eul_wid: mlw-al
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Commentary on Frogs by Aristophanes Scholia

The anonymous ancient commentary on Aristophanes' comedy The Frogs is a collection of scholia, or explanatory notes, preserved in the margins of medieval manuscripts. These prose notes form an integral part of the scholarly tradition surrounding Old Comedy, offering crucial insights for interpretation. The commentary provides glosses on difficult vocabulary, explanations of Attic idioms and grammatical constructions, and identifies historical, mythological, and literary references within the play. It also includes notes on textual variants, proposed emendations, and observations on comic technique, parody, and metrical structure. Transmitted through a composite tradition that condenses the work of Hellenistic scholars like Aristarchus with later Byzantine compilations, the scholia are primarily found in manuscripts dating from the 10th century CE onward. As a repository of otherwise lost ancient scholarship, this collection remains an indispensable tool for philological and historical study, furnishing the essential contextual framework for all modern engagement with Aristophanes' work.

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ

Ξανθίας οἰκέτης, ὃς καὶ προλογίζει τῷ ἀναφόρῳ τὸν ὦμον θλιβόμενος· Διόνυσος· χορὸς μυστῶν· νεκρός· Χάρων· Αἰακός· χορὸς βατράχων· πανπανδοκεύτρια· Εὐριπίδης· ἑτέρα πανδοκεύτρια· Αἰσχύλος· Πλούτων· Ἡρακλῆς.

τἀνάφορον ἀλλακτόν.

οὔκουν οὐχί

Εὐριπίδου καὶ ταῦτα: οἱ πλείους τοὺς τρεῖς στίχους καὶ τὸ ἡμιστίχιον ἀπὸ τοῦ «τοιουτοσὶ τοίνυν με» μέχρι τοῦ «μὂὐκ ἐλθεῖν ἐπʼ ἐκεῖνον» ἑνὸς προσώπου φασὶ τοῦ Διονύσου· τινὲς δὲ μέχρι τοῦ «Εὐριπίδου καὶ ταῦτα»· εἶτα τὸ «τοῦ τεθνηκότος». λέγουσιν, Ἡρακλῆς φησιν, καὶ πάλιν αὐτοῦ Διονύσου τὸ «κοὐδείς γέ μʼ ἂν».

πρότερον ἢ τῇ ἡλικίᾳ, ἢ τιμιώτερον.

εὔκολος ἁπλοῦς.

τὸ τῷ.

νῷν ἡμῖν.

ἐκεῖνος ὁ Ἡρακλῆς.

τινι θηρίῳ.

ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει· ἐπάλμενος ὀξέϊ δουρί·

«μεθαρμοζόμενος» νήϊά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται·

ὁδὶ ὁ ἱερεύς.

χρόνου πόδα ἤγουν τὸν Εὐριπίδην.

, ἀλλὰ καὶ κισσίνῳ· κἂν τοῖς συμποσίοις τὸ παλαιὸν μυρσίναις ἐστέφοντο.

Ἐπίδαυρον πόλιν λακωνικήν.

Κινησίαν δʼ, ὡς πρὶν εἴπομεν, τὸν διθυραμβοποιὸν κωμῳδεῖ.

ἔμβα χόρευε.

φράτορας συγγενεῖς.

ἣν ὃν.

πλευμόνων: τῶν πνευμόνων· δωρικῶς ἀντὶ τοῦ λ, ν γράφουσι· ἦνθον τοι ποιμένες, τοι βουκόλοι. οὕτω Δωριεῖς ἀντὶ τοῦ λ, ν γράφουσιν, Ἀττικοὶ δὲ ἀντὶ τοῦ ν, λ.

πλευμόνων πνευμόνων.

οἶσε οἶσαι.

εἰς τὴν κάτω μου κοιλίαν: εἰς τὴν περὶ τὰ παιδοσπόρα.

κολλάβους ἄρτους.

ἐπαινῶ παραιτοῦμαι.

ἤδʼ ἔνδον: ἤδη ἔνδον ἐστὶ καὶ αὐλητρίς. οὐ γὰρ «ἥδε» καὶ αὕτη, φησίν, ἡ αὐλητρίς· ἐκθλίβεται γὰρ τὸ η τὸ μακρόν.

εἰσῄρετο ἡ τράπεζα: εἰσήγετο.

Θηραμένους τοῦ.

ἐξέκοψε τοὺς χοροὺς:

τάριχος: κρέας ἁλιστὸν εἴτε καὶ ἰχθὺν νόει.

, ἐν ᾧ οἱ κακοῦργοι ἐρρίπτοντο καὶ ἀνῃροῦντο.

τὸν λάρυγγα: ἓν δοκοῦσιν εἶναι πολλοῖς ἡ φάρυγξ καὶ ὁ λάρυξ· δύο δέ εἰσιν ἔνδον

ὀρίγανον δριμύ.

ἀνύετον σπεύδετον.

ποήσω ποιήσω.

εὐγενές.

ἐν κλίμακι: ὁ σοφὸς σχολιογράφος ἐνθάδε τι λέγειν οὐκ ἔχων λαλεῖν οὐκ αἰσχύνεται, ἀλλʼ, ἡδύσματος ἕνεκα λόγου, καὶ ἅ φησι κατὰ ῥητὸν ἐγγραπτέον μοι. «τὸ “ἐν” πρὸς τὸ «δήσας»· ποία δέ τις ἐγένετο λύμη, σοφώτατε, εἰ τὸ μὲν νοηθείη, ὥσπερ καὶ ἔχει, «ἐν κλίμακι δήσας», ἐκεῖνο δὲ «κάππεσον ἐν Λήμνῳ»; ἀλλὰ δεξιοῦ καὶ πυκνοῦ τὰς φρένας ἀνδρός ἐστιν ἐφερμηνεύειν, ὅτι τὸ «ποτνιᾶται» πρὸς τὸ «ὑποποτνιᾶται» σημαίνει.

πλὴν ἄνευ.

πράσῳ ἐν.

τινὶ ἤγουν σοί.

ἀπὸ κοινοῦ τὸ «φημί» λάμβανε εἰς τὸ «τοῦτον δὲ δοῦλον».

καὶ πῶς οὐκ ἔπταρον, ἤτοι πῶς οὐδέ, ὡς οἱ νυττόμενοι λεπτῷ ξυλαρίῳ τὴν ῥῖνα, τυπτόμενος ἐγὼ ἔπταρον;

Πυθῶνʼ τήν.

Δῆλον τήν.

σπόδει: τύπτε, δαῖρε.

ψευδονίτρου τῆς.

κονίας τέφρας καὶ γῆς.

κιμωλίας λευκῆς.

φησί· «μῦσται μὲν λέγονται οἱ πρώτως μυηθέντες καὶ τὰ μυστήρια γνόντες· οἱ δὲ τοῖς μετὰ ταῦτα ἐνιαυτοῖς ταῦτα ὁρῶντες ἐποπτεύοντες λέγονται, οὐκέτι δὲ μῦσται καλοῦνται».

, ἔμελλεν ὁ Σοφοκλῆς ἔφεδρος καθεδεῖσθαι καὶ ἐν τῷ τόπῳ τῆς καθέδρας, ἐν ᾗ ἐτάχθη, καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ χώραν, τουτέστι καρτερῆσαι καὶ μεῖναι τῇ καθέδρᾳ, ἣν ἔλαβεν αὐτὸς Σοφοκλῆς· εἰ δὲ μὴ κρατεῖ καὶ νικᾷ ὁ Αἰσχύλος, περὶ τῆς τέχνης πρὸς Εὐριπίδην ὁ Σοφοκλῆς ἔλεγε τότε διαμαχεῖσθαι.

Τζέτζης μὲν οὕτω ταῦτά σοι σαφῶς λέγει.

σταθμήσεται ζυγοσταθμήσεται.

συνέβαινʼ ἤρεσκεν.

ἐσπουδακόσι τοῖς δούλοις.

ἦ που δεινὸν ἐριβρεμέτας: ὄντως, φησίν, ὁ βροντολόγος Αἰσχύλος καὶ ὑψηλαῖς χρώμενος λέξεσι. χόλον ἔνδοθεν ἕξει, ἤτοι πρὸς μέγαν θυμὸν κινηθείη, τοῦ περικαρδίου ζέσαντος αἵματος, ἡνίκα ἂν τὸν ὀξυλάλον ἴδῃ, τὸν Εὐριπίδην, τὸν ὀξέα καὶ μεγάλα ἢ πολλὰ λαλοῦντα καὶ φλυαροῦντα. οὕτω δὲ συντακτέον· ἡνίκα τὸν Εὐριπίδην θεάσηται, μανίας ὑπὸ δεινῆς ὄμματα στροβήσεται, ἤτοι ὑπὸ τῆς μανίας—νῦν τοῦ θυμοῦ· οὐ γὰρ Αἰσχύλος ἐμάνη— τὰ ὄμματα στροβήσεται καὶ στρέψει ἐπὶ τὸ θυμικόν τε καὶ ἄγριον ἀπὸ τοῦ καθεστηκότος καὶ προσηνοῦς βλέμματος. πῶς δὲ τοὺς ὀφθαλμοὺς στρέψει ἐπὶ τὸ ὁρᾶν ἄγριον; θήγοντος καὶ ἀκονῶντος τοῦ ἀντιτέχνου ἤτοι τοῦ Εὐριπίδου ὀδόντα. τροπικῶς εἶπεν, ὡς ἐπὶ μάχης χοίρων ἀγρίων θηγόντων κατʼ ἀλλήλων ὀδόντας, δέον εἰπεῖν· τοῦ Εὐριπίδου ἐναντιουμένου αὐτῷ λόγοις καὶ ἀντιπίπτοντος.

ἔσται δʼ ἱππολόφων τε λόγων: κινηθήσονται δὲ καὶ ἀναρραγῶσι τῶν μετεώρων καὶ ὑψηλῶν λόγων τοῦ Αἰσχύλου κορυθαιόλα ἤτοι ὑψηλοποίκιλα νείκη καὶ σκινδαλάμων καὶ λεπτῶν καλαμοξεσμάτων ἤτοι λόγων εὐτελῶν εὐριπιδείων παραξόνια καὶ παραξέσματα· οὐ τὰ περὶ τοὺς ἄξονας, ἀλλʼ ὡς ἀπὸ τοῦ «φέρω», «φόριον», τὸ φερόμενον, οὕτως ἀπὸ τοῦ «ξέω», «ξόϊον», καὶ διὰ τὴν εὐφωνίαν προσθέσει τοῦ νῦ· «ξόνιον» καὶ «παραξόνιον». ὅτι δὲ διʼ εὐφωνίαν τὸ νῦ πολλάκις εὑρίσκεται πίπτον, ἔχεις τὸ «ἀάργυροι», «ἀνάργυροι», καὶ ἕτερα δὲ μυρία.

σμιλεύματά τε ἔργων: λεπτολογίας ἐνθυμημάτων βαναύσους, ἀπὸ τῶν ὑπὸ σμίλης ξεομένων εὐτελῶν καὶ ῥυπαρῶν καὶ ὀδωδότων ἐκ δερμάτων ξεσμάτων. ἡ δὲ τοῦ λόγου συνέπεια οὑτωσί· ἔσται δὲ ἱππολόφων τε λόγων κορυθαιόλα νείκη. εἶτα ἐφερμηνευτικὸν «ῥήματα ἱπποβάμονα, σκινδαλάμῶν τε παραξόνια σμιλεύματά τʼ ἔργων». διʼ ἣν δὲ αἰτίαν ἔσται τὰ νείκη; ἀμυνομένου καὶ ἐναντιουμένου μὲν Εὐριπίδῃ, ἑαυτῷ δὲ βοηθοῦντος, ἤτοι συνιστῶντος τὰ οἰκεῖα, τοῦ Αἰσχύλου· τοῦ φωτὸς λέγω, τοῦ φρενοτέκτονος ἀνδρός, τοῦ νοῦν κατασκευάζοντος καὶ φρόνησιν ἀπογεννῶντος ἐν τοῖς συγγράμμασιν.

φρίξας δʼ αὐτοκόμου λοφιᾶς: τριῶν εἰκόνων εἰκάσματα εἰς ἓν συνάψας ζωγραφεῖ τὸν Αἰσχύλον· συὸς ἀγρίου, λέοντος καὶ τυφωνικοῦ πνεύματος· καί φησι· φρίξας δὲ καὶ πυκνώσας καὶ ὀρθὴν ἄρας τὴν χαίτην τῆς λοφιᾶς καὶ ῥάχεως, τῆς αὐτοκόμου καὶ φύσει κομώσης— τῆς λοφιᾶς καὶ ῥάχεως ποίαν κόμην; τὴν λασίαν περὶ τὸν αὐχένα—ὡς λέων συνάγων καὶ συνδέων τὸ δεινὸν ἐπισκύνιον καὶ σαρκῶδες τῶν ὀφρύων, βρυχώόμενος ἥσει καὶ πέμψει ῥήματα γομφοπαγῆ, καλῶς καὶ ἀρίστως προσηλωμένα καὶ ἀπαράθραυστα. «βρυχώμενος» οὐκ οἶδα, τί παθόντες οἱ παλαιοὶ μικρὸν γράφουσιν· ἐγὼ δὲ «βρύκχω», «βρυκχόμενος» ὁ ἐσθιόμενος, μικρογραφῶ· «βρυχώμενος» δὲ ὁ βοὴν προπέμπων λεόντειον, διὰ τῆς τοῦ ω μεγάλου ἐκφέρω γραφῆς, ὡς ἐκ τοῦ «βρυχάω», «βρυχῶ».

φρίξας πυκνώσας.

αὐτοκόμου τῆς.

λοφιᾶς ῥάχεως.

ἐπισκύνιον σαρκῶδες.

ἥσει πέμψει.

γομφοπαγῆ ἀκριβέστατα.

πινακηδὸν ἀποσπῶν: ἡ βρυχή με τοῦ λέοντος τῆς συνεπείας ἀπέσπασεν· ἀλλʼ ἀνθεκτέον πάλιν αὐτῆς. φρίξας, φησίν, ὡς σῦς τὸν αὐχένα καὶ συνάξας τὰς ὀφρῦς ὥσπερ λέων καὶ βρυχησάμενος πέμψει ῥήματα στερρά, πινακηδὸν ἀποσπῶν ἐν γηγενεῖ καὶ γιγαντικῷ καὶ τυφωνικῷ φυσήματι καὶ πνεύματι· ἀποσπῶν καὶ ἀνασπῶν πινακηδόν, ὁλοκληροπλοιαρπάστως, ὡς τὸ τυφωνικὸν πνεῦμα πνεῦσαν ὅλας ἀνασπᾷ τὰς πλεούσας ὁλκάδας. πίνακες δὲ οὐχ αἱ μεγάλαι σανίδες καλοῦνται, ὡς οἱ πρὸ ἡμῶν ἐτόλμησαν ἑρμηνεύειν, ὡς κἂν τοῖς λοιποῖς ἅπασιν, ἀλλὰ καθʼ ἡμᾶς πίνακες αὐτὰ τὰ σκάφη τῶν πλοίων εἰσίν, ἤτοι αὐτὰ τὰ πλοῖα ὁλόκληρα.

ἔνθε δὴ στοματουργός: ἐντεῦθεν ὁ Εὐριπίδης, ἡ γλῶσσα ἡ στοματουργὸς καὶ στωμύλους ἐργαζομένη καὶ γράφουσα λόγους, ἡ λίσπη, ἡ λεπτοτάτη καὶ ἄχρι κυμίνου διεξιοῦσα—λίσποι οἱ τετριμμένοι ἀστράγαλοι, ἐξ ὧν καὶ οἱ τὰ ἰσχία λεπτοὶ λίσποι λέγονται· οἱ δέ· λίσπη, φασί, θηρίον ἐστὶ πάνυ λεπτότατον— ἡ βασανίστρια καὶ πολυπράγμων, ἀνελισσομένη καὶ στρεφομένη, φθονεροὺς κινοῦσα χαλινούς, ἐκ φθόνου κινοῦσα λόγους ἀλόγου φρενός, τὰ ῥήματα καὶ τοὺς Αἰσχύλου λόγους δαιομένη καὶ διαιροῦσα καὶ τέμνουσα, καταλεπτολογήσει καὶ ἄχρι τῶν τυχόντων καὶ τῶν λεπτῶν πολυπραγμονήσει τὸν πολὺν πόνον τῶν πλευμόνων καὶ πνευμόνων, ἤτοι τῶν συγγραμμάτων Αἰσχύλου, ἃ πρῶτον τῷ νῷ λογισάμενος καὶ τεκὼν εἶτα διὰ τοῦ πνεύμονος ἀναγαγὼν τῇ γλώσσῃ καὶ διαρθρώσας τῆς χειρὸς αὐτοῦ ὑπηρετησάσης τῇ γλώττῃ τῷ γραφικῷ συνετάξατο δόνακι.

λίσπη καὶ λεπτοτάτη.

γλῶσσα τοῦ Εὐριπίδου.

οὐκ ἂν μεθείμην τοῦ θρόνου: οὐκ ἄν, φησὶν Εὐριπίδης, μεθείμην καὶ κατάλειψιν ποιησαίμην τοῦ θρόνου, ἤτοι οὐκ ἂν ἐάσω τὸ διαμάχεσθαι Αἰσχύλῳ περὶ θρόνου καὶ προεδρίας· μὴ νουθέτει, μὴ συμβούλευε μηδὲ παραίνει. τὸ σχῆμα δὲ τοῦτο καὶ ὁ ποιητικὸς τρόπος παρεπιγραφὴ λέγεται· φαίνεται γὰρ ἀνανεύων ὁ Διόνυσος καὶ κωλύων τάχα αὐτὸν τοῦ ἐπιχειρεῖν πρὸς Αἰσχύλον διαγωνίζεσθαι.

πρὸς Αἰσχύλον Εὐριπίδης.

τοῦ περὶ τοῦ.

θρόνου ἤγουν τῆς προεδρίας.

ἀποσεμνυνεῖται πρῶτον: ἀλαζονείαν πρῶτον καὶ ὄγκον τῇ σιωπῇ ἐπιδείξεται, ὅπερ ἐποίει καὶ ἐν τῇ σκηνῇ τοῦ θεάτρου τὰς τραγῳδίας διδάσκων. καὶ ὁ Διόνυσος ἐπιτιμῶν Εὐριπίδῃ φησίν· ὦ δαιμόνιε καὶ ἀθλιώτατε, σίγα καὶ μὴ λέγε λίαν μεγάλα· μέγα γὰρ ὄντως λίαν ἐστὶ τὸ σὲ κατὰ τοιούτου οῦδε ἀνδρὸς τολμᾶν λέγειν.

ἐγᾦδα τοῦτον: ἐγὼ οἶδα τοῦτον καὶ διέσκεμμαι πάλαι, ἤτοι διασκεψάμενος καὶ πολυπραγμονήσας καὶ κρίνας λογιστικῇ κρίσει εὗρον καὶ ἔγνων αὐτὸν ὄντα ἄνθρωπον ἀγριωπὸν ἢ καὶ ἀγριοποιόν, ἤτοι τὰ πρόσωπα τῶν ὑποκριτῶν ποιοῦντα δεινὰ καὶ ἀπροσόμιλα, καὶ ταῖς προσαγορεύσεσι καὶ προσλαλιαῖς μὴ εὐπρόσιτα. ἀλλὰ τὴν συνέπειαν πρῶτον, εἶτα δέον φράζειν με καὶ τὰς λέξεις. ἐγώ, φησίν, οἶδα τοῦτον ὄντα ἀγριοποιόν, αὐθαδόστομον, ἀπεριλάλητον, κομποφακελορρήμονα, ἔχοντα ἀχάλινον, ἀκρατές, ἀπύλωτον στόμα. αὐθαδοστόμους τοὺς ἀναιδεῖς καὶ φλυάρους φαμέν. μῶν δὲ καὶ τὸν Αἰσχύλον αὐθαδόστομον οὕτω καλεῖ; ἄπαγε· ἀλλὰ τὸν ἔχοντα στόμα φθεγγόμενον καινότερα καὶ αὐτῷ μόνῳ ἀρέσκοντα· καινοτέραις γὰρ ὁ Αἰσχύλος κέχρηται λέξεσι. τὸ αὐτὸ δὲ δηλοῦσι καὶ τὸ «ἀχάλινον, ἀκρατές, ἀπύλωτον στόμα»· οὐ δεσμεῖ γάρ, φησί, τὸ στόμα οὐδὲ κρατεῖ καὶ κατέχει, οὐδὲ πύλην αὐτῷ περιοχῆς περιτίθησιν, ὡς ὅσα μὲν δεῖ, φθέγγεσθαι, ἃ δὲ οὐ δεῖ, σιωπᾶν, ἀλλʼ ὅσα ἂν καινότερα θελήσῃ καὶ πλάσῃ, ταῦτα καὶ φθέγγεται. αὐθάδης γὰρ λέγεται ὁ αὐτὸς τοῖς λόγοις ἢ πράγμασιν, οἷς λέγει ἢ πράττει, ἑαδὼς καὶ ἀρεσκόμενος. τὸ κομποφακελορρήμονα εἶναι λέγειν Αἰσχύλον, ἐφερμηνευτικόν ἐστι τῶν τεσσάρων λέξεων, τοῦ «αὐθαδόστομον, ἀχάλινον, ἀκρατές, ἀπύλωτον στόμα». σημείωσαι δὲ τὸ «κομποφακελορρήμονα», τὸν κομπώδεσι καὶ ἀλαζονικοῖς χρώμενον ῥήμασι καὶ συνδεδεμένοις, ἢ νοῦν συνθολοῦν δυναμένοις· φάκελοι γὰρ αἱ κώμυθές τε καὶ δέσμαι τῶν ξύλων ἢ καὶ καλάμων ἢ ἄλλων τινῶν οὕτως εἰς ἓν συντεθέντων καὶ δεθέντων καλοῦνται· ὅθεν καὶ φάκελος λέγεται τὸ περὶ τὰς τῶν γυναικῶν κεφαλὰς καὶ ἀνδρῶν ἀρχικῶν ἐν ἑορταῖς βασιλεῖ παρεστώτων διάδημα· πολυέλικτον γάρ, ὡς ἴστε, κἀκεῖνο καὶ πολυσύστροφον. καὶ φάκελος μὲν τὸ συμπεπλεγμένον οὕτω· σφάκελος δὲ τὸ δύσνουν καὶ σκοτεινόν, ἀπὸ πάθους τινὸς γεγονότος περὶ τὸν ἐγκέφαλον.

