eul_wid: daw-ad
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Lysistrata by Aristophanes of Athens

Lysistrata is a comedy by the Athenian playwright Aristophanes, first performed in 411 BCE during the Peloponnesian War. Written in verse, it is a prime example of Old Comedy, characterized by its imaginative premise, direct political commentary, and robust, often ribald comedy. The plot is initiated by the Athenian woman Lysistrata, who convinces the women of Greece to swear a twofold oath: to withhold sexual privileges from their husbands and lovers, and to seize control of the Acropolis and the state treasury. This coordinated action is designed to compel the warring men of the various city-states to negotiate a peace. The narrative progresses from the women’s conspiracy and solemn pact through a series of comedic confrontations with outraged magistrates and desperate, beleaguered husbands, culminating in a festive reconciliation and celebration.

The play functions as a pointed critique of the Athenian political leadership and the protracted conflict it sustained. Aristophanes employs the fantastical inversion of traditional gender roles and unabashed sexual comedy not merely for laughter but as a vehicle for a serious plea for peace and Panhellenic unity. Lysistrata is one of eleven extant comedies by Aristophanes. Its text has been preserved through a medieval manuscript tradition, including the 10th-century Ravenna manuscript. The play’s enduring themes of anti-war protest and its exploration of gender dynamics have made it one of the most famous and frequently adapted works from classical antiquity.

Λυσιστράτη Ἀλλʼ εἴ τις εἰς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
ἢ ʼς Πανὸς ἢ ʼπὶ Κωλιάδʼ εἰς Γενετυλλίδος,
οὐδʼ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
Νῦν δʼ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·
πλὴν ἥ γʼ ἐμὴ κωμῆτις ἥδʼ ἐξέρχεται.
Χαῖρʼ, ὦ Κλεονίκη. Κλεονίκη Καὶ σύ γʼ, ὦ Λυσιστράτη.
Τί συντετάραξαι; Μὴ σκυθρώπαζʼ, ὦ τέκνον·
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
Λυσιστράτη Ἀλλʼ, ὦ Κλεονίκη, κάομαι τὴν καρδίαν,
καὶ πόλλʼ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι— Κλεονίκη Καὶ γάρ ἐσμεν νὴ Δία.
Λυσιστράτη εἰρημένον δʼ αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
εὕδουσι κοὐχ ἥκουσιν. Κλεονίκη Ἀλλʼ, ὦ φιλτάτη,
ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.
Ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρʼ ἐκύπτασεν,
ἡ δʼ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
κατέκλινεν, ἡ δʼ ἔλουσεν, ἡ δʼ ἐψώμισεν.
Λυσιστράτη Ἀλλʼ ἕτερα τἄρʼ ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς. Κλεονίκη Τί δʼ ἐστίν, ὦ φίλη Λυσιστράτη,
ἐφʼ ὅ τι ποθʼ ἡμᾶς τὰς γυναῖκας ξυγκαλεῖς;
Τί τὸ πρᾶγμα; Πηλίκον τι; Λυσιστράτη Μέγα. Κλεονίκη Μῶν καὶ παχύ;
Λυσιστράτη Νὴ Δία παχὺ πάνυ. Κλεονίκη Κᾆτα πῶς οὐχ ἥκομεν;
Λυσιστράτη Οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.
Ἀλλʼ ἔστιν ὑπʼ ἐμοῦ πρᾶγμʼ ἀνεζητημένον
πολλαῖσί τʼ ἀγρυπνίαισιν ἐρριπτασμένον.
Κλεονίκη Ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον;
Λυσιστράτη Οὕτω γε λεπτὸν ὥσθʼ ὅλης τῆς Ἑλλάδος
ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
Κλεονίκη Ἐν ταῖς γυναιξίν; Ἐπʼ ὀλίγου τἄρʼ εἴχετο.
Λυσιστράτη Ὡς ἔστʼ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
ἢ μηκέτʼ εἶναι μήτε Πελοποννησίους—
Κλεονίκη Βέλτιστα τοίνυν μηκέτʼ εἶναι νὴ Δία.
Λυσιστράτη Βοιωτίους τε πάντας ἐξολωλέναι.
Κλεονίκη Μὴ δῆτα πάντας γʼ, ἀλλʼ ἄφελε τὰς ἐγχέλεις.
Λυσιστράτη Περὶ τῶν Ἀθηνῶν δʼ οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν, ἀλλʼ ὑπονόησον σύ μοι.
Ἢν δὲ ξυνέλθωσʼ αἱ γυναῖκες ἐνθάδε,
αἵ τʼ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
Κλεονίκη Τί δʼ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
ἢ λαμπρόν, αἳ καθήμεθʼ ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
καὶ Κιμβερίκʼ ὀρθοστάδια καὶ περιβαρίδας;
Λυσιστράτη Ταῦτʼ αὐτὰ γάρ τοι κἄσθʼ ἃ σώσειν προσδοκῶ,
τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
Κλεονίκη Τίνα δὴ τρόπον ποθʼ; Λυσιστράτη Ὥστε τῶν νῦν μηδένας
ἀνδρῶν ἐπʼ ἀλλήλοισιν αἴρεσθαι δόρυ—
Κλεονίκη Κροκωτὸν ἄρα νὴ τὼ θεὼ ʼγὼ βάψομαι.
Λυσιστράτη μηδʼ ἀσπίδα λαβεῖν— Κλεονίκη Κιμβερικὸν ἐνδύσομαι.
Λυσιστράτη μηδὲ ξιφίδιον. Κλεονίκη Κτήσομαι περιβαρίδας.
Λυσιστράτη Ἆρʼ οὐ παρεῖναι τὰς γυναῖκας δῆτʼ ἐχρῆν;
Κλεονίκη Οὐ γὰρ μὰ Δίʼ ἀλλὰ πετομένας ἥκειν πάλαι.
Λυσιστράτη Ἀλλʼ, ὦ μέλʼ, ὄψει τοι σφόδρʼ αὐτὰς Ἀττικάς,
ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
Ἀλλʼ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
οὐδʼ ἐκ Σαλαμῖνος. Κλεονίκη Ἀλλʼ ἐκεῖναί γʼ οἶδʼ ὅτι
ἐπὶ τῶν κελήτων διαβεβήκασʼ ὄρθριαι.
Λυσιστράτη Οὐδʼ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
γυναῖκας, οὐχ ἥκουσιν. Κλεονίκη Ἡ γοῦν Θεογένους
ὡς δεῦρʼ ἰοῦσα τἀκάτειον ᾔρετο.
Ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.
Λυσιστράτη Αἵδʼ αὖθʼ ἕτεραι χωροῦσί τινες. Κλεονίκη Ἰοὺ ἰού,
πόθεν εἰσίν; Λυσιστράτη Ἀναγυρουντόθεν. Κλεονίκη Νὴ τὸν Δία·
ὁ γοῦν Ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.
Μυρρίνη Μῶν ὕστεραι πάρεσμεν, ὦ Λυσιστράτη;
Τί φῄς; Τί σιγᾷς; Λυσιστράτη Οὔ σʼ ἐπαινῶ, Μυρρίνη,
ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
Μυρρίνη Μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
Ἀλλʼ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
Κλεονίκη Μὰ Δίʼ ἀλλʼ ἐπαναμείνωμεν ὀλίγου γʼ εἵνεκα
τάς τʼ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων
γυναῖκας ἐλθεῖν. Λυσιστράτη Πολὺ σὺ κάλλιον λέγεις.
Ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.
Ὦ φιλτάτη Λάκαινα, χαῖρε, Λαμπιτοῖ.
Οἷον τὸ κάλλος, γλυκυτάτη, σου φαίνεται.
Ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
Κἂν ταῦρον ἄγχοις. Λαμπιτώ Μάλα γʼ, οἰῶ, ναὶ τὼ σιώ·
γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
Κλεονίκη Ὡς δὴ καλὸν τὸ χρῆμα τῶν τιτθῶν ἔχεις.
Λαμπιτώ Ἇπερ ἱαρεῖόν τοί μʼ ὑποψαλάσσετε.
Λυσιστράτη Ἡδὶ δὲ ποδαπὴ ʼσθʼ ἡ νεᾶνις ἁτέρα;
Λαμπιτώ Πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
ἵκει ποθʼ ὑμέ. Λυσιστράτη Νὴ Δίʼ ὡς Βοιωτία
καλόν γʼ ἔχουσα τὸ πεδίον. Κλεονίκη Καὶ νὴ Δία
κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
Λυσιστράτη Τίς δʼ ἁτέρα παῖς; Λαμπιτώ Χαἵα ναὶ τὼ σιώ,
Κορινθία δʼ αὖ. Κλεονίκη Χαΐα νὴ τὸν Δία
δήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί.
Λαμπιτώ Τίς δʼ αὖ συναλίαξε τόνδε τὸν στόλον
τὸν τᾶν γυναικῶν; Λυσιστράτη Ἥδʼ ἐγώ. Λαμπιτώ Μύσιδδέ τοι
ὅ τι λῇς ποθʼ ἁμέ. Κλεονίκη Νὴ Δίʼ, ὦ φίλη γύναι,
λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτʼ ἐστί σοι.
Λυσιστράτη Λέγοιμʼ ἂν ἤδη. Πρὶν λέγειν δʼ, ὑμᾶς τοδὶ
ἐπερήσομαί, τι μικρόν. Κλεονίκη Ὅ τι βούλει γε σύ.
Λυσιστράτη Τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
ἐπὶ στρατιᾶς ἀπόντας; Εὖ γὰρ οἶδʼ ὅτι
πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
Κλεονίκη Ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας, ὦ τάλαν,
ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
Μυρρίνη Ὁ δʼ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
Λαμπιτώ Ὁ δʼ ἐμός γα, καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
Λυσιστράτη Ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
Ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
οὐκ εἶδον οὐδʼ ὄλισβον ὀκτωδάκτυλον,
ὃς ἦν ἂν ἡμῖν σκυτίνη ʼπικουρία.
Ἐθέλοιτʼ ἂν οὖν, εἰ μηχανὴν εὕροιμʼ ἐγώ,
μετʼ ἐμοῦ καταλῦσαι τὸν πόλεμον; Κλεονίκη Νὴ τὼ θεὼ
ἔγωγέ τἄν, κἂν εἴ με χρείη τοὔγκυκλον
τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
Μυρρίνη Ἐγὼ δέ γʼ ἄν, κἂν ὡσπερεὶ ψῆτταν δοκῶ,
δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
Λαμπιτώ Ἐγὼν δὲ καί κα ποττὸ Ταΰγετον ἄνω
ἔλσοιμʼ ὅπα μέλλοιμί γʼ εἰράναν ἰδῆν.
Λυσιστράτη Λέγοιμʼ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
Ἡμῖν γάρ, ὦ γυναῖκες, εἴπερ μέλλομεν
ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
ἀφεκτέʼ ἐστὶ— Κλεονίκη Τοῦ; φράσον. Λυσιστράτη Ποήσετʼ οὖν;
Κλεονίκη Ποήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
Λυσιστράτη Ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
Τί μοι μεταστρέφεσθε; Ποῖ βαδίζετε;
Αὗται, τί μοιμυᾶτε κἀνανεύετε;
Τί χρὼς τέτραπται; Τί δάκρυον κατείβεται;
Ποήσετʼ ἢ οὐ ποήσετʼ; Ἢ τί μέλλετε;
Κλεονίκη Οὐκ ἂν ποήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
Μυρρίνη Μὰ Δίʼ οὐδʼ ἔγωγʼ ἄν, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
Λυσιστράτη Ταυτὶ σὺ λέγεις, ὦ ψῆττα; Καὶ μὴν ἄρτι γε
ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
Κλεονίκη Ἄλλʼ, ἄλλʼ ὅ τι βούλει. Κἄν με χρῇ, διὰ τοῦ πυρὸς
ἐθέλω βαδίζειν. Τοῦτο μᾶλλον τοῦ πέους·
οὐδὲν γὰρ οἷον, ὦ φίλη Λυσιστράτη.
Λυσιστράτη Τί δαὶ σύ; Μυρρίνη Κἀγὼ βούλομαι διὰ τοῦ πυρός.
Λυσιστράτη Ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος.
Οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσιν αἱ τραγῳδίαι·
οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
Ἀλλʼ, ὦ φίλη Λάκαινα, —σὺ γὰρ ἐὰν γένῃ
μόνη μετʼ ἐμοῦ, τὸ πρᾶγμʼ ἀνασωσαίμεσθʼ ἔτʼ ἄν, —
ξυμψήφισαί μοι. Λαμπιτώ Χαλεπὰ μὲν ναὶ τὼ σιὼ
γυναῖκας ὑπνῶν ἐστʼ ἄνευ ψωλᾶς μόνας.
Ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλʼ αὖ.
Λυσιστράτη Ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
Κλεονίκη Εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθʼ οὗ σὺ δὴ λέγεις, —
ὃ μὴ γένοιτο, —μᾶλλον ἂν διὰ τουτογὶ
γένοιτʼ ἂν εἰρήνη; Λυσιστράτη Πολύ γε νὴ τὼ θεώ.
Εἰ γὰρ καθῄμεθʼ ἔνδον ἐντετριμμέναι,
κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίονις
γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,
στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,
ἡμεῖς δὲ μὴ προσιείμεθʼ, ἀλλʼ ἀπεχοίμεθα,
σπονδὰς ποήσαιντʼ ἂν ταχέως, εὖ οἶδʼ ὅτι.
Λαμπιτώ Ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πα
γυμνᾶς παραϊδὼν ἐξέβαλʼ, οἰῶ, τὸ ξίφος.
Κλεονίκη Τί δʼ, ἢν ἀφιῶσʼ ἅνδρες ἡμᾶς, ὦ μέλε;
Λυσιστράτη Τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.
Κλεονίκη Φλυαρία ταῦτʼ ἐστὶ τὰ μεμιμημένα.
Ἐὰν λαβόντες δʼ εἰς τὸ δωμάτιον βίᾳ
ἕλκωσιν ἡμᾶς; Λυσιστράτη Ἀντέχου σὺ τῶν θυρῶν.
Κλεονίκη Ἐὰν δὲ τύπτωσιν; Λυσιστράτη Παρέχειν χρὴ κακὰ κακῶς·
οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
Κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ
ἀπεροῦσιν. Οὐ γὰρ οὐδέποτʼ εὐφρανθήσεται
ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.
Κλεονίκη Εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
Λαμπιτώ Καὶ τὼς μὲν ἁμὼς ἄνδρας ἁμὲς πείσομες
παντᾶ δικαίως ἄδολον εἰράναν ἄγην·
τὸν τῶν Ἀσαναίων γα μὰν ῥυἅχετον
πᾶ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
Λυσιστράτη Ἡμεῖς ἀμέλει σοι τά γε παρʼ ἡμῖν πείσομεν.
Λαμπιτώ Οὔχ, ἇς πόδας γʼ ἔχωντι ταὶ τριήρεες
καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
Λυσιστράτη Ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον·
καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
Ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
Λαμπιτώ Πάντʼ εὖ κʼ ἔχοι· καὶ τᾶδε γὰρ λέγεις καλῶς.
Λυσιστράτη Τί δῆτα ταῦτʼ οὐχ ὡς τάχιστα, Λαμπιτοῖ,
ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
Λαμπιτώ Πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
Λυσιστράτη Καλῶς λέγεις. Ποῦ ʼσθʼ ἡ Σκύθαινα; Ποῖ βλέπεις;
Θὲς εἰς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,
καί μοι δότω τὰ τόμιά τις. Κλεονίκη Λυσιστράτη,
τίνʼ ὅρκον ὁρκώσεις ποθʼ ἡμᾶς; Λυσιστράτη Ὅντινα;
εἰς ἀσπίδʼ, ὥσπερ, φασίν, Αἰσχύλος ποτέ,
μηλοσφαγούσας. Κλεονίκη Μὴ σύ γʼ, ὦ Λυσιστράτη,
εἰς ἀσπίδʼ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
Λυσιστράτη Τίς ἂν οὖν γένοιτʼ ἂν ὅρκος; Ἢ λευκόν ποθεν
ἵππον λαβοῦσαι τόμιον ἐντεμώμεθα;
Κλεονίκη Ποῖ λευκὸν ἵππον; Λυσιστράτη Ἀλλὰ πῶς ὀμούμεθα
ἡμεῖς; Κλεονίκη Ἐγώ σοι νὴ Δίʼ, ἢν βούλῃ, φράσω.
Θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,
μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
ὀμόσωμεν εἰς τὴν κύλικα μὴ ʼπιχεῖν ὕδωρ.
Λαμπιτώ Φεῦ δᾶ, τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
Λυσιστράτη Φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
Κλεονίκη Ὦ φίλταται γυναῖκες, ὁ κεραμὼν ὅσος.
Ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
Λυσιστράτη Καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
Δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
Κλεονίκη Εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
Λαμπιτώ Καὶ μὰν ποτόδδει γʼ ἁδὺ ναὶ τὸν Κάστορα.
Κλεονίκη Ἐᾶτε πρώτην μʼ, ὦ γυναῖκες, ὀμνύναι.
Λυσιστράτη Μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.
Λάζυσθε πᾶσαι τῆς κύλικος, ὦ Λαμπιτοῖ·
λεγέτω δʼ ὑπὲρ ὑμῶν μίʼ ἅπερ ἂν κἀγὼ λέγω·
ὑμεῖς δʼ ἐπομεῖσθε ταῦτα κἀμπεδώσετε.
Οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
Κλεονίκη Οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ—
Λυσιστράτη ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. Λέγε.
Κλεονίκη ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. Παπαῖ,
ὑπολύεταί μου τὰ γόνατʼ, ὦ Λυσιστράτη.
Λυσιστράτη Οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
Κλεονίκη Οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον—
Λυσιστράτη κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη—
Κλεονίκη κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη—
Λυσιστράτη ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου· —
Κλεονίκη ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου· —
Λυσιστράτη κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Κλεονίκη κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Λυσιστράτη Ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ—
Κλεονίκη ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ—
Λυσιστράτη κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Κλεονίκη κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Λυσιστράτη Οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
Κλεονίκη Οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
Λυσιστράτη Οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
Κλεονίκη Οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
Λυσιστράτη Ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί—
Κλεονίκη Ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί—
Λυσιστράτη εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
Κλεονίκη εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
Λυσιστράτη Συνεπόμνυθʼ ὑμεῖς ταῦτα πᾶσαι; Πᾶσαι Νὴ Δία.
Λυσιστράτη Φέρʼ ἐγὼ καθαγίσω τήνδε. Κλεονίκη Τὸ μέρος γʼ, ὦ φίλη,
ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.
Λαμπιτώ Τίς ὡλολυγά; Λυσιστράτη Τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·
αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ
ἤδη κατειλήφασιν. Ἀλλʼ, ὦ Λαμπιτοῖ,
σὺ μὲν βάδιζε καὶ τὰ παρʼ ὑμῖν εὖ τίθει,
τασδὶ δʼ ὁμήρους κατάλιφʼ ἡμῖν ἐνθάδε.
Ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει
ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.
Κλεονίκη Οὔκουν ἐφʼ ἡμᾶς ξυμβοηθήσειν οἴει
τοὺς ἄνδρας εὐθύς; Λυσιστράτη Ὀλίγον αὐτῶν μοι μέλει.
Οὐ γὰρ τοσαύτας οὔτʼ ἀπειλὰς οὔτε πῦρ
ἥξουσʼ ἔχοντες ὥστʼ ἀνοῖξαι τὰς πύλας
ταύτας, ἐὰν μὴ ʼφʼ οἷσιν ἡμεῖς εἴπομεν.
Κλεονίκη Μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γʼ· ἄλλως γὰρ ἂν
ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθʼ ἄν.
Χορός γερόντων Χώρει, Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς
κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.
Ἦ πόλλʼ ἄελπτʼ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ, φεῦ,
ἐπεὶ τίς ἄν ποτʼ ἤλπισʼ, ὦ Στρυμόδωρʼ, ἀκοῦσαι
γυναῖκας, ἃς ἐβόσκομεν
κατʼ οἶκον ἐμφανὲς κακόν,
κατὰ μὲν ἅγιον ἔχειν βρέτας
κατά τʼ ἀκρόπολιν ἐμὴν λαβεῖν,
μοχλοῖς δὲ καὶ κλῄθροισιν
τὰ προπύλαια πακτοῦν;
Ἀλλʼ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν, ὦ Φιλοῦργε,
ὅπως ἂν αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,
ὅσαι τὸ πρᾶγμα τοῦτʼ ἐνεστήσαντο καὶ μετῆλθον,
μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες
πάσας, ἀπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.
Οὐ γὰρ μὰ τὴν Δήμητρʼ ἐμοῦ ζῶντος ἐγχανοῦνται·
ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,
ἀπῆλθεν ἀψάλακτος, ἀλλʼ
ὅμως Λακωνικὸν πνέων
ᾤχετο θὤπλα παραδοὺς ἐμοί,
σμικρὸν ἔχων πάνυ τριβώνιον,
πινῶν ῥύπʼ, ἀπαράτιλτος,
ἓξ ἐτῶν ἄλουτος.
Οὕτως ἐπολιόρκησʼ ἐγὼ τὸν ἄνδρʼ ἐκεῖνον ὠμῶς
ἐφʼ ἑπτακαίδεκʼ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.
Τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς
ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;
Μή νυν ἔτʼ ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη.
Ἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦ
λοιπόν ἐστι χωρίον
τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω.
Χὤπως ποτʼ ἐξαμπρεύσομεν
τοῦτʼ ἄνευ κανθηλίου·
ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον.
Ἀλλʼ ὅμως βαδιστέον,
καὶ τὸ πῦρ φυσητέον,
μή μʼ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.
Φῦ φῦ. Ἰοὺ ἰοὺ τοῦ καπνοῦ.
Ὡς δεινόν, ὦναξ Ἡράκλεις,
προσπεσόν μʼ ἐκ τῆς χύτρας
ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει.
Κἄστιν γε Λήμνιον τὸ πῦρ
τοῦτο πάσῃ μηχανῇ·
οὐ γὰρ ἄν ποθʼ ὧδʼ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ.
Σπεῦδε πρόσθεν εἰς πόλιν
καὶ βοήθει τῇ θεῷ.
Ἢ πότʼ αὐτῇ μᾶλλον ἢ νῦν, ὦ Λάχης, ἀρήξομεν;
Φῦ φῦ. Ἰοὺ ἰοὺ τοῦ καπνοῦ.
Τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ.
Οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ,
τῆς ἀμπέλου δʼ εἰς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες
ἅψαντες εἶτʼ εἰς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν,
κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες,
ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν.
Θώμεσθα δὴ τὸ φορτίον. Φεῦ τοῦ καπνοῦ, βαβαιάξ.
Τίς ξυλλάβοιτʼ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατηγῶν;
Ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.
Σὸν δʼ ἔργον ἐστίν, ὦ χύρτα, τὸν ἄνθρακʼ ἐξεγείρειν,
τὴν λαμπάδʼ ἡμμένην ὅπως παρὼν ἐμοὶ προσοίσει.
Δέσποινα Νίκη, ξυγγενοῦ τῶν τʼ ἐν πόλει γυναικῶν
τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.
Χορός γυναικῶν Λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνόν, ὦ γυναῖκες,
ὥσπερ πυρὸς καομένου· σπευστέον ἐστὶ θᾶττον.
Πέτου πέτου, Νικοδίκη,
πρὶν ἐμπεπρῆσθαι Καλύκην
τε καὶ Κρίτυλλαν περιφυσήτω
ὑπό τʼ ἀνέμων ἀργαλέων
ὑπό τε γερόντων ὀλέθρων.
Ἀλλὰ φοβοῦμαι τόδε· μῶν ὑστερόπους βοηθῶ;
Νυνδὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία
μόλις ἀπὸ κρήνης ὑπʼ ὄχλου καὶ θορύβου καὶ πατάγου χυτρείου,
δούλαισιν ὠστιζομένη
στιγματίαις θʼ, ἁρπαλέως
ἀραμένη, ταῖσιν ἐμαῖς
δημότισιν καομέναις
φέρουσʼ ὕδωρ βοηθῶ.
