eul_wid: nlq-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Homeric Glosses (Recension B) by Apion of Alexandria

The Fragments-Homeric Glosses is a philological glossary attributed to the first-century CE grammarian Apion of Alexandria. It survives only in fragments, comprising 158 identified passages that explain difficult vocabulary in the Homeric epics through meaning, etymology, and usage. Operating within the Alexandrian scholarly tradition of textual criticism and Homeric exegesis, the work systematically addresses obscure Homeric words, analyses variant readings to establish the text, and provides commentary that continues the established philological method. The treatise is preserved indirectly through quotations in later works, primarily the Homeric Lexicon of Apollonius Sophista, with additional fragments found in later grammatical texts and Homeric scholia, having been absorbed into the subsequent scholarly tradition. Apion’s glosses contributed directly to the tradition of Homeric lexicography, being cited by later grammarians like Herodian and influencing Byzantine and Renaissance scholarship. The fragments provide key insight into the methods of Homeric study during the early Roman Empire.

ἄαπτον· ... καὶ «χεῖρας ἀάπτους» μεγάλας ἀπροσπελάστους, ὧν οὐχ ἅψαιτό τις. εἰ δὲ ψιλωθείη, τὰς ἀπτοήτους ... καὶ οἱ μὲν δασύνοντες τὸ δεύτερον α ἀκούουσι ἀπροσπελάστους, ὧν οὐκ ἄν τις ἅψαιτο, οἱ δὲ ψιλοῦντες ἀπράκτους. οἱ δὲ τὰς ἀνεκφεύκτους καὶ χαλεπάς. Ἀπίων δὲ δασύνει· βούλεται γὰρ ἀποδιδόναι ἀπροσπελάστους, ὧν οὐκ ἄν τις ἅψαιτο, ἢ τὰς πολλοῖς προσπελαζούσας.

ἀβάκησαν· ... σημαίνει δὲ τὸ ἠγνόησαν ... ὁ δὲ Ἀπίων κατὰ στέρησιν τοῦ βάζειν, τὸ δὲ λέγειν καὶ ἱστορεῖν, οἱονεὶ φάζειν, ὅπερ ἐστὶ φράζειν κατὰ παράλειψιν τοῦ ρ

Ἀβαρβαρέη· ὁ Ἀπίων παρατίθεται Ναΐδος εἶναι Νύμφης ὄνομα· «Νηὶς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι».

Ἀβίων ... ὁ μὲν Ἀρίσταρχος ὡς ἔθνους οὕτω λεγομένου ἀκούει ... ἢ ὡς δικαίως βιούντων κατὰ στέρησιν τῆς βίας, ἢ τῶν ὡρισμένον βίον οὐκ ἐχόντων ... οἱ δὲ τοὺς μακροβίους. οἱ δὲ κατὰ τῶν ὀνοματικῶς λεγομένων Ἀγαυῶν πάντα ἐπίθετα λέγεσθαι, τοὺς ἱππημολγούς, τοὺς δικαιοτάτους καὶ ἀβίους γλακτοφάγους. ὁ δὲ Ἀπίων ἤτοι κοινῶς καὶ ὁμοίως βιούντων, ἢ τοῖς βίοις ἐλλειπόντων. ἔνιοι δὲ κακοβίων ... ἄλλοι δὲ περισπῶντες, ἀβιῶν, δέχονται τῶν βιοῖς μὴ χρωμένων· οὕτω γὰρ τὰ τόξα βιοὶ λέγονται.

ἄβρομοι· σὺν βρόμῳ πολλῷ· ... καὶ τὸ αὐίαχοι μετὰ ἰαχῆς μεγάλης ... ὁ δὲ Ἀπίων ἤτοι ἄφωνοι καὶ ἥσυχοι ὡς ἂν παρατάξεως οὐχὶ γιγνομένης. βρόμος δὲ κατὰ μίμησιν ἡ ποιὰ φωνή. βέλτιον δὲ τὸ πρῶτον, ὅ ἐστι πολύβρομοι καὶ πολυίαχοι· ἀεὶ γὰρ αὐτοὺς κεκραγότας εἰσάγει, οἷον «Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὥς», ἐν ταῖς εὐπραγίαις ἐπαιρομένους.

ἀγαυόν· καλόν, ἐπιφανές, θαυμάσιον. ὁ δὲ Ἀπίων καλός, σεμνός, ἀπὸ τοῦ πολλαχῶς γαίειν, ὅ ἐστι γαυριᾶν.

ἄγρωστις· εἶδος βοτάνης ... ὁ δὲ Ἀπίων ἀπὸ τοῦ ἐν ἀγροῖς γίνεσθαι. ἢ ἀγρόεσθις ἡ ἐν ἀγροῖς ἐσθιομένη.

ἀγύρτης, ἀγυρτάζειν τ χρήματʼ ἀγυρτάζειν· τὰ δῶρα συναθροίζειν, συλλέγειν. Ἀγύρτας, συναθροιστάς, μάντεις, ὡς Ἀπίων. ἀγύρτας· συναθροιστάς. μάντεις. ὡς Ἀπίων. ἀγύρτης· πτωχός, ὀχλαγωγός ... ἔστι δὲ καὶ βόλος κυβευτικὸς καὶ Γάλλος καὶ μάντις, ὡς Ἀπίων.

ἀέσαι· ἐπὶ πολὺ κοιμηθῆναι, κατὰ στέρησιν τοῦ ἕσαι, ὅ ἐστιν ὁρμῆσαι. ἢ ὡς ὁ Ἀπίων, ἐπὶ πολὺ ἡσθῆναι.

ἀθύρει· παίζει, καὶ ἀθύρματα παίγνια ... ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὴν λέξιν φησὶν ἀπὸ τοῦ πολλαχῶς θύειν, κατὰ πρόσθεσιν τοῦ ρ, ὃν τρόπον καὶ ἡ ἀιδρίη ἀιδία τις οὖσα.

αἴητον· ... ἤγουν τὸ μέγα μεθʼ ὁρμῆς. ὁ Ἀπίων προθεὶς τὴν λέξιν φησὶν αἰητόν· πνευστόν, πυρῶδες. τάσσεται δʼ ἐπὶ τοῦ Ἡφαίστου ἡ λέξις· τὸ γὰρ φυσώμενον μέγα γίνεται. οἱ δὲ αἰετηδὸν παρὰ τὸν ἀετόν.

ἀικάς· τὰς φορὰς καὶ τὰς ὁρμάς, ἀπὸ τοῦ ἀίσσειν ... ὁ δὲ Ἀπίων λέγει ἀπὸ τοῦ ἄκοντα τὰ βέλη ἰέναι, καθό φησι καὶ ἀκόντιον λέγεσθαι.

αἱμασιάς· ... ἔστι δὲ τὸ ἐκ τῶν λίθων περιτείχισμα. ὁ δὲ Ἀπίων ἐτυμολογῶν φησιν ἀβασίας, ἐφʼ ἃς οὐκ ἔστιν ἐπιβῆναι. Ἀπίων ἀβασία, ἐφʼ ἣν οὐκ ἔστιν ἐμβῆναι.

αἰσυντῆρι· νεανίᾳ· ... ὁ δὲ Ἀπίων ἀποδίδωσι βασιλεῖ, καὶ ἐτυμολογῶν φησιν αἰσυητῆρι τῷ τηροῦντι τὰ αἴσια, τουτέστι τὰ δίκαια. μᾶλλον δὲ νεανίας ἐστί· βέλτιον γὰρ ἐπεξηγεῖται εἰπὼν «τοῦ περ χαριεστάτη ἥβη». ὁ Ἀπίων τῷ βασιλεῖ τῷ τηροῦντι τὰ αἴσια, ὅ ἐστι τὰ δίκαια.

