eul_wid: daw-aq
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Frogs by Aristophanes of Athens

Frogs is a comedy by the Athenian playwright Aristophanes, first performed in 405 BCE at the Lenaean festival, where it won first prize. Written in verse, the play exemplifies the structure and satirical character of Old Comedy. Its plot follows the god Dionysus, who, despairing at the state of Athenian tragedy following the death of Euripides, descends to the Underworld to retrieve the poet. His journey, comically undertaken with his cowardly slave Xanthias, features a memorable encounter with a chorus of frogs during the crossing of the infernal lake. The play's central and lengthier portion consists of a formal debate, or agon, between the deceased tragedians Aeschylus and Euripides, who contend for the title of supreme poet and the privilege of returning to the world of the living. After a contest that parodies and critiques their respective literary styles and moral philosophies, Dionysus ultimately selects Aeschylus to accompany him back to Athens.

Produced during the final, desperate year of the Peloponnesian War, Frogs transcends mere literary parody. Its unusual concluding plea for civic reconciliation and its symbolic choice of the traditional, morally robust Aeschylus over the modern, sophistic Euripides are widely interpreted as Aristophanes's direct intervention in Athens's political crisis, advocating for wisdom and unity to save the city. Preserved in full through the medieval manuscript tradition, the play remains a vital historical document and is celebrated as one of the earliest and most influential works of literary criticism in the Western canon.

Ξανθίας Εἴπω τι τῶν εἰωθότων, ὦ δέσποτα,
ἐφʼ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
Διόνυσος Νὴ τὸν Δίʼ ὅ τι βούλει γε, πλὴν «Πιέζομαι.»
Τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστʼ ἤδη χολή.
Ξανθίας Μηδʼ ἕτερον ἀστεῖόν τι; Διόνυσος Πλήν γʼ «Ὡς θλίβομαι.»
Ξανθίας Τί δαί; Τὸ πάνυ γέλοιον εἴπω; Διόνυσος Νὴ Δία
θαρρῶν γε· μόνον ἐκεῖνʼ ὅπως μὴ ʼρεῖς— Ξανθίας Τὸ τί;
Διόνυσος μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.
Ξανθίας Μηδʼ ὅτι τοσοῦτον ἄχθος ἐπʼ ἐμαυτῷ φέρων,
εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;
Διόνυσος Μὴ δῆθʼ, ἱκετεύω, πλήν γʼ ὅταν μέλλω ʼξεμεῖν.
Ξανθίας Τί δῆτʼ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
εἴπερ ποήσω μηδὲν ὧνπερ Φρυνίχοις
εἴωθε ποιεῖν καὶ Λύκισι κἀμειψίαις
σκεύη φέρουσʼ ἑκάστοτʼ ἐν κωμῳδίᾳ;
Διόνυσος Μή νυν ποήσῃς· ὡς ἐγὼ θεώμενος,
ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
πλεῖν ἢ ʼνιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
Ξανθίας Ὦ τρισκακοδαίμων ἄρʼ ὁ τράχηλος οὑτοσί,
ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
Διόνυσος Εἶτʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ καὶ πολλὴ τρυφή,
ὅτʼ ἐγὼ μὲν ὢν Διόνυσος, υἱὸς Σταμνίου,
αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δʼ ὀχῶ,
ἵνα μὴ ταλαιπωροῖτο μηδʼ ἄχθος φέροι;
Ξανθίας Οὐ γὰρ φέρω ʼγώ; Διόνυσος Πῶς φέρεις γὰρ ὅς γʼ ὀχεῖ;
Ξανθίας Φέρων γε ταυτί. Διόνυσος Τίνα τρόπον; Ξανθίας Βαρέως πάνυ.
Διόνυσος Οὔκουν τὸ βάρος τοῦθʼ ὃ σὺ φέρεις ὄνος φέρει;
Ξανθίας Οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω, μὰ τὸν Δίʼ οὔ.
Διόνυσος Πῶς γὰρ φέρεις, ὅς γʼ αὐτὸς ὑφʼ ἑτέρου φέρει;
Ξανθίας Οὐκ οἶδʼ· ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται.
Διόνυσος Σὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σʼ ὠφελεῖν,
ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
Ξανθίας Οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
Ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
Διόνυσος Κατάβα, πανοῦργε. Καὶ γὰρ ἐγγὺς τῆς θύρας
ἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά με
ἔδει τραπέσθαι. Παιδίον, παῖ, ἠμί, παῖ.
Ἡρακλῆς Τίς τὴν θύραν ἐπάταξεν; Ὡς κενταυρικῶς
ἐνήλαθʼ ὅστις. Εἰπέ μοι, τουτὶ τί ἦν;
Διόνυσος Ὁ παῖς. Ξανθίας Τί ἐστιν; Διόνυσος Οὐκ ἐνεθυμήθης; Ξανθίας Τὸ τί;
Διόνυσος Ὡς σφόδρα μʼ ἔδεισε. Ξανθίας Νὴ Δία, μὴ μαίνοιό γε.
Ἡρακλῆς Οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν.
Καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ.
Διόνυσος Ὦ δαιμόνιε, πρόσελθε· δέομαι γάρ τί σου.
Ἡρακλῆς Ἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλων
ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
Τίς ὁ νοῦς; Τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
Ποῖ γῆς ἀπεδήμεις; Διόνυσος Ἐπεβάτευον Κλεισθένει.
Ἡρακλῆς Κἀναυμάχησας; Διόνυσος Καὶ κατεδύσαμέν γε ναῦς
τῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεισκαίδεκα.
Ἡρακλῆς Σφώ; Διόνυσος Νὴ τὸν Ἀπόλλω. Ξανθίας Κᾆτʼ ἔγωγʼ ἐξηγρόμην.
Διόνυσος Καὶ δῆτʼ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι
τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος
τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.
Ἡρακλῆς Πόθος; πόσος τις; Διόνυσος Σμικρός, ἡλίκος Μόλων.
Ἡρακλῆς Γυναικός; Διόνυσος Οὐ δῆτʼ. Ἡρακλῆς Ἀλλὰ παιδός; Διόνυσος Οὐδαμῶς.
Ἡρακλῆς Ἀλλʼ ἀνδρός; Διόνυσος Ἀπαπαῖ. Ἡρακλῆς Ξυνεγένου τῷ Κλεισθένει;
Διόνυσος Μὴ σκῶπτέ μʼ, ὦδέλφʼ· οὐ γὰρ ἀλλʼ ἔχω κακῶς·
τοιοῦτος ἵμερός με διαλυμαίνεται.
Ἡρακλῆς Ποῖός τις, ὦδελφίδιον; Διόνυσος Οὐκ ἔχω φράσαι.
Ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ.
Ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους;
Ἡρακλῆς Ἔτνους; Βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ.
Διόνυσος Ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ πέρα φράσω;
Ἡρακλῆς Μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.
Διόνυσος Τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος
Εὐριπίδου. Ἡρακλῆς Καὶ ταῦτα τοῦ τεθνηκότος;
Διόνυσος Κοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ
ἐλθεῖν ἐπʼ ἐκεῖνον. Ἡρακλῆς Πότερον εἰς Ἅιδου κάτω;
Διόνυσος Καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστιν ἔτι κατωτέρω.
Ἡρακλῆς Τί βουλόμενος; Διόνυσος Δέομαι ποητοῦ δεξιοῦ.
Οἱ μὲν γὰρ οὐκέτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί.
Ἡρακλῆς Τί δʼ; Οὐκ Ἰοφῶν ζῇ; Διόνυσος Τοῦτο γάρ τοι καὶ μόνον
ἔτʼ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτʼ ἄρα·
οὐ γὰρ σάφʼ οἶδʼ οὐδʼ αὐτὸ τοῦθʼ ὅπως ἔχει.
Ἡρακλῆς Εἶτʼ οὐ Σοφοκλέα πρότερον ἀντʼ Εὐριπίδου
μέλλεις ἀνάγειν, εἴπερ γʼ ἐκεῖθεν δεῖ σʼ ἄγειν;
Διόνυσος Οὔ, πρίν γʼ ἂν Ἰοφῶντʼ, ἀπολαβὼν αὐτὸν μόνον,
ἄνευ Σοφοκλέους ὅ τι ποεῖ κωδωνίσω.
Κἄλλως ὁ μέν γʼ Εὐριπίδης πανοῦργος ὢν
κἂν ξυναποδρᾶναι δεῦρʼ ἐπιχειρήσειέ μοι·
ὁ δʼ εὔκολος μὲν ἐνθάδʼ, εὔκολος δʼ ἐκεῖ.
Ἡρακλῆς Ἀγάθων δὲ ποῦ ʼστιν; Διόνυσος Ἀπολιπών μʼ ἀποίχεται,
ἀγαθὸς ποητὴς καὶ ποθεινὸς τοῖς φίλοις.
Ἡρακλῆς Ποῖ γῆς ὁ τλήμων; Διόνυσος Ἐς μακάρων εὐωχίαν.
Ἡρακλῆς Ὁ δὲ Ξενοκλέης; Διόνυσος Ἐξόλοιτο νὴ Δία.
Ἡρακλῆς Πυθάγγελος δέ; Ξανθίας Περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος
ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.
Ἡρακλῆς Οὔκουν ἕτερʼ ἔστʼ ἐνταῦθα μειρακύλλια
τραγῳδίας ποιοῦντα πλεῖν ἢ μυρία,
Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα;
Διόνυσος Ἐπιφυλλίδες ταῦτʼ ἐστὶ καὶ στωμύλματα,
χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
Γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.
Ἡρακλῆς Πῶς γόνιμον; Διόνυσος Ὡδὶ γόνιμον, ὅστις φθέγξεται
τοιουτονί τι παρακεκινδυνευμένον,
«αἰθέρα Διὸς δωμάτιον,» ἢ «χρόνου πόδα,»
ἢ «φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθʼ ἱερῶν,
γλῶτταν δʼ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.»
Ἡρακλῆς Σὲ δὲ ταῦτʼ ἀρέσκει; Διόνυσος Μἀλλὰ πλεῖν ἢ μαίνομαι.
Ἡρακλῆς Ἦ μὴν κόβαλά γʼ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.
Διόνυσος Μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.
Ἡρακλῆς Καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.
Διόνυσος Δειπνεῖν με δίδασκε. Ξανθίας Περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.
Διόνυσος Ἀλλʼ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων
ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ
ἐχρῶ τόθʼ, ἡνίκʼ ἦλθες ἐπὶ τὸν Κέρβερον,
τούτους φράσον μοι, λιμένας, ἀρτοπώλια,
πορνεῖʼ, ἀναπαύλας, ἐκτροπάς, κρήνας, ὁδούς,
πόλεις, διαίτας, πανδοκευτρίας, ὅπου
κόρεις ὀλίγιστοι. Ξανθίας Περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.
Ἡρακλῆς Ὦ σχέτλιε, τολμήσεις γὰρ ἰέναι; Διόνυσος Καὶ σύ γε
μηδὲν ἔτι πρὸς ταῦτʼ, ἀλλὰ φράζε τῶν ὁδῶν
ὅπῃ τάχιστʼ ἀφιξόμεθʼ εἰς Ἅιδου κάτω·
καὶ μήτε θερμὴν μήτʼ ἄγαν ψυχρὰν φράσῃς.
Ἡρακλῆς Φέρε δή, τίνʼ αὐτῶν σοι φράσω πρώτην; τίνα;
Μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
κρεμάσαντι σαυτόν. Διόνυσος Παῦε, πνιγηρὰν λέγεις.
Ἡρακλῆς Ἀλλʼ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη,
ἡ διὰ θυείας. Διόνυσος Ἆρα κώνειον λέγεις;
Ἡρακλῆς Μάλιστά γε. Διόνυσος Ψυχράν γε καὶ δυσχείμερον·
εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.
Ἡρακλῆς Βούλει ταχεῖαν καὶ κατάντη σοι φράσω;
Διόνυσος Νὴ τὸν Δίʼ, ὡς ὄντος γε μὴ βαδιστικοῦ.
Ἡρακλῆς Καθέρπυσόν νυν εἰς Κεραμεικόν. Διόνυσος Κᾆτα τί;
Ἡρακλῆς Ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν— Διόνυσος Τί δρῶ;
Ἡρακλῆς ἀφιεμένην τὴν λαμπάδʼ ἐντεῦθεν θεῶ,
κἄπειτʼ ἐπειδὰν φῶσιν οἱ θεώμενοι
«εἷνται,» τόθʼ εἷναι καὶ σὺ σαυτόν. Διόνυσος Ποῖ; Ἡρακλῆς Κάτω.
