ἀγηόχασιν. παρʼ οὐδενὶ εὑρίσκεται τῶν ἀκριβῶν ἀγηόχασιν, ἀλλʼ ἐν ἐπιστολῇ Φιλίππου τοῦ Μακεδόνος. οἱ δόκιμοι δὲ περὶ τὴν διάλεκτον ἦχα, συνῆχα, ἐξῆχα λέγουσιν.
ἀγωνίζεσθαι περὶ πράγματος καὶ ἀγωνίζεσθαι πρᾶγμα· «ἀνάγγειλον ἡμῖν, πῶς τὸ πρᾶγμα ἠγωνίσω.».
ἀλεαίνειν· τὸ θερμαίνεσθαι, οὐκ ἀλεαίνεσθαι. Ἀριστοφάνης· «ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπισχόμην», καὶ Μένανδρος· «ἤδη ἀλεαίνει, πρὸς τὸ πῦρ καθημένη».
ἀλεαίνειν: θερμαίνεσθαι, οὐχὶ ἀλεαίνεσθαι. «οὐκοῦν ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην» ἀριστοφάνης.
ἀναβὰς ἐπὶ τὸν ἵππον χρὴ λέγειν. Ξενοφῶν· «ἀναβὰς ἐπὶ τὸν ἵππον ἀπῄει», καὶ πάλιν· «ἀναπηδήσας ἐπὶ τὸν ἵππον» καὶ· «ἀρξαμένους δʼ ἀπὸ τοῦ ἀναβαίνειν ἐπὶ τοὺς ἵππους πάντα τὰ ἐν ἱππικῇ μελετᾶν». τὸ δʼ ἀναβὰς τὸν ἵππον οὐ πάνυ δόκιμον. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· «ἀναβῆναι τὴν γυναῖκα βούλομαι».
ἀνάλωσε καὶ ἀνήλωσεν, ἑκατέρως λέγεται.
ἀνέῳγε χρὴ λέγειν καὶ … ἀνέῳκται Φερεκράτης … «οὐδεὶς … δʼ ἀνέῳγέ μοι θύραν», καὶ ὁ Πλάτων· «ἀνεῴγετο γὰρ οὐ πρῴ» καὶ ὁ Δημοσθένης· «ἀνέῳκται τὸ δεσμωτήριον» καὶ … ἐν Θετταλ … «καὶ τὸ κεράμιον ἀνέῳχας … ». τὸ δὲ ἤνοιγε καὶ ἠνοίγετο καὶ ἤνοικται δεινῶς βάρβαρα, οἷς νῦν χρῶνται ἐπιεικῶς ἅπαντες. τὸ δὲ ἀνέῳγε δύο σημαίνει, τὸ μὲν οἷον ἀνέῳκται, τὸ δʼ οἷον ἀνεῴγνυ. οὐ μὴν ἐν ἅπασί γε τοῖς συνθέτοις τὰς προθέσεις οἱ Ἀττικοὶ φυλάττουσι, ἀλλά εἰσιν ἀνώμαλοι καὶ ἐν τούτῳ. ἐπεὶ οὖν πολλῶν ἀναδιπλοῦσι τὰς προθέσεις, λέγουσι γοῦν καὶ «δεδιακόνηκα» καὶ «δεδιῴκηκα» καὶ ἄλλα τοιαῦτα. καὶ τῆς ἄνευ προθέσεως Θουκυδίδης «δεδιῄτημαι» καὶ Δημοσθένης «καταδεδιῃτημένον τὴν δίκην» καὶ Νικόστρατος· «εἰπέ μοι τίνι ἐδιακόνεις». λέγουσι δὲ καὶ «ἠγγύησε» καὶ «κατηγγύησεν» καὶ Εὐριπίδης «ἐπροξένει» καὶ Ἀριστοφάνης «ἐπροτίμων» καὶ Ἡρόδοτος «ἐσυνείθικας». καίτοι οἱ γραμματικοί φασιν «αἱ προθέσεις οὐκ ἀναδιπλοῦνται».
ἀνέῳγε, οὐχὶ ἤνοιγε, καὶ ἀνεῴγετο λέγουσι, καὶ … Θρασυλέοντι γʹ ἢ δʹ· «ἡ δʼ ἀνέῳγε τὴν θύραν» καὶ Θετταλῇ· «καὶ τὸ κεράμιον ἀνέῳχας· ὄζεις, ἱερόσυλʼ, οἴνου πολύ». Εὔπολις Πόλεσιν· «ὃν οὐκ ἀνέῳξα πώποτʼ ἀνθρώποις ἐγώ», Φερεκράτης Κραπατάλοις· «οὐδεὶς γὰρ ἐδέχετʼ, οὐδʼ ἀνέῳγέ μοι θύραν».
