Sophistic Preparation, EpitomeΣοφιστικὴ Προπαρασκευή
Phrynichus of Bithynia Sophistic Preparation, Epitome PDF
The Sophistic Preparation is a prescriptive lexicon composed in Greek by the grammarian Phrynichus of Bithynia around 180 CE. A product of the Second Sophistic movement, it belongs to the genre of Atticist handbooks from the Roman Imperial period. The work is structured as a series of entries serving as a practical guide to proper vocabulary and grammar. Its central aim is the purification of the Greek language by advocating for classical Attic usage as correct and condemning later Hellenistic and contemporary forms as vulgar or erroneous. The text survives incompletely within a single later manuscript where its material is intermixed with another of the author's works, requiring modern scholarly reconstruction. Interpreted as a pedagogical manual for orators and writers, it was designed to equip them with prestigious, classicizing language for public performance. Its dedication to a figure named Cornelianus indicates it was composed for a specific student or patron within elite rhetorical circles.
| 1 (1t) | ΕΚ ΤΩΝ ΦΡΥΝΙΧΟΥ ΤΟΥ ΑΡΑΒΙΟΥ ΤΗΣ ΣΟΦΙΣΤΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ. Α ἀφηλικέστεροι : οἱ πρεσβύτεροι, ὡς ἄπο τῆς ἡλικίας ὄντες. ἡλικίαν γὰρ ἔλεγον ⟦ καὶ ⟧ τὴν νεότητα οἱ ἀρχαῖοι. οἱ μέντοι νέοι καὶ ἐπὶ τῶν νεωτέρων τάττουσιν. πλὴν κατὰ σύγκρισιν ἡ λέξις προφέρεται καὶ ἐν ὑπερθέσει, ἀφηλικέστατος καὶ ἀφηλικέστατοι . οἱ δὲ ἀπολελυμένως λέγοντες ἀφῆλιξ , ἀφήλικες ἀμαθέστατοι. αἴρεται πόλεμον ἢ ἔχθραν ἢ στάσιν : ἀντὶ τοῦ ἀναδέχεται. αὐτόκερας : σημαίνει τὸ αὐτό〈κρατον οἷον εὐ〉κέραστον καὶ συμμέτρως κεκερασμένον ἤγουν πεφυκὸς κεράννυσθαι. εἴρηται δὲ καὶ ἐπιρρηματικῶς 〈αὐτοκέρασ〉. ἄνθρωπος φιλοπραγματίας (Cratin. |
| 2 | ): δηλοῖ τὸν φιλοῦντα καὶ σπουδάζοντα πάντα τρόπον πράγματα μεταχειρίζεσθαι. ἀκρότητος καὶ ἄπορος ἄνθρωπος : ἀντὶ τοῦ ἄπρακτος. ἀκράχολον καὶ δύσκολόν 〈τι〉 φθέγγεται (fr. com. ad. 575): πανταχοῦ χρήσῃ. ἀμφαρίστερος (Aristoph. fr. 512): ἐναντίον τοῦτο τῷ περιδέξιος. σκωπτικὸν πάνυ τὸ ὄνομα. αἰσχυνόμενος 〈γὰρ〉 περιπλέκει τὴν συμφοράν (fr. com. ad. 576): ἐν συνουσίᾳ χρῶ. ἄνοργοι (Cratin. fr. 385): ἴσον ἐστὶ τῷ ἀόργητοι. ἀνελκταῖς ὀφρύσι σεμνόν : Ἀττικῶς αὐτὸ καὶ σεμνῶς Κρατῖνος (fr. |
| 3 | 355) εἶπεν. ἀργύριον ἔχει οὐδ’ ὅσον : οἷον οὐδὲ τὸ βραχύτατον. πανταχοῦ χρῶ. ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευνίαις (fr. com. ad. 56): ἐπὶ τῶν ὑπὸ τρυφῆς καὶ ἁβρότητος διαρρεόντων. ἁβρὸν δὲ σημαίνει τὸ τρυφερόν. ἀνόητά γ’ εἰ τοῦτ’ ἦλθες ἐπιτάξων ἐμοί (Eupoi.): ἀντὶ τοῦ ἀνόητος εἶ ἐπιτάττων τοῦτο. Ἀττικῶν γὰρ τὸ λέγειν ‘ἀνόητα εἰ τοῦτ’ ἐπιτάξεισ‘. αὐτοσχεδιάζειν σύ, ἥκειν σύ : ἀντὶ τοῦ αὐτοσχεδίαζε σύ καὶ ἧκε σύ. Ἀττικὸν τὸ σχῆμα, ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. Ὅμηρος (E 261 sqq.) 〈‘σύ δέ ...〉 αὐτοῦ ἐρυκακέειν Αἰνείαο δ’ ἐπαῗξαι μεμνημένος ἵππων, ἐκ δ’ ἐλάσαι Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούσ‘. ἀντὶ τοῦ ἐρύκακε καὶ ἐπάϊξον καὶ ἔλασον. ἄπλετον πώγωνα (fr. |
| 4 | com. ad. 843): εἰ θέλοις ἀνεπαχθῶς σκῶψαί τινα πωγωνίαν. αὐτὸ τοὔμπαλιν λέγεις (fr. com. ad. 699): οἷον αὐτὸ τοὐναντίον λέγεις. ⟦ εἴποις δ’ ἂν καὶ αὐτὸ τοὐναντίον ⟧ . τὸ μέντοι αὐτό πρόσκειται νῦν σημαῖνον τὸ ἀκριβῶς καὶ ἀληθῶς. ἀνεβόησεν οὐράνιον ὅσον (Aristoph. Ran. 779): σημαίνει τὸ ὑπερβεβηκὸς καὶ μέχρι τοῦ οὐρανοῦ ἧκον. ἀωρίαν ἥκειν (Aristoph. Acharn. 23 sq.): οἷον παρὰ τὴν δέουσαν ὥραν. οὐκ ἐπὶ νυκτῶν μόνον, ἀλλ’ ἁπλῶς παρὰ 〈τὸ〉 δέον. ἀνωφέλητος ἄνθρωπος : Εὔπολις (fr. 377) μὲν ἰδίως ἐπὶ τοῦ μὴ δυναμένου ἢ μὴ βουλομένου ὠφεληθῆναι. οἱ δὲ πολλοὶ ἐπὶ τοῦ μὴ ὠφελεῖν θέλοντος ἢ δυναμένου. ἀφαιρεῖν κροκύδας (Aristoph. fr. 657): λίαν ἠττίκισται καὶ τίθεται ἐπὶ τῶν πάντα ποιούντων διὰ κολακείαν, ὥστε καὶ παρεπομένους ἀφαιρεῖν κροκύδας τῆς ἐσθῆτος ἢ κάρφος τι τῆς κεφαλῆς ἢ τοῦ γενείου. ὁ δὲ Ἀριστοφάνης 〈καὶ〉 ἀφαιρεῖ τρίχας φησὶν ἐπί τινος κολακεύειν ἐπιχειροῦντος (fr. |
| 5 | 714). ἀλινδήθρα (Aristoph. Ran. 904?): ὁ τόπος, ἐν ᾧ καλινδοῦνται οἱ ἵπποι καὶ ὄνοι ἐξακούμενοι τὸν κάματον. ἔστι τι ῥῆμα κυλίω, ὃ 〈οἱ〉 Ἀττικοὶ διὰ τοῦ α καλίω. εἶτα προσθήκῃ τοῦ δ καὶ ἐπεισαγωγῇ του ν καὶ μεταβολῇ τοῦ τόνου καλινδῶ. 〈ἐκ〉 τούτου κατὰ ἀποβολὴν τοῦ κ ἀλινδῶ. καὶ ὥσπερ κολυμβῶ κολυμβήθρα καὶ στωμυλλῶ στωμυλλήθρα διὰ δύο λλ , οὕτως ἀπὸ τοῦ καλινδῶ καλινδήθρα καὶ ἀποβολῇ τοῦ κ ἀλινδήθρα. ἄνθρωπος ἀποφράς (Eupol.): ἀποφράδες ἡμέραι, καθ’ ἃς ἀπηγόρευτό τι πράττειν. σημαίνει οὖν τὸν οἷον ἀπαίσιον καὶ ἔξεδρον καὶ ἐπάρατον ἄνθρωπον ‘.... συνέτυχεν ἐξιόντι μοι ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν‘. ἀπιστίαν βλέπει : Εὔπολις (fr. 309): σημαίνει τὸν ἀπιστότατον. αὐτοκῆρυξ : ὁ μὴ δι’ ἑτέρων, ἀλλὰ δι’ αὑτοῦ κηρυκεύων. ἔστι δ’ ὅμοιον τῷ αὐτουργός, αὐτεπάγγελτος. ἀνεμεστώθη (Aristoph. Ran. 1084): καὶ ἀνεμέστωσεν : ἀντὶ τοῦ 〈ἐπληρώθη〉 καὶ ἐπλήρωσεν. ἀνακραγεῖν : δύο σημαίνει, καὶ 〈τὸ〉 πρὸ τοῦ ἀγῶνος ἀσκεῖν ἐπὶ τὸ βοᾶν τὴν φωνὴν καὶ τὸ ἄλλως ἀναβοῆσαι. ἀνθρωποειδὲς θηρίον, ὕδατι συζῶν : ἐπὶ τοῦ Γλαύκου 〈τοῦ〉 ἀναφανέντος ἐκ τῆς θαλάσσης. |
| 6 | Αἰσχύλος. (fr. 26 N). ἄνθρωπος ἐξ ὁδοῦ (Eupol.): ἀντὶ τοῦ ἄνθρωπος τῶν ἐν ὁδοῖς καλινδουμένων. ἁρπαγιμαῖος : τῶν χρησίμων ἐστὶ καὶ σπανίων ἡ φωνή. ὁ γὰρ δι’ ἔρωτα ἢ δι’ ἄλλην τινὰ πρόφασιν ἁρπασθεὶς οὗτος ἂν ἁρπαγιμαῖος καλοῖτο. καὶ ἁρπαγιμαῖα πράγματα τὰ εἰς ἁρπαγὴν ἕτοιμα καὶ τὰ ἁρπαζόμενα. ἀγαθὸν ἔτι τοῦτ’ ἀπολείπεται, εἰ καὶ τοῦτ’ ἄρα : πάνυ Ἀττικῶς. Ἀριστοφάνης (Ran. 73)· ‘〈τοῦ〉το γάρ τοι καὶ μόνον ἔτ’ ἔστι λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ’ ἄρα‘. ἀκύμων : Εὐριπίδης (Androm. 158) ἐπὶ τοῦ μὴ γεννᾶν τέθεικεν, ὡσανεὶ 〈ἐπὶ τοῦ〉 ἀγόνου. ὡσαύτως καὶ Ἀριστοφάνης (fr. 708). 〈 καὶ ἀκύμων θάλασσα ἡ μὴ ἀνέμοις ταρασσομένη καὶ κυμαινομένη〉. λέγεται δὲ καὶ ἀκύματος · ‘ἀκύματος δὲ πορθμὸς ἐν φρίκῃ γελᾷ‘. ἀνασπᾶν γνωμίδιον (Aristoph.): κωμῳδικῶς εἴρηται, οἷον ἐκ βυθοῦ διανοίας 〈ἀν〉άγειν. ἄρχειν ὁ πατήρ σε παρηγγύησέ μοι, ἢ δῆμος, ἢ βασιλεύς : Ἀττικῶς μὲν εἴρηται. |
| 7 | δηλοῖ δὲ ὡς ὁ πατήρ σου ἄρχειν σου παρηγγύησέ μοι. ἀνεπάγγελτος δειπνεῖ (Cratin. fr. 44): ᾧ οὐδεὶς μὲν ἐπήγγειλεν. ὁ δὲ ἀφικόμενος δειπνεῖ. ἀπελαμπρύνθη : λαμπρὸν καὶ δόκιμον ἐγένετο. ἄτεγκτος παρηγορήμασιν : Αἰσχύλος (fr. 348) δοτικῇ ἀντὶ γενικῆς Ἀττικῷ ἐχρήσατο ἔθει. Πλάτων 〈δὲ〉 (Pol. II 361 C) γενικῇ κέχρηται ‘μὴ τέγγεσθαι ὑπὸ κακοδοξίασ‘. ἀπαίρειν : τὸ μὲν πλεῖστον οἱ Ἀττικοὶ ἐπὶ πλοῦ τιθέασιν, πλὴν καὶ ἐπὶ ὁδοιπορίας, ὡς Αἰσχύλος (Prom. v. 965) καὶ Ἀριστοφάνης (Eccles. v. 818). ἄκομψον καὶ φαῦλον (Eurip. fr. 473): οἷον κομψίας καὶ πανουργίας ἀπηλλαγμένον καὶ ἁπλοῦν. κομψὸν γὰρ τὸν πανοῦργον, οἷον κόπτοντά τινα καὶ ὀχληρόν, φαῦλον δὲ τὸν ἁπλοῦν. ἀπόβλεπτον (Eurip. Hec. v. 355): τὸ ζηλωτόν. ἀμφιμήτωρ (Aeschyl. |
| 8 | fr. 76): ὁ ἐξ ἑτέρας μητρὸς ἀδελφός. ἀχώρ (Aristoph. fr. 410): οἱ μὲν τὸ ἐν τῇ κεφαλῇ πίτυρον, οἱ δὲ πιθανώτερον τὰ ἐν αὐτῇ ἑλκύδρια, ἃ καὶ κνησμόν τινα παρέχουσιν. ἄνθρωπος πρόδοξος : ὁ προδοξάζων περί τινος οὐ τἀληθῆ, πρὶν ἢ σαφῶς καὶ μετὰ πίστεως ἐξετάσαι τὰ κατ’ αὐτό. χρῶ δὲ καὶ σὺ ἐπὶ τῶν ἀσταθμήτων καὶ ἄνευ ἐξετάσεως περί τινων δοξαζόντων, πρὶν ἢ πειραθῆναι. ἀτμίζον κρέας : οἷον θερμὸν ἐκ τῆς χύτρας ἀνῃρημένον, ἔτι τὴν ἀτμίδα ἀναβάλλον. ἀκοῦσαι ὀργῶ (Cratin.): σημαίνει τὸ πάνυ ἐπαίρομαι πρὸς τὸ πρᾶξαί τι ἢ ἀκοῦσαι. ἀϋπνεῖσθαι : τὸ ἄϋπνον εἶναι. |
| 9 | ἄδρατα (Hermipp.): ἀποίητα. ἃ γὰρ πεποίηται, δέδραται. ἀπηνθίσθαι : τὸ ἀποβεβληκέναι τὸ ἄνθος. καὶ ἐνεργητικῶς ἐπὶ τοῦ δρῶντος 〈Αἰσχύλος (Agam. 1633)〉 τίθησι 〈τὴν φωνὴν〉 ἀπανθίσαι . ἀναπηδᾶν ἐν δήμῳ : Κρατῖνος (fr. 356) ἐπί τινος ἀκόσμως ἐν ταῖς ἐκκλησίαις ἀναπηδῶντος. ἀρήν : τὸ τοῦ προβάτου ἔγγονον, ὡς λιμήν, ὑμήν. ἀρχῆθεν : παρὰ μὲν ταῖς ἄλλαις διαλέκτοις εὑρίσκεται, Ἀττικοῖς δὲ οὐ φίλον. διὸ οὔτε Πλάτωνα οὔτε Θουκυδίδην ἔστιν εὑρεῖν λέγοντα τοῦτο. ἀποδιοπομπεῖσθαι καὶ διοπομπεῖσθαι : σημαίνει μὲν τὸ ἀποπέμπεσθαι καὶ ἀποκαθαίρεσθαι μύση. σύγκειται δὲ τὸ ὄνομα ἐκ τοῦ δίου, ὅ ἐστι δέρμα τοῦ ἱερείου τοῦ θυομένου τῷ Διί, ἐφ’ οὗ ἑστῶτες ἐκαθαίροντο, οἷον τὰς ἀποδιοπομπήσεις ἐποιοῦντο, ⟦ οἷον ἐκ τοῦ δίου τοῦ δέρματοσ ⟧ κἀκ τοῦ πέμπεσθαι. μετὰ γοὖν τῆς ἀπό προθέσεως Ἀττικώτατόν ἐστιν. ἀχυρός : ὡς πονηρός, λυπηρός. σημαίνει δὲ τὸν ὑπὸ τῶν ἀμαθῶν ἀχυρῶνα καλούμενον. Ἀττικὸν δὲ λίαν ὁ ἀχυρός. καὶ ἡ παροιμία ‘ὄνος εἰς ἀχυρόν‘. |
| 10 | εὕρηται δὲ καὶ προπαροξυνόμενον, ὡς ἄλυπος. αὐλίζεσθαι (Eupol. fr. 27): τὸ κοιμᾶσθαι. αὐχμός καὶ αὐχμή καὶ αὐχμῶντα : ὡς ἀπὸ δευτέρας συζυγίας τῶν περισπωμένων. καίτοι αὐχμῶ, αὐχμεῖς ὡς ἡ πρώτη κλίνεται. αὐχμηρὰ γῆ : ἡ μὴ λιπαρὰ μηδὲ ἐπιτηδεία πρὸς φυτῶν καὶ καρπῶν φοράν. αὐτοχειρίᾳ : πεποίηται ἐπιρρηματικῶς. σημαίνει δὲ ταῖς αὑτοῦ χερσί. πρὸ μιᾶς ὁ τόνος. οἶδα δέ τινας οὐκ ἀδόξους περισπῶντας τὴν τελευταίαν, οὐχ ὑγιῶς. ἀρρωστία (Thucyd. III, 15): σημαίνει μὲν πολλαχοῦ τὴν νόσον, ἀλλὰ καὶ διαφέρει, ὅτι ἡ μὲν νόσος ἐστὶ καὶ μακρὰ καὶ ὀλιγοχρόνιος, ἡ δὲ ἀρρωστία τὴν μακροχρόνιον δηλοῖ. οἱ μέντοι Ἀττικοὶ τὴν ἀρρωστίαν ἐπὶ τοῦ μὴ προθυμεῖσθαι μηδὲ ὁρμᾶν πρᾶξαι τιθέασι. τὸ γὰρ ἀντικείμενον τῇ τοιαύτῃ ἀρρωστίᾳ Κρατῖνος (fr. 411) εἶπεν ἐρρῶσθαι , οἷον προθυμεῖσθαι. ἀπέρωπος (Aeschyl. Choeph. 592): σημαίνει ἀναιδής, σκληρός, τραχύς, οἷον ἀπερίοπτος καὶ ἀπερίβλεπτος, ὃν οὐκ ἄν τις περιωπήσαιτο διὰ τὴν ἀηδίαν. καὶ ἀπέρωπον οἷον τραχὺ καὶ ἀνατεταμένον. ἀπολλύασιν : ὥσπερ δεικνύασι καὶ ὀμνύασιν. Ἀττικῶς ἀντὶ τοῦ ὀμνύουσι καὶ δεικνύουσι καὶ ἀπολλύουσιν. ἀργέλοφοι (Aristoph. |
| 11 | Vesp. 672): Ἀττικῶς. σημαίνει δὲ τοὺς ποδεῶνας τῶν κωδίων καὶ τῶν ἀσκῶν. τὸ δὲ ποδεών Ἰωνικῶς. ἀτεράμων ἄνθρωπος καὶ πρίνινος καὶ στιπτὸς καὶ σφενδάμνινος (Aristoph. Acharn. 180): ἐπὶ τοῦ πάνυ σκληροῦ. τὰ γὰρ ῥᾳδίως ἑψόμενα τῶν ὀσπρίων τέρεμα καλοῦσιν οἱ Ἀθηναῖοι. κατὰ στέρησιν οὖν ἀτεράμων. τὸ δὲ στιπτός τὸ πεπατημένον. στίβος γὰρ ἡ ὁδός. καὶ τὸ πρίνινος δῆλον. καὶ γὰρ ἡ πρῖνος πάνυ σκληρόν. ὁμοίως καὶ τὸ σφενδάμνινος . τούτοις προσῆπτεν Ἀριστοφάνης καὶ τὸ Μαραθωνομάχος . καὶ σημαίνει οἷον ἀνδρεῖος καὶ ἁψίμαχος καὶ θυμικός, διὰ τὴν τούτων κατὰ τῶν βαρβάρων νίκην. ἄπαρνος : σεμνότερον τοῦ ἔξαρνος καὶ πολιτικώτερον. αὐτόκακον ἔοικε τῷδε : ἄκρως καὶ καθ’ ὑπερβολὴν ἔοικε τῷδε (hactenus B 465, 11) ⟦ ὡς εἰ λέγοι τις αὐτῷ ἄκρως ἔοικε ⟧ . τὸ δὲ κακόν πρόσκειται δηλοῦν τὴν ὑπερβολὴν τῆς ὁμοιότητος. Ὅμηρος (Γ 158) ‘αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν‘. τὸ γὰρ αἰνῶς καὶ δεινῶς τῷ κακῶς ταὐτὸ σημαίνει. ἀκρύπτως (Eurip. Androm. 836): πάνυ σεμνῶς τὸ μὴ κεκρυμμένως σημαίνει. ἄψοφον ἔχειν στόμα (fr. com. ad. 1310): οἷον ἄφωνον καὶ ἥσυχον. σεμνὸν καὶ πολιτικόν. ἀστεῖόν 〈τι〉 καὶ κατερρινημένον εἰπεῖν (Aristoph. |
| 12 | Ran. 901 sq.): σημαίνει τὸ κατερρινημένον τὸ οὕτω λεπτῶς καὶ ἄκρως διειργασμένον, ὥσ〈τε〉 μηδὲ διαιρεῖσθαι ἐπιτήδειον εἶναι. ἀναψαθάλλειν τὸ πέος : ἀνατρίβειν καὶ ἀνακνᾶν καὶ ψηλαφᾶν οἷον πρὸς τὸ πλησιάζειν. Ἕρμιππος (fr. 78) ἄνευ προθέσεως λέγει ψαθάλλειν ἀντὶ τοῦ κνᾶν. ‘σὺ δὲ τὴν κεφαλὴν ψάθαλλέ μου‘, ἀντὶ τοῦ ψηλάφα. καὶ Πλάτων ἐν Κλεοφῶντι (fr. 59) ‘〈τὸ πέοσ〉 ἐψάθαλλε λεῖος ὤν‘. αἴρεσθαι τιμαῖς : ἐναργὴς ἡ φωνὴ καὶ συγγραφική, δηλοῦσα τὸ χαῦνον τῶν ὑπὸ τιμῆς ἐπαιρομένων. ἀνεπίτροπος (var. lectio pro ἀπερίτροπος Soph. El. 182 ap. Suid.): σημαίνει τὸν μηδένα ἐπίτροπον ἢ κηδεμόνα ἔχοντα. αὐτὴ νῦν ἡ σοφία ζῇ: ἐπί τινος εὐδοκιμοῦντος χρῶ. 〈ὅμοιον〉 καὶ τὸ αὐτὴ ἀνθεῖ ἡ μοῦσα. ἀπρακτεῖν (Xenoph. Cyrop. 6, 6): καλὴ καὶ σύντομος ἡ φωνή, σημαίνουσα τὸ μὴ κατὰ νοῦν πράττειν. ἀπόψηφοι ἐγένοντο τοῦ ἀποκτεῖναι : σημαίνει τὸ 〈ἀπόψηφοι ἐγένοντο〉 οἷον οὐκ ἤνεγκαν ψῆφον. |
| 13 | 〈καὶ ἀποψηφισθεὶς ὁ〉 ἄτιμος· χρῶ πανταχοῦ. ἀναπηρία (Aristoph. Plut. fr. 445): διὰ τοῦ η τὴν τρίτην, οὐ διὰ τῆς ει διφθόγγου, ὡς οἱ ἀμαθεῖς. τὸ μὲν οὖν ἀνάπηρος καθωμίληται, τὸ 〈δ’〉 ἀναπηρία σπάνιον. ἀπεπτόμην : ἔπτην, ἐπτόμην καὶ ἀπεπτόμην. 〈δόκιμα〉. ἄοινος : ὁ μὲν Σοφοκλῆς ἐπὶ τοῦ νήφοντος ἀπὸ οἴνου (Oed. Col. v. 99 sq.). δύναιτο δ’ ἄν τις 〈λέγειν〉 καὶ ἐπὶ τῶν τελέως μὴ γευομένων οἴνου καὶ ἐπὶ τῶν μὴ ἐχόντων οἶνον. ἄνθρωπος λυπησιλόγος (Cratin. fr. 343) σημαίνει τὸν διὰ τοῦ λέγειν λυποῦντα τοὺς πέλας. ἀγαθῶν ἀγαθίδες (fr. com. ad. 827): γραῦς ἀγαθίδας ἀποδομένη κρόκης ἐπρίατο οἶνον, κἄπειθ’ ὑποπίνουσα ἔλεγεν 〈 ἀγαθῶν ἀγαθίδες , οἷον〉 ἀγαθῶν πλῆθος καὶ σωρός. ἡ γὰρ ἀγαθὶς σωρός ἐστι στήμονος ἢ κρόκης, ἅμα παραδηλοῦσα, ὅτι ἀγαθά μοι ἐκ τῶν ἀγαθίδων ἐστίν. χρῶνται δ’ ἐπὶ πολλῶν ἀγαθῶν. ἀράμενον φέρειν (Aristoph. |
| 14 | Ran. 32 et 525). Ἀττικὴ ἡ σύνταξις, δέον εἰπεῖν ἄραντα. αἱμῳδεῖν (Cratin.) Ἀττικώτερον. λέγεται δὲ καὶ αἱμωδιᾶν. ἄξιον τριχός . Ἀριστοφάνης (Ran. 614) 〈ἐπὶ τοῦ εὐτελοῦς καὶ τυχόντος. παρόσον ἡ θρὶξ οὐδενὸς ἀξία ἐστίν〉. ἀναιδὲς καὶ θρασὺ βλέπει (Cratin.) explicationem v. infra. ἀσπάλαθος : ἀκανθῶδες φυτόν. Κλέανδρος θηλυκῶς. Ἀριστοφάνης (fr. 749) ἀρσενικῶς. ἀναγωγή (Thucyd. IV 29, alias): ἐπὶ πλοίου. ἀθάρη : διαφέρει ἔτνους, ὅτι 〈τὸ〉 μὲν κυάμων ἢ πισῶν ἢ ἁπλῶς κατερεικτῶν τινῶν, ἡ δὲ ἀθάρη πυρῶν ἡψημένων καὶ διακεχυμένων ὥσπερ ἔτνος. ἀλωπεκίσαι (Aristoph. |
| 15 | Vesp. 1241?): ἐξαπατήσαντα διαδρᾶναι. ἀπήρτησε καὶ ἀπαρτᾶν : ἀντὶ τοῦ ἀπέσπασέ τινος καὶ ἀπεχώρισε. καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ στεφάνου (59) ‘καί με μηδεὶς ὑπολάβῃ ἀπαρτᾶν τὸν λόγον τῆς γραφῆσ‘. ἀνεπτερῶσθαι τὴν ψυχήν (Cratin. fr. 384): οἷον ἀνασεσοβῆσθαι, ἔκπτοιον εἶναι.: ἀπόστρεπτος ἄπιθι : ἀντὶ τοῦ ἀποστραφείς. ἀνάφορον (Aristoph. Ran. 8; fr. 559): τὸ ξύλον, ᾧ χρῶνται πρὸς τὴν κομιδὴν τῶν ἄχθων. ἀριστεροζύγης : ζύγιος σειραφόρος, ὁ οἴσων τὴν σειράν. ἀγρίοις κατακαῦσαι ξύλοις : τὰ τερατώδη τὴν φύσιν ἐπ’ ἀγρίοις ἔκαιον ξύλοις. ἀποφέρῃ πλέων : οἷον παραφέρῃ καὶ παρασύρῃ. διὰ τοῦ η . |