ἀπεριλάλητον: ἀπεριλάλητός ἐστιν ὁ μὴ περιττὰ λέγων. πῶς οὖν τὸν Αἰσχύλον εἰπὼν αὐθαδόστομον, ἔχοντα στόμα ἀχάλινον, ἀκρατές, ἀπύλωτον, νῦν τἀναντία φησὶν εἶναι αὐτὸν ἀπεριλάλητον ἤτοι μὴ περιττὰ λέγοντα; προλαβὼν εἶπον, ὅτι αἱ τέσσαρες λέξεις, τὸ «αὐθαδόστομον, ἀχάλινον, ἀκρατές, ἀπύλωτον στόμα» τὸ «ξενωτέρας λέξεις φθεγγόμενον» δηλοῖ, ὡς καὶ τὸ «κομποφακελορρήμονα» τοῦτο δείκνυσι. τὸ ὅλον δὲ τοιοῦτον όνδε ἐστίν· ἐγὼ οἶδα τοῦτον τοιόνδε καὶ τοιόνδε καὶ ξενωτέραις χρώμενον λέξεσιν, ἀπεριλάλητον δὲ καὶ μὴ λέγοντα περιττὰ μηδὲ εὐτραπελίαν ἔχοντα λόγων. ταῦτα μὲν παραδρομῇ καὶ οὐχ ὡς Τζέτζης σοι γράφω διὰ μυρία τὰ αἴτια· τοῖς παλαιοῖς δὲ κότζια κόσσια μαθήσῃ προσέχων.

ἄληθες, ὦ παῖ τῆς ἀρουραίας θεοῦ: ἀρουραία θεὸς ἡ Δημήτηρ, τουτέστιν ἡ γῆ· νῦν δὲ ὁ Αἰσχύλος θυμωθεὶς Ἀριστοφάνει παράγεται καὶ διαλοιδορεῖται τὸν Εὐριπίδην λέγων· ἄληθες καὶ ἀληθῶς λέγεις τοιαῦτα γράφειν ἐμέ, ὦ παῖ τῆς ἀρουραίας θεοῦ, ἤτοι τῆς λαχανοπώλιδος υἱέ; τὰ λάχανα γὰρ ἐκ γῆς φύεται. ὁ Εὐριπίδης δὲ υἱὸς ἦν Μνησάρχου καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος λάχανά τε ἄλλα καὶ σκάνδικας πιπρασκούσης· οἱ δὲ σκάνδικες ἄγρια λάχανα. παιδίον ἔτι δὲ ὢν Εὐριπίδης ἐν σάκκῳ ταῦτα νωτοφορῶν ἐς τὴν ἀγορὰν τῇ μητρὶ ἀπεκόμιζεν· ὁ Αἰσχύλος δὲ γένους ἦν πρώτου τῶν Ἀθηναίων καὶ τοὺς πρὸς γένους εἶχε λόγοις καὶ στρατηγίαις κομῶντας.

στωμυλιοσυλλεκτάδη: φλυάρους λόγους καὶ λάλους συλλέγων καὶ γράφων.

πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη: ταυτὶ τῶν δήλων καὶ πασιγνώτων ἐστίν, ὡς Εὐριπίδης ἄρχουσι. στρατηγοῖς, βασιλίσσαις καὶ βασιλεῦσιν, ἠθικὸν τούτων μὴ φυλάττων ἀξίωμα, πτωχικά τε ῥάκια προσάπτει καὶ πήρας καὶ σκολιοῖς σκίπωσιν ἐπερειδομένους εἰσάγει.

ἀλλʼ οὔ τι χαίρων αὐτ`' ἐρεῖς: «αὐτὰ» τὸ ἐντελὲς ἦν, καὶ πάλιν εἰς τὸ «τ`ʼἐρεῖς» ποίησον εἰς τὸ ταῦ τὴν βαρεῖαν, καὶ ἅμα τὴν ἀπόστροφόν τε καὶ ψιλήν. εἰ δὲ τὸ «αὐτὰ» «αὗτα» βούλει λέγειν ἀττικῶς καὶ προπερισπᾶν, δάσυνε καὶ τὴν αὗ συλλαβήν. διὰ τὴν περὶ ἡμᾶς ὑμῶν ἀχάριστον γνώμην καὶ τὸ μὴ ἐξαρκεῖν τοὺς χάρτας εἰς ἐπεξήγησιν καὶ ἕτερα δὲ μυρία, καὶ ὅτι τοιαύτας κατατετμημένας ἐννοίας καί, εἰ μὴ φορτικὸν εἰπεῖν, φλυάρους ἐπεξηγεῖσθαι οὐ βούλομαι τζετζικῶς, ὡς εἰ Ὅμηρον νῦν ἦν ἐξηγούμενος ἢ κἂν ἔπη Ἐμπεδοκλέους· ἐῶ δὲ πάμπολλα. μειδιῶ δὲ τὰ τῶν παλαιῶν βλέπων, καὶ τῷ μηδὲν ὁρᾶν ἐπάξιον συγγραφῆς ἀνθρώπων σοφῶν φημι· «ἆρα τοιοῦτοι καὶ τοσοῦτοι ἄνδρες σοφοὶ κοιμώμενοι τοῦτον ἐπεξηγοῦντο;» σὺ δὲ ὁ γενναιότατος, ὁ καὶ παρʼ ἄλλοις ἐφευρηκέναι λέγων τὰ ἐμοὶ ἐν ἑβραϊκοῖς καὶ ἄλλοις συγγράμμασιν ἐπεξηγημένα, ἃ οὔτε Ἑβραῖος οὔτε ἄλλος ἀλλογενὴς ἐν βίβλοις οἰκειεθνέσιν οὐδὲ «δαίμων ὀρθῶς ἂν ἴσχυσεν ἐξειπεῖν», αὐτὸς δὲ μόνος δαιμονίως ἐξηγησάμην, πολλῷ μᾶλλον ἐν τοιούτοις συγγράμμασιν οὖσι πανδήμου καὶ κατημαξευμένης ἐννοίας εὑρήσεται. καὶ ἀνεκτὰ μὲν ἴσως ταυτί· τοῦτο δὲ ποίων γελώτων οὐκ ἔστιν ἐπάξιον; τίς γὰρ ἄνθρωπος ἐμβριθὴς οὕτω, στυγνὸς καὶ ἀγέλαστος, Τελαμών, Ἀγλαϊτάδας, Πυθαγόρας, Παμβώ, καὶ εἴ τις ἕτερος εἶναι τοιοῦτος ἱστόρηται, ὃς οὐκ ἂν διάρρυτον καὶ κεχυμένον καὶ ἀκρατὲς ἐξεγέλασεν ἀκηκοώς, ὅτι λόγον παραμυθητικὸν καὶ παρήγορον ὑπαναγινώσκοντός ποτε Τζέτζου, θελχθεὶς σὺ τούτου κόμμασι μηδὲν μὲν ἔχουσι νόημα, τροπικαῖς δὲ καὶ ἀνθηραῖς μόνον περιπεπλεγμένοις ταῖς λέξεσι, καὶ ὑφελέσθαι καὶ σφετερίσασθαι ταῦτα γεγονὼς κατεπίθυμος, πρὸς ἡμᾶς ἀπεφθέγξω ἠρέμα, «ὑπαὶ δὲ ἴδεσκες» τὸ σεμνὸν ἐκεῖνο καὶ ἰθακήσιον «ζάκοτον, κατὰ χθονὸς ὄμματα πήξας»· «οὕτω τοῦτο κἀγὼ ποιῶν ἐμαῖς γραφαῖς ἐξεθέμην αὐτολεξεί». οἶμαι δὲ τῇ δευτέρᾳ ἀναγνοὺς ἀναγραφῇ ἐξέθου τὸν λόγον, ὃν φής, καὶ λέξεις ἐμὰς τὰς περιηνθισμένας ἐκείνας καὶ τροπικάς, ἢ μᾶλλον τὰς σάς, ἃς ὁ Τζέτζης ἀναιδῶς ἐσφετερίσατο καὶ ἐσύλησεν. «ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ» καὶ «ῥήξατε τὰ ὄρη φωνήν», εἰ τοιούτους εἰκὸς εὐεργετεῖν ἀφθόνως, ὡς πρίν, ἐστίν. καὶ γὰρ πείθομαι πρώτοις ἀνδράσι καὶ βίῳ καὶ λόγῳ, πολλάκις αἰτιασαμένοις καὶ λέγουσιν ἐμοὶ «ἐξονομακλήδην»· «χαλεπὸν διαπράττῃ πρᾶγμα, ὦ βέλτιστε, ἀπονητὶ λυσιτελῶν εἰς πολλὰ σοῖς τοῖς συγγράμμασιν». ἡ δὲ τῶν σοφῶν ἐκείνων αἰτίασις αἴτησις ἦν οὐ μετρία, ὡς τὸ κατηφές τε τοῦ προσώπου καὶ τὸ ἠρεμοῦν τῆς τούτων φωνῆς ὑπεσήμαινεν· ὄντως γὰρ οἱ ἄνδρες ἦσαν σοφοὶ καὶ τῶν μελλόντων προΐστορες. πόσων γὰρ τοῖς ἐμοῖς ὠφελημένων συγγράμμασι, πάρεξ δύο τινῶν ἢ τριῶν εὐγενῶν τῇ ψυχῇ, οἱ πάντες ἐμοὶ ἀγνωμονέστατοι καὶ ἀχάριστοι. ὁ μὲν γὰρ τῷ εἰπεῖν τι τῶν ἐμῶν εὐδοκιμηκὼς Τζέτζου ἢ τζετζικῶν συγγραφῶν σχεῖν τοῦτο εἰπεῖν οὐκ ἐθέλει, φησὶ δέ πῃ εὑρηκέναι· οἱ μετριώτεροι δὲ εἰς θείου αὐτῶν συγγραφὰς εὑρεῖν τοῦτο λέγουσιν· ἡ θεία δὲ τότε σύνοιδε φύσις, τίνα θεῖον οὗτοι καλοῦσι. καὶ ταῦτα μὲν «υἱοὶ ἀλλότριοι»· οὓς δὲ «ἐγέννησα καὶ ὕψωσα» τοιαῦτά μου καταφλυαροῦσιν. ἀλλʼ ἕνεκα τούτων ἵλεως εἴη τούτοις Θεός· ἐγὼ δὲ τῆς τοσαύτης δυστροπίας αὐτῶν οὔτε κατὰ Τζέτζην οὔτε ἄλλως ἐπεξηγήσομαί τι· ἀρκεῖ δέ μοι καὶ μόνον ἀνακαθᾶραι τῶν ἑξήκοντα συγγεγραμμένων μοι βίβλων τὰς ἔτι ἀμυδρὰς οὔσας ἐν σχεδαρίοις.

τοῦτο προσφυὲς ἦν τῷ πρωτοτύπῳ τετραδίῳ· ἐν τούτῳ δὲ πυκνώσαντες τὴν γραφὴν καὶ τὸ γράμμα λεπτύναντες περιελάβομεν πᾶν.

τὸν χωλοποιὸν: νῦν μόνα τὰ τῶν παλαιῶν σοι λεκτέον, ἵνα τά τε ἀπολελειμμένα σχόλια τοῦ πρὸ τοῦδε τετραδίου καὶ τὰ τῆσδε σελλίδος ἐνταῦθα συμπερικλείσωμεν.

τὸν χωλοποιὸν: διὰ τοὺς τρεῖς· Βελλεροφόντην, Φιλοκτήτην, Τήλεφον.

ὦ κρητικὰς μὲν συλλέγων μονῳδίας: τὰ τῶν παλαιῶν ἀκούων, ὡς κἂν τῷ ῥηθέντι περὶ τοῦ Τυφῶνος σχολίῳ, ἐξερᾶν βούλομαι· ῥητέον δὲ καθʼ ἡμᾶς πάνυ βραχέως. ὦ κρητικὰς πράξεις αἰσχρὰς συλλέγων καὶ γράφων, ἀξίας οὔσας μονῳδιῶν καὶ θρήνων, τῆς Πασιφάης τὴν πρὸς ταῦρον μίξιν, τῆς Ἀριάδνης, τῆς Φαίδρας, τὰ ἕτερα.

χαλαζῶν: νῦν τῶν καταφορικῶν λόγων.

ἀπὸ τῶν χαλαζῶν ἀπὸ τῶν σφοδρῶν λόγων, συνεχῶν.

ἵνα μὴ κεφαλαίῳ: ἁδρῷ καὶ μεγάλῳ ῥήματι θένων καὶ τύπτων ὑπὸ ὀργῆς καὶ θυμοῦ. τῷ μὲν φαινομένῳ φησίν· ἐκχέῃ καὶ διαταράξῃ καὶ καταρρήξῃ τὸ δρᾶμα τὸν Τήλεφον, τὸ τῷ δʼ ἐν σχήματι· ἵνα μή σου τὸν ἐγκέφαλον ἐκχέῃ.

πραόνως καὶ πραέως.

ὥσπερ πρῖνος: ὅτι ὁ πρῖνος καιόμενος ψόφον ποιεῖ.

ὅτι ἡ ποίησις οὐχὶ συντεθνηκέ μοι: Εὐριπίδῃ γὰρ τεθνηκότι συναπέθανε καὶ τὰ δράματα καὶ ἡ ποίησις αὐτοῦ· οὐκέτι γὰρ ἐν θεάτρῳ ἀνεγινώσκετο· τὰ δὲ Αἰσχύλου καὶ μετὰ θάνατον ἐψηφίσαντο ᾄδεσθαι. φησὶ δὲ δῆθεν Αἰσχύλος, ὅτι αὐτῷ συναπέθανε καὶ ἡ ποίησις καὶ σύνεστιν αὐτῷ κἂν τῷ Ἅιδῃ, καὶ ἕξει καὶ δυνηθείη λέγειν, ἔχων αὐτὴν δηλονότι σύμμαχον.

ὑμεῖς δὲ ταῖς Μούσαις: πρὸς τὸν χορόν φησιν ὁ Διόνυσος· ὑμεῖς δὲ ταῖς Μούσαις ᾄσατε.

παρθένοι ἀντὶ τοῦ «θυγατέρες.»

ὅταν εἰς ἔριν ἔλθωσιν ἀντιλογοῦντες ἐν στρεβλοῖσι παλαίσμασιν ὀξυμερίμνοις, τοῖς ὀξείας καὶ τμητικὰς καὶ ἐπιπόνους ὀδύνας ἔχουσι· πικρὰ γὰρ τῆς παιδείας ἡ ῥίζα, καθὼς Ἰσοκράτης ἐγνωμολόγησεν.

ἀνδρῶν γνωμοτύπων τῶν ταῖς γνώμαις ἀλλήλους τυπτόντων.

ἔλθετʼ ἐποψόμεναι δύναμιν: ἔλθετε, ὦ Μοῦσαι, ἐποψόμεναι καὶ μέλλουσαι γνῶναι δύναμιν δεινῶν καὶ δεξιῶν καὶ σοφῶν στομάτων, τοῦ Αἰσχύλου δηλονότι καὶ Εὐριπίδου. τὸ δὲ «ὀψόμεναι» ἀντὶ τοῦ «γνῶναι μέλλουσαι» μετάληψίς ἐστι· «νοῦς» γὰρ «ὁρῇ καὶ νοὺς ἀκούει», ὥς φησιν ὁ Ἐπίχαρμος.

ἔλθετε, ὦ Μοῦσαι, πορίσασθε ἢ πορίσατε καὶ παράσχετε ῥήματα μὲν καὶ ὑψηλοὺς λόγους, τῷ Αἰσχύλῳ δηλονότι· παραπρίσματα δὲ ἐπῶν καὶ λεπτεπιλέπτους εὐτελεῖς καὶ ἀχρησίμους λόγους τῷ Εὐριπίδῃ. τὸ «πορίσασθαι» ἢ οὕτως ἀντὶ τοῦ «πορίσατε», ἢ πορίσασθε, δέξασθε, λάβετε ἐξ ἑκατέρου τούτων, ἃ ἔφημεν.

παραπρίσματʼ λεπτά.

Δήμητερ, ἡ θρέψασα τὴν ἐμὴν φρένα: Ἐλευσίνιος ὢν τῶν δήμων ὁ Αἰσχύλος οὕτως εὐλόγως φησίν· ἐτιμᾶτο γὰρ ἡ Δημήτηρ ἐν Ἐλευσῖνι. ὁ δὲ νοῦς· ὦ Δήμητερ, ἡ θρέψασα τὴν ἐμὴν φρένα, ἤτοι ἧς τῷ φίλῳ τεμένει καὶ κλήρῳ τῇ Ἐλευσῖνι ἐγεννήθην, ἐτράφην καὶ ἐπαιδεύθην τὴν λόγων παιδείαν, εἶναί με τῶν σῶν ἄξιον μυστηρίων· ἐλλιπῶς ἀττικῶς ἀντὶ τοῦ «ποίησον» ἢ «δὸς» ἢ «φύλαξον» ἤ τι τοιουτότροπον ἄλλο.

καλῶς: ἢ ὡς τοῦ Διονύσου εἰπόντος· ἐπίθες καὶ σύ, Εὐριπίδη, λιβανωτόν, καὶ ἀρώσας καὶ θυμιάσας, ὡς νόμιμον, πρόσευξαι τοῖς θεοῖς, φησὶ τὸ «καλῶς», λέγεις δηλονότι· ἢ τὸ «καλῶς» εἶπεν, ἤγουν καλῶς ηὔξατο ὁ Αἰσχύλος, εἰρωνευόμενος καὶ ἀποπεμπόμενος τὴν πρὸς τὴν Δήμητραν προσευχήν, ὅπερ καὶ σαφέστερον ὁ παρακατιὼν στίχος ἡμῖν ὑποδείκνυσιν. ὅτι δὲ οἱ παραιτούμενοί τι καὶ μὴ θέλοντες τὸ «καλῶς» ἔλεγον, ἥκουσας ὄπισθεν, οὗ τὸν Ξανθίαν φέρει «καλῶς» εἰπόντα τῇ θεραπαίνῃ τῆς Περσεφόνης τῇ πρὸς ἑστίασιν τοῦτον καλούσῃ, ἀντὶ τοῦ «οὐ βούλομαι» «οὐκ εἰσέρχομαι». νῦν δέ· οὐ θύω καὶ προσεύχομαι τῇ Δήμητρι· ἑτέροις γὰρ εὔχομαι θεοῖς.

λιβανωτὸν τὸν καρπόν.

ἕτεροι γάρ εἰσιν: τοῖς τῶν ἀλιτηρίων ἐβουλόμην τρόποις μόνα τὰ τῶν παλαιῶν γράφειν καὶ ὡς ἐκεῖνοι αὐτὰ γράφουσιν· Ἕκτωρ δʼ ἂν εἶπεν οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλός. «ἕτεροι γάρ εἰσιν: ᾇτε δὴ Σωκρατικός», φασὶν οἱ παλαιοί, «καινὰ δαιμόνια ἔπλασεν». οἱ παλαιοὶ οὗτοι τριακοσίους τριάκοντα ὅλους ἐνιαυτοὺς Εὐριπίδου μὴ ὑστερίζοντες Ἀναξαγόρου μαθητὴν ὄντα τὸν Εὐριπίδην καὶ μιᾷ γενεᾷ Σωκράτους ὄντα πρεσβύτερον, κἂν οὐκ ἦν λειτουργῶν τῇ ἐκκλησίᾳ Σωκράτους, μαθητὴν Σωκράτους νομίζουσι καὶ τοιαῦτά φασιν· ἡμεῖς δέ, ὧν τὰ καινότερα ὁ σοφὸς οὗτος εὑρίσκει παρʼ ἑτέροις λεγόμενα, οἶμαι πολλῷ πολὺ δὲ ταῦτα τὰ γνωριμώτερα, κἂν τούτους διέλαθε, φαμέν, ὅτι ὡς ἰδιώτην τὸν Εὐριπίδην κωμῳδῆσαι θέλων ὁ κωμικὸς προκαταστάσει χρῆται λεγούσῃ· ἕτεροί εἰσιν, οἷς εὔχομαι θεοῖς ἐπεὶ δὲ τὸ κεχωρισμένον καὶ ξενώτερον τοῦ κοινῶς πραττομένου ἢ λεγομένου ἴδιόν φαμεν καὶ ἰδιωτικόν, πρῶτόν φησι πρὸς αὐτόν· ἴδιοί τινές σοι, κόμμα καὶ χάραγμα καὶ νόμισμα καινὸν καὶ ξενώτερον· προσεύχου λοιπὸν τοῖς ἰδιώταις θεοῖς σου.