ἀνήλειπτος λέγουσιν, οὐχὶ ἀνήλιφος οὐδὲ ἀνάλειπτος.
ἀνήλειπτός ἐστι τὸ Ἑλληνικόν, οὐχὶ ἀνάλειπτος οὐδὲ ἕτερον τοιοῦτον οὐδέν.
ἀνήλωμα οὐ χρὴ λέγειν, ἀλλʼ ἀνάλωμα.
ἀνθέων δεῖ λέγειν, οὐκ ἀνθῶν, ἵνα μὴ συνεμπέσῃ τῷ «ὧν» ἄρθρῳ, οἷον τὸ «ἀνθʼ ὧν» καὶ «ὧν τινων».
...λέγει δὲ καὶ ὦρος, ὅτι οὐ τῶν ἀνθῶν δεῖ λέγειν, ἀλλὰ τῶν ἀνθέων, διὰ τὴν συνέμπτωσιν τοῦ «ἀνθʼ ὧν» ἐπιρρήματος, ὅπερ ἀπὸ τῆς «ἀντὶ» προθέσεως καὶ τοῦ «ὧν» ὑποτακτικοῦ ἄρθρου γέγονεν.
ἀνυπόδητος, οὐχὶ ἀνυπόδετος λέγεται.
ἀνυπόδητος· ἐν τῷ η λέγεται, οὐχὶ ἀνυπόδετος.
ἀπέδραν καὶ ἀπέδρα χρὴ λέγειν, οὐχὶ ἀπέδρασα καὶ ἀπέδρασεν· «ἔλυσα ἐμαυτόν, εἶτʼ ἀπέδραν μόνος» καὶ Πλάτων· «ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα».
ἀπέδρα καὶ τὸ πρῶτον πρόσωπον ἀπέδραν. «τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;» Φερεκράτης Ἰπνῷ. Μένανδρος Θετταλ· «εἶτʼ ἀπέδραν μόνος».
ἀποπροσποιεῖσθαι οὐδεὶς λέγει Ἕλλην. οὐ μέντοι οὐδʼ οὕτω λέγουσιν, οἷον «ὅτι προσποιεῖται μὴ ἀκούειν».
ἀποχρῆν καὶ ἀποχρᾶν· τὸ ἀπαρέμφατον ῥῆμα λέγουσιν ἑκατέρως. Δημοσθένης· «ἀποχρῆν οἶμαι τὴν δύναμιν», Λυσίας· «Φαινίππῳ δὲ μὴ οἴεσθαι ταῦτʼ ἀποχρᾶν».
ἀργυρᾶν, οὐκέτι ἀργυρῆν λέγομεν, σιδηρᾶν δὲ ὡς ἀργυρᾶν.
τὸ ἀσπάζεσθαι καὶ ὁ ἀσπασμὸς μάλιστα τὴν ἀγάπησιν καὶ φιλοφροσύνην δηλοῖ. χρῶνται δὲ καὶ ἐπὶ τοῦ προσαγορεύειν.
ἀφείλετο, οὐκ ἀφείλατο, καὶ προείλετο καὶ πάντα τὰ ὅμοια, ἐφʼ ὧν καὶ τὸ δεύτερον πρόσωπον διὰ τῆς ου συλλαβῆς καὶ τὸ πρῶτον διὰ τοῦ ο. ἐφʼ ὧν δὲ τὸ πρῶτον διὰ τοῦ α, τὸ μὲν δεύτερον διὰ τοῦ ω, τὸ δὲ τρίτον πάλιν διὰ τοῦ α, οἷον· ἐποιησάμην, ἐποιήσω, ἐποιήσατο· ἐγραψάμην, ἐγράψω, ἐγράψατο. ἐπὶ δὲ τῶν προτέρων· εἱλόμην, εἵλου, εἵλετο· ἠρόμην, ἤρου, ἤρετο.
ἀφείλετο καὶ τὰ ὅμοια διὰ τοῦ ε, ἐφʼ ὧν τὸ πρῶτον πρόσωπον διὰ τοῦ ο, τὸ δὲ δεύτερον διὰ τῆς ου. ὅτε δὲ τὸ πρῶτον διὰ τοῦ α τότε τὸ δεύτερον διὰ τοῦ ω. ἀφειλόμην διὰ τοῦ ο, τὰ δὲ βάρβαρα διὰ τοῦ α, οἷον ἀφειλάμην καὶ ἀφείλατο, ὁμοίως καὶ τὸ ἀφείλω. τὸ δὲ ἀνάλογον ἐπὶ πάντων ἐστὶ τῶν ὁμοίων.
