς ἱστορίας ποιότης, ἡ δὲ ἀπὸ τοῦ προκειμένου, οἷον ὡς ἐπὶ τοῦ παρεστάναι ἢ ἑτέρου τινὸς τῶν σημείων τοῦ στοχασμοῦ· παράδειγμα δὲ σαφέστερόν ἐστιν· Ἀλέξανδρος ἑλὼν Δαρεῖον ἔγραψεν Ἀθηναίοις.
5.41 ὡς ἐν τοῖς λογισμοῖς εὑρὼν Δημοσθένην πεντήκοντα τάλαντα εἰληφότα, καὶ κρίνεται Δημοσθένης παρ’ Ἀθηναίοις, ὅπερ ἔφαμεν ἐν τῇ ἱστορίᾳ αὐτῷ συντελεῖν πρὸς τὸ μὴ δοκεῖν εἶναι προδότην, καὶ τὸ προκείμενον πρᾶγμα, ὅτι Ἀλέξανδρος ἐχθρὸς, ὅτι Μακεδόνες ἐχθροὶ τῷ Δημοσθένει, ὅτι οὐκ ἂν ἁλόντων τῶν βασιλέων τὰ γράμματα ηὑρίσκετο, ὅτι εὐπρόσωπος ἡ ἐξέτασις τοῦ Δημοσθένους, οἷα καὶ πρότερον περὶ Φιλίππου τοῦ πατρὸς γέγονε· ταύτην οὖν ἔχει φύσιν πρὸς τὰ ὡρισμένα καὶ κύρια, τήν τε ἀπὸ τῆς ἱστορίας τῆς φθασάσης καὶ τὴν ἀπὸ τοῦ προκειμένου πράγματος· τὰ δὲ παραδείγματα αὐτοῦ Περικλῆς, Δημοσθένης καὶ τὰ τοιαῦτα ὁμοίως ἀπὸ τῆς ἱστορίας εἴληπται, ἵνα καὶ σαφεστέραν ἔχῃ τῆς ὕλης τὴν πίστιν.
5.42 Δευτέραν δὲ πρός τ ι · πρός τι μὲν οὖν ἐστι τὰ πρὸς ἕτερον ἔχοντα τὴν σύστασιν, οἷον, ὡς αὐτός φησι, πατὴρ, υἱὸς, δοῦλος, δεσπότης· οὔτε γὰρ πατήρ εἰμι μὴ ὑφεστηκότος υἱοῦ, οὔτε δοῦλος μὴ ὄντος δεσπότου· ἡ μὲν οὖν φύσις τοῦ ὀνόματος αὕτη· δευτέραν δὲ εἰκότως ἔχει τὴν τάξιν, ὅτι διπλῆν μὲν οὕτως, μίαν μὲν τὴν ἀπὸ τοῦ προκειμένου πράγματος, ἑτέραν δὲ τὴν ἀπὸ κοινῆς φύσεως, ἅ ἐστι πρὸς ἀπόδειξιν γνωμικὰ καὶ καθολικὰ καὶ ἀναντίῤῥητα καὶ πᾶσι δοκοῦντα λέγειν, ὅτι τὸ δοῦλον δεσπόταις πολέμιον, καὶ ὅτι πατὴρ οὐκ ἂν εἴη δύσνους υἱῷ, καὶ ὅτι ζῆλός τις τοῖς ἀδελφοῖς ἕπεται· ταῦτα οὖν φυσικὰ ὄντα καὶ γνωμικὰ ὕλην τινὰ καὶ ἀφορμὴν ἐκ τῶν πᾶσι δοκούντων δίδωσιν, ἥττονα δέ ἐστι τῆς πρώτης, ὅσῳ τὰ ἐκ τῶν κοινῶν πίστεων ἥττονα τυγχάνει τῶν ἐκ παραδειγμάτων· τὰ μὲν γὰρ παραδείγματα ἐκ τῆς πείρας ἔχει τὴν πίστιν, τὰ δὲ ἐκ τῶν κοινῶν πίστεων ἐκ τῆς ἐννοίας· καὶ παραδείγματα μὲν τὰ ἐκ τῆς ἱστορίας, ὧν ἡ πεῖρα τὴν πίστιν ἔχει, κοιναὶ δὲ πίστεις, ἀφ’ ὧν οἱ πλείονες ἔννοιάν τινα τοῦ τὸ δέ τι οὕτως ἔχειν λογιζόμεθα. Τρίτην τὰ διαβεβλημέν α · διαβεβλημένα τὰ μεμισημένα, ὧν ἡ κατηγορία βλάβην οὐ προστίθησι τῷ ἀκροατῇ, ἀλλὰ προλήψει τινὶ καὶ ὑπονοίᾳ πονηρίας εἰσάγεται πρὸς τὸ δικαστήριον· ὁ γὰρ συκοφάντην κρίνων ἢ μοιχὸν ἤ τι τῶν τοιούτων καὶ πρὶν ἐλέγξαι τῷ τῆς γραφῆς ὀνόματι διαβολὴν ἐμπεποίηκε τῷ κρινομένῳ· ταῦτα οὖν συντελεῖ οὐκέτι πρὸς ἀπόδειξιν, ἀλλὰ πρὸς καταδρομὴν, καὶ ἔστιν ἐπιλογικὰ καὶ ὅσον εἰς τὸ παροξῦναι· καὶ ἡ μὲν ἀπόδειξις τούτων ἠσθένησε, καὶ ἐκ τοῦ προκειμένου πράγματος μόνον ἔχει τὸν ἔλεγχον· ἡ δὲ καταδρομὴ ἔῤῥωται τῷ τὸν ἀκροατὴν μὴ ἄχθεσθαι ταῖς διαβολαῖς, ἀλλ’ ἡδέως πρὸς τὴν προγεγενημένην ὑποψίαν τῆς τοῦ προσώπου διαβολῆς αὐτὴν δέχεσθαι.
5.43 Τὸ οὖν ὅλον αὐτῶν ἐστι καταδρομὴ καὶ ἐπίλογος. Ἐζήτησαν δέ τινες, πῶς ἐν τοῖς κρινομένοις προσώποις τοὺς μοιχοὺς ἔταξεν, οἱ γὰρ μοιχοὶ οὐ κρίνονται, ἀλλὰ κολάζονται, οὐδ’ ἐπὶ τοῖς ὁμολογουμένοις πονηροῖς συνάγονται δικαστήρια, ἀλλὰ κολάσεις· ἐροῦμεν, ὅτι ἕως ἂν περὶ ζητήματος ἀμφισβήτησις οἶδε τοῦ πράγματος, πᾶσα δὲ ἀμφισβήτησις ἀγνοουμένου πράγματός ἐστιν ἐξέτασις, δῆλον ὡς οὐ περὶ ὁμολογουμένου μοιχοῦ τὸν λόγον ποιεῖται· πῶς οὖν ἂν εἴη ἀμφισβήτησις ἢ ὕλη ζητήματος τὸ ὁμολογούμενον, ἀλλ’ ὡς ἐν ὑπονοίᾳ καὶ διαβολῇ τυγχάνοντος, μοιχοὺς οὖν καὶ ἐν ὑπονοίᾳ τοιαύτῃ τυγχάνοντας. Τετάρτην τὰ ἠθικ ά · ἐνταῦθά τινες ἐνόμισαν καὶ τῶν δοκούντων ἠκριβῶσθαι τέχνην ῥητορικὴν καὶ ἐπελάβοντο τοῦ τεχνικοῦ λέγοντες, ἐλλελεῖφθαι τὰ ἐσχηματισμένα, καὶ προστιθέασιν ἕτερον εἶδος προσώπων τὰ ἐσχηματισμένα, κακῶς εἰδότες, ὡς οὐδέποτε πρόσωπον ἐσχηματισμένον τυγχάνει, ἀλλὰ πρᾶγμα, καὶ οὐδέν ἐστιν ἢ προσώπου κατασκεύασμα τοῦ ἐσχηματισμένου, ἀλλ’ ἐκ τῆς ὕλης· καὶ τὰ παραδείγματα μηνύσει τὸ λεγόμενον· τὸ γὰρ Δημοσθένους πρόσωπον καὶ αὐτός φησι τῶν ὡρισμένων εἶναι καὶ κυρίων, καὶ ἡ πεῖρα δὲ δείκνυσιν· ὅταν ὁ Δημοσθένης μετὰ τὰ ἐν Χαιρωνείᾳ ἑαυτὸν προσαγγέλλῃ, ἀπ’ εὐθείας τὸ ζήτημα· ὅταν δὲ ἔχῃ τοιαύτην τινὰ πλάσιν, ὅτι ὁ Φίλιππος δέδωκε τοῖς Ἀθηναίοις αἵρεσιν, ἢ τὸν Δημοσθένην ἢ τὰς τριήρεις ἔχειν, ᾔτησε τρεῖς ἡμέρας εἰς βουλὴν καὶ ἑαυτὸν προσαγγέλλει, ἐσχηματισμένον τὸ ζήτημα· οὐ γὰρ Δημοσθένης ἀποθανεῖν βούλεται, ἀλλ’ ὀνειδίσαι τοῖς Ἀθηναίοις τὸ ὅλως τοιαύτην καταδέξασθαι βουλήν· ἐν ἀμφοτέροις οὖν τοῖς ζητήμασι ταὐτόν ἐστι πρόσωπον, ἡ δὲ τῶν πραγμάτων διαφορὰ ἐσχηματισμένον ἐποίησε τὸ ζήτημα· κἂν λέγωμεν, ὅτι ὁ Θεμιστοκλῆς κατηγορίας ἡκούσης ἐκ Λακεδαίμονος, ὡς κοινωνὸς ἂν εἴη τοῦ Παυσανίου, ἀξιοῖ κρίνεσθαι, ἡ στάσις ἐστὶ πραγματικῆς· ἂν δὲ προσθῶμεν, ὅτι νόμου ὄντος, προδότου μηδὲν εἶναι γνώρισμα, οἷον οἱ Θεμιστοκλέους παῖδες, ἵνα μὴ τὴν ἱστορίαν παραδράμωμεν, ὡς φυγάδος μνημονεύοντες ἀξιοῦσι καθαιρεῖσθαι τὰ τείχη, ὁμολογουμένως ἐσχημάτισται τὸ ζήτημα, καὶ ταῦτα τῆς αὐτῆς ὄντα στάσεως, οὔτε γὰρ πεῖσαι ἐλπίζουσι τὸ καθελεῖν τὰ τείχη, οὐδὲ τοῦτο σπουδάζουσιν, ἀλλ’ ὀνειδίσαι τοῖς Ἀθηναίοις ὁ ταῦτα κατασκευάσας εἰκότως προδοσίας ὑπόνοιαν δέχοιτο.
5.44 Ἐν ἀμφοτέροις οὖν ταὐτὸν τοῦ Θεμιστοκλέους πρόσωπον, ἡ αὐτὴ ἱστορία· ἡ δὲ πλάσις τῶν πραγμάτων ἐνήλλαξε, καὶ τὸ μὲν ἐποίησεν ἐσχηματισμένον, τὸ δὲ ἀπ’ εὐθείας· καὶ ἀφέντες τὰ ὡρισμένα τῶν προσώπων καὶ ἐκ τῶν ἄλλων εἴδωμεν. Ὅταν εἴπωμεν, πατὴρ καὶ υἱὸς κατὰ ταὐτὸν ἐστρατεύσαντο, καὶ ὁ μὲν υἱὸς ἔλειπε τὴν τάξιν· ὁ δὲ πατὴρ ἠρίστευσε, νόμου ὄντος, τὸν μὲν ἀριστέα αἰτεῖν ὃ βούλεται γέρας, τὸν δὲ λιπόντα τὴν τάξιν φεύγειν πανοικησίᾳ, ἀξιοῖ ὁ πατὴρ εἰς τὸ γέρας μεῖναι τὸν υἱόν· αἴτησίς τίς ἐστι καθαρὰ καὶ οὐδὲν σχῆμα ἔχει· ὅταν δὲ τὰ πράγματα ἐναλλάξω καὶ εἴπω, ὅτι φήμης οὔσης συνιέναι τῷ πατρὶ τὴν γυναῖκα τὴν τοῦ παιδὸς, μετὰ τὴν ἀριστείαν ὁ μὲν αἰτεῖ μένειν τὸν παῖδα μετὰ τῆς γυναικὸς, ὁ δὲ φεύγειν ἀξιοῖ, ὁμοίως μὲν ἡ στάσις ἡ αὐτὴ μένει· ἐσχηματισμένον δὲ γίνεται τὸ ζήτημα· οὕτως οὖν ἡ τῶν πραγμάτων ἐναλλαγὴ ποιεῖ τὰ ἐσχηματισμένα, καὶ οὐχ ἡ τῶν προσώπων· ἐν ἀμφοτέροις γοῦν πατήρ τε καὶ παῖς ἐστιν, ὅπερ ἐστὶ τῶν πρός τι· ἡ δὲ τῶν πραγμάτων ἐναλλαγὴ ἐσχηματισμένον ἐποίησε τὸ ζήτημα.
5.45 Ἀφέντες οὖν τὴν τούτων ἐξέτασιν κοινὴν ἁπάντων εἶναι προσώπων καὶ ἐκ τῆς τῶν πραγμάτων ποιότητος συνισταμένην, ἐπὶ τὰ ἑξῆς χωρῶμεν, „τετάρτην τὰ ἠθικά.“ ἐντεῦθεν ἀφεῖσα τὴν ἀπόδειξιν ἡ τέχνη ἐπὶ τὴν ὑπόκρισιν μετῆλθεν· ἐπειδὴ γὰρ ἡ συστᾶσα πᾶσα τοῦ Ἑρμογένους τέχνη ἥδε, ἣν νῦν ἡμεῖς μετεῖμεν, οὐχὶ δημαγωγίας τινὰ ἔχει τάξιν, ἀλλ’ ἐπιδεικτικῆς χρείας ἐξέτασιν, διὰ τοῦτο καὶ προσεδέησεν αὐτῇ ὑποκρίσεως· τὰ οὖν ἠθικὰ τετάρτην εἰληφότα τὴν τάξιν πρὸς ἀπόδειξιν μὲν οὐδ’ ἡντινοῦν συντελοῦσιν, ἀλλ’ οὐδὲ τὴν ἐξέτασιν εἰς τοῦτο σπεύδουσαι ἔχουσιν, ἀλλὰ τὴν ὑπόκρισιν καὶ ζήτησιν καὶ σχηματισμὸν τοῦ δύνασθαι σχῆμα προσώπου προσομοιοῦσαι, διὸ καὶ ἠθικὰ προσηγόρευται, ὡς ἤθους μίμησιν ἔχοντα, καὶ οὐ κατηγορίας οὐδὲ ἀποδείξεώς τινα ποιότητα. Τὰ γὰρ πολλὰ τῶν ἠθικῶν εἴ τις τεχνικῶς μετέλθοις πρὸς ἀπόδειξιν κατασκευάζων, καὶ ἀσύστατα ποιεῖ· εἰ γὰρ ἐροῦμεν, ὅτι ὁ γεωργὸς συνεχῶς τὴν γυναῖκα εἰς ἄστυ κατιοῦσαν ἀποπέμπεται, καὶ εἰ πειρώμεθα αὐτὸ ἀποδεικνύναι ὡς ἔγκλημα τὸ εἰς ἄστυ κατιέναι ἀπερίστατον ἂν εἴη· οὐ γὰρ δὴ ἐροῦμεν περίστασιν εἶναι, ὃ κοινῇ πάντες οἱ ἐνοικοῦντες πράττομεν· καὶ ἐπὶ ἑτέρου ζητήματος εἰ λέγοιμεν, ὡς δυσκόλου παῖς ὀλισθήσαντος ἐγέλασε τοῦ πατρὸς καὶ ἀποκηρύττεται· ὁμοίως εἰ πρὸς ἀπόδειξιν σπουδάσωμεν τοῦ δεικνύναι ἔγκλημά τε καὶ πταῖσμα τὸ γελᾷν ἀνυπεύθυνον ἀεὶ, εἰκότως ὁ λόγος καὶ τὸ ζήτημα ἔξω περιστάσεως· ὑποκρινόμενον δὲ ῥᾴδιον κατὰ μίμησιν οὐ συνέστηκεν, ὅταν ὑποκρινώμεθα δυσκόλου τραχύτητα καὶ κατηφῶν καὶ τὸ πᾶν ὁτιοῦν τῶν γινομένων μέμφεσθαι, οἷς ἡ κωμῳδία τὰ πολλὰ χαίρει· καὶ ὁ Λυσίας πρὸς τὸ γενναιότερον τοὺς λόγους ἐξάγει· τοῦτο φανερῶς ὁ παρὰ Λιβανίῳ φθονερὸς μηνύει, προσαγγέλλων ἑαυτὸν, ἐφ’ οἷς ὁ γείτων πεπλούτηκεν.
5.46 εἰ γὰρ ἀνέλοις ἐνταῦθα τὴν τοῦ φθονοῦντος ὑπόκρισιν, ζήτησις μὲν οὐδεμία τυγχάνει, καὶ γελωτὸν ἂν εἴη τὸ πρᾶγμα. οὐ γὰρ εἴ τις πλουτεῖ, τοῦτο καθελοῦνται ζητοῦντες οἱ δικασταὶ, ἀλλ’ εἴ τις ὑποκρίνοιτο. Τὸ τέταρτον εἶδος τῶν προσώπων ἐπεξείργασται, καὶ κωμῳδίας οὐδὲν ἀπηλλαγμένην δείκνυσι τὴν ῥητορικὴν τέχνην. Πέμπτην τὰ κατὰ συμπλοκὴν δύο προσηγοριῶ ν . ἀσθενησάσης λοιπὸν τῆς ὕλης, δύο προσώπων ποιότητες εἰς ἑνὸς χρείαν συνάγονται· νέος πλούσιος· οὔτε γὰρ τὸ νέον εἶναί τινα ἀπόδειξίς ἐστιν τοῦ τόδε τι ποιεῖν, ἀλλὰ προσδεῖ τῷ μὲν τὸ βούλεσθαι, τῷ δὲ τὸ δύνασθαι· διὰ τοῦτο οὖν συνήχθη κατὰ ταὐτὸν ἀμφότερα πρὸς τὸ κρίσιν ἐκδέξασθαι τὸ πρᾶγμα· συμπλακέντα δὲ εἰς ἄμφω δύναται κρίσιν ἐκδέξασθαι. ἀναδέξασθαί φησιν, οἱονεὶ ὕλην παρασχεῖν καὶ ἀφορμὴν λόγου, οὐ γὰρ μόνον ἡ ζήτησίς ἐστι περὶ τῆς κατηγορίας ἢ ἀπολογίας· εἰ οὖν δεξαίμεθα τὸ κρίσιν ἐκδέξασθαι ἀντὶ τοῦ εἰς δικαστήριον ἐνεχθῆναι, μονομερῆ τὴν ἐξέτασιν ποιοῦμεν, ὡς μόνῳ τῷ κατηγόρῳ ἁρμόζουσαν. Ἄμεινον οὖν τὸ κρίσιν ἐκδέξασθαι, οἷον ὕλην καὶ λόγων ποιότητα καὶ ἀφορμὴν παρασχεῖν. Ἔκτην τὰ κατὰ συμπλοκὴν προσώπου καὶ πράγματο ς .
5.47 Ἔτι ἀσθενησάσης τῆς ὕλης προσεδέησε καὶ πράγματος τοῦ προσώπου πρὸς τὸ ἔχειν ἀφορμὴν λόγων, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· τὸ γὰρ καλλωπίζεσθαι πρᾶγμα ὂν πρόσκειται τῷ προσώπῳ. Ἑβδόμην τὰ ἁπλᾶ προσηγορικ ά · ἁπλᾶ προσηγορικά ἐστι τὰ μηδὲ μίαν ἐπεισαγωγὴν ἔχοντα ἔξωθεν, ἀλλὰ κοινὴν τὴν ἁπάντων ποιότητα· διὸ καὶ προσηγορικὰ ἐκλήθη διὰ τὸ κοινὴν ὕλην καὶ ἀφορμὴν λόγων ἐκ τῆς περὶ ἑκάστου προϋποκειμένης ἐννοίας γίνεσθαι, οἷον εἰ λέγοιμεν στρατηγοὶ ἢ ῥήτορες, οὐ περὶ τοῦδε τοῦ ῥήτορος λέγομεν ἢ τοῦδε, ἀλλὰ κοινὰς ἔχομεν περὶ τῶν ῥητόρων ἐννοίας, εἰς ὕλην λόγων προφερομένας· τί δέ ἐστι τοῦτο μᾶλλον ἴσμεν, ὅτι ῥήτορες συκοφαντοῦσι, δικαστηρίοις σχολάζουσι, φιλοπράγμονές εἰσιν. Ἔχομεν μὲν οὖν ἐκ τούτων καὶ τὸ ἐναντίον, ὅτι δημαγωγοί εἰσιν οἱ ῥήτορες καὶ τὰ πολλὰ τῆς πόλεως κήδονται, καὶ σύμβουλοι ἀγαθοὶ, ἀπὸ τῆς κοινῆς ἐννοίας, ἧς ἔχομεν περὶ τῶν πραγμάτων, αἱ ἀφορμαὶ τοῦ λόγου ἡμῖν ἐπιγίνονται· ταὐτὸν δὲ καὶ περὶ τῶν στρατηγῶν καὶ ἑτέρων τοιούτων τις ὑπολάβοι, ἔχει οὖν τὰς ἀποδείξεις εὐθύς· κοινῇ πάντες περὶ πάντων ἐννοίας ἔχομεν τῶν προσώπων. Ταυτὶ δὲ δῆλον μὲ ν , ὡς καὶ κα θ ’ ἓν ἐμπίπτει τοῖς ζητήμασι καὶ κατὰ πλείον α . διελὼν τὴν τῶν προσώπων ποιότητα ἐδίδαξεν, ὡς οὐκ ἀναγκαῖον ἰδίᾳ ἑκάστην ἐξετάζεσθαι, ἀλλ’ ἔστιν ὅτε καὶ πλείονες ποιότητες εὑρίσκονται κατὰ ταὐτὸν καὶ ἀφορμαὶ καὶ μία, ὅτι καὶ τὸ μὲν παράδειγμα ὁ αὐτὸς εἴρηκεν, αὐτίκα ὁ Δημοσθένης καὶ πατὴρ ἦν καὶ ῥήτωρ καὶ στρατηγό ς· ἐπὶ τῶν κυρίων ἁρμόζουσι καὶ ὡμολόγηται τὰ ὡρισμένα καὶ κύρια πλείονας ἔχειν ποιότητας· κἂν γὰρ Αἰσχίνην λάβῃς καὶ ἁπλοῦν πρὸς ῥητορικόν· ῥήτωρ γὰρ καὶ πρέσβυς, κἂν ἐθέλῃς εἰπεῖν διαβεβλημένον ὡς προδότην καὶ ἕκαστον ἁπλῶς τῶν κυρίων προσώπων πλείονα ἔχει· ἔστι δὲ καὶ ἐκτὸς τῶν κυρίων εὑρεῖν ἐν ἑνὶ προσώπῳ πλείονας ποιότητας· αὐτίκα ἢν λέγοιμεν, ὅτι τρισαριστεὺς τὸν υἱὸν ἑταιροῦντα ἀπέσφαξε, καὶ κρίνεται φονεὺς τρισαριστεύς· ἐνταῦθα οὖν καὶ ἁπλοῦν προσηγορικόν ἐστι καὶ πρός τι, πατὴρ γάρ· ὥστε οὐ μόνον κατὰ μίαν ἑκάστην, ἀλλὰ καὶ κατὰ πλείονας ἀνάγκη ἐμπίπτειν τὰς ποιότητας τῶν προσώπων.
5.48 Δεῖ δὲ περὶ ἑκάστου τῆς δυνάμεως διαγνόντα χρήσασθα ι , ὡς ἂν ὁ καιρὸς διδ ῷ · ἐνταῦθα δείκνυσιν ἑαυτὸν ἐνδεῶς εἰπόντα τὴν τῶν προσώπων διαφοράν· κελεύων γὰρ ἰδίᾳ περὶ ἑκάστου γνῶναι τῆς δυνάμεως εἴρηκεν, ἀλλ’ οἶδεν μὲν οὖσαν τὴν διαφορὰν, οὐκ ἐδίδαξε δέ. Ὡς ἂν ὁ καιρὸς διδ ῷ · τοῦτο περὶ τῶν κυρίων μόνων ἁρμόζει, ἐν γὰρ τοῖς ἄλλοις αἱ αὐταὶ καθόλου ποιότητές εἰσιν· ἐν δὲ τοῖς κυρίοις ἄλλοτε ἄλλη, καὶ δεῖ τοὺς καιροὺς φυλάττειν, καθ’ οὓς τὸ ζήτημα μελετῶμεν, ἵνα ταῖς προϋπαρξάσαις πράξεσι χρησώμεθα· οἷον ἐπὶ παραδείγματος, εἰ κρίνοιτο ὁ Δημοσθένης ὡς συμβουλεύσας βοηθεῖν Ὀλυνθίοις, οὐκ ἂν ἔχοις εἰπεῖν, ὅτι καὶ πρὸς Φίλιππον ἀπελθὼν ἀπεσιώπησεν, οὔπω γὰρ γέγονεν οὐδέν· ἢ ὅτι συνεβούλευσεν ἐν Χαιρωνείᾳ μάχεσθαι, οὐδὲν γὰρ τοιοῦτο συμβέβηκεν· ἀλλὰ δεῖ τὰ πρὸ τούτων μόνα θεῖναι· καὶ πάλιν εἰ κρίνοιτο ὁ αὐτὸς Δημοσθένης ὡς συμβουλεύσας βοηθεῖν Βυζαντίοις καὶ Χεῤῥονησιώταις, μνήμην μὲν ἕξεις τῶν Ὀλυνθίων, οὐδέπω δὲ τῶν περὶ Χαιρώνειαν· τοῦτο οὖν κελεύει φυλάττεσθαι τὸν καιρὸν τῶν πραγμάτων, καθ’ ὃν μελετᾶται τὸ ζήτημα καὶ τὰ προϋπαργμένα τοῖς προσώποις λέγειν· τινὲς δὲ κοινὸν αὐτὸ λαμβάνουσι καὶ λέγουσιν, ὡς ἂν ὁ καιρὸς διδῷ, ὡς ἂν εὔκαιρον ᾖ, τουτέστι χρήσιμον, εὔηθες δὲ, ἐπὶ γὰρ τῶν ἄλλων προσώπων πάντα δεῖ τὴν αὐτὴν ἔχειν τάξιν, εἰ γὰρ λάβοιμεν τὸ πρός τι, οὔποτε μὲν ἔχοιμεν ἀπὸ τῆς κοινῆς φύσεως αὐτὸ κατασκευάζειν, ποτὲ δὲ οὔ.
5.49 Εἰ γὰρ λάβοιμεν διαβεβλημένον, οὔποτε μὲν ὡς ἐπαινούμενον αὐτὸ λαμβάνομεν, ποτὲ δὲ ὡς διαβεβλημένον· ἄλλοτε δ’ ἄν τις ἐξετάσῃ τὸ αὐτὸ πρόσωπον, τὴν αὐτὴν ἔχει ποιότητα· ἄδηλον οὖν, ὅτι περὶ τῶν προσώπων μόνον ἁρμόζει τὸ, ὡς ἂν ὁ καιρὸς διδῷ, ἐπὶ μέγιστον ἂν κατασκευασθὲν, οἷον ζήτημα τῷ θέλοντι φιλονείκως δέχεσθαι τὸ ἀπαιτεῖν ἐν τοῖς ἄλλοις προσώποις δεῖξαι καιροῦ διαφορὰν ἐναλλάττουσαν τὴν ποιότητα, ἀλλ’ ἡ λύσις αὕτη, ὅτι προσέθηκεν, ὡς τὰ κύρια ἰσχυρὰ καὶ ἀναγκαῖα καὶ τὰ πολλὰ ἐν αὐταῖς παρέχεται, διὸ περὶ αὐτῶν λέγει, ἐξεταζόμενα, ὕλην παρέχοντα καὶ ἀφορμήν. Καὶ δεῖ τοῖς ἐγκωμιαστικοῖς ἀκολουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσι ν · τόποις μὲν οὖν ὡμολόγηται ὅτι κεφαλαίοις λέγει, μέγιστον δὲ σφάλμα γέγονεν αὐτῷ καὶ τὸ αὐτὸ τῷ προτέρῳ τῷ λέγειν, ὡς ἂν ὁ καιρὸς διδῷ· ἐν ἀμφοτέροις γὰρ μόνον περὶ καιρῶν διαλαμβάνει, καὶ ἀνάγκη, ἢ τὰ λοιπὰ μὴ εἶναι πρόσωπα, ἕως ἂν ᾖ πρόσωπα, ἢ σφάλμα εἶναι τὸ περὶ κυρίων μόνον εἰρῆσθαι, τὸ γὰρ λέγειν τοῖς ἐγκωμιαστικοῖς ἐπὶ μόνων κυρίων ἐστίν· οὔτε γὰρ τοῦ πρός τι ἐστὶν, οὔτε τοῦ διαβεβλημένου, οὔτε τοῦ κατὰ συμπλοκὴν, οὔτε τοῦ ἁπλοῦ προσηγορικοῦ ἐστιν ἢ γένος ἢ πατρίδα, ἤ τι τῶν ἐγκωμιαστικῶν εὑρεῖν· διὸ οὖν κατὰ ταὐτὸν τὰ ἐγκλήματα, ὅτι τε μίαν πάντων εἶπε ποιότητα, ὅπερ ἀδύνατον διαφορᾶς οὔσης· πῶς γὰρ ἂν εἴη ἑπτὰ διαφορῶν οὐσῶν οἷόν τε, τὰ ἑπτὰ μίαν ὕλην ἔχειν καὶ τὸ ἐλλείπειν τὰς τῶν ἄλλων ποιότητας καὶ ἅμα τῇ διαφορᾷ διδάξαι καὶ τὴν αἰτίαν, δι’ ἣν διαφέρουσιν τοῖς ἐμπίπτουσιν ἢ τοῖς χρησιμεύουσιν· οὐδὲ γὰρ πάντως χρησιμεύει κατ’ αὐτόν· αὐτίκα τῷ Δημοσθένει οὐκ ἐχρησίμευεν ἀπολογουμένῳ ὑπὲρ αὐτοῦ μνημονεῦσαι τοῦ γένους.
5.50 τῷ δὲ Αἰσχίνῃ κατηγοροῦντι χρήσιμον, διὸ εἶπεν· „Σκύθης βάρβαρος ἑλληνίζων τῇ φωνῇ,“ καὶ ἐξετάσαι τὸν Γύλωνα καὶ τὴν μητέρα τοῦ Δημοσθένους Σκυθίδα τὸ ἀρχαῖον οὖσαν, ἅπερ παρῆκε παντελῶς ὁ Δημοσθένης καὶ οὔτε ἐπῄνεσε τὸ γένος, οὔτε μνείαν τινὰ ἐποιήσατο· τὰ δὲ πεπραγμένα αὐτῷ περὶ Χεῤῥονησιτῶν καὶ τὰ ἄλλα τούτῳ μὲν ἔπρεπεν εἰπεῖν, Αἰσχίνῃ δὲ σιωπῆσαι· καὶ πάλιν ἐπὶ Αἰσχίνου τῷ Δημοσθένει ἔπρεπε μνημονεῦσαι τῆς δυσγενείας τῆς Αἰσχίνου, καὶ τῆς ἀνατροφῆς ὡς πονηρὰ, οὐκέτι δὲ μνημονεῦσαι τῆς δημαγωγίας καὶ τοῦ σώφρονος βίου, οὐδὲ τῶν στρατειῶν, ὧν ἐστρατεύσατο, οὐδὲ τῶν στεφάνων, ὧν ἐστεφάνωτο διὰ ἀριστείαν· ἀλλ’ ἐκεῖνος μὲν τούτοις κέχρηται, φυλάττεται δὲ τούτων τὴν μνήμην ὁ Δημοσθένης· καίτοι ταῦτα πάντα τῶν ἐγκωμιαστικῶν ἐστι. Τοῖς ἐμπίπτουσι ν , οἷα τοῖς χρησιμεύουσιν, ἵνα μὴ ἑξῆς πάντα λέγῃς τὰ ἐγκωμιαστικὰ, ἀλλὰ τὰ ἁρμόζοντά σοι πρὸς τὴν προκειμένην χρείαν, ἢ τοῖς ἐμπίπτουσιν, ὅπερ ἐστὶν ἄνω, „ὡς ὁ καιρὸς διδῷ,“ τοῖς κατὰ τὸν καιρὸν, καθ’ ὃν τὸ ζήτημα μελετᾶται συμβαίνουσιν· ὡς γὰρ ἔφαμεν, εἰ πρὸ τῶν ἐν Χαιρωνείᾳ κρίνοιτο Δημοσθένης, οὐχ ἕξει Αἰσχίνης εἰπεῖν, „παρενόμησεν ὁ δείλαιος τὴν μόνην καὶ πρῶτον αὐτὸν προσειποῦσαν πατέρα ἀπολέσας,“ οὔπω γὰρ ἦν γενόμενος· ἢ τοῖς ἐμπίπτουσι τοῖς πρὸς τὴν χρείαν, ἵνα ᾖ ὡς ἐπὶ τὸ πολὺ τοῖς ἔργοις, ἀφ’ ὧν καὶ ἐν τοῖς ἑξῆς διελὼν τὸν στοχασμὸν λέγει· φύσιν ψυχῆς καὶ σώματος δεῖ τηρεῖν καὶ πράξεις, οὐδαμοῦ δὲ γένους ἢ πατρίδος ἢ τῶν ἄλλων τῶν ἐγκωμιαστικῶν ἐμνημόνευσεν.
5.51 Οὐκ ἐπιδέχεται δὲ ἐξέτασιν τά τε ἰσάζοντα καὶ τὰ ἀόριστα διόλο υ · ἀναγκαίως δὲ προσέθηκε τὸ διόλου· βραχεῖα γὰρ ἐμπεσοῦσα διαφορὰ ἐξέτασιν παρέχει· ἢ γὰρ τὸν μὲν δῷς εἶναι νέον, τὸν δὲ πρεσβύτην, ἢ τὸν μὲν πλούσιον, τὸν δὲ πένητα· ἡ διαφορὰ παρέσχεν ὕλην καὶ ἐξέτασιν τῷ πράγματι· τὰ μὲν δὴ ἀόριστα ὡμολόγηται ὅτι οὐδ’ ἥντινα ὕλην παρέχει τῷ μηδ’ αὖ ἐγνῶσθαι περὶ αὐτῶν· τὰ δὲ ἰσάζοντα οὐκ αἴσχει λόγους ἀχρήστους ἔχει· ὃ γὰρ ἄν τις εἴποι περὶ τοῦ ἐναντίου, τοῦτο καὶ κατ’ αὐτοῦ ἁρμόζει· περιττὸν οὖν ταύταις κεχρῆσθαι πρὸς ἀπόδειξιν ταῖς δικαιολογίαις ἀκριβῶς κατασκευάσας σαυτὸν ἐλέγξεις· εἰ γὰρ εἶεν δύο ῥήτορες, ἢ δύο νέοι καὶ πλούσιοι, καὶ λέγοις, ὅτι οἱ ῥήτορες συκοφάνται καὶ τὰ τοιαῦτα, καὶ εἰ λέγοις, ὅτι οἱ νέοι καὶ πλούσιοι καὶ ἐπιθυμηταὶ καὶ ἐπιθυμοῦντες εἰς ἅπαντα καὶ καταφρονοῦντες τῶν νόμων· ταῦτα δὲ κατὰ ἀμφοτέρων ἁρμόζει, καὶ ὅσα ἄν τις εἴποι ὡς κατὰ τοῦ ἑτέρου, καὶ καθ’ ἑαυτοῦ φθάσας εἴρηκεν. Ὥσπερ δὲ τῶν προσώπω ν , οὕτως δὲ καὶ τῶν πραγμάτων πλείστη διαφορ ὰ , καὶ ἰσχυροτάτην μὲν ἐξέτασιν ἐπιδέχετα ι , ἐ φ ’ οἷς τις αὐτὸς ὡς ποιήσας κρίνετα ι · δευτέραν δ ὲ , ἐ φ ’ οἷς ἑτέρου ποιήσαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρετα ι · τρίτην δὲ τὰ μεταξὺ τούτω ν · τὴν ἐξ ὑποψίας ἐπαγγειλάμενος ἡμῖν ἀνωτέρω προσώπων καὶ πραγμάτων εἰπεῖν διαφορὰν, τὴν μὲν τῶν προσώπων διαφορὰν ἐπεξῆλθεν, εἰ καὶ ἐκλέλοιπεν τὴν ἑκάστου ὕλην, τὴν δὲ τῶν πραγμάτων διαφορὰν παντελῶς ἠγνόησεν· αὗται γὰρ, ἃς τίθησι διαφορὰς στοχασμοῦ, πραγμάτων εἰσὶ διαφοραὶ, οὐ πάντων πραγμάτων· ἡμεῖς δὲ εἴπωμεν.
5.52 Γενικαὶ μὲν οὖν εἰσι διαφοραὶ τρεῖς, τό τε κατὰ κρίσιν, καὶ τὸ κατὰ συμβουλὴν, καὶ τὸ κατὰ φυγὴν καὶ δίωξιν· τὸ μὲν οὖν κατὰ συμβουλὴν ἄτμητον μένει, τὸ δὲ κατὰ κρίσιν τέμνεται εἴς τε τὸ κατὰ ἀμφισβήτησιν καὶ εἰς τὸ κατὰ αἴτησιν· ἐν ἀμφοτέροις γὰρ κρίσις ἐστὶ καὶ οὔτε κατηγορία οὔτε ἀπολογία, ἀλλὰ κρίσις τοῦ εἰ δεῖ δοῦναι, ἢ τοῦ ποῖον δοῦναι, ἢ τοῦ τί δοῦναι. Τὸ δὲ κατὰ φυγὴν καὶ δίωξιν τέμνεται εἰς ὀκτὼ διαφοράς· πρῶτον μὲν ἀφ’ ὧν δέον ποιῆσαι οὐκ ἐποίησεν, ὡς ὁ πρεσβευτὴς ὁ μὴ πρεσβεύσας ἐκ τοῦ μὴ λαβεῖν τὰ ἐφόδια· καὶ ἀπὸ τῶν τῆς ψυχῆς παθῶν, ὡς ἡ γυνὴ ἡ νύκτωρ δακρύουσα· καὶ ἀφ’ ὧν εἶπέν τις, ὡς ὁ πλούσιος ὁ ὀμόσας ἐν συμποσίῳ τυραννήσειν· καὶ ἀφ’ ὧν ἕτεροι κριθέντες περὶ αὐτοῦ εἰρήκασιν, ὡς ὁ Θεμιστοκλῆς ὁ κρινόμενος, ἐπειδὴ Παυσανίας ἔφη αὐτὸν ἔχειν κοινωνόν· καὶ ἀφ’ ὧν δέον εἰπεῖν οὐκ εἶπεν, ὡς ὁ στρατηγὸς ὁ κρινόμενος, ἐφ’ οἷς μὴ τὰ παρὰ τῶν πολεμίων ἀπήγγειλε· καὶ αἱ τρεῖς αἱ προκείμεναι. Εἰ δέ τις ἐρεῖ, ὡς ἐν ταῖς τρισὶ καὶ αὗται περιλαμβάνονται, οὐκ ὀρθῶς λέγει, καὶ ὁ ἔλεγχος πλησίον· πρῶτον μὲν γὰρ ἐν τῷ συμβουλευτικῷ οὔτε ἀφ’ ὧν τις ἐποίησεν, οὔτε ἐξ ὧν ἕτερος, οὔτε ἐξ ὑποψίας ἐστὶν ἡ κρίσις, ἀλλὰ ψιλὴ τίς ἐστι συμβουλὴ, οὔτε ἐν τῇ αἰτήσει κρίσις ἐστὶν, ἀλλὰ δοκιμασία· καὶ τὰ μὲν γένη ταῦτα καὶ τῶν καθ’ ἕκαστον δεῖ· κρινόμενος ἀφ’ ὧν ἕτερος εἶπεν περὶ αὐτοῦ διάφορον ἔχει τὸ εἶδος τῷ κρινομένῳ ἀφ’ ὧν ἑτέρου ποιήσαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται, καὶ ὁ κρινόμενος ἀφ’ ὧν οὐκ ἐποίησε τὴν ἐναντίαν τῶν τριῶν ἔχει τάξιν, καὶ ὁ ἐκ τῶν τῆς ψυχῆς παθῶν κρινόμενος, οὐ γὰρ τὸ παθεῖν ἢ ποιῆσαι· ἔστιν ἐνταῦθα δῆλον ὡς ἐλλέλειπται ταῦτα. ἄλλως τε κἀκεῖνο εἴδωμεν, εἰ συνέστηκεν ἡ τρίτη τάξις τῶν πραγμάτων, ἣν αὐτὸς ἐξ ὑποψίας καλεῖ· καὶ πρῶτον μέν φησιν, ἣ μεταξὺ τούτων ἐστὶν, τὸ δὲ μεταξὺ οὐδετέρων ἢ ἀμφοτέρων μετέχει.
5.53 Τοῦτο δὲ ἀφ’ ὧν αὐτάς τις ποιήσας κρίνεται, παντελῶς οὐ μετέχει, ἀλλ’ εἰ ἄρα, τοῦ ἀφ’ ὧν ἑτέρου ποιήσαντος· ἀφ’ ὧν γὰρ ὁ Περικλῆς εἶπε, γίνεται ἡ κρίσις τῷ Ἀρχιδάμῳ, ὥστε μεταξὺ τοῦτο παντελῶς οὐκ ἂν εἴη, δεῖ δὲ μὴ καλεῖν αὐτὸ μεταξὺ, ἀλλ’ εἰ ἄρα συνίσταται τὸ εἶδος ἐξ ὑποψίας τῆς τοῦ προσώπου ποιότητος τὴν κρίσιν αὐτῷ δίδωσιν. εἰ δὲ ἐρεῖ, ὅτι ἐστὶ καὶ ἐνταῦθά τινα πεπραγμένα αὐτῷ, τὸ βραδῦναι περὶ τὸν Ἰσθμὸν καὶ περὶ τὴν Οἰνόην, ἐροῦμεν, ὡς ταῦτα τῆς τοῦ προσώπου ποιότητός ἐστιν, οὐ τῆς τοῦ πράγματος· ἐφ’ ἑτέρου γὰρ προσώπου ταῦτα οὐκ ἂν εὑρεθείη· τὰ δὲ εἴδη ἐφ’ οἱουδήποτε προσώπου τὴν ἑαυτῶν σώζουσι δύναμιν, ὥστε μόνῳ τῷ ἑνὶ ἁρμόζει. Λέγομεν οὖν, ὅτι οὐδέποτε ὁ στοχασμὸς ἄνευ φανεροῦ σημείου συνίσταται· πᾶν δὲ σημεῖον φανερὸν καὶ ἀνεύθυνον πλὴν τοῦ συγκατασκευαζομένου· ἐνταῦθα τοίνυν τι φανερὸν σημεῖον, ὅταν ὁ Ἀρχίδαμος κρίνηται ἀφ’ ὧν Περικλῆς ἔφη εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα. Εἰ μὲν γὰρ τὴν ὑποψίαν ταύτην περὶ Ἀρχιδάμου ἐρεῖ, ὅτι ῥᾳθυμότερος ἦν, ὅτε ἐβράδυνε περὶ τὴν συναγωγὴν τοῦ πολέμου, ταῦτα οὐ τοῦ πράγματός ἐστιν, ἀλλὰ τοῦ προσώπου· ὥστε οὐδὲν πρὸς τὸ σημεῖον κοινωνεῖ· ἀλλ’ ἔστι τῆς ποιότητος τοῦ προσώπου, ἅπερ ἤμελλεν εἶναι καὶ ἐκτὸς τοῦ μὴ εἶναι τὸ σημεῖον· εἰ γὰρ ὁρίσω οὕτως τὸ ζήτημα, ὅτι ὁ Ἀρχίδαμος ἐπανελθὼν κρίνεται δωροδοκίας, συνέστηκεν ὁμοίως τὸ ζήτημα, καὶ οὐδὲν ἐδεήθη τῆς προςθήκης τοῦ Περικλέα εἰπεῖν, ὡς ἀνήλωσε πεντήκοντα τάλαντα· οὐδέποτε δὲ οὐδὲ εἷς στοχασμὸς συνίσταται· ἐὰν γὰρ εἴπω, ὅτι ἀφορῶν νέος πλούσιος εἰς τὴν ἀκρόπολιν δακρύει καὶ κρίνεται τυραννίδος ἐπιθέσεως, συνέστηκεν· ἐὰν δὲ ἀφέλω τὸ δακρύειν αὐτὸν ἢ ἀφορᾷν, οὐκέτι συνέστηκεν· ἐνταῦθα δὲ συνίσταται τὸ ζήτημα ἀφαιρεθέντος τοῦ λέγειν τὸν Περικλέα εἰς δέον ἀνηλωκέναι· πῶς ἂν οὖν εἴη σημεῖον, οὗ ἀφαιρεθέντος μένει ὁμοίως συνεστηκὼς ὁ στοχασμός· ἄλλως τε καὶ λόγων ἀφορμὰς δίδωσι τοῦτο τῷ Ἀρχιδάμῳ· ἐροῦμεν γὰρ, ὡς εἰς τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἢ εἰς μισθὸν φανερὸν ἢ εἰς ἕτερά τινα δεδαπάνηκε Περικλῆς· προςτεθὲν οὖν τὸ σημεῖον βλάπτει τὸν κατήγορον· πᾶν δὲ σημεῖον εἰς ἀπόδειξιν παρὰ τοῦ κατηγόρου παραλαμβάνεται· διὸ καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῷ κατηγόρῳ ἁρμόζει· νῦν δὲ αὐτὸς ὁμολογεῖ λέγων· τὸ γὰρ τῶν πεντήκοντα ταλάντων ἀναφέρεται μὲν ἄντικρυς εἰς αὐτὸν οὐδαμῶς· πᾶν δὲ σημεῖον ἄντικρυς εἰς τὸ κρινόμενον ἀναφέρεται πρόσωπον· εἰ δὲ τοῦτο οὐκ ἀναφέρεται, ἀλλὰ δεῖται κατασκευῆς, δύο ἂν εἶεν στοχασμοὶ, ὡς αὐτὸς ἐφεξῆς φησιν· ἐνδέχεται δὲ ἐξετασθῆναι ὡς ἀναφερόμενον· τὸ δὲ ἐνδέχεται ἀποδείξεως ἀκριβοῦς καὶ κατασκευῆς δέεται· οὐδέποτε δὲ σημεῖον δεῖται τοῦ κατασκευασθῆναι, ἀλλὰ αὐτὸ πρὸς κατασκευὴν φέρεται· καὶ ἔτι ἐκ τούτων ῥᾴδιον γνῶναι, ὅτι τὰ εἴδη οὐ κατὰ ἑνὸς μόνου τυγχάνουσι προσώπου, ἀλλ’ οἷον ἂν προσθῇς πρόσωπον, σώζεται τοῦ εἴδους ἡ φύσις.
5.54 Τίς δέ ἐστιν ὁ λόγος, ἐπὶ παραδείγματος ἔσται σαφέστερον. Ἐὰν εἴπω, τριςαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ κρίνεται ὁ τρισαριστεὺς προδοσίας, ὅπερ ὁ τεχνικὸς τίθησι παράδειγμα, συνέστηκε· καὶ ἐὰν δὲ ἀφέλω τὸ τοῦ τρισαριστέως πρόσωπον, καὶ εἴπω, ὅτι εὐδοκιμοῦντος ἐν πόλει ῥήτορος πολέμιοι εἰκόνα ἀνέστησαν, καὶ κρίνεται προδοσίας, συνέστηκε, καὶ οὐδὲν ἐβλάβη τοῦ ζητήματος ἡ σύστασις περὶ τὴν τοῦ προσώπου ἐναλλαγὴν, κἂν ὡρισμένον ποιήσω τὸ πρόσωπον καὶ εἴπω, ὅτι Φίλιππος εἰκόνα ἀνέστησε Δημοσθένει καὶ κρίνεται Δημοσθένης προδοσίας, συνέστηκε· κἂν τὸ Δημοσθένους ἀνέλω πρόσωπον ἢ τὸ Φιλίππου, καὶ εἴπω, ὅτι Περικλέους εἰκόνα οἱ πολέμιοι ἔστησαν, καὶ κρίνεται Περικλῆς προδοσίας, κἂν ἐπὶ Φιλίππου ἀντὶ τοῦ Δημοσθένους προσώπου τὸ Ὑπερίδου θείην, συνέστηκεν, οὕτως ἡ τῶν ὀνομάτων ἐναλλαγὴ οὐδεμίαν διαφορὰν ἤνεγκε τῷ εἴδει· καὶ πάλιν τὸ ἀφ’ ὧν αὐτός τις πεποίηκε, κἂν ἐπὶ ἀορίστου προσώπου θείημεν, κἂν ἐφ’ οἱουδηποτοῦν, τὴν αὐτὴν ἔχει σύστασιν, ἵνα πλῆθος παραδειγμάτων παραθείημεν· ἐὰν δὲ τὸ τοῦ Ἀρχιδάμου πρόσωπον ἀνέλω καὶ εἴπω, ὅτι Περικλῆς ἔφη, εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα καὶ κρίνεται Σθενελαΐδας ἢ Ἐνοίας ὁ ἔφορος ἢ Λεωτυχίδης ἤ τις τῶν τότε λαμπρῶν ἐν Σπάρτῃ, οὐδεμίαν ἔχει σύστασιν, ἀλλ’ ἀπερίστατον γίνεται τὸ ζήτημα· δῆλον οὖν ὡς ἐπὶ τοῦ Ἀρχιδάμου οὐ τὸ σημεῖον τὸ τὸν Περικλέα εἰπεῖν εἰς δέον ἀνηλωκέναι ποιεῖ τὴν σύστασιν, ἀλλ’ ἡ ποιότης τοῦ προσώπου· οὐκ ἂν οὖν ἢ εἶδός ἐστι τὸ ἐξ ὑποψίας, ἀλλὰ πρὸς τὸν Μινουκιανὸν φιλονικῶν τοῦτο ἐπινενόηκεν, ἐπειδὴ ἐκεῖνος τῶν στοχασμῶν τοὺς μέν φησιν ἀτελεῖς εἶναι ἀπὸ προσώπων, ὡς τὸ, παρίστατό τις ἐπ’ ἐρημίας νεοσφαγεῖ σώματι, τοὺς δὲ ἀπὸ πραγμάτων, ὡς τὸ, ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ κρίνεται φόνου· βουληθεὶς οὖν καὶ τῷ ἀσώτῳ περιθεῖναι πρᾶγμα, τοῦτο τὸ εἶδος ἐπινενόηκε, καὶ ἐν τῇ ἐπαγωγῇ δῆλόν ἐστι· φησὶ γὰρ, „ἀπέοικε δὲ οὐδὲν τοῦ ζητήματος τούτου καὶ ὁ ἄσωτος ἐπὶ τῷ πατρὶ ἀφανεῖ γενομένῳ κρινόμενος, καὶ οὐκ ἀγνοῶ μὲν, ὡς ᾠήθησάν τινες μὴ εἶναι τὸ πρᾶγμα τὸ κρινόμενον ἐνταῦθα“.
5.55 Τοῦτο πρὸς Μινουκιανὸν ἀποτείνεται αὐτὸ τὸ παράδειγμα τοῦ ἀτελοῦς ἐκ πράγματος στοχασμοῦ τεθέν. Θαυμάζω δ ὲ , εἰ μὴ κρινομένου πράγματος αἰτίαν τις ἀποδώσε ι , καὶ τὸ λεγόμενον χρῶμ α · ἀπολογήσεται δὲ ὁ ἄσωτος καὶ ἐρεῖ τ ι · χρῶμα μὲν γάρ ἐστιν ἡ μετάθεσις τῆς αἰτίας· εἴρηται δὲ χρῶμα ἢ παρὰ τὸ πρόφασιν παρέχειν τῆς ἀπολογίας, ἢ παρὰ τὸ χρωννύναι ὅλον τὸν λόγον· ὥσπερ γὰρ τὸ χρῶμα τυποῖ τοιόνδε εἶδος, οὕτω καὶ ἡ μετάθεσις τῆς αἰτίας τυποῖ τὴν ἀπολογίαν ἐν τῷ στοχασμῷ· ὃ δέ φησιν ὅλον τοιοῦτόν ἐστι συλλογισμὸν παραλογιζόμενος, καὶ ἔστιν οὗτος· πᾶς, φησὶ, στοχασμὸς, εἰ συνέστηκεν, ἀπολογίαν ἔχει· ἡ δὲ ἀπολογία ἐστὶν ἐκ τῆς μεταθέσεως τῆς αἰτίας· ἡ δὲ μετάθεσις τῆς αἰτίας πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεται.
5.56 τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ τὰ πράγματα· πᾶς ἄρα στοχασμὸς ἔχει πρᾶγμα, καὶ ὁ συλλογισμὸς αὐτοῦ οὗτος· αὐτὸς γὰρ βούλεται τὸ λέγειν, „ἀπολογήσεται δὲ, οἶμαι, ὁ ἄσωτος καὶ ἐρεῖ τι“· καὶ τὸ „θαυμάζω δὲ, εἰ μὴ κρινομένου πράγματος αἰτίαν ἀποδώσει τισ“· ἐροῦμεν οὖν ὡς ταῦτα πιθανὰ μέν εἰσι πρὸς τὸ παραλογίσασθαι, ἀληθείας δὲ οὐχ ἅπτεται. Ἐροῦμεν οὖν ἀντιστρέψαντες αὐτὸ οὕτως, ὅτι πᾶς μὲν στοχασμὸς ἀπολογίαν ἔχει· ἡ μέντοι ἀπολογία οὐ πάντως ἀπὸ τῆς μεταθέσεως τῆς αἰτίας γίνεται, ἀλλ’ ἔστι καὶ ἀπὸ τῆς βουλήσεως καὶ ἀπὸ τῆς δυνάμεως καὶ τοῦ παραγραφικοῦ· πάντα γὰρ ταῦτα πρὸς ἀπολογίαν τοῦ φεύγοντος εὕρηται. Πάντες οὖν οἱ στοχασμοὶ οἱ ἀτελεῖς ἀπὸ πράγματος ἔχουσι μὲν ἀπολογίαν, οὐκ ἐκ τῆς μεταθέσεως δὲ τῆς αἰτίας, οὐδὲ ἡ κατηγορία ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὡς καὶ αὐτὸς ἐν τοῖς ἐφεξῆς ἔδειξε λέγων, ὅτι τὸ ἐξισάζον πρᾶγμα οὐ κρίνεται. Εἰ οὖν ἐστιν μὴ κρινόμενον, τὸ θαυμαστὸν καὶ τοῦτο ἐκ τῆς ποιότητος τοῦ προσώπου μὲν εἰς τὴν ἀπολογίαν ἔχειν, ὅπερ ἐστὶν ἡ βούλησις καὶ ἡ δύναμις, ὥσπερ ἡνίκα ἀτελὴς ἀπὸ προσώπου ἐστὶν, ἐκλείπει μὲν ἡ βούλησις καὶ ἡ δύναμις· ἐκ δὲ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τῶν λοιπῶν ἡ κρίσις γίνεται· εἰ δὲ ἔχει μετάθεσιν αἰτίας, ἐχρῆν αὐτὸν εἰπόντα, „ἀπολογήσεται δὲ, οἶμαι.
5.57 ὁ ἄσωτος καὶ ἐρεῖ τι“, προςθεῖναι τὸ τί, ὅτι μὲν γὰρ ἐρεῖ τι οἶδα· τοῦτο δέ ἐστιν ἐκ τῆς βουλήσεως καὶ τῆς δυνάμεως· εἰ δὲ εἶχεν μετάθεσιν αἰτίας, αὐτὸς ἂν προσέθηκεν αὐτὴν· δῆλον οὖν ὡς ὁ Μινουκιανοῦ λόγος ἔῤῥωται καὶ ἀτελής ἐστιν ἐκ πράγματος, καὶ ὁ συλλογισμὸς, ὃν ὁ Ἑρμογένης πλέκει, πρὸς τὸ παραλογίσασθαι μόνον ἐπινενόηται. Μετὰ ταῦτα τοίνυν ἐστὶν ἐξ αὐτῶν γνῶναι τά τε συνεστῶτα καὶ διαιρεῖσθαι δυνάμενα τῶν ζητημάτων καὶ ὅσα μὴ συνέστηκε ν . Ἐνταῦθα περὶ ἀσυστάτων διαλαμβάνει κατὰ ἀκολουθίαν πρὸς τὸν λόγον ἁρμοσάμενος· εἰπὼν γὰρ τὸ προοίμιον, ἀποδείξας ὅτι τέχνη καὶ προςθεὶς τὸν σκοπὸν τοῦ βιβλίου, ὅτι περὶ πολιτικῶν ζητημάτων διαιρέσεως καὶ διδάξας, ὅ τι τὸ πολιτικὸν ζήτημα, καὶ ἐπ’ αὐτὸ, τίς ὕλη τοῦ πολιτικοῦ ζητήματος, καὶ ἔτι προςθεὶς τὴν διαφορὰν τῆς ὕλης, τουτέστι τῶν τε προσώπων καὶ πραγμάτων, ἀναγκαίως ἐπὶ τὸν λόγον τῶν συνεστώτων καὶ ἀσυστάτων ἔρχεται· ὅρον οὖν τοῦ συνεστῶτος ζητήματος λέγων πάντα τὰ ἀσύστατα περιλαμβάνει κατὰ τὸ ἐναντίον· γίνεται δὲ οὕτως τά τε συνεστηκότα καὶ τὰ ἀσύστατα· συνέστηκε δὲ ἐκ τριῶν τούτων, αἰτίου, συνέχοντος, κρινομένου· καὶ αἴτιον μέν ἐστιν ἡ τοῦ κατηγόρου φωνὴ, ὡς καὶ ἐκ τοῦ ῥήματος δείκνυται, παρὰ τὸ τὴν αἰτίαν τῆς κρίσεως μηνύειν· συνέχον δὲ ἡ ἀπολογία παρὰ τὸ εἰς αὐτὴν συνάγεσθαι τὸν λόγον· κρινόμενον δὲ, περὶ οὗ οἱ δικασταὶ ζητοῦσι. Τοῖς οὖν συνεστηκόσι τῶν ζητημάτων ἀνάγκη τὰ τρία εἶναι, ἓν γὰρ ὁτιοῦν ἐλλεῖψαν ἀσύστατον ποιεῖ τὸ ζήτημα· εἴ τε γὰρ μὴ ἔχει αἴτιον, ἀσύστατόν ἐστιν, ὡς τὰ ἀπίθανα τῶν ἀσυστάτων, εἴτε μὴ ἔχοι συνέχον, ὁμοίως ἀσύστατόν ἐστιν, ὡς τὰ μονομερῆ· εἴτε μὴ ἔχοι κρινόμενον, ὡς τὰ ἰσάζοντα καὶ ἄπορα.
5.58 Δεῖ τοίνυν εἰδέναι ὡς ἓν μὲν ἐλλελειμμένον ἀσύστατον ποιεῖ τὸ ζήτημα, τῷ δὲ συνεστηκότι τῶν τριῶν τούτων δεῖ· ἔσφαλται οὖν αὐτῷ λέγοντι· „μετὰ ταῦτά ἐστιν ἐπιγνῶναι τά τε συνεστηκότα τῶν ζητημάτων καὶ ὅσα μὴ συνέστηκε“· τὰ γὰρ μὴ συνεστῶτα οὐκ ἂν εἴη ζητήματα· εἰ γὰρ μὴ συνέστηκε, πῶς ζητεῖται; ἓν δὲ ἢ ἑνὸς τῶν προκειμένων ὄντα· ἐχρῆν οὖν εἰπεῖν ἀντὶ τοῦ ζητημάτων προβλημάτων, αὐτὸς γὰρ διακρίνει· καὶ πρόβλημα μὲν τὸ ἀόριστον καλεῖ τὸ μήπω ὅρον ἔχον, εἴτε συνέστηκεν εἴτε μὴ, παρὰ τὸ βάλλεσθαι· προβάλλονται γὰρ καὶ τὰ ἀσύστατα· ζήτημα δὲ τὸ εἰς κρίσιν φερόμενον. Τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενο ν · ἐνταῦθα τὸ ἀπερίστατον σημαίνει· ἀπερίστατον δέ ἐστιν, ὃ μήτε ἐκ προσώπου μήτε ἐκ πράγματος ὕλην ἔχει. Φθάσαντες γὰρ ἐδιδάξαμεν, ὅπερ καὶ αὐτὸς ἐπάγει, ὅτι καὶ ἐξ ἑνὸς ἵσταται κρίσις ἐλλελειμμένου τοῦ ἑτέρου· παράδειγμα τούτου τὸ φόνος ἐγένετο ἐν πόλει καὶ κρίνεταί τις· τὸ γὰρ τὶς ἀόριστόν ἐστι καὶ κρίσιν οὐκ ἐπιδέχεται καὶ μηδὲν ἐπὶ τῷ χρόνῳ τυγχάνον ὁμοίως οὐδεμίαν ἐπιδέχεται κρίσιν· καὶ τὸ ἀποκηρύττει τὶς τὸν υἱὸν ἐπ’ οὐδεμιᾷ αἰτίᾳ· εἰ γὰρ καὶ τὸ τοῦ υἱοῦ πρόσωπον δοκεῖ εἶναι, ἀλλ’ ὕλην οὐ παρέχει, ἐπ’ αἰτίας γὰρ υἱὸς ἀποκηρύττεται· εἰ δὲ προσθείης, ὅτι φόνος ἐγένετο ἐν πόλει καὶ εὕρηταί τις ᾑμαγμένος, καὶ κρίνεται, περίστασίς ἐστι τὸ ᾑμαγμένος· κἂν εἴπῃς, ὅτι συνεχῶς τις κρινόμενος φόνου ἀπέφυγεν, ἐγένετο φόνος καὶ ὑπάγεται τῇ αἰτίᾳ, ἡ ποιότης πάλιν τοῦ προσώπου, καίπερ μὴ ὄντος ἐκ τοῦ πράγματος σημείου δύναται κρίσιν δοῦναι· ὅταν δὲ μήτε ἡ ποιότης τοῦ προσώπου ὑποψίαν ἔχῃ, ὥσπερ ἐπὶ τοῦ ἀσώτου, μήτε τὸ πρᾶγμα, ὡς ἐπὶ τοῦ παρίστατό τις, ἀπερίστατον ἂν εἴη παντελῶς.
5.59 Ἢ τὸ ἕτερόν γε πάντω ς · ἐνταῦθα ἔλαθεν ἑαυτὸν ἐξελέγξας κακῶς πρὸς τὸν Μινουκιανὸν φιλονεικῶν· εἰπὼν γὰρ ἢ τὸ ἕτερόν γε πάντως δείκνυσιν, ὅτι καὶ εἰ προσώπου μόνου μόνον ἐστὶν ὑποψία· εἰ μὲν γὰρ ἔλεγεν „ἢ τὸ πρᾶγμα πάντωσ“, ἐνέμενεν ἐπὶ τῷ αὐτῷ σκοπῷ· νῦν δὲ εἰπὼν, ὅτι ἕτερον, ἓν τῶν δύο σημαίνει, ὅπερ ἐστὶν ἢ πρόσωπον ἢ πρᾶγμα, καὶ κατὰ τὴν αὐτοῦ τοίνυν φωνὴν ἔσται ἀτελὴς ἀπὸ πράγματος στοχασμὸς ἐκ τῆς ποιότητος τοῦ προσώπου τὴν κρίσιν ἔχων, καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους· τοῦτο διὰ τὸ μονομερὲς ἐξ ἑκατέρου μέρους οὐκ ἔχει τοὺς λόγους, ἀλλ’ ἢ κατηγορίαν ἰσχυρὰν ἀπολογίας ἀπούσης, ἢ ἀπολογίαν μὲν ἰσχυρὰν, κατηγορίαν δὲ οὐδὲ ὅλως, κἂν οὐκ ἀγνοῶμεν, ὡς ᾠήθησάν τινες τὰ μονομερῆ μόνον γίγνεσθαι, ὅταν ἐκλελοιπυῖαν ἔχῃ τὴν ἀπολογίαν· δείκνυται δὲ καὶ ἐξ ὧν αὐτός φησιν, „ἐξ ἑκατέρου δέ“· οὐκ εἶπεν, „ἐκ τοῦ ἑνὸς μέρους,“ ἢ „ἐκ τοῦ φεύγοντος μέρουσ“, ἀλλ’ „ἐξ ἑκατέρου“, ὃ σημαίνει καὶ τὸν κατήγορον καὶ τὸν ἀπολογούμενον· δῆλον οὖν, ὅτι ἐστὶ καὶ τὸ κατὰ τὴν κατηγορίαν ἐλλειπὲς εἶναι μονομερὲς, ἐφ’ ᾧ καὶ παράδειγμα τοιοῦτον· μειρακίου ὡραίου σωφρονοῦντος ἤρων πολλοὶ, καὶ ἀποτυγχάνοντες ἀνῄρουν ἑαυτοὺς· μαθὼν τὸ μειράκιον ὑπεξῆλθεν καὶ ἀνδρωθεὶς πάλιν κατῆλθεν ἐν τῇ πόλει, καὶ κρίνεται φόνου· ἐνταῦθα ἔῤῥωται μὲν ἡ ἀπολογία τοῦ μειρακίου, τό τε τὴν σωφροσύνην περὶ πολλοῦ ποιεῖσθαι καὶ τὸ ὑποχωρεῖν τῇ τύχῃ καὶ ὑπεξελθεῖν καὶ μὴ διδόναι πρόφασιν μηδεμίαν καθ’ ἑαυτοῦ, καὶ τὸ μηδένα εἶναι εἰς τοσοῦτον ἀναισχυντίας ἥκοντα κατήγορον, ὡς αἰτιᾶσθαι τὸ μὴ πεπορνευκέναι· ἡ δὲ κατηγορία ἐλλέλειπται, οὐδὲ γὰρ ἂν εἴη δίκη καὶ εὐθῦναι σωφροσύνης. Δῆλον οὖν ὡς ἐπὶ τῷ πορνοβοσκῷ τῷ τοὺς δέκα νέους ἀποκτείναντι πάντα πρὸς κατηγορίαν ἐπινενόηται, ἵνα πᾶσα ἐκλείπει ἀπολογία· τὸ ἄδοξον τοῦ προσώπου, τὸ πλῆθος τῶν νέων, τὸ πρᾶγμα, ὅτι οὐδὲν ἀπεχθὲς ἦν τὸ κωμάζειν· οὐδὲ γὰρ ἐπεβούλευον ἢ ἔκλεπτον, ἢ ἄλλο τι τῶν τοιούτων ἐποίουν, ἐὰν ἔχῃ ἐκ τούτων ἀπολογίαν, καὶ τῷ δόλῳ ἀνῃρῆσθαι αὐτούς.
5.60 οὕτως κἀνταῦθα ἐκ τοῦ ἐναντίου τὸ σωφρονεῖν τὸ μειράκιον ἐπὶ πάντων, καὶ μὴ τοῖς μὲν πείθεσθαι, τοῖς δὲ οὒ, τό τε ἀγνοεῖν ἐξ ἀρχῆς τὸ γινόμενον καὶ μετὰ τὸ γνῶναι ὑπεξελθεῖν καὶ ὑποχωρῆσαι, καὶ τὸ ἀναμεῖναι τὸν καιρὸν τὸν ἔχοντα τὴν τοιαύτην ἀφορμὴν καὶ αὖθις κατελθεῖν καὶ τὸ τοῦ πράγματος ἀνεύθυνον ἀπολογίαν μὲν ἰσχυρὰν δίδωσι, κατηγορίαν δὲ οὔ. Σὺν τῷ πιθαν ῷ · διὰ τὸ ἀπίθανον, ἀπίθανον δέ ἐστι τὸ τὴν κατηγορίαν παντελῶς ἐναντίαν τῆς τοῦ προσώπου ποιότητος γίνεσθαι, εἰ Σωκράτης ἐγκαλεῖται πορνείας, ἢ Ἀριστείδης κλοπῆς· ταῦτα γὰρ τὰ πρόσωπα σαφῆ τὸν ἔλεγχον ἔχει, ὁ μὲν εἰς τὸ σῶφρον, ὁ δὲ εἰς τὸ καθαρόν. Διαφόρους τ ε · διὰ τὸ ἰσάζον, τοῦτο γὰρ ἔχει μὲν λόγους, τοὺς αὐτοὺς δὲ, δύο νέοι ὡραίας ἔχοντες γυναῖκας καὶ ἐκ τοῦ αὐτοῦ φωράσαντες ἀλλήλους ἐκ τῶν ἀλλήλων ἐξιόντας οἰκιῶν καὶ κατηγοροῦντες ἀλλήλοις. Καὶ ταῖς πίστεσιν ἰσχυρού ς · διὰ τὸ ἀντιστρέφον. ἔστι δὲ ἀντιστρέφον, ὅταν ὧν τις λέγῃ πρότερον τἀναντία λέγῃ ὕστερον, καὶ τὰ μὲν ἑαυτοῦ φεύγῃ, τοῖς δὲ τοῦ ἐναντίου πρὸς ἀπόδειξιν χρήσηται· ὡς ὁ τὸ δάνειον ἀπαιτῶν πρότερον καὶ ἐπειδὴ ἐγένοντο χρεῶν ἀποκοπαὶ παρακαταθήκην εἶναι λέγων, ὅπερ ὁ ἀπαιτούμενος πρότερον ἔλεγεν· ἐνταῦθα γὰρ οὐκέτι πίστις τοῖς δικασταῖς, ὅταν τὰ μὲν ἑαυτοῦ φεύγῃ, τὰ δὲ τοῦ ἐναντίου πρὸς ἀπόδειξιν φέρῃ. Ἔτι τε ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖ ς , τὸ τῆς κρίσεως ἀφανὲ ς , ἀλλὰ μὴ προειλημμένο ν , δυνάμενόν τε πέρας λαβεῖ ν · διὰ τὸ ἀδύνατον καὶ ἄπορον· ἐν ἀμφοτέροις γὰρ τούτοις τὸ πέρας καὶ ἡ τῶν δικαστῶν κρίσις ἐκλέλοιπεν· τό τε γὰρ ἄπορον αὐτὸ ἑαυτῷ ἐναντιοῦται περὶ τὴν κατασκευὴν καὶ τὸ ἀδύνατον τὸ μάχεσθαι τῇ φύσει.
5.61 Τὰ δὲ οὕτινος οὖν τούτων ἐνδεᾶ ταῦτα ἀσύστατ α . Φθάσαντες εἰρήκαμεν ὡς τοῖς μὲν συνεστηκόσι πάντων τούτων δεῖ πρὸς τὸ συνεστηκέναι· ἐν γὰρ τῷ εἰρημένῳ ἐλλελειπὸς ἀσύστατον ποιεῖ τὸ πρόβλημα· τοῖς δὲ ἀσυστάτοις ἑνὸς μόνου. εἰρήσεται δὲ καὶ κατ’ εἶδος. Ἐζήτηται, τί δήποτε πρῶτον μὲν περὶ ἀσυστάτων διέλαβε καὶ ταῦτα τῶν μὲν ἀσυστάτων καὶ χρηστῶν ὄντων προσεξέτασεν· τῶν δὲ συνεστηκότων εἰς χρῆσιν φερομένων καὶ αὐτὸς περὶ τῆς διαιρέσεως τῶν ζητημάτων ἐπαγγειλάμενος ποιεῖσθαι τὸν λόγον· ὅτι δὲ τὰ ἀσύστατα· οὐ διαιρεῖται καὶ αὐτὸς μαρτυρεῖ λέγων· ταῦτα γὰρ οὐκ ἂν εἴη ζητήματα, μήτε διαιρούμενα μήτε πρὸς χρῆσιν φερόμενα προκέκριται τῶν διαιρουμένων καὶ ζητουμένων καὶ ὠφελίμων τυγχανόντων· ἐροῦμεν, ὅτι πᾶν τὸ μὴ ὂν φύσει πρῶτόν ἐστι τοῦ πραττομένου, ἐκ γὰρ τοῦ μὴ εἶναι τὸ πραττόμενον ἵσταται, καὶ ἐκ τῶν οὖν ἀσυστάτων ἐπὶ τὰ συνεστηκότα φερόμεθα, ὡς ἐφεξῆς ἐροῦμεν καθ’ ἕκαστον ἀσυστάτων πῶς συνιστάναι δύναται. Καὶ ἄλλως ἡ τῶν συνεστηκότων ζήτησις πολυειδὴς τίς ἐστι καὶ διάφορος, ἡ δὲ τῶν ἀσυστάτων μία· ἑνὶ γὰρ κανόνι, ὅπερ ἔφαμεν, ἓν τῶν τριῶν ἐλλελειμένον αἴτιον ἢ συνέχον ἢ κρινόμενον, ἀσύστατον ποιεῖ· τὰ δὲ συνεστηκότα πλείονος δεῖται καὶ λόγου καὶ ἐξετάσεως τῇ τῶν πραγμάτων διαφορᾷ· ἀκολούθως οὖν τὰ μονοειδῆ ὡς ἀτελειότερα ληφθῆναι καὶ σαφῆ πρὸς ἐξέτασιν προτέτακται τῶν πολυτελεστέρων, καὶ ἄλλως τε σαφηνείας πανταχῇ δεόμενος ἐπὶ τῷ διακρῖναι τὰ πράγματα οὕτως ἠναγκάσθη τὸν λόγον ποιήσασθαι· ὥσπερ γὰρ ἐπὶ τῶν προσώπων εἶπεν ὅτι τὰ μέν ἐστιν οἷα ἐξετάζεσθαι, τὰ δὲ οὒ, καὶ διὰ τί τὰ ἐξεταζόμενα προέταξεν πάλιν εἰρήκαμεν, οὕτως καὶ ἐνταῦθα ὥσπερ κανόνα τινὰ προτεθείκαμεν, ὅτι τῶν προβλημάτων τὰ μὲν ἀσύστατά ἐστιν, τὰ δὲ συνεστῶτα· καὶ τὰ μὲν ἀσύστατα τῶν ἐλλελειμένων γίνεται, τὰ δὲ συνεστῶτα τῶν ὑγιέων· τοῦτο γὰρ ὁ ὅρος βούλεται λέγειν· ἐν οἷς γὰρ τῶν συνεστηκότων ὅρον λέγει, τῶν ἀσυστάτων σημαίνει τὴν φύσιν.
5.62 Τῶν δὲ συνεστηκότων διαιρέσεις πλείονες, ἃς καὶ ἐφεξῆς ἐπάγει ἐν τῇ μεθόδῳ· διὰ ταῦτα τοίνυν ἀναγκαίως προτέτακται. Καὶ πρῶτόν γε ἀσυστάτων εἶδος τὸ μονομερὲ ς , ᾧ μὴ τὰ τῶν λόγων ἑκατέρωθέν ἐστιν ἰσχυρ ά · ὥσπερ ἐν τῇ τῶν προσώπων ἐξετάσει καὶ ἐν τῇ τῶν πραγμάτων ἀπὸ τῶν ἰσχυροτέρων ἤρξατο· ἔν τε γὰρ τοῖς προσώποις ἰσχυρά εἰσι τὰ ὡρισμένα καὶ κύρια πρὸς τὸ παρέχειν ὕλην, καὶ ἐν τοῖς πράγμασιν τὸ ἀφ’ ὧν τις αὐτὸς ὡς ποιήσας κρίνεται, οὕτως καὶ ἐνταῦθα ἐν τῷ περὶ τῶν ἀσυστάτων λόγῳ ἀπὸ τοῦ πάντη μηδεμίαν ὕλην παρέχοντος, ἀλλ’ ἀκριβῶς ἀσυστάτου ἤρξατο· εἰδέναι δὲ χρὴ, ὡς τὸ μονομερὲς, ἢν μὲν ἐκ τοῦ τὸ συνέχον ἐκλελοιπέναι τυγχάνῃ γενόμενον, ἐνδόξου προσώπου ἐπιλαμβανόμενον συνέστηκε, ἢν δὲ ἐκ τοῦ τὸ αἴτιον, ἀδόξου. Τί δέ ἐστιν ὃ λέγω, ἐπὶ παραδείγματος ἔσται σαφέστερον· ὁ πορνοβοσκὸς πανταχόθεν ἄδοξον πρόσωπον, διὰ τοῦτο οὖν αὐτῷ ἡ ἀπολογία ἐκλέλοιπε καὶ τὸ μονομερὲς ἔχει τὴν κατασκευήν· εἰ οὖν ἀμείψαντες τὸ τοῦ πορνοβοσκοῦ ὄνομα θείημεν στρατηγὸν ἢ φιλόσοφον ἤ τι τοιοῦτον ἐπαινούμενον πρόσωπον ὡς ὑπεδέξατο τοὺς δέκα νέους, συνέστηκεν· ἡ γὰρ τοῦ προσώπου ποιότης χώραν δίδωσι τῷ ἀντεγκλήματι· ἐνταῦθα δὲ τὸ τοῦ προσώπου ἄδοξον τοῦ πορνοβοσκοῦ παντελῶς ταύτην οὐκ ἔχει τὴν ὥραν· καὶ πάλιν, ὅταν ἐκλελοιπότος αἰτίου, ὡς ἐπὶ τοῦ μειρακίου τοῦ σωφρονοῦντος καὶ ὡραίου, ἐὰν ἀμείψωμεν καὶ εἴπωμεν, ὅτι μειράκιον ὡραῖον εἶχε πλείονας ἐραστὰς καὶ ἐνίοις ἑαυτὸν προσνέμων ἑτέρων ἠμέλει, καὶ οἱ ἀποτυγχάνοντες ἀνήρτων ἑαυτοὺς, πάλιν τὸ πρόβλημα δέχεται σύστασιν· ἔχει γὰρ κατηγορίαν, τῷ προδιαβεβλῆσθαι τὸ πρόσωπον ἐν τῷ πρὸς ἀσέλγειαν ἐνίοις ἑαυτὸν ἐκδεδωκέναι.