Διόνυσος Ἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου θρίω δύο.
Οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην. Ἡρακλῆς Τί δαί;
Διόνυσος Ἥνπερ σὺ τότε κατῆλθες. Ἡρακλῆς Ἀλλʼ ὁ πλοῦς πολύς.
Εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
ἄβυσσον. Διόνυσος Εἶτα πῶς γε περαιωθήσομαι;
Ἡρακλῆς Ἐν πλοιαρίῳ τυννουτῳί σʼ ἀνὴρ γέρων
ναύτης διάξει δύʼ ὀβολὼ μισθὸν λαβών.
Διόνυσος Φεῦ. Ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ.
Πῶς ἠλθέτην κἀκεῖσε; Ἡρακλῆς Θησεὺς ἤγαγεν.
Μετὰ ταῦτʼ ὄφεις καὶ θηρίʼ ὄψει μυρία
δεινότατα. Διόνυσος Μή μʼ ἔκπληττε μηδὲ δειμάτου·
οὐ γάρ μʼ ἀποτρέψεις. Ἡρακλῆς Εἶτα βόρβορον πολὺν
καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,
εἴ που ξένον τις ἠδίκησε πώποτε,
ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,
ἢ μητέρʼ ἠλόησεν, ἢ πατρὸς γνάθον
ἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοσεν.
Διόνυσος Νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου,
ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
Ἡρακλῆς Ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
Διόνυσος Οὗτοι δὲ δὴ τίνες εἰσίν; Ἡρακλῆς Οἱ μεμυημένοι—
Ξανθίας Νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
Ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.
Ἡρακλῆς οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.
Οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸν
ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
Καὶ χαῖρε πόλλʼ, ὦδελφέ. Διόνυσος Νὴ Δία καὶ σύ γε
ὑγίαινε. Σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε.
Ξανθίας Πρὶν καὶ καταθέσθαι; Διόνυσος Καὶ ταχέως μέντοι πάνυ.
Ξανθίας Μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα
τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.
Διόνυσος Ἐὰν δὲ μηὕρω; Ξανθίας Τότʼ ἔμʼ ἄγειν. Διόνυσος Καλῶς λέγεις.
Καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν.
Οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα.
Ἄνθρωπε, βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;
Νεκρός Πόσʼ ἄττα; Διόνυσος Ταυτί. Νεκρός Δύο δραχμὰς μισθὸν τελεῖς;
Διόνυσος Μὰ Δίʼ, ἀλλʼ ἔλαττον. Νεκρός Ὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ.
Διόνυσος Ἀνάμεινον, ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι.
Νεκρός Εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.
Διόνυσος Λάβʼ ἐννέʼ ὀβολούς. Νεκρός Ἀναβιοίην νυν πάλιν.
Ξανθίας Ὡς σεμνὸς ὁ κατάρατος. Οὐκ οἰμώξεται;
Ἐγὼ βαδιοῦμαι. Διόνυσος Χρηστὸς εἶ καὶ γεννάδας.
Χωρῶμεν ἐπὶ τὸ πλοῖον. Χάρων Ὠόπ, παραβαλοῦ.
Ξανθίας Τουτὶ τί ἐστι; Διόνυσος Τοῦτο; λίμνη νὴ Δία
αὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ.
Ξανθίας Νὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί.
Διόνυσος Χαῖρʼ, ὦ Χάρων, χαῖρʼ, ὦ Χάρων, χαῖρʼ, ὦ Χάρων.
Χάρων Τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;
Τίς εἰς τὸ Λήθης πεδίον, ἢ ʼς Ὀνουπόκας,
ἢ ʼς Κερβερίους, ἢ ʼς κόρακας, ἢ ʼπὶ Ταίναρον;
Διόνυσος Ἐγώ. Χάρων Ταχέως ἔμβαινέ που. Διόνυσος Σχήσειν δοκεῖς
ἐς κόρακας ὄντως; Χάρων Ναὶ μὰ Δία σοῦ γʼ οὕνεκα.
Εἴσβαινε δή. Διόνυσος Παῖ, δεῦρο. Χάρων Δοῦλον οὐκ ἄγω,
εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.
Ξανθίας Μὰ τὸν Δίʼ οὐ γὰρ ἀλλʼ ἔτυχον ὀφθαλμιῶν.
Χάρων Οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
Ξανθίας Ποῦ δῆτʼ ἀναμενῶ; Χάρων Παρὰ τὸν Αὑαίνου λίθον,
ἐπὶ ταῖς ἀναπαύλαις. Διόνυσος Μανθάνεις; Ξανθίας Πάνυ μανθάνω.
Οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;
Χάρων Κάθιζʼ ἐπὶ κώπην. Εἴ τις ἔτι πλεῖ, σπευδέτω.
Οὗτος, τί ποιεῖς; Διόνυσος Ὅ τι ποιῶ; Τί δʼ ἄλλο γʼ ἢ
ἵζω ʼπὶ κώπην, οὗπερ ἐκέλευές με σύ;
Χάρων Οὔκουν καθεδεῖ δῆτʼ ἐνθαδί, γάστρων; Διόνυσος Ἰδού.
Χάρων Οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς; Διόνυσος Ἰδού.
Χάρων Οὐ μὴ φλυαρήσεις ἔχων, ἀλλʼ ἀντιβὰς
ἐλᾷς προθύμως. Διόνυσος Κᾆτα πῶς δυνήσομαι
ἄπειρος, ἀθαλάττευτος, ἀσαλαμίνιος
ὢν εἶτʼ ἐλαύνειν; Χάρων Ῥᾷστʼ· ἀκούσει γὰρ μέλη
κάλλιστʼ, ἐπειδὰν ἐμβάλῃς ἅπαξ. Διόνυσος Τίνων;
Χάρων Βατράχων κύκνων θαυμαστά. Διόνυσος Κατακέλευε δή.
Χάρων Ὠοπόπ, ὠοπόπ.
Βάτραχοι Βρεκεκεκεξ κοαξ κοαξ,
βρεκεκεκεξ κοαξ κοαξ.
Λιμναῖα κρηνῶν τέκνα,
ξύναυλον ὕμνων βοὰν
φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν
ἀοιδάν, κοαξ κοαξ,
ἣν ἀμφὶ Νυσήιον
Διὸς Διώνυσον ἐν
Λίμναισιν ἰαχήσαμεν,
ἡνίχʼ ὁ κραιπαλόκωμος τοῖς ἱεροῖσι Χύτροισι
χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.
Βρεκεκεκεξ κοαξ κοαξ.
Διόνυσος Ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι
τὸν ὄρρον, ὦ κοαξ κοαξ.
Βάτραχοι Βρεκεκεκεξ κοαξ κοαξ.
Διόνυσος Ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.
Βάτραχοι Βρεκεκεκεξ κοαξ κοαξ.
Διόνυσος Ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοαξ·
οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοαξ.
Βάτραχοι Εἰκότως γʼ, ὦ πολλὰ πράττων.
Ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
καὶ κεροβάτας Πάν, ὁ καλαμόφθογγα παίζων·
προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων,
ἕνεκα δόνακος, ὃν ὑπολύριον
ἔνυδρον ἐν λίμναις τρέφω.
Βρεκεκεκεξ κοαξ κοαξ.
Διόνυσος Ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,
χὠ πρωκτὸς ἰδίει πάλαι,
κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ—
Βάτραχοι Βρεκεκεκεξ κοαξ κοαξ.
Διόνυσος Ἀλλʼ, ὦ φιλῳδὸν γένος,
παύσασθε. Βάτραχοι Μᾶλλον μὲν οὖν
φθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐ-
ηλίοις ἐν ἁμέραισιν
ἡλάμεσθα διὰ κυπείρου
καὶ φλέω, χαίροντες ᾠδῆς πολυκολύμβοισι μέλεσιν
ἢ Διὸς φεύγοντες ὄμβρον
ἔνυδρον ἐν βυθῷ χορείαν
αἰόλαν ἐφθεγξάμεσθα
πομφολυγοπαφλάσμασιν.
Διόνυσος Βρεκεκεκεξ κοαξ κοαξ.
Τουτὶ παρʼ ὑμῶν λαμβάνω.
Βάτραχοι Δεινὰ τἄρα πεισόμεσθα.
Διόνυσος Δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων
εἰ διαρραγήσομαι.
Βάτραχοι Βρεκεκεκεξ κοαξ κοαξ.
Διόνυσος Οἰμώζετʼ· οὐ γάρ μοι μέλει.
Βάτραχοι Ἀλλὰ μὴν κεκραξόμεσθά γʼ
ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
χανδάνῃ διʼ ἡμέρας—
Διόνυσος Βρεκεκεκεξ κοαξ κοαξ.
Τούτῳ γὰρ οὐ νικήσετε.
Βάτραχοι Οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
Διόνυσος Οὐδὲ μὴν ὑμεῖς γʼ ἐμέ.
Οὐδέποτε· κεκράξομαι γὰρ κἄν με δῇ διʼ ἡμέρας,
ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοαξ,
βρεκεκεκεξ κοαξ κοαξ.
Ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοαξ.
Χάρων Ὢ παῦε, παῦε, παραβαλοῦ τὼ κωπίω.
Ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον. Διόνυσος Ἔχε δὴ τὠβολώ.
Ὁ Ξανθίας. Ποῦ Ξανθίας; Ἤ, Ξανθία.
Ξανθίας Ἰαῦ. Διόνυσος Βάδιζε δεῦρο. Ξανθίας Χαῖρʼ, ὦ δέσποτα.
Διόνυσος Τί ἐστι τἀνταυθοῖ; Ξανθίας Σκότος καὶ βόρβορος.
Διόνυσος Κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν; Ξανθίας Σὺ δʼ οὔ;
Διόνυσος Νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.
Ἄγε δή, τί δρῶμεν; Ξανθίας Προϊέναι βέλτιστα νῷν,
ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος. Διόνυσος Ὡς οἰμώξεται.
Ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,
εἰδώς με μάχιμον ὄντα, φιλοτιμούμενος.
Οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.
Ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι
λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.
Ξανθίας Νὴ τὸν Δία· καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
Διόνυσος Ποῦ ποῦ ʼστιν; Ξανθίας Ἐξόπισθεν. Διόνυσος Ἐξόπισθʼ ἴθι.
Ξανθίας Ἀλλʼ ἔστιν ἐν τῷ πρόσθε. Διόνυσος Πρόσθε νυν ἴθι.
Ξανθίας Καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
Διόνυσος Ποῖόν τι; Ξανθίας Δεινόν. Παντοδαπὸν γοῦν γίγνεται·
τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ
ὡραιοτάτη τις. Διόνυσος Ποῦ ʼστι; Φέρʼ ἐπʼ αὐτὴν ἴω.
Ξανθίας Ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.
Διόνυσος Ἔμπουσα τοίνυν ἐστί. Ξανθίας Πυρὶ γοῦν λάμπεται
ἅπαν τὸ πρόσωπον. Διόνυσος Καὶ σκέλος χαλκοῦν ἔχει;
Ξανθίας Νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θἄτερον,
σάφʼ ἴσθι. Διόνυσος Ποῖ δῆτʼ ἂν τραποίμην; Ξανθίας Ποῖ δʼ ἐγώ;
Διόνυσος Ἱερεῦ, διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης.
Ξανθίας Ἀπολούμεθʼ, ὦναξ Ἡράκλεις. Διόνυσος Οὐ μὴ καλεῖς μʼ,
ὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.
Ξανθίας Διόνυσε τοίνυν. Διόνυσος Τοῦτʼ ἔθʼ ἧττον θἀτέρου.
Ξανθίας Ἴθʼ ᾗπερ ἔρχει. Δεῦρο δεῦρʼ, ὦ δέσποτα.
Διόνυσος Τί δʼ ἐστί; Ξανθίας Θάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν,
ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν·
«Ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.»
Ἥμπουσα φρούδη. Διόνυσος Κατόμοσον. Ξανθίας Νὴ τὸν Δία.
Διόνυσος Καὖθις κατόμοσον. Ξανθίας Νὴ Δίʼ. Διόνυσος Ὄμοσον. Ξανθίας Νὴ Δία.