βασκαίνειν οὐχὶ τὸ φθονεῖν δηλοῖ, ἀλλὰ τὸ λυπεῖν καὶ αἰτιᾶσθαι καὶ δυσχεραίνειν. «ἐάν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνει», Φερεκράτης· «ὁ λαγώς με βασκαίνει τεθνηκώς». διὰ τοῦτο οὐδὲ τῇ δοτικῇ συντάσσεται, ἀλλὰ τῇ αἰτιατικῇ. τὸ γὰρ «βασκαίνει μοι» βάρβαρον. καὶ βάσκανον τὸν λυπηρὸν καὶ βλαβερὸν λέγουσιν.
βιβλίον διὰ τοῦ ι Ἀττικῶς, διὰ δὲ τοῦ υ Ἰακῶς.
βιβλιοπώλην, οὐχὶ βιβλοπώλην λέγομεν. Θεόπομπος· «τοὺς βιβλιοπώλας λεύσομαι».
βιβλογράφος, οὐχὶ βιβλιαγράφος.
βραβευτὴς οὐ πάνυ τι λέγεται, ἀλλὰ μᾶλλον βραβεύς. Πλάτων· «ἐπιστάτας τε καὶ βραβέας», ἐν δὲ τῷ Πρωταγόρᾳ· «βραβευτὴν αἰσχρὸν εἴη αἱρεῖσθαι».
βραδύτερον λέγουσιν, οὐ βράδιον, ὅτι μὴ Ἡσίοδος μόνος εἴρηκε βράδιον συνεσταλμένως· «βράδιον δὲ Πανελλήνεσσι φαείνει».
βρωμᾶσθαι· ἐπὶ ὄνου λέγουσι τοῦτο. λέγουσι καὶ ὀγκᾶσθαι ἐπὶ ὄνου, ἀλλὰ σπάνιον τοῦτο.
γενέθλια λέγουσιν, οὐ γενέσια τὴν ἡμέραν τῆς γενέσεως. Πλάτων· «βασιλέως ἦν γενέθλια.» οἱ δὲ Ἀθηναῖοι γενέσια …
γνώριμος οὐχ ὁ μαθητής, ἀλλʼ ὁ γινωσκόμενός τινι ἢ ἁπλῶς ὁ ἔνδοξος. Δημοσθένης· «καὶ γνωρίμως ἔχω τοῖς πλείστοις τῶν πλεόντων τὴν θάλασσαν.» καὶ γνωρίσαι τὸ συστῆσαι καὶ ποιῆσαι γνώριμον.
γοργὸν οὐ τὸ πρακτικὸν καὶ κεκινημένον οἱ Ἀττικοὶ λέγουσιν, ἀλλὰ τὸ φοβερόν. Ξενοφῶν· «γοργότεροί θʼ ὁρᾶσθαι καὶ φοβερώτεροι φθέγγεσθαι.»
δημότην οἱ Ἴωνες τὸν τῶν πολλῶν ἕνα, καὶ Ἡρόδοτος οὕτως, τῶν δʼ Ἀττικῶν μόνος Ξενοφῶν, οἱ δʼ ἄλλοι τοῦτον μὲν δημοτικόν, δημότην δὲ τὸν τοῦ αὐτοῦ δήμου, ὡς φυλέτην τὸν τῆς αὐτῆς φυλῆς καὶ λοχίτην τὸν ἐν τῷ αὐτῷ λόχῳ κατατεταγμένον.
διδάσκαλον λέγει ὁ Σόλων, οὐ καθηγητὴν οὐδʼ ὑφηγητήν.
διδάσκαλος· οὐ καθηγητὴν λεκτέον.
διέφθορεν· οὐ τὸ διέφθαρται δηλοῖ παρὰ τοῖς Ἀττικοῖς, ἀλλὰ τὸ διέφθαρκεν. Εὔπολις· «ὃς τὸν νεανίσκον ξυνὼν διέφθορε», καὶ ἐν Αὐτολύκῳ· «ὁτιὴ τὰ πατρῷα πρός σε καταδιέφθορα». ὅμοιον γάρ ἐστι τὸ διέφθορε τῷ ἀπέκτονε καὶ κατέσπορεν.
δίψος καὶ δίψα, ἑκατέρως λέγουσι, μᾶλλον δὲ τὸ οὐδέτερον.
δοίη· παράσχοι, οὐχὶ ἐν τῷ ω, δῴη.