Ἤκουσα γὰρ τυφογέρον-
τας ἄνδρας ἔρρειν, στελέχη
φέροντας ὥσπερ βαλανεύσοντας
εἰς πόλιν ὡς τριτάλαντα βάρος,
δεινότατʼ ἀπειλοῦντας ἐπῶν
ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν.
Ἅς, ὦ θεά, μή ποτʼ ἐγὼ πιμπραμένας ἴδοιμι,
ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ πολίτας·
ἐφʼ οἷσπερ, ὦ χρυσολόφα
πολιοῦχε, σὰς ἔσχον ἕδρας.
Καί σε καλῶ ξύμμαχον, ὦ
Τριτογένειʼ, ἤν τις ἐκεί-
νας ὑποπιμπρῇσιν ἀνήρ,
φέρειν ὕδωρ μεθʼ ἡμῶν.
Ἔασον, ὤ, τουτὶ τί ἦν; Ἄνδρες πονωπονηροί·
οὐ γάρ ποτʼ ἂν χρηστοί γʼ ἔδρων οὐδʼ εὐσεβεῖς τάδʼ ἄνδρες.
Χορός γερόντων Τουτὶ τὸ πρᾶγμʼ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·
ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.
Χορός γυναικῶν Τί βδύλλεθʼ ἡμᾶς; Οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
Καὶ μὴν μέρος γʼ ἡμῶν ὁρᾶτʼ οὔπω τὸ μυριοστόν.
Χορός γερόντων Ὦ Φαιδρία, ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
Οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντʼ ἐχρῆν τινʼ αὐταῖς;
Χορός γυναικῶν Θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζʼ, ὅπως ἄν,
ἢν προσφέρῃ τὴν χεῖρά τις, μὴ τοῦτό μʼ ἐμποδίζῃ.
Χορός γερόντων Εἰ νὴ Δίʼ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς
ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.
Χορός γυναικῶν Καὶ μὴν ἰδού· παταξάτω τις. Στᾶσʼ ἐγὼ παρέξω,
κοὐ μή ποτʼ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.
Χορός γερόντων Εἰ μὴ σιωπήσει, θενών σου ʼκκοκκιῶ τὸ γῆρας.
Χορός γυναικῶν Ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.
Χορός γερόντων Τί δʼ, ἢν σποδῶ τοῖς κονδύλοις; Τί μʼ ἐργάσει τὸ δεινόν;
Χορός γυναικῶν Βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερʼ ἐξαμήσω.
Χορός γερόντων Οὐκ ἔστʼ ἀνὴρ Εὐριπίδου σοφώτερος ποητής·
οὐδὲν γὰρ ὧδε θρέμμʼ ἀναιδές ἐστιν ὡς γυναῖκες.
Χορός γυναικῶν Αἰρώμεθʼ ἡμεῖς θοὔδατος τὴν κάλπιν, ὦ Ῥοδίππη.
Χορός γερόντων Τί δʼ, ὦ θεοῖς ἐχθρά, σὺ δεῦρʼ ὕδωρ ἔχουσʼ ἀφίκου;
Χορός γυναικῶν Τί δʼ αὖ σὺ πῦρ, ὦ τύμβʼ, ἔχων; Ὡς σαυτὸν ἐμπυρεύσων;
Χορός γερόντων Ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.
Χορός γυναικῶν Ἐγὼ δέ γʼ, ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.
Χορός γερόντων Τοὐμὸν σὺ πῦρ κατασβέσεις; Χορός γυναικῶν Τοὔργον τάχʼ αὐτὸ δείξει.
Χορός γερόντων Οὐκ οἶδά σʼ εἰ τῇδʼ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.
Χορός γυναικῶν Εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γʼ ἐγὼ παρέξω.
Χορός γερόντων Ἐμοὶ σὺ λουτρόν, ὦ σαπρά; Χορός γυναικῶν Καὶ ταῦτα νυμφικόν γε.
Χορός γερόντων Ἤκουσας αὐτῆς τοῦ θράσους; Χορός γυναικῶν Ἐλευθέρα γάρ εἰμι.
Χορός γερόντων Σχήσω σʼ ἐγὼ τῆς νῦν βοῆς. Χορός γυναικῶν Ἀλλʼ οὐκέθʼ ἡλιάζει.
Χορός γερόντων Ἔμπρησον αὐτῆς τὰς κόμας. Χορός γυναικῶν Σὸν ἔργον, ὦχελῷε.
Χορός γερόντων Οἴμοι τάλας. Χορός γυναικῶν Μῶν θερμὸν ἦν;
Χορός γερόντων Ποῖ θερμόν; Οὐ παύσει; Τί δρᾷς;
Χορός γυναικῶν Ἄρδω σʼ, ὅπως ἀμβλαστάνῃς.
Χορός γερόντων Ἀλλʼ αὗός εἰμʼ ἤδη τρέμων.
Χορός γυναικῶν Οὐκοῦν, ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
Πρόβουλος Ἆρʼ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ
χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,
ὅ τʼ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
οὗ ʼγώ ποτʼ ὢν ἤκουον ἐν τἠκκλησίᾳ;
Ἔλεγεν ὁ μὴ ὥρασι μὲν Δημόστρατος
πλεῖν εἰς Σικελίαν, ἡ γυνὴ δʼ ὀρχουμένη
«Αἰαῖ Ἄδωνιν» φησίν. Ὁ δὲ Δημόστρατος
ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων,
ἡ δʼ ὑποπεπωκυῖʼ ἡ γυνὴ ʼπὶ τοῦ τέγους
«Κόπτεσθʼ Ἄδωνιν» φησίν. Ὁ δʼ ἐβιάζετο,
ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
Τοιαῦτʼ ἀπʼ αὐτῶν ἐστιν ἀκολαστήματα.
Χορός γερόντων Τί δῆτʼ ἄν, εἰ πύθοιο καὶ τὴν τῶνδʼ ὕβριν;
Αἳ τἄλλα θʼ ὑβρίκασι κἀκ τῶν καλπίδων
ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια
σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.
Πρόβουλος Νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.
Ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα
ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,
τοιαῦτʼ ἀπʼ αὐτῶν βλαστάνει βουλεύματα.
Οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί·
«Ὦ χρυσοχόε, τὸν ὅρμον ὃν ἐπεσκεύασας,
ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.
Ἐμοὶ μὲν οὖν ἔστʼ εἰς Σαλαμῖνα πλευστέα·
σὺ δʼ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν
ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.»
Ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει
νεανίαν καὶ πέος ἔχοντʼ οὐ παιδικόν·
«Ὦ σκυτοτόμε, μου τῆς γυναικὸς τοῦ ποδὸς
τὸ δακτυλίδιον πιέζει τὸ ζυγόν,
ἅθʼ ἁπαλὸν ὄν· τοῦτʼ οὖν σὺ τῆς μεσημβρίας
ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.»
Τοιαῦτʼ ἀπήντηκʼ εἰς τοιαυτὶ πράγματα,
ὅτʼ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως
κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,
ὑπὸ τῶν γυναικῶν ἀποκέκλεισμαι τῶν πυλῶν.
Ἀλλʼ οὐδὲν ἔργον ἑστάναι. Φέρε τοὺς μοχλούς,
ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω.
Τί κέχηνας, ὦ δύστηνε; Ποῖ δʼ αὖ σὺ βλέπεις,
οὐδὲν ποιῶν ἀλλʼ ἢ καπηλεῖον σκοπῶν;
Οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας
ἐντεῦθεν ἐκμοχλεύσετʼ; Ἐνθενδὶ δʼ ἐγὼ
ξυνεκμοχλεύσω. Λυσιστράτη Μηδὲν ἐκμοχλεύετε·
ἐξέρχομαι γὰρ αὐτομάτη. Τί δεῖ μοχλῶν;
Οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.
Πρόβουλος Ἄληθες, ὦ μιαρὰ σύ; Ποῦ ʼσθʼ ὁ τοξότης;
Ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.
Λυσιστράτη Εἰ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι
ἄκραν προσοίσει, δημόσιος ὢν κλαύσεται.
Πρόβουλος Ἔδεισας, οὗτος; Οὐ ξυναρπάσει μέσην
καὶ σὺ μετὰ τούτου χἀνύσαντε δήσετον;
Κλεονίκη Εἰ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
τὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.
Πρόβουλος Ἰδού γʼ ἐπιχεσεῖ. Ποῦ ʼστιν ἕτερος τοξότης;
Ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
Μυρρίνη Εἰ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκραν
ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
Πρόβουλος Τουτὶ τί ἦν; Ποῦ τοξότης; Ταύτης ἔχου.
Παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου.
Λυσιστράτη Εἰ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
ἐγὼ ʼκποκιῶ σου τὰς στενοκωκύτους τρίχας.
Πρόβουλος Οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης.
Ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέα
ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς, ὦ Σκύθαι,
ξυνταξάμενοι. Λυσιστράτη Νὴ τὼ θεὼ γνώσεσθʼ ἄρα
ὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοι
μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
Πρόβουλος Ἀποστρέφετε τὰς χεῖρας αὐτῶν, ὦ Σκύθαι.
Λυσιστράτη Ὦ ξύμμαχοι γυναῖκες, ἐκθεῖτʼ ἔνδοθεν,
ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,
ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,
οὐχ ἕλξετʼ, οὐ παιήσετʼ, οὐκ ἀράξετε,
οὐ λοιδορήσετʼ, οὐκ ἀναισχυντήσετε;
Παύσασθʼ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.
Πρόβουλος Οἴμʼ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.
Λυσιστράτη Ἀλλὰ τί γὰρ ᾤου; Πότερον ἐπὶ δούλας τινὰς
ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει
χολὴν ἐνεῖναι; Πρόβουλος Νὴ τὸν Ἀπόλλω καὶ μάλα
πολλήν γʼ, ἐάνπερ πλησίον κάπηλος ᾖ.
Χορός γερόντων Ὦ πόλλʼ ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς,
τί τοῖσδε σαυτὸν εἰς λόγους τοῖς θηρίοις ξυνάπτεις;
Οὐκ οἶσθα λουτρὸν οἷον αἵδʼ ἡμᾶς ἔλουσαν ἄρτι
ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτʼ ἄνευ κονίας;
Χορός γυναικῶν Ἀλλʼ, ὦ μέλʼ, οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ
τὴν χεῖρʼ· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη.
Ἐπεὶ ʼθέλω ʼγὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι,
λυποῦσα μηδένʼ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος,
ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.
Χορός γερόντων Ὦ Ζεῦ, τί ποτε χρησόμεθα τοῖσδε κνωδάλοις;
Οὐ γὰρ ἔτʼ ἀνεκτὰ τάδε γʼ, ἀλλὰ βασανιστέον
τόδε σοι τὸ πάθος μετʼ ἐμοῦ,
ὅ τι βουλόμεναί ποτε τὴν
Κραναὰν κατέλαβον, ἐφʼ ὅ τι τε
μεγαλόπετρον, ἄβατον ἀκρόπολιν,
ἱερὸν τέμενος.
Ἀλλʼ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους·
ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.
Πρόβουλος Καὶ μὴν αὐτῶν τοῦτʼ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,
ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλείσατε τοῖσι μοχλοῖσιν.
Λυσιστράτη Ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε διʼ αὐτό.
Πρόβουλος Διὰ τἀργύριον πολεμοῦμεν γάρ; Λυσιστράτη Καὶ τἄλλα γε πάντʼ ἐκυκήθη.
Ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες
ἀεί τινα κορκορυγὴν ἐκύκων. Οἱ δʼ οὖν τοῦδʼ οὕνεκα δρώντων
ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτʼ οὐκέτι μὴ καθέλωσιν.
Πρόβουλος Ἀλλὰ τί δράσεις; Λυσιστράτη Τοῦτό μʼ ἐρωτᾷς; Ἡμεῖς ταμιεύσομεν αὐτό.
Πρόβουλος Ὑμεῖς ταμιεύσετε τἀργύριον; Λυσιστράτη Τί δὲ δεινὸν τοῦτο νομίζεις;
Οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;
Πρόβουλος Ἀλλʼ οὐ ταὐτόν. Λυσιστράτη Πῶς οὐ ταὐτόν; Πρόβουλος Πολεμητέον ἔστʼ ἀπὸ τούτου
Λυσιστράτη Ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν. Πρόβουλος Πῶς γὰρ σωθησόμεθʼ ἄλλως;
Λυσιστράτη Ἡμεῖς ὑμᾶς σώσομεν. Πρόβουλος Ὑμεῖς; Λυσιστράτη Ἡμεῖς μέντοι. Πρόβουλος Σχέτλιόν γε.