5.63 Δεύτερον δὲ τὰ ἰσάζοντα διόλο υ · καλῶς προσέθηκε τὸ διόλου, ὅτι ὀλίγη τις ἐμπεσοῦσα διαφορὰ ἢ τοῖς προσώποις ἢ τοῖς πράγμασι συνεστάναι ποιεῖ· εἰ γὰρ ὁ μὲν εἴη πρεσβύτης, ὁ δὲ νέος, ἢ ὁ μὲν πένης, ὁ δὲ πλούσιος, εἴτε ἐν τοῖς πράγμασιν ὁ μὲν φωραθείη διαλεγόμενος, ὁ δὲ ἐξιὼν, ἢ ὁ μὲν ἀγγελίαν εἰσπέμπων, ὁ δὲ ἄλλο τι πράττων, ἡ τῶν πραγμάτων διαφορὰ παρέχει τὴν σύστασιν τῷ προβλήματι· εἰκότως δὲ ταῦτα δευτέραν ἔχει τὴν τάξιν· κοινωνεῖ γὰρ τῷ μονομερεῖ κατὰ τοῦτο, καὶ ὅτι λόγους οὐκ ἔχει, καὶ ὥσπερ διπλοῦν μονομερὲς ἂν εἴη· παρ’ οὐδετέρου γὰρ μέρους λόγοι εὑρίσκονται· τούτῳ δὲ διαφέρει τῷ ἐν μὲν τῷ μονομερεῖ ἐκ τοῦ ἑνὸς μέρους πάντη μὴ εἶναι λόγον, ἐνταῦθα δὲ εἶναι μὲν ἐξ ἑκατέρων, ἀχρήστους δὲ τοὺς αὐτοὺς εἶναι. Τρίτον τὸ ἀντιστρέφο ν · ἀπῄτει τις δάνειον καὶ τόκου ς · ἀκολούθως τὸ ἀντιστρέφον τρίτην τάξιν εἴληφεν, ἐπειδὴ γὰρ δοκεῖ πως ἔχειν λόγους καὶ ταύτῃ τοῦ ἰσάζοντος διενήνοχεν, κοινωνεῖ γὰρ καὶ αὐτὸ τῷ μονομερεῖ καὶ ἰσάζοντι· τῷ μὲν μονομερεῖ κατὰ τὸ μὴ ἐξεταζομένους ἔχειν τοὺς λόγους, καὶ τῷ ἰσάζοντι ὁμοίως· διαφέρει δὲ ἀμφοτέρων, ὅτι οὐ τοὺς αὐτοὺς διαφόρους ἔχει καὶ ἀχρήστους, καθάπερ τὸ ἰσάζον, ἀλλ’ ἐν τῷ μὴ πάντα τὰ αὐτὰ παρ’ ἑκατέρου μέρους λέγεσθαι τὴν διαφορὰν εἴληφεν· ἐνταῦθα γὰρ οὔτε διάφορα οὔτε ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς.
5.64 Ἐζήτηται, πῶς οὐ διάφορα, καίτοι διάφορα τὰ τῶν λόγων εἰσὶν αὐτοῖς· ἕτερον γάρ τί ἐστι τὸ λέγειν δάνειον εἶναι καὶ ἕτερον παρακαταθήκην ἀπαιτεῖν· τί οὖν ἐστι τὸ οὐδὲ ἔχοντα διάφορον τὴν ἀπόδειξιν τῶν λεγομένων, ἀλλὰ μίαν; πρὸς τὸ παρὰ τοῦ ἀντιδίκου ταῦτα εἰρῆσθαι καταφεύγουσιν, διὰ τοῦτο, φησὶν, οὐκ ἰσχυρὰ λέγει, οὐ πίστιν ἔχοντα, οὐ δυνάμενα προσαγαγέσθαι τὸν ἀκροατήν· οἳ τὰ οἰκεῖα ἀρνούμενοι ἐπὶ τὰ τοῦ ἀντιδίκου καταφεύγουσιν· εἰδέναι δὲ χρὴ, ὅτι καὶ τοῦτο σύστασιν δέχεται ἐναλλαγῇ πράγματος· ἐὰν γὰρ ὁρίσω, ἀπῄτει τις παρακαταθήκην, ὁ δὲ ἠρνεῖτο μὴ ἔχειν· ὁ δῆμος πεποίηται χρεῶν ἀποκοπὰς, καὶ ὡς χρέος οὐκέτι ἀποδέδοται, σύστασιν δέχεται, διάφορα γὰρ τὰ τῶν πίστεων γίνεται, καὶ οὐκέτι εἰς ἀλλήλους καταφεύγουσιν. Τέταρτον τὸ ἄπορο ν · ἄπορον ἐναντίαν τῷ κατασκευαζομένῳ τὴν κατασκευὴν δέχεται· ὅταν γὰρ συμβουλεύσῃς, δεῖν πείθεσθαι τοῖς ὀνείροις, αὐτῷ τῷ νῦν γεγενημένῳ ἠπίστησας· ὅταν δὲ μὴ πείθεσθαι, αὐτῷ ἐπίστευσας τῷ συμβουλεύοντι μὴ πείθεσθαι· κοινωνεῖ δὲ καὶ τοῦτο τοῖς προλαβοῦσι τῷ ἀχρήστους ἔχειν τοὺς λόγους· διαφέρει δὲ τοῦ τε ἰσάζοντος καὶ τοῦ ἀντιστρέφοντος, ὅτι τῷ μὲν ἰσάζοντι οὐ τοὺς αὐτοὺς οὐδὲ τοὺς ἴσους λόγους ἔχει, τῷ δὲ ἀντιστρέφοντι, ὅτι οὐ τὰ προειρημένα ἀρνούμενος ἐπὶ τὰ τοῖς ἐναντίοις λεχθέντα καταφεύγει· ἀλλὰ διάφορόν τι ἔχει τὴν ἐξέτασιν καὶ ἐκ διαφόρων δυναμένην ἀποδείξεων κατασκευάζεσθαι, ὅπερ ἐν τῷ ἀντιστρέφοντι οὐκ ἔστιν· καὶ γὰρ ὁ συμβουλεύων ὀνείροις πείθεσθαι πολλὰ καὶ ἱκανὰ πρὸς ἀπόδειξιν ἔχει τοῦ πεῖσαι, καὶ ὁ μὴ συμβουλεύων ὁμοίως· τὸ δὲ πέρας τῆς συμβουλῆς αὐτὸ ἑαυτῷ ἐναντιούμενον οὐκ ἔχει τὴν κατασκευήν· οὐ γὰρ οἱ λόγοι πίστιν οὐκ ἔχουσιν ἐνταῦθα, ἀλλὰ τὸ κατασκευαζόμενον, ἐναντίον ὂν τοῖς κατασκευάζουσι τὴν ἀπορίαν, δίδωσι τῷ ἀκροατῇ· ἔστι δὲ καὶ τοῦτο σαφῶς ἐπὶ τοῦ μάντεως τὸ παράδειγμα· μάντεως θυγατέρα ἥρπασαν οἱ πολέμιοι· ὤμοσαν αὐτῷ πρεσβευομένῳ ἀποδώσειν αὐτὴν, εἰ τἀληθῆ περὶ αὐτῆς μαντεύσαιτο· ὁ δὲ ἔφη, ὡς οὐκ ἀποδίδοταί μοι, καὶ ὡς τἀληθῆ μαντευσάμενος ἀπαιτεῖ· ἐνταῦθα μὴ ἀποδιδόντες μὲν ἐπιορκοῦσι, τἀληθῆ γὰρ μαντευσαμένῳ οὐκ ἀποδιδόασιν· ἀποδόντες τε ἐπιορκοῦσιν ὁμοίως, ὅτι μὴ τἀληθῆ μαντευσαμένῳ ἀποδιδόασιν, καὶ οὕτως τὸ μὲν ἑαυτῷ κατασκευάζειν ὀφείλοντι λαβεῖν τὸ μὴ ἀληθῆ μαντεύεσθαι κατασκευάζει, ἐν οἷς δὲ ἐκεῖνοι τὸ μηδὲν δοῦναι τὰ ἀληθῆ μαντεύσασθαι καὶ μὴ ἀποδοῦναι αὐτῷ· ἔοικε δὲ τούτῳ καὶ τὸ κατὰ Τισίαν καὶ Κόρακα πρόβλημα· σύστασιν δὲ τοῦτο δέχεται προσδιοριζομένου χρόνου· ἐὰν γὰρ προσθῇς, ὅτι Ἀλέξανδρος ὄναρ εἶδε τοῖς περὶ αὑτοῦ ἢ τοῖς μεθ’ αὑτὸν ὀνείροις μὴ πιστεύειν, δύναται σύστασιν λαβεῖν, καὶ ἐπὶ τοῦ Τισίου καὶ Κόρακος, ἐὰν προσδιορισθῇ, ὅτι εἴσω δύο ἐτῶν ἢ εἴσω πλείονος χρόνου νικήσας τὴν πρώτην δίκην δύναται σύστασιν λαβεῖν· ἁπλῶς οὖν εἰπεῖν χρόνος προσδιοριζόμενος σύστασιν παρέχει τῷ ἀπόρῳ.
5.65 Πέμπτον τὸ ἀπίθανο ν · ἀσθενησάντων τῶν ἀσυστάτων ἐπὶ τὸ μᾶλλον ἔχον λόγον κατ’ ὀλίγον πρόεισι· σκόπει γὰρ, ὡς τὸ μὲν μονομερὲς ἐκ τοῦ ἑνὸς λελειμμένους πάντη ἔχει, τὸ δὲ ἰσάζον ἔχει μὲν, τοὺς αὐτοὺς δέ· τὸ δὲ ἀντιστρέφον ἔχει λόγους καὶ οὐ τοὺς αὐτοὺς, πίστιν δὲ οὐκ ἔχοντας· τὸ δὲ ἄπορον καὶ λόγους ἔχει καὶ οὐ τοὺς αὐτοὺς καὶ πίστιν δεχομένους· ἐκ δὲ τοῦ κατασκευαζομένου τὸ ἀσύστατον· τὸ δὲ ἀπίθανον ὕλην ἔχει πάντων πλείονα, καὶ σχεδὸν συνέστηκε, καὶ ζητήσειεν ἄν τις, πῶς ὅλως ἀσύστατόν ἐστιν, ὅτε καὶ Σωκράτης καὶ Ἀριστείδης ἀμφότεροι γραφὰς ὑπέμειναν, καὶ ὁ μὲν ἐξωστρακίσθη, ὁ δὲ θανάτῳ ἐζημιώθη· εἰ δὲ μὴ ἦν κατὰ τούτων κατηγορία, πῶς ἔργῳ ἐκβᾶσα φαίνεται; Λύσις οὖν αὕτη, καὶ διδάσκει, πῶς συστῆναι δύναται, καὶ τὴν διαφορὰν φθάσαντες εἰρήκαμεν· ὅτι ἐνταῦθα καὶ λόγοι εἰσὶν καὶ πέρας δυνάμενοι δέξασθαι.
5.66 Πῶς οὖν καὶ συστῆναι δύναται καὶ λύσις τοῦ εἶναι ἀπίθανον; ἐροῦμεν, ὅταν καὶ αὐτὸ τὸ τοῦ προσώπου ἔνδοξον ἡ κατηγορία γίνηται, τότε ἀσύστατόν ἐστι πάντη· ὅταν δὲ καθ’ ἕτερόν τι σύστασιν δέχηται, πρόσωπον μὲν γὰρ οὐδὲν ἀναμάρτητον πάντη· ἔστιν δὲ ὅπου καθ’ ὑπερβολὴν διαπρέπει, ὡς ὁ Σωκράτης ἐν τῷ σωφρονεῖν· ὁ δὲ Ἀριστείδης ἐν τῷ μὴ χρημάτων ἐφίεσθαι· εἰ οὖν τὸν μὲν Ἀριστείδην γράψεταί τις λειποταξίου ἢ ὑπερηφανίας, ὅπερ αὐτῷ καὶ τὸ ἐξωστρακισμένον ἐποίει, συνεστηκὸς εἴη τὸ πρόβλημα· εἰ δὲ καὶ τὸν Σωκράτην ἑτέρου τινὸς ἀσεβείας, ἧς καὶ γραφὴν ὑπέμεινεν, ἢ ἑτέρου τοιούτου, πλὴν πορνείας, ἐν ᾧ πάλιν σαφῆ ἔχει τὸν ἔλεγχον τοῦ σωφρονεῖν, κἀκεῖνο δέχεται σύστασιν· τούτων δὲ ἔστω καθολικὸν ἐπὶ πάντων παράδειγμα· οἷον Ἀχιλλέα μὲν οὐδὲν ἀπεικὸς εἶναι προδότην καὶ χρημάτων ἥττονα· δειλὸν δὲ ἢ λειποτάκτην οὐκ ἂν ἔχοις γράφεσθαι· καὶ τὸν Αἴαντα ἐπίβουλον μὲν τῶν Ἀχαιῶν ἢ θρασὺν ἢ βουλόμενον διαφθεῖραι τὸ στρατόπεδον, δειλὸν δὲ ἢ ἐκλελοιπότα τὴν τάξιν οὐκ ἂν ἔχοις εἰπεῖν· δῆλον οὖν ὅτι τὸ ἀπίθανον γίνεται, ὅταν αὐτῇ τῇ ἀκριβεῖ ἀρετῇ τῆς ποιότητος τοῦ προσώπου ἐναντίαν ἔχῃ τὴν κατηγορίαν.
5.67 Ἕκτον δὲ τὸ ἀδύνατο ν , εἰ Σιφνίοις ἢ Μαρωνείται ς . Τὸ ἀδύνατόν τινες βούλονται πρὸ τοῦ ἀπιθάνου τάττεσθαι, καὶ δοκοῦσι καλῶς ἐρεῖν· εἰ γὰρ ἑνὶ κανόνι βούλεται ὁ τεχνικὸς ἐκ τῶν σφόδρα ἀσυστάτων ἀκολούθως ἐπὶ τὰ ἥττω καταβαίνειν, ὥσπερ ἐπὶ τῶν προσώπων ἐκ τῶν σφόδρα παρεχόντων ἐπὶ τὰ ἐλάττω παρέχοντα, οὕτως καὶ ἐνταῦθα ἐχρῆν τὸ ἀδύνατον προτάττεσθαι τοῦ ἀπιθάνου. Τὸ γὰρ ὅλως μὴ δύνασθαι πῶς οὐκ ἂν εἴη μᾶλλον ἀσύστατον τοῦ παρὰ τὴν ποιότητα τοῦ προσώπου ἐναντιουμένου· ἀλλ’ ἡ ἀπολογία αὕτη, ὅτι πανταχοῦ βούλεται ὁ τεχνικὸς τὰ πρόσωπα τῶν πραγμάτων προτάξαι καὶ ταῦτα καλῶς καὶ κατὰ τέχνην, ἐπειδὴ τοίνυν τὸ μὲν ἀπίθανον παρὰ τὴν τοῦ προσώπου ποιότητα γίνεται, τὸ δὲ ἀδύνατον παρὰ τὴν τοῦ πράγματος, εἰκότως τὸ ἀπίθανον προέταξε, τὸ ἐκ τοῦ προσώπου ἔχον τὸ ἀσύστατον· καὶ γὰρ προτείνας ἐξ ἀρχῆς ὕλην τοῦ πολιτικοῦ ζητήματος καὶ φήσας ταύτην ἐκ προσώπων καὶ πραγμάτων γίνεσθαι, πρῶτον τὴν τῶν προσώπων ἐξέτασιν ἔταξεν· ἄλλως τε καὶ τὸ ἀπίθανον ἀδυνάτου τάξιν ἔχει· εἰ γὰρ ἀπίθανόν ἐστιν, οὐκ ἂν ἐγένετο, οὐδὲ δυνατὴν ἔχει τὴν κατηγορίαν, ὡς ἐπαναβεβηκός· τὸ δὲ ἀδύνατον δύναται μὲν ἔχειν πιθανοὺς λόγους, τὸ δὲ πέρας ἀδύνατον, ὅπερ, ὡς ἔφαμεν, οἰκεῖόν ἐστι τοῦ πράγματος. Κοινωνεῖ δὲ σφόδρα τοῦτο τῷ ἀπόρῳ· ὥσπερ τοῦ ἀπόρου τὸ πέρας ἀδύνατον, οὕτως καὶ τούτου· διαφέρει δὲ, ὅτι ἐνταῦθα μὲν κατὰ τὴν φύσιν τὴν κοινὴν τῶν πραγμάτων ἁπάντων ἐστὶν ἀδύνατον, ἐκεῖ δὲ μόνῃ τῇ αὐτοῦ τοῦ κατασκευαζομένου, οἷόν τι λέγω τῷ ὀνείρῳ τοῦ Ἀλεξάνδρου μὲν ἐναντίον ἐστὶν ἡ κατασκευὴ καὶ τῇ προτάσει τοῦ μάντεως, οὐ τῇ κοινῇ φύσει τῶν πραγμάτων· ἐνταῦθα δὲ ἐὰν εἴπω τὸν Πύθιον ψεύδεσθαι, καὶ τῇ κοινῇ φύσει τῶν πραγμάτων ἐναντίον ἐστὶν, οὐδέποτε γὰρ ψευσάμενος φαίνεται· κἂν εἴπω, ὅτι Θεσσαλοὶ βούλονται τὴν Ὄσσαν ἐπὶ τῷ Ὀλύμπῳ θέντες βατὸν ποιῆσαι τὸν οὐρανὸν, τῇ φύσει τῶν πραγμάτων ἐναντίον ἐστὶ, κατ’ οὐδὲν γάρ ἐστι βατὸν ποιῆσαι τὸν οὐρανόν· τὸ δὲ παράδειγμα τοῦτο τῶν Σιφνίων ἢ τῶν Μαρωνειτῶν τινες ᾐτιάσαντο λέγοντες, εἰ καὶ σμικραὶ σφόδρα αἱ πόλεις αὗται καὶ ἀσθενεῖς πρὸς τὴν τοιαύτην ἐπιχείρησιν· ἀλλ’ οὖν κατὰ Ἡρόδοτον πολλὰ πολίσματα γέγονε καὶ μικρὰ καὶ μεγάλα, καὶ κατὰ Θουκυδίδην, ἐν οἷς περὶ τῶν Λακεδαιμονίων διαλαμβάνει· τί οὖν ἀπεικὸς, φασὶ, καὶ τοὺς Σιφνίους ἢ Μαρωνείτας ἔν τισι χρόνοις δύνασθαι ἐπιλαμβανομένους καιροῦ καὶ διὰ τὴν τύχην καὶ πρὸς τοῦτο ἰδεῖν; ἐροῦμεν οὖν, ὅτι ἡ τέχνη αὕτη συνέστηκε τῶν Ἑλληνικῶν πραγμάτων παντελῶς ἀνῃρημένων, καὶ τῶν Ῥωμαίων ἀρχῆς γενομένης, ἐν οἷς διόλου τοὺς Σιφνίους καὶ Μαρωνείτας ἀσθενεῖς παρειλήφαμεν· διὸ ὥσπερ πίστιν ἐχόντων προσώπων πρὸς ἀσθένειαν τὸ ζήτημα πέπλασται· τοῦτο δὲ σύστασιν δέχεται, εἰ προςτεθείη προσώπου ἐναλλαγή· εἰ γὰρ εἴπω, ὅτι βουλεύονται ἀμβατὸν ποιῆσαι τὸν οὐρανὸν, ἐκ τῆς τοῦ προσώπου ἐναλλαγῆς καὶ ἱστορίας δύναται συνεστάναι καὶ λόγον ἔχειν· καὶ εἰ εἴπω ἀντὶ Μαρωνειτῶν Λακεδαιμονίους ἢ Ἀθηναίους, συνέστηκε, καὶ εἰ ἐπὶ τοῦ Πυθίου εἴπω τὴν πρόμαντιν, δύναται συστῆναι· καὶ γὰρ ὁ Δημοσθένης πολλάκις τὴν Πυθίαν φιλιππίζειν ἔλεγε, καὶ ἀπὸ ἱστοριῶν φαίνεται πολλὰ οὐ κατὰ τὴν τοῦ θεοῦ ἐπίπνοιαν, ἀλλὰ κατὰ τὴν αὐτῆς γνώμην λέγουσα.
5.69 Ἕβδομον τὸ ἄδοξο ν · ἐκμισθώσας τις τὴν ἑαυτοῦ γυναῖκ α · τοῦτο τὸ εἶδος παρὰ Αἰσχίνου ἐπινενόηται, ὃ σαφῶς κατὰ Τιμάρχου δείκνυσιν· ἐν οἷς γὰρ διαλαμβάνει περὶ τοῦ κατὰ γραμματεῖον ἡταιρηκέναι καὶ κατασκευάζει, ὡς ἄχρηστον, τουτέστι δὲ παρὰ τοῦ πεποιηκότος καὶ παρὰ τοῦ πεπονθότος μὴ δυνάμενον ἐμφανισθῆναι, ἀλλὰ διὰ τὴν τῶν ἀκροωμένων αἰσχύνην κραυγῆς τε καὶ θορύβου τὸν λέγοντα ἀπολαύειν λέγων ἐδίδαξε τοῦτο, ὅτι συστῆναι οὐ δύναται· ἐν οἷς ὁ ἀκροατὴς διὰ τὴν ἑαυτοῦ αἰσχύνην, ἵνα μὴ τοιαῦτα ἐπιτηδεύματα δοκῇ ἡ πόλις ἔχειν, τὸν λόγον οὐ προςδέχεται· εἰ δὲ προςτεθείη νόμος ἢ ἔθος τοῦ δύνασθαι τοῦτο πράττεσθαι, σύστασιν δέχεται. Ὄγδοον τὸ ἀπερίστατο ν · ἀποκηρύττει τὶς τὸν υἱὸν ἐ π ’ οὐδεμιᾷ αἰτί ᾳ . Τοῦτο πρὸ πάντων τάξας ἐν τῷ ὅρῳ τῶν συνεστώτων ζητημάτων καὶ καλῶς τάξας, ἐνταῦθα οἰκείως τελευταῖον αὐτὸ τάττει· καὶ γὰρ ὅλων πλέον τὸ ἀσύστατον ἔχει· καὶ γὰρ ἕκαστον τῶν προῤῥηθέντων ἔχει μὲν λόγους, κατὰ τὰ προειρημένα δὲ τὸ ἄχρηστον αὐτοῖς γίνεται· τοῦτο δὲ πανταχόθεν λόγους οὐκ ἔχει· προσέθηκε τὸ ἀπερίστατον, ὡς μηνῦσαι βουλόμενος, ὅτι τοῦτο μᾶλλον τῶν ἄλλων ἂν εἴη· ἀλλὰ διὰ τὸ σφόδρα σαφῶς αὐτοῦ οὐδὲ ἐδεήθη ἐξετάσαι· ἀλλ’ ὥσπερ ὑπόμνησιν πρὸς εἰδότας ποιούμενος. Τοῦτο δὲ ὡμολόγηται, ὡς περιστάσεως λαμβανόμενον συνέστηκε, διὸ οὐδέτερον ἔταξε πρὸς παράδειγμα, ὅπερ ἐφ’ ἑκάστῳ τῶν ἄλλων ἐποίησεν· ἔφαμεν δὲ, ὅτι ἓν τῶν τριῶν μὴ προσὸν, αἴτιον, συνέχον, κρινόμενον, ποιεῖ τὰ ἀσύστατα· εἴπομεν οὖν ἕκαστον τῶν ἀσυστάτων ἐν κεφαλαίῳ παρὰ τὸ τί γίνεται· ἐροῦμεν οὖν τὸ μὲν μονομερὲς ὡς ἐπὶ τὸ πολὺ παρὰ τὸ συνέχον, ἐνίοτε δὲ καὶ παρὰ τὸ αἴτιον· τὸ ἰσάζον παρὰ τὸ κρινόμενον· τὸ ἀντιστρέφον ὁμοίως καὶ τὸ ἄπορον.
5.70 τὸ ἀπίθανον παρὰ τὸ αἴτιον. Τὸ ἀπερίστατον ὡμολόγηται παρὰ τὰ τρία, ἐπινενοήκασι δὲ καὶ ἄλλοι τινὲς ἀσυστάτους ὅρους, οὓς καὶ ἑτέροις προσαγορεύουσιν ὀνόμασιν· ἕκαστος δὲ τούτων εἰς τούτους συντελεῖ, τό τε κατὰ τὸ ἄχρηστον πέρας, οὗ παράδειγμα τοῦτο· νόμος ἐξ ἀδιαθέτου τοὺς υἱοὺς ἐξ ἴσου κληρονομεῖν· ἔχων τις δύο παῖδας ἀπεκήρυξε τὸν ἕτερον· μετὰ ταῦτα ἐγένετο ὑπὸ λῃσταῖς· ἔγραψε περὶ λύτρων· φθάσας ὁ ἀποκήρυκτος ἐλυτρώσατο τὸν πατέρα· ὁ δὲ ἐπανελθὼν ἔλυσεν αὐτῷ τὴν ἀποκήρυξιν, καὶ διαθήκην θέμενος ἐξ ἴσου κληρονόμους ἔταξε τοὺς παῖδας· καὶ γράφεται ὁ ἐπὶ τῆς οἰκίας τὰς διαθήκας παρανοίας. Εἰ τούτοις τὸ τέλος ἄχρηστόν ἐστι, κἂν γὰρ ἀνέλῃ τὰς διαθήκας, κατὰ τὸν νόμον τὸν κελεύοντα τὸν παῖδα ἐξ ἴσου κληρονομεῖν, οὐδὲν πλέον ἕξει· τίς οὖν ἡ δίκη, ἐν ᾗ ἐξ ἀμφοτέρων καὶ νικῶν καὶ νικώμενος ταῦτα πείσεται, κατὰ τὴν ἀντίῤῥητον ἀπολογίαν, ὅταν τὸ ἀναντίῤῥητον ἔχῃ ὁ ἀπολογούμενος, ὡς ἐπὶ τοῦ πρεσβεύοντος Δημοσθένους· ἐδολοφονήθη Δημόνικος, καὶ κρίνεται Δημοσθένης· ἐνταῦθα γὰρ ἀναντίῤῥητον τὸ μὴ ἐπιδημεῖν αὐτὸν τὸν Δημοσθένην· τοῦτο ἔοικε τῷ μονομερεῖ τῷ κατὰ τὸ ἐλλείπειν τὴν κατηγορίαν γενομένῳ· διαφέρει δὲ, ὅτι ἐκεῖ μὲν πάντη τῷ κατηγόρῳ λόγοι οὐ τυγχάνουσι, διὸ καὶ μονομερές ἐστιν· ἐνταῦθα δὲ εἰσὶ μὲν λόγοι, καὶ γὰρ ἡ ἔχθρα λειποταξίου, καὶ πάντα ταῦτα συντελεῖ πρὸς κατηγορίαν τοῦ Δημοσθένους· ἀναντίῤῥητος δέ ἐστιν ἡ ἀπολογία τὸ μὴ παρεῖναι Δημοσθένην· εἰ μὲν γὰρ ἐκρίνετο αὐτὸς συνειδότος ἢ ἐπιβουλῆς ἤ τινος τῶν τοιούτων, ὁ δὲ ἀπὼν ἠδύνατο ποιῆσαι, εἶχε χώραν ἡ κατηγορία· νῦν δὲ φόνου κρίνεται καὶ διὰ τοῦτο ἀσύστατόν ἐστιν· ἔοικε δὲ ἠρέμα πως τῷ ἀπιθάνῳ· καὶ γὰρ ἐκεῖ εἰσὶ μὲν λόγοι, οὐδὲν δὲ συντελοῦντες εἰς ἀπόδειξιν· διαφέρει δὲ, ὅτι ἐκεῖ μὲν παρὰ τὴν ποιότητα τοῦ προσώπου οἱ λόγοι ἐναντίαν ἔχουσι τῇ φύσει τοῦ προσώπου τὴν κατηγορίαν, καὶ ἄχρηστοί εἰσιν· ἐνταῦθα δὲ οἱ μὲν λόγοι ἁρμόζουσι τῇ ποιότητι τοῦ προσώπου καὶ πιθανοί εἰσιν, ὅσον κατὰ τὸ κρινόμενον πρόσωπον· ἐκ περιστάσεως δὲ ἄχρηστοι γίνονται.
5.71 Ἔστιν ἐν τούτοις καὶ τὸ παράνομον τῆς γραφῆς, ὡς εἴ τις φόνον πεποιηκὼς κρίνοιτο προδοσίας, καὶ τοῦτο ἀσύστατόν ἐστιν, ὅταν, ὃ πάντη μὴ πεποίηκεν, ἐγκαλῆται· ἔστι δὲ καὶ ἕτερα εἴδη, ἅπερ ὀνόματι διαφέρει τὰ αὐτὰ ὄντα, ὅ τε πριονίτης, ὃς ὁ αὐτός ἐστι τῷ ἰσάζοντι· κέκληται δὲ παρ’ ἐνίων τεχνικῶν πριονίτης διὰ τὸ καθάπερ ἐπὶ πρίονος· ἀμφοτέρους ἐξ ἴσου ἀνέχεσθαι πανταχοῦ· ἔστι δὲ καὶ ἕτερα, ἀλλὰ περιττὸν εἰς ἄπειρον μῆκος προάγειν, ἐκ τούτων γὰρ, καὶ εἰ ἄλλα εὑρεθείη, ῥᾴδιον κρῖναι. Παρὰ δὲ ταῦτα εἴδη ἐστὶν ἐγγὺς μὲν ἀσυστάτω ν , μελετώμενα δὲ ὅμω ς . Καλῶς καὶ προσηκόντως τῇ τέχνῃ διαλαβὼν περὶ τῶν πάντη μὴ παρεχόντων λόγους, ἀλλὰ ἀσυστάτων ὄντων, οὐκ εὐθὺς ἐπὶ τὰ συνεστηκότα ἔρχεται, ἀλλὰ πρῶτον τάττει, ἃ ἔχει μέν τινας ἀφορμὰς λόγων, οὐ συνέστηκε δὲ, ἀλλ’ ὥσπερ μεσότητά τινα ἔχει μεταξὺ τοῦ συνεστηκέναι τε καὶ ἀσύστατα εἶναι, ἵνα οὕτως ἐπὶ τὰ τελείως συνεστηκότα ἔλθῃ. Καὶ πρῶτον μὲν τὸ ἑτεροῤῥεπὲ ς · ἑτεροῤῥεπὲς δέ ἐστιν, ὃ μήτε τοὺς αὐτοὺς λόγους ἔχει ἑκατέρωθεν ἰσχυροὺς, μήτε πάντη ἐλλελειμμένους, ἀλλ’ ἑνὶ μὲν μέρει ἰσχυροὺς καὶ πλείονας· τῷ δὲ ἑτέρῳ εὐτελεστέρους μὲν, ἔχοντας δὲ πρὸς τὴν ἀπολογίαν ἰσχὺν, ὡς δὲ βουλευόμενοι τὸν Κριτίαν ἀποσπᾷν ἐκ τῶν Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνων· ἐνταῦθα γὰρ ἡ μὲν κατηγορία καὶ ἡ ποιότης τοῦ προσώπου τοῦ Κριτίου τὴν μεγίστην ἰσχὺν ἔχει καὶ καταδρομήν· ἡ δὲ ἀπολογία βραχεῖά τίς ἐστι καὶ γλίσχρα, οὔτε γὰρ ἐπαινέσαι δύνασαι τοῦτον ὑπὲρ οὗ τοὺς λόγους ποιεῖται, ὅπερ ἐστὶν ἀεὶ ἐν ταῖς ἀπολογίαις, οὔτε ἐλλελειμμένης τῆς ποιότητος τοῦ προσώπου ἐπὶ τὰ πράγματα καταφεύξεται· καὶ οὐ δεινὰ τὰ πεπραγμένα αὐτῷ, ἀλλ’ ἀμφοτέροις τούτοις ἁλισκόμενος ἐπὶ τὸν τῶν εἰκόνων νόμον, καταφεύξεται, ὡς χρὴ τούτοις τὴν δημοκρατείαν κυρῶσαι, τῷ μὴ τὸν παρ’ αὐτῇ κρατοῦντα νόμον λυθῆναι· καὶ αὐτὸς δέ πως ἀσθενής ἐστι, τύραννον εἰς τυραννοκτόνων εἰκόνα οὐκ ἐχρῆν καταφεύγειν, ὁποῖοι εἰ ἔζων αὐτοὶ ἦσαν οἱ πολεμοῦντες αὐτῷ· εἶτα τὸ κακόπλαστο ν · κακόπλαστον δέ ἐστι τὸ παρὰ ἱστορίαν, ὅταν μὴ ἀκολούθως ταῖς ἱστορίαις τὴν πλάσιν ἔχῃ· ὅταν συμβουλεύῃ τις Περικλέα στρατηγεῖν ἐν Χαιρωνείᾳ, ἢ Δημοσθένην πρεσβεύειν ἐν τοῖς Πελοποννησιακοῖς· οὔπω γὰρ ἦν γενόμενος· τούτοις δὲ ἔοικε τῷ ἀδυνάτῳ· λόγους μὲν γὰρ ἔχει καὶ πιθανοὺς καὶ ἱκανοὺς, ἀδύνατον δὲ τὴν ἔκβασιν, πῶς δ’ ἂν μελετηθείη προςδιορίσατο ἐν τῷ ὅρῳ, ὅτι καθ’ ὑπόθεσίν ἐστιν ὁ λόγος, ὥσπερ καὶ κατὰ μέρος ἔν τισι λόγοις ὁ Δημοσθένης τὸ καθ’ ὑπόθεσιν σχῆμα τίθησιν· εἰ ἐκρινόμην μὲν ἐγὼ, κατηγόρει δὲ Αἰσχίνης, Φίλιππος ἦν ὁ κρίνων· ταῦτα γὰρ οὔτε ἐγένετο, οὔτε ἐδύνατο· ἀλλὰ τῷ καθ’ ὑπόθεσιν τὴν κατασκευὴν ἔχει, οὐ τῷ καθ’ ὑπόθεσιν, οἷον εἰ ὁρίσαιο ἐνταῦθα, ὅπως ἂν εἰ παριόντος Περικλέους οἱ λόγοι γίνονται, ἢ γεγονότος Δημοσθένους, ἄλλως γὰρ ἀδύνατόν τε καὶ εὔηθές ἐστιν.
5.73 Ἐν τούτοις καὶ τὸ προειλημμένον δὲ, ἔνθα πρόδηλος ἡ τοῦ δικαστοῦ κρίσις διὰ τὴν ποιότητα τοῦ κρινομένου προσώπου, ἢ ἀναντίῤῥητον ἔχουσα τὴν ἀρετὴν καὶ διὰ τοῦτο προδήλως σωζομένη, ἢ ἀναντίῤῥητον κακίαν καὶ διὰ τοῦτο προδήλως ἀπολλυμένη· καὶ ὁ μὲν τεχνικὸς δι’ ἀρετὴν μόνον λέγει τὸ προειλημμένον· γίνεται δὲ καὶ διὰ κακίαν, ὡς εἰ Πολυτίων κρίνοιτο προαγωγείας, προείληπται γὰρ κρίσις, ὅτι καταψηφιοῦνται αὐτοῦ τὸ εἶναι προαγωγὸν, ἢ ὅταν ὁμολογουμένως ἡταιρηκὼς κρίνηται, ὅπερ Αἰσχίνης κατασκευάζει ἐν τῷ κατὰ Τιμάρχου, λέγων τοὺς Τιμάρχου τοὺς κατηγόρους ἢ ἐκ τῶν ἡταιρηκότων ἢ ἐκ τῶν χρωμένων τοῖς παισὶν, ἢ ἐκ τῶν ἀσώτων εἶναι· τοῦτο γὰρ οὐχ ἁπλῶς λέγει, ἀλλὰ προκαταλαμβάνων τὸν δικαστὴν εἰς τὸ πάντως καταψηφίσασθαι, δεδιότα μὴ ἐκ τοῦ ἀφεῖναι τὴν ὁμοίαν ὑπόνοιαν λάβῃ Τιμάρχῳ. Ἐζήτηται δὲ ζήτημα καὶ σφόδρα ἱκανὸν, τί δήποτε ἐν μὲν τῷ ὅρῳ τῶν συνεστώτων ἐν τοῖς ἀσυστάτοις ἔλαβε τὸ προειλημμένον· ἐνταῦθα δὲ ἐν τοῖς δυναμένοις μελετᾶσθαι· εἰ γὰρ ἐδείξαμεν, ὅτι κατὰ τὸ ἐναντίον τὰ ἀσύστατα λέγει, εἰπὼν τὰ ἔχοντα ἐξ ἑκατέρων λόγους, ἵνα σημαίνῃ τὸ μονομερὲς ὡς μὴ ἔχον, καὶ τὸ πιθανὸν, ἵνα σημαίνῃ τὸ ἀπίθανον, καὶ τὰ ἑξῆς, ὁμοίως ἐν οἷς φησιν, ἔστι δὲ, ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖς τὸ τῆς κρίσεως ἀφανὲς καὶ μὴ προειλημμένον ἐκ τοῦ ἐναντίου, ὡς εἴγε προείληπται ἀσύστατον τοῦτο οἶδεν· πῶς οὖν ἐκεῖ ἐν τοῖς πάντη ἀσυστάτοις αὐτὸ ἔλαβεν, καὶ ἐνταῦθα ἐν τοῖς δυναμένοις μελετᾶσθαι· ἡ λύσις αὕτη ἦν, αὐτὸς μὲν οὐ τέθεικεν, ἔστιν δὲ εἰπεῖν, ὅτι παρὰ μὲν τοῖς εὐεργετηθεῖσι δικασταῖς πάντη ἀσύστατον, οὐδὲ γὰρ εἰς ἀντιλογίαν ἔρχονται εἰς τὸ τὸν εὐεργέτην ἀφεῖναι· παρὰ δὲ ἑτέροις δικασταῖς οὐ προείληπται· πάντες γὰρ οἱ δικασταὶ, ὅταν αὐτοὶ μὴ ἀδικῶνται, κρίνηται δὲ εὐεργέτης ὁ τῶν δήποτε ἀναγκαίων, τινὰ εὔνοιαν αὐτῷ ἔχουσιν, ὡς ἐλευθερώσαντι δημοκρατίαν ἄλλην.
5.74 Τάχα δ ’ ἂν καὶ παρὰ ταῦτα εὑρεθεί η · οἶδε καὶ αὐτὸς παρείς τινα, ὧν πρῶτόν ἐστι τὸ κατὰ ἦθος καὶ μάχην, νόμος τοὺς πρεσβευτὰς μὴ συμπλεῖν· πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικὰ ἐπρέσβευον ἀμφότεροι· ἡ τοῦ πένητος ναῦς ἐναυάγησεν, προσενήξατο ὁ πένης τῇ τοῦ πλουσίου νηῒ, οὐκ ἐλάμβανεν αὐτὸν, καὶ ἀπέθανεν, καὶ κρίνεται ὁ πλούσιος· ἐνταῦθα μὲν τὸ ἦθος· ὡμολόγηται γὰρ, ὅτι ὡς ἐχθρὸν αὐτὸν οὐκ ἂν ἔλαβεν, ἡ δὲ τοῦ νόμου ἰσχὺς δίδωσι λόγους· καὶ κατὰ μὲν τὴν μάχην τῶν λόγων ἐξετάζεται, τὸ δὲ ἦθος πρόδηλόν ἐστιν. ἔοικε δὲ τοῦτο ἠρέμα τῷ προειλημμένῳ, πλὴν ὅσον τοῦτο μὲν ἔχει τὰς νομίμους ἀπολογίας· ἐκεῖ δὲ ἀπὸ τῆς ποιότητος τοῦ προσώπου τὸ προσειλῆφθαι ἔχει. Εἴδους γὰρ ἕνεκα προβλημάτων καὶ τρόπου περίεργον ἂν εἴη λέγει ν . Ἐνταῦθα πρὸς Μινουκιανὸν ἀνίττεται ἐπιχειρήσαντα περὶ εἴδους εἰπεῖν, ἐσφάλη δὲ εἰπὼν, προβλήματα γάρ· προβλήματα σημαίνει τὰ ἀσύστατα, ἅπερ τῷ μὴ μελετᾶσθαι οὔτε τρόπον οὔτε εἶδος ἔχει· ἐχρῆν οὖν εἰπεῖν ζητημάτων. Τὰ μὲν γὰρ εἴδη καὶ τοὺς τρόπους διὰ τοῦτο μανθάνομε ν , ἵνα ταῖς οἰκείαις ἰδέαις τῶν λόγων χρώμενοι τὰ προβλήματα μελετῶμε ν , οἷον δικανικῶς τὸ δικανικό ν · καὶ σφόδρα ἀκριβῶς τὸν περὶ ἰδεῶν λόγον αὐτὸς ἐπιστάμενος τὰ μέγιστα διέσφαλται ὡς ἀναντίῤῥητόν τι ἐπάγων, ὅτι δεῖ ἀκολούθως τῷ εἴδει τοὺς λόγους γίνεσθαι· δείκνυται γὰρ, ὅτι οὐ πάντοτε τὸ δικανικὸν δικανικῶς μελετᾶται, ἐν οἷς τὸν περὶ στεφάνου λόγον ὁ Δημοσθένης δικανικὸν ὄντα οὐ δικανικῶς ἐμελέτησε, καὶ τὸν πρὸς Λεπτίνην μικτῶς· καὶ συμβουλευτικῶς τὸ συμβουλευτικόν· καὶ δικανικὸς μὲν χαρακτήρ ἐστιν ὁ λεπτὸς καὶ πυκνὸς καὶ συλλογιστικὸς, ὡς καὶ αὐτός φησιν, οἷον ὁ κατὰ Τιμοκράτους, ὁ κατὰ Ἀριστοκράτους; συμβουλευτικοῦ δ’ ἡμῖν χαρακτῆρος ἰδέαν οὐκ ἔταξεν.
5.75 Πῶς οὖν λέγει συμβουλευτικῶς τὸ συμβουλευτικὸν, καὶ πανηγυρικῶς τὰ ἔνδοξα; αὐτὸς μὲν παρῆκεν, ἀναγκαῖον δὲ εἰπεῖν. Τέσσαρα εἴδη παντοίων ζητημάτων, ἔνδοξα, ἄδοξα, ἀμφίδοξα, ἑτερόδοξα. καὶ ἔνδοξα μὲν, ἔνθα καὶ τὰ πρόσωπα καὶ τὰ πράγματα εὐδοκιμεῖ, οἷον συμβουλεύει Θεμιστοκλῆς πολεμεῖν τῷ Πέρσῃ· ἢ Περικλῆς περὶ τῆς ἡγεμονίας ἀμφισβητεῖ, ἐνταῦθα γὰρ ἔνδοξον τὸ πρᾶγμα· εἰσηγούμενοι δὲ τὸ πρόσωπον ἀκολούθως τῷ περὶ αὐτοῦ λόγῳ· ἄδοξα δὲ, ὅταν τὸ ἐναντίον ἢ Φρύνων προαγωγείας κρινόμενος· ἀμφίδοξα δὲ, ὅταν τὰ μὲν πρόσωπα ἔνδοξα ᾖ, τὰ δὲ πράγματα ἄδοξα· οἷον Περικλῆς κρίνεται προδοσίας, διὰ τὸ μὴ τμηθῆναι τοὺς ἀγρούς· ἑτερόδοξα δὲ, ὅταν πονηρὸν πρόσωπον ἔνδοξον πρᾶγμα πεποιηκὸς ᾖ· οἷον ἑταίρα τύραννον ἀπέκτεινε καὶ δωρεὰν αἰτεῖ ἀριστεῖ συνοικεῖν· ἐνταῦθα γὰρ ὥσπερ ἐναλλαγαί εἰσι καὶ διάφοροι δόξαι· τὸ μὲν γὰρ εἶναι ἄνωθεν ἑταίραν διαβέβληται, τὸ δὲ ἀποκτεῖναι τὸν τύραννον εὐδοξεῖ· καὶ τὸ αἰτεῖν δωρεὰν ἐπαινετόν· τὸ δὲ ἀριστεῖ συνοικεῖν τῇ τοῦ ἀριστέως ποιότητι καὶ τῇ τῆς ἑταίρας ἀλλοίαν τὴν δόξαν δίδωσιν· ἀλλοῖαι γὰρ καὶ διάφοροι ποιότητες ἐν τοῖς τοιούτοις εὑρίσκονται ζητήμασι· καὶ εἴδη μὲν ταῦτα· τρόποι δὲ πανηγυρικὸν, περιπαθὲς, ἀπαθὲς, μικτόν· πανηγυρικὸν μὲν, ὅταν μηδὲν ἕτερον, ἢ ἀγαθῶν τῶν πεπραγμένων ὄντων πανηγυρικόν τινα τύπον ὁ λόγος ἔχῃ· οἷον Μιλτιάδης μετὰ τὰ ἐν Μαραθῶνι συμβουλεύει θύειν Πανί· περιπαθὲς δὲ, ὡς ὁ τὸν παῖδα τῶν σαρκῶν ἑαυτοῦ γευσάμενον ἀποκτείνας καὶ κρινόμενος παρὰ τῆς γυναικὸς, πάθος γὰρ παντελὲς τοῦτο· ἀπαθὲς δὲ, ὃ μήτε πανηγυρικόν ἐστι, μήτε πάθος ἔχει, ὡς τὰ κοινὰ τῶν ζητημάτων.
5.76 Παρίστατό τις ἐπ’ ἐρημίας νεοσφαγεῖ σώματι καὶ φόνου φεύγει· ἐνταῦθα γὰρ οὔτε πάθος πέπονθεν, ἵνα περιπαθὲς ἦν, οὔτε ἡδονῆς ἐντός ἐστιν, ἵνα πανηγυρικὸν ᾖ, καὶ τὰ ἄλλα ὁμοίως· ταῦτα μὲν οὖν τὰ ἀπαθῆ. μικτὰ δὲ, ἐν οἷς καὶ πάθος ἐστὶ καὶ φιλοτιμία· ὡραίου μειρακίου τύραννος ἐρασθεὶς ᾔτησεν ἀπειλήσας πόλεμον εἰ μὴ λάβοι· εἵλετο τὸν πόλεμον ἡ πόλις· μετὰ ταῦτα ἐπεστράτευσεν ὁ τύραννος, πολιορκουμένης τῆς πόλεως ὁ πατὴρ τὸν υἱὸν ἀπέσφαξε καὶ ἀπέδειξε τῷ τυράννῳ, καὶ ἀνέζευξε καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ τὸ μὲν τελευτῆσαι τὸν παῖδα πάθος ποιεῖ, ἡ δὲ ἀπαλλαγὴ τῆς πολιορκίας καὶ τὸ ὑπὲρ ἀρετῆς καὶ σωφροσύνης ἀναιρεθῆναι, καὶ τὸ πρότερον ὄντα ἐπαινούμενον ἐπισφραγῖσαι τῷ θανάτῳ τὴν ἀρετὴν δίδωσιν αὐτῷ, φιλοτιμίαν ἅμα καὶ τὸ ἐν τούτοις πανηγυρίσαι· καὶ εἴδη μὲν καὶ τρόποι προβλημάτων οὗτοι. Μηδὲ αὐτὸ δὴ τοῦτο τὰς καλουμένας στάσει ς . οὐ τίθεται τῷ λόγῳ τοῦ Μινουκιανοῦ· ὁ γὰρ Μινουκιανὸς λέγει τὴν στάσιν ἀπὸ τούτου εἰρῆσθαι, ἀπὸ τῆς γενικωτέρας τῆς ἐν ταῖς πόλεσι στάσεως· διὰ τοῦτο οὖν εἶπε τὰς λεγομένας στάσεις οὐκ οἶδα ὅπως αὐτὸ τοῦτο ὄνομα ἐχούσας, ὡς ἐκ τῶν παρακατιόντων σημαίνει, λέγων ὡς οὐ περιεργάζομαι, ὅθεν εἴρηται τὸ ὄνομα, ἀλλὰ κοινὸν ἢ καὶ συμβεβηκὸς ἐῶ, τοῦτο τυγχάνειν. Ἄλλως τε κἂν ἐπιχειρήσωμεν λέγει ν , ἐνταῦθα τὸ ἑαυτοῦ σύγγραμμα ἐπαινεῖ, τὸν περὶ ἰδεῶν λόγον ἐξαίρετον καὶ ἰδιάζοντα καὶ οὐ δυνάμενον μετά τινος ἄλλου ζητεῖσθαι ἐν αὐτῷ λέγει.
5.77 Διαιρήσει τοίνυν ὀρθῶ ς · φθάσαντες ἀπεδείξαμεν, ὡς ἡ τῶν προσώπων καὶ πραγμάτων διαφορὰ συνεστηκός τε καὶ ἀσύστατον ποιεῖ ζήτημα· καὶ τὰς στάσεις ἀμείβει· ὥσπερ ἐπὶ τοῦ πορνοβοσκοῦ εἰ ἀμείψεις τὸ πρόσωπον καὶ ποιήσεις φιλόσοφον ἢ ἀριστέα, συνεστηκός ἐστι τὸ ζήτημα· δῆλον οὖν ὡς αὐτός φησιν, ὡς ἀναγκαῖόν ἐστι τὴν τῶν προσώπων καὶ πραγμάτων διαφορὰν γνωρίσαι. Ὅθεν γὰρ εἴρηται στάσι ς , εἴτε ἀπὸ τοῦ στασιάζειν τοὺς ἀγωνιζομένου ς · ταῦτα πρὸς τὸν Μινουκιανὸν αἰνίττεται· ὁ γὰρ Μινουκιανὸς εἶπεν, ὅτι εἴρηται στάσις ἢ παρὰ τὸ στασιάζειν ἐν ἑαυτοῖς τοὺς στασιαζομένους, ἢ παρὰ τὸ ἵστασθαι εἰς τὸ βῆμα, ἢ παρὰ τὸ ἐνίστασθαι τοῖς δικαίοις ἑαυτοῦ ἕκαστον, ἢ παρὰ τὸ τοὺς δικαστὰς ἐν ἑαυτοῖς ἀμφιβάλλειν, οὐδέποτε γὰρ ἅμα πάντες ὁμογνώμονες γίνονται οἱ δικασταί· ἐπεὶ προειλημμένον ἐστὶ τὸ ζήτημα, ἢ ἄλλως ἀσύστατον· ἢ στάσις εἴρηται παρὰ τὸ σταθηρὰς ἔχειν τὰς ἀποδείξεις πρὸς ἀντιδιαστολὴν τῶν ἀσυστάτων· καὶ γὰρ ἐκεῖνα οὐκ ἔχουσι σταθηράς. Ὄνομα δὲ ἀφεὶς τοῦτο κοινό ν · ὅπερ ἔφαμεν, δείκνυται τοῦτο δεικνύμενος, ὅτι πρὸς τὴν γενικωτέραν στάσιν εἴρηται· τὸ γὰρ κοινὸν, ὡς πρὸς ἄλλο ἐστὶν· τοῦτο οὖν λέγει, ὅτι κοινὸν, ὡς τῆς τῶν πολλῶν στάσεως ὄνομα. Εἴπωμεν οὖν ὅρον στάσεως· στάσις ἐστὶ φάσις, τοῦ ἢ πεπρᾶχθαι ἢ κληθῆναι, ἢ ποιότητος ἐξέτασις· φάσις ἐστὶν ἀπόφασις καὶ κατάφασις, ὃ σημαίνει τὸ αἴτιον καὶ τὸ συνέχον, καὶ περὶ τοῦ κρινομένου ὁ ὅρος διαλαμβάνει· ἐν γὰρ τῷ εἰ πέπρακται, ἡ ζήτησίς ἐστι στοχαστική.
5.78 ἐν δὲ τῷ ἐγκληθῆναι ἡ ὁρική· ἐν δὲ τῇ ποιότητι αἱ λοιπαὶ στάσεις· ὥστε τὰ τρία, περὶ ὧν αἱ πᾶσαι τῶν στάσεων ζητήσεις, ὁ ὅρος περιέλαβεν· οἱ δὲ οὕτως· φάσις μερικῶν ἐν ἀμφισβητήσει πολιτικῶν πραγμάτων. Φάσις μὲν οὖν ἐδηλώσαμεν ἢ ἀπόφασις καὶ κατάφασις μερικῶν καὶ διὰ τοὺς φιλοσόφους· καὶ οὗτοι γὰρ ἔχουσι ζήτησιν, ἀλλ’ οὐ περὶ μερικῶν, ἀλλὰ καθολικῶν πραγμάτων. διὰ τοὺς ἰατρούς· κἀκεῖνοι γὰρ ἔχουσι μερικὴν φάσιν καὶ ἀπόφασιν, ἀλλ’ οὐ περὶ πολιτικῶν πραγμάτων. οἱ δὲ οὕτως· ζήτησις πολιτικὴ, ἐφ’ ἣν αἱ κατὰ μέρος πίστεις ἀνάγονται τῶν ἐν τῷ ζητήματι ζητουμένων· ζήτησις μὲν οὖν, ὅτι ἐζήτηται, καὶ οὐχ ὡμολόγηται· πολιτικὴ δὲ διὰ τοὺς ἰατροὺς καὶ φιλοσόφους, ἐφ’ ἣν αἱ κατὰ μέρος πίστεις ἀνάγονται. τῶν ἐν τῷ ζητήματι, ἐπειδὴ ἑκάστη στάσις ἴδια ἔχει κεφάλαια· αἱ κατὰ μέρος οὖν πίστεις εἰσὶ τὰ κεφάλαια τὰ ἐν τῷ ζητήματι ζητούμενα ἁρμοζόντως εἶναι τῇ στάσει. Καὶ οὗτοι μὲν εὖ ἔχοντες ὅροι· εἰσὶ δὲ καὶ ἄλλοι μὴ ἀκριβεῖς, οὓς περιττὸν προθεῖναι, ὥσπερ οὗτος ὁ καὶ δοκῶν Ἑρμαγόρου εἶναι. Φάσις πολιτικὴ πρὸς ἀπόδειξιν φερομένη τοῦ ζητήματος· ὑγιῶς ὁ ὅρος οὐκ ἔχει· ἡ γὰρ φάσις οὐ πρὸς ἀπόδειξιν φέρεται, ἀλλ’ αὐτὴ ἀποδείκνυται, οἷόν τε λέγω, ἐὰν εἴπω ὅτι καὶ τὸ τῆς αἰτίας κατ’ αὐτὸ τὸ εἰπεῖν μὴ ὅτι— —εἰς ἀπόδειξιν φέρεται, ἀλλὰ δι’ ἑτέρων πρὸς ἀπόδειξιν· οὐχ ἡ φάσις οὖν ἀποδείκνυσιν, ἀλλ’ αὐτὴ κατασκευάζεται. περιττὸν οὖν πλείονας οὐκ εἶ ἔχοντας ὅρους εἰπεῖν. Τὴν μέθοδον ἐνταῦθα προθεὶς ποιήσομαι τὴν ἀρχὴν τῆς διαιρέσεως ἀπὸ στοχασμο ῦ . ἐπειδὴ γὰρ περὶ ὑπάρξεως ἦν ἡ ζήτησις, πᾶσα δὲ ὕπαρξις πρὸ τῶν ἄλλων ἐστὶ φυσικῶς, ἀδύνατον ἦν πρὶν δειχθῆναι ὅτι ὑπῆρξε τὸ πρᾶγμα, ἑτέρου τινὸς τὴν ἐξέτασιν γενέσθαι· καὶ ἐπειδὴ φυσικῶς ὁ στοχασμὸς κἀν ταῖς ἄλλαις ὑποπίπτει στάσεσιν, ἢ κατὰ τὴν τῶν νομοθετῶν διάνοιαν ἡνίκα ἐξετάζεται, ἢ κατὰ τὴν τοῦ πεπονθότος ὡς ἐν ταῖς ἀντιθετικαῖς, ἢ καθ’ ἕτερά τινα, ἀναγκαῖον, ὃ φυσικῶς ἐν πάσαις ἐστὶ, πρῶτον εἶναι τῶν ἄλλων· ἐπινενόηται δὲ ἡμῖν πρὸς σαφήνειαν ἑτέρα μέθοδος, δι’ ἧς τὰς στάσεις ἐπιγνωσόμεθα, ἣ καὶ ὑποτέτακται.
5.79 Μέθοδος διάφορος παρὰ τῶν ἀρχαίων δέδοται τῶν στάσεων διαιρέσεως. καὶ ὁ μὲν Ἑρμαγόρας ἑπτὰ μόνας στάσεις, στοχασμὸν, πραγματικὴν, ποιότητα, νομικὴν, δικαιολογίαν καὶ μετάληψιν, ἣν τέμνουσιν εἴς τε ἔγγραφον καὶ ἄγραφον· οἱ δὲ μεταγενέστεροι ἕξ· στοχασμὸν, ὅρον, πραγματικὴν, ἀντίθεσιν, νομικὴν, μετάληψιν. Λολλιανὸς δὲ στοχασμὸν, ὅρον, ποιότητα, μετάληψιν· ἡ δὲ ἀκριβεστέρα διαίρεσις τῶν καθ’ ἕκαστα στάσεων αὕτη ἐστίν· πᾶν πρᾶγμα πρώτην ἔχει ζήτησιν περὶ τοῦ δῆλον εἶναι ἢ ἀφανὲς, λέγει δὲ οὐ κατὰ τὴν κρίσιν τῶν δικαστῶν· κοινὸν γὰρ τοῦτο τῶν στάσεων, ἐπεὶ πᾶν πρᾶγμα ὑπὸ μίαν στάσιν ἀνάγεται· εἰ γὰρ εἴη δῆλον, ἀσύστατον ἔσται, ἀλλ’ ἀφανές ἐστιν κατὰ τὸ εἰ ἐγένετο ἢ μέλλει γενέσθαι ἢ γίνεται. Κἂν μὲν ἄδηλον ᾖ, στοχασμὸν ποιεῖ· στοχασμὸς γάρ ἐστιν, ἔνθα ὁ μὲν κατήγορος ἀνατίθησιν ὅλον τῷ φεύγοντι, ὁ δὲ φεύγων ἀρνεῖται πεποιηκέναι παντελῶς· σημεῖον δέ τι σαφὲς καὶ ἀνεύθυνον πρὸς ἀπόδειξιν φέρεται παρὰ τοῦ κατηγόρου, ὡς ἐπὶ τούτου· πλούσιος ἐν συμποσίῳ ὤμοσε τυραννήσειν· ὁ πένης ἀντώμοσε τυραννοκτονήσειν· ηὕρηται νεκρὸς ἀσκύλευτος ὁ πένης τῇ ὑστεραίᾳ καὶ κρίνεται ὁ πλούσιος φόνου· ἐνταῦθα ἡ ζήτησις περὶ τοῦ εἰ ἐφόνευσεν ἐστίν· καὶ ὁ μὲν ἀπολογεῖται περὶ τοῦ μηδὲν ὅλως ἐπικεχειρηκέναι, ὁ δὲ ὅλον αὐτῷ ἀνατίθησιν τὸ ἀδίκημα· σημεῖον δέ ἐστι σαφὲς τὸ ὀμόσαι τοῦτον τυραννοκτονήσειν· οἰκεῖον δὲ στοχασμοῦ τὸ ἕτερον εἶναι τὸ γεγενημένον· ἕτερον δὲ τὸ ἐγκαλούμενον· ἐὰν μὲν τὸ γεγενημένον δῆλον ᾖ, ὅτι ἐγένετο ἡ ζήτησις εἰ τελείως γέγονεν ἢ ἀτελῶς κατὰ τὸ ἔχειν ὄνομα τὸ πρᾶγμα, καὶ ποιεῖ ὅρον· ὅρος γάρ ἐστιν ὀνόματος ζήτησις, ὅτι δεῖ κληθῆναι τὸ γεγενημένον, ἤγουν ἀμφισβήτησις ἐκ τοῦ ἐλλείπειν τί γίνεται, ὃ προςτεθὲν λύει τὴν ἀμφισβήτησιν, ὡς ἐπὶ τούτου· συνεχῶς τῷ πένητι ἐπανέτεινεν ὁ πλούσιος τὴν χεῖρα, καὶ κρίνει αὐτὸν ὕβρεως· ἐνταῦθα γὰρ πέπρακται μὲν τὸ ἐπανατείνασθαι τῷ πλουσίῳ, λείπει δὲ τὸ τυπτῆσαι, ἵνα μηκέτι ἀμφισβήτησις ᾖ τῷ ὀνόματι· ἐὰν δὲ σαφὲς ᾖ καὶ τέλειον, ἤτοι περὶ τοῦ μέλλοντός ἐστιν, ἐν ᾧ ζήτησις, εἰ συμφέρει τόδε γενέσθαι ἢ κυρωθῆναι ἢ δοθῆναι καὶ ποιεῖ πραγματικήν· πραγματικὴ γάρ ἐστι μέλλοντος πράγματος δοκιμασία, εἰ δεῖ γενέσθαι ἢ δοθῆναι τόδε τι· καὶ τούτου παράδειγμα οἱ συμβουλευτικοί· καὶ τοῦ εἰ δεῖ δοθῆναί τι, Κλέων μετὰ τὰ ἐν Πύλῳ ἀξιοῖ Πύθιος καλεῖσθαι· ἐνταῦθα γὰρ τὸ μὲν δοθῆναι οὐκέτι ζητεῖται, τὸ δὲ μέγεθος τῆς δωρεᾶς ἐζήτηται· ἐὰν δὲ πεπραγμένον εἴη, ἡ ζήτησις αὐτοῦ περὶ τὴν ποιότητα γίνεται, ἥτις τέμνεται εἰς δύο· ἢ γὰρ ῥητὸν παραβεβασμένον ἢ δοκοῦν παραβεβάσθαι ποιεῖ τὴν ζήτησιν· ἢ τὸ πρᾶγμα αὐτὸ καθ’ αὑτὸ δοκιμαζόμενον· κἂν μὲν ῥητὸν ᾖ, ποιεῖ τὰς νομικὰς, περὶ ὧν ὕστερον ἐροῦμεν· ἐὰν δὲ τὸ πρᾶγμα ὁμολογῇ πεποιηκέναι ὁ φεύγων καὶ οὐδὲ ἀδίκημα ᾖ τὸ γεγενημένον, ἀλλ’ ἐπ’ ἐξουσίας γίνεσθαι κατὰ φύσιν ἢ νόμον, ἢ τέχνην, ποιεῖ ἀντίληψιν· ἀντίληψις γάρ ἐστι πράγματος εἶναι δοκοῦντος ἀνευθύνου ὡς ἐπὶ τὸ πολὺ ἐκ περιστάσεως κατηγορία γινομένη· ὡς ἐπὶ τούτου· ἐν πόλει δημοκρατουμένῃ ῥήτωρ ἔγραψε τυραννίδος ἐγκώμιον, πολλοὶ ἁλίσκονται ὁμονοίᾳ τυραννίδος ἐπιθέσεως, καὶ κρίνεται ὁ ῥήτωρ.
5.80 ἐὰν δὲ ὁμολογῇ τὸ ἀδίκημα εἶναι ὁ φεύγων, πάντως αἰτίαν, δι’ ἣν ἐποίησεν, ἐρεῖ· ἡ δὲ αἰτία εἰς δύο τέμνεται· ἢ γὰρ ὁμολογεῖ ἑκὼν πεποιηκέναι, καὶ τοῦτο τὸ ἑκούσιον εἰς δύο τέμνεται· κἂν μὲν γὰρ εὐεργέτημα μεῖζον ἐπιδείξῃ, ποιεῖ ἀντίστασιν· ἀντίστασις γάρ ἐστιν ἐξ ἀδικήματος ὁμολογουμένου ἀναφυομένη εὐεργεσία, ὡς ἐπὶ τούτου· ἐξέφερέν τινα ἐπὶ τοὺς πολεμίους ἵππος, συστρατιώτης παραδραμὼν ἀπέσφαξε τὸν ἵππον, μετὰ τὴν μάχην κρίνει αὐτὸν βλάβης· ἐνταῦθα γὰρ ἑκούσιον ἀδίκημα τὸ ἀποκτεῖναι τὸν ἵππον· ἐξ αὐτοῦ δὲ ἀναφύεται εὐεργέτημα μεῖζον, ἡ σωτηρία τοῦ στρατιώτου· ἢ ὁμολογῶν εἶναι ἀδίκημα ἄξιον εἶναι τὸν πεπονθότα λέγει καὶ διὰ τοῦτο πεποιηκέναι, καὶ ποιεῖ ἀντέγκλημα, ὡς ἐπὶ τοῦ „τρισαριστεὺς τὸν υἱὸν ἑταιροῦντα ἀπέσφαξε καὶ κρίνεται φόνου“· ἐνταῦθα γὰρ ὁ μὲν φόνος πονηρὸν, ἡ δὲ ποιότης τοῦ ἀριστέως καὶ ἡ διαβολὴ τοῦ ἡταιρηκότος δίδωσιν αὐτῷ ἐξουσίαν τοῦ λέγειν, ὡς ἄξιος εἴη ταῦτα παθεῖν.
5.81 Τὸ δὲ ἕτερον, τὸ μὴ βεβουλῆσθαι, πάλιν εἰς δύο τέμνεται· ὁμολογεῖ μὲν γὰρ εἶναι ἀδίκημα, βεβιάσθαι δὲ λέγει, κἂν μὲν εἴς τι τῶν ἔξωθεν ἀναφέρηται τὴν αἰτίαν καὶ δείξῃ ἕτερον τὸ βεβιασμένον, μετάστασιν ποιεῖ, ὡς ἐπὶ τούτου· σκηπτοὶ συνεχεῖς εἰς τὴν Πλαταιέων πολιορκίαν κατῄεσαν· ἔζευξεν ὁ Ἀρχίδαμος καὶ κρίνεται· ἐπὶ τοὺς σκηπτοὺς τὴν αἰτίαν ἀνατίθησιν· εἰ δὲ τὴν ψυχὴν αὐτοῦ βεβιάσθαι λέγῃ, καὶ ἢ φόβον ἢ ἄγνοιαν ἤ τι τῶν τῆς ψυχῆς παθῶν αἴτιον εἶναι λέγῃ, ποιεῖ συγγνώμην, ὡς ἐπὶ τούτου· δι’ ἔρωτα τὸν υἱὸν ἔμελλεν ἀποκηρύττειν ὁ πατήρ· ἐπηγγείλατο μετ’ ἐνιαυτὸν παύσασθαι τοῦ ἔρωτος, παρελθόντος τοῦ ἐνιαυτοῦ ὁμοίως ἤρα καὶ ἀποκηρύσσεται· ἢ οὕτως, τύραννος ἀπῄτησεν υἱὸν τυπτῆσαι τὸν πατέρα· οὐ βουλόμενον ἀπέσφαξε, καὶ τὸν δεύτερον ὁμοίως καὶ αὐτὸν οὐ βουλόμενον ἀπέσφαξεν· ὁ τρίτος ἐτύπτησε· καταλυθείσης τῆς τυραννίδος νόμου ὄντος τὸν πατραλοίαν θανάτῳ ζημιοῦσθαι, ὑπάγεται τῷ νόμῳ καὶ ἀπολογεῖται· ἐνταῦθα γὰρ τὸ δέος καὶ τὴν ἀπὸ τοῦ τυράννου ἀνάγκην προφέρει καὶ ποιεῖ συγγνώμην· ἐὰν δὲ ἀπὸ τοῦ ῥητοῦ καὶ περὶ τὸ ῥητὸν ὑπάρχῃ τις ζήτησις, ἤτοι ἐναντίον ῥητὸν ἕτερον φέροντες λύομεν τὸ παραβεβασμένον ῥητὸν καὶ ποιοῦμεν ἀντινομίαν· ἀντινομία γάρ ἐστι δύο ῥητῶν οὐ φύσει μὲν ἐναντίων, ἐκ συμβεβηκότος δέ τινος ἐναντίωσιν ἐχόντων ὡς ἐπὶ τούτου, τὸν μοιχὸν μὴ εἰσιέναι εἰς τὸ ἱερὸν, καὶ τὸν ἀριστέα εἰς ἱερὸν ἀνατιθέναι τὴν σκευήν· ἁλούς τις μοιχείας ἠρίστευσε καὶ ἀνέθηκε τὴν σκευὴν εἰς ἱερὸν, καὶ ὑπάγεται τῷ νόμῳ· ἐνταῦθα γὰρ πρὶν μὲν τὸν μοιχὸν ἀριστεῦσαι οὐδ’ ἡντιναοῦν πρὸς ἑαυτοὺς ἐναντίωσιν εἶχον οἱ νόμοι· τῷ δὲ συμβεβηκέναι τοῦτον ἀριστεῦσαι τὴν ἐναντίωσιν ποιεῖ· εἰδέναι δὲ χρὴ, ὡς καὶ ἐκ πλειόνων ῥητῶν πολλάκις ἀντινομία γίνεται καὶ ἑνὸς, ὅταν ἀμφότεροι ἐξ ἴσου χρῶνται αὐτῷ· ἐὰν δὲ μὴ λέγῃ παραβεβάσθαι τὸ ῥητὸν, ἀλλὰ μηδὲ τοῦτο τὴν ἀρχὴν κεκωλύσθαι τὸ νῦν πεπραγμένον, καὶ περὶ τὴν διάνοιαν ἵστηται τοῦ νόμου ἡ ἐξέτασις αὐτῆς, ῥητὸν καὶ διάνοια γίνεται· ῥητὸν γὰρ καὶ διάνοιά ἐστι ῥητοῦ δοκοῦντος παραβεβάσθαι ζήτησις, εἰ τὴν ἀρχὴν παραβέβασται ἢ μὴ, καὶ τοῦτο σημαίνει ὁ νόμος, ὡς ἐπὶ τοῦ τὸν ῥίψαντα τὴν ἀσπίδα θανάτῳ ζημιοῦσθαι· πολιορκίας οὔσης ἀφείς τις τὴν ἀσπίδα ἀπέκτεινε τὸν τῶν πολεμίων στρατηγόν· ἀνέζευξαν οἱ πολέμιοι καὶ ὑπάγεται τῷ νόμῳ· ἐνταῦθα γὰρ τοῦ κατηγόρου χρωμένου τῷ ῥητῷ, ὅτι ῥίψασπις εἶ, ἐκεῖνος ἐπὶ τὴν διάνοιαν φεύγει, ὡς ὁ νόμος οὐκ ἐκώλυσεν ἐπὶ ἀριστείᾳ ἀφεῖναι, καὶ ζήτησις περὶ τούτου ἵσταται, ὅ τί ποτε ὁ νόμος βούλεται· ἐὰν δὲ μήτε περὶ τὴν διάνοιαν ἵστηται τοῦ νόμου μήτε ἕτερον ἀντεισφέρῃ ῥητόν· ἐὰν μὲν ὅμοιον τῷ γεγραμμένῳ τὸ πεπραγμένον δεικνὺς ταὐτὸν εἶναι λέγῃ τῷ κεκωλυμένῳ, συλλογισμὸν ποιεῖ, συλλογισμὸς γάρ ἐστιν ὁμοίου πράγματος παρεξέτασις, ὡς ἐπὶ τούτου· νόμος τὸν ἡταιρηκότα μὴ λέγειν, Τίμαρχος ἁλοὺς ἑταιρήσεως διδάσκει παῖδας καὶ ὑπάγεται τῷ νόμῳ· ἐνταῦθα γὰρ ὁμοίως οὔτε ἐξ ἐναντιώσεως νόμου ἡ ζήτησις συνίσταται, οὔτε περὶ τὴν διάνοιαν ἵσταται· ἐξομοίωσις δέ ἐστι τοῦ λέγειν τὸ διδάσκειν παῖδας· οἰκεῖον δὲ συλλογισμοῦ τὸ ῥητὸν μὲν φέρειν τὸν φεύγοντα, τὴν διάνοιαν δὲ τὸν διώκοντα.
5.83 Ἐὰν δὲ ἀπὸ προσῳδίας ἢ διαστάσεως συλλαβῶν ἢ ὁμωνυμίας ἀναφαίνηται ἡ ζήτησις, ἀμφιβολία γίνεται. καὶ προσῳδίας μὲν παράδειγμα· ἑταίρα χρυσία εἰ φοροίη δημοσία ἔστω· ἥλω ἑταίρα φοροῦσα, καὶ ὁ μὲν κατήγορος ἀναγινώσκει „δημοσία ἔστω“ παροξυτόνως, αὐτὴν δημοσίαν λέγων, ἡ δὲ „δημόσια ἔστω“ προπαροξυτόνως, τὰ χρυσία δηλοῦσα· διαστάσεως δὲ συλλαβῶν, ἀριστεὺς τελευτῶν ἔγραψεν ἐν ταῖς διαθήκαις, Ἄρεα γενέσθαι χρυσοῦν δόρυ ἔχοντα. καὶ οἱ μὲν κληρονόμοι ἀναγινώςκουσι μετὰ διαστάσεως τὴν διαθήκην, Ἄρεα, χρυσοῦν δόρυ ἔχοντα. Ὁμωνυμίας δὲ, τοὺς ἡγεμόνας ἔχρησεν ὁ θεὸς φυλάττεσθαι· καὶ ἀμφισβητοῦσιν οἱ ῥήτορες καὶ οἱ στρατηγοί· καὶ αὗται μὲν περὶ ὑπάρξεως καὶ ἰδιότητος καὶ ποιότητός εἰσι στάσεις. Ἔστι δέ τις γενικὴ κατὰ πασῶν καὶ πρὸ πασῶν καὶ μετὰ πάσας περὶ εἰσόδου τὴν ἀρχὴν ἔχουσα τὴν ζήτησιν· αὕτη δὲ εἰ μὲν ὠχυρωμένον ἔχει τὸν φεύγοντα τῷ ῥητῷ, τελεία τε ἐκβολὴ τῆς εὐθυδικίας ἐστὶ καὶ παραγραφὴ γίνεται, ὥσπερ αἱ παρὰ Δημοσθένει παραγραφαὶ, ὡς καὶ ἡ κατὰ Τιμάρχου παραγραφή· ἐὰν δὲ ἐπὶ τὴν ἐξουσίαν ὁ κατηγορούμενος καταφεύγῃ, ὁ δὲ διώκων πᾶσαν μὲν τὴν ἐξουσίαν μὴ ἀνέλῃ, αἰτιᾶται δέ τι τῶν περιστατικῶν, τόπον ἢ πρόσωπον ἢ αἰτίαν ἢ χρόνον ἢ τρόπον, μετάληψις γίνεται· καὶ αὕτη μὲν παρ’ ἡμῶν ἐπινενόηται μέθοδος· ζητήσωμεν δὲ καὶ αὐτὴν αὐτοῦ εἰ ἀκριβῶς ἔχει. Παντὸς οἱουδηποτοῦν προτεθέντος ζητήματο ς , εἰ συνεστήκο ι · ἐνταῦθα περιττὸν τὸ προστεθῆναι εἰ συνεστήκοι· ὅλως γὰρ εἰ ζήτημα, καὶ συνέστηκε· τὰ γὰρ ἀσύστατα οὐ ζητήματα· ἤρκει οὖν ὀνομάσαι ζήτημα καὶ δηλῶσαι συνεστηκός· κατὰ γὰρ τὸν αὐτοῦ λόγον, ὃν ἀνωτέρω εἶπεν, ταῦτα οὐκ ἂν εἴη ζητήματα, ὡς τῶν συνεστηκότων ζητημάτων ὄντων· περιττὸν οὖν τὸ εἰ συνεστήκοι.