| 16 | τίθεται δ’ ἐπὶ τοῦ διαμαρτάνεις καὶ οὐδὲν πάγιον λέγεις. ἄριστος κλέπτειν (fr. com. ad. 850): ἀστεία ἡ συμπλοκή. καὶ ἄριστος μοιχεύειν , καὶ τὰ ὅμοια. σαρκασμοῦ τρόπῳ ἐπῄνηται εἰς ὑπερβολὴν τοῦ κακοῦ. ἀπέδραμεν (Aristoph. fr. 505): τετρασυλλάβως, καὶ ἀπέδρατε καὶ ἀπέδραν, βραχείας τῆς τοῦ ἀπέδραν ἐσχάτης συλλαβῆς. ἀλλὰ καὶ τὸ ἑνικὸν πρῶτον πρόσωπον ἀπέδραν , ἐκτεταμένου τοῦ ἐπὶ τέλους α , καὶ ἀπέδρας καὶ ἀπέδρα . οὐχ ὡς οἱ ῥήτορες ἀπεδράσαμεν. τὸ δὲ ἀπέδραν τινὲς τῶν ῥητόρων διὰ τοῦ ω εἶπον, ἀπέδρων . ἀλλ’ ἄμεινον διὰ τοῦ α . ὁμοίως καὶ ἐξέδραν . ἀπόπτυστος (Aeschyl. Eum. 182): ὁ αὐτὸς τῷ κατάπτυστος. ὁ μίσους καὶ ἀποστροφῆς ἄξιος. ἀποταγηνίσαι : ἀντὶ τοῦ ταγηνίσαι, ὡς ἀποδραμεῖν τὸ δραμεῖν. αὖθις αὖ Πυθώδε ὁδός (fr. com. ad. 700): ἔστι μὲν παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πραττόντων καὶ ἐπανιόντων, ἐπεὶ οἱ χρώμενοι τῷ θεῷ, εἰ ἀσαφῆ 〈σφισιν〉 ἔχρησεν, πάλιν ᾔεσαν εἰς Δελφούς, ἐπανερησόμενοι σαφέστερα. ἅλις τοῦδε : οἷον ἀπόχρη καὶ ἱκανῶς ἔχει. εἴρηται ἀπὸ τῆς ἁλός, ὅτι 〈καὶ〉 αὐτὴ δαψιλὴς καὶ ἱκανή, ἢ ἀπὸ τοῦ ἁλές, ὅπερ ἐστὶν ἀθρόον. |
| 17 | ἄρτι, ἀρτίως : διαφοράν τινα οἱ Ἀττικοὶ φέρουσιν, τὸ μὲν σημαίνειν λέγοντες, ὡς τὰ παρεληλυθότα συνάπτοντα τῷ ἐνεστῶτι, τὸ δὲ ἀρτίως τὸν ἐνεστῶτα. ἔλαθε δ’ αὐτοὺς, ὅτι καὶ τὴν ἐναντίαν διαφορὰν ἴσασιν οἱ ἀρχαῖοι, τὸ μὲν ἄρτι ἐπὶ τοῦ ἐνεστῶτος τιθέντες, τὸ δ’ ἀρτίως ἐπὶ τοῦ παρεληλυθότος. τινὲς δὲ διετείναντο ὡς ἐπὶ μέλλοντος χρόνου τὸ ἄρτι. ἐγὼ δ’ οὐχ εὗρον. ἀφύη : καὶ ἑνικῶς λέγεται καὶ πληθυντικῶς ἀφύαι. ἀπώμοσα μὴ οὐ πρᾶξαι τοῦτο : ἰδίως Ἀττικόν, ἐκ περιττοῦ ἔχον τὸ μὴ ἐπίρρημα. ἀνδρόγυνον ἄθυρμα (Eupol.): εἰ θέλοις γύννιν τινὰ σκῶψαι, χρήσαιο ἄν. ἄτριψ : ὁ οὐκ ἐντριβής τινι πράγματι καὶ ἔστι παρὰ τὸν τρίψω μέλλοντα, ὡς ἁρπάζω ἅρπαξ, κλέψω κλέψ καὶ βοῦκλεψ, καὶ τέξω τέξ καὶ ἐπίτεξ. οὕτως οὖν καὶ τρίψ καὶ ἄτριψ καὶ πορνότριψ. λέγεται δὲ καὶ ἀτρίβων. αὐταρκεῖν (var. |
| 18 | lectio pro ἀνταρκεῖν Isocr. Archid. 79, Aegin. 26): οὐδὲν πλέον δηλοῖ τοῦ ἐξαρκεῖν. ἄμβωνες (Aristoph.): πάντα τὰ ὑπερέχοντα καὶ ἀνεστηκότα. εἴρηται δὲ κατὰ συγκοπήν. ἔστι γὰρ ἀνάβων, ἐφ’ ᾧ ἀναβῆναι χρή, ὡς ἀνάπωτις καὶ ἄμπωτις. ἀπόλεμος χρόνος (fr. com. ad. 846): τὸ εἰρηνικὸν καὶ εὔνομον τῆς διαίτης σημαίνει. ἄγευστος θοίνης καὶ τροφῆς καὶ τῶν ὁμοίων. κατὰ γενικὴν 〈τίθεται〉. ἀσμενώτερος : διὰ τοῦ ω . τὸ δὲ ἐπίρρημα ἀσμεναίτατα . ἄζυξ : ὁ ἄζυγος καὶ μόνος. καί ἐστιν κοινὸν ἄρρενος καὶ θηλείας. ἀνασκυζᾶν καὶ σκυζᾶν (fr. com. ad. 930. 1149): σκυζᾶν μέν ἐστιν τὸ πρὸς τὸ πάσχειν ὀργᾶν καὶ τίθεται ἐπὶ τῶν νεωτέρων ἢ παίδων ἢ γυναικῶν. τὸ δὲ ἀνασκυζᾶν σημαίνει μὲν 〈τὸ〉 αὐτό, τίθεται δὲ ἐπὶ τῶν πρεσβυτέρων. πρόσκειται δὲ τὸ ἀνὰ σημαῖνον τὴν ἐξ ὑπαρχῆς ἐν γήρᾳ πρὸς τὸ πάσχειν ὀργήν. ἄνω τὰ ῥήματα ἐξαίρειν : σημαίνει μὲν τὸ ἀποσεμνύνειν διὰ τῶν ὀνομάτων καὶ δεινοποιεῖν. ἀναθολοῦσθαι : ἀναταράττεσθαι, παρὰ τὸν θόλον τῆς σηπίας, ὃν οἱ Ἀττικοὶ καὶ χωρὶς τοῦ θ ὅλον λέγουσιν. |
| 19 | ἀττικίζειν καὶ ἐξαττικίζειν : τὸ τὰ Ἀττικῶν φρονεῖν, ὥσπερ τὸ λακωνίζειν 〈τὸ〉 τὰ Λακώνων καὶ βοιωτίζειν 〈τὸ〉 τὰ Βοιωτῶν. σημαίνει μέντοι καὶ τὸ Ἀττικῶς λέγειν. ἄνθη (Plato, Phaedr. 230 B): ἡ ἄνθησις, ὡς βλάστη ἡ βλάστησις. ἀποβάθρα (Soph. fr. 382) ἡ τῆς νεὼς ἔκβασις, δι’ ἧς εἴσιμέν τε καὶ ἔξιμεν, λέγεται δὲ ἀπὸ τοῦ ἀποβῶ ἀποβάθρα, οὐκ ἀπὸ τοῦ ἀποβαίνω, ὥσπερ ἀπὸ τοῦ κρεμῶ κρεμάθρα καὶ ἀλινδῶ ἀλινδήθρα. ἀλλογνοεῖν καὶ ἠλλογνόουν : τὸ μὴ σαφῶς τι γνωρίζειν, ὡς ἀμφιγνοεῖν καὶ ἠμφιγνόουν. ἁπαλὸς εἴσπλους τοῦ λιμένος : ὥσπερ Ὅμηρος (ε 425) τοὺς δυσόρμους λιμένας τραχεῖς λέγει, οὕτως Κρατῖνος (fr. 357) ἐπὶ τῶν εὐόρμων τὸ ἁπαλόν ἐκ τοῦ ἐναντίου εἶπεν. ᾄδειν ὅμοιον (Eupol. |
| 20 | , Aristoph.) σημαίνει τὸ μάτην λέγειν. τὸ γὰρ ᾄδειν ἐπὶ τοῦ μάτην λέγειν. ἀγκαλίδες ξύλων (Aristoph. fr. 418): τὸ πλῆθος δηλοῦται, ὅσον ἄν τις ἀγκάλαις περιλάβοι. ἀμνηστῶν καὶ ἄμνηστος : ἑκατέρῳ χρῶ. ἀπονυχίζεσθαι τοῦ ὀνυχίζεσθαι Ἀττικῶς διαφέρει. τὸ μὲν γὰρ σημαίνει τὸ τοὺς ὄνυχας ἀφαιρεῖσθαι, τὸ δὲ ὀνυχίζειν καὶ ἐξονυχίζειν ἐπὶ τοῦ ἐρευνᾶν ἀκριβῶς καὶ ἐξετάζειν τὸ ὑποκείμενον πρᾶγμα 〈τίθεται〉. Κρατῖνος μέντοι (fr. 455) τὸ ὠνυχισμένον ἐπὶ τοῦ τετμημένου τοὺς ὄνυχας τέθεικεν. αὔεσθαι πῦρ καὶ ἐναύεσθαι : Ἀριστοφάνης (fr. |
| 21 | 750) αὐόμενος , Κρατῖνος (fr. 409) ἐναύεσθαι . ἀπορθοῦν πόλιν ἢ οἰκίαν : σημαίνει μὲν τὸ διοικεῖν ὀρθῶς, μετενήνεκται δὲ ἀπὸ τῶν ἀπορθούντων τὰς ναῦς τοῖς οἴαξιν. ἀγαθῶν πάντων ἐπινένηται ἡ τράπεζα (Aristoph. Eccles. 838 sq.): ἀντὶ τοῦ ἐπισεσώρευται, μεμέστωται. ἀνήνυτος πόνος : ὁ πολὺς καὶ ὃν οὐχ οἷόν τε διανύσαι. ἀψευδοῦντες : Ἀριστοφάνης (fr. 751). ἀνιερὸς τύχη : ἡ οὐκ εὐτυχὴς οὐδ’ ἀγαθή. ἀρχαῖος : ὁ εὐήθης. οὕτω Φερεκράτης (fr. 205). ἄνεμος καὶ ὄλεθρος ἄνθρωπος : Εὔπολις (fr. 376). ἀθέως διέφθαρται : ἀντὶ τοῦ δεινῶς καὶ ἀπαραιτήτως. Σοφοκλῆς (Oed. R. 253 sq.) ‘τῆσδέ τε γῆς ὧδ’ 〈ἀκάρπωσ〉 κἀθέως διεφθαρμένησ‘. |
| 22 | οἷον μηδενὸς θεῶν ἐπικουρίας παρούσης. ἀσπάζεσθαι (fr. com. ad. 607) καὶ προσαγορεύειν ἐπὶ τοῦ αὐτοῦ τιθέασιν. ἀναχωρεῖν ἐπὶ σκέλος : τὸ μὴ στρέψαντα τὰ νῶτα, ἀλλ’ ἀντιπρόσωπον τῶν ἀντιπάλων φεύγειν καὶ ὑποχωρεῖν εἰς τοὐπίσω. ἄμαχον τὸ κακόν : ὑπερβολικῶς, πρὸς ὃ οὐκ ἄν τις μαχέσαιτο. ἀνακαλλύνειν (Phryn. comic.): τὸ σαίρειν, ὃ καὶ ἀνακορεῖν 〈λέγεται〉. ἐξ οὗ καὶ κάλλυντρον καὶ κόρημα τὸ σάρον. ἄστρωτον (Eurip. fr. 367): τὸ μὴ ἐστρωμένον, ἐν ᾧ τις καθευδήσει. ἀνθρωπίσκος φαῦλος : οἷον ὁ ἁπλοῦς καὶ μηδὲν ποικίλον ἔχων. τὸ μέντοι ἀνθρωπίσκος ἐπὶ καταφρονήσεως τίθεται. ἁνύειν : δασύνουσιν οἱ Ἀττικοί. |
| 23 | καὶ δῆλον ἐκ τῆς συναλοιφῆς. καθήνυσαν γάρ (Soph. El. 1451?). ἀσύφηλος ὕβρις : ἡ μετὰ ἀμαθίας καὶ ἀτιμίας. ἄμισθος : Σοφοκλῆς (fr. 745) ‘ἄμισθος ὁ ξένος πορεύεται‘. ἄπυρον πινακίσκον (Aristoph. fr. 532): καινόν, μήπω πυρὶ προσενηνεγμένον. ἀλέα : 〈ἡ θέρμη〉. ἀλεαίνοιμι (Aristoph. Eccles. 540): ἀντὶ τοῦ ἀλεαινοίμην. ἐνεργητικὸν ἀντὶ παθητικοῦ. αὐλὴ πρόσειλος (Eupol. fr. 378): ἡ πρὸς τὸν ἥλιον τετραμμένη. καὶ τέγος πρόσειλον. ἀλλόκοτον : σημαίνει μὲν κυρίως τὸ παρηλλαγμένον τῆς καθεστώσης διαίτης καὶ τρόπου. πεποίηται δὲ παρὰ τὸν κότον, ὃ σημαίνει τὴν ὀργὴν καὶ μανίαν καὶ παραπληγίαν. ὁ οὖν ἄλλοτε ἄλλως 〈ἢ〉 ἄλλοτε ἄλλοις κοτῶν ἀλλόκοτος ἂν καλοῖτο. Πλάτων ἐν Νόμοις (V 747 D) ‘οἱ μέν γε διὰ πνεύματα καὶ διειλήσεις ἀλλόκοτοί εἰσι καὶ ἐναίσιοι αὐτῶν‘. τὸ δὲ ἐναίσιοι αὐτῶν δηλοῖ οἷον οἱ γενόμενοι ἐν αἴσῃ καὶ μοίρᾳ τινί. κυρίως μὲν οὖν οἱ τὸν νοῦν βεβλαμμένοι καὶ ἔμπληκτοι ἀλλόκοτοι καλοῦνται. ἤδη δὲ καὶ ἐπὶ τῶν τὰ σώματα παρὰ φύσιν διακειμένων 〈τίθεται ἡ φωνή〉. |
| 24 | Κράτης (fr. 43) δ’ ἐπὶ ὀνείρατος ἠλλαγμένου καὶ τερατώδους. ἀχθεινόν καὶ ἀχθεινά : τὰ ἀνιαρά. καὶ ἀχθηδών (Aeschyl. Prom. 63) ἡ λύπη. αὐθέντης : ὁ αὐτόχειρ. σύγκειται δὲ παρὰ τὸ εἷναι, ὅπερ ἐστὶν ἀφεῖναι καὶ παρὰ τὸ αὐτός, οἷον ὁ ἀφεὶς ξίφος ἢ ἄλλο τι πρὸς τὸ ἀποκτεῖναί τινα. Σοφοκλῆς δὲ (El. 264. Oed. R. 107) λύσας τοὔνομα αὐτοέντης εἶπεν. ἔστι δὲ πολιτικώτερον τὸ αὐθέντης. ἀναζέσαι καὶ ἀνάζεσον : τεῦτλα ἢ κρέα ἢ ἄλλο τι. οἱ δὲ 〈πολλοὶ〉 ζέσαι καὶ ζέσον λέγουσιν. ἀγριωθείς : καὶ οὐκ ἀγριανθείς. καίτοι τὸ ἀγριαίνομαι καὶ ἀγριαίνεσθαι καὶ ἐξαγριαίνεσθαι Ἀττικά. ἀνεψιαδῆ (Aristoph. fr. 203): ὅμοιόν ἐστι τῷ ἀδελφιδῆ, ἀνεψιοῦ καὶ ἀδελφοῦ θυγατήρ. ἁρμογή (Eupol. fr. 11): μουσικὸν τοὔνομα, τιθέμενον ἐπὶ τῶν ἁρμόσεων, ἃς ποιοῦνται οἱ μουσικοί, ἐπειδὰν ἐξ ἁρμονίας εἰς ἑτέραν ἁρμονίαν μετίωσι, φέρε ἐκ Δωρίων εἰς Ὑποδώρια ἢ ἐκ Φρυγίων εἰς Ὑπερμιξολύδια ἢ ὅλως ἔκ τινος τόνου εἰς ἕτερον τόνον, οὐ ταὐτὸν οὖσα ἡ ἁρμογὴ τῇ μεταβολῇ. |
| 25 | ἡ μὲν γὰρ μεταβολή ἐστιν ἐξ ὁμοίου τόνου εἰς ἀνόμοιον μετάβασις, οἷον εἴ τις ἐν ἑνὶ ποιήματι ἢ κρούματι τὴν μελοποϊίαν, τυχὸν Δώριον οὖσαν Ὑποδώριον ποιεῖ, μιγνὺς τῇ Δωρίῳ τὴν Ὑποδώριον. ἁρμογὴ δέ ἐστιν, ὅταν αὐλήσας τὸν Φρύγιον τόνον καὶ ἐκτελέσας τό τε ᾆσμα καὶ τὰ κρούματα τελέως, μεθαρμόττηται εἰς ἕτερον τόνον, Ὑποφρύγιον ἢ Λύδιον ἤ τινα τῶν τρισκαίδεκα ἁρμονιῶν. δύναται δ’ ἂν καὶ ἡ μεταβολὴ ἁρμογὴ καλεῖσθαι. ἀπαλοᾶν : διὰ τοῦ π γράφοντες οἱ Ἀττικοὶ δῆλον ποιοῦσιν, ὅτι καὶ τὴν ἄλω καὶ τὸ ἀλοᾶν ψιλοῦσιν. καὶ ἀλοάσουσι δὲ διὰ τοῦ α , ἀλλ’ οὐχὶ διὰ τοῦ η . σημαίνει δὲ τὸ ἀλοᾶν καὶ τὸ ἐπιτρίβειν τύπτοντα· ἔνθεν καὶ πατραλοίας καὶ μητραλοίας, ὁ τὸν πατέρα καὶ τὴν μητέρα ἀλοῶν, ὅ ἐστι τύπτων καὶ ἐπιτρίβων. ἄπεφθον : διὰ τοῦ π μὲν ἐκφέρουσιν, ὅμως 〈δὲ〉 δασύνουσι τὸ ἑφθόν . ἡ δὲ αἰτία, ὅτι τραχὺ ἔδοξεν αὐτοῖς πρὸ τοῦ φ καὶ τοῦ θ , τῶν δασέων, ἔτι τὸ φ παρενθεῖναι. οὕτω καὶ τὸ ἀπηδές ἔχει, καὶ τὸ ἀντήλιον καὶ τὸ ἀπηλιώτης καὶ τὸ ἀπηθεῖν . ὅθεν καὶ ἔπτυσχλοι , 〈ὃ〉 ὤφειλε διὰ τοῦ φ καὶ 〈τοῦ〉 θ . καὶ γὰρ τὸ ὕσχλος δασύνεται. ἔστι δὲ τῶν ὑποδημάτων, ὅθεν οἱ ἱμάντες ἐξάπτονται πρὸς τὸ συνέχειν τὸν πόδα. ἡ δὲ ἔπτυσχλος εἶδός ἐστιν ὑποδήματος. καὶ τὸ ἀπηχία διὰ τοῦ π . σημαίνει δὲ μῖσος καὶ ἔχθραν, οἷον ἡ ἀπηχοῦσα καὶ ἀπᾴδουσα δι’ ἀναρμοστίαν. 〈ὅμοιον〉 καὶ τὸ ἀμπίσχου καὶ ἀμπίσχες. αἰνίγματα συμβάλλειν : τὸ λύειν καὶ συνιέναι. |
| 26 | ἀνεσκιρτημένας : Εὔπολις (fr. 22) ἐπὶ τῶν αἰγῶν εἶπε τὴν λέξιν. ἀφηγεῖσθαι : τὸ διηγεῖσθαι σαφῶς. αἱμορρυής (Aeschyl. fr. 211): χρῶ. αὐτὰ καὶ τὰ φίλτατα (fr. com. ad. 701): ἐπὶ τῶν φιλτάτων θήσεις. οἷον αὐτοὶ οὓς ἐβουλόμην καὶ οἱ φίλτατοι. παροιμία ἐστίν. ἡ φράσις Ἀττική. ἀπέσβησε πῦρ : ὁμοίως καὶ λύχνον. διὰ τοῦ η , οὐ διὰ τοῦ ε . ἄκος περίαπτον (Cratin.): Ἀττικῶς εἴρηται κατὰ σύνθεσιν 〈μετὰ〉 τοῦ ἄκος. τὸ δὲ περίαπτον κατὰ μόνον 〈ἐπὶ τοῦ περιάμματοσ〉 καθωμίληται. ἀναφαλαντίας : οὐχ ὁ φαλακρός, ἀλλ’ ὁ ἀρχόμενος ἀποφαλακροῦσθαι. ἀγροβόας ἀνήρ (Cratin. fr. 374): ὁ ἀγροίκως φθεγγόμενος καὶ οὐκ ἐμμελῶς. χρῶ ἐπὶ τῶν ἀηδῶν καὶ μεγαλοφώνων. ἀπομάθοις, ἀπομαθέτω, ἀπόμαθε : σημαίνει δὲ τὸ ἐπιλαθέσθαι, ἅ τις ἔμαθεν. |
| 27 | ἀντριάδες : 〈αἱ ἐν τοῖς ἄντροις διατρίβουσαι〉 νύμφαι, ὡς 〈αἱ〉 ἐν τοῖς νάμασι διατρίβουσαι Ναΐδες καὶ ἐν τοῖς ὄρεσιν ὀρεστιάδες καὶ 〈ἐν τοῖς δένδροισ〉 ἁμαδρυάδες, 〈δρύας γὰρ πάντα τὰ δένδρα ἐκάλουν〉, καὶ αἱ περὶ τὰς νομὰς τῶν τετραπόδων ἐπιμηλίδες, ὅτι μῆλα ἅπαντα τὰ τετράποδα καλοῦσιν οἱ ἀρχαῖοι. ἀποψύχεσθαι : ἀναπαύεσθαι ψυχάζοντας, ὅπερ ποιοῦσιν οἱ ἐξ ὁδοῦ καὶ καύματος ἀναψυχόμενοι. ἄδηλος γνώμη (Soph. Oed. R. 498): ἡ ἀφανής. ἀνυπόδητος : διὰ τοῦ η , οὐ διὰ τοῦ ε . ἀφοῦ : οἷον ἀπαλλάγηθι καὶ μὴ ἔχου. ὁ τόνος ἐπὶ τέλους. καὶ ἀφέσθαι τὸ ἀπαρέμφατον, ὅμοιον τῷ θοῦ, θέσθαι. τὰ γὰρ παροξύτονα τὸ ἄφου, ὡς τὸ πρόου καὶ μέθου καὶ ὕφου 〈ἐπὶ τοῦ δευτέρου προσώπου ἑνικοῦ τοῦ παρεληλυθότος τίθεται〉. ἄβαξ (Cratin. fr. 86): ξύλινόν τι σκεῦος, παραπλήσιον τοῖς δίσκοις. ἀνήγρετο ἐξ ὕπνου (Soph.) καὶ ἐξήγρετο : Ἀττικῶς 〈εἴρηται〉. ἄψυχον ἄνδρα λαμβάνειν συνέμπορον (fr. trag. ad. 337): ἀντὶ τοῦ δειλόν. ἄσβολος (Aristoph. |
| 28 | Thesm. 246): θηλυκῶς λέγουσιν. Ἱππῶναξ (fr. 105) δ’ ἀρσενικῶς. τινὲς δὲ καὶ τὴν ἀσβόλην 〈οὐχ ὑγιῶσ〉. αὐθέκαστα 〈λέγειν 〉: τὸ τὰ κυριώτατα διὰ βραχέων καὶ τὰ ἀναγκαιότατα λέγειν, μὴ κύκλῳ βαδίζοντα καὶ περιτρέχοντα, αὐθέκαστα λέγειν ἐκάλεσαν οἱ ἀρχαῖοι. Μένανδρος 〈δὲ〉 ἐπὶ τοῦ πικροῦ καὶ ἀηδοῦς τέθεικε τὴν λέξιν (fr. 843) ‘πικροῦ γέροντος, αὐθεκάστου τοῦ τρόπου‘. ἀσκεῖν καὶ ἀσκηταί καὶ ἀσκητικῶς : τὸ ἀγωνιστικῆς ἐπιμελείας τυγχάνειν ἀσκεῖν ἐστιν. Εὔπολις (fr. 152) ‘ἵππον κέλητ’ ἀσκοῦντα θέσ‘, οἷον ἀγωνιστήν. σημαίνει 〈δὲ〉 καὶ τὸ μετ’ ἐπιμελείας τι κατασκευάζειν. ἀναρρῖψαι κίνδυνον : παρὰ τὸ ἀναρρῖψαι κύβον, περὶ τῶν ἀφειδῶς ἑαυτοὺς εἰς κινδύνους ἀφιέντων. |
| 29 | ἄβουλος στάσις : Σοφοκλῆς (Oed. R. 634 sq.). ἄψαυστος : ἐπὶ τοῦ μὴ θιγόντος μηδὲ ἁψαμένου. Σοφοκλῆς (Oed. R. 969). ἁπαξάπαντες : τοῦτο ἕν τί ἐστι κατὰ παράθεσιν. ἡ μέντοι πρώτη συλλαβὴ βαρυτονηθήσεται ἐν συνθέτῳ οὖσα. ἀνακτᾷ τόνδε : ἀντὶ τοῦ ἀναλαμβάνεις κεκμηκότα. οἱ δὲ ἀμαθεῖς προσθέσει τῆς σαι ἀνακτᾶσαι λέγουσιν. δεῖ δέ, ὥσπερ γελῶμαι γελᾷ γελᾶται καὶ ἀναβοῶμαι ἀναβοᾷ ἀναβοᾶται, οὕτω καὶ ἀνακτῶμαι ἀνακτᾷ ἀνακτᾶται. ὅμοιον καὶ τὸ θεῶμαι θεᾷ καὶ ὁρῶμαι ὁρᾷ 〈καὶ κατακλῶμαι κατακλᾷ〉. αὐτόκρατον : ἐπὶ τοῦ ἀμιγοῦς καὶ ἀκεράστου καὶ ἀκράτου οἴνου. παρὰ γὰρ τοῖς πολλοῖς καθωμίληται τὸ αὐτόκρατον ἐπὶ τοῦ συμμέτρως κεκραμένου. ἀπαιδάγωγος : 〈σπάνιον〉. τὸ δὲ ἀπαιδαγώγητος καθωμίληται. ἀναφρόδιτον : τὸ ἔξω ἀφροδισίας χάριτος καὶ ὥρας. αὐτοκέλευστος : ὁ ἑκὼν πράττων καὶ οὐχ ὑπ’ ἄλλων κελευόμενος. ἀκοσμεῖν (Soph. |
| 30 | ): τὸ μηδὲν ἐν τάξει ποιεῖν, ἀλλ’ ἀκολασταίνειν. αἱ τῶν γυναικῶν παγίδες : τοὺς κόσμους καὶ τὰς ἐσθῆτας, αἷς χρῶνται αἱ γυναῖκες καλλωπιζόμεναι, παγίδας εἶπεν Ἀριστοφάνης (fr. 666). ἀνέκαθεν : εὑρίσκεται ἐπὶ τόπου εἰρημένον, οὐκ ἐπὶ χρόνου, ὡς παρ’ Ἡροδότῳ (passim). ἁπαλόχρως : διὰ τοῦ ω ἡ τελευταία, ἀλλ’ οὐ διὰ τῆς ου διφθόγγου. ἀργυροσκόπος καὶ ἀργυρογνώμων καὶ ἀργυραμοιβός : εἴρηται δὲ ἀργυρογνώμων μὲν παρὰ τὸ γνῶναι δύνασθαι δόκιμόν τε καὶ κίβδηλον ἀργύριον. ἀργυροσκόπος δὲ παρὰ τὸ σκοπεῖν, ἀργυραμοιβὸς δὲ ὁ ἀμείβων ἀντὶ τοῦ ἀργυρίου κέρματα. ἀτύραννος πόλις καὶ δῆμος . ἀρρενοῦσθαι (fr. com. ad. 950): τὰ ἀρρένων, ἀλλὰ μὴ τὰ γυναικῶν πράττειν. ἀποτῆξαι λιμῷ : οἷον ἀποκτεῖναι. |
| 31 | ἄνανδρος γυνή : ἡ μὴ ἔχουσα ἄνδρα. ἁπλούστατος : τὸ μὲν ἁπλοῦς πολύ, τὸ δὲ 〈ἁπλούστατοσ〉 ὀλίγον. ἀντισιωπᾶν (Aristoph. Lys. 527): ἐν τῷ μέρει σιωπᾶν ἀκούοντας. ἀκάτια : τὰ τῶν ἀκατίων ἱστία. κυρίως μὲν σημαίνει τὰ μικρὰ ἱστία, λέγεται δὲ καὶ ἐπὶ τῶν μεγάλων. ταύτῃ ἄρα καὶ τοὺς μικροὺς τὰ σώματα ἀκάτια λέγουσιν (fr. com. ad. 923). ἀνίλλειν βιβλίον : οἱ μὲν ἄλλοι περισπῶσι τὴν λέξιν καὶ δι’ ἑνὸς λ γράφουσιν. οἱ δὲ Ἀττικοὶ παροξύνουσι καὶ διὰ δύο λλ γράφουσιν. οὕτω καὶ τὸ ἐξίλλειν. ἀτηρὸν κακόν : οἷον ἰταμὸν καὶ βλαβερόν. ἀνδρὸς εἶναι μοῖραν : ἀντὶ τοῦ ἄνδρα εἶναι, ὅπερ ἐπ’ ἀρετῆς τίθεται. αὐτογνώμων ἄνθρωπος : ὁ τῇ ἑαυτοῦ γνώμῃ πάντα πράττων καὶ μὴ πειθόμενος ἑτέρῳ. ἀπαρκτίας : μετὰ τοῦ τ , οὐκ ἀπαρκίας. ἀνδρόβουλος γυνή (Aeschyl. Ag. 11): ἡ ἀνδρὸς βουλεύματα βουλευομένη, ἀνδρὸς δὲ τοῦ κατ’ ἔπαινον λεγομένου. ἀναριχᾶσθαι (Aristoph. |