Λυσιστράτη Ὡς σωθήσει, κἂν μὴ βούλῃ. Πρόβουλος Δεινόν γε λέγεις. Λυσιστράτη Ἀγανακτεῖς,
ἀλλὰ ποητέα ταῦτʼ ἐστὶν ὅμως. Πρόβουλος Νὴ τὴν Δήμητρʼ ἄδικόν γε.
Λυσιστράτη Σωστέον, ὦ τᾶν. Πρόβουλος Κεἰ μὴ δέομαι; Λυσιστράτη Τοῦδʼ οὕνεκα καὶ πολὺ μᾶλλον.
Πρόβουλος Ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τʼ εἰρήνης ἐμέλησεν;
Λυσιστράτη Ἡμεῖς φράσομεν. Πρόβουλος Λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς. Λυσιστράτη Ἀκροῶ δή,
καὶ τὰς χεῖρας πειρῶ κατέχειν. Πρόβουλος Ἀλλʼ οὐ δύναμαι· χαλεπὸν γὰρ
ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν. Κλεονίκη Κλαύσει τοίνυν πολὺ μᾶλλον.
Πρόβουλος Τοῦτο μέν, ὦ γραῦ, σαυτῇ κρώξαις. Σὺ δέ μοι λέγε. Λυσιστράτη Ταῦτα ποήσω.
Ἡμεῖς τὸν μὲν πρότερον πόλεμον καὶ χρόνον ἠνεσχόμεθʼ ὑμῶν
ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττʼ ἐποεῖτε·
—οὐ γὰρ γρύζειν εἰᾶθʼ ἡμᾶς, —καίτοὐκ ἠρέσκετέ γʼ ἡμᾶς.
Ἀλλʼ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι
ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα·
εἶτʼ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθʼ ἂν γελάσασαι
«Τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι
ἐν τῷ δήμῳ τήμερον ὑμῖν;» — «Τί δὲ σοὶ τοῦτʼ;» ἦ δʼ ὃς ἂν ἁνήρ·
«οὐ σιγήσει;» —κἀγὼ ʼσίγων. Κλεονίκη Ἀλλʼ οὐκ ἂν ἐγώ ποτʼ ἐσίγων.
Πρόβουλος Κἂν ᾤμωζές γʼ, εἰ μὴ ʼσίγας. Λυσιστράτη Τοιγάρτοὔγωγʼ ἂν ἐσίγων.
Ἑτέρου δʼ ἕτερόν τι πονηρότερον βούλευμʼ ἐπεπύσμεθʼ ἂν ὑμῶν·
εἶτʼ ἠρόμεθʼ ἄν· «Πῶς ταῦτʼ, ὦνερ, διαπράττεσθʼ ὧδʼ ἀνοήτως;»
Ὁ δέ μʼ εὐθὺς ὑποβλέψας ἂν ἔφασκʼ, εἰ μὴ τὸν στήμονα νήσω,
ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· «πόλεμος δʼ ἄνδρεσσι μελήσει.»
Πρόβουλος Ὀρθῶς γε λέγων νὴ Δίʼ ἐκεῖνος. Λυσιστράτη Πῶς ὀρθῶς, ὦ κακόδαιμον,
εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;
Ὅτε δὴ δʼ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη·
«Οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ.» — «Μὰ Δίʼ οὐ δῆτʼ,» εἶφʼ ἕτερός τις, —
μετὰ ταῦθʼ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ
ταῖσι γυναιξὶν συλλεχθείσαις. Ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;
Ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητʼ ἀντακροᾶσθαι
κἀντισιωπᾶν ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.
Πρόβουλος Ὑμεῖς ἡμᾶς; Δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε. Λυσιστράτη Σιώπα.
Πρόβουλος Σοί γʼ, ὦ κατάρατε, σιωπῶ ʼγώ, καὶ ταῦτα κάλυμμα φορούσῃ
περὶ τὴν κεφαλήν; Μή νυν ζῴην. Λυσιστράτη Ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι,
παρʼ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν
ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,
κᾆτα σιώπα.
Κλεονίκη Καὶ τουτονγὶ τὸν καλαθίσκον.
Κᾆτα ξαίνειν ξυζωσάμενος
κυάμους τρώγων·
πόλεμος δὲ γυναιξὶ μελήσει.
Χορός γυναικῶν Ἀπαίρετʼ, ὦ γυναῖκες, ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.
Ἐγὼ γὰρ οὔποτʼ ἂν κάμοιμʼ ὀρχουμένη,
οὐδὲ γόνατʼ ἂν κόπος ἕλοι με καματήριος.
Ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι
μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς
ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,
ἔνι τὸ σοφόν, ἔνι δὲ φιλόπολις
ἀρετὴ φρόνιμος.
Ἀλλʼ, ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν,
χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε.
Λυσιστράτη Ἀλλʼ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένειʼ Ἀφροδίτη
ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,
κᾷτʼ ἐντέξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,
οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.
Πρόβουλος Τί ποησάσας; Λυσιστράτη Ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν
ἀγοράζοντας καὶ μαινομένους. Κλεονίκη Νὴ τὴν Παφίαν Ἀφροδίτην.
Λυσιστράτη Νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις καὶ τοῖς λαχάνοισιν ὁμοίως
περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.
Πρόβουλος Νὴ Δία· χρὴ γὰρ τοὺς ἀνδρείους. Λυσιστράτη Καὶ μὴν τό γε πρᾶγμα γέλοιον,
ὅταν ἀσπίδʼ ἔχων καὶ Γοργόνα τις κᾆτʼ ὠνῆται κορακίνους.
Κλεονίκη Νὴ Δίʼ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντʼ εἶδον ἐφʼ ἵππου
εἰς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός·
ἕτερος δʼ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς,
ἐδεδίττετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.
Πρόβουλος Πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ
ἐν ταῖς χώραις καὶ διαλῦσαι; Λυσιστράτη Φαύλως πάνυ. Πρόβουλος Πῶς; Ἀπόδειξον.
Λυσιστράτη Ὥσπερ κλωστῆρʼ, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι,
ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ, τὸ δʼ ἐκεῖσε,
οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,
διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ, τὸ δʼ ἐκεῖσε.
Πρόβουλος Ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ
παύσειν οἴεσθʼ; Ὡς ἀνόητοι. Λυσιστράτη Κἂν ὑμῖν γʼ εἴ τις ἐνῆν νοῦς,
ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθʼ ἂν ἅπαντα.
Πρόβουλος Πῶς δή; Φέρʼ ἴδω. Λυσιστράτη Πρῶτον μὲν χρῆν, ὥσπερ πόκον, ἐν βαλανείῳ
ἐκπλύναντας τὴν οἰσπώτην ἐκ τῆς πόλεως, ἐπὶ κλίνης
ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι,
καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς
ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι·
εἶτα ξαίνειν εἰς καλαθίσκον κοινὴν εὔνοιαν ἅπαντας
καταμειγνύντας· τούς τε μετοίκους κεἴ τις ξένος ᾖ φίλος ὑμῖν,
κεἴ τις ὀφείλῃ τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι·
καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδʼ εἰσὶν ἄποικοι,
διαγιγνώσκειν ὅτι ταῦθʼ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται
χωρὶς ἕκαστον· κᾆτʼ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας
δεῦρο ξυνάγειν καὶ ξυναθροίζειν εἰς ἕν, κἄπειτα ποῆσαι
τολύπην μεγάλην κᾆτʼ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.
Πρόβουλος Οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίζειν καὶ τολυπεύειν,
αἷς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου; Λυσιστράτη Καὶ μήν, ὦ παγκατάρατε,
πλεῖν ἢ τὸ διπλοῦν αὐτοῦ φέρομεν. Πρώτιστον μέν γε τεκοῦσαι
κἀκπέμψασαι παῖδας ὁπλίτας— Πρόβουλος Σίγα, μὴ μνησικακήσῃς.
Λυσιστράτη εἶθʼ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι,
μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. Καὶ θἠμέτερον μὲν ἐάσω,
περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.
Πρόβουλος Οὔκουν χἄνδρες γηράσκουσιν; Λυσιστράτη Μὰ Δίʼ ἀλλʼ οὐκ εἶπας ὅμοιον.
Ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν·
τῆς δὲ γυναικὸς μικρὸς ὁ καιρός, κἂν τούτου μὴ ʼπιλάβηται,
οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.
Πρόβουλος Ἀλλʼ ὅστις ἔτι στῦσαι δυνατὸς—
Λυσιστράτη Σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;
Χωρίον ἐστίν· σορὸν ὠνήσει·
μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.
Λαβὲ ταυτὶ καὶ στεφάνωσαι.
Κλεονίκη Καὶ ταυτασὶ δέξαι παρʼ ἐμοῦ.
Μυρρίνη Καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.
Λυσιστράτη Τοῦ δεῖ; Τί ποθεῖς; Χώρει ʼς τὴν ναῦν·
ὁ Χάρων σε καλεῖ,
σὺ δὲ κωλύεις ἀνάγεσθαι.
Πρόβουλος Εἶτʼ οὐχὶ δεινὸν ταῦτα πάσχειν ἔστʼ ἐμέ;
Νὴ τὸν Δίʼ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς
ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.
Λυσιστράτη Μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;
Ἀλλʼ εἰς τρίτην γοῦν ἡμέραν σοι πρῲ πάνυ
ἥξει παρʼ ἡμῶν τὰ τρίτʼ ἐπεσκευασμένα.
Χορός γερόντων Οὐκέτʼ ἔργον ἐγκαθεύδειν ὅστις ἔστʼ ἐλεύθερος.
Ἀλλʼ ἐπαποδυώμεθʼ, ὦνδρες, τουτῳὶ τῷ πράγματι.
Ἤδη γὰρ ὄζει ταδὶ πλειόνων
καὶ μειζόνων πραγμάτων μοι δοκεῖ,
καὶ μάλιστʼ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος·
καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς
δεῦρο συνεληλυθότες ἄνδρες εἰς Κλεισθένους
τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπάρωσιν δόλῳ
καταλαβεῖν τὰ χρήμαθʼ ἡμῶν τόν τε μισθόν,
ἔνθεν ἔζων ἐγώ.
Δεινὰ γάρ τοι τάσδε γʼ ἤδη τοὺς πολίτας νουθετεῖν,
καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,
καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,
οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.
Ἀλλὰ ταῦθʼ ὕφηναν ἡμῖν, ὦνδρες, ἐπὶ τυραννίδι.
Ἀλλʼ ἐμοῦ μὲν οὐ τυραννεύσουσʼ, ἐπεὶ φυλάξομαι
καὶ «φορήσω τὸ ξίφος» τὸ λοιπὸν «ἐν μύρτου κλαδί,»
ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,
ὧδέ θʼ ἑστήξω παρʼ αὐτόν· αὐτὸ γάρ μοι γίγνεται
τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.
Χορός γυναικῶν Οὐκ ἄρʼ εἰσιόντα σʼ οἴκαδʼ ἡ τεκοῦσα γνώσεται.
Ἀλλὰ θώμεσθʼ, ὦ φίλαι γρᾶες, ταδὶ πρῶτον χαμαί.
Ἡμεῖς γάρ, ὦ πάντες ἀστοί, λόγων
κατάρχομεν τῇ πόλει χρησίμων·
εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με·
Ἑπτὰ μὲν ἔτη γεγῶσʼ εὐθὺς ἠρρηφόρουν·
εἶτʼ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·
κᾆτʼ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις·
κἀκανηφόρουν ποτʼ οὖσα παῖς καλὴ ʼχουσʼ
ἰσχάδων ὁρμαθόν.
Ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;
Εἰ δʼ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,
ἢν ἀμείνω γʼ εἰσενέγκω τῶν παρόντων πραγμάτων.
Τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας εἰσφέρω.
Τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθʼ ὑμῖν, ἐπεὶ
τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν
εἶτʼ ἀναλώσαντες οὐκ ἀντεισφέρετε τὰς εἰσφοράς,
ἀλλʼ ὑφʼ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν.