δολιχαδρόμον, οὐ δολιχοδρόμον, χαίρουσι γὰρ τῷ α οἱ Ἀττικοί.
ἔγγιον καὶ ἔγγιστα οὐ λέγουσιν, ἀλλʼ ἐγγυτέρω καὶ ἐγγύτατα.
ἐγείρου χρὴ λέγειν, οὐχὶ ἔγειρε, εἰ μή τις προστίθησι τὸ σαυτόν.
ἐγερθῆναι ἐξ ὕπνου, ἀναστῆναι τῷ σώματι. Εὔπολις. «τίς οὑξεγείρας μʼ ἐστίν; οἰμώξει μακρά, ὁτιή μʼ ἀνέστησʼ ὠμόυπνον». λέγουσι δὲ καὶ ἐπεγεῖραι καὶ ἐπεγερθῆναι· «ἡ θεράπαινα ἐπεγείρασά με».
ἐγρήγορα χρὴ λέγειν, οὐ γρηγορῶ, καὶ τὰ παρεληλυθότα ἐγρηγόρει καὶ ἐγρηγόρεσαν. φησὶν ὁ κωμικός· «ἕως διέλαμψεν ἡμέρα ἐγρηγόρεσαν». καὶ τὸ προστακτικὸν ἐγρήγορθι καὶ τὸ ὑποτακτικὸν ἐὰν ἐγρηγόρῃ παροξυτονοῦντες λέγουσιν.
ἔγχελυς, τὸ ἑνικόν, τὸ δὲ πληθυντικὸν ἐγχέλυες. παρὰ γοῦν τοῖς Ἀττικοῖς ἀλλʼ ἐγχέλεις καὶ αἱ πτώσεις ἐγχέλεων, ἐγχέλεσιν. Εὔπολις· «τὸ σῶμʼ ἔχουσι λεῖον ὥσπερ ἐγχέλεις», Ἀριστοφάνης· «ὅπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας» καὶ πάλιν· «οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν».
εἴθε· ὁριστικῷ μᾶλλον ἢ ἀπαρεμφάτῳ συντάσσεται. Ἀριστοφάνης· «εἴθʼ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ», καὶ Πλάτων· «εἴθʼ ἔγραψεν, ὡς χρὴ πένητι μᾶλλον ἢ πλουσίῳ», καὶ ὁ ποιητής· «εἴθʼ ὡς ἡβώοιμι».
εἰ μή τι· ἀντὶ τοῦ πλήν. οὕτως Πλάτων ἐν τῷ Ἀλκιβιάδῃ ἐχρήσατο· «εἰ μή τίς σου ἐραστὴς τυγχάνει».
ἐξ ὀφθαλμῶν οὐ λέγουσιν, οὐδʼ ἐκ προσώπου. Φρύνιχος «ἐγὼ δέ, μισεῖ γάρ μʼ, ἄπειμʼ ἐξ ὀμμάτων».
ἐπιπολῆς λέγουσιν, οὐκ ἐξεπιπολῆς. «τοὺς ἐπιπολῆς οὖν ἔργον ἀφελεῖν ἦν μέγα».
ἐπιστολὴν καὶ τὴν ἐντολὴν λέγουσιν. Κρατῖνος· «ἄκουε νῦν καὶ τήνδε τὴν ἐπιστολήν» καὶ ὁ Πλάτων· «μεμνημένοι τῆς τοῦ πατρὸς ἐπιστολῆς οἱ ξυστήσαντες ἡμᾶς». τὸ δὲ ἐπίσταλμα βάρβαρον ἐπιχωριάζον Ἀλεξανδρεῦσιν. καίτοι οὐ μόνον τὸ ἐπιστεῖλαι καὶ ἐπεσταλκέναι, ἀλλὰ καὶ τὸ ἐπεστάλθαι ἐστὶ παρὰ τοῖς παλαιοῖς. Θουκυδίδης· «καὶ οἱ μὲν Βοιωτοὶ καὶ οἱ Κορίνθιοι ταῦτʼ ἐπεσταλμένοι ὑπὸ τοῦ Ξενάρους καὶ Κλεοβούλου».
ἔπλει τὸ παρεληλυθός, οὐχὶ ἔπλεε, καὶ ἔρρει καὶ ἔπνει καὶ ἔθει. τὰ δὲ διῃρημένα Ἰακά.