αἰθὴρ ἐμὸν βόσκημα: οἱ παλαιοὶ πάλιν, οἷα καὶ ἀνωτέρω, φασίν· ἡμεῖς δὲ κακεντρεχῶς λέγομεν τὸν ἀλιτήριον κωμικὸν ἐπεμβαίνειν τῷ ἀθλίῳ Εὐριπίδῃ καὶ θέλοντα δεῖξαι τὸν ἄνθρωπον πάνυ ἰδιωτικώτατα γράφοντα συνθεῖναι τὸ ἀσυμβίβαστον τοῦτο μίγμα τοῦ λόγου, τὸ «ὦ αἰθήρ, ἐμὸν βόσκημα» καὶ τροφεῦ, ἐκ τοῦ «βοσκῶ» περισπωμένου ῥήματος, καὶ «στρόφιγξ» καὶ συστροφὴ τῆς γλώττης ἤτοι εὑρεσιέπεια, καὶ φρόνησις, καὶ ῥὶν ὀσφραινομένη—λείπει τὸ «ποιήσατε»— ὀρθῶς μʼ ἐλέγχειν, ὧν ἅπτομαι λόγων.

ἐμμέλειαν: οἱ παλαιοὶ μὲν «καταχρηστικῶς νῦν τὴν εὐρυθμίαν. κυρίως δὲ ἡ μετὰ μέλους ὄρχησις τραγική· οἱ δὲ ἡ πρὸς τὰς ῥήσεις ὑπόρχησις». κατάχρησιν μὲν τοῦτο καλοῦσι καὶ τὰ τοιαῦτα τοιοῦτοι πύρινοι ἄνδρες καὶ οἱ προγενέστεροι τούτων οἱ τὰ τοῦ θείου Ὁμήρου σχολιογραφήσαντες λεξιγραφήσαντες καὶ πάντες οἱ ἀπʼ αἰῶνος σχεδόν· ἡμεῖς δὲ τὰ τοιαῦτα πάντα τὰ παρὰ τὴν συνήθειάν τισι χρώμενα παραχρήσεις φαμέν, καταχρήσεις δὲ λέγομεν τὸ κατακόρως τινὰ καὶ πλειστάκις χρῆσθαί τισιν ἢ λόγοις ἢ πράγμασιν. ἡμεῖς μὲν ἁπανταχοῦ μυρία τοιαῦτα τῶν παλαιῶν ἐπανορθοῦμέν τε καὶ ἐπεξηγούμεθα, ἃ καὶ ὑμεῖς, δοκῶ, οἴδετε, ὡς παρά τισιν ἑτέροις πλὴν ἡμῶν οὐκ ἐρρήθησαν· μόνος δʼ οὗτος τὰ τοιαῦτα εὑρίσκει παρʼ ἑτέροις λεγόμενα καί τις ἕτερος τουτῳῒ ὁμοιότροπος, οὗ καὶ βραχύ τι ἐνόρκως διηγητέον μοι τῷ μὴ δοκεῖν ὑμᾶς ἐμὲ τοῦτο λέγειν ἀστεϊζόμενον. Ἀριστοφάνους βίβλον μιᾷ φωνῇ πολλοῖς ἐφηρμήνευον· καὶ τὰ μὲν ἄλλα ἐῶ· λέγων δέ τι τῶν καθαρῶς καὶ ἰδίως ἐμῶν τοῖς ἀκροωμένοις· «τοῦτο ἐμόν ἐστιν» ἔλεγον. εἷς δέ τις αὐτῶν οὕτως εἶπεν ἔχειν καὶ τὴν αὐτοῦ βίβλον· καὶ ἅπαξ μὲν καὶ δὶς ἀκούσας αὐτὸ οὐ μικρῶς ἠνιάθην, εἰ Τζέτζης λέγων ὡς ἑαυτοῦ τὰ ἀλλότρια οὐ συνίησιν. ὡς δὲ σύμπαντα καθεξῆς τὰ κεχωρισμένα καὶ ὄντως ἐμὰ ἔλεγε τὴν βίβλον ἔχειν τὴν ἑαυτοῦ, νομίσας τινὰ τῶν ἐμῶν γράψαι ταυτὶ τῷ βιβλίῳ ζητῶ καὶ λαμβάνω τοῦτο εἰς χεῖρας· καὶ μὰ τὴν τοῦ Θεοῦ ἀψευδεστάτην ἀλήθειαν, Ἀριστοφάνους οὐκ ἦν τοῦτο βιβλίον, Εὐριπίδου δὲ ἢ Ὀππιανοῦ. ὡς δʼ ἀποστοματίζειν ἄρχομαι τὰ ἐκεῖ γεγραμμένα, τοῖς μὲν ὁμιληταῖς «ἄσβεστος ὦρτο» γέλως, ἐγὼ δὲ «τῆς κακομηχανίας ἐμυσάχθην» τὸ κάθαρμα πολλῷ πλέον, ἤπερ ὁ Φάλαρις τὸν Περίλαον, ὁπότε οἱ τὸν ταῦρον ὑπέδειξεν ὑπέθετό τε, πῶς ἀνθρώπους ἐν αὐτῷ χρὴ πυρακτοῦν, ὀδυνηρὸν δὲ βοώντων ἐκείνων αὐλεῖν μὲν διὰ τῶν μυκτήρων τὸν ταῦρον, «αὐτὸν δὲ τέρπεσθαι καταυλούμενον». τοιαῦτα ἡμῖν εἰσι παρὰ τῶν εὐεργετημένων αἱ ἀμοιβαί· ὧν ἕνεκα καὶ τοῦ μὴ φροντίδα νῦν εἶναι λόγων γενναίων, μυρίας βίβλους συγγεγραφέναι δυνάμενος, μόλις ἑξήκοντα καταλείπω, εἰ τὰς σχεδίους τέως ἀνακαθάραιμι, πανδήμου τε Μούσης καὶ ἰαμβίδος, καὶ ἡρωΐδα μίαν καταλογάδην τε ἐξηγήσεις βραχείας.

δαΐαν ὁδόν: ἀγωνιστικήν, ἔμπειρον, ἀπὸ τοῦ «δαῆναι»· ἢ φιλόνεικον.

ἀστεῖον: πολιτικόν, δημῶδες. «καὶ κατερρινημένον: ἐξεσμένον· ῥίνη γὰρ ἐργαλεῖον τεκτονικόν, ᾧ ῥινοῦσιν· ἢ εὐτελές, ὅτι ἐξευτελίζομεν τῇ ῥίνῃ».

«αὐτοπρέμνοις: δυσκόλοις, προρρίζοις· ἢ μεγάλοις». ταῦτα κατὰ ῥητόν εἰσι τῶν παλαιῶν· διὰ τοῦτο καὶ ἐκτὸς τὰς κορωνίδας παρεγγράφω· καὶ τὰ λοιπὰ ἐκ τῶν παλαιῶν νόει. μάταιος γὰρ ἂν εἴην καὶ ἀνάλγητος ἄνθρωπος, εἴπερ αὐτὸς μὲν ἱδρῶσι καὶ πόνοις γράφω πολλὰ συντελῆ καὶ λυσιτελέστατα, ὡς κἂν βραχείας ἐπιτυχὴς γινοίμην εὐχαριστίας, σὺ δὲ πολύ μοι ἐναντίας ἀντιδίδως τὰς ἀμοιβάς. τὰ παραλειφθέντα τούτοις καὶ ἅ φασι, σὺ νοεῖς.

κάθισεν ἐγκαλύψας: πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, φησὶν ὁ Ἀσκραῖος· ἡμεῖς δὲ διὰ σοφοῦ ἀβελτηρίαν ἑνὸς οὐκ ἐάσαιμεν πάντῃ τὸν ἕρπητα τοῦ κακοῦ καὶ εἰς ἀναιτίους ἑτέρους ἐγκατασκῆψαι, ἐκ μέρους δέ, καὶ οὐ τζετζικώτερον, ὡς οἷόν τε τούτοις βοηθητέον.

κάθισεν ἐγκαλύψας: Εὐριπίδης κατηγορῶν δῆθεν ὡς ἀλαζόνος Αἰσχύλου φησίν· ἐκάθισεν ἄν τινα τῶν ὑποκρινομένων Ἀχιλέα ἢ Νιόβην εἰς πρόσχημα καὶ μίμημα καὶ τύπον τραγῳδίας· ἐκάθισε δὲ κεκαλυμμένους καὶ κεκρυμμένους τὰ πρόσωπα, γρύζοντας καὶ φθεγγομένους οὐδὲ τουτί—ἢ τοῦτο τὸ λεγόμενον γρῦ, ἢ συνάξας τῆς χειρὸς τοὺς δακτύλους—οὐδὲ τουτί, φησίν, οὐδὲ τοῦτο τὸ μικρὸν ἤτοι οὐδόλως φθεγγομένους. νῦν δὲ σαφεστάτου πάνυ τοῦ κειμένου τελοῦντος, ὅτι ἐκάθισεν ὁ Αἰσχύλος Ἀχιλέα ἢ Νιόβην μηδὲν φθεγγομένους, οἱ παλαιοὶ παρέχοντες τὰ ἑρμηνείας δεόμενα ἐφερμηνεύουσι μᾶλλον ἑρμηνείαν συμπεφυρμένην καὶ θόλωσιν, ἣν ταῖς αὐτῶν παρεγγραπτέον μοι λέξεσιν. «ἐγκαλύψας: ὡς αὐτοῦ εἰσφέροντος ἐν δράμασί τινα κεκαλυμμένον· καὶ Ἀχιλεὺς καθήμενός ἐστι καὶ οὐκ ἀποκρινόμενος παρʼ Αἰσχύλῳ ἐν δράματι ἐπιγραφομένῳ Φρυξὶν ἢ Ἕκτορος λουτροῖς»—ἐμοὶ δὲ δοκεῖ «λύτροις»— «· οὐδὲν δὲ ὁ Ἀχιλεὺς φθέγγεται. ἄλλως: εἰκὸς τὸν ἐν Φρυξὶν Ἀχιλέα ἢ Ἕκτορος λουτροῖς, λύτροις ἢ τὸν ἐν Μυρμιδόσιν, ὃς μέχρι τριῶν ἡμερῶν οὐδὲν φθέγγεται». τοιαῦτα οἱ παλαιοί, οὗ χρεὼν σιωπᾶν, φθέγγονται, σιωπῶσι δʼ, οὗ λέγειν χρεών· καὶ οὗ λέγειν χρεών, ἃ λέγουσιν, ὁράτω τις καὶ κρινέτω.

μὰ τὸν Διʼ οὐ δῆτα: Εὐριπίδου εἰπόντος μηδὲ τὸ σμικρὸν φθέγγεσθαι τοὺς ὑπʼ Αἰσχύλου ἱδρυθέντας εἰς Ἀχιλέως τύπον ἢ καὶ Νιόβης, φησὶν ὁ Διόνυσος αὐτῷ συνομολογῶν· οὔ μὰ τὸν Δία, οὐ δῆτα καὶ οὐ δὴ ἐφθέγγοντό τι. καὶ πάλιν ὁ Εὐριπίδης· ὁ δὲ χορὸς ἂν ἐφεξῆς στάσεις μελῶν ὑπορχηματικῶν εἶπε τέσσαρας· οἱ δʼ ἐσιγῶν, Ἀχιλεῖς ἢ Νιόβαι. καὶ ὁ Διόνυσος πάλιν· ἐγὼ δʼ ἔχαιρον τῇ τούτου σιωπῇ καὶ ἦν τοῦτό με τέρπον, ἢ νῦν οἱ λαλοῦντες, ἤτοι παρὸ σὺ νῦν φλυαρῶν.

ἠλίθιος γὰρ καὶ ἀνόητος, φησίν, ὑπῆρχες· καὶ ὁ Διόνυσος· καὶ ἐμαυτῷ δοκῶ, ἤτοι κἀγὼ ἐμαυτὸν εἶναι τοιοῦτον νομίζω. τί δὲ ταῦτʼ ἔδρασεν ὁ δεῖνα, ἤτοι ὁ Αἰσχύλος;

ὦ παμπόνηρος: ὁ Αἰσχύλος, οἷα καὶ πῶς ἐφενακιζόμην καὶ ἠπατώμην.

τί σκορδινιᾷ: θυμοῦται δῆθεν ὁ Αἰσχύλος καὶ ἀκουσίως ἐκτείνει τὰς χεῖρας καὶ ὑποτρύζει τοὺς ὀδόντας ἀκούσας ἐκεῖνα. τοῦτο γάρ ἐστιν, ὅ φαμεν σκορδινιᾶσθαι.

βόεια: μεγάλα, ἀπὸ τοῦ «βοός».

ὀφρῦς ἔχοντα καὶ λόφους: δεινὰ καὶ καταπλήττοντα. μορμορωπά: φοβερά.

ἄγνωτα τοῖς θεωμένοις: ἀπὸ τοῦ «ἄγνωτος»· οὐ γὰρ παρασχηματίζεται ἀπὸ τοῦ «ἀγνώς» εἰς οὐδέτερον γένος, ὥς φησιν Ἡρωδιανός.

τοῖς θεωμένοις: τοῖς ἐν τῷ θεάτρῳ, τοῖς θεαταῖς, ὧν τινες καὶ ἀκουσταὶ τῶν λεγομένων ἐγίνοντο.

μὴ πρίε τοὺς ὀδόντας: παρεπιγραφὴ τὸ σχῆμα· πλάττεται γὰρ ὁ Αἰσχύλος ὀργιζόμενος καὶ πρίων τοὺς ὀδόντας, ἐφʼ οἷς παρʼ Εὐριπίδου ἀκούει. πρίω δὲ τὸ «συγκρούω τοὺς ὀδόντας» ἀπὸ τοῦ «πρίω» τὸ «πριονίζω».

ἀλλʼ ἢ Σκαμάνδρους ἢ τάφρους: τοιαῦτα γὰρ ὁ Αἰσχύλος γράφει ταῖς τραγῳδίαις· ὄρη, ποταμούς, λόφους, χαράδρας, ταφρείας.

ἢ ʼπʼ ἀσπίδων ἐπόντας γρυπαιέτους: ἢ ἐπὶ τῶν ἀσπίδων ὄντας γρυπαιέτους ἐλατοὺς ἐκ χαλκοῦ. γρυπαιέτους δὲ ἢ «γρυποὺς ἀετούς», ἐπικαμπῆ τὰ ῥάμφη ἔχοντας, ἢ «γρῦπας ἢ ἀετούς»· οὐ μὴν δὲ «γρῦπας ἀετούς».

ῥήμαθʼ ἱππόκρημνα: μεγαλόκρημνα καὶ πολλὴν ἀσάφειαν ἔχοντα, παρακεκινδυνευμένα καὶ δυσνόητα.

ἐν μακρῷ χρόνῳ νυκτὸς: ἐν ταῖς μακραῖς χειμερίαις νυξὶ διηγρύπνησα ζητῶν καὶ θέλων νοῆσαι τὸν ξουθὸν ἱππαλεκτρυόνα, τίς καὶ ὁποῖος ὄρνις ἐστίν. ἐν νυξὶ δὲ καὶ οὐκ ἐν ἡμέραις σκοπεῖ, ὅτι διὰ τὴν τῶν θορύβων ἐν νυξὶν ἠρεμίαν αἱ ψυχικαὶ δυνάμεις ὀξύτεραι πρὸς νοητῶν ἀντιλήψεις· ὅθεν ἀρίστως καὶ Φωκυλίδης φησὶ νυκτὸς βουλεύειν, νυκτὸς δέ τοι ὀξυτέρη φρήν· ξουθὸν δὲ τὸν ξανθόν, ἀντιβολῶ μηδένα νοῆσαι ἢ λέγειν ποτέ, ἀλλὰ κυρίως ξουθὸν τὸν ἐξιανθὸν καὶ ἐπὶ τὰ ἄνθη ἐξερχόμενον, ἐκ μεταφορᾶς τῶν μελισσῶν.

ἐγὼ δὲ τὸν Φιλοξένου: Ἔρυξίν τινα υἱὸν Φιλοξένου διαβάλλει ὡς τερατόμορφον καὶ ἀσυμμελῆ. καὶ φέρει τὸν Διόνυσον λέγοντα· ἐγὼ δὲ ἀκούων ἱππαλεκτρυόνα τὸν Ἔρυξιν ἐνόουν.

«κ`ὀλεκτρυόνα» γράφουσι τὸ ο μικρόν· ἐγὼ δὲ «κ`ὠᾳλεκτρυόνα» γράφω κιρνῶν τὰ βʹ α εἰς ἄλφα μακρὸν καὶ τὸ ι προσγράφων ἢ «κ`ὠλεκτρυόνα» διὰ τοῦ ω μεγάλου.

ἐν τοῖς παραπετάσμασι τοῖς μηδικοῖς: παραπετάσματα μηδικὰ καὶ περσικὰ ὑφάσματά εἰσιν ὑφαπλούμενα πρὸ τῶν ἀρχικῶν θυρῶν καὶ ταύτας ἐπικαλύπτοντα, ἔχοντα μορφὰς ξενοφυῶν ζῴων καὶ ἐκτραπέλων, πολλὰς δὲ καὶ συνθέτου φύσεως.

ἀλλʼ ὡς παρέλαβον τὴν τέχνην: τὴν τραγῳδικὴν δηλονότι, οἰδοῦσαν καὶ ἐπηρμένην ὑπὸ κομπασμάτων καὶ τύφου καὶ ῥημάτων φορτικῶν, ἴσχανα καὶ ἐλέπτυνα αὐτήν. ἰατρικωτέρᾳ ὁ ἀλιτήριος χρᾶται τροπῇ καί φησι· νοσοῦσαν αὐτὴν καὶ ὑδεριᾶσαι τρόπον τινὰ κινδυνεύουσαν καὶ ἐξωγκωμένην, ἴσχανα καὶ ἐλέπτυνα πρῶτον τρόπον τινὰ λεπταῖς διαίταις, λογυδρίοις, ἤτοι λόγοις εὐτελέσι καὶ ἀγοραίοις, καὶ περιπάτοις, διατριβαῖς καὶ γυμνασίοις τάχα, μικροῖς. ὡς ἐπὶ νόσου μὲν ταῦτα· πρὸς πρᾶγμα δὲ οὕτως· οὐκ ἐῶν ἀμετακινήτους καθῆσθαι τοὺς μιμουμένους Ἀχιλέα, Νιόβην, ἢ ἕτερον ἴσχανα τοῖσδε καὶ τοῖς τευτλίοις καὶ ἁπλῶς λαχάνοις λευκοῖς. διασύρει δὲ αὐτὸν ὡς ὄντα παῖδα λαχανοπώλιδος καὶ στωμύλον καὶ φλύαρα λέγοντα.

εἶτʼ ἀνέτρεφον Κηφισοφῶντα: κωμῳδεῖ τὸν Εὐριπίδην καὶ ὡς ἀδικούμενον ἐπὶ τῇ γυναικὶ παρὰ Κηφισοφῶντος, ὃς Κηφισοφῶν δοῦλος ἦν Εὐριπίδῃ, διπλῆν δὲ αὐτῷ συνεποίει τὴν τραγῳδίαν, μάλιστα δὲ τὰ μέλη.

εἶτʼ ἀνέτρεφον: εἶτα ἀνέτρεφον, φησί, τὸν Κηφισοφῶντα μιγνὺς αὐτὸν καὶ συγκοινωνὸν ἐμοὶ ποιούμενος ἐν ταῖς μονῳδίαις.

ἔφυρον: καὶ τὸν Αἰσχύλον ὁ ἀλιτήριος λάθρᾳ κωμῳδεῖ ὡς τὰς ὑποθέσεις φύροντα τῶν δραμάτων.

ἀλλʼ οὑξιὼν: ὁ ἀφηγούμενος τὴν ὑπόθεσιν.

κρεῖττον γὰρ ἦν σοι: εἰπόντος Εὐριπίδου· ἀλλʼ ὁ ἐξιὼν καὶ ἀφηγούμενος πρώτιστα τοῦ δράματος, ἤτοι πρὸ τῆς ὑποθέσεως τοῦ δράματος, εὐθὺς ἂν εἶπε τὸ γένος, φησὶν ὁ Αἰσχύλος· νὴ τὸν Δία, καλῶς ἐποίεις λέγων τὰ ἀλλότρια γένη· κρεῖττον γὰρ ἦν σοι ταῦτα λέγειν ἢ τὸ σαυτοῦ. Εὐριπίδης γὰρ παῖς ἦν Μνησάρχου καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος· Αἰσχύλος δὲ γένους ἦν πρώτου.

ἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν: παραχρηστικῶς καὶ τὰ ἰαμβεῖα ἔπη καλοῦνται.

ἀλλʼ ἔλεγεν ἡ γυνή: τούτου ἕνεκα κωμῳδεῖται δικαίως ὁ Εὐριπίδης ὡς προσώποις τισὶν ἀνοικείους λόγους περιτιθείς.

εἶτα δῆτα: πρὸς ταῦτά φησιν Αἰσχύλος· εἶτα δῆτα καὶ οὐκ ἐχρῆν σε ἀποθανεῖν δὴ ταῦτα τολμῶντα—λείπει «ποιεῖν» ἢ «λέγειν»—; τὸ «δῆτα» δὲ καὶ «δή» ταὐτὸ δηλοῦν οὐκ αἰτιατέον· ἔστι γὰρ ἀττικόν, ὡς τὸ «οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν».

μὰ τὸν Ἀπόλλω, φησὶν Εὐριπίδης, ἤτοι οὔ μὰ τὸν Ἀπόλλω, οὐκ ἔδει με θανεῖν. δημοτικὸν γὰρ αὐτὸ ἔδρων, τὸ πάντας λέγειν ἐπίσης· δημοτικὸν γὰρ ἡ ἰσότης.