αἴσυλα· παράνομα, ἁμαρτωλά. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὰ σεσυλημένα τῆς αἴσης, τουτέστιν ἁμαρτωλά. ἁμαρτωλά, παράνομα. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὴν λέξιν φησὶ τὰ σεσυλημένα τῆς αἴσης, τουτέστιν ἁμαρτωλά. βέλτιον δὲ τὸ μὴ δοκεῖν ἐγκεῖσθαι τὰ σεσυλημένα· οὐκέτι γὰρ ἡ αἶσα φανήσεται ἐγκειμένη. ἔστιν οὖν αἴσυλα ... ἀαίσυλα, ἐστερημένα τῆς αἴσης, τουτέστι τοῦ καθήκοντος.

ἅλις· ὡς Ἀπίων ἀθρόως.

ἀμάρη· ἡ ὑδρορόη ... ὁ δʼ Ἀπίων ὁμοῦ καὶ ὁμοίως καὶ ἅμα καὶ ὁμαλῶς ῥέουσα.

ἀνδραχθέσι· οὓς καὶ ἀνὴρ βαστάζων βαρυνθείη ἂν ὑπερμεγέθεις ὄντας λίθους ... ὁ Ἡλιόδωρος μέγα βάρος παρεχόμενα τοῖς ἀνδράσιν, ὁ δὲ Ἀπίων τοῖς ἀνδρὸς βάρος ἔχουσιν. ἢ οἷον ἀνδραχέσιν, κατὰ παρένθεσιν τοῦ θ, ἵνʼ ᾖ τοῖς ἀνδράσιν ἄχος ποιοῦσιν.

ἄντυξ· ἐπὶ μὲν τῆς ἀνωτάτω περιφερείας τοῦ ἅρματος ... ἐπὶ δὲ τῆς κάτωθεν περιφερείας τῆς ἀσπίδος ... εἴρηται δὲ ἀπὸ τοῦ ἄνω τοῦ ὅλου τετύχθαι, ὅ ἐστι κατεσκευάσθαι. ὁ δὲ Ἀπίων φησίν, οὕτως ὠνομάσθη ἀπὸ τοῦ ἀντέχεσθαι τῆς ὅλης κατασκευῆς. βέλτιον δὲ ἀπὸ τοῦ ἄνω τετύχθαι.

ἀρητόν· εὐκτόν, ἢ βλαβερόν, ἢ πολυχρόνιον, ὡς Ἀπίων. βέλτιον δὲ τὸ πρῶτον· θέλει γὰρ εἰπεῖν ὅτι τοῖς διʼ ὑπερβολὴν φιλοστοργίας γονεῦσιν ἀπολέσασι τοὺς γεννηθέντας ἡδὺ καὶ αἱρετὸν κλαίειν καὶ πενθεῖν.

ἰστέον ὅτι τὸ ἄρνυμαι τρία δηλοῖ κατὰ Ἀπίωνα τὸν διδάσκαλον· τὸ λαμβάνω, τὸ τιμωροῦμαι καὶ τὸ ἀντικαταλλάσσομαι καὶ δίδωμι.

ἆσε· ἐπὶ μὲν τοῦ ἔβλαψεν ... ἐπὶ δὲ τοῦ πληρῶσαι ... ὁ δὲ Ἀπίων ἀμφότερα ἐτυμολογῶν ἀπὸ τῆς ἄτης, οἷον ἀτῆσαι· πληρωτικὰ γὰρ τὰ κακά. ὁ δὲ Ἀπίων ἐκθέμενος ἀμφοτέρας τὰς δυνάμεις ἐτυμολογεῖ ἀπὸ τῆς ἄτης, οἷον ἀτῆσαι. πληρωτικὰ γὰρ τὰ κακά.

τὸ ἀστράγαλος τρία σημαίνει· τὸν ἐν σφυρῷ. καὶ τὸν σπόνδυλον ἁπλῶς. καὶ τὸν παιστικὸν ἢ πεσσικὸν βόλον. τὸ τοῦ Ἀπίωνος.

ἄστυ· πόλις. ὁ δὲ Ἀπίων ἐτυμολογεῖ ἀπὸ τοῦ εἰς ὕψος ἀνεστάλθαι.

αὐδήεσσα· ὁ Ἀπίων ὀνομαστὴ καὶ ἔνδοξος, οἷον αὐδωμένη, ἐπὶ Κίρκης καὶ Καλυψοῦς. τινὲς δὲ αὐδηέσσας αὐτὰς λέγουσιν, ὅτι εἰς ὁμιλίας ἦλθον ἀνθρώπῳ τῷ Ὀδυσσεῖ.

ἀχαρίστερον· ἀχαριστότερον. ὁ δὲ Ἀπίων λυπηρότερον.

ἄχος· ἡ λύπη ... ὁ δʼ Ἀπίων ἄχος τὴν λύπην τὴν σιωπὴν ἐπιφέρουσαν.

βαθυπέπλων· ὁ Ἀπίων καλῶν. τὸ αὐτὸ σημαίνει καὶ βαθυζώνων καὶ βαθυκόλπων· φαίνεται γὰρ ἐκ τῶν τοιούτων ἐπιθέτων ἅμα μὲν τὰ μεγέθη τῶν σωμάτων, ἅμα δὲ τὸ σεμνὸν τῆς περιστολῆς ...

βαμβαίνων· διὰ τρόμον οὐκ ἠρεμοῦσαν τὴν βάσιν ποιούμενος. ὁ δὲ Ἀπίων βῆμα πρὸ βήματος βαίνων καὶ πορευόμενος. ἢ ἀπὸ τοῦ γινομένου ψόφου περὶ τὸ στόμα.

βέρεθρον· Ἀπίων ὁ πηλώδης τόπος, ἀπὸ τοῦ οἱονεὶ βάραθρον εἶναι καὶ βάρος ποιεῖν τῷ ἄρθρῳ τοῦ ποδός, ἢ τὴν γῆν θραύειν.

βλήτροισι· τοῖς κατὰ τὰς συναρμογὰς γόμφοις. ὁ δὲ Ἀπίων … «κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ».

βοάγρια· αἱ ἀσπίδες. ὁ δὲ Ἀπίων τὰ ἐκ βοῆς ἠγρευμένα, τουτέστι τῆς μάχης, λάφυρα.

δύη· κακοπάθεια ... ὁ δὲ Ἀπίων κάκωσις, ἀπὸ τοῦ εἰσδύνειν τὰ κακά.

ἐρέχθων· ... ὁ δʼ Ἀπίων ἐρέχθων λέγει διακόπτων.

εὐνή· ἡ κοίτη. παρὰ τὸ εὕδω ... ἢ παρὰ τὸ νῶ τὸ σωρεύω ... τρία δὲ σημαίνει ἡ λέξις παρὰ τῷ Ποιητῇ, τὴν κοίτην, ὡς ὅταν λέγῃ «εὐνῇ ἐν μαλακῇ», τὴν ἄγκυραν, ὡς ἐν τῷ «εὐνὰς δʼ ἔβαλον», καὶ τὴν διατριβήν· «ὅθι φασὶ θεάων ἔμμεναι εὐνάς».

ζαφελῶς· ὁ μὲν Ἀπίων μεγαλοκότως. ἐπιφέρει δὲ τὸ μενεαίνειν, διʼ οὗ σημαίνει τὸ ἐγκοτεῖν· ὅθεν κρεῖττον νοεῖν ἐκ τοῦ ζα καὶ τοῦ ὀφέλλειν, ὅπερ ἐπὶ τοῦ αὐξαίνειν τίθεται. μεγάλως οὖν καὶ ηὐξημένως μενεαίνει καὶ χολοῦται.

ζῶστρα· Ἀπίων τὰ ἐνδύματα τῶν ἀνδρῶν· «ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα». ὁ δὲ Ζηνόδωρος βέλτιον τὰ ζώματα, τὰς ζώνας.

ἡμερίς· ἄμπελος ... ὁ δὲ Ἀπίων ἀπὸ τοῦ ἡμεροῦν ἡμᾶς.