| 32 | Pax 70): πάνυ Ἀττικὴ ἡ φωνή. σημαίνει δὲ τὸ τοῖς ποσὶ καὶ ταῖς χερσὶν ἀντεχόμενον ἀναβαίνειν, οἷον ἀνέρποντα. οἱ δὲ δύο ρρ γράφοντες ἁμαρτάνουσιν. ἀνισάζειν καὶ ἀνισῶσαι : 〈ἄμφω δόκιμα〉. ἀνασηκῶσαι (Aristoph. fr. 743): τὸ ἀντιθεῖναι καὶ ἀντιστῆσαι. ἀναχαιτίσαι : ἀνακόψαι εἰς τοὐπίσω. ἡ μεταφορὰ ἀπὸ τῶν τοὺς ἵππους τῇ χαίτῃ ἀνακρουόντων, τοὺς ἀπὸ ῥυτῆρος τρέχοντας. ἀνεκάς : Ἀττικῶς. καὶ σημαίνει τὸ ἄνω. ἀληλιμμένον : ἀναδιπλοῦντες λέγουσιν ἀντὶ τοῦ ἠλειμμένον. οὕτω καὶ τὸ κατορώρυκτο καὶ τὸ κατορωρυγμένον, καὶ ὑφήφανται ἀντὶ τοῦ ὕφανται. ἀκροσφαλές : τὸ ἄκρως σφαλερὸν καὶ μὴ δυνάμενον ἐν ἀσφαλεί〈ᾳ〉 εἶναι. ἀγοράζειν : καὶ τὸ ὠνεῖσθαί 〈τι〉 καὶ τὸ ἐν ἀγορᾷ διατρίβειν. ἄνθρωπος τῶν ἀπὸ κώπης : σημαίνει οὖν τὸν ναύτην. |
| 33 | ἀρτίχνους : ὁ ἄρτι τὸν χνοῦν ἀνιεὶς καὶ ⟦ ἄρτι ⟧ γενειάσκων. χνοῦς γάρ ἐστιν ἡ πρώτη καὶ τρυφερωτάτη ἔκφυσις τῶν τριχῶν. ἀναγκόδακρυς : ὁ πρὸς ἀνάγκην δακρύων καὶ μὴ ἐκ πάθους τινὸς ἢ συμφορᾶς. Αἰσχύλος (fr. 413). ἀνοικτίρμων (Soph. fr. 598, 8): ὁ ἀνηλεὴς καὶ ἀπαραίτητος. ἀτενὴς καὶ ἀτεράμων ἄνθρωπος (Arist. Vesp. 730): ταὐτὸν ὁ ἀτενής τῷ ἀτεράμων. τὸ μέντοι ἀτεράμων κυρίως ἐπὶ τῶν δυσεψήτων ὀσπρίων τιθέασιν. ἀρτοπωλία : ἡ πρᾶξις αὐτή. ἄβολον κτῆνος : τὸ μὴ ἀποβεβληκὸς τοὺς ὀδόντας, δι’ ὧν γνωρίζεται ἡ ἡλικία. ἀρύταινα : σκεῦος τι, ᾧ οἱ βαλανεῖς χρῶνται πρὸς τὸ παρέχειν 〈τὸ ὕδωρ〉. ἀπὸ τοῦ ἀρύεσθαι, ὅ ἐστιν ἀπαντλεῖν. ἄωρα πράττειν : τὸ παρ’ ὥραν καὶ παρὰ καιρόν τι πρᾶξαι. ἀγεωργίου δικάζεσθαι : ὡς λειποταξίου. σημαίνει δὲ ⟦ τό ⟧ , ἐπειδάν τις χωρίον παραλαβών, ἀγεώργητον καὶ ἀνέργαστον ἐάσῃ, ἔπειθ’ ὁ δεσπότης δικάζηται τῷ παραλαβόντι. ἀμήρυτοι λόγοι : οἱ ἀνήνυτοι καὶ ἄπαυστοι καὶ μηδὲν πέρας ἔχοντες. |
| 34 | μηρύεσθαι γάρ ἐστι τὸ ἔρια κατάγειν ἢ ἐξ ἀτράκτου ἤ τινος ἄλλου. ἀνωμοτί (Herod. II 118?): ἄνευ ὅρκου καὶ τοῦ ὀμόσαι. ἀπομύξαι λύχνον (fr. com. ad. 847). ἁδρῦναι (Soph. fr. 892): ἁδρὸν ποιῆσαι καὶ μέγα. ἀπώμοτον πρᾶγμα (Eupol. fr. 217): ὃ ἄν τις ἀπομόσειε μὴ ἂν γενέσθαι. ἀνθρήνιον (Aristoph. Vesp. 1080): τὸ τῶν μελιττῶν κηρίον. καὶ ἀνθρῆναι αἱ μέλιτται. ἀνυπήλιφος ναῦς : ἡ μὴ ὑπαληλιμμένη. αἱ δὲ νῆες ὑπαλείφονται, ἐπειδὰν μέλλωσι καθέλκεσθαι. 〈τὸ δὲ καθέλκεσθαι λέγεται κατ’ ἐναντίον〉 τοῦ νεωλκεῖσθαι. ἀξιοπενθής (Eurip. Hippol. 1465): ὁ ἄξιος τοῦ δι’ ἀρετὴν πενθεῖσθαι. ἀμυχαί (Phryn. com. fr. 3): τὰ καλούμενα ὑπὸ 〈τῶν〉 πολλῶν κνίσματα. ἀνδρεράστρια γυνή (Aristoph. Thesm. 392): ἡ ἐπιμαινομένη ἀνδράσιν ἢ ἐρῶσα ἄλλου καὶ ἄλλου. ἀνθρωπικὸς μῦθος (Aristoph. |
| 35 | Amphiar.): ὁ περὶ ἀνθρωπείων πραγμάτων. ἀθήρ (Philonides): ἡ ἀκμὴ τοῦ ἠκονημένου σιδήρου, ἀπὸ τοῦ ἀθέρος, ὅ ἐστιν ἀστάχυος τὸ ἄκρον καὶ λεπτότατον, παρ’ ὃ τὸ ἀθηρηλοιγόν καὶ 〈τὸ〉 ἀθερίζειν . ἀειλογία (Demosth. d. fals. leg. 2): δόκιμον. τὸ δ’ ἀειλογεῖν καὶ τὰ ὅμοια ἀδόκιμα. ἀνοητία : ὡς νουθετία, μοιχολεπτία, φιλοποτία, λυχνοκαυτία, ἀθλοθετία, ἀκρατία. 〈πάντα γὰρ τὰ τοιαῦτα οἱ Ἀττικοὶ διὰ τοῦ τ , οὐχὶ διὰ τοῦ σ 〉. αἰσχροποιός (Eurip. Med. 1336): ἡ αἰσχρὰ ποιοῦσα καὶ αἰσχύνης ἄξια. ἀτοπίας πλέως ἄνθρωπος (Aristoph. Ran. 1372): χρῶ. ᾄδειν ἀλεκτρυόνας : Ἀττικῶς. τὸ δὲ κοκκύζειν κωμικοὶ λέγουσιν (e.g. Diphilos. fr. 311). αἰκάλλοντες : σημαίνει τὸ σαίνοντες, ὅπερ οἱ κύνες ποιοῦσιν. |
| 36 | ὁ μέντοι Σοφοκλῆς (Oed. R. 597 et fr. 928) καὶ προσσαίνειν. χρῶ οὖν, εἰ μὲν φιλοτίμως, τῷ αἰκάλλειν, εἰ δὲ πολιτικῶς, τῷ προσσαίνειν. ἀδολεσχεῖν καὶ ἀδολέσχης : σημαίνει μὲν τὸ φιλοσοφεῖν περί τε φύσεως καὶ 〈τοῦ〉 παντὸς διαλεσχαίνοντα. λεσχαίνειν δ’ ἐστὶ τὸ διαλέγεσθαι, καὶ λέσχαι οἱ τόποι, εἰς οὓς συνιόντες διημέρευον 〈διαλογέμενοι〉. λέγεται δὲ τὸ ἀδολεσχεῖν ἤτοι ἀπὸ τοῦ ἄδην καὶ τοῦ λεσχηνεύειν. ἀλλ’ εἰ μὲν ἀπὸ τοῦ ᾄδειν, προσγράφου τὸ ι ἐν τῷ ἀιδολέσχης. εἰ δὲ ἀπὸ τοῦ ἀηδοῦς, οὕτως 〈ἄνευ τοῦ ι 〉. οἱ γὰρ Ἴωνες τὴν ἀηδίαν συναλείφοντες τρισυλλάβως γράφουσιν, διὸ καὶ ἐξετάθη. ἄκυλος : ὁ τῆς πρίνου καρπός. ὑῶν δ’ ἐστὶ σιτία. ἀκρόδρυα : οἱ καρποὶ τῶν δένδρων. δρύας δὲ πάντα τὰ δένδρα ἐκάλουν. 〈ἔλεγον δὲ τὰ ἀκρόδρυα καὶ μῆλα. Ὅμηρος (I 542)〉 ‘αὐτῇσιν ῥίζησιν καὶ αὐτοῖς ἄνθεσι μήλων‘. ἀνθοσμίας οἶνος (Aristoph. |
| 37 | Ran. 1150 et Thesmoph. fr. 336): ὁ ἡδὺς καὶ εὐώδης. ἀναβῆσαι : τὸ ποιῆσαί τινα ἀναβῆναι. αἰρόπινον (Aristoph. fr. 480): κόσκινον. πίνος γάρ ἐστιν ὁ ῥύπος καὶ πιναρόν τὸ ῥυπαρόν. αἰρόπινον οὖν τὸ κόσκινον τὸ τὰς αἴρας, ὅπερ ἐστὶ ῥύπος τῶν πυρῶν, καθαίρων. ἀπέρατον (Aeschyl. Suppl. 1051?) ἐκτείνουσι τὸ α . λέγεται δὲ καὶ ἀπέραντον μετὰ τοῦ ν . ἀείζων (Aeschyl. fr. 28): ‘πόαν ἀείζων‘. τοιοῦτον καὶ τὸ ἀείνων [καὶ] τὸ ἀένναον, ὡς τὸ σῶος σῶς καὶ ζωός ζῶς, καὶ ζῶν ἡ αἰτιατική. ἀχρήμων (Eurip. Med. 460): ὁ μὴ ἔχων χρήματα. ἀγωγεύς (Soph. fr. 887): ὁ ἱμὰς τῶν κυνηγετικῶν κυνῶν, ᾧ ἐπάγονται ὑπὸ τῶν κυνηγετῶν. Στράττις δὲ (fr. 52) τὸν ἵππου ἱμάντα, ᾧ ἐφέλκεται καὶ ἐπάγεται, ἀγωγέα λέγει. ἀρτοποπεῖν (Phryn. |
| 38 | com. fr. 27): οὕτως Ἀττικοί, διὰ τοῦ π . ἀπὸ στόματος λέγειν καὶ ἀπὸ γλώσσης : τὸ δι’ ἐντολῶν καὶ οὐ δι’ ἐπιστολῆς. ἄβατος ὁδός : ἣν οὐχ οἷόν τε βαίνειν καὶ ὁδοιπορεῖν. ἀκροᾶσθαι : τὸ ὑπακούειν καὶ ὑποτετάχθαι. ἁλμαίαν (Aristoph. fr. 419): τὴν ἅλμην, ὡς Ἀθηνᾶ Ἀθηναία, πύλη πυλαία, ὥρα ὡραία. ἀρχαιϊκὰ φρονεῖν (Aristoph. Nub. 821): ἀντὶ τοῦ εὐήθη καὶ μῶρα φρονεῖν. τὸ γὰρ ἀρχαῖον ἐπὶ τοῦ εὐήθους. ἔλεγον δὲ τοὺς ἀρχαίους καὶ Κρόνους καὶ Κόδρους. Αἴτνη ἄνθρωπος (fr. |
| 39 | com. ad. 702): εἴ τις βούλοιτο ἀποσκῶψαί τινα εἰς πολυφαγίαν καὶ ἀπληστίαν καὶ ἀδηφαγίαν. εἴρηται ἀπὸ τῶν ἐν τῇ Αἴτνῃ κρατήρων τοῦ πυρός. τὸ δὲ πῦρ ἀναλωτικὸν καὶ δαπανηρόν. ἀκραιφνὲς ὕδωρ (Aristoph. fr. 32): τὸ ἀμιγὲς καὶ καθαρὸν ἑτέρας ἐπιρροῆς. ἀνάρρημα : τὸ κήρυγμα. σεμνὸν πάνυ. ἀκταινῶσαι : σημαίνει μὲν τὸ ὑψῶσαι καὶ ἐπᾶραι καὶ μετεωρίσαι, εἴρηται δ’ ἀπὸ τῆς ἀκτῆς, τοῦ φυτοῦ, ἀφ’ οὗ τὰ ἀκόντια τέμνεται. καὶ ἐπεὶ τὰ ἀκόντια εἰς ὕψος αἴρεται ἀφιέμενα, διὰ τοῦτο καὶ ἐπὶ παντὸς ὑψουμένου καὶ πηδῶντος ἐτέθη τὸ ἀκταινῶσαι. Αἰσχύλος (Eum. 36) ‘οὐκ ἔτ’ ἀκταίνω‘ φησί, βαρυτόνως, οἷον οὐκ ἔτι ὀρθοῦν δύναμαι ἐμαυτήν. Πλάτων 〈δὲ〉 ἐν τῷ Φάωνι (fr. 180) ὡς ἀπὸ περισπωμένου. ἀκρατίσασθαι : τὸ μικρὸν ἐμφαγεῖν πρὸ τοῦ ἀρίστου. Ἀριστομένης (fr. 14) ‘ἀκρατιοῦμαι μικρόν‘. τέτταρας μέντοι τροφὰς οἶδεν ὁ ποιητής, τὴν ἑωθινήν, ἣν καὶ ἄριστον καλεῖ (π 2, Ω 124), 〈δευτέραν δὲ δεῖπνον καὶ〉 τρίτην τὴν δειελινήν. |
| 40 | ‘ἔσσεται οὕτως ἄττα· σὺ δ’ ἔρχεο δειελιήσασ‘ (ρ 599) —δείλην γὰρ καλοῦσιν [οἱ Ἀττικοὶ] τὸ περὶ τὴν ἐνάτην καὶ δεκάτην ὥραν, παρὰ τὸ ἐνδεῖν τὴν ἕλην, ἣν καὶ διαιροῦντες δεΐλην καλοῦσιν. τὴν δὲ τετάρτην δόρπον καλεῖ. ὁ δὲ Αἰσχύλος (fr. 182) τρεῖς οἶδεν, ἀφελὼν τὴν δειελινήν. οἱ δ’ Ἀττικοὶ τὴν μὲν ἑωθινὴν ἀκράτισμα, τὴν δὲ περὶ μεσημβρίαν ἄριστον, τὴν δὲ 〈περὶ〉 ἑσπέραν δεῖπνον, ἐξαιροῦντες τῆν δειελινήν. ἀμεταχείριστα τὰ κοινά (Aristoph. fr. 710): 〈τὰ κοινά〉, ἃ 〈ἂν〉 οὐδεὶς μεταχειρίσαιτο. ἀντιβολία (Eupol. fr. 317, Thucyd. VII 75): ἡδὺ καὶ σεμνόν. σημαίνει δὲ καὶ ἱκετείαν. ἀμφαξονεῖν (fr. com. ad. 925): τὸ περινεύειν εἰς θάτερον μέρος, ὅπερ ἔστιν ἰδεῖν ἐπὶ τῶν ἁμαξῶν τῶν κλινομένων εἰς θάτερον μέρος. ἀνάδικος δίκη : ἡ δεδικασμένη, εἶτα πάλιν εἰσαγομένη. |
| 41 | ἀπὸ ῥυτῆρος τρέχειν 〈ἐᾶν〉 ἵππον : οἷον ἀπὸ χαλινοῦ ἢ ἄνευ χαλινοῦ. ἀπονίψασθαι τὼ χεῖρε καὶ ἀπονίψασθαι τὼ πόδε. ἄρρατον : τὸ ἰσχυρόν, κατὰ ἀπόφασιν τοῦ ῥαῖσαι, οἷον ἀδιάφθορον. ἀπιστεῖν (Plato, Meno 89 D): ἐπὶ τοῦ μὴ πείθεσθαι. ἀσφάραγος (Cratin. fr. 325): διὰ τοῦ φ . βοτάνης εἶδος ἀσφάραγος πρὸς τὰς καθάρσεις ἐπιτήδειον. οἱ δὲ πολλοὶ τὰ ὄρμενα τῶν λαχάνων διὰ τοῦ π ἀσπαράγους καλοῦσιν, δυσὶ περιπίπτοντες ἁμαρτήμασιν, ὅτι τε διὰ τοῦ π λέγουσιν, δέον διὰ τοῦ φ , καὶ ὅτι τὸ ἰδίως καλούμενον ἐπί τινος πόας ἐπὶ πάντων τῶν ἐξορμενιζόντων 〈λέγοντεσ〉 τίθενται τὴν φωνήν. |
| 42 | ἀσκωλιάζειν (Aristoph. Plut. 1129) καὶ ἀσκωλίζειν : σημαίνει τὸ ὥσπερ ὑπὸ σκώλου πεπληγμένον ἐφ’ ἓν σκέλος ἅλλεσθαι. ἀσκαρίζειν (Cratin. fr. 25 sq.): σκαίρω τὸ συνεχῶς κινοῦμαι. ἐξ οὗ παράγωγον σκαρίζω, ὡς στένω στενάζω. καὶ ὡς σκαλίζω ἀσκαλίζω κατὰ πρόσθεσιν τοῦ α , οὕτω σκαρίζω ἀσκαρίζω. ἀρωματοπῶλαι (fr. ad. 951) δόκιμον. ἀωροθάνατος (Aristoph. fr. 663): ὁ πρὸ τῆς καθηκούσης ὥρας ἀποθανών, ἀνὴρ καὶ γυνή. ἀστρατηγία : ἀντὶ τοῦ ἀναρχία. ἀρρήκτως ἔχειν (Aristoph. Lys. 182): οἷον ἀσφαλῶς καὶ ἀδιαλύτως. ἀνεμοφόρητον : ἀντὶ τοῦ ἀβέβαιον καὶ ἀστάθμητον, οὗ οὐκ ἔστιν ἐφικέσθαι. Ὅμηρος (Δ 355) ἀνεμώλιον αὐτὸ καλεῖ. ἀσωτεῖον (Strattis fr. |
| 43 | 51): σημαίνει τὸν τόπον, ἔνθα οἱ ἄσωτοι διατρίβουσιν. ἀμφήμερος πυρετός (Soph. fr. 466): ὃν ἀμφημερινὸν οἱ ἰατροί. ἁμαξιαῖα ῥήματα : μεγάλα, ἃ φέροι ἂν ἅμαξα, οὐκ ἄνθρωπος ἢ ὑποζύγιον. καὶ ὁ ποιητής (Υ 247) ‘οὐδ’ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο‘. οὐκ ἔστι ταῦτα πολιτικά, τῷ μέντοι ποιητῇ δίδοται λέγειν. ἄπιστόν με τίθης : ἀντὶ τοῦ εἰς ἀπιστίαν με ἄγεις. ἀνωφρυασμένος ἄνθρωπος (fr. com. ad. 842): σημαίνει τὸν ἀποσεμνύνοντα ἑαυτόν. τοιοῦτοι γάρ εἰσιν οἱ τοῦτον τὸν τρόπον διακείμενοι, ὡς τὰς ὀφρῦς ἀνατείνειν. λέγουσι δὲ τοὺς τοιούτους καὶ τοξοποιεῖν τὰς ὀφρῦς καὶ ἀνέλκειν καὶ ὠφρυῶσθαι. ἀπρόσοδος βίος (Phryn. com. fr. 18): ᾧ οὐδεὶς πρόσεισιν, ἀλλ’ ἔρημος. ἁπλᾶ, διπλᾶ, τριπλᾶ καὶ τὰ ὅμοια περισπῶσιν, 〈οὐ〉 γὰρ ὑποπίπτει τῇ Ἰωνικῇ διαιρέσει, οἷον διπλόα διπλᾶ καὶ τὰ ὅμοια. ἄδουλος βίος (Phryn. |
| 44 | com. fr. 18): ὁ μὴ δουλεύοντα ἔχων. ἀπωλεσίοικον μειράκιον (fr. com. ad. 848): τὸ ἀκόλαστον καὶ ἀπολλύον δι’ ἀσωτίαν τὸν ἴδιον οἶκον. ἁρπαξομίλης (fr. com. ad. 949): ὁ ἁρπάζων τὰς ἀφροδισίους ὁμιλίας καὶ ῥαδίως διακορὴς γινόμενος. ἀνήδομαι, ἐφ’ οἷς ἥσθην : ἀντὶ τοῦ οὐκέθ’ ἥδομαι. Ἕρμιππος (fr. 77) ‘ἃ 〈γὰρ〉 τόθ’ ἥσθην, ταῦτα νῦν ἀνήδομαι‘. ἀντὶ τοῦ ⟦ καὶ ⟧ τὴν ἐπ’ ἐκείνοις γεγενημένην ἀπορρίπτω καὶ ἀποτίθεμαι ἡδονήν. αὐθιγενής : Ὅμηρος (Ξ 203) ἰθαγενής. σημαίνει δὲ τὸν γνήσιον καὶ μὴ ἀλλοδαπὸν μηδὲ νόθον. ἀπολοπίζειν (Aristoph. fr. 135) διὰ τοῦ ο τὴν τρίτην, οὐ διὰ τοῦ ε . ἀνδρὸς ἀγαθοῦ πεισθείς : λείπει ἔθει Ἀττικῷ ἡ ὑπό πρόθεσις. |
| 45 | ἀνταποπαίζειν (Menecrates Manector): ὅταν τις παίζων ἀστραγάλοις ἢ ψήφοις ἢ καρύοις, ἢ κυβεύων ἐπ’ ἀργυρίῳ νικήσῃ, εἶτ’ αὖθις νικᾶται, ἃ ἐνίκησεν. ἀπειλήματα (Soph. Oed. Col. 666): τὰς ἀπειλάς. ὡς ἐπιθυμήματα τὰς ἐπιθυμίας. ἀποστοματίζειν (Plato Euthyd. 276 C): τὸ ἀπὸ στόματος ἐρωτωμένους ἐν διδασκάλου ἢ γλώσσας ἢ ἄλλο τι τῶν μαθημάτων λέγειν. ἄτροφοι καὶ ἀνάγωγοι καὶ λακτισταὶ ἵπποι : Ξενοφῶν (Mem. III 3, 4). ἀγγελικὴ ῥῆσις : αἱ τῶν ἀγγέλων ἐν ταῖς τραγῳδίαις ῥήσεις. ἀνταίρειν : ἀντανίστασθαι. Δημοσθένης (Phil. III 5). ἀναμαντεύεσθαι : σημαίνει τὸ τὰ μαντευθέντα ἅπαξ πειρᾶσθαι ἀμάντευτα ποιεῖσθαι. ἄδωρος χάρις (Eurip. fr. 869): ἡ μὴ ἐπὶ τέλους ἐλθοῦσα δωρεά. ἀποψύχει〈ν〉 : ὅ οἱ πολλοὶ καταψύχειν λέγουσιν, ὅταν τὸ καῦμα λήγῃ καὶ εἰς ψῦχος τρέπηται. Πλάτων ἐν Φαίδρῳ (242 A) ‘ἐπειδὰν ἀποψύχῃ, ἄπιμεν‘. αἰσχροεπεῖν : αἰσχρολογεῖν. |
| 46 | ἀνηλέητος καὶ ἀνηλεής : 〈ἄμφω δόκιμα〉. ἀφρίζειν καὶ ἀναφρίζειν. ἀμφιλαφὲς δένδρον (Plat. Phaedr. 230 B): τὸ μέγα καὶ δαψιλές. ἀποτραχύνου : ἀντὶ τοῦ τραχύνου καὶ χαλέπαινε. ἀνακύψαι ἐκ νόσου. ἁλίπαστα (Aristom. fr. 6): οἱ μὲν πολλοὶ ἁπλῶς τὰ ταρίχη, οἱ δ’ ἀρχαῖοι τὰ ἁλσὶ πεπασμένα. ἀνακεῖσθαι : 〈ἐπὶ ἀνδριάντων καὶ ἀναθημάτων〉. τὸ 〈δὲ〉 κατακεῖσθαι 〈ἐπὶ τῶν ἑστιωμένων〉. ἀπαιθριάζειν (Aristoph. Av. 1502): τὸ καθαρὸν καὶ αἴθριον τὸν ἀέρα ποιεῖν. ... ‘τί γὰρ ὁ Ζεὺς ποιεῖ; ἀπαιθριάζει τὰς νεφέλασ‘. αὐλία θύρα (Aristoph. |
| 47 | Vesp. 1483?): ἡ τῆς αὐλῆς. ἀφαγνίσαι : ἀντὶ τοῦ ἀνιερῶσαι καὶ ἀναθεῖναι ἁγίῳ. ἀναισχυντῆσαι : ἀντὶ τοῦ ἀναιδῶς πρᾶξαι. ἀσκεῖν κακά (Soph. Trachin. 384): κατὰ τῶν ὑπερβαλλόντων κακίᾳ. ἀποψᾶσθαι (Aristoph. Plut. 817): τὸ ἀπομάττεσθαι τὴν ἕδραν μετὰ τὸ ἀποπατῆσαι. ἀπόρρησις : ἡ μὲν συνήθεια τὴν ἀπαγόρευσιν οὕτω λέγει. Πλάτων δὲ ἀντὶ τοῦ ῥῆσις αὐτὸ ἐν τῇ πολιτείᾳ (II 357 A) τέθεικεν εἰπών ‘καὶ τότε τὴν ἀπόρρησιν τοῦ Θρασυμάχου οὐκ ἀπεδέξατο‘. ἀπαγωγή : δηλοῖ μὲν καὶ ἕτερα, λέγεται δὲ οὕτω καὶ ἡ ἀποδιοπόμπησις. ἐπαγωγὴ δ’ ἐστὶ κατάδεσμοι καὶ τοιαῦται γοητεῖαι φαρμάκων καὶ ἐπαοιδῶν καὶ δαιμόνων προτροπαί. ἄρχων : τὴν κλητικὴν διὰ τοῦ ω Ἀττικοί. ἀνταναγνῶναι (Cratin. fr. 386) χρήσιμον. οὐκ ἀντιβαλεῖν οὐδ’ ἀνεξετάσαι. ἀπὸ καιροῦ λέγειν : τὸ ἀκαίρως. ἀνασπᾶν βούλευμα καὶ ἀνασπᾶν γνωμίδιον (Aristoph.). ἀνασχινδαλευθῆναι : διὰ τοῦ χ Πλάτων, (Pol. |
| 48 | II 362 A), ἄλλοι δὲ διὰ τοῦ κ . ἀνῄρηκεν : οὐχ ὡς οἱ νῦν ἀντὶ τοῦ ἀπέκτεινεν, ἀλλ’ ἀντὶ τοῦ ἐκποδὼν πεποίηκεν. οὕτω καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας (19, 2). ἀχάλινα στόματα (Aristoph. Ran. 838?): τὰ λοίδορα καὶ ἀφειδῆ πρὸς λοιδορίαν. ἀνέζεσεν αἷμα (Pherecrates): ἐπὶ ὀργιζομένου. ἀνάκλητος (Soph.) καὶ μετάκλητος : ὁ μετακληθεὶς καὶ μεταπεμφθείς, ὥσπερ καὶ μετάπεμπτος. ἀβελτεροκόκκυξ (Plato com. fr. 64, 3): ἀβέλτερος καὶ κενός. κόκκυγα λέγουσι τὸν κενὸν καὶ κοῦφον. ἀκεῖσθαι καὶ ἐξακεῖσθαι : καὶ ἐπὶ τοῦ θεραπεύειν καὶ ἐπὶ τοῦ ἀπάγειν ἐπαγωγὰς ἐκ γοητείας καὶ μαγγανείας ἐπηγμένας. οὕτω Πλάτων ἐν πολιτείας δευτέρῳ (564 O). αἴσθημα : ἀντὶ τοῦ αἴσθησις. ἀρύστιχος : σκεῦος, ᾧ ἀρύονται οἶνον. ὁ δὲ κύαθος μέτρον τι. ἀμφὶ τὰ στρατεύματα δαπανᾶν (Xenoph. |
| 49 | Anab. I 1, 8): εἴποις δ’ ἂν καὶ περὶ ἀθλητὰς δαπανᾶν καὶ περὶ ἵππους. ἀμφιλεξάντων (Xenoph. Anab. I 5, 11): ἀντὶ τοῦ ἀμφισβητησάντων. ἀμφιλογία καὶ ἀμφισβήτησις : δόκιμα. ἀνοίσω : ἀντὶ τοῦ λογιοῦμαι, ἐπὶ ψήφου. ἀπομερμηρίσαι (Aristoph. Vesp. 5): ἀπονυστάξαι. μέρμηρα γὰρ ἡ εἰς ὕπνον καταφορά. παίζων χρῶ. ἁμαξιτὸς ὅδος : δι’ ἧς ἅμαξα, οὐ μόνον εὔζωνος ἀνὴρ περιπατεῖ. ἀποπτύσαι λόγους (Soph. fr. 617): ἀπορρῖψαι καὶ μὴ προσέσθαι. ἀνδροκτονεῖον : ὁ τόπος, ἔνθα οἱ ἄνθρωποι ἀποθνήσκουσι. λέγοιτο δ’ 〈ἂν〉 ἀνδροκτονεῖα καὶ τὰ τῶν δημίων ἐνδιαιτήματα, ἐν οἷς τοὺς τῶν ἐπιθανάτων καταδικασθέντας καταχρῶνται. καὶ οἱ Διομήδους τοῦ Θρᾳκὸς ἱππῶνες εἰκότως ἂν ἀνδροκτονεῖα, λέγοιτ’ ἂν καὶ ὁ Κερκυών. |