τοῦτο μὲν ἔασον, ὦ τάν: τοῦτο, φησὶν ὁ Διόνυσος, τὸ λέγειν σε, ὅτι δημοκρατικὸν τοῦτο ποιεῖς, ἔα· οὐ καλῶς γὰρ βαδίζεις περὶ τούτου, ἤτοι οὐ καλῶς ἀποκρίνῃ περὶ τούτου καὶ ὀρθοδρομεῖς, ἀλλὰ χωλεύεις ταῖς ἀποκρίσεσιν. ἐν λογικαῖς γὰρ ὑποθέσεσιν ἀνοικειοπροσώπως δημοκρατικῶς οὐ χρὴ τοὺς λόγους εἰσφέρειν, ὡς οὐδʼ ὁ γεννάδας ἐκεῖνος Ἀρμένιος, ὦ Εὐριπίδη, ὁ ἑκατὸν πληγὰς συνθέμενος χρυσῷ στατῆρι λαβεῖν, ὀδυνηθεὶς δὲ ταῖς πεντήκοντα καὶ κεκραγὼς καὶ βοῶν· «σημισίου θέλειμες»· ἤκουσε γὰρ κἀκεῖνος· «σημισίου, Ἀρμένιε, ἐνταῦθα οὐ κρούουσιν».

ἐπῶν τε γωνιασμούς: συστροφὰς καὶ καμπὰς λογυδρίων.

νοεῖν: ἀφʼ ἑαυτῶν νοοῦντάς τι πράττειν. ὁρᾶν: ἐρευνᾶν, πολυπραγμονεῖν. ξυνιέναι: τὰ παρʼ ἑτέρων ἢ λεγόμενα ἢ πραττόμενα νοεῖν. στρέφειν: ἀνατρέπειν τὰ λεγόμενα. ἐρᾶν: ἐρωτικὰ γεγραφέναι. τεχνάζειν: πανουργεῖν, ἢ τὰ πρὸς ἔρωτας τεχνικῶς λέγειν, ὡς ἐν Φαίδρᾳ.

καχ`' ὑποτοπεῖσθαι: μὴ ἁπλοϊκὴν ἔχειν τὴν φύσιν, ἀλλὰ κακοϋπονοήτους περὶ τοὺς πλείονας εἶναι καὶ μὴ ῥᾳδίως πιστεύειν τινί. περινοεῖν: πανουργότατα καὶ βαθέως πάντα νοεῖν.

οἰκεῖα πράγματʼ εἰσάγων: συνήθη καὶ γνώριμα λέγων, ἐξ ὧν ἂν καὶ παρὰ τοῦ τυχόντος ῥᾳδίως ἠλεγχόμην, εἴ τι ἄρα ταῖς τραγῳδίαις γράφων διήμαρτον.

ἀλλʼ οὐκ ἐκομπολάκουν: οὐ βαρυβρέμονας καὶ κομπῶδες ἠχούσας ἔγραφον λέξεις, ἐκ τοῦ φρονεῖν τε καὶ νοεῖν ἀποσπάσας, ἤτοι πόρρω τοῦ νοουμένου καὶ τοῦ σαφοῦς ταύτας ποιῶν.

Κύκνον· τὸν Ποσειδῶνος. Μέμνονα· τὸν Τιθωνοῦ καὶ Ἡμέρας.

καὶ κωδωνοφαλαροπώλους: τὸν Τυδέα καὶ ἑτέρους παράγει ἐπὶ τῶν φαλάρων καὶ προμετωπιδίων τῶν ἵππων κώδωνας ἔχοντας.

ἑκατέρους μαθητάς: Φορμίσιον καὶ Μεγαίνετον τοὺς Αἰσχύλου μακρογενείους ὄντας, καὶ τοὺς ἐμούς, Κλειτοφῶντα καὶ Θηραμένη τὸν κόθορνον· ἢ «ἑκατέρου μαθητάς», τοῦ Αἰσχύλου κἀμοῦ. Φορμίσιος μαθητὴς Αἰσχύλου κομήτης, φοβερὸς τῇ θέᾳ, καθιέμενον εἰς βάθος τὸν πώγωνα φέρων. ἦν δὲ καὶ δωροδόκος. Μανᾶς τοὺς δούλους ἐκάλουν, ὡς καὶ Πυρρίας καὶ Τιβίους, ἀπό τινων φαυλοτάτων δούλων κλήσεις λαχόντων τοιαύτας. τὸν Μεγαίνετον δὲ οὐχ ὡς δοῦλον, ἀλλʼ ὡς ἀναίσθητον Μανῆν κέκληκεν· ἦν δὲ οὗτος θρασύς, αὐθάδης καὶ στρατηγιῶν.

σαλπιγγολογχυπηνάδαι: βυκανοδορατογένειοι, τουτέστιν ἄγαν καθειμένας ἔχοντες καὶ μακρὰς γενειάδας.

σαρκασμοπιτυοκάμπται: ἔα παλαιούς, καρδία σοφωτάτη, ἄλλοις, ἐφευρίσκουσα τοὺς Τζέτζου λόγους, ἄκουε δʼ ἡμῶν, τί τοδὶ δηλοῦν θέλει· ὀδοντοδεῖκται, Σίννιδες πεφυκότες, κεχηνότες τάχα τε καὶ τῶν ἀφρόνων, μιμούμενοι δὲ τοὺς κραταιοὺς ἰσχύϊ, λῃστὴς ὁποῖος Σίννις ἦν κράτει πάλαι, σχοίνοις ὃς εἰς γῆν δένδρα συγκλίνων πίτυς ἄνδρας ἐδέσμει δυστυχεῖς, τρισαθλίους, καμπῆς δʼ ἐκείνας ἐξαφεικὼς ἀθρόως ἐσφενδόνα βίαιον εἰς τὸν αἰθέρα. τὸ δὲ «σαρκασμοπιτυοκάμπται» οὕτω νοεῖται· οἱ μωροὶ δὲ καὶ ἀκουσίως κεχηνότες καὶ δεικνύοντες αὐτῶν τοὺς ὀδόντας, οἰόμενοι δέ τινες εἶναι μεγάλοι καὶ φοβεροί, ὁποῖος ἦν ὁ Σίννις ἐκεῖνος ὁ πιτυοκάμπτης τοὐπίκλην. ἀλλὰ τίς μὲν ὁ Σίννις, ἐπέγνως· νῦν δὲ καὶ τί τὸ «σάρκασμα» μάνθανε. «σαρκάζειν» ἐστὶ τὸ ἄκοντά τινα τοὺς ὀδόντας δεικνύειν, «σκαρδάσσειν» κινεῖν τὰς ὀφρῦς, τὸ «σκαρδαμύσσειν» ὀφθαλμοὺς ὑποτρέμειν, «σκορδινᾶσθαι» τὸ μετὰ χάσμης τείνειν τὰς χεῖρας. ἄρτι διοῖσον τῶνδε τεσσάρων μάθε, τοῦ «σκορδινᾶσθαι» καὶ «σκαρδαμύσσειν» λέγω, καὶ δή γε «σκαρδάδας» τε «σαρκάζειν» ἅμα.

ὁ Κλειτοφῶν καὶ ὁ Θηραμένης, Εὐριπίδου μαθηταί, πανουργότατοι καὶ ἀλλοπρόσαλλοι. πολλάκις δὲ περὶ Θηραμένους εἴπομεν· καὶ νῦν δὲ βραχέα ἐροῦμέν τινα.

ὃς ἢν κακοῖς που περιπέσῃ: ὃς Θηραμένης περιπεσὼν δυσχερέσιν καὶ πλησίον παραστὰς συμφορῶν, ἔξω τῶν κακῶν ἐκπίπτει καὶ σῴζεται πανουργεύμασιν, «οὐ Χῖος. ἀλλὰ Κῖος», ἤτοι κατὰ τὴν παροιμίαν. ἐάν τι ἀνιαρὸν καὶ ἐχθρὸν παρά τινων ἀπήντα τοῖς Χίοις, τῶν Χίων οἱ δραστικώτεροι, ὡς Χῖοι κρατούμενοι, λέγοντες ὑπάρχειν οὐ Χῖοι, ἀλλὰ Κῖοι, ὡσαύτως δὲ καὶ οἱ Κῖοι, τὴν δυσχέρειαν ἀπεδίδρασκον. εἰ δʼ ἀγαθόν τι τοῖς Χίοις συνέτρεχε, καὶ οἱ Κῖοι Χῖοι ἔλεγον εἶναι, οὐ Κῖοι· πολλῷ δὲ μᾶλλον οἱ Χῖοι.

εἰσηγησάμην: ἐδίδαξα. λογισμόν: ἀκρίβειαν, πολυπραγμοσύνην.

τῇ τέχνῃ: τῇ τραγικῇ.

σκέψιν: φροντίδα, οἰκονομίαν.

σκέψιν φροντίδα οἰκονόμον.

καὶ τὰς οἰκίας οἰκεῖν ἄμεινον: ἤτοι οἰκονομικωτέρους αὐτοὺς ἐποιησάμην.

κἀνασκοπεῖν: ἀνακρίνειν ἀνερευνᾶν.

ἀπεδήδοκε καταβέβρωκε.

τίς τῆς μαινίδος: ἡ μαινὶς εἶδός ἐστιν ἰχθύος ὅμοιον ταῖς πλατείαις σμαρίσιν, οὐ μέντοι αὐτὴ ἡ σμαρίς, ὡς οἱ τοῖς σχέδεσι βαρβαρούμενοι τοῦτο νομίζουσιν.

«τρύβλιον» καὶ «τρυβλίον». τέθνηκέ μοι τὸ τρυβλίον: κατεάγη, ἐρράγη. ἀγγεῖον δὲ κοῖλον τὸ τρυβλίον νομίζεται τοῖς πολλοῖς, εἰς ὃ τὰ ὄψα χύτραθε κενοῦντες καὶ θέντες ἐν τῇ τραπέζῃ ἐσθίομεν. καὶ Ἀριστοφάνης νῦν τοιοῦτο τοῦτό φησιν· ἡ βασιλὶς δὲ Κλεοπάτρα καὶ Διοσκορίδης ὁ Ναζαρβεὺς Ἀφρικανός τε καὶ ὅσοι περὶ μέτρων συνέγραψαν καὶ σταθμῶν, τὸν ὀξύβαφον, τὸν ξέστην, τὸ τρύβλίον, τὸ κεράμιον καὶ ἕτερα εἴδη μυρία σταθμῶν ὑγρῶν ποσὰ ταῦτα λέγουσιν, ἃ εἰς σπουδαίου τινὸς καὶ ἀξιοζήλου συγγράμματος ἔδει με γράφειν, οὐκ εἰς θυμελικὴν ἐπεξήγησιν.

τίς τῆς ἐλάας παρέτραγε: «τίς ἔφαγεν ἄρτων», «τίς ἔπινεν οἴνων», ἀττικῶς μετὰ γενικῆς συντάσσονται.

ἐλάας τῆς ἐλαίας.

τέως δὲ: μέχρι δὲ τότε, ἤτοι μέχρις ἐμοῦ, ἀβελτερώτατοι, ἀσυνετώτατοι, ἀμήχανοι, μὴ δυνάμενοι ἀνῦσαι, ὃ βούλεσθε· ἀπὸ μεταφορᾶς ἀφυῶν τοξοτῶν· οἱ βέλτεροι γὰρ καὶ περιδέξια βάλλοντες ἐπιτυγχάνουσι τοῦ σκοποῦ, οἱ δʼ ἀφυεῖς καὶ σκαιοὶ καὶ ἀβέλτεροι ἀποτυγχάνουσιν.

τάδε μὲν λεύσεις, φαίδιμʼ Ἀχιλεῦ: ἀρχὴ Μυρμιδόνων Αἰσχύλου· οὕτω δὲ τὸν Αἰσχύλον ὁ χορὸς καλεῖ.

μόνον: λείπει τὸ «πρόσσχες», ἵνʼ ᾖ· «μόνον πρόσσχες, ὅπως καὶ πῶς»· ἢ «ὅπως μή σε ὁ θυμὸς ἁρπάσας ἐκτὸς οἴσει τῶν ἐλαῶν», ἤτοι τοῦ καθεστηκότος καὶ ἐλαιώδους καὶ λείου.

κατηγόρηκεν: ἀττικῶς οὐ «κεκατηγόρηκεν». ἀλλʼ ὅπως καὶ πῶς, ὦ γεννάδα, ἀντιλέξεις μὴ πρὸς ὀργήν. οὕτως ἡ συνέπεια· μὴ ἁρπάσῃ σε ὁ θυμὸς ἔξω τοῦ δέοντος, ἀλλὰ πρόσσχες, ὦ γενναῖε, πῶς ἀντιλέξεις μὴ χρώμενος ἄκροισι καὶ ὅλοις τοῖς ἱστίοις—ἀπὸ τῶν εὐπλοουσῶν ὁλκάδων πνεύμασιν εὐηνέμοις—, ἀλλὰ συστείλας καὶ περισφίγξας. τὰ λαίφη τοῦ θυμοῦ, εἶτα πλέον καὶ πλέον ἄξεις σεαυτὸν εἰς τὸ λέγειν, ἡνίκα ἂν τὸ τοῦ θυμοῦ πνεῦμα λωφήσῃ.

φυλάξεις τὸ τῆς ἀντιλογίας.

καθεστηκὸς σύμμετρον.

ἀλλʼ ὦ πρῶτος: ἀλλʼ, ὦ Αἰσχύλε, πρῶτος καὶ πρῶτε ἀπὸ τῶν Ἑλλήνων πυργώσας καὶ ἐπιστηρίξας καὶ ὑψώσας τὰ σεμνὰ καὶ κόσμια καὶ διηρμένα ῥήματα, τὰ τῶν ἡρώων δηλονότι, τὰ ἐν ταῖς τραγῳδίαις φερόμενα, καὶ κοσμήσας τὸν τραγικὸν λῆρον καὶ εἰς κοσμιότητα ἐξ ἀκοσμίας ἀγοραίας μεταγαγὼν τὸν τραγικὸν λῆρον καὶ τὴν χύσιν τῆς εὑρεσιλογίας τῆς τραγικῆς— «λῆροι» γὰρ οἱ χειροποίητοι κρουνοὶ λέγονται· ἴσως δὲ νῦν ἐσχηματισμένως δύναιτο λέγειν Ἀριστοφάνης, καὶ «λῆρον» φλυαρίαν τραγικήν— θαρρῶν ἀφίει τὸν κρουνόν, ἤτοι πρόπεμπε σοὺς λόγους ὡς δωδεκάκρουνον νᾶμα.

πυργώσας ἐπιστηρίξας.

θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ: ἤτοι ἐπὶ τῷ νῦν συμβάντι, τῷ πρὸς Εὐριπίδην ἀντιλέγειν ἐμέ.

καί μου τὰ σπλάγχνα ἀγανακτεῖ: ἤτοι ἐμοὶ τὰ ἐντόσθια φλέγεται τοῦ περικαρδίου ζέσαντος αἵματος. ἵνα μὴ φάσκῃ δʼ ἀπορεῖν ἐμέ: λείπει τὸ «ἀντιλέξω»· καὶ αὐτίκα Εὐριπίδην ἐρωτᾷ· κἀκεῖνος αὐτῷ ἀποκρίνεται.

δεξιότητος: εὐφυΐας, ἐπιτηδειότητος. νουθεσίας: παραινέσεως, διδασκαλίας, παιδεύσεως.

ἐκ χρηστῶν καὶ γενναίων: ἀγαθῶν, εὐγενῶν, ἀνδρειοψύχων. μοχθηροτάτους: φαυλοτάτους, ἀχρήστους.

χρηστῶν εὐγενῶν, ἀνδρειοψύχων.

μοχθηροτάτους φαυλοτάτους.

τεθνάναι: «ζῶσαι» μὲν ἐχρῆν τὸν νεκρὸν φάναι «πάλιν». ἐπεὶ δὲ τὸν Εὐριπίδην παράγει ζωῆς ἐφιέμενον, ὡς περὶ τὸ τέλος τοῦ δράματος δείξει σαφέστατα, τεθνάναι δεύτερον θάνατον τοῦτόν φησιν, εἰ καὶ τέθνηκεν ὅμως, καὶ πρὸς Ἅιδην ἐξ Ἅιδου μεταπεσεῖν δεύτερον. ἤ· ὅτʼ ἔζη, εἰ, ὥσπερ φής, τὴν τραγῳδίαν οὑτωσὶ ἐλυμήνατο.

γενναίους καὶ τετραπήχεις: εὐγενεῖς, φησί, καὶ «τετραπήχεις», γίγαντας ἥρωας, τοὺς ἐν Ἀθήναις ἀνθρώπους οὗτος λαβὼν παρʼ ἐμοῦ, τουτέστιν ἐκ τῶν ἐμῶν διδαγμάτων, καὶ μὴ «διαδρασιπολίτας», ἤγουν πολίτας δειλοὺς καὶ ἀποδιδράσκοντας πόλεμον—ἢ διαδρασιπολίτας καὶ τὰ τῆς πολιτείας ἐκφεύγοντας πράττειν—, «ἀγοραίους» εἰργάσατο καὶ «κοβάλους» καὶ μίμους, καὶ «πανούργους», δολίους καὶ βδελυρούς.

ἀλλὰ πνέοντας τὸ καὶ τό: πνέοντας δηλοῖ πολέμους καὶ θυμοὺς αἰαντείους.

πήληκας περικεφαλαίας.

καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν: ὅ, φησὶν Εὐριπίδης, ἔλεγον κακόν, ἤδη τοῦτο χωρεῖ. καὶ ὁ Διόνυσος ὑψηλολεκτῶν φησιν· ὁ Αἰσχύλος καὶ κράνη λέγων καὶ τρυφαλείας καὶ πήληκας συντρίψει με.

μηδʼ αὐθαδῶς σεμνυνόμενος χαλέπαινε: μηδʼ ἀλαζονικῶς κενοδοξῶν ὀργίζου.

δρᾶμα ποιήσας Ἄρεος ως μεστόν: τοὺς Ἑπτ`' ἐπὶ Θήβας. γενναίως γὰρ καὶ στρατηγικῶς ἐκεῖ καὶ βασιλικῶς ὁ Ἐτεοκλῆς καὶ στρατηγεῖ καὶ βουλεύεται καὶ κατασκόπους ἐκπέμπει καὶ τάσσει τοὺς λόχους καὶ τἄλλα πάντα ποιεῖ, ὁπόσα ἐχρῆν βασιλέα καὶ στρατηγὸν δεξιώτατον.

τουτὶ μέν σοι κακὸν εἴργασται: μὴ ἔχοντα δῆθε τὸν Εὐριπίδην τι τοῦ δράματος αἰτιᾶσθαι φέρει ληροῦντα ταυτί, καὶ συλληροῦσιν ἀμφότεροι. τουτὶ γάρ, φησί, σοὶ κακὸν εἴργασται καὶ τούτου ἕνεκα τύπτου, ὅτι Θηβαίους Ἀργείων εἰς πόλεμον ἀνδρειοτέρους πεποίηκας. «ἀνδρεία», πολλάκις εἴπομεν, ἐπὶ ψυχῆς λέγεται, «ῥώμη» δὲ ἐπὶ σώματος.

ἀλλʼ ὑμῖν τοῖς μετʼ ἐμὲ ποιηταῖς, σοί τε, τῷ Εὐριπίδῃ, καὶ ἄλλοις, ἐξῆν τοῦτο· εὐλογίαν δʼ οὐκ ἠθελήσατε καὶ ἀφῃρέθη ἀφʼ ὑμῶν.

εἶτα διδάξας Πέρσας: τὸ «εἶτα» μὴ τακτικόν τις νοείτω, ὥστε δοκεῖν πρῶτον διδαχθῆναι τὸ δρᾶμα τοὺς Ἑπτὰ ἐπὶ Θήβας, εἶτα τοὺς Πέρσας—προτέρους γὰρ τοὺς Πέρσας φασὶ διδαχθῆναι, δευτέρως δὲ τοὺς Ἑπτὰ ἐπὶ Θήβας—, ἀλλʼ οὕτω λεγέτω τε καὶ νοείτω· δρᾶμα ποιήσας τοὺς Ἑπτὰ ἐπὶ Θήβας, εἶτα διδάξας Πέρσας, ἀντὶ τοῦ «καὶ ἕτερον ποιήσας, τοὺς Πέρσας».

κοσμήσας ἔργον ἄριστον: τὸ μεγαλοπρεπὲς καὶ ἄριστον ἔργον τῶν Ἀθηναίων, τουτέστι τὸν πόλεμον, ὃν κατὰ γῆν τε καὶ θάλασσαν συμβαλόντες τοῖς Πέρσαις λαμπρῶς νενικήκασι, καλλύνας λόγοις προσφόροις καὶ δράματι πρέποντι.

ἐχάρην γοῦν, ἡνίκʼ ἤκουσα περὶ Δαρείου τηθνεῶτος: ἡδύνθην γοῦν καὶ ηὐφράνθην. ἐσχηματισμένως δὲ δύναται νοηθῆναι καὶ «ἐγέλασα διασύρων ὡς κατάμομφον, ὁπότε ἤκουσα περὶ τοῦ τηθνεῶτος Δαρείου, ὅτε τὸ εἴδωλον αὐτοῦ πρὸς τὰς χοὰς ἀνελθὸν Ἀτόσσῃ τε διαλέγεται καὶ τοῖς γεραιτέροις Περσῶν, καὶ ἀκηκοότες οἱ γέροντες περσιστὶ κατοδύρονται».

ὡδὶ συγκρούσας: κατὰ τοῦτον τὸν τρόπον. συνάψας γὰρ τὰς βʹ χεῖρας αὑτοῦ καὶ συγκρούσας πρακτικῶς τοῦτο δείκνυσιν.