ἐπώνυμοι οὐχὶ οἱ καλούμενοι ἀπό τινων ὅτι μὴ σπανίως παρὰ τοῖς Ἀττικοῖς, ἀλλʼ ἀφʼ ὧν ὀνομάζονταί τινες. οὕτω τῶν φυλῶν ἐπωνύμους καλοῦσιν. οἱ δὲ Ἴωνες καὶ ἔμπαλιν χρῶνται· Ἡρόδοτος· «αὐτοί τε οἱ ἄνθρωποι καὶ ἡ γῆ αὐτέων ἐπώνυμοι τοῦ καταστρεψαμένου καλέονται.» ἐπώνυμον δʼ ἄρχοντα οὐχ εὑρίσκω λεγόμενον.
ἐρανίζειν τὸ συλλέγειν ἔρανον παρὰ τῶν φίλων, οὐχὶ ἐρανίζεσθαι. Αἰσχίνης· «ἐρανίζων στεφάνους καὶ κηρύγματα ψευδῆ φιλοτιμίαν κτᾶται».
ἐρεοῦν καὶ λινοῦν περισπᾶται, τὰ πληθυντικὰ τούτων συστέλλουσι, λινὰ καὶ ἐρεά, οἱ δʼ Ἀττικοὶ τὰ οὐδέτερα πληθυντικὰ ὁμοίως τοῖς ἑνικοῖς περισπῶσι· τὰ ἀργυρᾶ, τὰ πορφυρᾶ, τὰ χαλκᾶ, τὰ χρυσᾶ.
ἐσθίειν λέγουσιν, ἔσθειν δὲ σπανίως καὶ εἴπερ ἄρα οἱ ποιηταί.
εὐθενεῖν οἱ Ἀττικοί, οἱ δὲ Ἴωνες εὐθηνεῖν. Κρατῖνος· «ἀλλὰ τάδʼ ἔστʼ ἀνεκτέον. καὶ γὰρ ἡνίκα εὐθενεῖ». Ἡρόδοτος· «εὐθηνέειν πᾶσαν Αἴγυπτον». ἡ δὲ εὐθένεια παρʼ οὐδενὶ τῶν Ἀττικῶν.
εὐθενεῖν· ἐν τῷ ε λεκτέον, οὐχὶ εὐθηνεῖν.
εὐκτὸν λέγεται, οὐχὶ εὐκταῖον. οὕτως Δημοσθένης καὶ Ξενοφῶν καὶ Εὔπολις· «εὐκτότατον γάμον». τὸ δὲ εὐκταῖον ἐν Νόμοις Πλάτωνος ἐπὶ τοῦ κατευγμένου καὶ οἷον κατʼ εὐχὴν ἀποδιδομένου καὶ ἀξίου εὐχῆς.
εὐοδεῖν εὑρίσκω παρὰ τοῖς Ἀττικοῖς. Θεόπομπος· «ἀλλʼ εἰ δοκεῖ, χρὴ ταῦτα δρᾶν, εὐοδεῖν πορεύομαι». τὸ δʼ ὁδεύειν οὐδὲ παρʼ ἑνὶ τῶν ἐλλογίμων.
ἐφλεγμάνθη οὐ χρὴ λέγειν, ἀλλʼ ἐφλέγμηνεν. Ἀριστοφάνης· «εἶτʼ ἐφλέγμηνεν αὐτοῦ τὸ σφυρὸν γέροντος ὄντος».
ἐφʼ ᾧ καὶ ἐφʼ ᾧτε, ἑκάτερον αὐτῶν. καὶ ὁριστικῷ συντάσσεται ῥήματι καὶ ἀπαρεμφάτῳ. Θουκυδίδης ἐν δʹ· «ἐφʼ ᾧ φυλακῇ τῇ μετρίᾳ τηρήσονται», καὶ Κρατῖνος· «ἐφʼ ᾧτʼ ἐμαυτὴν συγκαθεύδειν τῷ πατρί».
ἐφʼ ᾧ· σὺν τῷ ι Θουκυδίδης· καὶ ἐφʼ ᾧτε. οὕτως ὦρος ὁ Μελήσιος.
θέρμη καὶ θέρμα, … Φερεκράτης· «σκέψαι δέ μου τὸ μέτωπον, εἰ θέρμην ἔχουσα τυγχάνω» καὶ Μένανδρος· «βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τʼ ἐπέλαβεν αὐτόν». οὐκ εὖ τοίνυν οἱ λέγοντες, ὅτι θέρμα μὲν ἡ πυρεκτική, Θέρμη δὲ ἡ πόλις.
ἱστοριαγράφον, οὐχ ἱστοριογράφον λέγουσιν οἱ Ἀττικοί.