| 50 | καὶ ἡ Ἰταλικὴ δὲ Σκύλλα ἀνδροκτονεῖον εἶχε τὸ ἄντρον, ᾧ προσεπεφύκει. ἀπορροή (Plat. Men. 76 B): σεμνότερον τοῦ ἀπόρροια. ἄχρι κόρου : Δημοσθένης (d. f. leg. 187), βουλόμενος τὰς τοῦ Φιλίππου διαβαλεῖν ὑποσχέσεις, λέγει ‘ἵν’ εἰδῆτε ὅτι τὸ ψυχρὸν τοῦτο ὄνομα ἄχρι κόρου παρελήλυθεν ἡμᾶς φενακίζων‘. ἀποσπεύδειν : τὸ μὴ συσπεύδειν, ἀλλ’ ἀντιπράττειν. ἀναθερμαίνειν τὰς φρένας (Soph.) καὶ τὴν διάνοιαν, τὴν γνώμην : οἷον 〈ἀνα〉κινεῖν, ἀναταράττειν. ἀκρατὴς γάμων : ἐπὶ γυναικὸς ἀκολάστου καὶ μοιχικῆς. ἀναβιβᾶται (Dem. d. f. leg. 440): Ἀττικῶς πάνυ, τὸ ἀναβιβάσεται. ἀχανές : τὸ μὴ ἔχον στέγην ἢ ὄροφον. ἐπὶ τοῦ Λαβυρίνθου Σοφοκλῆς (fr. 926). ἀποτεμεῖν μηχανάς : Κρατῖνος (fr. 289) ‘τούτου δ’ ἁπάσας ἀποτεμῶ τὰς μηχανάσ‘. ἀκρατὴς χειρός : ὁ κλέπτης. |
| 51 | ἀπολέσθαι γελῶντα (fr. com. ad. 844 sq.): Ὅμηρος (ς 100) ‘γέλω ἔκθανον‘. οἱ κωμικοὶ ἀποκναισθῆναι τῷ γέλωτι. ἀκωδώνιστον (Aristoph. Lys. 485): ἀβασάνιστον, ἀδοκίμαστον. ἀπάτητος ἀρχή (fr. com. ad. 940): οἷον καινή. καὶ ἀπάτητος λόγος καὶ διάνοια . καὶ ἀπάτητον πρᾶγμα. ἀναχώρησις : ἡ ἀποφυγή. Δημοσθένης ἐν τῷ παραπρεσβείας (41). αὐτομήνυτος : ὁ αὐτὸς ἑαυτὸν καταμηνύων. ἀποκτινύναι : δι’ ἑνὸς ν . οἱ δὲ διὰ δυοῖν γράφοντες ἁμαρτάνουσιν. ἄριστος κλέπτειν καὶ ἄριστος λωπυδυτεῖν (Aristoph.). ἀρίστων ἅπτεσθαι βουλευμάτων . (Soph. Antig. 179). ἀνδραποδώδεις ἡδοναί (Crates. philos.): σημαίνει τὰς εἰκαίους καὶ ἀλογίστους ἡδονάς. ἀτερπὲς ἔργον . ἀνακράγοιτε : ἀναβοήσαιτε. |
| 52 | Ἀττικὴ ἡ φωνή. Δημοσθένης (d. f. leg. 287). ἀπορθοῦν : ἀπευθύνειν καὶ σῴζειν. ἀμπελουργεῖ (Demosth.): δόκιμον. ἀπαράτρεπτα ἱμάτια : τὰ καινὰ καὶ πρὶν ἢ γναφῆναι ἱμάτια. ἀπὸ πρώτης (Thucyd. VII 43): οἷον ἐξ ἀρχῆς. ἀπὸ τόμου : οἷον τὰ ἀκόντια. Β βίου εὔροια : ἡ εὐδαιμονία καὶ εὐτυχία παρὰ τὸ καλῶς ῥεῖν τὸν βίον. βάλλειν σκώμμασιν : τὸ σκώπτειν. καὶ βάλλειν λοιδορίαις ἤτοι λοιδορεῖν. καὶ βάλλειν ἀραῖς . βιβλιοπώλης καὶ βιβλοπώλης καὶ βιβλιαγράφος. βορβορώδης : παρὰ τὸν βόρβορον καὶ τὸν ὀδόντα, τὸν δυσώδη τὸ στόμα. βοών : ἡ τῶν βοῶν στάσις. καὶ ἱππών ἡ τῶν ἵππων. βωμὸς θερμός (Aristoph. |
| 53 | fr. 365): λέγεται μὲν ἐπὶ τῶν θερμῶς εὐδοκιμούντων ἔν τινι, μετείληπται δὲ ἀπὸ τῶν ἱερῶν, ὧν διὰ τὸ θρησκεύεσθαι περιττῶς θερμοί εἰσιν οἱ βωμοί. βίος θαλάττιος (Eurip. fr. 672): ἐπὶ τῶν ἐν θαλάττῃ τὴν ἐργασίαν καὶ τὸν βίον ποιουμένων. βασκάνιον (Aristoph. fr. 592): ὃ οἱ ἀμαθεῖς προβασκάνιον. ἔστι δέ τι ἀνθρωποειδὲς κατασκεύασμα, βραχὺ παρηλλαγμένον τὴν ἀνθρωπείαν φύσιν, ὃ πρὸ τῶν ἐργαστηρίων οἱ χειρώνακτες κρεμαννύουσι τοῦ μὴ βασκαίνεσθαι αὐτῶν τὴν ἐργασίαν. βουλιμιᾷ τὰ βαλάντια (fr. com. ad. 660): κατὰ μεταφορὰν ἐπὶ τῶν μηδὲν ἐχόντων ἔνδον βαλαντίων. βορὸν χρῆμα (Aristoph. Pax 38): ἐπὶ πολυφάγου χρήσῃ. βαλαντιοτομεῖν (Plato Resp. IX 575 B, Xenoph. Anab. I 2, 62): καὶ κατὰ διάλυσιν βαλάντια ἀποτεμεῖν. βληχών : ὃ οἱ Δωριεῖς γλαχών λέγουσιν. οἱ δὲ Ἴωνες γληχών. ἀμφότεροι δὲ θηλυκῶς. οἱ μὲν τὰν γλαχόνα, οἱ δὲ τὴν γληχόνα. βλάκες : οἱ ἐκλελυμένοι (Aristoph. fr. 443). βάλανοι φοινίκων : οὐχ ὡς οἱ πολλοὶ ‘φοίνικεσ‘. |
| 54 | φοῖνιξ μὲν γὰρ αὐτὸ τὸ δένδρον, ὁ δὲ καρπὸς βάλανος φοινίκων. βῶλος : θηλυκῶς. βδελυγμία (Cratin. fr. 251): ἡ ναυτία ἡ κινοῦσα ἔμετον. βατταρίζειν (Hippon. fr. 108): ἄσημα καὶ ἀδιάρθρωτα διαλέγεσθαι. βαμβαλύζειν (Hippon. fr. 17): τὸ ὑπὸ ῥίγους τρέμειν καὶ κρούειν τοὺς γομφίους. βαδιοῦμαι (Aristoph. Ran. 179, Eccles. 848): ἀντὶ τοῦ ἀπελεύσομαι. βρυγμός : ἡ σύντομος ἐδωδή, ἐπὶ τῶν τραχέως ἐσθιόντων, παρὰ τὸ βρύκειν, ὅπερ ἐστιν ἐσθίειν. βωλοκοπεῖν (Aristoph. fr. 761): τὸ τὰς βώλους τὰς ἐν ταῖς ἀρούραις ἐπανεστῶτας κόπτειν. βολβωρυχεῖν (fr. com. ad. 959): βολβοὺς ὀρύττειν. βριμοῦσθαι (Aristoph. |
| 55 | Equit. 855): τὸ ὑπὸ ὀργῆς σφόδρα βαρύνεσθαι. τὸ γὰρ βρῖ ἐπὶ τοῦ μεγάλου καὶ ἰσχυροῦ τάττεται. καὶ βριμούμενος , καὶ βριμήσαιο . βουβωνιῴη : Ἀριστοφάνης (Vesp. 279). τὸ εὐκτικὸν βουβωνιῴην, βουβωνιῴης, βουβωνιῴη. βλιτομάμμας (Aristoph. Nub. 1001): ἐπὶ τῶν ἐκλελυμένων διὰ τρυφήν. σύγκειται μετὰ τὸ βλίτον, ὅ ἐστι λάχανον ἔκλυτον ἄμοιρόν τε δριμύτητος, καὶ ἐκ τοῦ μάμμα, ὃ σημαίνει μήτηρ. ἐξ οὖν τούτων συγκείμενον σημαίνει τὸν ἐπὶ μητρὸς τροφῇ ἐξίτηλον γενόμενον. βαθύπλουτος (Eurip. fr. 453): ὁ πάνυ πλούσιος καὶ μὴ ἐπιπολῆς. βρῦ (Aristoph. Nub. 1382): τὸ ὑποκόρισμα, ὅ ἐστι λεγόμενον τοῖς παιδίοις σύμβολον τοῦ πιεῖν. ὅπερ ἔνιοι σὺν τῷ ο γράφουσιν βροῦ. Γ γυναικηρὸς τρόπος (Diocles fr. 4): ἀντὶ τοῦ γυναικεῖος. γερανίας (fr. com. ad. 970): τὸν ἔχοντα μακρὸν καὶ γερανώδη τράχηλον. γῆ εὐήλιος (Aristoph. fr. 780?): ἡ ἀεὶ ἡλιουμένη. γλωττοδέψην : τὸν γνώμαις πολλαῖς καὶ συνεχέσι τοὺς ἀκροωμένους διαμαλάττοντα. |
| 56 | Πλάτων (fr. 239). γόνιμα ἀγαθά : τὰ τῷ ὄντι ἀγαθά. Πολιτείας δευτέρῳ. (367 D). γονατίζειν (Cratin. fr. 399): τῷ γόνατι πλήττειν. γυναικίζειν (Diocles fr. 4): γυναικῶν τρόπῳ διάγειν. καὶ γυναικίζοντες οἱ γυναικιζόμενοι. v. infra 1. 18. γόης : Ἀττικώτερον τοῦ μάγος. καὶ γοητεία . γάργαλος (Aristoph. saepius): ὁ ἐρεθισμός. καὶ γαργαλισμός . τὸ δὲ γαργαλίζεσθαι οὐκ Ἀττικόν. γαλῆν καταπέπωκεν : Ἀριστοφάνης (fr. 664): ἐπί τινος νέου, μὴ δυναμένου φθέγξασθαι. χρήσαιο δ’ ἂν καὶ αὐτὸς ἐπὶ παντὸς 〈τοῦ μὴ〉 φθεγγομένου. γραφεύς (Eurip. Hecab. 807): καὶ ὁ ζωγράφος. καὶ γράμμα τὸ ζωγράφημα. καὶ [δὲ] γράμματα ἐπιστολαί. καὶ τὰ ψηφίσματα, ὡς Δημοσθένης. καὶ τὰ συγγράμματα τῶν ἀρχαίων ἀνδρῶν, ὡς Ξενοφῶν. γήπεδα (Aeschyl. |
| 57 | Prom. 830): διαφέρει γήπεδον οἰκοπέδου. οἰκόπεδον γὰρ οἰκίας κατερριμένης ἔδαφος, γήπεδα δὲ τὰ ἐν ταῖς πόλεσι προσκείμενα ταῖς οἰκίαις κηπία. γέρων ῥυσός : μαραντικός. γειτνία : ἡ γειτνίασις. γενναῖον ῥῆμα (Aristoph. Ran. 97): οἷον ἁδρὸν καὶ ὑψηλόν. καὶ γενναῖος σοφός . λέγεται δὲ γενναῖος καὶ ὁ εὐγενής. γλίσχρως προθυμεῖσθαι : οἷον λιπαρῶς καὶ παραμονίμως. γαληνίζει καὶ διεσκέδασται τὰ μέτωπα : ἐπὶ γεγηθότος καὶ εὐμενῶς διακειμένου. γραμματιστής : ὁ τὰ πρῶτα διδάσκων γράμματα. γάστρις (Aristoph. Av. 1604): ὁ ἄπληστος. γεωνόμης καὶ γεωμέτρης : 〈διαφέρει〉, ὅτι γεωνόμης μὲν ὁ διανέμων ἐν ταῖς ἀποικίαις ἑκάστῳ τὸν κλῆρον, γεωμέτρης δὲ ὁ μετρῶν τοὺς κλήρους. γόμφος : σφοδρὸς σύνδεσμος. γυμνοπαιδιά (Plato Legg. I 633 C): ἐν Λακεδαίμονι κατὰ τὴν ἀγορὰν παῖδες γυμνοὶ παιᾶνας ᾖδον εἰς τιμὴν τῶν περὶ Θυρέας 〈ἀποθανόντων Σπαρτιατῶν〉. γαμικὰ μέλη : τὰ ἐπὶ τοῖς γάμοις λεγόμενα ὑμνικά. |
| 58 | γλαφυρὰ κωμῳδία (fr. com. ad. 856): ἡ εὐτράπελος καὶ εὔρυθμος καὶ χάριτος μετέχουσα μεθ’ ἡδονῆς. καὶ γλαφυρός ὁ εὐτράπελος καὶ χαρίεις. γνώμην ἐμήν : Ἀττικοί, κατὰ παράλειψιν. ἀντὶ τοῦ κατὰ τὴν ἐμὴν γνώμην. γέρανδρυς : οἷον παλαιὸν δένδρον. γλωττοκομεῖον (Lysipp. fr. 5): ἐπὶ μόνου τοῦ τῶν αὐλητικῶν γλωττῶν ἀγγείου. ὕστερον δὲ καὶ εἰς ἑτέραν χρῆσιν κατεσκευάζετο, βιβλίων ἢ ἱματίων ἢ ἀργύρου ἢ ὁτουοῦν ἄλλου. καλοῦσι δ’ αὐτὸ οἱ ἀμαθεῖς γλωσσόκομον. γλῶτται αὐλῶν καὶ γλῶτται ὑποδημάτων (Plato com. fr. 51): ἃ γλωττίδας λέγουσιν οἱ ἀμαθεῖς. γρυλίζειν καὶ γρυλισμός : ἐπὶ τῆς τῶν χοίρων φωνῆς. δι’ ἑνὸς λ , καὶ οὐ διὰ δυοῖν. γρύλλος δὲ διὰ τῶν δυοῖν λλ ὀρχήματος εἶδός ἐστιν. ἡ μὲν οὖν ὄρχησις ὑπὸ τῶν Αἰγυπτίων γρυλλισμός καλεῖται, γρύλλος δὲ ὁ ὀρχούμενος. ὑῶν μὲν οὖν ἡ φωνὴ γρυλισμός, προβάτων δὲ βληχή, αἰγῶν δὲ καὶ ἐλάφων μηκή, βοῶν δὲ μυκηθμὸς ἢ μύκησις, ἵππων δὲ χρεμετισμός, λύκων δὲ ὠρυγή τε καὶ ὠρυγμός. |
| 59 | τὰ δὲ ῥήματα· μηκᾶται αἲξ καὶ ἔλαφος, βληχᾶται πρόβατον καὶ ἀκολούθως. γογγυλίς : οὕτως οἱ Ἀττικοὶ λέγουσιν, ἀλλ’ οὐ γογγύλην. γογγύλην δὲ τὸ στρογγύλον ξύλον. γέρων στύππινος (fr. com. ad. 855): ἤτοι λευκὸς καὶ πόλιος, ἐπειδὴ τὰ στύππινα λευκά εἰσιν. ἢ τὸν ἀσθενῆ δηλοῖ, ἐπειδὴ ἀσθενέστερά ἐστι τὰ στύππινα τῶν λινῶν. γνωσιμαχῆσαι (Aristoph. Av. 555): τὸ μεταγιγνώσκειν καὶ συνιέναι τοῦ ἁμαρτήματος, οἷον τῇ προτέρᾳ γνώμῃ, ἣν ἔσχον, μάχεσθαι. γαστροχάρυβδις : ἐπὶ τῶν 〈πάντα〉 κατεσθιόντων Κρατῖνος (fr. 397) εἶπεν. γραῦς ἀναθυᾶ (Pherecr. fr. 35): ἐπὶ τῶν ἀνανεάζειν καὶ ἀνηβᾶν πειρωμένων. |
| 60 | ἐπί τινος πρεσβύτου τὰ νέων πειρωμένου δρᾶν. γλίσχρος : ὁ φιλάργυρος. κολλώδης γάρ τίς ἐστι καὶ 〈ὀλισθηρὸσ〉 ὁ φιλάργυρος, ἀλλ’ οὐχ ἁπλοῦς. γεῖσα : ἅπαντα τὰ ἐξέχοντα τῶν τοίχων. γέρρα : δύο σημαίνει, τάς τε πλεκτὰς ἀσπίδας καὶ οἵας αἱ ἀμάζονες γράφονται ἔχουσαι, καὶ περιφραγμάτων προβλήματα πλεκτά (Demosth. 18, 169?). γραῦς (Aristoph. Plut. 206): τὸ ἐπιγιγνόμενον τῇ πτισάνῃ καὶ τῷ χόνδρῳ καὶ ἄλλοις τισὶν ἑψήμασι γραῦς καλεῖται. γρασός (Aristoph. fr. 892): διαφέρει κινάβρας. γρασὸς μὲν γάρ ἐστιν ἡ τῶν ἀνθρώπων δυσωδία, κίναβρα δὲ ἡ τῶν αἰγῶν καὶ τράγων. γρυμεῖα : ἣν οἱ πολλοὶ γρύτην καλοῦσιν. Δίφιλος (fr. 127) ἄνευ τοῦ ι γρυμέαν. ἔστι δὲ παρ’ Ἀθηναίοις πήρα τις γρυμέα καλουμένη, ἐν ᾗ παντοῖα σκεύη ἐστίν. Σαπφὼ δὲ (fr. 156 B 4 ) γρύτην καλεῖ τὴν μύρων καὶ γυναικείων τινῶν θήκην. γύννις (Aristoph. Thesmoph. 136): ὁ ἀσθενής. γόμφιοι : λέγονται μὲν καὶ οἱ ἐν τῷ στόματι ὀδόντες (Aristoph. |
| 61 | Ran. 573), καλοῦνται δὲ καὶ αἱ τῶν κλειδῶν διατομαί, αἷς τὰς βαλάνους ἀντανακόπτουσιν. (Aristoph. Thesm. 423). ἐν δὲ τῇ χρήσει τῶν πολλῶν ὀδόντες κλειδῶν καλοῦνται. Δ δικαιόσυνος Ζεύς (fr. com. ad. 752): ὁ ἐπὶ τοῖς δίκαιά τε καὶ ἄδικα δρῶσι τεταγμένος. ὥσπερ καὶ 〈ὁ〉 ἐπὶ τοῖς μείλιχα μειλίχιος καὶ ὁ ἐπὶ τοῖς φίλα φίλιος. δυσλογεῖν : τὸ κακολογεῖν. δημεχθὴς ἄνθρωπος : ὁ τῷ δήμῳ καὶ τῷ πλήθει ἀπεχθανόμενος. δημοπίθηκος (Aristoph. Ran. 1085): ὁ ἐξαπατῶν τὸν δῆμον καὶ θωπεύων κολακικῶς. διαδρησιπολίτης (Aristoph. Ran. 1014): ὁ διαδιδράσκων τὰς τῆς πόλεως ὑπουργίας καὶ μὴ βουλόμενος 〈ἐν〉 τοῖς ἀναγκαίοις καιροῖς παρεῖναι τῇ πατρίδι. δεσμιώτατος : σημαίνει τὸν ἄξιον δεσμοῦ διὰ κακουργίαν. δύσκληρος : ὁ ἐν κλήρῳ δυστυχής. ὁ δὲ ἐναντίος εὔκληρος . διασείεσθαι πρὸς τόνδε : ἀντὶ τοῦ διεγείρεσθαι καὶ παροξύνεσθαι ἀπειλητικῶς. δειπνοπίθηκος (fr. com. ad. 321): ὁ δείπνου ἕνεκα πιθηκίζων καὶ ὑποθωπεύων κόλακος τρόπον. διατοιχεῖν (Eubulus fr. |
| 62 | 51): τὸ εἰς τὸν ἕτερον τοῖχον τῆς νεὼς διαβαίνειν ἐν τῷ πλῷ, ὅπερ οἱ ἰδιῶται ἀνατοιχεῖν λέγουσιν. δισχιδὴς ὁδός (fr. trag. ad. 338): ἡ δύο ἐκτροπὰς ἔχουσα. δωροληψία (fr. com. ad. 987): σημαίνει δὲ δωροδοκίαν. δι’ οὐδενὸς ποιεῖσθαι τόνδε : Σοφοκλῆς (Oed. Col. 584). χρῶ. δικομήτρα (fr. com. ad. 984): οἷον μήτηρ καὶ γεννήτρια δικῶν καὶ συκοφαντιῶν. διακυροῦν : οἷον διαιρεῖν καὶ διακρίνειν καὶ βεβαιοῦν. δυσμάραντον κακόν (fr. trag. ad. 339): τὸ ἄπαυστον κακὸν καὶ ἀειθαλές. δυσπρόσωπα ὄμματα : τὰ σκυθρωπὰ καὶ δύσμορφα. δικορράπτης καὶ δικορράφος : Ἀττικὸν ἑκάτερον. δυσοιωνεῖν : τὸ δυσφήμως καὶ ἀπαισίως ἐπί τινι πράξει μελλούσῃ διαλέγεσθαι. δρομικὴ γλῶσσα : ἡ διατρέχουσα πανταχοῦ καὶ διαγγέλλουσα. ἐπὶ τῶν ῥᾳδίως καὶ πανταχόσε κατηγορούντων ἢ τοὐναντίον εὐφημούντων. δίαιταν ἐπιτρέπειν (Demosth. |
| 63 | LIX 45): Ἀττικῶς. σημαίνει τὸ μὴ διὰ δίκης, ἀλλὰ διὰ φιλίας ἐπί τινος μεσεγγύου διαλύεσθαι τὰ ἐγκλήματα. διέφθορεν (Eupol. fr. 337): οὐ 〈τὸ〉 διέφθαρται τοῦτο σημαίνει. διὸ καὶ ἁμαρτάνουσιν οἱ λέγοντες ‘ ⟦ οὐ ⟧ διέφθορεν ὁ παῖσ‘, δέον διέφθαρται. τὸ δὲ διέφθορε τὸ διέφθαρκε σημαίνει. διενέγκειε καὶ διενέγκοι : ἄμφω δόκιμα. ἔστι δὲ τὸ μὲν διενέγκοι ἀπὸ τῆς ὀξυτόνου μετοχῆς, ὡς δραμών δράμοι, τὸ δὲ διενέγκειεν ἀπὸ τῆς διενέγκας, ὡς γράψας γράψειεν. δικολύμης ἄνθρωπος (fr. com. ad. 859): ὁ ἐν ταῖς δίκαις λυμαινόμενος, ὁ συκοφάντης. διετησίως : ἀντὶ τοῦ δι’ ἔτους, οἷον καθ’ ἕκαστον ἔτος. Θουκυδίδης (II 38) καὶ Ἀριστοφάνης (fr. 766). διώμοτος (Soph. Philoct. 589): ὁ διομοσάμενος ἦ μὴν τόδε τι πράξειν. δεινὰ φυσᾶν (Eurip. Iph. Aul. 381): οἷον ὀργίζεσθαι καὶ ὑπὸ ὀργῆς ἀποσχετλιάζειν. διαλαβεῖν : δύο σημαίνει. τὸ ἑκατέρωθέν τινος λαβέσθαι, καὶ τὸ εἰς δύο ἢ πλέονα διαχωρίσαι ἢ διελεῖν. Ἡρόδοτος τὰ δύο. τὸ μὲν πρῶτον (I 114) ‘ἐκάλεσεν αὐτοῦ τοὺς ἄλλους παῖδας διαλαβεῖν‘. τὸ 〈δὲ〉 δεύτερον (I 202) ‘διώρυχας διέλαβεν ὁ Κῦροσ‘, ἀντὶ τοῦ ἀπέτεμε καὶ διεῖλεν. διαμυλλαίνειν (Aristoph. |
| 64 | Vesp. 1315): τὸ τῷ στόματι διασχηματίζοντα διαγελᾶν. διασοφίζεσθαι (Aristoph. Av. 1619): τὸ διαπατᾶν σοφίσμασιν. διεσφηκῶσθαι (Aristoph. Vesp. 1072): τὸ διεσφίγχθαι καὶ ἐκ τῆς σφίγξεως κεκοιλάνθαι. διαιρεῖν ἔχθραν : διαλύειν καὶ διακρίνειν. δέδεται ἡ ψυχὴ ὑπ’ ὀδύνης (Eurip. Hippol. 161): ἐπὶ τῶν ἄγαν ἀπορούντων διὰ λύπην. δακνᾶς ἵππος, δακνᾶς ὄνος : περισπᾶται. δυσήλιον θέρος (fr. trag. ad. 340): τὸ καταφλέγον θέρος ἄκρως. διασιλλοῦν καὶ διασιλλῶσαι (fr. com. ad. 978): σημαίνει τὸ διασῦραι καὶ χλευάσαι. σίλλοι γὰρ ᾄσματα χλευαστικά. δημοφανὲς πρᾶγμα : τὸ πᾶσι φανερόν. διαλινῆσαι : διαφυγεῖν ἐν τοῖς κυνηγεσίοις γενόμενον. δίχα : δύο σημαίνει. τὸ μὲν διχῆ, διπλοῦν, οἷον εἰς δύο μέρη. τὸ δὲ ἕτερον ἀντὶ τοῦ ἄνευ, χωρίς. δι’ ἔχθρας γενέσθαι καὶ δι’ ὄχλου γενέσθαι. διάθεσις λόγου : ἀντὶ τοῦ ὑπόθεσις. δυσορκῆσαι : τὸ κακῶς ὅρκῳ χρῆσθαι, οἷον τὸ ἐπιορκῆσαι. |
| 65 | δέσις : ὁ δεσμός, ὡς ἅρπασις 〈ὁ ἁρπαγμὸσ〉 καὶ λόγισις ὁ λογισμός. δι’ ἀσχολίας πολλῆς 〈γὰρ〉 ἦλθον ἐπὶ τόδε (fr. com. ad. 578): ἀντὶ τοῦ καίτοι ἀσχολίας μοι πολλῆς οὔσης. δυσγάργαλος ἵππος (Xenoph. de re equ. III 10): ἐπὶ τῶν ψήχεσθαι δυσανασχετούντων τίθεται. διᾴσασθαι : τὸ διαμιλλήσασθαι ἐν ᾠδῇ τινι. διαλέξασθαι (Aristoph. fr. 343): οὐ μόνον διαλεχθῆναι. δέδοικα περὶ τῷδε : κατὰ δοτικὴν ὡς ἐπὶ 〈τὸ〉 πολὺ οἱ Ἀττικοί. δυσέριστος (Soph. El. 1377): οὐ μόνον δύσερις . δέος καίριον (Soph. Ai. 1084): τὸ μετὰ λόγου. διχόρροπος γνώμη (fr. trag. ad. 341): ἡ εἰς ἑκάτερα ἥκουσα καὶ μὴ ἐφ’ ἑνὸς ἑστηκυῖα. διακοῦσαι : τὸ διὰ τέλους ἀκοῦσαι τοῦ λεγομένου. Ε ἐπιδεικνύμενος (Plato Phaedr. 258 A et saepius): ἐπὶ τῶν ἐπιδεικνυμένων τὸν ἑαυτῶν βίον κατ’ ἀλαζονείαν. ἔξηβον (Aeschyl. Sept. 11): τοῦτο καινόν. καθωμιλημένον τὸ ἔξωρον. ἑτερεγκεφαλεῖν (Aristoph. fr. 778): τὸ ἐγκέφαλον ἕτερον καὶ μὴ τὸν κατὰ φύσιν ἔχειν. |