Διόνυσος Οἴμοι τάλας, ὡς ὠχρίασʼ αὐτὴν ἰδών.
Ξανθίας Ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.
Διόνυσος Οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
Τίνʼ αἰτιάσομαι θεῶν μʼ ἀπολλύναι;
Αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;
Ξανθίας Οὗτος. Διόνυσος Τί ἐστιν; Ξανθίας Οὐ κατήκουσας; Διόνυσος Τίνος;
Ξανθίας Αὐλῶν πνοῆς. Διόνυσος Ἔγωγε, καὶ δᾴδων γέ με
αὔρα τις εἰσέπνευσε μυστικωτάτη.
Ἀλλʼ ἠρεμεὶ πτήξαντες ἀκροασώμεθα.
Χορός Ἴακχʼ, ὦ Ἴακχε.
Ἴακχʼ, ὦ Ἴακχε.
Ξανθίας Τοῦτʼ ἔστʼ ἐκεῖνʼ, ὦ δέσποθʼ· οἱ μεμυημένοι
ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
Ἄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ διʼ ἀγορᾶς.
Διόνυσος Κἀμοὶ δοκοῦσιν. Ἡσυχίαν τοίνυν ἄγειν
βέλτιστόν ἐστιν, ὡς ἂν εἰδῶμεν σαφῶς.
Χορός Ἴακχʼ, ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων,
Ἴακχʼ, ὦ Ἴακχε,
ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων
ὁσίους εἰς θιασώτας,
πολύκαρπον μὲν τινάσσων
περὶ κρατὶ σῷ βρύοντα
στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων
ποδὶ τὰν ἀκόλαστον
φιλοπαίγμονα τιμάν,
χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνήν, ἱερὰν
ὁσίοις μύσταις χορείαν.
Ξανθίας Ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
Διόνυσος Οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
Χορός Ἔγειρε· φλογέας ἐν χερσὶ γὰρ ἥκει τινάσσων,
Ἴακχʼ, ὦ Ἴακχε,
νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
Φλογὶ φέγγεται δὲ λειμών·
γόνυ πάλλεται γερόντων·
ἀποσείονται δὲ λύπας
χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς
ἱερᾶς ὑπὸ τιμῆς.
Σὺ δὲ λαμπάδι φέγγων
προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδον
χοροποιόν, μάκαρ, ἥβαν.
Εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμην μὴ καθαρεύει,
ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν,
μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη,
ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ʼν καιρῷ τοῦτο ποιοῦσιν,
ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις,
ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,
ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπει
ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
ἢ κατατιλᾷ τῶν Ἑκατείων κυκλίοισι χοροῖσιν ὑπᾴδων,
ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει,
κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου.
Τούτοις αὐδῶ καὖθις ἐπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἐπαυδῶ
ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴν
καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
Χώρει νυν πᾶς ἀνδρείως
εἰς τοὺς εὐανθεῖς κόλπους
λειμώνων ἐγκρούων
κἀπισκώπτων καὶ παίζων καὶ χλευάζων.
Ἠρίστηται δʼ ἐξαρκούντως. —
Ἀλλʼ ἔμβα χὤπως ἀρεῖς
τὴν Σώτειραν γενναίως
τῇ φωνῇ μολπάζων,
ἣ τὴν χώραν σῴζειν φήσʼ εἰς τὰς ὥρας,
κἂν Θωρυκίων μὴ βούληται.
Ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν,
Δήμητρα θεάν, ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
Δήμητερ, ἁγνῶν ὀργίων
ἄνασσα, συμπαραστάτει,
καὶ σῷζε τὸν σαυτῆς χορόν·
καί μʼ ἀσφαλῶς πανήμερον
παῖσαί τε καὶ χορεῦσαι. —
Καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ-
πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
τῆς σῆς ἑορτῆς ἀξίως
παίσαντα καὶ σκώψαντα νι-
κήσαντα ταινιοῦσθαι.
Ἄγʼ εἶά
νυν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
ἥδιστον εὑρών, δεῦρο συνακολούθει
πρὸς τὴν θεὸν
καὶ δεῖξον ὡς ἄνευ πόνου
πολλὴν ὁδὸν περαίνεις.
Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με. —
Σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
κἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον
καὶ τὸ ῥάκος,
κἀξηῦρες ὥστʼ ἀζημίους παίζειν τε καὶ χορεύειν.
Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με. —
Καὶ γὰρ παραβλέψας τι μειρακίσκης
νυνδὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπου,
συμπαιστρίας,
χιτωνίου παραρραγέν- τος τιτθίον προκύψαν.
Ἴακχε φιλοχορευτά, συμπρόπεμπέ με.
Ξανθίας Ἐγὼ δʼ ἀεί πως φιλακόλου- θός εἰμι καὶ μετʼ αὐτῆς
παίζων χορεύειν βούλομαι. Διόνυσος Κἄγωγε πρός.
Χορός Βούλεσθε δῆτα κοινῇ
σκώψωμεν Ἀρχέδημον,
ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας; —
Νυνὶ δὲ δημαγωγεῖ
ἐν τοῖς ἄνω νεκροῖσι,
κἄστιν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας. —
Τὸν Κλεισθένους δʼ ἀκούω
ἐν ταῖς ταφαῖσι πρωκτὸν
τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους. —
Κἀκόπτετʼ ἐγκεκυφώς,
κἄκλαε κἀκεκράγει
Σεβῖνον ὅστις ἐστὶν Ἁναφλύστιος. —
Καὶ Καλλίαν γέ φασι
τοῦτον τὸν Ἱπποκίνου
κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
Διόνυσος Ἔχοιτʼ ἂν οὖν φράσαι νῷν
Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;
Ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
Χορός Μηδὲν μακρὰν ἀπέλθῃς,
μηδʼ αὖθις ἐπανέρῃ με,
ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν τὴν θύραν ἀφιγμένος.
Διόνυσος Αἴροιʼ ἂν αὖθις, ὦ παῖ.
Ξανθίας Τουτὶ τί ἦν τὸ πρᾶγμα;
Ἀλλʼ ἦ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν;
Χορός Χωρεῖτέ
νυν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος
παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς.
Ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
Χωρῶμεν εἰς πολυρρόδους
λειμῶνας ἀνθεμώδεις,
τὸν ἡμέτερον τρόπον,
τὸν καλλιχορώτατον,
παίζοντες, ὃν ὄλβιαι
Μοῖραι ξυνάγουσιν. —
Μόνοις γὰρ ἡμῖν ἥλιος
καὶ φέγγος ἱλαρόν ἐστιν,
ὅσοι μεμυήμεθʼ εὐ-
σεβῆ τε διήγομεν
τρόπον περὶ τοὺς ξένους
καὶ τοὺς ἰδιώτας.
Διόνυσος Ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; Τίνα;
Πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι;
Ξανθίας Οὐ μὴ διατρίψεις, ἀλλὰ γεῦσαι τῆς θύρας,
καθʼ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμʼ ἔχων.
Διόνυσος Παῖ παῖ. Αἰακός Τίς οὗτος; Διόνυσος Ἡρακλῆς ὁ καρτερός.
Αἰακός Ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ
καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
ὃς τὸν κύνʼ ἡμῶν ἐξελάσας τὸν Κέρβερον
ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,
ὃν ἐγὼ ʼφύλαττον. Ἀλλὰ νῦν ἔχει μέσος·
τοία Στυγός σε μελανοκάρδιος πέτρα
Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς
φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,
ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου
διασπαράξει· πλευμόνων τʼ ἀνθάψεται
Ταρτησσία μύραινα, τὼ νεφρὼ δέ σου
αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
διασπάσονται Γοργόνες Τειθράσιαι,
ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
Ξανθίας Οὗτος, τί δέδρακας; Διόνυσος Ἐγκέχοδα· κάλει θεόν.
Ξανθίας Ὦ καταγέλαστʼ, οὔκουν ἀναστήσει ταχὺ
πρίν τινά σʼ ἰδεῖν ἀλλότριον; Διόνυσος Ἀλλʼ ὡρακιῶ.
Ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σπογγιάν.
Ξανθίας Ἰδοὺ λαβέ· προσθοῦ. —Ποῦ ʼστιν; Ὦ χρυσοῖ θεοί,
ἐνταῦθʼ ἔχεις τὴν καρδίαν; Διόνυσος Δείσασα γὰρ
εἰς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.
Ξανθίας Ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων. Διόνυσος Ἐγώ;
Πῶς δειλὸς ὅστις σπογγιὰν ᾔτησά σε;
Οὐ τἂν ἕτερός γʼ αὔτʼ εἰργάσατʼ ἀνήρ. Ξανθίας Ἀλλὰ τί;
Διόνυσος Κατέκειτʼ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·
ἐγὼ δʼ ἀνέστην καὶ προσέτʼ ἀπεψησάμην.
Ξανθίας Ἀνδρεῖά γʼ, ὦ Πόσειδον. Διόνυσος Οἶμαι νὴ Δία.
Σὺ δʼ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων
καὶ τὰς ἀπειλάς; Ξανθίας Οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισα.
Διόνυσος Ἴθι νυν, ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,
σὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβών
καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·
ἐγὼ δʼ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.
Ξανθίας Φέρε δὴ ταχέως αὔτʼ· οὐ γὰρ ἀλλὰ πειστέον.
Καὶ βλέψον εἰς τὸν Ἡρακλειοξανθίαν,
εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμʼ ἔχων.
Διόνυσος Μὰ Δίʼ ἀλλʼ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.
Φέρε νυν, ἐγὼ τὰ στρώματʼ αἴρωμαι ταδί.
Θεράπαινα Ὦ φίλταθʼ ἥκεις Ἡράκλεις; Δεῦρʼ εἴσιθι.
Ἡ γὰρ θεός σʼ ὡς ἐπύθεθʼ ἥκοντʼ, εὐθέως
ἔπεττεν ἄρτους, ἧψε κατερικτῶν χύτρας
ἔτνους δύʼ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζʼ ὅλον,
πλακοῦντας ὤπτα, κολλάβους. Ἀλλʼ εἴσιθι.
Ξανθίας Κάλλιστʼ, ἐπαινῶ. Θεράπαινα Μὰ τὸν Ἀπόλλω οὐ μή σʼ ἐγὼ
περιόψομἀπελθόντʼ, ἐπεί τοι καὶ κρέα
ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα
ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.
Ἀλλʼ εἴσιθʼ ἅμʼ ἐμοί. Ξανθίας Πάνυ καλῶς. Θεράπαινα Ληρεῖς ἔχων·
οὐ γάρ σʼ ἀφήσω. Καὶ γὰρ αὐλητρίς τέ σοι
ἤδη ʼνδον ἔσθʼ ὡραιοτάτη κὠρχηστρίδες
ἕτεραι δύʼ ἢ τρεῖς— Ξανθίας Πῶς λέγεις; Ὀρχηστρίδες;
Θεράπαινα ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.
Ἀλλʼ εἴσιθʼ, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη
ἔμελλʼ ἀφαιρεῖν χἠ τράπεζʼ εἰσῄρετο.
Ξανθίας Ἴθι νυν, φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.
Ὁ παῖς, ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.
Διόνυσος Ἐπίσχες, οὗτος. Οὔ τί που σπουδὴν ποεῖ,
ὁτιή σε παίζων Ἡρακλέα ʼνεσκεύασα;
Οὐ μὴ φλυαρήσεις ἔχων, ὦ Ξανθία,
ἀλλʼ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.
Ξανθίας Τί δʼ ἐστίν; Οὔ τί πού μʼ ἀφελέσθαι διανοεῖ
ἅδωκας αὐτός; Διόνυσος Οὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ.
Κατάθου τὸ δέρμα. Ξανθίας Ταῦτʼ ἐγὼ μαρτύρομαι
καὶ τοῖς θεοῖσιν ἐπιτρέπω. Διόνυσος Ποίοις θεοῖς;
Τὸ δὲ προσδοκῆσαί σʼ οὐκ ἀνόητον καὶ κενὸν
ὡς δοῦλος ὢν καὶ θνητὸς Ἁλκμήνης ἔσει;
Ξανθίας Ἀμέλει, καλῶς· ἔχʼ αὔτʼ. Ἴσως γάρ τοί ποτε
ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
Χορός Ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
νοῦν ἔχοντος καὶ φρένας καὶ πολλὰ περιπεπλευκότος,
μετακυλίνδειν αὑτὸν ἀεὶ πρὸς τὸν εὖ πράττοντα τοῖχον
μᾶλλον ἢ γεγραμμένην εἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓν
σχῆμα· τὸ δὲ μεταστρέφεσθαι
πρὸς τὸ μαλθακώτερον
δεξιοῦ πρὸς ἀνδρός ἐστι καὶ φύσει Θηραμένους.
