eul_wid: irk-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of Ethical Maxims by Pseudo-Sotades of Maroneia

The Fragments of Ethical Maxims is a pseudepigraphical collection of 72 gnomic verses, conventionally though spuriously attributed to the 3rd-century BCE poet Sotades of Maroneia. This attribution, found in the manuscript tradition, is considered inauthentic, as the genuine Sotades was renowned for his obscene and satirical verse composed in a distinctive metre named after him. The presence of his name on a collection of conventional ethical sayings is therefore a notable anomaly. The verses themselves are characteristic of the broader gnomic tradition, focusing on themes of ethical conduct, practical wisdom for daily life, and reflections on human nature, fortune, and social relationships. The fragments survive through indirect transmission, most likely preserved within later anthologies or florilegia. The work's significance lies primarily in its value as an example of the enduring Hellenistic gnomic tradition and the common practice of pseudepigraphical attribution. Its content stands in sharp contrast to the influential, proverbial legacy of the authentic Sotades, whose innovative metre and transgressive style were later adopted for burlesque and satirical poetry.

Ἀγαθὸς εὐφυὴς δίκαιος εὐτυχὴς ὃς ἂν ζῇ,
τοῦ φθόνου λαβεῖν δεῖ μερίδʼ, ἢ μῶμον ἔχειν δεῖ.
Πλουτεῖ τις ἄγαν; ἀλλὰ πάθος παρέλαβεν αὐτόν.
Εὐσεβής τίς ἐστιν; πενίαν δέδωκεν αὑτῷ.
Μέγας ἐστὶ τεχνίτης; ἀτυχῆ πεποίηχʼ αὑτόν.
Κἂν ἐπὶ τὸ μέγιστον δίκαιος κριτὴς ὑπάρχῃ,
δεῖ τὸν φύσει νικώμενον ἄδικον αὐτὸν εἰπεῖν.
Πλούσιός τίς ἐστιν; τὸ μέγα πτῶμα φοβεῖται.
Ἰσχυρὸς ὑπάρχει; νόσου πεῖραν εὐλαβεῖται.
Ἡμέρας μιᾶς ἀλυπία μέγʼ ἐστὶ κέρδος.
Τί γάρ ἐσμεν ὅλως, ἢ ποταπῆς γεγόναμεν ὕλης;
Στόχασαι κατὰ σεαυτὸν τὸ βιωτικὸν νοήσας,
ἐκ τίνος ἐγένου καὶ τίς εἶ καὶ τίς πάλι γίνῃ.
Λύπη σε μακρὰν προφεύξεται ἀγαθὰ φρονοῦντα.
Μιμοῦ τὸ καλόν, καὶ μενεῖς ἐν βροτοῖς ἄριστος.
Νόμος ἐστὶ θεός. τοῦτον ἀεὶ πάντοτε τίμα.
Ξένος ὀφείλεις εἶναι τῶν οὐ καλῶς φρονούντων.
Οὗ καλῶς βιοῖς παράμενε, κεὐτυχεῖς τὰ πάντα.
Παρατήρει τὰ πάντων καλά, καὶ ταῦτα σὺ μιμοῦ.
Ῥῆσιν δʼ ἀγαθὴν δεδομένην εὖ φύλασσε σαυτῷ.
Σοὶ τοῦτο γενέσθω φίλον, ἐς μηδὲν ἀτακτεῖν.
Τὴν ἡσυχίαν κατὰ βίον ἵνα πάντοτε τηρῇς.
Ὑγιαίνειν εὔχου τοῖς θεοῖς, ἐφʼ ὅσον ἔχεις ζῆν.
Τῆς τύχης σκοπεῖν δεῖ τὸ μέγιστον ὡς ἔλαττον,
καὶ τὸ μὴ παρὸν μὴ θέλειν· οὐδὲ γὰρ σόν ἐστιν.
Ἀμφότερα μένειν οὐκ οἶδεν· ἕστηκε γὰρ οὐδέν.
Ἂν πλούσιος ὢν καθʼ ἡμέραν σκοπῇς τὸ πλεῖον,
ἐς τοσοῦτον εἶ πενιχρός, ἐς ὅσον εἶ περισσός.
Ὡς πένης θέλει σχεῖν, καὶ πλούσιος πλέον σχεῖν,
ἴσον ἔχουσιν αὐτῶν αἱ ψυχαὶ τὸ μεριμνᾶν.
Εἰ καὶ βασιλεὺς πέφυκας, ὡς θνητὸς ἄκουσον.
Ἂν μακρὰ πτύῃς, φλεγματίῳ κρατεῖ περισσῷ.
