Ἀβάκησαν, ἠγνόησαν. καθίσταται δὲ ὁ σχηματισμὸς οὗτος οὕτως· ἔστι τὸ ῥῆμα φῶ τὸ λέγω· παράγωγον φάζω καὶ τροπῇ βάζω· ὁ μέλλων βάξω, ὁ παρακείμενος βέβαχα, ὁ παθητικὸς βέβαγμαι, βέβακται. βακτὸς ὡς πρακτὸς καὶ ἀκτὸς ῥεκτός· καὶ ἄβακτος ὡς ἄπρακτος. ὥσπερ οὖν ἀπὸ τοῦ ἄπρακτος ἀπρακτῶ, οὕτω καὶ ἀπὸ τοῦ ἄβακτος ἀβακτῶ, ὡς καὶ ἀπὸ τοῦ ἄβλεπτος ἀβλεπτῶ καὶ ἄπεπτος ἀπεπτῶ καὶ ἄλεπτος ἀλεπτῶ καὶ ἄλλα μυρία. ἀβακτῶ οὖν καὶ κατʼ ἔνδειαν ἀβακῶ, ὅθεν ἄβακας καὶ ἀβακήμονας καλοῦσι τοὺς ἀπαιδεύτους. ὅτι δὲ τὸ ἀβάκησαν σημαίνει τὸ ἠγνόησαν, ἡ ἀντιδιαστολὴ παρίστησιν· «οἱ δʼ ἀβάκησαν πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων»:
Ἀγοστός, ἀγκών, ᾧ περιάγεται ἡ χεὶρ καὶ κάμπτεται. τινὲς δὲ κόλπον, ἢ τὸ ἔνδον. γίνεται οὕτως· ἀγῶ ἀγέσω ἀγεστὸς ῥηματικὸν καὶ ἀγοστὸς ὡς τελεστός:
Ἁδινόν, λεπτόν· καταχρηστικῶς δὲ πυκνόν:
Ἀδευκές, ἄδηλον, ἀφανές, ἄμορφον. δέκω τὸ ἐπιμελῶς βλέπω, καὶ ἐπιτηρῶ. καὶ ὡς ἐκ τοῦ πρέπω ἀπρεπής, σέβω ἀσεβής, οὕτως ἐκ τοῦ δέκω ἀδεκής, καὶ κατὰ παρένθεσιν τοῦ υ ἀδευκής. σημαίνει δὲ τὸ μὴ ὁρώμενον, ἢ τὸ διʼ εὐτέλειαν καὶ δυσμορφίαν παρορώμενον:
Ἄητον, τὸ μέγα καὶ πολυσχημάτιστον, οὕτως· ἐῶ τὸ πληρῶ, ἔημι ἔσω· ἔτον τὸ πλῆρες καὶ μέγα, καὶ κατὰ ἔκτασιν ἦτον, καὶ τὸ α πρόσκειται, σημαῖνον τὸ μέγα καὶ ἀχανὲς πέλαγος. τινὲς δὲ οὕτως· ἄητον ἀντὶ τοῦ ὥρμητο· «δίχα δέ σφι θυμὸς ἄητον το» ὅθεν καὶ ἀήτης ὁ ἄνεμος ἀπὸ τοῦ ἄω τὸ πνέω:
Ἀΐσθων, ἐκπνέων. οἱ δὲ μὴ αἰσθανόμενος, ἢ ἀϊστούμενος καὶ ἀφανιζόμενος, ὃ μᾶλλον ἐγγίζει. καὶ σχηματίζεται οὕτως· εἴδω εἴσω εἶκα εἶσμαι εἶσται ἰστὸς ὁ ὁρατός, ἄιστος ὁ ἀόρατος, καὶ ἀίστω, καὶ τροπῇ τοῦ τ εἰς θ ἀίσθω, μεταβαλόντος τοῦ τόνου διὰ τὸ μὴ ἐγνῶσθαι τὸν σχηματισμόν:
Αἰσυητήρ· οἱ μὲν τὸν κεκινημένον καὶ ἐντρεχῆ, παρὰ τὸ σεύω συῶ συήσω συητήρ. οἱ δὲ τὸν νέον· ἴσως καὶ τὸν αἴσιον καὶ κόσμιον περὶ τὴν αἶσαν:
Ἀπινύσσειν, ἀσυνέτως ἔχειν:
Ἁλοσύδνης· οἱ μὲν τῆς ἐν ἁλὶ τεθραμμένης, παρὰ τὸ ἵζω· οἱ δὲ τῆς τοῦ ἁλὸς ἐμπείρου, παρὰ τὸ εἰδέναι ἴδνη καὶ ὕδνη. οἱ δὲ παρὰ τὸ σέεσθαι ἢ δονεῖσθαι:
Ἀνέεργε· εἴργω τὸ θέμα, καὶ ὁ παρατατικὸς εἶργον εἶργες εἶργε, καὶ κατὰ διαίρεσιν ἔεργε καὶ ἀνέεργε:
Ἀμολγῷ· οἱ μὲν μεσονυκτίῳ, οἱ δὲ ἑσπέρας, οἱ δὲ πρωΐ, οἱ δὲ μεσημβρίας, οἱ πλείους δὲ τὸν καιρὸν σημαίνεσθαι βούλονται, καθʼ ὃν ἀμέλγεται τὰ βοσκήματα:
Ἄμνιον, ἀγγεῖον, ᾧ ὑποδέχονται τοῦ ἱερείου τὸ αἷμα, αἵμνιον καὶ ἄμνιον:
Ἀνόπαια· οἱ μὲν ἀφανῆ, τινὲς δὲ τὸ ἄνω φέρεσθαι. Ἐμπεδοκλῆς· καρπαλίμως δὲ ἀνόπαιαν, ἐπὶ τοῦ πυρός. οἱ δὲ ἀνὰ τὴν ὀπήν· τὴν γὰρ κάπνην ὀπὴν καλοῦσιν· οἱ δὲ γένος ὀρνίθων οὕτω καλουμένων· οἱ δὲ πᾶν ὄρνεον οὕτω λέγεσθαι παρὰ τὸ διατρίβειν ἐν ταῖς ὀπαῖς:
Αὐέρυσαν, ἄνω εἵλκυσαν, καὶ ἐπὶ τῶν ἱερείων καὶ ἐπὶ τοῦ τόξου καὶ ἐφʼ ὁτουοῦν:
Ἀφήτωρ, ἐπίθετόν ἐστιν Ἀπόλλωνος. καὶ οἱ μὲν ἀπὸ τῆς ἀφέσεως τῶν βελῶν· ἀφίημι ἀφήσω ἀφητὴρ καὶ ἀφήτωρ· οἱ δὲ ἀπὸ τοῦ ὁμοῦ πᾶσι φατίζειν, ὅ ἐστι μαντεύεσθαι:
Ἀπεσκοράκιζεν, ὕβριζεν, ἐξέρριπτεν ἢ ἐχλεύαζεν, εἰς ἐρημίαν ἔπεμπεν· ἀπὸ τοῦ κόραξ κόρακος κορακίζω καὶ ἀποκορακίζω. σημαίνει δὲ τὸ καταλιμπάνω. λέγουσι γάρ τινες ὅτι ἐδόθη χρησμός τισι παρακαθημένοις πόλει, ἡνίκα ἴδοιεν λευκοὺς κόρακας, λύειν τὴν πολιορκίαν. αἰσθόμενοι δὲ οἱ ἐν τῇ πόλει καὶ κονίᾳ λευκάναντες κόρακας ἀφῆκαν πέτεσθαι. καὶ οὕτως οἱ πολέμιοι τοῦτʼ ἐκεῖνο τὸ μαντευθὲν ὑποτοπάσαντες εἶναι ἀναστρέφειν ἔγνωσαν:
Ἁμωσγέπως, ὁπωσδήποτε:
Ἁμόθεν, ἀπό τινος μέρους:
Ἀπούρας· ἀπουρίζω, ὁ μέλλων ἀπουρίσω, ἀπουρίσας καὶ κατὰ συγκοπὴν τοῦ ι καὶ σ ἀπούρας:
Ἄρσαντες, ἀπὸ τοῦ ἄρω ἀρῶ ἄρσω παρενθέσει τοῦ σ Αἰολικῶς. ἡ μετοχὴ ἄρσας:
Ἀγηγέραται· ἀγείρω ἀγερῶ ἤγερκα καὶ ἀγήγερκα· ὁ παθητικὸς Ἀττικὸς ἀγήγερμαι ἀγήγερται καὶ ἐπενθέσει τοῦ α ἀγηγέραται:
Ἄωρτο· αἰωρῶ αἰωρήσω ᾐώρηκα ᾐώρημαι ᾐωρήμην ᾐώρητο καὶ κατὰ συγκοπὴν τοῦ η ἤωρτο, εἶτα Δωρικῶς ἄωρτο:
Ἆλτο· ἅλλομαι ἧλα ἡλάμην ἥλατο:
Ἀμπεπαλών· πάλλω παλῶ ἔπηλα ἔπαλον παλών ὡς τὸ ἔμαθον ἔπαθον μαθών παθών, εἶτα μετὰ προθέσεως κατὰ συγκοπὴν καὶ ἀναδίπλωσιν:
Ἀφίκηαι, μέσος δεύτερος ἀόριστος Ἰωνικὸς ὑποτακτικός· ἵκω, ὅθεν τὸ ἱκάνω ἱκνῶ ἱκνοῦμαι ἀφικνοῦμαι· ὁ δεύτερος ἀόριστος ἵκον, ὁ μέσος ἱκόμην, καὶ τὸ ὑποτακτικὸν ἐὰν ἀφίκωμαι, ἐὰν ἀφίκηται, εἶτα ὑποστολῇ Ἰωνικῇ τοῦ τ ἀφίκηαι ὡς πύθηαι λάβηαι δείξηαι:
Ἀγήοχα, παρακείμενος ἔχων πάθος καὶ διάλεκτον Ἀτθίδα· ἄγω ἄξω ἦχα καὶ μετὰ τῆς σύν μὲν τὸ ξυνῆχα παρὰ Ξενοφῶντι ἀντὶ τοῦ συνήγαγον, καὶ προσθήκῃ δὲ Ἀττικῇ τῶν κατὰ τὴν ἀρχὴν γραμμάτων δύο καὶ πλεονασμῷ τοῦ ο, ἐπεὶ φιλεῖ ὁ τοιοῦτος τὴν τρίτην ἔχειν βραχεῖαν, ἀγήοχα:
Βλεμμεαίνει, θυμοῦται, γαβριᾷ· ἀπὸ τῆς φλεβός φλεβεαίνει ἤτοι ἀναρρώννυται καὶ προθυμεῖται· εἶτα τῶν στοιχείων γίνεται μετάληψις, ἐντεῦθεν καὶ τὸ νωθρόν ἀφλεβές λέγεται, ὡς ἄσφυγμον καὶ ἀκίνητον κατὰ ἡμιθνῆτας:
Βιώτω, ἀπὸ τοῦ βιῶ· τὸ προστακτικὸν βιούτω, ὅπερ οἱ Δωριεῖς βιώτω ἐποίησαν:
Βεβολήατο, παθητικὸς ὑπερσυντέλικος· βολῶ βολήσω βεβόληκα βεβόλημαι ἐβεβολήμην ἐβεβόλητο καὶ Ἰωνικῶς ἐβεβολέατο, εἶτα ἐκβολῇ τῆς ἀρχούσης καὶ τροπῇ τοῦ ε εἰς
Βῆ· βίβημι βήσω ὡς ἵστημι στήσω· ὁ δεύτερος ἀόριστος Ἰωνικὸς βῆ ὡς τὸ στῆ καὶ φῆ:
Γλήνεα, τὰς πεπλανημένας· γλήνη δὲ ὁ ὀφθαλμὸς ἢ ἡ πρόσοψις:
Γέντο· ἑλῶ ἑλόμην Ἰωνικῶς, ἕλου ἕλετο καὶ συγκοπῇ ἕλτο ὡς ἥλατο ἆλτο· καὶ ἐπεὶ οἱ Δωριεῖς, ὅτε ἐπιφέρεται τῷ λ τὸ τ ἢ τὸ θ, μεταβάλλουσιν εἰς τὸ ν τὸ λ—»ἦνθόν τοι βοῦται»—, τὸ ἕλτο ἕντο ἐγένετο Δωρικῶς, εἶτα κατʼ ἐπένθεσιν τοῦ γ, ἵνα μὴ συνεμπέσῃ τῷ ἕντο ἀντὶ τοῦ ἐπλήρωσαν, γέντο:
Δενδίλλων, ἐννεύων τοῖς ὀφθαλμοῖς κατὰ τὴν ἀναστροφήν:
Δέροτρον, τὸ δέρμα:
Ἔδδεισα· ἐπένθεσις γίνεται:
Δέδοικα, μέσος παρακείμενος· δέδοιδα ὤφειλεν εἶναι, ἀλλὰ διὰ τὴν εὐφωνίαν δέδοικα ὡς κέκλοφα· κέκλοπα γὰρ ὤφειλεν· ἀλλὰ προὐτιμήθησαν τῶν μέσων οἱ παρακείμενοι:
Δειδέχαται, ἀπὸ τοῦ δέδεκται· Ἰωνικῶς δεδέκαται ὤφειλεν, ἀλλὰ διʼ εὐφωνίαν τροπὴ γίνεται τοῦ κ, ὡς ἐν τῷ τετύφαται τοῦ π:
Ἐδήδοκα, ἀπὸ τοῦ ἤδοκον κατὰ ἀναδιπλασιασμόν:
Ἐξέσσυτο, ἀπὸ τοῦ σεύω· «ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ»:
Ἔρυτο, ἀπὸ τοῦ εἰρύω εἰρύσω εἴρυσα εἰρυσάμην, «εἰρύσατο ζωστήρ τε παναίολος». ἐκ τούτου γοῦν τοῦ εἰρύω ὁ παρατατικὸς εἰρύετο, ὃς ἐν συναλοιφῇ καὶ ἐνδείᾳ τοῦ ι ἔρυτο. δυνατὸν δὲ καὶ ἀπὸ τῶν εἰς μι σχηματίζειν αὐτό· εἰρύω εἴρυμι, τὸ παθητικὸν εἴρυμαι εἰρύμην:
Ἐπενήνοθε, ἀπὸ τοῦ θέω, καὶ κατὰ μετάθεσιν ἔθω, ἐνέθω· ὁ μέσος παρακείμενος ἔνηθα καὶ κατὰ ἀναδιπλασιασμὸν ἐνήνοθα:
Ἐρηρέδαται· ἐρείδω ἐρείσω ἤρεικα ὁ κοινὸς παρακείμενος· ὁ Ἀττικὸς ἐρήρικα ἐρήρισμαι ἐρήρισται, καὶ Ἰωνικῶς ἐρηρίσαται ὤφειλεν· ἀλλὰ διὰ τὸ πάθος τοῦ σ πρὸς τὸ δ, καὶ ἄλλως ὅτι τοῦ ἐνεστῶτος ἦν, τροπὴ γίνεται τοῦ σ πρὸς τὸ δ καὶ τοῦ ι διʼ εὐφωνίαν πρὸς τὸ ε:
Ἐρράδαται· ῥάζω ῥάσω ἔρρακα, ὡς τὸ μιάζω μιάσω μεμίακα, πιάζω πιάσω πεπίακα, κεκοπίακα, τέτακα, ἵλακα, πεπέτακα, ἀπὸ τοῦ κοπιάζω τάζω ἱλάζω πετάζω· ὁ μέσος ἔρραδα διὰ τὸ ζ· ἔρρασμαι ὁ παθητικός· τὸ τρίτον ἔρρασται καὶ Ἰακῶς ἐρράδαται:
Εἰδώς, ἀπὸ τοῦ εἰδηκώς, ὡς ἑστώς ἀπὸ τοῦ ἑστηκώς· οὕτω καὶ τὸ κεχαρηότες καὶ τετιηότες κατὰ συγκοπήν· χαρῶ τιῶ κεχάρηκα τετίηκα κεχαρηκώς τετιηκώς καὶ ἀποβολῇ τοῦ κ κεχαρηώς καὶ τετιηώς:
Ἐῳνοχόει· τὸ θέμα οἰνοχοῶ· ᾠνοχόουν καὶ ἐῳνοχόουν:
Ἕσσατο· ἕω ἕσω, ὅθεν τὸ ἕσμα καὶ τὸ ἀμφίεσμα καὶ ἔσθος καὶ ἐσθής, τραπέντος τοῦ πνεύματος διὰ τὸ θ. ὁ μέσος ἀόριστος ἑσάμην· ἕσσατο ποιητικῶς διὰ τὸ μέτρον:
Ἔμμορε:
Ἔοργε.