καθεδοῦμαι· τὸ καθεδοῦμαι καὶ καθεδῇ καὶ καθεδεῖται Ἑλληνικά, τὸ δὲ καθεσθήσομαι καὶ καθεσθήσῃ καὶ ἐκαθέσθην καὶ καθεσθῆναι ἔκφυλα. Ἀριστοφάνης· «κᾆτα καθεδῇ δῆτά μοι», καὶ ἐν Ἀχαρνεῦσιν· «καθεδεῖται», καὶ πάλιν· «καθεδῶ δικαστάς» φησιν, καὶ Τηλεκλείδης· «καθεδοῦμαι», καὶ Φερεκράτης· «καθεστέον», καὶ Μένανδρος· «καθεδοῦμαι ἐνθαδὶ τὸν Λοξίαν αὐτὸν καταλαβών», καὶ Πλάτων· «πρόαγε δὴ καὶ σκόπει ἅμα, ὅπου καθεδούμεθα» καὶ «καθίσαι χωρὶς μὲν τοὺς ὁπλίτας, χωρὶς δὲ τοὺς ἱππέας». καθίσαι καὶ καθέσαι καὶ καθῆσθαι καὶ καθιεῖ καὶ καθίζειν, οὐ καθιζάνειν. καὶ καθῆστο, καθοίμην, καθήμην, καθῆντο.
καθηγεῖσθαι ἀντὶ τοῦ ἡγεῖσθαι παρὰ Ἡροδότῳ ἐστί, φησὶ γοῦν, ὅτι «καθηγέοντο οἱ Σκύθαι ἐς τῶν ἀνδροφάγων τοὺς χώρους». χρῶνται δὲ καὶ οἱ Ἀττικοὶ τῷ καθηγεῖσθαι καὶ ὑφηγεῖσθαι. ἔστι δὲ καὶ τὸ προηγεῖσθαι παρʼ αὐτοῖς.
κάθου καὶ κάθησο, ἄμφω Ἑλληνικά. Ἀριστοφάνης· «οὐχ ὅτι γʼ ἐκεῖνος ἔλαχεν. οἰμώζων κάθου». Κρατῖνος· «τὴν χεῖρα μὴ ἐπίβαλλε, μὴ κλάων κάθῃ». λέγει γὰρ τὸ ὑποτακτικὸν ἀπὸ τοῦ κάθημαι καὶ κάθῃ καὶ κάθηται ὁριστικῶς. Ἀριστοφάνης· «ἰδοὺ κάθημαι» καὶ Ὑπερίδης· «ἀπόκριναί μοι, Ἑρμεία, ὥσπερ κάθῃ». τὸ δὲ κάθισον οὐκέτι, ἀλλʼ ἀντʼ αὐτοῦ καθίζου· «σὺ δʼ, ὦ τέκνον, τέως καθίζου μοὐνθαδί»λέγουσι δὲ καὶ καθίζανε· Φερεκράτης· «δεῖπνον παρασκεύαζε, σὺ δὲ καθίζανε», Ἄρχιππος· «φέρε καθίζωμʼ ἐνθαδί», Κρατῖνος· «εἰ πρῶτος ἔλθοις, κἂν καθίζεσθαι λάβοις». καὶ καθίζονται, καθίζηται, καθιζόμενον, καθήμεθα καὶ σὺν τῷ ε ἐκαθήμεθα, καὶ καθιζήσει· Αἰσχίνης· «ἀλλʼ εἰ μέν που χρήματʼ ἀναλώσει, προσκαθιζήσει», καὶ Πλάτων· «ἀλλὰ ποῦ δὴ δοκεῖ καθιζόμενοι ἀναγνῶμεν;» καὶ προελθών· «εἰς ὅπῃ ἂν δόξῃ, ἐν ἡσυχίᾳ καθιζησόμεθα», «καὶ πολὺ καθίζεσθαι».
καταποντωθῆναι ἀντὶ τοῦ καταποντισθῆναι· τῶν Ἀττικῶν δέ ἐστιν.
κέκτημαι καὶ ἔκτημαι, ἀμφότερα Ἑλληνικά. Θουκυδίδης ἑκατέρως· «καὶ οὐδὲν τὸ πρότερον κεκτημένων», «καὶ τὰ προεκτημένα φιλεῖ ἐλασσοῦσθαι». Δημοσθένης δʼ ἀεὶ σὺν τῷ κ.
κορεῖν παρὰ τοῖς Ἀττικοῖς τὸ σαίρειν καὶ φιλοκαλεῖν.
λύχνους λέγουσιν οἱ Ἀθηναῖοι, λύχνα δὲ Ἰακῶς λέγεται.