5.84 Ἐπισκοπεῖν δεῖ τὸ κρινόμενο ν , περὶ οὗ ἡ κρίσι ς . Ἐζήτηται, πῶς τριῶν ὄντων, αἰτίου, συνέχοντος, κρινομένου, τῶν ποιούντων τὰς στάσεις, μόνον φησὶ δεῖν τὸ κρινόμενον ἐπισκοπεῖν· λέγομεν, ὅτι εἰπὼν τὸ κρινόμενον περιείληφε τὰ ἄλλα δύο, εἰ μὴ γὰρ προϋφεστήκοι αἴτιον καὶ συνέχον, οὐ ζητεῖται κρινόμενον· ὡς ὁμολογούμενον οὖν τοῦτο ἅπαξ εἰπὼν ζήτημα οἶδεν ὅτι ἔχει αἴτιον καὶ συνέχον· τὸ κρινόμενον οὖν λέγει, περὶ οὗ ἡ κρίσις. εἰ ἀφανές ἐστιν ἢ φανερό ν · καλῶς ἐπὶ ἀσφαλείας, ἐπὶ παντὸς γὰρ πράγματος ἡ τῶν δικαστῶν κρίσις ἀφανές ἐστι, καὶ ἐπὶ παντός ἐστί τι ἀφανὲς, οἷον ἐν τῇ ἀντιλήψει ἐστὶ τὸ ἐπ’ ἐξουσίας αὐτὸ ποιεῖν, καὶ ἐν τῷ ὅρῳ ἀφανές ἐστι τὸ τί ἐστι τὸ πεπραγμένον. Ἐνταῦθα οὖν τὸ ἀφανὲς περὶ τῆς ὑπάρξεώς ἐστιν, εἰ ὅλως ὑπῆρξε τὸ πρᾶγμα, ἢ ὅλως ὑπάρξει. τινὲς μὲν γὰρ βούλονται καὶ ἐνεστῶτος χρόνου τιθέναι στοχασμὸν, καὶ τιθέασι τούτου παράδειγμα τὸ „νύκτωρ τις μεταιτῶν λῃστείας κρίνεται·“ ἐν γὰρ τῷ κλέπτειν ἐστὶν, φασὶν, κακῶς εἰδότες, ὅτι ἐνεστώς ἐστιν αὐτὸς ὁ χρόνος, καθ’ ὃν εἰς τὸ δικαστήριον ἕστηκεν καὶ ἡ κρίσις γίνεται· ἐκεῖνον δὲ ὁμολογουμένως οὐ λῃστεύει τὸν χρόνον, ὥστε τοῦτο παρεληλυθὸς ἂν εἴη· δοκεῖ δὲ τοῦτο ἐνεστῶτος στοχασμοῦ εἶναι παράδειγμα· οἷον Ἀθηναίων πλεόντων ἐπὶ Συρακούσας Ἑρμοκράτης λέγει, ὅτι ἔρχονται Ἀθηναῖοι· οὔτε γὰρ Ἀθηναῖοι ἔπλεον· καὶ Ἑρμοκράτης ἔλεγεν, ἀλλὰ καὶ τούτου τὸ μὲν παρελήλυθεν, τὸ δὲ μέλλει· παρελήλυθε μὲν γὰρ ὅσον τούτοις διήνυσται τοῦ πλοῦ, μέλλει δὲ τὸ ἐπιβῆναι Συρακουσῶν.
5.85 Δέδεικται οὖν ὁμολογουμένως, ὅτι παρεληλυθὼς καὶ μέλλων χρόνος τὸν στοσχασμὸν ἔχει. τὸ γὰρ ἀφανὲς τοῦ στοχασμοῦ ἐστιν, εἰ ἐγένετο ἢ μέλλει γενέσθαι. Ἔστι γὰρ στοχασμὸς ἀδήλου πράγματος ἔλεγχος οὐσιωδῶ ς , ἀπό τινος φανεροῦ σημείο υ . Ἴδωμεν οὖν, εἰ εὖ ἔχει ὁ ὅρος, ἀδήλου πράγματος ἔλεγχος· καλῶς· ἡ γὰρ φύσις τοῦ στοχασμοῦ ἡ ἄρνησίς ἐστιν, ὡς προειρήκαμεν· εἶτα ἐπειδὴ καὶ ἐν ἄλλαις στάσεσιν, ὅπερ ἔφαμεν, ἀδήλου πράγματος ἔλεγχος, καὶ μάλιστα ἐν τῇ πραγματικῇ· ἄδηλον γὰρ πρᾶγμά ἐστιν, εἰ συμφέρει βοηθῆσαι Ὀλυνθίοις ἢ οὔ· προσέθηκεν οὐσιωδῶς, ἵνα τὸ οἰκεῖον μηνύσῃ τοῦ στοχασμοῦ, τὸ περὶ τῆς ὑπάρξεως ἔχειν τὴν ἀδηλίαν ἀπό τινος φανεροῦ σημείου· μόνος γὰρ ὁ στοχασμὸς τῶν ἄλλων στάσεων ἴδιον ἔχει τοῦτο, τὸ δύο πράγματα ἔχειν, καὶ τὸ μὲν ἀνεύθυνον εἶναι καὶ σημεῖον καὶ φανερὸν, τὸ δὲ ἀφανὲς καὶ ὑπεύθυνον. Ἴδωμεν οὖν, εἰ εὖ ἔχει ὁ ὅρος, καὶ εἰ ἀπό τινος μόνου φανεροῦ σημείου ὁ στοχασμὸς συνέστηκεν· ἐκπεπτώκασι γὰρ ὅ τε παράδοξος καὶ ὁ ἀπὸ γνώμης καὶ οἱ ἀντεγκληματικοὶ, καὶ οἱ ἀτελεῖς ἀπὸ πράγματος, οἵπερ καὶ ἐξ ὑποψίας καλοῦνται· ἐν πᾶσι γὰρ σημεῖον οὐκ ἔστιν· οὔτε γὰρ ἀπὸ γνώμης, οὗ παράδειγμα τοῦτο· μητρυιὰ ἐν δόξῃ μανίας τὸν μὲν πρόγονον ἀπέκτεινε, τὸν δὲ υἱὸν ἔτρωσε, καὶ ἀνενεγκοῦσα κρίνεται· ἐνταῦθα γὰρ ὁμολογουμένου τοῦ πράγματος ὄντος ζητοῦμεν, εἰ ὄντως ἐμαίνετο ἢ οὔ· καὶ πάλιν ὁ παράδοξος, ἐὰν εἴπω, ὅτι μάγος ἐν τρισὶν ἡμέραις τύραννον καθελεῖν ὑπέσχετο· σκηπτὸς ἐπ’ αὐτὸν κατενεχθεὶς ἀνεῖλε καὶ ἀπῄτει τὴν δωρεάν· ἐνταῦθα πάλιν ὡμολόγηται τὸ πεπραγμένον, καὶ σημεῖόν ἐστιν· εἰ δέ τις λέγῃ εἶναι σημεῖον τὸ κατενεχθῆναι τὸν σκηπτὸν, καὶ τὴν μητρυιὰν τὸν μὲν τρῶσαι, τὸν δὲ ἀνελεῖν, ταῦτα πάλιν εἰς τὴν ὑποψίαν ἀνατρέχει τοῦ προσώπου· εἰ μὴ γὰρ ἡ ὑποψία τοῦ εἶναι μάγον, οὐ ποιεῖ τὸ δοκεῖν κατενεχθῆναι τὸν σκηπτὸν, καὶ εἰ μὴ ὑποψία τοῦ εἶναι μητρυιὰν, οὐ ποιεῖ δοκεῖν ἐπιβεβουλευκέναι τῷ προγόνῳ· εἰ δέ τις καταδέξεται κἂν ὁτιοῦν πρᾶγμα τοσοῦτον ἔχειν τοὺς στοχασμοὺς, ἀτελὴς ἀπὸ πράγματος, ὡς ὁ ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ κρίνεται ὁ ἄσωτος φόνου· ἐνταῦθα δέδεικται μὴ ἔχων πράγματα· μὴ ἔχων δὲ πράγματα φανερὸν οὐκ ἔχει σημεῖον, ἀλλὰ ἡ ποιότης τοῦ προσώπου ἐστὶν ἡ κρινομένη· ἡ γὰρ ἀσωτία οὐ πρᾶγμά ἐστιν, ἀλλ’ ἡ τοῦ προσώπου ποιότης· εἰ δέ τις ἐρεῖ, ὅτι τοῦτον τὸν στοχασμὸν οὐκ οἶδεν αὐτὸς, οὐδὲ ἀνέχεται μὴ ἔχειν, ἀλλ’ οἱ ἀντεγκληματικοὶ πρᾶγμα οὐκ ἔχουσιν, ὃν αὐτὸς τίθησιν· τρισαριστεὺς ἀπέθανεν ἐπὶ σημείοις φαρμάκων, ἔχων μητρυιὰν καὶ αἰχμάλωτον παλλακίδα καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις· ἐνταῦθα οὔτε τῇ μητρυιᾷ οὔτε τῇ αἰχμαλώτῳ πέπρακταί τι, ὃ πρὸς σημεῖον συντελεῖ τῆς πραγματείας, ἀλλ’ ἡ ποιότης τῶν προσώπων ἑκατέρων ἔχει τὴν ὑποψίαν· ὁμολογουμένως οὖν ἐλλείπει ὁ ὅρος, ἐπεὶ οὐκ ἂν εἶεν οὗτοι στοχασμοί· δεῖ γὰρ τὸν ὅρον πάντα περιλαμβάνειν, καὶ δεῖ τοῦτον ἰᾶσθαι προσθήκῃ ἀπό τινος φανεροῦ σημείου, ἢ ἐκ τῆς περὶ τὸ πρόσωπον ὑποψίας· οὕτω γὰρ πάντες συμπεριλαμβάνονται οἱ στοχασμοί.
5.86 Ηὕρηται δὲ στοχασμὸς ὁ κατὰ ἀμφισβήτησιν, ὁ ἀντεγκληματικὸς καλούμενος, ἐν ᾧ οὐκ ἔστιν ἔγκλημα, ἀλλ’ ἀμφισβήτησις, ὡς τὸ σημεῖον ἔχει κατασκευαζόμενον· καὶ τιθέασι τούτου παράδειγμά τινες· τύραννος ὑποπτεύσας ἰατρὸν αὐτοῦ δηλητήριον αὐτῷ δεδωκέναι μετεστείλατο ἐκ τῆς κάτω πόλεως ἰατρὸν, ὁ δὲ ἔδωκεν αὐτῷ ὡς ἀλεξιφάρμακον καὶ κατελθὼν εἶπεν, ὅτι τεθνήξεται· καὶ ἀμφισβητοῦσιν οἱ δύο ἰατροὶ τῆς τοῦ τυραννοκτόνου δωρεᾶς· καὶ ἐνταῦθα γὰρ τὰ σημεῖά ἐστι κατασκευαζόμενα· καὶ ὁ μὲν τὸ ἑαυτοῦ ἀλεξιφάρμακον δηλητήριον λέγει εἶναι, διὸ καὶ προειρηκέναι καὶ τοῦτο κατασκευάζει, ὁ δὲ τὴν ὑποψίαν τοῦ τυράννου ἀληθῆ εἶναι, καὶ τοῦτο κατασκευάζει.
5.87 Ἀλλ’ ἔχοι τις ἂν ἐνταῦθα φιλονεικῶν ἐνταῦθα εἰπεῖν, ὡς ἔχουσι πράγματα ἐνταῦθα ἀμφότεροι· ὁ μὲν τὴν ὑποψίαν, ὁ δὲ τὸ δοῦναι τὸ δοκοῦν ἀλεξιφάρμακον· οὗτος δὲ ὁ στοχασμὸς οὐδ’ ὁτιοῦν πεπραγμένον παρὰ τῶν ἀμφισβητούντων, ἀλλ’ οὐδὲ ἡ ὑποψία τῶν ἀμφισβητούντων ἐστὶν αὐτῷ σημεῖον, ἀλλ’ ἔξωθέν τί ἐστι σημεῖον καὶ κατασκευάζεται· ἀποδημοῦντος ἀτελοῦς φήμη γέγονεν ὅτι τέθνηκεν, ἀμφισβητοῦσιν οἵ τε ἐπίτροποι καὶ οἱ ἐκ γένους τῆς οὐσίας· οἱ μὲν ὡς ἤδη τεθνηκότος δεσπόται βουλόμενοι γενέσθαι, οἱ δὲ ὡς ἤδη περιόντος φυλάττειν· ἐνταῦθα γὰρ οὔτε παρὰ τῶν κληρονόμων, οὔτε παρὰ τῶν ἐπιτρόπων οὐδὲν πέπρακται, ἀλλὰ φήμη ἐστὶν ἡ ζητουμένη, καὶ οἱ μὲν ἀληθῆ εἶναι κατασκευάζουσιν, οἱ δὲ ψευδῆ· οὗτος οὖν μόνος ὁ στοχασμὸς σεσημείωται ἔξωθεν ὢν, καὶ ἰδικὴν ἔχων τὴν ποιότητα. Περὶ μὲν οὖν ὅρου στοχασμοῦ ἱκανῶς εἴρηται· αἰτιῶνται δέ τινες τὸν τεχνικὸν περὶ τοῦ παραδείγματος, ὅτι παράδειγμα τιθεὶς ἀτελὲς τέθεικε· τὸ γὰρ παρίστατό τις ἐπ’ ἐρημίας ἀτελὲς ἀπὸ προσώπου ἐστίν· διδάσκων δὲ ποιότητα στοχασμοῦ τέλειον ὤφειλεν θεῖναι, ἵνα μὴ τοῦτο αὐτὸ πλανήσῃ. Ἔοικεν δὲ ἀκολουθεῖν τῷ ἑαυτοῦ ὅρῳ· ἐπειδὴ γὰρ ἀπὸ μόνου σημείου τὸν στοχασμὸν λέγει γίγνεσθαι, καταπεφρόνηκε παντελῶς τοῦ προσώπου· ἀπὸ γὰρ τοῦ κατηγορεῖν τοῦ παρεστάναι φανεροῦ ὄντος, ἀφανές τι πρᾶγμα ζητοῦμεν, τίς ὁ φονεύσας.
5.88 Ἐνταῦθα μέγιστον αὐτῷ ἐστι πταῖσμα τὸ λέγειν, τίς ὁ φονεύσας· οὐ γὰρ τοῦτό ἐστι ζητούμενον, ἀλλ’ εἰ οὗτος ἐφόνευσε· τὸ γὰρ λέγειν, τίς ὁ φονεύσας, ἀντεγκληματικὸν ποιεῖ, οὗτος ἢ ὁ δεῖνα· ἔδει οὖν μᾶλλον εἰπεῖν, εἰ οὗτος ἐφόνευσεν. Ἐὰν δὲ ᾖ φανερὸ ν , ἐπισκεπτέο ν , εἰ τέλειόν ἐστιν ἢ ἀτελέ ς · λέγω δὲ ἀτελὲ ς , ᾧ προστεθέντος τινὸς ὡς λείποντο ς · καλῶς πάνυ τὸ ὡς λείποντος, οὐδὲ γὰρ δυνατόν ἐστί ποτε ἀτελὲς πρᾶγμα εἰς δικαστήριον εἰσενεχθῆναι, ἀλλὰ φύσει μὲν πᾶν πρᾶγμα κρινόμενον τέλειόν ἐστιν, ἡ δὲ ἀτέλεια αὐτοῦ περὶ τὸ ἔχειν ὄνομά ἐστι· διὰ τοῦτο οὖν ἡ ἐπαγωγή· ὄνομά τε εὐθὺς γίνεται, ὡς εἰδὼς ὅτι φύσει τέλειόν ἐστι καὶ ἅμα τῷ προστεθῆναι τὸ ὄνομα, περὶ οὗ καὶ ἡ ἀμφισβήτησις, τέλειον γίνεται. Ὀνόματος ζήτησις περὶ πράγματο ς · καλῶς, οὐ γὰρ τοῦ πεποιηκότος ζητοῦμεν τὸ ὄνομα, ὁ γὰρ πεποιηκὼς ἔχει ὁτιδήποτε ὄνομα, ἀλλ’ αὐτὸ τὸ πρᾶγμα τί κληθήσεται. Οὗ τὸ μὲν πέπρακτα ι , τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ὀνόματο ς · ἀσφαλῶς ὃ μικρῷ πρότερον ἐλέγομεν, ὅτι πᾶν πρᾶγμα τέλειόν ἐστιν εἰσαγόμενον εἰς δικαστήριον, καὶ οὐδὲν ἀτελὲς ἔχει, τοῦτο ἐνταῦθα ἐμήνυσεν εἰπὼν, τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ὀνόματος, οὐ τοῦ πεπρᾶχθαι, ἀλλὰ τοῦ ἔχειν ὄνομα ἰδίᾳ· περὶ μὲν τούτου ταῦτα· ἀναγκαῖον δὲ εἰπεῖν καὶ περὶ κοινωνίας καὶ διαφορᾶς τῶν στάσεων, ὅπως μὴ τῇ ὁμοιότητι πλάνη τις γένηται· κοινωνεῖ ὁ ὅρος ὁ κατὰ αἴτησιν τῷ στοχασμῷ τῷ παραδόξῳ· ἐν ἀμφοτέροις γὰρ αἰτοῦσι δωρεὰν, καὶ ἡ ζήτησίς ἐστι περὶ τοῦ εἰ δεῖ αὐτοῖς δοθῆναι ἢ οὔ· κατὰ αἴτησιν οὖν ὅρος· νόμος τὸν προσκτησάμενον πόλιν αἰτεῖν δωρεάν.
5.89 Δημοσθένης ἔπεισεν Ἀμφίπολιν ἀποδοῦναι τὸν Φίλιππον καὶ αἰτεῖ δωρεάν· ἐν ἀμφοτέροις γάρ ἐστιν ἡ ζήτησις τοῦ κρινομένου· ὃ λέγει δεῖν ἐπισκοπεῖν ὁ τεχνικὸς περὶ τοῦ εἰ δεῖ δοθῆναι· τί οὖν διοίσουσι; λέγομεν, ὅτι ἐν μὲν τῷ στοχασμῷ τὸ πᾶν ζητεῖται, εἰ ὅλως πέπρακται, καὶ οὕτως ὡμολόγηται τὸ δεῖν δοθῆναι· ἐν δὲ τῷ ὅρῳ τὸ ὁμολογούμενον ὥσπερ πεπραγμένον ζητεῖται, εἰ ἄξιόν ἐστι τοῦ λαβεῖν· ἔτι δὲ οἱ κατὰ ἀμφισβήτησιν στοχασμοὶ καὶ ὅροι οἱ κατὰ ἀμφισβήτησιν πλείστην ἔχουσι κοινωνίαν, καὶ παράδειγμα στοχασμοῦ μὲν κατὰ ἀμφισβήτησιν τοῦτο· τύραννος ὑποπτεύσας τὸν ἰατρὸν ἑαυτοῦ δεδωκέναι δηλητήριον αὐτῷ κέκληκεν ἐκ τῆς κάτω πόλεως ἰατρὸν, ὁ δὲ δέδωκεν αὐτῷ φάρμακον ὡς ἀλεξιφάρμακον, καὶ κατελθὼν εἶπεν, ὅτι τεθνήξεται, καὶ τεθνηκότος αὐτοῦ ἀμφισβητοῦσιν ἀμφότεροι τῆς τοῦ τυραννοκτόνου δωρεᾶς· ὅρου δὲ τοῦτο· ἐπεδίωκέ τις τὸν τύραννον, ἕτερος ὑπαντήσας ἀνεῖλε καὶ ἀμφισβητοῦσι τῆς δωρεᾶς· πλείστη οὖν ἡ κοινωνία· καὶ γὰρ ἐν ἀμφοτέροις ζήτησις, τίνα δεῖ λαβεῖν, ἐστὶ, καὶ ἐν ἀμφοτέροις πέπρακται παρ’ ἑκατέρου προσώπου· καὶ ἐν τῷ στοχασμῷ ὁ μὲν τῶν ἰατρῶν ὑποψίαν ἔχων, ὁ δὲ κατελθὼν καὶ εἰπὼν ὅτι τεθνήξεται· καὶ ἐν τῷ ὅρῳ ὁ μὲν διώξας, ὁ δὲ ὑπαντήσας καὶ ἀνελών· καὶ ἡ μὲν κοινωνία αὕτη, ἡ δὲ διαφορὰ, ὅτι ἐν μὲν τῷ ὅρῳ ὡμολόγηται τὸ παρ’ ἑκατέρων πεπραγμένον· καὶ ἔστιν ἀτελὲς καὶ δεῖται τῆς ἀπὸ τοῦ ἑτέρου πράξεως, καὶ ὅτι μείζονα ἔχει τὴν ζήτησιν τὸ διῶξαι ἢ τὸ ἀνελεῖν· ἐν δὲ τῷ στοχασμῷ οὐχ ὡμολόγηται τὸ παρ’ ἑκατέρων πεπραγμένον, οὐδὲ περὶ τοῦ μείζονος ἀμφισβητοῦσιν, ἀλλ’ ἑκάτερος τὸ τοῦ ἑτέρου παντελῶς ἀνελὼν τὸ πᾶν ἑαυτῷ περιτίθησιν· ἔτι δὲ ὁ στοχασμὸς ὁ κατὰ φυγὴν καὶ δίωξιν· καὶ ὁ ὅρος κοινωνεῖ τῷ ἐν ἀμφοτέροις ἀρνεῖσθαι τὸ πεπραγμένον· διαφέρουσι δὲ, ὅτι ὁ μὲν ὅρος τὸ πεπραγμένον ἀρνούμενος ἕτερον ὁμολογεῖ, ὁ δὲ στοχασμὸς οὐδὲν ὁμολογεῖ, καὶ τῷ ἐν τῷ στοχασμῷ τὸ πραχθὲν εἰς ἑτέρου σημεῖον λαμβάνεσθαι· ἐν δὲ τῷ ὅρῳ τὸ πραχθὲν τὸ ἐγκαλούμενον.
5.90 Ἡ ζήτησις περὶ τὴν ποιότητα τοῦ πράγματος ἵστατα ι , οἷον εἰ δίκαιο ν , εἰ συμφέρο ν , ἢ ἔννομο ν , ἤ τι τῶν τούτοις ἐναντίω ν . περιττὸν ἡ προσθήκη τούτων· οὐ γὰρ ἰδίᾳ μὲν ζητοῦμεν τὸ δίκαιον, ἰδίᾳ δὲ τὸ ἄδικον, ἀλλ’ ἐν ᾧ ἐζήτηται, ἄλλο κατασκευάζεται· αὐτὴ γὰρ ἡ φύσις τῶν ζητημάτων τὸ τὰ ἐναντία ἐξ ἑκατέρου μέρους κατασκευάζεσθαι. Ἡ τοίνυν τοῦ δικαίου ζήτησις καὶ τὴν τοῦ ἐναντίου ἔχει, οὐδὲ γὰρ οἴονται ζητεῖν, εἰ δίκαιον εἰ μὴ, ἑτέρου λέγοντος, ὅτι ἄδικον, οὐδὲ συμφέρον, εἰ μὴ τοῦ ἐναντίου τὸ ἀσύμφορον· ἤρκει οὖν εἰπεῖν, ἢ δίκαιον, ἢ συμφέρον· τοῦτο γὰρ καὶ τὸ ἐναντίον περιελάμβανε. Καὶ ὄνομα μὲν ὡς γενικὸν τοῦτο ποιότη ς · οὐδὲ γάρ ἐστιν ἡ ποιότης στάσις, ἀλλὰ γένος στάσεων· διὸ εἶπεν, ὡς γενικὸν, ὡς ἄν τις πλῆθος θέλων μηνῦσαι φυομένων στάσεων, περὶ πρᾶγμα ἔχει ἢ περὶ ῥητόν· κἂν μὲν περὶ πρᾶγμα, λογικὴν ποιεῖ τὴν στάσιν· καίτοι καὶ αἱ νομικαὶ διὰ λόγων ἔχουσι τὰς ἀποδείξεις· πῶς οὖν ἐξαίρετον τὸ ὄνομα ταύταις ταῖς στάσεσιν λογικαῖς καλεῖσθαι, πασῶν τῶν στάσεων λόγοις βεβαιουμένων καὶ ἀποδεικνυμένων; ἐροῦμεν, ὅτι αἱ πίστεις τῶν νομικῶν περὶ τὴν τῶν ῥητῶν ἐξέτασίν εἰσιν, τῶν δὲ λογικῶν περὶ τὰς τεχνικὰς καλουμένας ἀποδείξεις. Αἱ γὰρ τῶν νόμων ἄτεχνοι πίστεις εἰσίν· εἰ γὰρ εἴη νόμος, μὴ ἐξεῖναι τὸν μοιχὸν εἰς ἱερὰ εἰσελθεῖν, οὐδεμιᾶς τέχνης ἡ ἀπόδειξις δεῖται τῷ εἰσιόντι πρὸς τὸ μὴ παραβεβηκέναι τὸν νόμον· αἱ μὲν τοίνυν λογικαὶ στάσεις τὰς ἐντέχνους ἔχουσι στάσεις, αἵπερ γίνονται προστάσεσί τε καὶ ἐπαγωγαῖς καὶ συλλογισμοῖς καὶ παραδείγμασι καὶ τῆς ἐκ τοῦ ὁμοίου παραθέσεως, ἃς ἡ τοῦ λόγου τέχνη ἐπινενόηκεν· διὸ εἰκότως αὗται λογικαὶ κέκληνται, αἱ τὴν ἐξέτασιν τῆς δυνάμεως δεχόμεναι τοῦ λόγου.
5.91 Πραγματική ἐστιν ἀμφισβήτησις πράγματος μέλλοντο ς , εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθα ι . Ἀτελῶς σφόδρα τὴν πραγματικὴν ὡρίσατο· τεσσάρων γὰρ ὄντων γενικῶν εἰδῶν τῆς πραγματικῆς, τοῦ τε συμβουλευτικοῦ καὶ τοῦ κατὰ ἀμφισβήτησιν καὶ τοῦ κατὰ αἴτησιν καὶ τῆς τῶν παρανόμων γραφῆς, ἐνταῦθα δύο μόνα ἔταξε, τό τε συμβουλευτικὸν καὶ τὸ κατὰ αἴτησιν οὐκ ἀκριβῶς, καὶ πρῶτόν γε ὡς ἐκπεπτώκασι τὰ ἕτερα εἴδη, δείξομεν ἐν τῇ τῶν παρανόμων γραφῇ, οὔτε εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι, οὔτε εἰ δεῖ δοῦναι, ἀλλ’ εἰ δεῖ κυρωθῆναι, εἰ τὸ κυρωθῆναι εὖ ἔχει· ὥστε ταύτης γε οὐκ ἂν εἴη εἶδος ἡ τῶν παρανόμων γραφὴ, εἰ τὰ δύο μόνα εἴδη τῆς πραγματικῆς καὶ ταῦτα ζητεῖ, τὸ γενέσθαι, ὅπερ ἐστὶ τοῦ συμβουλευτικοῦ, καὶ τὸ εἰ δεῖ δοῦναι, ὅ ἐστι κατὰ αἴτησιν· καὶ ἐν τῷ κατὰ ἀμφισβήτησιν ἡ ζήτησίς ἐστι, τίνι δεῖ δοθῆναι· πολλῷ δὲ διαφέρει τὸ, εἰ ὅλως δεῖ δοῦναι τοῦ ὁμολογεῖσθαι μὲν, τὸ δὲ τίνι ἀμφιβάλλεσθαι· ἔφαμεν δὲ, ὅτι καὶ αὐτὸ τὸ κατὰ αἴτησιν οὐκ ἀκριβῶς εἶπεν· εἰπὼν γὰρ, εἰ δεῖ δοθῆναι τόδε τι ἢ μὴ δοθῆναι κοινωνίαν πρὸς τὸν κατὰ αἴτησιν ὅρον καὶ τὸ παράδοξον κατασκευάζει στοχασμόν· καὶ ἐκείνοις γὰρ ἡ ζήτησις περὶ τοῦ εἰ δεῖ δοθῆναι τόδε τι ἢ μὴ δοθῆναί ἐστιν· δεῖ οὖν τὸν ὅρον πάντα ἰάσασθαι προσθήκῃ· τὸ μὲν οὖν εἰ δεῖ δοθῆναι προσθήκης δεῖται, ἢ ἕτερόν τι· ταύτῃ γὰρ διαφέρει ἡ πραγματικὴ ἡ κατὰ αἴτησιν τοῦ ὅρου τοῦ κατ’ αἴτησιν, ὅτι ἐν μὲν τῷ στοχασμῷ καὶ ὅρῳ, εἰ ὅλως δεῖ δοθῆναι, ἐστὶν ἡ ζήτησις, ἐν δὲ τῇ πραγματικῇ τὸ μὲν δεῖν δοθῆναι ὡμολόγηται· τὸ δὲ εἶδος τῆς δωρεᾶς ἐστι τὸ ζητούμενον· ὁ γὰρ Δημοσθένης ὁ προσκτησάμενος τὴν Ἀμφίπολιν καὶ τὴν δωρεὰν αἰτῶν οὐχ ὁμολογουμένως ἔχει τὸ δεῖν λαβεῖν, ἀλλ’ αὐτὸ τοῦτο ζητεῖται, εἰ δεῖ λαβεῖν, ὅπερ ἴδιον ὅρου· ἐν δὲ τῇ πραγματικῇ· Κλέων μετὰ τὰ ἐν Πύλῳ ἀξιοῖ Πύθιος καλεῖσθαι· τὸ μὲν δοθῆναι αὐτῷ ὡμολόγηται· οὐ τοῦτο δὲ, ἀλλὰ στέφανον, ἢ ἀτέλειαν, ἢ σίτησιν ἤ τι τῶν ἄλλων τῶν πολιτικῶν δωρεῶν· ὁ ἐναντιούμενος οὐκ ἀρνεῖται παντελῶς τὸ δεῖν δοθῆναι αὐτῷ, ἀλλὰ περὶ τοῦ μεγέθους ἀμφιβάλλουσι τῆς δωρεᾶς, καὶ ταύτῃ διαφέρει ἡ πραγματικὴ κατὰ αἴτησιν ὅρου καὶ στοχασμοῦ, ὅτι ἐκεῖ μὲν περὶ τοῦ δοθῆναι καὶ περὶ τούτου ἐστὶν ἡ ζήτησις, ἐν δὲ πραγματικῇ ὡμολόγηται τὸ δεῖν δοθῆναι· τὸ δὲ μέγεθός ἐστι τῆς δωρεᾶς τὸ ζητούμενον.
5.92 Ποιητέον οὖν τὸν ὅρον οὕτως· ἀμφισβήτησις περὶ μέλλοντος πράγματος, εἰ δεῖ γενέσθαι ἢ δοῦναι τόδε τι ἢ ἕτερόν τι, καὶ τίνι δεῖ δοῦναι, καὶ εἰ δεῖ κυρῶσαι τόδε τι ἢ μὴ κυρῶσαι, οὕτω γὰρ πᾶσαν περιλαμβάνομεν τὴν πραγματικήν· καὶ τὴν μὲν κοινωνίαν τῆς πραγματικῆς, καὶ ἐν ᾧ τὸν ὅρον διορθούμεθα τὸν κατὰ αἴτησιν ἐφθάσαμεν εἰπόντες· κοινωνεῖ δὲ ἡ κατὰ ἀμφισβήτησιν πραγματικὴ σφόδρα τῷ ὅρῳ τῷ κατὰ ἀμφισβήτησιν, καὶ λεπτήν τινα καὶ ἀκριβῆ τὴν διαφορὰν ἔχει, ὡς καὶ τοὺς σφόδρα τεχνίτας διασφάλλεσθαι μὴ κατανοοῦντας τὴν διαφοράν· καὶ παράδειγμα μὲν ὅρου κατὰ ἀμφισβήτησιν τοῦτο· τοῖς ἐκ Πύλου στρατηγοῖς γέρας πρόκειται, ἀμφισβητοῦσι Κλέων καὶ Δημοσθένης. πραγματικῆς, ἀρίστοις στρατηγοῖς γέρας πρόκειται, ἀμφισβητοῦσιν Εὐρυβιάδης καὶ Θεμιστοκλῆς· εἰ δὲ καὶ τοὺς αὐτοὺς ἐθέλεις εἰπεῖν, Κλέων καὶ Δημοσθένης, ὁμοίως ἐστὶ πραγματική· τίς οὖν ἡ διαφορά; ἐν μὲν τῇ πραγματικῇ περὶ ὅλου βίου ἐστὶν ἡ ζήτησις, τίς ἐν ὅλῳ τῷ βίῳ γέγονεν ἄριστος στρατηγὸς, ἢ τίς ἀγαθὸς πολίτης, ἢ τίς ἀγαθοὺς ἐκτήσατο παῖδας· ἐν δὲ τῷ ὅρῳ περὶ μιᾶς ἐστι πράξεως, τίς μᾶλλον ταύτην τὴν πρᾶξιν πεποίηκεν, ὅπερ ἐστὶν ἐν τοῖς ἐκ Πύλου στρατηγοῖς· τῷ μὲν γὰρ ἡ ἀρχὴ τῆς ἐπιχειρήσεως πέπρακται, τῷ δὲ τὸ πέρας τῆς ἁλώσεως· τῷ δὲ κατὰ ἀμφισβήτησιν στοχασμῷ, τῷ καὶ ἀνεγκλήτῳ καλουμένῳ, κοινωνεῖ ἡ πραγματικὴ, ὅτι ἐν ἀμφοτέροις ζήτησις περὶ τοῦ τίνα δεῖ λαβεῖν ἐστιν, ὡς ἐπὶ τῶν κληρονόμων καὶ τῶν ἐπιτρόπων· διαφέρει δὲ, ὅτι ἐν μὲν τῷ στοχασμῷ οὐδέτερον τῶν προσώπων οὐδὲν πέπραχε καὶ ἀμφισβητεῖ τὸ λαβεῖν, ἐν δὲ τῇ πραγματικῇ ἀμφότερα τὰ πρόσωπα πράξεις ἔχει, καὶ περὶ τοῦ ποῖαι μείζους εἰσὶν ἐστὶν ἡ ζήτησις.
5.93 Κοινὸν μὲν ὄνομα τούτῳ δικαιολογί α , ὥσπερ ἐκείνῳ ποιότη ς . Ἐζήτηται, τίνος χάριν τοῦτο τὸ μέρος τῆς ποιότητος δικαιολογίαν ἐκάλεσεν, καίτοι καὶ ἡ πραγματικὴ δικαιολογούμενον ἔχει ἐν ταῖς τῶν παρανόμων γραφαῖς τὸν φεύγοντα· εἰ γὰρ διὰ τοῦτο δικαιολογία κέκληται πρὸς ἀντιδιαστολὴν τῶν νομικῶν, ὅτε ἐκεῖναι ἐκ ῥητῶν πιστῶν ἔχουσι τὰς ἀποδείξεις, καὶ οὐκ ἐκ δικαιολογιῶν, οὐδ’ ἐκ λόγου δυνάμεως, καὶ ἐν τῇ πραγματικῇ τοῦτ’ ἐστίν· ἐροῦμεν οὖν, ὅτι τῆς πραγματικῆς οὔτε τὸ συμβουλευτικὸν ἔχει δικαιολογίαν, οὐδεὶς γὰρ συμβουλεύων δικαιολογεῖται ἀλλ’ ἀποδείκνυσιν, οὔτε τὸ κατὰ κρίσιν οὔτε τὸ κατὰ ἀμφισβήτησιν· εἰ δέ τις ἐρεῖ τὴν τῶν παρανόμων γραφὴν ὡς νομική ἐστιν ἡ στάσις, καὶ γὰρ αὕτη ῥητῶν ἐξέτασιν ἔχει παραβεβασμένων ἢ μὴ παραβεβασμένων, ὅπερ οἰκεῖον ταῖς νομικαῖς, ἀνθ’ οὗ δὲ μὴ νομική ἐστιν ἡ στάσις, ἐν τῇ διαφορᾷ τῶν λογικῶν καὶ νομικῶν ἀκριβέστερον λελέξεται. Ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι ὡς ἀδίκημα ὁ φεύγων καὶ κατά τι κεκωλυμένον ἢ ο ὔ . Κακῶς σφόδρα τὸ εἰπεῖν· ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι ὡς ἀδίκημα, οὐδέποτε γὰρ ὁ φεύγων ὁμολογεῖ ἀδίκημα πεποιηκέναι, ἀλλὰ καὶ ἐπὶ τῶν ὁμολογουμένων ἄρνησις ἢ πρόφασίς ἐστι· περιττὸν οὖν τοῦτο, ἐχρῆν δὲ οὕτως εἰπεῖν· ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι κεκωλυμένον ὁ φεύγων ἢ οὔ· οὕτω γὰρ τήν τε ἀντίληψιν καὶ τὰς ἀντιθετικὰς περιελάμβανεν.
5.94 Ἡ γὰρ ἀντίληψίς ἐστιν ἀνευθύνου πράγματος εἶναι δοκοῦντος ὡς ὑπευθύνου κατηγορί α · δύο εἰδῶν ὄντων τῆς ἀντιλήψεως, ὡς καὶ αὐτὸς ἐν τοῖς ἐφεξῆς ὁμολογεῖ, μιᾶς μὲν ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ τὴν κρίσιν ἐχούσης, ὡς Ἀλκιβιάδης ὁ κρινόμενος ὁ τὰ περὶ Σικελίαν γράψας· ἑτέρας δὲ τῆς ἐκ περιστάσεως, ὁ ζωγράφος κρινόμενος γεγραφὼς τὰ ναυάγια τῶν ἐμπόρων μὴ καταιρόντων, ὁ ὅρος μόνην περιλαμβάνει τὴν ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ κρινομένην· εἰ γὰρ ἀνευθύνου πράγματός ἐστιν εἶναι δοκοῦντος ὑπευθύνου κατηγορία τὸ ἐπ’ αὐτῷ μόνον περιλαμβάνει· ἀτελῶς οὖν ὁ ὅρος ἔχει καὶ δεῖ προσελθεῖν, ὡς ὑπευθύνου ἐκ περιστάσεως κατηγορίας, ἐπεὶ ἀτελῶς ὁ ὅρος ἔχει, καὶ ἐξέπεσε τὸ ἓν τῆς ἀντιλήψεως εἶδος, διὸ καὶ τὸ παράδειγμα, ὁ ἀποκηρυττόμενος παῖς ὑπὸ τοῦ γεωργοῦ, ἀκόλουθον ἐτέθη τῷ ὅρῳ, ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ καὶ τὴν κρίσιν ἔχον· κοινωνεῖ ἡ ἀντίληψις τῷ στοχασμῷ, ὡς ἐπὶ τούτου· συνεχῶς τις ἐν τοῖς θεάτροις συρίττεται καὶ κρίνεται κακοῦ βίου, καὶ στοχασμὸς οὗτος· ἀντιλήψεως δὲ παράδειγμα, τοὺς φυγάδας ἐξεῖναι ἀναιρεῖν, πολλούς τις καταστείχοντας ἀναιρεῖ φυγάδας καὶ κρίνεται κακοῦ βίου· ἐνταῦθα γὰρ ἀντιληπτικόν ἐστι τὸ ζήτημα· ἐν ἀμφοτέροις τε βίου ἐστὶν ἐξέτασις καὶ ἡ γραφὴ ἡ αὐτή· διαφέρει δὲ κατὰ Μινουκιανὸν, ὅτι ἐν μὲν τῷ στοχασμῷ ἀφ’ ὧν ἕτεροι πεποιήκασι τὰ τοιαῦτα τὴν κρίσιν ἔχει· ἀπὸ γὰρ τοῦ συρίττειν οὗτος τοῦ κακοῦ βίου ἔγκλημα ἔχει· ἐν ἀντιλήψει δὲ, ἀφ’ ὧν αὐτὸς πεποίηκεν· ἀπὸ γὰρ τοῦ αὐτὸς ἀποκτιννύναι κρίνεται· ἡ δὲ ἀληθὴς διαφορὰ παντὸς στοχασμοῦ καὶ ἀντιλήψεως αὕτη, ὅτι ἐν τῷ στοχασμῷ ἄλλο ἐστὶν τὸ πραχθὲν, ἄλλο τὸ κρινόμενον, ἐν δὲ ἀντιλήψει αὐτὸ τὸ πραχθὲν, κακὸν βιὸν εἶναι λέγειν, καὶ πολλοὺς ἀποκτιννύναι· οὕτως γὰρ καὶ οἱ στοχασμοὶ οἱ ἀφ’ ὧν αὐτός τις πεποίηκε τὴν κρίσιν ἔχοντες μάλιστα κοινωνοῦσι· διὸ καὶ ἀντιληπτικὸν ἔχουσι κεφάλαιον· γυνὴ συνεχῶς νύκτωρ δακρύει καὶ κρίνεται μοιχείας, καὶ δολοφονηθέντος τοῦ πένητος ἕπεται ὁ υἱὸς αὐτοῦ τῷ πλουσίῳ δακρύων καὶ κρίνει αὐτόν· ἐν ἀμφοτέροις γὰρ τὴν ἐξουσίαν τοῦ δακρύειν προτείνονται, ἀλλ’ ἡ διαφορὰ πολλὴ, ὅτι ἐν μὲν τῷ στοχασμῷ σημεῖον τοῦ ἀδικήματός εἰσι τὰ δάκρυα, ἐν δὲ τῇ ἀντιλήψει αὐτὰ τὰ δάκρυά ἐστι τὸ ἀδίκημα.
5.95 Ἔτι ἡ ἀντίληψις τῷ στοχασμῷ κοινωνεῖ, ὡς ἐν τοῖς κατασοφισμοῖς· οἷον τὸν ἄπαιδα μὴ στρατηγεῖν· θετόν τις ἔθετο παῖδα καὶ ἐστρατήγησε· μετὰ τὴν στρατηγίαν αὐτὸν ἀπεκήρυξε καὶ κρίνεται κατασοφισμοῦ· ἐνταῦθα ἀρνεῖται πάντη τὸ διὰ τοῦτο θέσθαι τὸν παῖδα, ἵνα στρατηγήσῃ, ἂν γὰρ ὁμολογήσῃ, ἀσύστατον· ἔχει οὖν καὶ μετάθεσιν ἐν πάσῃ τὴν ἀταξίαν τοῦ παιδὸς ἢ τὸ μὴ ὡς πατέρα αὐτὸν στέργειν καὶ τοιαῦτα ὅσα ἄν τις διελὼν εἴπῃ· ἀντιλήψεως δὲ παράδειγμα, ἐξεῖναι τοῖς πατράσιν ἰσοκληρονόμους τοὺς νόθους τάττειν τοῖς γνησίοις· ἔχων τις ἀπὸ δούλης παῖδα ἰσοκληρονόμον αὐτὸν ἔταξε τῷ γνησίῳ· ὁ νόθος δέδωκε τῆς νομῆς τὴν ἐξουσίαν τῷ γνησίῳ, ὁ δὲ τὴν πᾶσαν οὐσίαν μίαν μερίδα θεὶς ἀντέθηκεν αὐτῇ τὴν μητέρα τοῦ νόθου· καὶ κρίνει αὐτὸν κατασοφισμοῦ· ἐνταῦθα γὰρ ἀντιληπτικόν ἐστι· φησὶ γὰρ ὁ παῖς· ἔξεστί μοι, ὡς βούλομαι, διανέμειν· διαφέρει δὲ, ὅτι ἐν μὲν τῷ στοχασμῷ ἐπὶ συμβάντι τὸ τοῦ στοχασμοῦ ἔγκλημα ποιεῖται· τὸ γὰρ ἀποκηρύξαι τὸν παῖδα ὑπόνοιαν πεποίηκε τοῦ κατασοφισμοῦ· εἰ γὰρ μὴ ἀπεκήρυξεν, οὐδ’ ἂν τὴν ἀρχὴν ἐνεκαλεῖτο· ἐν δὲ ἀντιλήψει αὐτὸ κατ’ αὐτὸ τὸ πεπραγμένον ὑπεύθυνον εἶναι δοκεῖ· κοινωνοῦσι δὲ μάλιστα αἱ ἀντιλήψεις τοῖς ὅροις, ἐν ἀμφοτέροις γὰρ ἐξουσία εὑρίσκεται, καὶ ζήτησις περὶ τοῦ, εἰ τοῦτό ἐστι τὸ ἀδίκημα· εὐνοῦχόν τις εὑρὼν ἐπὶ τῇ γυναικὶ ὡς μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· τοῦτο ὁριστικὴν ἔχει τὴν ζήτησιν, εἰ μοιχὸς ὁ εὐνοῦχος· πέπρακται μὲν γὰρ αὐτῷ τὸ συνεῖναι τῇ γυναικὶ, λείπει δὲ τὸ καὶ τὴν χρῆσιν ἔχειν δύνασθαι, καὶ οὗτος μὲν ὁ ὅρος· ἀντίληψις δὲ, τρισαριστέα τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ, φησὶν, ἔξεστί μοι· δύναται δὲ καὶ ὁ τὸν εὐνοῦχον ἀνελὼν τὴν ἐξουσίαν προβαλέσθαι· τῆς δὲ ἀντιλήψεως παράδειγμα τῆς κατὰ ὅρον ἐξεταζομένης· ἔγραψέ τις τὰ περὶ Σικελίαν καὶ προὔθηκε δημοσίᾳ· κρίνεται δημοσίων ἀδικημάτων· ἀντίληψις μὲν γὰρ ἡ στάσις· δύναται δὲ νομίζεσθαι περὶ ὀνόματος ἔχειν τὴν ζήτησιν, ὅπερ οἰκεῖον ὅρου, εἰ τοῦτο δημόσιον τὸ ἀδίκημα· ἡ δὲ διαφορὰ αὕτη, ὅτι ἐν μὲν τῇ ἀντιλήψει ὅλον πέπρακται τὸ ἀδίκημα, καὶ οὐδενὸς προσδεῖται, ἐν δὲ τῷ ὅρῳ ἐπὶ μέρει· λείπει γὰρ τῷ εὐνούχῳ τὸ μοιχεύειν· τῷ δὲ ἀριστεῖ τῷ ἀναιρεθέντι τοὐναντίον· ἡ δὲ διαφορὰ κατὰ Μινουκιανὸν, ὅτι ἐν μὲν τῷ ὅρῳ περὶ ὁμολογουμένου ἀδικήματος, μήπω δὲ πεπραγμένου ἡ ζήτησίς ἐστιν, ἐν δὲ τῇ ἀντιλήψει αὐτὸ τοῦτο ζητοῦμεν, εἰ ἀδίκημα, οὐδὲ γὰρ ὡμολόγηται τὸ ἀδίκημα εἶναι τὸ γράφειν, ἄν τις βούληται, ἢ τὸ τὸν μοιχὸν ἀποκτιννύναι, ἐὰν δὲ ὁμολογῇ πεποιηκέναι ἀδίκημα, πανταχοῦ ἐὰν ὁμολογοῦντα τιθῇ ἀδίκημα, πταῖσμά ἐστιν, οὐδαμοῦ γὰρ ἀδίκημα ὁμολογεῖ· ὄνομα μὲν αὐτῷ ὡς γενικό ν · ἐπειδὴ γὰρ οἱ πρὸ τούτου τεχνικοὶ πλὴν τοῦ Μινουκιανοῦ ἀντίθεσιν μίαν ἴσασι στάσιν, διὰ τοῦτο, ἵνα μὴ πλάνη τις ἐμπέσῃ, προσέθηκε τὸ „ὡς γενικὸν,“ ἵνα μηνύσῃ, ὅτι οὐ στάσις ἐστὶν, ἀλλὰ γένος ἐστὶ στάσεων· ἕκαστον γὰρ γένος εἰς γένος ἕτερον τέμνεται, καὶ εἰς μίαν στάσιν· ἡ μὲν ποιότης εἰς νομικὴν καὶ λογικὴν· ἡ δὲ γενικὴ γένος οὖσα στάσεων τέμνεται εἴς τε ἀντίληψιν καὶ ἀντίθεσιν, ἡ δὲ ἀντίθεσις εἰς τέσσαρας ἀντιθετικάς· διατί δὲ αὐτή τε καὶ αἱ ἐξ αὐτῆς τεμνόμεναι ἐκλήθησαν ἀντιθετικαὶ ἐροῦμεν· ὅτι ἐν ταύταις μόναις ταῖς στάσεσιν προδήλου τινὸς ὄντος ἀδικήματος ὁ φεύγων ἀντιτίθησι τί τὸ ὥσπερ κωλύον καὶ σβεννύον τὸ ἔγκλημα· ἐν δὲ ταῖς προλαβούσαις οὐδέν ἐστι πρόδηλον ἀδίκημα· ἀλλ’ αὐτὸ τοῦτο ζητεῖται, εἴτε ἐν ὅρῳ εἴτε ἐν ἀντιλήψει, εἴτε ἐν στοχασμῷ ὡμολόγηται τὸ ἀδίκημα παρὰ τοῦ δικαστοῦ, οὐδαμοῦ γὰρ παρὰ τῷ φεύγοντι ὁμολογεῖται, ἀλλ’ ὁ δικαστὴς ἐν ταῖς ἀντιθετικαῖς οἶδεν τὸ ἀδίκημα ὂν, πρὸς ὃ ὁ φεύγων ἀντιτίθησί τι λυτικὸν ὄν· τό τε γὰρ κατασκάψαι τὸ τεῖχος παρὰ τῷ δικαστῇ ἀδίκημα κρίνεται, πρὸς ὃ τὴν νίκην ἀντιτίθησι, καὶ τὸ τὸν πατέρα τυπτῆσαι οἶδεν ὁ δικαστὴς ὂν ἀδίκημα, πρὸς ὃ τὸν φόβον ἀντιτίθησι· καὶ τὸ ἀνελεῖν τὸν υἱὸν οἶδεν ὁ δικαστὴς ἀδίκημα, πρὸς ὃ τὸ ἡταιρηκέναι αὐτὸν ἀντιτίθησι, καὶ τὸ πρεσβεῦσαι ἐν τῇ ὡρισμένῃ προθεσμίᾳ ὡμολόγηται ἀδίκημα, πρὸς ὃ ἀντιτίθησι τὴν τοῦ ταμίου αἰτίαν· εἰκότως οὖν αὗται ἀντιθετικαὶ λέγονται, ὅτι πρὸς τὸ προεγνωσμένον ἀδίκημα ἀντιτίθησί τι ὥσπερ λυτικὸν ὁ φεύγων.
5.98 Ἂν δὲ εἰς ἕτερον μεθιστ ῇ , πάλιν διαιρετέο ν , ἢ γὰρ εἰς ὑπεύθυνόν τι δυνάμενον γενέσθαι πρᾶγμα ἢ πρόσωπον μεθίστησι τὸ ἔγκλημ α · ἐνταῦθα οὐδὲ αὐτὸς ὁ τεχνικὸς ἀγνοεῖ ὃ ἔσφαλται, παρακατιὼν γὰρ λέγει· „εἰ δέ τις ἡμῖν ἀμφισβητεῖ συγγνώμης πέρι καὶ μεταστάσεως, ἀκριβέστερον ἐν τῷ περὶ ἀντιθέσεως λελέξεται“, ὡς ἐνταῦθα μὴ ἀκριβῶς εἰπών· τίς γὰρ οὕτως ἠλίθιός ἐστιν, ὅστις οἴεται πρᾶγμα εἶναι ὑπεύθυνον; ὑπεύθυνον γάρ ἐστι τὸ εἰς εὐθύνας καὶ δικαστήριον καὶ δίκην ἀγόμενον πρᾶγμα· διὸ εἰς ταῦτα οὐ φέρεται οὔτε χειμὼν οὔτε βρονταὶ, οὔτε σκηπτοὶ, οὔτε τὰ τοιαῦτα· περιττὸν οὖν τὸ εἰπεῖν ὑπεύθυνον γενέσθαι πρᾶγμα· ἤρκει γὰρ εἰπεῖν τὸ „ἢ εἰς πρόσωπον, ἢ εἰς πρᾶγμα μεθίστησι καὶ ποιεῖ μετάστασιν“· οὕτω γὰρ σαφής τε ἂν εἴη ἡ διαφορὰ καὶ ἐσώζετο τὸ ἴδιον τῆς μεταστάσεως, ὡς καὶ τῆς συγγνώμης· νῦν δὲ πρὸς πλείονας τῶν μεταστάσεων αὐτὴν ἐκτίθενται οἱ τεχνικοὶ κατὰ τὸν αὐτὸν λόγον τῷ μὴ εἰς ὑπεύθυνα εἶναι· παντάπασιν ἔχοι τις ἂν συγγνώμην εἰπεῖν τόν τε Ἀρχίδαμον τὸν λύσαντα τὴν πολιορκίαν τὴν Πλαταιέων διὰ τοὺς σκηπτοὺς, καὶ πάλιν, τὸ τὸν αὐτὸν ἀναζεῦξαι διὰ τὸν λοιμόν· ἀλλὰ δῆλον, ὅτι καὶ τοῦτο περιττὸν, καὶ τὸ ἐφεξῆς, οἱ δέκα στρατηγοὶ διὰ τὸν χειμῶνα τὰ σώματα μὴ ἀνελόμενοι· μετάστασις γάρ ἐστιν αὕτη, ἄμεινον γὰρ εἰπεῖν· „ἡ μὲν εἴς τι τῶν ἔξωθεν ἀναφέρεται, ἡ δὲ συγγνώμη ἐπὶ μόνα τὰ πάθη τῆς ψυχῆσ“· καὶ ἡ μὲν ἐξήγησις αὕτη· κοινωνεῖ ἡ μετάστασις τῷ στοχασμῷ τῷ ἀφ’ ὧν αὐτός τις κρίνεται, ὡς ἐπὶ τούτου· νόμος νύκτωρ μὴ ἀνοίγειν τὰς πύλας· Κλέωνος ἄγοντος τοὺς τριακοσίους Νικίας οὐκ ἤνοιξεν· ἀπέδρασαν αὐτὸν, καὶ κρίνεται αὐτὸν βλάβης· ἐνταῦθα γὰρ προβαλλομένου τοῦ Νικίου τὸν νόμον ἀναφύεται στοχαστικὴ ζήτησις, πότερα φθόνῳ τοῦ κατορθώματος οὐκ ἤνοιξεν, τῇ ἀληθείᾳ δὲ δέει τοῦ νόμου· ἔστι δὲ ἡ στάσις μετάστασις, διαφέρει δὲ, ὅτι οὐ σώζεται τὸ οἰκεῖον τοῦ στοχασμοῦ, τὸ ἐν παντὶ στοχασμῷ δύο εἶναι τὰ πράγματα, ἐνταῦθα δὲ ἕν ἐστι τὸ πρᾶγμα αὐτὸ τὸ μὴ ἀνοῖξαι· ἔτι κοινωνεῖ ἡ μετάστασις σφόδρα αὐτῇ τῇ ἀντιλήψει τῇ ἐπὶ νόμον· ἐὰν γὰρ εἴπω, „νόμος μὴ ἀνοίγειν τὰς πύλας, αἰχμάλωτοι φεύγοντες ἐδάκρυον, οὐκ ἤνοιξαν οἱ στρατηγοὶ, ἐπελθόντες οἱ πολέμιοι ἀπέκτειναν“, δύναται εἶναι ἀντίληψις καταφεύγοντος αὐτοῦ ἐπὶ νόμον „τόδε ἔξεστί μοι“· διαφέρει δὲ, ὅτι ἐν μὲν μεταστάσει ὁμολογουμένως καὶ πάντως ἐστὶ τὸ πεπραγμένον φαῦλον, βοηθεῖται δὲ τῇ περιστάσει τοῦ νόμου· ἐν δὲ τῇ ἀντιλήψει τὸ ἐναντίον οὐ φύσει ἐστὶ φαῦλον, ἀλλ’ ἐκ περιστάσεως ἔχει τὸ ἔγκλημα· τὸ γὰρ μοιχὸν ἀποκτεῖναι χρηστόν ἐστιν, ἀλλὰ τὸ εἶναι ἀριστέα τὸν ἀνῃρημένον τὴν περίστασιν πεποίηκεν· ἔτι ἑτέρα διαφορά· ἐν μὲν γὰρ τῇ ἀντιλήψει συγκεχώρηκέν τι ὁ νόμος, ἐν δὲ τῇ μεταστάσει κεκώλυκεν· καὶ ὁ ποιῶν ἐν μὲν τῇ ἀντιλήψει ἀκόλουθα νόμῳ ποιεῖ, ὁ δὲ μὴ ποιῶν ἐν τῇ μεταστάσει οὐκ ἀκόλουθα· τὰ μὴ κεκωλυμένα γὰρ ποιεῖ· κοινωνεῖ τὸ ἀντέγκλημα στοχασμῷ καὶ ἀντιλήψει· ἐν ἑκατέροις γὰρ στοχαστική ἐστιν ἡ ζήτησις τῆς γνώμης τοῦ πεποιηκότος, καὶ γὰρ ὁ στρατηγήσας καὶ ἀποκηρύξας ὕστερον τὸν θετὸν υἱὸν στοχαστικῶς ἐξετάζεται· καὶ οἱ τύραννον ἐν Ὀλυμπίᾳ ἀποκτείναντες στοχαστικῶς ἐξετάζονται, πότερον ἐν ἀπορίᾳ τοῦ δύνασθαι καὶ ἄλλοτε αὐτὸν ἑλεῖν ἢ καταφρονήσει τῶν ἱερῶν αὐτὸν ἀπέκτειναν· καὶ ἐν ἀμφοτέροις ἐστὶν ἀντεγκλήματος ἐξουσία· καὶ γὰρ καὶ οἱ τύραννον ἀνελόντες δύνανται ἀντεγκαλέσαι ὡς ἀξίῳ ὄντι παθεῖν· καὶ ὁ τὸν στοχασμὸν ἐγκαλέσας τῷ παιδὶ, ὡς ἄξιόν τι ἀποκηρυχθῆναι· καὶ ὁ τὸν υἱὸν ἑταιροῦντα ἀποσφάξας ἀντεγκλήματός ἐστιν· διαφέρει δὲ τὸ ἀντέγκλημα στοχασμοῦ μὲν, ὅτι πρόδηλόν ἐστιν ἐν ἀντεγκλήματι τὸ ἀδίκημα, τὸ ἑταιρεῖν τὸν υἱόν· ἐν δὲ στοχασμῷ αὐτὸ τοῦτο ζητεῖται, εἰ ἄξιον ὄντα ἀποκηρυχθῆναι ἀπεκήρυξε καὶ οὐ κατασοφισμοῦ χάριν· ἀντιλήψεως δὲ, ὅτι, ἐὰν μὲν κατὰ νόμον ᾖ τὸ πεπραγμένον γεγενημένον, ἀντίληψιν ποιεῖ, ἂν δὲ εὐλόγως μὲν, οὐ νομίμως δὲ, ἀντέγκλημα· τὸ γὰρ τὸν υἱὸν ἀποκτεῖναι εὐλόγως μὲν πέπρακται, νόμον δὲ οὐκ ἔχει τοῦτο κελεύοντα· ὁ δὲ τὸν ἀριστέα ἀνελὼν κατὰ νόμον τοῦτο ἔπραξε.
5.100 Κοινωνεῖ ἡ ἀντίληψις πρὸς ἀντίστασιν· ἔν τε γὰρ ἀντιλήψει οὐ φαῦλον εἶναι τὸ γεγενημένον λέγει, ἀλλὰ καὶ χρηστὸν, ὥσπερ ὁ ζωγράφος, ὁ λέγων συμβουλῆς χάριν γεγραφηκέναι τοῖς πλέουσι τὰ ναυάγια, ἵνα μάθοιεν τὰ δυσχερῆ τὰ ἐν τῷ παρὰ καιρὸν πλεῖν, καὶ ἐν τῇ ἀντιπαραστάσει εὐεργεσίαν πεποιηκέναι ἐξ αὐτοῦ τοῦ ἀδικήματος ὁ φεύγων ἐρεῖ· διαφέρει δὲ, ὅτι ἐν μὲν ἀντιλήψει οὐκ αὐτὸ τὸ πεπραγμένον φαῦλον εἶναι λέγει, ἀλλὰ καὶ χρηστὸν, ἐν δὲ τῇ ἀντιστάσει τὸ μὲν πεπραγμένον ἀνεύθυνον εἶναι λέγει, ἕτερον δὲ ἐξ αὐτοῦ συμβὰν ἀγαθόν· κοινωνεῖ δὲ ἡ συγγνώμη πάντη τῇ ἀντιλήψει, οἷον νόμος τοὺς κατιόντας φυγάδας ἐξεῖναι ἀποκτιννύναι· καταστείχοντάς τις φυγάδας ἀπέκτεινε καὶ κρίνεται· συγγνώμη δὲ, ἐρασθέντι τῷ υἱῷ παρεχώρησεν ὁ πατὴρ τοῦ γάμου τῆς μητρυιᾶς, καὶ κρίνονται οἱ τρεῖς κακοῦ βίου· κοινωνοῦσιν οὖν μάλιστα τῷ ἐν ἀμφοτέροις καὶ ἐπὶ τῷ πεπραγμένῳ εἶναι τὸ ἔγκλημα καὶ κακοῦ βίου εἶναι τὴν γραφήν· διαφέρουσι δὲ τῷ τὰ μὲν τῆς ἀντιλήψεως ὁμολογουμένως εἶναι ἑκούσια, τὰ δὲ τῆς συγγνώμης ἀκούσια, οὐ γὰρ ἑκὼν ὁ νεανίσκος ἐρᾷ· οὐδὲ ἑκὼν ὁ πατὴρ παραχωρεῖ, ἀλλὰ δι’ ἔλεον τοῦ παιδὸς, οὐδὲ ἡ μητρυιὰ, ἀλλὰ διὰ τὸ πάντα πείθεσθαι τῷ ἀνδρί· κατὰ γὰρ τοὺς Ἀττικοὺς νόμους παρειλήφαμεν, ὡς ἐξῆν τοῖς ἀνδράσι τὰς ἑαυτῶν ἐπιγαμίζειν ἑτέροις γυναῖκας.
5.101 Διὸ καὶ σύστασιν ἔχει τὸ ζήτημα, ἐπειδὴ κατὰ τὸ ἀπίθανον ἔμελλεν εἶναι· ἔτι δὲ σφόδρα κοινωνεῖ, ὡς καὶ αὐτὸς ὁ τεχνικὸς ὁμολογεῖ, λέγων μηδὲν διαφέρειν αὐτὰς, ἡ μετάστασις πρὸς τὴν συγγνώμην· ἐν ἀμφοτέραις γὰρ λέγουσι βεβιάσθαι· ἢ ἀπὸ καιροῦ, ἢ ἀπὸ τύχης, ἢ ἀπὸ προσώπων ἢ ἀπὸ πραγμάτων τινῶν, καὶ αὕτη μὲν ὑπὸ πάντων προφερομένη διαφορὰ, ὅτι συγγνώμης μὲν ἴδιον ἐπὶ μόνα τὰ τῆς ψυχῆς φέρειν πάθη, μεταστάσεως δὲ ἐπὶ τὰ ἔξω· ἔστι δὲ καὶ ἑτέρα ἀκριβεστέρα, ὅτι ἐν μὲν τῇ μεταστάσει κρίνεται ὁ φεύγων ὡς πεποιηκώς τι ὧν οὐκ ἐχρῆν. Καὶ μεταστάσεως μὲν παράδειγμα ὁ πρεσβευτὴς, ὁ διὰ τὸ μὴ λαβεῖν τὰ ἐφόδια μὴ πρεσβεύσας· συγγνώμης δὲ ἡ γυνὴ, ἡ ληφθεῖσα παρὰ τῶν πολεμίων χοηφοροῦσα τῷ παιδὶ καὶ τυπτομένη, ἡ τὰ ἀπόῤῥητα ἐξειποῦσα, καίτοιγε, ὡς ᾠήθησάν τινες τὴν μετάστασιν ἐπὶ πρόσωπον μόνον φέρειν, ὡς ὁ τεχνικὸς, τὴν δὲ συγγνώμην ἐπὶ πρᾶγμα· ἀλλ’ ἐνταῦθα ἐπὶ πρόσωπον ἑκάτεροι φέρουσιν, ὁ μὲν τὰ τοῦ ταμίου, ἡ δὲ τὸ τῶν πολεμικῶν· ἔτι δὲ συγγνώμης ἡ τῆς γυναικὸς, ἀλλ’ ἡ διαφορὰ δήλη ἐστὶν τὴν ἀκρίβειαν φυλάττουσα, ὅτι διὰ τοῦτο συγγνώμη ἐστὶν ἐπὶ τῆς γυναικὸς, ὅτι ἐφ’ οἷς ἐποίησε δέον μὴ ποιεῖν τὴν κρίσιν ἔχει, ἐπὶ δὲ τοῦ ταμίου μετάστασις, ὅτι ἐφ’ οἷς οὐκ ἐποίησε δέον ποιῆσαι. Τὰς μὲν οὖν λογικὰς τῶν στάσεων ἐκ τούτων ἐπιγνωσόμεθ α , τὰς δ ’ αὖ νομικὰς οὕτω ς , πρῶτον μὲν περὶ ῥητὰ τὴν ζήτησιν εἶνα ι .
5.102 σαφῶς ἀλλ’ οὐ καλῶς τὴν διαφορὰν γενικὴν ἡμᾶς ὁ τεχνικὸς ἐδίδαξε τῶν νομικῶν καὶ τῶν λογικῶν· εἰ γὰρ καὶ ἐν ταῖς λογικαῖς εὑρίσκονται νόμοι, ὥσπερ ἐν τῇ μεταστάσει τῇ ἐπὶ ῥητῷ φερούσῃ, καὶ ἐν ἀντιλήψει καὶ ἐν ὅρῳ δὲ καὶ ἐν ἄλλαις πολλάκις, τί διοίσουσιν αἱ νομικαὶ τῶν λογικῶν, ὅτι καὶ ἐν ἐκείναις καὶ ἐν ταύταις ῥητά ἐστι; λέγομεν, ὅτι ὁ τεχνικὸς μηνύει, ὅτι ἐν ταῖς λογικαῖς ἀπὸ ῥητοῦ μὲν ἡ ζήτησις, οὐκέτι δὲ περὶ ῥητὸν, ἐν δὲ ταῖς νομικαῖς καὶ ἀπὸ ῥητοῦ καὶ περὶ ῥητόν. ἐπὶ δὲ τοῦ παραδείγματος σαφέστερον ἔσται ὃ λέγω· ἐν τῇ ἀντιλήψει τῇ ἐπὶ νόμον, ὅταν λέγῃ ἐξεῖναι τὸν μοιχὸν ἀποκτιννύναι, τρισαριστέα δὲ ἀνελών τις κρίνηται, οὐδὲ μία πρὸς τὸ ῥητόν ἐστι ζήτησις, οὐδὲ λέγομεν ὅτι τοῦτο σημαίνει, οὐδὲ λέγομεν, ὅτι ἕτερον ῥητόν ἐστιν ἐναντίον, ὅπερ οἰκεῖόν ἐστι νομικῶν· ἀλλ’ ὡμολόγηται μὲν τὸ ῥητὸν, περὶ δὲ τὴν τοῦ πράγματος περίστασιν ἡ ζήτησις γίνεται· οἷον τὸ εἶναι τρισαριστέα· καὶ πάλιν ἐν τῇ μεταστάσει τῇ ἐπὶ ῥητὸν, ὅταν λέγωμεν, νόμος νύκτωρ μὴ ἀνοίγειν τὰς πύλας, τῶν αἰχμαλώτων παρόντων οὐκ ἤνοιξεν ὁ στρατηγός· ἀνῄρηνται καταλαβόντων τῶν πολεμίων καὶ κρίνεται· πάλιν οὐδεμία ζήτησίς ἐστι πρὸς τὸ ῥητὸν, ὥσπερ ἐν ῥητῷ καὶ διανοίᾳ, οὐδὲ ζητοῦμεν ὅ τί ποτε ὁ νόμος ἔχει, ἀλλ’ ὡμολόγηται μὲν ὁ νόμος ἔχων καὶ ἐπὶ τούτοις κείμενος, ἡ δὲ τοῦ πράγματος περίστασις τὸ εἶναι αἰχμαλώτους φεύγοντας ποιεῖ τὴν ζήτησιν· ἐν δὲ ταῖς νομικαῖς αὐτό ἐστι τὸ ῥητὸν τὸ ζητούμενον ἢ κατὰ τὴν διάνοιαν, εἰ τοῦτο σημαίνει, ἢ καθ’ ἕτερον ἐναντίον ῥητὸν, ἢ καθ’ ἕτερόν τι ὧν ἑξῆς ἐροῦμεν. Ῥητὰ δὲ λέγ ω , διαθήκα ς , νόμου ς , ψηφίσματ α , ἐπειδὴ ῥητὰ οἱ νόμοι καλοῦνται, διὰ τοῦτο καλῶς ἀσφαλιζόμενος ὁ τεχνικὸς ἐδίδαξεν, ὡς οὐκ ἀπὸ νόμου μόνου αἱ νομικαὶ γίνονται, ἀλλ’ ἁπάντων ἁπλῶς τῶν γεγραμμένων ἢ ὡρισμένων, ἵνα καὶ τὰ ψηφίσματα περιλάβῃ.
5.103 Ταύτην δὲ τὴν ζήτησιν ἤτοι περὶ ἓν ἢ καὶ πλείονα γενέσθαι συμβαίνει ῥητ ὰ , λέγω δὲ καὶ πλείον α , κἂν ἐπὶ τούτων εἰς δύο μέρη διαιρῆτα ι , καὶ μέρει μὲν ὁ ἕτερο ς , μέρει δὲ ὁ ἕτερος τῶν δικαζομένων χρῶντα ι . Περὶ τούτου ῥητοῦ, ὡς οὐ συνέστηκεν, ἐν τοῖς ἐφεξῆς ἀποδείξομεν. ἢ περὶ τὰς τούτου διανοία ς , ἢ κα θ ’ αὑτὸ θάτερον τῶν μερῶν γίνετα ι , ποιεῖ ῥητὸν καὶ διάνοια ν · καλῶς πάνυ τὸ θάτερον τῶν μερῶν, οὐχὶ ὥς τινες ᾠήθησαν, πάντως δεῖν τὸν φεύγοντα μὲν ἔχειν τὴν διάνοιαν, τὸν δὲ κατήγορον τὸ ῥητόν· φαίνεται γάρ ποτε καὶ τὸ ἐναντίον· δεῖ δὲ καθολικὸν κανόνα εἰπεῖν, ὅτι ἐν μὲν τοῖς πρώτοις καταφυγὴν καὶ δίωξιν ὁ κατήγορος ἔχει τὸ ῥητὸν, τὴν δὲ διάνοιαν ὁ διώκων· ἐν δὲ τοῖς ῥητοῖς κατὰ ἀξίωσιν πάντως ὁ φεύγων ἔχει τὸ ῥητὸν, καὶ ὁ ἐναντιούμενος ἔχει τὴν διάνοιαν· καὶ τοῦ μὲν κατὰ φυγὴν καὶ δίωξιν παράδειγμα· ὁ ῥίψας τὴν ἀσπίδα καὶ ἀνελὼν τὸν τῶν πολεμίων στρατηγὸν καὶ κρινόμενος· τοῦ δὲ κατὰ ἀξίωσιν ὁ Ἀριστογείτων, ὁ ἡττηθεὶς τὴν τῶν παρανόμων γραφὴν καὶ ἀξιῶν ἔντιμος εἶναι· ἢ ὁ ἄσωτος ὁ ἑαυτὸν πηρώσας καὶ ἀξιῶν δημοσίᾳ τρέφεσθαι τοῦ νόμου κελεύοντος τὸν πεπηρωμένον τρέφεσθαι. ἐζήτηται δὲ, πῶς τῶν λογικῶν πασῶν καὶ ἐπιγραφὰς καὶ ὅρους προσέθηκεν, ἐν δὲ ταῖς νομικαῖς ὅρον οὐ προσέθηκεν, ἀλλὰ μόνον τὸν τόπον τοῦ πῶς γίνεται ἐκθεὶς εὐθὺς ἧκεν ἐπὶ τὸ παράδειγμα· λέγομεν, ὡς τοῦ τόπου τάξιν ὅρου ἔχοντος, καὶ γὰρ αὐτὸ τοῦτο ὅρος ἐστὶν, ὅταν λέγῃ τὴν φύσιν δι’ ἧς γίνεται· εἴπομεν δὲ ὅρον ἡμεῖς ῥητοῦ καὶ διανοίας.
5.104 ἔτι ζήτησις περὶ τοῦ ὅ τί ποτε βούλεται τὸ ῥητὸν μηνύειν ἢ τὸ φανερῶς πεπραγμένον, ἢ κατηγορούμενον ἢ ἕτερόν τι. ἐζήτηται δὲ, τί δήποτε ταύτην πρώτην ἔταξε πασῶν τῶν νομικῶν, καίτοιγε ἀτελεστέραν οὖσαν πασῶν· οὐ γὰρ δὴ ἀγνοοῦμεν, ὡς ἡ ἀντινομία δύο νόμους ἔχουσα τελειοτέρα τῆς μιᾶς ἐστιν· καὶ ὁ συλλογισμὸς τέλειον τελείῳ συνάπτων ἐπαναμένει, ἀλλ’ ἐροῦμεν, ὅτι ὃν τρόπον ὁ στοχασμὸς πασῶν τῶν λογικῶν προτέτακται, διὰ τὸ ἐν πάσαις ἐμπίπτειν, οὕτω καὶ τὸ ῥητὸν καὶ ἡ διάνοια προτέτακται, ἐπειδὴ ἐν πάσαις ἐμπίπτει· ἡ γὰρ ἀντινομία ὡς καὶ αὐτὸς ὁ τεχνικός φησι, διπλοῦν ἐστι ῥητὸν καὶ διάνοια· ἔδει οὖν τὰ ἁπλᾶ πρῶτον μαθεῖν· καὶ ὁ συλλογισμὸς πάλιν ἔχει τὴν διάνοιαν τοῦ νομοθέτου. ἔδει οὖν πρῶτον μαθεῖν, ὅ τί ποτέ ἐστι ῥητὸν καὶ διάνοια, ἵν’ ἐν τούτῳ εἰδῶμεν αὐτοῦ τὴν φύσιν· καὶ ἔτι καὶ τὸ ἀτελὲς εἶναι· οὐ γὰρ ἐχρῆν τὰ τέλεια πρὸ τῶν ἀτελῶν τάττεσθαι, ἀλλὰ κατ’ ὀλίγον ἐπαναλαμβάνειν. τῷ ῥητῷ δὲ προστίθησί τι πρᾶγμ α , εἰς ταὐτὸν ἄγων τὸ ἔγγραφον τῷ ἀγράφῳ καὶ ποιεῖ συλλογισμό ν . Ἐζήτηται τί δήποτε δεύτερον ἔταξε τὸν συλλογισμὸν καὶ τὴν ἀντινομίαν ἀκόλουθον οὖσαν πρὸς τὸ ῥητὸν καὶ τὴν διάνοιαν· λέγομεν, ὅτι τῇ αὐτῇ αἰτίᾳ, ᾗπερ τὸ ῥητὸν καὶ ἡ διάνοια, εἰ γὰρ ὁ συλλογισμὸς ἐμπίπτει τῇ ἀντινομίᾳ, ἐν οἷς τὸ περιεχόμενον καὶ τὸ περιέχον ζητοῦμεν συλλογισμῷ δηλῶσαι φυλάττομεν αὐτὸν· καὶ ἔτι ὁ συλλογισμὸς φύσιν ἔχει ῥητοῦ καὶ διανοίας, δοκεῖ γὰρ καὶ αὐτὸς κατὰ μὲν ἓν μέρος ἔχειν τὸ ῥητὸν, καθ’ ἕτερον δὲ τὴν διάνοιαν καὶ λέγειν, μὴ τοῦτο σημαίνειν τὸν νόμον· ἀκόλουθον οὖν ἦν πᾶσαν τὴν τῶν ἁπλῶν ζήτησιν πρώτην ἐξετασθῆναι, καὶ οὕτω τὴν τῶν διπλῶν, ὅ ἐστι τὴν τῆς ἀντινομίας.
