ΑΓΝΟΙΑ.
Τί τοῦτο; ποδαπὸς οὗτος;
Β. χελιδόνειος ὁ δασύπους, γλυκεῖα δʼ ἡ μίμαρκυς.
Ἅψαντες λύχνον
λυχνεῖον ἐζητοῦμεν.
ΑΔΕΛΦΟΙ.
Ὦ τοιχωρύχον
ἐκεῖνο καὶ τῶν δυναμένων, λαγύνιον
ἔχον βαδίζειν εἰς τὰ γεύμαθʼ ὑπὸ μάλης,
καὶ τοῦτο πωλεῖν, μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ
εἷς λοιπὸς ᾖ κάπηλος ἠδικημένος
ὑπʼ οἰνοπώλου.
Ὦ μακάριʼ, ἀτυχεῖν θνητὸς ὢν ἐπίστασο,
ἵνʼ αὐτὰ τἀναγκαῖα δυστυχῇς μόνον,
πλείω δὲ διὰ τὴν ἀμαθίαν μὴ προσλάβῃς.
ΑΙΡΗΣΙΤΕΙΧΗΣ.
ΕΥΝΟΥΧΟΣ Η ΣΤΡΑΤΙΩΤΗΣ.
Ἔσθʼ ὑποχέασθαι πλείονας, πιεῖν γέ τι
ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν.
Ἀλλʼ ὁ πανὸς ὕδατός ἐστι μεστός.
ΑΜΑΣΤΡΙΣ.
ΑΝΑΓΥΡΟΣ.
ΑΝΑΣΩΖΟΜΕΝΟΙ.
Λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν.
ΑΠΛΗΣΤΟΣ.
Ἥκει φερόμενʼ αὐτόματα πάντα τἀγαθά,
ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία
ἁπαλώτατʼ, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις
ὅμοια πράγματʼ, οὐδὲ ταῖς
θλασταῖς ἐλάαις.
ΑΠΟΒΑΤΗΣ.
ΑΠΟΛΙΠΟΥΣΑ.
Πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι
εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερʼ Ἀττικοί
ἅπαντες, ἢ κἀκ τοὐμπορίου τινές; Β. τί δαί
τοῦτʼ ἔστι πρὸς σὲ τὸν μάγειρον; Α. τῆς τέχνης
ἡγεμονία τίς ἐστιν αὐτῆς, ὦ πάτερ,
τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι.
οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δός
εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι,
ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφʼ ᾧ
χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην προσεγχέας.
Β. ἀστεῖον ὁ σιλουρισμός. Α. ἂν Βυζαντίους,
ἀψινθίῳ σπόδησον ὅσα γʼ ἂν παρατιθῇς,
κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα.
διὰ γὰρ τὸ πλῆθος τῶν παρʼ αὐτοῖς ἰχθύων
πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης.
Ἔστιν ἔνδον ὄξος ὀξύ σοι;
Β. ὑπολαμβάνω, παιδάριον, ὀπὸν εἰλήφαμεν.
ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά.
ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται·
τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων
ἀναστομοῖ τάχιστα τᾀσθητήρια,
τό τε νωκαρῶδες καὶ κατημβλυωμένον
ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν.
Εἶτα μαλακὸν ὦ δύστηνʼ ἔχεις,
σκευάριον, ἐκπωμάτιον, ἀργυρίδιον;
οὐκ ἐκδραμεῖ λαβὼν τοδὶ δώσεις τʼ ἐμοί
παρακαταθήκην;
ΒΑΛΑΝΕΙΟΝ.
Ἔγχεον μεστήν· τὸ θνητὸν περικάλυπτε τῷ θεῷ·
πῖθι. ταῦτα γὰρ παρʼ ἡμῶν Διὸς ἑταιρείου, πάτερ.
ΒΟΙΩΤΙΟΣ.
Οἷος ἐσθίειν πρὸ ἡμέρας
ἀρξάμενος ἢ πάλιν πρὸς ἡμέραν.
ΓΑΜΟΣ.
Ὁ γὰρ κόλαξ
καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς πόλεις
ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον.
νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους·
αἱ κρίσεις θʼ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ.
Στίλπωνός ἐστι βύσμαθʼ ὁ Χαρίνου λόγος.
ΔΑΝΑΙΔΕΣ.