θαλαμηπόλος· ἡ περὶ τὸν κοιτῶνα ἢ περὶ τὸν θάλαμον διατρίβουσα ἢ ἀναστρέφουσα. Ἀπίων δὲ κοιτωνοφύλαξ, νυμφαγωγός, τοῦ θαλάμου ἐπιμελουμένη.

θαλπωρή· χαρά. ὁ δὲ Ἀπίων ἡδονή. ἐπὶ δὲ τῆς χαρᾶς ὑγιῶς· ἡ γὰρ διάχυσις τῆς ψυχῆς ἀφωμοίωται τοῖς θαλπομένοις, καὶ ὥσπερ τὸ ἰαίνεσθαί ἐστι διαχεῖσθαι καὶ θερμαίνεσθαι, καὶ τὸ κατὰ ψυχὴν δὲ χαίρειν καὶ διαμάχεσθαι ἰαίνεσθαι λέγεται ...

θέλγειν· ὁ μὲν Ἀπίων ἀνιᾶν, ἀμαυροῦν. οὐκ ἔοικε δὲ τοῦτο ἡ λέξις ὑπογράφειν, ἀλλὰ γενικῶς τὸ μεταβολήν τινα ψυχῆς ποιεῖσθαι. καὶ ἔστι τὸ ἔτυμον τοῦ θέλγειν εἰς τὸ θέλειν ἄγειν.

θεσπέσιον· ὁ μὲν Ἀπίων συνθέτου τῆς λέξεως οὔσης ἀποδίδωσι θεσπέσιον τὸ ἐκ θεοῦ ἑπόμενον ἢ ἐκ θεοῦ λεγόμενον· δύναται δὲ καὶ παραγώγως θεῖον εἶναι.

θήρ· κατʼ ἐξοχὴν ὁ λέων, ἀπὸ τοῦ θοῶς ὀρούειν, ὡς Ἀπίων.

θρυλίχθη· ὁ μὲν Ἀπίων συνεθραύσθη· «θρυλίχθη δὲ μέτωπον». ἔνιοι δὲ παρεσύρθη, τινὲς δὲ ἐδρύφθη.

ἰονθάδος· ὁ μὲν Ἀπίων τῆς δασείας, οἷον τῆς ἰόνθους ἐχούσης, ἢ τῆς ἰούσης θοῶς. τινὲς δὲ ἀκμαίας· ... διὰ δὲ τοῦ Ἀριστάρχου ὑπομνήματος ἰονθάδος ἔνιοι ἀποδιδόασι τελείου ... Ἀπίων τῆς ἰούσης θοῶς ἢ ἰόνθους ἐχούσης, οἷον ἐκφύματα σκληρά.

γελοίως ὁ Ἀπίων ἱπποκορυστὰς ἀποδέδωκε τοὺς κόρυθας ἔχοντας ἱππείαις θριξὶ κεκοσμημένας. εἰ γὰρ παρὰ τὴν κόρυν συνέκειτο, κἂν ἱπποκόρυθες ἐλέγοντο. νῦν δὲ σημαίνει τὸν ἐφʼ ἵππων ὁπλίτην· κορυστὴς γὰρ ἀπὸ μέρους ὁπλίτης καὶ μαχητής.

κήξ· ὁ μὲν Ἀπίων φησὶν ὁ λάρος· λέγεται δὲ καὶ καύηξ. ἄδηλον δὲ εἰ καὶ Ὅμηρος ταῦτα σημαίνει· οἶδε γὰρ καὶ τὸν λάρον ἐν οἷς φησι «λάρῳ ὄρνιθι ἐοικώς». μήποτʼ οὖν ἄλλο τι θαλάσσιον ὄρνεον· «ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ». ὁ λάρος κατὰ Ἀπίωνα.

κινύρετο· ... κυρίως δὲ κινύρεσθαί ἐστιν ἐπὶ βοὸς καὶ εἴρηται παρὰ τὸ κινεῖν τὴν οὐρὰν ἐν τῷ μυκᾶσθαι. καὶ Ἀπίων δὲ εὑρὼν τὴν ἐτυμολογίαν παρὰ Ἀπολλοδώρῳ ταύτην, ὅτι ταῦρος λέγεται παρὰ τὸ τείνειν τὴν οὐράν, μετέθηκε τὴν εὕρεσιν τῆς ἐτυμολογίας.

κλίσιον· ... ὁ μὲν Ἡλιόδωρος τὰς κύκλῳ καὶ ἔξω καταλύσεις εἴρηκεν, ὁ δὲ Ἀρίσταρχος κυκλόθεν τοῦ οἴκου οἷον ἐκ στιβάδων ᾠκοδομημένον, πρὸς οὗ καὶ οἱ θρόνοι ἔκειντο, ὥστε οὖν καὶ ἐπʼ αὐτῶν καθιζομένους δειπνεῖν καὶ ἐγκοιμᾶσθαι. ὁ δὲ Ἀπίων φησὶν οὕτως· κλίσιον ἡ βάσις, ἐφʼ ἧς κεῖται ὁ θρόνος· «περὶ δὲ κλίσιον θέε πάντῃ», ὅ ἐστι διʼ ὅλου τοῦ οἴκου.

κλιτύς· ὁ μὲν Ἀπίων τὸ καταφερὲς τῶν ὑδάτων· κρεῖσσον δὲ νοεῖν τὰ ἀποκλίματα τῶν ὀρῶν. ὁ μὲν Ἀπίων τὸ καταφερὲς τῶν ὑδάτων ...

κλυτόπωλος· ὁ μὲν Ἀπίων ἵππους ἀγαθοὺς ἔχων, ὁ δὲ Ἀρίσταρχος ἐπὶ τοῦ «ψυχὴν δʼ Ἄιδι κλυτοπώλῳ» ἀκούει κλυτὴν ἐπιπώλησιν, διὰ τὸ τοὺς τελευτῶντας ἐξακούεσθαι διά τε τοὺς θρήνους καὶ τὰς οἰμωγὰς τὰς ἐπʼ αὐτοῖς.

κλωμακόεσσαν· ὁ μὲν Ἀπίων τραχεῖαν καὶ ὀρεινήν.

κνώδαλον· ὁ Ἀπίων θηρίον θαλάσσιον, ἀπὸ τοῦ ἐν ἁλὶ κινεῖσθαι· καταχρηστικῶς δὲ λέγουσι καὶ τὰ ἄλλα θηρία κνώδαλα. ὁ μὲν Ὅμηρος ἃ μὲν νοεῖ θαλάσσια θηρία, οἱ Αἰολεῖς λέγουσι κνώδαλα. Ὅμηρος δὲ ἅπαξ πᾶν θηρίον.

κολωνός· πᾶν ἀνάστημα τῆς γῆς ... ὁ δὲ Ἀπίων παρεὶς τὸ σημαινόμενον, προθεὶς δὲ τὸ Κολώνη, πόλις Τρωϊκή.

κόνις· ἡ πεδιὰς λέγεται καὶ ἡ ἐκ τέφρας σποδός ... οἱονεὶ κίνις, ἀπὸ τῆς κινήσεως. λέγει δὲ τὴν αὐτὴν κονίην ... ὁ δὲ Ἀπίων μάχην εἶναι ἔφη.

κορύνη· ἑτερόρροπον ξύλον. ὁ δὲ Ἀπίων κολλορόβου τι γένος.

κορώνη· ἐπὶ μὲν τοῦ ζῴου ... εἶναι δέ φησιν ὁ Ἀπίων τὴν αὐτὴν τῷ λάρῳ καὶ τῇ αἰθυίῃ.

κορωνίδες· αἱ καμπυλόπρυμνοι· λέγει γὰρ οὕτως τὰς ναῦς. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὰς κορωνίδας φησὶ καρανίδας, ἀπὸ τοῦ κάρα αὐταῖς ἐπικεῖσθαι, τουτέστι τὸ τέλος· παρʼ ὃ καὶ ἐν τοῖς βιβλίοις ἐπὶ τέλους κορωνὶς γέγραπται.

κοτύλη· πᾶν τὸ κοῖλον. ὁ δὲ Ἀπίων τὸ κοῖλον τῆς χειρός.