| 66 | ἢ ἐπειδὴ ὁ ἐγκέφαλος διμερής ἐστιν, εἰκὸς εἰρῆσθαι τὸ ἑτερεγκεφαλεῖν οἷον τὸ μὴ ὁλόκληρον ἔχειν τὸν ἐγκέφαλον, ἀλλὰ τὸ ἥμισυ. καὶ γὰρ ἡμικεφαλεῖν?. ἐσμὸς μελισσῶν καὶ σμῆνος μελισσῶν : ἄμφω δόκιμα. ἑστιᾶν τῷδε (Aristoph. Thesm. 941): οὐ μόνον τόνδε , κατὰ αἰτιατικήν, ἀλλὰ καὶ 〈κατὰ〉 δοτικήν. Ὅμηρος (170) ‘δαίνυ δαῖτα γέρουσιν‘. εἰ καί τινες, ὅτι τὸ δαίνυ νῦν οὐκ εὐώχει οὐδ’ ἑστία σημαίνει, ἀλλ’ ἀντὶ τοῦ παρασκεύαζε 〈τίθεται〉, παρασκεύαζε δεῖπνον Ἀργείοις ἀλλ’ ἠλέγχθησαν κἀν τούτῳ. ἔδει (Aristoph. Lys. 798) καὶ ἔδομαι καὶ ἔδεται καὶ ἔδονται : οἱ μὲν ἀμαθεῖς φάγῃ λέγουσιν ἐπὶ τοῦ μέλλοντος. ὁ δὲ Φαβωρῖνος ἢ οὐκ ἐντυχὼν τῷ ἔδει ἢ ἀποστραφεὶς τὸν ἦχον, τῷ βρώσομαι ἐπὶ τοῦ μέλλοντος ἐχρήσατο. ἔδει οὖν καὶ ἐδόμεθα καὶ ἔδομαι καὶ ἔδεσθε καὶ ἔδονται καὶ ἐξέδεται . ἐπιπολῆς (Aristoph. Eccles. 1108; Plut. 1207): Ἀττικῶς μὲν ἄνευ τῆς ἐξ προθέσεως. |
| 67 | οἱ δὲ ἐξεπιπολῆς λέγοντες ἐπλανήθησαν ἀπὸ τοῦ ἐξαίφνης καὶ ἐξεπίτηδες. ἀλλ’ ἀδόκιμον καὶ νόθον. εὐνοϊκῶς : δόκιμον. τὸ 〈δὲ〉 εὔνως φεύγειν χρή. ἐλαφρὸν παραινεῖν 〈τῷ〉 κακῶς πεπραγότι (Aeschyl. Prom. 263): ἐλαφρὸν σημαίνει τὸ ῥᾴδιον καὶ κοῦφον. ἐξεγγυήσασθαι : καλὴ ἡ φωνή. σημαίνει δὲ τὸ ἐγγυητὰς δεδωκέναι ὑπὲρ τῆς τοῦ σώματος ἀσφαλείας τοῦ ἰδίου. Δημοσθένης ἐν τῷ τῆς παραπρεσβείας (169). ἐπῳδαί καὶ ἐπῳδή : τῷ ἐπαοιδή καὶ ἀοιδή οὐ χρηστέον, κἂν Ὅμηρος εἶπεν (τ 457). εὐημερία : δύο σημαίνει. τάττουσι μὲν 〈γὰρ〉 οἱ ἀρχαιότεροι ἐπὶ τῆς καθαρᾶς καὶ εὐηλίου καὶ φαιδρᾶς ἡμέρας (Xenoph. Hellen. II 4, 2), χρῶνται δ’ αὐτῷ καὶ ἐπὶ τῆς εὐπραγίας (Pherecr. fr. 213). ἐξορμενίζειν (Soph. fr. 294): τὸ ἐξανθεῖν, ὅπερ οἱ πολλοὶ ἐκβάλλειν λέγουσιν. ὄρμενα γὰρ καλεῖται ὑπὸ τῶν Ἀττικῶν τὰ τῶν λαχάνων ἐξανθήματα. |
| 68 | οἱ δὲ πολλοὶ καὶ ἀμαθεῖς ταῦτα ἀσπαράγους καλοῦσιν. ἔνδειγμα : δεῖγμα, τεκμήριον ἐναργές. ὡς ἐπιθύμημα ἀντὶ τοῦ ἐπιθυμία, οὕτως ἔνδειγμα ἀντὶ τοῦ ἔνδειξις. Δημοσθένης ἐν τῷ παραπρεσβείας (256). ἑτεραχθεῖ : ὃ οἱ πολλοὶ ἑτεροκλινεῖ λέγουσιν, ὅταν ἐπὶ τῶν ὑποζυγίων ἢ ἐφ’ ὁτουοῦν διῃρημένον ἄχθος ἐπὶ θάτερον ῥέπῃ. ἔκμετρος πλοῦτος καὶ ἔκμετρος χρυσός : ἐπὶ τοῦ ὑπερβάλλοντος πλήθει χρυσοῦ. καὶ ἔκμετρος καρπός ὁ εἰς μέτρον ὑπὸ πλήθους μὴ ἀφικνούμενος. καὶ ἔκμετρος ὄχλος. ἐζωμευμένα κρέα (Aristoph. fr. 591): ἐζωμοποιημένα. ἐκρότησεν : ἀντὶ τοῦ ἐκροτάλισεν. εὐπροσόμιλος : ὁ ἡδὺς ἐν συνουσίᾳ καὶ ἀστεῖος. τὸ δ’ εὐόμιλος ὁ πᾶσιν ἀδιαφόρως προσομιλῶν. ἐκκροτεῖν ῥήτορας : σημαίνει τὸ ἐκδιδάσκειν καὶ δημιουργεῖν. ἐρρωγότας λέγειν λόγους (fr. com. ad. 661): οἷον ἀηδεῖς καὶ ἀπᾴδοντας, οὐχ ἁρμονίους. ἡ μεταφορὰ ἀπὸ τῶν ἐξερρωγότων ὀργάνων. |
| 69 | καὶ γὰρ ταῦτα ἀνάρμοστον καὶ ἀηδὲς φθέγγεται. σημαίνει δὲ τὸ ἐξερρωγότας καὶ τοὺς ἀπηρυθριακότας καὶ ἀναισχύντους. ἐφιππάσασθαι λόγοις : οἷον καταδραμεῖν. Κρατῖνος (fr. 358). ἐνσεσεισμένη (fr. com. ad. 1001): ἡ προήκουσα τῇ ἡλικίᾳ καὶ ὑπὸ χρόνου διασεσεισμένη, καὶ μηκέτι σφριγῶσα μηδὲ ἰσχύουσα, ἀλλὰ σαθρὰ οὖσα. ἐτνήρυσις (Aristoph. Acharn. 244): ἡ τὸ ἔτνος ἐκ τῆς χύτρας ἀρύτουσα, ὥσπερ καὶ οἰνήρυσις, ᾗ τὸν οἶνον ἀρύτομεν, καὶ ζωμήρυσις, 〈ᾗ τὸν ζωμόν〉. εὔερος ὀΐς καὶ εὔερον ἱμάτιον (Soph. Trach. 675): οὐκ εὐέριον. ἐπικαττύειν καὶ πτερνίζειν (fr. com. ad. 46): τὸ παλαιὰ ἐπισκευάζειν. ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς παλαιοῖς ὑποδήμασιν ἕτερα καττύματα καὶ πτέρνας προσραπτόντων. λέγουσι δὲ ἐπὶ τῶν 〈τὰ〉 παλαιὰ τῶν δραμάτων μεταποιούντων καὶ μεταρραπτόντων. ἐπεσκεύασται τὸ δεῖπνον (Aristoph. Eccles. 1147?): χρῶ. εἰκοβολεῖν (Aristoph. fr. 689): ἀντὶ τοῦ εἰκάζειν. εἴρηται δὲ οἷον εἰκόσι βάλλειν. εἰς τὴν κερδαίνουσαν πάντα ὠθεῖν πήραν : τὸ ἐκ παντὸς τρόπου κερδαίνειν σημαίνει. |
| 70 | ἐμπυρεύεσθαι (Aristoph. Vesp. 1024): τὸ ἐγκρύπτειν πῦρ. εὐτράπεζος ἄνθρωπος (fr. com. ad. 1349): μεγαλοπρεπὴς ἐν ἑστιάσει. ἔργοις παθὼν ῥήμασιν ἀμύνεται . (Soph. Oed. R. 873). Σοφοκλῆς. ἐπ’ ἄκρων κάθησθε τῶν πυγιδίων (Aristoph. Acharn. 638): ἐπὶ τῶν ἐπαιρομένων καὶ καυχωμένων διὰ κολακείαν ἢ ἔπαινον. δηλοῖ γὰρ τὸ μήτε τελέως καθῆσθαι μήτε ἑστάναι, ἀλλ’ ἐν μέσῳ φέρεσθαι διὰ χαυνότητα ψυχῆς. ἐπίμεστα πλουτῶν : ὡς ὑπερβάλλοντι τῷ μέτρῳ. ἀντὶ τοῦ πάνυ πλουτῶν. ἐλαιοπληθής : ὡς οἰνοπληθής. ἐπώνια : τὰ ἐπὶ τοῖς ὠνίοις προσδιδόμενα ἔξωθεν, χάριτος ἕνεκα. ἐπιδείκνυ (Aristoph. Av. 667): τὸ προστακτικὸν Ἀττικῶς, 〈ἀντὶ〉 τοῦ ἐπιδείκνυε. τὸ θέμα αὐτοῦ δείκνυμι, ὥσπερ καὶ ὄλλυμι ὄλλυ καὶ τὰ ὅμοια. τὸ δ’ ἐπιδείκνυε ἀπὸ τοῦ δεικνύω. ἐπιτριπτότατος ἄνθρωπος (fr. com. ad. 1348): ὁ ἐπιτριβῆναι ἄξιος καὶ κακῶς ἀπολέσθαι. ἐσχάρα (Aristoph. Vesp. 938 et fr. 7): τὸ σκεῦος, ἐφ’ ᾧ ὀπτᾶται κρέας ἢ ἰχθύς. ἐπιχαιρέκακος ἄνθρωπος (Alexis fr. |
| 71 | 51): ὁ ἐπιχαίρων τοῖς κακῶς πράττουσιν. ἐκζωπυρεῖν πῦρ : τὸ ἐκκαίειν πῦρ ἢ φυσῶντα ἢ ῥιπίζοντα. ἐκθάλπεσθαι ἔρωτι (Soph. fr. 433, 3): οἷον καίεσθαι ὑπὸ ἔρωτος. εὔορνις τύχη (fr. trag. ad. 343): ἡ αἴσιος καὶ εὐοιώνιστος καὶ εὐτυχής. εὐθετεῖν νεκρόν (Aristoph. fr. 782): τὸ εὖ κοσμεῖν ἐν τάφοις νεκρόν. εἰς γόνυ πεσεῖν : ἐπὶ τῶν ὑπὸ βίας κλινομένων εἰς τὴν γῆν. οἱ γὰρ τοιοῦτοι βιαζόμενοι μόλις κλίνονται καὶ οὐκ ἐξαίφνης. ἐπιβατεύειν νεώς : ἀντὶ τοῦ ὡς ἐπιβάτην πλεῖν. ἐντρίβεσθαι (Aristoph. Eccles. 727 et 900): ἐπὶ γυναικῶν λέγεται χρωμένων ψιμυθίῳ τῷ προσώπῳ ἢ φύκει. ἔξεδρον : τὸ ἀπαίσιον καὶ ἔξω τῆς νενομισμένης ἕδρας. ἐγὼ σιωπῶ τῷδε : Ἀριστοφάνης (Ran. 1134) ταύτην ἐσχημάτισε τὴν σύνταξιν. καθ’ ὑπόκρισιν δὲ 〈λέγεται〉. λέγει γάρ· ‘Αἴσχυλε, παραινῶ σοι σιωπᾶν, εἰ δὲ μή, πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανῇ‘. εἶτ’ ἀποκρίνεται Αἰσχύλος· ‘〈ἐγὼ〉 σιωπῶ τῷδε‘; βούλεται γὰρ λέγειν καθ’ ὑπόκρισιν· ‘εἶτα ἐγὼ τούτῳ σιωπήσομαι‘; οἷον ἄξιόν ἐστιν ἐμὲ τῷδε ὑποστέλλεσθαι καὶ ὑπείκειν λόγοις; ἔνδυθι : Ἀττικὴ κλίσις ἀπὸ τῶν εἰς μι . |
| 72 | ἐπέτειον : ἔστι μὲν καὶ τὸ τητινόν, ἀπὸ τοῦ τῆτες πεποιημένον. τὸ δ’ ἐπέτειον καθωμίληται. ἐπὶ ῥητοῖς : οἷον ὡμολογημένοις καὶ συγκειμένοις. ἔσεισέ μου τὴν καρδίαν (Aristoph. Acharn. 12): οἷον ἐκίνησε καὶ ἐτάραξεν. ἐξῶλες κακόν : ἐπὶ κακούργου καὶ ἐπιτρίπτου ἀνθρώπου. ἐπαμφοτερίζειν (Pherecr. fr. 19): τὸ μὴ παγίως ἕν τι βουλεύεσθαι καὶ πράττειν, ἀλλὰ καὶ τόδε καὶ τόδε διανοεῖσθαι. εὐτράπελος : ἀντὶ τοῦ εὐπρεπής. ὁ Θουκυδίδης (II 41) ἐπὶ τοῦ εὐρύθμου καὶ εὐπρεποῦς. Ζ ζωμήρυσις : 〈ἀγγεῖόν τι, ᾧ τὸν ζωμὸν ἀρυόμεθα〉. Η ἡδυλογεῖν (Phryn. com. fr. 3): τὸ φιλικῶς καὶ ἡδέως πρὸς ἀλλήλους διαλέγεσθαι. ἤνεγκον (Soph. |
| 73 | fr. 608; Aristoph. Thesmoph. 742 et Ran. 1299): ἀπὸ τῆς ἐνεγκών μετοχῆς, ὡς ἀπὸ τῆς δραμών ἔδραμον. τὸ δὲ ἤνεγκα ἀπὸ τῆς ἐνέγκας. ἄμφω μὲν οὖν δόκιμα. ἡμίσεας καὶ ἡμίσεις : ἄμφω μὲν Ἀττικά. Ἀττικώτερον δὲ τὸ ἡμίσεας. ἡμίσειαν σὺν τῷ ι . ἥμισυ—ἡμίσεως— ἡμίσεα, ἀλλ’ οὐχὶ ἡμίση. ἠπιάλης : ὁ ἐπιπίπτων καὶ ἐφέρπων τοῖς κοιμωμένοις δαίμων. τὸ δὲ 〈 ἠπίαλος 〉 διὰ τοῦ ο μικροῦ ἕτερόν τι σημαίνει, τὸ καλούμενον ῥιγοπύρετον. ᾐνιγμένον (Aristoph. Equ. 196?): αἰνιγματωδῶς εἰρημένον. ἠμηχάνουν : Πλάτων ἐν τῇ Εὐρώπῃ (fr. 45). ἠγρίωνται καὶ σεσήρασιν ἐπ’ ἀλλήλους (Aristoph. Pax. 620): τροπικῶς ἀπὸ τῶν ἐριζόντων πρὸς ἀλλήλους κυνῶν. ἤρυγον : ἀπὸ τοῦ ἐρύγω. 〈οἱ Ἀττικοί〉. τὸ δ’ ἠρευξάμην παρ’ αὐτοῖς ἀδόκιμον, ὥσπερ καὶ τὸ 〈ἐρεύγομαι ἀντὶ τοῦ〉 ἐρυγγάνω, 〈εἰ καὶ ὁ ποιητὴς ἐχρήσατο τῇ φωνῇ〉. [ ἠπορημένον (cf. |
| 74 | fr. com. ad. 249): ἄπορον, πτωχόν, πένητα, μηδὲν ἔχοντα]. Θ θῦσαι : ἀντὶ τοῦ θυμιᾶσαι (Hom. I 220) ‘θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον, ὃν ἑταῖρον· ὁ δ’ ἐν πυρὶ βάλλε θυηλάσ‘. λέγει δὲ θυηλὰς τὰς ἀπαρχὰς τῶν τεθυμένων ἱερείων. καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τὸ θῦσαι ἀντὶ τοῦ θυμιᾶσαι. θεόθυτα : ἃ οἱ πολλοὶ ἱερόθυτα καλοῦσι. Κρατῖνος. (fr. 417). τὰ τοῖς θεοῖς θυόμενα ἱερεῖα. θυμέλη : νῦν μὲν θυμέλην καλοῦμεν τὴν τοῦ θεάτρου σκηνήν. καὶ ἔοικε παρὰ τὸ θύειν κεκλῆσθαι ὁ τόπος οὗτος. Φερεκράτης (v. fr. 23) δὲ τὰ θυλήματα, ἃ πέρ ἐστιν ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ μεμαγμένα, ὡσαύτως καλεῖ θυμέλην. θαλαττοκοπεῖν (Aristoph. Equit. 830): τὸ μάτην κόπτειν. ὥσπερ εἴ τις τὴν θάλασσαν κόπτοι, μάτην ἂν κόπτοι. ἐπὶ τῶν μάτην τι λεγόντων. θυροκοπεῖν (Diphil. fr. 128): ἐπικωμάζειν. θυροκόπος (Aeschyl. |
| 75 | Agam. 1168): ὁ τοῦ ἐπαιτεῖν ἕνεκα κόπτων τὰς θύρας. θεοῦ προσβολή : οἷον ὀργή. θερίζειν καὶ χειμάζειν : τὸ διάγειν ἐν τῇ τοῦ θέρους ὥρᾳ καὶ ἐν τῇ τοῦ χειμῶνος. θράττει (Plato passim): οἷον ταράττει, κατὰ συγκοπὴν καὶ τροπὴν γεγενημένον. θυμβρόφαγον βλέπειν (Aristoph. Acharn. 254): ἀντὶ τοῦ δριμύ, ὅτι καὶ ἡ θύμβρα δριμυτάτη ἐστίν. θωράκιον : οἷον δρύφακτος προβεβλημένος οἰκίας. πλὴν ὁ μὲν δρύφακτος πῆγμά ἐστιν ὅμοιον ταῖς κιγκλίσι, πεπηγμένον μέντοι καὶ ἀκίνητον. αἱ γὰρ κιγκλίδες ὧδε κἀκεῖσε διαφέρονται, τὸ δὲ θωράκιον πῆγμά ἐστιν ἐκ σανίδων συνεχῶν καὶ συμπεπηγμένων. θωρηχθείς : μεθυσθείς. χρήσῃ δὲ σὺ τῷ κάτοινος μᾶλλον. θρύπτεσθαι 〈καὶ〉 ὡραΐζεσθαι. ἄμφω 〈δόκιμα〉. Εὔπολις (fr. 358) ‘ὡρᾳζομένη καὶ θρυπτομένη‘. θνησείδιον : μᾶλλον ῥητέον ἢ κενέβριον. Ι ἰσῆλιξ : καινότερον τοῦ ἡλικιώτης. ἰδιάζειν : 〈ἴδιον πρᾶγμα καὶ ἰδίως λέγεται〉 ‘οὐ γάρ μοι σχολή. |
| 76 | ξενικῷ γὰρ ἰδιάζω πράγματι‘. ἰχθυολύμης ἄνθρωπος (Aristoph. Pac. 811): ἐπί τινος λίχνου καὶ περὶ ἰχθύων ἐδωδὴν μεμηνότος. ἰχνευταί (Herod. II 67; Nicand. Ther. 195): οἱ κατ’ Αἴγυπτον καλούμενοι 〈ἰχνεύμονεσ〉. ἵν’ ἀκροᾷ : οὕτω τὸ ὑποτακτικὸν χρὴ λέγειν τῶν δευτέρων προσώπων παθητικῶν ἑνικῶν, ἵνα ἀκροῶμαι, ἵνα ἀκροᾷ, ἵνα ἀκροᾶται. καὶ ἵνα γελᾷ. Ἰαπετός (Aristoph. Nub. 998): ἀντὶ τοῦ γέρων. 〈λέγεται δὲ〉 καὶ Τιθωνὸς καὶ Κρόνος ἐπὶ τῶν γερόντων. Ἰλιὰς κακῶν (Demosth. XIX 148): ἐπὶ μεγάλων συμφορῶν ὁ λόγος τίθεται. ἱππίδιον : οὐ μόνον ἱππάριον. ἰξοί : ἐπὶ τῶν γλίσχρων καὶ φειδωλῶν. καὶ ἔοικε παρὰ τὸν ἰξὸν γεγενῆσθαι τοὔνομα, ὅτι καὶ ὁ ἰξὸς γλίσχρος ἐστίν. λέγει δ’ Ἀριστοφάνης οὕτως (fr. 717) ‘ἰξοί, ῥυποκόνδυλοι‘, ὅπερ σημαίνει καὶ αὐτὸ τοὺς γλίσχρους καὶ διὰ τὴν φειδωλίαν μήτε λουομένους μήτε κτενιζομένους. ἱκετεία (Thucyd. |
| 77 | saepius): διὰ τοῦ τ , οὐ διὰ τοῦ ς . ἱκεσίους μέν〈τοι〉 λιτὰς καὶ λόγους ἱκεσίους ἱερόπτης : ὁ τὰ ἱερὰ ἐποπτεύων καὶ ἐξ αὐτῶν μαντευόμενος. ἱερώσυνα : τὰ τοῖς θεοῖς ἐξαιρούμενα μέρη καὶ θυμιώμενα. Ὅμηρος (I 220) τοῦτο διδάσκει πρῶτον. ‘θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον ὃν ἕταιρον. ὁ δ’ ἐν πυρὶ βάλλε θυηλάσ‘. βούλεται γὰρ λέγειν τὰς ἀπαρχὰς τῶν ἐν τῇ εὐωχίᾳ παρατιθεμένων, ὅπερ εἰώθασι ποιεῖν, ὅταν προσφέρωνται τροφήν. ἱλεούμενοι : ἀντὶ τοῦ ἱλασκόμενοι. Πλάτων Νόμων ἑβδόμῳ (804 B). ἰπός : ἡ παγίς. ἰχθῦς (Aristoph. Equit. 816; Ran. 1100): ἡ αἰτιατικὴ τῶν πληθυντικῶν Ἀττικώτερον ἤπερ ἰχθύας. ἵππουρις : ἡ τῶν Σατύρων οὐρά. ἴονθος : ἡ ἐπὶ τοῦ προσώπου ἅμα τῇ τῶν τριχῶν ἐκφύσει τῶν πρώτων γινομένη οἴδησις. Ὅμηρος (ξ 50) μὲν οὖν ἰονθάδα εἶπε τὴν ἀγρίαν αἶγα, ἀντὶ τοῦ νέαν, ἀπὸ τῶν ἰόνθων. Κ κεχαρισμένως θύειν (Aristoph. Acharn. 248 sq.): τὸ μετὰ χάριτός τινος καὶ εὐφροσύνης. κυαναυγὴς θάλαττα , καὶ κυαναυγὲς ὕδωρ , καὶ κυαναυγὴς ποταμός . |
| 78 | κρεμάσαι τὰς ἀσπίδας (Aristoph. Acharn. 58): σημαίνει μὲν τὸ παύσασθαι τοῦ πολεμεῖν, ἀπὸ τοῦ παρακολουθοῦντος. παρακολουθεῖ γὰρ τοῖς μὴ πολεμοῦσι κρεμαμένας ἔχειν τὰς ἀσπίδας. Ἀριστοφάνης· ‘ὅστις ἡμῖν ... ἤθελε σπονδὰς ποιῆσαι καὶ κρέμασαι τὰς ἀσπίδασ‘, ὡς εἰ ἔλεγεν· ὅστις ἤθελεν εἰρήνην ἄγειν καὶ ἀποθέσθαι 〈τὰ〉 ὅπλα. κάτοινος : ὁ μεθύων. κοινὸς τῶν πονηρῶν φίλος : ἐπὶ ἀδίκου τινὸς καὶ πονηροῦ ἀνθρώπου. κραιπάλη (Aristoph. Acharn. 277 et saepius): ἡ ἀφ’ ἑσπέρας ἄχρι εἰς ὄρθρον πόσις καὶ παραφορὰ τῆς διανοίας, ἀπὸ τοῦ πάλλειν, ὅ πέρ ἐστιν διασείειν, τὴν κεφαλήν. καγχαστής : ὁ ἐπὶ τοῖς φορτικοῖς γελῶν καὶ μὴ ἀστείοις. 〈σημαίνει δὲ〉 τοὺς εἰκῆ καὶ ἀμαθῶς γελῶντας καὶ μηδὲν ἔχοντας δεξιὸν μηδὲ παιδείας ἐχόμενον. καταβαλῶ σε παρὰ τῷδε μανθάνειν (fr. com. ad. 632): ἀντὶ τοῦ παραδώσω σε καὶ ἐγχειριῶ τῷδε, ὥστε μανθάνειν. καταχῶσαι λόγοις καὶ ὕμνοις καὶ ἐπαίνοις (Plato Gorg. 512 B): οἷον καταπληρῶσαι λόγοις. κενὰ τῆς γνάθου πολλὰ χωρία (fr. com. ad. 642): ἐπὶ τῶν οὐκ ἐχόντων δαψιλῶς, ὥστε τὴν γνάθον ἐμπλῆσαι. κατεστωμυλμένος 〈ἄνθρωποσ〉 (Aristoph. Ran. 1160): ὁ πολλῇ τῇ στωμυλίᾳ χρώμενος. κατακλᾶν τὸν ὀφθαλμόν : οἷον ἐνθρύπτεσθαι διὰ τῶν ὀφθαλμῶν, ὅπερ ποιοῦσι ταῖς ἐρωμέναις οἱ ἐρασταί, τὸν ἕτερον ἐκκλίνοντες ὀφθαλμόν. |
| 79 | κατᾴδειν (Plato Men. 80 A): οἷον γοητεύειν καὶ πείθειν. κροτεῖν ὀστράκοις (Aristoph. Ran. 1305): Ἀριστοφάνης ἐπὶ τῆς Εὐριπίδου μελοποιίας, ὅτι οὐχὶ γνησίου 〈ποιητοῦ〉 οὐδὲ γνήσια τὰ μέλη, ἀλλ’ οἷα πρὸς ὄστρακα ᾄδεσθαι, δῆλον ποιοῦντος 〈τοῦ〉 κωμῳδοῦ, ὅτι τὰ ἐκλελυμένα τῶν μελῶν καὶ ἀδόκιμα πρὸς τὰ ὄστρα〈κα〉 ᾖδον, οὐχὶ πρὸς λύραν ἢ κιθάραν. λέγει δ’ οὕτως· ‘ὀστράκοις αὕτη κροτοῦσα δεῦρο μοῦς’ Εὐριπίδου‘. Κρονοθήκη (fr. com. ad. 1054): οἷον παλαιὸς καὶ εὐηθείας μεστός, οἷον οὐ μόνον Κρόνος, ἀλλὰ καὶ ὡσανεὶ ἡ θήκη τοῦ Κρόνου καὶ ἡ σορὸς καὶ ἡ ταφή. κατὰ κοιλίαν νοσεῖ (fr. com. ad. 730): ἐπὶ τῶν πολυφάγων. κένανδρος πόλις (Aeschyl. Pers. 119): 〈καὶ〉 κένανδρος χώρα . κριθώλεθροι ἵπποι : ἐπὶ τῶν μάτην ἐσθιόντων ἵππων. καταγλωττίζειν (Aristoph. Acharn. 380): καταλαλεῖν καὶ καταφορεῖν πολλοὺς λόγους. κοτυλίζειν (Pherecr. fr. 168; Aristoph. fr. 683): σημαίνει κατ’ ὀλίγα πιπράσκειν καὶ μικρά. κακοτεκνία : τοὐναντίον τῷ εὐτεκνία. |
| 80 | σημαίνει τὸ κακοῖς καὶ πονηροῖς χρῆσθαι τέκνοις. κεχρίσθαι σκορπίῳ : ἀντὶ τοῦ πεπλῆχθαι ὑπὸ σκορπίου, καὶ σὺν τῇ προθέσει ἐγκεχρίσθαι. διαφέρει τῇ γραφῇ τὸ 〈κεχρίσθαι τὸ〉 πεπλῆχθαί τε καὶ ὑπ’ ἐλαίου κεχρεῖσθαι. τὸ μὲν γὰρ ὑπ’ ἐλαίου διὰ τῆς ει διφθόγγου. τὸ δὲ κεχρίσθαι, τὸ σημαῖνον τὸ πεπλῆχθαι, διὰ τοῦ ι πανταχοῦ. κριηδὸν ἐμβάλλειν (Aristoph. Lys. 309): οἷον ὥσπερ οἱ κριοί. κήληθρον : τὸ κηλοῦν καὶ πεῖθον. κατακοιμίζειν τὸν λύχνον (Phryn. com. fr. 24): ἀντὶ τοῦ σβεννύναι. κυανεῖ ἡ θάλαττα : ἀντὶ τοῦ κυανίζει, μελανίζει. καὶ ἔστιν 〈ἐκ τοῦ κύανοσ〉 κυανῶ, ὥσπερ ἐκ τοῦ 〈πόλεμος πολεμῶ, καὶ ὡσ〉 πολεμῶ πολεμίζω, οὕτω καὶ κυανῶ κυανίζω. Κρονοδαίμων (fr. com. ad. 1053): ἐπὶ τοῦ παλαιοῦ καὶ εὐήθους. κάπνη : ἡ δι’ ἧς ὁ καπνὸς ἀναφέρεται ἐν τῷ ὀρόφῳ πορεία. κατευπαθημένα : καταναλωμένα καὶ διαπεφορημένα εἰς εὐπάθειαν. κούριδες μάχαιραι (Cratin. fr. 37): αἷς κείρουσι τὰ πρόβατα. κελεύστωρ : διαφέρει τοῦ κελευστής. |