5.105 Ἐζήτηται δὲ, τίνος χάριν ἐπιγραφὴν προσθεὶς πρῶτον ὅρον ἐπήγαγεν τοῦ συλλογισμοῦ· λέγομεν, ὅτι ὁ συλλογισμὸς πλείστην ἔχει πρὸς τὸ ῥητὸν καὶ διάνοιαν κοινωνίαν· καὶ οὐκ ἤρκει ἡ ἐπιγραφὴ μηνῦσαι τὴν φύσιν αὐτῶν, καὶ γὰρ ἄγραφόν τί ἐστι καὶ ἡ διάνοια, ἔγγραφον δὲ τὸ ῥητόν· διὰ τοῦτο προσέθηκε τὸν ὅρον αὐτοῦ, ἵνα τῷ ὅρῳ καὶ τῇ ὑπογραφῇ σαφέστερος γενόμενος ἀποδιαστήσῃ τῶν ἄλλων· εἰδέναι δὲ χρὴ, ὅτι συλλογισμῶν εἴδη τέσσαρα ἐκ τοῦ ἴσου, ὡς ὁ ἐκ τοῦ πόρνου κωλυόμενος λέγειν τοῦ νόμου τὸν ἐξαίρετον κωλύοντος· ἴσον γάρ φησιν ἐκ τοῦ ἀκολούθου, ὅπερ ἐστὶν ἐκ τοῦ μείζονος, ὡς ὁ ἀποκτείνας ἐν τῷ στίζειν τοῦ νόμου κελεύοντος ἐξεῖναι καταστίζειν τὸν μοιχὸν, ἐνταῦθα γὰρ συλλογίζεται τὸ ἐκβὰν λέγων, ὅτι εἰ τὸ στίζειν δέδωκε, καί τι μεῖζον ἐξ αὐτοῦ δέδωκε, καὶ ἐκ τοῦ ἥττονος, ὡς ἐπὶ τούτου· νόμου ὄντος τοὺς μοιχοὺς ἀνελεῖν μὴ ἀνελών τις ἀλλὰ στίξας κρίνεται· ἐνταῦθα γὰρ συλλογίζεται, εἰ τὸ μεῖζον τὸ ἀναιρεῖν δέδωκε, πολλῷ πλέον τὸ εὐτελέστερον τὸ καταστίζειν, καὶ ἐκ τοῦ ἐναντίου, νόμος τὸν λιπόντα τὴν τάξιν κολάζεσθαι· ἀριστεύς τις αἰτεῖ δωρεὰν, εἰ γὰρ, φησὶν, ὁ λιπὼν τάξιν κολάζεται, δῆλον ὅτι ὁ ἀριστεύσας τιμηθήσεται. Ἐὰν μὲν περὶ δύο ῥητὰ ἢ καὶ πλείονα καὶ ἓν διαιρούμενον ἡ ζήτησι ς , ἢ ὅτε καὶ ἐκ πλειόνων ῥητῶ ν , γίνεται ἀντινομί α . Παράδειγμα τοῦτο μηνύει· νόμος τὸν πεπηρωμένον ὑπὸ τῆς γυναικὸς χειραγωγεῖσθαι, καὶ προδότῃ τοὺς παῖδας συμφεύγειν, καὶ τὸν καταστείχοντα φυγάδα ἀνελεῖν· πέφευγέ τις θυγατέρα ἔχων ἄνδρα ἔχουσαν τυφλὸν, ἔμεινεν αὐτὸν χειραγωγοῦσα· ἀπέκτεινέν τις αὐτὴν καὶ κρίνεται· ἐνταῦθα γὰρ τρεῖς εἰσιν οἱ νόμοι· ὅ τε τὸν φυγάδα κελεύων ἀνελεῖν καὶ ὁ τὸν ἄνδρα κελεύων χειραγωγεῖσθαι ὑπὸ τῆς γυναικὸς· καὶ ὁ κελεύων συμφυγεῖν τοὺς παῖδας μετὰ τοῦ πατρός.
5.106 Ἢ καὶ ἓν διαιρούμενο ν · ὅτι τοῦτο οὐ συνέστηκεν ἐν τοῖς ἐφεξῆς ἐροῦμεν· ὅτι δέ ἐστιν ἀντ’ αὐτοῦ πάλιν προσθήσομεν, „μὴ φύσει ἐναντίων κατὰ περίστασιν δὲ μάχη.“ ὡμολόγηται, ὅτι πολιτεία οὐκ ἂν συσταίη, ἐν ᾗ φύσει ἐναντίοι ἀλλήλων εἰσὶν οἱ νόμοι· πῶς γὰρ ἂν κατὰ τὸν Δημοσθένη ταὐτὰ κύρια καὶ μὴ κύρια ἐστὶν εὑρεῖν· ἀλλ’ ἡ περίστασις, ὅπερ ἐστὶ τὸ συμβεβηκὸς, ποιεῖ τὴν μάχην καὶ τὴν ἐναντίωσιν· ἐὰν γὰρ εἴπω, ὅτι τὸν μοιχὸν μὴ ἐξεῖναι εἰς ἱερὸν ἰέναι καὶ τὸν ἀριστέα εἰς ἱερὸν ἀνατιθέναι τὴν σκευὴν, οὐδεμία ἐστὶν ἐναντίωσις· ἐὰν δὲ συμβῇ, τὸν αὐτὸν εἶναι καὶ μοιχὸν καὶ ἀριστέα, τὸ συμβὰν τοῦτο ποιεῖ τὴν ἐναντίωσιν· φησὶ δὲ, ὡς διπλῆ περίστασις ῥητοῦ καὶ διανοίας· εἰ γὰρ πᾶν ῥητὸν ἢ ἑτέρῳ ῥητῷ ἢ διανοίᾳ λύεται, ἕκαστον δὲ τῶν ῥητῶν παρὰ τοῦ ἐναντίου τῇ διανοίᾳ λύεται, διπλοῦν ἂν εἴη ῥητὸν καὶ διάνοια· περὶ δὲ τοῦ κατὰ ἓν ῥητὸν διαιρούμενον γίνεσθαι ἀντινομίαν, παράδειγμα αὐτὸς τίθησι τὸν κατὰ ταὐτὸν δύο βιασάμενον, καὶ τὴν μὲν αἱρουμένην αὐτοῦ θάνατον, τὴν δὲ γάμον ἄπροικον· τοῦτο, ὡς εἰρήκαμεν, αὐτὸ τὴν ἀρχὴν σύστασιν οὐκ ἔχει, ἀλλ’ ἔστιν ἀσύστατον κατὰ τὸ ἀπίθανον καὶ ἀδύνατον· πῶς γάρ ἐστι κατὰ ταὐτὸν τὰς δύο βιάσασθαι, ἀλλ’ ἀνάγκη τὴν μὲν πρότερον, τὴν δὲ ὕστερον· ἔπειτα καὶ κατὰ ἄλλα ὁ νόμος ἰσάζει· εἰ γὰρ καὶ διάφοροι αἱ αἰτήσεις αὐτῶν, ἀλλ’ ἡ τοῦ νόμου περίστασις μία τίς ἐστιν, ἐξ ἴσου γὰρ ἡ ἐξουσία αὐταῖς δέδοται, καὶ ἔτι τὰ εἴδη ἐπὶ πλειόνων συνίσταται, ἐπ’ οὐδενὸς δὲ ἄλλου ζητήματος εὑρεθείη τοιοῦτον παράδειγμα.
5.107 Ἀντεισακτέον οὖν ἀντὶ τούτου τοῦ εἴδους τῆς ἀντινομίας τοῦ καθ’ ἓν ῥητὸν διαιρούμενον τὴν ἀντινομίαν ταύτην, ἣν αὐτὸς μὲν ὁ τεχνικὸς ἀγνοεῖ, πλείονες δὲ ἴσασι, καὶ ἡ πεῖρα διδάσκει· αὕτη δέ ἐστιν ἡ κατὰ ἓν ῥητὸν μὴ διαιρούμενον, ἀλλ’ ἐξ ἴσου παρ’ ἀμφοτέρων προφερόμενον τῶν μερῶν γινομένη, οὗ τὸ παράδειγμα τοῦτο· νόμος τὸν μὴ ἐπαμύνοντα δεομένοις τοῖς γονεῦσιν ἄτιμον εἶναι· ῥήτορος γονεῖς ἔθεντο διαζύγιον, ἐκάλεσαν ἀμφότεροι τὸν ῥήτορα εἰς τὸ δικαστήριον εἰς συνηγορίαν, συνηγόρησε τῇ μητρὶ καὶ ὁ πατὴρ ἡττηθεὶς ὑπάγει αὐτὸν τῇ ἀτιμίᾳ καὶ ἡ μήτηρ ἀντιλέγει· ἐνταῦθα γὰρ τὸ μὲν ῥητὸν οὐ διαιρεῖται ἐξ ἴσου, οὐδὲ παρ’ ἀμφοτέρων προφέρεται, τοῦ τε πατρὸς μὴ βεβοηθηκέναι προβαλλομένου, καὶ διὰ τοῦτο ἀτιμοῦντος, καὶ τῆς μητρὸς τὸ βεβοηθηκέναι καὶ διὰ τοῦτο ἐναντιουμένης· ἐξ ἴσου δὲ οἱ δύο τὸ ῥητὸν ἀναγινώσκουσι, τὸν μὴ βοηθήσαντα τοῖς γονεῦσιν ἄτιμον εἶναι· ἕτερον δὲ παράδειγμά ἐστιν, ὃ καὶ μεμελέτηται, τὸν μὴ βοηθήσαντα δεομένοις τοῖς γονεῦσιν ἄτιμον εἶναι· ληφθείς τις ὑπὸ λῃσταῖς ἔγραψε περὶ λύτρων· ἡ γυνὴ αὐτοῦ δακρύουσα ἐτυφλώθη, ὁ παῖς ἐξελθὼν δέδωκεν ἑαυτὸν ἀντὶ τοῦ πατρὸς, ἐναπέθανεν ὁ παῖς δεσμοῖς, ἔῤῥιψαν αὐτὸν οἱ λῃσταὶ εἰς τὴν θάλασσαν, προσηνέχθη τῇ πόλει· βούλεται αὐτὸν ὁ πατὴρ θάψαι, καὶ ἡ μήτηρ ἀντιλέγει ὡς ἀμελήσαντος αὐτοῦ ἐν τῇ πηρώσει τῆς μητρός· ἐνταῦθα γὰρ πάλιν τὸ ῥητὸν οὐ διῄρητο, ἀλλ’ ἐξ ἴσου ἀμφότεροι ἔχουσιν, ἡ μὲν ὡς οὐ βεβοήθηκέ μοι τετυφλωμένῃ, ὁ δὲ ὡς ἐν δεσμοῖς ὄντα με ἐῤῥύσατο· ἄμεινον οὖν ταύτην τὴν ἀντινομίαν εἰσενεγκεῖν τὴν καὶ ἐν πείρᾳ οὖσαν καὶ διὰ πλειόνων παραδειγμάτων συστῆναι δυναμένην ἀντὶ τῆς „ἢ ἓν ῥητὸν διαιρούμενον.
5.108 “ Ἔστι γὰρ ἀμφιβολία ἀμφισβήτησις περὶ ῥητὸν ἐκ προσῳδίας ἢ διαστάσεως συλλαβῶν γινομέν η · τελευταία τῶν νομικῶν ἡ ἀμφιβολία· αὐτὴ δὲ καθ’ ἑαυτὴν ἡ σύστασις μελέτην ἢ ζήτησιν οὐκ ἂν ἐπιδέξαιτο, ἀσθενής τις οὖσα καὶ εὐτελὴς, ἐν ἑτέραις δὲ ἀναφύεται στάσεσιν, ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας φαίνεται τὴν χρῆσιν αὐτῆς εἰδὼς λέγων, „εἰ μὲν οὖν πολεμοῦσιν ἡμῖν ἀνεῖλεν ὁ θεὸς τοὺς ἡγεμόνας φυλάττεσθαι, τοὺς στρατηγοὺς λέγει, εἰ δὲ πεποιημένων εἰρήνην, τοὺς ἐπὶ τῆς πολιτείας ἐφεστηκότας.“ Δύο δὲ εἴδη μόνον οἶδεν αὐτὸς ὁ τεχνικὸς ὄντος ἑτέρου καὶ τρίτου καὶ ἀναγκαιοτέρου καὶ μάλιστα ἐν τῇ χρήσει τυγχάνοντος. τοῦτο δέ ἐστιν ὃ καλεῖται ὁμωνυμία, ὅταν ἓν ὄνομα δύο προσώποις ἢ πράγμασιν ἁρμόττῃ, ὡς ἐπὶ τοῦ, „τοὺς ἡγεμόνας ἀνεῖλεν ὁ θεὸς φυλάττεσθαι καὶ ἀμφισβητοῦσι πρὸς ἑαυτοὺς οἱ ῥήτορες καὶ οἱ στρατηγοὶ,“ ἀμφιβολία ἐστὶν, τίς θεὸς κελεύει φυλάττεσθαι. Ἦσάν τῳ δύο παῖδε ς · τοῦτό ἐστιν οὐ τὸ τυχὸν πταῖσμα τοῦ τεχνικοῦ, ἀσύστατον γὰρ παντελῶς ἐστι τὸ ζήτημα κατὰ τὸ ἰσάζον· κατὰ τί γὰρ ἕξει τὴν ἀμφισβήτησιν ἢ τὴν ἀπόδειξιν· ἢ ὁ συνηγορῶν τῷ λέγοντι „πάντα τὰ ἐμὰ Λέοντι,“ ἢ ὁ λέγων „πάντα τὰ ἐμὰ Πανταλέοντι.
5.109 “ οὐ μέντοι φημὶ αὐτὸ τὸ εἶδος ἀσύστατον εἶναι, ἀλλὰ τὸ ζήτημα κατὰ τὴν περίστασιν ἀδύνατον εἶναι· δύναιτο δ’ ἂν καὶ τοῦτο τὸ ζήτημα συστῆναι, εἰ περιστάσεως λάβοιτο· εἰ γὰρ οὕτως ὁρίσῃς, ὅτι ἦσάν τῳ δύο παῖδες, Λέων μὲν ἰατρὸς ἦν, Πανταλέων δὲ ῥήτωρ· ἔγραψεν ἐν ταῖς διαθήκαις, βούλομαι τἀμὰ πάντα Λέοντι· καὶ ὁ μὲν ἀναγινώσκει πάντα Λέοντι, ὁ δὲ ὑφ’ ἓν Πανταλέοντι· ἡ ἐναλλαγὴ τῆς ποιότητος τῶν προσώπων δύναται τὴν ἀμφισβήτησιν δέξασθαι, τοῦ μὲν ἐροῦντος, ὡς τιμιώτερον ἡγήσατο τὸ τοῦ ῥήτορος, τοῦ δὲ ὡς ἀναγκαιότερον τὸ τοῦ ἰατροῦ, καὶ ἡ τῶν ἐπιτηδευμάτων διαφορὰ τὴν ποιότητα τῶν λόγων ἐκδέχεται, καὶ τοῦτο μὲν τὸ ζήτημα οὕτω συσταίη· εἰσὶ δὲ τοῦ εἴδους τούτου παραδείγματα ἕτερα οὐκ ἰσάζοντα· οἷον ἀριστεὺς τελευτῶν ἔγραψεν ἐν ταῖς διαθήκαις γενέσθαι Ἄρεα χρυσοῦν δόρυ ἔχοντα· καὶ ὁ μὲν ἱερεὺς ἀναγινώσκει ὑποστίζων Ἄρεα χρυσοῦν, εἶτα δόρυ ἔχοντα, ἵνα τὸ πᾶν ἄγαλμα ᾖ χρυσοῦν· οἱ δὲ κληρονόμοι Ἄρεα, εἶτα χρυσοῦν δόρυ ἔχοντα, ἐνταῦθα γὰρ διαφορὰν ἔχει πλείστην τὸ πρᾶγμα· τοῦ μὲν λέγοντος, ὅτι αὐτὸ τὸ δόρυ, δι’ οὗ ἦν ἀριστεὺς, ἠβούλετο εἶναι χρυσοῦν, καὶ οὐ τὴν πᾶσαν οὐσίαν δαπανῆσαι εἰς τὴν τοῦ ἀγάλματος ποίησιν, τοῦ δὲ ὡς οὐκ ἐβούλετο ἐν μέρει τὸν θεὸν τιμᾷν, καὶ ἐν μέρει ὑβρίζειν. Τὴν δὲ μετάληψιν οὐκέτι ὁμοίω ς , ἀλ λ ’ ὅταν ζήτησις ᾖ περὶ τοῦ εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖ ν . ἐνταῦθα μέγιστόν ἐστι τοῦ τεχνικοῦ πταῖσμα, οὐδὲ γὰρ πᾶσα μετάληψις περὶ τοῦτ’ ἐστιν, ἀλλ’ ἡ ἔγγραφος. Τῆς γὰρ μεταλήψεως, ὡς καὶ αὐτὸς ἐπάγει, εἴδη δύο, ἡ μὲν ἔγγραφος, ἡ δὲ ἄγραφος, ἣ πᾶσα εὐθυδικία ἐστὶ, καὶ οὐ περὶ εἰσαγωγῆς ἔχει τὴν ζήτησιν, ἀλλὰ περὶ τῆς τοῦ πράγματος περιστάσεως· ἐὰν γὰρ εἴπω, ἐξέστω τὸν μοιχὸν καὶ τὴν μοιχευομένην ἀποκτεῖναι, Ὀρέστης ἀπέκτεινε μοιχευομένην, καὶ χρίνεται, οὐ περὶ εἰσόδου ἐστὶν ἡ ζήτησις, ἀλλὰ περὶ αὐτῆς τῆς εὐθυδικίας μεταλαμβάνεται· ἐκ τοῦ προσώπου, ὅτι σε παῖδα ὄντα οὐκ ἐχρῆν φονεῦσαι· ἐχρῆν οὖν μὴ οὕτως ὁρίσαι, ἀλλ’ εἰπεῖν· „τὴν μετάληψιν οὐκ ἔτι ὁμοίως ἐπιγνωσόμεθα, ἔστι γὰρ αὐτῆς ἡ ζήτησις περὶ τοῦ τὸν ἀγῶνα εἰσελθεῖν, ἢ περί τινος τῶν περιστατικῶν“· ἵνα καὶ τὴν ἄγραφον περιέλαβε τὴν ἔχουσαν περὶ εὐθυδικίας τὴν ζήτησιν, μεταλαμβανομένην δὲ ἀπό τινος τῶν περιστατικῶν, καὶ τὴν ἔγγραφον τὴν τελείαν οὖσαν ἀπαγωγὴν τῆς εὐθυδικίας.
5.110 Ὅτι δὲ διαφέρει παραγραφὴ παραγραφικοῦ ἐν τῷ περὶ διαιρέσεως τοῦ στοχασμοῦ ἀναγκαῖον εἰπεῖν· εἰ γὰρ κἀκεῖνο δοκεῖ ἀπαγωγῆς εἶναι τῆς εὐθυδικίας, ἀλλὰ τὴν ἀκριβῆ αὐτοῦ διαφορὰν ἐκεῖσε ἐροῦμεν· εἰδέναι δὲ χρὴ, ὡς πᾶσα παραγραφὴ, ἥτις ἐστὶ καὶ ἔγγραφος μετάληψις, μεταλαμβάνεται γὰρ, εἴδη ἔχει δύο, ὥσπερ καὶ ἡ πραγματικὴ, ἡ μὲν ἔγγραφος, ἡ δὲ ἄγραφος. Καὶ ἡ μὲν ἄγραφος ὁμωνύμως τῷ γένει μετάληψις καλεῖται, ἡ δὲ ἔγγραφος παραγραφὴ καλεῖται, παρ’ ἐνίων δὲ ἔγγραφος μετάληψις· ἡ μὲν ἔγγραφος αὕτη μετάληψις κατὰ δύο στάσεις μελετᾶται, μίαν μὲν τὴν προτέραν τὴν νομικὴν, ἥτις ἂν ἐμπέσοι· ἑτέραν δὲ τὴν εὐθυδικίαν, ἥτις ἐκ τῆς φύσεως τοῦ πράγματος ἀναφύεται· οἷον δ’ ἐπὶ τῆς παραγραφῆς τῆς ὑπὲρ Φορμίωνος στοχαστικὴ ἀνεφύη ἡ δευτέρα, ἥτις εὐθυδικίας ζήτησις, πότερον χρεωστεῖ τὴν ἐνθήκην τῆς τραπέζης Φορμίων ἢ οὔ· ἐπὶ δὲ τῇ πρὸς Πανταίνετον μεταστατικῇ ἐπὶ Εὐέργου μὲν ἢ Εὐβούλου μετάγοντος, τῆς τε εἰς τὸ διπλοῦν ἐγγραφῆς, καὶ τῆς τοῦ μετάλλου ἐμπειρίας.
5.111 ὡμολόγηται οὖν αὐτὸ τοῦτο, ὅτι ἡ μὲν πρώτη ζήτησις ἡ περὶ τῆς παραγραφῆς κατὰ μίαν τῶν νομικῶν ἔχει τὴν ζήτησιν· ἡ δὲ ἑτέρα εὐθυδικία οὐ κεχωρισμένην τινὰ ἀλλ’ ἀπὸ τῆς φύσεως τοῦ πράγματος· τὸ μὲν παράδειγμα, ὅτε ἔθηκεν αὐτὸς, ὀνομάζει εἶναι ῥητὸν καὶ διάνοιαν τὸ τοῦ ἀνδροφόνου κακῶς νομισθέν· ἀλλ’ ἐπειδὴ τὴν καθ’ ὁμωνυμίαν ἀμφιβολίαν ἠγνόησεν, εἰκότως καὶ ἐνταῦθα πεπλάνηται· ἐστὶ γὰρ ἡ πρώτη ζήτησις κατὰ ἀμφιβολίαν, πότερον δίκας λέγει τὰς τιμωρίας ἢ αὐτὸ τὸ δικάσασθαι· οὐδὲ γὰρ ἡ τοῦ ῥητοῦ διάνοια ζητεῖται, ἀλλ’ αὐτὸ τὸ ὄνομα τί σημαίνει. Ἡ δὲ ἄγραφος ἐστὶ μὲν ἀπαγωγὴ τῆς εὐθυδικία ς . ἔμεινεν ἐπὶ τοῦ πταίσματος ὁμοίως· παντελῶς γὰρ οὐκ ἔστιν ἀπαγωγὴ τῆς εὐθυδικίας ἢ ἄγραφος, ἀλλ’ εὐθυδικία ταύτῃ εἰσαγώγιμος· εἰ μὲν γὰρ ἐρεῖ, ὅτι διαβολὴ γίνεται ἀπ’ ἀρχῆς τῆς εὐθυδικίας ἐν ἀρχῇ τοῦ φεύγοντος ἐπὶ τὴν ἐξουσίαν καταφεύγοντος, καὶ ἐν ἀντιλήψει τοῦτο συμβαίνει, καὶ ἐν στοχασμῷ, καὶ καθόλου ἐν οἷς τί ἐστιν ἐπταισμένον τῶν περιστατικῶν, διαβολή ἐστι τοῦ ἀγῶνος, οὐ μὴν διὰ τοῦτο ἀπαγωγὴ τῆς εὐθυδικίας τελεία, ὥσπερ καὶ ἐν τῇ διαιρέσει τῆς ἀντιλήψεως αὐτὸ πρῶτον κεφάλαιον ἔθηκεν τὰ μόρια τοῦ δικαίου καὶ τὸ πρόσωπον δεύτερον, ἀμφότερα παραγραφικοῦ τάξιν ἔχοντα, οὐκ ἐπειδὴ διαβάλλουσι τῇ τοῦ παραγραφικοῦ τάξει ἀμφότερα τὰ κεφάλαια, ἐν τῇ ἀντιλήψει ἤδη καὶ ἀγωγή ἐστι τῆς εὐθυδικίας· καὶ τὸ παραγραφικὸν δὲ τοῦ στοχασμοῦ ὅταν ἐμπέσῃ, διαβολὴν ποιεῖ τοῦ ἀγῶνος, ἀλλ’ οὐκ ἤδη ἀπαγωγὴ τῆς εὐθυδικίας ὁ στοχασμός· μέγιστον οὖν αὐτῷ πταῖσμα τὸ νομίσαι τὴν ἔγγραφον καὶ τὴν ἄγραφον τὴν αὐτὴν ἔχειν φύσιν· ἀλλὰ περί τι τῶν περὶ τὸ πρᾶγμα τῶν περιστατικῶν λέγει ὃ καὶ ἐπάγει, „ὅταν τὸ μὲν πρᾶγμα συγχωρῶμεν, ἓν δὲ τούτων αἰτιώμεθα μεταλαμβάνοντες·“ εἰ συγχωροῦμεν τὸ πρᾶγμα, πῶς ἀπαγωγή ἐστι τῆς εὐθυδικίας; ἐν γὰρ τῇ ἀπαγωγῇ τῆς εὐθυδικίας ὅλως οὐ συγχωροῦμεν τὸ πρᾶγμα, ὡς μαρτυρεῖ ἡ πεῖρα τῶν παραγραφῶν τῶν παρὰ τοῖς ῥήτορσι μεμελετημένων, οὔτε γὰρ ὁ Αἰσχίνης συνεχώρησε τῷ Τιμάρχῳ τὸ πρᾶγμα, ἀλλ’ ὀρθὸν ἐξέβαλε τὸ πρόσωπον, ὡς αἱ παρὰ Δημοσθένει παραγραφαὶ οὐ συγχωροῦσι τὸ πρᾶγμα, ἀλλὰ τὴν ζήτησιν ἔχουσι περὶ τοῦ εἰ δεῖ εἰσελθεῖν· διὸ καὶ ἀντιστρέφουσι τὸν ἀγῶνα· τὸν γὰρ φεύγοντα πρῶτον ποιοῦσι λέγειν κατηγόρου τάξιν ἔχοντα, ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου· „προλαβὼν δὲ τὸ πρότερος λέγειν διὰ τὸ παραγραφὴν ἀγωνίζεσθαι·“ ἤγουν συγχωροῦμεν τὸ πρᾶγμα, οὔτε ἀντιστρέφομεν τὸν ἀγῶνα, οὔτε ἀπαγωγή ἐστι τῆς εὐθυδικίας τελεία.
5.112 Εἰδέναι δὲ δε ῖ , ὡς τὰ περὶ στοχασμοῦ λεγόμενα σχεδὸν εἰς ἅπαντα συντελε ῖ . καὶ τοῦτο κακῶς εἶπεν, οὐδὲ γὰρ τῶν περὶ στοχασμοῦ λεγομένων εἰς ἄλλας στάσεις συντελεῖ, ἀλλ’ αὐτὴ μόνη ἡ στάσις ἴδια κεφάλαια ἔχει· ὁ μὲν γὰρ ὅρος καὶ τὰ ἑξῆς κοινὰ ἔχουσι τὰ κεφάλαια ἀλλήλων τῆς διαφορᾶς ἢ ἐν τῇ ἐναλλαγῇ ἢ ἐν τῇ τάξει γινομένης, τὰ δὲ τοῦ στοχασμοῦ κεφάλαια οὐδενὶ ἁρμόττει. τοῦτο οὖν ἠθέλησε μηνῦσαι, ὅτι αὐτὸς ὁ στοχασμὸς πλείοσιν ἁρμόζει στάσεσι. Κακῶς οὖν εἶπεν, ὅτι τὰ περὶ αὐτοῦ λεγόμενα. ἀλλ’ ἐχρῆν εἰπεῖν, ὅτι εἰδέναι δυσχερῆ, ὡς ὁ στοχασμὸς ἐν πλείοσιν ἐμπίπτει στάσεσι, διὸ καὶ πρῶτος τῶν ἄλλων τέτακται.
5.113 ὅτι δὲ ἐν πλείοσιν ἐμπίπτει στάσεσιν, ἐν τῷ περὶ αὐτοῦ λόγῳ λελέξεται· καὶ ἡ μὲν μέθοδος αὕτη· ἐφεξῆς δὲ καὶ περὶ τῆς διαιρέσεως ἐροῦμεν. Κοινωνεῖ σφόδρα τὸ ῥητὸν καὶ ἡ διάνοια, καὶ ὁ ὅρος κατὰ νόμον γενόμενος τῷ ἀμφότεροι ἐπὶ τὴν τοῦ ῥητοῦ ἐξέτασιν καταφεύγειν, καὶ παράδειγμα μὲν ῥητοῦ καὶ διανοίας ὁ ῥίψας τὴν ἀσπίδα καὶ ἀποκτείνας τὸν τῶν πολεμίων στρατηγὸν, καὶ κρινόμενος ὡς ῥίψασπις· τοῦ δὲ ὅρου τὴν τρὶς γαμηθεῖσαν ἄτιμον εἶναι· ἀπολιποῦσά τις τὸν πρότερον ἄνδρα ἐγαμήθη δευτέρῳ, πάλιν διαλυσαμένη αὐτὸν πρὸς τὸν πρῶτον ὑπέστρεψε καὶ κρίνεται· ἐνταῦθα γὰρ τοῦτο αὐτό ἐστι τὸ ζητούμενον, εἰ τοῦτό ἐστι τὸ τρὶς γαμηθῆναι· ὥσπερ οὖν ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ λέγομεν, μὴ τοῦτο σημαίνειν τὸ πρᾶγμα, ὃ λέγει ὁ νόμος· ἐν δὲ τῷ ὅρῳ λέγομεν μὲν μὴ εἶναι τοῦτο τρὶς γαμηθῆναι, καὶ οὐ τὴν διάνοιαν ἐξηγούμεθα τοῦ νόμου, ἀλλ’ ὁμολογοῦντες τὴν διάνοιαν προσαπεναντιούμεθα· διαφέρουσιν οὖν, ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ὁμολογούμενόν ἐστι τὸ ῥητὸν καὶ κρατοῦν καὶ ἰσχύον· τὸν δὲ σκοπὸν αὐτοῦ ζητοῦμεν, διατί διανοίᾳ χρώμεθα· ἐν δὲ τῷ ὅρῳ πρὸς αὐτὸ τὸ ῥητόν ἐστιν ἡ μάχη, εἰ ὅλως παραβέβασται. Οἱ συλλογισμοὶ τοῖς ὅροις κοινωνοῦσιν, ὡς καὶ αὐτὴ ἡ φύσις τοῦ πράγματος ἐδίδαξε κεφάλαιον τοῦ ὅρου τὸν συλλογισμὸν ποιήσασα· ὁ γὰρ ὁριζόμενος ἀνάγκην ἔχει καὶ συλλογίσασθαι, ὅτι τοῦτο τούτου οὐδὲν διαφέρει· διαφέρει δὲ, ὅτι ἐν μὲν τοῖς ὅροις πρὸς τὸ ῥητὸν μαχόμεθα μὴ εἶναι τοῦτο λέγοντες, ἐν δὲ τοῖς συλλογισμοῖς τὸ ἐναντίον τὸ ῥητὸν ἀφομοιοῦμεν τῷ πεπραγμένῳ· καὶ ὅτι ἐν συλλογισμῷ τὸ ῥητὸν ἐξ ἀνθυποφορᾶς λαμβάνει, ἔπειτα ἀφεὶς τὸ ὁρίζεσθαι ἐπὶ τὸ ὅμοιον αὐτὸ δεικνύναι μεταβαίνει.
5.114 Παράδειγμα ὅρου, τὸν μὴ ὁλόκληρον μὴ ἱερᾶσθαι, μὴ γελῶν τις κωλύεται ἱερᾶσθαι· συλλογισμοῦ δὲ, νόμος τὸν ἡταιρηκότα μὴ λέγειν, Τίμαρχος ἑταιρήσεως διδάσκων παῖδας κρίνεται· κοινωνεῖ τὸ ῥητὸν καὶ ἡ διάνοια τῇ πραγματικῇ τῇ κατὰ ῥητὸν καὶ διάνοιαν μελετωμένῃ, ὅτι ἐν ἀμφοτέραις ταῖς στάσεσιν ἡ τοῦ ῥητοῦ διάνοια ἐξετάζεται, καὶ πραγματικῆς μὲν παράδειγμα, τὸν ἀστράτευτον μὴ στρατηγεῖν, ἀστράτευτος ἀποκτείνας τύραννον ἀξιοῖ στρατηγεῖν· καὶ τὸν ῥίψαντα τὴν ἀσπίδα τεθνάναι, ῥίψας τις τὴν ἀσπίδα ἀπέκτεινε τὸν τῶν πολεμίων στρατηγὸν καὶ ὑπάγεται τῷ νόμῳ· διαφέρει δὲ, ὅτι ἐν μὲν τῇ πραγματικῇ ὑπὲρ τοῦ τι πραχθῆναι εἴς τι μήν ἐστιν ἡ ζήτησις, ἐν δὲ τῷ ῥητῷ καὶ διανοίᾳ ὑπὲρ τοῦ τιμωρηθῆναι, καὶ ὅτι ἐν μὲν τῇ πραγματικῇ ἰσχυρὰ σφόδρα ἐστὶν ἡ τοῦ ῥητοῦ καὶ τῆς διανοίας ζήτησις. Λέγεται γὰρ, εἴτε δεῖ ὅπλα φορέσαι, ἐφόρεσεν, εἴτε μάχεσθαι, ἐμαχέσατο, εἴτε πολέμιον ἀποκτεῖναι, πολέμιος ὁ τύραννος ὁ ἀνῃρημένος· ἐν δὲ ῥητῷ καὶ τῇ διανοίᾳ ἀσθενής ἐστιν, οὐ γὰρ δύναται ἰσχυρῶς ἀγωνίζεσθαι, ὅτι οὐ τὸ ῥῖψαι ἐστὶν τὴν ἀσπίδα· ἐγχειρήματι μὲν χρῆται, ὅτι οὐ τοῦ ῥῖψαι τὴν ἀσπίδα ἀλλ’ ἀριστεῦσαι, οὐκ ἰσχυρῶς δὲ, ἀναισχυντεῖ γὰρ, ἀλλ’ ὁμολογεῖ μὲν τοῦτο ῥῖψαι εἶναι τὴν ἀσπίδα, ἐπὶ ὠφελείᾳ δὲ, ἐκεῖ δὲ ἐναγωνίζεται τὸ μηδὲ ἀστράτευτον εἶναι λέγειν. Κοινωνεῖ τὸ κατὰ αἴτησιν ῥητὸν καὶ διάνοια τῇ πραγματικῇ καὶ τῷ ὅρῳ τοῖς κατὰ αἴτησιν τῷ εἶναι πανταχοῦ αἴτησιν καὶ τὴν ζήτησιν εἰ δεῖ δοθῆναι, διαφέρει δὲ ὅτι ἐν μὲν τῇ πραγματικῇ τῇ κατὰ αἴτησιν δοθῆναι ὡμολόγηται, ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ οὐχ ὡμολόγηται, ἀλλ’ αὐτό ἐστι τὸ ζητούμενον, καὶ πραγματικῆς μὲν παράδειγμα ὁ Κλέων ἀξιῶν Πύθιος καλεῖσθαι· ὁ δὲ Δημοσθένης ὁ πείσας Φίλιππον ἀποδοῦναι Ἀμφίπολιν.
5.115 Τοῦ δὲ ῥητοῦ καὶ τῆς διανοίας ὁ ἄσωτος ὁ πηρώσας ἑαυτὸν καὶ ἀξιῶν τρέφεσθαι ἐκ τοῦ δημοσίου, τοῦ νόμου τοὺς πεπηρωμένους τοῦτο ἔχειν κελεύοντος. Εἴπομεν οὖν τῆς πραγματικῆς τὴν πρὸς τὸ ῥητὸν καὶ διάνοιαν διαφοράν· τὴν δὲ τοῦ ὅρου εἴπομεν, ἐπειδὴ καὶ ἐν αὐτῷ ἔδει δοθῆναι ὅλως. ἐστὶν ἡ ζήτησις, ὅτι ἐν μὲν τῷ ὅρῳ ζητοῦμεν, εἰ τὸ πεπραγμένον ταὐτόν ἐστι τῷ ῥητῷ, καὶ διωμολόγηται τὸ δοθῆναι· ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ὡμολόγηται μὲν, ὃ τοῦτό ἐστι τὸ εἶναι πεπηρωμένον, οὐ γὰρ πρὸς τὸ πραχθὲν πρᾶγμα ἐναντιούμεθα, οὐδὲ λέγομεν αὐτὸν μὴ τετυφλῶσθαι, ἀλλὰ τὴν διάνοιαν τοῦ νόμου ζητοῦμεν· τόν ποτε πεπηρωμένον λέγει τὸν ἀπὸ τῆς τύχης ἢ ἑκουσίως· τὸ ῥητὸν καὶ ἡ διάνοια καὶ ὁ συλλογισμὸς κοινωνοῦσι σφόδρα, ὡς ἐπὶ τούτου τοῦ παραδείγματος. νόμος τὸν ἄπαιδα μὴ στρατηγεῖν· τῷ πατρὶ συνεστρατεύοντο παῖδες, πεπτώκασι καὶ κωλύεται στρατηγεῖν· δοκεῖ γὰρ τῷ συλλογισμὸς εἶναι ὅτι ταὐτόν ἐστι τῷ μηδὲ ὅλως ἔχειν τὸν ἔχοντα ἀποκαλεῖν καὶ οὐδὲν διαφέρει· οὐ μέντοι ἐστὶν ἡ στάσις συλλογισμὸς, ἀλλὰ ῥητὸν καὶ διάνοια, τοῦ φεύγοντος ἐπὶ τὴν διάνοιαν καταφεύγοντος καὶ ἐξηγουμένου, ὅτι ἄπαιδα λέγει τὸν μὴ ἔχοντα παῖδα, οὐ τὸν διὰ τύχην καὶ ἀριστείαν ἀποβάλλοντα. Τίνι οὖν διαφέρει; ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ καταφυγὴν καὶ δίωξιν ὁ κατήγορος ἔχει τὸ ῥητὸν καὶ ὁ φεύγων τὴν διάνοιαν· ἐν δὲ τῷ συλλογισμῷ τὸ ἐναντίον ὁ φεύγων τῷ ῥητῷ χρῆται, καὶ ὁ κατήγορος τῇ διανοίᾳ· ὅταν γὰρ ᾖ τὸν ἐκ πόρνης μὴ λέγειν, καὶ ἐκ πόρνου γεγονότα τις κωλύει, ἐνταῦθα ὁ φεύγων τῇ διανοίᾳ χρῆται λέγων, ὅτι τὸν ἐκ πόρνης ὁ νόμος ἐτιμωρήσατο, ὁ δὲ τῇ διανοίᾳ ὁ διώκων ταὐτὸν εἶναι λέγων καὶ μηδὲν διαφέρειν, ἀλλὰ τὴν δυσγένειαν εἶναι τὴν μεμισημένην· οὐ δύναται γὰρ τῷ νόμῳ ὁ κατήγορος χρήσασθαι, ἀλλὰ τῇ διανοίᾳ κατασκευάζει ταὐτὸν εἶναι τοῦτο λέγων.
5.116 Κοινωνοῦσιν ἡ ἀντίστασις καὶ τὸ ῥητὸν καὶ ἡ διάνοια σφόδρα τῷ εὐεργεσίαν ἐν ἀμφοτέροις παρὰ τοῦ φεύγοντος δείκνυσθαι πραχθεῖσαν· διαφέρει δὲ, ὅτι ἐν μὲν τῇ ἀντιστάσει πονηρόν ἐστι τὸ πεπραγμένον· ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ οὐ φύσει πονηρόν ἐστιν, ἀλλὰ τὸ ῥητὸν αὐτὸ ποιεῖ πονηρὸν εἶναι· ἀναιρεθέντος γὰρ τοῦ ῥητοῦ ἀσύστατος ἡ ὑπόθεσις· ἐν δὲ τῇ ἀντιστάσει ἡ φύσις ἐστὶν αὐτὴν τὴν κατηγορίαν ποιοῦσα· δόξειε δ’ ἂν καὶ ὁ συλλογισμὸς τῷ ἀντεγκλήματι κοινωνεῖν, ὡς ἐπὶ τοῦ Τιμάρχου τοῦ διδάσκοντος παῖδας καὶ κωλυομένου, δύναται γὰρ λέγειν, ὅτι εἰ μὴ τοῦτο ὁ νόμος κελεύει, ἀλλ’ ἀνάξιος εἶ διὰ τὸ πεπορνευκέναι· διαφέρει δὲ, ὅτι ἐν μὲν τῷ ἀντεγκλήματι περὶ τοῦ γεγονότος ἐγκαλοῦμεν, ἐν δὲ τῷ συλλογισμῷ περὶ τοῦ μέλλοντος, εἰ δεῖ αὐτὸν ὡς ἄξιον τόδε τι παθεῖν· καὶ κοινωνεῖ ἡ ἀντίληψις σφόδρα τῇ μεταλήψει, τὴν ἐξουσίαν γὰρ ὁ φεύγων ἐν ἀμφοτέροις προβάλλεται, ὡς ἐπὶ τούτου [ὁ νόμος]· νόμος ἐξεῖναι τοῖς πατράσιν ἀκρίτως τοὺς παῖδας ἀποκτιννύναι· στρατηγοῦντά τις τὸν υἱὸν ἀπέκτεινε καὶ κρίνεται δημοσίων ἀδικημάτων· καὶ τρισαριστέα τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· ἀμφοτέροις γὰρ καὶ φόνος ἐστὶν, καὶ τὴν ἐξουσίαν ἔχουσιν ἀμφότεροι κατὰ νόμον πεποιηκότες προβάλλεσθαι. Διαφέρει δὲ, ὅτι ἴδιον μὲν ἀντιλήψεως τὸ ἀκόλουθον ἔχειν τὸ ὄνομα τῆς γραφῆς τῷ πεπραγμένῳ· μεταλήψεως δὲ τὸ ἕτερον εἶναι τὸ ὄνομα τοῦ ἐγκλήματος· ἐν γὰρ τῷ ἀριστεῖ φόνον ποιήσας φόνου κρίνεται, διὸ ἀντίληψις· ἐν δὲ τῇ μεταλήψει ἀντεγκλήματι φόνον ποιήσας ὁ πατὴρ δημοσίων ἀδικημάτων κρίνεται, διὸ καὶ μετάληψις αὕτη μεταλαμβανομένου ἀπὸ τοῦ προσώπου, ὅτι στρατηγὸν οὐκ ἐχρῆν, τοῦτο γὰρ τὴν πόλιν ἀδικεῖ, ἔτι δὲ ἡ μετάληψις κοινωνεῖ τῷ συλλογισμῷ, ὡς ἐπὶ τούτου· μοιχόν τις λαβὼν ἀπέκτεινεν καὶ κρίνεται· δύναται δοκεῖν εἶναι συλλογισμὸς, τῷ συλλογίζεσθαι τὸν φεύγοντα, καὶ λέγειν μηδὲν διαφέρειν, εἴτε νῦν εἴτε ἄλλοτε ἀνῄρηται, ὅτε ὁ νόμος ἐδίδου μοι τὸ ἀνελεῖν· ἀλλ’ αὕτη ἡ διαφορὰ, ὅτι ἐν μὲν τῷ συλλογισμῷ ὁ μὲν φεύγων τὸ ῥητὸν προβάλλεται, ὁ δὲ κατήγορος τὴν ὁμοιότητα.
5.117 καὶ αὗται μὲν αἱ τῶν στάσεων διαφοραὶ καὶ κοινωνίαι. Σωπάτρου περὶ στοχασμο ῦ . Ἐζήτηται, τί δήποτε περὶ στοχασμοῦ πρῶτον ὁ τεχνικὸς διαλαμβάνει· ἐροῦμεν οὖν, ὅτι ὁ στοχασμὸς περὶ ὑπάρξεως ἔχει τὴν ζήτησιν· ἡ δὲ ὕπαρξις πρὸ πάντων ἐστὶ τῆς τε ἰδιότητος καὶ τῆς ποιότητος· καὶ ὅτι φυσικῶς ἐν πάσαις ἐμπίπτει ταῖς στάσεσιν καὶ ταῖς νομικαῖς καὶ ταῖς λογικαῖς· ἢ κατὰ γνώμης ἐξέτασιν, ἢ κατὰ νομοθέτου ἢ κατά τι τῶν τοιούτων· ἢ ὅτι ἡ στοχαστικὴ ζήτησις ἐξ αὐτοῦ τοῦ ὀνόματος τὴν πίστιν ἔχει πρὸ πάντων οὖσα. Τὰ γὰρ ἄδηλα πρὸ τῶν δήλων ἀναγκαῖον κατασκευάζεσθαι· ἡ μὲν οὖν αἰτία τοῦ πρῶτον διαλαβεῖν περὶ τοῦ στοχασμοῦ αὕτη· ἐπισκεψόμεθα δὲ καὶ τὰ κεφάλαια τῶν τοῦ στοχασμοῦ κεφαλαίων· τὰ μέν ἐστι τοῦ προσώπου, τὰ δὲ τοῦ πράγματος, τὰ δὲ κοινὰ ἀμφοτέρων· καὶ μία μὲν ἐν αὐτῇ διαίρεσις, καὶ ἡνίκα μὲν ἐκλείπει τὸ πρόσωπον, ἐκλείπει τὰ τοῦ προσώπου κεφάλαια· ἡνίκα δέ τε ἐκλείπει τὸ πρᾶγμα, ἀναγκαίως ἐκλείπει τὰ τοῦ πράγματος· ἔστιν οὖν τοῦ μὲν προσώπου βούλησις καὶ δύναμις, τοῦ πράγματος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάθεσις αἰτίας, ἀντίληψις, μετάληψις, εἰ ἐμπίπτει, καὶ πιθανὴ ἀπολογία· τὸ δὲ παραγραφικὸν, καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις κοινά ἐστιν ἀμφοτέρων, ἄν τε γὰρ πρόσωπον ἐκλείποι, εὑρεθήσεται παραγραφικὸν, καὶ ἐλέγχων ἀπαίτησις, εἴγε ἔχει φύσιν εἶναι παραγραφικὸν κατὰ τὴν αὐτοῦ φύσιν· εἴ τε πάλιν ὁμοίως πρᾶγμα ἐκλείπῃ, ταῦτα εἶναι τὰ κεφάλαια δύναται· διὸ καὶ κοινὰ ἀμφοτέρων εἰσὶν, ἢ οὐδέτερον, ὅτι παρ’ οὐδενὸς ἀπουσίᾳ βλάπτονται· καὶ αὕτη μὲν μία διαίρεσις, ἑτέρα δὲ αὕτη· τῶν τοῦ στοχασμοῦ κεφαλαίων τὰ μέν ἐστι τοῦ κατηγόρου, τὰ δὲ τοῦ φεύγοντος, τὰ δὲ πάλιν ὑπ’ ἀμφοτέρων κοινῶς ἐξετάζεται, καὶ τοῦ κατηγόρου μὲν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ μετάληψις· φεύγοντος δὲ παραγραφικὸν, ἢ τῶν ἐλέγχων ἀπαίτησις, καὶ μετάθεσις αἰτίας καὶ ἀντίληψις, καὶ πιθανὴ ἀπολογία· ἡ δὲ βούλησις καὶ ἡ δύναμις κοινά ἐστιν ἀμφοτέρων, τοῦ τε κατηγόρου κατασκευάζοντος, ὅτι καὶ ἡ βούλησις καὶ ἡ δύναμις, καὶ τοῦ φεύγοντος τὸ ἐναντίον, ὅτι οὔτε ἠβουλόμην οὔτε ἠδυνάμην· καλῶς δὲ σφόδρα ὁ τεχνικὸς προησφαλίσατο λέγων· „ὅτε καὶ πρόσωπα ἔχοι καὶ πράγματα κρινόμενα“, δι’ ἣν εἰρήκαμεν τάξιν ὅτι ἐκλελοιπότος τοῦ προσώπου τὰ τοῦ προσώπου ἐκλείπουσι κεφάλαια, καὶ τοῦ πράγματος ἐκλελοιπότος τὰ τοῦ πράγματος ἐκλείψει· ἔλαβε δὲ αὐτὸν ὁ τεχνικὸς ἐλέγξας εἰπὼν, „ὅτε καὶ πρόσωπα ἔχει καὶ πράγματα κρινόμενα“· αὐτὸς γὰρ φιλονεικήσας εἶπεν, ὡς ἀτελὴς ἀπὸ πράγματος στοχασμὸς οὐδέποτε ἔσται· ἐνταῦθα δὲ ἔχει ἑαυτὸν εἰπὼν, ὅτε καὶ πρόσωπα ἔχει καὶ πράγματα, ὡς ἐνίοτε ὄντος ἐν ᾧ μή ἐστιν πρᾶγμα κρινόμενον· οἱ δὲ ἀπολογούμενοι περὶ αὐτοῦ λέγουσιν, ὅτι διὰ τὸν ἰσάζοντα στοχασμὸν τοῦτο προσέθηκεν, πλὴν οὗτος οὐκ ἐσαφήνισεν.
5.119 ἡ μὲν τῶν κεφαλαίων διαίρεσις αὕτη, ἡ δὲ αἰτία τῆς τάξεως ἥδε· ἡ τῶν κεφαλαίων διαίρεσις ἡ μέν ἐστι φυσικὴ, ἡ δὲ τεχνικὴ, καὶ αὕτη μέν ἐστι φυσικὴ ἡ παρὰ τοῦ τεχνικοῦ τεταγμένη, ἀκόλουθος οὖσα καὶ αἰτίαν ἔχουσα, δι’ ἣν ἕκαστον ἑτέρου προτέτακται· ἡ δὲ τεχνικὴ, ἣν ὁ ῥήτωρ ἐμελέτησεν πολλάκις τὰ πρῶτα τεταγμένα ὕστερα μελετήσας· νῦν δὲ περὶ τῆς τεχνικῆς διαλαμβάνοντες διαιρέσεως εἴπωμεν ἑκάστου τὴν αἰτίαν. Ἐζήτηται οὖν τοῦτο πρῶτον, τί δήποτε πάσης τῆς λογικῆς στάσεως ὁμώνυμον ἑαυτῇ κεφάλαιον ἐχούσης ὁ στοχασμὸς μόνος καὶ ἡ πραγματικὴ οὐκ ἔχει. Περὶ μὲν οὖν τῆς πραγματικῆς ἐν τῷ περὶ αὐτῆς λόγῳ λέγομεν, καὶ τὸ μὲν ζήτημα τοῦτο· ἡ δὲ λύσις αὕτη· τῶν στάσεων πασῶν ἡ πρότασις ὡμολόγηται, οἷον ἐν ὅρῳ ὡμολόγηται τὸ τετυπτηκέναι Δημοσθένην, ἐν τῇ ἀντιλήψει τὸ γεγραφηκέναι τὰ ναυάγια, ἐν μόνῳ δὲ τῷ στοχασμῷ ἄδηλός ἐστιν· οὐκ ἠδύνατο οὖν ἄδηλον ἀδήλου κατασκευὴ γίνεσθαι· ἐκεῖ δὲ τὸ δῆλον εἰς κατασκευὴν προβάλλεται τοῦ ἀμφισβητουμένου· εἰκότως οὖν οὐκ ἠδύνατο ὁμώνυμον ἑαυτοῦ κεφάλαιον ἔχειν ὁ στοχασμὸς ἄδηλος ὢν καὶ ἄδηλον κατασκευάζειν μὴ δυνάμενος. Παραγραφικ ῷ . πρῶτον πάντων κεφάλαιον τὸ παραγραφικόν. Ἐζήτηται σφόδρα καὶ μέγιστον ζήτημα, τί δήποτε τῆς φύσεως τῆς τέχνης τοῦτο ἀπαιτούσης καὶ πάσης στάσεως πρῶτον κεφάλαιον ἀπὸ τοῦ κατηγόρου ἐχούσης, ὃ καλεῖται προβολὴ, μόνος ὁ στοχασμὸς οὐκ ἔχει· ἐροῦμεν οὖν τὴν ἀπολογίαν, ὅτι ὁ στοχασμὸς μόνος ἀδήλου πράγματός ἐστι ζήτησις· τί οὖν ἔχει προβάλλεσθαί τις εἰς πρότασιν; οὐ γὰρ αὐτὸ τὸ κατασκευαζόμενον εἰς πρότασιν ἔχει προβάλλεσθαι· ἐν μὲν τῷ ὅρῳ ἡ προβολή· „τὰ μὲν οὖν εἰς ἐμὲ καὶ τοὺς φυλέτας καὶ τὰ περὶ τὴν ἑορτὴν ἀδικήματα, ἐφ’ οἷς αὐτὸν προυβαλόμην ταῦτά ἐστιν“· ἐν δὲ τῇ ἀντιλήψει ἐπὶ τοῦ κρινομένου ζωγράφου ἡ προβολή· τὰ ναυάγια γράψας τὴν πόλιν ἠδίκησας, καὶ ἐφ’ ἑκάστου οὕτως.
5.120 Ἐν μόνῳ δὲ τῷ στοχασμῷ τὸ πεπραγμένον οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ σημεῖον ἐγκλήματος· οὐκ ἠδύνατο οὖν προβολὴ εἶναι μὴ ὑπάρχον ἔγκλημα, οὔτε ἔγκλημα προβολὴ, αὐτὸ τοῦτο ζητούμενον· εἰκότως οὖν πρῶτον κεφάλαιόν ἐστι τοῦ φεύγοντος τὸ παραγραφικόν. Τὸ δὲ παραγραφικὸν πρῶτον ἐγένετο, ἢ ὅτι φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει τὸ τὸν ἀγῶνα μέμφεσθαι, καὶ πάντες οἱ κατηγορούμενοι πρῶτον αἰτιῶνται, ὅτι κατηγόρηνται, καὶ ἔπειτα ἀπολογοῦνται· τὸ δὲ παραγραφικὸν εἰς τοῦτο ὁρᾷ, εἰς τὸ μέμφεσθαι τὸ ὅλως κρίνεσθαι, ἢ ὅτι εὔηθές ἐστι, τὸν ἅπαξ ἀπολογησάμενον καὶ καταδεξάμενον τὴν κρίσιν αὖθις παραγράφεσθαι, ἢ ὅτι ἡ παραγραφὴ ἐκβολὴ οὖσα τῆς εὐθυδικίας ἀντιστρέφει τὸν ἀγῶνα καὶ τὸν φεύγοντα κατήγορον ποιεῖ καὶ φύσει πρώτη γίνεται τοῦ πράγματος, καὶ παραγραφικὸν οὒ, εἰ καὶ τὰ μάλιστα μία ἐστὶν ἐκβολὴ τῆς εὐθυδικίας, ἀλλ’ οὖν γε τὴν φύσιν τῆς παραγραφῆς σώζει, καὶ εἰκότως πρὸ τῶν ἄλλων τέτακται. Ἐλέγχων ἀπαιτήσε ι . Ἐζήτηται, τί δήποτε ἐφεξῆς τοῦ φεύγοντος δύο κεφάλαια ἔταξε, καὶ μὴ τοῦ φεύγοντος ἓν, καὶ τοῦ κατηγόρου ἕν· λέγομεν ὅτι τὸ παραγραφικὸν οὐκ ἀεὶ ἐμπίπτει, ἀλλ’ ἐκλείπει διὰ τὰς αἰτίας, ἃς ἐφεξῆς ἐροῦμεν· ὡς μὴ ἐπιπίπτοντος οὖν παραγραφικοῦ ἐτάγη δευτέρα ἡ τῶν ἐλέγχων ἀπαίτησις· ἵνα ᾖ τοῦ φεύγοντος πρῶτον κεφάλαιον, καὶ ἔτι τὸ παραγραφικὸν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, ὡς καὶ ἐν τῇ διαιρέσει τῶν κεφαλαίων εἰρήκαμεν, κοινά ἐστι προσώπου καὶ πράγματος· εἰκότως οὖν ταῦτα δύο προτεταγμένα εἰσὶν, τὰ μήτε διὰ πρόσωπον, μήτε διὰ πρᾶγμα ἐκλείποντα, ἀλλ’ ἐν ἀμφοτέροις ἐξέτασιν ἔχοντα.
5.121 Βουλήσε ι , δυνάμε ι . Ἀναγκαίως ταῦτα τὴν ἐφεξῆς ἔχει τάξιν, ἐπειδὴ γὰρ τὸ πρόσωπον φύσει προϋφέστηκε τοῦ πράγματος, ἅτε ποιητικὸν ὂν τοῦ πράγματος, ταῦτα δὲ κεφάλαια τοῦ προσώπου ἐστὶν, εἰκότως πρῶτον τοῦ πράγματος καὶ πρῶτα μετὰ τὰ κοινὰ τεταγμένα ἐστὶν, ἡ δὲ βούλησις πρὸ τῆς δυνάμεως τέτακται εἰκότως φύσει πρώτη οὖσα· δεῖ γὰρ βουληθῆναί τινα, εἶτα πράξειν, οὐδεὶς γὰρ πρὶν βουληθῆναι πράττει, καὶ ἔτι ἡ βούλησις καὶ ἡ δύναμις κοινά ἐστιν ἀμφοτέρων, κατηγόρου καὶ ἀπολογουμένου· εἰκότως οὖν τὰ κοινῇ παρὰ τῶν ἀμφοτέρων ἐξεταζόμενα πρὸ τῶν ἰδικῶν ἑκάστου τεταγμένα τυγχάνει. Ἀ π ’ ἀρχῆς ἄχρι τέλου ς . Τοῦτο πρῶτον κεφάλαιόν ἐστιν ἰδικὸν τοῦ κατηγόρου, πλὴν ὅτι ἐν σπανίοις κοινόν τε καὶ ἴδιον τοῦ κατηγόρου εὑρίσκεται ὡς ἐφεξῆς ἐροῦμεν· εἰκότως οὖν, ἐπειδὴ μετὰ τὸ πρόσωπόν ἐστι τὸ πρᾶγμα, τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐτὰ τὰ πράγματά ἐστι, μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν τεταγμένα ἐστίν· ἡ γὰρ ὁδὸς ταύτην ἔχει τὴν τάξιν· ἠβουλόμην πρᾶξαι, πρᾶξαι δὲ τόδε τι, ὅ τί ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἵνα πρὸς ταῦτα ἡ ἀπολογία γένηται. Ἀντιλήψε ι . Αἰτιῶνταί τινες τὸν τεχνικὸν καὶ δικαίως πρὸ τῆς μεταθέσεως τῆς αἰτίας ἀντίληψιν τάξαντα· πρῶτον μὲν γὰρ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους φύσιν ἐχόντων αὔξειν τὸ πρᾶγμα καὶ μέγεθος περιτιθέναι τῷ ἀδικήματι τολμηρόν ἐστιν καὶ θρασὺ εὐθὺς ἐπ’ ἐξουσίαν καταφεύγειν καὶ πρὸς ὀργὴν ἄγειν τὸν δικαστὴν, καὶ μὴ ἀποδεικνύναι πρῶτον ὅτι οὗτος πεποίηκεν· ἡ δὲ μετάθεσις τῆς αἰτίας ἀπολογία τέ ἐστι καὶ τῆς ἀρνήσεως κατασκευὴ, καὶ ἔτι τὸ μὲν ἀντιληπτικὸν οὐκ ἀεὶ ἐμπίπτει, εἰ μὴ ὅταν ἀφ’ ὧν τις ποιήσας κρίνηται· ἡ δὲ μετάθεσις τῆς αἰτίας ὄντων ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐμπεσεῖται πάντως, ἔδει οὖν τὴν ἀντιῤῥήτως ἐμπίπτουσαν προτίθεσθαι τοῦ ἐνίοτε ἐκλείποντος κεφαλαίου.
5.122 Εἰκότως οὖν ὁ Μινουκιανὸς καὶ οἱ λοιποὶ τεχνικοὶ προτάττουσι τὴν μετάθεσιν τῆς αἰτίας· δεῖ γὰρ ἁρμόσασθαι πρὸς ἀμφοτέρους, καὶ κατηγοροῦντας μὲν τάττειν τὴν ἀντίληψιν μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πρὸς βάρος φεύγοντας, ἀπολογουμένους δὲ τὴν μετάθεσιν τῆς αἰτίας μετὰ τὴν ἀντίθεσιν τὴν ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους γινομένην. Εἰκότως δὲ ἀντίληψιν προτάξας ἐπήγαγε καὶ μετάληψιν, λυτικὴν οὖσαν τῆς ἀντιλήψεως. Μετάθεσιν αἰτίας ἔφημεν, ὅτι προταχθῆναι ἔδει τὴν μετάθεσιν τῆς αἰτίας· τελευταία δὲ πασῶν διὰ τὸ ἀσθενὲς ἡ πιθανὴ ἀπολογία τέτακται· εἰ καὶ τὰ μάλιστα δοκεῖ ἀντιστρέφειν τὸν ἀγῶνα· ἀλλ’ ὅμως γλίσχρον τέ ἐστιν καὶ τὸ ὄνομα αὐτοῦ κατηγορεῖ τὴν ἀσθένειαν· οὐ γὰρ ὡμολόγηται, ἀλλὰ πιθανή τίς ἐστιν ποιότης καὶ γνώμη. Ταῦτα τῶν ἐπιλόγων ἐστὶ καὶ κοινὰ πασῶν τῶν στάσεων· ἡ μὲν αἰτία τῆς τάξεως τῶν κεφαλαίων αὕτη, ἴδωμεν δὲ ἐφεξῆς ἀκριβέστερον καὶ τὴν ἑκάστου φύσιν. Τὸ παραγραφικὸν γίνεται κατὰ τρόπους τέσσαρα ς , ἤτοι ἀπὸ τοῦ ἐλλείποντο ς , καὶ τὰ ἑξῆς. Ἀναγκαῖον ζητῆσαι τὴν φύσιν τοῦ παραγραφικοῦ, καὶ ὅπως γίνεται· ὁ μὲν γὰρ τεχνικός φησιν αὐτὸ κατὰ τέσσαρας γίνεσθαι τρόπους, τοὺς δὲ τέσσαρας, οὓς εἶπεν, εἰς δύο συντελοῦσιν. Εἴπωμεν οὖν ἡμεῖς πῶς γίνεται, καὶ πρῶτον ζητήσωμεν, τί διαφέρει παραγραφικὸν παραγραφῆς· λέγομεν, ὅτι ἡ μὲν παραγραφὴ ἀπὸ ῥητοῦ γίνεται, καὶ ἔστιν εὐθυδικίας ἐκβολὴ, τὸ δὲ παραγραφικὸν διαβολὴ μόνον ἐστὶ καὶ οὐκ ἐκβολὴ τῆς εὐθυδικίας· καὶ τὸ παραγραφικὸν ἀπό τινος τῶν περιστατικῶν γίνεται καὶ οὐκ ἀπὸ ῥητοῦ.
5.123 ζητήσειε δ’ ἄν τις, εἰ ἀπὸ τῶν περιστατικῶν γίνεται, τί διαφέρει μεταλήψεως; λέγομεν, ὅτι ἡ μετάληψις ἀπὸ τῶν περιστατικῶν γίνεται ἀρξαμένη· ἀντιλήψεως, τὸ δὲ παραγραφικὸν ἀπὸ τοῦ φεύγοντός ἐστι, γίνεται δὲ κατὰ πάντα τὰ περιστατικὰ, ἅπερ ἐστὶ, τρόπος, χρόνος, πρόσωπον, αἰτία, τόπος· καὶ ἀπὸ μὲν χρόνου· δειλοῦ παῖς ἠρίστευσε καὶ κρίνει τὴν γυναῖκα μοιχείας· ἀπὸ δὲ τρόπου, πλούσιος ᾔτησεν ἐχθροῦ πένητος φόνον ἀριστεύσειν ἐπαγγειλάμενος· οὐκ ἔλαβεν, ηὕρηται ὁ πένης νεκρὸς ἀσκύλευτος καὶ κρίνεται φόνου, ἐνταῦθα γὰρ τὸν τρόπον αἰτιᾶται, ὅτι οὐκ ὀφείλω τούτῳ τῷ τρόπῳ κρίνεσθαι, ἀλλ’ ἐλεγχθέντος τοῦ φόνου· πρόσωπον· ἔθετο τὸν τοῦ πένητος παῖδα ὁ πλούσιος, ηὕρηται ὁ πένης νεκρὸς ἀσκύλευτος καὶ κρίνεται ὁ πλούσιος ὑπὸ τοῦ θετοῦ· ἐνταῦθα γὰρ ἀπὸ τοῦ προσώπου γίνεται τὸ παραγραφικὸν, ὅτι οὐκ ὀφείλεις υἱός μου ὢν κρίνειν με· ἀπὸ αἰτίας· ἔγραψεν Ἀλέξανδρος ἐν τοῖς Δαρείου λογισμοῖς εὑρηκέναι Δημοσθένην εἰληφότα πεντήκοντα τάλαντα καὶ κρίνεται Δημοσθένης· ἐνταῦθα ἡ αἰτία, ὅτι οὐκ ὀφείλω κρίνεσθαι ἐπὶ ταύτῃ τῇ αἰτίᾳ, τῷ ἐχθρόν μου εἶναι τὸν γεγραφότα· ἀπὸ τόπου δὲ, ὡς ἂν εἴ τις Ἀθηναῖος ὢν ἐν Λακεδαίμονι κρίνοιτο, ἤ τι τῶν τοιούτων· ὃ μέντοι λέγει „κατὰ τρόπους τέσσαρας, ἤτοι ἀπὸ τοῦ λείποντος·“ τὸ δὲ ἀπὸ τοῦ λείποντός ἐστιν ἀπὸ τῆς αἰτίας· ὅταν γὰρ ὁ ἄσωτος κρίνηται καὶ φάσκῃ δεῖν δειχθῆναι τὸν φόνον, πρῶτον ἡ αἰτία ἐστὶν, ἐπὶ ταύτῃ γὰρ τῇ αἰτίᾳ φησὶν μὴ δεῖν κρίνεσθαι· ἢ ἀπὸ τοῦ ὑπερβάλλοντος, οἷον οἱ δέκα νέοι· ἢ ἐφ’ οἷς ἕτεροι πεποιήκασιν, ὡς ὁ τρισαριστεύς· ἢ κατὰ χρόνον, δειλοῦ παῖς ἠρίστευσεν· ταῦτα δὲ πάντα ἀπὸ τοῦ προσώπου ἐστίν· καὶ γὰρ ὁ τρισαριστεὺς ἐρεῖ, ὅτι οὐκ ὀφείλω ἀφ’ ὧν ἐποίησαν οἱ πολέμιοι κρίνεσθαι, καὶ οἱ δέκα νέοι ἀπὸ προσώπου ἐστὶν, καὶ ὁ ἄσωτος ἀπὸ προσώπου ἐστὶν, ὥστε δύο μόνα τῶν περιστατικῶν εἶπεν, τὸ ἓν εἰς τρία διελών· δεῖ δὲ εἰδέναι, ὅτι κατὰ πάντα τὰ περιστατικὰ γίνεται· εἰδέναι δὲ χρὴ, ὅτι τὸ τῶν δέκα νέων οὐ συνίσταται· τὸ μὲν γὰρ ζήτημα συνίσταται, αὐτὸ δὲ τὸ κεφάλαιον τὸ παραγραφικὸν οὐκ ἔχει χώραν, εἰ γὰρ, καὶ τὰ μάλιστα οἱ δέκα νέοι πλῆθός εἰσιν, ἀλλ’ οὖν γε μίαν ἔχουσι ποιότητα, τὸ ἀόριστον εἶναι· ἐπὶ μὲν οὖν τῶν δέκα νέων διὰ τὸ ἀόριστον εἶναι τὴν ποιότητα αὐτῶν οὐ συνίσταται, ἐπὶ δὲ τούτου τοῦ ζητήματος χώραν ἔχει.
5.124 Αἰσχίνης καὶ Δημοσθένης ἐπανήκοντες ἐκ τῆς πρὸς Φίλιππον πρεσβείας εὕρηνται ὁ μὲν χρυσίον κατορύττων, ὁ δὲ παραπρεσβείας ἀπολογίαν γράφων, καὶ Ὑπερίδης ἀμφοτέρων κατηγορεῖ· ἐνταῦθα γὰρ διάφορος οὖσα τῶν προσώπων ἡ ποιότης χώραν ἔχει λέγειν, ὅτι ἰδίᾳ θέλω κρίνεσθαι, καὶ μὴ μετέχειν τῆς ἐκείνου ποιότητος· καὶ περὶ μὲν παραγραφικοῦ τοιαῦτα. Ἐζήτηται δὲ, τί δήποτε ἡ βούλησις καὶ ἡ δύναμις μὴ προτέτακται τῆς τῶν ἐλέγχων ἀπαιτήσεως, καὶ ταῦτα τῆς βουλήσεως καὶ τῆς δυνάμεως λυτικῆς οὔσης ὡς ἐπὶ τὸ πολὺ τοῦ παντὸς ἐγκλήματος· ὅταν γὰρ ἀποδείξῃς τὴν ποιότητα τοῦ προσώπου ἀνοίκειον οὖσαν πρὸς τὸ ποιῆσαι ἢ ὁ κατήγορος οἰκεῖον ἅπαν τὸ πρᾶγμα ἀποδείξῃ, λέγομεν, ὅτι ἄτεχνοι πίστεις τῶν ἐντέχνων πανταχοῦ ἰσχυρότεραί εἰσιν· ἄτεχνοι μὲν οὖν εἰσιν μαρτυρίαι, νόμοι καὶ τὰ τοιαῦτα, ἔντεχνοι δὲ αἱ διὰ τῆς τῶν ἀποδείξεων καὶ τῆς τοῦ λόγου δυνάμεως.
5.125 Ἐπειδὴ οὖν ἡ τῶν ἐλέγχων ἀπαίτησις τῶν ἀτέχνων ἐστὶ, προτέτακται. Ἡ τῶν ἐλέγχων ἀπαίτησις διττή ἐστι ν . Ἐζήτησάν τινες πῶς ἐν στοχασμῷ δύναται εἶναι ἐλέγχων ἀπαίτησις· εἰ γὰρ ἄδηλον πρᾶγμά ἐστιν ὁ στοχασμὸς, πῶς ἔχει ἐλέγχων ἀπαίτησιν, τῶν γὰρ δήλων εἰσὶν οἱ ἔλεγχοι· καὶ οἱ μὲν λέγουσιν, ὅτι τῶν σημείων οἱ μάρτυρες, καὶ οὗτοι ἐγκλήματος, καὶ τοῦτο δὲ σφόδρα εὔηθες· εἰ μὴ γὰρ ὁμολογούμενον εἶναι λάβοιμεν τὸ σημεῖον, οὐ συνέστηκεν ὁ στοχασμός· ὁμολογουμένου περιττὸν ἄγειν μάρτυρας, καὶ ἔτι τὸ σημεῖον ἀνεύθυνόν ἐστιν· τῶν ἀνευθύνων δὲ ἀποδείξεις ἢ μάρτυρας κομίζειν σφόδρα εὔηθες· ἡ οὖν ἀκριβὴς ἀπολογία αὕτη· ὅτι αὐτὸ τοῦτο μόνον, τὸ εἶναι ἀδήλου πράγματος ζήτησιν, ποιεῖ τὴν τῶν ἐλέγχων ἀπαίτησιν· τῷ γὰρ μὴ εἶναι ὁ φεύγων ἀπαιτεῖ τὰς ἀποδείξεις. Τὸ μὲν οὖν κεφάλαιον διὰ τοῦτό ἐστιν· ὁ μέντοι τεχνικός φησιν, „ἤ εἰσιν οἱ μάρτυρες ἢ οὐκ εἰσίν·“ εὔηθες σφόδρα, οὐδέποτε γὰρ δύνανται μάρτυρες εἶναι ἐν στοχασμῷ, ἀλλὰ καὶ ὃ ἔθηκε παράδειγμα τῆς γυναικὸς τῆς κρινομένης φόνου, ὅτι μνωμένῳ τὴν θυγατέρα αὐτῆς ἔφη θᾶττον τεθνήξεσθαι ἢ ἐκείνῳ συνοικήσειν· καὶ μετὰ ταῦτα ἐπὶ σημείοις φαρμάκων ἀποθανούσης τῆς παιδὸς, καὶ μετὰ ταῦτα βασανίζων τὰς θεραπαίνας ὁ πατὴρ περὶ μὲν φόνου οὐδὲν ἔγνω, μοιχείαν δὲ τῆς γυναικὸς πρὸς τὸν μνηστῆρα, καὶ κρίνεται τὴν γυναῖκα φόνου· ἐνταῦθά φησιν εἶναι τοὺς μάρτυρας ὁ τεχνικὸς τὰς θεραπαινίδας· εἰδέναι δὲ χρὴ, ὅτι οὐ τοῦ ἐγκλήματός εἰσιν οἱ μάρτυρες, ἀλλὰ τοῦ σημείου· ἡ γὰρ μοιχεία σημεῖόν ἐστι τοῦ φόνου· εἰ μὲν γὰρ ἐκρίνετο ἡ γυνὴ μοιχείας, τοῦ ἐγκλήματος ἤμελλον εἶναι οἱ μάρτυρες, νῦν δὲ φόνου μέν ἐστιν ἡ κατηγορία, μοιχείας δὲ οἱ μάρτυρες, ὥστε πάλιν τοῦ σημείου ἂν εἴη· εἰδέναι δὲ χρὴ, ὅτι οὐδεμίαν ἔχουσι χώραν οἱ μάρτυρες· ἐνταῦθα δεῖ γὰρ εἶναι ὁμολογούμενον τὸ σημεῖον· ἀλλ’ ἁπλῶς, ἅ φησιν αὐτὸς, ὅτι δεῖ διαλαβεῖν τοὺς μάρτυρας, ὕλης ἐστὶν ἐμπεσούσης· ἠδύνατο γὰρ καὶ οὕτως εἶναι τὸ ζήτημα, ὅτι περιεργαζόμενος ὁ πατὴρ περὶ μὲν τοῦ φόνου μεμάθηκεν οὐδὲν, μοιχείας δὲ τῆς γυναικός· ἐνταῦθα πάλιν τὸ ζήτημα συνέστηκε, καὶ χώραν οὐκ ἔχει τὸ προσενεγκεῖν τὸν κατήγορον, ὥστε ὅ φαμεν ἐπὶ τοῦ Ἀρχιδάμου οὐ δύναται εἶδος εἶναι, ὃ ἐπὶ ἑνὸς ζητήματος ηὑρέθη, καὶ ἀφαιρεθὲν οὐδὲν βλάπτει τὸ ζήτημα.
5.126 ἀρνήσειε δ’ ἄν τις ἐπὶ τούτου τοῦ ζητήματος τὰ περὶ τῶν δούλων ἐνθυμήματα τῷ παραγραφικῷ, ἵνα εἴπῃ, ὅτι οὐ δεῖ με κρίνεσθαι ἐφ’ οἷς αἱ θεράπαιναι ἐχθραί μου οὖσαι κατεῖπον. Δεῖ δὲ ἀντιτιθέναι τοῖς μάρτυσι τοὺς μάρτυρα ς , πότεροι ἀξιοπιστότεροί εἰσι ν , ὡς ἐν τῷ κατὰ Κόνωνο ς · ἐνταῦθα εἰ μίσει ἐναντίῳ θήσεται, πῶς στοχασμοῦ ὄντος εἰσὶν οἱ μάρτυρες εἰς αὐτὸ τὸ ἔγκλημα, καὶ δοκεῖ πως ἐναντίως εἰρῆσθαι, οἷς ἀρτίως εἰρήκαμεν, ὅτι οὐ δύναται τὰ ἄδηλα μάρτυρας ἔχειν· ἐροῦμεν, ὅτι ἐν μὲν τῷ κατὰ Κόνωνος ἡ ἀλήθεια τοῦ παραδείγματος ἐβιάζετο τὴν τέχνην, ὥσπερ καὶ ἐν ἄλλοις πολλοῖς εὑρίσκομεν τοὺς ἀληθεῖς ἀγῶνας βιαζομένους τὴν τέχνην καὶ εἰσάγοντάς τινα ἀναγκαῖα μὴ ὄντα ἐν τῇ τέχνῃ· ὥσπερ ἐν αὐτῷ τῷ κατὰ Κόνωνος αἰκίας τὸ ὁμολογῆσαι τὸν φεύγοντα τετυπτῆσθαι τὸν κατήγορον, ὅπερ ἐστὶν ἀδύνατον ἐν στοχασμῷ· ἄλλως τε ἀμφοτέρων τῶν μερῶν ἐχόντων μάρτυρας, εἰς τὸ ἐναντίον δοκοῦσιν ἰσάζειν οἱ μάρτυρες, καὶ οὐκέτι προσάγονται οὐδὲ πίστιν ἔχουσι· τῷ γὰρ ὑφ’ ἑαυτῶν ἀνῃρῆσθαι τὴν ἐφ’ ἑαυτῶν ὠφέλειαν ἑκατέρῳ μέρει ἀνεῖλον· ἐσώθη δὲ ἡ τοῦ στοχασμοῦ φύσις τῷ εἶναι ἄδηλον καὶ ἐξ ἄλλων ἀποδείκνυσθαι.