κρῖ· ὁ μὲν Ἀρίσταρχος τὸ αὐτὸ τῷ κριθὴν σημαίνειν, εἰρῆσθαι δὲ οὐ κατʼ ἀποκοπήν, ὡς ἐνόμισαν, ἀλλὰ μετεσχηματίσθαι τὸ θηλυκὸν εἰς οὐδέτερον τὸ κρῖ. ὁ δὲ Ἀπίων γένος τι οὐ πάντως κριθή.

κροτάφοις· κυρίως μὲν ἡ λέξις ἐπὶ τῶν ζῴων τῶν κερατοφόρων, διὰ τὸ ἐξ αὐτῶν τῶν μερῶν φύεσθαι τὰ κέρατα, οἱονεὶ κερατοφόροι τινὲς ὄντες· ἢ ὅτι κρούουσι τὴν ἁφὴν παλλόμενοι, οἷον κρούταφοι· ὡς δὲ Ἀπολλόδωρος, ὅτι συγκεκρότηνται ἀμφοτέρωφθεν· ὡς δὲ Ἀπίων, ὅτι τῆς κόρσης ἅπτονται τουτέστι τῆς κεφαλῆς. οὕτως Σωρανός.

κυνέη· κυρίως ἡ περικεφαλαία ἡ ἐκ κυνείων δερμάτων, καταχρηστικῶς δὲ ἡ ἐξ ἄλλων ... ὁ δὲ Ἀπίων περικεφαλαίας γένος. ἔστι δὲ αὕτη τοῖς κατὰ μέτωπον καὶ μικρὸν ταῖς ὄψεσι ἐπισκοτοῦσα.

κύντερον· κυνότερον, ἀναιδέστερον. ὁ δὲ Ἀπίων ἀγριώτερον.

λαβρεύεαι· ὁ μὲν Ἀπίων προγλωσσεύῃ καὶ μεγαληγορεῖς· ἔστι γὰρ κυρίως λάβρον μέγα κατὰ τὴν βοράν· τὸ γὰρ λα μέγα δηλοῖ. μεταφορικῶς οὖν κεῖται ἐπὶ τοῦ μεγάλα βουλομένου διὰ τὸν λόγον ἐμφαίνειν. πρὸ καιροῦ πολυλογεῖς καὶ λάλος γίγνῃ καὶ οἷον ἀθρόως λέγεις, ἀμέτρως.

λαῖτμα· ὁ μὲν Ἀπίων τὸ ὅρμημα τῆς θαλάσσης, κατὰ μίμησιν τοῦ ψόφου· ἔνιοι δὲ παρὰ τὸ λα, ὅ ἐστιν ἐπὶ τοῦ μεγάλου.

λαοσσόος· ἡ τοὺς λαοὺς σοοῦσα, ὅ ἐστι σοβοῦσα καὶ ἐπὶ πόλεμον ὁρμῶσα. ὁ δὲ Ἀπίων ἡ τοὺς λαοὺς σῴζουσα.

λειριόεντα· ἁπαλόν. λείριον γὰρ τὸ ἄνθος παρὰ τὴν λειότητα· οἱ δὲ ὄπα λειριόεσσαν τὴν προσηνῆ, Ἀπίων δὲ τὴν ἡδεῖαν.

λήιον· τὸ σιτοφόρον χωρίον· ὁ δὲ Ἀπίων ἐτυμολογῶν φησί· «λεαίνει γὰρ τῇ τροφῇ· ἀγριοῦνται γὰρ οἱ λιμώττοντες». βέλτιον δὲ ε ψιλῷ διὰ τὴν ἐπιφαινομένην κατʼ ἴσον λειότητα τῶν σταχύων.

λικριφίς· ἐκ πλαγίων, καὶ λέχριον τὸ πλάγιον. ὁ δὲ Ἀπίων λοξῶς.

μακών· ὁ μὲν Ἀπίων βοήσας, ἔστι δὲ ἰδίωμα βοῆς.

μεσόδμη· ὁ μὲν Ἀπίων τὸ ξύλον τὸ ἀπὸ τῆς τρόπεως ἕως τοῦ ἱστοῦ, ᾧ δέδεται ὁ ἱστός, οἱονεὶ ἡ ἐν τῷ μέσῳ τῆς νεὼς δεδομημένη.

μεταμώνια· μάταια, ἀπὸ τοῦ μετὰ τῶν ἀνέμων ἰέναι, οἷον ἀνεμοφόρητα· οὕτως Ἀπίων. οἱ δὲ τὰ μεταμελείας ἄξια.

μηκάδες· ἢ αἱ μηκώμεναι αἶγες· ἢ κραυγάστριαι. ἔνιοι δὲ τὰς κερατώδεις ... Ἀπίων δὲ τοκάδας.

μῆνις· ὁ μὲν Ἀπίων μάνις· οἱ γὰρ ὀργιζόμενοί πως μαίνονται. Ἀρίσταρχος δὲ κότος πολυχρόνιος, ἀπὸ τοῦ ἐπιμένειν ἤγουν ἐγκεῖσθαι. Ἀπίων μάνις· οἱ γὰρ ὀργιζόμενοι μαίνονται.

μόθος· ὁ Ἀπίων πόνος, μάχη, φρύαγμα.

νεαίρῃ· ὁ μὲν Ἀπίων ἀποδίδωσι κατωτάτῃ. προσεχέστερον δὲ τὸ ἐσχάτῃ, κατὰ τὸ ἔσχατον μέρος, ὅτε φησὶ «νειαίρῃ δʼ ἐν γαστρί» ... ἐπὶ μέντοι τοῦ «νειόθεν ἐκ κραδίης» κάτωθεν εἴ τις μεταφράζοι, οὐκ ἀτόπως μεταλήψεται, ὡς καὶ Ἀπίων· στενάξαι γάρ φησιν οὐκ ἄνωθεν ἀλλʼ ἐκ τῶν ἐσχάτων μερῶν, καθὸ καὶ ἡ καρδία.

νέποδες· Ἀπίων ἄποδες. ἢ νηξίποδες ἢ ἀπόγονοι. τὸ μὲν οὖν ἄποδες ψεῦδος· ἔχουσι γὰρ πόδας αἱ φῶκαι· τὸ δὲ ἀπόγονοι παράκουσμα τῶν νεωτέρων ποιητῶν.

νηγάτεον· ὁ Ἀπίων νεωστὶ κατεσκευασμένον ἢ εὖ νενησμένον. βέλτιον δὲ παρὰ τὸ νεωστὶ γεγενῆσθαι, ὡς σύνθετον.

νήδυμος· ... ὁ δὲ Ἀπίων ἐτυμολογῶν φησιν ἄδυμος, ὃν οὐκ ἔστιν ἀποδύσασθαι διὰ τὸ βάθος.

νηπύτιοι· ὁ μὲν Ἀπίων ἄφωνοι, ὡς ἐκ τοῦ νή καὶ τοῦ ἠπύειν, ὅ ἐστι φωνεῖν. οὐκ ἔστι δέ, ἀλλʼ ἐπέκτασίς ἐστι τοῦ νήπιοι.

νιφάδεσσι· ὁ μὲν Ἀπίων ψεκάδας, ἔστι δὲ κατὰ τὸ ὑγιὲς αἱ τῆς χιόνος κατʼ ὀλίγον ἀπόρροιαι· οἶδε γὰρ τὰς ψεκάδας δηλῶσαι, ψιάδας λέγων· «αἱματοέσσας δὲ ψιάδας».

ὀθόναι· τὰ περιβόλαια, παρὰ τὸ ἕσασθαι, ἐσθόναι τινὲς οὖσαι. ὁ δὲ Ἀπίων ὀθόνην τὴν ζώνην ἀποδέδωκεν.

οἰσυίνῃσι· ταῖς ἐκ τῆς οἰσύας πλεκομέναις. ὁ δὲ Ἀπίων γένος σχοινίου ἢ λύγου.