Ὀρφεὺς μὲν γὰρ: Ὀρφεὺς ὁ μέγας, Θρᾷξ ὢν τῷ γένει, Οἰάγρου παῖς καὶ Μενίππης, ἀλληγορικῶς δὲ Καλλιόπης τῆς Μούσης, τελετὰς καὶ μυστήρια καὶ σεβασμοὺς θεῶν πρῶτος ἔδειξεν, ὅθεν εἴρηται καὶ «θρησκεύειν» τὸ θεοὺς τιμᾶν· Θρᾷξ γὰρ ὢν ὁ Ὀρφεύς, ὥσπερ εἶπον, τοῦτο ἔφευρεν.

Φιλόχορος τὸν Μουσαῖον Σελήνης υἱόν φησι καὶ Εὐμόλπου.

τάξεις: παρατάξεις στρατιωτικάς. ἀρετάς: πολεμικὰς καὶ γενναιότητος· ἀλλὰ καὶ ἀρετὰς φρονήσεως, δικαιοσύνης, σωφροσύνης καὶ κοσμιότητος.

καὶ μὴν οὐ Παντακλέα: διαβάλλει Παντακλέα ὡς ἄπειρον ὁπλίσεως.

σκαιότατον: χωριτικόν, μανδροτραφῆ, σηκαιότατόν τινα ὄντα· ἀφυῆ καὶ ἐπαρίστερον.

πρώην γοῦν, ἡνίκʼ ἔπεμπεν: ἡ πόλις, ἢ αὐτὸς ἑαυτόν, ἐπʼ ἐκστρατείαν, τὸ κράνος καὶ τὴν περικεφαλαίαν πρῶτον περιδησάμενος καὶ περὶ τὸν ἀνθερεῶνα δήσας ἔμελλεν ἐπιδήσειν καὶ ἔπειτα δήσειν τὸν λόφον. λόφος δέ ἐστι τὸ τῆς περικεφαλαίας αὐλοειδὲς ἐπανάστημα, ἐν ᾧ αἱ ἵππειαι τρίχες εἰς κόσμον καὶ φόβον ἐμβάλλονται.

Λάμαχος: γενναῖος καὶ φιλοπόλεμος στρατηγὸς Ἀθηναίων.

ὅθεν: ἐξ Ὁμήρου ἡ ἐμὴ φρὴν ἀπομαξαμένη, ἤτοι ἐγὼ μιμησάμενος, πολλὰς ἀρετὰς στρατιωτικὰς ἐποίησα καὶ τῇ ἐμῇ ποιήσει συνεγραψάμην Πατρόκλων, Τεύκρων λεοντοψύχων ἤτοι γενναίων καὶ ἰσχυρῶν ἐν ταῖς μάχαις, ἵνα τοὺς ἐμοὺς πολίτας ἀναπτερῶ μιμητὰς τούτων γίνεσθαι τοῖς πολέμοις.

Φαίδρας: Φαίδρα τοῦ Εὐριπίδου δρᾶμά ἐστιν. Σθενέβοια: ἡ παρʼ Ὁμήρῳ λεγομένη Ἄντεια· καὶ ταύτης δύο δράματα Εὐριπίδου, τὸ μὲν Βελλεροφόντης καλούμενον, τὸ δὲ Σθενέβοια· γράφουσι δὲ τὸν Σθενεβοίας ἔρωτα πρὸς Βελλεροφόντην.

ἐνῆν τῆς Ἀφροδίτης οὐδέν σοι: οὐχ ὡς ἀμόρφου καὶ ἀηδοῦς, ἀλλʼ ὡς στρυφνοῦ καὶ συνεστηκότος τὸ ἦθος ὄντος Αἰσχύλου καὶ μὴ ἐκλύτου καὶ ζῶντος βίον διάρρυτον τοῦτό φησιν.

ἐπὶ σοὶ καὶ τοῖς σοῖς πολλὴ καὶ διὰ πολλοῦ χρόνου ἡ Ἀφροδίτη ἤτοι τὰ μοιχικὰ εἴθε ἐπικάθοιτο καὶ ἐστηριγμένα εἴη μὴ ἀφιστάμενά τε καὶ ἀποτρέχοντα. ἐμφαίνει δὲ τὴν πρὸς Κηφισοφῶντα μοιχείαν Μελιτοῦς ἢ Χοιρίλλης, γυναικὸς Εὐριπίδου.

κώνεια πίνειν: πολλαὶ γὰρ τῶν ὑπερόχων γυναῖκες ὡς ἡ Σθενέβοια ἐρασθεῖσαί τινων καὶ τῶν ἐρωμένων οὐχὶ τυχοῦσαι φαρμάκοις αὑτὰς διεχρήσαντο. ἡ δὲ Σθενέβοια μετὰ τὰ τρόπαια τὰ κατὰ Λυκίαν νικητοῦ Βελλεροφόντου ὑποστραφέντος καὶ Προῖτον αἰτιωμένου, ὡς κατʼ αὐτοῦ μελετήσαντος ἄδικον θάνατον, ἀναιρεῖται τρόπῳ τοιούτῳ. προσποιεῖται Βελλεροφόντης ταύτης ἐρᾶν· ἡ δὲ νικωμένη τῷ ἔρωτι, ἀφεῖσα τὸν οἶκον τοῦ Προίτου, ἔξεισι λάθρᾳ, καὶ κατὰ νώτου Πηγάσου συνεποχεῖται Βελλεροφόντῃ, ὃς διαέριος μέσῳ πελάγους φερόμενος τῶν νώτων τοῦ ἵππου ἀποσφαιρίσας αὐτὴν τοῖς ὕδασιν ἀπέπνιξεν.

μὰ Δίʼ ἀλλʼ ὄντα: οὔ μὰ Δία, οὐκ εἶπας ψευδῆ λόγον, ἀλλʼ ὄντα καὶ γεγονότα καὶ ἀληθῆ· ἀλλὰ χρὴ τὸν ποιητὴν τὰ πονηρὰ κρύπτειν καὶ μὴ παράγειν καὶ φέρειν καὶ φανεροῦν. τοῖς παιδαρίοις γὰρ διδάσκαλοι οἱ γραμματισταί· οἱ ποιηταὶ δὲ τῶν τελείων νουθετηταὶ γινόμεθα καὶ διδάσκαλοι.

ἦν οὖν σὺ λέγῃς: πρὸς ταῦτα ὁ Εὐριπίδης φησί· τὰ μὲν ἐμά, ὡς φής, ἀσυντελῆ καὶ πλέον ἐπιβλαβῆ· ἐὰν δὲ σὺ λέγῃς Σπερχειούς, Λυκαβηττοὺς ἢ Παρνασσοὺς ἢ Καυκάσους ἢ ἄλλα τοιαῦτά τινα, ἢ λέξεις τοιαύτας τινὰς ἐξηρμένας, ὀρεσκῴους καὶ ὑψικρήμνους καὶ ἀποκρότους καὶ ὑπερόφρυας, τοῦτο ἔστι χρηστὸν δίδαγμα, ὅντινά σε ἔδει φράζειν ἀνθρωπείως ἤτοι κεχρημένον λέξεσι μέσαις, ἡμεροφώνοις τε καὶ ἠπίαις καὶ προσηνέσι καὶ λείαις ταῖς ἀκοαῖς; καὶ ὁ Αἰσχύλος· ἀλλʼ, ὦ κακόδαιμον, τῶν ὑψηλῶν νοημάτων καὶ ὑποθέσεων καὶ πραγμάτων μεγάλους καὶ ὑψηλοὺς καὶ τοὺς λόγους δέον συντίθεσθαι· ἄλλως τε δὲ τὰ ἡμέτερα συγγράμματα περὶ ἡρώων καὶ ἡμιθέων διδάσκουσιν· εἶκος δὲ τοὺς ἥρωας, ὡς ἡμῶν πολὺ μείζοσι καὶ σεμνοτέροις χρῶνται τοῖς ἱματίοις, οὕτω δὴ χρῆσθαι καὶ λόγοις ὑψηλοτέροις· ἃ σὺ ἐλυμήνω ἐμοῦ περὶ τούτων καλλίστως διδάξαντος.

ῥάκιʼ ἀμπίσχων: ἀμφιεννὺς ῥάκια· διʼ Οἰνέα καὶ Τήλεφον καὶ τοὺς ἑτέρους· πτωχοποιὸς γὰρ ὁ Εὐριπίδης ἀεί.

περιιλλόμενος: κρυπτόμενος, σκεπόμενος· ἤτοι ἔξωθεν ἐνδεδυμένος πενιχρὰ ἱμάτια κλαίει καὶ ἄπορος εἶναί φησιν.

οὔλων ἐρίων: μαλακῶν μαλλῶν, νημάτων· μετάξης.

κἂν ταῦτα λέγων: κἂν λέγων πένης εἶναι ἐξαπατήσῃ τοὺς συνωθοῦντας συνήθεις αὐτὸν τριηραρχεῖν δηλονότι, παρὰ τοὺς ἰχθῦς καὶ τὰ ἰχθυοπώλια ἀνέκυψεν, ἤτοι ὠνούμενος τοὺς τιμαλφεῖς τῶν ἰχθύων τρυφᾷ. τὸ δὲ λέγειν «ἰχθῦς» καὶ «μύρα» καὶ «τυρούς» καὶ τὰ τοιαῦτα ἀπεμπολούμενα ἀντὶ τῶν πωλητηρίων, καὶ τὰ περιεχόμενα ἀντὶ τῶν περιεχόντων καὶ τὰ μέρη ἀντὶ τῶν ὅλων καὶ τὸ ἔμπαλιν, ὡς τὸ «ἐλέφαντα» τὸ «ἐλεφάντινον ὀστοῦν», «κεφαλὴν Τηλεμάχου» ἀντὶ τοῦ «Τηλέμαχον» καὶ «πόλις» ἀντὶ τοῦ «οἱ πολῖται» καὶ «Αἴγυπτος» ἀντὶ τοῦ «οἱ Αἰγύπτιοι» καὶ τὰ ὅμοια, ἀττικόν ἐστιν.

λαλιὰν: φλυαρίαν, πολυλογίαν· «λέγειν» γὰρ τὸ τὰ δέοντα φθέγγεσθαι συντεταγμένως, «λαλεῖν» δὲ ποτὲ τὸ φλυαρεῖν, ἀπὸ τῆς τῶν λάρων φωνῆς τοῦ λα, ποτὲ τὸ βοᾶν καὶ θορυβεῖν, ποτὲ δὲ τὸ ἁπλῶς φθέγγεσθαι, μὴ λόγου κεκαλλωπισμένῃ συνθήκῃ.

στωμυλία: πολυλογία εὐτράπελος· ἣ στωμυλία ἐξεκένωσε τὰς παλαίστρας καὶ τὰ γυμνάσια, ἤτοι ἀγυμνάστους μὲν πολεμικῶν καὶ καλῶν ἔργων τοὺς ἀνθρώπους ἐποίησε, τὰς πυγὰς δὲ καὶ τὰς καθέδρας τῶν μειρακίων ἐξέτριψε στωμυλλομένων καὶ εὑρησιλογούντων.

καὶ τοὺς παράλους ἀνέπεισεν: τοὺς τριηρίτας ναύτας ἀνέπεισεν ἀντιλέγειν τοῖς τριηράρχαις τριηράρχοις· καίτοι, φησὶν ὁ Αἰσχύλος, τότε, ὅτʼ ἔζων ἐγώ, οὐκ ἠπίσταντο οἱ ναυτιλλόμενοι ἄλλο τι εἰπεῖν ἢ «μάζαν» καὶ «μὴ ἄζαν», ἀλλὰ νεοφύρατον ἀρτίδιον, καὶ πίτταν καὶ πιττάριον· βαρβαρίσαι γὰρ διὰ τοὺς βαρβάρους οὐκ ἀπεικός ἐστιν, ἵνα καὶ τούτους κερδήσωμεν. τοῦτο μόνον τότε ὁ ναυτικὸς ἠπίστατο λέγειν καὶ «ῥυππαπαῖ», ναυτικὸν ἐπίφθεγμα κινητικὸν καὶ διεγερτικὸν πρὸς κωπηλασίαν, καὶ προσπαρδεῖν ἐς τὸ στόμα τῷ θαλάμακι. τρεῖς τάξεις τῶν ἐρεσσόντων ἦσαν ἐν ταῖς τριήρεσι· θαλάμακες οἱ ἐν τῷ κάτω μέρει τῆς τριήρους ἔγγιστα τοῦ ὕδατος, οἳ καὶ κολοβαῖς καὶ βραχείαις ἐχρῶντο κώπαις καὶ τὸν μισθὸν ἐλάττω ἐλάμβανον. οἱ μέσοι δὲ ἐλατῆρες ἐκαλοῦντο ζυγῖται· οἱ δὲ ἄνω θρανῖται. συνέβαινεν οὖν τὸν μὲν ζυγίτην ἀποπαρδοῦντα κατʼ ἶσον ἀποπαρδεῖν τοῦ στόματος τοῦ θαλάμακος, τὸν δὲ θρανίτην ἐς τὸ στόμα τοῦ ζυγίτου. ταῦτα τότε ἠπίστατο καὶ μινθῶσαι, νῦν ὀσμῆς ἀναπλῆσαι, τὸν σύσσιτον. νῦν δʼ ἀντιλέγει τῷ ἄρχοντι καὶ οὐκ ἐλαύνει, πλεῖ δὲ κἀκεῖσε κἀνταῦθα. ταῦτα καὶ περὶ τούτων οὕτως εἰπέ· μὴ εἴπῃς δέ, ὡς ἔτι κοιμώμενος ἢ κοτζοπαικτῶν· θρανίτης ὁ πρὸς τὴν πρύμναν, θαλάμιος ὁ πρὸς τὴν πρῴραν, μηδὲ εἴπῃς· κυρίως Πάραλος καὶ Σαλαμινία τριήρεις εἰρηναρχικαί, ἀλλὰ κατὰ Τζέτζην αὐτὴν μὲν τὴν Σαλαμινίαν τὴν εἰς δικαστήριον ἄγουσαν τοὺς ἐκ περαίας, Πάραλον δὲ τὴν ἱεράς ποι θυσίας ἀπάγουσαν μετὰ φανῶν, θαλῶν καὶ λαμπάδων καὶ ἀνδρῶν λευκοφόρων ἱεροθυτῶν ἐστεφανωμένων. ὅρα, γενναία ψυχή, τὰ τῶν παλαιῶν μέχρι καὶ αὐτῶν τῶν στιγμῶν.

τικτούσας ἐν τοῖς ἱεροῖς: Αὔγη, ἡ Ἀλέου θυγάτηρ, ἱέρεια δὲ Ἀθηνᾶς, ἐν τῷ ἱερῷ γεννᾷ Τήλεφον.

μιγνυμένας ἀδελφοῖς: Κανάκην, τὴν Αἰόλου, Μακαρεῖ τῷ αὐτῆς ἀδελφῷ.

οὐ ζῆν τὸ ζῆν: ἢ διὰ τὰ ἐν Φρίξῳ εἰρημένα· τίς δʼ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν; ἢ διὰ τὸ ὑπὸ τῆς τροφοῦ ἐν Ἱππολύτῳ λεγόμενον ἄλλο τι φίλτερον ἄλλο κατὰ γᾶς.

ἀνεμεστώθη: ἀνεπληρώθη τῶν γραμματεύειν βουλομένων καὶ μὴ στρατεύεσθαι. γραμματεύειν δὲ νῦν φησι τὸ δικαστικὰ γράφειν ψηφίσματα.

βωμολόχων: λάλων, φλυάρων, πολυλόγων.

δημοπιθήκων: αὐτὸς ἐφερμηνεύει λέγων «ἐξαπατώντων τὸν δῆμον».

λαμπάδα δʼ οὐδεὶς: οἷός τε καὶ δυνατός ἐστι φέρειν καὶ βαστάζειν ὑπʼ ἀγυμνασίας καὶ ἀπειρίας. τρὶς γὰρ τοῦ ἔτους λαμπαδουχικὸς ἀγὼν ἐν ταῖς Ἀθήναις ἐτελεῖτο· τοῖς Παναθηναίοις, τοῖς Προμηθείοις καὶ Ἡφαιστείοις. ἐτελεῖτο δὲ ὁ λαμπαδικὸς οὗτος ἀγὼν ἐν τῷ Κεραμεικῷ· τόπος δὲ ὁ Κεραμεικὸς ἦν Ἀθήναζε, καὶ οἱ τὸν δρόμον τοῦτον ποιούμενοι φωσφορούσας λαμπάδας κατέχοντες ἔτρεχον.

μὰ Δία: οὔ μὰ Δία, φησὶν ὁ Διόνυσος, οὐδείς ἐστιν οἷος καὶ δυνατὸς φέρειν λαμπάδα, ὥστε τῇ τῶν Παναθηναίων ἑορτῇ ἀπαφαυάνθην, ἐξηράνθην, ἐτηθνήκειν γελῶν, ὅτε τις ἔθει καὶ ἔτρεχεν ἄνθρωπος λευκός, πίων, βραδὺς καὶ ὑπολειπόμενος τοῦ τῷ δρόμου· ἔτρεχε δὲ κύψας καὶ δεινὰ ποιῶν, βρονταῖς κροτῶν κάτωθεν ἐντεροκρότοις.

κᾆθʼ οἱ Κεραμῆς: καὶ εἶτα οἱ Κεραμῆς, ἤτοι μετὰ ταῦτα καὶ εἶτα οἱ Κεραμῆς. τὸ «μῆς», ὅτι ἀττικόν ἐστιν· ἅπαντα δὲ τὰ τοιαῦτα «η» γράφουσιν· ἱππῆς, εὐγενῆς, βασιλῆς, καὶ τὰ ὅμοια· τὰ κύρια δὲ δίφθογγα· Τυδεῖς, Ἀχιλεῖς, Δημοσθένεις, Ἀριστοφάνεις, καὶ τὰ ὅμοια. οὕτω δεινὰ ποιῶν ἔτρεχεν, ὃν εἶπον, «ὑστέρῳ ποδί»· καὶ εἶτα οἱ Κεραμῆς ἐν ταῖς πύλαις παίουσι καὶ ἔπαιον αὐτοῦ τὴν γαστέρα καὶ τὰ λοιπὰ πλατείαις χερσὶν ἢ μάστιξιν· ἢ οὕτως ἁπλῶς λεγομέναις κεραμεικαῖς πλατείαις πληγαῖς, ἐμοὶ δοκεῖ, ἢ μεγάλαις, ἢ ταῖς διὰ πλατείας καὶ λεωφόρου τοῦ δρόμου γινομέναις. οὗτος δὲ ταῖς πλατείαις τῶν Κεραμέων τυπτόμενος, ποιῶν ἄκων ψόφους τε, φυσσῶν λαμπάδα, βραδύς περ ὢν ἔφευγε λαιψηρῷ δρόμῳ.

μέγα: μέγα τὸ πρᾶγμα, πολὺς καὶ ἁδρὸς καὶ στιβαρὸς ὁ πόλεμος ἔρχεται· χαλεπὸν οὖν καὶ δυσχερὲς καὶ δύσκολον διαιρεῖν καὶ διαχωρίζειν αὐτοὺς ἀπὸ τῆς ἔχθρας καὶ ἄγειν αὐτοὺς ἐς συμμεταβάσεις, ὅταν ὁ μὲν βίαια λέγῃ, ὥσπερ τις ἄνεμος πνέων σφοδρῶς, ὁ δὲ ἀνθίστασθαι τορῶς, τρανῶς, ἰσχυρῶς, ἀληθῶς δύναται καὶ ἀνατρέπειν τὰ τούτου.

ἀλλὰ μὴ ʼν ταὐτῷ κάθησθον: ἀλλὰ χωρίσθητε ἀπʼ ἀλλήλων μηκέτι ταὐτῷ τόπῳ καθήμενοι. ἤ· ἀλλὰ μὴ μέχρι τοῦ ἑνὸς ἀντιλογήματος τούτου κάθησθε καὶ ἵστασθε· ἐσβολαὶ γὰρ καὶ νοήματα καὶ ἐνθυμήματα καὶ ἕτερά εἰσι σοφῶν εὑρημάτων. κατὰ ὁτιοῦν φιλονεικεῖν ἔχετε ὑπόθεσιν, λέγετε τοῦτο.

ἔπιτον: ἐπέρχεσθε τοῦτο καὶ ἀφηγεῖσθε.

ἀναδέρετον: ἐκδέρετε, ἀπογυμνοῦτε, φανεροῦτε τά τε παλαιὰ καὶ τὰ νέα.

κἀποκινδυνεύετον: καὶ κινδύνοις καὶ πόνοις παραβαλόντες ἑαυτοὺς καὶ σκοπήσαντες λέγετε λεπτόν τι καὶ σοφόν, μὴ κοινὸν μηδὲ δημωδέστερον. εἰ δὲ δειλιᾶτε τῶν θεατῶν στοχαζόμενοι, μὴ ἀμαθές τι τῶν λεγομένων αὐτοῖς καὶ βαθὺ δόξῃ καὶ σκοτεινόν, τούτου ἕνεκα μηδὲν ὀρρωδεῖτε· οὐ γὰρ οὕτως ἔχει τὰ πράγματα.

ἐστρατευμένοι γάρ εἰσι: ἔμπειροι, γεγυμνασμένοι. ἡ μεταφορὰ ἀπὸ τῶν ἐμπείρων στρατιωτῶν. ἔμπειροι μὲν οὖν εἰσι τῶν πραγμάτων, ἀλλὰ καὶ βίβλους ἑλίσσοντες αὐτῶν ἕκαστος μανθάνει τὰ δεξιὰ καὶ τὰ κάλλιστα, ἄλλως τε δὲ καὶ αἱ φύσεις αὐτῶν δεξιαί εἰσιν, ἤτοι εὐφυεῖς, ὀξεῖαι καὶ ἄρισται.