5.127 Εἰ δὲ μὴ εἶεν οἱ μάρτυρε ς , ὁ μὲν φεύγων χρήσεται ἀπαιτῶν αὐτοὺς τοῖςδ ε , προσώποι ς . ἑνὶ λόγῳ πᾶσι τοῖς περιστατικοῖς καὶ ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει δεῖ χρῆσθαι καὶ περιττὸν καθ’ ἕκαστα λέγειν τὸ „αὐτὸς ἐποίησεν·“ ταῦτα δὲ δύναται σφόδρα διαιρούμενα πλατύνεσθαι, ὅταν εἴπω, „τίς ὁ δοὺς;“ τὸ τίς οὐ μονογενές ἐστι, δύναται γὰρ ἐπενεγκεῖν, ἢ δοῦλος, ἢ ἐλεύθερος, ἢ ξένος, ἢ πολίτης, ἢ οἰκεῖος, ἢ ἀλλότριος, καὶ πάντα τὰ τοιαῦτα πλῆθος ἀποδείξεων ὑποδιαιρούμενα κατεργάζεται· εἰδέναι δὲ χρὴ, ὡς ἐν τοῖς ἀντεγκληματικοῖς στοχασμοῖς ἡ τῶν ἐλέγχων ἀπαίτησις ἐκλείπει, καὶ τὸ παραγραφικὸν ἐν τοῖς κατὰ ἀμφισβήτησιν, ἰσάζειν γάρ πως δοκεῖ ἀμφοτέρῳ τῶν μερῶν ἀπαιτούντων, τότε γὰρ μόνον ἐμπεσεῖται, ὅτε διάφορος ἡ τῶν ἐγκαλουμένων προσώπων ποιότης ἐπὶ τούτου τοῦ ζητήματος· δύο τις ἔχων παῖδας ἀπεκήρυξε τὸν ἕτερον· μετὰ ταῦτα τελευτῶν ἐπὶ σημείοις φαρμάκων ἔφη „παῖς με ἀναιρεῖ,“ καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις· ἐνταῦθα γὰρ ὁ ἀποκήρυκτος ἔχει παραγραφικοῦ μοῖραν φάσκων, μηδὲν κρίνεσθαι μηδὲ τὴν ἀρχὴν ὢν παῖς· ὁ γὰρ ἀποκήρυκτος οὐκέτι παῖς· ἐν δὲ τῇ τῶν ἐλέγχων ἀπαιτήσει πάλιν τότε ἐμπεσεῖται, ὅταν ἀμφότεροι διάφορον ἔχωσι τύχην οἱ ἀμφισβητοῦντες, καὶ ὁ μὲν τυραννεῖται, ὁ δὲ δημοκρατεῖται, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· τύραννος ἔλαβέ τι ὡς σωτήριον παρὰ τοῦ ἰατροῦ, καὶ ὑποπτεύων εἶναι δηλητήριον μετεπέμψατο ἀπὸ τῆς κάτω πόλεως τῶν δημοκρατουμένων ἰατρόν· ὁ δὲ δέδωκεν αὐτῷ ἀλεξιφάρμακον καὶ κατελθὼν εἶπεν, ὅτι τεθνήξεται· ἀπέθανεν, ἀμφισβητοῦσιν ἀμφότεροι τῆς τοῦ τυραννοκτόνου δωρεᾶς· ἐνταῦθα γὰρ ὁ ἐπὶ τῆς τυραννίδος ἰατρὸς δύναται τὴν τῶν ἐλέγχων ἀπαίτησιν ποιήσασθαι λέγων.
5.128 „τίνι προεῖπες τῶν πολιτῶν; τίνι ἀνεκοίνωσας τὴν τοῦ τυράννου ἐπιβουλήν;“ ὁ μέν τοι ἕτερος οὐ δύναται αἰτεῖν· οὐ γὰρ οἷόν τε ἦν τὸν ἐν τῇ τυραννίδι ὄντα ἐξειπεῖν τὸ ἐπιχείρημα· ἡ βούλησις καὶ ἡ δύναμι ς · φύσιν ἔχει τοιαύτην· τοῦ μὲν γὰρ προσώπου ἐστὶν ἀμφότερα κεφάλαια, ἀμφισβήτησιν δὲ μεγίστην ἔχει πρὸς ἑαυτά· ἐὰν γὰρ ἡ δύναμις ᾖ ἰσχυρὰ, πάντως ἡ βούλησις ἀσθενὴς, ἐὰν τὸ ἐναντίον ἡ δύναμις ἀσθενὴς, πάντως ἡ βούλησις ἰσχυρά· τί δέ ἐστιν, ὅ φαμεν, σαφέστερον ἐπὶ παραδειγμάτων ἔσται. Τὰ εὐδοκιμοῦντα πρόσωπα καὶ ἔχοντά τινα λαμπρότητα δύναμιν μὲν ἔχει, βούλησιν δὲ οὐκ ἔχει· ἀλλ’ ἀσθενεῖ ἡ βούλησις, οἷον εἰ κρίνοιτο Περικλῆς ἢ Μιλτιάδης ἤ τις τῶν τοιούτων, ἡ μὲν δύναμις ἔῤῥωται, δύναται γὰρ διὰ τὴν ἰσχὺν πρᾶξαι, εἴ τι βούλεται, ἡ δὲ βούλησις ἀσθενεστέρα ἐστὶν, διὰ τὸ οὐκ εἰκὸς εἶναι τὸν τοιοῦτον βουληθῆναί τι τῶν πονηρῶν ἐργάσασθαι. οἷον εἰ κρίνοιτο Περικλῆς προδοσίας μὴ τεμνόντων Λακεδαιμονίων τοὺς ἀγροὺς αὐτοῦ· ἡ μὲν δύναμις ἰσχυρά ἐστιν διὰ τὸ στρατηγεῖν, διὰ τὸ τιμᾶσθαι, διὰ τὸ προτετάχθαι τῆς πολιτείας ἁπάσης, διὰ τὰ ἄλλα πάντα, ἃ μαρτυρεῖ αὐτῷ Θουκυδίδης· ἡ μέντοι βούλησις ἀσθενεστέρα ἐστὶν, οὐκ ἔχει γὰρ πιθανότητα, τὸν οὕτως λαμπρὸν καὶ ἀδωροδόκητον προδότην γενέσθαι, καὶ μάλιστα τὸν πείσαντα τὸν πρὸς Πελοποννησίους ἄρασθαι πόλεμον. ἐπὶ μὲν οὖν τῶν ἐνδόξων, ὡς ἔφημεν, δύναμις ἔῤῥωται, ἡ δὲ βούλησις ἀσθενεστέρα ἐστίν· ἐπὶ δὲ τῶν ἀδόξων τὸ ἐναντίον, οἷον εἰ κρίνοιτο Φρύνων ἢ Αἰσχίνης ἤ τις τῶν ἄλλων ἀδόξων προσώπων, ἡ μὲν δύναμις ἀσθενής ἐστιν, οὐκ ἠδύνατο γὰρ οὐδὲν τῶν τοιούτων ποιῆσαι, ἡ δὲ βούλησις ἰσχυρὰ διὰ τὸ διαβεβλῆσθαι τὸ πρόσωπον· διὸ καὶ ὁ Δημοσθένης τὴν δύναμιν ἐξετάζων ἐν τῷ κατ’ Αἰσχίνου, ἐπειδὴ ἀδόξου ὄντος τοῦ προσώπου οὐκ ἦν πιθανὴ ἡ δύναμις, ἀνέμιξεν αὐτῷ τὸ τῆς πόλεως ἀξίωμα εἰπών· „οὐ γὰρ εἰ φαύλοις χρῆσθε ὑμεῖς πρὸς τὰ κοινὰ, καὶ τὰ πράγματά ἐστι φαῦλα, ὧν ἡ πόλις ἀξιοῦται,“ καὶ τὸ Φιλίππου πρόσωπον εἰπών· „εἶτα καὶ Φωκέας ἀπολώλεκε μὲν Φίλιππος, συνηγωνίσαντο δὲ οὗτοι.
5.129 “ δεῖ τοίνυν ταῦτα μεθοδεύειν καὶ ἀσθενοῦς μενούσης τῆς δυνάμεως τὸν κατήγορον μελετῶντα τὴν μὲν βούλησιν κατ’ εἰσαγωγὴν εἰσαγαγεῖν, τὴν δὲ δύναμιν κατὰ ἀντίθεσιν· τὸν δὲ ἀπολογούμενον τὸ ἐναντίον τὴν μὲν βούλησιν κατὰ ἀντίθεσιν, τὴν δὲ δύναμιν κατ’ εἰσαγωγὴν, καὶ τὸ ἐναντίον πάλιν ἰσχυρᾶς οὔσης τῆς βουλήσεως ὁμοίως ἀντιστρέφειν. τί δέ ἐστιν ὃ λέγω, σαφὲς ποιήσει τὸ παράδειγμα· εἰ κρίνοιτο Περικλῆς προδοσίας καὶ τὸν κατήγορον μελετοίημεν, τὴν μὲν βούλησιν οὐ τίθεμεν κατὰ ἀντίθεσιν, ἀλλὰ κατ’ εἰσαγωγὴν λέγοντες. „εἰκὸς δὲ αὐτὸν καὶ βουληθῆναι ὡς ὑπερήφανον καὶ μὴ ἀνεχόμενον ταὐτὰ τοῖς πολλοῖς ἔχειν,“ τὴν δὲ δύναμιν τίθεμεν κατὰ ἀντίθεσιν, „ἀλλ’ οὐκ ἠδυνάμην,“ φησὶν, „προδοῦναι,“ ἐπειδὴ εὔπορος ἡμῖν σφόδρα ἐστὶν ἡ λύσις· εἰ δὲ Αἰσχίνης κρίνοιτο, τὴν μὲν βούλησιν ὡς ἐν ἀντιθέσει, „ἀλλ’ οὐκ ἠβουλόμην,“ τὴν δὲ δύναμιν κατ’ εἰσαγωγὴν, ὡς ὁ Δημοσθένης, „ὅτι εἰκὸς αὐτὸν δυνηθῆναι πρεσβευτὴν ὄντα·“ αὕτη μὲν οὖν ἡ φύσις τῶν κεφαλαίων κατασκευάζεται, καὶ κυρίως μὲν ἡ βούλησις ἐκ προκαταρκτικοῦ καὶ συμπερασματικοῦ· καὶ ἔστι τὸ προκαταρκτικὸν μὲν τὰ φθάσαντα γενέσθαι, τὸ δὲ συμπερασματικὸν τὰ ἐπιφερόμενα, οἷον ἐπιγραφὴ, ψήφισμα καθόλου.
5.130 Δημοσθένει Δημάδης ἀντειπὼν οὐκ ἔπεισεν· ηὕρηται κατιὼν ἐπὶ τοῖς ὁρίοις τῆς χώρας Δημοσθένης νεκρὸς ἀσκύλευτος καὶ κρίνεται Δημάδης· ἐνταῦθα οὖν ἡ βούλησις ἐκ προκαταρκτικοῦ ἐστι διὰ τὴν φθάσασαν ἔχθραν, διὰ τὸ ἀντειπεῖν καὶ μὴ πεῖσαι, διὰ τὸ πολλάκις ὑπ’ αὐτοῦ κριθῆναι, διὰ τὰς γεγενημένας ὑπὸ σοῦ κλοπὰς, διὰ τὸ δέος τῆς ἑτεροδοσίας εἰκὸς ἑαυτὸν ἀνελεῖν· συμπερασματικοῦ δὲ, ἵνα εἰς τὸ λοιπὸν μηδένα ἔχῃς τὸν ἐναντιούμενον, ἵνα μή τίς σου κατηγορήσῃ· ἵνα τῷ δέει ὧν ἔπαθεν Δημοσθένης καὶ οἱ λοιποὶ ἡσυχάζοιεν, καὶ ἡ μὲν βούλησις οὕτως· ἡ δὲ δύναμις, ὡς καὶ ὁ Ἑρμογένης φησὶν, ἐκ τῶν παρακολουθούντων τῷ προσώπῳ, τουτέστι τῶν ἐγκωμιαστικῶν, καὶ εἰ μὲν ὡρισμένον εἴη τὸ πρόσωπον, πάντα ἐμπεσεῖται σχεδὸν, εἰ δὲ ἀόριστον, τὰ μὲν ἐγκωμιαστικὰ οὐ δύναται ἐμπεσεῖν, διὸ καὶ ἀσθενεστέραν ἔχει τὴν δύναμιν· ἀναμίξαντες δὲ αὐτῷ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατασκευάζομεν αὐτῷ δύναμιν, οἷον ὅπερ ἔφην, εἰ κρίνοιτο Αἰσχίνης, τὰ ἐγκωμιαστικὰ πάντα καὶ εἰς βούλησιν αὐτῷ καὶ εἰς δύναμιν συντελεῖ, εἰς βούλησιν μὲν, ὅτι ἠβούλετο εὐτελοῦς πατρὸς ὢν καὶ οὐδὲν δεινὸν ἡγεῖτο τὴν προδοσίαν, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ παιδεύων ξύλου καὶ παίδων ἀνείχετο· καὶ ἡ μήτηρ αὐτοῦ Ἔμπουσα ἐκαλεῖτο καὶ τυμπανίστρια ἦν, καὶ ἕκαστον τῶν ἐγκωμιαστικῶν. εἰ δὲ νέος πλούσιο ς . ἐπειδὴ αἱ κοιναὶ ποιότητες οὐκ ἰσχυραί εἰσι καθ’ ἑνὸς προφερόμεναι· ὅταν γὰρ εἴπω „νέος πλούσιοσ“ κοινὴ ποιότης ἐστὶν καὶ οὐκ ἀρκεῖ πρὸς ἀπόδειξιν, ὅπερ Ἑρμογένης φησὶν, ὁ πλοῦτος ἢ ἡ τύχη ἢ ἡ ἐπιθυμία, ἀλλὰ διαναμίγνυται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἵνα ἐκ τοῦ νῦν πεπραγμένου τὴν βούλησιν αὐτῷ καὶ τὴν δύναμιν κατασκευάσωμεν· εἰδέναι δὲ χρὴ, ὅτι οὔτε ἡλικία, οὔτε πλοῦτος ἐγκωμιαστικά ἐστι, καὶ κακῶς ταῦτα ὁ Ἑρμογένης ἐν τοῖς ἐγκωμιαστικοῖς ἔταξεν εἰπὼν, „εἴ τι τῶν ἀορίστων ᾖ, ἀπὸ τούτων τῶν ἐγκωμιαστικῶν δεῖ ποιότητα ποιεῖν τι ἄρα·“ κατιὼν δὲ καὶ ἀριθμούμενος τὰ κεφάλαια τὰ ἐγκωμιαστικὰ ταῦτα οὐκ ἐντάττει, καλῶς δὲ προσέθηκε, „ὅτι δεῖ τὴν βούλησιν καὶ τὴν δύναμιν οὐ μόνων τῶν κρινομένων ἐξετάζειν προσώπων, ἀλλ’ ὅσα ἔχει τὸ πρόβλημα πάντων τὴν βούλησιν ἐξετάζειν·“ καὶ περὶ μὲν βουλήσεως καὶ δυνάμεως ταῦτα.
5.131 Τὰ ἀ π ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ μὲν ὡς ἐπὶ τὸ πλεῖστον τοῦ κατηγόρο υ , τίθησι δὲ αὐτὰ καὶ κοινὰ Ἑρμογένης· ηὕρηται δέ ποτε καὶ μόνου τοῦ φεύγοντος, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· τρεῖς τις ἔχων παῖδας τὸν ἕνα νόσῳ ἀπέβαλε καὶ πολέμῳ· ὁ δεύτερος ηὕρηται ἀναρτῶν ἑαυτὸν, ὁ τρίτος παῖς ἐπικαταλαβὼν διεκώλυσε καὶ φυλακὴν αὐτῷ παρεκατέστησε· μετὰ ταῦτα ἱεροσυλία γέγονεν ἐν τῇ πόλει, καὶ ζητούντων τῶν ἀρχόντων αὑτὸν ἐπιδίδωσιν ὡς ἱερόσυλον· καὶ ὁ παῖς ἀντιλέγει· ἐνταῦθα γὰρ πάντα τὰ πεπραγμένα, ἅπερ ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὑπὲρ αὐτοῦ ἐστιν· ἥ τε γὰρ λύπη καὶ ὁ πρῶτος καὶ δεύτερος θάνατος καὶ τὸ θελῆσαι ἀναρτῆσαι ἑαυτὸν καὶ τὸ φυλάττεσθαι δείκνυσιν αὐτὸν ἐρῶντα θανάτου καὶ ταύτῃ ἀφορμῇ χρώμενον· εἰδέναι δὲ χρὴ, ὅτι οὐ μόνον τὰ πεπραγμένα ποιεῖ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλὰ δὴ καὶ ἀπὸ τῶν μὴ πεπραγμένων, ὡς ὁ Δημοσθένης πεποίηκεν, „ὅτι οὐ προσῆλθες τῇ βουλῇ, οὐκ εἶπες, „„ἄπιστος, γόης, φοβερὸς, φυλάττεσθε τὸν ἄνθρωπον, οὐχ ὁρᾶτε ἃ πεποίηκεν ἐμὲ,““ ταῦτα γὰρ οὐκ ἔστιν ἐκ τῶν πεπραγμένων, ἀλλ’ ἐκ τῶν παρειμένων·“ τοῦτο δὲ οἱ πλεῖστοι τῶν τεχνικῶν ἐγνώρισαν.
5.132 ἐν τοῖς τοιούτοις τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους αἱ μεταθέσεις τῆς αἰτίας ἐκ τῶν πεπραγμένων λύονται· τὰ μέν τοι ἀπ’ ἀρχῆς ἄχρι τέλους ἢ ἐν λόγοις ἐστὶν ἢ ἐν ἔργοις, ἢ ἐν πάθεσιν· κἂν μὲν ἐν λόγοις ᾖ, πάντως ἡ λύσις αὐτῶν κατὰ ῥητὸν καὶ διάνοιαν γίνεται, ἐὰν δὲ ἐν πάθεσιν ἢ ἐν ἔργοις, κατὰ τὰς ἀντιθετικάς· καὶ τὰς ἐν λόγοις δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ Δημοσθένης κατὰ τὰς ἀντιθετικὰς ἔλυσεν, ὡς ἐν τῷ κατ’ Αἰσχίνου λέγων, „ὅτι Φωκεῖς αἴτιοι τοῦ ἀπολέσθαι,“ ὅπερ ἐστὶν ἀντεγκληματικὸν, καὶ „Λακεδαιμόνιοι,“ ὅπερ ἐστὶ μεταστατικὸν, καὶ „Χεῤῥόννησος σώζεται,“ ὅπερ ἐστὶν ἀντιστατικὸν, καὶ „ἐξηπατήθην,“ ὅπερ ἐστὶ συγγνωμονικόν. Εὑρίσκεται δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ κοινὰ ἀμφοτέρων· οὐχ ὡς μονογενῆ φησι, μέρει μὲν τοῦ κατηγόρου, μέρει δὲ τοῦ ἀπολογουμένου χρωμένων, οὗ τὸ παράδειγμα τίθησι τὸν ἀριστέα, τὸν τὴν γραφὴν τῆς τυραννίδος κατὰ τοῦ ἀδελφοῦ ἀφελόμενον· ἀλλὰ πάντα ἀμφοτέροις ἁρμόζοντα, ὡς ἐπὶ τούτου· κατέλιπέν τις φίλον κληρονόμον, γράψας τὴν γυναῖκα μοιχείας ἐγράψατο καὶ οὐχ εἷλεν, μετὰ ταῦτα συνῴκησεν αὐτῇ καὶ κρίνεται μοιχείας· ἐνταῦθα ὅλα ἁρμόττει· καὶ γὰρ τὸ εἶναι φίλον καὶ θεμιστευθῆναι παρὰ τοῦ ἀνδρὸς καὶ κληρονομῆσαι καὶ γαμῆσαι· εἰ γὰρ συνῄδει μεμοιχευμένος, οὐκ ἐγάμει· καὶ πάλιν ἁρμόζει τὸ ὑποπτεῦσαι τὴν γυναῖκα τὸν ἄνδρα μοιχείας τὸν γραψάμενον· τὸ γὰρ μὴ καθυφεῖναι τὴν γραφὴν καὶ τὰ τοιαῦτα ἐνίοτε εὑρίσκεται μόριά τινα τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἃ οὔτε ζητήματός ἐστιν, ἄλλ’ ἔξωθεν ἐκ συμβεβηκότος σύστασιν ποιεῖ τῷ ζητήματι, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικὰ, ἁλούς τις ὑπερημερίας ἐδέδετο, καὶ διαῤῥήξας τὰ θεσμὰ περιτυχὼν τῷ πένητι ἀπέκτεινεν· ὁ δῆμος κατέλευσε τὸν ὑπερήμερον, ἀπέθανεν, ηὕρηται ἐν τοῖς κόλποις ἔχων τὸ τῆς ὑπερημερίας γραμμάτιον καὶ κρίνεται ὁ πλούσιος· ἐνταῦθα γὰρ τὸ καταλεῦσαι τὸν δῆμον τὸν ὑπερήμερον ἐκ τύχης συμβὰν καὶ ἔξωθεν ὂν τοῦ ζητήματος σύστασιν πᾶσαν δέδωκε τῷ ζητήματι· εἰ γὰρ ἔζη ὁ ὑπερήμερος, ἠδύνατο βασανιζόμενος εἰπεῖν τὴν ἀλήθειαν· τοῦτο ἂν ἔξωθεν ἐπισυμβεβηκὸς τὴν σύστασιν ἔχει, καὶ διαφέρει τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τῶν ἀφ’ ὧν ἑτέρου ποιήσαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται, ὅτι ἐνταῦθα μὲν ἕτερος ὁ ποιήσας, οὐκ ἄντικρυς δὲ εἰς τὸν πλούσιον ἀναφέρεται, οὐδὲ ἐκ τούτων ἔχει τὴν ἀπόδειξιν τοῦ πεποιηκέναι, ἐξ ὧν ὁ δῆμος ἐποίησεν, ἀλλ’ ἀμφισβήτησις ἐπὶ τούτων γέγονεν· ἐπὶ μὲν γὰρ τοῦ τρισαριστέως, οὗ ἔστησαν οἱ πολέμιοι εἰκόνα, καὶ κρινομένου προδοσίας αὐτοῦ ἡ ἀπόδειξις τοῦ εἶναι αὐτὸν προδότην γίνεται· ἐνταῦθα γὰρ ἐκ τοῦ τὸν δῆμον καταλεῦσαι οὐχὶ ἡ ἀπόδειξις τοῦ τὸν πλούσιον εἶναι τὸν πεφονευκότα γίνεται, ἀλλ’ αὐτός ἐστι τὸ ποιοῦν τὴν ἀμφισβήτησιν· ὅπερ γὰρ ἔφαμεν, εἰ ἔζη βασανιζόμενος εἶπεν ἄν.
5.133 Ἡ ἀντίληψις οὐκ ἀεὶ ἐμπίπτε ι · καλῶς σφόδρα προσέθηκεν, ὅτι ἀντίληψις οὐ γίνεται, εἰ μὴ ἀφ’ ὧν αὐτὸς ποιήσας κρίνεται, οὐδεὶς γὰρ ἑτέρῳ ἐξουσίαν κατασκευάζει, ἀλλ’ αὑτῷ, ὃ δὲ ἔξεστιν εἰπεῖν, ἔξεστιν ἐκείνῳ· ὅταν τὸ ζήτημα ἑτέρου ποιήσαντος τὴν κρίσιν ἔχῃ, οὐ δύναται ὅλως ἀντίληψις ἐμπεσεῖσθαι, ἀντιλήψεως δὲ μὴ ἐμπεσούσης οὐδ’ ἂν μετάληψις γένοιτο ἄν· ἡ γὰρ μετάληψις λύσις ἐστὶ τῆς ἀντιλήψεως.
5.134 Καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν ἀντιδίκων ὁποτέρῳ χρήσετα ι · ἐπὶ στοχασμοῦ κακῶς σφόδρα τοῦτο εἴρηται, καὶ ἀδύνατόν ἐστι τὸν φεύγοντα κατήγορον μεταλήψει χρήσασθαι· εἰ γὰρ ἡ φύσις ἐστὶ τῆς μεταλήψεως τὸ μεταλαμβάνειν τὴν τοῦ φεύγοντος ἐξουσίαν, πῶς δύναται ὁ κατήγορος ταύτῃ χρήσασθαι; οὐκ ἐχρῆν οὖν εἰπεῖν „ὁπότερον τῶν μερῶν,“ ἀλλὰ „τοῦ φεύγοντος ταύτῃ χρωμένου ὁ διώκων τῇ μεταλήψει χρήσεται.“ ἐν δὲ ἄλλαις στάσεσιν σπανίως ηὕρηται· ἐν τῷ τόπῳ οὖν τὴν αἰτίαν ἐροῦμεν. Ἡ μετάθεσις τῆς αἰτίας ἐστὶ πρὸς τὰ ἀ π ’ ἀρχῆς ἄχρι τέλου ς , ἢ πρόσθεσίς ἐστιν ἀντιπροθέσεως, ἵνα ᾖ κατὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀντὶ τοῦ „διὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσα τὴν γένεσιν.“ αὕτη γὰρ δίδωσι τὸν τόπον τῇ μεταθέσει τῆς αἰτίας, ὥσπερ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν. Ἐὰν ἐν λόγοις ᾖ , κατὰ ῥητὸν καὶ διάνοιαν ἡ μετάθεσις τῆς αἰτίας γίνετα ι , ἐὰν δὲ ἐν ἔργοις, καθὼς προειρήκαμεν, ἢ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσα· αὐτὴ δὲ οὐκ εὖ ἔχει ἡ ἐξήγησις· πάντα γὰρ τὰ τοῦ φεύγοντος κεφάλαια εἰς λύσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους εἰσίν· ἄμεινον οὖν „πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλουσ“ ἀντὶ τοῦ „διὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὴν γένεσιν τῆς ποιότητος δεχόμενα,“ καθὼς καὶ τὰ ἑξῆς περὶ αὐτοῦ λέγει· „κἂν μὲν ἐν λόγοις ᾖ, κατὰ ῥητὸν καὶ διάνοιαν γίνεται ἡ μετάθεσις τῆς αἰτίας,“ ὥσπερ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. ἔγνωσται, ὅτι τοῦτο θέλει λέγειν, ὅτι τὴν ποιότητα ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους εἶναι δέχεται. Ἐὰν δὲ ἐν ἔργοι ς , θετικῶς ἡ μετάθεσις τῆς αἰτίας ἐξετασθήσετα ι · εἰδέναι δὲ χρὴ, ὅτι κατὰ πάσας τὰς ἀντιθετικὰς ἐξετάζεται, ἢ κατὰ ταὐτὸν πλειόνων εὑρισκομένων ἢ μιᾶς· ὁ μέντοι Ἑρμογένης τοῦτο ἀγνοήσας λέγει, τὰ μὲν ἐν πάθεσιν ἀπ’ ἀρχῆς ἄχρι τέλους συγγνωμονικῶς λύεσθαι, ὡς τοῦ ἀφορῶντος εἰς τὴν ἀκρόπολιν νέου πλουσίου δακρύοντος, τὰ δὲ ἐν ἔργοις θετικῶς, ἀγνοήσας, ὅτι τὸ θετικῶς κατὰ ἀντίστασίν ἐστι· πᾶς γὰρ ἀντίστασιν ἐργαζόμενος ἔπαινον ποιεῖ τοῦ πραχθέντος αὐτῷ, ὃ ὀνομάζει αὐτὸς εἶναι θετικῶς.
5.135 ἐργασώμεθα οὖν τὴν αἰτίαν μετατιθέντες εἰς τὸ ὅμοιον, εἰς τὸ ἀνυπεύθυνον, εἰς τὸ ἐναντίον ἐγκληθῆναι δυνάμενον. εἰς μὲν τὸ ὅμοιον· ἐπ’ ἐρημίας τις ηὑρέθη ἔχων ᾑμαγμένον ξίφος καὶ κρίνεται· ἀπὸ θηρίου γάρ φησιν αὐτὸ εἶναι ᾑμαγμένον· εἰς δὲ τὸ ἀνεύθυνον, ἢ στέργειν γονεῖς ἢ κωμάζειν, ἢ οἰκέτας τρέφειν, ἢ σέβειν θεοὺς, πάντα γὰρ ταῦτα ἀνυπεύθυνά ἐστιν, οἷον συνεχῶς τις τοῖς τῶν ἀνδροφόνων χρῆται καθαρσίοις καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ ἀνυπεύθυνόν φησι τὸ δεισιδαιμονίας ἕνεκεν συνεχῶς καθαίρεσθαι· τὸ παρασίτους τρέφειν ἀνυπεύθυνον ὡμολόγηται. Εἰς τὸ ἐναντίον δέ· κατέλιπέν τις ἀλλοτρίᾳ γυναικὶ τὸν ἑαυτοῦ κλῆρον, γράψας ἐν ταῖς διαθήκαις, ὅτι πρὸς μοιχείαν αὐτῷ οὐχ ὑπήκουσεν καὶ κρίνεται μοιχείας· ἐνταῦθα γὰρ ἡ μετάθεσις τῆς αἰτίας πρὸς τὸ ἐναντίον ἐκφέρεται καὶ χρῆται τοῖς ῥητοῖς τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἡ δὲ μετάθεσις τῆς αἰτίας ποτὲ μὲν μία ἐστὶν, ποτὲ δὲ πλείονες· καὶ ὁ μὲν τεχνικός φησιν τότε μόνον γίνεσθαι πλείονας τὰς μεταθέσεις τῆς αἰτίας καὶ πεπλανημένας, ὅταν ἐξ ὧν ἕτερος πεποίηκεν ἡ κρίσις ᾖ, ὡς ἐπὶ τοῦ τρισαριστέως· ἐρεῖ γὰρ ἢ διὰ φθόνον ἐξευμενιζομένους ἢ διαβολὴν ἐμποιῆσαι βουλομένους ἢ προτρεπομένους τοῖς παρ’ ἑαυτοῖς.
5.136 αὗται δὲ πλείονες μέν εἰσιν, ἐναντίαι δέ πως ἀλλήλαις, ἣν δὲ λέγει, ὅτι ἂν ἀφ’ ὧν αὐτός τις ἐποίησε πλείονες εὑρεθῶσιν μεταθέσεις, ἀναγκαῖον ἀκολούθως αὐτὰς εἶναι ἀλλήλαις, ὡς ἐπὶ τοῦ νύκτωρ μεταιτοῦντος ἀνάγκη γνῶναι, ὅτι ηὕρηνται, καὶ ἀφ’ ὧν αὐτός τις ποιήσας κρίνεται, πλείονες μεταθέσεις αἰτίας καὶ οὐκ ἀκόλουθοι ἀλλήλοις ἢ ἔχουσαι πρὸς ἑαυτὰς ὅλως σχέσιν ἢ κοινωνίαν, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· ἄσωτος καταναλώσας τὴν οὐσίαν ἠγόρασεν ὀρεινὸν χωρίον καὶ βάρβαρα ἀνδράποδα, καὶ ἐν αὐτῷ διαιτωμένου αὐτοῦ φήμη γίνεται λῃστῶν ἐν τῇ χώρᾳ ἀνελθόντων· οἱ στρατηγοὶ ἐν τῷ χωρίῳ τὸν μὲν πλούσιον οὐχ εὗρον, τὰ δὲ ἀνδράποδα καὶ ὅπλα κυνηγετικὰ κατήγαγον· μεταξὺ τῆς ὁδοῦ ἐπέθεντο καὶ τραυματίσαντες οἱ θεράποντες τοὺς στρατηγοὺς ἔφυγον, καὶ κρίνεται ὁ ἄσωτος λῃστείας· ἐνταῦθα πρὸς ἕκαστον τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους διάφορός ἐστιν ἡ μετάθεσις τῆς αἰτίας· τὸ μὲν ὀρεινὸν χωρίον ὅτι ἔλαττόν ἐστι τιμῆς καὶ οὐκ ἠβούλετο ἐν πόλει εἶναι αἰσχυνόμενος· τὰ δὲ βάρβαρα ἀνδράποδα, ὅτι πρὸς ἔργον καὶ κάματον ἐπιτηδειότερά ἐστι, τὰ δὲ ὅπλα τὰ κυνηγετικὰ διὰ τὸ ἐν ὄρεσι θηρία εὑρίσκεσθαι, τὰ δὲ ἀνδράποδα ἐπιτιθῆναι τῷ στρατηγῷ, διὰ τὸ μὴ ἐπιγνῶναι τὴν αἰτίαν, ἐφ’ ᾗ ἄγονται, ὡς βάρβαρα· τὸ δὲ ἐπιθεῖναι στρατηγὸν κατ’ αὐτοῦ ἐπὶ τῷ χωρίῳ, ἐκ διαβολῆς φησι τῶν ἐχθρῶν τοῦτο γενέσθαι. αὗται πλείους μὲν αἰτίας μεταθέσεις εἰσὶν, οὐδεμία δὲ πρὸς τὴν ἄλλην ἔχει σχέσιν. κατασκευάζομεν δὲ τὴν μετάθεσιν τῆς αἰτίας τὸν κατήγορον μελετῶντες προσώπῳ, τόπῳ, τρόπῳ, χρόνῳ, αἰτίᾳ, ἢ πᾶσιν ἢ τισίν· τοῦ μὲν γὰρ νέου τοῦ κωμάζοντος εἰς τὴν εἱρκτὴν καὶ βοῶντος „θαρσεῖτε λυθήσεσθε“ εἰπόντος, ὅτι ἐλέῳ καὶ παραμυθίᾳ τῶν δεσμωτῶν, ἀπὸ τοῦ προσώπου κατασκευάζεται, ὅτι οὐδέποτέ γε τὸ τῶν πλουσίων καὶ τὸ τῶν νέων πρόσωπον ἕτοιμον πρὸς ἔλεον· καὶ ἀπὸ τοῦ τῶν δεσμωτῶν προσώπου, ὅτι οὐδὲ ὅλως τοὺς πονηροὺς καὶ μεμισημένους τῷ δήμῳ καὶ τοῖς νόμοις οὐ δεῖ ἐλεεῖν, οὓς ὁ δῆμος οὐκ ἠλέησεν· ἀπὸ δὲ τοῦ τόπου, οὐκ ἐπὶ τὸ δικαστήριον βαδίζοντα, ἀλλὰ γνώμην κατὰ σαυτὸν· ἀπὸ δὲ τοῦ χρόνου, οὐ νύκτωρ ἀλλὰ μεθ’ ἡμέραν ἐπὶ τῶν δεσμοφυλάκων διαλεγόμενος· ἀπὸ τοῦ τρόπου, οὐκ ἐν τῷ ἐπαγγέλλεσθαι αὐτοῖς, ἀλλ’ ἐν τῷ ἐπικουρίαν τινὰ παρέχειν, ἢ διὰ χρημάτων, ἢ παρακλήσει τοῦ δήμου, ἢ ἑτέρῳ τινὶ τρόπῳ· ἀπὸ δὲ τῆς αἰτίας, οὐ τοιαύτῃ αἰτίᾳ, δι’ ἧς καὶ αὐτὸς ἐγκληθήσῃ.
5.137 Ἡ πιθανὴ ἀπολογία ἀντιστρέφουσά ἐστι πρὸς τὰ ἀ π ’ ἀρχῆς ἄχρι τέλου ς · ὃ γὰρ ὁ κατήγορος, φησὶ, προτείνεται εἰς ἀπόδειξιν τοῦ γενέσθαι τόδε τι, αὐτὸ τοῦτο ἀπόδειξιν ὁ φεύγων τοῦ μὴ γενέσθαι προτείνεται· ὃ γὰρ λέγει, ὅτι ἀφ’ οὗ ἀφεώρας καὶ ἐδάκρυες τυραννῆσαι θέλεις, ἐρεῖ, ὅτι καὶ μὴν εἰ ἠβουλόμην τυραννῆσαι, ἐφυλαττόμην δημοσιεῦσαι τὴν γνώμην καὶ οὐκ ἐδάκρυον· καὶ αὗται μὲν ἐπὶ τῶν ἀντιστρέφειν δυναμένων· ὅταν δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀκόλουθα ᾖ, φησὶν, τῷ ἐγκλήματι, τότε εἰσάγεσθαι τὸ οὐκ ἀντιστρέφον κεφάλαιον, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· σκηπτοῦ κατενεχθέντος εἰς τὴν Περικλέους οἰκίαν ηὕρηνται χίλιαι πανοπλίαι καὶ κρίνεται Περικλῆς τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ οὐ δύναται εἰπεῖν, „καὶ μὴν εἰ ἤθελον τυραννῆσαι, ὅπλα οὐ παρεσκευαζόμην·“ ἀνάγκη γὰρ τοῖς τυραννεῖν ἐθέλουσιν ὅπλα παρασκευάζεσθαι, ἀλλ’ ἐρεῖ τὸ ἀκόλουθον, ὅτι οἱ μὲν παρασκευαζόμενοι τυραννῆσαι ὅπλα παρασκευάζονται, οὐ πᾶς δὲ ὁ παρασκευαζόμενος ὅπλα τυραννῆσαι προῄρηται, καὶ ἐπανατρέχει εἰς τὰ τῆς μεταθέσεως τῆς αἰτίας· κατασκευάζομεν δὲ τὴν πιθανὴν ἀπολογίαν ἢ τοῦτο λέγοντες, ὅτι μάλιστα διὰ τοῦτο οὐκ εἰργαζόμην, ὑποπτευθήσεσθαι προσδοκῶν, ἢ ἕτερον ἀνθ’ ἑτέρου λαμβάνοντες, τὸ μὴ γεγονὸς ἀντὶ γεγενημένου τρόπον τινὰ ἀντὶ τοῦ ὑπευθύνου ἐπὶ τὸν ἀνεύθυνον· οὐκ ἂν ἐποίησα ἀλλὰ ἄλλως, οὐκ ἂν ἐδάκρυσα, ἀλλ’ ἐστέναξα.
5.138 ἀφανὲς ἦν οὐκ ἂν ἐνόησα, ἀλλὰ διὰ φίλου ἐμήνυσα· ἢ πρόσωπον ἀντὶ προσώπου, οὐκ ἂν ἐχρησάμην τούτοις συνεργοῖς, ἀλλὰ τοῖς ἔλαττον ὑποπτευθησομένοις, οἷον οἰκέταις ἢ ξενικῇ δυνάμει· ἢ τόπον ἀντὶ τόπου, ὡς ὁ τοὺς ἀποκηρύκτους τρέφων ἐπὶ τοῖς ὁρίοις τῆς χώρας οὐκ ἂν ἐν αὐτῷ τῷ τόπῳ, ἀλλ’ ἐν ἑτέροις ἔθρεψα ἧττον ὑποπτευθήσεσθαι δυναμένοις, οἷον οὐκ ἐπὶ τοῖς ὁρίοις ἀλλὰ πόῤῥωθεν, οὐκ ἐπὶ τῆς πόλεως ἀλλ’ ἐπ’ ἐρημίας· ἢ ἀπὸ χρόνου, οἷον οὐ νύκτωρ, ἀλλὰ μεθ’ ἡμέραν, ἢ οὐ νῦν, ἀλλ’ ὕστερον· ἀνασκευασθήσεται δὲ ὑπὸ τοῦ κατηγόρου πάντα ταῦτα τρισὶ τούτοις, ἀγνοίᾳ, ἀνάγκῃ, τύχῃ· ὅταν γὰρ λέγῃ, ὅτι τύχη, εἰ ἤθελον τυραννῆσαι, οὐκ ἂν ἐκώμαζον, οὐκ ἂν οὕτως ἐδημοσίευον τὴν γνώμην, ἢ οὐκ ἂν ἐδάκρυον, ἵνα ἐλεγχθῶ· ἀνάγκη μὲν, ὅτι οὐκ εἶχες ἄλλως αὐτοῖς διαλεχθῆναι οὐ φυλαττόντων τῶν δεσμοφυλάκων· τύχη δὲ, ὅτι ἡ τύχη τῆς πόλεως ἐξήγαγέν σε πρὸς τὸ μὴ εἰς ἔργον ἀχθῆναι τὴν κατὰ τῆς πόλεως ἐπιχείρησιν· καὶ ἐπιχειρήματά τινα ἐρεῖς καὶ παραδείγματα, ἐν οἷς καὶ ἄκοντες πράττουσιν καθ’ ἑαυτῶν· ἀγνοίᾳ δὲ, ὅτι οἱ ἐπιθυμοῦντές τινος ὅλην τὴν γνώμην πρὸς τὴν ἐπιθυμίαν ἐξάγουσιν ἀγνοοῦντες βλαβερὰ ἑαυτοῖς ποιοῦντες.
5.139 Ἡ κοινὴ ποιότης οἱ ἐπίλογοί εἰσιν καὶ αἱ δευτερολογία ι · ἐνταῦθα περὶ πάντων ἐπιλόγων ὁ τεχνικὸς διαλαμβάνει καί φησιν, ὅτι τοπικῶς αὐτοῖς ὁ κατήγορος κατασκευάζει, καὶ προςτίθησιν καὶ τελικὰ κεφάλαια. εἰδέναι δὲ δεῖ, ὅτι οὐκ ἀναγκαίως πάντα τελικὰ εὑρίσκεται κεφάλαια, ἀλλ’ οὐδὲ ὅλως κεφάλαιά ἐστιν, ἀλλ’ ἐνθυμήματα πάντα ταῦτα, καὶ ἃ ἐκ τῆς Δημοσθενικῆς δεινότητος καὶ περιουσίας ἐστὶ νενοημένα. φησὶ δὲ αὐτὸς ταῦτα δύνασθαι τοῖς προοιμίοις καλῶς σφόδρα· δύο γὰρ μέρη ἐστὶ τοῦ λόγου, παθητικὸν καὶ ἀποδεικτικὸν, καὶ τὸ μὲν παθητικόν ἐστι τά τε προοίμια καὶ οἱ ἐπίλογοι· ἐν ἀμφοτέροις γὰρ πάθος τι ἢ κινῆσαι ἢ ἀποβάλλειν ζητοῦμεν· τὸ δὲ ἀποδεικτικὸν οἱ ἀγῶνες καὶ οἱ ἐπίλογοι καὶ τὰ προοίμια· τὴν δὲ διαφορὰν αὐτῶν ἄριστα ὁ τεχνικὸς ἐμήνυσεν· καὶ τὰ μὲν κεφάλαια ταῦτα καὶ ἡ τῶν κεφαλαίων διαίρεσις. Εἰσὶ δὲ καὶ ἁπλοῖ τινες ἀτελεῖς στοχασμοὶ καὶ διπλοῖ τινες ἀτελεῖ ς · τῶν στοχασμῶν εἴδη πλείονα, καὶ πρῶτοι μὲν αὐτῶν ἁπλοῖ, οἱ δὲ διπλοῖ, οἱ δὲ συνεζευγμένοι, οἱ δὲ συμπεπλεγμένοι, οἱ δὲ ἀντεγκληματικοὶ, καὶ μετὰ τούτους ἕτερα εἴδη, οἱ παράδοξοι, οἱ ἀπὸ γνώμης, οἱ ἐξ ἀπάτης, οἱ ὁρικοὶ καὶ ἕτερα λεπτότερα τούτων μετὰ τὴν τούτων διαίρεσιν ἐροῦμεν, ἐκεῖνα γὰρ τὴν αὐτὴν μὲν τοῖς ἁπλοῖς ἔχει διαίρεσιν, ποιότητι δὲ τῆς κατασκευῆς διέστηκε· τῶν ἁπλῶν δὲ καὶ τῶν διπλῶν οἱ μέν εἰσι τέλειοι, οἱ δὲ ἀτελεῖς, καὶ τέλειοι μὲν οἱ καὶ πρόσωπον καὶ πρᾶγμα ἔχοντες κρινόμενον, ἀτελεῖς δὲ οἱ ἕν τι τούτων ἔχοντες ἀόριστον ἢ ἰσάζον· ἀόριστον μὲν ἐν τοῖς ἁπλοῖς, ἰσάζον δὲ ἐν τοῖς διπλοῖς, καὶ παραδείγματα τῶν μὲν ἁπλῶν ὁ παριστάμενος τῷ νεοσφαγεῖ σώματι καὶ φόνου φεύγων· ἐνταῦθα γὰρ τὸ πρόσωπον ὂν ἀτελὲς ἀπὸ προσώπου τὸν στοχασμὸν ποιεῖ ἀτελῆ, καὶ ἀνάγκη ἐκλείπειν τὰ ᾠκειωμένα τῷ προσώπῳ κεφάλαια, ἃ προειρήκαμεν ἄνω· ἀπὸ δὲ πράγματος, ὁ ἄσωτος ὁ κρινόμενος ἐπὶ τῷ πατρὶ ἀφανεῖ γενομένῳ· ἐνταῦθα γὰρ οὐδὲν ὥρισται, ὁ ποιήσας ὁ ἄσωτος κρίνεται, ἀλλ’ ἡ τοῦ προσώπου ποιότης ἐστὶν ἡ παρέχουσα σύστασιν τῷ ζητήματι· καὶ περὶ μὲν τῶν ἁπλῶν στοχασμῶν ταῦτα, σαφῆ γὰρ τῶν ἁπλῶν καὶ τελείων παραδείγματα· τῶν δὲ διπλῶν ἀτελὴς μὲν ἀπὸ προσώπου οὗτος· δύο ῥήτορες πρεσβεύσαντες πρὸς τύραννον καὶ ἐπανελθόντες πεφωράκασιν ἀλλήλους, ὁ μὲν χρυσίον κατορύττοντα, ὁ δὲ παραπρεσβείας ἀπολογίαν γράφοντα, καὶ κατηγοροῦσιν ἀλλήλων· ἐνταῦθα μὲν γὰρ τὰ μὲν πρόσωπα ἰσάζοντα κρίσιν οὐ δέχεται, ἀλλ’ ἀνάγκη ἐκλείπειν τὰ τοῦ προσώπου κεφάλαια, ῥήτορες γὰρ ἀμφότεροι καὶ ἡ ποιότης ἴση, τὰ δὲ πράγματα ἐναλλάττοντα τὴν κρίσιν ἐπιδέχεται· ἐπὶ δὲ τῶν διπλῶν ἀπὸ πραγμάτων· ἀριστεὺς τέθνηκεν ἐπὶ σημείοις φαρμάκων μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλακίδα, καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις, ἐνταῦθα γὰρ ἡ μὲν τῶν προσώπων διαφορὰ τὴν κρίσιν ἐπιδέχεται, πρᾶγμα δὲ παρ’ οὐδετέρας τῶν κρινομένων πέπρακται, διὸ ἀτελὴς ἀπὸ πραγμάτων ἐστί· διπλοῦ δὲ στοχασμοῖ τέλειον παράδειγμα· ἤρα τις μειρακίου καὶ ἀπετύγχανεν καὶ τὸ μειράκιον ἑταίρᾳ ἐχρῆτο, ἀνθ’ ἑταίρας δὲ στρατιώτῃ· ὁ στρατιώτης παρευδοκιμούμενον ἔφη οὐ χρήσειν τὸ μειράκιον· μετὰ ταῦτα ηὕρηται ἀνῃρημένον τὸ μειράκιον· οἱ στρατηγοὶ ζητοῦντες ἀμφοτέρων οἰκίας εὗρον τὸν μὲν ἐραστὴν εἰκόνα τοῦ παιδὸς ἔχοντα ἐπὶ τῆς κλίνης καὶ κλαίοντα, τὸν δὲ στρατιώτην καθεύδοντα καὶ ξίφος αὐτῷ παρακείμενον, καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις.
5.141 ἔστι δὲ καὶ ἕτερον εἶδος τῶν διπλῶν, ὃ παρά τισι μὲν ηὕρηται τῶν τεχνικῶν, Ἑρμογένει δὲ οὐκ εἴρηται, ὃ καλοῦσί τινες διπλοῦν μονομερὲς, ἐν ᾧ δύο πράγματά ἐστι καὶ πρόσωπα κρινόμενα, ἐν δὲ τῷ ἑτέρῳ οὐδὲ τὸ κατηγοροῦν αὐτό· παράδειγμα, Αἰσχίνης καὶ Δημοσθένης ἐπανήκοντες ἐκ τῆς Φιλίππου πρεσβείας πεφωράκασιν ἀλλήλους, ὁ μὲν χρυσίον κατορύττοντα, ὁ δὲ παραπρεσβείας ἀπολογίαν γράφοντα, καὶ Ὑπερίδης ἀμφοτέρων κατηγορεῖ· ἐνταῦθα γὰρ ἐνήλλακται ὁ τρόπος παντελῶς τῷ δύο τε εἶναι φεύγοντα πρόσωπα καὶ οὐκ ἐφ’ ἑνὸς, ἓν δὲ τὸ κατηγοροῦν· καὶ περὶ μὲν τῶν διπλῶν ταῦτα· εἰσὶ δὲ καὶ συνεζευγμένοι καὶ συμπεπλεγμένοι· καὶ συνεζευγμένοι μέν εἰσιν, οἷον ὅταν ἓν πρόσωπον ἐπὶ δύο διαφόροις ἐγκλήμασι κρίνηται, οἷον φόνῳ καὶ τυραννίδι καὶ τοῖς ὁμοίοις, ὡς καὶ ἐπὶ τοῦ πλουσίου τοῦ κρινομένου τυραννίδος ἐπιθέσεως καὶ φόνου ἐπὶ τῷ τὸν γραψάμενον τυραννίδος ἐπιθέσεως πένητα δοκεῖν ἀνῃρηκέναι· συμπεπλεγμένοι δὲ, ἔνθα δύο πράγματά εἰσιν, οὐκ ἀμφότερα κρινόμενα, ἀλλὰ εἰς σύνταξιν τοῦ προτέρου καὶ τὸ ἕτερον προάγεται, καὶ αὐτὸ μέν τοι τελείως ἐξεταζόμενόν ἐστιν, ὅ τε προκατασκευαζόμενος καὶ ὁ συγκατασκευαζόμενος, καὶ ὁ ἐμπίπτων· τῶν δὲ ἑτέρων εἰδῶν, τοῦ τε ἐξ ἀπάτης καὶ παραδόξου καὶ τοῦ ὁρικοῦ καὶ τοῦ ἀπὸ γνώμης καὶ δημοκοπίου καὶ τῶν λοιπῶν ἐφεξῆς ἐροῦμεν· ἀναγκαῖον δὲ καὶ τὴν διαφορὰν αὐτῶν εἰπεῖν. τῶν μὲν οὖν ἁπλῶν πρὸς τοὺς διπλοῦς περιττὸν εἰπεῖν, ὡμολόγηται γὰρ, ὅτι ὁ μὲν ἔχει πρᾶγμα καὶ πρόσωπον κρινόμενον· ὁ δὲ δύο· τῶν δὲ διπλῶν οἱ μέν εἰσιν ἀντεγκληματικοὶ, οἱ δὲ κατὰ ἀμφισβήτησιν· διαφέρουσι δὲ οἱ κατὰ ἀμφισβήτησιν τῶν ἀντεγκληματικῶν, ὅτι ἐν μὲν τοῖς ἀντεγκληματικοῖς ἀρνεῖται ἑκάτερος τὸ πεποιηκέναι, καὶ περὶ τιμωρίας τοῦ πεποιηκότος ἐστὶν ὁ λόγος, ἐν δὲ τοῖς κατὰ ἀμφισβήτησιν τὸ πεποιηκέναι ἕκαστος αὐτῶν κατασκευάζει, καὶ περὶ τῆς δωρεᾶς ὁ λόγος· ἐν τούτοις ἐστὶ καὶ τὸ ἀντεγκληματικὸν τοῦ στοχασμοῦ εἶδος τοῦ κατὰ ἀμφισβήτησιν.
5.142 ἔφαμεν εἶναι, ἐν ᾧ οὔτε περὶ δωρεᾶς ἐστιν ἡ ἀμφισβήτησις ἢ ὁ λόγος οὔτε ἔγκλημά τί ἐστιν τὸ πεποιημένον, ἀλλὰ ἀμφισβήτησις ἑνὸς πράγματος, ὃ τῷ πότε ἁρμόττει, ὡς ἐπὶ τῶν κληρονόμων καὶ τῶν ἐπιτρόπων ἀμφισβητούντων τοῦ κλήρου τοῦ μειρακίου, ὅτι φήμη γέγονεν αὐτὸν τετελευτηκέναι. καὶ τοῦ μὲν κατὰ ἀμφισβήτησιν καὶ ἀντεγκληματικοῦ αὗται διαφοραὶ, τοῦ μὲν ὅτι ἀρνεῖται πεποιηκέναι, τοῦ δὲ ὅτι ὁμολογεῖ· ἐν δὲ τῷ ἀντεγκληματικῷ τῷ καλουμένῳ οὐδὲν ποιήσας ἑκάτερος τῶν ἀμφισβητούντων ἀμφισβητεῖ τοῦ κλήρου· ἐν δὲ τοῖς συνεζευγμένοις ἕν ἐστι πρόσωπον, τὸ ἐπὶ δύο πράγμασι κρινόμενον, καὶ οὐ δύο· ἢ τὸ ἐναντίον δύο πρόσωπα ἐφ’ ἑνὶ πράγματι· τῶν δὲ συμπεπλεγμένων ὅτι δύο εἰσὶ πράγματα ἐν ἑνὶ προσώπῳ· τὸ δὲ ἓν οὐ κρίνεται, ἀλλ’ εἰς σύστασιν τοῦ ἑτέρου παραλαμβάνεται, καὶ τὰ μὲν εἴδη τοῦ στοχασμοῦ ταῦτα, καὶ ἐπὶ τοῦ ῥητοῦ δὲ σαφῆ ἔχει τὴν ἐξέτασιν, καὶ τοῖς γε ἐπεσκεμμένοις τὰ μικρῷ πρότερον εἰρημένα περὶ τῶν κρινομένων πραγμάτων τὸν συλλογισμὸν πάλιν προτίθησιν, ὃν παραλογιζόμενος ἐν τῷ περὶ τῶν πραγμάτων λόγῳ ἔταξεν. πρῶτον μὲν οὖν ἐρήσομαι αὐτοὺς, εἰ οὐκ ἔσται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ μὴν ἔσται τὸ ἐκποδὼν εἶναι τὸν πατέρα. πάλιν ἐπὶ τοῦ αὐτοῦ κακουργήματος ἔμεινεν, οὐ γὰρ τὸ ἐκποδὼν εἶναι τὸν πατέρα ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλ’ οὔτε τοῦτό ἐστι τὸ ἔγκλημα· τὰ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀπὸ τῶν σημείων γίνεται, καὶ οὐκ ἀπὸ τῶν ἐγκλημάτων· ἐπὶ γὰρ τοῦ ἀφορῶντος εἰς τὴν ἀκρόπολιν καὶ δακρύοντος αὐτὸ τὸ ἀφορᾷν καὶ τὸ δακρύειν ἐστὶν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, οὐ τὸ θέλειν τυραννῆσαι· ἴσμεν δὲ τοῦτο ἄνωθεν γνόντες, ὅτι ὁ στοχασμὸς δύο πράγματα ἔχει, τὸ μὲν φανερὸν καὶ σημεῖον, τὸ δὲ ἀφανὲς, καὶ ἐγκλήματα οὖν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐκ τοῦ φανεροῦ καὶ σημείου γίνεται, οὐκ ἀπὸ τοῦ ἐγκλήματος· τὸ λέγειν οὖν ἐκποδὼν εἶναι τὸν πατέρα οὐκ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλ’ ἔγκλημα.
5.143 Ἀλλὰ μετάθεσιν αἰτίας αὐτὸν οὐκ ἀπαιτήσομε ν . ἀλλὰ καὶ τοῦτ ο , εἰ δὲ μ ὴ , πῶς ἔσται ἡ ἀπολογί α ; καὶ ἐνταῦθα πάλιν παραλογιζόμενος, εἰ γὰρ ἦν μετάθεσις αἰτίας, ἐχρῆν αὐτὸν εἰπεῖν αὐτὴν καὶ προςθεῖναι. Τῷ δὲ λέγειν, „εἰ καὶ μὴ, τίς ἔσται ἡ ἀπολογία“; ἐροῦμεν, ὅτι ἐκ τῆς ποιότητος τοῦ προσώπου καὶ τῆς βουλήσεως καὶ τῆς δυνάμεώς ἐστιν ἡ ἀπολογία, οὐ γὰρ ἀνάγκη ἐκ τῆς μεταθέσεως τῆς αἰτίας γίγνεσθαι τὴν ἀπολογίαν, περιττὰ γὰρ ἤμελλεν εἶναι τὰ λοιπὰ κεφάλαια τοῦ φεύγοντος, εἰ μόνη ἡ μετάθεσις τῆς αἰτίας ἐποίει τὴν ἀπολογίαν· ἐροῦμεν οὖν, ὅτι ἐστὶ μὲν ἀπολογία, οὐκ ἐκ τῆς μεταθέσεως δὲ τῆς αἰτίας· τὸ γὰρ μέγιστον, ὅ φησι καὶ πιθανὴν ἀπολογίαν ἔχειν, λέγει γὰρ, „ἡ πιθανὴ ἀπολογία ἀναστρέφουσά ἐστι πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ αὐτὸ τοῦτο σημεῖον τοῦ μὴ γεγενῆσθαι“· λέγει δὲ τὸ ἐκποδὼν εἶναι τὸν πατέρα ἀπ’ ἀρχῆς ἄχρι τέλους, πῶς ἔχει εἰπεῖν, „καὶ μὴν εἰ ἀνῃρήκειν αὐτὸν, οὐκ ἂν ἦν ἐκποδὼν“; ἀλλὰ εὔηθες· εἰ δέ τις ἐρεῖ, ὅτι δυνάμεθα τὴν πιθανὴν ἀπολογίαν ποιήσασθαι κατὰ τὸ μὴ ἀντιστρέφον καὶ τοῦτο ὀρθῶς ἔχει· καθόλου γὰρ αἱ μὴ ἀντιστρέφουσαι πιθαναὶ ἀπολογίαι ἀκόλουθοί εἰσι τῷ ἐγκλήματι διὰ τοῦ σημείου, ὡς ἐπὶ τοῦ Περικλέους ἀναντίῤῥητόν ἐστιν, ὅτι οἱ θέλοντες τυραννῆσαι ὅπλα παρασκευάζονται, καὶ οἱ ἑταιροῦντες καλλωπίζονται· διὸ καί φησιν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁρικῶς ἐξετάζεσθαι ὡς ἤδη τῶν σημείων ἀδικημάτων ὄντων.
5.144 ἐνταῦθα οὖν ἡ ἀφάνεια οὐκ ἔστιν φανερὸν σημεῖον, ἀεὶ γὰρ παρελάβομεν ἐν τοῖς ζητήμασι τὸ „νεκρὸς ἀσκύλευτος,“ ἐν οἷς ἂν ἐξ ἐπιβουλῆς θάνατον ἐπάγωμεν· οὐκοῦν οὐ δύναται εἰπεῖν, πάντες μὲν οἱ φονεύοντες ἀφανεῖς ποιοῦσιν, οὐ μὴν οἱ ἀφανεῖς πεφονευμένοι τυγχάνουσιν, οὐ γὰρ ἀναντίῤῥητόν ἐστιν, ὅτι οἱ φονεύοντες ἀφανεῖς ποιοῦσιν, διὸ οὐδὲ ἀκόλουθον τὸ σημεῖον, ἀλλ’ οὐδὲ ὁρικῶς δύναται ἐξετασθῆναι, οὐ γὰρ δύναται εἰπεῖν, ὅτι ἡ ἀφάνεια θάνατος, ὅπερ ποιεῖ ἐν τῷ καλλωπιζομένῳ μειρακίῳ, ὅτι τὸ καλλωπίζεσθαι πορνεία, καὶ τὸ παρὰ γνώμην τῆς πόλεως ὅπλα ἔχειν τυραννίς. Καὶ γὰρ ἐν ἅπασι στοχασμοῖς ἧττον ἰσχύει τὰ ἀ π ’ ἀρχῆς ἄχρι τέλου ς , ὅταν ἐ φ ’ οἷς ἕτεροι πεποιήκασιν ᾖ κρίσι ς · εἰ μὲν συγκρίνομεν τοῦτο δεχόμενοι τὸ ἀφ’ ὧν αὐτός τις ποιήσας κρίνηται, δεῖ γὰρ ἧττον εἶναι τὸ ἔγκλημα, ὃ ἕτερος αὐτῷ ἐπάγει, ἢ ὃ αὐτὸς ἑαυτῷ· εἰ δὲ καθόλου ὡς ἀσθενὲς αὐτὸ δέχεται, οὐκ ἔστιν ἀσθενὲς, ἀλλὰ πάνυ ἰσχύει· ὃ δὲ παρακατιών φησιν, ἄντικρυς αὐτὸν ἐλέγχει. παραλογιζόμενός φησιν, „ἄλλως τε καὶ ὅταν ἄντικρυς μὴ εἰς αὐτὸν ἀναφέρηται“. ἐνταῦθα γὰρ ὅλως ἂν δῶμεν τὸ ὅλως ἀμφιβολίαν θεῖναι ἢ οὐκ ἄντικρυς εἰς αὐτὸν ἀναφέρεσθαι, ἀσύστατον ἔσται τὸ ζήτημα· ὃ γὰρ αὐτὸς τίθησι παράδειγμα τὸ τοῦ Ἀρχιδάμου, ἐξ ἑτέρων, ὡς εἰρήκαμεν, ἔχει τὴν κατηγορίαν, ἐκ τοῦ βραδῦναι, ἐκ τοῦ πέμψαι τὸν Μελήσιππον, ἐκ τοῦ ἀντειπεῖν, ἅπερ καὶ ἐκτὸς τῆς ὑποψίας ἤρκει πρὸς κατηγορίαν· οὐδὲ γὰρ ἔοικε τοῦτο ἐκείνῳ· τὸ μὲν γὰρ καὶ ὡρισμένον ἔχει πρόσωπον καὶ τὰς πράξεις ὡρισμένας, καὶ τὴν ποιότητα τοῦ Ἀρχιδάμου καὶ τὴν βλάβην τὴν ἐκ τῆς μελλήσεως, ἐνταῦθα δὲ ἡ τῆς ἀσωτίας ποιότης ἐστὶ μόνη ἡ κρινομένη.
5.145 Διπλοῦς δὲ ὅταν Αἰσχίνης ἢ Δημοσθένη ς · διπλοῦς μὲν οὖν καὶ ὅταν ἐγκληματικῶς, οὐ μέντοι οὗτος κυρίως διπλοῦς καλεῖται· καὶ γὰρ καὶ οἱ κατὰ ἀμφισβήτησιν διπλοῖ καλοῦνται· ἀλλ’ εἰ μὲν γενικῶς διπλοῦς καλεῖται, καλῶς ἂν εἶπεν, εἰ δὲ ἰδικῶς, διπλοῖ εἰσι μόνον οἱ ἓν πρόσωπον ἔχοντες ἐπὶ δύο πράγμασι κρινόμενον, ὥσπερ εἰρήκαμεν. ἰδίᾳ γάρ εἰσιν οἱ ἀντεγκληματικοὶ καὶ οἱ κατὰ ἀμφισβήτησιν. Ἔστιν ἕτερα εἴδη τρία διπλῶν στοχασμῶ ν , οὓς καλοῦμεν ἐζευγμένου ς . ἐνταῦθα ἐμήνυσεν, ὅτι τὸ διπλοῦν γένος ἐστὶ καὶ οὐκ αὐτὸ εἶδος· οὐκοῦν οἱ ἀντεγκληματικοὶ εἰ μὲν ὡς γένος ἐκλήθησαν, εὖ ἂν ἔχοι, εἰ δὲ αὐτοὶ, οὐ κυρίως εἰσὶν διπλοῖ, ἀλλ’ οἱ ἐπὶ δύο ἐγκλήμασιν ἔχοντες ἓν πρόσωπον κρινόμενον, κἂν ὅμοια ὦσιν τὰ ἐγκλήματα, ὡς ἐπὶ τοῦ πλουσίου τοῦ κρινομένου ἐπὶ τοῖς δύο φόνοις, ἐπειδὴ ἀνεβάλετο τὸν μηνυτὴν τοῦ πρώτου φόνου καὶ εὕρηται καὶ αὐτὸς νεκρὸς ἀσκύλευτος. Δῆλον δ ὲ , ὅτι καὶ ἐκ τῶν ἄλλω ν , τῆς ὑπονοίας τοῦ ἀνδρό ς · ἑνὶ λόγῳ φθάσαντες εἰρήκαμεν, ὅτι ἄδηλον δήλῳ οὐδέποτε κατασκευάζεται, δύο ἀεὶ δῆλά ἐστιν, ἑκάτερα οὐ δύνανται ἀλλήλων εἶναι κατασκευαὶ μὴ ἔχοντα ἄλλα δῆλα· δεῖ οὖν ἔξωθεν εἶναι τὸ σημεῖον, ἢ τὴν ὑπόνοιαν τοῦ ἀνδρὸς ἢ τὸ λυθῆναι αὐτὸν, ἤ τι τῶν τοιούτων, ἐπεὶ αὐτὰ ἐφ’ ἑαυτῶν ἀποροῦντα ἑτέρας ἀποδείξεως οὐκ ἂν συσταίη. Ὁ ἀπὸ γνώμης στοχασμὸς παρὰ τούτους ἐστί ν . Ζητεῖται δὲ, τί διαφέρει ὁ ἀπὸ γνώμης στοχασμὸς συγγνώμης· εἰ γὰρ εἰς μίαν ἀναφέρει, ἴσμεν δὲ ὅτι καὶ ἡ μανία συγγνώμην ποιεῖ, ὡς ὁ ἐν μανίᾳ τὸν πατέρα τυπτήσας καὶ ἀνενεγκὼν καὶ κρινόμενος, τί διοίσει; ἐροῦμεν, ὅτι ἐν συγγνώμῃ ὁμολογούμενόν ἐστι τὸ πάθος, ἐφ’ ὃ ἀναφέρει τὴν αἰτίαν, ἐν δὲ στοχασμῷ αὐτὸ τοῦτο ζητεῖται, εἰ ἐμαίνετο, καὶ ἔστι τοῦτο ἀμφίβολον καὶ κατασκευῆς δεόμενον, ὅτι μόνους ὁ τεχνικὸς οἶδεν στοχασμούς· εἰσὶ δὲ καὶ ἕτεροί τινες στοχασμοὶ, ὅ τε παράδοξος καὶ ὁ κατ’ ἀμφισβήτησιν ὡς ἐπὶ τῶν κληρονόμων καὶ ἐπὶ τῶν ἐπιτρόπων ἀποδημούντων, περὶ τῆς οὐσίας τοῦ ἀποδημοῦντος παιδὸς, ὅτι φήμη γέγονεν ἐπ’ αὐτὸν τετελευτηκέναι· ἐπιπλέκονται δὲ στοχασμοὶ καὶ ἑτέραις στάσεσιν, ὡς ἐπὶ τοῦ ζητήματος· διδύμων ἀδελφῶν ὁ ἕτερος ἐφυγαδεύθη, συνεξῆλθεν αὐτῷ καὶ ὁ ἕτερος, μετὰ ταῦτα ἐλθόντα αὐτὸν ὁ στρατηγὸς περιτυχὼν ἀπέκτεινε καὶ κρίνεται φόνου, ὁ δὲ ἀξιοῖ τὴν ἐπὶ τοῖς ἀκουσίοις δοῦναι δίκην.
5.146 ἐνταῦθα δὲ ἐπιπλέκεται ὁ ὅρος, ὁριζομένου, τί τὸ ἀκούσιον, τοῦ κατηγόρου· δῆλον, ὅτι ὡς ἀκούσιον ἂν εἴη τὸ βέλος ἀφέντα σκοποῦ μὲν ἀποτυχεῖν, ἐπ’ ἄνδρα δὲ κατενεχθῆναι τὸ βέλος, ἵππον ἐλαύνοντα καθελεῖν μὲν πάλῃ καὶ τὰ τοιαῦτα· εἶτα ὁ στοχασμὸς, εἰ ἐγνώρισεν, εἰ ἠγνόησεν, καὶ ἐνταῦθα μὲν τὸ ὁρικὸν μόνον ἐμπίπτει κεφάλαιον, εὑρίσκεται δὲ καὶ τέλειος ὅρος μελετώμενος καὶ τέλειος στοχασμὸς ὡς ἐπὶ τούτου· μειράκιον ἠπείλησε πορνεύσειν ἐντὸς δέκα ἡμερῶν, εἰ μὴ εὐπορήσειεν· ἐν ταῖς δέκα ἡμέραις κλῆρος αὐτῷ καταλέλειπται καὶ οὐκ ἐπόρνευσε, καὶ κωλύεται λέγειν· ἐνταῦθα γὰρ τέλειος ὅρος κατασκευάζεται, ὅτι τὸ κηρύξαι, τὸ ἀναισχυντῆσαι πορνείας ἐστὶ, καὶ μετὰ τὸ πάντα τὰ κεφάλαια ἐξετασθῆναι τοῦ ὅρου ἀναφύεται τὸ στοχαστικὸν, εἰ ἐπόρνευσεν· ἐν ᾧ ἡ μετάθεσις τῆς αἰτίας, διὰ τὸ ἀναγκάσαι τοὺς οἰκείους εὐπορίαν μοί τινα δοῦναι αἰσχυνομένους τοῦτο ἐποίησα. Ἐπιπλέκεται ἀντιλήψει, ὡς ἐπὶ τούτου, ἀτίμῳ δίκης οὐ μέτεστιν, ἄτιμος εὑρὼν τὴν γυναῖκα ἑαυτοῦ μοιχευομένην ἕπεται τῷ μοιχῷ κλαίων, κατέλευσεν ὁ δῆμος τὸν μοιχὸν καὶ κρίνεται δημοκοπίου· ἐνταῦθα γὰρ μετὰ τὸ ἀντιληπτικὸν, ὅτι ἔξεστί μοι δακρύειν, καὶ ἀνεύθυνα τὰ δάκρυα ἀναφύεται στοχαστικὸν, πότερον διὰ τὸ μὴ δύνασθαι δικάζεσθαι ἔκλαιεν ἢ τῇ ἀληθείᾳ θόρυβον βουλόμενος ποιήσασθαι καὶ ἐκκαλέσασθαι πρὸς ὀργὴν τὸν δῆμον.
5.147 Ἐπιπλέκεται δὲ στοχασμὸς καὶ νομικῇ στάσει, ῥητῷ καὶ διανοίᾳ, ὡς ἐπὶ τούτου· φυγάδες πολλοὶ συνδραμόντες ἐν πόλει συνέσχον τινὰ ὡς ἐπὶ τυραννίδος, στρατηγὸς κατὰ τὸν νόμον τὸν κελεύοντα τοὺς φυγάδας ἀναιρεῖν ἀπέκτεινεν αὐτοὺς καὶ ἀφῆκεν τὸν κατεχόμενον, μετὰ ταῦτα ἐκεῖνος ἐτυράννησεν ἀφεθείς· καταλυθείσης τῆς τυραννίδος κρίνεται συνειδότος ὁ στρατηγός· ἐνταῦθα γὰρ ἐν τῇ μεταθέσει λέγοντος τοῦ στρατηγοῦ κατὰ τὸν νόμον πεποιηκέναι ἀναφύεται τέλειον ῥητὸν καὶ διάνοια λέγοντος τοῦ κατηγόρου, οὐ τοὺς εὐεργέτας οὐδὲ τοὺς ἐπ’ ἀγαθῷ τῆς πόλεως κατιόντας, ἀλλὰ τοὺς ἐπὶ καταφρονήσει τῶν νόμων ὁ νόμος ἀναιρεῖσθαι κελεύει. ἔστιν ἕτερον εἶδος στοχασμοῦ τὸ ἐξαπάτης δικαστηρίου, ὡς ἐπὶ τούτου· ἐγράψατο ὁ πλούσιος τὸν πένητα ξενίας καὶ εἷλεν· μετὰ ταῦτα λοιμοῦ γενομένου ἔχρησεν ὁ θεὸς, παύσασθαι τὸν λοιμὸν εἰ πολίτης ἑαυτὸν ἀποσφάξαι ὑπὲρ τῆς πόλεως· ὁ πένης ἀκούσας εἰσῆλθεν εἰς τὴν πόλιν, ἀπέσφαξεν ἑαυτὸν, ἐπαύσατο ὁ λοιμὸς, κρίνεται ἐξαπάτης δικαστηρίου ὁ πλούσιος· ἐστὶν ἐν τούτοις καὶ ὁ δημοκοπίου· ὅταν τις εἰπὼν ἢ ποιήσας τι εἰς θόρυβον καὶ τὸ ποιῆσαί τι προαγάγοι, οὗ παράδειγμα τοῦτο· πρεσβευτὴς ὑπέστρεψεν εἰς τὸν δῆμον, μελανειμονῶν καὶ ἐρωτώμενος ἔφη μεμοιχεῦσθαι τὴν γυναῖκα αὐτοῦ καὶ ἐπέδειξεν τὸν μοιχὸν, μετὰ ταῦτα κρίνει τὴν γυναῖκα μοιχείας καὶ οὐχ εἷλε, καὶ κρίνεται δημοκοπίου· ζητεῖται γὰρ ἐνταῦθα, πότερον ὄντως ἐδημοκόπησεν ἢ μεμοιχευμένης τῆς γυναικὸς τοῦτο ἐποίησεν· ἔστιν ἐν τούτοις ὁ ἐξαπάτης δήμου, ὡς ἐπὶ τούτου· ῥήτωρ ἔπεισε πόλιν παρασκευάσασθαι ὡς ἐπιόντων τῶν πολεμίων, οὐκ ἐπῆλθον οἱ πολέμιοι καὶ κρίνεται ἐξαπάτης δήμου· διαφέρει δὲ οὗτος τοῦ δημοκοπίου καὶ τοῦ ἐξαπάτης δικαστηρίου, ὅτι ἀντιστάσει ἐπιπλέκεται λέγοντος τοῦ ῥήτορος, διὰ τοῦτο μὴ ἐπεληλυθέναι τοὺς πολεμίους διὰ τὸ γνῶναι ἡμᾶς παρεσκευασμένους καὶ εὐεργεσίαν τοῦτο προβάλλεται, ἐν ἐκείνοις δὲ οὐδεμίαν εὐεργεσίαν οὐδέτερος δύναται δεῖξαι, οὔτε ὁ τὸ δικαστήριον ἐξαπατήσας οὔτε ὁ τὸν δῆμον κοιμίσας· ἐστὶ μὲν γὰρ στοχαστικὸν, πότερον σχηματίσασθαι βουλόμενος ἢ βλάψαι τὴν πόλιν τῇ ἀληθείᾳ νομίσας ἐπιέναι πολεμίους ἔπεισε παρασκευάσασθαι, εἶτα τὸ ἀντιστατικὸν ἐν τῇ μεταθέσει τῆς αἰτίας ἀναφύεται τοῦ ῥήτορος λέγοντος, ὅτι καὶ ἐκτὸς πολεμίων χρήσιμος ἡ παρασκευὴ, καὶ τοῦτο αὐτὸ ἀπέστησε τοῦ πολέμου τοὺς ἐναντίους, τὸ γνῶναι παρεσκευασμένους ὑμᾶς.