ὀνειρείῃσι πύλῃσιν δ ὀνειρείῃσι πύλῃσιν· ὁ μὲν Ἀπίων τῷ ὕπνῳ· διὰ γὰρ τούτου ὄνειροι ἐκπέμπονται. ἡμῖν δὲ φαίνεται κυρίως κατὰ τὸ μυθικόν.

ὀξυόεντι· ὁ μὲν Ἀπίων ὀξεῖ ἔγχεϊ· ὀξυόεντι δὲ ὀξυίνῳ.

ὅπλα· ... σημαίνει δὲ ἡ λέξις καὶ τὰ τῆς νεὼς σχοινία καὶ τὰ χαλκευτικὰ ὄργανα, ὥς φησιν Ἀπίων. ὅπλα· ... σημαίνει καὶ τὰ χαλκευτικὰ ὄργανα, ἤγουν ἐργαλεῖα, ὥς φησιν Ἀπίων, Ἰλιάδος Σ ἐκ τοῦ «φύσας».

ὀπός· Ἀπίων τὸ τῶν δένδρων δάκρυον· ὅθεν καὶ ἡ σμύρνα καὶ ὁ λίβανος οὕτω λέγεται. ἀφʼ οὗ καὶ ἡ ὀπώρα, ὅτι ὀπὸς αὐτὴν ὠρεῖ, ὅ ἐστι φυλάσσει. οὐκ ἀπιθάνως· ὀπὸς γάρ ἐστιν ἀπὸ τοῦ ἐπεῖναι κατὰ τὴν ἐπιτομήν.

ὀπύειν· ὁ μὲν Ἀπίων ὁμιλεῖν. οὐκ ἔστι δέ, ἀλλὰ τὸ κατὰ νόμους γυναῖκα συνοικεῖν ἀνδρί.

ὀπωπή· πρόσοψις· ὁ δʼ Ἀπίων τὴν ἐν τῷ προσώπῳ ἀποδίδωσι.

ὀρεσκῴοισι· οἱ μὲν Κένταυροι ἐπιθετικῶς εἰσιν εἰρημένοι. ὁ δὲ Ἀπίων διχῶς φησιν, ὀρεσιοίκων ἢ ὀρεσικοίτων. οἱ γὰρ οἶκοι οὐκ ἔγκεινται. παρὰ δὲ τὸ κεῖαι, ὅ ἐστι κοιμηθῆναι, δύναται εἶναι Ἰακῶς· καὶ γὰρ διὰ τῆς ει εἴρηκεν ὀρεσκείοις.

ὀρόν· ὁ μὲν Ἀπίων, ἓν ἀνθʼ ἑνός, γάλα. οὐκ ἔστι δέ, ἀλλʼ ἡ ὑδατώδης ὑπόστασις τοῦ γάλακτος ... εἴρηται δὲ ἀπὸ τοῦ ἐξορούειν τοῦ γάλακτος ...

ὀρσοθύρη· Ἀπίων θύρα ὑψηλή, διʼ ἧς ἔστι καταβαίνοντα ὀροῦσαι, ὅ ἐστι πηδῆσαι, ἢ ἀνιόντα πηδῆσαι, διὰ τὸ μὴ ἔχειν βαθμούς.

ὄρχος· ὀρχάτου διαφέρει· ὄρχος γάρ ἐστιν ὁ βόθρος, εἰς ὃν ἐντίθεται τὸ φυτὸν πρὸς μοσχείαν, παρὰ τὸ ὀρύσσω, ὀρυχόν τινα ὄντα, ὄρχατον δὲ τὴν ἐπίστιχον φυτείαν, παρὰ τὸ ἔρχεσθαι ... Ἀπίων δὲ ἐτυμολογεῖ παρὰ τὸ ὄρνυσθαι τὴν γῆν πρὸς φυτείαν.

οὐδενόσωρα· οὐδὲ μιᾶς φροντίδος ἄξια· ὠρεῖν γὰρ τὸ φροντίζειν καὶ φυλάσσειν ... Ἀπίων δὲ οὐδενὸς φυλακτικά.

οὔθατα· ὁ μὲν Ἀπίων μαστοί ...· ἔνιοι δὲ τὰ μέσα τῶν ἔντοσθεν, ἅπερ περιεκτικά ἐστι τῶν μαστῶν.

οὐλοχύτας· ὁ μὲν Ἀπίων τὰ μαζοβόλια· ἐν τούτοις γὰρ ἀνακέχυνται αἱ οὐλαί. φαίνεται δὲ νοῶν τὰ ἀγγεῖα, ἐν οἷς αἱ κριθαὶ κέχυνται. ἴσως δὲ ταῦτα σημαίνει. ὅταν δὲ λέγῃ «καὶ οὐλοχύτας ἀνέλοντο», σαφὲς ὡς αὐτὰς τὰς κριθὰς σημαίνει, οἷον τὰς ὅλας χεομένας ἐπὶ τῶν σπονδῶν.

ὄψον· ὁ μὲν Ἀπίων κακῶς τὸ κρέας· ἀντιμαρτυρεῖ γὰρ ὁ ποιητὴς «καὶ τὸ κρόμυον ποτῷ ὄψον». ἔστιν οὖν πᾶν προσόψημα ὄψον ...

παλαιφάγου· ὁ Ἀπίων πάλαι ἐσθιομένης· ἐπὶ γὰρ τῆς δρυός φησιν «οὐ γὰρ ἀπὸ δρυός ἐστι παλαιφάγου».

παλάξαι· μαλάξαι Ἀπίων καὶ συνθραῦσαι. ἔστι δὲ μᾶλλον βρέξαι, ἀφʼ οὗ καὶ πηλὸς ἡ βεβρεγμένη γῆ.

Παλλάς· ἐπίθετον ἴδιον Ἀθηνᾶς, ὡς μὲν Ἀπίων ἀπὸ τοῦ παίειν τοὺς λαούς, ἢ ἀπὸ τοῦ πάλλειν τὸ δόρυ, ἢ ἀπὸ τοῦ πάλλειν κατὰ τὴν ἡλικίαν· παρθένος γάρ ἐστιν, ὅθεν καὶ ὁ πάλλαξ ὠνόμασται. ἔνιοι δὲ ὅτι Πάλλαντα ἀνεῖλεν ἕνα τῶν Γιγάντων· τοῦτο δὲ οὐκ ἄν τις ἐξ Ὁμήρου παραστήσειε ...

παλύνω· ὡς μὲν Ἀπίων, τὸ μολύνειν καὶ βρέχειν. ἄμεινον δὲ τὸ λευκαίνειν. Ἰλιάδος Κ. παρὰ τὴν πάλην ἢ παλίνην ...

πείρινθος· ὃ κυρίως πείρινθα λέγεται. σημαίνει δὲ τὸ τετράγωνον ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθενται τὰ κομιζόμενα. οὕτως Ἀπίων. ὁ δὲ Δίδυμος τὸ ἐκ ῥιπῶν πεπλεγμένον πλινθίον, ῥιπέντα οὖν καὶ ὑπερθέσει καὶ πλεονασμῷ τοῦ ι, πείρινθα. ἢ παρὰ τὸ περιθέειν πέρινθος καὶ πλεονασμῷ τοῦ ι πείρινθος.

πεξαμένη· ὁ Ἀπίων κτενισαμένη, καὶ ὁ Ἀπολλόδωρος. ἐπιφέρει δὲ καὶ τὸ τὰ ἔρια ξαίνει κείρειν· ταὐτὸ πέξαι καὶ ὁ πόκος. δηλοῖ δὲ καὶ τὸ καταξάνασα.

πεφράδοι· διασημάνειεν. ὁ δὲ Ἀπίων εἴποι, τοῦ Ἀριστάρχου σεσημειωμένου ὅτι τὸ φράσαι οὐδέποτε ἐπὶ τοῦ εἰπεῖν τάσσεται.