Ἂν εὐειματῇς, ταῦτα πρὸ σοῦ προβάτιον εἶχεν.
Ἂν χρυσοφορῇς, τοῦτο τύχης ἐστὶν ἔπαρμα.
Ἂν πλούσιος ᾖς, τοῦτο χρόνων ἄδηλος ἰσχύς.
Ἂν ἀλαζὼν ᾖς, τοῦτʼ ἀνοίας ἐστὶ φρύαγμα.
Ἂν δὲ σωφρονῇς, τοῦτο θεῶν δῶρον ὑπάρχει.
Ἡ σωφροσύνη πάρεστιν, ἂν μετρῇς σεαυτόν.
Ὁ πένης ἐλεεῖται, ὁ δὲ πλούσιος φθονεῖται,
Ὁ μέσως δὲ βίος κεκραμένος δίκαιός ἐστιν,
αὐτάρκεια γὰρ πρὸς πᾶσιν ἡδονὴ δικαία.
Πλειστάκις ἀδικούμενός τις ἐν ἀδικοῦντι καιρῷ
ἀνέχεταί τινʼ οὗ μὴ θέλει διάφορος γενέσθαι.
Πῶς ἀναλύεται τὸ σῶμα; πνεύματος φυγόντος.
Πάντων ὁ λιμὴν τῶν μερόπων ὁ θάνατός ἐστιν.
Τί ποτʼ ἐστι θεός; νοῦς. Τί δὲ νοῦς; φρόνησίς ἐστιν·
Ζῆνα δὲ σὺ νόμιζε τοῦτον ὅθεν ἔχομεν ἀεὶ ζῆν.
Αὐτὸς γὰρ Αἰὼν παντογενὴς ὁ πάντα γεννῶν
οὐ κρίνει δικαίως τὰ κατʼ ἄνθρωπον ἕκαστον·
καὶ γὰρ κατὰ γαῖαν τά γε κακὰ πέφυκεν αἰεί,
καὶ τοῖς μεγάλοις ἀεὶ κακοῖς γέγηθʼ ὁ κόσμος,
ὅτι πάντες ὅσοι περισσὸν ἠθέλησαν εὑρεῖν
ἢ μηχανικὸν ποίημʼ ἢ σοφὸν μάθημα,
οὗτοι κακὸν εἰς τὸν θάνατον τέλος ἐποίησαν,
ὑπὸ τοῦ γεννήτορος κόσμου κακῶς παθόντες.
Σωκράτην ὁ κόσμος πεποίηκεν σοφὸν εἶναι,
καὶ κακῶς ἀνεῖλεν τὸν Σωκράτην ὁ κόσμος,
ἐν τῇ φυλακῇ κώνειον ὅτι πιὼν τέθνηκεν.
Πουλύποδα φαγὼν ὁ Διογένης ὠμὸν τέθνηκεν.
Αἰσχύλῳ γράφοντί τι ἐπιπέπτωκε χελώνη.
Σοφοκλῆς ῥᾶγα φαγὼν σταφυλῆς πνιγεὶς τέθνηκε.
Κύνες οἱ κατὰ Θρᾴκην Εὐριπίδην ἔτρωγον.
Τὸν θεῖον Ὅμηρον λιμὸς κατεδαπάνησεν.
Ἥρην ποτέ φασιν Δία τὸν τερπικέραυνον
Σκήλας καύματι κάλυψον
Τὴν μῆνιν ἄειδε, Μοῦσα, τὴν Ἀχιλλέως μοι
Σαρκικὸν γὰρ εἶχε χρῶτα καὶ τὸ δέρμʼ ὅμοιον.
Βλαστεῖ δʼ ἐπὶ γῆς δένδρεα παντοῖα φύοντα.
Χὠς παῖς ποκα, πότνα, σὸς ἐφʼ ἅμμιν τερατουργεῖς.
Ὤδινεν ὄρος, Ζεὺς δʼ ἐφοβεῖτο, τὸ δʼ ἔτεκεν μῦν.
Καλῶς ἂν εἶχε νὴ Δίʼ, εἰ μετὰ τὸ μαθεῖν
οὐκ ἦν παθεῖν ἃ δεῖ παθεῖν· δεῖ γὰρ μαθεῖν.
Εἰ δεῖ παθεῖν δὲ κἂν μάθω, τί δεῖ μαθεῖν;
Οὐ δεῖ μαθεῖν ἄρʼ ἃ δεῖ παθεῖν· δεῖ γὰρ παθεῖν·
διὰ τοῦτʼ ἄρʼ οὐ θέλω μαθεῖν· δεῖ γὰρ παθεῖν.