μανόν· ἀραιόν. βραχέως λέγουσι. Τηλεκλείδης ἀντὶ τοῦ ἀκριβὲς ἢ ὀρθὸν ἢ ἀσφαλὲς ἢ πυκνόν. Πλάτων. «καὶ ταῦτα μανάκις, μυριάκις τῆς ἡμέρας».
μείζονα πάντων οἱ λέγοντες ἁμαρτάνουσι. μέγιστον γὰρ χρὴ λέγειν πάντων, μείζονα δὲ τούτου τινός.
μεῖραξ καὶ μειρακίσκη ἐπὶ θηλείας· μειράκιον δὲ καὶ μειρακίσκος ἐπὶ ἄρρενος.
μόλιβον μὲν Ὅμηρος λέγει καὶ ἴσως Ἰακόν ἐστιν. οἱ δὲ Ἀττικοὶ μόλυβδον σὺν τῷ υ καὶ σὺν τῷ δ καὶ μολύβδινον· τὸ δὲ μολυβοῦν ἐσχάτως βάρβαρον. «Φορμίων τρεῖς ἔφη στήσειν τρίποδας, ἔπειτʼ ἔθηκεν ἕνα μολύβδινον» Κρατῖνος. «φαίνεσθαι χρυσῆν κατʼ ἀγροὺς δʼ αὖθις αὖ μολυβδίνην».
τὸν νεών, ἡ αἰτιατικὴ σὺν τῷ ν, καὶ λαγὼν καὶ Κών· ἡ δὲ γενικὴ καὶ ἡ δοτικὴ ἄνευ τοῦ ν· τοῦ νεῶ καὶ τῷ νεῷ.
ὀξόγαρον βάρβαρον, ὀξύγαρον γὰρ … «ὀξύγαρον οἰνηρὸν ἔτι κεκτήσεται».
ὀξύβαφον, οὐχὶ ὀξόβαφον.
ὀξύβαφον, οὐχὶ ὀξόβαφον λεκτέον.
πανδοκεῖον· οὐκ ἐν τῷ χ, πανδοχεῖον· καὶ μελανοδόκον καὶ τὰ ὅμοια οὕτως. τὸν δὲ μοχλὸν ἐν τῷ χ καὶ Ἀττικοὶ καὶ Δωριεῖς καὶ Ἴωνες πλὴν Ἀνακρέοντος. οὗτος δὲ μόνος σχεδὸν τῷ Ζηνόδοτος δὲ … «καὶ οὐ μοκλὸν ἐν οὔρῃσι δίζησι βαλὼν ἥσυχος καθεύδει». καὶ ὁ σχινδαλμὸς ἐν τῷ χ.
τὸ πάντοτε παρʼ οὐδενὶ εὑρίσκεται τῶν δοκίμων, …
παραιτοῦμαί σε καὶ παρῃτήσατο αὐτόν, καὶ παρῃτήσατο τὸ πρᾶγμα οὐ δεῖ λέγειν, ἀλλʼ οἷον, ὅτι «παραιτοῦμαί σε συγγνώμην ἔχειν» καὶ «παραιτοῦμαί σε μὴ χαλεπαίνειν»· Ξενοφῶν· «τοὺς μὲν θεοὺς παραιτήσῃ συγγνώμονάς σοι εἶναι». λέγουσι δʼ ἐπὶ τοῦ αὐτοῦ τὸ παρίεμαι.
παραλλήλους μὲν βίους λεκτέον καὶ ἄνδρας παραλλήλους, οὐκέτι δὲ κατὰ τὰς ἄλλας πτώσεις, οἷον «βίων παραλλήλων» ἢ ἐν τοῖς «παραλλήλοις βίοις»· ἔτι δʼ ἧττον ἑνικῶς λεκτέον «παράλληλον βίον». οὐδὲν γάρ ἐστιν «ἄλληλον». μᾶλλον οὖν λεκτέον «ἐν τοῖς βίοις τοῖς παρʼ ἀλλήλους τεθεωρημένοις» καὶ «τῶν ἀνδρῶν τῶν παρʼ ἀλλήλους ἐξητασμένων» καὶ «Ἑλλάνικος τοῦτο ἱστορεῖ ἐν τοῖς κατʼ ἄλληλα», οὐκ «ἐν τοῖς καταλλήλοις». ἐν μέντοι γεωμετρίαις συνήθως ἤδη λέγεται «παράλληλος εὐθεῖα» καὶ «κύκλοι παράλληλοι». ἐπισκέψασθαι δὲ χρή, εἰ τὸ «ἐκ παραλλήλου» εἴρηται ὑπό τινος τῶν δοκίμων· ἐγὼ μὲν γὰρ οὐκ οἶμαι.