πηδῷ· τῷ πλάτει τῆς κώπης, ὡς μὲν Ἀπίων, ἀπὸ τοῦ παίειν, ὡς δʼ ἔνιοι, ἀπὸ τοῦ ξύλου τοῦ πηδίνου λεγομένου, ὡς δὲ πιθανώτερον, ἀπὸ τοῦ κατὰ τὴν πῆξιν ὥσπερ πηδᾶν τὴν κώπην.

πῖαρ· τὸ λιπαρὸν καὶ πιότατον. ὁ δὲ Ἀπίων πεῖαρ ἀναγράφων καὶ τὸ πῖαρ, ὅ ἐστι πέρας, διὰ τοῦ ε καὶ ι θέλει γράφεσθαι, ὅ ἐστι «μέγα πεῖαρ ὀιζύος ἥ μιν ἱκάνει».

πολίον τε σίδηρον Ι πολιόν τε σίδηρον· τὸν λευκὸν καὶ λαμπρὸν μεταφορικῶς ... ὁ δὲ Ἀπίων φησίν· ὅταν κλασθῇ ὁ σίδηρος, λευκὸς φαίνεται· ἢ τίμιον· ἢ ὅτι διὰ πολλοῦ φαίνεται· ἡ δὲ δευτέρα καὶ ἀσαφὴς καὶ μακρόθεν· θέλει γὰρ τίμιον, καθὸ καὶ οἱ γέροντες πολιοὶ ὄντες τίμιοί εἰσι· τοῦτο δέ ἐστιν ἀπίθανον καὶ μακρόθεν· διὰ τοῦτο γὰρ οὐδέποτε εἶπε τὸν χρυσὸν πολιόν. καὶ τὸ τρίτον δὲ τῆς ἐτυμολογίας ἀβέβαιον.

ὢ πόποι Α πόποι· παπαῖ. ἐπίφθεγμα σχετλιαστικόν. Ἀπίων δέ φησιν, ὅτι δαίμονές εἰσι πόποι· καὶ ἔστιν ὦ δαίμονες.

πόρδαλις, πάρδαλις Ν πόρδαλις· τοῦ ποιητοῦ λέγοντός ποτε μὲν διὰ τοῦ ο στοιχείου «πόρδαλις ἠδὲ μέγας σῦς», ποτὲ δὲ διὰ τοῦ α «παρδαλέην ὤμοισιν ἔχων», Ἀπίων φησὶ διαφέρειν· πόρδαλιν μὲν γὰρ τὸ ἀρσενικόν, πάρδαλιν δὲ τὴν θήλειαν, καὶ τὸν μὲν ἀπὸ τοῦ προάλλεσθαι, τὴν δὲ ἀπὸ τοῦ παράλλεσθαι. ῥητέον δὲ ὅτι κοινῶς φαίνεται λέγων «θώων πορδαλίων τε λύκων τʼ ἤϊα πέλονται», ὥστε ἐπὶ τοῦ ζῴου διὰ τοῦ ο, ἐπὶ δὲ τῆς δορᾶς διὰ τοῦ α.

πότνια· σεβαστὴ καὶ ἔνδοξος. ὁ δὲ Ἀπίων δέσποινα, τιμία.

οἴνῳ Πραμνείῳ Λ πραμνείῳ· ἤτοι τῷ ἐκ τῆς πραμνείας ἀμπέλου οὕτω λεγομένης. οἱ δὲ τῷ παλαιῷ καὶ παραμεμενηκότι, οἱονεὶ παραμενείῳ τινὶ ὄντι. ὁ δὲ Ἀπίων πραμνείῳ οἷον πραϋντικῷ καὶ πραΰνοντι τὸ μένος τῶν πινόντων διὰ τὸ εὔποτον αὐτὸν εἶναι.

προβοῶντε· ὁ μὲν Ἀπίων προβαίνοντες· καὶ γὰρ «ἤιε μακρὰ βιβάς». ἢ φωνοῦντες, οἷον προεγκελευόμενοι μετὰ βοῆς.

πρόκας· οἱ μὲν ἐλάφους, οἱ δὲ ἕτερόν τι ζῴου εἶδος ὅμοιον λαγωῷ, ὃ καλεῖται δορκάς. Ἀπίων δὲ ἀπὸ τοῦ μεγάλα κέρατα ἔχειν ἐτυμολογεῖ, οἷον προκέρας, ἀπὸ τοῦ πρὸ τῆς ἡλικίας κέρας φύειν.

προτιβάλλεαι· ὁ μὲν Ἀπίων προκωλύεις· οἱ γὰρ πυκτεύοντες τῇ προβολῇ κωλύουσι. μήποτε δὲ ὡς οἱ Ἀττικοὶ προβάλλεσθαι τόνδε ἀντὶ τοῦ μισεῖν καὶ ἀφʼ ἑαυτῶν ῥίπτειν.

πυκινὸν λέχος Ι πυκινὸν λέχος· τὸ ἐπιμελῶς ἠσκημένον. ὁ δὲ Ἀπίων διὰ τὸ ἐκ πολλῶν ἱματίων τὰ στρώματα συντίθεσθαι.

πυλάρταο κρατεροῖο· μίαν διάνοιαν αἱρετέον διὰ τῶν δύο λέξεων· βούλεται γὰρ λέγειν τοῦ τὰς πύλας ἐπαρτῶντος ἰσχυρῶς, οἷον ἐφαρμόζοντος ... ὁ δὲ Ἀπίων πυλάρταο τοῦ ταῖς πύλαις προσηρτημένου, ἢ πυλωροῦ ἰσχυροῦ.

πύρνον· τὴν σιτοδοσίαν, τροφήν, παρὰ τὸν πυρόν. ὁ δὲ Ἀπίων τὰ μὲν πύρνα σιτία, τὸν δὲ πύρνον ψωμόν.

ῥήτρη· ὁ μὲν Ἀπίων ὁμιλία, ῥῆσις, ἀπὸ τοῦ ῥήσκειν, ὅ ἐστι λέγειν, ὅθεν καὶ ῥήτωρ ὠνόμασται βέλτιον δὲ τὴν ἐπὶ ῥητοῖς τισι συνθήκην ποιεῖν.

σιάλοιο· λιπαροῦ καὶ εὐτραφοῦς. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὴν λέξιν φησὶ σιάλους τοὺς μεγάλους σῦς, ἀπὸ τοῦ περὶ τοὺς ὀδόντας σιάλου.

Σίντιες· φημὶ Ὅμηρος φαίνεται λέγων ἄνδρας τινὰς ἐθνικῶς τὴν Λῆμνον οἰκοῦντας ... οὕτως δὲ καὶ Ἀρίσταρχος ἐδέξατο. ὁ δὲ Ἀπίων ἐπιφέρει· Σίντιες οἱ σινωταί, κακοῦργοι ἀπὸ τοῦ σίνεσθαι· ὅθεν καὶ ὁ λέων σίντης λέγεται. τινὲς δὲ τοὺς ἐν Λήμνῳ κατοικοῦντας Σίντιας ἀπέδωκαν. φαίη δʼ ἄν τις τὸ μὲν λέων σίντης ἐπιθετικῶς παρὰ τὸ σίνεσθαι ... οἱ δὲ Σίντιες ψιλῶς λέγονται ἐθνικῶς, οὐχὶ πάντως ἀπὸ τῆς αὐτῆς ἐννοίας, ἀλλʼ ὡς πολλὰ τῶν βαρβάρων ἐθνῶν, ἃ οὐ πάντως ἐτυμολογοῦμεν, ὡς οὐδὲ τοῦτο.

σκῶλος πυρίκαυστος Ν σκῶλος· σκόλοψ ... ὁ δὲ Ἀπίων ῥάβδος πεπυρακτωμένη. ἔστι δὲ καὶ πόλις ἐν Βοιωτίᾳ· «Σχοῖνόν τε Σκῶλόν τε». ὁ δὲ Ἀρίσταρχος ἀκάνθης τι γένος· ταύτας δʼ εἰώθασι πυρπολεῖν. Ἀπίων δέ φησι τὸν σκῶλον πεπυρακτωμένην ῥάβδον, ὁ δὲ Ἀπίων ῥάβδος πεπυρακτωμένη.