ΔΙΑΜΑΡΤΑΝΟΥΣΑ.
Ἄρτους σποδίτας κρησερίτας περιφέρειν.
ΕΓΚΑΛΟΥΝΤΕΣ.
ΕΚΑΤΗ.
ΕΛΕΝΗΦΟΡΟΥΝΤΕΣ.
Ὦ τόνδʼ ἐποπτεύουσα καὶ κεκτημένη
Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον.
Λητοῦς Διός τε τοξόδαμνε παρθένε,
ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία
ἔστιν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.
ΕΛΛΕΒΟΡΙΖΟΜΕΝΟΙ.
ΕΜΠΟΡΟΣ.
Νόμιμον τοῦτʼ ἐστί, βέλτιστʼ, ἐνθάδε
Κορινθίοισιν, ἄν τινʼ ὀψωνοῦντʼ ἀεί
λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν
ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ,
ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα,
ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον.
ἐὰν δʼ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ,
ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι,
ὃς ἂν δὲ μὴ πίθητʼ, ἐπέβαλον ζημίαν.
ἐὰν δὲ μηδʼ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς,
τῷ δημίῳ παρέδωκαν αὐτόν. Β. Ἡράκλεις.
Α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος
τοῦτον· συνίης; ἀλλʼ ἀναγκαίως ἔχει
ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν,
ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν,
ἢ συκοφαντεῖν κατʼ ἀγοράν, ἢ μαρτυρεῖν
ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος.
Β. ὀρθῶς γε νὴ Δίʼ. ἀλλὰ δὴ τί τοῦτʼ ἐμοί;
Α. ὁρῶμεν ὀψωνοῦνθʼ ἑκάστης ἡμέρας
οὐχὶ μετρίως βέλτιστέ σʼ, ἀλλʼ ὑπερηφάνως.
οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν.
συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν.
περὶ τῶν σελίνων μαχόμεθʼ ὥσπερ Ἰσθμίοις.
λαγώς τις εἰσελήλυθʼ, εὐθὺς ἥρπακας.
πέρδικα δʼ ἢ κίχλην γε νὴ Δίʼ οὐκ ἔτι
ἔστιν διʼ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν.
τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ.
Οὐ πώποτʼ ἰχθῦς οἶδα τιμιωτέρους
ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες
αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας,
πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.
ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις,
ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με.
γόγγρον μέν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα,
ὅσον εἵλκυσεν, τοσοῦτο καταθεὶς ἐπριάμην.
Πουλύπους
ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας·
οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.
Τὴν νύκτʼ ἐκείνην διεκαραδοκήσαμεν.
ΕΝΑΓΙΣΜΑΤΑ.
Εἰ μὴ συνήθης Φαιδίμῳ γʼ ἐτύγχανεν
ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην
νόμον τίνʼ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ,
ὥστʼ ἐπιτελεσθῆναί ποτʼ αὐτῷ τοῦ πατρός
τὸ μνῆμα, κατʼ ἐνιαυτὸν ἕνα λίθον
ἁμαξιαῖον· καὶ σφόδρʼ εὐτελὲς λέγω.
ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ.
Ὁ δὲ κανδύταλις
οὗτος τί δύναται, καὶ τί ἔστιν; Β. ὥσπερ εἰ
εἴποις ἀορτάς.
ΕΠΙΤΡΟΠΕΥΣ.
ΕΠΙΚΛΗΡΟΣ.
ΕΥΝΟΥΧΟΣ.
ΖΩΓΡΑΦΟΣ.
Ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον,
εἴ τι νέον ἢ ποθεινόν· ὀστρέων γένη
παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ,
ὀπτῶν ἐπῆγε σωρὸς ἀπὸ τοῦ τηγάνου,
τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς.
Οὐ μὴ παραλάβω σʼ οὐδαμοῦ, Δράκων, ἐγώ
ἐπʼ ἔργον οὗ μὴ διατελεῖς τὴν ἡμέραν
τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην.
οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω
τίς ἔσθʼ ὁ θύων, ἢ πόθεν συνίσταται
τὸ δεῖπνον, ἢ κέκληκεν ἀνθρώπους τίνας.
ἔστιν δʼ ἁπάντων τῶν γενῶν μοι διαγραφή,
εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ.
οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος.
ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλών
τὸν ἱστὸν ἢ πηδάλια συντρίψας νεώς,
ἢ φορτίʼ ἐξέρριψʼ ὑπέραντλος γενόμενος·
ἀφῆκα τὸν τοιοῦτον· οὐδὲν ἡδέως
ποιεῖ γὰρ οὗτος, ἀλλʼ ὅσον νόμου χάριν.
ὁμοῦ δὲ ταῖς σπονδαῖσι διαλογίζεται
τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος
τιθείς, τά θʼ αὑτοῦ σπλάγχνʼ ἕκαστος ἐσθίει.
ἀλλʼ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου
τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρής
εἰς δέκʼ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα,
λαλῶν τὰ ναῦλα καὶ δάνειʼ ἐρυγγάνων,
ἀφροδίσιʼ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν·
ὑπὸ τοῦτον ὑπέμυξʼ εὐθὺς ἐκβεβηκότα,
τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διός
σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν.
τοιοῦτος ὁ τρόπος. μειράκιον ἐρῶν πάλιν
τὰ πατρῷα βρύκει καὶ σπαθᾷ, πορεύομαι.
ἀπὸ συμβολῶν συνάγοντα νὴ Δίʼ ἕτερά που
ἐνέβαλεν εἰς τὸν κέραμον ἀνευρημένα,
τὰ κράσπεδʼ ἀποθλίβοντα καὶ κεκραγότα
«ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;»
ἐῶ βοᾶν· πληγὰς γὰρ ἔνι προσλαμβάνειν
ἐλθόντα καὶ τὴν νύχθʼ ὅλην διακονεῖν.
τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, ἁμίδα μοι
ἔνεγκε πρῶτον, φησίν. ὄξος ἡ φακῆ
οὐκ εἶχε. πάλιν ᾔτησας, οἰμώξει μακρά
πρῶτος μαγείρων, φησίν. ἕτερα μυρία
τοιαῦτα καταλέξαιμʼ ἄν. οὗ δὲ νῦν σʼ ἄγω,
πορνεῖόν ἐστι, πολυτελῶς Ἀδώνια
ἄγουσʼ ἑταίρα μεθʼ ἑτέρων πορνῶν χύδην.
σαυτὸν ἀποτάξεις τόν τε κόλπον ἀποτρέχων.
Ἀπροσδόκητον οὐδὲν ἀνθρώποις πάθος·
ἐφημέρους γὰρ τὰς τύχας κεκτήμεθα.
ΗΡΑΚΛΗΣ.
Ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα
ἤδη τʼ ἀκροθώρακʼ ὄντα καὶ θυμούμενον,
τονδὶ δὲ ναστόν, Ἀστίωνος μείζονα,
ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα.
ΗΡΩΣ.
ΘΗΣΑΥΡΟΣ.
Ὑπολαμβάνω τὸ ψεῦδος ἐπὶ σωτηρίᾳ
λεγόμενον οὐδὲν περιποιεῖσθαι δυσχερές.
ΘΗΣΕΥΣ.
Σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.
ΚΙΘΑΡΩΙΔΟΣ.
Ἐξανίσταμαι
τὸν ἀμφιτάπητα συστορέσας.
Λήκυθον ξύστιν τʼ ἔχεις;
Β. ἐγὼ δὲ καὶ ξύστραν.
ΛΗΜΝΙΑΙ.
Οὗτοι δεδειπνήκασιν· ὁ δὲ τάλας ἐγώ
κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.
ΜΑΙΝΟΜΕΝΟΣ.
Καὶ προσέτι τοίνυν ἐσχάραν, κλίνην, κάδον,
στρώματα, σίγυνον, ἀσκοπήραν, θύλακον,
ὥστʼ οὐ στρατιώτην ἄν τις ἀλλὰ καὶ κύκλον
ἐκ τῆς ἀγορᾶς ὀρθὸν βαδίζειν ὑπολάβοι.
τοσοῦτός ἐσθʼ ὁ ῥῶπος ὃν σὺ περιφέρεις.
ΜΝΗΜΑΤΙΟΝ.
ΠΑΙΔΕΡΑΣΤΑΙ.
Ἔγχεον σὺ δὴ πιεῖν.
εὐζωρότερόν γε νὴ Δίʼ, ὦ παῖ, δός; τὸ γάρ
ὑδαρὲς ἅπαν τοῦτʼ ἐστὶ τῇ ψυχῇ κακόν.
ΠΑΛΛΑΚΗ.