νῦν δὲ καὶ παρηκόνηνται: ὀξύτεροι καὶ ἐντριβέστεροι γεγόνασι· μηδὲν οὖν δείσητε, ὡς οὐ νοηθῇ, ἄν τι λεπτὸν εἴπητε, ἀλλὰ πᾶν ἐπεξέρχεσθε καὶ διέρχεσθε καὶ ἀφηγεῖσθε, λέγοντες ὡς ὄντων σοφῶν τῶν περιεστώτων ὑμᾶς θεατῶν καὶ ἀκροατῶν. μικρὸν δέ τι παραφέρεται, καὶ ἀλιτήριος ὤν, ὁ Ἀριστοφάνης καὶ οἴεται τὸν χορὸν ἐν Ἀθήναις εἶναι καὶ οὐκ ἐν Ἅιδου· εἰ γὰρ ἐν Ἅιδου νῦν ἀκριβῶς ἔγνω τὸν χορὸν πεφυκέναι, οὐκ ἂν οὕτω τὸν λόγον προήνεγκεν, ὄντων ἐκεῖσε Λίνου, Θαμύριδος, Ὀρφέως, Ὁμήρου, Ἡσιόδου, Μουσαίου, Ἀναξαγόρου, Ἐμπεδοκλέους, τῶν ἄλλων ἁπάντων, «ὧν ὁ κόσμος οὐκ ἔστιν ἀντάξιος».

καὶ μὴν ἐπʼ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι: ὁρμήσω πρῶτον ἐπὶ τοὺς προλόγους σου, ὁ Εὐριπίδης λέγει· εἶτά φησι τὸν λόγον ἀποστρέφων πρὸς τὸν Διόνυσον καὶ τὸ παρεστὸς ἀκροώμενον· ὅπως πρώτιστον τὸ πρῶτον μέρος τῆς τραγῳδίας βασανιῶ, πολυπραγμονήσω καὶ ἐξετάσω τοῦ δεξιοῦ καὶ σοφοῦ Αἰσχύλου· ἀσαφῶς γὰρ φέρεται γράφων. καὶ ποῖον πρόλογον βασανιεῖς; ὁ Διόνυσος λέγει. καὶ ὁ Εὐριπίδης· πολλοὺς πάνυ· πρῶτον δέ, ὦ Αἰσχύλε δηλονότι, τὸν πρόλογον τὸν ἐξ Ὀρεστίας λέγε.

Ἑρμῆ χθόνιε: ὁ Ἑρμῆς καὶ οὐράνιος καὶ ἐπίγειός ἐστι καὶ καταχθόνιος. νῦν δέ φησιν· ὦ Ἑρμῆ καταχθόνιε καὶ ψυχοπομπέ, ἐποπτεύων καὶ ἐπιτηρῶν τὰ κράτη τὰ πατρῷα καὶ τὴν ἀρχὴν τὴν καταχθόνιον καὶ ψυχοπομπικήν, ἣν ὁ Ζεὺς ὁ πατήρ σοι δεδώρηται, σωτὴρ γενοῦ μοι. ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρχομαι: ἐκ παραλλήλου ταὐτόν ἐστι τὸ σχῆμα.

πλεῖν ἢ δώδεκα: «πλέον» «πλεῖν» ἀττικῶς. πλεῖν καὶ πλέον ἢ καὶ παρὸ δώδεκα· ἀπὸ κοινοῦ τὸ «ἔχω ψέγειν».

ἀλλʼ οὐδὲ πάντα ταῦτʼ ἐστί: δηλονότι δώδεκα· ἀλλʼ ἢ τρία ἰάμβεια μέτρα.

εἴκοσί γʼ ἁμαρτίας: μομφάς, αἰτιάματα, πταίσματα.

ἁμαρτίας αἰτιάματα.

πρὸς τρισὶν ἰαμβείοις: ἡ «πρός» ἀττικῶς παρέλκει. ὁ νοῦς δέ· παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή, πεισθεὶς ἐμοί, τρισὶν ἰαμβείοις ὀφείλων φανῇ αἰτίας καὶ μώμους.

οὐράνιόν γʼ ὅσον: ἀττικῶς ἓν τῶν δύο πλεονάζει, ἢ τὸ «ὅσον», ἢ τὸ «οὐράνιον»· ἓν γὰρ τῶν δύο ἀρκεῖ.

ὁρᾷς ὅτι ληρεῖς;: τῷ Διονύσῳ Αἰσχύλος φησίν· ὁρᾷς, ὅπως πεισθεὶς Εὐριπίδῃ ληρεῖς;

ἀλλʼ ὀλίγον γέ μοι μέλει: ὁ «ἀλλά» παρέλκει. ὀλίγον ἐμοί, φησί, μέλει καὶ φροντίς ἐστι τῆς σῆς ὕβρεως. ἓν δὲ τὸ λάμβδα.

πῶς φῇς μʼ ἁμαρτεῖν;: πρὸς Εὐριπίδην λέγει. τὸ «φῇς» βαρύνων ἢ περισπῶν μὴ πτοοῦ μωμοσκόπους· «φῶ» «φῇς» περισπᾷς· εἰς δὲ τοῦ «φημὶ» «φὴς» βαρεῖαν τιθεῖς, οὐ μὴν καὶ προσγράφεις.

οὐ δῆτʼ ἐκεῖνον, ἀλλὰ τὸν ἐριούνιον: τὸ παρὸν δρᾶμα ὅλον, ὡς καὶ προλαβὼν εἶπον, ὁ κωμικὸς ἢ κοιμώμενος ἢ μεθύων συνετάξατο· πλὴν γὰρ τῆς ἐννοίας καὶ τοῦ ζητεῖν ἐξισῶσαι τοὺς πολίτας καὶ εἰρηνεῖν τοῖς λοιποῖς τοῖς κατὰ μέρος ἅπασιν, ὡς καὶ νῦν, φλυαρεῖ, καὶ μέχρι τέλους τοῦτο ποιεῖ. τί γὰρ τοῦτό φησιν· «οὐ δῆτα ἐκεῖνον, ἤτοι τὸν Ἑρμῆν, ἀλλὰ τὸν ἐριούνιον», ἢ «τὸν ἐριούνιον Ἑρμῆν χθόνιον προσεῖπε»; καὶ μὴν ἐριούνιος καὶ μεγαλωφελὴς Ἑρμῆς ἢ ὁ οὐράνιος ἢ ὁ ἐπίγειος, οὐ μὴν ὁ καταχθόνιος λέγεται. θαυμάσιον ἀστεῖον πίνεις οἶνον, θαυμάσιον.

τὸν ἐριούνιον τὸν μεγαλωφελῆ.

ἀνθοσμίαν εὐώδη.

«αἰτῶ» ἐπὶ ἀναποδότων καὶ μὴ ἀντιστρεφομένων λέγεται, «αἰτοῦμαι» δὲ ἐπὶ ἀντιστρεφομένων, ὡς τὸ οὐ πῦρ αἰτῷ οὐδὲ λοπάδʼ αἰτοῦμαι. νῦν δὲ παραχρηστικῶς εἶπεν ἅμα καὶ ἀττικῶς «αἰτουμένῳ» ἀντὶ τοῦ «αἰτοῦντι».

δὶς ταὐτόν: θαυμαστὰ τὰ σύμπαντα καὶ βλησκουνάτα, ἀνηθοσκορδόπαστα κανναβουράτα.

χρῆσον: πρὸς χρείαν πάρασχε, δός. διαφέρουσι δὲ «ὑποθήκη» καὶ «παραθήκη», «δάνειον» καὶ «χρῆσις»· ὑποθήκη μὲν τὸ ἐνέχυρον λέγεται καὶ ἡ συμβουλή, παραθήκη καὶ παρακαταθήκη τὸ δοθέν τινι πρὸς συντήρησιν καὶ φυλακήν, δάνειον λαβεῖν ἀργύριον ἔκ τινος ἐπὶ τόκῳ, ἢ καὶ ἄνευ τόκου, εἰ ὁ δανείζων φιλάνθρωπος ἢ παντεπόπτης, χρῆσις δὲ καὶ κίχρησις τὸ ζητῆσαι παρά τινος πρὸς βραχὺ ἱμάτιον ἢ ἀργυρώματα ἀφικέσθαι πρὸς γαμηλίαν τυχὸν ἢ καὶ ἄλλην ἑστίασιν, ἢ Ζητῆσαι ἵππον ἢ καὶ ἄλλο τι τοιουτοτρόπως.

μάκτρα καὶ κάρδοπος ἐκ παραλλήλου ταὐτό· λέγεται δὲ ἡ σκάφη, ᾗ ζυμοῦνται τὰ ἄλευρα.

οὐ δῆτα: ἤτοι οὐ ταὐτόν ἐστιν. εἰπόντος δῆθεν Εὐριπίδου· ἥκειν δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι, οὐ δῆτα, φησὶν ὁ Αἰσχύλος, ὦ στωμύλε ἄνθρωπε, οὐ ταὐτόν ἐστιν. ἢ μᾶλλον· οὐ δῆτα τοῦτο, ὦ στωμύλε ἄνθρωπε, ταύτῃ καὶ οὕτως ἔχον ἐστίν, ἤτοι ὡς φῇς, ταὐτόν ἐστιν, ἀλλʼ ἔστιν ἄριστα καὶ ἀρίστως ἔχον τῶν ἐπῶν. εἰ δέ τις τὸ «ταύτʼ ἔστι» «ταύτῃ ἐστίν» ἀκούων καταμομφάζει καὶ αἰτιᾶται, τρισπροσκυνεῖ τοῦτον ὁ Τζέτζης ὡς πανσοφώτατον σχεδογράφον, βίβλους δὲ μήτε ἀνεγνωκότα μήτε ἑωρακότα.

οὐ δῆτα τοῦτό γʼ ἤτοι οὐ ταὐτόν ἐστιν.

οὐ πιθῶν: ἀττικῶς ἀντὶ τοῦ «πείθων». κυρίους δὲ τοὺς τὸ κῦρος καὶ τὴν ἐξουσίαν ἔχοντας, ἢ τοὺς κρατοῦντας, ἢ τοὺς δικαστάς, ἢ τοὺς περὶ Τυνδάρεων.

εὖ νὴ τὸν Ἑρμῆν: ὁ Διόνυσος πρὸς Εὐριπίδην φησί· καλῶς, μὰ τὸν Ἑρμῆν, Αἰσχύλῳ ἀντιβαίνεις ἀντιλογῶν· τί δὲ τὸ παρὰ σοῦ λεγόμενον, οὐ νοῶ.

Εὐριπίδης πέραινε τοίνυν ἕτερον: λέγων τι ἕτερον, Αἰσχύλε, εἰς πέρας τοῦτο ἄγε καὶ τελείου. καὶ ὁ Διόνυσος· ἀνύσας, φησί, καὶ σπεύσας, Αἰσχύλε, πέραινε τι λέγων· σὺ δʼ, Εὐριπίδη, ἐς τὸ κακὸν ἀπόβλεπε. τὸ μὲν φαινόμενον· σὺ δὲ τὸ αἰτίαμα τῶν λεγομένων βλέπε, τὸ δʼ ἐν σχήματι· σὺ δʼ, Εὐριπίδη, ἐς τὸ κακὸν βλέπε, ἤτοι ὅλος ἔσο κακία καὶ ἀτεχνία ποιητική.

πέραινε λέγων τι τελείου.

ὄχθῳ: τῷ τάφῳ, τῷ τύμβῳ, τῷ ἀναχώματι.

σφοδροῖς ἀνέμοις πλεόντων, ἤτοι ὑποταγῆναί μοι καὶ ὑποπεσεῖν δοκεῖς τῷ Αἰσχύλῳ. τὸ ληκύθιον γὰρ τοῦτο λιβὸς δίκην ἀνέμου πνευσεῖται πολὺ παρʼ Αἰσχύλῳ, ἤτοι, δοκεῖ μοι, οὐκ ἐάσει τοῦτο Αἰσχύλος προφέρων.

ἐκκεκόψεται: ἐκκρουσθῇ, ἀποκοπῇ, ἐπισχηθήσεται, παυθείη.

σιδώνιόν ποτʼ ἄστυ: δευτέρου Φρίξου τοῦτό τινες ἀρχὴν εἶναι λέγουσι· ψεύδονται δέ. τοῦ γὰρ πρώτου Φρίξου τοῦτο ἔστιν ἀρχή· δευτέρου δὲ Φρίξου ἀρχή· εἰ μὲν τόδʼ ἦμαρ πρῶτον ἦν κακουμένῳ καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν. κἂν οὐδὲν τούτων τῶν ψυχρῶς ἐνθαδὶ τηθειμένων ἐγίνωσκον, τίς ἡ λύμη; κἀγώ, εἰ μὴ τυχαίως προεσχεδίασα ταῦτα, οὐδὲν ἂν ἐγίνωσκον τούτων, καίτοι σχεδὸν τὰ λοιπὰ τῶν λόγου ἀξίων εἰδὼς ἐπὶ στόματος. τέως τοῦτο ἀρχὴ τοῦ πρώτου Φρίξου ἐστί· σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπών, Ἀγήνορος παῖς, ἦλθε θηβαίαν χθόνα, Φοίνιξ πεφυκώς· ἐκ δʼ ἀμείβεται γένος ἑλληνικόν, διρκαῖον οἰκήσας πέδον. ᾗ δʼ ἦλθεν ἀνάγκῃ πεδία Φοινίκης λιπών, λέγοιμʼ ἄν. ἦσαν τρεῖς Ἀγήνορος κόροι. πρώτου μὲν Φρίξου τοῦτο ἀρχή· τοῦ δὲ δευτέρου Φρίξου ἀρχὴ αὕτη· εἰ μὲν τόδʼ ἦμαρ πρῶτον ἦν κακουμένῳ καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν. καὶ τί δεῖ μακρηγορεῖν πολλάκις; τῇδε ὁ κωμικὸς φλυαρεῖ μέχρι τέλους.

ὦ δαιμόνιε: ἀθλιώτατε. ἀποπρίω: ὤνησαι. μὴ διακναίσῃ: κόψῃ, θλίψῃ, λυπήσῃ. διὰ τὸ τί, φησὶν Εὐριπίδης, ἐγὼ ὠνήσομαι λήκυθον τῷδε τῷ Αἰσχύλῳ, ἤτοι ἕνεκα τοῦδε;

προσάψαι: προσαρτῆσαι, προσαρμόσαι, κολλῆσαι.

θοαῖς ἵπποις: «Οἰνομάου γαμεῖ κόρην.»

προσῆψεν αὖθις: προσήρμοσε, προσεκόλλησεν.

ἀπόδος: τί μέν φησιν οὗτος καὶ οἱ ἀστραγαλοπαικτοῦντες, μᾶλλον δὲ κοτζοπαικτοῦντες τούτου δῆθεν ἐξηγηταί, οὐ συνίημι. τὸ μὲν γὰρ «ἀπόδος» «τὸ ὃ ἔλαβες δός» σημαίνει κοινοτέρως· ἀττικωτέρῳ δὲ λόγῳ «ἀπόδος» τὸ «ἀπεμπόλησον» λέγεται. οὗτος δὲ νῦν σκοτεινότερον μὲν καὶ οὐκ ἀριδήλως καὶ ἐμφανῶς, τέως δὲ οὕτω δοκεῖ τὸ «ἀπόδος» λαμβάνειν, ἀντὶ τοῦ «ὤνησαι»· ἀπόδος γάρ, φησί, πάσῃ τέχνῃ καὶ παντὶ τρόπῳ, ἤτοι πάντως ὤνησαι, παντοιοτρόπως, ὡς τὸ ἐπαγόμενον δηλοῖ, τὸ «λήψεῖ γὰρ καὶ λάβῃς καὶ ὠνήσῃ διʼ ὀβολοῦ πάνυ καλὴν καὶ ἀγαθὴν λήκυθον».

Οἰνεύς ποτʼ ἐκ γῆς: δράματος Μελεάγρου. ἐγὼ δὲ ὑπὸ τῆς τοσαύτης ἀηδίας καὶ φλυαρίας τῆς ἀπεραντολόγου καὶ μὴ ἐχούσης τι κάρπιμον ἢ ἀστεῖόν τινα γέλωτα, ἐσκοτοδινίασα καὶ καρηβαρῶ καὶ ἐμίσησα ἐμαυτόν, ὅτι τοῦτον ἐπείσθην ἐπεξηγήσασθαι.

πολύμετρον λαβὼν στάχυν: πολυφορήσας τῶν σίτων τοῖς γεωργήμασι καὶ καρπῶν ἑτέρων τῆς γῆς «θύων ἀπαρχὰς τοῖς θεοῖς». ἀπαρχαὶ θυσίαι εἰσί, τὸ ἐκ πάντων τῆς γῆς τῶν καρπῶν τὰ πρῶτα θεοῖς ἀνατίθεσθαι, ἐκ μὲν σίτων ἱεροὺς ἄρτους ποιοῦντας, ἐκ τῶν πρώτων βοτρύων σπονδάς, ἐκ τῶν ὀσπρίων τὰ ἔτνη, τὰς ἀθάρας καὶ τοὺς πελάνους, ἐκ τῶν εὐωδῶν ἀνθέων ὀσφράδια.

πρὸς τοδὶ γὰρ εἰπάτω: ἀπὸ τοῦ «εἰπέ» προστακτικῶς «εἰπέτω», ὡς «λεγέτω»· ἀπὸ δὲ τοῦ «εἶπον» «εἰπάτω», ὡς «γραψάτω.»

σῦκον πάθος ἑλκῶδές ἐστι τοῖς ὀφθαλμοῖς εἰωθὸς ἐπιφύεσθαι, ὃ παρὰ τῶν ἰατρῶν σύκωμα καλεῖται. φησὶν οὖν ὁ Διόνυσος Εὐριπίδῃ, ὅτι, ὃν τρόπον τὸ ἕλκος τὸ καλούμενον σύκωμα εἴωθεν ἐπιφύεσθαι ὀφθαλμοῖς, οὕτω καὶ τὸ ληκύθιον εἴωθεν ἐπιφύεσθαι, ἤτοι προσφυῶς τίθεσθαι, σοῦ τοῖς προλόγοις.

ἀλλʼ ἐς τὰ μέλη αὐτοῦ: ἤτοι τὰς μελοποιίας καὶ τὰ μελῳδικὰ ὑπορχήματα τράπηθι.

καὶ μὴν ἔχω γʼ ὡς αὐτὸν ἀποδείξω κακόν: καὶ μὴν ἔχω, φησὶν ὁ Εὐριπίδης, καὶ δύναμαι, ὡς αὐτὸν ἀποδείξω κακὸν μελοποιὸν ὄντα καὶ ποιοῦντα ταῦτʼ ἀεί, τὰ μέλη δηλονότι· ἀπὸ κοινοῦ τὸ «κακῶς».

τί ποτε πρᾶγμα γενήσεται;: ὁ χορὸς ἀκηκοὼς παράγεται δῆθεν περὶ τοῦ Αἰσχύλου φροντίζων καὶ λέγων· τί ἄρα πρᾶγμα—οὐ τὸ δυσχερὲς νῦν, ἀλλὰ τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον—τί πρᾶγμα γενήσεται; φροντίζω γάρ, ποίαν μέμψιν Εὐριπίδης ἐπάξει τοιούτῳ ἀνδρί, τῷ πλεῖστα δὴ καὶ κάλλιστα μέλη ποιήσαντι τῶν ἔτι νῦν ὄντων· τῷ Αἰσχύλῳ, τῷ ποιήσαντι πλεῖστα καὶ κάλλιστα καὶ καλλιστότερα μέλη καὶ ᾄσματα, ἢ τῶν ᾀσμάτων τῶν ἔτι νῦν ὄντων, ἢ τῶν ποιητῶν. τὸ «κάλλιστα» ὑπερθετικὸν ἀντὶ συγκριτικοῦ, τοῦ «καλλιστότερα»· τὰ γὰρ ὑπερθετικὰ σύγκρισιν οὐκ ἐπιδέχεται, ἀλλʼ αὐτὰ καθʼ ἑαυτὰ λέγονται· ἄριστα, κάλλιστα, σοφώτατα· οὐ μὴν «τὰ Φειδίου ἄριστα Δαιδάλου» λέγεις, ἢ «κάλλιστα» ἢ «σοφώτατα τὰ γραφέντα τῷ δεῖνι τοῦ δεῖνος».

τὸν βακχεῖον ἄνακτα: τὸν Αἰσχύλον, τὸν βακχεῖον καὶ διονυσιακὸν ἄνακτα, θεόν, βασιλέα ὑπερέχοντα. Βάκχος γὰρ ὁ Διόνυσος ἐλέγετο, ἀπὸ τοῦ βακχεύειν καὶ ἐνθουσιᾶν τοὺς ἑπομένους αὐτῷ βάκχους καὶ βάκχας σειληνούς τε καὶ σατύρους· καὶ οἱ κωμικοὶ δὲ καὶ οἱ τραγικοὶ εἰς τιμὴν Διονύσου ἐν τοῖς Διονυσίοις, ἃ ἐτελεῖτο ἐν ἔαρι, τὰ ἑαυτῶν διδάσκοντες ἦσαν συγγράμματα.

εἰς ἓν γὰρ αὐτοῦ: ἑνὶ γὰρ λόγῳ, ὅ φασιν, ἤτοι παντελῶς καὶ συντόμως πάντα συντεμῶ καὶ συγκόψω τὰ μέλη αὐτοῦ· ἤ, ὡς οἱ παλαιοὶ δῆθεν δοκοῦσιν, εἰς τὸ «ἰήκοπον.»