Διόνυσος Οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ
Ξανθίας μὲν δοῦλος ὢν ἐν στρώμασιν Μιλησίοις
ἀνατετραμμένος κυνῶν ὀρ- χηστρίδʼ εἶτʼ ᾔτησεν ἁμίδʼ, ἐ-
γὼ δὲ πρὸς τοῦτον βλέπων
τοὐρεβίνθου ʼδραττόμην, οὗ-
τος δʼ ἅτʼ ὢν αὐτὸς πανοῦργος
εἶδε, κᾆτʼ ἐκ τῆς γνάθου
πὺξ πατάξας μοὐξέκοψε
τοῦ χοροῦ τοὺς προσθίους;
Πανδοκεύτρια Αʹ Πλαθάνη, Πλαθάνη, δεῦρʼ ἔλθʼ. Ὁ πανοῦργος οὑτοσί,
ὃς εἰς τὸ πανδοκεῖον εἰσελθών ποτε
ἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν— Πανδοκεύτρια Βʹ Νὴ Δία,
ἐκεῖνος αὐτὸς δῆτα. Ξανθίας Κακὸν ἥκει τινί.
Πανδοκεύτρια Αʹ καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσιν
ἀνημιωβολιαῖα— Ξανθίας Δώσει τις δίκην.
Πανδοκεύτρια Αʹ καὶ τὰ σκόροδα τὰ πολλά. Διόνυσος Ληρεῖς, ὦ γύναι,
κοὐκ οἶσθʼ ὅ τι λέγεις. Πανδοκεύτρια Αʹ Οὐ μὲν οὖν με προσεδόκας,
ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σʼ ἔτι.
Τί δαί; Τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.
Πανδοκεύτρια Βʹ Μὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρόν, τάλαν,
ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν.
Πανδοκεύτρια Αʹ Κἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,
ἔβλεψεν εἴς με δριμὺ κἀμυκᾶτό γε—
Ξανθίας Τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.
Πανδοκεύτρια Αʹ καὶ τὸ ξίφος γʼ ἐσπᾶτο μαίνεσθαι δοκῶν.
Πανδοκεύτρια Βʹ Νὴ Δία, τάλαινα. Πανδοκεύτρια Αʹ Νὼ δὲ δεισάσα γέ πω
ἐπὶ τὴν κατήλιφʼ εὐθὺς ἀνεπηδήσαμεν·
ὁ δʼ ᾤχετʼ ἐξᾴξας γε τὰς ψιάθους λαβών.
Ξανθίας Καὶ τοῦτο τούτου τοὔργον. Πανδοκεύτρια Αʹ Ἀλλʼ ἐχρῆν τι δρᾶν.
Ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι—
Πανδοκεύτρια Βʹ Σὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον·
Πανδοκεύτρια Αʹ ἵνʼ αὐτὸν ἐπιτρίψωμεν. Ὦ μιαρὰ φάρυξ,
ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
κόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
Ξανθίας Ἐγὼ δέ γʼ εἰς τὸ βάραθρον ἐμβάλοιμί σε.
Πανδοκεύτρια Βʹ Ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σου
δρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας.
Πανδοκεύτρια Αʹ Ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερον
ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
Διόνυσος Κάκιστʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
Ξανθίας Οἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.
Οὐκ ἂν γενοίμην Ἡρακλῆς αὖ. Διόνυσος Μηδαμῶς,
ὦ Ξανθίδιον. Ξανθίας Καὶ πῶς ἂν Ἁλκμήνης ἐγὼ
υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;
Διόνυσος Οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·
κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.
Ἀλλʼ ἤν σε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου,
πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,
κάκιστʼ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.
Ξανθίας Δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
Χορός Νῦν σὸν ἔργον ἔστʼ, ἐπειδὴ τὴν στολὴν εἴληφας ἥνπερ
εἶχες, ἐξ ἀρχῆς πάλιν
ἀνανεάζειν αὖ τὸ λῆμα καὶ βλέπειν αὖθις τὸ δεινόν,
τοῦ θεοῦ μεμνημένον ᾧπερ εἰκάζεις σεαυτόν.
Ἢν δὲ παραληρῶν ἁλῷς ἢ
κἀκβάλῃς τι μαλθακόν,
αὖθις αἴρεσθαί σʼ ἀνάγκη ʼσται πάλιν τὰ στρώματα.
Ξανθίας Οὐ κακῶς, ὦνδρες, παραινεῖτʼ,
ἀλλὰ καὐτὸς τυγχάνω ταῦτʼ ἄρτι συννοούμενος.
Ὅδε μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,
ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πει- ράσεταί μʼ εὖ οἶδʼ ὅτι.
Ἀλλʼ ὅμως ἐγὼ παρέξω
ʼμαυτὸν ἀνδρεῖον τὸ λῆμα καὶ βλέποντʼ ὀρίγανον.
Δεῖν δʼ ἔοικεν, ὡς ἀκούω
τῆς θύρας καὶ δὴ ψόφον.
Αἰακός Ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,
ἵνα δῷ δίκην· ἁνύετον. Διόνυσος Ἥκει τῳ κακόν.
Ξανθίας Οὐκ ἐς κόρακας; Μὴ πρόσιτον. Αἰακός Εἶἑν, καὶ μάχει;
Ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας,
χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.
Διόνυσος Εἶτʼ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ
κλέπτοντα πρὸς τἀλλότρια; Αἰακός Μἀλλʼ ὑπερφυᾶ.
Διόνυσος Σχέτλια μὲν οὖν καὶ δεινά. Ξανθίας Καὶ μὴν νὴ Δία,
εἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι,
ἢ ʼκλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
Καί σοι ποήσω πρᾶγμα γενναῖον πάνυ·
βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.
Αἰακός Καὶ πῶς βασανίσω; Ξανθίας Πάντα τρόπον· ἐν κλίμακι
δήσας, κρεμάσας, ὑστριχίδι μαστιγῶν, δέρων,
στρεβλῶν, ἔτι δʼ εἰς τὰς ῥῖνας ὄξος ἐγχέων,
πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.
Αἰακός Δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σοι
τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
Ξανθίας Μὴ δῆτʼ ἔμοιγʼ. Οὕτω δὲ βασάνιζʼ ἀπαγαγών.
Αἰακός Αὐτοῦ μὲν οὖν, ἵνα σοι κατʼ ὀφθαλμοὺς λέγῃ.
Κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
ἐνταῦθα μηδὲν ψεῦδος. Διόνυσος Ἀγορεύω τινὶ
ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή,
αὐτὸς σεαυτὸν αἰτιῶ. Αἰακός Λέγεις δὲ τί;
Διόνυσος Ἀθάνατος εἶναί φημι, Διόνυσος Διός,
τοῦτον δὲ δοῦλον. Αἰακός Ταῦτʼ ἀκούεις; Ξανθίας Φήμʼ ἐγώ.
Καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·
εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
Διόνυσος Τί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,
οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
Ξανθίας Δίκαιος ὁ λόγος· χὠπότερόν γʼ ἂν νῷν ἴδῃς
κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι
τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.
Αἰακός Οὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ·
χωρεῖς γὰρ εἰς τὸ δίκαιον. Ἀποδύεσθε δή.
Ξανθίας Πῶς οὖν βασανιεῖς νὼ δικαίως; Αἰακός Ῥᾳδίως·
πληγὴν παρὰ πληγὴν ἑκάτερον. Ξανθίας Καλῶς λέγεις.
Ἰδού· σκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς.
Αἰακός Ἤδη ʼπάταξά σʼ; Ξανθίας Οὐ μὰ Δίʼ οὐδαμοῖ δοκεῖς.
Αἰακός Ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω. Διόνυσος Πηνίκα;
Αἰακός Καὶ δὴ ʼπάταξα. Διόνυσος Κᾆτα πῶς οὐκ ἔπταρον;
Αἰακός Οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.
Ξανθίας Οὔκουν ἁνύσεις; Ἰατταταῖ. Αἰακός Τί τἀτταταῖ;
Μῶν ὠδυνήθης; Ξανθίας Οὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα
ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.
Αἰακός Ἅνθρωπος ἱερός. Δεῦρο πάλιν βαδιστέον.
Διόνυσος Ἰοὺ ἰού. Αἰακός Τί ἐστιν; Διόνυσος Ἱππέας ὁρῶ.
Αἰακός Τί δῆτα κλάεις; Διόνυσος Κρομμύων ὀσφραίνομαι.
Αἰακός Ἐπεὶ προτιμᾷς γʼ οὐδέν; Διόνυσος Οὐδέν μοι μέλει.
Αἰακός Βαδιστέον τἄρʼ ἐστὶν ἐπὶ τονδὶ πάλιν.
Ξανθίας Οἴμοι. Αἰακός Τί ἐστι; Ξανθίας Τὴν ἄκανθαν ἔξελε.
Αἰακός Τί τὸ πρᾶγμα τουτί; Δεῦρο πάλιν βαδιστέον.
Διόνυσος Ἄπολλον, —ὅς που Δῆλον ἢ Πυθῶνʼ ἔχεις.
Ξανθίας Ἤλγησεν· οὐκ ἤκουσας; Διόνυσος Οὐκ ἔγωγʼ, ἐπεὶ
ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.
Ξανθίας Οὐδὲν ποεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
Αἰακός Μὰ τὸν Δίʼ, ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.
Διόνυσος Πόσειδον, — Ξανθίας Ἤλγησέν τις. Διόνυσος ἁλὸς ἐν βένθεσιν
ὃς Αἰγαίου πρωνὸς ἢ γλαυκᾶς μέδεις—
Αἰακός Οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι ʼγὼ μαθεῖν
ὁπότερος ὑμῶν ἐστι θεός. Ἀλλʼ εἴσιτον·
ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται
χἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.
Διόνυσος Ὀρθῶς λέγεις· ἐβουλόμην δʼ ἂν τοῦτό σε
πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
Χορός Μοῦσα, χορῶν ἱερῶν ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν
ἀοιδᾶς ἐμᾶς,
τὸν πολὺν ὀψομένη λαῶν ὄχλον, οὗ σοφίαι
μυρίαι κάθηνται
φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ
χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμεται
Θρηικία χελιδὼν
ἐπὶ βάρβαρον ἑζομένη πέταλον·
τρύζει δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
κἂν ἴσαι γένωνται.
Τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
ξυμπαραινεῖν καὶ διδάσκειν. Πρῶτον οὖν ἡμῖν δοκεῖ
ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα.
Κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,
ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε
αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.
Εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει.
Καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν
καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
Κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,
ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράσατε.
Πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴ
χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει
τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.
Ἀλλὰ τῆς ὀργῆς ἀνέντες, ὦ σοφώτατοι φύσει,
πάντας ἀνθρώπους ἑκόντες ξυγγενεῖς κτησώμεθα
κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.
Εἰ δὲ ταῦτʼ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,
τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
Εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις
ἔτʼ οἰμώξεται,
οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,
Κλειγένης ὁ μικρός,
ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρα-
τοῦσι κυκησίτεφροι ψευδολίτρου τε κονί-
ας καὶ Κιμωλίας γῆς,
χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκ
εἰρηνικὸς ἔσθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄ-
νευ ξύλου βαδίζων.
Πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι
ταὐτὸν εἴς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς
εἴς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.
Οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,
ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
Τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς
καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις
καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ
οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν.
Ἀλλὰ καὶ νῦν, ὦνόητοι, μεταβαλόντες τοὺς τρόπους
χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ
εὔλογον, κἄν τι σφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,
ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.