| 81 | ὁ μὲν γὰρ κελευστής ἐστιν ὁ ἐν νηῒ κελεύων τοῖς ἐρέταις τι, ὁ δὲ κελεύστωρ ὁ ἐπικελευόμενος καὶ παρορμῶν. κοινοθυλακεῖν : τὸ ἐν ὁδῷ κοινωνεῖν σιτίων καὶ τραπέζης καὶ καταγωγῆς καὶ τῶν τοιῶνδε. Ἀριστοφάνης (fr. 797). κυσοκόλαξ (fr. com. ad. 1041): τὸν οὐδενὸς ἀγαθοῦ κόλακα, τοῦ αἰσχίστου δὲ πάντων. καθ’ ἡδονήν μοί ἐστι πράττειν ἢ λέγειν . κληρωτήρια (Aristoph. fr. 146): 〈ὁ τόποσ〉, ἔνθα κληροῦνται οἱ δικασταί. κατάγειον : οὐχὶ κατάγαιον διὰ τῆς αι διφθόγγου. κυψέλαι φρονημάτων (fr. com. ad. 703): οἷον θῆκαι φρονήσεως. κυψέλη γὰρ ἀγγεῖον εἰς ἀπόθεσιν πυρῶν. κακόν τι προσαπολαύσω (fr. com. ad. 1311): οὐ μόνον κακοῦ τινος προσαπολαύσω. κατ’ αἰτιατικὴν καὶ γενικὴν χρῶ. κέραμον (Aristoph. fr. 628): ὡς ἡμεῖς, τὸν ἐπὶ τοῦ στέγους. καλήτης καὶ κάλη : Ἀττικοὶ διὰ τοῦ α , κηλήτης καὶ κήλη Ἴωνες. κονίαμα : τὸ λάμπρυσμα τὸ γινόμενον ἐκ τοῦ κονιάματος. |
| 82 | κερματίζειν λόγον : κατὰ μικρὰ διαιρεῖν. κῆδος : τὸ πένθος. καὶ κηδεῦσαι τὸ θάψαι. σημαίνει καὶ τὴν ἐπιγαμίαν. κεκιβδηλευμένον νόμισμα (Aristoph. Ran. 721 sq.): τὸ ἀδόκιμον καὶ πεπανουργευμένον. κακόν τι σαυτῷ προυφείλεις (Aristoph. Vesp. 3): ἐπί τινος κακόν τι λαβεῖν ἐπισπωμένου. κορίζεσθαι καὶ ὑποκορίζεσθαι (Aristoph. Nub. 68?): ἄμφω. σημαίνει δὲ τὸ πρὸς τὰ κομιδῇ παιδία νήπια ψελλιζόμενον τῇ φωνῇ παίζειν. κόρος γὰρ ὁ παῖς. καὶ τοὔνομα διττῶς, κόρισμα καὶ ὑποκόρισμα . καλλιγραφῆσαι : εἰς κάλλος γράψαι. κύειν καὶ τεκεῖν (Aristoph. Lys. 753?): διαφέρει. τὸ μὲν γὰρ κύειν κατὰ γαστρός ἐστιν ἔχειν, τὸ δὲ τεκεῖν τὸ ἤδη τέλος ἔχειν τῇ κυήσει. κλεῖδα : τὸ δόκιμον κλεῖν ἐστίν. καταρκεῖ (Eurip. Rhes. 447; Soph. fr. 83): ἐξαρκεῖ, ἀπόχρη. κάκιστος φαγεῖν : ὁ μὴ δυνάμενος φαγεῖν, ὁ ὀλίγα ἐσθίων. καταλεγείς : οὐ μόνον καταλεχθείς. |
| 83 | κατηριστημένα (fr. com. ad. 1032): καταβεβρωμένα. κατακορὴς οἴνῳ : καὶ διακορής πολιτικώτερον. καπνοῦ σκιᾷ : τὴν ὑπερβολὴν τοῦ 〈ἰσχνοῦ σημαίνει τοῦτο, καὶ λέγεται〉 ἀντὶ τοῦ οὐδενί. καταλεπτολογεῖν (Aristoph. Ran. 828): τὸ κατὰ λεπτὸν καὶ ἀκριβῶς περὶ ὁτουοῦν πράγματος διαλέγεσθαι. κενὰ ψοφεῖν : κενῶς κομπάζειν. κίων στόματος : ὃ οἱ πολλοὶ κιονίδα καλοῦσιν. κακοῖς κακὰ ἰᾶσθαι : ‘μὴ κακοῖς ἰῶ κακά‘. 〈σημαίνει δὲ〉 τὸ ἀποκρύπτειν τὰ φθάσαντα κακὰ τοῖς ἐφεξῆς πραττομένοις κακοῖς. Αἰσχύλος. καταδακτυλίζειν : τὸ ἀσελγῶς τῷ δακτύλῳ τῆς τοῦ πέλας ἕδρας ἅπτεσθαι. τοῦτο καὶ σκιμαλίζειν οἱ Ἀττικοὶ λέγουσιν. καθαρὰ βλέπειν : οἷον ἱλαρὰ καὶ ἡδέα βλέπειν, οὐκ ἐπιτεθολωμένα. κύκηθρον (Aristoph. Pax 653): ἐπὶ τοῦ τὰ πάντα κυκῶντος καὶ ταράττοντος. κυνηγεττεῖν (Aristoph. |
| 84 | Equit. 382): διὰ δυοῖν ττ λέγουσιν. κυνοφθαλμίζεται (fr. com. ad. 1058): ἀναιδῶς καὶ ἰταμῶς ὁρᾷ, τρόπον ματρύλλου. κέρκῳ σαίνειν (Aristoph. Equit. 1031): ἐπὶ τῶν κυνῶν τῶν προσσαινόντων μὲν τῇ οὐρᾷ, κακὸν δέ τι διανοουμένων λάθρᾳ δρᾶσαι. κυνοκοπῆσαι τὸν νῶτον (Aristoph. Equit. 289): ὥσπερ κύνα τῷ ξύλῳ κατακόψαι. κλῳομάστιξ (fr. com. ad. 1039): ὁ κλοιῷ δεδεμένος καὶ μαστιγούμενος. κάμινον ἔχει ἐν τῷ πνεύμονι (fr. com. ad. 633): ἐπί τινος γυναικὸς μεθύσου. ῥηθείη δ’ ἂν οὐδὲν ἧττον καὶ ἐπὶ ἀνδρός. κάπηλον φρόνημα (fr. com. ad. 867): παλίμβολον καὶ οὐχ ὑγιές. ἡ μεταφορὰ ἀπὸ τῶν καπήλων τῶν μὴ πιπρασκόντων εἰλικρινῆ καὶ ἀκέραια τὰ ὤνια. κρανιόλειος (fr. com. ad. 1050): ὁ τὸ κρανίον ἔχων λεῖον, ὁ φαλακρός. κνισοτηρητής (fr. com. ad. 1042): ὁ κνίσαν καὶ δεῖπνα ἐπιτηρῶν. κυνάριον (Alcaeus com. fr. 33) καὶ κυνίδιον : 〈ἄμφω〉 δόκιμα. καλλιτράπεζος (Ameipsias fr. |
| 85 | 19): ὁ καλὴν καὶ λαμπρὰν τράπεζαν παρατιθέμενος. κυνοδέσμαι : αἷς τὰ αἰδοῖα οἱ Ἀττικοὶ ἀπεσκολυμμένοι ἀποδοῦνται. κύνα δὲ τὸ αἰδοῖον ἐκάλουν. κυνοκέφαλλος (Aristoph. Equit. 417): διὰ τῶν δυοῖν λλ οἱ Ἀττικοί. κάλλιστα (Aristoph. Ran. 508): τοῦτο τιθέασιν οἱ Ἀττικοὶ πολλάκις ἀντὶ τῆς οὐ ἀρνήσεως, ὅταν τι παραιτῶνται ποιῆσαι. Λ λεπτοσχιδής (Cephisodor. fr. 4): οἷον λεπτῶς ἐσχισμένος καὶ λεπτῶς πεφροντισμένος. λεπτή τις ἐλπίς, ἐφ’ ἧς ὀχούμεθα (Aristoph. Equit. 1244). λεπτολογία (Hermipp. fr. 22): σημαίνει τὸ περὶ τῶν μικρῶν φροντίζειν καὶ ἀδολεσχεῖν. ἢ σημαίνεται ἡ κνιπότης. λεπτοί : πένητες. λεπτακινόν : οἷον ἀκριβὲς καὶ ἐπὶ λεπτὸν πεφροντισμένον. λειπογνώμων : σημαίνει τὸν μηδέπω τὸν ὀδόντα βεβληκότα, δι’ οὗ ἡ ἡλικία τῶν ἵππων καὶ τῶν ἄλλων τετραπόδων γνωρίζεται. |
| 86 | λιμοκόλακες (fr. com. ad. 1074): οἱ διὰ λιμὸν κολακεύοντές τινα. λέκιθος : ἐπὶ τοῦ κρόκου τοῦ ὠοῦ ἰατροὶ λέγουσιν. Κάνθαρος δὲ (fr. 10) οὕτως ἀληλεσμένον τι ἐξ ὀσπρίων. λάληθρον (fr. com. ad. 1069): τὸν λάλον καὶ διὰ τοῦ λαλεῖν κακουργοῦντα. ληκυθίζειν : ὁπόταν βούλωνται οἱ φωνασκοῦντες κοιλὸν τὸ φθέγμα ποιεῖν, ὥσπερ εἰς ληκύθους προϊέμενοι. λισπόπυγος (Aristoph. Equit. 1368): ὁ ἀποτετριμμένην ἔχων τὴν πυγήν. λίσπη γάρ ἐστιν ἡ ἀποτετριμμένη ἀστράγαλος· λακωνομανεῖν (Aristoph. Equit. 1281): περὶ τὰ Λακώνων νόμιμα καὶ ἐπιτηδεύματα ἐσπουδακέναι. λευκὸν ἀγαθόν : σημαίνει τὸ μέγα καὶ λαμπρὸν ἀγαθόν. λείριον (Cratin. fr. 98): ἔστιν ἕτερον παρὰ τὸ κρίνον, τὰ μὲν ἄλλα ὅμοιον, πλατύτερα δὲ τὰ φύλλα ἔχον. διὸ καὶ ταὐτὸν ἔδοξέ τισιν. λογοπλάθος : ὁ λόγους καὶ μύθους πλάττων, ὡς Αἴσωπος. λυχνίον : οἱ ἀμαθεῖς λυχνίαν αὐτὸ καλοῦσιν. λυχνοῦχος, λαμπτήρ, φανός διαφέρει. |
| 87 | λυχνοῦχος μέν ἐστι σκεῦός τι ἐν κύκλῳ ἔχον κέρατα, ἔνδον δὲ λύχνον ἡμμένον, διὰ τῶν κεράτων τὸ φῶς πέμποντα. λαμπτὴρ δὲ χαλκοῦν ἢ σιδηροῦν ἢ ξύλινον λαμπάδιον ὅμοιον, ἔχον θρυαλλίδα. φανὸς δὲ φάκελός τινων συνδεδεμένος καὶ ἡμμένος, ὃ καὶ διὰ τοῦ π . λωβᾶσθαι τόνδε καὶ τῷδε : αἰτιατικῇ καὶ δοτικῇ 〈χρῶ〉. λαίθαργος κύων (Aristoph. Equit. 1068?): ὁ λάθρᾳ προσαλλόμενος καὶ χωρὶς ὑλακῆς δάκνων. τοῦτο δὲ οἱ πολλοὶ παραφθείραντες λαθροδήκτην καλοῦσιν. λογγάζειν : τὸ διαδιδράσκειν τὸ ἔργον, προφασιζόμενόν τινα πρόφασιν καὶ τοῦτο Ἀριστοφάνης (fr. 811) τίθησιν ἐπὶ ἵππων προσποιουμένων χωλεύειν. λαλεῖν τοῦ λέγειν διαφέρει (Eupol. fr. 95): τὸ μὲν 〈λαλεῖν〉 ἐπὶ τοῦ φλυαρεῖν, τὸ δὲ λέγειν ἐπὶ τοῦ ἱκανῶς λέγειν. λέπειν (Plato com. fr. 12): τὸ ἐκδέρειν μαστιγοῦντα. λόγοις πιαίνειν : οἷον παραμυθεῖσθαι. λευκηπατίας (fr. |
| 88 | com. ad. 1072): ὁ εὐήθης. λάσανα (Plato com. fr. 116): ὡς ἡμεῖς, ἐφ’ ὧν ἀποπατοῦμεν. λίστριον (Aristoph. fr. 809): τὸ ὑπὸ τῶν πολλῶν καλούμενον κοχλιάριον. Ὅμηρος μὲν (χ 455) λίστρον 〈τὸν〉 ξυστῆρα, οὗ ὑποκοριστικὸν λίστριον, οἷον ξυστηρίδιον. ἔοικεν οὖν τὸ πρῶτον τοιοῦτο κατεσκευάσθαι ὅμοιον πτύῳ στρογγύλῳ. ληνούς (Pherecr. fr. 5): οὐ μόνον, ἐν αἷς τοὺς βότρυς πατοῦσιν, ἀλλὰ καὶ τὰς τῶν νεκρῶν σορούς, ἀπὸ τῆς ὁμοιότητος τῆς κατασκευῆς. Μ μηροκαυτεῖν : ὁμοίως τῷ ἱεροκαυτεῖν καὶ ὁλοκαυτεῖν. μονογέρων (fr. com. ad. 1083): τὸν μονότροπον καὶ δύσκολον γέροντα σημαίνει. μεθυσοχάρυβδις : ἐπὶ γυναικὸς μεθύσου, οὐκ ἐπ’ ἄρρενος. μετοίκιος Ζεύς (fr. com. ad. 1077): ὁ ὑπὸ τῶν μετοίκων τιμώμενος. μεταβάλλεσθαι : τὸ μεταπιπράσκειν. μηδὲν ὑπέρφευ : Κρατῖνος (fr. |
| 89 | 359) ἐπὶ τοῦ μηδὲν ἄγαν. μάσθλης (Aristoph. Nub. 449; Equit. 269): ὁ μαλθακὸς καὶ μεμαλαγμένος τὴν ψυχὴν καὶ 〈μὴ〉 ἀνδρεῖος. μεθιστάναι καὶ ἱστάναι : οὐχὶ μεθιστάνειν καὶ ἱστάνειν. μαλακιᾶν : τὸ ὑπὸ κρύους ναρκᾶν. μανόν : τὸ ἀραιὸν οὕτω λέγουσιν 〈οἱ〉 Ἀθηναῖοι τὴν πρώτην συλλαβὴν ἐκτείνοντες. μυκῆτα λύχνων (Aristoph. Vesp. 262): τὰ ἐπιγινόμενα ταῖς μύξαις τῶν λύχνων. μεταίτην : οὐ μόνον ἐπαίτην. μεταπομπή : ἡ μετάπεμψις. μολυβδιᾶς ὑπὸ νόσου (fr. com. ad 1082): οἷον μολύβδου χρῶμα ἔχεις. μὴ μέθῃ τοῦδε : ἀντὶ τοῦ μὴ ἀπόσχῃ, μὴ ἀφῇς. μωλύειν : τὸ ἐκλύειν καὶ διέλκειν καὶ μαραίνειν. καὶ μωλύον κρέας λέγεται τὸ ἠρέμα διαχεόμενον καὶ μὴ συνεστός. μετωπιαία θρίξ : ἡ τῶν θυομένων ἱερείων, ἣν πρὸ τοῦ θύεσθαι ἀποκείροντες εἰς τὸ πῦρ ἐμβάλλουσιν. Ν νεανίευμα (Plat. |
| 90 (1t) | , Pol. III 390 A): ἀνδρεῖόν τι καὶ νεανικὸν ἔργον, ὁποῖον ἂν γεννάδας τις ὑπ’ ἀνδρείας 〈δια〉πράξαιτο καὶ φρονήματος γεννικοῦ. νεανιεύσασθαι (Aristoph. fr. 827): ὑψηλόν τι καὶ ἐλευθέριον φρονῆσαι. νεόπλουτος (Aristoph. Vesp. 1309): 〈καθωμίληται〉. τὸ δὲ νεοπένης σπάνιον. νεοπλυνῆ χλαῖναν, νεοπλυνὲς ἱμάτιον. νεαλές : παρὰ τὸ ἁλές, ὃ σημαίνει τὸ ἀθρόον, τὸ νεωστὶ γεγενημένον καὶ συνενηνεγμένον. τὸ γὰρ συνελθεῖν καὶ συναλισθῆναι ταὐτόν. 〈ὁ δὲ〉 Ἀριστοφάνης 〈ἐν Λημνίαις (fr. 361) διὰ μακροῦ τοῦ α 〉 τὸ νεαλὴς 〈τέθεικεν ἐπὶ τοῦ νέου καὶ ἀκμάζοντοσ〉. νουμηνία (Aristoph. Nub. 1191): οὕτω λέγουσιν οἱ Ἀττικοί. τὸ δὲ νεομηνία ἀτιμάζουσιν. νεολαία (Aristoph. |
| 91 | fr. 67): ἔστι νέος λαὸς ἡ νεότης, παρ’ ὃ γέγονεν ἡ νεολαία. νῆστις ὀσμή : ἡ ἐκ τῆς ἀσιτίας τοῦ στόματος δυσωδία. νοσεῖν τὰς φρένας, νοσεῖν τὸν νοῦν, νοσεῖν τὴν ψυχήν. νῆστις : 〈διὰ τοῦ ι , οὐχὶ διὰ τοῦ η 〉. καὶ τὸ πληθυντικὸν νήστιδες καὶ νήστεις . Ο ὀνειρόμαντις, ἀστρόμαντις, ὀρνιθόμαντις, ἀλφιτόμαντις : οὕτως λέγουσιν. οὐδέποτε : ἐπὶ μέλλοντος μόνου φασὶ τίθεσθαι τὴν φωνήν, ἐπὶ δὲ παρῳχημένου τὸ οὐδεπώποτε. εὑρίσκομεν δὲ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τὸ οὐδέποτε καὶ ἐπὶ παρῳχημένου χρόνου· ‘οὐδέποτε προδέδωκέ με‘ (fr. com. ad. 23). ὀψάριον (Aristoph. fr. 45): τὸ ὄψον, οὐχὶ τοὺς ἰχθῦς. οἱ δὲ νῦν τοὺς ἰχθῦς 〈οὕτω〉 λέγουσιν. οὐδὲ ἕν : οὕτω χρὴ λέγειν. οὐ δισυλλάβως. καὶ διὰ τοῦ δ . διὰ μέντοι τοῦ θ δισυλλάβως. ὄμφακας βλέπειν (fr. |
| 92 | com. ad. 877): οἷον αὐστηρὸν καὶ δριμύ, ὄμφακες 〈γὰρ〉 τὰ ἄωρα τῶν βοτρύων καὶ ὄξινα. ὄζειν ἐτῶν (fr. com. ad. 876): πάνυ ἀστείως ἐπὶ πρεσβύτου ἢ πρεσβύτιδος. ὀρθαγγελεῖν : ὀρθὰ καὶ ἀληθῶς ἀγγέλλειν. ὀνυχιμαῖα τέμνειν (fr. com. ad. 879): ἀντὶ τοῦ μικρά. οἴδατε : ἄμεινον τὸ ἴστε. ὅσια μανθάνειν, ὅσια ἰδεῖν, ὅσια ἀκοῦσαι : ἀντὶ τοῦ ἔξεστι μανθάνειν, ἔξεστιν ἰδεῖν, ἔξεστιν ἀκοῦσαι. οὐδέν σου παρίεμαι : οὐδὲν παραιτοῦμαι, οὐδὲν ἀποτρέπομαι. οὐδὲν κακὸν 〈γὰρ〉 ῥᾳδίως ἀπόλλυται (fr. com. ad. 1285): ἐπὶ τῶν εὖ πραττόντων πονηρῶν. οὐκ ἔστιν τοσοῦτον ὤνιον ἑλλεβόρου, ὥστε τινὰ ἰᾶσθαι (fr. com. ad. 1286): θείης ἂν τὴν φωνὴν ἐπί τινος ἀνιάτως ἔχοντος. ὄχλος ἄλλως : ἐνόχλησις. Δημοσθένης (d. f. leg. 24). ὄζει κνίσης : ἐπὶ τῶν προσκαομένων ὄψων. ὁρκωμόσια (Plato Phaedr. 240 A): τὰ ἐπὶ ὅρκοις γινόμενα ἱερεῖα. ὀφρυάζειν : τὸ τὰς ὀφρῦς ἐπαίρειν καὶ ἀποσεμνύνεσθαι. |
| 93 | ὀργάζειν πηλόν (Aristoph. Acharn. 839 et Eupolis fr. 248): τὸ διαβρέχειν. οὕτω γὰρ τὸ ὑγραίνειν οἱ ἀρχαῖοι λέγουσι. καὶ ὀργάδα τὴν ἱερὰν καὶ ἀνιερωμένην γῆν 〈τὴν τῆς Ἀττικῆς μεταξὺ καὶ τῆς Μεγαρίδοσ〉, ὅτι ἑλώδης καὶ ἔνυγρος. ὀρίνδα (Soph. fr. 552): ἣν οἱ πολλοὶ ὄρυζαν καλοῦσιν. ὁσημέραι (Aristoph. Vesp. 479): ἐπὶ τῆς παρεσχάτης εὗρον τὴν ὀξεῖαν κειμένην. ὄρνεις καὶ ὄρνιθες : διττῶς 〈τὸ πληθυντικόν〉. οὐδαμοῦ λέγω τοῦτον (Soph. Antig. 183): ἀντὶ τοῦ ἐν οὐδεμίᾳ ψήφῳ τίθεμαι, οὐδενὸς ἄξιον ἡγοῦμαι. ὄρθριος χρὴ λέγειν, οὐκ ὀρθρινός . διαφέρει δὲ ὄρθρος τῆς ἕω. ὄρθρος μὲν γάρ ἐστιν ἡ ὥρα τῆς νυκτός, καθ’ ἣν 〈οἱ〉 ἀλεκτρυόνες ᾄδουσιν. ἄρχεται δὲ ἐνάτης ὥρας καὶ τελευτᾷ εἰς διαγελῶσαν ἡμέραν. τεκμήριον δέ. ὀρθρεύεσθαι γὰρ καλοῦσιν οἱ Ἀττικοὶ τὸ λύχνῳ προσκεῖσθαι, πρὶν ἡμέραν γενέσθαι. |
| 94 | ὄρθριος δ’ ἐρεῖς ᾄδει καὶ ὄρθριος ὁ ἀλέκτωρ ᾖσεν. ἕως δὲ τὸ ἀπὸ διαγελώσης ἡμέρας ἄχρις ἡλίου ἐξέχοντος διάστημα. πλήθουσα δ’ ἀγορὰ ἀμφὶ τὴν τετάρτην καὶ πέμπτην ὥραν. μεσημβρία δὲ ἀμφ’ ἕκτην καὶ ἑβδόμην ὥραν. δείλη δὲ ἀμφὶ τὴν ἐνάτην καὶ δεκάτην. δυσμαὶ δὲ ἡλίου. εἶτα ὅ ἐστιν ἑσπέρα καὶ περὶ λύχνων χρείαν. πρῶτος ὕπνος ἀμφὶ τρίτην καὶ τετάρτην ὥραν τῆς νυκτός. μέσαι δὲ νύκτες. καὶ τοὐντεῦθεν ἀλεκτρυόνες ᾄδουσιν, ὃ λέγεται ὄρθρος. ὀμφακίας θυμός (Aristoph. Acharn. 352): ὁ αὐστηρὸς καὶ ἄγαν σκληρός. ὁλότμητα δεῖπνα : τὰ μεγάλα, ἐν οἷς ὅλα τὰ μέρη τῶν παρασκευαζομένων ἀποτέμνεται καὶ παρατίθεται δαιτύμοσιν. ὀρνιθεῖα : οἱ τόποι, ἔνθα οἱ ὄρνιθές εἰσιν. ἢ θῆραι. τῷ δὲ τόνῳ ὡς ἱερεῖα, διδασκαλεῖα. ὀνογάστρις ἄνθρωπος (fr. com. ad. 878): ἐπὶ τῶν ἄρρυθμον καὶ μεγάλην γαστέρα ἐχόντων. ὄστινον (Aristoph. Acharn. 863): δεῖ λέγειν, οὐκ ὀστέϊνον. ὁ λόγος ὅδε οὐκ εὖ φρονεῖ : εἰ βούλει πρός τινα μὴ ὀρθῶς εἰπόντα ἐνσημήνασθαι, ἀνεπαχθὴς ἔσῃ. οὐδὲ πάτταλον ἂν δοίης : Ὅμηρος (ρ 455) τὸ ἄγριον καὶ ἄξενον δηλῶν ‘οὐδ’ ἅλα ἂν δοίη‘ περί τινος ἔφη. Ἀριστοφάνης (fr. |
| 95 | 909) μεταβαλὼν ἐπὶ τὸ καινότερον ‘οὐδὲ πάτταλον‘, εἶπε, ‘δίδωσι‘. πάτταλον γὰρ κἀν ταῖς ὁδοῖς ἐρριμένον ἔστιν εὑρεῖν. δύναται συμβολικῶς εἰπεῖν τὸν διὰ βρόχου θάνατον. ὁμοσπονδεῖν : τὸ κοινωνεῖν σπονδῶν καὶ θυσιῶν. οἰνήρυσις (Aristoph. Acharn. 1067): ἀγγεῖόν τι, ᾧ τὸν οἶνον ἀρυόμεθα, ὥσπερ, ᾧ τὸν ζωμόν, ζωμήρυσις , καί, ᾧ τὸ ἔτνος, ἐτνήρυσις . ὀνυχίζειν καὶ ἐξονυχίζειν : τὸ περί τι ἀκριβολογεῖσθαι. λέγουσι δὲ καὶ ἀπονυχίζειν τὸ τοὺς ὄνυχας ἀφαιρεῖν. ὀττόμενος, ὄττα, ὠττευόμην : ... τὸ σημαινόμενόν ⟦ ἐστι ⟧ ἐπιφημίζων καὶ οἰωνιζόμενος. οἰνοχόη : ἐξ οὗ τὸν οἶνον εἰς τὰ ἐκπώματα ἐνέχεον. οὐχ ὡς οἱ νῦν τὴν τράπεζαν, ἐφ’ ἧς τὰ ἐκπώματα κεῖται. ἔστι δ’ ἀγγεῖον προχοιδίῳ ὅμοιον. ὅρκον γυναικὸς εἰς ὕδωρ χρὴ γράφειν (Soph. fr. 742): ὅτι ἀπιστεῖν γυναικὶ δεῖ ὀμνυούσῃ. χρήσαιο δ’ 〈ἂν〉 αὐτῷ καὶ ἐπὶ παντὸς ἀπίστου καὶ ἐπιόρκου. οὐκ εἰμὶ βαδιστικός (Aristoph. |