καὶ μὴν λογιοῦμαι: ἀπαριθμήσω, ψηφίσω διὰ τῶν ψήφων ταῦτα λαβὼν καὶ γνούς.

Φθιῶτʼ Ἀχιλεῦ. «διαύλιον προσαυλεῖ τις: διαύλιον δὲ λέγεται, ὅταν ἡσυχίας πάντων γενομένης ἔνδον αὐλητὴς ᾄσῃ· ἔστι δὲ τὸ σχῆμα παρεπιγραφή». τὰ δὲ ῥητὰ Μυρμιδόνων Αἰσχύλου.

ἰήκοπον: ὡς ἐφυμνίῳ τούτῳ, φασί, χρῆται· Τζέτζης δέ φησι τὴν διὰ ἰῶν καὶ βελῶν κοπῆς ἔχουσαν τὴν βοήθειαν.

Ἑρμᾶν μὲν πρόγονον: ἐκ τῶν Αἰσχύλου Ψυχαγωγῶν· προφέρεται δὲ οὐ καθεξῆς οὐκ ἐφεξῆς τὰ μέλη, ἀλλʼ ὡς ἔτυχεν ἄλλο ἄλλοθεν, καὶ ἐπιλέγει τὸ «ἰήκοπον». ὡσαύτως εὕρῃς τοῦτο τοῖς ἔμπροσθε κἂν τοῖς εὐριπιδείοις ποιοῦντα καὶ ἄλλο ἄλλοθε φύροντα καὶ πεφυρμένως λέγοντα καὶ μεταπεφρασμένως τὰ πλείω· καὶ μήτε πόθεν εἰσὶ τὰ ῥητὰ ζήτει, μήτε τίνα νοῦν ἔχουσιν. ἀφεὶς γὰρ εἶναι ὁ ἄνθρωπος, οἷος ἦν ἔν τε τῷ Πλούτῳ καὶ ἐν Νεφέλαις, στερρός, σοφός, συνετός, δεξιός, ἐπεσβολώτατος, δεξιὸς μετὰ τοῦ κοσμίου, εἰς ἀγοραῖον ἀθρόως ἐξεκυλίσθη καὶ κάπηλον, ἢ πλέον εἰπεῖν ληροῦντά τινα μεμεθυσμένα τε καὶ παράφορα.

κύδιστʼ Ἀχαιῶν, Ἀτρέως: Τιμαχίδας ἐκ Τηλέφου τοῦτό φησιν Αἰσχύλου, Ἀσκληπιάδης δὲ ἐξ Ἰφιγενείας.

μελισσονόμοι: οἱ παλαιοί φασιν· «οἱ διανέμοντες τὰ τῆς πόλεως, ἢ οἱ οἰκοῦντες ἐν τῇ πόλει». ἐγὼ δʼ ἐφʼ οἷς οὐκ οἶδα λέγειν, σιωπᾶν οὐκ αἰδοῦμαι.

κύριός εἰμι θροεῖν: ἐξ Ἀγαμέμνονος Αἰσχύλου.

τὼ νεφρὼ βουβωνιῶ: βουβώνων πεπλήρωμαι. βουβῶνες δέ εἰσι φύματα ὀγκώδη ἐκ κόπων ἢ καὶ ὕλης μοχθηρᾶς εἰωθότα φύεσθαι τοῖς κοίλοις μηρῶν μέρεσι καὶ ἀγκάλαις· εἰ δὲ καὶ νεφροῖς ἐπιφύονται, οὐ συνίημι.

στάσιν μελῶν: στάσιμον μέλος, ὃ ᾄδουσιν ἱστάμενοι οἱ χορευταί.

«ἐκ τῶν κιθαρῳδικῶν νόμων: Τιμαχίδας γράφει· ὡς τῷ ὀρθίῳ νόμῳ κεχρημένου τοῦ Αἰσχύλου καὶ ἀνατεταμένῳ.» οὐδὲν νῦν ἐμὸν γράφω οὐδὲ γράψω, εἰ μή που ἄρα τι εὕροιμι λόγου ἐχόμενον.

«ὅπως Ἀχαιῶν: Εὐριπίδης ὁμοίως τὰ Αἰσχύλου χορικὰ μέλη διεσπαρμένα λέγει ἐξ ἄλλων καὶ ἄλλων δραμάτων.»

«τὸ φλαττόθρατ: τοῦτο λέγει χλευάζων ὡς ἀσυνετοποιόν· τινὲς δὲ σημειοῦνται αὐτό, ὅτι τῶν διορθωτῶν τινες περιεῖλον τὰς τοιαύτας ἐν τοῖς μέλεσι προσθέσεις.»

κυρεῖν ἐπιτυχεῖν.

ἰταμαῖς ταχείαις, πικραῖς, σκληραῖς.

τὸ συγκλινές ἐκ Θρῃσσῶν.

τὸ φλαττόθρατ τοῦτʼ ἐστίν; ἐκ Μαραθῶνος: τὸ φλέως ἔνυδρος βοτάνη παπυρώδης· ἐπεὶ δὲ ἐν τῷ Μαραθῶνι ἑλώδει ὄντι πολὺς ὁ πολὺ τὸ φλέως ἐστίν, παίζων πρὸς τὴν ταυτότητα τῆς ἀπηχήσεως τοῦ «φλέω» καὶ τοῦ «φλαττόθρατ» φησί· μὴ φλέως ἐστὶν ἐκ Μαραθῶνος; τοῦτο δὲ καθʼ ἡμᾶς μίμημα κρούματος κιθάρας ἐστίν, ὡς καὶ τὸ «βλίτυρι» καὶ «θρεττανελό» καὶ ἕτερα.

ἱμονιὰ τὸ τῶν ἀντλημάτων σχοινίον, καὶ τὸ ᾆσμα, ὃ ᾄδουσιν οἱ ἀντληταί, ἱμαῖον. Καλλίμαχος· ἀείδει καί πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον.

ἀλλʼ οὖν ἐγὼ μὲν: ἐγὼ μὲν ἐκ τοῦ καλοῦ καὶ δεξιοῦ ποιητοῦ Φρυνίχου, ἢ ἐκ τοῦ καλοῦ, ἤτοι τοῦ κιθαρῳδικοῦ νόμου, ἐς τὸ καλὸν καὶ τὸ τεχνικὸν τὸ τῆς τραγῳδίας ἤνεγκα, ἤνεγκον, ἵνα μὴ φαινοίμην ταὐτὰ λέγων Φρυνίχῳ.

οὗτος δʼ ἀπὸ πάντων: οὗτος δʼ ὁ Εὐριπίδης τὰ χορικὰ μέλη αὐτοῦ φέρει ἀπὸ θρήνων χορείων καὶ χοροστατικῶν—θρήνων δὲ τίνων; πορνιδίων—ἐκ τῶν σκολιῶν, καρικῶν αὐλημάτων θρηνητικῶν, τοῦ τραγικοῦ ποιητοῦ Μελίτου, ψυχροτάτου περὶ τὴν ποίησιν. οἱ δὲ νομίζοντες τοῦτον εἶναι τὸν κατὰ Σωκράτους ἐκθέμενον ἀσεβείας γραφὴν ἁμαρτάνουσιν· Εὐριπίδης γὰρ μιᾷ γενεᾷ ἦν Σωκράτους καὶ τοῦ Μελίτου ἐκείνου ἀνώτερος. πῶς οὖν ἐζήλου τοὺς μέλλοντας γενέσθαι; σκολιὰ δὲ λέγονται τὰ παροίνια ᾄσματα· τὰ δὲ καρικὰ αὐλήματα καὶ μέλη θρηνώδη ἐστίν.

ποῦ ʼστιν ἡ τοῖς ὀστράκοις: Αἰσχύλος λύραν λαβεῖν ἔμελλε καὶ πρὸς αὐτὴν ᾆσαί τινα μέλη τοῦ Εὐριπίδου· συνεὶς δέ, ὡς ᾄδεσθαι πρὸς λύραν ἀνάξια ταῦτά εἰσι· ποῦ ʼστιν, φησίν, ἡ τοῖς ὀστράκοις αὕτη κροτοῦσα καὶ κροτουμένη Μοῦσα τοῦ Εὐριπίδου; δεῦρο καὶ ἐλθέ· ἢ δεῦρο καὶ ἐνταῦθα, δηλονότι ἐλθέ, λείπει δὲ ἀττικῶς τὸ «ἐλθέ.» πρὸς ἣν ὀστρακοκρότητον Μοῦσάν ἐστι τὰ μέλη τάδε ἐπιτήδεια ᾄδειν ἤτοι ᾄδεσθαι.

κροτοῦσα κροτουμένη.

«αὕτη ποθʼ ἡ Μοῦσʼ οὐκ ἐλεσβίαζε;: λεσβιάζειν τὸ παρανόμως πλησιάζειν· διεβάλλοντο γὰρ ἐπὶ τούτῳ οἱ Λέσβιοι· καὶ ἐν τῷ εἰς Φερεκράτην ἀναφερομένῳ Χείρωνι· δώσει δέ τοι γυναῖκας ἑπτὰ Λεσβίδας. καλὸν τὸ δῶρον, ἕπτʼ ἔχειν λαικαστρίας.»

«ἀλκυόνες, αἳ παρʼ ἀενάοις: χαρακτηρίζουσι τὰ Εὐριπίδου μέλη ὡς ἐκλελυμένα».

«κύμασι στωμύλλετε: πάλιν εἰς αὐτὸν παίζει· ἐξ ἄλλων δὲ καὶ ἄλλων Εὐριπίδου δραμάτων κόμματα συντίθησι καὶ οὐδὲν κατὰ τὸ ἑξῆς λέγει μέλος. ἔστι δὲ τὸ προκείμενον ἐξ Ἰφιγενείας τῆς ἐν Αὐλίδι».

«τέγγουσαι πτεροῖς: τὸ ἑξῆς· νοτίαις ῥανίσι πτερύγων χρόα δροσιζόμεναι.»

ἱστότονα: τὰ ἐν τοῖς ἱστοῖς τεινόμενα καὶ ἐξαπλούμενα. πηνίσματα: κλώσματα καὶ ὑφάσματα· ἐκ τοῦ «πένω» τὸ «ἐνεργῶ».

πρῴραις κυανεμβόλοις: ἐκ Τρῳάδων, πλέον δʼ οἶμαι ἐξ Ἀνδρομάχης· πρῷραι ναῶν ὠκεῖαι διʼ ἅλα πορφυροειδέα καὶ λιμένας Ἑλλάδος· καὶ μετά τι βραχύ· πλεκτὰν Αἰγύπτου παιδείαν ἐξηρτήσασθε· αἶ αἶ τὰν Μενελάου μετανισσόμεναι στυγνὰν ἄλοχον, Κάστορι λώβαν τῷ τʼ Εὐρώτᾳ δύσκλειαν· καὶ εἰ γράφειν ἔμελλον ἀπὸ στήθους ταυτὶ λέγων, ἐμέστωσα ἂν τὴν παροῦσαν σελλίδα.

οἰνάνθας γάνος: οἱ παλαιοὶ παρὰ τὰ ἐξ Ὑψιπύλης Εὐριπίδου· οἰνάνθας τρέφει τὸν ἱερὸν βότρυν. δοκῶ δὲ προσφυέστερον καὶ πλησιαίτερον εἶναι τὸ ἐν Φοινίσσαις· οἴνα θʼ, ἃ καθαμέριον στάζεις τὸν πολύκαρπον οἰνάνθας …

περίβαλʼ, ὦ τέκνον, ὠλένας: ἐκ Φοινισσῶν ταῦτα παραπεποίηται, ἐξ ὧν Ἰοκάστη πρὸς Πολυνείκην εἶπεν.

ὁρᾷς τὸν πόδα τοῦτον;: φασὶν οἱ παλαιοί· «ὡς καὶ τοιαῦτα ἀμοιβαῖα ἐν τοῖς μέλεσιν ἐπιτηδεύοντος Εὐριπίδου.»

Κυρήνης μελοποιῶν: Κυρήνη τις ἑταίρα ἐπίσημος, δωδεκαμήχανος ἐπικαλουμένη διὰ τὸ τοσαῦτα σχήματα ἐν τῇ συνουσίᾳ ποιεῖν. ἐστὶ δὲ παρὰ τὰ ἐξ Ὑψιπύλης Εὐριπίδου· ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον. ἐμοὶ δὲ νῦν θαυμάζειν ἔπεισι πάνυ, πῶς οἱ σχολιογράφοι οὗτοι οἱ παλαιοὶ ὄπισθεν ἐν λόγοις σπουδαίοις καὶ ἀξιεξηγήτοις τῷ ὄντι, βραχύ τι φθεγξάμενοι ἢ καὶ οὐδέν, νῦν, ὅτε τράγον οὗτος ἀμέλγει, ὑποτιθέασιν οὗτοι κόσκινα, τὸ ἐκ τοῦ τράγου ἀμελχθησόμενον γάλα συνέξοντες, καὶ βοῶσι καὶ παταγοῦσι διδάσκοντες, πῶς δεῖ τοῦτο ταλάροις τισὶ καὶ θρέψαι καὶ ἐκτυρῶσαι. ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι, ἀλιτηρίῳ ἀνθρώπῳ εἰκαῖα ληροῦντι πείθεσθε καὶ συμπεριφέρεσθε; νὴ τὴν ἀλήθειαν, εἰ μέλη παρεθέμην θρηνώδη τινὰ Εὐριπίδου, εἰς δάκρυα ἂν ὑμᾶς παρεκίνησα. καὶ τῆς σαφηνείας ὁ ἄνθρωπος καὶ τῆς δεξιωτάτης ἑνὸς ἑκάστου δράματος ἀφηγήσεως καὶ προοιμίων καὶ τῶν λοιπῶν μερῶν οὐ μόνον ἐστὶν οὐ κατάμομφος, ἀλλὰ καὶ ἀξιεπαίνετος· ὁ Αἰσχύλος δὲ καὶ ὑπέρευγε, πλὴν μέντοι τοῦ κρημνολεκτεῖν καὶ χαίρειν ἄγαν τῇ ἀσαφείᾳ. ὁ δʼ Εὐριπίδης τὸ ἀνοικειοπρόσωπον ἔχει ἐπίληπτον καὶ τὸ ἐναντιοῦσθαι αὐτὸς ἑαυτῷ ἐν πολλοῖς καὶ ἄλλα ἅττα βραχέα, ἅπερ εἰ θέλοι τις ἀκριβῶς γνῶναι, ἀναλεξάσθω βίβλον ἐμήν, ἐν ᾗ παντοίων σοφῶν πραγματείας ὑπέβαλον λογισμοῖς, Εὐριπίδου μὲν δράματα πεντήκοντα δύο, καὶ ἑτέρων παντοίας τέχνης σοφῶν βίβλους ἑκατὸν ἐννεακαίδεκα· ὧν πασῶν λογισμοὺς βίβλος μία ἐμοῦ περιέχει στίχοις ἰάμβοις τοῖς πλείοσιν, οὐκ ὀλίγοις δὲ καὶ μέτρων ἑτέρων· καὶ ἕτεραι δὲ βίβλοι σποράδην ἐμοὺς ἔχουσιν ἑτέρων σοφῶν λογισμούς, οὐ μάτην καὶ ἀναιτίως οὐδὲ κατʼ ἔχθραν ἐπεμβαίνοντός μού τινων, ἀλλά τινας μὲν ἐλέγχοντος τοῦ περὶ τὴν τέχνην ἕνεκα πλημμελοῦς καὶ τοῦ διαμαρτάνειν πραγμάτων ἢ χρόνων, ἢ αὐτοὺς λέγειν ἑαυτοῖς ἐναντία, οὐκ ὀλίγους δέ, ὥσπερ τὸν Σταγειρόθεν καὶ Γαληνὸν καὶ τὸν Πλούταρχον καὶ οὐ βραχεῖς ἑτέρους τοιούτους, ὅτι τε κατὰ πυρπνόων ἀνδρῶν εὐεργετῶν καὶ σφῶν διδασκάλων ἐξοιστρηκότες, κριοί τινες κατεφάνησαν ἀντιτετικότες τροφεῖα, καὶ ὅτι, ὅσα τοξεύματα διʼ ἄκραν δυσμένειαν, ὡς ἐλέγχει τὰ πράγματα, κατὰ τῶν θείων ἐκείνων ἀνδρῶν κατετόξευσαν, κατὰ τῶν ἑαυτῶν «κεφαλῶν ῥήϊστα φέρονται»· «λάκκους» γὰρ «ὤρυξαν καὶ ἀνέσκαψαν αὐτούς, καὶ ἐμπεσοῦνται εἰς βόθρους, οὓς εἰργάσαντο», φησὶν ὁ προφήτης· «συνελήφθησαν οἱ ἁμαρτωλοὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν»· «ἐν παγίδι, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν», «καὶ ἐπὶ κορυφὴν αὐτῶν ἡ ἀδικία αὐτῶν καταβήσεται». ταύτην ἐμοῦ τὴν βίβλον ἀναλεξάμενος, ὅστις ἄν γε βούλοιτο, Αἰσχύλου τε εὕροι καὶ Εὐριπίδου καὶ ἄλλων πολλῶν αἰτιάματα, πλημμελείᾳ τῇ περὶ τὴν τέχνην καὶ τὴν ἀλήθειαν ὑποπεπτωκότας τοῖς λογισμοῖς, οὐ μέντοι διὰ ψευδοῦς γελοιάζουσαν κωμῳδίαν οὐδὲ δυσμένειαν. σημείωσαι· ἀνέγνων δὲ νζʹ βίβλους καὶ τὸν νοῦν πάντα συνοπτικῶς ἔγραφον πανδήμοις στίχοις.

«ὦ Νυκτὸς: Ἀσκληπιάδης· παρὰ τὰ ἐξ Ἑκάβης Εὐριπίδου, ἐν μιμήσει δηλονότι· ὦ στεροπὰ Διός, ὦ σκοτία Νύξ.»

κάλπισί τʼ ἐκ ποταμῶν: πρὸς τὰ ἐν Ἱππολύτῳ· «βαπτὰν κάλπισι». τί δὲ ἀγοραίαν ἀτερπῆ στωμυλίαν δέον ἐστὶ γράφειν;

ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω: οἱ πρῷ σιωπηλοὶ νῦν λαλεῖν οὐκ αἰσχύνονται· φασὶ γὰρ καὶ τοῦτο μιμεῖσθαι Αἰσχύλου· «τοῦτο δὲ λέγει, παρόσον ἀποδιοπομπεῖσθαι εἰώθασι τοὺς χαλεπωτάτους τῶν ὀνείρων.» ὁρᾷς, ὅπως μὲν οὗτος εἰς ἀμολγὴν κατέχει τὸν τράγον, οὗτοι δʼ ὑποτιθέασι νῦν κόσκινα καὶ βοῶσι τούτοις τὸ τράγειον γάλα κατασχεῖν θέλοντες; ὦ γενναῖοι, τούτοις πᾶσιν οὐκ Αἰσχύλον, ἀλλʼ Εὐριπίδην διασύρει· καὶ ἔστι τοῦτο μεταποιηθὲν ἐξ Ἑκάβης· ποῦ ποτε θείαν Ἑλένου ψυχὰν καὶ Κασσάνδρας ἐσίδω, Τρῳάδες, ὥς μοι κρίνωσʼ ὀνείρους; καὶ τὸ ἀπʼ ἐμᾶς οὖν, ἀπʼ ἐμᾶς τόδε παιδὸς πέμψατε, δαίμονες, ἱκετεύω. ἢ τοῦτο ὄν· «ἀπομιμεῖται Αἰσχύλος», ὁ βιβλογράφος «Αἰσχύλου» γράψας τὸ ὅλον ἠχρείωσεν.

ἰώ, πόντιε δαῖμον: κυανέαις ἵπποισι διφρεύ-ων ἅλιον πέλαγος· Τρῳάδων Εὐριπίδου· καὶ εἴ μέ τις ἑώρα, πῶς ταῦτα γράφω, ἐνέπλησα ἂν πάντας τοὺς χάρτας. οὐκ ἔδει ληροῦντος ἐνθάδε τἀνδρὸς ὑμᾶς φθέγγεσθαί τι· μᾶλλον δὲ πρῴην σιγῶντες νῦν ἀθυρογλωττεῖτε.

τοῦτʼ ἐκεῖνο: τοῦτο ἐξ Ὀρέστου Εὐριπίδου μεταπεποιημένον ἐστίν· οἴμοι, προσῆλθεν ἐλπίς, ἣν φοβουμένη πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.

ἀποδοίμαν πωλήσαιμι.

δάκρυα δάκρυα: νῦν γυργαθῶντα τουτονὶ λαλεῖν ἄφες· οὐδὲν γὰρ ἀληθείας φησὶν ἢ τάξεως ἐχόμενον, ἀλλὰ παρασπάσματά τινα καὶ πλάσματα. ταῦτα δέ, δοκῶ, πρὸς τὰ ἐξ Ὀρέστου φησὶ τάδε· ὅθι δάκρυα δάκρυσι συνέπεσεν ἔπεσεν ἀμφὶ τὰς Σκαμάνδρου δίνας· καὶ δακτύλους ἔβαλεν ἔβαλεν ἐς κόμας.

Κρῆτες, Ἴδας τέκνα: ἔστι γὰρ Ἴδη ὄρος ἐν τῇ Κρήτῃ.

τὰ κῶλα πάλλετε: τοὺς μηρούς, τοὺς πόδας· ἤτοι κινεῖσθε, βαδίζετε, τρέχετε.