5.148 Εἰδέναι δὲ χρὴ, ὡς ὅταν αὐτὸς ἐπαγγειλάμενός τι ποιῆσαι μὴ ποιήσῃ οὐκ ἔστιν ὁ στοχασμὸς, ὡς ἐπὶ τούτου· ὑπέσχετο Κλέων ἐντὸς τριάκοντα ἡμερῶν ἀγαγεῖν τοὺς τριακοσίους τοὺς ἐν Πύλῳ δεδεμένους, οὓς ἐν πλείοσιν ἤγαγεν, κρίνεται ἐξαπάτης, ἐνταῦθα γὰρ αὐτοτέλειος ὁ ὅρος ἐστὶν, τί τὸ ἐξαπατῆσαι, πότερον ἐν εἰρήνῃ, ἢ ἐν πολέμῳ, ὅπου γε ἄδηλα τὰ τῶν πολεμίων πράγματα, καὶ οὐ δύναται τέλειος στοχασμὸς ἀντιστάσει συμπλέκεσθαι, καὶ κατὰ πάντα τὰ τῆς ἀντιστάσεως μελετᾶσθαι κεφάλαια· καὶ ὕστερον τὸ στοχαστικὸν οὐχ ὡς ἐπὶ τοῦ ῥήτορος μόνον ἐν τῇ μεταθέσει τῆς αἰτίας, ὡς ἐπὶ τούτου· τύραννος ἐκήρυξε χρῆσθαι δορυφόρῳ ὃς ἂν ἑαυτοῦ τὸν πατέρα ἀποκτείνῃ· νεανίσκος ἀνενεγκὼν αὐτῷ γέροντος κεφαλὴν ἐγένετο δορυφόρος καὶ ἀπέκτεινεν αὐτόν· καὶ μετὰ ταῦτα κρίνεται φόνου τοῦ πατρός· ἐνταῦθα γὰρ ἡ ἀντίστασις τελεία, ὅτι τὴν τυραννίδα καθεῖλον, καὶ τὸ ἐν τυραννίδι πραττόμενον, κἂν βλαβερὸν ἦν, ἐπὶ τῷ καταλυθῆναι αὐτὸν συγκεχώρηται· ἄλλως τε οὔτε πέπρακταί μοι τὸ ἔργον καὶ ἀναφύεται στοχασμός.
5.149 Εὕρηται καὶ συγγνώμῃ συμπλεκόμενος ὁ στοχασμὸς, ὡς ἐπὶ τοῦ ὡραίου μειρακίου. λῃσταὶ τὴν μητέρα ἔλαβον καὶ πλεύσας πρὸς αὐτοὺς ἐλύσατο αὐτὴν καὶ κωλύεται λέγειν· ἐνταῦθα γὰρ μετὰ τὸ συγγνωμονικὸν, ὅτι ὑπὲρ μητρὸς πᾶν ὁτιοῦν ἐχρῆν ποιῆσαι, καὶ ἄρνησις ἕπεται, τὸ μηδὲ ἡταιρηκέναι αὐτὸν, ἀλλὰ ἄλλως τοὺς λῃστὰς ἐλεήσαντας ἀφεῖναι. Περὶ ὅρο υ . Δεύτερος τῶν λογικῶν στάσεων ὁ ὅρος τέτακται. Τινὲς δὲ τοιοῦτον συλλογισμὸν παραπλάττουσιν φιλονεικοῦντες δεικνύναι μηδὲ ὅλως στάσιν εἶναι τὴν ὁρικὴν λέγοντες, ὅτι πᾶν πρᾶγμα ἢ φανερόν ἐστιν ἢ ἀφανὲς, κἂν μὲν ᾖ ἀφανὲς, στοχασμὸν ποιήσει, ἂν δὲ φανερὸν, ἢ γέγονεν ἢ μέλλει· ἐὰν μὲν οὖν γέγονε τὴν ποιότητα ποιεῖ, ἐὰν δὲ μέλλει, τὴν πραγματικὴν, ὥστε χώραν ὁ ὅρος οὐκ ἔχει. τοῦτο δὲ σφόδρα εὔηθες· διὰ μέσου γὰρ τοῦ ἀδήλου καὶ τοῦ μέλλοντος τὸ γεγενημένον, ἀτελὲς δὲ ἐν ὅρῳ ὅρος γίνεται, οὐ γὰρ εἰ ἔστιν τι δῆλον, τοῦτο καὶ τέλειον, ἀλλ’ εἴ τι τέλειον, πάντως δῆλον, ὅτι καὶ ἄλλως συλλογισμὸν πλέκουσιν· „ὅτι δὲ ὁ ὅρος ἀρνεῖται τὸ ἐπιφερόμενον ἔγκλημα, οἰκεῖον δὲ λέγειν τὸ ἐπαγόμενον μὴ πεποιηκέναι, εἴη ἂν ὁ ὅρος στοχασμὸς, στοχασμοῦ γάρ ἐστιν ἡ ἄρνησις· ἀφ’ οὗ δὲ ἀρνεῖται, οὐκέτι ἂν εἴη στάσις ὁ ὅρος, ἀλλὰ μέρος στοχασμοῦ.
5.150 “ λέγομεν οὖν, ὅτι καὶ τοῦτο παραλογισμός ἐστιν· οἱ γὰρ τοῦτο ἐροῦντες οὐ κατενόησαν τῷ ὅρῳ τοῦ στοχασμοῦ, οὔτε τῷ παρὰ Μινουκιανοῦ οὔτε τῷ παρ’ Ἑρμογένους ἐκτεθέντι· ὁ μὲν γὰρ Μινουκιανὸς οὐσιώδη τινὰ εἶναι λέγει τὴν ἄρνησιν· ἐν δὲ τῷ ὅρῳ οὐκ ἔστιν οὐσιώδης, ἀλλ’ ὀνόματος, οὐ γὰρ τὸ μηδὲν πεποιηκέναι ἀρνεῖται, ἀλλὰ τὸ ὄνομα μὴ ἁρμόττειν αὐτῷ· ὁ δὲ Μινουκιανὸς ὁρίζων τὸν στοχασμὸν ἄρνησιν εἶναι παντελῆ τοῦ ἐπαγομένου ἐγκλήματος ἀποδιΐστησι τοῦ ὅρου· οὐ γάρ ἐστιν ἐνταῦθα παντελὴς ἄρνησις· καὶ ἔτι ἐν μὲν τῷ στοχασμῷ ἀρνησάμενοι οὔτε τοῦτο οὔτε ἄλλο λέγομεν πεποιηκέναι, ἐν δὲ τῷ ὅρῳ ἕτερον ἀρνησάμενοι ἕτερον ὁμολογοῦμεν πεποιηκέναι. Ὃ δὲ διαφέρει μάλιστα ἡ στάσις ὁ ὅρος τοῦ ὅρου κεφαλαίου, ὅτι ἡ μὲν στάσις ἀρνεῖται τὸ ὅλον, τὸ δὲ κεφάλαιον ὁμολογεῖ τι καὶ ὁρίζεται, τί ἐστι τὸ ἐγκαλούμενον, καὶ ἔτι ζητοῦσί τινες, τί δήποτε στοχασμὸς στοχασμῷ οὐ τέμνεται, ὅρος δὲ ὅρῳ. καὶ περὶ μὲν τοῦ μόνον τὸν στοχασμὸν μὴ ἔχειν ὁμώνυμον αὐτῷ κεφάλαιον φθάσαντες εἰρήκαμεν ἐν τῷ στοχασμῷ, περὶ δὲ τοῦ λέγειν, τί δήποτε πρῶτον κεφάλαιόν ἐστιν ὁ ὅρος, τοῦτο ἐροῦμεν· ἐπειδὴ ὁ ὅρος ὁρίζει τὸ τί ἐστι τὸ κυρίως ὤφειλεν καλεῖσθαι, τὸ δὲ τί ἀνάγκῃ προτάσεως τόπῳ προτείνεται, εἰς ἣν ἡ κατασκευὴ ἐπάγεται, ὅπερ τὸ ὁρικόν ἐστι κεφάλαιον· εἴπομεν οὖν καὶ περὶ τῆς τάξεως. ἡ προβολὴ σύντομος ἀπόφασίς ἐστι τοῦ προτεταγμένου· ἐν τῇ καταστάσει εἰρήκαμεν, ὅτι οὐ πάντες οἱ ὅροι τοῦ κατὰ φυγὴν καὶ δίωξίν εἰσιν· οἱ γὰρ ὁριζόμενοι τὴν προβολὴν σύντομον ἀπόφασιν εἶναι τῶν ἀδικημάτων ἐκβάλλουσιν τὰς τῶν κατὰ ἀμφισβήτησιν καὶ τῶν κατὰ αἴτησιν προβολὰς, ἐν οὐδετέρῳ γάρ ἐστιν ἀδίκημα.
5.151 ἄμεινον οὖν εἰπεῖν, ὅτι τῶν εἰρημένων ἐν τῇ καταστάσει σύντομος ἀπόφασις· ἀντὶ γὰρ τῶν κατὰ αἴτησιν ὅρον μελετῶμεν· ἐν τῇ καταστάσει λέγομεν κατορθώματα, καὶ συντόμως ἀποφαινόμεθα, ὅ τι οὖν ἐστι τὸ προσκτήσασθαι πόλιν, καὶ ὡς δεῖ τὴν δωρεὰν λαβεῖν· καὶ ἐν τῷ κατὰ ἀμφισβήτησιν, „ἀνῄρηκα τοίνυν τὸν τύραννον καὶ τὴν τοῦ τυραννοκτόνου δωρεὰν δεῖ με λαμβάνειν.“ καὶ αὕτη ἐστὶν προβολὴ οὐκ ἐν ὅρῳ μόνον, ἀλλὰ καὶ ἐπὶ παντὸς πράγματος, πάσης στάσεως. εἴρηται δὲ προβολὴ παρὰ τὸ τὴν πρότασιν ἔχειν τοῦ πράγματος καὶ ὥσπερ προτείνειν τι τοῖς δικασταῖς, περὶ οὗ δεῖ αὐτοὺς κρῖναι, καὶ ἔστιν ἡ προβολὴ κυρίως τὸ συνέχον, καὶ ὅπως οὐκ ἔπεσεν ἐν στοχασμῷ, εἰρήκαμεν. Ὁ ὅρος ὁμώνυμός ἐστι τῇ στάσει· δεύτερον δέ ἐστιν ἤτοι πρῶτον, ἔοικε δὲ αἰνίγματι τὸ λεγόμενον· ἐροῦμεν οὖν, ὅτι δεύτερον μὲν, ὅσον κατὰ ἀπαρίθμησιν τῶν κεφαλαίων, ἐπειδὴ ἡ προβολὴ πρώτη, τρίτον δὲ κατὰ ἐξέτασιν οὐκ ἔχει, οὐδὲ κατασκευὴν, ἀλλὰ πάντα τὰ κεφάλαια τῆς προβολῆς ἐστιν ἐξέτασις καὶ κατασκευή· διὸ παρά τισιν οὐδὲ κεφάλαιον εἶναι δοκεῖ, ἐπειδὴ μὴ σώζει τὴν κεφαλαίου φύσιν· πᾶν γὰρ κεφάλαιον οὐ δύναται μὴ ἔχειν ἐξέτασιν ἰδίαν περὶ τῆς αὐτοῦ φύσεως· αὕτη δὲ μόνη ἰδίαν οὐδ’ ἡντιναοῦν ἔχει, ἀλλὰ διὰ πάντων αὐτὴ κατασκευάζεται· διὰ τοῦτο οὖν αὐτὴν ἐκάλεσάν τινες πρότασιν κεφαλαίων ἤτοι ἀφορμὴν ἀποδείξεως. Τίνι δὲ διαφέρει ὁ ὅρος τὸ κεφάλαιον τοῦ ὅρου τῆς στάσεως; ἐροῦμεν, ὅτι ὁ μὲν ὅρος τὸ κεφάλαιον ἐν τῇ προτάσει ἑαυτοῦ τὸ συμπέρασμα ἔχει, οἷον τυμβωρύχος ἐστὶν ὁ ἀφῃρημένος ἱμάτια καὶ κόσμον τοῦ νεκροῦ· ἐγὼ δὲ οὐχ ὑφειλόμην, οὐκ ἄρα τυμβωρύχος· ἡ δὲ στάσις ὁ ὅρος, ὅτι διὰ πάντων τῶν κεφαλαίων τὸ συμπέρασμα ἔχει· καὶ ἔτι ὁ μὲν ὅρος ἡ στάσις κατασκευάζεται, ὁ δὲ ὅρος τὸ κεφάλαιον κατασκευάζει.
5.152 Ἀνθορισμ ῷ · ἀναγκαῖον τοῦ φεύγοντος τὰ παρειμένα πρὸς ἀπόδειξιν, τοῦτο δέ ἐστι μὴ δεῖν καλεῖσθαι τὸ γεγενημένον, παρενεγκόντος, τὸν κατήγορον ἀπὸ τῶν πεπραγμένων ἀνθορίσασθαι, τὸ δεῖν αὐτὸν ὁμοίως εἶναι τόδε τι. γίνεται δὲ ὁ μὲν ὅρος ἀπὸ τῶν παρειμένων· ὁριζομένου τοῦ φεύγοντος, ἃ μὴ πεποίηκε ταῦτα μόνον εἶναι κυρίως ἐπὶ τοῦ ὀνόματος τοῦ κατηγορουμένου, ἀναγκαίως ὁ διώκων τὰ πεπραγμένα προφέρει, ἵνα καὶ ἡ φύσις τοῦ ὅρου σωθῇ, τοῦτο γάρ ἐστιν ὅρος, τὸ βιάζεσθαι τὸν κατήγορον ἢ τὸν αἰτοῦντα τὸ φύσει ἀτελὲς δεικνύναι τέλειον καὶ τὸ πεπραγμένον μηδενὸς ἑτέρου δεόμενον· ἀναγκαῖον δὲ ἦν ἐκ τῶν πεπραγμένων ἀνθορίσασθαι καὶ κατασκευάσαι, ὅτι τοιόνδε τι ἁρμόζει πρὸς τὴν τοιάνδε κλῆσιν. Εἴρηται δὲ ἀνθορισμὸς ἀπὸ τῆς χρείας, ἐπειδὴ ἐναντία τῷ προορίσαντι ὁρίζεται καὶ εἰσὶν ὥσπερ δύο ὅροι. Διὰ τί μὴ ὁ ὅρος ἀνθορισμὸς λέγεται, ἀλλ’ οὗτος; ἔνθεν δὲ ζητοῦμεν, εἰ οἱ δύο ὁρίζονται, ὁ μὲν τὰ παρειμένα ἁρμόζοντα πρὸς τὴν κλῆσιν, ὁ δὲ τὰ πεπραγμένα· διατί μὴ ὁ πρῶτος ἀνθορισμὸς λέγεται; λέγομεν, ὅτι οὐδέποτε δύναται συστῆναι ἀνθορισμὸς μὴ προηγησαμένου ὅρου· ὁ πρῶτος τεταγμένος τὸ κύριον ἔσχε τοῦ ὀνόματος, ὁ δὲ ἐναντίος ἐκ τῆς ἐναντιότητος εἴληφε τὸ ὄνομα· οἱ γὰρ δύο ὅροι εἰσὶν ὁ εἷς τοῦ φεύγοντος, καὶ ὁ εἷς τοῦ διώκοντος· καὶ διὰ τί μὴ ὁ εἷς τοῦ φεύγοντος ἀνθορισμὸς καλεῖται, ἀλλ’ οὐκ ὄντος; ὅτι ὅπερ φθάσαντες εἴπομεν, αὐτὸς ἀφ’ ἑαυτοῦ τὴν γένεσιν ὁ ἀνθορισμὸς οὐκ ἔχει, ἀλλ’ ἐκ τοῦ τὸν πρότερον ὁρίσασθαι ἀναφύεται ὁ ἀνθορισμός· διὸ ἀναγκαῖον ἦν, ἐκεῖνο μὲν προτείνοντα ὅρον κληθῆναι, τοῦτον δὲ ἀνατρέποντα ἀνθορισμόν.
5.153 Συλλογισμ ῷ · περὶ τοῦ συλλογισμοῦ πλείστη διαφορὰ πᾶσι τοῖς τεχνικοῖς γεγένηται· καὶ πρῶτον εἴπωμεν αὐτοῦ τὴν φύσιν, καὶ οὕτω τὰ τῆς ἀντιλογίας ἐξετάσωμεν, ὁ μὲν οὖν συλλογισμὸς τοῦτό ἐστιν, ὅτι οὐδὲν διαφέρει τόδε τι πεπραγμένον τοῦ μὴ πεπραγμένου, καὶ ὃ ὁρίζεται ὁ φεύγων πρὸς τὸ δεῖν κληθῆναι τὸ ὄνομα, τοῦτο βιάζεται ὁ συλλογισμὸς τὸ πεπραγμένον δεικνύναι σημαίνειν· καὶ ἡ μὲν ἐργασία αὕτη τοῦ συλλογισμοῦ· τινὲς μὲν γὰρ τῶν τεχνικῶν λέγουσι μὴ δεῖν τὸν συλλογισμὸν εἰ μὴ μετὰ τὰ πρός τι καὶ τὴν πηλικότητα τάττεσθαι, εἰ γὰρ τὸ πρός τι κἂν ἡ πηλικότης καὶ αὐταὶ κατασκευαί εἰσιν, ὁ δὲ συλλογισμὸς συμπέρασμα κατασκευῆς, ὀφείλει ὁ συλλογισμὸς μετὰ πᾶσαν τὴν κατασκευὴν τάττεσθαι· ἐπειδὴ ἐπεραίωσας τὸν ἀνθορισμὸν καὶ ἔδειξας ταὐτὸν ὄντα, περιττὸν τὸ πρός τι καὶ ἡ πηλικότης. τινὲς μὲν οὖν, ὅπερ ἔφην, τελευταῖον αὐτὸν τάττουσι, τινὲς δὲ μετὰ τὸν ἀνθορισμὸν, καὶ ὅσοι μὲν μετὰ πάντα κεφάλαια, τῷ προειρημένῳ χρῶνται λόγῳ, ὅσοι δὲ μετὰ τὸν ἀνθορισμὸν, τούτῳ χρῶνται τῷ λόγῳ. Ὁ συλλογισμὸς αὐτὸς καθ’ αὑτὸν οὐκ ἔστι κεφάλαιον, οὔτε γὰρ ἐν αὐτῇ τῇ στάσει, οὔτε ἀλλαχοῦ αὐτὸς κατ’ αὐτὸν γένεσιν ἔχει, ἀλλ’ ὁ συλλογισμὸς δύο προτάσεών ἐστιν εἰς ἓν συναγωγὴ κατασκευάζουσα, ὅτι τόδε τοῦδε οὐδὲν διαφέρει· ἐπειδὴ οὖν ὁ ὅρος πρότασίς ἐστιν ἐκ τῶν παρειμένων, καὶ ὁ ἀνθορισμὸς πρότασίς ἐστιν ἐκ τῶν πεπραγμένων, συλλογισμὸς ἠκολούθησε τῷ ἀνθορισμῷ, εἰς ἓν συνάγων τὰς δύο προτάσεις, ὥστε τεχνικώτερον αὐτὸν τάττουσιν οἱ τάττοντες αὐτὸν ὡς ἑπόμενον τῷ ἀνθορισμῷ, οὐ γὰρ ἠδύνατο μετὰ δύο κεφαλαίων ἐξέτασιν τάττεσθαι, φύσιν μὴ ἔχων καθ’ ἑαυτὸν μὴ ἐν ταῖς προτάσεσιν, ἀκολουθότερος οὖν, ἵν’ ἐν ταῖς προτάσεσιν ἀγάγῃ, καὶ ἔτι ἐνταῦθα μὲν κείμενος ἀποδεικτικώτερον ποιεῖ τὸν λόγον· μετὰ δὲ πρός τι καὶ τὴν πηλικότητα καὶ πρός τι χαῖνον καὶ ὕπτιον· ἴσμεν γὰρ, ὡς αἱ συναγωγαὶ κατ’ αὐτὸν γινόμεναι πίστιν παρέχουσι καὶ ἀπόδειξιν, μετὰ μέσα δὲ ἄλλα λήθην ποιοῦνται ἀκροατῇ.
5.154 εἰδέναι καὶ τοῦτο δεῖ, ὅτι οἱ τεχνικοὶ πάντες, εἰ καὶ μὴ φανερῶς λέγουσιν, ἀλλ’ ὑπὸ τῆς φύσεως τοῦ συλλογισμοῦ δεικνύουσι μὴ ὄντα αὐτὸν κεφάλαιον· ὅταν γὰρ τὸν ἀνθορισμὸν συλλογισμὸν ἐκάλεσεν, ὥσπερ καὶ αὐτὸς ὁ Ἑρμογένης ἐπὶ πολλοῖς φαίνεται λέγων, „τέμνεται ἡ στάσις ὅρῳ, συλλογισμῷ,“ τὸ συμπέρασμα τοῦ ἀνθορισμοῦ ὄνομα τῷ ἀνθορισμῷ ποιησάμενος· ἐπειδὴ γὰρ ἡ κατασκευὴ τοῦ συλλογισμοῦ διὰ τοῦτο γίνεται, διὰ τὸ συμπέρασμα τοῦ ἀνθορισμοῦ, αὐτὸ τοῦτο οἶδεν ὂν τὸ κεφάλαιον· πῶς οὖν ἠδύνατο διαιρεθῆναι καὶ μετὰ μέσα ἕτερα κεφάλαια τάττεσθαι; Γνώμῃ νομοθέτο υ · καὶ τοῦτό τινες αἰτιῶνται σφόδρα, ὅτι ἐφεξῆς ἡ γνώμη τοῦ νομοθέτου τέτακται κοινὴ οὖσα καὶ ἀμφίβολος, ἀφ’ ἑκατέρου γὰρ πρὸς τὸ οἰκεῖον συμφέρον ἐξετάζεται καὶ μὴ τὸ πρός τι ἢ ἡ πηλικότης τὰ ἔτι πρὸς τὸν ὅρον καὶ τὸν ἀριθμὸν ἔχοντα τὴν κατασκευὴν, καὶ ἔτι πρὸς τούτοις ἕτερον πταῖσμα, ὅτι πρός τι μὲν καὶ πηλικότης ἀναμφιβόλως εὑρίσκεται, γνώμη δὲ νομοθέτου σπανιάκις καὶ μήπω ους εὑρέθη ἐν τῷ ζητήματι κείμενος, καὶ ἡνίκα ἤλθομεν εἰς τὸ τοῦ εὐνούχου ζήτημα, δεικνύομεν, ὅτι οὐδὲ ἐκεῖ ἁρμόττει. ἄμεινον οὖν πρῶτα τὰ ἀποδεικτικὰ κεφάλαια, τὸ πρός τι καὶ τὴν πηλικότητα ταγῆναι, καὶ οὕτω τὰ περιττὰ καὶ μὴ ἀεὶ ἐμπίπτοντα, καὶ οἱ μὲν τάττοντες αὐτὴν τελευταίαν τούτῳ τῷ λόγῳ τάττουσιν, ὁ δὲ Ἑρμογένης τὰς ἀτέχνους πίστεις ἰσχυροτέρας οἶδεν τῶν ἐντέχνων· ἐπειδὴ οὖν ὁ νόμος ἄτεχνός ἐστι, πίστιν ἐπήγαγε τὴν τοῦ νομοθέτου γνώμην, καὶ γὰρ μάλιστα οἱ δικασταὶ τοῖς νόμοις προσέχουσι, καὶ περιττὸν αἱ ἀποδείξεις, ὅταν ἔχωμεν νόμους συνηγοροῦντας· εἰκότως οὖν ἐφεξῆς τὴν τοῦ νομοθέτου γνώμην ὡς καὶ πιθανωτέραν καὶ μάλιστα πείθουσαν ἐπήγαγε πρός τι.
5.155 Τῷ Ἑρμογένει καὶ τῷ Μινουκιανῷ φιλονεικία πολλὴ γέγονε περὶ τὴν τάξιν τῶν κεφαλαίων καὶ σχεδὸν πᾶσι τοῖς τεχνικοῖς, τῶν μὲν τὴν πηλικότητα ταττόντων, ἐνίων τὸ πρός τι. εἴπωμεν οὖν τὴν ἑκάστου φύσιν· τὸ πρός τι ὑπερβολικὴν τάξιν ἔχει, ἡ δὲ πηλικότης ἁπλῆν, τὸ μὲν γὰρ πρός τι πρὸς τὸν ὅρον τοῦ φεύγοντος γίνεται· λέγοντος ἐκείνου μὴ τόδε εἶναι, ἐπάγει συγκριτικῶς τὴν ὑπόθεσιν. λέγοντος Μειδίου, μὴ εἶναι δημόσιον ἀδίκημα τὸ τυπτῆσαι, Δημοσθένης δὲ καὶ μεῖζόν φησι καὶ ἀσέβειαν εἶναι αὐτό· ἡ δὲ πηλικότης ἁπλῆν ἔχει τάξιν, αὔξησιν μόνον τοῦ ἀδικήματος, ἐχρῆν οὖν ἄρα τὴν πηλικότητα τάττειν, ἵνα ὁδὸν ἔχῃ τὸ πρός τι. ἴσμεν γὰρ, ὅτι τὰ ἁπλᾶ πρῶτά ἐστι τῶν ὑπερθετικῶν, καὶ ὅταν ἀποδείξωμεν, ὅτι ὁ δεῖνα ὁ ἀνδρεῖος, τότε χώραν ἔχει, καὶ Ἀχιλλέως αὐτὸν ἀνδρειότερον εἶναι· ἕως δ’ ἂν αὐτὸ τοῦτο ἀμφιβάλλεται, εἰ ἀνδρεῖος, πῶς δύναται ὑπερθετικὸν εἶναι; Ἡ πηλικότης αὔξει τὸ ἀδίκημα καὶ δείκνυσιν, ὅτι μεγάλην καὶ οὕτω χώραν εἶχε τὸ πρός τι καὶ μείζω, οὐδεὶς γὰρ τὸ μεῖζον ἤδη ἀποδείξας ἐπὶ τὸ ἔλαττον ὑποστρέφει, καὶ οἱ μὲν πηλικότητα προτάττοντες τούτοις χρῶνται τοῖς λόγοις· οἱ δὲ τὸ πρός τι τοιούτοις· τὸ πρός τι γὰρ πρὸς τὴν φωνὴν τοῦ φεύγοντος γίνεται· ἡ δὲ πηλικότης ἀόριστόν τί ἐστι, διὸ καὶ παρὰ τοῦ φεύγοντος ἔχει χώραν ἡ πηλικότης εἰς ἀναίρεσιν· ἰσχυρότερον δὲ ἦν τὸ συνομολογούμενον τοῦ ἀμφισβητισμοῦ· τί δέ ἐστιν, ὅ φημι; συνομολογεῖ ἐν τῷ ὅρῳ ἑαυτοῦ ὁ φεύγων τὸ εἶναι τόδε τι τὸ ἀδίκημα· τὸ πρός τι οὖν ἐξ αὐτοῦ τοῦ ὁμολογουμένου τὴν κατασκευὴν ἔχει καὶ ποιεῖ καὶ μεῖζον.
5.156 ἀκόλουθον ἦν ἐκεῖνο πρότερον τάττεσθαι, ὃ αὐτὸς ὁμολογεῖ ὁ φεύγων, καὶ ἔτι οὐκ ἀεὶ ἐμπίπτει γνώμη νομοθέτου, ἰσχυροτέραν δὲ δύναμιν ἔχει μετὰ τὸν συλλογισμὸν ἐπαγαγεῖν τὸ πρός τι· εἰ γὰρ ὁ συλλογισμὸς τὸν ὅρον τοῦ φεύγοντος εἰς ἓν φέρει καὶ δείκνυσι ταὐτὸν ὂν τὸ πεπραγμένον τῷ μὴ πεπραγμένῳ, ἀκόλουθος ἦν ἐπαγωγὴ καὶ μεῖζον σημαίνουσα, διὸ καὶ τὴν γνώμην τοῦ νομοθέτου ἔφαμεν ὡς κακῶς μετ’ αὐτὸ ἂν τεθείη· ἐχρῆν γὰρ μετὰ τὸ πρός τι καὶ οὕτως ὑστέραν τὴν πηλικότητα τῶν ἐχόντων δεικνύναι, τοῦ πράγματος δὲ γνῶσιν· τοῦτο γάρ ἐστι τὸ ὥσπερ καταδρομὴν δεικνύναι αὐτὴν ἐν τῇ πηλικότητι, τὸ ἐπαρθῆναι ποιεῖν μιᾷ τῶν ἀντιθετικῶν· ἡ μία τῶν ἀντιθετικῶν σπανιώτατα ἐμπίπτει, εἰ μήπω ἐν τοῖς κατὰ αἴτησιν ὅροις χώραν ἀντιστατικοῦ ἔχει· αὐτὸς δὲ ταύτην οὐκ οἶδεν, ἀλλ’ ἀντεγκληματικὴν ἐπήγαγεν, λέγων, ὅτι „ἥτις εἰ ἐμπέσοι εὑρεθήσεται καὶ μετάληψις·“ ἐν δὲ τῷ τόπῳ, ἔνθα τεχνολογοῦμεν τὸ εὐνούχου ζήτημα, ἀναγκαῖον καὶ περὶ τούτου διαλαβεῖν· καὶ περὶ τοῦ μὴ ἐμπεσεῖν, ὅπως ἐμπεσεῖται, ἐν ἐκείνῳ ἐροῦμεν. Ἐζήτησαν δέ τινες, πῶς μὴ ἐμπεσούσης ἀντιλήψεως δυνατόν ἐστι μετάληψίν ποτε γενέσθαι, αὐτοῦ τε τοῦ τεχνικοῦ λέγοντος, ὅτι ἡ μετάληψις πρὸς ἀντίληψιν λέγεται, καὶ ἐροῦμεν, ὅτι τὸ ἀντιθετικὸν κεφάλαιον ἀντεγκληματικοῦ τάξιν ἔχει ἀντιλήψεως· ὅταν γὰρ λέγῃ ἐκεῖνος ἄξιον εἶναι παθεῖν τόδε τὸ γεγονὸς τὴν ἐξουσίαν αὐτῷ κατασκευάζει, καὶ ὥσπερ ἐστὶ φύσει ἀντίληψις προϋπάρχουσα ἐν τῷ ἀντεγκληματικῷ· τινὲς μὲν οὖν καὶ ἠρκέσθησαν οὕτως, τινὲς δὲ ἐπήγαγον τῇ μεταλήψει τὴν ἀντίληψιν, ἵνα πάλιν ἡ φύσις σώζηται.
5.157 τὸ δὲ περὶ τοῦ ἀντιστρόφως αὐτὸ εἶναι, ὅπερ ἔφημεν, ὡς ἐν τῷ ἀντεγκλήματι τῆς φυσικῆς οὔσης τοῦ ἀντεγκλήματος· διὸ καὶ παρῆκεν αὐτὴν ὁ Ἑρμογένης καὶ ἐμπεσεῖται· καὶ πῶς ἐμπεσεῖται, ἡνίκα τὸ τοῦ εὐνούχου λέγομεν ζήτημα, ἐροῦμεν. ἡ ποιότης καὶ ἡ γνώμη ἐπίλογος οὖσα ἐν στοχασμῷ μεμαθήκαμεν ὅπως γίνεται, καὶ τοῦτο ἐν πάσαις ταῖς στάσεσιν ἐμπίπτει· εἰδέναι δὲ χρὴ, ὥς τινες ἐπεχείρησαν τὴν πηλικότητα καὶ τὸν συλλογισμὸν ἀνελεῖν ὡς ἄχρηστα λέγοντες, ὡς τὸ πρός τι καὶ μεῖζον δείκνυσι τὸ ἀδίκημα, καὶ ὁ ἀνθορισμὸς ὁρίζεται τὸ τί ἐστι τὸ ἀδίκημα. ποία χρεία πηλικότητος ἡ τοῦ συλλογισμοῦ; ἅπαξ γὰρ δυνηθεὶς δεῖξαι μεῖζον, ποίαν χρείαν ἔχει αὐξῆσαι; καὶ ἅπαξ ἀποδείξας ἐκ τῶν πεπραγμένων, ποίαν χρείαν ἔχει συλλογίσασθαι; ἐροῦμεν οὖν, ὅτι τὴν μεγίστην χρείαν ἔχει ὁ συλλογισμός· τὸ μὲν γὰρ ἐκ τῶν αὐτοῦ ἀποδεικνύναι οὐχ οὕτως ἰσχυρόν ἐστι, τὸ δὲ ἐκ τῶν δεομένων καὶ ὁμολογουμένων παρὰ τοῦ ἀντιδίκου μέγιστον, ὅπερ ὁ συλλογισμὸς ἐπαγγέλλεται, καὶ γὰρ λέγει ἐκεῖνος εἶναι τόδε τι. ταῦτα ὁ συλλογισμὸς δείκνυσιν ὄντα καὶ πεπραγμένα, αὐτῷ δὲ πάλιν ἡ πηλικότης τὴν καθολικὴν ἔχει δύναμιν· αἱ γὰρ αὐξήσεις πρὸς σύγκρισιν οὖσαι οὐκ εἰσὶ μὲν μεγάλαι, καθολικαὶ δὲ μεγάλαι εἰσίν· τί γὰρ εἰ τοῦδε μὲν μεῖζόν ἐστι, μικροῦ δὲ ὄντος καὶ εὐτελοῦς, ὅπερ τὸ πρός τι ποιεῖ· τὸ μὲν γὰρ πρός τι τὴν ἀπόδειξιν συγκριτικῶς ἔχει, ἡ πηλικότης δὲ καθολική. Ὁποτέρῳ οὖν τὸ ἕτερον χρήσετα ι · τοῦτο ὡς καθόλου ἀνατιθεὶς τέθεικεν· ἐπὶ γὰρ ὅρου ἀδύνατόν ἐστί ποτε τὸν κατήγορον ὅρῳ χρήσασθαι, ἐπὶ δὲ τῶν ἄλλων στάσεων εὑρίσκεται.
5.158 Ἐπειδὴ οὖν καθολικὸν κανόνα ἔλεγεν, διὰ τοῦτο εἶπεν, „ὁποτέρῳ οὖν αὐτῶν πότερον μέρος χρήσεται,“ καὶ οὐκ εἶπεν, ὅτι τοῦ φεύγοντος χρωμένῳ τῷ ὅρῳ ἀνάγκη τῷ συλλογισμῷ καὶ ἀνθορισμῷ τὸν διώκοντα χρήσασθαι. Οἷον εὐνοῦχόν τις εὑρὼν ἐπὶ τῇ γυναικὶ ἀπέκτεινεν ὡς μοιχὸ ν , καὶ κρίνεται φόνο υ · πολλοὶ τῶν τεχνικῶν φιλονεικοῦσι, τοῦτο τὸ ζήτημα μὴ εἶναι ὅρον· εἰ γὰρ ὅρος ἐστὶ τὸ ἀναιρεῖσθαι τὸ περιφερόμενον ἔγκλημα καὶ μὴ φάσκειν αὐτὸ πεποιηκέναι, ἐπιφέρεται δὲ ἔγκλημα αὐτῷ φόνου καὶ οὐκ ἀρνεῖται τὸν φόνον, πῶς ἂν εἴη ὅρος; εἰ μὲν γὰρ εὐνοῦχον κρίναι τις ζῶντα καὶ ἦν τοῦτο τὸ ζήτημα, „εὐνοῦχον εὑρών τις ἐπὶ τῇ γυναικὶ κρίνει μοιχείας,“ ἀναντιῤῥήτως ἦν τὸ ζήτημα ὅρος, εἰ οὗτος μοιχός· ἐπειδὴ δὲ φονευθέντος αὐτοῦ κρίνεται φόνου, οἰκεῖον δὲ ὅρου τὸ ὄνομα τοῦ πραχθέντος ζητεῖν ὅ τι δεῖ καλεῖν· ἐνταῦθα δὲ οὐδεμία ζήτησίς ἐστι, πότερον δεῖ φόνον καλεῖσθαι τὸ πεπραγμένον, ἢ ἕτερόν τι, οὐκ ἄρα εἴη ὅρος· εἰ γὰρ πρὸς τὸ αἴτιον γίνεται τὸ συνέχον, καὶ ἐκ τοῦ συνέχοντος ἡ στάσις. τί ἂν εἴη ἐνταῦθα τὸ αἴτιον; φόνον ἐποίησας· τὸ συνέχον· ἐφόνευσα, τοῦτο δὲ οὐχ ὅρου ἀλλ’ ἀντιλήψεως· εἰ μὲν γὰρ ἔλεγε, μὴ τοῦτο εἶναι φόνον, ὅρος ἦν, εἰ δὲ ὁμολογεῖ τὸ τί πεπραγμένον καὶ ἐπὶ τὴν ἐξουσίαν καταφεύγει, πῶς οὐκ ἂν εἴη ἀντίληψις; εἰ δὲ ἐροῦσιν, ὅτι ἐν ἀντιλήψει δεῖ ὁμολογούμενον εἶναι τὸ ἐφ’ ᾧ τὴν ἐξουσίαν ἐπάγει, ὡς ἐπὶ τοῦ τὸν τρισαριστέα ἀνελόντος· αὐτῷ γὰρ μάλιστα ἔοικεν οὐδὲν θαυμαστὸν ὁρικὸν ἐμπεσεῖν ἀπὸ τοῦ προσώπου, ὥσπερ κἀκεῖ ἀπὸ τοῦ τρισαριστέως προσώπου μεταλαμβάνεται ὁ διώκων λέγων, μὴ δεῖν ἀριστέα ὄντα αὐτὸν ἀναιρεθῆναι. καὶ ἐνταῦθα οὖν μεταλαμβάνεται λέγων μὴ δεῖν ἀναιρεθῆναι εὐνοῦχον ὄντα, ὥσπερ κἀκεῖ ἀριστέα, ὅτε ἠδύνατο αὐτὴν διαπράξασθαι τὴν μοιχείαν· καὶ ἁρμοδίως ἐμπίπτει καὶ ἡ ἀντιθετικὴ ἀντίθεσις, ἥπερ οἰκεία ἐστὶ τῇ ἀντιλήψει.
5.159 Δῆλον οὖν ἐκ πολλῶν, ὅτι τοῦτο κεφάλαιον ἐν τῷ ὅρῳ οὐ συνίσταται, ἀλλ’ ἐπλάνησεν αὐτὸν τὸ τοῦ εὐνούχου ζήτημα· οὐδὲ γὰρ ἐπὶ ἑτέρου ζητήματός ποτε ὁρικοῦ εὑρίσκεται ἀντεγκληματικὸν, καὶ τοῦτο, ὃ ἐνόμισαν εἶναι ὅρον, οὐκ ἔστιν ὅρος. Μετὰ δὲ τὸ τίς ὁ μοιχὸς ζήτημα περανθέ ν · ἐνταῦθα ἀληθῶς τὴν πλάνην, ἣν ἐπλανήθη, ἐμήνυσε· λέληθε γὰρ ἑαυτὸν ἀπὸ τοῦ κατηγόρου ποιήσας τὴν στάσιν, ὅπερ ἐν ὅρῳ ἀδύνατον· ἐνταῦθα δὲ τὸ λέγειν „μετὰ τὸ τίς ὁ μοιχὸς ζήτημα περανθὲν“ ἀπὸ τοῦ κατηγόρου ἐστι τοῦ λέγοντος, „ἀλλ’ οὐχ οὗτος μοιχὸς,“ αἱ δὲ στάσεις ἀπὸ τῶν φευγόντων γίνονται· ὅταν οὖν ἐκεῖνος λέγῃ μοιχὸν ἀνῃρηκέναι, ἐπ’ ἐξουσίαν καταφεύγει, καὶ δι’ ἐκείνου πρῶτον ἀναιρεθῆναι τὴν ἐξουσίαν τῷ μεταληπτικῷ, τῷ λέγειν ὅτι οὐκ ἐξῆν σοι αὐτὸν ἀνελεῖν οὐκ ἀκριβῆ μοιχὸν ὄντα· ὅθεν ἀναφύεται τὸ ὁρικὸν ἐνθύμημα μόνον οἰκεῖον τῆς στάσεως· ἐν τοῖς περὶ τῶν προσώπων τὰ παρακολουθοῦντα σκεψάμενοι αὐτὸς μὲν τὴν τῶν προσώπων διαφορὰν διηγούμενος οὐδαμοῦ τὴν ἑκάστου ποιότητα τῶν προσώπων εἴρηκεν, ἀλλὰ μίαν πάντων ἔστησε τὴν τῶν ἐγκωμιαστικῶν ἐξέτασιν· ἡμεῖς δὲ φθάσαντες εἰρήκαμεν τοῖς ἐπεσκεμμένοις ἐκεῖνα εὐχερὲς τὴν ἑκάστου προσώπου ποιότητα τιθέναι. Ὥσπερ δὲ στοχασμῶν εἴδη πλείον α , οὕτω καὶ ὅρο υ · τινὲς τῶν τεχνικῶν τρία γένη καὶ εἴδη λόγου λέγουσιν, τὸ κατὰ φύσιν, τὸ κατὰ τρόπον, τὸ κατὰ κρίσιν. καὶ τοῦ μὲν κατὰ φύσιν τιθέασι παράδειγμα· νόμος τὸν σεσινωμένον μὴ ἱερᾶσθαι· μὴ γελῶν τις κωλύεται, ἐνταῦθα γὰρ ἡ ζήτησις, εἰ τοῦτο σῖνος, ὃ κατὰ φύσιν γίνεται· τοῦ δὲ κατὰ τρόπον τιθέασι παράδειγμα τὸν πλούσιον τὸν ἐπανατεινόμενον λέγοντες, εἰ οὗτος ὁ τρόπος πληγαί· τοῦ δὲ κατὰ κρίσιν, τούς τε κατὰ αἴτησιν, καὶ τοὺς κατὰ ἀμφισβήτησιν, λανθάνουσι δὲ αὑτοὺς οὐκ εἴδη ὅρων ἀλλὰ ποιότητας λέγοντες.
5.160 διαφέρει δὲ εἶδος ποιότητος τούτῳ, τῷ τὸ μὲν εἶδος διάφορον δέχεσθαι διαίρεσιν, τὴν δὲ ποιότητα λόγων αἰτίας μηνυτικὴν εἶναι. ὥσπερ γὰρ ἐν τῷ στοχασμῷ τὰ εἴδη διάφορον ἔχει τὴν διαίρεσιν καὶ πρὸς ἑαυτὰ, καὶ ἄλλως προκατασκευαζόμενος, ἄλλως ἐμπίπτων, οὕτω δὴ καὶ ἐν ὅρῳ, ἐνταῦθα δὲ οὔτε ὁ κατὰ τρόπον ὅρος οὔτε ὁ κατὰ φύσιν διάφορον πρὸς ἑαυτοὺς τὴν διαίρεσιν ἔχουσιν· ἄλλως τε καὶ τὸ κατὰ φύσιν ἀντιλήψει μᾶλλον ἁρμόζει ἢ ὅρῳ· ταῦτα μὲν οὖν ἐῶμεν· ἃ δέ ἐστιν ἀκριβῶς ὅρων ἐροῦμεν. γενικώτατα μὲν οὖν τρία εἴδη ὅρων ἐστὶν, ὅ τε κατὰ κρίσιν, καὶ ὁ κατὰ ἀμφισβήτησιν καὶ ὁ κατὰ ἀξίωσιν· τὸ μὲν οὖν κατὰ ἀξίωσιν ἄτμητόν ἐστι καὶ τὸ κατὰ ἀμφισβήτησιν· τὸ μὲν γὰρ αἴτησιν ἔχει μόνον· τὸ δὲ ἢ δύο προσώπων περὶ ἑνὸς κατὰ μέρος πραχθέντων ἀμφισβήτησιν, ὡς ἐπὶ τοῦ διώξαντος τὸν τύραννον ἐκ τῆς ἀκροπόλεως, καὶ ὁ ἕτερος συναντήσας καὶ ἀνελὼν καὶ ἀμφισβητοῦντες περὶ τῆς δωρεᾶς· ἢ δύο πραγμάτων πεπραγμένων ὑφ’ ἑτέρων δύο προσώπων, ὡς ἐπὶ τούτου τοῦ παραδείγματος· τύραννος τὴν ἑαυτοῦ σκευὴν δέδωκεν τῷ δορυφόρῳ, καὶ μεταλαβὼν τὴν ἐκείνου κατῆλθεν μοιχευόμενος τῶν ἐν τῇ πόλει γυναῖκα. κατὰ ταὐτὸν ἀνῆλθέ τις τὸν τύραννον ἀνελεῖν, καὶ ἀπέκτεινε τὸν δορυφόρον ἔχοντα τὴν σκευὴν, καὶ ἐν τῇ πόλει ὁ τῆς γυναικὸς ἀνὴρ τὸν τύραννον μοιχευόμενον ἀνεῖλεν, καὶ ἀμφισβητοῦσι τῆς δωρεᾶς. διαφέρει ὁ ὅρος οὗτος τοῦ ὅρου ἐκείνου τῷ παρ’ ἐκείνων ἐν μέρει ἓν ἔργον πεπρᾶχθαι, καὶ τοῦ μὲν τὴν ἀρχὴν εἶναι, τοῦ δὲ τὸ τέλος· ἐνταῦθα δὲ παρὰ δύο προσώπων τελείως ἀμφότερα τὰ ἔργα πεπρᾶχθαι, καὶ ἔτι κατὰ ταὐτὸ διάφορον ἔχει τὴν διαίρεσιν, ὅτι ἐκεῖ μὲν εἷς ὅρος ἐστὶ καὶ εἷς ἀνθορισμὸς, λέγοντος ὅτι τυραννοκτονία ἐστὶ τὸ ἐκβαλεῖν τῆς ἀκροπόλεως, τὸ δεῖξαι φυγάδα, τὸ μηκέτι ἔχειν δορυφόρους, καὶ εἷς πάλιν ἀνθορισμὸς, ἀλλὰ τυραννοκτονία ἐστὶ τὸ ἀνελεῖν τὸν ἐχθρὸν ἀποδεῖξαι.
5.161 ἐνταῦθα δύο ὅροι παρ’ ἑκατέρου καὶ δύο ἀνθορισμοί· ὅ τε γὰρ τὸν δορυφόρον ἀνελών φησιν, ὅτι τυραννοκτονία ἐστὶ τὸ ἀνελθεῖν εἰς τὴν ἀκρόπολιν, τὸ μάχεσθαι τοῖς δορυφόροις, τὸ ἀποσφάξαι τύραννον· ὃ δὲ πεποίηκας, μοιχόν ἐστιν ἀνῃρηκέναι ἔσω ἐν τῷ οἰκήματι, οὐδὲ γινώσκων εἰ τύραννος ἦν· ὁ δὲ πάλιν τὸ ἐναντίον, ὅτι τυραννοκτονία ἐστὶ τὸ αὐτὸν ἀποκτεῖναι τὸν τύραννον, τὸ νεκρὸν δεῖξαι, οὐ τὸ δορυφόρον ἰδιώτην σχῆμα μόνον ἔχοντα· καὶ διὰ δύο ὅρων καὶ ἀνθορισμῷ· καὶ τὸ μὲν κατὰ ἀξίωσιν καὶ ἀμφισβήτησιν, τοῦτο δὲ κατὰ κρίσιν, ὅπερ ἐστὶ τὸ κατὰ φυγὴν καὶ δίωξιν, καὶ διαιρεῖται εἴς τε τὸν ἀντονομάζοντα καὶ τὸν κατὰ σύλληψιν καὶ τὸν ἐμπίπτοντα, καὶ τοὺς δύο καλουμένους ὅρους. καὶ τούτους μὲν Ἑρμογένης οἶδεν, ἐστὶ δὲ καὶ παρὰ τούτους ἕτερος καλούμενος παράδοξος, ὅτι πάντων τῶν ὅρων φύσιν ἐχόντων τὸ ἧττον λέγειν πεποιηκέναι ἢ τὸν αἰτοῦντα ἢ τὸν φεύγοντα, ὁ παράδοξος ἀπὸ τοῦ μείζονος ἔχει τὸ ἔγκλημα· ἔτι δὲ τούτου παράδειγμα τοῦτο· νόμος τὸν σεσινωμένον μὴ ἱερᾶσθαι, ἑξαδάκτυλος κωλύεται ἱερᾶσθαι, οὐ γὰρ κατὰ τὸ ἐλλεῖπόν ἐστιν ἐνταῦθα τὸ κατασκευάζεσθαι τὸν ὅρον, ἀλλὰ κατὰ τὸ πλέον· ἐν τούτῳ οὖν μάλιστα τῷ ὅρῳ τὸ πρός τι ἀνέστραπται· οὐ γὰρ περὶ τοῦ καὶ μεῖζον αὐτὸ εἶναι φιλονεικεῖ ὁ κατήγορος, ἀλλ’ ἧττον, οἷον ἐπὶ μὲν τοῖς ὅροις ὁ μὴ γελῶν καὶ κωλυόμενος ἱερᾶσθαι τὸν κατήγορον ἔχει πρός τι καὶ μεῖζον κατασκευάζοντα, ὅτι μεῖζόν ἐστι τοῦ ἄλλο τι σῖνος ἔχειν, τὸ γέλωτος ἐστερῆσθαι τοῦ πόδα ἐλλιπεῖν, τοῦ ὀφθαλμόν· ἐνταῦθα διοριζομένου αὐτοῦ τὸ ἐλλιπεῖν μόνον εἶναι τὸ σῖνος, καὶ οὐ τὸ πλείονα ἔχειν, τὸ πρός τι ὁ κατήγορος λέγει, ὅτι τὸ πλείονα ἔχειν πολὺ ἧττόν ἐστι τοῦ ἥττονα· εἰ γὰρ τὸ ἥττονα ἔχειν ἄχρηστόν ἐστι, καὶ τὸ πλέον δὲ, ὁ ἕτερος δάκτυλος ἄχρηστός ἐστι, τάξιν ἔχει τοῦ ἥττονος· περὶ δὲ τῶν λοιπῶν αὐτὸς Ἑρμογένης διέξεισιν.
5.162 Εἰσὶ δὲ καὶ ἔμμεσοί τινες· ἔμμεσοι δέ εἰσιν οἱ δοκοῦντες μὲν ἔχειν δύο μὴ κρινομένους δὲ, ὥσπερ ἐπὶ τῶν συνεζευγμένων ἐστὶν ὁ ἐμπίπτων· ὁ γὰρ δεύτερος ὅρος εἰς κατασκευὴν τοῦ προτέρου λαμβάνεται, ὡς ἐπὶ τούτου· νόμος τὸν καθυφέντα ἱερῶν δίκην ἄτιμον εἶναι, Δημοσθένης διαλυσάμενος πρὸς Μειδίαν ὑπάγεται τῇ ἀτιμίᾳ, μετὰ γὰρ τὸ ζητηθῆναι, τί τὸ καθυφεῖναι, τὸν ἐν δικαστηρίῳ εἰσελθόντα μὴ δικαιολογήσασθαι, τὸ μὴ προσάγειν μάρτυρας, τὸ ὅλως μὴ ὡς δεῖ ἀγωνίσασθαι, ἐμπίπτει μεταξὺ ἕτερον ζήτημα, εἰ ὅλως αὕτη ἱερὰ δίκη, καὶ κατασκευάσει ὁ Δημοσθένης μὴ εἶναι ἱερὰν, ἀλλ’ ὁριεῖται τὴν περὶ θυσιῶν ἢ ἀγαλμάτων ἢ ἱερῶν δίκην εἶναι ἱεράν· διὸ καὶ ἔμμεσοι καλοῦνται, ὅτι τάξιν μὲν ἔχουσι διπλῶν· τὸ δὲ ἕτερον αὐτὸ μέρος εἰς ἀπόδειξιν τοῦ προτέρου λαμβάνεται, οὐκ αὐτὸ ἐγκαλεῖται, ὥσπερ ἐπὶ τοῦ κατὰ σύλληψιν καὶ τοῦ ἀντονομάζοντος· τὰ δὲ παραδείγματα πάλιν παρ’ Ἑρμογένει. Εἰδέναι δὲ χρὴ, ὅτι ὁ κατὰ ἀμφισβήτησιν ὅρος μόνος τὴν ἐναντίαν τάξιν ἔχει τοῖς ἄλλοις ὅροις· ἐν μὲν γὰρ τοῖς ἄλλοις ὅροις ὅρος τὸ κεφάλαιον ἐκ τῶν παρειμένων γίνεται, ἐν δὲ τῷ κατὰ ἀμφισβήτησιν ἐκ τῶν πεπραγμένων· τοῦ μὲν τὴν ἀρχὴν ὁρίζοντος εἶναι τὴν τυραννοκτονίαν τὸ διῶξαι, τοῦ δὲ τὸ τέλος τὸ ἀνελεῖν· πολλάκις γὰρ ἔφαμεν, ὡς ὁ αἰτῶν τάξιν ἔχει διώκοντος. Τοῦτο οὖν πλέον ἔχει κεφάλαιον οὗτος ἐν τῇ διαιρέσε ι . ἔλαθεν ἑαυτὸν ὁ Ἑρμογένης τὸν τρόπον τῶν ἐνθυμημάτων κεφάλαιον καλῶν· κεφάλαιον δέ ἐστι μέρος λόγου διάφορον ἐργασίαν ἐπιδεχόμενον πρὸς τὰ προκείμενα καὶ ἐπαγόμενα· οὕτως οἱ πολλοὶ ὁρίζονται τὸ κεφάλαιον.
5.163 ἡ τῶν ἐλέγχων ἀπαίτησις διάφορον ἔχει τὴν ἐργασίαν πρὸς τὸ παραγραφικὸν καὶ τὴν ἐχομένην βούλησιν καὶ δύναμιν, καὶ τὸ πρός τι διάφορον ἔχει τὴν κατασκευὴν, πρός τε τὸν ἀνθορισμὸν καὶ τὴν πηλικότητα· ἐνταῦθα δέ ἐστι μία διαφορὰ κατασκευαζομένη, ἀλλ’ ἐνθυμήματά ἐστι μόνα τὸ διαλλάττον, καὶ τοῦτο οὐκ ἐν ἑνὶ τόπῳ κείμενον, ἀλλὰ καθολικόν· πῶς οὖν κεφάλαιον ἐρεῖ τοῦτο Ἑρμογένης καὶ οὐ μᾶλλον εἶδος λόγου· τὸ γὰρ εἶδός ἐστι μόνον τὸ διαλλάττον, καὶ διάφορον ποιότητα ἐνθυμημάτων παρέχον, κεφάλαιον δὲ οὐκ ἔστι. Τρίτος κατὰ πρόσωπον διπλοῦ ς . τὸν κατὰ ἀμφισβήτησιν ὅρον καὶ τὰ πρόσωπα διπλοῦν ἐκάλεσεν· ἔστι δὲ οὗτος τῶν διπλῶν, ἀλλ’ ἐπειδὴ ἠγνόησε τὰ ἑνικὰ εἴδη τοῦ ὅρου, προετάξαμεν ἀνωτέρω· εἰκότως αὐτὸ διπλοῦν εἶναι νενόμικεν. Περὶ ἀντιλήψεω ς . Ἐζήτηται, τί δήποτε ἐν μὲν τῇ μεθόδῳ πρώτην ἔταξε τὴν πραγματικὴν, ἐν δὲ τῇ τῶν στάσεων διαιρέσει τὰς δικαιολογικὰς πρώτας· καὶ λέγομεν, ὅτι ἐκεῖ μὲν τὸν κανόνα καὶ τὴν μέθοδον τοῦ τὰς στάσεις εὑρεῖν ὑποτιθεὶς, εἰκότως πρότερον ἔταξε τὴν πραγματικὴν, ἅτε μονοειδῆ τινα οὖσαν· διαιρῶν γὰρ τὴν ποιότητα εἴς τε τὸ γεγενημένον καὶ μέλλον, καὶ ὑποτιθεὶς τὸ μέλλον ἔχειν τὴν πραγματικὴν, εἰκότως αὐτὴν προέταξε μίαν τινὰ οὖσαν τοῦ μέλλοντος, καὶ ἐφεξῆς τὰς τοῦ παρεληλυθότος πάσας· ἐνταῦθα δὲ ἐπειδὴ ἀντίληψις καὶ ἀντιθετικαὶ, αἵπερ εἰσὶ τῆς δικαιολογίας, πλείστην ἔχουσι κοινωνίαν πρὸς τὸν ὅρον, καθὼς καὶ ἀνωτέρω ἐμηνύσαμεν, καὶ τὰ κεφάλαια ταῦτά ἐστιν, εἰκότως περὶ τοῦ ὅρου διεξελθὼν δευτέραν ἡμῖν τάττει τὴν ἀντίληψιν, πρώτην οὖσαν τῆς δικαιολογίας.
5.164 Ἡ ἀντίληψις διαιρεῖται προβολ ῇ . ἡ προβολὴ ἐν ὅρῳ ἤδη δέδεικται ὁποίαν ἔχει φύσιν. Μορίοις δικαίο υ . τὰ μόρια τοῦ δικαίου ἐστὶν ἡ ἀντίληψις· εἴρηται δὲ μόριον δικαίου ἀπὸ τῆς φύσεως τοῦ πράγματος· ἐπειδὴ γὰρ ἡ ἀντίληψις ἐξ ἑνὸς τούτων τῶν τριῶν συνίσταται, φύσεως ἢ τέχνης ἢ νόμου, διὰ τοῦτο μόριον δικαίου καλεῖται, παρὰ τὸ μέρος τι τοῦ δικαίου προβάλλεσθαι. Ἐζήτηται δὲ, τί δήποτε ἐφεξῆς ἕτερον κεφάλαιον ἐπάγει καλούμενον ἀντίληψιν, τοῦτο δὲ ἀντιληπτικὸν, καὶ ἀντιλήψεως φύσιν ἔχον οὐκ ἐκάλεσεν ἀντίληψιν· λέγομεν, ὅτι τοῦτο, ὃν τρόπον τὸ παραγραφικὸν τὸ ἐν στοχασμῷ οὐκ ἄντικρύς ἐστιν ἀπολογία τοῦ πράγματος, ἀλλὰ διαβολὴ τοῦ ἄγοντος, τοῦτον τὸν τρόπον καὶ τὰ μόρια τοῦ δικαίου οὐ φανερῶς ἀπολογεῖται, οὐδὲ τὴν πᾶσαν ἐξουσίαν προβάλλεται, ἀλλὰ μόνον διαβολῆς ἕνεκα προτείνεται τὴν ἐξουσίαν· διὸ οὐδὲ ἀντίληψις ὠνόμασται διὰ τὸ μήπω τῆς ἐξουσίας τὸν φεύγοντα ἀντιλαμβάνεσθαι, ἀλλ’ ὡς ἐπὶ διαβολῇ, ἢ ἐπὶ τούτοις κρίνεται. Προσώπ ῳ . εἰκότως δευτέραν ἔχει τάξιν τῆς ἀπολογίας τὸ πρόσωπον καὶ ὀλίγον τῆς τέχνης καὶ τῶν κεφαλαίων ἐπὶ τὸ ἰσχυρότερον ἰόντων. ἐπειδὴ γὰρ ἔφημεν, ἑπτὰ μόρια τοῦ δικαίου παραγραφικοῦ τάξιν ἔχει, εἰκότως τέτακται δεύτερον τὸ πρόσωπον τελέας παραγραφῆς τάξιν ἔχον ἐν τῇ ἀντιλήψει· ἔστιν γὰρ τοιοῦτον, ὅπερ ἑτέρων εἰσὶν αἱ τοιαῦται κατηγορίαι, καὶ οὐ δεῖ φέρε εἰπεῖν ἰδιώτας δημοσίων ἀδικημάτων κρίνεσθαι, ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ γράψαντος τὰ ναυάγια καὶ κρινομένου δημοσίων ἀδικημάτων· μετὰ γὰρ τὰ μόρια τοῦ δικαίου, τὸ λέγειν ὅτι ἐπὶ τέχνῃ κρίνομαι, ἐπάγει τὸ πρόσωπον, ὅτι οὐ δεῖ ζωγράφον ὄντα ἐπὶ δημοσίοις ἀδικήμασι κρίνεσθαι, ἀλλὰ στρατηγοὺς καὶ ῥήτορας, οὐ χειροτέχνας, καὶ γίνεται παραγραφικοῦ τελείου τάξις· τοῦτο δὲ τὸ κεφάλαιον πολλάκις ἐκλείπει, καθάπερ ἐν στοχασμῷ, καὶ ἐφεξῆς τὰς αἰτίας ἐροῦμεν.
5.165 Ὅρῳ καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τ ι · σημαίνει τὸν ἀνθορισμὸν καὶ τὸν συλλογισμὸν καὶ τὴν πηλικότητα, καὶ τὴν γνώμην τοῦ νομοθέτου, ἅ ἐστιν ἀκριβῶς πάντα τῆς ἀντιλήψεως κεφάλαια ἐν αὐτῇ τῇ ἀντιλήψει. Ἐζήτηται, τί διαφέρει ἀντίληψις τῶν μορίων τοῦ δικαίου, καὶ διὰ τί αὕτη καὶ τὸ ὄνομα ἔχει καὶ τελευταία τέτακται· ἐροῦμεν, ὅτι αὐτὴ μὲν παραγραφικοῦ τάξιν οὐκ ἔχει, ἀλλ’ ἀποδεικτικοῦ, ἐκείνη δὲ παραγραφικοῦ μόνον· ἐπειδὴ δὲ τολμηρὸν ἦν καὶ θρασὺ, ἐφ’ οἱῳδήποτε πράγματι κρινόμενον εὐθὺς ἐπὶ τὴν ἐξουσίαν καταφεύγειν, εἰκότως τελευταία τέτακται, ὁδοποιησάσης τῆς τέχνης καὶ δειξάσης διὰ τῶν τοῦ ὅρου κεφαλαίων ὡς οὐκ ἔστιν ἀδίκημα· τοῦτο γὰρ ὁ ὅρος καὶ τὰ ἑπόμενα αὐτῷ κατασκευάζει, ὅτι οὐ τοῦτο δημοσίᾳ ἀδικῆσαι, τοῦ δὲ ὅρου τοῦτο κατασκευάζοντος χώραν εἶχε, διὸ καὶ τὸ ὄνομα τοῦτο ἔχει, ὅτι ἐνταῦθα σαφῆ τὴν ἐξουσίαν προβάλλεται· ἐκεῖ δὲ οὐ προδήλως, ἀλλ’ ὡς ἐν παραγραφικοῦ τάξει· ἕπεται δὲ τῇ ἀντιλήψει πάντως μετάληψις· ἡ δ’ ἀντίθεσις ὡς ἐπὶ τὸ πολὺ μὲν ἀντιστατική ἐστιν, ἐνίοτε δὲ καὶ κατὰ τὰς ἄλλας ἀντιθετικὰς εὑρίσκεται, ὅπως καὶ ἐν τῇ ἐργασίᾳ τοῦ κεφαλαίου ἐροῦμεν. Εἰκότως δὲ τοῦ ἀντιληπτικοῦ κεφαλαίου κατασκευάσαντος τὴν ἐξουσίαν ἔσχεν χώραν ἡ ἀντιθετικὴ ἀντίθεσις· ὅταν γὰρ δείξῃς, ὅτι ἐξουσίαν ἔχεις ποιεῖν, τότε καλῶς πεποιηκέναι ἐρεῖς· εἶτα ἄλλα εἴδη τῶν ἀντιθέσεων· καὶ περὶ μὲν τῆς τάξεως τῶν κεφαλαίων τοσαῦτα, ἴδωμεν δὲ καὶ καθ’ ἕκαστον. Ἡ προβολὴ γίνεται ὥσπερ ἐν ὅρ ῳ . φθάσαντες εἰρήκαμεν, ὅτι ἡ προβολὴ ἐν πάσῃ στάσει τὴν αὐτὴν ἔχει φύσιν, πῶς οὖν εἶπεν, „ὥσπερ ἐν τῷ ὅρῳ,“ μήτε ἀντιθετικαῖς μήτε ἀλλαχοῦ ἑτέραν ἐχούσης φύσιν τῆς προβολῆς, ἀλλὰ πανταχοῦ οὔσης συντόμου ἀποφάσεως τῶν εἰρημένων ἀδικημάτων· καὶ τοῦτο διαφέρει τῆς καταστάσεως, ὅτι ἡ μὲν κατάστασις κατὰ μέρος διηγεῖται, καὶ πάθη σπουδάζει κινεῖν, καὶ τὰς ἀποδείξεις κατὰ μέρος ἔχει, ἡ δὲ προβολὴ κεφαλαιωσαμένη πάντα τὰ τῆς καταστάσεως συντόμως ὁρίζεται τὸ ἀδίκημα· καὶ ἔστι προβολὴ κυρίως τὸ αἴτιον· ἡ μὲν οὖν φύσις αὐτῆς καθόλου αὕτη.
5.166 πῶς οὖν λέγει, „ὡς ἐν ὅρῳ μεμαθήκαμεν,“ ὡς ἀλλαχοῦ δὲ ἑτέραν αὐτῆς ἐχούσης φύσιν; ἐροῦμεν, ὅτι ἐν αἷς ἤδη στάσεσι διεῖλε μόνος ὁ ὅρος ἔχει τὴν προβολήν· τὸ οὖν „ὥσπερ ἐν ὅρῳ μεμαθήκαμεν“ ἀντὶ τοῦ „ὡς εἰρήκαμεν.“ ἔστιν μὲν οὖν ὡς πρὸς ἀντιδιαστολὴν τοῦ ἐν ἄλλοις ἄλλως εἶναι, καὶ ὅτι τοῦτο οὕτως ἔχει ἐν ταῖς ἄλλαις στάσεσι, λέγει ἡ προβολὴ, καθὼς εἴρηται· τὸ μόριον τοῦ δικαίου φησὶν μὲν ἁπλῶς κεῖται, κεφάλαιον δὲ οὐδὲν ἁπλῶς προστίθεται, εἰ γὰρ ἡ ἀπόδειξις παντὸς τοῦ προγινομένου πράγματος διὰ τῶν κεφαλαίων ἐστὶν, πῶς δύναται ἄνευ ἀποδείξεως εἶναι αὐτὸ ὂν ἀπόδειξις; κἂν δὲ τὸ ἐπαγόμενον εἴπῃ „ἁπλῶς καὶ κατ’ ἀρχὴν,“ καὶ τοῦτο τοῦ αὐτοῦ πταίσματος, οὐδὲ γὰρ ἡ τάξις τῶν κεφαλαίων τὴν φύσιν ἀμείβει, καὶ τὸ μὲν πρῶτον εὐτελέστερόν ἐστι, τὸ δὲ δεύτερον τῆς κατασκευῆς, ἵνα τὴν ἐκβολὴν ἐκεῖ κατασκευάσῃ. Ἐκεῖ δ ὲ , ὡς ἄλλω ς . ἐνταῦθα ἑαυτὸν ἐξήλεγξεν ὅτι εἰκῆ ταῦτα λέγει· εἰ μὲν γὰρ εἶπεν, ὅτι ἐκεῖ δὲ τοιῶςδε, ἐδείκνυέ τινα ἀδιάφορον οὖσαν φύσιν, ἀλλὰ λέγων οὐκ ἄλλως, ἔδειξε τὴν διαφορὰν, ἀλλὰ ἐπήγαγε παράδειγμα, τὴν διαφορὰν μὴ δείξας. τίς οὖν ἡ διαφορά; φθάσαντες μὲν εἰρήκαμεν καὶ νῦν δὲ ἐροῦμεν, ὅτι μεμέρισται τὸ ἀντιληπτικὸν κεφάλαιον εἰς δύο, τὸ μὲν πρότερον ἐν παραγραφῇ, τὸ δὲ δεύτερον ἐν ἀποδείξει· τὸ πρότερον οὖν ἐστι τὰ μόρια τοῦ δικαίου παραγραφῆς ἔχοντα τάξιν, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, οὐδεὶς γὰρ ἀπολογίαν προτείνων ἀμφίβολον αὐτὴν προβάλλεται, ἀλλὰ καθολικὴν ἀπόφασιν· τοῦτο γάρ ἐστιν ἢ τὸ ἀρνεῖσθαι τὸ μὴ εἶναι ὑπεύθυνον, ἢ λέγειν μὴ ἐγκαλεῖσθαι τὸ πρᾶγμα· τὸ δὲ „οὐ δεῖ ἐπὶ τούτοις κρίνεσθαι“ ἀμφιβολίας ἐχόμενόν ἐστιν, οὐδεὶς δὲ ἀπολογούμενος ἀμφίβολόν τι κατασκευάζει τυγχάνειν· τί οὖν ἐροῦμεν; ὅτι ἐνταῦθα οὐχ ὡς ἀπολογούμενος αὐτὸ λέγει, ἀλλ’ ὡς κοινὴν ζήτησιν τῶν δικαστῶν, εἰ δεῖ αὐτοὺς ἐπὶ τούτοις κρίνεσθαι, ἵνα ᾖ ἡ μὲν πρότασις φεύγοντος, „οὐ δεῖ με ἐπὶ τούτοις κρίνεσθαι,“ ἐπαγωγὴ δὲ τοῦ διώκοντος, „ἀλλὰ δεῖ,“ ζήτησις δὲ τῶν δικαστῶν, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, ἃ μηδεὶς κεκώλυκε νόμος.
5.167 ἐνταῦθα ὡς παραδείγματα λέγων ἀκριβείας οὐκ ἔχεται, οὐ γὰρ ἀπὸ νόμου μόνον γίνεται ἡ ἀντίληψις, ἀλλὰ καὶ ἀπὸ φύσεως καὶ τέχνης· τὸ δ’ εἰπεῖν, „μηδεὶς κεκώλυκε νόμος,“ τὴν ἀπὸ νόμου μόνον ἀντίληψιν δηλοῖ· ἔτι δὲ καὶ ἡ ἀπὸ νόμου ἀντίληψις ἐπὶ τὴν ἀπὸ τοῦ νόμου ἐξουσίαν καταφεύγει, οὐκ ἐπὶ τῷ μὴ κεκωλύσθαι, ἀλλὰ δύο εἴδη ἐστὶ τῆς ἐπὶ νόμον, ἢ ὅταν αὐτὸ δὲ λέγωμεν ἐξεῖναι, ἢ ὅταν μὴ κεκωλύσθαι· τὸ γὰρ μὴ κεκωλύσθαι βιαζόμεθα τάξιν ἔχειν τοῦ ἐξεῖναι· τί δήποτε οὖν ἐνταῦθα τέθεικε τὸ παράδειγμα, καὶ οὔτε ἀπὸ φύσεως οὔτε ἀπὸ τέχνης; ἐροῦμεν οὖν ὅτι πανταχοῦ εἷς ἐστιν ὁ κανὼν, ὡς αἱ ἄτεχναι πίστεις τῶν ἐντέχνων εἰσὶν ἰσχυρότεραι· ὁ νόμος οὖν ἄτεχνός ἐστι πίστις, καὶ εἰκότως ἐκ τῶν ἰσχυροτέρων τὰ παραδείγματα τίθησι, τί δήποτε οὐ τὴν ἐπὶ νόμον καταφεύγουσαν ἀντίληψιν τέθεικε τὸ παράδειγμα, ἀλλὰ τὴν μὴ κεκωλυμένην, ὥσπερ τὸν τρισαριστέα μοιχὸν ἀποκτείνας; ἐροῦμεν, ὅτι καὶ ἐπὶ τῆς κατὰ φύσιν ἀντιλήψεως καὶ ἐπὶ τῆς κατὰ τέχνην κοινόν ἐστιν ἐνθύμημα τὸ λέγειν, ὅτι οὐ κεκώλυκεν ὁ νόμος τὰ κατὰ φύσιν γίνεσθαι, καὶ οὐ κεκώλυκεν ὁ νόμος τῇ τέχνῃ ἑαυτοῦ ἕκαστον χρῆσθαι· κοινότερον οὖν ἐστιν ἐνθύμημα καὶ τὸ τοῖς τρισὶν ἁρμόζειν, καὶ εἰκότως αὐτὸ ἔταξεν τὸ πρόσωπον οὐκ ἀεὶ δύναται ἐμπίπτειν· ἀλλ’ ὅταν μὲν ᾖ τὸ ἐπιφερόμενον ἔγκλημα μεῖζον τῆς ποιότητος τοῦ κρινομένου προσώπου, τότε ἐμπεσεῖται, τὴν ἑαυτοῦ ἀσθένειαν προτεινομένου τοῦ κρινομένου προσώπου, καὶ δεικνύντος τὰ ἁρμόζοντα πρόσωπα πρὸς τὰς τοιαύτας κατηγορίας· ὅταν δὲ ἀκόλουθον ᾖ τὸ πρόσωπον τῇ ποιότητι τοῦ κρινομένου προσώπου, οὐ δύναται ἐμπεσεῖν· τὸ δὲ παράδειγμα σαφηνίζει αὐτό.
5.168 Ἀλκιβιάδης τὰ περὶ Σικελίαν ἐν ἐκπώμασι γράψας κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα οὐ δύναται εἰπεῖν, ὅτι οὐ στρατηγῶν εἰσιν οὐδὲ δημαγωγῶν, αἱ τοιαῦται δὲ γραφαὶ καὶ τὰ ἀδικήματα καὶ τὰ ἐγκλήματα τῶν δημοσίων ἀδικημάτων, οἷς μάλιστα ἁρμόζει· εἰδέναι οὖν χρὴ, ὅτι ἐπὶ τούτοις ἐκλείπει· ἁρμόζει δὲ ἀντὶ τοῦ προσώπου τὸ πρᾶγμα εἰσαγαγεῖν καὶ λέγειν, „ὅτι ἐφ’ ἑτέρων πραγμάτων αἱ δημόσιαι γραφαὶ, ἐπὶ προδοσίας τριηρῶν, ἐπὶ προδοσίας πόλεων, ἐπὶ τειχῶν κατασκαφῆς, ἐπί τινι τῶν τοιούτων, οὐκ ἐπὶ γραφῇ καὶ τοῖς εὐτελεστάτοις ἐκπώμασιν·“ ἐκλείπει οὖν τὸ ἀπὸ τοῦ προσώπου, ἀντεισάγεται δὲ τὸ ἀπὸ τοῦ πράγματος ὅρῳ. Τὴν φύσιν τοῦ ὅρου φθάσαντες εἰρήκαμεν. Ἐπάγεται οὖν ἀναγκαίως ὁ συλλογισμό ς · ἐν τοῖς πρὸ τούτου ἱκανὰ περὶ τούτου διελέχθημεν, ὅτι οὐκ ἔστιν ὁ συλλογισμὸς ἴδιον κεφάλαιον, ἀλλὰ συμπέρασμα τοῦ ἀνθορισμοῦ, καὶ ἔφαμεν, ὅτι ὁ τεχνικὸς πολλάκις συλλογισμὸν ὠνόμασεν ἀντὶ ἀνθορισμοῦ εἰδὼς, ὅτι ταὐτόν ἐστιν· εἰ δέ τις ζητήσειεν, διατί μὴ τὸν ἀνθορισμὸν μᾶλλον εἶπεν, ἐροῦμεν, ὅτι τὰ κεφάλαια πρὸς ἀπόδειξεν σπεύδει· τὰ δὲ συμπεράσματα τὰς ἀποδείξεις ἔχει· εἰ οὖν ὁ συλλογισμὸς συμπέρασμά ἐστι τοῦ ἀνθορισμοῦ, εἰκότως κυριώτερόν ἐστι πρὸς τὴν κλῆσιν.