Βουβάλια καρπῶν παρθένου φορήματα.
ΠΑΡΑΣΙΤΟΣ.
Εὖ γʼ ὁ κατάχρυσος εἶπε πόλλʼ Εὐριπίδης·
«νικᾷ δὲ χρεία μʼ ἡ ταλαίπωρός τέ μου
γαστήρ.» ταλαιπωρότερον οὐδέν ἐστι γάρ
τῆς γαστρός, εἰς ἣν πρῶτον ἐμβαλεῖς …
ἀλλʼ οὐχ ἕτερον ἀγγεῖον. ἐν πήρᾳ φέροις
ἄρτους ἄν, ἀλλʼ οὐ ζωμόν, ἢ διαφθερεῖς.
εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλʼ οὐ φακῆν,
οἰνάριον εἰς λάγυνον, ἀλλʼ οὐ κάραβον.
εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει
τὰ πάνθʼ ἑαυτοῖς μηδὲν ὁμολογούμενα.
κοὐ προστίθημι τἄλλα, διότι πανταχοῦ
διὰ τὴν τάλαιναν πάντα ταύτην γίγνεται.
Ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν,
οὐ κατανοῶ τὰ τρίγλυφʼ οὐδὲ τὰς στέγας,
οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους,
ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν.
κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ,
γέγηθα καὶ χαίρω τι καὶ πτερύττομαι·
ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ
ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλʼ οὐδʼ αἷμʼ ἔχει.
Ἀγνοεῖς ἐν ταῖς ἀραῖς
ὅ τι ἐστίν, εἴ τις μὴ φράσειʼ ὀρθῶς ὁδόν,
ἢ πῦρ ἐναύσειʼ, ἢ διαφθείρειʼ ὕδωρ,
ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά;
Οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.
ΠΕΛΙΑΔΕΣ.
Τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν σφόδρα,
φακῆς κατʼ ἄνδρα τρύβλιον μεστὸν μέγα.
Β. πρώτιστον οὐκ ἀνθηρόν. Α. ἐπὶ ταύτῃ φέρων
εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας,
ὑπό τι δυσώδης οὗτος ηρος ἀνθίαν,
ὃν πολλὰ … ταῖς κίχλαις ἤδη λέγει.
ΠΛΙΝΘΟΦΟΡΟΣ.
ΠΟΛΥΠΡΑΓΜΩΝ.
Ὤιμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον
εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους.
τόδε δʼ, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίον
ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.
ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς,
κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ,
ὡς φησίν· οὐ διὰ τοῦτό γʼ, ἀλλʼ ἐστιγμένος
πρὸ τοῦ μετώπου παραπέτασμʼ αὐτὴν ἔχει.
οὗτος ἀποκρίνετʼ, ἂν ἐρωτήσῃς πόσου
ὁ λάβραξ, δέκʼ ὀβολῶν, οὐχὶ προσθεὶς ὁποδαπῶν.
ἔπειτʼ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς,
ἐπράξατʼ Αἰγιναῖον· ἂν δʼ αὐτὸν δέῃ
κέρματʼ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά.
κατʼ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει.
Τί ποτʼ ἐστίν; ὡς ῥαγδαῖος ἐξελήλυθεν.
ΠΥΡΡΑ.
Δῶρον δʼ ἐμαυτῇ παρὰ θεῶν εὑρημένη.
ΣΑΠΦΩ.
Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα
μεστὴν Διὸς σωτῆρος, ἀγαθοῦ δαίμονος.
ΣΙΚΕΛΙΚΟΣ.
Οἷον ἀγοράζειν πάντα, μηδὲ ἓν δʼ ἔχειν,
εἰ μὴ κικίννους ἀξίους λίτραιν δυοῖν.
ΣΧΕΔΙΑ.
Θᾶττον πλέκειν κέλευε πόρκων πυκνοτέρους.
ΣΥΝΤΡΟΦΟΙ.
Ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ·
ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς
τὰ σπάργανʼ ἀποδέδειχεν.
ΣΥΝΩΡΙΣ.
Ἄριστʼ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου.
Β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. Α. κεῖται πάλαι.
πῶς ἂν βάλοιμʼ Εὐριπίδην; Β. οὐκ ἄν ποτε
Εὐριπίδης γυναῖκα σώσειʼ. οὐχ ὁρᾷς
ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ;
τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι
«Ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος
«μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει,
«ὄλοιτο, νόστου μή ποτʼ εἰς πάτραν τυχών.»