Ἆρα γρυκτόν ἐστιν ὑμῖν; Εἰ δὲ λυπήσεις τί με,
τῷδέ σʼ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
Χορός γερόντων Ταῦτʼ οὖν οὐχ ὕβρις τὰ πράγματʼ
ἐστὶ πολλή; κἀπιδώσειν
μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.
Ἀλλʼ ἀμυντέον τὸ πρᾶγμʼ ὅστις γʼ ἐνόρχης ἔστʼ ἀνήρ.
Ἀλλὰ τὴν ἐξωμίδʼ ἐκδυώμεθʼ, ὡς τὸν ἄνδρα δεῖ
ἀνδρὸς ὄζειν εὐθύς, ἀλλʼ οὐκ ἐντεθριῶσθαι πρέπει.
Ἀλλʼ ἄγετε λευκόποδες, οἵπερ ἐπὶ
Λειψύδριον ἤλθομεν ὅτʼ ἦμεν ἔτι,
νῦν δεῖ, νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.
Εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,
ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσʼ ἔτι
ναυμαχεῖν καὶ πλεῖν ἐφʼ ἡμᾶς, ὥσπερ Ἀρτεμισία.
Ἢν δʼ ἐφʼ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας·
ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,
κοὐκ ἂν ἀπολίσθοι τρέχοντος. Τὰς Ἀμαζόνας σκόπει,
ἃς Μίκων ἔγραψʼ ἐφʼ ἵππων μαχομένας τοῖς ἀνδράσιν.
Ἀλλὰ τούτων χρῆν ἁπασῶν εἰς τετρημένον ξύλον
ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
Χορός γυναικῶν Εἰ νὴ τὼ θεώ με ζωπυ-
ρήσεις, λύσω τὴν ἐμαυτῆς
ὗν ἐγὼ δή, καὶ ποήσω
τήμερον τοὺς δημότας βωστρεῖν σʼ ἐγὼ πεκτούμενον.
Ἀλλὰ χἠμεῖς, ὦ γυναῖκες, θᾶττον ἐκδυώμεθα,
ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.
Νῦν πρὸς ἔμʼ ἴτω τις, ἵνα μήποτε φά-
γῃ σκόροδα, μηδὲ κυάμους μέλανας.
Ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, —ὑπερχολῶ γάρ, —
αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.
Οὐ γὰρ ὑμῶν φροντίσαιμʼ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ
ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.
Οὐ γὰρ ἔσται δύναμις, οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ,
ὅστις, ὦ δύστηνʼ, ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.
Ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ
ταῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσʼ ἐκ τῶν γειτόνων,
παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν,
οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.
Κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν
τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.
Ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,
τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
Λυσιστράτη Κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν
ποεῖ μʼ ἄθυμον περιπατεῖν ἄνω κάτω.
Χορός γυναικῶν Τί φῄς; Τί φῄς; Λυσιστράτη Ἀληθῆ, ἀληθῆ.
Χορός γυναικῶν Τί δʼ ἐστὶ δεινόν; Φράζε ταῖς σαυτῆς φίλαις.
Λυσιστράτη Ἀλλʼ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
Χορός γυναικῶν Μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν.
Λυσιστράτη Βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου.
Χορός γυναικῶν Ἰὼ Ζεῦ.
Λυσιστράτη Τί Ζῆνʼ ἀυτεῖς; Ταῦτα δʼ οὖν οὕτως ἔχει.
Ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι
οἵα τʼ ἀπὸ τῶν ἀνδρῶν· διαδιδράσκουσι γάρ.
Τὴν μέν γε πρώην διαλέγουσαν τὴν ὀπὴν
κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον,
τὴν δʼ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην,
τὴν δʼ αὐτομολοῦσαν· τὴν δʼ ἐπὶ στρούθου μίαν
ἤδη πέτεσθαι διανοουμένην κάτω
εἰς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.
Πάσας τε προφάσεις ὥστʼ ἀπελθεῖν οἴκαδε
ἕλκουσιν. Ἡδὶ γοῦν τις αὐτῶν ἔρχεται.
Αὕτη σύ, ποῖ θεῖς; Γυνή Αʹ Οἴκαδʼ ἐλθεῖν βούλομαι.
Οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια
ὑπὸ τῶν σέων κατακοπτόμενα. Λυσιστράτη Ποίων σέων;
Οὐκ εἶ πάλιν; Γυνή Αʹ Ἀλλʼ ἥξω ταχέως νὴ τὼ θεὼ
ὅσον διαπετάσασʼ ἐπὶ τῆς κλίνης μόνον.
Λυσιστράτη Μὴ διαπετάννυ, μηδʼ ἀπέλθῃς μηδαμῇ.
Γυνή Αʹ Ἀλλʼ ἐῶ ʼπολέσθαι τἄριʼ; Λυσιστράτη Ἢν τούτου δέῃ.
Γυνή Βʹ Τάλαινʼ ἐγώ, τάλαινα τῆς ἀμόργιδος,
ἣν ἄλοπον οἴκοι καταλέλοιφʼ. Λυσιστράτη Αὕτη ʼτέρα
ἐπὶ τὴν ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.
Χώρει πάλιν δεῦρʼ. Γυνή Βʹ Ἀλλὰ νὴ τὴν Φωσφόρον
ἔγωγʼ ἀποδείρασʼ αὐτίκα μάλʼ ἀνέρχομαι.
Λυσιστράτη Μή, μἀποδείρῃς· ἢν γὰρ ἄρξῃς τουτουί,
ἑτέρα γυνὴ ταὐτὸν ποεῖν βουλήσεται.
Γυνή Γʹ Ὦ πότνιʼ Ἱλείθυʼ, ἐπίσχες τοῦ τόκου
ἕως ἂν εἰς ὅσιον μόλω ʼγὼ χωρίον.
Λυσιστράτη Τί ταῦτα ληρεῖς; Γυνή Γʹ Αὐτίκα μάλα τέξομαι.
Λυσιστράτη Ἀλλʼ οὐκ ἐκύεις σύ γʼ ἐχθές. Γυνή Γʹ Ἀλλὰ τήμερον.
Ἀλλʼ οἴκαδέ μʼ ὡς τὴν μαῖαν, ὦ Λυσιστράτη,
ἀπόπεμψον ὡς τάχιστα. Λυσιστράτη Τίνα λόγον λέγεις;
Τί τοῦτʼ ἔχεις τὸ σκληρόν; Γυνή Γʹ Ἄρρεν παιδίον.
Λυσιστράτη Μὰ τὴν Ἀφροδίτην οὐ σύ γʼ ἀλλʼ ἢ χαλκίον
ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δʼ ἐγώ.
Ὦ καταγέλαστʼ, ἔχουσα τήνδʼ ἱερὰν κυνῆν
κυεῖν ἔφασκες; Γυνή Γʹ Καὶ κυῶ γε νὴ Δία.
Λυσιστράτη Τί δῆτα ταύτην εἶχες; Γυνή Γʹ Ἵνα μʼ εἰ καταλάβοι
ὁ τόκος ἔτʼ ἐν πόλει, τέκοιμʼ εἰς τὴν κυνῆν
εἰσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.
Λυσιστράτη Τί λέγεις; Προφασίζει· περιφανῆ τὰ πράγματα.
Οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;
Γυνή Γʹ Ἀλλʼ οὐ δύναμαι ʼγωγʼ οὐδὲ κοιμᾶσθʼ ἐν πόλει,
ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.
Γυνή Δʹ Ἐγὼ δʼ ὑπὸ τῶν γλαυκῶν γε τάλαινʼ ἀπόλλυμαι
ταῖς ἀγρυπνίαισι κικκαβαζουσῶν ἀεί.
Λυσιστράτη Ὦ δαιμόνιαι, παύσασθε τῶν τερατευμάτων.
Ποθεῖτʼ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δʼ οὐκ οἴει
ποθεῖν ἐκείνους; Ἀργαλέας γʼ εὖ οἶδʼ ὅτι
ἄγουσι νύκτας. Ἀλλʼ ἀνάσχεσθʼ, ὦγαθαί,
καὶ προσταλαιπωρήσατʼ ἔτʼ ὀλίγον χρόνον·
ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν
μὴ στασιάσωμεν. Ἔστι δʼ ὁ χρησμὸς οὑτοσί.
Γυνή Γʹ Λέγʼ αὐτὸν ἡμῖν ὅ τι λέγει. Λυσιστράτη Σιγᾶτε δή.
Ἀλλʼ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,
τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων,
παῦλα κακῶν ἔσται, τὰ δʼ ὑπέρτερα νέρτερα θήσει
Ζεὺς ὑψιβρεμέτης— Γυνή Γʹ Ἐπάνω κατακεισόμεθʼ ἡμεῖς;
Λυσιστράτη ἢν δὲ διαστῶσιν καὶ ἀνάπτωνται πτερύγεσσιν
ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει
ὄρνεον οὐδʼ ὁτιοῦν καταπυγωνέστερον εἶναι.
Γυνή Γʹ Σαφής γʼ ὁ χρησμὸς νὴ Δίʼ. Ὦ πάντες θεοί.
Λυσιστράτη Μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,
ἀλλʼ εἰσίωμεν. Καὶ γὰρ αἰσχρὸν τουτογί,
ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.
Χορός γερόντων Μῦθον βούλομαι λέξαι τινʼ ὑμῖν,
ὅν ποτʼ ἤκουσʼ αὐτὸς ἔτι παῖς ὤν.
Οὕτως ἦν νεανίσκος Μελανίων τις, ὃς φεύ-
γων γάμον ἀφίκετʼ ἐς ἐρημίαν, κἀν
τοῖς ὄρεσιν ᾤκει·
κᾆτʼ ἐλαγοθήρει
πλεξάμενος ἄρκυς,
κοὐκέτι κατῆλθε πάλιν οἴκαδʼ ὑπὸ μίσους.
Οὕτω τὰς γυναῖκας ἐβδελύχθη κεῖνος, ἡμεῖς δʼ
οὐδὲν ἧττον τοῦ Μελανίωνος, οἱ σώφρονες.
Γέρων Βούλομαί σε, γραῦ, κύσαι—
Γυνή Γʹ Κρομμύων τἄρʼ οὔ σε δεῖ.
Γέρων κἀνατείνας λακτίσαι.
Γυνή Γʹ Τὴν λόχμην πολλὴν φορεῖς.
Γέρων Καὶ Μυρωνίδης γὰρ ἦν
τραχὺς ἐντεῦθεν μελάμπυ-
γός τε τοῖς ἐχθροῖς ἐπᾴσσειν·
ὣς δὲ καὶ Φορμίων.
Χορός γυναικῶν Κἀγὼ βούλομαι μῦθόν τινʼ ὑμῖν
ἀντιλέξαι τῷ Μελανίωνι.
Τίμων ἦν τις ἀίδρυτος ἀβάτοισι τὸ πρόσ-
ωπον εὖ σκώλοισι περιειργμένος, Ἐ-
ρινύων ἀπορρώξ.
Οὗτος οὖν ὁ Τίμων
ᾤχεθʼ ὑπὸ μίσους
πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.
Οὕτω κεῖνος ἡμῖν ἀντεμίσει τοὺς πονηροὺς
ἄνδρας ἀεί, ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.
Γυνή Γʹ Τὴν γνάθον βούλει θένω;
Γέρων Μηδαμῶς· ἔδεισα γάρ.
Γυνή Γʹ Ἀλλὰ κρούσω τῷ σκέλει;
Γέρων Τὸν σάκανδρον ἐκφανεῖς.
Γυνή Γʹ Ἀλλʼ ὅμως ἂν οὐκ ἴδοις
καίπερ οὔσης γραὸς ὄντʼ αὐ-
τὸν κομήτην, ἀλλʼ ἀπεψι-
λωμένον τῷ λύχνῳ.
Λυσιστράτη Ἰοὺ ἰού, γυναῖκες, ἴτε δεῦρʼ ὡς ἐμὲ
ταχέως. Γυνή Γʹ Τί δʼ ἐστίν; Εἰπέ μοι, τίς ἡ βοή;
Λυσιστράτη Ἄνδρʼ, ἄνδρʼ ὁρῶ προσιόντα παραπεπληγμένον,
τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.
Ὦ πότνια, Κύπρου καὶ Κυθήρων καὶ Πάφου
μεδέουσʼ. Ἴθʼ ὀρθὴν ἥνπερ ἔρχει τὴν ὁδόν.