5.169 Ἐπιχειρήσει δηλαδ ή · οἷον ἐπὶ τοῦ παραδείγματος ἐρεῖ, οἷον ὁ ὀφθαλμὸν πηρώσας οὐχ ὅτι μὴ καὶ χεῖρα ἐπήρωσεν, διὰ τοῦτο ἀθῷός ἐστιν, ἀδικήματα γὰρ ἀμφότερα, ἀνάγκη δὲ ἅπαντα ταῦτα ἀδικήματα ποιεῖν, καὶ τὰ τοιαῦτα ἐρεῖ πλείονα παραδείγματα· τὸ „ἐπιχειρήσει“ οὖν ἐνθυμήματα παραδειγμάτων εἰς ἀπόδειξιν συντεινόντων ἐρεῖ. Ἡ ἀντίθεσις ἐπὶ τούτοις ἀντιστατικὴ γίνετα ι · ἐχρῆν τεχνολογοῦντας μὴ τὴν τοῦ παραδείγματος φύσιν, ἀλλὰ τὴν τοῦ κεφαλαίου εἰπεῖν· ἐπὶ μὲν γὰρ τοῦ ζωγράφου ἀντιστατική ἐστιν λέγοντος τοῦ ζωγράφου, ὅτι παραινέσαι τοῖς παρὰ καιρὸν πλέουσιν ζητῶν· ἐπὶ δὲ τοῦ τὸν τρισαριστέα μοιχὸν ἀποκτείναντος ἀντεγκληματική· ἑνὶ δὲ λόγῳ ἢ ἀντεγκληματικὴ ἢ ἀντιστατικὴ μόνον εὑρίσκεται, μεταστατικὴ δὲ οὐδέποτε οὐδὲ συγγνωμονική· ἐναντίαν γὰρ ἔχει φύσιν ἡ συγγνώμη τῇ ἀντιλήψει, οὐδεὶς γὰρ ἐφ’ οἷς ἐξουσίαν προτείνεται, συγγνώμην αἰτεῖ· τὸ μὲν γὰρ συγγνώμην αἰτῆσαι καὶ ὁμολογῆσαί ἐστιν ἀδίκημα, καὶ ἐλέους δεῖσθαι, τὸ δὲ ἐξουσίαν προτείνεσθαι οὐδέτερον τούτων ἔχει· ἰστέον δὲ, ὅτι τὸ κεφάλαιον τοῦτο οὐκ ἀεὶ ἐμπίπτει, ἀλλ’ ἔστιν ὅτε ἐκλείπει· ἐκλείπει δὲ, ὅτε ὁ ὅρος ἀκριβῶς ἰσχύει, ὡς ἐπὶ τοῦ Ἀλκιβιάδου τοῦ γράψαντος τὰ περὶ Σικελίαν, ἢ τοῦ κομίσαντος ταῖς δέσεσιν· ὅτι γὰρ ἀντιστατικὴ ἐμπίπτει, εἰ καὶ κατὰ φύσιν ἔχει τὸ δύνασθαι εἰπεῖν, ὅτι ἵνα μάθητε μὴ ἀκαίρως ἐπιχειρεῖν μείζοσι πράγμασιν· αὐτὸς γὰρ ἦν ὁ πείσας αὐτοὺς ἐπὶ Σικελίαν στρατεύεσθαι· οὔτε ἀντεγκληματικὴ, ὅτι ἄξιοί ἐστε τοῦ ὀνειδίζεσθαι· ἐκλείψει οὖν τὸ κεφάλαιον πάντως· καὶ ἢ ἐκλείψει καὶ ἡ ἑτέρα μετάληψις· ἡ γὰρ ἑτέρα μετάληψις λέγει, ὅτι ἄλλως ἐχρῆν· ἂν μὲν ἀντεγκληματικὴ ᾖ, ὡς ἐπὶ τοῦ τρισαριστέως τοῦ ἐν μοιχείᾳ ἀνῃρημένου λέγει, ὅτι ἄλλως ἐχρῆν αὐτὸν τιμωρεῖσθαι, προσαγαγόντα τῷ δήμῳ, ταῖς ἀρχαῖς, διελέγχοντα ἀνάξιον ὄντα φιλανθρωπίας· ἐπὶ δὲ τοῦ ζωγράφου τοῦ λέγοντος, ἵνα νουθετήσω μὴ παρὰ καιρὸν πλεῖν, καὶ εὐεργετήσω τοὺς ἐμπόρους, ἔχει χώραν τὸ εἰπεῖν, ὅτι λόγοις ἐχρῆν νουθετεῖν καὶ ἐπιπλήττειν καὶ μέμφεσθαι· μὴ ἐμπεσούσης οὖν μηδεμιᾶς τοιαύτης ἀντιθέσεως οὐκ ἂν ἔχοι οὐδὲ ἡ μετάληψις χώραν· ἐκλείπει οὖν καὶ αὕτη, εἰ ἐκλείψει ἡ ἀντίθεσις· ἀναγκαίως οὖν καὶ τὸ τρίτον ἡ ἀντίληψις ἐκλείψει, ταῦτα γὰρ πάντα τὴν γένεσιν ἀπὸ τῆς ἀντιθετικῆς ἔχουσιν ἀντιθέσεως, μὴ ἐμπεσούσης δὲ αὐτῆς οὐκ ἐμπεσεῖται ἡ μετάληψις, αὕτη γὰρ αὐτῆς ἐστιν ἡ λύσις, ἀναγκαίως τῆς μεταλήψεως μὴ ἐμπεσούσης οὐδὲ ἀντίληψις, ἥτις ἐστὶ τῆς ἀντιλήψεως λύσις.
5.170 Περὶ δὲ τῆς τάξεως, πῶς τῆς φύσεως ἀπαιτούσης πρώτην τὴν ἀντίληψιν εἶναι δεῖ καὶ οὕτως τὴν μετάληψιν, ἐφθάσαμεν καὶ ἐν ὅρῳ εἰπόντες, καὶ νῦν δὲ ταὐτὸν ἐροῦμεν, ὅτι ἡ μετάληψις ἐνταῦθα πρὸς τὴν ἀντιθετικὴν γενομένη τὴν φύσιν αὐτῇ τῆς ἀντιλήψεως δωρεῖται, καὶ ἔστιν ἡ μετάληψις ὥσπερ ἀντίληψις. Τὸ οὖν λέγειν, ὅτι ἡ δευτέρα ἀντίληψις οὐ πρὸς τὴν πρώτην, λέγει τὸ κεφάλαιον· οὐ πρὸς ἐκεῖνο οὖν ἐστιν, καὶ γὰρ τὰ μόρια τοῦ δικαίου ἀντίληψίς ἐστι, καὶ ἐχρῆν εἰπεῖν „ἡ τρίτη·“ ἐνταῦθα οὖν ὁ τεχνικὸς τὴν φύσιν δείκνυσι τοῦ κεφαλαίου, ὅτι πρώτην ὥσπερ ἀντίληψιν οἶδε τὴν ἀντίθεσιν, καὶ τοῦτο λέγει „ἡ δευτέρα,“ ὥστε τετμημένης αὐτῆς εἰς δύο οὐ πρὸς αὐτὴν ἀντίληψιν λέγει „ἡ δευτέρα ἀντίληψις,“ ἀλλ’ ὡς πρὸς τὴν φύσιν τοῦ κεφαλαίου.
5.171 Ἡ θέσις οὐκ ἔστι κεφάλαιον, ἀλλ’ ἐνθύμημα· θέσις γάρ ἐστιν ἔπαινός τινος πραχθέντος. τρόποι ἀντιλήψεως δὲ πλείονες, εἴδη γὰρ αὐτὰ οὐκ ἂν εἴποιμεν, εἰ γὰρ πᾶν εἶδος διάφορον ἔχει τὴν διαίρεσιν, ταῦτα δὲ οὐκ ἔχει διαφορὰν, ἀλλὰ τοῖς αὐτοῖς κεφαλαίοις καὶ τῇ αὐτῇ τάξει χρῆται, πῶς ἂν εἴη εἶδος, ὅπου ἐν στοχασμῷ καὶ ἐν ὅρῳ τὰ εἴδη τὴν διαίρεσιν ἐναλλάττει· καὶ δύο μὲν ὁ τεχνικὸς αὐτὸς λέγει, τήν τε ἀφ’ ὧν αὐτὸς ἐποίησεν· ἐστὶν ὁ Ἀλκιβιάδης ὁ κρινόμενος ἐπὶ τοῖς ἐκπώμασιν, ἡ δὲ ἐκ περιστάσεως, ὁ ῥήτωρ ὁ κρινόμενος ἐπὶ τῷ εἰπεῖν νήσου ἐγκώμιον πολλῶν μεταστάντων· ἐνταῦθα γὰρ διὰ τόπον ἄλλους μεταστῆναι ἡ κρίσις γέγονεν. ἕτεραι δύο· ἡ μὲν κατὰ συμπλοκὴν, ἡ δὲ κατὰ διαίρεσιν· καὶ κατὰ συμπλοκὴν μὲν ἡ μὴ δυναμένη κατὰ ἀναίρεσιν κρίσιν ἐκδέξασθαι, κατὰ διαίρεσιν δὲ ἥτις καὶ ἰδίᾳ διαιρουμένη δύναται κρίσιν ἐκδέξασθαι· κατὰ συμπλοκὴν μὲν οὖν αὕτη· ταῖς πάντων γνώμαις ἀντιλέγει τις, καὶ αὐτὸς οὐδὲν λέγει· εἰ δὲ κρίνεται δημοσίᾳ ἐνταῦθα, ἐὰν διέλῃς καὶ εἴπῃς, „ὅτι ταῖς πάντων γνώμαις ἀντιλέγει τίς,“ ἢ τὸ ἕτερον οὐ δύναται κρίσιν ἐπιδέχεσθαι· ἐὰν δὲ συμπλέξῃς αὐτὸ καὶ εἴπῃς, τότε κρίσιν ἐπιδέχεται, ὅτι οὔτε αὐτὸς λέγει οὐδὲν καὶ τὰ τῶν ἄλλων ἀνατρέπει· κατὰ διαίρεσιν δὲ, οἷον πολλάς τις γαμῶν γυναῖκας καὶ πολλοὺς τιθέμενος παῖδας κρίνεται κακοῦ βίου· ἐνταῦθα καὶ ἐν διαιρέσει δύναται κρίσιν ἐκδέξασθαι, εἰ λέγοιμεν, πολλάς τις γαμῶν γυναῖκας, καὶ τοῦτο γὰρ ὑπόνοιαν ἔχει κακοῦ βίου. καὶ τὸ ἐναντίον πάλιν, πολλούς τις τιθέμενος παῖδας, καὶ ταῦτα μὲν ὁ τεχνικὸς οἶδεν. Εἰσὶ δὲ καὶ ἕτερα ἀντιλήψεως εἴδη, ἓν μὲν ὅταν ἐξουσίαν οὐκ εἰς ἑαυτὸν ἀλλ’ εἰς ἕτερον ἀναγάγῃ, καὶ σπανία ἡ τοιαύτη ἀντίληψις· πάσης γὰρ ἀντιλήψεως σχεδὸν οἰκεῖον τὸ τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀνάγειν.
5.172 παράδειγμα ταύτης· ἡ τοῦ πένητος θυγάτηρ, καὶ ὁ τοῦ πλουσίου υἱὸς ἐγένοντο ὑπὸ λῃσταῖς, ἀπελθὼν ὁ πλούσιος ἀμφοτέρους ἐλύσατο· μετὰ ταῦτα λυσαμένῳ δὲ ὀνειδίζει αὐτῷ, τὸ διὰ τὴν μητρυιὰν καταφρονεῖν τῆς θυγατρὸς καὶ ἀνέκδοτον ἔχειν· ἔστιν καὶ ἕτερον εἶδος, ἐν ᾧ οὗτος μηδὲν εὐεργετήσας τὸν μὴ εὐεργετήσαντα κρίνει ἀχαριστίας, ὡς ἐπὶ τούτου· δύο ἀδελφῶν ὁ μὲν πένης ἦν, ὁ δὲ πλούσιος· ὁ πλούσιος τὴν θυγατέρα ἑαυτοῦ δέδωκεν τῷ πένητι γαμετὴν, πολὺ τῆς οὐσίας διδοὺς, ἀσώτου ὄντος τοῦ υἱοῦ· γέγονεν αὐτῷ θυγάτηρ, καὶ ἀξιῶν αὐτὴν λαβεῖν ὁ παῖς, καὶ οὐ δίδωσι καὶ κρίνει αὐτὴν ἀχαριστίας· καὶ οὗτοι μὲν οἱ τρόποι τῶν ἀντιλήψεων πάντες καινοτομηθέντες, πλὴν δύο τῶν προτέρων. Εἰσὶ δὲ τῶν ἀντιλήψεων αἱ μὲν διπλαῖ, αἱ δὲ τριπλαῖ, αἱ δὲ τετραπλαῖ, ὧν τὰ παραδείγματα τίθησιν ὁ τεχνικός· ἓν τοίνυν ταύταις ἴδιον κεφάλαιόν ἐστι· τοῦτο δὲ οὐκ ἔστι κεφάλαιον, ἀλλ’ ἐνθύμημα κεφαλαίου· καὶ γὰρ τὰ μόρια τοῦ δικαίου καὶ τὸ πρόσωπον ὀνόματι μόνον διαλλάττουσι παραγραφικὰ ὄντα· ὅταν γὰρ λέγῃ, ὅτι οὐ δεῖ με ἰδιώτην ὄντα δημοσίᾳ κρίνεσθαι, παραγραφικοῦ μὲν ἔχει φύσιν, ὀνόματι δὲ μόνον διαφέρει· καὶ τοῦτο οὖν λέγει ἐφεξῆς· τὸ ἐφ’ οἷς ἕτεροι πεποιήκασιν ἐνθύμημά ἐστι τοῦ προσώπου παραγραφικοῦ, ὥστε οὔτε περιττὸν ἔχειν κεφάλαιον, ἀλλὰ ταὐτόν ἐστιν ἐνθυμηματικὸν διαλλάττον· καὶ ταῦτα μὲν περὶ ἀντιλήψεως. Τὰ δὲ κεφάλαια αὐτῆς εἰς ἀμφότερα τὰ μέρη τοῦτον τὸν τρόπον μερίζονται· ἡ προβολὴ τοῦ κατηγόρου, μόρια δικαίου τοῦ φεύγοντος, καὶ γὰρ παραγραφικοῦ τάξιν ἔχει, αἰτιωμένου τὴν κρίσιν, οἷον ἐφ’ οἷς ἢ φύσις ἢ νόμος ἢ τέχνη δίδωσι, κρίνεται τὸ πρόσωπον ὁμοίως τοῦ φεύγοντος, τὸ ὁμοίως παραγραφικὸν τυγχάνον· τὰ μὲν γὰρ μόρια τοῦ δικαίου ὥσπερ ὁδὸς εἰς τὸ αἰτιάσασθαι τὸν ἀγῶνα· ἔτι δὲ τὸ πρόσωπον ἀκριβῶς αἰτιᾶται, ὅτι οὐ δεῖ με ἰδιώτην ὄντα ἐπὶ τούτοις κρίνεσθαι· ὁ ὅρος τοῦ φεύγοντος ὁριζομένου, ὅτι εἰ καὶ δεῖ με κρίνεσθαι μετὰ τὸ παραγραφικὸν, ἀλλ’ οὐκ ἐπὶ τούτοις, οὐ γὰρ τοιοῦτό τί ἐστιν ὁ ἀνθορισμὸς, ὁ συλλογισμὸς τοῦ κατηγόρου, ἡ γνώμη τοῦ νομοθέτου, ἐὰν ἢ ἀπὸ νόμου ἢ ἔθους ἡ ἀντίληψις ἐμπίπτῃ· ἐὰν δὲ ἢ τέχνης ἢ φύσεως, οὐκ ἐμπίπτει· ἐὰν δὲ μὴ πέσῃ, κοινὴ ἀμφοτέρων ἐστίν· ἡ πηλικότης κοινὴ ἀμφοτέρων ἐστὶν, τὸ πρός τι τοῦ κατηγόρου· ἡ μία τῶν ἀντιθετικῶν τοῦ φεύγοντός ἐστι λέγοντος ἔτι, εἰ ἐπὶ νουθεσίᾳ τοῦτο ἐγένετο, ὡς ὁ ζωγράφος ὁ τὰ ναυάγια γράφων· ἡ συγγνωμονικὴ, ὡς ὁ γελάσας Ἀλκιβιάδης τοῦ Κλέωνος ἐπαγγειλαμένου τὰ περὶ Πύλον· ἡ μετάληψις τοῦ διώκοντος λέγοντος, ἄλλως ἐχρῆν νουθετεῖν, διδάσκειν λόγους, ἐὰν δὲ ᾖ συγγνωμονικὴ, ἐπὶ ἑτέροις ἐχρῆν, πρὸς ἣν ἡ ἀντίληψις, ἡ ποιότης, οἱ ἐπίλογοί εἰσιν.
5.173 Περὶ ἀντιθετικῶ ν . Τὰς ἀντιθετικὰς ὁ μὲν Μινουκιανὸς καὶ πολλοὶ τῶν τεχνικῶν διῃρημένως ἐμελέτησαν, καὶ τάξιν ταύτην ἔταξαν· ὁ μὲν Μινουκιανὸς ἀντίστασιν πρώτην, εἶτα μετάστασιν, εἶτα ἀντέγκλημα, εἶτα καὶ συγγνώμην διὰ ταύτην τὴν αἰτίαν· τὴν μὲν ἀντίστασιν πρώτην, ὡς εὐπρεπέστερον καὶ πιθανώτερον ἔχουσαν πρὸς ἀπολογίαν τὸ προτεινόμενον· ἱκανὸν γὰρ πρὸς τὸ πεῖσαι τὸν ἀκροατὴν τὸ ἀντὶ βλάβους τινὸς εὐεργεσίαν δεῖξαι· τὴν δὲ μετάστασιν δίδωσι τὸ ἢ τιμωρίαν παρέχον ἢ τὸ αἴτιον· τὸ δὲ ἀντέγκλημα ἀκόλουθον ὂν τῇ μεταστάσει, καὶ γὰρ δυνάμει αὐτὸ τὸ ἀντέγκλημα μετάστασίς ἐστιν· διαφέρει δὲ, ὅτι ἡ μὲν μετάστασις ἐπὶ ἕτερα μεταφέρει, τὸ δὲ εἰς αὐτὸν τὸν πεπονθότα, τελευταίαν δὲ πασῶν τῶν ἀντιθετικῶν τὴν συγγνώμην, ἀσθενεστέραν οὖσαν καὶ ὁμολογούμενον ἔχουσαν τὸ ἀδίκημα καὶ ἐλέου δεομένην· ἄλλος δὲ οὕτως διεῖλεν ἀντίστασιν μὲν καὶ ἀντέγκλημα· ἐφεξῆς δὲ μετάστασιν καὶ συγγνώμην, τούτῳ τῷ λόγῳ, ὅτι ἐν ἀντιστάσει καὶ ἀντεγκλήματι ὁμολογεῖ ὁ φεύγων παρ’ αὐτοῦ τὸ γεγενημένον, ἐν ἀμφοτέροις γὰρ οὔτε βεβιάσθαι λέγει, οὔτε ἄλλο τι, ἀλλ’ ἢ ἐπ’ ἐξουσίαν, ἢ ἀξίου ὄντος τοῦ πεπονθότος πεπονθέναι, ἐν δὲ μεταστάσει καὶ συγγνώμῃ ἀκούσιον αὐτὸ εἶναι λέγει· ἐφεξῆς οὖν διεῖλον ταύτας τὰς στάσεις ὡς κοινωνίαν πλείστην ἐχούσας.
5.174 Ὁ δὲ Ἑρμαγόρας ἀνέστρεψε τὴν τάξιν, καὶ τὴν μὲν συγγνώμην πρώτην πάντων μελετᾷ, τούτῳ τῷ λόγῳ λέγων, ὅτι ἐν ταύταις μόναις ταῖς στάσεσιν ὁμολογεῖ ὁ φεύγων ἠδικηκέναι. δεῖ οὖν ὁμολογουμένου ἀδικήματος ὄντος πρῶτον καταφεύγειν ἐπὶ συγγνώμην καὶ δευτέραν τὴν ἀντίστασιν ἐπὶ εὐεργεσίαν χωροῦσαν· ἐπ’ αὐτὴν δὲ τὴν μετάστασιν ἐφ’ ἕτερον ἄγουσαν τὴν αἰτίαν· καὶ τελευταῖον τὸ ἀντέγκλημα ἀναίσχυντον ὄν· ἐπὶ γὰρ ὁμολογουμένῳ κακῷ εἰπεῖν ἄξιον εἶναι παθεῖν ταῦτα δυσχερὲς καὶ οὐχ ἱκανὸν πεῖσαι τὸν ἀκροατήν. Λολλιανὸς δὲ οὔτε ἐν τῇ διαιρέσει, οὔτε ἐν τῷ ὀνόματι τῶν στάσεων διεῖλεν, ἀλλὰ μίαν εἶναι καλεῖ τὴν ἀντιθετικὴν στάσιν· ὁ μέν τοι Ἑρμογένης τοῖς ἀμφοτέροις κέχρηται, καὶ ὑφ’ ἓν μὲν αὐτὰς διαιρεῖ ἅτε μίαν οὖσαν καὶ τοῖς αὐτοῖς κεφαλαίοις, ὃ οἱ ἕτεροι οὐ ποιοῦσιν· καθ’ ἑκάστην γὰρ διαφοράν τινα τάττουσιν, ἐν δὲ τῇ μεθόδῳ διαιρεῖ, καὶ ἰδίᾳ ἑκάστην ποιεῖ, ἵνα δείξῃ, ὅτι τὰ ἀμφοτέρων ποιεῖ, καὶ ὡς μίαν αὐτὴν στέργειν, καὶ ὡς διαφόρους τὸ ὄνομα καὶ τὴν διαφορὰν τάττει ἑκάστης.
5.175 Ἐζήτηται δὲ, τίνος χάριν ἐφεξῆς τῆς ἀντιλήψεως αὐτὰς ἔταξεν· λέγομεν, ὅτι τῆς δικαιολογίας εἰς πέντε διῃρημένης, εἴς τε ἀντίληψιν καὶ τὰς τέσσαρας ἀντιθετικὰς, ἅπαξ διαλαβὼν περὶ τῆς ἀντιλήψεως ἀνάγκην ἔσχε πληρῶσαι τὴν δικαιολογίαν, καὶ τὰς ἀντιθετικὰς ἐπαγαγεῖν, ἐν δὲ τῷ περὶ τῆς πραγματικῆς λόγῳ ἐροῦμεν, διότι τῆς δικαιολογίας ἡ πραγματικὴ οὐ προτέτακται· ἡ προβολὴ πανταχοῦ τὴν αὐτὴν ἔχει φύσιν, καθὼς ἐν ὅρῳ προειρήκαμεν. Ὅρῳ ἔστιν ὅτ ε · τότε ἐμπίπτει ὁ ὅρος, ὅταν τὸ ὄνομα τῆς γραφῆς μὴ ἀκόλουθον ᾖ τῷ ἐγκλήματι· ἐὰν δὲ ἀκόλουθον ᾖ, οὐκ ἐμπεσεῖται· καὶ ὅταν διάφορα πράγματα ὑπὸ τὸ αὐτὸ ἀνάγηται ὄνομα· ἐπὶ μὲν γὰρ τοῦ στρατηγοῦ τοῦ καθελόντος τὰ τείχη καὶ κρινομένου δημοσίων ἀδικημάτων, ἐμπεσεῖται, οὐ γὰρ μόνον τὸ τεῖχος ἀνελεῖν ἐστιν δημόσιον ἀδίκημα, ἀλλὰ καὶ τὸ ναῦς προδοῦναι, καὶ πόλιν ἀπολέσαι συμμαχίδα, τὸ ἡττηθῆναι ἐν στρατοπέδῳ καὶ πολλὰ ἕτερα, οὐκ ἔστιν οὖν ἀκόλουθον τὸ ὄνομα τῷ ἐγκλήματι· ἐπὶ δὲ τοῦ ἀριστέως τοῦ τὸν υἱὸν πορνεύοντα ἀποσφάξαντος καὶ κρινομένου φόνου οὐκ ἐμπεσεῖται, οὐ γὰρ οἷόν τέ ἐστιν εἰπεῖν „οὐ τοῦτο φόνος·“ μὴ ἐμπεσόντος δὲ τοῦ ὅρου καὶ τὰ ἀκόλουθα τῷ ὅρῳ, καθὼς ὁ τεχνικός φησιν, ἐμπεσεῖται. Ἐστὶ δὲ κατὰ Μινουκιανὸν ἀνθορισμὸς καὶ συλλογισμός· μέχρι γὰρ τούτου, ὅταν τάττωσιν ὅρον, ἵσταται τούτῳ τῷ λόγῳ, ὅτι τὸν ἅπαξ συλλογισάμενον καὶ εἰς ταὐτὸν ἐνεγκόντα τήν τε τοῦ φεύγοντος πρότασιν καὶ τὴν ἑαυτοῦ περιττὸν ἕτερον τιθέναι· ὁ δὲ Ἑρμογένης ὅταν εἴπῃ „καὶ τοῖς ἑπομένοισ“ βούλεται καὶ τὴν πηλικότητα τίθεσθαι, καθὼς ἐν ἀντιλήψει εἰρήκαμεν. Καὶ τοῖς ἑπομένοις τῷ ὅρ ῳ , τούτῳ τῷ λόγῳ χρώμενος, ὅτι οὐ μόνον ἀποδείξεως ἀλλὰ καὶ δεινώσεως χρεία· ὁ μὲν οὖν ἀνθορισμὸς καὶ συλλογισμὸς τὴν ἀπόδειξιν κατασκευάζει, τὸ δὲ πρός τι καὶ ἡ πηλικότης τὸ μέγεθος τοῦ ἀδικήματος, ὅ ἐστι τῆς δεινώσεως· ὁ οὖν Μινουκιανὸς οὐκ ἀνεχόμενος ἐκβῆναι τοῦ ἀγῶνος τὸν σκοπὸν, ὅ ἐστιν ἀπόδειξιν, ἀφ’ οὗ συναγάγῃ τῷ συλλογισμῷ τήν τε τοῦ διώκοντος πρότασιν καὶ τὴν τοῦ φεύγοντος, οὐδὲν ἕτερον προστίθησιν· ὁ δὲ Ἑρμογένης ὅταν εἴπῃ „καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ“ καὶ τὸ πρός τι καὶ τὴν πηλικότητα προςτίθησιν, ἵνα μετὰ τὴν ἀπόδειξιν καὶ ὄγκον ἐμποιήσῃ τῷ πράγματι.
5.176 Διανοί ᾳ · ἡ διάνοια τοῦ φεύγοντός ἐστι στοχαστικῶς ἐξεταζομένη· λέγει γὰρ δεῖν ζητῆσαι τὴν διάνοιαν, ὅτι οὐκ ἐπὶ πονηρίᾳ τόδε τι πεποίηκα, τὸ καθελεῖν τὰ τείχη, ἢ τὸ τὰ ἀπόῤῥητα ἐξειπεῖν τὴν γυναῖκα, καὶ εὐθὺς ἕπεται „αὕτη ἡ ἀντίθεσίς ἐστιν ἔστιν ὅτε“, ὡς ὁ τεχνικός φησιν, „ὁμώνυμος τῇ στάσει τοῦ ζητήματοσ“· πάλιν διάνοια αὕτη κοινή ἐστιν ἀμφοτέρων· τοῦ μὲν φεύγοντος ἐπαινοῦντος τὴν διάνοιαν, ἐφ’ ᾗ ἐποίησεν· τοῦ δὲ κατηγόρου κακίζοντος. Μεταλήψε ι . τοῦ κατηγόρου αὕτη· ὅταν γὰρ ἐπαινέσῃ ὁ φεύγων τὸ γεγενημένον, ἢ ὡς χρηστὸν, ἢ ὡς ἄξιον συγγνώμης, ἢ ὡς ἀξίου παθεῖν τοῦ πεπονθότος, ἢ ὡς οὐκ αὐτὸς ποιήσας, τῇ μεταλήψει χρήσεται ὁ διώκων, ἐπὶ μὲν ἀντιστάσεως λέγων, ὅτι ἄλλο ἐχρῆν δημοσιεῦσαι, ἀνενεγκεῖν τῷ δήμῳ, μὴ αὐτεξουσίως πρᾶξαι, ἐπὶ δὲ ἀντεγκλήματος ἐπὶ τὸ μετριώτερον ἐπάγει, ὅτι σωφρονίζειν, τύπτειν, ὑβρίζειν, ἀποκηρύττειν· ἐπὶ δὲ μεταστάσεως, διαμαρτύρεσθαι, ἐλέγχειν· ἐπὶ δὲ συγγνώμης ἐπὶ τὸ ἀναγκαῖον, ὅτι καταψεύσασθαι, ἢ ἄλλο τι ποιῆσαι ἐχρῆν, μὴ τοῦτο· μεταλήψεως δὲ ἐμπεσούσης ἀνάγκη καὶ ἀντίληψιν ἐγγίγνεσθαι, ἥτις σπανίως ἐμπίπτει· ἐπὶ μὲν γὰρ ἀντιστάσεως καλῶς καὶ ἀκολούθως ἐμπίπτει, καὶ ἀντεγκληματικῆς δὲ ἐνίοτε· ἐπὶ δὲ συγγνωμονικῆς οὐ σφόδρα, ἀλλ’ ἢ παντελῶς ἐκλείπει, ἢ κἂν τίθηται, οὐχ ὡς ἀντίληψις τίθεται, ἀλλὰ θετικῶς ἐξετάζεται λέγοντος τοῦ φεύγοντος, ὅτι κακὸν τὸ τῇ ἀνάγκῃ παραχωρεῖν, καὶ ἐν μὲν τῇ καταριθμήσει τῶν κεφαλαίων ἕως τούτου ἔστη ὁ τεχνικὸς, ἐν δὲ τῇ διαιρέσει ἕτερα προςτίθησι, καὶ ὃ μὲν προςτίθησι ταῦτά ἐστιν, τὸ πρός τι καὶ ὁ βίαιος ὅρος καὶ ἡ θέσις καὶ ἡ ἑτέρα μετάληψις.
5.177 Ἐζήτηται οὖν, τί δήποτε τὰ μὲν κεφάλαια προτείνων μέχρι τῶν εἰρημένων ἔστη· ἐν δὲ τῇ διαιρέσει καὶ ταῦτα προσέθηκεν· οἱ μὲν οὖν φασιν, ὅτι σφάλμα γραφικὸν γέγονεν· καὶ γὰρ ἢν ἐφεξῆς καὶ συνέβη αὐτὰ παρεαθῆναι· οἱ δὲ λέγουσιν, ὅτι οὐχ ὡς κεφάλαια αὐτὰ ἀλλ’ ὡς ἐνθυμήματα λέγει· οἱ δὲ λέγουσιν, ὅτι ὡς κοινὸν τὰ τῶν προειρημένων οὐκ ἔταξεν ἐν τοῖς κεφαλαίοις, ὅτι γὰρ βίαιος ὁ ὅρος, ὅρῳ ταὐτόν ἐστι, καὶ ἡ διάνοια τῇ προειλημμένῃ διανοίᾳ καὶ ἡ θέσις τῷ ἀντιληπτικῷ· ἡ μετάληψις τῆς προειρημένης μεταλήψεως· εἴπομεν δὲ καὶ ἡμεῖς τὴν αὐτῶν τάξιν· τὸ μὲν πρός τι κοινόν ἐστιν ἀμφοτέρων, τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος, τοῦ μὲν μεῖζον δεικνύντος τὸ εὐεργέτημα τῆς βλάβης ἐπὶ τῆς ἀντιστάσεως· ἐπὶ δὲ τοῦ ἀντεγκλήματος μεῖζον τὸ ἁμάρτημα τῆς τιμωρίας· ἐπὶ δὲ τῆς μεταστάσεως καὶ τῆς συγγνώμης μείζονα τὴν ἀνάγκην τοῦ γεγενημένου τοῦ διώκοντος· τοῦ μὲν μείζονα λέγοντος τὴν βλάβην τῆς εὐεργεσίας ἐπὶ τῆς ἀντιστάσεως· ἐπὶ δὲ τοῦ ἀντεγκλήματος μείζονα τὴν τιμωρίαν τοῦ ἁμαρτήματος· ἐπὶ δὲ τῆς μεταστάσεως καὶ τῆς συγγνώμης μεῖζον τῆς ἀνάγκης τὸ γεγενημένον, καὶ ἁπλῶς πάντα τὰ ἐναντία· ὁ βίαιος ὅρος τοῦ κατηγόρου ἐστὶν ὡς ἐπὶ τὸ πολὺ, οὐκ ἐμπίπτει δὲ εἰ μὴ ἐναντιώσει· ὁ γὰρ Μινουκιανὸς ἐν τῇ διαιρέσει ἐν ἀντιστάσει καὶ μόνον ἔταξε βιαζομένου τοῦ κατηγόρου καὶ λέγοντος, μηδὲ ὅλως εὐεργεσίαν εἶναι τοῦτο, ἀλλ’ ἀπώλειαν παντελῆ, ἐμπεσεῖται δὲ τῷ φεύγοντι λέγοντι μήδ’ ἡντιναοῦν βλάβην εἶναι τοῦτο, ἀλλὰ σωτηρίαν, ἐν δὲ ταῖς ἄλλαις οὐκ ἐμπεσεῖται.
5.178 ἡ θέσις ἀκόλουθός ἐστι τῷ βιαίῳ ὅρῳ, τοῦ μὲν ἐπαινοῦντος, τοῦ δὲ ψέγοντος· ἐμπεσόντος δὲ βιαίου ὅρου καὶ αὐτὴ ἐμπεσεῖται ἡ μετάληψις τοῦ κατηγόρου· ἔστι δὲ τοῦ λέγοντος, ὅτι ἄλλως ἐχρῆν· ἕπεται οὖν αὐτὴ ἀντίληψις, ἐπὶ μὲν ἀντιστάσεως καὶ ἀντεγκλήματος χώραν ἔχουσα, ἐπὶ δὲ τῶν ἄλλων οὐκέτι, ἀλλ’ ὅσον μὴ τὴν φύσιν ἐκπεσεῖν τῆς μεταλήψεως· ἢ ἀνάγκη πάντως ἐμπεσεῖν ἀντίληψιν, ἐνθύμημα μόνον ἔχουσαν. καὶ αὕτη μὲν ἡ τῶν κεφαλαίων διαίρεσις· ἴδωμεν δὲ καὶ κατὰ ῥητὸν τοῦ τεχνικοῦ· „ἐν πάσῃ γὰρ ἀντεγκληματικῇ ἀντίθεσις τοπικὴ γίνεται“. τοῦτο σφόδρα κακῶς, ὅταν γὰρ ἐπὶ πολὺ ἤ τινα τῶν μειζόνων ἀνατίθησιν, οὐ δύναται τοπικὴ γίνεσθαι, οὐδὲ καταδρομὴν ἔχειν, ἀλλ’ ὡς κατὰ πόρνου διαιρῶν ζήτημα· εὗρεν τὴν ἀντίθεσιν τοπικὴν ποιῆσαι. Ἐρεῖ δέ τι καὶ ἀντιστατικό ν · καθόλου δεῖ γνῶναι, ὅτι αἱ ἀντιθετικαὶ δι’ ἀλλήλων μελετῶνται, καὶ ὅτι τιθεῖσα τὴν ἀντίθεσιν τὴν ὁμώνυμον τῇ στάσει καὶ τῶν ἄλλων ἐνθύμημα τίθησιν· ἐπειράθησαν δέ τινες τῶν ἐπιγραψαμένων τέχνην ῥητορικὴν καὶ εἴδη τινὰ εἰπεῖν, καὶ ὁ μὲν Ἑρμογένης μόνον εἴδη, τὰ δὲ τῶν ἀντιθετικῶν δημόσιον, ἰδιωτικὸν, μικτόν· δημόσιον μὲν, ἐπὶ τοῦ στρατηγοῦ τοῦ κατασκάψαντος τὸ τεῖχος, ἰδιωτικὸν δὲ, ὡς ἐπὶ τοῦ στρατιώτου τοῦ τὸν ἵππον ἀποσφάξαντος, μικτὸν δὲ, ὡς ἐπὶ τοῦ τὸν παῖδα ἐν τῇ πολιορκίᾳ ἀποσφάξαντος, ἀλλὰ ταῦτα μὲν οὐκ εἴδη, οὐδὲ διάφορον ἔχουσι τὴν διαίρεσιν, ἀλλὰ τρόποι, καθὼς καὶ πρότερον ἐδιδάξαμεν τὴν διαφορὰν τοῦ τε ἰδίου καὶ δημοσίου καὶ μικτοῦ λόγου, ὅπερ ἐν τούτοις χρήσιμον· ἕτεροι δὲ εἴδη ταῦτα λέγουσιν, ἀντίστασιν κατὰ στοχασμὸν λέγοντες καὶ ἐγκαταμεμιγμένον, ὅταν τὴν ἀντιθετικὴν τὴν ὁμώνυμον τῇ στάσει θεὶς ἐπαγάγηται λέγων στοχασμὸν ὡς ἐπὶ τούτου· ὁ πατὴρ τὸν ἕνα τῶν παίδων ἀπεκήρυξε, καὶ τὸν δεύτερον κατὰ τὸν τῶν ἀκρίτων νόμον ἀπέκτεινε· τρίτου γεννηθέντος ἐκτίθεται αὐτὸν καὶ κρίνεται ὑπὸ τῆς γυναικὸς κακώσεως· ἐνταῦθα γὰρ ἡ ἀντιθετικὴ ἀντίθεσις, ὅτι ὠφέλησεν, ἵνα μὴ ὅμοιος τοῖς ἄλλοις γένηται καὶ ἀνιάσῃ· ἀναφύεται οὖν τέλειον ζήτημα στοχαστικὸν, εἰ καὶ τοῦτον εἰκὸς πονηρὸν γενέσθαι ἢ σωφρονισθῆναι τῷ δέει τῆς τῶν φθασάντων τιμωρίας, καὶ μετὰ τὴν στοχαστικὴν ἐξέτασιν πᾶσαν τὰ λοιπὰ κεφάλαια τῆς ἀντιστάσεως· ὥσπερ γὰρ ἐν στοχασμῷ καὶ ἐν ὅρῳ τῷ ἐμπίπτοντι τέλειον μεταξὺ ἀναφύεται ζήτημα στοχαστικὸν, ὃ μετὰ τὰ ἐκ τῆς ἀντιθέσεως ταχθήσεται κεφάλαια· ἐστὶν δικαιότερον εἶδος τῶν ἀντιθετικῶν ἐγκαταμεμιγμένον νομικῇ, ὡς ἐπὶ τοῦ „νόμος νύκτωρ μὴ ἀνοίγειν τὰς πύλας, αἰχμάλωτοι φεύγοντες προσέκρουον τοῖς τείχεσιν, ὁ στρατηγὸς οὐκ ἤνοιξεν, ἐπικαταλαβόντες αὐτοὺς ἀπέκτειναν οἱ πολέμιοι καὶ κρίνεται“.
5.179 ἐνταῦθα γὰρ ἐπὶ τὸν νόμον αὐτοῦ ἀναφέροντος ἀναφύεται ῥητὸν καὶ διάνοια μεταξὺ, εἴγε ἐπὶ ἑτέροις ἐστὶν ἢ ἐπὶ τούτοις τὸ μὴ ἀνοίγειν τὰς πύλας. μεθ’ ἃ πάλιν τὰ ἀντιθετικὰ καὶ ταῦτα μὲν δι’ ἀντιθετικῶν καὶ διάφορον διαίρεσιν ἐπιδεχόμενα. ἐπὶ τῆς συγγνώμης ἀπὸ τῆς μεταστάσεως ἐπηγγείλατο ἀκριβεστέραν ἐν τῇ διαιρέσει διαφορὰν εἰπεῖν, ἣν ἐνταῦθα τίθησι μὴ καταδεχόμενος αὐτὴν εἶναι ἀληθῆ, ἀλλὰ τῷ αὐτῷ ἀκολουθῶν ἁμαρτήματι. Περὶ πραγματικῆ ς .
5.180.(1t) Ζητοῦσί τινες, τί δήποτε ἐν μὲν τῇ μεθόδῳ τῶν στάσεων πρώτην ἔταξε τὴν πραγματικὴν, ἐν δὲ τῇ διαιρέσει μετὰ τὰς δικαιολογικὰς, καὶ ἔστιν ἄξιον αἰτίας τὸ ζητούμενον· ἐροῦμεν, ὅτι ἐκεῖ μὲν κατὰ τὴν ἀκολουθίαν τῆς διδασκαλίας ἐχρήσατο κατὰ τὴν ἀνάγκην τῆς τέχνης· ἐπειδὴ γὰρ τὴν ποιότητα εἰς δύο ἔτεμεν, τό τε μέλλον καὶ τὸ παρεληλυθὸς, καὶ τὸ μὲν μέλλον ἄτμητον εἶναι λέγει, ὅ ἐστι τῆς πραγματικῆς, τὸ δὲ παρεληλυθὸς εἰς πλείονα τέμνεται, ἀναγκαῖον ἦν τὸ ἄτμητον καὶ μονοειδὲς προτάξαι τῶν τεμνομένων καὶ ἀκολουθίαν ἐχόντων, ἐν δὲ τῇ διαιρέσει δεύτερα τετάχθαι, ὅτι αἱ πέντε, ἥ τε ἀντίληψις καὶ αἱ τέσσαρες ἀντιθετικαὶ, τὰ αὐτὰ κεφάλαια ἔχουσι τῷ ὅρῳ μόνῳ ἐναλλαγῆς τινος γενομένης. διαλαβόντι οὖν αὐτῷ περὶ ὅρου ἀναγκαῖον πάσας τὰς στάσεις εἰπεῖν, τὰς τὰ αὐτὰ κεφάλαια ἐχούσας, ἡ γὰρ πραγματικὴ διάφορα πάντη κεφάλαια παρ’ αὐτὰς ἔχει· ἢ ὅτι αἱ πέντε ὥσπερ ἑνὸς γένους στάσεων εἰσὶ τῆς δικαιολογίας, πρῶτον πληρωθῆναι· πάντων δὲ ὁμοῦ αὕτη ἡ ἐξήγησις· καὶ ἀληθὴς ἑτέρα· ἐπειδὴ ἕκαστον τῶν τῆς πραγματικῆς κεφαλαίων κατά τινα στάσιν μελετᾶται, ὡς ἑξῆς ἐροῦμεν, οἷον τὸ δίκαιον κατὰ τὰς δικαιολογικὰς, τὸ νόμιμον κατὰ τὰς νομικὰς, ἀναγκαῖον ἦν προδιδαχθῆναι ταῦτα στάσει, ὧν ἡ χρεία ἤμελλεν εἶναι ἐν τῇ διαιρέσει τῆς πραγματικῆς· ἑτέρα δὲ ἐξήγησις, καὶ αὕτη ὁμοίως ἀληθής· ἐπειδὴ μόνη ἡ πραγματικὴ τῶν δύο γενῶν μετέχει, καὶ τῶν νομικῶν καὶ τῶν λογικῶν, ἡ μὲν γάρ ἐστιν ἔγγραφος, ὅπερ ἐστὶ τῶν νομικῶν, ἡ δὲ ἄγραφος, ὅπερ ἐστὶ τῶν λογικῶν, καὶ ἐν τούτοις δὲ τοῖς κεφαλαίοις ἡ κοινωνία τούτων εὑρίσκεται τῶν στάσεων, διὰ τοῦτο μέση τέτακται μετὰ τὰς λογικὰς καὶ πρὸ τῶν νομικῶν ὡς ἀμφοτέρων μετέχουσα· καὶ ἡ μὲν αἰτία τῆς τάξεως αὕτη τῆς πραγματικῆς.
5.181 Τὰ μὲν εἴδη κατὰ τὸν τεχνικὸν καὶ τὸν Μινουκιανὸν δύο· ἔγγραφος καὶ ἄγραφος, κατὰ δὲ ἑτέρους τινὰς ἐστὶ καὶ τρίτον εἶδος, ὃ καλοῦσιν ἔμμεσον, τὸ μεταξὺ ἐγγράφου, καὶ ἔστιν ἔγγραφος μὲν συμβουλὴ καὶ ἡ κατὰ αἴτησιν καὶ ἡ κατὰ ἀμφισβήτησιν· τῆς δὲ ἐγγράφου ἡ τῶν παρανόμων γραφή· τῆς δὲ ἐμμέσου εἴδη ἐστὶν ἑπτὰ, ἅτινα ἰδέαν μὲν καὶ τάξιν ἔχει συμβουλευτικὴν, περὶ ῥητῶν δὲ διαλαμβάνει, διὸ καὶ ἔμμεσα καλεῖται, ἐπειδὴ ἀμφοτέρων μετέχει. καὶ ἔστιν ἓν μὲν κατ’ εἰσαγωγὴν ῥητοῦ, ὡς ἐπὶ τοῦ, „τοὺς φυγάδας τῶν Ὀλυνθίων ὑπεδέξαντο Ἀθηναῖοι, ἐστράτευε Φίλιππος, καὶ μετὰ ταῦτα τοὺς Φωκέων, καὶ αὖθις ἐπεστράτευσε, καὶ γράφει τις νόμον μηδένα δέχεσθαι“. ἤγουν γράφει Αἰσχίνης νόμον, μηδενὶ βοηθεῖν, ὃς ἂν μὴ πρότερον βεβοηθηκὼς ᾖ. ἐνταῦθα γὰρ οὔτε κατηγορία ἐστὶν ῥητοῦ, οὔτε ἀπολογία, ἀλλὰ συμβουλὴ τοῦ δέξασθαι ῥητόν· κατὰ ἐναντίωσιν ῥητοῦ μὴ λυομένου ὡς ἐπὶ τούτου· νόμος ἐν τρισὶν ἡμέραις περὶ πολέμου βουλεύεσθαι· τοῦ περὶ Χαιρώνειαν πολέμου γενομένου γράφει Δημοσθένης τὰ θεωρικὰ εἶναι στρατιωτικά· ἐνταῦθα γὰρ αἵρεσίς ἐστι τοῦ ῥητοῦ· μετὰ τὴν ἐν Μαραθῶνι μάχην γράφει τις ἐν Λακεδαίμονι λύεσθαι τὸν τῆς πανσελήνου νόμον. ἢ κατὰ προςθήκην ῥητοῦ· νόμος τὸν στρατηγὸν νόμον εἰσφέρειν, τοῦ πλουσίου στρατηγοῦντος ὁ παῖς τοῦ πένητος ἔλιπε τὴν τάξιν, καὶ γράφει ὁ στρατηγὸς νόμον, τοὺς λιπόντας τὴν τάξιν διαφέρεσθαι· μετὰ ταῦτα τοῦ πένητος στρατηγοῦντος συνέβη τὸν τοῦ πλουσίου παῖδα τὴν τάξιν καταλιπεῖν, καὶ προςτίθησιν ὁ πένης τῷ νόμῳ, τὸν λειποτάκτην ὑπὸ τοῦ ἀριστέως κολάζεσθαι· ἐνταῦθα γὰρ προςθήκη ἐστὶ κατὰ ἀφαίρεσιν ῥητοῦ, νόμου ὄντος ἐξεῖναι τοῖς πατράσιν ἀποκηρύττειν τοὺς παῖδας, ἢ ἀκρίτους ἀποκτιννύναι· πολλῶν ἀκρίτους ἀποκτεινόντων γράφει τις νόμον ἀποκηρύττειν μόνον ἐξεῖναι· ἢ ὅταν γράφῃ τις μετ’ αἰτίας, ὡς ἐπὶ τούτου· τῶν ἀνδρῶν ἡττωμένων ἐξῆλθον αἱ γυναῖκες καὶ ἐνίκησαν, καὶ γράφει τις γυναῖκας στρατεύεσθαι· ἐνταῦθα γὰρ τὸ συμβῆναι αὐτὰς νικῆσαι πεποίηκε γραφῆναι· ἐπὶ ἕβδομόν ἐστιν ἡ τῶν ψηφισμάτων, ὅταν ἐπὶ δωρεᾷ τινι γράφωμεν καὶ ἀντιλέγῃ τις αὐτῷ οὐ κατηγορῶν τοῦ γράψαντος, καὶ αὗται αἱ ἔμμεσοι.
5.182 Ἐξέλιπε δὲ τὰ ἔμμεσα πάντα, καὶ ἡ κατὰ ἀμφισβήτησιν καὶ ἡ κατὰ παρανόμων γραφή· δεῖ οὖν τὸν ὅρον οὕτω ποιεῖν, ὅτι πραγματική ἐστι πολιτικοῦ μέλλοντος πράγματος ζήτησις, εἰ δεῖ γενέσθαι τόδε τι, ἢ δοθῆναι τόδε τι ἢ ἕτερόν τι, ἢ κυρωθῆναι τόδε τι τὸ γραφὲν ἔννομον καὶ συμφέρον τῷ μέλλοντι. καὶ ταῦτα μὲν εἴδη τῆς πραγματικῆς, τὰ δὲ κεφάλαια ταῦτα. Ἡ πραγματικὴ διαιρεῖται νομίμ ῳ , δικαί ῳ , συμφέροντ ι , δυνατ ῷ , ἐνδόξ ῳ , ἐκβησομέν ῳ · περὶ τῆς τάξεως τῶν τῆς πραγματικῆς κεφαλαίων ἀναγκαῖον διελθεῖν. εἰς δύο χρόνους διῃρημένων τῶν ζητημάτων, εἴς τε τὸν παρεληλυθότα καὶ μέλλοντα, καὶ τῆς πραγματικῆς μέσης ἀμφοτέρων τεταγμένης, καὶ φύσει μὲν εἰς τὸ μέλλον ἐχούσης τὸν σκοπὸν, οὐ μὴν οὐδὲ τοῦ παρελθόντος ἐκτὸς οὔσης, τὰ κεφάλαια αὐτῆς ἀμφοτέρων μετέχει τῶν χρόνων· τὸ μὲν οὖν νόμιμον καὶ δίκαιον τοῦ παρελθόντος ἐστὶν, οὔτε γὰρ νόμοι ἔφθασαν τεθεῖσθαι, καὶ τὸ δίκαιον ἐκ τῶν φθασασῶν κοινῶν ἐννοιῶν δοκιμάζεται· εἰκότως οὖν τὰ δύο ταῦτα προτεταγμένα εἰσὶν κεφάλαια, τὸ νόμιμον, τὸ δίκαιον. Ζητήσειε δ’ ἄν τις καὶ περὶ τῆς αὐτῶν τάξεως, τί δήποτε τὸ νόμιμον προτέτακται τοῦ δικαίου· ἐροῦμεν οὖν, ὅτι αἱ ἄτεχνοι πίστεις πανταχοῦ ἰσχυρότεραί εἰσιν τῶν ἐντέχνων, καὶ ἐν ὅρῳ καὶ πανταχοῦ τοῦτο δέδεικται· εἰκότως οὖν ἰσχυρότερόν ἐστι τὸ ἀπὸ ῥητοῦ καὶ ἐγγράφου τινὸς ἰσχυρίσασθαι, ἢ ἐννοίᾳ χρήσασθαι ἀντίῤῥησιν ἐχούσῃ· τὸ γὰρ δίκαιον ἐξ ἐννοιῶν ἐστι καὶ ἐνδόξων πίστεων· αἱ δὲ ἔνδοξοι πίστεις οὐ πανταχοῦ αἱ αὐταί εἰσιν· αὐτίκα γοῦν τὸ ἐσθίειν τοὺς γονεῖς τισιν ἀγαθόν ἐστιν, ἑτέροις τὸ κάειν, Ἀθηναίοις δὲ καὶ μὴ τρέφειν ἢ χειραγωγεῖν ἔγκλημα ἐδόκει· εἰκότως οὖν δέδεικται, ὧς αἱ ἔνδοξοι πίστεις ἀμφισβήτησιν ἔχουσιν.
5.183 τὸ δὲ δίκαιον ἐξ ἐνδόξων κατασκευάζεται πίστεων, ἀσθενέστερον ἄρα ἐστὶ τῶν ἀτέχνων πίστεων· αἱ γὰρ ἄτεχνοι πίστεις ῥητοῖς καὶ ὡρισμένοις τισὶ τὴν πίστιν ἔχουσιν· εἰκότως οὖν προτέτακται τὸ νόμιμον τοῦ δικαίου· τὸ ἰσχυρότερον δὲ ἀναντίῤῥητον· δεύτερον δέ ἐστιν ἄγραφον τὸ δίκαιον· τοῦτο μὲν, ὡς ἔφημεν, διὰ τὸ προειληφέναι, καὶ τοῦ παρεληλυθότος εἶναι χρόνου· ἔπειτα δὲ καὶ διότι τὸ δίκαιον ἑπόμενόν ἐστι τῷ νομίμῳ· τὸ γὰρ ἄγραφον δίκαιον ῥητοῦ ἀπορῆσαν νόμιμον γίνεται· φύσει μὲν γὰρ προϋπάρχει, δυνάμει δὲ δεύτερόν ἐστιν. ἀκόλουθα ἀλλήλων τέτακται, καί τινες ἐζήτησαν, τί δήποτε μὴ τὸ δίκαιον ὡς φύσει προϋπάρχον τέτακται, καὶ προςτιθέασι τοιοῦτόν τινα λόγον, ὡς δεῖ ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ ἰσχυρότερα προσιέναι, καὶ κατὰ μικρὸν ἄγειν πρὸς πίστιν τὸν ἀκροατήν· ἐχρῆν οὖν πρῶτον τὸ δίκαιον τάττεσθαι. ἐροῦμεν, ὅτι Δημοσθένης οὐκ ἠνέσχετο τοῦτο ποιῆσαι, καὶ κανόνα τοῦτον τῇ τέχνῃ δέδωκεν, τὰ ἰσχυρὰ προτείνειν· ἐν γοῦν τῷ ὑπὲρ τοῦ στεφάνου ἀσθενῶν περὶ τὸν νόμον καὶ ἰσχύων περὶ τὸ δίκαιον καὶ προοίμιον ἠναγκάσθη κατασκευάσαι, ἴδιόν τε λαβεῖν παρὰ τοῦ δικαστοῦ τὸ τοῖς ἰσχυροῖς πρώτοις χρήσασθαι, ἵνα μὴ ἐξ ἀρχῆς καταγνωσθεὶς δυσχερῆ τὴν ἐπαγομένην πίστιν ἕξει· εἰκότως οὖν τὸ νόμιμον προτέτακται, καὶ ἕπεται τὸ δίκαιον. Συμφέροντ ι , δυνατ ῷ . Τὸ συμφέρον καὶ τὸ δυνατὸν, ὡς προειρήκαμεν, ἐπὶ τοῦ μέλλοντος, καὶ πῶς τοῦ παρεληλυθότος ἐξετάσεως προτεθείσης εἰκότως ἡ τοῦ μέλλοντος ἐπῆκται; καὶ ζητοῦσί τινες, τί δήποτε τὸ συμφέρον τοῦ δυνατοῦ προτέτακται· καὶ ἐροῦμεν, ὅτι ἕως ἂν ἀδύνατα ᾖ τὰ πράγματα, περιττὴ καὶ ἡ τοῦ συμφέροντος βουλὴ, καὶ παραφέρουσιν τὸ ἀδύνατον ἀσύστατον ζήτημα, ὅτι διὰ τὸ μὴ δύνασθαι ἐξετασθῆναι τὸ δυνατὸν ἀσύστατον ἐποίησε· τί οὖν δήποτε, φασὶ, προτέτακται; ἐροῦμεν, ὅτι τὸ συμφέρον καὶ φύσει πρῶτον καὶ ἐμπεριείληφεν ἐν αὑτῷ τὸ ἀδύνατον· ὁ γὰρ τὰ ἀδύνατα κατασκευάζων τὰ ἀσύμφορα κατασκευάζει.
5.184 ὡσανεὶ μὲν κατασκευάζοιμεν Μαρωνείτας ἄρξαι τῆς Ἑλλάδος, ἀσύμφορα αὐτοῖς κατασκευάσομεν, καὶ εἰ κατασκευάσομεν συμφέρειν τῷ πένητι τριηραρχεῖν, κατὰ τὸ ἀδύνατον ἀσύμφορόν ἐστιν· ἀνάγκη οὖν πάντως καὶ φύσει τῷ συμφέροντι τὸ δυνατὸν ἐμπεριέχεσθαι. οὐ μὴν τῷ δυνατῷ τὸ συμφέρον· οὐ γὰρ εἰ δυνάμεθα τόνδε τινὰ ἀποκτεῖναι, καὶ συμφέρον ἐστίν, οὐδὲ εἰ συλῆσαι τὰ ὅσια ῥᾴδιον, ἅγε λίαν ἀφύλακτα ὄντα, τοῦτο συμφέρει· φυσικῶς οὖν καὶ ἀναγκαίως τῷ συμφέροντι τὸ δυνατὸν ἐμπεριέχεται· εἰκότως οὖν τὸ περιέχον τοῦ περιεχομένου προτέτακται. καὶ εἴ τις ἐρεῖ, ὡς ἄχρηστόν ἐστι τὸ συμφέρον ἐξετάζειν ἀπόντος τοῦ καλοῦ, ἐροῦμεν, ὡς καὶ κατὰ τὸν τῆς φιλοσοφίας λόγον ἀεὶ τὸ συμφέρον ἐξετάζεται, κἂν ἀπῇ τὸ δυνατόν· δεῖ γὰρ βουλεύεσθαι τὰ χρηστὰ, καὶ εἰ μὴ δυνάμεθα. καὶ ἔτι βουλήσεως μέν εἰσι δίκαια καὶ ζητήματα ὑπὲρ τούτου καὶ τοῦ δυνατοῦ ἀπόντος, καὶ πολλοὶ πολλάκις ὑπὲρ αὐτοῦ τοῦ βούλεσθαι καὶ ζητεῖν ὁμολογουμένης αὐτοῖς τῆς ἀσθενείας τοῦ δυνατοῦ κρίσιν ὑπέμειναν.
5.185 οὐδεὶς δὲ πώποτε οὔτε ἐν τοῖς ζητήμασιν, οὔτε ἐν τοῖς κοινοῖς πράγμασιν ὑπὲρ τοῦ δύνασθαι μόνον ἀπούσης βουλήσεως ἔγκλημα ἔσχε· τούτῳ γὰρ τῷ λόγῳ ὁ πλοῦτος καὶ ἰσχὺς καὶ τὰ ὅπλα ἤμελλεν ὑπεύθυνα εἶναι, ἀλλ’ οὐχ ὑπεύθυνά εἰσιν· ἤδη δὲ ἀσθενής τις ὑπὲρ τῆς βουλήσεως ὁμολογουμένως δίκην δέδωκε· δέδεικται ἐκ πάντων τὸ δυνατὸν τοῦ συμφέροντος ἀσθενέστερον· εἰκότως οὖν προτέτακται τὸ συμφέρον καὶ ἕπεται τὸ δυνατόν· τὸ ἔνδοξον καὶ τὸ ἐκβησόμενον μέρη τοῦ συμφέροντός εἰσιν· οὐδὲ γὰρ κατ’ αὐτὰ τὰ κεφάλαιά εἰσι· τότε γὰρ, εἰ δόξαν οἴσει τόδε τι, εἰ μὴ τοῦ συμφέροντός ἐστι τὸ ἐκβησόμενον, καὶ ὅταν λέγωμεν, „πονηρὸν ἐκβήσεται ἢ ἀγαθὸν,“ τοῦ συμφέροντός ἐστι. Δεδίδακται οὖν ἡ τοῦ συμφέροντος δύναμις, ὡς οὐ μόνον προτάττεσθαι ἦν ἀξία, ἀλλ’ ἤδη καὶ ἑτέρων δύο κεφαλαίων δοκούντων ἤρκεσε ποιῆσαι τὴν γένεσιν. ὡμολόγηται οὖν τὰ δύο κεφάλαια ταῦτα μέρη τοῦ συμφέροντος ὄντα. τί δὲ δήποτε τὸ ἔνδοξον τοῦ ἐκβησομένου προτέτακται; ἐροῦμεν, ὅτι ὃν τρόπον εἰρήκαμεν, ὡς τὸ συμφέρον ἐν ἑαυτῷ κατὰ φύσιν ἔχει τὸ δυνατὸν, τούτῳ τῷ λόγῳ καὶ τὸ ἔνδοξον τὸ ἐκβησόμενον· εἰ γὰρ λέγοιμεν, ὅτι ἐκβήσεται τόδε τι, οἷον ἄδοξον ἢ ἔνδοξον, διελεῖν δεῖ τὸ ἔνδοξον καὶ τὸ ἐκβησόμενον κατασκευάζει ἐν μέρει τινὶ καὶ τὸ ἔνδοξον· εἰκότως οὖν τὸ ἔνδοξον πρῶτον τέτακται· ἐροῦσι δέ τινες ἐναντιούμενοι, ὅτι τὸ μὲν ἔνδοξον μονοειδές ἐστιν, τὸ δὲ ἐκβησόμενον πολυειδὲς, καὶ γὰρ ἐν ἑαυτῷ καὶ τὸ συμφέρον καὶ τὸ κινδυνῶδες καὶ τὰ ἄλλα δοκοῦντα εἶναι κεφάλαια κατασκευάζεται· τὸ δὲ ἔνδοξον μόνον ἐστίν· ὤφειλεν οὖν, φησὶ, τὸ ἐκβησόμενον πρῶτον κατασκευάζεσθαι· ἐροῦμεν, ὅτι ἡ τοῦ συμφέροντος ἔννοια τὴν δόξαν ἔχει, καὶ ἐπειδὴ τὰ ζητήματα βούλεται ἀκόλουθον ἔχειν τὸν σκοπόν· προτείνεται δὲ ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ζητήμασι τὰ τῶν ἀρχαίων πρόσωπα, οἷον τὸ Δημοσθένους φημὶ ἢ Περικλέους ἢ Ἀθηναίων, ἢ Λακεδαιμονίων, οἷς ἐπιμελὲς παρειλήφαμεν ἐκ τῶν ἀρχαίων τὸ δόξης μᾶλλον ἢ τῶν ἄλλων φροντίζειν, εἰκότως τὸ ἔνδοξον προτέτακται τοῦ ἐκβησομένου· εἰ γὰρ εὑρίσκομεν αὐτοὺς πολλάκις διὰ δόξαν τοῦ ἐκβησομένου καταφρονήσαντας, ὥσπερ τοὺς ἐν Πύλαις τριακοσίους καὶ τοὺς ἄλλους, οὓς ἐξὸν ἐν ἀδοξίαις σώζεσθαι τοῦ ἐκβησομένου κατεφρόνησαν, καὶ πρὸς τὴν δόξαν εἶδον· ἐπειδὴ οὖν τὰ πολλὰ τῶν ζητημάτων καὶ ἡ πᾶσα τέχνη ἐξ ἐκείνων ὥρμηται, καὶ εἰς ἐκείνους ἔχει τὴν ἐργασίαν, οἷς ἡ δόξα περὶ πλείονος τῶν ἄλλων, εἰκότως τὸ ἔνδοξον τοῦ ἐκβησομένου προτέτακται.
5.186 Ἕπεται δὲ τῷ ἐκβησομένῳ καὶ τὸ ἀναγκαῖον κεφάλαιον, ὃ ὁ τεχνικὸς μὲν οὐ τίθησι, παρὰ δὲ τῷ Δημοσθένει καὶ τοῖς πολλοῖς τῶν ἀρχαίων μεμελέτηται· καὶ ἡ μὲν τάξις τῶν κεφαλαίων αὕτη. Ἐστὶ δὲ πραγματικὴ ἁπλῆ καὶ διπλῆ καὶ τριπλῆ· καὶ ἁπλῆ μὲν, οἷον συμβουλεύει τις βοηθεῖν Ὀλυνθίοις. ἓν γὰρ πρᾶγμα συμβουλεύει· διπλῆ δὲ ὡς ἐπὶ τούτου· πολιορκουμένων Πλαταιέων καὶ Μιτυλήνης ἀφεστηκυίας γράφει τις, Πλαταιεῦσι βοηθεῖν, ἀμελήσαντας Μιτυλήνης, καὶ ἕτερος ἀντιλέγει· ἐνταῦθα γὰρ ὁ μὲν ἀντιλέγων ἀναγκαιότερον κατασκευάζει τὸ Μιτυλήνην λαβεῖν τοῦ Πλάταιαν σῶσαι· ὁ δὲ συμβουλεύων τὸ Πλάταιαν λαβεῖν τοῦ Μιτυλήνην ἀναγκαιότερον, καὶ δεῖ πάντα διπλᾶ εἶναι τὰ κεφάλαια ἐξεταζόμενα ἀφ’ ἑκατέρου μέρους· τριπλῆ δὲ, ὡς ἐπὶ τούτου· μετὰ τὸν ἐν Λεύκτροις πόλεμον Λακεδαιμόνιοι καὶ Θηβαῖοι πρεσβεύοντες πρὸς Ἀθηναίους ἀξιοῦντες βοηθείας τυχεῖν, καὶ συμβουλεύει Χαβρίας μὲν Θηβαίοις βοηθεῖν, Κόνων δὲ Λακεδαιμονίοις, Ἰφικράτης δὲ οὐδετέροις· ἐνταῦθα γὰρ τριπλᾶ ἐστι πάντα· δεῖ γὰρ τὸν Λακεδαιμονίοις συμβουλεύοντα βοηθεῖν ἀνατρέψαι τό τε μηδετέροις βοηθεῖν τό τε ἑαυτοῦ κατασκευάσαι καὶ ἀνατρέψαι τὸ Λακεδαιμονίοις καὶ τὸ μηδ’ ἑτέροις· καὶ ὁ μηδ’ ἑτέροις κελεύων βοηθεῖν τὴν ἰδίαν κατασκευάζων πρότασιν τὰς ἑκατέρων ἀναιρεῖ, καὶ τούτου παράδειγμα ὁ πέμπτος τῶν Λευκτρικῶν Ἀριστείδου, ὁ μηδ’ ἑτέροις κελεύων βοηθεῖν· καὶ περὶ μὲν πραγματικῆς ταῦτα· ἴδωμεν δὲ καὶ κατὰ ῥητόν.
5.187 Ἔγγραφος μὲν ἡ ἀπὸ ῥητοῦ τὸ ζητούμενον ἔχουσ α . φθάσαντες προειρήκαμεν, ὡς τὰ ἔμμεσα εἴδη τῆς πραγματικῆς ὁ τεχνικὸς ἀγνοεῖ καὶ νομίζει, ὅτι δύο μόνα ἐστὶ τὰ γένη καὶ εἴδη, ἥ τε ἔγγραφος, ἥ τε ἄγραφος, ἀγνοῶν ὡς καὶ ἐν αὐτῷ τῷ ῥητῷ αὐτὸς ὁμολογεῖ, ὡς τὰ ἔμμεσα καθόλου ἐστὶν ἔγγραφα· λέγων γὰρ ἢ ἀπὸ ῥητοῦ τὸ ζήτημα ἔχουσα σημαίνει τὰς ἐγγράφους μόνας· αἱ γὰρ ἔμμεσοι οὐ μόνον ἀπὸ ῥητοῦ τὸ ζήτημα ἔχουσιν· ὅταν γὰρ ὁ αὐτός φησιν νόμος, „ἐν τρισὶν ἡμέραις περὶ πολέμου βουλεύεσθαι, Φιλίππου Ἐλάτειαν κατειληφότος συμβουλεύει Δημοσθένης, αὐθημερὸν ἐξιέναι,“ ἐνταῦθα οὐχ ἡ ζήτησίς ἐστι περὶ τὸ ῥητὸν, οὐδὲ γὰρ ζητοῦσιν, εἰ δεῖ κυρωθῆναι, τὸ δὲ ῥητὸν οὐδὲ εἰ παραβέβασται· τὸ δὲ ῥητὸν, αἵπερ εἰσὶ ζητήσεις περὶ τὸ ῥητὸν, ἀλλὰ περὶ τὸ πρᾶγμά ἐστιν ἡ ζήτησις ὁμολογουμένως τοῦ παραβαινομένου, εἰ δεῖ διὰ τὴν ἀνάγκην ἐν μιᾷ ἡμέρᾳ βουλεύεσθαι. Οἷον ἀξιοῖ Κλέων μετὰ τὰ ἐν Πύλῳ Πύθιος καλεῖσθα ι · τῆς ἀγράφου εἴδη ἐστὶν ἕξ. τὸ συμβουλευτικὸν, τὸ κατὰ αἴτησιν, τὸ κατὰ ἀμφισβήτησιν, εἰσαγγελία, ἀποκήρυξις, δοκιμασία· εἰδέναι δὲ δεῖ, ὅτι ἡ ἀποκήρυξις οὐ πάντως πραγματικὴν ποιεῖ, ἀλλ’ ἐνίοτε καὶ ἑτέρας στάσεως, ἐνίοτε καὶ πραγματικῆς· διὸ καὶ πέντε οἱ τῶν τεχνικῶν αὐτὰ λέγουσι μὴ ἀνεχόμενοι τὴν ἀποκήρυξιν ἐντάττειν ἐν τῷ εἴδει διὰ τὸ καὶ ὑφ’ ἑτέρας ἀνάγεσθαι στάσεις.
5.188 Τὰ γὰρ ἕτερα τὰ προειρημένα οὐδέποτε εἰς ἑτέρας στάσεις ἐμπίπτει· τὸ τοίνυν νόμιμον ἐν μὲν τῇ ἐγγράφῳ μιᾷ τῶν νομικῶν ἐμπίπτει στάσεων, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος, καὶ κατὰ ἀντινομίαν ἡ πρώτη ἀντίθεσις ἐνέπεσεν, καὶ ἡ λύσις κατὰ ῥητὸν καὶ διάνοιαν, καὶ ἡ ἑτέρα κατὰ συλλογισμόν· οὐκ ἀναγκαῖον οὖν οὔτε πάσας εὑρίσκεσθαι, οὔτε μιᾷ μόνῃ χρήσασθαι, ἀλλ’ ὡς ἂν ἡ εὐπορία τοῦ ῥήτορος καὶ ἡ φύσις τοῦ πράγματος συμβῇ· ἐν δὲ τῇ ἀγράφῳ τὸ ἔθος ὡς νόμιμον ἐξετασθήσεται κακῶς· οὐ γὰρ μόνον ἐν τῇ ἀγράφῳ τὸ ἔθος νόμιμον ἐξετασθήσεται, ἀλλὰ καὶ ἐν τῇ ἐγγράφῳ νόμος πολλάκις ἀναγινώσκεται· εἴη δ’ ἂν καὶ ἐν τῇ ἐγγράφῳ τὸ ἔθος ἀντὶ νόμου παραλαμβανόμενον, οἷον συμβουλεύει τις τῆς Δεκελείας τειχιζομένης κατάγειν Ἀλκιβιάδην· ἐνταῦθα γὰρ πάντας τοὺς περὶ τῶν φυγάδων νόμους ἔχει ἀναγνῶναι ἀντιτιθείς· ἄγραφος μέν ἐστιν ἡ πραγματικὴ, χρήσαιο δ’ ἂν καὶ ἐγγράφοις, καὶ πάλιν ἐν τῷ ἀγράφῳ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος· „φήσει τοίνυν τοῦτον τὸν τρόπον ἁπάσας εἰληφέναι τὰς βουλὰς,“ ὁμολογουμένως ἐπὶ τὸ ἔθος ἀντὶ τοῦ νόμου κατέφυγεν. Ὡς ἂν ἐγχωρῇ τοῖς κεφαλαίοι ς . τοῦτο κακῶς· οὐδέποτε γὰρ εἰς ἑτέρας στάσεως κεφάλαιον ἐκπεσοῦσα τὰ ἑαυτῆς ἔτι φυλάττει κεφάλαια, ἀλλὰ τὸν σκοπὸν μόνον καὶ τὰ ἐνθυμήματα· κεφαλαίοις δὲ οὐ χρῆται, οὔτε ἐν στοχασμῷ ἢ ἐν ὅρῳ, ὅταν λέγῃ. „ἀντιλήψει ἢ μιᾷ τῶν ἀντιθετικῶν,“ οὐ τὰ κεφάλαια τίθησιν, ἀλλὰ τὸν σκοπὸν μόνον τῆς στάσεως, οἷον ὅτι ἔξεστί μοι, ἢ ὅτι ἄξιον εἴη τὸν τοιοῦτον· ἐνταῦθα οὖν κακῶς φησι „τοῖς κεφαλαίοις,“ οὐδὲ γὰρ τοῖς κεφαλαίοις, ἀλλὰ τῷ σκοπῷ μόνον τῆς στάσεως διαιρεθήσεται.
5.189 Τὸ συμφέρον διττόν ἐστι ν , ὅτι χρήσιμον καὶ ὅτι ἀναγκαῖο ν . διαφέρει τὸ ἀναγκαῖον τοῦ συμφέροντος τούτῳ, ὅτι τὸ μὲν ἀναγκαῖον πάντως συμφέρον, τὸ δὲ συμφέρον οὐ πάντως ἀναγκαῖον, ὥστε τὸ συμφέρον ἐπαναβεβηκὸς ἂν εἴη· καὶ ταύτην ἔχει τὴν διαφορὰν ἐπίτασιν ἔχον τινά· διὸ πρῶτον τὸ συμφέρον κατασκευάζεται, καὶ οὕτως εἰ ἐγχωροίη τὸ ἀναγκαῖον· εἰδέναι δὲ χρὴ, ὅτι τὸ συμφέρον στοχαστικῶς ἐξετάζεται παρατιθέντων ἡμῶν κατασκευὰς τὰς εἰς τὸ μέλλον συμβαινούσας. Τὸ δὲ δυνατὸν διαιρήσεις πρῶτον μὲν ἐνστάσει χρώμενο ς , ὡς χαλεπὸ ν , ἀλ λ ’ ἀναγκαῖο ν . Κακῶς σφόδρα, οὐδέποτε γὰρ κεφάλαιον ἐν ἑτέρῳ κεφαλαίῳ ἐξετασθήσεται. εἰ οὖν αὐτὸς κεφάλαιον τίθησι τὸ ἀναγκαῖον, πῶς ἐν τῷ δυνατῷ αὐτὸ κατασκευάζει; καθολικὴ δὲ κατασκευὴ τοῦ δυνατοῦ· ἐκ τῶν ἐν αὐτοῖς οὖν ἴσμεν, καὶ ἐκ τῆς τῶν ἐναντίων καθαιρέσεως· εἰδέναι δὲ χρὴ, ὡς καὶ ἀπὸ ἑνὸς μόνου κεφαλαίου καὶ δύο, ὡς ἐν Φιλιππικοῖς καὶ συμβουλευτικοῖς μεμαθήκαμεν, καὶ τῷ ὑπὲρ τοῦ στεφάνου· ἐν πᾶσι γὰρ τούτοις ἢ ἓν ἢ δύο κεφάλαιά ἐστι τὰ ἐξεταζόμενα, καὶ τοῦτο εἰδέναι χρὴ, ὡς ἐν πάσῃ στάσει κεφαλαίῳ λύεται, οἷον ἡ μετάθεσις τῆς αἰτίας τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ὁ ὅρος ἀνθορισμῷ, ἐν μόνῃ δὲ πραγματικῇ τὸ αὐτὸ κεφάλαιον ἑαυτῷ ἀνατρέπεται, οἷον τὸ δίκαιον τῷ ἐναντίῳ, ὅτι ἄδικον, καὶ τὸ συμφέρον τῷ ἀσυμφόρῳ, καὶ οὐκ ἔστι διελεῖν τὰ μὲν εἰς κατήγορον, τὰ δὲ εἰς ἀπολογούμενον, κοινὰ γὰρ πάντα ἐστὶν ἀμφοτέρων. Περὶ μεταλήψεω ς .