Α. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; Α. τί δέ σοι μέλει;
οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα.
Ὀργίζεται; παράσιτος ὢν ὀργίζεται;
Β. οὐκ ἀλλʼ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ,
ὥσπερ τὰ παιδίʼ αὑτὸν ἀπογαλακτιεῖ. …
Τότε φάγοις, παράσιθʼ, Β. ὅρα
ὡς διασέσυρκε τὴν τέχνην· οὐκ οἶσθʼ ὅτι
μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται;
Ἕλκʼ ἐς μέσον τὸν φιμὸν ὡς ἂν ἐμβάλῃ.
Ἐχήνισας. ποιοῦσι τοῦτο πάντες οἱ
παρὰ Τιμοθέῳ;
ΤΕΛΕΣΙΑΣ.
Τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.
ἐγὼ δὲ ταῦθʼ ἥδιστά γʼ ἐπιδορπίζομαι.
ΤΙΘΡΑΥΣΤΗΣ.
Πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος.
Β. ἀνδραπόδιʼ ἤδη ταῦθʼ, ὁρᾷς; Α. ἥκιστά γε.
ἐκπωμάτων δʼ ὀνόματα. Β. πρὸς τῆς Ἑστίας;
Α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσιν.
ΦΡΕΑΡ.
Πολιὸς τεχνίτης ἐστὶν ὁ χρόνος, ὦ ξένε.
χαίρει μεταπλάττων πάντας ἐπὶ τὰ χείρονα.
ΦΙΛΑΔΕΛΦΟΙ.
ΧΡΥΣΟΧΟΟΣ.
Διακύψας ὁρῶ
διὰ τῆς ὀπαίας κεραμίδος καλὴν σφόδρα.
Ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε
Διόνυσε καὶ σοφώταθʼ, ὡς ἡδύς τις εἶ·
ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος,
τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν,
τόν τʼ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν.
Οὐκ ἔστιν οὐδὲν τέχνιον ἐξωλέστερον
τοῦ πορνοβοσκοῦ …
κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι
ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,
ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν.
Προιτίδας ἁγνίζων κούρας καὶ τὸν πατέρʼ αὐτῶν,
Προῖτον Ἀβαντιάδην, καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε,
δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, πόσα σώματα φωτῶν,
θείῳ τʼ ἀσφάλτῳ τε πολυφλοίσβοιο θαλάσσης
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο.
ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον
Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα ποιήσω.
Ἓν ὀνάριον ἐξ ἀγροῦ μοι καταβαίνει
καθʼ ἕκαστον ἐνιαυτὸν ἀγαπητῶς
ὥσπερ κανοῦν μοι πάντʼ ἀνεσκευασμένον,
σπονδήν, ὀλάς, ἔλαιον, ἰσχάδας, μέλι.
Οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά,
λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους·
τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανείς
ἀνέπαυσε τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.
Ἣν ὁ πατὴρ ἐφίλησεν οὐδεπώποτε,
παρʼ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει,
μέλαινα δʼ οὕτως ὥστε καὶ ποιεῖν σκότος.
Παρατίθημʼ ὁλοσχερῆ
ἄρνʼ ἐς μέσον συμπτυκτόν, ὠνθυλευμένον,
χοιρίδια περιφόρινα κρομβώσας ὅλα·
Δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.
Δειπνεῖ τε καταδύς, πῶς δοκεῖς; Λακωνικῶς,
ὄξους δὲ κοτύλην. Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον
χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.
Τέρπομαι γυμνοὺς ὁρῶν
τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεί
πάντʼ εἰδέναι σπεύδοντας.
Αὐλὰς θεραπεύειν δʼ ἐστίν, ὡς ἐμοὶ δοκεῖ,
ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου.
Ἐν ἡμέραισιν αὐτὸν ἑπτά σοι, γέρον,
θέλω παρασχεῖν ἢ κολοκύντην ἢ κρίνον.
Καὶ νὴ Δίʼ ὄντως εὐθὺς ἐξέπεμπέ με
ὄρθριον· ἐκόκκυζʼ ἀρτίως ἁλεκτρυών.
Ἆρʼ ἔστιν ἀνοητότατον αἰσχροκερδία·
πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἄλλʼ οὐχ ὁρᾷ.