Γυνή Γʹ Ποῦ δʼ ἐστίν, ὅστις ἐστί; Λυσιστράτη Παρὰ τὸ τῆς Χλόης.
Γυνή Γʹ Ὢ νὴ Δίʼ ἐστὶ δῆτα. Τίς κἀστίν ποτε;
Λυσιστράτη Ὁρᾶτε. Γιγνώσκει τις ὑμῶν; Μυρρίνη Νὴ Δία
ἔγωγε· κἄστιν οὑμὸς ἀνὴρ Κινησίας.
Λυσιστράτη Σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν
κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,
καὶ πάνθʼ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.
Μυρρίνη Ἀμέλει, ποήσω ταῦτʼ ἐγώ. Λυσιστράτη Καὶ μὴν ἐγὼ
ξυνηπεροπεύσω σοὶ παραμένουσʼ ἐνθαδί,
καὶ ξυσταθεύσω τοῦτον. Ἀλλʼ ἀπέλθετε.
Κινησίας Οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μʼ ἔχει
χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.
Λυσιστράτη Τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς; Κινησίας Ἐγώ.
Λυσιστράτη Ἀνήρ; Κινησίας Ἀνὴρ δῆτʼ. Λυσιστράτη Οὐκ ἄπει δῆτʼ ἐκποδών;
Κινησίας Σὺ δʼ εἶ τίς ἡκβάλλουσά μʼ; Λυσιστράτη Ἡμεροσκόπος.
Κινησίας Πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.
Λυσιστράτη Ἰδοὺ καλέσω ʼγὼ Μυρρίνην σοι; Σὺ δὲ τίς εἶ;
Κινησίας Ἁνὴρ ἐκείνης, Παιονίδης Κινησίας.
Λυσιστράτη Ὦ χαῖρε φίλτατʼ· οὐ γὰρ ἀκλεὲς τοὔνομα
τὸ σὸν παρʼ ἡμῖν ἐστιν οὐδʼ ἀνώνυμον.
Ἀεὶ γὰρ ἡ γυνή σʼ ἔχει διὰ στόμα.
Κἂν ᾠὸν ἢ μῆλον λάβῃ, «Κινησίᾳ
τουτὶ γένοιτο,» φησίν. Κινησίας Ὢ πρὸς τῶν θεῶν.
Λυσιστράτη Νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γʼ ἐμπέσῃ
λόγος τις, εἴρηκʼ εὐθέως ἡ σὴ γυνὴ
ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.
Κινησίας Ἴθι νυν κάλεσον αὐτήν. Λυσιστράτη Τί οὖν; Δώσεις τί μοι;
Κινησίας Ἔγωγε τόδε νὴ τὸν Δίʼ, ἢν βούλῃ γε σύ.
Ἔχω δὲ τοῦθʼ· ὅπερ οὖν ἔχω, δίδωμί σοι.
Λυσιστράτη Φέρε νυν καλέσω καταβᾶσά σοι. Κινησίας Ταχύ νυν πάνυ·
ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,
ἐξ οὗπερ αὕτη ʼξῆλθεν ἐκ τῆς οἰκίας,
ἀλλʼ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ
εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις
χάριν οὐδεμίαν οἶδʼ ἐσθίων. Ἔστυκα γάρ.
Μυρρίνη Φιλῶ φιλῶ ʼγὼ τοῦτον· ἀλλʼ οὐ βούλεται
ὑπʼ ἐμοῦ φιλεῖσθαι. Σὺ δέ με τούτῳ μὴ κάλει.
Κινησίας Ὦ γλυκύτατον Μυρρινίδιον, τί ταῦτα δρᾷς;
Κατάβηθι δεῦρο. Μυρρίνη Μὰ Δίʼ ἐγὼ μὲν αὐτόσʼ οὔ.
Κινησίας Ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;
Μυρρίνη Οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.
Κινησίας Ἐγὼ οὐ δεόμενος; Ἐπιτετριμμένος μὲν οὖν.
Μυρρίνη Ἄπειμι. Κινησίας Μὴ δῆτʼ, ἀλλὰ τῷ γοῦν παιδίῳ
ὑπάκουσον. Οὗτος, οὐ καλεῖς τὴν μαμμίαν;
Παιδίον Μαμμία, μαμμία, μαμμία.
Κινησίας Αὕτη, τί πάσχεις; Οὐδʼ ἐλεεῖς τὸ παιδίον
ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;
Μυρρίνη Ἔγωγʼ ἐλεῶ δῆτʼ· ἀλλʼ ἀμελὴς αὐτῷ πατήρ
ἐστιν. Κινησίας Κατάβηθʼ, ὦ δαιμονία, τῷ παιδίῳ.
Μυρρίνη Οἷον τὸ τεκεῖν. Καταβατέον. Τί γὰρ πάθω;
Κινησίας Ἐμοὶ μὲν αὕτη καὶ νεωτέρα δοκεῖ
πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν·
χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,
ταῦτʼ αὐτὰ δή ʼσθʼ ἃ καί μʼ ἐπιτρίβει τῷ πόθῳ.
Μυρρίνη Ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,
φέρε σε φιλήσω, γλυκύτατον τῇ μαμμίᾳ.
Κινησίας Τί, ὦ πονήρα, ταῦτα ποιεῖς χἀτέραις
πείθει γυναιξί; Κἀμέ τʼ ἄχθεσθαι ποεῖς
αὐτή τε λυπεῖ. Μυρρίνη Μὴ πρόσαγε τὴν χεῖρά μοι.
Κινησίας Τὰ δʼ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα
χεῖρον διατίθης. Μυρρίνη Ὀλίγον αὐτῶν μοι μέλει.
Κινησίας Ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης
ὑπὸ τῶν ἀλεκτρυόνων; Μυρρίνη Ἔμοιγε νὴ Δία.
Κινησίας Τὰ τῆς Ἀφροδίτης ἱέρʼ ἀνοργίαστά σοι
χρόνον τοσοῦτόν ἐστιν. Οὐ βαδιεῖ πάλιν;
Μυρρίνη Μὰ Δίʼ οὐκ ἔγωγʼ, ἢν μὴ διαλλαχθῆτέ γε
καὶ τοῦ πολέμου παύσησθε. Κινησίας Τοιγάρ, ἢν δοκῇ,
ποήσομεν καὶ ταῦτα. Μυρρίνη Τοιγάρ, ἢν δοκῇ,
κἄγωγʼ ἄπειμʼ ἐκεῖσε· νῦν δʼ ἀπομώμοκα.
Κινησίας Σὺ δʼ ἀλλὰ κατακλίνηθι μετʼ ἐμοῦ διὰ χρόνου.
Μυρρίνη Οὐ δῆτα· καίτοι σʼ οὐκ ἐρῶ γʼ ὡς οὐ φιλῶ.
Κινησίας Φιλεῖς; Τί οὖν οὐ κατεκλίνης, ὦ Μύρριον;
Μυρρίνη Ὦ καταγέλαστʼ, ἐναντίον τοῦ παιδίου;
Κινησίας Μὰ Δίʼ ἀλλὰ τοῦτό γʼ οἴκαδʼ, ὦ Μανῆ, φέρε.
Ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ʼκποδών·
σὺ δʼ οὐ κατακλινεῖ; Μυρρίνη Ποῦ γὰρ ἄν τις καί, τάλαν,
δράσειε τοῦθʼ; Κινησίας Ὅπου; τὸ τοῦ Πανὸς καλόν.
Μυρρίνη Καὶ πῶς ἔθʼ ἁγνὴ δῆτʼ ἂν ἔλθοιμʼ εἰς πόλιν;
Κινησίας Κάλλιστα δήπου, λουσαμένη τῇ Κλεψύδρᾳ.
Μυρρίνη Ἔπειτʼ ὀμόσασα δῆτʼ ἐπιορκήσω, τάλαν;
Κινησίας Εἰς ἐμὲ τράποιτο· μηδὲν ὅρκου φροντίσῃς.
Μυρρίνη Φέρε νυν ἐνέγκω κλινίδιον νῷν. Κινησίας Μηδαμῶς.
Ἀρκεῖ χαμαὶ νῷν. Μυρρίνη Μὰ τὸν Ἀπόλλω, μή σʼ ἐγὼ
καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.
Κινησίας Ἥ τοι γυνὴ φιλεῖ με, δήλη ʼστὶν καλῶς.
Μυρρίνη Ἰδού, κατάκεισʼ ἁνύσας τι, κἀγὼ ʼκδύομαι.
Καίτοι, τὸ δεῖνα, ψίαθός ἐστʼ ἐξοιστέα.
Κινησίας Ποία ψίαθος; Μή μοί γε. Μυρρίνη Νὴ τὴν Ἄρτεμιν,
αἰσχρὸν γὰρ ἐπὶ τόνου γε. Κινησίας Δός μοί νυν κύσαι.
Μυρρίνη Ἰδού. Κινησίας Παπαιάξ. Ἧκέ νυν ταχέως πάνυ.
Μυρρίνη Ἰδοὺ ψίαθος. Κατάκεισο, καὶ δὴ ʼκδύομαι.
Καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.
Κινησίας Ἀλλʼ οὐ δέομʼ οὐδὲν ἔγωγε. Μυρρίνη Νὴ Δίʼ ἀλλʼ ἐγώ.
Κινησίας Ἀλλʼ ἦ τὸ πέος τόδʼ Ἡρακλῆς ξενίζεται;
Μυρρίνη Ἀνίστασʼ, ἀναπήδησον. Ἤδη πάντʼ ἔχω.
Κινησίας Ἅπαντα δῆτα. Δεῦρό νυν, ὦ χρυσίον.
Μυρρίνη Τὸ στρόφιον ἤδη λύομαι. Μέμνησό νυν·
μή μʼ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.
Κινησίας Νὴ Δίʼ ἀπολοίμην. Μυρρίνη Ἀλλὰ σισύραν οὐκ ἔχεις.
Κινησίας Μὰ Δίʼ οὐδὲ δέομαί γʼ, ἀλλὰ βινεῖν βούλομαι.
Μυρρίνη Ἀμέλει, ποήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι.
Κινησίας Ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.
Μυρρίνη Ἔπαιρε σαυτόν. Κινησίας Ἀλλʼ ἐπῆρται τουτογί.
Μυρρίνη Βούλει μυρίσω σε; Κινησίας Μὰ τὸν Ἀπόλλω μή μέ γε.
Μυρρίνη Νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γʼ ἤν τε μή.
Κινησίας Εἴθʼ ἐκχυθείη τὸ μύρον, ὦ Ζεῦ δέσποτα.
Μυρρίνη Πρότεινε δὴ τὴν χεῖρα κἀλείφου λαβών.
Κινησίας Οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,
εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.
Μυρρίνη Τάλαινʼ ἐγώ, τὸ Ῥόδιον ἤνεγκον μύρον.
Κινησίας Ἀγαθόν· ἔα αὔτʼ, ὦ δαιμονία. Μυρρίνη Ληρεῖς ἔχων.
Κινησίας Κάκιστʼ ἀπόλοιθʼ ὁ πρῶτος ἑψήσας μύρον.
Μυρρίνη Λαβὲ τόνδε τὸν ἀλάβαστον. Κινησίας Ἀλλʼ ἕτερον ἔχω.
Ἀλλʼ ᾦζυρά, κατάκεισο καὶ μή μοι φέρε
μηδέν. Μυρρίνη Ποήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.
Ὑπολύομαι γοῦν. Ἀλλʼ ὅπως, ὦ φίλτατε,
σπονδὰς ποεῖσθαι ψηφιεῖ. Κινησίας Βουλεύσομαι. —
Ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ
τά τʼ ἄλλα πάντα κἀποδείρασʼ οἴχεται.
Οἴμοι τί πάθω; Τίνα βινήσω,
τῆς καλλίστης πασῶν ψευσθεία;
Πῶς ταυτηνὶ παιδοτροφήσω;
Ποῦ Κυναλώπηξ;
Μίσθωσόν μοι τὴν τίτθην.
Χορός γερόντων Ἐν δεινῷ γʼ, ὦ δύστηνε, κακῷ
τείρει ψυχὴν ἐξαπατηθείς.