Οἰκέτης Νὴ τὸν Δία τὸν σωτῆρα, γεννάδας ἀνὴρ
ὁ δεσπότης σου. Ξανθίας Πῶς γὰρ οὐχὶ γεννάδας,
ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;
Οἰκέτης Τὸ δὲ μὴ πατάξαι σʼ ἐξελεγχθέντʼ ἄντικρυς,
ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
Ξανθίας Ὤιμωξε μέντἄν. Οἰκέτης Τοῦτο μέντοι δουλικὸν
εὐθὺς πεπόηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
Ξανθίας Χαίρεις, ἱκετεύω; Οἰκέτης Μἀλλʼ ἐποπτεύειν δοκῶ,
ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.
Ξανθίας Τί δὲ τονθορύζων, ἡνίκʼ ἂν πληγὰς λαβὼν
πολλὰς ἀπίῃς θύραζε; Οἰκέτης Καὶ τοῦθʼ ἥδομαι.
Ξανθίας Τί δὲ πολλὰ πράττων; Οἰκέτης Ὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.
Ξανθίας Ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν
ἅττʼ ἂν λαλῶσι; Οἰκέτης Μἀλλὰ πλεῖν ἢ μαίνομαι.
Ξανθίας Τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν; Οἰκέτης Ἐγώ;
μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
Ξανθίας Ὦ Φοῖβʼ Ἄπολλον, ἔμβαλέ μοι τὴν δεξιάν,
καὶ δὸς κύσαι καὐτὸς κύσον, —καί μοι φράσον
πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
χὠ λοιδορησμός; Οἰκέτης Αἰσχύλου κεὐριπίδου.
Ξανθίας Ἆ. Οἰκέτης Πρᾶγμα, πρᾶγμα μέγα κεκίνηται, μέγα
ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
Ξανθίας Ἐκ τοῦ; Οἰκέτης Νόμος τις ἐνθάδʼ ἐστὶ κείμενος
ἀπὸ τῶν τεχνῶν, ὅσαι μεγάλαι καὶ δεξιαί,
τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
θρόνον τε τοῦ Πλούτωνος ἑξῆς— Ξανθίας Μανθάνω.
Οἰκέτης ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.
Ξανθίας Τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
Οἰκέτης Ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
ὡς ὢν κράτιστος τὴν τέχνην. Ξανθίας Νυνὶ δὲ τίς;
Οἰκέτης Ὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτο
τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοι
τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν
ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·
κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
ἵνʼ Αἰσχύλος καθῆστο. Ξανθίας Κοὐκ ἐβάλλετο;
Οἰκέτης Μὰ Δίʼ, ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποεῖν
ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
Ξανθίας Ὁ τῶν πανούργων; Οἰκέτης Νὴ Δίʼ, οὐράνιόν γʼ ὅσον.
Ξανθίας Μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
Οἰκέτης Ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
Ξανθίας Τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
Οἰκέτης Ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
κἄλεγχον αὐτοῖν τῆς τέχνης. Ξανθίας Κἄπειτα πῶς
οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
Οἰκέτης Μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,
ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιὰν
κἄνεικος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου.
Νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης
διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.
Ξανθίας Τὸ χρῆμʼ ἄρʼ ἔσται; Οἰκέτης Νὴ Δίʼ ὀλίγον ὕστερον.
Κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
Καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—
Ξανθίας Τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
Οἰκέτης καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
καὶ πλαίσια ξύμπηκτα— Ξανθίας Πλινθεύσουσι γάρ;
Οἰκέτης καὶ διαμέτρους καὶ σφῆνας. Ὁ γὰρ Εὐριπίδης
κατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
Ξανθίας Ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
Οἰκέτης Ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
Ξανθίας Κρινεῖ δὲ δὴ τίς ταῦτα; Οἰκέτης Τοῦτʼ ἦν δύσκολον·
σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
Οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος—
Ξανθίας Πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.
Οἰκέτης λῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέρι
φύσεις ποητῶν· εἶτα τῷ σῷ δεσπότῃ
ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
Ἀλλʼ εἰσίωμεν· ὡς ὅταν γʼ οἱ δεσπόται
ἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.
Χορός Ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,
ἡνίκʼ ἂν ὀξύλαλόν περ ἴδῃ θήγοντος ὀδόντα
ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς
ὄμματα στροβήσεται.
Ἔσται δʼ ἱππολόφων τε λόγων κορυθαίολα νείκη
σκινδαλάμων τε παραξόνια σμιλευματοεργοῦ
φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς
ῥήμαθʼ ἱπποβάμονα.
Φρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
δεινὸν ἐπισκύνιον ξυνάγων, βρυχώμενος ἥσει
ῥήματα γομφοπαγῆ, πινακηδὸν ἀποσπῶν
γηγενεῖ φυσήματι.
Ἔνθεν δὴ στοματουργός, ἐπῶν βασανίστρια, λίσπη
γλῶσσʼ, ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινούς,
ῥήματα δαιομένη καταλεπτολογήσει
πλευμόνων πολὺν πόνον.
Εὐριπίδης Οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει·
κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.
Διόνυσος Αἰσχύλε, τί σιγᾷς; Αἰσθάνει γὰρ τοῦ λόγου.
Εὐριπίδης Ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
Διόνυσος Ὦ δαιμόνιʼ ἀνδρῶν, μὴ μεγάλα λίαν λέγε.
Εὐριπίδης Ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
ἄνθρωπον ἀγριοποιόν, αὐθαδόστομον,
ἔχοντʼ ἀχάλινον, ἀκρατές, ἀπύλωτον στόμα,
ἀπεριλάλητον, κομποφακελορρήμονα.
Αἰσχύλος Ἄληθες, ὦ παῖ τῆς ἀρουραίας θεοῦ;
σὺ δὴ ʼμὲ ταῦτʼ, ὦ στωμυλιοσυλλεκτάδη
καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
Ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖς. Διόνυσος Παῦʼ, Αἰσχύλε,
καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.
Αἰακός Οὐ δῆτα, πρίν γʼ ἂν τοῦτον ἀποφήνω σαφῶς
τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
Διόνυσος Ἄρνʼ ἄρνα μέλανα, παῖδες, ἐξενέγκατε·
τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.
Αἰακός Ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,
γάμους δʼ ἀνοσίους εἰσφέρων εἰς τὴν τέχνην, —
Διόνυσος Ἐπίσχες οὗτος, ὦ πολυτίμητʼ Αἰσχύλε.
Ἀπὸ τῶν χαλαζῶν δʼ, ὦ πόνηρʼ Εὐριπίδη,
ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
θενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον.
Σὺ δὲ μὴ πρὸς ὀργήν, Αἰσχύλʼ, ἀλλὰ πραόνως
ἔλεγχʼ, ἐλέγχου· λοιδορεῖσθαι δʼ οὐ πρέπει
ἄνδρας ποητὰς ὥσπερ ἀρτοπώλιδας·
σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
Εὐριπίδης Ἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι,
δάκνειν, δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
Διόνυσος Σὺ δὲ δὴ τί βουλεύει ποεῖν; λέγʼ, Αἰσχύλε.
Αἰακός Ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·
οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν. Διόνυσος Τί δαί;
Αἰακός Ὅτι ἡ πόησις οὐχὶ συντέθνηκέ μοι,
τούτῳ δὲ συντέθνηκεν, ὥσθʼ ἕξει λέγειν.
Ὅμως δʼ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.
Διόνυσος Ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω,
ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
ἀγῶνα κρῖναι τόνδε μουσικώτατα·
ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.
Χορός Ὦ Διὸς ἐννέα παρθένοι, ἁγναὶ
Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
ἔλθετʼ ἐποψόμεναι δύναμιν
δεινοτάτοιν στομάτοιν πορίσασθαι
ῥήματα καὶ παραπρίσματʼ ἐπῶν.
Νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
Διόνυσος Εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
Αἰακός Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,
εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
Διόνυσος Ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν. Εὐριπίδης Καλῶς·
ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
Διόνυσος Ἴδιοί τινες σου, κόμμα καινόν; Εὐριπίδης Καὶ μάλα.
Διόνυσος Ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
Εὐριπίδης Αἰθήρ, ἐμὸν βόσκημα, καὶ γλώττης στρόφιγξ
καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
Χορός Καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν
παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι, τίνα λόγων
ἔπιτε δαΐαν ὁδόν.
Γλῶσσα μὲν γὰρ ἠγρίωται,
λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν, οὐδʼ ἀκίνητοι φρένες.
Προσδοκᾶν οὖν εἰκός ἐστι
τὸν μὲν ἀστεῖόν τι λέξειν καὶ κατερρινημένον,
τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοις
τοῖς λόγοισιν ἐμπεσόντα
συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν.
Ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτον
ἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.
Εὐριπίδης Καὶ μὴν ἐμαυτὸν μέν γε, τὴν πόησιν οἷός εἰμι,
ἐν τοῖσιν ὑστάτοις φράσω· τοῦτον δὲ πρῶτʼ ἐλέγξω,
ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
Πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,
Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
Διόνυσος Μὰ τὸν Δίʼ οὐ δῆθʼ. Εὐριπίδης Ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν
μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν· οἱ δʼ ἐσίγων.
Διόνυσος Ἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπεν
οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες. Εὐριπίδης Ἠλίθιος γὰρ ἦσθα,
σάφʼ ἴσθι. Διόνυσος Κἀμαυτῷ δοκῶ. Τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;
Εὐριπίδης Ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθῇτο,
ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.
Διόνυσος Ὦ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.
Τί σκορδινᾷ καὶ δυσφορεῖς; Εὐριπίδης Ὅτι αὐτὸν ἐξελέγχω.
Κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,
ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά,
ἄγνωτα τοῖς θεωμένοις. Αἰακός Οἴμοι τάλας. Διόνυσος Σιώπα.
Εὐριπίδης Σαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἕν— Διόνυσος Μὴ πρῖε τοὺς ὀδόντας.
Εὐριπίδης ἀλλʼ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ʼπʼ ἀσπίδων ἐπόντας
γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθʼ ἱππόκρημνα,
ἃ ξυμβαλεῖν οὐ ῥᾴδιʼ ἦν. Διόνυσος Νὴ τοὺς θεούς, ἐγὼ γοῦν
ἤδη ποτʼ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.
Αἰακός Σημεῖον ἐν ταῖς ναυσίν, ὦμαθέστατʼ, ἐνεγέγραπτο.
Διόνυσος Ἐγὼ δὲ τὸν Φιλοξένου γʼ ᾤμην Ἔρυξιν εἶναι.
Εὐριπίδης Εἶτʼ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποῆσαι;
Αἰακός Σὺ δʼ, ὦ θεοῖσιν ἐχθρέ, ποῖʼ ἄττʼ ἐστὶν ἅττʼ ἐποίεις;
Εὐριπίδης Οὐχ ἱππαλεκτρυόνας μὰ Δίʼ οὐδὲ τραγελάφους, ἅπερ σύ,
ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν·
ἀλλʼ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,
ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν·
εἶτʼ ἀνέτρεφον μονῳδίαις Κηφισοφῶντα μειγνύς.
Εἶτʼ οὐκ ἐλήρουν ὅ τι τύχοιμʼ οὐδʼ ἐμπεσὼν ἔφυρον,
ἀλλʼ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπʼ ἂν εὐθὺς
τοῦ δράματος. Διόνυσος Κρεῖττον γὰρ ἦν σοι νὴ Δίʼ ἢ τὸ σαυτοῦ.
Εὐριπίδης Ἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκʼ ἂν ἀργόν,
ἀλλʼ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,
χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν. Αἰακός Εἶτα δῆτα
οὐκ ἀποθανεῖν σε ταῦτʼ ἐχρῆν τολμῶντα; Εὐριπίδης Μὰ τὸν Ἀπόλλω·
δημοκρατικὸν γὰρ αὔτʼ ἔδρων. Διόνυσος Τοῦτο μὲν ἔασον, ὦ τᾶν.
Οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
Εὐριπίδης Ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα— Αἰακός Φημὶ κἀγώ.
Ὡς πρὶν διδάξαι γʼ ὤφελες μέσος διαρραγῆναι.
Εὐριπίδης λεπτῶν τε κανόνων εἰσβολὰς ἐπῶν τε γωνιασμούς,
νοεῖν, ὁρᾶν, ξυνιέναι, στρέφειν ἐρᾶν, τεχνάζειν,
κάχʼ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα— Αἰακός Φημὶ κἀγώ.
Εὐριπίδης οἰκεῖα πράγματʼ εἰσάγων, οἷς χρώμεθʼ, οἷς ξύνεσμεν,
ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι
ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουν
ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς,
Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
Γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
Τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς,
σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.