Εἰ μὴ τὸ λαβεῖν ἦν, οὐδὲ εἷς πονηρὸς ἦν.
Φιλαργυρία τοῦτʼ ἐστίν, ὅταν ἀφεὶς σκοπεῖν
τὰ δίκαια τοῦ κέρδους διὰ παντὸς δοῦλος ᾖς.
Ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται
συνειδόθʼ αὑτῷ φαῦλα διαπεπραγμένῳ,
πῶς τόν γε μηδὲν εἰδότʼ αἰσχυνθήσεται;
Ὅρκος δʼ ἑταίρας ταὐτὸ καὶ δημηγόρου·
ἑκάτερος αὐτῶν ὀμνύει πρὸς ὃν λαλεῖ.
Ὃς δʼ οὔτʼ ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι,
τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.
Εἰ τοῦ πατρὸς δόξαιμι κρεῖττόν σοι λέγειν,
ἐμαυτὸν ἀδικῶ κοὐκέτʼ εἰμὶ θεοσεβής,
ὅτι τὸν κατασπείραντα λυπῶ κοὐ φιλῶ.
Ἔργον συναγαγεῖν σωρὸν ἐν πολλῷ χρόνῳ,
ἐν ἡμέρᾳ δὲ διαφορῆσαι ῥᾴδιον.
Λαμπρῶς ἔνιοι ζῶσιν, οἷς χαλεπώτερον
τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον.
Ἀνδρὸς φίλου καὶ συγγενοῦς γὰρ οἰκίαν
αὑτοῦ νομίζειν δεῖ τὸν ὀρθῶς συγγενῆ.
Ἰσχυρότερον κρίνω τὸ χρυσίον πολύ·
τὰ πάντα τούτῳ τέμνεται καὶ πράττεται.
Πένητος ἀνδρὸς οὐδὲν εὐτυχέστερον·
τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν οὐ προσδοκᾷ.
Πενία δὲ συγκραθεῖσα δυσσεβεῖ τρόπῳ
ἄρδην ἀνεῖλε καὶ κατέστρεψεν βίον.
Ἄνθρωπός εἰμι, τοῦτο δʼ αὐτὸ τῷ βίῳ
πρόφασιν μεγίστην εἰς τὸ λυπεῖσθαι φέρει.
Ὥσπερ κυαθίζουσʼ ἐνίοθʼ ἡμῖν ἡ τύχη
ἓν ἀγαθὸν ἐπιχέασα τρίʼ ἐπαντλεῖ κακά.
Βέβαιον οὐδέν ἐστιν ἐν θνητῷ βίῳ.
Βιοῖ γὰρ οὐδεὶς ὃν προαιρεῖται τρόπον.
Ὡς δεινὸν ἡνίκʼ ἄν τις ὢν ἐν φροντίσιν
εἰκῆ θεατὴν τὸν τυχόντα λαμβάνῃ.
Οὐκ ἔστʼ ἀναιδοῦς ζῷον εὐθαρσέστερον.
κακὴ γὰρ αἰδὼς ἔνθα τἀναιδὲς κρατεῖ.
Καιρῷ τιθέμενον κέρδος ὡς καρπὸν φέρει.
Ἂν γνῷς τί ἐστʼ ἄνθρωπος, ἡδίων ἔσει.
Ὡς μακάριον φρόνησις ἐν χρηστῷ τρόπῳ.
Γυναικὸς ἀγαθῆς ἐπιτυχεῖν οὐ ῥᾴδιον.
Κόρης ἀπαλλαττόμεθα ταμιείου πικροῦ.
Θνητὸς πεφυκὼς μὴ εὐλαβοῦ τεθνηκέναι.
Λύπης δὲ πάσης γίγνετʼ ἰατρὸς χρόνος.
Ὡς εὐμετάβολός ἐστιν ἀνθρώπων βίος.
Παχὺς ὠνθυλευμένος στέατι Σικελικῷ.
Τὸ μὲν Ἄργος ἵππος, οἱ δʼ ἐνοικοῦντες λύκοι.
Ὠιῶν δʼ ἐν αὐτῇ διέτρεχεν νεόττια.
Μόνος γὰρ ἦν λέγων
ἄκουσμα κἀκρόαμα.
Καὶ πόδα βόειον οὐδὲ εἷς ὀπτᾷ.