Κἄγωγʼ οἰκτίρω σʼ. Αἰαῖ.
Ποῖος γὰρ ἔτʼ ἂν νέφρος ἀντίσχοι,
ποία ψυχή, ποῖοι δʼ ὄρχεις,
ποία δʼ ὀσφύς, ποῖος δʼ ὄρρος
κατατεινόμενος
καὶ μὴ βινῶν τοὺς ὄρθρους;
Κινησίας Ὦ Ζεῦ, δεινῶν ἀντισπασμῶν.
Χορός γερόντων Ταυτὶ μέντοι νυνί σʼ ἐπόησʼ
ἡ παμβδελύρα καὶ παμμυσάρα.
Κινησίας Μὰ Δίʼ ἀλλὰ φίλη καὶ παγγλυκέρα.
Χορός γερόντων Ποία γλυκερά; Μιαρὰ μιαρὰ δῆτʼ, ὦ Ζεῦ.
Εἴθʼ αὐτὴν ὥσπερ τοὺς θωμοὺς
μεγάλῳ τυφῷ καὶ πρηστῆρι
ξυστρέψας καὶ ξυγγογγύλας
οἴχοιο φέρων, εἶτα μεθείης,
ἡ δὲ φέροιτʼ αὖ πάλιν εἰς τὴν γῆν,
κᾆτʼ ἐξαίφνης
περὶ τὴν ψωλὴν περιβαίη.
Κῆρυξ Λακεδαιμονίων Πᾶ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία
ἢ τοὶ πρυτάνιες; Λῶ τι μυσίξαι νέον.
Πρύτανις Τίς δʼ εἶ; πότερον ἄνθρωπος ἢ Κονίσαλος;
Κῆρυξ Λακεδαιμονίων Κᾶρυξ ἐγών, ὦ κυρσάνιε, ναὶ τὼ σιὼ
ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.
Πρύτανις Κἄπειτα δόρυ δῆθʼ ὑπὸ μάλης ἥκεις ἔχων;
Κῆρυξ Λακεδαιμονίων Οὐ τὸν Δίʼ οὐκ ἔγωνγα. Πρύτανις Ποῖ μεταστρέφει;
Τί δὴ προβάλλει τὴν χλαμύδʼ; Ἦ βουβωνιᾷς
ὑπὸ τῆς ὁδοῦ; Κῆρυξ Λακεδαιμονίων Ἀλεός γα ναὶ τὸν Κάστορα
ὥνθρωπος. Πρύτανις Ἀλλʼ ἔστυκας, ὦ μιαρώτατε.
Κῆρυξ Λακεδαιμονίων Οὐ τὸν Δίʼ οὐκ ἔγωνγα· μηδʼ αὖ πλαδδίη,
Πρύτανις Τί δʼ ἐστί σοι τοδί; Κῆρυξ Λακεδαιμονίων Σκυτάλα Λακωνικά.
Πρύτανις Εἴπερ γε, χαὔτη ʼστὶ σκυτάλη Λακωνική.
Ἀλλʼ ὡς πρὸς εἰδότʼ ἐμὲ σὺ τἀληθῆ λέγε.
Τί τὰ πράγμαθʼ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;
Κῆρυξ Λακεδαιμονίων Ὀρσὰ Λακεδαίμων πᾶἁ καὶ τοὶ σύμμαχοι
ἅπαντες ἐστύκαντι· τὰν πελλᾶν δὲ δεῖ.
Πρύτανις Ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;
Ἀπὸ Πανός; Κῆρυξ Λακεδαιμονίων Οὔκ, ἀλλʼ ἆρχε μέν, οἰῶ, Λαμπιτώ,
ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἁμᾶ
γυναῖκες ἇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος
ἀπήλαἁν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.
Πρύτανις Πῶς οὖν ἔχετε; Κῆρυξ Λακεδαιμονίων Μογίομες· ἂν γὰρ τὰν πόλιν
ἇπερ λυχνοφορίοντες ὑποκεκύφαμες.
Ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγῆν
ἐῶντι, πρίν χʼ ἅπαντες ἐξ ἑνὸς λόγω
σπονδὰς ποιηὥμεσθα καττὰν Ἑλλάδα.
Πρύτανις Τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται
ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω.
Ἀλλʼ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν
πρέσβεις ἀποπέμπειν αὐτοκράτορας ἐνθαδί.
Ἐγὼ δʼ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω
πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.
Κῆρυξ Λακεδαιμονίων Ποτάὁμαι· κράτιστα γὰρ παντᾶ λέγεις.
Χορός γερόντων Οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
οὐδὲ πῦρ, οὐδʼ ὧδʼ ἀναιδὴς οὐδεμία πόρδαλις.
Χορός γυναικῶν Ταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,
ἐξόν, ὦ πόνηρέ, σοι βέβαιον ἔμʼ ἔχειν φίλην;
Χορός γερόντων Ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.
Χορός γυναικῶν Ἀλλʼ ὅταν βούλῃ σύ. Νῦν δʼ οὖν οὔ σε περιόψομαι
γυμνὸν ὄνθʼ οὕτως. Ὅρα γὰρ ὡς καταγέλαστος εἶ.
Ἀλλὰ τὴν ἐξωμίδʼ ἐνδύσω σε προσιοῦσʼ ἐγώ.
Χορός γερόντων Τοῦτο μὲν μὰ τὸν Δίʼ οὐ πονηρὸν ἐποήσατε·
ἀλλʼ ὑπʼ ὀργῆς γὰρ πονηρᾶς καὶ τότʼ ἀπέδυν ἐγώ.
Χορός γυναικῶν Πρῶτα μὲν φαίνει γʼ ἀνήρ, εἶτʼ οὐ καταγέλαστος εἶ.
Κεἴ με μὴ ʼλύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον
τοὐπὶ τὠφθαλμῷ λαβοῦσʼ ἐξεῖλον ἄν, ὃ νῦν ἔνι.
Χορός γερόντων Τοῦτʼ ἄρʼ ἦν με τοὐπιτρῖβον. Δακτύλιος οὑτοσί·
ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι·
ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.
Χορός γυναικῶν Ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ.
Ἦ μέγʼ, ὦ Ζεῦ, χρῆμʼ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.
Οὐχ ὁρᾷς; Οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;
Χορός γερόντων Νὴ Δίʼ ὤνησάς γέ μʼ, ὡς πάλαι γέ μʼ ἐφρεωρύχει,
ὥστʼ ἐπειδὴ ʼξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.
Χορός γυναικῶν Ἀλλʼ ἀποψήσω σʼ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,
καὶ φιλήσω. Χορός γερόντων Μὴ φιλήσῃς. Χορός γυναικῶν Ἤν τε βούλῃ γʼ ἤν τε μή.
Χορός γερόντων Ἀλλὰ μὴ ὥρας ἴκοισθʼ· ὡς ἐστὲ θωπικαὶ φύσει,
κἄστʼ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,
οὔτε σὺν πανωλέθροισιν οὔτʼ ἄνευ πανωλέθρων.
Ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι
οὔτε δράσω φλαῦρον οὐδὲν οὔθʼ ὑφʼ ὑμῶν πείσομαι.
Ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.
Χορός γυναικῶν Οὐ παρασκευαζόμεσθα
τῶν πολιτῶν οὐδένʼ, ὦνδρες,
φλαῦρον εἰπεῖν οὐδὲ ἕν,
ἀλλὰ πολὺ τοὔμπαλιν πάντʼ ἀγαθὰ καὶ λέγειν καὶ
δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα.
Ἀλλʼ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή,
εἴ τις ἀργυρίδιον δεῖ-
ται λαβεῖν, μνᾶς ἢ δύʼ ἢ τρεῖς·
ὡς ἔσω ʼστὶν
κἄχομεν βαλλάντια.
Κἄν ποτʼ εἰρήνη φανῇ,
ὅστις ἂν νυνὶ δανείση-
ται παρʼ ἡμῶν,
ἢν λάβῃ μηκέτʼ ἀποδῷ.
Ἑστιᾶν δὲ μέλλομεν ξέ-
νους τινὰς Καρυστίους, ἄν-
δρας καλούς τε κἀγαθούς.
Κἄστιν ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι, καὶ
τοῦτο τέθυχʼ, ὥστε γεύσεσθʼ ἁπαλὰ καὶ καλά.
Ἥκετʼ οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴ
τοῦτο δρᾶν λελουμένους αὐ-
τούς τε καὶ τὰ παιδίʼ, εἶτʼ εἴ- σω βαδίζειν,
μηδʼ ἐρέσθαι μηδένα,
ἀλλὰ χωρεῖν ἄντικρυς ὥσπερ οἴκαδʼ εἰς ἑαυτῶν
γεννικῶς, ὡς
ἡ θύρα κεκλείσεται.
Καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας
χωροῦσʼ, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.
Ἄνδρες Λάκωνες, πρῶτα μέν μοι χαίρετε,
εἶτʼ εἴπαθʼ ἡμῖν πῶς ἔχοντες ἥκετε.
Λάκων Τί δεῖ ποθʼ ὑμὲ πολλὰ μυσίδδην ἔπη;
Ὁρῆν γὰρ ἔξεσθʼ ὡς ἔχοντες ἵκομες.
Χορός γυναικῶν Βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰ
δεινῶς τεθερμῶσθαί τε χεῖρον φαίνεται.
Λαμπιτώ Ἄφατα. Τί κα λέγοι τις; Ἀλλʼ ὅπα σέλει
παντᾶ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.
Χορός γυναικῶν Καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας
ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων
θαἰμάτιʼ ἀποστέλλοντας· ὥστε φαίνεται
ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.
Πρύτανις Τίς ἂν φράσειε ποῦ ʼστιν ἡ Λυσιστράτη;
Ὡς ἅνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.
Χορός γυναικῶν Χαὔτη ξυνᾴδει θἀτέρᾳ ταύτῃ νόσος.
Ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;
Πρύτανις Μὰ Δίʼ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.
Ὥστʼ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,
οὐκ ἔσθʼ ὅπως οὐ Κλεισθένη βινήσομεν.
Χορός γυναικῶν Εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθʼ, ὅπως
τῶν ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.
Πρύτανις Νὴ τὸν Δίʼ εὖ μέντοι λέγεις. Λαμπιτώ Ναὶ τὼ σιὼ
παντᾶ γα. Φέρε τὸ ἔσθος ἀμβαλώμεθα.
Πρύτανις Ὦ χαίρεθʼ, οἱ Λάκωνες· αἰσχρά γʼ ἐπάθομεν.
Λαμπιτώ Ὦ πολυχαρείδα, δεινά γʼ αὖ πεπόνθαμες,
αἰκ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.
Πρύτανις Ἄγε δή, Λάκωνες, αὔθʼ ἕκαστα χρὴ λέγειν.
Ἐπὶ τί πάρεστε δεῦρο; Λαμπιτώ Περὶ διαλλαγᾶν
πρέσβης. Πρύτανις Καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί.
Τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράτην,
ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;
Λαμπιτώ Ναὶ τὼ σιώ, καἰ λῆτε, τὸν Λυἵστρατον.
Πρύτανις Ἀλλʼ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν·
αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδʼ ἐξέρχεται.
Χορός γυναικῶν Χαῖρʼ, ὦ πασῶν ἀνδρειοτάτη· δεῖ δὴ νυνί σε γενέσθαι
δεινὴν μαλακήν, ἀγαθὴν φαύλην, σεμνὴν ἀγανήν, πολύπειρον·
ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι
συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντʼ ἐπέτρεψαν.
Λυσιστράτη Ἀλλʼ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις
ὀργῶντας ἀλλήλων τε μὴ ʼκπειρωμένους.
Τάχα δʼ εἴσομαι ʼγώ. Ποῦ ʼστιν ἡ Διαλλαγή;
Πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς,
καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδʼ αὐθαδικῇ,
μηδʼ ὥσπερ ἡμῶν ἄνδρες ἀμαθῶς τοῦτʼ ἔδρων,
ἀλλʼ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ.
Ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.
Ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε·
οὗ δʼ ἂν διδῶσι, πρόσαγε τούτου λαβομένη.
Ἄνδρες Λάκωνες, στῆτε παρʼ ἐμὲ πλησίον,
ἐνθένδε δʼ ὑμεῖς, καὶ λόγων ἀκούσατε.
Ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δʼ ἔνεστί μοι.