Διόνυσος Θηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς εἰς τὰ πάντα,
ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
πέπτωκεν ἔξω τῶν κακῶν, οὐ χεῖος, ἀλλὰ Κεῖος.
Εὐριπίδης Τοιαῦτα μέντοὐγὼ φρονεῖν
τούτοισιν εἰσηγησάμην,
λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
καὶ σκέψιν, ὥστʼ ἤδη νοεῖν
ἅπαντα καὶ διειδέναι
τά τʼ ἄλλα καὶ τὰς οἰκίας
οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
κἀνασκοπεῖν· «Πῶς τοῦτʼ ἔχει;
Ποῦ μοι τοδί; Τίς τοῦτʼ ἔλαβε;»
Διόνυσος Νὴ τοὺς θεούς, νῦν γοῦν Ἀθη-
ναίων ἅπας τις εἰσιὼν
κέκραγε πρὸς τοὺς οἰκέτας
ζητεῖ τε· «Ποῦ ʼστιν ἡ χύτρα;
Τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
τῆς μαινίδος; Τὸ τρύβλιον
τὸ περυσινὸν τέθνηκέ μοι;
Ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
Τίς τῆς ἐλάας παρέτραγεν;»
Τέως δʼ ἀβελτερώτατοι
κεχηνότες μαμμάκυθοι,
μελιτίδαι καθῆντο.
Χορός Τάδε μὲν λεύσσεις, φαίδιμʼ Ἀχιλλεῦ·
σὺ δὲ τί, φέρε, πρὸς ταῦτα λέξεις; Μόνον ὅπως
μή σʼ ὁ θυμὸς ἁρπάσας
ἐκτὸς οἴσει τῶν ἐλαῶν·
δεινὰ γὰρ κατηγόρηκεν.
Ἀλλʼ ὅπως, ὦ γεννάδα,
μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
ἀλλὰ συστείλας ἄκροισι
χρώμενος τοῖς ἱστίοις,
εἶτα μᾶλλον μᾶλλον ἄξεις
καὶ φυλάξεις, ἡνίκʼ ἂν τὸ
πνεῦμα λεῖον καὶ καθεστηκὸς λάβῃς.
Ἀλλʼ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.
Αἰακός Θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καί μου τὰ σπλάγχνʼ ἀγανακτεῖ,
εἰ πρὸς τοῦτον δεῖ μʼ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δʼ ἀπορεῖν με, —
ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποητήν;
Εὐριπίδης Δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν
τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν. Αἰακός Ταῦτʼ οὖν εἰ μὴ πεπόηκας,
ἀλλʼ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
τί παθεῖν φήσεις ἄξιος εἶναι; Διόνυσος Τεθνάναι· μὴ τοῦτον ἐρώτα.
Αἰακός Σκέψαι τοίνυν οἵους αὐτοὺς παρʼ ἐμοῦ παρεδέξατο πρῶτον,
εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
μηδʼ ἀγοραίους μηδὲ κοβάλους, ὥσπερ νῦν, μηδὲ πανούργους,
ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας
καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.
Εὐριπίδης Καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μʼ ἐπιτρίψει.
Διόνυσος Καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;
Αἰσχύλε, λέξον, μηδʼ αὐθάδως σεμνυνόμενος χαλέπαινε.
Αἰακός Δρᾶμα ποήσας Ἄρεως μεστόν. Διόνυσος Ποῖον; Αἰακός Τοὺς Ἕπτʼ ἐπὶ Θήβας·
ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.
Διόνυσος Τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεπόηκας
ἀνδρειοτέρους εἰς τὸν πόλεμον· καὶ τούτου γʼ οὕνεκα τύπτου.
Αἰακός Ἀλλʼ ὑμῖν αὔτʼ ἐξῆν ἀσκεῖν, ἀλλʼ οὐκ ἐπὶ τοῦτʼ ἐτράπεσθε.
Εἶτα διδάξας Πέρσας μετὰ τοῦτʼ ἐπιθυμεῖν ἐξεδίδαξα
νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
Διόνυσος Ἐχάρην γοῦν, ἡνίκʼ ἐκώκυσας περὶ Δαρείου τεθνεῶτος,
ὁ χορὸς δʼ εὐθὺς τὼ χεῖρʼ ὡδὶ συγκρούσας εἶπεν· «Ἰαυοῖ.»
Αἰακός Ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. Σκέψαι γὰρ ἀπʼ ἀρχῆς
ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
Ὀρφεὺς μὲν γὰρ τελετάς θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεσθαι,
Μουσαῖος δʼ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ
γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος
ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδʼ ὅτι χρήστʼ ἐδίδαξεν,
τάξεις, ἀρετάς, ὁπλίσεις ἀνδρῶν; Διόνυσος Καὶ μὴν οὐ Παντακλέα γε
ἐδίδαξεν ὅμως τὸν σκαιότατον. Πρώην γοῦν, ἡνίκʼ ἔπεμπεν,
τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλʼ ἐπιδήσειν.
Αἰακός Ἀλλʼ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·
ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐπόησεν,
Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην
ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
Ἀλλʼ οὐ μὰ Δίʼ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,
οὐδʼ οἶδʼ οὐδεὶς ἥντινʼ ἐρῶσαν πώποτʼ ἐποίησα γυναῖκα.
Εὐριπίδης Μὰ Δίʼ, οὐδὲ γὰρ ἦν τῆς Ἀφροδίτης οὐδέν σοι. Αἰακός Μηδέ γʼ ἐπείη·
ἀλλʼ ἐπὶ σοί τοι καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ʼπικαθῆτο,
ὥστε γε καὐτόν σε κατʼ οὖν ἔβαλεν. Διόνυσος Νὴ τὸν Δία τοῦτό γέ τοι δή.
Ἃ γὰρ εἰς τὰς ἀλλοτρίας ἐπόεις, αὐτὸς τούτοισιν ἐπλήγης.
Εὐριπίδης Καὶ τί βλάπτουσʼ, ὦ σχέτλιʼ ἀνδρῶν, τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;
Αἰακός Ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας
κώνεια πίνειν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.
Εὐριπίδης Πότερον δʼ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
Αἰακός Μὰ Δίʼ, ἀλλʼ ὄντʼ· ἀλλʼ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποητήν,
καὶ μὴ παράγειν μηδὲ διδάσκειν. Τοῖς μὲν γὰρ παιδαρίοισιν
ἐστὶ διδάσκαλος ὅστις φράζει, τοῖσιν δʼ ἡβῶσι ποηταί.
Πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς. Εὐριπίδης Ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς
καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτʼ ἐστὶ τὸ χρηστὰ διδάσκειν,
ὃν χρῆν φράζειν ἀνθρωπείως; Αἰακός Ἀλλʼ, ὦ κακόδαιμον, ἀνάγκη
μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
Κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι·
καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
Ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ. Εὐριπίδης Τί δράσας;
Αἰακός Πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκιʼ ἀμπισχών, ἵνʼ ἐλεινοὶ
τοῖς ἀνθρώποις φαίνοιντʼ εἶναι. Εὐριπίδης Τοῦτʼ οὖν ἔβλαψα τί δράσας;
Αἰακός Οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα,
ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.
Διόνυσος Νὴ τὴν Δήμητρα χιτῶνά γʼ ἔχων οὔλων ἐρίων ὑπένερθεν.
Κἂν ταῦτα λέγων ἐξαπατήσῃ, περὶ τοὺς ἰχθῦς ἀνέκυψεν.
Αἰακός Εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν
τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
ἀνταγορεύειν τοῖς ἄρχουσιν. Καίτοι τότε γʼ, ἡνίκʼ ἐγὼ ʼζων,
οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ «Ῥυππαπαῖ» εἰπεῖν.
Διόνυσος Νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ εἰς τὸ στόμα τῷ θαλάμακι,
καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνει· πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
Αἰακός Ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ;
Οὐ προαγωγοὺς κατέδειξʼ οὗτος,
καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
καὶ μειγνυμένας τοῖσιν ἀδελφοῖς,
καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
Κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν
ὑπογραμματέων ἀνεμεστώθη
καὶ βωμολόχων δημοπιθήκων
ἐξαπατώντων τὸν δῆμον ἀεί,
λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν
ὑπʼ ἀγυμνασίας ἔτι νυνί.
Διόνυσος Μὰ Δίʼ οὐ δῆθʼ, ὥστε γʼ ἀφαυάνθην
Παναθηναίοισι γελῶν, ὅτε δὴ
βραδὺς ἄνθρωπός τις ἔθει κύψας
λευκός, πίων, ὑπολειπόμενος
καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆς
ἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦ
γαστέρα, πλευράς, λαγόνας, πυγήν,
ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
ὑποπερδόμενος
φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.
Χορός Μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
Χαλεπὸν οὖν ἔργον διαιρεῖν,
ὅταν ὁ μὲν τείνῃ βιαίως,
ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
Ἀλλὰ μὴ ʼν ταὐτῷ κάθησθον·
εἰσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
Ὅ τι περ οὖν ἔχετον ἐρίζειν,
λέγετον, ἔπιτον, ἀνὰ δὲ δέρετον
τά τε παλαιὰ καὶ τὰ καινά,
κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν
Εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
τοῖς θεωμένοισιν, ὡς τὰ
λεπτὰ μὴ γνῶναι λεγόντοιν,
μηδὲν ὀρρωδεῖτε τοῦθʼ· ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει.
Ἐστρατευμένοι γάρ εἰσι,
βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·
αἱ φύσεις τʼ ἄλλως κράτισται,
νῦν δὲ καὶ παρηκόνηνται.
Μηδὲν οὖν δείσητον, ἀλλὰ
πάντʼ ἐπέξιτον, θεατῶν γʼ οὕνεχʼ, ὡς ὄντων σοφῶν.
Εὐριπίδης Καὶ μὴν ἐπʼ αὐτοὺς τοὺς προλόγους σοι τρέψομαι,
ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος
πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
Ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.
Διόνυσος Καὶ ποῖον αὐτοῦ βασανιεῖς; Εὐριπίδης Πολλοὺς πάνυ.
Πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.
Διόνυσος Ἄγε δὴ σιώπα πᾶς ἀνήρ. Λέγʼ, Αἰσχύλε.
Αἰακός «Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη
σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
Ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρχομαι» —
Διόνυσος Τούτων ἔχεις ψέγειν τι; Εὐριπίδης Πλεῖν ἢ δώδεκα.
Διόνυσος Ἀλλʼ οὐδὲ πάντα ταῦτά γʼ ἔστʼ ἀλλʼ ἢ τρία.
Εὐριπίδης Ἔχει δʼ ἕκαστον εἴκοσίν γʼ ἁμαρτίας.
Διόνυσος Αἰσχύλε, παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή,
πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.
Αἰακός Ἐγὼ σιωπῶ τῷδʼ; Διόνυσος Ἐὰν πείθῃ γʼ ἐμοί.
Εὐριπίδης Εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιον ὅσον.
Αἰακός Ὁρᾷς ὅτι ληρεῖς. Εὐριπίδης Ἀλλʼ ὀλίγον γέ μοι μέλει.
Αἰακός Πῶς φῄς μʼ ἁμαρτεῖν; Εὐριπίδης Αὖθις ἐξ ἀρχῆς λέγε.
Αἰακός «Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη.»
Εὐριπίδης Οὔκουν Ὀρέστης τοῦτʼ ἐπὶ τῷ τύμβῳ λέγει
τῷ τοῦ πατρὸς τεθνεῶτος; Αἰακός Οὐκ ἄλλως λέγω.
Εὐριπίδης Πότερʼ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο
αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
δόλοις λαθραίοις, ταῦτʼ ἐποπτεύειν ἔφη;
Αἰακός Οὐ δῆτʼ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας.
Εὐριπίδης Ἔτι μεῖζον ἐξήμαρτες ἢ ʼγὼ ʼβουλόμην·
εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας—
Διόνυσος οὕτω γʼ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.
Αἰακός Διόνυσε, πίνεις οἶνον οὐκ ἀνθοσμίαν.
Διόνυσος Λέγʼ ἕτερον αὐτῷ· σὺ δʼ ἐπιτήρει τὸ βλάβος.
Αἰακός «Σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.
Ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρχομαι» —
Εὐριπίδης Δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.
Διόνυσος Πῶς δίς; Εὐριπίδης Σκόπει τὸ ῥῆμʼ· ἐγὼ δέ σοι φράσω.
«Ἥκω γὰρ εἰς γῆν,» φησί, «καὶ κατέρχομαι»·
ἥκειν δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι.
Διόνυσος Νὴ τὸν Δίʼ, ὥσπερ γʼ εἴ τις εἴποι γείτονι·
«Χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.»
Αἰακός Οὐ δῆτα τοῦτό γʼ, ὦ κατεστωμυλμένε
ἄνθρωπε, ταὔτʼ ἔστʼ, ἀλλʼ ἄριστʼ ἐπῶν ἔχον.
Εὐριπίδης Πῶς δή; Δίδαξον γάρ με καθʼ ὅτι δὴ λέγεις.
Αἰακός Ἐλθεῖν μὲν εἰς γῆν ἔσθʼ ὅτῳ μετῇ πάτρας·
χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·
φεύγων δʼ ἀνὴρ ἥκει τε καὶ κατέρχεται.
Διόνυσος Εὖ νὴ τὸν Ἀπόλλω. Τί σὺ λέγεις, Εὐριπίδη;
Εὐριπίδης Οὔ φημι τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·
λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.
Διόνυσος Εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δʼ οὐ μανθάνω.
Εὐριπίδης Πέραινε τοίνυν ἕτερον. Διόνυσος Ἴθι πέραινε σύ,
Αἰσχύλʼ, ἁνύσας· σὺ δʼ εἰς τὸ κακὸν ἀπόβλεπε.
Αἰακός «Τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν, ἀκοῦσαι» — Εὐριπίδης Τοῦθʼ ἕτερον αὖθις λέγει,
κλύειν, ἀκοῦσαι, ταὐτὸν ὂν σαφέστατα.
Αἰακός Τεθνηκόσιν γὰρ ἔλεγεν, ὦ μόχθηρε σύ,
οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.
Σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους; Εὐριπίδης Ἐγὼ φράσω.
Κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
Διόνυσος Ἴθι δὴ λέγʼ· οὐ γὰρ μοὐστὶν ἀλλʼ ἀκουστέα
τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.
Εὐριπίδης «Ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ,» —
Αἰακός Μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλὰ κακοδαίμων φύσει.
Ὅντινά γε, πρὶν φῦναι μέν, Ἁπόλλων ἔφη
ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι,
πῶς οὗτος ἦν τὸ πρῶτον εὐτυχὴς ἀνήρ;
Εὐριπίδης «εἶτʼ ἐγένετʼ αὖθις ἀθλιώτατος βροτῶν.»
Αἰακός Μὰ τὸν Δίʼ οὐ δῆτʼ, οὐ μὲν οὖν ἐπαύσατο.
Πῶς γάρ; Ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
ἵνα μὴ ʼκτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·
εἶθʼ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·
ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
εἶτʼ ἐξετύφλωσεν αὑτόν. Διόνυσος Εὐδαίμων ἄρʼ ἦν,
εἰ κἀστρατήγησέν γε μετʼ Ἐρασινίδου.
Εὐριπίδης Ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλῶς ποιῶ.
Αἰακός Καὶ μὴν μὰ τὸν Δίʼ οὐ κατʼ ἔπος γέ σου κνίσω
τὸ ῥῆμʼ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.
Εὐριπίδης Ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς; Αἰακός Ἑνὸς μόνου.
Ποεῖς γὰρ οὕτως ὥστʼ ἐναρμόζειν ἅπαν,
καὶ κῳδάριον καὶ ληκύθιον καὶ θυλάκιον,
ἐν τοῖς ἰαμβείοισι. Δείξω δʼ αὐτίκα.
Εὐριπίδης Ἰδού, σὺ δείξεις; Αἰακός Φημί. Διόνυσος Καὶ δὴ χρὴ λέγειν.
Εὐριπίδης «Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
Ἄργος κατασχών» — Αἰακός ληκύθιον ἀπώλεσεν.
Διόνυσος Τουτὶ τί ἦν τὸ ληκύθιον; Οὐ κλαύσεται;
Λέγʼ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.
Εὐριπίδης «Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
καθαπτὸς ἐν πεύκῃσι Παρνασσὸν κάτα
πηδᾷ χορεύων» — Αἰακός ληκύθιον ἀπώλεσεν.
Διόνυσος Οἴμοι πεπλήγμεθʼ αὖθις ὑπὸ τῆς ληκύθου.
Εὐριπίδης Ἀλλʼ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ
τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
«Οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ·
ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
ἢ δυσγενὴς ὤν» — Αἰακός ληκύθιον ἀπώλεσεν.
Διόνυσος Εὐριπίδη, — Εὐριπίδης Τί ἐστιν; Διόνυσος Ὑφέσθαι μοι δοκεῖ.
Τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
Εὐριπίδης Οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.
Διόνυσος Ἴθι δὴ λέγʼ ἕτερον κἀπέχου τῆς ληκύθου.
Εὐριπίδης «Σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπὼν
Ἀγήνορος παῖς» — Αἰακός ληκύθιον ἀπώλεσεν.
Διόνυσος Ὦ δαιμόνιʼ ἀνδρῶν, ἀποπρίω τὴν λήκυθον,
ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν. Εὐριπίδης Τὸ τί;
Ἐγὼ πρίωμαι τῷδʼ; Διόνυσος Ἐὰν πείθῃ γʼ ἐμοί.
Εὐριπίδης Οὐ δῆτʼ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
ἵνʼ οὗτος οὐχ ἕξει προσάψαι λήκυθον.
«Πέλοψ ὁ Ταντάλειος εἰς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις» — Αἰακός ληκύθιον ἀπώλεσεν.
Διόνυσος Ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
Ἀλλʼ, ὦγάθʼ, ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ·
λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
Εὐριπίδης Μὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰσί μοι συχνοί.
«Οἰνεύς ποτʼ ἐκ γῆς» — Αἰακός ληκύθιον ἀπώλεσεν.
Εὐριπίδης Ἔασον εἰπεῖν πρῶθʼ ὅλον με τὸν στίχον.
«Οἰνεύς ποτʼ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
θύων ἀπαρχάς» — Αἰακός ληκύθιον ἀπώλεσεν.
Διόνυσος Μεταξὺ θύων; Καὶ τίς αὔθʼ ὑφείλετο;
Εὐριπίδης Ἔασον, ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω.
«Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο» —
Διόνυσος Ἀπολεῖς· ἐρεῖ γὰρ «ληκύθιον ἀπώλεσεν.»
Τὸ ληκύθιον γὰρ τοῦτʼ ἐπὶ τοῖς προλόγοισί σου
ὥσπερ τὰ σῦκʼ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
Ἀλλʼ εἰς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.
Εὐριπίδης Καὶ μὴν ἔχω γʼ οἷς αὐτὸν ἀποδείξω κακὸν
μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτʼ ἀεί.
Χορός Τί ποτε πρᾶγμα γενήσεται;
Φροντίζειν γὰρ ἔγωγʼ ἔχω,
τίνʼ ἄρα μέμψιν ἐποίσει
ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
καὶ κάλλιστα μέλη ποή-
σαντι τῶν μέχρι νυνί.
Εὐριπίδης Πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.
Εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
Διόνυσος Καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών.
Εὐριπίδης Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούων
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
Ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος Δύο σοι κόπω, Αἰσχύλε, τούτω.
Εὐριπίδης Κύδιστʼ Ἀχαιῶν, Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.
Ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος Τρίτος, Αἰσχύλε, σοι κόπος οὗτος.
Εὐριπίδης Εὐφαμεῖτε. Μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
Ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
Ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος Ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν κόπων ὅσον.
Ἐγὼ μὲν οὖν εἰς τὸ βαλανεῖον βούλομαι·
ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
Εὐριπίδης Μή, πρίν γʼ ἀκούσῃς χἀτέραν στάσιν μελῶν
ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
Διόνυσος Ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
Εὐριπίδης Ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
τοφλαττοθρατ τοφλαττοθρατ,
Σφίγγα, δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
τοφλαττοθρατ τοφλαττοθρατ,
ξὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
τοφλαττοθρατ τοφλαττοθρατ,
κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
τοφλαττοθρατ τοφλαττοθρατ,
τὸ συγκλινές τʼ ἐπʼ Αἴαντι,
τοφλαττοθρατ τοφλαττοθρατ.
Διόνυσος Τί τὸ φλαττοθρατ τοῦτʼ ἐστίν; Ἐκ Μαραθῶνος ἢ
πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
Αἰακός Ἀλλʼ οὖν ἐγὼ μὲν εἰς τὸ καλὸν ἐκ τοῦ καλοῦ
ἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων·
οὗτος δʼ ἀπὸ πάντων μὲν φέρει, πορνῳδιῶν,
σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
θρήνων, χορειῶν. Τάχα δὲ δηλωθήσεται.
Ἐνεγκάτω τις τὸ λύριον. Καίτοι τί δεῖ
λύρας ἐπὶ τοῦτον; Ποῦ ʼστιν ἡ τοῖς ὀστράκοις
αὕτη κροτοῦσα; Δεῦρο, Μοῦσʼ Εὐριπίδου,
πρὸς ἥνπερ ἐπιτήδεια τάδʼ ἔστʼ ᾄδειν μέλη.
Διόνυσος Αὕτη ποθʼ ἡ Μοῦσʼ οὐκ ἐλεσβίαζεν, οὔ.
Αἰακός Ἀλκυόνες, αἳ παρʼ ἀενάοις θαλάσσης
κύμασι στωμύλλετε,
τέγγουσαι νοτίοις πτερῶν
ῥανίσι χρόα δροσιζόμεναι·
αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας
εἰειειειειειλίσσετε δακτύλοις φάλαγγες
ἱστότονα πηνίσματα,
κερκίδος ἀοιδοῦ μελέτας,
ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ-
φὶς πρῴραις κυανεμβόλοις
μαντεῖα καὶ σταδίους.
Οἰνάνθας γάνος ἀμπέλου,
βότρυος ἕλικα παυσίπονον.
περίβαλλʼ, ὦ τέκνον, ὠλένας.
Ὁρᾷς τὸν πόδα τοῦτον; Εὐριπίδης Ὁρῶ.
Αἰακός Τί δέ; Τοῦτον ὁρᾷς; Εὐριπίδης Ὁρῶ.
Αἰακός Τοιαυτὶ μέντοι σὺ ποιῶν
τολμᾷς τἀμὰ μέλη ψέγειν,
ἀνὰ τὸ δωδεκαμήχανον
Κυρήνης μελοποιῶν;
Τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δʼ ἔτι
τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.
Ὦ Νυκτὸς κελαινοφαὴς
ὄρφνα, τίνα μοι δύστανον ὄνει-
ρον πέμπεις ἐξ ἀφανοῦς Ἀίδα
προμολῶν, ψυχὰν
ἄψυχον ἔχοντα, μελαίνας
Νυκτὸς παῖδα, φρικώδη δεινὰν ὄ-
ψιν, μελανονεκυείμονα, φόνια φόνια
δερκόμενον, μεγάλους ὄνυχας ἔχοντα;
Ἀλλά μοι, ἀμφίπολοι, λύχνον ἅψατε
κάλπισί τʼ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δʼ ὕδωρ,
ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.
Ἰὼ πόντιε δαῖμον,
τοῦτʼ ἐκεῖνʼ· ἰὼ ξύνοικοι,
τάδε τέρα θεάσασθε.
Τὸν ἀλεκτρυόνα μου ξυναρπάσασα φρούδη Γλύκη.
Νύμφαι ὀρεσσίγονοι,
ὦ Μανία, ξύλλαβε.
Ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον ἐμαυτῆς
ἔργοισι, λίνου μεστὸν ἄτρακτον
εἰειειλίσσουσα χεροῖν
κλωστῆρα ποιοῦσʼ, ὅπως
κνεφαῖος εἰς ἀγορὰν
φέρουσʼ ἀποδοίμαν.
Ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐξ αἰθέρα κουφοτάταις πτερύγων ἀκμαῖς,
ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
ἔβαλον ἔβαλον ἁ τλάμων.
Ἀλλʼ, ὦ Κρῆτες, Ἴδας τέκνα, τὰ
τόξα τε λαβόντες ἐπαμύνατε, τὰ
κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
Ἅμα δὲ Δίκτυννα παῖς, Ἄρτεμις καλά,
τὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ.