Ἐγρήγορθα, ἀπὸ τοῦ ἐγρήγορα πλεονασμῷ:
Ἔπλευ· ἐπελόμην ἐπέλου καὶ Δωρικῶς ἔπλευ:
Ἔλπεαι ὡς πέλεαι Ἰωνικῶς:
Ἕσσο, ἐνεδέδυσο· ἕω ἕσω ἧκα· ἕμαι ἕμην ὑπερσυντέλικος· ἕσο καὶ διπλασμῷ ἕσσο:
Ἐπώρουσα· ὄρω ὀρύω, ὡς ὄλλω ὀλύω· ὀρούω κατʼ ἐπένθεσιν:
Ἔκπεσσον, δεύτερος ἀόριστος· πετῶ πεταίω παράγωγον, ὡς λιλῶ λιλαίω, καὶ ἐν συγκοπῇ πταίω. παρὰ δὲ τὸ πετῶ τὸ προπετής ὁ σφόδρα πίπτων. ὁ μέλλων πετήσω, ὁ ἀόριστος ἐπέτησα, ὁ δεύτερος ἔπετον, ὡς ὠλίσθησα ὤλισθον, καὶ τροπῇ ἔπεσσον:
Εἰλήλουθας· ἐλήλυθας, καὶ Βοιώτιον ἐλήλουθα, εἶτα ἐπενθέσει τοῦ ι:
Ζωρότερον, ἀκρατέστερον ἢ ταχύτερον:
Ἠκέστας, ἀκεντήτους, ἀδαμάστους:
Ἦνιν, ἀπειρόζυγον, ἢ τὴν τελείαν, ἀπὸ τοῦ ἔνος ὁ ἐνιαυτός:
Ἔγερθεν, ἠγέρθησαν, κατὰ συγκοπήν:
Ἠρήριστο, ἀπὸ τοῦ ἄρω ἀρῶ ἀρίζω ἀρίσω:
Ἠνίπαπεν· ἐνίπτω, ὁ δεύτερος ἀόριστος ἤνιπον· διπλασιασμὸς ἠνίπαπεν, ὡς ἤγαγεν, ἤκαχεν:
Ἠλήλουθμεν, ἐληλύθαμεν, συγκοπὴ καὶ ἐπένθεσις καὶ ἔκτασις τοῦ κατʼ ἀρχὴν ε εἰς η:
Ἤκαχεν· ἄχω τὸ λυποῦμαι, ὅθεν τὸ ἄχος· ὁ δεύτερος ἀόριστος ἦχον καὶ ἤκαχον, ὡς ἤγαγον καὶ ἤραρον:
Ἧστο· ἕω ἕημι ἕεμαι ἧμαι κάθημαι· ἥμην παρατατικός· ἧτο, ἧστο κατὰ πλεονασμόν· ἢ ἀπὸ ἕζω:
Θέμωσε, ἠμέλησε, ἢ ἤγγισε, ἢ μᾶλλον ἔοικε:
Ἴξαλον, τὸν τέλειον, ἀπὸ τοῦ ἱκέσθαι καὶ ἅλλεσθαι, ἢ ἐνιαύσιον, ἢ τριετῆ, ἢ τομίαν:
Ἰόεντα σίδηρον, ἀπὸ τοῦ ἰοῦσθαι, ἢ τὸν εἰς ἀκίδας τετυπωμένον:
Ἴδμεν, ἴσμεν Δωρικῶς, ὡς ὀδμὴ ἡ ὀσμή:
Ἴψαο· ἰάπτω ἰαψάμην ἰάψω ἰάψατο καὶ ὑφαιρέσει τοῦ α καὶ τοῦ τ ἴψαο:
Κεκαφηότα, ἐκπεπνευκότα. καπῶ τὸ πνέω, ἔνθεν καπνώδης ἡ πυρρώδης πνοή, καὶ κῆπος ὁ περιπνεόμενος τόπος· καπήσω κεκάπηκα κεκαπηκώς· Ἰωνικῶς κεκαπηότα, ὡς κεχαρηότα καὶ τροπῇ:
Κέλεαι, Ἰωνικῶς:
Κεκάδοντο· χάζω κέχακα κέχαδα, ὡς χέζω κέχοδα· ὁ δεύτερος ἀόριστος ἔχαδον ἔκαδον, καὶ διπλασιασμὸς ἐκέκαδον· ὁ μέσος ἐκεκαδόμην, ἐκεκάδοντο:
Κέχανδα· χάζω· ὁ μέσος παρακείμενος κέχανδα ἐπενθέσει τοῦ ν· ὅθεν τὸ «κεχανδότα πολλὰ τε καὶ ἐσθλά»:
Λαισήια, ἀσπιδίσκια, ἢ πάντα τὰ σκεπαστήρια, διὰ τὸ ἐν τῇ λαιᾶ φέρεσθαι:
Λέλογχα· λήχω λέληχα· τροπῇ τοῦ η εἰς ο λέλοχα, εἰς τύπον τοῦ κέκλοφα, καὶ ἐπενθέσει τοῦ γ, ὡς τὸ ἔνχος ἔγχος — ἐνέχεται γάρ —:
Μάσταξ, τὸ στόμα, ἀπὸ τοῦ μασᾶσθαι:
Μολοβρός, ἢ τὸν ἀδδηφάγον, τὸν εἰς βορὰν προθύμως μολίσκοντα, ἢ τὸν μονοφάγον, ἢ τὸν πτωχὸν καὶ ὑπηρέτῃ μὴ χρώμενον, ἀλλʼ αὐτομολοῦντα ἐπὶ τὴν βοράν:
Μέμηλεν, ἀπὸ τοῦ μελῶ, ὅθεν καὶ τὸ μέλει· μολήσω μεμόληκα μέμολα, καὶ μέμηλα κατὰ τροπὴν τοῦ ο εἰς η, ὡς ἑτέρωθι τοῦ η εἰς ο:
Μέμασαν· μεμῶ μέμακα ἐμεμάκειν ἐμεμάκεισαν ἐμέμασαν:
Νέαται· νῶ τὸ οἰκῶ νήσω, ὅθεν νηός καὶ ναός· νένηκα νένηται, καὶ Ἰωνικὸς νενέαται, καὶ ἄρσει τῆς ἀναδιπλάσεως νέαται:
Ὄρσεο· ὄρω ὀρῶ· οἱ Αἰολεῖς θέλοντες βαρῦναί φασιν ὄρσω, ὡς ἐπὶ τοῦ κερῶ κέρσω, ὅθεν ὁ ἀκερσοκόμης:
Ὀρώρει· ὄρω ὀρῶ ὦρα· μέσος παρακείμενος διπλασιασμὸς ὄρωρα ὁ ὑπερσυντέλικος ὀρώρειν:
Ὄγκιον, ἡ σιδηροθήκη, παρὰ τὸν ὄγκον:
Πηγόν· εὐτραφές, πεπυκνωμένον:
Πεπίθοιμεν· πίθω, ὅθεν τὸ πιθανός, ὡς ἀπὸ τοῦ ἵκω ἱκανός· ὁ δεύτερος ἀόριστος ἔπιθον, ἐπιθόμην, πιθοίμην, πεπιθοίμην κατὰ ἀναδίπλωσιν:
Πεπτηυῖαι, πεσοῦσαι· πετῶ πεπέτηκα πέπτηκα, ὅθεν τὸ πέπτωκα· πεπτηκώς, ὡς ἑστηκῶς, καὶ ἀφαιρέσει πεπτηώς πεπτηυῖα, ὡς ἑστηκυῖα, μεμαυῖα:
Πέπτωκα ἄλλως· πετῶ πετώσω πεπέτωκα, καὶ πέπτωκα· ἢ ποτῶ ποτήσω πεπότηκα πέπτωκα:
Πέφαται, πεφόνευται. φῶ φάζω καὶ σφάζω φάσω πέφασμαι πέφασται, πέφαται καθʼ ὑφαίρεσιν:
Πέπονθα· πήθω πήσω ἔπαθον· πέποθα παρακείμενος μέσος καὶ πέπονθα:
Πεφυζότες, λελιγμότες, ἀπὸ τοῦ φυζῶ καὶ λιχμῶ, λελιχμηκότες πεφυζηκότες, εἶτα κατὰ συγκρότησιν:
Παρμέμβλωκα· μένω μενῶ μεμένηκα· μεμέμβληκα, ὡς ἔρρηγα ἔρρωγα· ἢ ἀπὸ τοῦ μολῶ μεμόληκα μέμολκα· ὑπερθέσει τοῦ λ μέμλοκα, εἶτα τροπῇ τοῦ ο εἰς ω μέγα καὶ κατʼ ἐπένθεσιν τοῦ β μέμβλωκα:
Πόρκις, τῆς ἐπιδορατίδος ὁ δακτύλιος:
Στίβη, τὸ ἐκ τῆς πάχνης πάγος, ἐκ τοῦ ἐναντίου κληθὲν τοῦ στίβειν· δυσκίνητα γὰρ ποιεῖ τὰ μέλη:
Στεῦται· στέγω, καὶ κατὰ παραγωγὴν στέω στέομαι στέῃ στέεται, συναιρέσει στεῦται:
Σῶκος, ἐπίθετον Ἑρμοῦ, σάοικος, ὁ τοὺς οἴκους σώζων· ἢ ἀπὸ τοῦ σέσωκα σωκῶ σῶκος:
Τήθεα, τὰ ὄστρεα, τὰ παρὰ τὴν θῖνα ἐρριμμένα:
Τεῦχε· ἀναύξητον· οἱ γὰρ Ἴωνες οὔτε τὴν χρονικὴν οὔτε τὴν συλλαβικὴν ποιοῦσιν αὔξησιν, ἀλλʼ ἀπὸ τοῦ αὐτοῦ ἄρχονται ἐπί τε ἐνεστῶτος καὶ παρατατικοῦ καὶ ἀορίστου καὶ μέλλοντος:
Ταφών· θήπω ἔθαπον θαπών, εἶτα καθʼ ὑπαλλαγὴν τῶν στοιχείων εἰς τὰ ἀντίστοιχα ταφών:
Τετύκοντο· τεύχω ἔτυχον ἔτυκον, καὶ κατὰ ἀναδιπλασιασμὸν ἐτέτυκον ἐτετυκόμην:
Τεθναίη· θνῶ τεθνῶ τέθνημι τεθνάς:
Ὑπεμνήμυκα· ἠμύω ἠμύσω· «τῷ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος». ἤμυκα, ἀναδιπλασιασμὸς ἐμήμυκα, ἐμήμνυκα πλεονασμῷ, σημαίνει δὲ τὸ ἐστύγνασε καὶ κατηνέχθη:
Χώσεται, χολώσεται, καὶ κατὰ συγκοπήν· ἢ ἀπὸ τοῦ χώομαι χωόσομαι χώσομαι:
Ὤρεσι, γυναιξί· ἀπὸ τοῦ ὀαρίζειν ἤτοι ὁμιλεῖν· ἢ ἀπὸ τοῦ συναρηρέναι, ἔνθεν καὶ ξυνωρίς, παρὰ τὸ συνηρμόσθαι:
Ὠλέναι, αἱ χεῖρες, ἀπὸ ὀλοῦσθαι καὶ πληροῦσθαι ἐνεργημάτων ἀεί:
Τετρήχει· ταράσσω ταράξω τετάραχα τέτραχα τέτρηχα Ἰωνικῶς, ἐτετρήχει:
Τέτληκα· ταλῶ ταλάσω, ἐξ οὗ ταλάσια ἔργα ταῖς γυναιξὶν οἰκεῖα, τὰ ἀπὸ τῆς ἐρέας καὶ τῶν τοιούτων· τετάλακα τέτλακα, καὶ Ἰωνικὴ ἐπέκτασις τέτληκα:
Τεταγών· τάζω τὸ λαμβάνω, ἔταγον, διπλασιασμὸς τέταγον, τεταγών:
Ἑαδότα· ἥδω τὸ ἡδονὴν ἐμποιῶ καὶ ἀρέσκω· ὁ μέλλων ἥσω· ἧκα· ἧδα μέσος· κατὰ διαίρεσιν ἔαδα ἐαδώς ἐαδότα:
Καραδοκεῖν, τὸ τοῦ πράγματος κεφάλαιον ἐπιζητεῖν καὶ ἐπιτηρεῖν ὅποι χωρήσει· παρὰ τὸ κάρα καὶ τὸ δοκῶ τὸ ἐπιτηρῶ:
Κομιδή, συναγωγή, ἐπιμέλεια, ἀπὸ τῆς τῶν καρπῶν συγκομιδῆς. ἀπὸ οὖν τοῦ κομιδή ὀνόματος γίνεται κομιδῇ ἐπίρρημα:
Κωμᾶσθαι, κυρίως τὸ ἐπὶ τοῖς κοιμωμένοις βαδίζειν. ἔστιν οὖν κῶμος ὁ καιρὸς ὁ ἀπὸ δείπνων πρὸς ὕπνον καλῶν. ἐκ τούτου καὶ τὸ κωμάζειν τὸ ἐπὶ ὕπνον βαδίζειν. τὸ δὲ κῶμος ἀπὸ τοῦ κοιμῶμαι, ἐξ οὗ καὶ κώμη τὸ χωρίον, ἡ κοιμητηρία καὶ ἀνάπαυσις τῶν ζώων:
Καρυκεύουσα, ἡδύνουσα· καρύκη γὰρ βρῶμα Λύδιον ἐκ πολλῶν ἐδεσμάτων συνεστηκός:
Κατεκήλησε, κατεπράυνε, κατέθελξε. κηληθμός λέγεται ἡ τῆς ἀκοῆς θέλξις· εἴρηται ἀπὸ χαληθυμός τις ὤν, καὶ συγκοπῇ χαληθμός, καὶ τροπῇ κηληθμός. τὸ δὲ κηλῶ παρὰ τὸ χῶ τὸ χαλῶ, ὁ μέλλων χήσω, καὶ ἐξ αὐτοῦ χηλῶ καὶ κηλῶ:
Κιγκλίδες, τῶν ἐν δικαστηρίοις θυρῶν. καὶ κιγκλίζειν τὸ κινεῖν καὶ πειράζειν. καὶ κίγκλος ὄρνις τις, πυκνῶς τὸ οὐράδιον σείουσα, διὰ τοῦτο καὶ σεισοπυγὶς ὀνομάζεται. κιγκλίς οὖν, οἱονεὶ κυκλὶς οὖσα, παρὰ τοὺς γινομένους κύκλους σειομένης αὐτῆς:
Καταπροέσθαι· προίημι· ὁ παθητικὸς παρακείμενος ἕμαι, ὁ ἀόριστος ἕθην· ὁ μέσος ἕμην, τὸ ἀπαρέμφατον ἕσθαι καὶ προέσθαι:
ΚΣαρδαμύττειν, σημαίνει τὸ συνεχῶς τὰ βλέφαρα κινεῖν καὶ εἰς ἐπίμυσιν ἄγειν, ἀπὸ τοῦ καρδάμου, ὃ ἄν τις προσενέγκηται, συνεχῶς τὰ βλέφαρα μύει:
Ὀνῶ, σημαίνει τέσσαρα· ὀνῶ τὸ μέμφομαι· «νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες», τρίτης συζυγίας τῶν περισπωμένων. ὀνῶ τὸ ἀπολαύω, συζυγίας δευτέρας τῶν αὐτῶν· «αὐτὰρ Ἀχιλλεὺς οἶος τῆς ἀρετῆς ἀπονήσεται». ὀνῶ τὸ ὠφελῶ. καὶ ὠνῶ, ὅπερ ὠνοῦμαι γράφεται:
μεγίστας ἁπασῶν τιμωρίας ὑπέμενον οἱ ψευσάμενοί τι παρὰ τὸν βίον, καὶ οἱ μὴ τὰ ἀληθῆ συγγεγραφότες· ἐν οἷς ἦν καὶ Κτησίας ὁ Κνίδιος ἦν καὶ Ἡρόδοτος: ἀνερπύσαντες δὲ ὅμως κατὰ κρημνοὺς προῄειμεν διά τινος ἀκανθώδους καὶ σκολόπων μεστῆς ἀτραποῦ περὶ τοῦ θανάτου τοῦ σοφοκλέους, Σοφοκλῆς ῥάγα σταφυλῆς καταπιὼν ἀπεπνίγη εʹ καὶ ρʹ ζήσας ἔτη: οὗτος ἀπὸ ἰοφῶντος τοῦ υἱέος