πλεῖ τὸ προστακτικόν, οὐχὶ πλεῖθι οὐδὲ πλέε· τοῦτο γὰρ Ἰακόν. καὶ πνεῖ, οὐχὶ πνέε, καὶ δεῖ καὶ θεῖ καὶ ῥεῖ τὰ προστακτικὰ λέγε. Εὐριπίδης· «πλεῖ κατὰ πορθμόν», Ἕρμιππος· «ἀλλʼ ἐκεῖσε θεῖ· δεῖ τοῦτον».
πρύμνη καὶ πρύμνα, ἀμφότερα.
πτέρνα καὶ πτέρνη, ἀμφότερα.
σκῶρ· τὸ κόπρον. τῶν καθʼ ἡμᾶς σοφιστῶν ὁ ἐνδοξότατος ἔν τινι τῶν λόγων τῶν ἑαυτοῦ γέγραφε τὸ σκάτος ἀγνοήσας, ὅτι ἡ ὀρθὴ πτῶσίς ἐστι τὸ σκῶρ, αἱ δὲ πλάγιαι τοῦ σκατὸς καὶ τῷ σκατί. Ἀριστοφάνης· «καὶ σκῶρ ἀεὶ νῶν». ὄντως οὖν σκατοφάγου τὸ ἁμάρτημα.
σκῶρ· τὸ ἀποπάτημα οὐ σκάτος. οὕτως Ἀριστοφάνης.
συγκαταθέσθαι δεῖ λέγειν, οὐχὶ συνθέσθαι.
συμφοιτητὴν τὸν συμμαθητὴν λέγει ὁ Σόλων, συμφιλόλογος δὲ δεινῶς βάρβαρον καὶ Αἰγύπτιον.
τρίτην ἡμέραν λέγουσιν, οὐχὶ τρίτης ἡμέρας οὐδὲ τρίτῃ ἡμέρᾳ. Ξενοφῶν· «καὶ χθὲς δὲ καὶ τρίτην ἡμέραν ταὐτὸ τοῦτʼ ἔπραττον». Μένανδρος· «ἡμέραν τρίτην ἐπεκώμασεν ἡμῖν». Ἀντιφῶν· «ἐχθὲς μετὰ πέντʼ ἔπινον, ἡμέραν τρίτην μεθʼ ἑπτά». οὐκέτι δὲ «ἀπὸ τρίτην ἡμέραν», ὥσπερ νῦν σολοικίζουσί τινες, ἀλλʼ ἀπὸ τρίτης ἡμέρας. καὶ τρίτον ἔτος λέγουσιν, οὐχὶ τρίτῳ ἔτει. Φερεκράτης· «πότε σὺ … ἤκουσας αὐτοῦ; προπέρυσιν ἔτος τρίτον». ἐνίοτε δὲ προστιθέασι «τοῦτο» καὶ «τουτί», οἷον «τρίτον ἔτος τοῦτο», ἐπειδὰν ἀπὸ τοῦ παρόντος χρόνου λογίζωνται καὶ μὴ ἀπό τινος παρῳχηκότος. καὶ Δημοσθένης· «τρίτον ἢ τέταρτον ἔτος τουτὶ Ἡραῖον τεῖχος πολιορκῶν». ἄνευ δὲ τοῦ προσκεῖσθαι τὸ «τοῦτο» καὶ «τουτί», κοινὸν καὶ τοῦ παρεληλυθότος χρόνου ἐστίν.
ὑάλινον· οὐχὶ ὑαλοῦν, καὶ τὴν ὕαλον θηλυκῶς ἐν τῷ α λεκτέον, οὐχὶ ἐν τῷ ε.
ὑός· ἄνευ τοῦ ι οἱ Ἀττικοί. λέγω δέ, ὁπότε ἐν μιᾷ συλλαβῇ φωνήεντι ὑποτέτακται, ἐξαιρεῖται ὅλως, οἷον μῦα, ὑός, εἰρηκῦα, πεποιηκῦα, κλάειν καὶ τὰ ὅμοια. ὁπηνίκα δʼ ἐν συλλαβῶν διαζεύξει φωνήεντι ἕπεται, γράφεται μέν, οὐ συνεκφωνεῖται δέ· Καδμῇδα, Νηρῇδα, Κωπᾷδα.
ὑπέθηκε τὴν οὐσίαν ὁ δανειζόμενος· ὑπέθετο δʼ ὁ δανείζων. Δημοσθένης· «ὑποθεὶς δὲ τὴν οὐσίαν τὴν ἐμαυτοῦ».