Δίκτυννα: ἐπίθετον Ἀρτέμιδος, ἐξ αἰτίας τοιᾶσδε. Βριτόμαρτις συγκυνηγὸς ἦν Ἀρτέμιδος, ἧς ἐρασθεὶς Μίνως κατεδίωκεν. ἡ δὲ διωκομένη ἔκ τινος ἀκρωτηρίου αὑτὴν ἀπεώσατο εἰς θάλασσαν· βοηθησάσης δὲ τῆς Ἀρτέμιδος δικτύοις ἁλιέων ἐσώθη κατασχεθεῖσα· καὶ Δίκτυννα οὕτως ἐκλήθη ἡ Ἄρτεμις.

ἡ Ἑκάτη ἡ αὐτὴ τῇ Σελήνῃ ἐστίν. τινὲς δὲ δαίμονα ταύτην εἶναί φασι πελωρίαν καὶ καταπλήττουσαν.

φωράσω κατασκοπήσω, ἐρευνήσω.

νῷν: ὑμῶν. δευτέρου φησὶ προσώπου καὶ Διονύσιος ἐν τῇ γραμματικῇ τέχνῃ· ὁ δὲ τεχνογράφος πᾶσιν λόγων ἀφορμὰς καὶ βαθρεύματα τέχνης διδούς, μὴ κυριολογῶν μὲν τὸ «σφῶε» ἐπὶ δευτέρου καὶ τρίτου δέχεται προσώπου, κυριολογῶν δὲ τὸ μὲν «νῶε» «νῶϊ» πρώτου προσώπου δέχεται, τὸ δὲ «σφώ» δευτέρου, ὡς ἐν τῇ Λάμβδα ῥαψῳδίᾳ φησὶ Νέστωρ πρὸς Πάτροκλον· ὦ πέπον, ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν ἤματι τῷ, ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε· νῶϊ δʼ ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς, πάντα μάλʼ ἐν μεγάροισιν ἀκουέμεν ὡς ἐπέτελλεν· καὶ κατωτέρω· σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλεύς· καὶ κατωτέρω· ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι· σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.

ὅπερ ὅσπερ.

βασανιεῖ κρινεῖ.

τυροπωλῆσαι: τυροπωλικῶς κρῖναι· οἱ γὰρ τυροπρατοῦντες σταθμῷ τὸν τυρὸν πιπράσκουσιν.

μὰ τόν: τὸ ἐλλειπτικῶς ὀμνύειν, μὴ τιθέντας ὄνομα τοῦ ὀμνυμένου, ἀλλὰ μόνον λέγειν «μὰ τόν», ἀττικῆς διαλέκτου.

τῶν ἐπιτυχόντων: τῶν παρόντων ἐκεῖσε καὶ θεατῶν γεγονότων τοῦ πράγματος.

ἀλλʼ ᾠόμην ἂν ἑαυτὸν: λείπει ἡ «εἰς», ἤτοι εἰς ἑαυτόν. ἤ· ἀλλʼ ᾠόμην ἂν ἑαυτὸν καὶ αὐτὸν τὸν λέγοντα, κἂν Ἡρωδιανός φησιν· «ἑαυτὸν πρώτου προσώπου οὐ δεῖ λέγειν· τὸ γὰρ “ἕ” τρίτου προσώπου ἐστίν»· τὸν ὃν ἐκεῖσε πλατυγραφήσας ἐξήλεγξα.

τὼ πλάστιγγε: πλάστιγγές εἰσι τοῦ ζυγοῦ τὰ πεταλώδη πινάκια, ἐν οἷς αἱ ὁλκαὶ καὶ τὰ σταθμώμενα τίθενται.

καὶ λαβομένω: καὶ ἐπιλαβόμενοι δηλονότι τῆς πλάστιγγος ἑκάτερος, εἷς εἷς ἐκ τῶν δύο, εἴπατον τὸ ῥῆμα.

καὶ μὴ μεθεῖσθον: καὶ κατάλειψιν ποιεῖσθε τῆς πλάστιγγος, ἔστʼ ἂν ἐγὼ κοκκύσω καὶ «κόκκυ,» ὡς οἱ ἀλεκτρυόνες, βοήσω.

«τὸ ἔπος», «τὸὔπος», καὶ «τὸ ἔργον», «τὸὔργον», καὶ τὰ ὅμοια ὄξυνε, μὴ περίσπα· «τοὖ´πους» δὲ καὶ «τοὖ´ργου» περίσπα μὲν τὰ «του» καὶ ὄξυνε δὲ «ἔπος», «ἔργον»· ἀλλὰ καὶ «τοὖ´πος εἰπόντος» καὶ «τοὖ´ργον πράξαντος», νοῶν «τοῦ εἰπόντος» καὶ «τοῦ πράξαντος» λέγειν, περίσπα καὶ ὄξυνε.

βούνομοί τʼ ἐπιστροφαί: αἱ ἐπιστροφαὶ καὶ πεδιάδες, ἃς ἐπιστρεφόμενος περιρρέει ὁ Σπερχειός. βούνομοι δὲ αἱ ὑπὸ βοῶν νεμόμεναι, ἤτοι βοοτρόφοι. ἤ· αἱ νεμόμεναι καὶ μοιραζόμεναι καὶ σχιζόμεναι ἀρότροις ὑπὸ βοῶν, ἤτοι γεωργούμεναι.

ἐριοπωλικῶς: οἱ τὰ ἔρια γὰρ πιπράσκοντες ταῦτα ἰκμαίνουσιν ὕδασιν, ὡς ἂν πρὸς ὁλκὴν καὶ σταθμὸν βριθυρεπέστερα γίνοιντο.

οὐκ ἔστι Πειθοῦς: Ἀντιγόνης Εὐριπίδου.

μόνος θεῶν Θάνατος: ἐκ Νιόβης Αἰσχύλου.

βέβληκʼ Ἀχιλεὺς: Ἀρίσταρχός φησιν ἀδεσπότως τοῦτο προφέρεσθαι, ὡς Εὐριπίδου τοῦτο πεποιηκότος.

σιδηροβριθές: ἐκ Μελεάγρου.

ἐφʼ ἅρματι: ἐκ Γλαύκου Ποτνιέως—τοπικόν—Αἰσχύλου.

ἅρματι ἅρματος.

οὐδʼ ἑκατὸν Αἰγύπτιοι: Αἰγύπτιοι καὶ Φοίνικες πάλαι βίον ἐμπορικὸν μετιόντες, μεγάλαις ναυσὶ φορτία βαρύτατα τῇδε κἀκεῖσε μετακομίζοντες διεπίπρασκον.

Ὁ Κηφισοφῶν πολλάκις ἐρρήθη.

ἄνδρες σοφοί: οἱ ἄνδρες, φησί, σοφοὶ ὑπάρχουσιν.

τὸν μὲν ἡγοῦμαι σοφόν: τὸν Αἰσχύλον.

τῷ δʼ ἥδομαι: τῷ Εὐριπίδῃ. καὶ τῷ μὲν φαινομένῳ «τοῦ δὲ Εὐριπίδου τοῖς λόγοις εὐφραίνομαι ὡς γλυκέσι,» τῷ δὲ ἐν σχήματι «τῷ δὲ γελῶ, ἤτοι τὸν Εὐριπίδην ὡς ἰδιωτικὰ γράφοντα γελῶ.»

τέσσαρες Ἀλκιβιάδαι γεγόνασιν· οὗτος δέ, περὶ οὗ νῦν φησι, πρῶτον μὲν ὑπʼ Ἀθηναίων ἐφυγαδεύθη· πρὸ ἑνὸς δὲ ἐνιαυτοῦ τῆς διδασκαλίας τοῦδε τοῦ δράματος τῶν Βατράχων κατελθών, διὰ δὲ τὸ πιστεῦσαι τὸ ναυτικὸν Ἀντιόχῳ τῷ κυβερνήτῃ καὶ ἡττηθῆναι ὑπὸ Λυσάνδρου δυσχερανθεὶς ὑπʼ Ἀθηναίων, δεύτερον τοῦτο ἑκοντὶ πρὸς Λακεδαιμονίους ἀποκεχωρηκώς, ἔπεισεν αὐτούς· καὶ Ἀθηναίοις Δεκέλειαν ἐπετείχισαν· ἀπετείχισαν· καὶ τελέως πταῖσαι τοὺς Ἀθηναίους οὕτως ἐποίησεν.

ἡ πόλις γὰρ δυστοκεῖ: ἢ μεγάλας ἀλγηδόνας ἔχει ἕνεκα τούτου, ὥσπερ γυνή τις δυστοκοῦσα ὀδύνας ἔχει βαρείας· καὶ τὸ μὲν ἄριστον τοῦτο· τὸ δʼ ἐν σχήματι καὶ ἀστεῖον τοιοῦτον. λέγεται ὡραῖος ὢν ὁ Ἀλκιβιάδης καὶ περιμάχητος γυναιξὶν οὐ μόνον πολλὰς διαφθεῖραι τῶν Ἀθηναίων, ἀλλὰ καὶ Λακεδαιμονίων γυναῖκας. ἕνεκα οὖν τοῦ γελοίου καὶ περὶ τούτου φησίν, ὡς τὴν πόλιν δῆθεν καὶ οὕτω ποιήσαντος δυστοκεῖν.

«ποθεῖ μέν, ἐχθαίρει δέ: παρὰ τὰ ἐκ τῶν Ἴωνος Φρουρῶν, ὅπου ἡ Ἑλένη πρὸς τὸν Ὀδυσσέα φησί· σιγᾷ μέν, ἐχθαίρει δέ, ὡς τύραννον.»

μισῶ πολίτην: Εὐριπίδης μηδόλως φησὶν Ἀλκιβιάδην παραδέχεσθαι.

ὦ Πόσειδον: οἶμαι, ταῦτά εἰσιν ἐκ Ποσειδῶνος δράματος Εὐριπίδου.

οὐ χρὴ λέοντος: ὁ μὲν Εὐριπίδης μηδόλως εἶπε δέξασθαι τοῦτον· ὁ δὲ Αἰσχύλος φησί· καλὸν μὲν μὴ δέξασθαι τύραννον, ἢ καταδεξαμένους θεραπεύειν.

«εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ: ὁ Κινησίας λεπτὸς ἦν· ὁ δὲ Κλεόκριτος μοχθηρός. φησὶν οὖν, ὅτι, εἴ τις ἀντὶ πτερῶν Κλεοκρίτῳ Κινησίαν παραβάλοι, ὥστε φέρεσθαι μεταρσίοις, συμβήσεται αὐτοὺς ὀλέσθαι αὐροφορήτους γινομένους.» οὐ γυργαθῶντός τʼ αὐτοῦ καὶ μεμηνότος, τίς νοῦς ἐν αὐτοῖς, ἡδονὴ τίς, ἢ γέλως, εἰς ἀκροατὰς κοσμίους καὶ σώφρονας;

ὀξίδας: ὀξυβάφους κατέχοντες ῥαίνοιεν ὄξει τοὺς πολεμίους. ὀξίδες δὲ κεράμια σμικρά· ἢ εἶδος λοπάδος ἡ ὀξίς. «ταῦτα δὲ ἠθετημένα οὐ μετρίως νομίσειεν ἄν τις ἐνδιασκευάσθαι· καὶ γάρ ἐστι φορτικά. τὰ δὲ ἑξῆς κείμενα πρέποντα καὶ τῷ ποιητῇ καὶ τῇ ὑποθέσει.» ὁρᾷς, ὅτι καὶ οἱ παλαιοὶ οὗτοι νῦν ἀποθέμενοι τὸν εἰς ἐξηγήσεις ἐκ ῥᾳθυμίας γινόμενον ὕπνον, τζετζικώτερον μικρὸν ὅσον ἐγρηγορότες ἐφάνησαν, γνόντες ταυτὶ οὐ μετρίως ἠθετημένα καὶ φορτικά, κἂν ὁπωσδήποτε νυσταλέαν καὶ κάθυπνον τὴν φύσιν λαχόντες, πάλιν καρωτικὸν καὶ κωματιζόμενον ναρκωτικώτερον, ὡς ὁρᾷς, ἤρξαντο καταφέρεσθαι, ὑπνοδεσμήτοις τοῖς ὀφθαλμοῖς καὶ τῇ γλώττῃ φθεγγόμενοι· «τὰ δὲ ἑξῆς κείμενα πρέποντα καὶ τῷ ποιητῇ καὶ τῇ ὑποθέσει.» ἀλλʼ, ὦ παλαιοὶ καὶ κριταὶ συγγραμμάτων, ποῖα ἑξῆς εἰσι πρέποντα ποιητῇ, καὶ ὑποθέσει δὲ ποίᾳ; εἰ μὴ ἄρα πρέποντα ταῦτα τῷ Ἀριστοφάνει φατὲ καὶ τῇ ὑποθέσει αὐτοῦ. Τζέτζης ἢ παντάπασι τὸ δρᾶμα ταύτης τῆς κωμῳδίας φησὶ διαγράφειν ὡς Ἀριστοφάνους ἀνάξιον, ἢ συγκεχωρηκότας οἰκεῖον εἶναι αὐτοῦ, κοιμώμενον λέγειν ἢ πυρέττοντα ἢ μεθύοντα ἢ μεμηνότα τοῦτο συγγράψασθαι. ἄλλως δὲ οὐκ ἐᾷ τοῦτο Ἀριστοφάνους λογίζεσθαι, ἀνδρὸς πυκνοῦ καὶ συνεστηκότος καὶ ἀεὶ συνορῶντος, ἃ γράφων ἐστίν.

«ἀμαθέστερόν πως· ἀπαιδευτότερον, ἢ κοινότερον· παρὰ τὴν παροιμίαν σαφέστερόν μοι κἀμαθέστερον φράσον.» τῷ φαινομένῳ μὲν οὕτως· ἐσχηματισμένως δὲ ἀμαθῆ τὸν Εὐριπίδην φησίν.

σωθείημεν συνίζησις.

«εὖ γʼ, ὦ Παλάμηδες: πρὸς τὸν Εὐριπίδην, ὅτι εἰκὸς ἐκ Παλαμήδους πεπλάσθαι ταῦτα.»

«ταυτὶ πότερον αὐτὸς εὗρες: συναθετεῖται τοῖς ἄνω πέντε στίχοις καὶ οὗτος, τοῖς ἀπὸ τοῦ “εἴ τις πτερώσας” μέχρι καὶ ὅλου τοῦ “ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων”. μένων γὰρ ἀκυροῖ τὴν ἐκείνων ἀθέτησιν.»

«τὰς δʼ ὀξίδας Κηφισοφῶν: Τιμόθεος ὡς ἐκ λαχανοπώλιδος ὄντα τὸν Εὐριπίδην φησὶν εἰπεῖν τὰς ὀξίδας».

«πόθεν: ἀντὶ τοῦ οὐδαμῶς.»

χλαῖνα: παχὺ ἱμάτιον ὑφαντόν, θερμαίνειν δυνάμενον. σισύρα δὲ τὸ ἐκ δερμάτων ἐντρίχων, σισύρνα τὸ ἐκ δερμάτων ἀτρίχων· σίσυς δὲ πᾶν εὐτελέστατον ἱμάτιον. ὁ δὲ νοῦς· ᾗτινι πόλει οὐκ ἀρέσκων ἐστὶν οὔτʼ ἀγαθός τις οὔτε πονηρός.

ἀνίει: ἀνάπεμπε· ἤτοι ἐνθένδε καὶ ἀπὸ τῶν ἐνταῦθα τὴν συμβουλὴν λέγε.

τὴν γῆν ὅταν νομίσωσι: τὴν Περικλέους γνώμην λέγει, ὃς τεμνομένης τοῖς Λάκωσιν Ἀττικῆς αὐτὸς συνεβούλευσεν αὐτῆς μὴ φροντίσαι, τὴν τῶν Λακώνων δὲ περιπλεῦσαι καὶ ταύτην διαφθείρειν τε καὶ πορθεῖν.

πόρον δὲ τὰς ναῦς: ἡ αὐτὴ πάλιν ἱστορία. «καὶ ἄλλως: πόρον δὲ καὶ πορισμὸν εἶναι χρημάτων τὸ ναῦς ὡς πλείστας ἔχειν, τὸν δὲ ἄλλον πόρον, ὃς ἂν ἔξω γῆς ἦν, τοῦτον ἀπορίαν νομίζειν, οἷον τὰ θεωρικὰ ἢ δικαστικὰ ἢ ἐκκλησιαστικά. συμβουλεύει οὖν πᾶσαν τὴν ἐν τούτοις γινομένην δαπάνην ταῖς ναυσὶν ἀφορίσαι. πρὸς ταύτην δὲ τὴν ἔννοιαν καὶ τὸ ἐπιφερόμενον ἀκόλουθον. φησὶ γὰρ ὁ Διόνυσος· “πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος”, ὡς πολλῶν ὄντων τῶν δαπανωμένων εἰς τὸν δικαστικὸν μισθόν.»

«τί δʼ αἰσχρόν: παρὰ τὰ ἐξ Αἰόλου Εὐριπίδου· τί δʼ αἰσχρόν, ἢν μὴ τοῖσι χρωμένοισ δοκῇ;»

«τὸ πνεῖν δὲ δειπνεῖν: παρὰ τὰ ἐκ Φρίξου Εὐριπίδου· τὸ δὲ κῴδιον προσέθηκεν, ἐπειδὴ καθεύδειν ἔφη.»

τί δαί: ἀντὶ τοῦ «τίνος ἕνεκα.»

νὴ Δία: καλῶς, φησὶν ὁ Διόνυσος, λέγεις, μὰ τὸν Δία· οὐ γὰρ ἄχθομαι τῷ ξενίζεσθαι καὶ τρυφᾶν. ἐν ἤθει ὁ λόγος, ἀντὶ τοῦ «χαίρω τούτοις.»

«χάριεν: Παναίτιος πάντα ταῦτα περὶ ἑτέρου Σωκράτους φησὶ λέγεσθαι, τῶν περὶ σκηνὰς φλυάρων, ὡς Εὐριπίδης.» Τζέτζης δʼ οὔ φησιν ἕτερον λέγειν, ἀλλὰ τὸν Σωφρονίσκου. οἱ σκαριφησμοὶ γὰρ καὶ αἱ σκιαγραφίαι τὰ σχήματα δηλοῦσιν, ἃ διαγράφουσιν ὀστράκῳ τετριμμένῳ φιλόσοφοι.

σεμνοῖσι ἀλαζόσι.

λήρων: τὸ σκαριφησμοῖς καὶ σχήμασι λήρων πραγμάτων διατριβὴν καὶ φροντίδα ποιεῖσθαι ἀργὸν καὶ ἀργὴν ἀττικῶς, παραφρονοῦντος ἀνδρός· λείπει τὸ «ἐστί.»

ἀργὸν ἀργήν.

καὶ δὸς τουτὶ Κλεοφῶντι: ἴσως σχοινίον δίδωσιν αὐτῷ ὁ Πλούτων πρὸς ἀγχόνην, ἤ τι τοιοῦτο σύμβολον θανάτου. ὡς ξένος δὲ ὁ Κλεοφῶν κωμῳδεῖται.

καὶ τουτοῒ τοῖσι πορισταῖς: τοῖς περὶ πόρων χρημάτων εἰσηγουμένοις· εἴη δʼ ἂν ξίφος, ὃ ἐπιδίδωσιν αὐτοῖς. Μύρμηξ δὲ καὶ Νικόμαχος ὀνόματα κύρια τῶν ποριστῶν.

τόδε δʼ Ἀρχενόμῳ: φάρμακον δίδωσι τούτῳ.

στίξας αὐτοὺς καὶ συμποδίσας: μαστίξας καὶ δεσμήσας τούτων τοὺς πόδας.

Ἀδείμαντος, υἱὸς Λευκολόφου, στρατηγὸς τοῦ ναυτικοῦ. κωμῳδεῖται δὲ ὡς ξένος.

εὐοδίαν: παρὰ τὰ ἐν Γλαύκῳ Ποτνιεῖ Αἰσχύλου· εὐωδίαν μὲν πρῶτον ἀπὸ στομάτων χέομεν.

ἀργαλέων ἐν ὅπλοις συνόδων: χαλεπῶν ἐν ὅπλοις συνόδων καὶ ἐπελεύσεων, ἤτοι συρραγῶν πολεμικῶν.

«Κλεοφῶν δὲ μαχέσθω: παρόσον, ὡς Ἀριστοτέλης φησί, μετὰ τὴν ἐν Ἀργιννούσαις ναυμαχίαν Λακεδαιμονίων βουλομένων βουλευομένων ἐκ Δεκελείας ἀπιέναι, ἐφʼ οἷς ἔχουσιν ἑκάτεροι, καὶ εἰρήνην ἄγειν, ἐπὶ Καλλίου, Κλεοφῶν ἔπεισε τὸν δῆμον μὴ προσδέξασθαι, ἐλθὼν εἰς τὴν ἐκκλησίαν μεθύων καὶ θώρακα ἐνδεδυκώς, οὐ φάσκων ἐπιτρέψειν, ἐὰν μὴ πάσας ἀφῶσι τὰς πόλεις οἱ Λακεδαιμόνιοι. οὗτος δὲ ὁ Κλεοφῶν ὡς ξένος κωμῳδεῖται. μαχέσθω οὖν, φησί, Κλεοφῶν, καὶ ἄλλοι, ὅσοι τούτῳ ὅμοιοί εἰσιν, ἐν ταῖς πατρίσιν αὑτῶν, καὶ μὴ ἐν τῇ Ἀττικῇ κινείτωσαν πολέμους· οὐ γάρ ἐστιν αὐτῶν πατρὶς αὕτη.»

«πατρίοις ἐν ἀρούραις: ἐν ταῖς ἑαυτῶν ἀρούραις· κωμῳδεῖ δὲ αὐτοὺς ὡς ξένους.»