Σμινθεῦ· ἐπίθετον Ἀπόλλωνος, κατὰ τὸν Ἀρίσταρχον ἀπὸ πόλεως Τρωϊκῆς Σμίνθης καλουμένης. ὁ δὲ Ἀπίων ἀπὸ τῶν μυῶν, οἳ σμίνθιοι καλοῦνται. καὶ ἐν Ῥόδῳ Σμίνθεια ἑορτή, ὅτι τῶν μυῶν ποτε λυμαινομένων τὸν καρπὸν τῶν ἀμπελώνων Ἀπόλλων καὶ Διόνυσος διέφθειραν τοῦς μύας. ἀλλʼ Ἀρίσταρχος ἀπρεπὲς ἡγεῖται ἀπὸ χαμαιπετοῦς ζῴου τὸν θεὸν ἐπιθέτῳ κεκοσμῆσθαι ὑπὸ τοῦ ποιητοῦ.

σμῶδιξ· μώλωψ· καί φασιν ἐτυμολογοῦντες ἔνιοι σμῶδιξ εἶναι διὰ τὸ τοὺς μώλωπας παρʼ ὅλον τὸ σῶμα διαδήλους εἶναι «πυκναὶ δὲ σμώδιγγες». ὁ δὲ Ἀπίων οὕτως μεταφράζει· σμῶδιξ τὸ ἀπὸ τῆς πληγῆς οἴδημα.

σόλος· Ἀπίων δίσκος σιδηροῦς

σπιλάδες· ὁ μὲν Ἀπίων αἱ ἐν ὕδατι κοῖλαι πέτραι, ὁ δὲ Ἡλιόδωρος αἱ παραθαλάσσιοι πέτραι καὶ πεπιλημέναι ὑπὸ τῶν κυμάτων. Σ αἱ ἐν ὕδατι κοῖλαι πέτραι, ὡς Ἀπίων. Ἡλιόδωρος δὲ κτλ.

στίβη· δηλοῦται ὡς μὲν Ἀπίων ψῦχος, ὡς δὲ Ἡλιόδωρος πάχνη· Ἀπολλόδωρος τὸ ἐξ αἰθρίας ψῦχος.

συμφερτή· ἐπὶ τοῦ στίχου τούτου «συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν» ὁ Κομανὸς γενόμενός φησιν «ἤτοι ἡ εἰς ταὐτὸ συνέλευσις· συμφέρεσθαι γὰρ τὸ εἰς ταὐτὸ συνέρχεσθαι λέγεται ... »ἡμεῖς δὲ συμπεριφορητή ... καὶ γὰρ ὁ Ἀρίσταρχος τὴν ὅλην διάνοιαν ἐξηγούμενός φησι «σφόδρα καὶ κακῶν ἀνθρώπων εἰς ταὐτὸ συνελθόντων γίνεταί τις ἀρετή». ὁ δὲ Ἀπίων σύμφορος, ἡ ἐκ πολλῶν συνισταμένη.

συνέρρηκται· συνέφθαρται, ἀπὸ τοῦ ἔρρειν· οὕτως Ἀπίων. βέλτιον δὲ μεταφορικῶς τὸ ἔρρηκται εἰρῆσθαι, ἐπεὶ πᾶν τὸ ῥησσόμενον βλάπτεται πάντως.

σφαραγεῦντο· ὁ μὲν Ἀπίων ἐψόφουν, ὁ δὲ Ἡλιόδωρος βέλτιον κατεπονοῦντο.

σφάραγον· ὁ Ἀπίων φάρυγγα, ἀπὸ τοῦ περὶ αὐτὸν γινομένου ψόφου.

σφεδανόν· ὁ μὲν Ἀπίων σκληρόν. ἔστι δὲ μᾶλλον ἐπιτεταμένον.

σχέτλιος· ὁ μὲν Ἀπίων τάλας, ἀγνώμων, χαλεπός, ἀπὸ τοῦ σχέδην τλῆναι, ἢ ἀπὸ τοῦ ἐπισχετικὸς ἐν τῷ δηλοῦσθαι ὑπάρχειν. ῥητέον δὲ ὅτι ἐπὶ μὲν τοῦ «σχέτλιός εἰς Ὀδυσεῦ» δυνατὸν ἀκούειν οὕτως, ὑπομονητικὸν καὶ σχετλιασμοῦ ἄξια πάσχοντα· ἐπὶ δὲ τοῦ Διὸς οὐ δυνατὸν οὕτως ἀκούειν, ἀλλὰ τὸν σχετλιασμοῦ ἄξια πράττοντα.

σῶκος· ἐπίθετον Ἑρμοῦ· καὶ ὁ μὲν Ἀπίων ἀποδίδωσι σῶκος σάοικος σωσίοικος, ἔνιοι δὲ σόωκος ὁ ὠκέως σοούμενος. βέλτιον δὲ τὸ πρότερον ... λέγεται καὶ διʼ ἄλλων «κρατὺς ἀργειφόντης» διὰ τὴν ἰσχὺν τὴν ἐν τῷ ἀπαγγέλλειν. σῶκον οὖν συνωνύμως τῷ κρατύς.

τανύγλωσσοι· ἐπὶ μὲν τῶν κορωνῶν φησι «τανύγλωσσοί τε κορῶναι». κατὰ μέντοι τὸ προφαινόμενον, τεταμένας εἰς μέγεθος ἔχουσαι τὰς γλώσσας. ὁ δὲ Ἀπίων τεταμένην ἔχουσαι τὴν φωνήν. ὁ δὲ Ἡλιόδωρος τὸ πρότερον.

ταναύποδα· ὁ μὲν Ἀπίων ταναόποδα, ὁ δὲ Ἡλιόδωρος προσεχέστερον τανύποδα, τεταμένοις ἐν τῇ πορείᾳ χρώμενα τοῖς ποσίν.

ταφών· ἐκπλαγείς· ... τοῦτο δὲ ἐτυμολογῶν ὁ Ἀπίων φησὶ ταφὼν θαμβήσας, κατὰ κοινωνίαν τοῦ θ πρὸς τὸ τ.

ἐν τρητοῖσι ... λεχέεσσι Γ τρητοῖσιν· Ἀπίων κυρίως· ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ κλῖναι. ὁ δὲ Ἡλιόδωρος εἰς ταὐτὸ τείνειν τοῖς εὖ τετρημένοις.

τρίγληνα· ὁ μὲν Ἡλιόδωρος τρίκορα εἶπε· γλήνη γὰρ ἡ κόρη τοῦ ὀφθαλμοῦ ... ὁ δὲ Ἀπίων βέλτιον πολύγληνα· γλήνη γὰρ ἡ κόρη, ὥστε εἶναι πολυθέατα, πολλῆς θέας ἄξια. τούτοις ἄν τις προσθείη ὅτι καὶ γλήνεα λέγεται τὰ θέας ἄξια, ὅτε φησὶ «κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει». ὁ Ἀπίων πολύγληνα, τὰ θέας ἄξια τρίγληνα· ... ὁ δὲ Ἀπίων πολύγληνα, τὰ θέας ἄξια

τρίποδας· ὁ μὲν Ἀπίων λέβητας ἀναθηματικούς, οὐχ ὑγιῶς δέ· δισσὸν γὰρ εἶδος τῶν τριπόδων, ἕτερον μὲν τῶν ἀναθηματικῶν, οὓς Δελφικοὺς λέγομεν διὰ τὸ πολλοὺς ἐν Δελφοῖς ἀνακεῖσθαι, ἕτερον δὲ τῶν καλουμένων ἐμπυριβητῶν, ἐν οἷς θερμαίνεται τὰ λουτρά.