5.190.(1t) Καὶ περὶ στάσεως τῆς μεταλήψεως διάφορος παρὰ τῶν παλαιῶν ἔκδοσις δέδοται· οἱ μὲν γὰρ αὐτὴν τελευταίαν πασῶν τάττουσιν, ὡς πάσης περιέχουσαν, καὶ ὡς ὑποπιπτουσῶν τῶν ἄλλων ἐν αὐτῇ στάσεων· οὐδέποτε γὰρ παραγραφὴ μόνη μελετᾶται, ἀλλὰ τὸ μὲν νομικὸν ζήτημα κατὰ μίαν τῶν νομικῶν στάσεων· τὸ δὲ δεύτερον, καθ’ ἣν ἂν ἐμπέσῃ τῶν λογικῶν, ὡς ἐφεξῆς ἐροῦμεν· οἱ δὲ πρώτην αὐτὴν τάττουσιν διὰ τὴν αὐτὴν φύσιν· εἰ γὰρ τὸ περὶ τοῦ „ὅλως δεῖ εἰσελθεῖν τὸν ἀγῶνα“ ζήτημα πρῶτόν ἐστιν, ἀναγκαίως πρώτη ὀφείλει τάττεσθαι ἡ αὐτὴ τοῦτο ζητοῦσα· ἡ δὲ αἰτία, δι’ ἣν ὁ Ἑρμογένης μέσην αὐτὴν ἔταξεν, ἡ αὐτή ἐστι τῇ πραγματικῇ· διὸ καὶ ἀκόλουθοι ἀλλήλων ἐτάγησαν· αἱ γὰρ δύο μόναι στάσεις αὗται καὶ νομικαὶ καὶ λογικαί εἰσιν· ἀμφοτέρων συμμετέχουσαι μέσαι ἐτάγησαν, καὶ ἡ μὲν αἰτία τῆς τάξεως αὕτη. Ἡ δὲ μετάληψις πάλι ν , ἡ μὲν ἔγγραφο ς , ἡ δὲ ἄγραφο ς . ἐζήτηται καὶ ἱκανὸν ζήτημα, τί δήποτε ἐν πάσῃ στάσει πρῶτον τὰ κεφάλαια τάξας καὶ διελὼν καὶ δείξας οὕτω τὰ εἴδη μεμήνυκεν· ἐν μόνῃ δὲ τῇ μεταλήψει τὰ εἴδη πρῶτον εἴρηκεν καὶ οὕτως τὰ κεφάλαια· ἐροῦμεν, ὅτι ἐν πάσῃ στάσει τὰ εἴδη τῶν στάσεων τὰ αὐτὰ ἔχει κεφάλαια, ἐν μόνῃ δὲ μεταλήψει διάφορα ἔχει τὰ κεφάλαια· ἥ τε γὰρ πραγματικὴ καὶ ἡ ἔγγραφος καὶ ἡ ἄγραφος τὰ αὐτὰ ἔχει καὶ αἱ λοιπαὶ στάσεις, μόνη δὲ ἡ μετάληψις ἕτερα· εἴη τε ὁμώνυμος μετάληψις καὶ ἡ παραγραφὴ, διὸ ἀναγκαῖον ἦν πρῶτον διελεῖν τὰ εἴδη, ἵνα τὰ ἑκάστης ἴδια κεφάλαια ἀποδῷ· καὶ τοῦτο δὲ ἐζήτηται, τί δήποτε περὶ τῆς παραγραφῆς πρῶτον διαλαμβάνει, καὶ οὐ περὶ τῆς μεταλήψεως, ἡ δὲ τὸ ὄνομα ἔχει τοῦ γένους· λέγομεν, ὅτι εἰρήκαμεν, ὡς ἐν πάσαις ταῖς στάσεσιν αἱ ἄτεχνοι πίστεις τῶν ἐντέχνων ἰσχυρότεραί εἰσιν· ἐπειδὴ οὖν ἡ μὲν παραγραφὴ ἐξ ἀγράφου διϊσχυρίζεται, ἡ δὲ μετάληψις ἐξ ἐγγράφου, εἰκότως πρώτην ἔταξε καὶ τὸν περὶ αὐτῆς πρῶτον διαλαμβάνει λόγον· ἡ μὲν οὖν παραγραφὴ ἐκβολή ἐστι τελεία τῆς εὐθυδικίας καὶ τὸν ἀγῶνα ἀντιστρέφει· δύο δὲ ἔχει ζητήματα τὰ πάντως μελετώμενα, καὶ τὸ μὲν πρῶτον ζήτημα κατὰ μίαν τῶν νομικῶν πασῶν ἐξετασθήσεται, τὸ δὲ ἕτερον, ὅπερ καὶ ἐπαγόμενόν ἐστιν, ἡ εὐθυδικία, ὅπερ καθ’ ἑτέραν τὴν ἐμπίπτουσαν στάσιν μελετηθήσεται· οὐδὲ γὰρ ἀποφήνασθαι κατὰ ποίαν δυνατὸν, ὡς ἡ ὑπὲρ Φορμίωνος παραγραφή· τὸ μὲν οὖν πρῶτον νομικὸν ἔχει ζήτημα, τὸ δεύτερον στοχαστικὸν, πότερον εἶχεν ἐνθήκην τὰ εἴκοσι τάλαντα ὁ Πασίων ἢ οὒ, καὶ ἡ πρὸς Πανταίνετον παραγραφὴ τὸ μὲν πρῶτον ἔχει ζήτημα νομικὸν, τὸ δὲ δεύτερον μεταστατικὸν, τοῦ Μνησιβούλου ἐπὶ Εὐέργου ἀνάγοντος τὰ γεγενημένα· καὶ ὡς ἐπὶ τούτου· νόμος μὴ εἶναι κατὰ πατρὸς γραφὰς πλὴν παρανοίας· ἔθετο τὸν τοῦ πένητος παῖδα ὁ πλούσιος, καὶ εὕρηται δολοφονηθεὶς ὁ πένης, κατηγορεῖ τοῦ πλουσίου ὁ παῖς φόνου, ὁ δὲ παραγράφεται κατὰ τὸν νόμον τὸν κελεύοντα μὴ εἶναι δίκας κατὰ πατρός· ἐνταῦθα τὸ μὲν ζήτημά ἐστι κατὰ ῥητὸν καὶ διάνοιαν, ποῖον παῖδα λέγει τὸν θετὸν, ἢ τὸν φυσικόν· τὸ δὲ ἕτερον στοχαστικὸν, πότερον ἐφόνευσεν ἢ οὔ· ἐν πάσῃ δὲ παραγραφῇ εἰδέναι χρὴ, ὅτι τὸ μὲν πρῶτον περὶ αὐτοῦ ἐπὶ τοῦ εἰσαχθῆναι τὸ ζήτημα, τὸ δὲ δεύτερον περὶ τῆς εὐθυδικίας τοῦ παρακειμένου πράγματος, πλὴν μόνης τῆς κατὰ Τιμάρχου παραγραφῆς· ἐκείνη γὰρ μόνη τὴν εὐθυδικίαν οὐκ ἔχει· καὶ ὁ τὸν λόγον ἐξηγούμενος τὴν αἰτίαν ἐρεῖ.
5.192 Ἔστι δὲ ὅτε ὁριστικῶς τέμνεται τὸ πρότερον ζήτημ α . τοῦτο ἠγνόησεν, οὐδέποτε γὰρ ὁριστικῶς τέμνεται, ἀλλὰ μετὰ τὸν συλλογισμὸν ἐστὶ μία τῶν νομικῶν, ταῦτα τὸν ὅρον εἶναι ἐνόμισεν, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· μειράκιον ὡραῖον ᾔτησε τύραννος ἐξ ἀστυγείτονος πόλεως, οὐ δέδωκεν ἡ πόλις, ἐξῆλθεν αὐτὸ τὸ μειράκιον πρὸς τὸν τύραννον, ἀπιόντος αὐτοῦ τετελεύτηκεν, μετὰ ταῦτα πολιτεύεται· καὶ κατηγοροῦντά τις αὐτὸν παραγράφεται, ὡς ἡταιρηκότα. ἐνταῦθα μὲν πρῶτον ζήτημα νομίζει ὁριστικὸν εἶναι διὰ τὸ πεπρᾶχθαι αὐτῷ τὸ ἐξελθεῖν μηδὲ ἑταιρῆσαι, καὶ κακῶς εἰδὼς, ὅτι εἰ μὲν κατηγορία ἦν τοῦ μειρακίου, ὅρος ἦν ἡ στάσις· ἐνταῦθα δὲ οὐκ ἀνέχεται φεύγων τι κατασκευάσαι τέλειον ἢ ἀτελὲς, ἀλλὰ συλλογισμῷ χρῆται λέγων ταὐτὸν εἶναι τὸ ἐξελθεῖν τῷ πεποιηκέναι· ἀδύνατον οὖν ὅρον γενέσθαι τὸ πρῶτον ζήτημα· εἰ γάρ ἐστιν ὅλως ἡ παραγραφὴ ἢ ἔγγραφος ἀπὸ ῥητοῦ ἔχουσα τὴν ζήτησιν, ὁ ὅρος δὲ οὐκ ἔγγραφος, στάσις οὐκ ἂν εἴη ποτὲ παραγραφὴ ἀπὸ ὅρου· καὶ περὶ μὲν παραγραφῆς ταῦτα. Ἡ δὲ ἄγραφος διαιρεῖται προβολῇ ῥητο ῦ · κοινὸν τοῦτο, ὡς ἔφαμεν, ἐπὶ πασῶν στάσεων, πλὴν στοχασμοῦ καὶ πραγματικῆς, τῇ προβολῇ πρῶτον διαιρεῖσθαι παραγραφικῷ τῷ ἀπὸ ῥητοῦ· ζητήσειε δ’ ἄν τις σφόδρα, τί διαφέρει τὸ παραγραφικὸν τοῦτο τῆς παραγραφῆς, οὐ γὰρ ὥσπερ τὸ τοῦ στοχασμοῦ παραγραφικὸν διαφέρει, ὅτι ἐκεῖνο μὲν ἀπὸ τῶν περιστατικῶν γίνεται, ἡ δὲ παραγραφὴ ἀπὸ ῥητοῦ, οὕτως δὲ τοῦτο· εἰ γὰρ ἐνταῦθα ἀπὸ ῥητοῦ ἐστι τὸ παραγραφικὸν, ὅπερ μόνον παραγραφὴ ἀπὸ ῥητοῦ ὁρμᾶσθαι οἰκεῖόν τι, διαφέρει αὐτῆς τῆς παραγραφῆς· ἐροῦμεν ὅτι ἡ μὲν μετάληψις τάξιν ἔχουσα παραγραφῆς οὐκ ἔσχε τὴν αὐτὴν φύσιν, ἀλλ’ ἐπειδὴ ἐξ ἀντιλήψεως ἄρχεται, χρῆται τῇ φύσει τῇ ἀντιλήψει ὡς λέγουσα τὸ ἐξεῖναι, καὶ οὐ δεῖν ἐπὶ τούτοις κρίνεσθαι· διαφέρει δὲ, ὅτι ἐν μὲν τῇ παραγραφῇ αὐτὸ τὸ ῥητὸν τὸ τὴν παραγραφὴν ποιοῦν περὶ αὐτὸ ἔχει τὴν ζήτησιν καὶ ἀμφιβάλλεται, διὸ καὶ ἀπὸ μιᾶς τῶν νομικῶν τὴν κατασκευὴν ἔχει· τὸ δὲ παραγραφικὸν τῆς μεταλήψεως ὡμολόγηται καὶ οὐκ ἔχει τὸν ἐναντιούμενον, οὐδὲ τὸν ἀντιλέγοντα εἰς αὐτὸ, ἀλλὰ καὶ συντιθέμενον, ἀλλὰ καὶ εἰς ἕτερα μεταβαίνοντα· διὸ εἰς τάξιν διαβολῆς μόνην τοῦ ἀγῶνος παραλαμβάνεται· ἐπειδὴ δὲ, ὅπερ ἐν στοχασμῷ ἔφαμεν, κατὰ φύσιν τοῖς κατηγορουμένοις τὸ τὸν ἀγῶνα παραιτεῖσθαι καὶ μέμφεσθαι, οὐδὲ γὰρ ὁ καταδεξάμενος ἤδη ἀπολογήσασθαι ἔτι χώραν ἔχει τοῦ εἰπεῖν ἀδίκως κατηγορεῖσθαι, διὸ καὶ πρῶτον τέτακται φύσιν ἔχον τοῦ μέμφεσθαι τὸν ἀγῶνα.
5.193 ἡ μὲν οὖν τάξις καὶ ἡ διαφορὰ τοῦ κεφαλαίου πρὸς τὴν παραγραφὴν αὕτη τῇ μεταλήψει. δευτέρα εἰκότως ἡ μετάληψις τοῦ διώκοντος τέτακται· ἀναγκαίως γὰρ τοῦ φεύγοντος διαβολῇ ἰσχυρᾷ χρωμένου τῇ ἀπὸ τοῦ ῥητοῦ, ἀναγκαῖον ἦν προσθεῖναι αἰτίαν, δι’ ἣν ἡ κατηγορία αὐτοῦ παραβεβασμένου γίνεται τοῦ ῥητοῦ, καὶ οὗτος τοῦ φεύγοντός ἐστιν διδάσκοντος, ὅτι οὐδὲν ἡ περίστασις βλάπτει· ὁ μὲν γὰρ τεχνικὸς ἀπὸ χρόνου μετάληψιν διελὼν ἀπὸ χρόνου μόνον συλλογισμὸν διαλαμβάνει. Εἰδέναι δὲ χρὴ, ὅτι ἐπὶ πάσης ὁμοίως περιστάσεως ὁ αὐτός ἐστι συλλογισμὸς, καὶ ἐπὶ χρόνου οὐδὲν διαφέρει· κἂν ἐπὶ τούτου, οὐδὲν διαφέρει ἐν τούτῳ τῷ τόπῳ, ἢ ἀλλαχοῦ, ἀφ’ οὗ ὁ νόμος ἐπιτρέπει, καὶ ἀπὸ αἰτίας οὐδὲν διαφέρει, ἀπὸ ταύτης ἢ ἄλλης αἰτίας, καὶ τὰ ἄλλα ὁμοίως· ἀναγκαίως συλλογισμοῦ ὑπάρξαντος ὅρον ἦν ἐπαχθῆναι, ἀκήκοας γὰρ τοῦ τεχνικοῦ λέγοντος, ὅτι ἐναντίος ἐστίν· ἐν πάσῃ στάσει ἐναντίος ἐστὶν ὅρῳ συλλογισμὸς, ἢ ζητήσειε δ’ ἄν τις, εἰ μέγιστον, πῶς ἀντέστραπται ἡ τάξις, καὶ πρῶτος ὁ συλλογισμὸς τοῦ ὅρου γέγονε, καίτοι γε ὁ συλλογισμὸς τὴν πρότασιν τὴν ἀπὸ τοῦ ὅρου κατασκευάζει καὶ εἰς ἓν συνάγει· ἐροῦμεν, ὅτι τὸ παραγραφικὸν ἐνταῦθα ὅρου τάξιν ἐπέχει· οἷς γὰρ καὶ αὐτὸς ὁρίζεται τὸ πεπραγμένον τόδε τι εἶναι, καὶ τὴν ἐξουσίαν αὐτοῦ προτείνεται, πρὸς αὐτὸν τὸν συλλογισμὸν τὴν κατασκευὴν ἔχει, ὡς εἰ προϋπῆρξεν αὐτῷ ὅρος· εἰδέναι δὲ χρὴ, ὅτι μόνῃ μεταλήψει ἐκαινοτομήθη ἡ φύσις τοῦ συλλογισμοῦ, καὶ γέγονε τοῦ φεύγοντος· ἀλλ’ ἐπειδὴ ἡ φύσις τῆς μεταλήψεως ἀντίστροφός ἐστιν, καὶ τὸν φεύγοντα διώκοντα ποιεῖ, ὥσπερ τάξιν ἔχει διώκοντος.
5.194 Πάλιν ἐνταῦθα „ὅρῳ.“ ἅπαξ κατὰ τὸν αὐτὸν κανόνα τῶν δύο κεφαλαίων ἐναντίων ὄντων ἀδύνατον ἦν συλλογισμοῦ προϋπάρξαντος μὴ ἀντιθεῖναι ὅρον. ὥσπερ γὰρ ἐπὶ τῶν ἀντιθετικῶν ἡ μετάληψις προετάγη τῆς ἀντιλήψεως, καὶ τὴν αἰτίαν εἰρήκαμεν ἐκεῖ, ὅτι ἡ ἀντιθετικὴ τάξιν ἔσχεν ἀντιλήψεως, ἧς ἔλεγον ὅτι ἄξιος ἦν, ὅπερ ἠδύνατο τὸ „ἔξεστί μοι,“ καὶ πρὸς αὐτὸν ἡ μετάληψις ἠκολούθησεν, διὰ δὲ τὴν φύσιν οὐκ ἠδυνήθη μὴ ἐμπεσεῖν ἀντίληψις, οὕτω καὶ ἐνταῦθα πρὸς τὸ παραγραφικὸν γενομένου τοῦ συλλογισμοῦ, τάξιν ἔχοντος τοῦ παραγραφικοῦ, ὅρου ἡ φύσις ἀπῄτησεν, καὶ αὐτὸν μὲν ταγῆναι τὸν ὅρον. Ἀντιθέσε ι · ἡ ἀντίθεσις κατὰ φύσιν τῆς προϋπαρξάσης ἀντιλήψεως τέτακται· ἐπειδὴ γὰρ ἡ ἀντίληψις τὴν ἐξουσίαν προβάλλεται, εἰκότως καὶ ἡ ἀντίθεσις ἠκολούθησεν ἀντεγκληματικὴ ὡς ἐπὶ τὸ πολὺ γενομένη. Ἑτέρᾳ μεταλήψε ι · ἐνταῦθα ἀκριβὲς καὶ σαφὲς ἐδείχθη τὸ θεώρημα, ὃ προειρήκαμεν ἐναντίον. καὶ ὅτι ἡ ἀντίθεσις ἀντιλήψεως τάξιν ἔχει, καὶ γὰρ ἐνταῦθα ἀντιθετικῆς προταγείσης μετάληψις μετηνέχθη, ὥσπερ ἂν εἰ ἀντιλήψεως αὐτῆς οὔσης· καὶ καθόλου δέδεικται, ὅτι ἡ ἀντιθετικὴ ἀντίθεσις ἀντιλήψεως φύσιν ἔχει, διὸ καὶ ἀναγκαῖον ἦν αὐτὴν μεταλήψει λυθῆναι, καὶ τοῦτο πάλιν ἐπηγάγομεν, ὅτι καὶ πληρωθείσης τῆς χρείας διὰ τὴν φύσιν ἐπάγεται πάλιν ἡ μετάληψις.
5.195 πάλιν ἐνταῦθα ἐδείχθη, ἐπῆκται γὰρ εὐθὺς „ἀντιλήψει.“ τί δὲ διαφέρει ἡ δευτέρα μετάληψις τῆς πρώτης, ἐροῦμεν· ὅτι ἡ μὲν πρώτη μετάληψις πρὸς αὐτὸ τὸ ἔγκλημα καὶ τὴν πᾶσαν σύστασιν τοῦ ἀγῶνος γίνεται, ἡ δὲ δευτέρα πρὸς μόνον τὸ ἀντιθετικόν· εἴη ἂν οὖν ἡ μὲν πρώτη πρὸς ὅλον τὸν ἀγῶνα, ἡ δὲ δευτέρα πρὸς μέρος ἀντιθέσεως· ἡ θέσις κοινοῦ τόπου τάξιν ἐπέχει παρ’ ἀμφοτέρων ἐξεταζομένη· τοῦ μὲν φεύγοντος κατηγοροῦντος τοῦ ἐγκλήματος, τοῦ δὲ διώκοντος ὁμοίως κατηγοροῦντος τοῦ πεποιηκότος καὶ λέγοντος, ὡς χαλεπὸν τὸ ἐπ’ ἐξουσίας κεχρῆσθαι ὡς βούλεταί τις. Ποιότητι καὶ γνώμ ῃ · κοινόν ἐστι πασῶν στάσεων· σημειωτέον δὲ, ὅτι εὕρηται μία μόνη ἡ μετάληψις κατὰ ἀξίωσιν, καὶ πάσης μεταλήψεως ἐπὶ ἓν τῶν περιστατικῶν ἀναγούσης αὐτὴν μόνη ἡ μετάληψις πάντα σχεδὸν τὰ περιστατικὰ ἔχει, ὡς ἐπὶ τούτου· τὸν φθείραντα κόρην ἀνάγεσθαι ἐπὶ κρίσει τοῦ εἰ βούλεται αὐτὸν ἡ κόρη τεθνάναι· φθείρας τις κόρην ἔφυγεν· ὁ πατὴρ συνῴκισεν αὐτὴν ἀνδρί· μετὰ ταῦτα ἧκεν ἐν τῇ πόλει καὶ ὁ πατὴρ αὐτὸν ἀξιοῖ ἀνάγεσθαι ἐπὶ κρίσιν· ὁ ἀνὴρ ἀντιλέγει, ἐνταῦθα γὰρ πρῶτον μὲν τὸ ἀπὸ χρόνου, „τί τότε ἐχρῆν αὐτὸν ἀνάγειν, ὅτε παραχρῆμα ἔφθειρεν·“ ἔπειτα τὸ ἀπὸ τούτου „ὅτι ἐν τῇ οἰκίᾳ σου ἦν ἡ κόρη, καὶ οὐκ ἐν τῇ ἐμῆ·“ ἔπειτα τὸ ἀπὸ τοῦ προσώπου, „ὅτι μόνον πατὴρ αὐτῆς, καὶ παρθένος ἦν ἡ παῖς, καὶ οὔπω ἑτέρῳ ἐκδεδομένη·“ ἔπειτα ἀπὸ αἰτίας, „ὅτι τιμωρία ἦν τὸ πραττόμενον καὶ δήμευσις, καὶ οὐ νῦν ὁμοῦ αἰσχύνη·“ ἔπειτα ἀπὸ τρόπου, „ὅτι ὁ τρόπος ἐφαίνετο τοῦ ἀδικήματος, καὶ οὐκ ἐν ἑτέρῳ τινί·“ ὥστε διὰ πάντων εἴρηται αὕτη μόνη καὶ δοκεῖ εἶναι τριπλῆ καὶ πενταπλῆ μετάληψις, ἕκαστον γὰρ αὐτῶν δεῖ λυθῆναι τοῖς προειρημένοις κεφαλαίοις.
5.196 Εἰδέναι δὲ χρὴ, ὅτι μόνη ἡ μετάληψις ἡ κατὰ ἀξίωσιν οὐ τὸν φεύγοντα ἔχει μεταλαμβάνοντα, ἀλλ’ ἕτερον· ἐν μὲν γὰρ πάσαις ταῖς μεταλήψεσιν ὁ κρινόμενος τὴν ἐξουσίαν προβάλλεται, καὶ ὁ κατήγορος μεταλαμβάνεται· ἐν ταύτῃ δὲ μόνῃ τῇ μεταλήψει ὁ κατήγορος τὴν ἐξουσίαν προβάλλεται καὶ ὁ ἕτερος τὸ μεταλαμβάνεσθαι ἔχει, οὐκ αὐτὸς ὁ κρινόμενος. τίς οὖν ἡ αἰτία, ἐν ῥητῷ καὶ διανοίᾳ τῷ κατὰ ἀξίωσιν ἐροῦμεν. Περὶ ῥητοῦ καὶ διανοία ς . Ἱκανῶς ὁ τεχνικὸς περὶ τῶν λογικῶν διαλαμβάνων στάσεων εἰκότως κατὰ τὰς ἐπαγγελίας ἐπὶ τὰς νομικὰς μεταβέβηκε, καὶ ζητήσειε δ’ ἄν τις, τί δήποτε περὶ ῥητοῦ καὶ διανοίας διέλαβεν, καίτοι αἱ μὲν ἄλλαι τρεῖς στάσεις περὶ τελέων ῥητῶν καὶ ὅλων νόμων ἔχουσι τὴν ἐξέτασιν, αὕτη δὲ μόνη περὶ ἀτελοῦς. τί δέ ἐστιν ὃ φαμέν; ὁ συλλογισμὸς ὁλόκληρον ὁλοκλήρῳ ἀντιτίθησιν, ἡ ἀντινομία ὁλοκλήρους δύο νόμους ἔχει καὶ ἡ ἀμφιβολία περὶ ὁλοκλήρου καὶ αὕτη τὴν ζήτησιν· ἐνταῦθα δὲ μέρει μὲν ὁ ἕτερος, τῇ διανοίᾳ, χρῆται, μέρει δὲ ὁ ἕτερος, τῷ ῥητῷ, καὶ τοῦτο πλείστην ἔχει ζήτησιν, τί δήποτε μὴ ἀντινομία ἢ συλλογισμὸς προτέτακται· τὸ μὲν γὰρ γλίσχρον καὶ εὐτελὲς τῆς ἀμφιβολίας εἰκότως τελευταῖον ἂν εἴη, τὸ δὲ πλείονα ἔχειν ὕλην τὸν συλλογισμὸν καὶ τὴν ἀντινομίαν ἀπῄτει αὐτὰ πρῶτα ῥηθῆναι ἐροῦμεν οὖν, ἢ τῇ τάξει τῆς μεθόδου ἠκολούθησεν ἐπὶ τὸ ῥητὸν, καὶ τὴν διάνοιαν πρῶτον θεὶς ἐφεξῆς τὰς ἄλλας εἶπεν· ἢ τόγε ἀληθέστερον καὶ τεχνικώτερον, ὅτι ἡ μὲν ἀντινομία διπλοῦν ἐστι ῥητὸν καὶ διάνοια· ἀμφοτέρων γὰρ τῶν νομίμων τὴν διάνοιαν ἀναγκαῖόν ἐστι ζητηθῆναι, καὶ ἡ ἀμφιβολία πάλιν ἔχει ῥητοῦ καὶ διανοίας· ζητεῖται γὰρ ὁμοίως ἡ τοῦ νομοθέτου διάνοια, καθ’ ἣν τὸ ῥητὸν εἶπεν καὶ ἐν τῷ συλλογισμῷ ὁμοίως· ἀναγκαῖον οὖν, ἐπειδὴ τὸ ῥητὸν καὶ ἡ διάνοια εἰς τὰς τρεῖς ἐμπίπτει καὶ ἐξετάζεται, ὡς ἐμπεριεχομένην πρώτην αὐτὴν τάξαι, καὶ ἐξετάσαι, ἵνα μαθόντες ἐν τῇ χρείᾳ ἔχωμεν τὸ εἰδέναι χρήσασθαι.
5.197 καὶ ἡ μὲν αἰτία τοῦ προτετάχθαι αὕτη. ἴδωμεν δὲ καὶ τὰ κεφάλαια ὅπως τέτακται. Προβολῇ ῥητο ῦ . καλῶς πάνυ προσέθηκεν ἐν αὐτῷ εἰπεῖν „προβολῇ ῥητοῦ“ ἀποδιϊστὰς τὰς νομικὰς καὶ τὰς λογικὰς, κἀκεῖ μὲν γάρ ἐστι προβολή· ἀλλ’ ἡ προβολὴ ἀδικήματός ἐστιν ἐξ ἐγγράφου εὐθυνομένου γενομένη· ἐνταῦθα δὲ ἡ προβολὴ ἐξ ἐγγράφου ἐστίν. εἰδέναι δὲ καὶ τοῦτο χρὴ, ὅτι κακῶς εἶπεν „προβολῇ ῥητοῦ.“ ἐχρῆν γὰρ εἰπεῖν „τῇ ἀπ’ αὐτοῦ τοῦ ῥητοῦ.“ οὐδὲ γὰρ αὐτὸ τὸ ῥητὸν προβαλλόμεθα, ἀλλὰ τὸ ἔγκλημα τὸ διὰ ῥητὸν γενόμενον· ὅταν οὖν λέγῃ, „προβολὴ ῥητοῦ,“ ἐνδεῶς ὁρίζεται τὸ κεφάλαιον, οὐδὲ γὰρ αὐτὸ μόνον τὸ ῥητὸν προβαλλόμεθα· ποία γὰρ ἂν εἴη χρεία τοῖς γε ἐγνωκόσι τὸ ῥητὸν προτείνειν, ἀλλὰ τὸ ἔγκλημα τὸ ἀπὸ τοῦ ῥητοῦ. Διανοί ᾳ . εἰκότως ἡ διάνοια δευτέρα, ἐπειδὴ γὰρ ἡ στάσις ἐξ αἰτίου καὶ συνέχοντος καὶ κρινομένου συνίσταται, τοῦ ἀπὸ τοῦ αἰτίου προταγέντος, ὅ ἐστι τοῦ ἐγκλήματος τοῦ διὰ τοῦ ῥητοῦ ἀναφύοντος, ἀναγκαῖον ἦν τὸ συνέχον ἐπενεχθῆναι, ὅπερ ἐστὶν ἡ διάνοια· ἡ γὰρ διάνοια λύσις ἐστὶ τοῦ ῥητοῦ.
5.198 Τῷ μὴ προςδιωρίσθα ι · τὸ μὴ προσδιωρισμένον τρίτον ἐστὶ τοῦ κατηγόρου κεφάλαιον· ἐπειδὴ γὰρ ἰσχυρὰ σφόδρα ἡ διάνοια ἐκ τῆς εἰς ἄτοπον ἀπαγωγῆς· τῷ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἔχειν συνέργειαν ἰσχύων ὁ φεύγων, δοκεῖ ἀκριβῶς ἐξηγεῖσθαι τὸν νόμον καὶ δεικνύναι μὴ τοῦτο βουλόμενον· ἀναγκαῖον οὖν τῷ κατηγόρῳ αὖθις ἐπὶ τὴν τοῦ νόμου ἀπόδειξιν ἐπαναδραμεῖν· τὸ οὖν μὴ προσδιωρισμένον ὥσπερ ἐξήγησίς τίς ἐστι τοῦ νόμου λέγοντος, ὅτι τὸ μὴ προσδιωρισμένον τῷ λόγῳ οὐ δεῖ λέγειν, οὐ γὰρ τὴν αἰτίαν τοῦ πραττομένου ἐζήτησεν, ἀλλ’ ἄρδην ἀνεῖλε τὸ πραττόμενον. Πάλιν ἡ διάνοια τοῦ νομοθέτου ἐνταῦθ α · πάλιν ζητήσειε δ’ ἄν τις, τίνι διαφέρει ἡ διάνοια τοῦ νομοθέτου αὐτῆς τῆς διανοίας· ἐροῦμεν, ὅτι ἡ μὲν διάνοια αὐτοῦ ἐστι τοῦ ῥητοῦ ἐξήγησις· ἡ διάνοια τοῦ νομοθέτου τοῦ μὴ προςδιωρισμένου ἐστὶν ἐξήγησις· τὸ δὲ παράδειγμα σαφηνιεῖ. νόμος τὸν ῥίψαντα τὴν ἀσπίδα θανάτῳ ζημιοῦσθαι· ῥίψας τις ἀπέκτεινε τῶν πολεμίων στρατηγὸν καὶ κρίνεται· ἡ διάνοια λύσις τῆς προβολῆς, ὅτι οὐ τὸν ἐπ’ ἀριστείᾳ οὐδὲ σωτηρίᾳ τῆς πόλεως οὐδὲ βλάβῃ τῶν πολεμίων ἀφέντα τὴν ἀσπίδα, ἀλλὰ τὸν ἐπὶ δειλίᾳ ὁ νόμος κολάζει· πρὸς ταύτην γίνεται τὸ μὴ προςδιωρισμένον, ἀναγινώσκοντος τοῦ κατηγόρου τὸν νόμον καὶ τὰ ῥητὰ ἐπιδεικνύντος ἀπροσδιόριστα, καὶ καθόλου τὸν ῥίπτοντα κολαζόμενον.
5.199 ἡ οὖν διάνοια τοῦ νομοθέτου τούτου τοῦ προςδιωρισμένου ἐξήγησίς ἐστιν, ὅτι περιττὸν ἡγεῖτο ὁ νομοθέτης τὰ σαφῆ διορίζειν, καὶ τὰ πᾶσι γνώριμα. τίς γὰρ ἀγνοεῖ, ὡς οὐ δεῖ ποτε τὸν σώσαντα διαφθείρειν; εἴη ἂν οὖν ἡ πρώτη διάνοια τοῦ ἐγκλήματος ἐξήγησις· ἡ δευτέρα ἡ καλουμένη τοῦ νομοθέτου τοῦ μὴ δεῖσθαι τὸν νομοθέτην, προςδιορίσαιτο δέ τι. Ὅρ ῳ . ἀκόλουθος ἦν ὁ ὅρος τοῦ κατηγόρου, ἵνα δείξῃ, ὅτι διαφέρει τὸ προςδιωρίσθαι τοῦ μὴ προςδιωρίσθαι· ἐκείνου γὰρ εἰπόντος, μηδὲν διαφέρειν ἐν τοῖς φανεροῖς, ἀναγκαῖον ἦν προςδιορίσαι τὸν ὅρον. Ἀντιθέσε ι . τοῦ φεύγοντος πάλιν αὕτη ὡς ἐπὶ τὸ πολὺ ἀντιστατικὴ, εὐεργέτημα δεικνύντος, ἵνα ἔχῃ χώραν τὸ παραβεβάσθαι τὸ ῥητὸν ἔχειν τινὰ δικαιολογίαν· καὶ ὅτι διαφέρει ἡ ἀντίθεσις αὐτῆς τῆς ἀντιστάσεως ἐν ταῖς κοινωνίαις εἰρήκαμεν· ἐν συντόμῳ δὲ εἰπεῖν, ὅτι ἡ μὲν ἀντίστασις φύσει ἔχει τὸ πεπραγμένον πονηρὸν, περιστάσει δὲ ἔχει τὸ ἀγαθόν· τὸ γὰρ καθελεῖν τὸ τεῖχος φύσει πονηρόν ἐστιν, ἡ δὲ σωτηρία τῆς πόλεως τὴν περίστασιν ἤνεγκεν τῆς ἀπολογίας· ἐνταῦθα δὲ τὸ ἐναντίον τὸ μὲν γεγενημένον φύσει ἀγαθόν ἐστιν, ἡ περίστασις δὲ ποιεῖ αὐτὸ πονηρόν· τὸ μὲν γὰρ ἀνελεῖν τὸν τῶν πολεμίων στρατηγὸν φύσει ἀγαθὸν, ἡ δὲ περίστασις τοῦ νομοθέτου ἔγκλημα ποιεῖ. Μεταλήψε ι . ἐν πάσαις ταῖς πρὸ ταύτης στάσεσι προειρήκαμεν, ὅτι ἡ ἀντίθεσις ἀντιλήψεως φύσιν ἔχει· διὸ ἐπάγεται μετάληψις ἀντιλήψει, καὶ πάλιν καὶ τοῦτο προειρήκαμεν, ὅτι ἀδύνατον οἱῳδήποτε τρόπῳ μετάληψιν τεθεῖσαν μὴ ἐπαγομένην ἔχειν ἀντίληψιν. Καὶ ποιότητι καὶ γνώμ ῃ · ταῦτα κοινά ἐστι κεφάλαια πασῶν τῶν στάσεων, καὶ ἡ μὲν τῶν κεφαλαίων ἐξέτασις αὕτη εἴρηται καὶ ῥητὸν καὶ διάνοια· καὶ τὸν φεύγοντα ἔχοντα τῷ ῥητῷ χρώμενον, ὡς ἐπὶ τούτου· νόμος τὸν πεπηρωμένον ἀπὸ τοῦ δημοσίου τρέφεσθαι· καὶ τὸ μὲν παράδειγμα τοῦ κατὰ ἀξίωσιν ῥητοῦ τοῦτο, ὅπερ δὲ ἐζητοῦμεν, τί διαφέρει τοῦτο τῆς μεταλήψεως, ἐν ᾗ ἐκεῖνός ἐστιν ὁ μεταλαμβάνων καὶ μὴ αὐτὸς ὁ φεύγων· ἀναγκαῖον εἰπεῖν καὶ διατί μὴ κἀκείνη ἐστὶ ῥητὸν, καὶ διατί γε κἀκεῖ τῷ αὐτῷ ῥητῷ κέχρηται· ἐροῦμεν, ὅτι ἐκεῖ μὲν φυγῆς καὶ διώξεως οὔσης οὐκέτι εἷς ἐστιν, οὐδὲ γὰρ τοῦτο ζητοῦμεν, εἰ δεῖ τοῦτο δοθῆναι τῷ πατρὶ, κατηγορεῖν ἢ οὔ, ἀλλὰ κατηγοροῦντος αὐτοῦ τὴν ἐξουσίαν αὐτοῦ ἀναιρεῖ· ἐνταῦθα δὲ αἴτησίς ἐστι· καὶ ὁ ἐναντιούμενος οὐ τὴν ἐξουσίαν τῆς αἰτήσεως ἀναιρεῖ, ἀλλὰ τὸ μὴ δεῖν ἐπὶ τούτοις δοθῆναι· αὕτη οὖν ἡ αἰτία καὶ ἡ διαφορά.
5.200 τινὲς δὲ νομίζουσι μηδέποτε εἶναι ῥητὸν καὶ διάνοιαν κατὰ ἀξίωσιν, ἀλλὰ καὶ ἐνταῦθα τὸν αἰτοῦντα κατηγόρου τάξιν ἔχοντα τὸ πρῶτον λέγειν· ὥσπερ γὰρ ὁ κατήγορος πανταχοῦ πρῶτον λέγει, οὕτω καὶ ἐνταῦθα πρῶτον λέγει ὁ πεπηρωμένος, καὶ εἰκότως τῷ ῥητῷ κέχρηται, —ἀγνοήσαντες καθόλου ἐκεῖνον τὸν λόγον, ὅτι ὁ αἰτῶν φεύγοντος ἔχει τάξιν καὶ ἐν ὅρῳ καὶ ἐν πραγματικῇ, ὁ γὰρ ἐναντιούμενος ἀνατρέπων τὸ „δεῖ δοθῆναι“ τήν τε τοῦ λοιδορεῖν ἐξουσίαν ἔχει καὶ τὴν τοῦ κατηγόρου ποιότητα ὑποκρίνεται· σπανία δέ τις εὑρεθείη στάσις ῥητοῦ καὶ διανοίας, διπλῆ δοκοῦσα εἶναι, ἧς ἐστι τὸ παράδειγμα τοῦτο· νόμος τῷ τυράννῳ συναναιρεῖσθαι τὴν γυναῖκα· ἀπέκειτο κατά τινος γραφὴ τυραννίδος ἐπιθέσεως, πολέμου καταλαβόντος ὅπλα λαβὼν ἠρίστευσεν, ἀριστεύσας ἀξιοῖ πρὸς γάμον ἑλεῖν τοῦ κατηγόρου τὴν θυγατέρα· ἐνταῦθα γὰρ διπλῆ τίς ἐστι ζήτησις τῶν δύο ῥητῶν, τοῦ μὲν πατρὸς λέγοντος, ὅτι οὐ δωρεὰ αὕτη ἐστὶν, ἀλλὰ τιμωρία· τοῦ δὲ ἐλέγχοντος αὐτὸν, „καὶ ἀνάγκη τοῦ καθυφεῖναί με τὴν γραφήν·“ ἐκείνου δὲ λέγοντος, ὅτι οὒ, ἀλλ’ ἐπίδειξις τοῦ μὴ θέλειν με τυραννῆσαι, ὅτι ἐν εὐεργέτου τάξει τίθεμαι τὸν κατήγορον, ὅτι δίδωσί μοι χώραν σαφηνίσαι τὴν ἐμαυτοῦ ἀρετὴν, καὶ ὅτι οὐ προςδιωρισμένον νόμῳ τὸ ποῖόν με δεῖ γέρας αἰτεῖν· διατί δὲ οὐκ ἔστιν ἀντινομία; ἐροῦμεν, ὅτι οὐκ ἔστι δύο ῥητῶν μάχη, οὐδὲ ἐκ περιστάσεως ἐναντίωσις· οὔτε γάρ ἐστιν ἐναντίον τὸ κολάζεσθαι τὴν γυναῖκα τοῦ τυράννου τοῦ τὸν ἀριστέα γέρας λαβεῖν, ὃ βούλεται, οὐδὲ ἔστιν τις περίστασις ἡ ποιοῦσα, ἀλλὰ διαφόρους τοὺς νόμους διανοίᾳ λύεσθαι παρ’ ἑνὸς προσώπου· καὶ οὕτω μὲν ἑνὶ χρῆται τὸ ἓν πρόσωπον, τῷ δὲ ἑτέρῳ τὸ ἕτερον, ὅπερ ἀντινομίας οἰκεῖον, ἀλλ’ ἀμφότερα τὰ ῥητὰ ἀμφότεροι ἐξετάζουσιν.
5.201 Περὶ ἀντινομία ς . Ἀκόλουθος ἦν ὁ περὶ ἀντινομίας λόγος· ἐπειδὴ γὰρ καὶ προείρηται, καὶ ἡ πεῖρα δεικνύει, ὡς ἡ ἀντινομία διπλοῦν ῥητὸν καὶ διάνοιά ἐστιν, ἀναγκαῖον ἦν ὥσπερ τοῦ ἁπλοῦ ῥηθέντος ἐπαχθῆναι τὸ διπλοῦν, καὶ ἔτι διὰ τοῦτο, ὅτι ἐν μόνῃ τῇ ἀντινομίᾳ νόμοι εἰσὶν οἱ ἐξεταζόμενοι αὐτοὶ κατ’ αὐτοὺς τέλειοι· καὶ γὰρ ἐν τῷ συλλογισμῷ τῷ ἐπαγομένῳ ἡ γνώμη τοῦ ῥητοῦ ἐστιν ἐξεταζομένη καὶ οὐκ αὐτὸ τὸ ῥητὸν καὶ ἐν ἀμφιβολίᾳ τῇ ἐφεξῆς ἡ γνώμη τοῦ ῥητοῦ ἐστιν ἡ ἐξεταζομένη· ἐν δὲ μόνῃ τῇ ἀντινομίᾳ τέλειον τὴν μάχην ἔχει, ἀνάγκη ἦν ἐπαχθῆναι ἐφεξῆς τὴν τοῦ τελείου ῥητοῦ ζήτησιν· εἰδέναι δὲ χρὴ, ὅτι οὐ μόνον νόμοι ποιοῦσιν ἀντινομίαν ἀλλὰ καὶ ψηφίσματα πρὸς ψηφίσματα καὶ ἁπλῶς πάντα τὰ ῥητά· καὶ εἴ τις εἴποι, πῶς ἂν εἴη ἐν τῇ πόλει δύο ψηφίσματα ἐναντία, ἐροῦμεν, ὅτι οὐδὲ δύο νόμοι εἰσὶν ἐναντίοι, ἀλλ’ ἡ περίστασις τὴν σύστασιν κατασκευάζει, καὶ τὸ παράδειγμα σαφές ἐστιν· ἐψηφίσαντο Ἀθηναῖοι τοῖς φεύγουσιν Ὀλυνθίων πολιτείαν· εἰσιόντες ἐκεῖνοι πλεῖστα ἀνδράποδα βάρβαρα εἰσήγαγον· ἦν δὲ τὸ πρότερον ψήφισμα νικῆσαν τὸ εἰσάγοντας βάρβαρα ἀνδράποδα πλέον τῶν τριῶν ἐν δεσμωτηρίῳ εἶναι, ἔστ’ ἂν ἐπιδείξῃ τοὺς ταῦτα βουλομένους ὠνήσασθαι, ἐπὶ τοῦ λιμένος τινὰς αὐτῶν ἐνέβαλον τῷ δεσμωτηρίῳ, οἱ λοιποὶ ἀνέζευξαν καὶ κρίνονται· ἐνταῦθα γὰρ δύο ψηφισμάτων ἐστὶ μάχη, τῶν μὲν προβαλλομένων τὴν ἐξουσίαν τοῦ δεῖν κατὰ ψήφισμα τὸ περὶ τῶν ἀνδραπόδων, τῶν δὲ τὸ γεγενῆσθαι πολίτας αὐτοὺς καὶ μὴ ἐπ’ ἐμπορίᾳ κατάγειν· γίνεται δὲ καὶ αὐτὸ ἑτέρων ῥητῶν καὶ διαθηκῶν ὡς ἐπὶ τούτου· διατιθέμενός τις ἐκέλευσε τῷ φίλῳ δοθῆναι τὴν θυγατέρα· πρὶν δοθῆναι ἀριστεύσας τις αἰτεῖ αὐτὴν εἰς γάμον, ἀμφισβητοῦσιν· ἐνταῦθα διαθήκης καὶ νόμου ἀμφισβήτησις καὶ ἑνὶ λόγῳ, ὃν τρόπον ἐπὶ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ πᾶν ῥητὸν ποιεῖ καὶ διάνοιαν καὶ διαθήκη καὶ κήρυγμα, κἂν ψήφισμα κἂν ὁτιδήποτε ᾖ, τούτῳ τῷ τρόπῳ καὶ ἡ ἀντινομία· εἴδη δὲ αὐτῆς κατὰ μὲν τὸν Ἑρμογένην δύο, ἓν μὲν ὅταν δύο ῥητὰ ἐναντία ἀλλήλοις ὦσιν ἐκ περιστάσεως, ὡς ἐπὶ τούτου· τοῦ ὑπερασπισθέντος τὴν οὐσίαν τοῦ ὑπερασπίσαντος εἶναι, καὶ τὸν ἀποκήρυκτον μὴ μετέχειν τῆς οὐσίας· ἀποκήρυκτος ὑπερήσπισε τοῦ πατρὸς καὶ ἀξιοῖ κατὰ τὸν νόμον δεσπότης εἶναι τῆς οὐσίας· καὶ κατὰ ἓν ῥητὸν εἰς δύο τεμνόμενα, ὡς ἐπὶ τούτου, οὗ καὶ ὁ τεχνικὸς τίθησι, τῶν δύο κορῶν τῶν βιασθεισῶν, ὧν ἡ μὲν θάνατον, ἡ δὲ γάμον ἄπροικον αἱρεῖται· ἀλλὰ τοῦτο μὲν τὸ πρόβλημα, ὡς προειρήκαμεν, ἐν τῇ μεθόδῳ συστῆναι οὐκ ἂν δύναιτο διὰ τὸ ἰσάζειν· ἴσως δ’ ἂν ἐφ’ ἑτέρων εὑρεθείη παραδειγμάτων· σπάνιον δὲ τὸ πρόβλημα· ἔτι δὲ κἂν κατὰ τρεῖς νόμους ἂν ἀντινομία γίνεται, ὡς ἐπὶ τούτου· νόμος τῷ προδότῃ τοὺς παῖδας συμφεύγειν, καὶ τὸν καταστείχοντα φυγάδα ἐξεῖναι ἀποκτιννύναι, καὶ πεπηρωμένῳ τῷ ἀνδρὶ παρεῖναι τὴν γυναῖκα χειραγωγοῦσαν.
5.203 ἔφυγέ τις θυγατέρα ἔχων συνοικοῦσαν πηρῷ, ἔμεινεν, ἀπέσφαξέν τις αὐτὴν καὶ κρίνεται φόνου. Ἐνταῦθα γὰρ τρία ἐστὶ ῥητά· καὶ ταύτας μὲν οἶδεν ὁ τεχνικὸς, παρ’ αὐτὰς δὲ σπανιώτατά ἐστιν ἕτερα δύο εἴδη ἀντινομιῶν· μία δὲ ἡ κατὰ ἓν ῥητὸν μὴ τεμνόμενον, ἀλλ’ ἐξ ἴσου ἑκατέροις ἁρμόζον τοῖς μέρεσιν· ἑτέρα δὲ ἡ τριπλῆ· διαφέρει δὲ ἡ τριπλῆ κατὰ τρεῖς νόμους· ἀντινομία γινομένη δύο πρόσωπά ἐστιν τρισὶ χρώμενα νόμοις, ἐν δὲ τῇ τριπλῇ τρία πρόσωπα, ἕκαστον ἑνὶ χρώμενον νόμῳ περὶ ἑνὸς πράγματος, οὐκ ἀπὸ τοῦ αὐτοῦ σκοποῦ, ὡς ἐπὶ τούτου· νόμος τὸν ἀριστέα ὃ βούλεται γέρας λαμβάνειν, καὶ ὅ τι ἄν τίς τινι συνθῆται κύριον εἶναι, καὶ νόμος τὴν ὀρφανὴν τὸν ἀγχιστέα γένους γαμεῖσθαι, αἰχμαλώτου κόρης γενομένης ἐκήρυξεν ὁ πατὴρ δώσειν αὐτὴν πρὸς γάμον τῷ σώσαντι· ἐξῆλθεν ἐραστὴς ἐπὶ τὸ σῶσαι, ἀπελθόντος ὁ πατὴρ ἐτελεύτησεν· ἐπανελθόντος αὐτοῦ τὴν κόρην ἀγαγόντος ἀριστεύσας τις ἀξιοῖ εἰς τὸ γέρας τὸν ταύτης γάμον ἔχειν, καὶ αὐτὸς κατὰ τὴν τοῦ πατρὸς συνθήκην καὶ ὁ ἄγχιστα γένους κατὰ τὸν τῶν ἐπικλήρων νόμον, καὶ ὅνπερ τρόπον ἐπὶ τῆς πραγματικῆς τῆς τριπλῆς, ἔνθα οὔσης τῆς βουλῆς τίνι δεῖ βοηθῆσαι συμβουλεύει τις μηδετέροις, ἀνάγκη τὰς τῶν δύο προτάσεις ἀνατρέπεσθαι τούτῳ τῷ τρόπῳ, καὶ ἐνταῦθα ὃν ἂν μελετήσῃς ἢ τὸν ἀριστέα ἢ τὸν συγγενῆ ἢ τὸν ἐραστὴν, ἀνάγκη τοὺς τῶν ἄλλων δύο νόμους κατὰ πάντα ἀνατρέψαι τὰ κεφάλαια, καὶ τὸν ἑαυτοῦ πρὸς ἀμφοτέρους προσθεῖναι· ἡ δὲ κατὰ ἓν ῥητὸν γινομένη ἀντινομία γίνεται κατὰ δύο τρόπους· ἕνα μὲν, ὅτε ἀμφότεροι τῇ διανοίᾳ ἐξ ὁλοκλήρου χρῶνται τῷ ῥητῷ ἐκ διαφόρου πράγματος, ὡς ἐπὶ τούτου· νόμος τὸν ἀριστέα γέρας λαμβάνειν ὃ βούλεται· ἀπέκειτο γυναικὶ γραφὴ μοιχείας· δύο παῖδες αὐτῆς στρατευσάμενοι ἠρίστευσαν καὶ ὁ μὲν ἀξιοῖ τὴν γραφὴν, ὁ δὲ ἀναιρεθῆναι.
5.204 ἐνταῦθα γὰρ τελείως τῷ ῥητῷ ἀμφότεροι χρῶνται, τῇ διανοίᾳ τοῦ ῥητοῦ ἀμφότεροι χρώμενοι, ὡς ἀριστέα ὄντα δίκαιον τὸ γέρας τὸ ἀπὸ τοῦ νόμου κύριον ἔχειν· ἕτερον δὲ εἶδος, ὅταν τὸ μὲν ῥητὸν ὡμολόγηται παρ’ ἀμφοτέρων ταὐτὸν ὂν, διανοίᾳ δὲ διαφόρῳ χρώμενα τὰ μέρη ἀγωνίζονται, ὡς ἐπὶ τούτου, τὸν μὴ θάψαντα τὸν ἑαυτοῦ πατέρα μὴ θάπτεσθαι· μὴ θάψας τις τὸν ἑαυτοῦ πατέρα ἐτελεύτησε παῖδα ἔχων, ὁ παῖς αὐτοῦ ἔθαψεν αὐτὸν καὶ κρίνεται· ἐνταῦθα γὰρ ἀμφότεροι ὁμολογοῦσιν κύριον εἶναι τὸ ῥητὸν, μὴ θάψαντα τὸν πατέρα ἄταφον εἶναι, διανοίᾳ δὲ διαφόρῳ χρῶνται· καὶ ὁ μὲν λέγει, ὅταν μὴ ἔχῃ παῖδα, ἵνα μὴ ὁ παῖς αὐτοῦ ὑπὸ τιμωρίαν εὑρεθῇ τοῦ μὴ θάψαι, διὰ γὰρ τοῦτο αὐτόν φασι θάψαι· ὁ δὲ τὸν ὅλως καταγνωσθέντα οὐδὲ παρὰ τοῦ παιδός φησι θάπτεσθαι· καὶ ἔστι σφόδρα διάφορον τὸ εἶδος· καὶ περὶ μὲν τῶν εἰδῶν ταῦτα· περὶ δὲ τῆς τάξεως εἰπεῖν φθάσαντες εἰρήκαμεν, ὡς διπλοῦν ἐστι ῥητὸν καὶ διάνοια, καὶ διπλοῖς τοῖς τοῦ ῥητοῦ καὶ τῆς διανοίας κεφαλαίοις χρῆται· περιττὸν οὖν εἰπεῖν ἔτι αἰτίαν τῆς τάξεως τοῖς ἤδη περὶ ῥητοῦ καὶ διανοίας λόγῳ διεξεληλυθόσιν· εἴδωμεν δὲ καὶ τὸ ῥητὸν τοῦ ἀρχαίου. Τὰ μέντοι μετὰ ταῦτα κεφάλαια δῆλά ἐστι ν . ἕκαστον εἰκότως τῶν τοῦ ὅρου κεφαλαίων, ἐπ’ ἀμφοῖν γὰρ δύναται ἐξετασθῆναι τὸ μὴ προςδιωρίσθαι μόνον, ὡσεὶ λέγοις· ἀριστεὺς ὁ μοιχὸς ἀναθεὶς εἰς ἱερὸν τὴν σκευὴν, ὅτι οὐ προσδιώρισεν ὁ νόμος, πότερον τὸν ἀριστέα ἢ τὸν ἰδιώτην λέγει· ἀλλὰ καθόλου τὸν μοιχὸν ἀπεῖπεν· κἀκεῖνος τὸ αὐτὸ λέγει, ὅτι οὐ προσδιώρισε, πότερον τὸν μοιχὸν ἢ ἕτερόν τινα, ἀλλὰ καθόλου τὸν ἀριστέα ἰέναι κελεύει· τοῦ μὴ προσδιωρίσθαι προταχθέντος ἀναγκαίως καὶ ὁ ὅρος ἐκλείπει, ὅτι διαφέρει, καὶ ὁ συλλογισμὸς, ὅτι οὐ διαφέρει· τούτων οὖν ἁπάντων ἐκλειπόντων ἡ ἀντίθεσις μετὰ τὰ ῥητὰ καὶ τὰς διανοίας ἐπάγεται διάφορος οὖσα, πάντως γὰρ ἂν μὲν ἀντεγκληματικὴ ἦν ἡ μία, ἡ ἑτέρα ἀντιστατική ἐστιν, ἂν δὲ συγγνωμονικὴ, μεταστατικὴ ἡ ἑτέρα, καὶ τὸ παράδειγμα σημαίνει, τοῦ ὑπερασπισθέντος τὴν οὐσίαν τοῦ ὑπερασπίσαντος εἶναι καὶ τὸν ἀποκήρυκτον μὴ μετέχειν τῆς πατρῴας οὐσίας· ἀποκήρυκτος φεύγοντος ὑπερήσπισε τοῦ πατρὸς, καὶ ἀξιοῖ τὴν οὐσίαν ἔχειν· ἐνταῦθα τοῦ μὲν παιδὸς ἡ ἀντίθεσίς ἐστιν ἀντιστατικὴ, ὅτι ἔσωσα αὐτὸν, τοῦ δὲ ἐναντιουμένου ἀντεγκληματικὴ, ὅτι ἀποκηρύκτῳ ὄντι καὶ ὑβρίσαντι τὸν πατέρα οὐ δίκαιον αὐτοῦ τῆς οὐσίας μετέχειν· καὶ πάλιν ὡς ἐπὶ τούτου, τὸν ὑβρίσαντα τὸν πατέρα μὴ μετέχειν τῆς οὐσίας, καὶ τὸν ὑβρισθέντα πατέρα μὴ ἐπεξιόντα ἄτιμον εἶναι· ἐν μέθῃ τις ἐπάταξε τὸν ἑαυτοῦ πατέρα, ἐπεξελθὼν ἐκεῖνος ἠτίμησεν, μετὰ ταῦτα πολέμου γενομένου ὁ δῆμος ἀμνηστείαν κακῶν ἐποιήσατο, καὶ ἀντέχεται τῆς οὐσίας ὁ παῖς, καὶ οἱ συγγενεῖς ἀντιλέγουσιν· καὶ αὕτη μέν πως κατὰ τρεῖς εἶναι νόμους δοκεῖ· κατὰ δὲ δύο ἐστίν· ἡ μὲν οὖν αὐτοῦ τοῦ παιδὸς συγγνωμονικὴ, ὅτι κατὰ μέθην ἡ ὕβρις γέγονεν· ἡ δὲ τοῦ πατρὸς μεταστατική· δοκεῖ γάρ πως καὶ κατὰ ἀνάγκην ὁ πατὴρ αἰτιάσασθαι τὸν παῖδα· εἰδέναι δὲ δεῖ καὶ αὐτὸ τὸ τῆς γνώμης· καὶ ἐπὶ τούτοις ὁ τῆς ἀμνηστείας νόμος οὐ διάνοιά ἐστιν, εἰ μήπω τις τὴν ἀνάγκην τοῦ πολέμου λέγοι, ἥτις καὶ αὐτὴ ἐπὶ μετάστασιν ἔρχεται, ὡς πάντως τὰς δύο διανοίας μετάστασιν εἶναι καὶ συγγνώμην.
5.206 καὶ ταῦτα μὲν περὶ ἀντινομίας. Περὶ συλλογισμο ῦ . Ἀκόλουθος ἡ περὶ τοῦ συλλογισμοῦ ἐξέτασις· ἐξετάσας γὰρ τὴν τοῦ διπλοῦ ῥητοῦ διαίρεσιν ἀκόλουθον εἶχε τὴν ἐπαγωγὴν τοῦ διπλοῦ, ὅ ἐστι τέλειόν τε καὶ μηδεμίαν ἀμφιβολίαν ἔχον, ἔξωθεν δὲ ἐξ ὁμοίου πράγματος ἀντιπαραθέσεως τὴν ζήτησιν ἔχον, ὅπερ ἐστὶ συλλογισμοῦ. Συλλογισμὸς γάρ ἐστιν, ὅταν τοῖς γεγραμμένοις τὰ μὴ γεγραμμένα μηδὲ ἐξητασμένα ἀφομοιοῦντες ταὐτὸν εἶναι λέγωμεν· δεῖ γὰρ ἡμᾶς ἀπὸ τοῦ νενομοθετημένου ἐπὶ τὸ μὴ νενομοθετημένον μὲν, ὁμοιούμενον δὲ τῷ νενομοθετημένῳ εἰς ταὐτὸν ἄγειν· εἴδη δὲ συλλογισμῶν ταῦτα· ἐκ τοῦ ὁμοίου· νόμος τὸν ἡταιρηκότα μὴ λέγειν, Τίμαρχος ἁλοὺς ἑταιρήσεως διδάσκει παῖδας καὶ ὑπάγεται τῷ νόμῳ· τοῦτο δὲ τὸ εἶδος πολλοὶ τῶν τεχνικῶν κατὰ γένος καὶ εἶδος καλοῦσι λέγοντες, γένος μὲν εἶναι τὸ λέγειν, εἶδος δὲ τὸ ἐν δημοσίῳ λέγειν· ἢ κατὰ περίστασιν, ἤ τι τῶν τοιούτων, καὶ συλλογίζονται λέγοντες ἀφ’ οὗ τὸ γένος κεκώλυκε τὸ εἶδος· ἐκ τοῦ ἐναντίου· νόμος τὸν ἀριστέα δωρεὰν λαμβάνειν· λιπόντα τις τὴν τάξιν ἀξιοῖ κολάζεσθαι, ἐνταῦθα γὰρ ἐκ τοῦ ἐναντίου ὁ συλλογισμός ἐστιν· εἰ γὰρ ὁ ἀγαθὸς τιμηθήσεται, καὶ ὁ πονηρὸς κολασθήσεται· ἐκ τοῦ ἥττονος, ἐξεῖναι τὸν μοιχὸν ἀποσφάττειν, εὑρών τις μοιχὸν οὐ κατέσφαξεν, ἀλλὰ κατέστιξε καὶ κρίνεται παρανόμου τιμωρίας· ἐνταῦθα γὰρ, φησὶν, ὁ τὸ πρότερον δεδωκὼς πολὺ δικαιότερον καὶ τὸ ἧττον ἀπέδωκεν· ἐκ τοῦ ἀκολούθου· ἐξέστω τὸν μοιχὸν στίζειν, στίζων τις ἀπέκτεινε καὶ κρίνεται, ὁ γὰρ τὸ ἀκόλουθον, φησὶ, δεδωκὼς καὶ τὸ ἐξ αὐτοῦ ἐκβησόμενον· ἔστι δὲ καὶ ἕτερον εἶδος τοῦ κατὰ σύνθεσιν, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· τὸν τρὶς ὑβρίσαντα καὶ τρὶς ψευδῆ μαρτυρήσαντα, καὶ τὸν τρὶς ἁλόντα κλοπῆς ἄτιμον εἶναι.
5.207 ἁλούς τις ἅπαξ ἑκάστου ὑπάγεται τῇ ἀτιμίᾳ· ἐνταῦθα γὰρ ἡ σύνθεσίς ἐστιν ἡ ζητουμένη, πότερον τὰ τρία ἐστὶν ἢ ἓν ἑκάστου· τοῦτο δὲ ἀμφιβολίᾳ μάλιστα ἁρμόττει· ἡ γὰρ κατὰ σύνθεσιν ἀμφιβολία περὶ αὐτὸ τοῦτο συνίσταται, τοῦτο δὲ διαφέρει, ὅτι οὐκ ἔστιν διάτασις ἢ ἐπιπλοκὴ, ἣ ποιεῖ τὴν ζήτησιν ἐνταῦθα, οὐδὲ ὄνομα ἀμφισβητήσιμον, ἀλλ’ ἀνάγκη συλλογίσασθαι, ὅτι ταὐτόν ἐστι μὲν ἀδικήματι τὸ ποιῆσαι τρία ἂν ἅπαξ. καὶ τοῦτο δὲ παραφυλακτέον· ἐν πάσῃ στάσει συλλογισμὸς ἐμπίπτει· ἐν αὐτῷ δὲ οὐδεμία ἐμπίπτει στάσις, πλὴν τοῦ στοχασμοῦ, ἢ ἐν τῇ γνώμῃ τοῦ νομοθέτου ἐξετάζεται στοχαστικῶς, ζητοῦμεν, τί ἠβουλήθη ὁ νομοθέτης· διαφέρει δὲ ῥητοῦ καὶ διανοίας, ὅτι ἐν μὲν ῥητῷ καὶ διανοίᾳ αὐτὸ τὸ εἰρημένον ἐν τῷ ἐγγράφῳ πέπρακται· ἐνταῦθα δὲ οὐκ αὐτὸ, ἀλλ’ ἄλλο τι, καὶ ὁ κατήγορος ταὐτὸν εἶναι λέγει, οἷον τὸν κοιμηθέντα φύλακα τεθνάναι, φύλαξ κοιμηθεὶς ὄναρ εἶδεν τὸν τρόπον τῆς ἀπαλλαγῆς τοῦ πολέμου, ἔφρασε τῷ στρατηγῷ, ποιήσας ἐκεῖνος ἐνίκησε καὶ ὑπάγεται ὁ φύλαξ τῷ νόμῳ· ἐνταῦθα ὡμολόγηται τὸ ῥητὸν, ὅτι τὸν κατακοιμηθέντα λέγει, καὶ αὐτὸ παραβέβασται· ἐν δὲ τῷ συλλογισμῷ οὐχ ὡμολόγηται, ὅτι ἐξ ἑταίρας καὶ ἐκ πόρνου ταὐτόν ἐστι· καὶ ἔτι ὡς ἐπὶ τὸ πολὺ ἐν μὲν τῷ ῥητῷ χρῆται καὶ ὁ φεύγων τῇ διανοίᾳ, ἐνταῦθα δὲ ἀνέστραπται· ὁ μὲν διώκων δοκεῖ πως τῇ διανοίᾳ χρῆσθαι, ὁ δὲ φεύγων ἀναντιῤῥήτως τῷ ῥητῷ· καὶ ἡ μὲν περὶ τούτου τεχνολογία αὕτη· τὰ κεφάλαια δὲ οὕτως. Προβολῇ πράγματο ς · ζητήσειε δ’ ἄν τις, τί δήποτε ἐν πάσῃ στάσει προβολὴν ὀνομάζων καὶ οὐ προστιθεὶς „τίνοσ“ ἐνταῦθα μόνον τέθεικε „προβολῇ πράγματοσ“· λέγομεν, ὅτι ἐν πάσαις ταῖς ἄλλαις στάσεσιν ταῖς ἐχούσαις προβολὴν τὸ ἀδίκημα τὸ προβαλλόμενον ὡμολόγηται· ἐνταῦθα δὲ αὖ τοῦτο ζητεῖται, εἰ τὸ ἀδίκημά ἐστι τὸ πραχθέν· διὰ τοῦτο προσέθηκε „προβολῇ πράγματος,“ ἵνα αὐτῷ σημάνῃ τὸ ἐξομοιούμενον· ἀναγκαῖον οὖν ἦν ἐπαχθῆναι δεύτερον κεφάλαιον τὸ ῥητὸν, καὶ τρίτον εἰκότως τὸν συλλογισμὸν, ὃ μίγνυσι καὶ συνάγει εἴς τε τὸ ῥητὸν καὶ τὸ πρᾶγμα· συλλογισμοῦ δὲ λεγομένου ἀναντίῤῥητον ἦν ὅρον ἐπαχθῆναι· ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε ὅρου ταγέντος οὐκ ἐπηνέχθη ὁ ἀνθορισμός· ἑνὶ λόγῳ πολλάκις εἰρήκαμεν, ὅτι τὴν τοῦ ἀνθορισμοῦ χρείαν ὁ συλλογισμὸς πληροῖ, καὶ συμπέρασμά ἐστι τοῦ ἀνθορισμοῦ ὁ συλλογισμός· ἐπειδὴ οὖν προτέτακται συλλογισμὸς, δυνάμει ἐν αὐτῷ περιέχεται ὁ ἀνθορισμός· διὰ τοῦτο οὖν οὐκ ἐπήχθη ὡς ἤδη ἐξετασθείς· περὶ δὲ τῆς τάξεως, τί δήποτε πρῶτος ὁ συλλογισμὸς τέτακται, ὃν τρόπον ἔφαμεν, ὅτι ἡ ἀντίθεσις ἐν ταῖς ἄλλαις στάσεσιν ἀντιλήψεως χρείαν πληροῖ πολλάκις, οὕτω καὶ ἐνταῦθα ἡ προβολὴ τοῦ νόμου δύναται ὅρου ἔχειν τάξιν· ὅταν γὰρ ἀναγινώσκῃ τὸν νόμον καὶ λέγῃ, μὴ τοῦτο κελεύειν, ὁρίζεται κελεύειν· διὰ τοῦτο ἐπήχθη ὁ συλλογισμὸς συνάγων ἀμφότερα ἅ τε ὁ νόμος κελεύει καὶ τὰ πραχθέντα καὶ δυνάμενα διελεῖν.
5.208 Ὅρ ῳ . ἀλλ’ ἐπειδὴ ἀδύνατον ἦν, συλλογισμοῦ ταγέντος μὴ ἐπενεχθῆναι καὶ ὅρον τέτακται, ὃν τρόπον ἀδύνατον ἦν μεταλήψεως οὔσης μὴ εἶναι ἀντίληψιν, τέτακται πολλάκις ἡ ἀντίληψις μεταλήψεως δευτέρα. Γνώμῃ νομοθέτο υ · ἡ γνώμη τοῦ νομοθέτου ἀμφοτέρων ἐστὶ παρ’ ἀμφοτέρων στοχαστικῶς ἐξεταζομένη· ὁ μὲν γὰρ στοχαστικῶς ἐρεῖ, ὅτι πᾶσαν τὴν πορνείαν μεμίσηκε, διὰ τοῦτο καὶ τὸν ἐκ πόρνου κωλύει λέγειν· ὁ δὲ αὖθις στοχαστικῶς ἐρεῖ διὰ τὸ μὴ ἔχειν αὐτὸν ὡρισμένον πατέρα, μηδὲ ἀναγεγράφθαι, ὅτου πατρὸς εἴη, κεκώλυκεν αὐτὸν λέγειν.
5.209 Ὅρῳ βιαί ῳ · ὁ ὅρος ὁ βίαιος τοῦ κατηγόρου ἐστὶν, εἴρηται δὲ βίαιος ὅρος, ὅτι οὐκ ἐκ τῶν κοινῇ δοκούντων ἐστὶν, ἀλλ’ ἐκ περιτροπῆς βιάζεται, καὶ τὸν ἄῤῥενα τὸν ἡταιρηκότα πόρνην εἶναι δεικνύει, εἴγε ταὐτὰ τῇ πόρνῃ πάσχει. Τὸ πρός τι ἀναγκαῖόν ἐστι τῷ ὅρῳ ἕπεσθαι· τὸ πρός τι ἀεὶ τοῦ κατηγόρου ἐστὶν ἐπὶ τὸ μεῖζον ἄγοντος τὸ ἔγκλημα. Ἀντιθέσει ἔστιν ὅτ ε . τοῦτο οὐκ ὀρθῶς εἶπεν ὁ τεχνικός· ἀδύνατον γὰρ μὴ εἶναι ἀντεγκληματικὴν ἀντίθεσιν· ἐπειδὴ πᾶς συλλογισμὸς ὡς ἐπέγκλημά τί ἐστιν, ἡ ἀντεγκληματικὴ ἀναφύεται, καὶ εἴ τις ἀναστρέψει τὸν ἐκ τοῦ ἐναντίου συλλογισμὸν, ἀντιστατικὴ εὑρεθήσεται, ἐὰν λέγωμεν, ὅτι τὸν λειποτάκτην κολάζεσθαι δεῖ, ἀριστεύσας τις ἀξιοῖ τιμᾶσθαι, ἀντιστατικὴ κατὰ τὸν τῆς ἀριστείας λόγον εὑρεθήσεται· ἀντίθεσις ἡ ἀντιστατικὴ, ἢ ἐπὶ τούτου μόνον τοῦ ζητήματος ἀντιστατικὴ, ἐν δὲ ταῖς ἄλλαις ἀντεγκληματικὴ, λέγοντος, ὅτι εἰ καὶ μὴ κεκώλυκεν ὁ νομοθέτης, ἀλλὰ τὸ σὸν ἁμάρτημα ἄξιον τοῦ κωλύεσθαι· ταύτης οὖν ἐμπεσούσης ἀναγκαῖον ἦν προστιθέναι μετάληψιν, καθὼς ἐν ταῖς ἄλλαις στάσεσι προειρήκαμεν, ὅτι ἡ ἀντιθετικὴ ἀντιλήψεως χώραν ἔχει, πρὸς ἣν ἀκόλουθος ἡ μετάληψις· διὰ δὲ τὴν φύσιν τῆς μεταλήψεως ἕπεται ἡ ἀντίληψις· καὶ ταῦτα περὶ συλλογισμοῦ. Περὶ ἀμφιβολία ς .
5.210.(1t) Ὃ τῆς ἀμφιβολίας λείπεται ἐστὶν ἀμφιβολία ῥητοῦ τινος ἐκ διαφόρων αἰτιῶν, τὸ ὅτι βούλεται δηλοῦν ἄγνοια. γίγνονται δὲ ἀμφιβολίαι κατὰ τούτους τοὺς τρόπους· καθ’ ὁμωνυμίαν, ὡς ἐπὶ τούτου, χρησμὸς δέδοται τοῖς Ἕλλησιν ἀνελεῖν τὸν τάφον Ἀλεξάνδρου, πλεῖστα γὰρ κακὰ τοῖς Ἕλλησιν ἐποίησεν· ἀμφιβάλλεται γὰρ, πότερον τοῦ Πάριδός φησιν, ἢ τοῦ Μακεδόνος, ἢ τοῦ Θετταλοῦ· κατὰ δὲ τόνον ὡς ἐπὶ τούτου· πωλῶν μηδεὶς διδότω τέλος· ἐνταῦθα γὰρ πάλιν, εἰ μὲν παροξύνεις, ἢ ἵππων λέγεις ἢ ἡμιόνων. ἐὰν δὲ περισπάσῃς, αὐτὸν τὸν πιπράσκοντα· κατὰ δὲ διάστασιν συλλαβῶν, ὡς ἐπ’ ἐκείνου, ἀριστεὺς τελευτῶν ἐν ταῖς διαθήκαις ἔγραψεν γενέσθαι Ἄρεα χρυσοῦν δόρυ ἔχοντα· καὶ ὁ μὲν ἱερεὺς ἀναγινώσκει, Ἄρεα χρυσοῦν, δόρυ ἔχοντα· οἱ δὲ Ἄρεα, χρυσοῦν δόρυ ἔχοντα· εὕρηται δὲ ἑτέρα ἀμφιβολία κατὰ τὸ ἀδιόριστον ὡς ἐπὶ τούτου· παῖς μὴ μαρτυρείτω· ζητεῖται γὰρ ποῖον παῖδα λέγει, τὸν τῇ ἡλικίᾳ παῖδα, τὸν υἱὸν, ἢ παῖδα τὸν ἀκόλουθον· καὶ γὰρ τοὺς ἀκολούθους παῖδας ἐκάλουν· παράδειγμα καὶ τοῦτο· ἔθετο ὁ πλούσιος τὸν τοῦ πένητος παῖδα, τῷ παιδὶ προσγέγονε θυσιαζόντων ἀμφοτέρων τῶν γονέων, τελευτῶν ἔγραψεν, „ὁ πατήρ μου ἔστω κληρονόμοσ“· καὶ ἀμφισβητοῦσι, πότερον ὁ φύσας πατὴρ ἢ ὁ θετὸς, πατέρες γὰρ ἀμφότεροι καλοῦνται· εἰδέναι δὲ χρὴ, ὅτι αὐτὴ μὲν κατ’ αὐτὴν ἀμφιβολία οὐδέποτε μελετηθήσεται, γλίσχρον γὰρ καὶ ἀτελὲς τὸ ζήτημα· ἐν ἑτέροις δὲ ἐμπεσὸν ὠφέλειαν παρέχει· ἡνίκα τε ἀπὸ χρησμοῦ ἤ τινος τῶν τοιούτων ἔσται περίστασις, ὡς ὁ Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας, τὸ τοὺς ἡγεμόνας φυλάττεσθαι παρέλαβε λέγων· εἰ μὲν πολεμοῦσιν ἡμῖν εἶπεν ὁ θεὸς, τοὺς στρατηγοὺς δηλοῖ, εἰρήνης δὲ τοὺς δημαγωγούς. καὶ ταῦτα μὲν περὶ τούτων· εἴδωμεν δὲ καὶ τὰ κεφάλαια.
5.211 Προβολῇ ῥητο ῦ . κατὰ τὸ ἀμφίβολον δοκεῖ μέν πως ἰσάζειν ταῦτα, καὶ ἀναγκαῖον ἦν ἐκλείπειν αὐτὰ, ἀλλ’ ἐκ τῆς ἐπαγομένης κατασκευῆς περὶ τὴν διάνοιαν τοῦ νομοθέτου ἀμφότερα τὴν κατασκευὴν ἔχει, ὥστε ταῦτα μὲν οὐκ ἂν εἶεν κεφάλαια, προτάσεις δὲ γίνονται τῆς διανοίας τοῦ νομοθέτου· ἀκόλουθος οὖν ἡ διάνοια τοῦ νομοθέτου κοινὴ οὖσα, ἕκαστος γὰρ πρὸς τὸ ἑαυτοῦ συμφέρον ἐξηγεῖται αὐτήν. Τῷ περιέχοντι καὶ περιεχομέν ῳ . καὶ τοῦτο κοινόν ἐστιν, ὡς ἂν ἐγχωρῆσαι τὸ σὸν ἀποδεικνύναι μεῖζον. Ἀντιθέσε ι . ἡ ἀντίθεσις ἡ μὲν φυγὴ καὶ δίωξις τοῦ κατηγόρου, ὡς ἐπὶ τῆς ἑταίρας τῆς φερούσης τὰ χρυσία ἀντεγκλητικὴ γίνεται· ἡ δὲ ἀμφισβήτησις ἀνάγκη ἢ ἐκλείπειν αὐτὴν, ἢ ἀντιστατικὴν γενέσθαι· ἐκλείπειν μὲν, ὡς ἐπὶ τῶν δύο πατέρων, ἀντιστατικὴ ὡς ἐπὶ τοῦ „πωλῶν μηδεὶς διδότω τέλοσ“. ἐρεῖ γὰρ ἐνταῦθα, ὅτι μὴ βουλόμενος ἡμᾶς δοῦναι τέλος· διὰ τὴν εὐπορίαν καὶ τὴν ὠφέλειαν, ἣν ποιοῦμεν ταῖς πόλεσιν, ἐφιλανθρωπεύσατο ἡμᾶς ὁ νομοθέτης. Μεταλήψε ι · μετάληψις ἐπὶ μὲν φυγῆς καὶ διώξεως ἐμπεσεῖται παρὰ τοῦ φεύγοντος λέγοντος, ὅτι ἕτερον τρόπον ἐχρῆν κολάζειν, καὶ οὐ τοῦτον, πολλάκις δὲ προειρήκαμεν καὶ διεμαρτυράμεθα, ὡς ἡ ἀντίθεσις ἀντιλήψεως φύσιν ἔχει, διὸ ἕπεται αὐτὴ ἡ μετάληψις· διὰ τοῦτο δὲ ἡ ἀντίληψις οὐκ ἐπήχθη ἐνταῦθα, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅτι ἐπὶ μὲν τῶν ἄλλων πασῶν ὡμολόγηται, ἐνταῦθα δὲ αὐτὸ τοῦτό ἐστι τὸ ἀμφίβολον τοῦ νόμου καὶ οὐ δύναται ἐπ’ ἐξουσίαν καταφυγεῖν. Ταῦτα περὶ ἀμφιβολίας.