| 96 | Ran. 129): οὐκ εἴθισμαι οὐδὲ μεμελέτηκα περιπατεῖν. οἰκοκερδῆ βίον εὕρηκεν : κερδαλέον. ὄχλος πραγμάτων : ἀντὶ τοῦ πλῆθος πραγμάτων. ὀξυήκοος ἄνθρωπος (Plat. Tim. 75 B?): ὁ ὀξέως ὑπακούων. ὀρνιθίας χειμών (Aristoph. Acharn. 876 sq.): ὃν οἱ ὄρνιθες προσημαίνουσι, γερανοί τε καὶ κορῶναι καὶ εἴ τι ἄλλο τοιοῦτον. ἐτίθεσαν δὲ τὸ ὄνομα ἐπὶ τῶν ἀηδῶν καὶ μισητῶν καὶ προσημαινόντων ἀηδίαν πραγμάτων. καὶ γὰρ οἱ τὸν χειμῶνα προδηλοῦντες ὄρνιθες μισοῦνται. Ἀριστοφάνης ‘ὡσπερεὶ χειμὼν ἄρα ὀρνιθίας εἰς τὴν ἀγορὰν ἐλήλυθασ‘. ὀξύη : τὸ δένδρον, διὰ τοῦ υ καὶ η , ἀλλ’ οὐκ ὀξέα. καὶ ὀξύϊνον. ὀκλάσαι (Soph. Oed. Col. 197): τὸ τὰ γόνατα κάμψαι ἐγκαθίζοντα. ὀβολολογεῖν : ἐπὶ τῶν βραχέα συλλεγόντων. οἰστέον : κομιστέον. ὀχευτής : ὁ ὀχεύων. ἐπὶ τῶν τετραπόδων μάλιστα χρήσῃ. οὐδὲν ἀπὸ καιροῦ λέγεις : οἷον οὐκ ἔξω καιροῦ. οἰσυπηρά (Aristoph. Acharn. 1177): δεῖ λέγειν τὰ ῥυπαρὰ καὶ ἄπλυτα ἔρια. παρὰ τὸν οἴσωπον οἰσυπηρά, ὡς παρὰ τὸν ὄλισθον ὀλισθηρά. ὄμφακας : τὰς ὄμφακας θηλυκῶς εἶπε Πλάτων (fr. 32). ὀξυμαθὴς ἄνθρωπος : ὁ ὀξέως μανθάνων τὸ λεγόμενον. |
| 97 | ὁλοκαυτεῖν (Xenoph. Anab. 7, 8, 4): ἀπὸ τοῦ ὁλοκαυτῶ, οὗ ὁ μέλλων ὁλοκαυτήσω. λέγεται καὶ διὰ τοῦ ι ὁλοκαυτίζω , ἐξ οὗ ὁλοκαυτιῶ ὁ Ἀττικὸς μέλλων, οὗ τὸ ἀπαρέμφατον ὁλοκαυτιεῖν. ὀλεκρανίζεσθαι (fr. com. ad. 1093): τὸ τοῖς ὀλεκράνοις παίεσθαι. ὀλέκρανα δὲ τὰ ἄκρα τῶν ἀγκώνων. ὀξυρεγμία καὶ ὀξωρεγμία : τὸ αὐτό ἐστιν. λέγεται γὰρ ἀμφότερα. ὀξύβαφον (Aristoph. Av. 361; Plato com. fr. 32): διὰ τοῦ υ , 〈οὐχὶ διὰ τοῦ ο 〉. παρὰ τὸ ὀξύ, καὶ οὐ παρὰ τὸ ὄξος σύγκειται. καὶ ὀξύγαρον , καὶ 〈οὐκ〉 ὀξόγαρον. δηλοῖ δὲ τὸ ὀξὺ κατὰ γένος ποιότητα πᾶσαν ὀξεῖαν, ἢ γεῦσιν ἢ σχῆμα ἢ ὄψιν ἢ πᾶν ὁτιοῦν ἧκον εἰς ὀξύ, ὡς εἶναι καὶ τὸ ὄξος εἶδος τοῦ ὀξέος. οὐκ ἀπείρῳ προσέβαλεν (fr. com. ad. 704): ἐπὶ τῶν οἰομένων ἐξαπατήσειν, φωραθέντων δέ. ὀρίγανος (Aristoph. Acharn. 874?): θηλυκῶς ἡ ὀρίγανος. ὁμαλός (Aeschyl. Prom. 903): λέγουσιν καὶ ὁμαλίζειν καὶ ὁμαλόν . ὀσμή : διὰ τοῦ ς μόνον, καὶ οὐ διὰ τοῦ δ . Ἰώνων δὲ διὰ τοῦ δ . ὀχεῖον (Dinarchus in Ἀπολ. |
| 98 | πρὸς Ἀντιφάνην περὶ τοῦ ἵππου): τὸν εἰς ὀχείαν ἀνειμένον ἵππον ἢ ὄνον. οὐδὲ 〈τρητὸν〉 εἰς ὀδόντα ἔχει φαγεῖν : ἐπὶ τῶν μηδὲ τὰ σμικρότατα ἐχόντων φαγεῖν. σμικρότατον γὰρ ὑπὸ τὸν ὀδόντα ἐμπίπτει. ὀψισθείς : εἰς ὀψὲ τῆς νυκτὸς παραταθείς. οἰσπώτη (Aristoph. Lys. 575; Cratin. fr. 39): τὸ τῶν προβάτων ἀποπάτημα. τὸ δὲ τῶν αἰγῶν σφυράδες , ἐπεὶ ὥσπερ σφυρά ἐστιν συμπεπλεγμένα. ὄψις : ἀντὶ τοῦ ὄνειρος. οἴσυον : οὐδετέρως. οἱ δὲ θηλυκῶς λέγοντες οἰσύα διαμαρτάνουσιν. σημαίνει δὲ ῥάβδους ἑλώδεις. οὐκοῦν : περισπώμενον 〈μὲν〉 συλλογιστικὴν διάνοιαν ἔχει, [σημαίνει γὰρ τὸ ἀμέλει καὶ ἀληθῶς]. παροξυνόμενον δὲ διττῶς παρὰ τοῖς Ἀττικοῖς ἐκλαμβάνεται, ποτὲ μὲν ἀντὶ τοῦ μόλις 〈ἐπ’〉 ἀποφάσεως ταττόμενον, πότε δὲ καθ’ ὑπέρθεσιν. οὔκουν ἐάσεισ‘—οὐκ ἐάσεις οὖν. |
| 99 | καὶ παρ’ Ἀριστοφάνει (fr. 617) ‘οὔκουν μ’ ἐάσεις ἀναμετρήσασθαι τάδε‘ ἀντὶ τοῦ οὐκ ἐάσεις οὖν με. καὶ Θουκυδίδης (I 10) ‘οὔκουν ἀπιστεῖν εἰκόσ‘, οἷον οὐκ ἀπιστεῖν οὖν εἰκός. καὶ πάλιν (III 46) ‘οὔκουν χρὴ οὔτε τοῦ θανάτου τῇ ζημίᾳ ...‘ ἀντὶ τοῦ οὐ χρὴ οὖν. σύγκειται δὲ ἐκ τῆς οὐκί ἀποφάσεως Ἰωνικῆς καὶ τοῦ οὖν συνδέσμου. ὀνεύειν (Thucyd. VII 25. Strattis fr. 30): τὸ περιάγειν τὰ μηχανήματα, οἷς τούς τε λίθους καὶ τὰ ἄλλα ἕλκουσιν. ὄνος δ’ ἐστὶν αὐτὸ τὸ μηχάνημα τὸ διὰ τροχιλίων καὶ σχοινίων. εἴρηται ὀνεύειν ἤτοι ὅτι καὶ ὄνοις ἐχρῶντο πρὸς τὴν περιαγωγήν, οὐ μόνον ἀνθρώποις, ἢ κατὰ μεταφορὰν 〈τῶν〉 ὄνων, ἐπεὶ καὶ οὗτοι ἀχθοφόροι. Π πολιτοκοπεῖν (Diphil. fr. 131; Sannyrio fr. 7): καινότερον τοῦ δημοκοπεῖν, καὶ ἔοικε ταὐτὸν σημαίνειν. κόπτειν δὲ νῦν ἐστι τὸ λιπαρῶς ἐγκεῖσθαι καὶ πείθειν παρὰ γνώμην. καὶ πολιτοκόπος καὶ δημοκόπος . Πλάτων δὲ ἐν Πεισάνδρῳ (fr. 105) τὸ πολιτοκοπεῖν ἀντὶ τοῦ λοιδορεῖν καὶ κωμῳδεῖν εἶπεν. περιπλευριεῖς (fr. com. ad. 1113): σημαίνει τὸ περιπλακῆναι καὶ συγκοιμηθῆναι. Παλαμηδικὸν τοὐξεύρεμα (Eupol. fr. 351): οἷον σοφὸν καὶ εὐμήχανον. πραγματίας ὁ λόγος (fr. com. ad. 894): ὁ πράγματα καὶ ἀηδίας παρέχων. πολύζωον κακόν (fr. |
| 100 | com. ad. 892): ἐπὶ πάνυ γηραιοῦ εἴποις ἄν. περίζυξ καὶ ἄζυξ : Εὔπολις (fr. 385) καὶ Ἀριστοφάνης. (fr. 838). παραξόνια (Aristoph. Ran. 819): τὰ τῷ ἄξονι ἐμπηγνύμενα ὑπὲρ τοῦ κατέχειν τὸν τρόχον, ἃ οἱ πολλοὶ παραξονίτας ἢ ἀξονίδια καλοῦσιν. πλησιαίτατοι καὶ πλησιαίτεροι : εἴρηται 〈Ἀττικῶσ〉. παγετῶδες (Soph. Phil. 1082) καὶ ψυχρόν. προσβολὴ σιδήρου : τὸ στόμωμα τὸ προστιθέμενον ἐπ’ ἄκρῳ τῷ σιδήρῳ ἐν ἐργαλείοις. πιτύων καρπούς : ἃ οἱ παλαιοὶ κώνους καλοῦσι, 〈οἱ δὲ νῦν στροβίλουσ〉. πίτυν δὲ 〈οἱ Ἀττικοὶ〉 καὶ τὸ δένδρον ἐκάλουν, ὃ νῦν στροβίλιον ὀνομάζουσιν. προώδων : ἡ προ〈έχοντασ〉 ἔχουσα εἰς τὸ ἔξω μέρος τοὺς ὀδόντας. |
| 101 | 〈λέγεται〉 καὶ ἐπὶ ἄρρενος. πλέον ἢ ἐνιαυτῷ πρεσβύτερος ὑπὸ τῆς ἀηδίας γίνομαι (Aristoph. Ran. 18): ἀστεῖον. τὸ γὰρ ὑπὸ τῆς ἀηδίας οὕτω διατίθεσθαι, ὡς καὶ τῶν ἐτῶν ὑφαιρεῖσθαι, οὐδὲν ἄλλ’ ἢ αὔξησίς ἐστιν. πλύνον πλύνεσθαι (fr. com. ad. 715): σημαίνει μὲν τὴν ὕβριν, μετενήνεκται 〈δὲ〉 ἀπὸ τῶν πλυνομένων ἱματίων καὶ πατουμένων. καὶ γὰρ οὔροις καὶ τοῖς ἄλλοις ταῦτα ῥύπτεται, καὶ πλυνόμενα περιυβρίζεται καὶ πατούμενα. πέλαγος ἡ πόλις ἐστίν (fr. com. ad. 729): εἰ θέλοις ἐγκωμιάζειν πόλιν. ποντοφάρυξ (fr. com. ad. 1121): εἴ τις βούλοιτο σκώπτειν τινὰ ἄπληστον καὶ 〈πολυ〉φάγον, ὅτι ἡ φάρυξ διὰ μέγεθος πελάγει ἔοικεν. προτερεῖν ἐπὶ ὁδοῦ : σημαίνει τὸ προϊέναι ἑτέρου ἐν ὁδοιπορίᾳ. προεξεγείρειν πρᾶγμα : οἷον πρὸ τοῦ δέοντος καιροῦ ἀνακινεῖν. πέτρας εἴργασται ὅδε (Aeschyl. Prom. 242): ἐπὶ ἀτέγκτου καὶ ἀπειθοῦς. παλεύτρια (Eubul. |
| 102 | fr. 84): ἡ ἐξαπατῶσα. τίθεται ἐπὶ τῶν ὀρνίθων τῶν ἐξαπατώντων τὰ ἄλλα ὄρνεα καὶ μάλιστα ἐπὶ τῶν περιστερῶν. προβατεύειν : πρόβατα τρέφειν. προχοίδιον (Cratin. fr. 193): ὑποκοριστικῶς, [ὡς] ἀπὸ τοῦ πρόχους. ὡς οὖν βοῦς βοίδιον, οὕτω πρόχους προχοίδιον. πατρῴζειν : τὰ τοῦ πατρὸς ἐργάζεσθαι. πίθων (Pindar Pyth. II 132 Christ.): ὁ πίθηκος, ὑποκοριστικῶς. παλιναίρετα (Pindar fr. 84): τὰ ἐκ καταλύσεως οἰκοδομίας παλαιᾶς εἰς ἑτέραν πρόσφατον οἰκοδόμησιν ἐμβαλλόμενα. παρέλυσεν (Thucyd. VIII 54, 3): οἷον κατέλυσε καὶ ἐνίκησε καὶ οἷον ἔπαυσε τῆς ἀρχῆς. προβύσαι φορτικὸν γέλωτα (fr. com. ad. 644): ἀντὶ τοῦ προβαλεῖν. ἡ μεταφορὰ ἀπὸ τῶν τοὺς λύχνους προβυόντων. καὶ γὰρ τούτων τὴν θρυαλλίδα ἐκ τοῦ ἔνδον εἰς τὸ ἔξω μέρος προβάλλουσιν. τίθεται ἐπὶ τῶν μηδὲν σεμνὸν ἐχόντων, ἀεὶ δὲ διὰ τοῦ γελωτοποιεῖν θηρωμένων τι. Πρότηθυς : ἡ οὕτω γραῦς, ὡς πρὸ Τηθύος τῆς Ὠκεανοῦ γεγονέναι γυναικός. Κρατῖνος (fr. 438) τὴν ὑπεργήρων οὕτω λέγει παίζων. πυθμὴν δικῶν (fr. com. ad. 896): οἷον ῥίζα δικῶν, φιλόδικος. παρακεκροῦσθαι τῶν φρενῶν ἢ τοῦ νοῦ (fr. |
| 103 | com. ad. 705): οἷον παραπεπαῖσθαι καὶ μὴ ἐν τῷ καθεστῶτι εἶναι. ἡ μεταφορὰ ἀπὸ τῶν κεκρουμένων μέτρων καὶ δεδολωμένων. παρασοφίσματα : οἷον παρεξευρήματα. περίτριμμα πραγμάτων (fr. com. ad. 889): οἷον τετριμμένον ἱκανῶς πράγμασιν. ποταμόρρυτος γῆ : ἡ διαρρεομένη ποταμοῖς. προτιμᾶν (Demosth. VII 80 et Aristoph. Plut. 883) τὸ φροντίζειν. παροψίδες : τὰ ὄψα τὰ ποικίλως κεκαρυκευμένα καὶ οὐχ, ὡς οἱ νῦν, ἐπὶ τῶν λεκανίων. πέπραγεν (Eurip. Suppl. 644): διὰ τοῦ γ , προκρίνουσι τοῦ πέπραχεν. πύελος : 〈διὰ τοῦ ε , οὐ διὰ τοῦ α 〉, ἐν ᾧ ἐλούοντο, οἱ ἀρχαῖοι. προφορεῖσθαι (Aristoph. |
| 104 | Av. 4): τὸ παραφέρειν τὸν στήμονα διαζομένοις. πυκνότης τρόπου (Aristoph. Equit. 1132): ἐπὶ συνετοῦ καὶ φρονίμου. πιθηκισμοί (Aristoph. Equit. 887): αἱ πανουργίαι. περαντικὸς ῥήτωρ (Aristoph. Equit. 1378): ὁ πέρας τοῖς λόγοις ἐπιτιθεὶς ἐν ταῖς ἀποδείξεσι διὰ δύναμιν λόγων. παφλάσματα (Aristoph. Av. 1243): ψευδεῖς καὶ ἀλαζόνες λόγοι καὶ ἀναζέοντες ὥσπερ ἐκ πυρός. πάναισχρα ἔργα καὶ πάναισχροι λόγοι. παράβολος (Aristoph. Vesp. 192): ὁ ἐπ’ οὐδενὶ δικαίῳ παραβαλλόμενος τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὴν ἐπιτιμίαν. πολεμιῶ : Ἀττικόν, ἀπὸ τοῦ πολεμίζω. παρεῳγμένης τῆς θύρας (Aristoph. Pac. 30): οἱ ἰδιῶται παρανεῳγμένης 〈τῆς θύρασ〉. ὁμοίως παροίξει τὴν θύραν. πολὺ μεθέστηκε τοῦ τρόπου (Aristoph. Plut. 993 sq.): ἀντὶ τοῦ μεταβέβληται τοῦ βίου καὶ τοῦ ἤθους. πρὸς τοῦ λέγοντος εἶναι : οἷον παντὶ τῷ λέγοντι πείθεσθαι. περικεκρουμένος ἄνθρωπος (fr. |
| 105 | com. ad. 888): ὁ οὐχ ὁλόκληρος. ἡ μεταφορὰ ἀπὸ τῶν ἀγγείων τῶν ὑπὸ χρόνου περικεκρουμένων. παλάμημα καὶ τύρευμα (fr. com. ad. 706): χρῶ. περιδρομαὶ ἐτῶν (Eurip. Hel. 776): οἷον περίοδοι. προβάλλεσθαι (Soph. Phil. 1017?): ἀντὶ τοῦ μισεῖν καὶ ἀποτρέπεσθαι. περιειργμένος τόπος : ἀντὶ τοῦ περιπεφραγμένος. πρωπέρυσι : διὰ τοῦ ω λέγουσιν οἱ Ἀθηναῖοι, ὥσπερ τὸ πρωτόλειος. ποντοκύκη γυνή (fr. com. ad. 893): ἡ οὕτω πανοῦργος, ὡς καὶ τὴν θάλατταν κυκᾶν. ὡς πηξιθάλαττα (fr. com. ad. 1118) ἡ τὴν θάλασσαν πῆξαι δυναμένη, ἥκιστα πηγνυμένην. καὶ ἐπὶ ἄρρενος τὸ ὅμοιον ἐρεῖς. περιελαύνεσθαι (Aristoph. Equit. 887?): ἀντὶ τοῦ περιυβρίζεσθαι. προσδόκιμος : ἀντὶ τοῦ ἐπίδοξος ἔλεγον. περιστέλλεσθαι : ὃ ποιοῦσιν αἱ γυναῖκες, περικαλύπτουσαι ἑαυτάς. πάγος καὶ πάγετος : ἑκατέρῳ χρῶ. πρόπυστος : σημαίνει τὸν προπεπυσμένον καὶ προακηκοότα. πρὸς καιρὸν λέγειν : ἀντὶ τοῦ καίριον. παραθέσθαι : τὸ θέσθαι τι παρὰ μεσεγγύῳ. προαναγυμνάζειν στόμα ἢ φωνήν , ὃ ποιοῦσιν οἱ φωνασκοῦντες καὶ τῇ φωνῇ ἀγωνιζόμενοι, ὃ οἱ πολλοὶ ἀναφώνησιν λέγουσιν. |
| 106 | πρῷον (Aristoph. Vesp. 264?): τὸ ὑπὸ τῶν πολλῶν πρώϊμον. πρῴ : δύο σημαίνει, τὸ πρὸ καιροῦ καὶ τὸ ἕωθεν. λέγεται καὶ δισυλλάβως 〈πρωΐ〉. προπηλάκισις (Plato Pol. I 329 B): οὐ μόνον προπηλακισμός. Ρ Ῥαδάμανθυς τοὺς τρόπους (fr. com. ad. 731): ῥηθείη 〈ἂν〉 ἐπί τινος δικαίου. ῥινώλεθρος ὀσμή (fr. com. ad. 899): ἐπὶ δυσώδους ἐρεῖς. ῥαδινοὺς πόδας : τοὺς ὀρθοὺς καὶ ἁπαλοὺς καὶ εὖ πεφυκότας. ῥυπαρός : ἐπὶ τῶν γλίσχρων καὶ φειδωλῶν. ῥιγεσίβιοι (Aristoph. fr. 92): ἐπὶ τῶν πτωχῶν καὶ γυμνῶν, προσποιουμένων δ’ ἀσκεῖν τὸ σῶμα. ῥωποπώλης : ὁ τὸν ῥῶπον πωλῶν, ὅ ἐστι ξηρὸς φόρτος καὶ ποικίλος. |
| 107 | ῥάβδος, ῥαβδίον : τὸ ὑποκοριστικὸν δόκιμον. Σ συμβολεὺς τῶν φίλων : κατὰ τῶν τοὺς φίλους εἰς ἔχθραν συμβαλλόντων. σκαφῆς : οἱ σκαφεῖς, οὓς ἂν οἱ πολλοὶ σκαπανεῖς εἴποιεν. σπόνδαρχος : ὁ ἐξάρχων τῆς σπονδῆς ἐν τοῖς συμποσίοις. σκαφεῖον : ἐργαλεῖον, ᾧ σκάπτουσιν, ἤτοι ἅμη ἢ ἀξίνη. σκληροβίοτος : ὁ σκληρῷ βίῳ καὶ δυσχερεῖ χρώμενος. στείλασθαι τὸ πρόσωπον : ἀντὶ τοῦ συστρέψαι καὶ σκυθρωπάσαι. ἡ μεταφορὰ ἀπὸ τῶν ἱστίων τῶν στελλομένων ἐν τῇ νῃῒ καὶ συστρεφομένων. σκληρότης ὅρκων : ὁπόταν τις ὀμόσῃ φρικώδεις τινὰς ὅρκους. σιτομνημονεῖν : τὸ ἐπιμέλειαν ποιεῖσθαι 〈τοῦ〉 τὸν σῖτον διδόναι εἰς τροφάς. σιαλίζειν : ὅτε ὁρᾷς ἐσθίοντί τινι σίαλον ἐπιόντα τῷ στόματι, σιαλίζειν λέγε. σκώληξ (Plato com. |
| 108 | fr. 25): ἡ κωφὴ τῶν κυμάτων ἐπανάστασις τῆς θαλάττης εἴρηται, ὅτι παραπλησίως τῷ σκώληκι τῷ ζώῳ τὰ κύματα κυλινδεῖται. στρεβλός (Eupol. fr. 182): ὁ διάστροφος τοὺς ὀφθαλμούς, ἀλλ’ οὐχὶ στραβός. σφαιρομαχεῖν (Plato Legg. 830 E): τὸ τὰς σφαῖρας περιδονούμενον διαμάχεσθαι. σπονδαγωγοὶ κήρυκες : οἱ σπονδὰς φέροντες. σελὶς βιβλίου : λέγεται δὲ καὶ σελὶς θεάτρου. σημῆναι καὶ ἐσήμηνα ἐρεῖς ἀντὶ τοῦ σημᾶναι καὶ ἐσήμανα. ὡσαύτως φῆναι καὶ ἀποφῆναι καὶ προφήνας , καὶ ἐθέρμηνα καὶ θερμήνας , καὶ ἐτεκτήνατο τεκτήνασθαι , καὶ ἐμήνατο μήνασθαι καὶ ἐκμῆναι . καὶ διὰ τοῦ ρ ἐχθήρας καὶ ἐκάθηρας . καὶ διὰ τοῦ λ ἔσφηλα καὶ σφήλας. σπευστόν : σπουδῆς ἄξιον. στρυφνὸν ἦθος (Aristoph. Vesp. 877): τὸ σκληρόν. σίκυος σπερματίας (Cratin. fr. 136): ὃ οἱ πολλοὶ πέπονα οὐκ ὀρθῶς λέγουσιν. |
| 109 | τὸ γὰρ πέπων κατὰ πάντων φέρεται τῶν εἰς πέψιν φθασάντων. συμπονηρεύεσθαι (Isocr. XV 106): τὸ κοινωνεῖν πονηρίας. σταφυλαὶ καὶ βότρυες : 〈ἑκατέρῳ〉 χρῶ. σοροδαίμων (fr. com. ad. 1151): ἐπὶ τεθνηκότος τάττεται. δηλοῖ δὲ 〈καὶ〉 τὸν ἄξιον ἐν σόρῳ δαίμων εἶναι δι’ ὑπερβολὴν γήρους. συλλογιμαῖος φορυτός (fr. com. ad. 906): ἐπί τινος οὐδενὸς ἀξίου ἀνθρώπου. σωρὸν κρεῶν (fr. com. ad. 907): εἰς ἀνόητόν τινα καὶ μηδὲν ἄλλο ἢ σάρκας ἔχοντα. συνθεῖναι ποίημα καὶ λόγον : οὐ μόνον συγγράψαι. σπουδαρχίδης (Aristoph. Acharn. 595): σημαίνει τὸν σπεύδοντα ἐπὶ τὰς ἀρχάς, 〈λέγεται δὲ〉 καὶ σπουδαρχίας. συννοεῖν (Aristoph. Ran. 598?): ἀντὶ τοῦ ἐννοεῖν. σκυτεύειν (Xenoph. Memor. 4, 2, 22): 〈τῷ〉 σκυτοτομεῖν μᾶλλον χρηστέον. στραγγαλιώδης ἄνθρωπος (fr. com. ad. 904): ὁ οὐχ ἁπλοῦς, ἀλλ’ ἐπιτεταραγμένος. σύμμαχα ὅρκια : ἃ 〈ἄν〉 τις ἐπὶ συμμαχίαν ὀμόσῃ. σαφὲς φῶς : οἷον ἀκριβὲς καὶ λαμπρόν, καὶ οὐκέτι λυκόφως ἀλλ’ ἥλιος. |
| 110 | στρόβιλος : τὴν τοῦ ἀνέμου συστροφήν, οὐχ ὡς οἱ νῦν τὸν καρπὸν τῶν πιτύων. Πλάτων (com. fr. 254) καὶ μεταφορικῶς κέχρηται ἐπὶ ᾠδῆς κιθαρῳδικῆς, πολὺν ἐχούσης τὸν τάραχον. συκολογεῖν (Aristoph. Pac. 1346): οὐ μόνον συκάζειν. σκωρία : ἐπὶ τῆς τοῦ σιδήρου ἀποκαθάρσεως τῆς ἐν τῷ πυρὶ γινομένης καὶ ὑφιζούσης. σφήκωμα (Aristoph. Pac. 1217): τὸ διεσφιγμένον τῇ σφίγξει καὶ διερραμμένον ἐπιμελῶς. τὸ γοῦν ἐκ τῶν σπαρτίων διαρραπτόμενον σφήκωμα ἔλεγον 〈οἱ παλαιοὶ〉, οἱ δὲ νῦν σπαρτίον. σμῆνος καὶ ἐσμός : ἑκάτερον δόκιμον. σκοτεινὸς ὀργήν : ὁ δόλιος καὶ οὐ φανερὸς ὀργήν. σισυφίζειν (fr. com. ad. 1141): πανουργεύεσθαι καὶ δολιεύεσθαι καὶ δολίως τι πράττειν. σύγκλυδες : σύλλεκτοι καὶ παντοδαποί. στελεός : ἀρρενικῶς λέγεται ὑπὸ τῶν Ἀττικῶν. Ὅμηρος (ε 236) 〈δὲ〉 οὐδετέρως εἶπεν. σύριγξ : ὑπόγειον ὄρυγμά ἐστιν ἐπίμηκες. καὶ ἐν Θήβαις δὲ ταῖς Αἰγυπτίαις αἱ σύριγγες τοιαῦταί εἰσι τῇ κατασκευῇ. στόμις καὶ βίαιος ἵππος (Aeschyl. |
| 111 | fr. 442): ὁ μὴ πειθόμενος τῷ χαλινῷ. σαῦρος : ἀρρενικῶς λέγουσιν. Θεόκριτος (II 55) 〈δὲ〉 θηλυκῶς εἶπε 〈τὴν〉 σαῦρον. συντείνειν : τὸ τρέχειν συντεταμένως. συμμαθητάς : οἱ ἀκριβεῖς συμφοιτητάς . Τ τρέφειν καὶ διάγειν ἐν πολλοῖς ἀγαθοῖς : τίθεται ἐπὶ τῶν πάσῃ ἐπιμελείᾳ καὶ δαψιλείᾳ ἐπί τινα χρωμένων. τὰ νεῦρα τῆς τραγῳδίας (Aristoph. Ran. 862): οἷον τὰ κυριώτατα καὶ ἀνέχοντα αὐτήν. τρυπαλώπηξ (fr. com. ad. 1170): ὁ διὰ πανουργίαν πάντα τρυπῶν καὶ ἐργάζεσθαι δυνάμενος. τοκοπράκτωρ (fr. com. ad. 1165): ἀλλὰ καὶ τοκογλύφος. τριπάλαια : τὰ πάνυ παλαιά. ταχυχειρίαν (Critias TGF 775. 8 N 2 ?): ἐπὶ πράγματος ῥᾳδίως κατεργαζομένου 〈τίθεται〉. τὸ βλέμμα παρενήνεκται : ἐπὶ τῶν μὴ καθεστώτων τὴν διάνοιαν. |