τῷ κε Β τῷ κε· ἐπὶ τοῦ «τῷ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο» βούλονται ἀκούειν «οὕτως ἄν». καὶ Ἀπίων παραγγέλλει. καὶ ἐπὶ τοῦ «τῷ κε λάχον κτερέων καί μευ κλέος ἦγον Ἀχαιοί» ἀντὶ τοῦ «οὕτως ἄν».

ὑπάτῃ· ὁ μὲν Ἀπίων «ἐν δὲ πυρῇ ὑπάτῃ» ἀποδίδωσι πλουσίᾳ. ἄμεινον δὲ ἀνωτάτῃ, οἷον πρώτῃ· ὑποτίθεται γὰρ τοὺς ἄλλους τοὺς συγκαιομένους τῷ Πατρόκλῳ περὶ τὰ ἔσχατα μέρη τῆς πυρᾶς καιομένους.

ὑπεμνήμυκεν· ... ὁ Ἀρίσταρχος ἀποδίδωσιν ὑποκατανένευκε, ὅθεν Ἀπίων φησὶν ὑπομέμυκε καὶ κλαίει. ἐπιφέρει γὰρ «δεδάκρυντο δὲ παρειαί». ἐκ δευτέρου δὲ ἀποδιδούς, ἵνα ᾖ ἀνάμνησιν εἴληφεν. βέλτιον δὲ τὸ πρῶτον.

ὑπὸ Νηίῳ α ὑπονηίῳ· ὁ μὲν Ἀπίων ὡς ἐν τῇ Ἰθάκῃ λιμένος οὕτως καλουμένου. ὁ δὲ Ἡλιόδωρος ὡς δύο μέρη λόγου ὄντα μετείληφεν, ἵνʼ ᾖ ὑπὸ τῷ νηίῳ· φησὶ γὰρ «νήιος τόπος ἔχων ξύλα ἢ δένδρα, ἐξ ὧν δεσμοῦσι τὰς ναῦς καθορμίζοντες». ὁ γὰρ Ἀπίων ὡς τοῦ ἐν Ἰθάκῃ λιμένος ὑπονηίῳ καλουμένου συνθέτως ἀνέγνω· ὁ δὲ Ἡλιόδωρος διαιρεῖ, ἵνʼ ᾖ ὑπὸ τῷ νηίῳ.

ὑποσταχύοιτο· τῶν ἅπαξ εἰρημένων. ὁ μὲν οὖν Ἀπίων ἀποδίδωσιν ὑπαύξοιτο, ὁ δὲ Ἡλιόδωρος ὑπογεννῷτο· «ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων». ὑγιῶς μὲν οὖν ἑκάτερος· εἴρηται γὰρ ἀπὸ τῶν σταχύων μεταφορικῶς. ὥσπερ οὖν ἐξ ἑνὸς σπέρματος εἶς πυθμὴν γίνεται, ἀφʼ οὗ πολλοὶ στάχυες, οὕτως ἀπὸ μιᾶς βοὸς πολλοὶ γίνονται. διόπερ ὁ μὲν εἰς τὸ ὑπαύξοιτο μετέφρασεν, ὁ δὲ ὑπογεννῷτο.

φάλος· τὸ λάμπρυσμα τῆς περικεφαλαίας ... εἴρηται δὲ παρὰ τὸ φάος. ὁ δὲ Ἀπίων «φάλος ὁ λαμπρὸς καὶ λευκὸς τῆς περικεφαλαίας ἧλος».

φηγός· ἡ δρῦς ... ὁ δὲ Ἀπίων ἐτυμολογῶν παρὰ τὸ φαγεῖν φαίνεται, ἐπεὶ πρὸ τῆς εὑρέσεως τῶν Δημητριακῶν καρπῶν ἐβαλανοφάγουν ...

φῆρες· οἱ Κένταυροι, Αἰολικῶς, ἀπὸ τοῦ θηριώδη τὴν φύσιν ἔχειν ἐν ὄρει ὄντες. οἱ δὲ Αἰολεῖς τὰ θηρία φηρία λέγουσιν ... Ἀπίων δὲ ἐτυμολογῶν ἀπὸ τοῦ ὑφορᾶσθαι ἐν τοῖς ὄρεσιν, ἢ ἀπὸ τοῦ φάσμα ἔχειν θηρίων. βέλτιον δὲ τὸ τῶν Αἰολέων ...

φιλομειδής· ἐπίθετον Ἀφροδίτης, ἡ φιλοῦσα τὰ μειδιάματα, ἐξ οὗ τὴν ἱλαρὰν σημαίνει. ὁ δὲ Ἀπίων φιλόγελως.

φίν· εἰώθασιν ἀντὶ τοῦ σφίν ἀντωνυμικῶς χρῆσθαι τῇ φίν, ἀντὶ τοῦ αὐτοῖς ἢ αὐταῖς. οὐχ εὑρίσκεται δὲ παρʼ Ὁμήρῳ, ὡς Ἀπίων τέταχεν.

φλέγμα· τὴν φλόγα. … ὁ δὲ Ἀπίων τὸν φλοῖσμον ταραχὴν λέγει. βέλτιον δὲ τὸ πρῶτον· κατὰ σύνθεσιν γὰρ πολυφλοίσβοιο, κατʼ ἰδίαν δὲ οὔ.

φοινήεντα· λεπιδωτὸν ὁ Ἀπίων φησί. οἱ δὲ φοίνιον, ἢ ἐρυθρὸν τῷ χρώματι, ἢ καταπληκτικόν, ἢ φονευτικόν.

φυλίης· ὁ μὲν Ἡλιόδωρος γένος ἐλαίας, ὁ δὲ Ἀπίων ψιλῶς γένος δένδρου. λέγεται γὰρ ὅτι ἡ ἀνήμερος ἐλαία λεγομένη φυλία λέγεται.

φωριαμοῖς· κιβωτοῖς. ὁ μὲν Ἀπίων ἐτυμολογῶν ἀπὸ τοῦ εἶναι ἐν αὐτοῖς τὰ φορήματα. ἔνιοι δὲ τὰς πρὸς τὴν ἀπὸ τῶν φωρῶν, τουτέστι κλεπτῶν, φυλακὴν κατεσκευασμένας.

χαμαιευνάδες· ἐπιθετικῶς αἱ σύες, ἀπὸ τοῦ παρακολουθοῦντος, αἱ χαμαὶ εὐναζόμεναι· πολλὰ γὰρ τῶν ἄλλων τετραπόδων τὸ πλεῖον ἵσταται. ὁ δὲ Ἀπίων, ὅτι βόθρους ὀρύσσουσιν. τοῦτο δὲ ποιοῦσι μέν, οὐ μὴν ἐκ τῆς λέξεως ἐμφαίνεται. χαμαιευνάδες· ... Ἀπίων δὲ ὅτι βόθρους ὀρύσσουσι.

χαυλιόδοντα· τὸν ἐπικεχαλασμένους ἔχοντα τοὺς ὀδόντας. ὁ δὲ Ἀπίων γελοίως καυλιόδοντα, ἐκκεκαυληκότας ἔχοντα τοὺς ὀδόντας· ὅθεν καὶ αὐλός.

χρυσάμπυκας· ὁ μὲν Ἀπίων χρυσοχαλίνους· βέλτιον δὲ χρυσοῦς δεσμοὺς ἔχοντας, παρὰ τὴν ἄμπυκα, ἥτις ἐστὶ τῶν τριχῶν εἰς τὸ ἄνω σύλληψις.

ὨΜΗΣΤΑΙ· ὁ μὲν Ἀπίων προκέκρικε τὸ συνθέτως ἀκούειν, μεταπέπλακε δὲ οὕτως, ὠμοέσται, ὠμοφάγοι. δύναται δὲ καὶ παραγωγὸν εἶναι καὶ ὀξυτονεῖσθαι, παρὰ τὴν ὠμότητα· καὶ γὰρ ὁ χηρωστὴς παρὰ τὴν χηρείαν.

ὣς εἷλκʼ ἐκ δίφροιο· ἑτοίμως· οὕτως Ἀπίων.