Σὺ δʼ, ὦ Διός, διπύρους ἀνέχου-
σα λαμπάδας ὀξυτάτας χεροῖν, Ἑκάτα, παράφηνον εἰς Γλύκης,
ὅπως ἂν εἰσελθοῦσα φωράσω.
Διόνυσος Παύσασθον ἤδη τῶν μελῶν. Αἰακός Κἄμοιγʼ ἅλις.
Ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,
ὅπερ ἐξελέγξει τὴν πόησιν νῷν μόνον·
τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.
Διόνυσος Ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με,
ἀνδρῶν ποητῶν τυροπωλῆσαι τέχνην.
Χορός Ἐπίπονοί γʼ οἱ δεξιοί.
Τόδε γὰρ ἕτερον αὖ τέρας
νεοχμόν, ἀτοπίας πλέων,
ὃ τίς ἂν ἐπενόησεν ἄλλος;
Μὰ τόν, ἐγὼ μὲν οὐκ ἂν εἴ τις
ἔλεγέ μοι τῶν ἐπιτυχόντων,
ἐπιθόμην, ἀλλʼ ᾠόμην ἂν
αὐτὸν αὐτὰ ληρεῖν.
Διόνυσος Ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγʼ. Αἰσχύλος καὶ Εὐριπίδης Ἰδού.
Διόνυσος Καὶ λαβομένω τὸ ῥῆμʼ ἑκάτερος εἴπατον,
καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.
Αἰσχύλος καὶ Εὐριπίδης Ἐχόμεθα. Διόνυσος Τοὔπος νυν λέγετον εἰς τὸν σταθμόν.
Εὐριπίδης «Εἴθʼ ὤφελʼ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.»
Αἰακός «Σπερχειὲ ποταμὲ βούνομοί τʼ ἐπιστροφαί.»
Διόνυσος Κόκκυ. Αἰσχύλος καὶ Εὐριπίδης Μεθεῖται. Διόνυσος Καὶ πολύ γε κατωτέρω
χωρεῖ τὸ τοῦδε. Εὐριπίδης Καὶ τί ποτʼ ἐστὶ ταἴτιον;
Διόνυσος Ὅ τι; εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς
ὑγρὸν ποήσας τοὔπος ὥσπερ τἄρια,
σὺ δʼ εἰσέθηκας τοὔπος ἐπτερωμένον.
Εὐριπίδης Ἀλλʼ ἕτερον εἰπάτω τι κἀντιστησάτω.
Διόνυσος Λάβεσθε τοίνυν αὖθις. Αἰσχύλος καὶ Εὐριπίδης Ἢν ἰδού. Διόνυσος Λέγε.
Εὐριπίδης «Οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν Λόγος.»
Αἰακός «Μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.»
Διόνυσος Μέθετε. Αἰσχύλος καὶ Εὐριπίδης Μεθεῖται. Διόνυσος Καὶ τὸ τοῦδέ γʼ αὖ ῥέπει·
θάνατον γὰρ εἰσέθηκε, βαρύτατον κακόν.
Εὐριπίδης Ἐγὼ δὲ πειθώ γʼ, ἔπος ἄριστʼ εἰρημένον.
Διόνυσος Πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.
Ἀλλʼ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
ὅ τι σοι καθέλξει, καρτερόν τι καὶ μέγα.
Εὐριπίδης Φέρε ποῦ τοιοῦτον δῆτα μοὐστί; ποῦ; Διόνυσος Φράσω·
«Βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.»
Λέγοιτʼ ἄν, ὡς αὕτη ʼστὶ λοιπὴ σφῷν στάσις.
Εὐριπίδης «Σιδηροβριθές τʼ ἔλαβε δεξιᾷ ξύλον.»
Αἰακός «Ἐφʼ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.»
Διόνυσος Ἐξηπάτηκεν αὖ σε καὶ νῦν. Εὐριπίδης Τῷ τρόπῳ;
Διόνυσος Δύʼ ἅρματʼ εἰσέθηκε καὶ νεκρὼ δύο,
οὓς οὐκ ἂν ἄραιντʼ οὐδʼ ἑκατὸν Αἰγύπτιοι.
Αἰακός Καὶ μηκέτʼ ἔμοιγε κατʼ ἔπος, ἀλλʼ εἰς τὸν σταθμὸν
αὐτός, τὰ παιδίʼ, ἡ γυνή, Κηφισοφῶν,
ἐμβὰς καθήσθω, ξυλλαβὼν τὰ βιβλία·
ἐγὼ δὲ δύʼ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον—
Διόνυσος Ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.
Οὐ γὰρ διʼ ἔχθρας οὐδετέρῳ γενήσομαι·
τὸν μὲν γὰρ ἡγοῦμαι σοφόν, τῷ δʼ ἥδομαι.
Πλούτων Οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
Διόνυσος Ἐὰν δὲ κρίνω τὸν ἕτερον; Πλούτων Λαβὼν ἄπει
ὁπότερον ἂν κρίνῃς, ἵνʼ ἔλθῃς μὴ μάτην.
Διόνυσος Εὐδαιμονοίης. Φέρε, πύθεσθέ μου ταδί.
Ἐγὼ κατῆλθον ἐπὶ ποητήν. Εὐριπίδης Τοῦ χάριν;
Διόνυσος Ἵνʼ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
Ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσειν
μέλλῃ τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
Πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίνʼ ἔχετον
γνώμην ἑκάτερος; Ἡ πόλις γὰρ δυστοκεῖ.
Εὐριπίδης Ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην; Διόνυσος Τίνα;
Ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν.
Ἀλλʼ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.
Εὐριπίδης Μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς,
καὶ πόριμον αὑτῷ, τῇ πόλει δʼ ἀμήχανον.
Διόνυσος Εὖ γʼ, ὦ Πόσειδον. Σὺ δὲ τίνα γνώμην ἔχεις;
Αἰακός
Μάλιστα μὲν λέοντα μὴ ʼν πόλει τρέφειν·
ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.
Διόνυσος Νὴ τὸν Δία τὸν σωτῆρα, δυσκρίτως γʼ ἔχω·
ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δʼ ἕτερος σαφῶς.
Ἀλλʼ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον
περὶ τῆς πόλεως ἥντινʼ ἔχετον σωτηρίαν.
Εὐριπίδης Εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,
αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα—
Διόνυσος γέλοιον ἂν φαίνοιτο. Νοῦν δʼ ἔχει τίνα;
Εὐριπίδης εἰ ναυμαχοῖεν, κᾆτʼ ἔχοντες ὀξίδας
ῥαίνοιεν εἰς τὰ βλέφαρα τῶν ἐναντίων.
Ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν. Διόνυσος Λέγε.
Εὐριπίδης Ὅταν τὰ νῦν ἄπιστα πίσθʼ ἡγώμεθα,
τὰ δʼ ὄντα πίστʼ ἄπιστα— Διόνυσος Πῶς; Οὐ μανθάνω.
Ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.
Εὐριπίδης Εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα,
τούτοισι χρησαίμεσθα, σωθείημεν ἄν.
Εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
τἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν;
Διόνυσος Εὖ γʼ, ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.
Ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;
Εὐριπίδης Ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.
Διόνυσος Τί δαὶ σύ; Τί λέγεις; Αἰακός Τὴν πόλιν νῦν μοι φράσον
πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς; Διόνυσος Πόθεν;
Μισεῖ κάκιστα, τοῖς πονηροῖς δʼ ἥδεται.
Αἰακός Οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.
Πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
ᾗ μήτε χλαῖνα μήτε σισύρα ξυμφέρει;
Διόνυσος Εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν.
Αἰακός Ἐκεῖ φράσαιμʼ ἄν, ἐνθαδὶ δʼ οὐ βούλομαι.
Διόνυσος Μὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.
Αἰακός Τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
πόρον δὲ τὰς ναῦς, ἀπορίαν δὲ τὸν πόρον.
Διόνυσος Εὖ, πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
Πλούτων Κρίνοις ἄν. Διόνυσος Αὕτη σφῷν κρίσις γενήσεται.
Αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.
Εὐριπίδης Μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
ἦ μὴν ἀπάξειν μʼ οἴκαδʼ, αἱροῦ τοὺς φίλους.
Διόνυσος Ἡ γλῶττʼ ὀμώμοκʼ, Αἰσχύλον δʼ αἱρήσομαι.
Εὐριπίδης Τί δέδρακας, ὦ μιαρώτατʼ ἀνθρώπων; Διόνυσος Ἐγώ;
ἔκρινα νικᾶν Αἰσχύλον. Τιὴ γὰρ οὔ;
Εὐριπίδης Αἴσχιστον ἔργον προσβλέπεις μʼ εἰργασμένος;
Διόνυσος Τί δʼ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;
Εὐριπίδης Ὦ σχέτλιε, περιόψει με δὴ τεθνηκότα;
Διόνυσος «Τίς δʼ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν»,
τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;
Πλούτων Χωρεῖτε τοίνυν, ὦ Διόνυσʼ, εἴσω. Διόνυσος Τί δαί;
Πλούτων Ἵνα ξενίσω ʼγώ σφω πρὶν ἀποπλεῖν. Διόνυσος Εὖ λέγεις
νὴ τὸν Δίʼ· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
Χορός Μακάριός γʼ ἀνὴρ ἔχων
ξύνεσιν ἠκριβωμένην.
Πάρα δὲ πολλοῖσιν μαθεῖν.
Ὅδε γὰρ εὖ φρονεῖν δοκήσας
πάλιν ἄπεισιν οἴκαδʼ αὖθις,
ἐπʼ ἀγαθῷ μὲν τοῖς πολίταις,
ἐπʼ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ
ξυγγενέσι τε καὶ φίλοισι,
διὰ τὸ συνετὸς εἶναι.
Χαρίεν οὖν μὴ Σωκράτει
παρακαθήμενον λαλεῖν,
ἀποβαλόντα μουσικὴν
τά τε μέγιστα παραλιπόντα
τῆς τραγῳδικῆς τέχνης.
Τὸ δʼ ἐπὶ σεμνοῖσιν λόγοισι
καὶ σκαριφησμοῖσι λήρων
διατριβὴν ἀργὸν ποεῖσθαι,
παραφρονοῦντος ἀνδρός.
Πλούτων Ἄγε δὴ χαίρων, Αἰσχύλε, χώρει,
καὶ σῷζε πόλιν τὴν ἡμετέραν
γνώμαις ἀγαθαῖς, καὶ παίδευσον
τοὺς ἀνοήτους· πολλοὶ δʼ εἰσίν·
καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
καὶ τουτὶ τοῖσι πορισταῖς,
Μύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ
τόδε δʼ Ἀρχενόμῳ· καὶ φράζʼ αὐτοῖς
ταχέως ἥκειν ὡς ἐμὲ δευρὶ
καὶ μὴ μέλλειν· κἂν μὴ ταχέως
ἥκωσιν, ἐγὼ νὴ τὸν Ἀπόλλω
στίξας αὐτοὺς καὶ ξυμποδίσας
μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου
κατὰ γῆς ταχέως ἀποπέμψω.
Αἰακός Ταῦτα ποήσω· σὺ δὲ τὸν θᾶκον
τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
καὶ διασῴζειν, ἢν ἄρʼ ἐγώ ποτε
δεῦρʼ ἀφίκωμαι. Τοῦτον γὰρ ἐγὼ
σοφίᾳ κρίνω δεύτερον εἶναι.
Μέμνησο δʼ ὅπως ὁ πανοῦργος ἀνὴρ
καὶ ψευδολόγος καὶ βωμολόχος
μηδέποτʼ εἰς τὸν θᾶκον τὸν ἐμὸν
μηδʼ ἄκων ἐγκαθεδεῖται.
Πλούτων Φαίνετε τοίνυν ὑμεῖς τούτῳ
λαμπάδας ἱεράς, χἄμα προπέμπετε
τοῖσιν τούτου τοῦτον μέλεσιν
καὶ μολπαῖσιν κελαδοῦντες.
Χορός Πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποητῇ
εἰς φάος ὀρνυμένῳ δότε, δαίμονες οἱ κατὰ γαίας,
τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας.
Πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθʼ ἂν οὕτως
ἀργαλέων τʼ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω
κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.