| 112 | τεμάχη (Aristoph. Plut. 895): μόνον ἐπὶ ἰχθύων, τόμους δὲ ἐπὶ κρεῶν καὶ σχελίδος. τεφρωθὲν πῦρ : ἀντὶ τοῦ καταμαρανθέν. τραχηλόσιμος ἄνθρωπος (fr. com. ad. 908): ὁ βραχὺν τὸν τράχηλον ἔχων. τοῦ μηδενὸς τίμιος : οἷον μηδενὸς ἄξιος. τὸν ψόφον τῶν ῥημάτων (Aristoph. Ran. 892): ἐπὶ τῶν ἐν λόγοις κομπαζόντων. τάγηνον οἱ Ἀττικοί, τήγανον οἱ Δωριεῖς. τρισέχθιστος ἄνθρωπος : οἷον παντὸς μίσους καὶ παντὸς ἔχθους ἄξιος. τῆς οἴκαδε κομιδῆς : ἀντὶ τοῦ τῆς ἐπανόδου. τυντλώδης καὶ ληρώδης λόγος (fr. com. ad. 909): οἷον ὁ πεπατημένος καὶ κοινός. τύντλος γὰρ ὁ [πεπατημένος] πηλός. τοῦ πατρὸς τὸ παιδίον (fr. com. ad. 672): παλαιὰ ἡ παροιμία, τιθεμένη ἐπὶ τῶν ὅμοια ποιούντων τοῖς πατράσιν. τέλμα (Aristoph. |
| 113 | Av. 1593): ὁ τόπος ὁ πηλώδης καὶ κοιλώδης ἐκ τοῦ συνίστασθαι ἐν αὐτῷ τὸ ὕδωρ. τῆς νῦν νεολαίας : τῆς νῦν νεότητος, τοῦ νῦν γένους. ἐκ τοῦ νέος καὶ τοῦ λαός. τροφαλὶς τυροῦ (Aristoph. Vesp. 837 sq.): εἴρηται ἀπὸ τοῦ θρέψαι, ὅ ἐστι πῆξαι. τἆλλα καὶ φιλώμεθα (fr. com. ad. 707): παροιμία ἐπὶ τῶν ἐν μὲν τοῖς ἄλλοις συγχωρούντων, ἃ βούλονταί τινες, ἑνὶ δέ τινι μηκέτι. σημαίνει δὲ οἷον τἆλλα φίλοι ὦμεν, κατὰ δὲ τοῦτο διαφερόμεθα. τοπάζειν (Aristoph. Vesp. 73): τὸ ὑπονοεῖν. τηθαλλαδοῦς : ὁ ὑπὸ τήθῃ καὶ γυναιξὶ τεθραμμένος καὶ διὰ τὴν τρυφὴν ἐκλελυμένος καὶ ἄχρηστος. τὸ φρόνημα ὀγκοῦν (Aristoph. Vesp. 1024): οἷον ἐπαίρεσθαι καὶ χαυνοῦσθαι. τὴν καρδίαν κάεσθαι (Aristoph. Lys. 9): ἐπὶ ὑπερβαλλούσης ῥηθείη 〈ἂν〉 ἀνίας. τιλλοπώγων (fr. com. ad. 1163): ὁ τὸν ἑαυτοῦ ἀποτίλλων πώγωνα. τυφογέρων (Aristoph. |
| 114 | Nub. 907; Lys. 335): τοὺς διὰ γῆρας τετυφωμένους καὶ ἐπικεκαυμένους. τυμβογέρων (fr. com. ad. 1172): ἐπὶ τῶν πάνυ γεραιῶν, οἷον ὁ διὰ μακρὸν γῆρας τάφος ὢν καὶ οὐκέτι ἄνθρωπος. τέσσαρά εἰσιν ὀνόματα τοῦ γέροντος, ὠμογέρων ὁ πρὸ τοῦ προσήκοντος καιροῦ γηράσας. εἶτα ὁ γέρων, ὁμωνύμως τῷ παντὶ γέροντι. τρίτου δὲ σῦφαρ—ἔστι δὲ σῦφαρ κατὰ γλῶτταν τὸ ἔνδυμα τοῦ ὄφεος—τέταρτος τυμβογέρων, ὁ τύμβου χρείαν ἔχων. τρίχα, τέτραχα, πένταχα : βαρυτόνως. τημέλει (Eurip. Iph. Aul. 731): καὶ τετημέληται, τετημέλημαι, ἀτημέλητος, τημελουμένη . πάντα δόκιμα. σημαίνει δὲ τὸ 〈τημελεῖν〉 τὸ ἐπιμελεῖσθαι. τητινόν : τὸ ἐπέτειον. τῆτες γὰρ τὸ ἐπ’ ἔτος. Ἀττικώτερον 〈οὖν〉 τὸ τητινόν, εἴρηται μέντοι καὶ ἐπέτειον. τῷ δὲ τόνῳ, ὡς ἐαρινόν, ὀξυτόνως. τροχισθῆναι (Antiphon. 113, 33): ὑπὸ τροχοῦ κατατμηθῆναι ἢ καταθραυσθῆναι, ὃ οἱ ἀμαθεῖς κατατροχισθῆναι λέγουσιν. τόλμη καὶ τόλμα, πρύμνη καὶ πρύμνα. νάρκη δὲ διὰ τοῦ η . τοῦ κατ’ ἐμὲ κόμματος (fr. |
| 115 | com. ad. 732): οἷον τῆς κατ’ ἐμὲ τάξεως. ἡ μεταφορὰ ἐκ τοῦ νομίσματος. τοὺς πλεύμονας ὑπὸ γέλωτος ἀναβρασθῆναι : σημαίνει τὸν σφοδρώτερον γέλωτα. τρία ἐξ ἑνὸς βλέπειν : ἐπὶ τῶν διὰ φόβον πάνυ δεδορκότων [καὶ ὑπὸ φόβου] καὶ τὰ ἁπλᾶ τριπλᾶ βλεπόντων. τοῦ λέγοντος εἶναι (Soph. Oed. R. 917; Aristoph. Equit. 860): σημαίνει τὸ λέγοντι παντὶ πείθεσθαι. τῶν διαβαλλόντων εἶναι : ταὐτὸν τῷ προειρημένῳ. τονθορύζειν 〈καὶ τονθρύζειν 〉: τετρασυλλάβως καὶ τρισυλλάβως. σημαίνει τὸ γογγύζειν. Υ ὑπόξυλος ποιητής, ῥήτωρ, φίλος καὶ τὰ ὅμοια: εἴρηται κατὰ μεταφορὰν τῶν ἀπὸ ξύλου πεποιημένων σκευῶν, οἷς ἐπιπολῆς 〈ἐπ〉ελήλαται ἄργυρος ἢ χρυσός. καὶ τίθεται ἐπὶ τῶν πονηρῶν μὲν 〈ἔνδοθεν〉, ἐντυχεῖν δ’ ἐπιεικῶν. ὑποζυγιώδης ἄνθρωπος (fr. |
| 116 | com. ad. 915): ὁ μὴ ἐκ τῆς ἑαυτοῦ προαιρέσεως καὶ προθυμίας τι πράττων, ἀλλ’ ἐκ τῆς ἑτέρων κελεύσεως, ὥσπερ καὶ τὰ ὑποζύγια. ὕρισχος (Aristoph. fr. 569, 5): ὃ διαφθείροντες οἱ ἰδιῶται βρίσχον καλοῦσιν. ἔστι δὲ πλόκανόν τι, ἐν ᾧ σῦκα καὶ τὴν ἄλλην ὀπώραν ἐκ τῶν ἀγρῶν εἰς ἄστυ φέρουσιν, κοφίνῳ ἐμφερές. ὑληφορεῖν : ἀντὶ τοῦ φορτία ἄγειν. Ὑπερθεμιστοκλῆς (fr. com. ad. 1176): καινοτάτη ἡ φωνή. σημαίνει οἷον ὑπὲρ Θεμιστοκλέα τῇ σοφίᾳ. ὅμοιον Ὑπερπερικλῆς καὶ Ὑπερσωκράτης καὶ εἴ τι τοιοῦτον. ἀλλὰ κἀπὶ τοὐναντίου Ὑπερευρύβατος ὁ ὑπερβάλλων Εὐρύβατον πονηρίᾳ. ὑγρόγελως : ὁ ὑγρὸν καὶ διακεχυμένον γελῶν, καὶ μὴ αὐστηρὸν μηδὲ βίαιον. |
| 117 | ὑπερδεδίσκηκας πονηρίᾳ πάντας : οἷον ὑπερβέβληκας. ἡ μεταφορὰ ἀπὸ τῶν ὑπερδισκευόντων ἀλλήλους. ὅμοιον τὸ ὑπερηκόντισας (Aristoph. Av. 363) ὑποτοπεῖσθαι καὶ ὑποτοποῦμαι (Aristoph. Ran. 958): τὸ ὑποπτεύω καὶ ὑπονοῶ. ὑποτοπεῖν καὶ ὑποτοπῶ ἐνεργητικῶς. ὑπεροψωνεῖν (fr. com. ad. 1181): τὸ ἀγοράζοντός τινος ὄψον ἕτερον τῇ τιμῇ ὑπερβάλλοντα ὠνεῖσθαι. ὑπόλισπος πυγήν (Aristoph. Equit. 1368): ὁ ἀποτετριμμένην τὴν πυγὴν καὶ μικρὰν ἔχων. ἡ μεταφορὰ ἀπὸ τῶν λισπῶν. λίσπαι γάρ εἰσιν αἱ ἀποτετριμμέναι ἀστράγαλοι. ὑψαυχεῖν : Σοφοκλῆς (fr. 1001). ὕπουλα γόνατα καὶ ὕπουλον χεῖρα καὶ πόδα, σῶμα (Cratin. fr. 351): τὸ φλεγμαῖνον διά τινας πληγάς. τὸ δόξαν μὲν ἔχον ὑγιείας, ἔνδοθεν δὲ σαθρὸν καὶ φλεγμαῖνον. ὅθεν μεταφέρουσιν ἐπὶ τῶν εὐπρεπῶς μὲν διαλεγομένων, ἔνδοθεν 〈δὲ〉 ἐπιβουλευόντων. ὑποκρούειν τοὺς ῥήτορας (Aristoph. |
| 118 | Acharn. 38): τὸ μεταξὺ λεγόντων αὐτῶν ὑποφθεγγόμενον ἐμποδίζειν. υἱέος (Thucyd. I 13): ἁμαρτάνουσιν οἱ διὰ τοῦ ω τὴν γενικὴν προφέροντες, ὡς Πηλέως. υἱεῖ : τῇ δοτικῇ χρῶνται, τῇ δ’ εὐθείᾳ υἱεύς οὐ, οὐδὲ τῇ αἰτιατικῇ υἱέα. ὑπέραυχοι (Soph. Antig. 1351): οἱ ὑπὲρ τὸ δέον αὐχοῦντες. ὑπογράμματα (Aristoph. fr. 320, 5): οἷς ὑπογράφονται τοὺς ὀφθαλμούς. ἔστι δέ τις μέλαινα σκευασία, ἣν καὶ στίβην καλοῦσιν. ὕποινος (Eurip. Bacch. 809): ὁ οἰνώμενος. ὑπερφυὴς Κρόνος (fr. com. ad. 914): ἐπ’ ἀρχαιότητι καὶ εὐηθείᾳ. ὑάλινα (Aristoph. Acharn. 74) καὶ ὕαλος (Aristoph. Nub. 769): διὰ τοῦ α , οὐ διὰ τοῦ ε . ὑπεσπανίσθαι συνέσεως : οἷον ἀσύνετον εἶναι. |
| 119 | ὑπερδικῆσαι (Aeschyl. Eum. 652?): ὑπέρ τινος εἰπεῖν δίκην. ὑπνίσαι : κατακοιμῆσαι, εἰς ὕπνον ἀγαγεῖν. ὑπερβαίνειν νόμους (Soph. Antig. 449, 481, 663): τὸ παρανομεῖν. ὑπερφλυαρεῖν : οἷον σφόδρα φλυαρεῖν. ὑποσχηματίζεσθαι (Plato Phaedr. 255 A): οἷον προσποιεῖσθαι καὶ πλάττεσθαι. ὑποσακίζεται τὰ χρήματα (fr. com. ad. 645): ἀντὶ τοῦ ὑπαναλίσκεται, ὑποκενοῦται. 〈ἡ μεταφορὰ〉 ἀπὸ τῶν τὰ σάκια κενούντων ἢ ἀπὸ 〈τῶν〉 τοῖς σακίοις διηθουμένων, οἷον οἴνου ἤ τινος τοιούτου. ὑποσακίζεται οὖν τὰ χρήματα, οἷον ὑπορρεῖ. ὑπερκριθῆναι κατὰ κάλλος, κατὰ ῥητορικήν, κατὰ φιλοσοφίαν. ὑπασθενεῖν : καινῶς τὸ ἀπάρχεσθαι ἀσθενεῖν καὶ μήπω κατέχεσθαι φανερῶς ὑπὸ τῆς νόσου. |
| 120 | ὑπερπυππάζειν (Aristoph. Equit. 680): ὑπερθαυμάζειν, ἐκπλήττεσθαι. παρὰ τὸ πύππαξ, ὅ ἐστιν ἐπίρρημα θαυμασμοῦ. ὑποκαθεῖναι τὰς ὀφρῦς : οἷον παύσασθαι χαλεπαίνοντα 〈καὶ πρᾳότερον γενέσθαι〉. τὸ γὰρ ἀνατείνειν 〈τὰς ὀφρῦσ〉 ὀργῆς καὶ θυμοῦ καὶ αὐθαδείας 〈ἐστὶ σημεῖον〉. ὕσπληξ : θηλυκῶς, οὐκ ἀρρενικῶς. ὑπαπαίδευτος : ὁ μὴ τελέως ἀπαίδευτος. καὶ ὑπότυφλος ὁ μὴ τελέως τυφλός. ὑπέρινος : ὑπερκεκενωμένος διὰ καθάρσεως. ἰνᾶσθαι γὰρ τὸ καθαίρεσθαι καὶ ἐξεμεῖν. ὑπέρφευ : οἷον ὑπερβαλλόντως καὶ ἐκπληκτικῶς. τὸ γὰρ φεῦ ἐπὶ ἐκπλήξεως τίθεται. ὑποτροπιάζειν : ὅταν πεπαυμένης τῆς νόσου πάλιν ἐπινοσῇ τις. ὑπερχολᾶν (Aristoph. |
| 121 | Lys. 694): οἷον μεγάλως μελαγχολᾶν. καὶ ὑπερχολῶ τῷδε ἀντὶ τοῦ διὰ τόδε. ὑπερακήκοα (fr. com. ad. 1175): οἷον ἄκρως ἀκήκοα. Φ φυσᾶν δίκτυον : παροιμία ἐπὶ τῶν μάτην τι ποιούντων, ὥσπερ εἰς πῦρ ξαίνειν, καὶ λίθον ἕψειν καὶ σπείρειν πέτρας, ὠὸν τίλλειν, εἰς τετρημένον πίθον ἀντλεῖν, καὶ τὰ ὅμοια. φαῦλα : τὰ ἁπλᾶ καὶ μηδεμίαν ἔχοντα ποικιλίαν. φειδαλφιτεῖν (fr. com. ad. 1187): τὸ φείδεσθαι τῶν ἀλφίτων, οἷον τροφῆς καὶ σιτίων. φίλελπις : ὁ φιλῶν ἐλπίδα καὶ ἡδόμενος ἐν τῷ ἀεί τι ἐλπίζειν. φλεβοτονεῖσθαι : τὸ τείνειν τὰς φλέβας λέγοντά τι ἢ πράττοντα. φορμοκοιτεῖν (fr. com. ad. 1191): τὸ ἐπὶ φορμοῦ καθεύδειν. φορμὸς δέ ἐστι πλέγμα τι ἐκ φλέω. τάττεται ἐπὶ λυπρῶς καὶ κακῶς κοιμωμένων, οὐκ ἐχόντων κνάφαλλον. [ φιλοτησίας προπίνειν : διττόν ἐστι τὸ δηλούμενον. καὶ ποτὲ μὲν κατὰ γενικὴν λέγεται, ἄλλοτε δὲ κατ’ ὀρθὴν [καὶ εὐθεῖαν] ἢ αἰτιατικὴν ἢ κλητικήν. ἂν μὲν οὖν κατὰ γενικήν, σημαίνει αὐτὴν τὴν πρόποσιν, αὐτὸ τοὔργον καὶ τὴν δεξίωσιν τὴν ἐν τῷ πίνειν. |
| 122 | ἐκλήθη γοῦν ἀπὸ τῆς φιάλης 〈τῆς δοθείσης ἐν τοῖς συμποσίοις ὑπὲρ φιλίασ〉. τὸ δὲ κατ’ ὀρθὴν ἢ αἰτιατικὴν ἢ κλητικὴν μόνως τάττεται ἐπὶ τῆς κύλικος. Δημοσθένης (d. f. leg. 128) ‘φιλοτησίας προὔπινεν‘. τοῦτο 〈δὲ〉 τῆς κατὰ γενικὴν συντάξεώς 〈ἐστι〉 παράδειγμα. οὐ γάρ, ὡς οἴονταί τινες, φιλοτησίας τὰς κύλικας λέγει, ἀλλὰ τῆς φιλοτησίας λέγει. καὶ ἔστιν ἐλλειπτικὸς ὁ τρόπος, οἷον χάριν ἢ ἕνεκα, ἵν’ ᾖ τὸ ἐντελές, φιλοτησίας ἕνεκά σοι προπίνω, οἷον φιλίας. Λουκιανός. (Gall. cap. 12).] φιλετνής (fr. com. ad. 1190): ὁ φιλῶν ἔτνος ἐσθίειν. ἔτνος δὲ κύαμος ἤ τι ὄσπριον ἄλλο. φλέως (Aristoph. Ran. 244 et fr. 24): δισυλλάβως, τὸ φυόμενον ἐν τοῖς ἕλεσι φυτόν. φοῖνιξ : 〈ῥάβδοσ〉, ἣν ἔχουσιν οἱ ῥαβδοῦχοι ἐν τοῖς ἀγῶσι φοίνικος τοῦ δένδρου. καὶ ῥάδικα καλοῦσιν 〈αὐτὴν〉 οἱ ποιηταί. φορίνην : τὸ τῶν κρεῶν δέρμα ἢ 〈τὸ〉 τῶν ἰχθύων. φῷδες (Aristoph. Plut. 535 et fr. 345): τὰ ἐν τοῖς σκέλεσι γινόμενα ὑπεκκαύματα ὑπὸ τοῦ πυρός, ἐπειδάν τις πλησίον αὐτοῦ καθιζάνῃ. εἴρηται παρὰ τὸ φῶς, ὃ ταὐτόν ἐστι τῷ πυρί. κλίνεται φῳδός. ἑνικῶς δ’ οὐ λέγεται οὐδὲ δυϊκῶς, ἀλλὰ πληθυντικῶς φῷδες, φῳδῶν, φῳσί, φῷδας. φιλόδειπνος (Alexis fr. |
| 123 | 183?): ὁ ἐπὶ δεῖπνα καὶ ἑστιάσεις φιλῶν ἀπιέναι. φορυτός (Aristoph. Acharn. 72 et 927): ὁ κοπρώδης τόπος. φιλῳδός (Aristoph. Vesp. 69 et Ran. 240): ὁ φιλῶν ᾄδειν. φθόη : ἡ φθίσις ἡ ἐν τῷ σώματι γινομένη. φήληκες (Soph. fr. 792; Aristoph. Pax 1165 et fr. 527): τῶν σύκων τὰ δόξαν παρέχοντα ὡς ἤδη πέπονα καὶ ἐδώδιμα, ἄωρα δὲ ὄντα. παρὰ τὸ φηλοῦν, ὅ ἐστιν ἀπατᾶν. φίλιος (Aristoph. Acharn. 730 aliique comici): ὁ 〈τῆσ〉 φιλίας ἔφορος θεός. φυλοκρινεῖν (Thucyd. VI 18): κυρίως μὲν τὸ τὰς φυλὰς τὰς ἐν ταῖς πόλεσι διακρίνειν. σημαίνει δὲ καὶ τὸ ἄλλο τι διατάττειν καὶ διακρίνειν. φυλλοχοεῖν : ἐπὶ τῶν δένδρων τῶν ἀποβαλλόντων τὰ φύλλα. φυλλοροεῖν (Aristoph. Av. 1480). φορτηγεῖν (Aristoph. fr. 886): φόρτον ἄγειν. καὶ φορτηγούς . Ἀριστοφάνης. φθειροκτονεῖν (fr. com. ad. 1189): τὸ τοὺς φθεῖρας κτείνειν. φιλοπροσήγορος : ὁ ἐν τῷ προσαγορεύειν εὐμενής. φάλαντος : ὁ ἀναφαλαντίας. |
| 124 | ὁ οὐδέπω μὲν φαλακρός, ὑπὸ δὲ τῆς οὐλότητος τῶν τριχῶν τὸ μέτωπον μεῖζον ἀναφαίνων. εἴρηται δὲ ἀπὸ τοῦ φαλοῦ, ὅ πέρ ἐστι τὸ λάμπρυσμα. φάλαγξ (Aristoph. Vesp. 1509?): τὸ ξύλον 〈ἐστὶν〉 ἡ φάλαγξ, ἃ νῦν φαλαγγώματα καλοῦσιν. φοιτητής : ὁ μαθητής. κυρίως δὲ λέγονται φοιτηταὶ οἱ γραμματικὴν ἢ μουσικὴν μανθάνοντες. Φρυνώνδειον : οἷον πανοῦργον. Φρυνώνδας γὰρ ἐπὶ πονηρίᾳ διεβεβόητο. φιλάμπελος ἄνθρωπος (fr. com. ad. 918): ὁ φιλῶν ἀμπέλων ἐργασίαν. φιλοψυχεῖν : τὸ φιλεῖν ζῆν. Χ Χάραξ (Aristoph. |
| 125 (1t) | Vesp. 1291): θηλυκῶς ἐπὶ τοῦ τῆς ἀμπέλου στηρίγματος. τὸ μέντοι χαράκωμα ἀρρενικῶς, ὁ χάραξ. χόλικες (Aristoph. Pax 719; comici): οἱ πολλοὶ ἀρρενικῶς, οἱ δ’ ἀρχαῖοι θηλυκῶς. χρυσίῳ βάλλειν κορώνας (fr. com. ad. 780): ἐπὶ τῶν ὑπερφυῶς πλουσίων, ὡς ἀντὶ λίθων χρυσίῳ χρῆσθαι πρὸς τὸ ἀποσοβεῖν τὰς κορώνας. χυτροπλάθος : ὁ χύτρας πλάττων ἐκ 〈τ〉οῦ καλαΐν〈ου〉. χελύνη (Aristoph. Vesp. 1083): τὰ περὶ τὰ χείλη μέρη τοῦ προσώπου. οἱ δ’ ἀμαθεῖς χελύνιον. χαριστικός : ὁ πολλοῖς χαριζόμενος. χειρωναξία : πολὺ μὲν τὸ χειρῶναξ, τὸ δ’ ἔργον οὐχ οὕτως, κἂν Αἰσχύλος (Prom. 45; Choeph. 761) δόκιμον ποιῇ τὴν φωνήν. χρέμπτεσθαι (Aristoph. |
| 126 | Thesmoph. 382; Eurip. Cycl. 622): καὶ διαχρέμπτεσθαι ἐρεῖς. χορηγεῖον (Demosth. XIX 200?): ὁ τόπος, ἔνθα ὁ χορηγὸς τούς τε χοροὺς καὶ τοὺς ὑποκριτὰς συνάγων συνεκρότει. χολλάδες (Pherecr. fr. 246): διὰ δυοῖν λλ . αἱ τῆς γαστρὸς διὰ παχύτητα ἐπιπτύξεις. Ὅμηρος (Δ 526, Φ 181) δι’ ἑνὸς 〈 λ 〉 τὰ ἔντερα. χρυσολαμπίς : θηρίδιόν τί ἐστιν, ὃ ἐν τῷ σκότει λάμπει. χωρὶς οἰκοῦσιν (fr. com. ad. 1286): οἷον διεστήκασιν. ‘χωρὶς γὰρ οἰκοῦσ‘ ἀρεταὶ τῶν ἡδονῶν‘. χολοβάφινα : τὰ χολῇ κεχρισμένα. χελυνοίδης (fr. com. ad. 1194): ὁ τὴν χελύνην μεγάλην ἔχων. ὅμοιον τὸ πεοίδης , οἷον ὁ μέγα καὶ ἀπρεπὲς αἰδοῖον ἔχων. (fr. com. ad. 1111). χραίνεσθαι πρὸς ἥλιον (Aristoph. Eccles. 64): τὸ λεγόμενον ὑπὸ τῶν πολλῶν ἐπικαίειν ἐν τῷ ἡλίῳ. χέρνιβα : τὰ πρὸς τὰς θυσίας σκεύη. |
| 127 | χωρεῖν ἐπὶ σκέλος : τὸ ὀπίσω ἀναχωρεῖν μὴ δόντα τοῖς ὑπεναντίοις τὰ νῶτα. Ὅμηρος δὲ (P 109) λέγει ‘ὀλίγον γόνυ γουνὸς ἀμείβων‘. χολή ἐστιν : οἷον ἀηδὲς καὶ προσκορές. Ἀριστοφάνης (Ran. 4). χλωρὸς τυρός (Aristoph. Ran. 559): ὁ νέος καὶ πρόσφατος. χθιζινόν καὶ χθεσινόν (Aristoph. Ran. 987, Vesp. 282): τὸ δὲ χθιζόν Ὅμηρος. (passim). Ψ ψευδογλωττεῖν : τὸ ψευδολογεῖν. ψυχαγωγός : οἱ μὲν Ἀλεξανδρεῖς (Clem. Al. Strom. 340, p. 27, 6 Stählin) τὸν τῶν παίδων ἀνδραποδιστὴν οὕτω καλοῦσιν, οἱ δ’ ἀρχαῖοι τοὺς τὰς ψυχὰς τῶν τεθνηκότων γοητείαις τισὶν ἄγοντας. τῆς αὐτῆς ἐννοίας καὶ τοῦ Αἰσχύλου τὸ δρᾶμα Ψυχαγωγός. ψήκτρα (Aristoph. fr. 62): ᾧ σκεύει ψήχουσι τοὺς ἵππους. ψυχὴ μία ἥστην : ἐπὶ τῶν σφόδρα στεργόντων ἀλλήλους καὶ οἷον συμπεφυκότων ἐν φιλίᾳ. |
| 128 | ψηλαφίνδα : παιδιά τίς ἐστιν, ἑνός τινος δεδεμένου τοὺς ὀφθαλμοὺς καὶ τοὺς ἐν κύκλῳ ψηλαφῶντος καὶ λέγοντος ἑκάστου τοὔνομα. ψυχῆς λαχεῖν : ἐπὶ τῶν πιεζομένων καὶ καταναγκαζομένων ὑπό τινων οὕτω λέγουσιν, ‘οὐκ ἐᾷ ἡμᾶς οὐδὲ ψυχῆς λαχεῖν‘, οἷον ζῆσαι καὶ ἀναπνεῦσαι. ψακάζειν (Aristoph. Nub. 580): διὰ τοῦ α , οὐ διὰ τοῦ ε . ψυχορροφεῖν : ἐπὶ τοῦ τὴν ψυχὴν ἐκροφεῖν διὰ κακῶν παρουσίαν ἡ τραγῳδία. ὁ δὲ Πλάτων (fr. 259) ἰδίως ἐπὶ οἴνου διαψύχρου πινομένου τίθησιν. Ω ὡραίαν : τὴν ὥραν. ἡ δὲ τοιαύτη τροπὴ Ἀττικοῖς 〈ἐστιν〉 ἰδία. Ἀθηνᾶ Ἀθηναία, ἴση ἰσαία, οὕτω καὶ ὥρα ὡραία. ὥριμος καὶ ὡραῖος : 〈ὁ καίριμοσ〉. ὠμὸς δαίμων (Soph. Oed. R. 828): ὁ χαλεπὸς καὶ ἀπαραίτητος. ὠνυχισμένος (Cratin. fr. 455): ἐπὶ τοῦ τετμημένου ὑπὸ λύπης. ὡς 〈ἐμοί 〉: Σοφοκλῆς ἐν Ἀντιγόνῃ (1161) κατ’ ἔλλειψιν εἶπε τοῦ ἐμοὶ δοκεῖ ἢ ἐμοὶ κριτῇ ἤ τινος τοιούτου. |
| 129 | ὠκυτόκιον (Aristoph. Thesm. 504): φάρμακόν τι, ὃ περιάπτουσι ταῖς κυϊσκομέναις ὑπὲρ τοῦ ταχέως τεκεῖν καὶ μὴ ἐν ταῖς ὠδῖσι διατρίβειν καὶ κάμνειν. |