Αὐτὴ δʼ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω,
τοὺς δʼ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους
πολλοὺς ἀκούσασʼ οὐ μεμούσωμαι κακῶς.
Λαβοῦσα δʼ ὑμᾶς λοιδορῆσαι βούλομαι
κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος
βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς
Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ—πόσους
εἴποιμʼ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι; —
ἐχθρῶν παρόντων βαρβάρῳ στρατεύματι
Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.
Εἷς μὲν λόγος μοι δεῦρʼ ἀεὶ περαίνεται.
Πρύτανις Ἐγὼ δʼ ἀπόλλυμαί γʼ ἀπεψωλημένος.
Λυσιστράτη Εἶτʼ, ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,
οὐκ ἴσθʼ ὅτʼ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ
ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο
ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι
στρατιὰν προσαιτῶν; Ἡ δὲ Μεσσήνη τότε
ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.
Ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις
Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.
Ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο
δῃοῦτε χώραν, ἧς ὑπʼ εὖ πεπόνθατε;
Πρύτανις Ἀδικοῦσιν οὗτοι νὴ Δίʼ, ὦ Λυσιστράτη.
Λαμπιτώ Ἀδικίομες· ἀλλʼ ὁ πρωκτὸς ἄφατον ὡς καλός.
Λυσιστράτη Ὑμᾶς δʼ ἀφήσειν τοὺς Ἀθηναίους μʼ οἴει;
Οὐκ ἴσθʼ ὅθʼ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ
κατωνάκας φοροῦντας ἐλθόντες δορὶ
πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,
πολλοὺς δʼ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,
καὶ ξυμμαχοῦντες τῇ τόθʼ ἡμέρᾳ μόνοι
ἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης
τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;
Λαμπιτώ Οὔπα γυναῖκʼ ὄπωπα χαἱωτέραν.
Πρύτανις Ἐγὼ δὲ κύσθον γʼ οὐδέπω καλλίονα.
Λυσιστράτη Τί δῆθʼ ὑπηργμένων γε πολλῶν κἀγαθῶν
μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;
Τί δʼ οὐ διηλλάγητε; Φέρε, τί τοὐμποδών,
Λαμπιτώ Ἁμές γα λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον
λῇ τοῦτʼ ἀποδόμεν. Λυσιστράτη Ποῖον, ὦ τᾶν; Λαμπιτώ Τὰν Πύλον,
τᾶσπερ πάλαι δεόμεθα καὶ βλιμάδδομες.
Πρύτανις Μὰ τὸν Ποσειδῶ τοῦτο μέν γʼ οὐ δράσετε.
Λυσιστράτη Ἄφετʼ, ὦγάθʼ, αὐτοῖς. Πρύτανις Κᾆτα τίνα κινήσομεν;
Λυσιστράτη Ἕτερόν γʼ ἀπαιτεῖτʼ ἀντὶ τούτου χωρίον.
Πρύτανις Τὸ δεῖνα τοίνυν, παράδοθʼ ἡμῖν τουτονὶ
πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ
κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.
Λαμπιτώ Οὐ τὼ σιώ, οὐκὶ πάντα γʼ, ὦ λισσάνιε.
Λυσιστράτη Ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.
Πρύτανις Ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.
Λαμπιτώ Ἐγὼν δὲ κοπραγωγῆν γα πρῲ ναὶ τὼ σιώ.
Λυσιστράτη Ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.
Ἀλλʼ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ
τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.
Πρύτανις Ποίοισιν, ὦ τᾶν, ξυμμάχοις; Ἐστύκαμεν.
Οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν,
βινεῖν, ἅπασιν; Λαμπιτώ Τοῖσι γῶν ναὶ τὼ σιὼ
ἁμοῖσι. Πρύτανις Καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.
Λυσιστράτη Καλῶς λέγετε. Νῦν οὖν ὅπως ἁγνεύσετε,
ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει
ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.
Ὅρκους δʼ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.
Κἄπειτα τὴν αὑτοῦ γυναῖχʼ ὑμῶν λαβὼν
ἄπεισʼ ἕκαστος. Πρύτανις Ἀλλʼ ἴωμεν ὡς τάχος.
Λαμπιτώ Ἄγʼ ὅπα τυ λῇς. Πρύτανις Νὴ τὸν Δίʼ ὡς τάχιστʼ ἄγε.
Χορός γυναικῶν Στρωμάτων δὲ ποικίλων καὶ
χλανιδίων καὶ ξυστίδων καὶ
χρυσίων, ὅσʼ ἐστί μοι,
οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν τοῖς
παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.
Πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν
χρημάτων νῦν ἔνδοθεν, καὶ
μηδὲν οὕτως εὖ σεσημάν-
θαι τὸ μὴ οὐχὶ
τοὺς ῥύπους ἀνασπάσαι,
χἄττʼ ἂν ἔνδον ᾖ φορεῖν.
Ὄψεται δʼ οὐδὲν σκοπῶν, εἰ
μή τις ὑμῶν
ὀξύτερον ἐμοῦ βλέπει.
Εἰ δέ τῳ μὴ σῖτος ὑμῶν
ἐστι, βόσκει δʼ οἰκέτας καὶ
σμικρὰ πολλὰ παιδία,
ἔστι παρʼ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν, ὁ δʼ
ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.
Ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω
εἰς ἐμοῦ σάκους ἔχων καὶ
κωρύκους· ὡς λήψεται πυ-
ρούς. Ὁ Μανῆς δʼ
οὑμὸς αὐτοῖς ἐμβαλεῖ.
Πρός γε μέντοι τὴν θύραν
προαγορεύω μὴ βαδίζειν τὴν ἐμήν, ἀλλʼ
εὐλαβεῖσθαι τὴν κύνα.
Πρύτανις Ἄνοιγε τὴν θύραν σύ. Παραχωρεῖν σʼ ἔδει.
Ὑμεῖς, τί κάθησθε; Μῶν ἐγὼ τῇ λαμπάδι
ὑμᾶς κατακαύσω; Φορτικὸν τὸ χωρίον.
Οὐκ ἂν ποήσαιμʼ. Εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,
ὑμῖν χαρίζεσθαι ταλαιπωρήσομεν.
Ἀθηναῖος Χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.
Πρύτανις Οὐκ ἄπιτε; Κωκύσεσθε τὰς τρίχας μακρά.
Οὐκ ἄπιθʼ, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν
καθʼ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;
Ἀθηναῖος Οὔπω τοιοῦτον συμπόσιον ὄπωπʼ ἐγώ.
Ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί·
ἡμεῖς δʼ ἐν οἴνῳ συμπόται σοφώτατοι.
Πρύτανις Ὀρθῶς γʼ, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν.
Ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,
μεθυόντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν.
Νῦν μὲν γὰρ ὅταν ἔλθωμεν εἰς Λακεδαίμονα
νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν·
ὥσθʼ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν,
ἃ δʼ οὐ λέγουσι, ταῦθʼ ὑπονενοήκαμεν,
ἀγγέλλομεν δʼ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι.
Νυνὶ δʼ ἅπαντʼ ἤρεσκεν· ὥστʼ εἰ μέν γέ τις
ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον,
ἐπῃνέσαμεν ἂν καὶ πρὸς ἐπιωρκήσαμεν.
Ἀλλʼ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν
εἰς ταὐτόν. Οὐκ ἐρρήσετʼ, ὦ μαστιγίαι;
Ἀθηναῖος Νὴ τὸν Δίʼ· ὡς ἤδη γε χωροῦσʼ ἔνδοθεν.
Λαμπιτώ Ὦ πολυχαρείδα, λαβὲ τὰ φυἁτήρια,
ἵνʼ ἐγὼν διποδιάξω τε κἀείὡ καλὸν
ἐς τὼς Ἀσαναίως τε χἄμʼ ἄεισμʼ ἁμᾶ.
Πρύτανις Λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν·
ὡς ἥδομαί γʼ ὑμᾶς ὁρῶν ὀρχουμένους.
Λαμπιτώ Ὅρμαὁν τῷ κυρσανίῳ, Μναμόνα,
τὰν τεὰν Μῶἁν, ἅτις
οἶδεν ἁμὲ τώς τʼ Ἀσαναί-
ως, ὅκα τοὶ μὲν ἐπʼ Ἀρταμιτίῳ
πρώκροον συείκελοι
ποττὰ κᾶλα τὼς Μήδως τʼ ἐνίκων·
ἁμὲ δʼ αὖ Λεωνίδας
ἆγεν ἇπερ τὼς κάπρως σά-
γοντας, οἰῶ, τὸν ὀδόντα· πολὺς δʼ
ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσεεν, πο-
λὺς δʼ ἁμᾶ καττῶν σκελῶν ἵετο.
Ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως
τᾶς ψάμμας τοὶ Πέρσαι.
Ἀγροτέρα σηροκτόνε, μόλε δεῦρο, παρσένε σιά,
ποττὰς σπονδάς,
ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. Νῦν δʼ
αὖ φιλία τʼ ἀὲς εὔπορος εἴη
ταῖσι συνθήκαισι, καὶ τᾶν αἱμυλᾶν ἀ-
λωπέκων παυαἵμεθα.
Ὤ, δεῦρʼ ἴθι, δεῦρο,
ὦ κυναγὲ παρσένε.
Πρύτανις Ἄγε νυν ἐπειδὴ τἄλλα πεπόηται καλῶς,
ἀπάγεσθε ταύτας, ὦ Λάκωνες, τασδεδὶ
ὑμεῖς· ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ
στήτω παρʼ ἄνδρα, κᾆτʼ ἐπʼ ἀγαθαῖς ξυμφοραῖς
ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα
τὸ λοιπὸν αὖθις μὴ ʼξαμαρτάνειν ἔτι.
Χορός γυναικῶν Πρόσαγε χορόν, ἔπαγε χάριτας,
ἐπὶ δὲ κάλεσον Ἄρτεμιν,
ἐπὶ δὲ δίδυμον ἀγέχορον Ἰήιον
εὔφρονʼ, ἐπὶ δὲ Νύσιον,
ὃς μετὰ μαινάσιν ὄμμασι δαίεται,
Δία τε πυρὶ φλεγόμενον, ἐπὶ δὲ
πότνιαν ἄλοχον ὀλβίαν·
εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι
χρησόμεθʼ οὐκ ἐπιλήσμοσιν
ἡσυχίας πέρι τῆς ἀγανόφρονος,
ἣν ἐπόησε θεὰ Κύπρις.
Ἀλαλαί, ἰὴ παιών.
Αἴρεσθʼ ἄνω, ἰαί,
ὡς ἐπὶ νίκῃ, ἰαί.
Εὐοῖ, εὐοῖ, εὐαῖ, εὐαῖ.
Πρύτανις Λάκων, πρόφαινε δὴ σὺ μοῦσαν ἔτι νέαν.
Λαμπιτώ Ταΰγετον αὖτʼ ἐραννὸν ἐκλιπῶἁ,
Μῶἁ μόλε, μόλε, Λάκαινα, πρεπτὸν ἁμὶν
κλέωἁ τὸν Ἀμύκλαις σιὸν
καὶ Χαλκίοικον ἄνασσαν,
Τυνδαρίδας τʼ ἀγασώς,
τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.
Εἶα μάλʼ ἔμβη,
ὢ εἶα κοῦφα πᾶλον,
ὡς Σπάρταν ὑμνίωμες,
τᾷ σιῶν χοροὶ μέλοντι
καὶ ποδῶν κτύπος,
ὅχʼ ἇτε πῶλοι ταὶ κόραι
πὰρ τὸν Εὐρώταν
ἀμπαδίοντι, πυκνὰ ποδοῖν
ἀγκονίωαἱ,
ταὶ δὲ κόμαι σείονται
ἇπερ Βακχᾶν θυρσαδδωἇν καὶ παιδδωἇν.
Ἁγῆται δʼ ἁ Λήδας παῖς
ἁγνὰ χοραγὸς εὐπρεπής.
Ἀλλʼ ἄγε, κόμαν παραμπύκιδδε χερὶ ποδοῖν τε πάδη
ἇ τις ἔλαφος, κρότον δʼ ἁμᾶ ποίη χορωφελήταν,
καὶ τὰν κρατίσταν παμμάχον, τὰν Χαλκίοικον ὕμνη.