ἥκω Θεαρίωνος ἀρτοπώλιον
λιπών, ἵνʼ ἐστι κριβάνων ἑδώλια.
ἀλλʼ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω
ἁπαξάπανθʼ ὅσʼ ἂν κελεύῃς, ὦ γύναι.
ὅπερ δὲ λοιπὸν μόνον ἔτʼ ἦν ἐν τῇ γνάθῳ
διώβολον, γεγένητʼ ἐμοὶ δικόλλυβον.
καὶ μὴν τὸ δεῖνʼ, ἀκροκώλια δή σοι τέτταρα
ἥψησα τακερά.
τῶν δὲ γηθύων
ῥίζας ἐχούσας σκοροδομίμητον φύσιν.
κοιτὼν ἁπάσαις εἷς, πύελος δὲ μίʼ ἀρκέσει.
δοῖδυξ, θυεία, τυρόκνηστις, ἐσχάρα
καὶ διαστίλβονθʼ ὁρῶμεν
ὡσπερεὶ καινοῦ λυχνούχου
πάντα τῆς ἐξωμίδος.
ΧΡΗΣΜΟΣ καί κʼ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.
Γυνή οὐκ ἐτός, ὦ γυναῖκες,
πᾶσι κακοῖσιν ἡμᾶς
φλῶσιν ἑκάστοθʼ ἅνδρες·
δεινὰ γὰρ ἔργα δρῶσαι
λαμβανόμεσθʼ ὑπʼ αὐτῶν.
καὶ διʼ ὀπῆς κἀπὶ τέγους
Ἀνήρ γύναι, τί τὸ ψοφῆσάν ἐσθʼ;
Γυνή ἁλεκτρυὼν
τὴν κύλικα καταβέβληκεν.
Ἀνήρ οἰμώζουσά γε.
καὶ νὴ Δίʼ ἐκ τοῦ δωματίου γε νῷν φέρε
κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν.
νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ
ἐμβαλὼν ἀχηνίαν
«ἀλλʼ ὦ θύγατερ ἔλεξʼ Ἰασοῖ πρευμενής»
πρὸς ΓΥΝΑΙΚΑ ἔπειτʼ ἔρειξον ἐπιβαλοῦσʼ ὁμοῦ πίσους.
ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς
πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων;
ταυτὶ τὰ κρέʼ αὐτῷ παρὰ γυναικός του φέρω.
ὦ μιαρὲ καὶ Φρυνῶνδα καὶ πονηρὲ σύ.
Γυνή πρῶτον γὰρ ἐπὶ θήραν τὸν ἄνδρʼ ἐξήγαγον.
Λαμπτρεὺς ἔγωγε τῶν κάτω.
πρὸς ΑΜΦΙΑΡΕΩΝ καὶ τοὺς μὲν ὄφεις οὓς ἐπιπέμπεις
ἐν κίστῃ που κατασήμηναι
καὶ παῦσαι φαρμακοπωλῶν.
ΧΡΗΣΜΟΣ? ὀσφὺν δʼ ἐξ ἄκρων διακίγκλισον ἠΰτε κίγκλου
ἀνδρὸς πρεσβύτου, τελέειν δʼ ἀγαθὴν ἐπαοιδήν.
Χορός οἶδα μὲν ἀρχαῖόν τι δρῶν, κοὐχὶ λέληθʼ ἐμαυτόν.
Χορός ... ἀφʼ οὗ κωμῳδικὸν μορμολυκεῖον ἔγνων
μὴ κλᾶʼ· ἐγώ σοι βουκέφαλον ὠνήσομαι.
ψῆχʼ ἠρέμα
τὸν βουκέφαλον, παῖ, τόν τε κοππατίαν.
Α ὡς δʼ ὀρχοπλήξ.
Β πέφυκε γὰρ δυσγάργαλις.
Α τοῦτʼ αὐτὸ πράττω· δύʼ ὀβολὼ καὶ σύμβολον
ὑπὸ τῷ ʼπικλίντρῳ.
Β μῶν τις αὔτʼ ἀνείλετο;
ἐκλιμάκισεν ὥστʼ εἰς μέσην
ἔπιπτε τὴν τάφρον, ...
εἰ μὴ παραμυθῇ μʼ ὀψαρίοις ἑκάστοτε
τὴν δʼ ἕωλον ἀναβεβρασμένην
καὶ ξυννένοφε καὶ χειμέρια βροντᾷ μάλʼ εὖ.
οἴμου παρόντος τὴν ἀτραπὸν κατερρύην.
ἐν τῷ στόματι τριημιωβόλιον ἔχων
χἠμῖν σκάφη ʼσθʼ ὡς ἕν τι ἐμποδίζον ᾧ ʼνεμοῦμεν.
πλὴν ἀλεύρου καὶ ῥοᾶς
Χορός γυναικῶν πρὸς θεῶν ἔραμαι τέττιγα φαγεῖν
καὶ κερκώπην θηρευσαμένη
καλάμῳ λεπτῷ.
οὐχ ἑψητῶν λοπάς ἐστιν.
καὶ μὴν χθές γʼ ἦν Πέρδιξ χωλός.
χαίρειν μὲν Ἄλον τὸν Φθιώτην
χαίρειν δʼ ἀτεχνῶς Ἀναγυρασίους.
Χορός ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποιῶν
Χορός ἀλλὰ πάντας χρὴ παραλοῦσθαι καὶ τοὺς σπόγγους ἐᾶν.
ἀλλʼ Ἀριφράδη δέδοικα μὴ τὰ πράγματα
ἡμῶν διακναίσῃ.
Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυγράμματος·
ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος
ἵστασθʼ ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας.
ὦ Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν.
ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
ἀνήρ τις ἡμῖν ἐστιν ἐγκινούμενος.
Διόνυσος ἐπὶ τῆς δίκης
ᾔτουν μʼ ἀπελθόντʼ ὀξυβάφω δύο.
Διόνυσος δεῖ διακοσίων δραχμῶν.
Β πόθεν οὖν γένοιτʼ ἄν;
Δ τὸν κότυλον τοῦτον φέρε.
πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί;
ὡς εὖ καλυμματίοις τὸν οἶκον ἤρεφεν.
μέσην ἔρειδε πρὸς τὸ σιμόν.
ἐννεύει με φεύγειν οἴκαδε.
εἰς ἄχυρα καὶ χνοῦν
τὴν αὑτοῦ σκιὰν δέδοικεν.
ναυλόχιον ἐν τῷ μέσῳ
ἦ που κατὰ στοίχους κεκράξονταί τι βαρβαριστί.
εὖ γʼ ἐξεκολύμβησʼ οὑπιβάτης ὡς ἐξοίσων ἐπίγυον.
... ἢ δεῦρʼ αἰτῶν ἀρχὴν πολέμου μετὰ Πεισάνδρου πορίσειεν.
... ἢ βοιδαρίων τις ἀπέκτεινε ζεῦγος χολίκων ἐπιθυμῶν.
κατάγου ῥοθιάζων·
ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ
Γεωργός ἐθέλω γεωργεῖν.
Β εἶτα τίς σε κωλύει;
Γεωργός ὑμεῖς· ἐπεὶ δίδωμι χιλίας δραχμάς,
ἐάν με τῶν ἀρχῶν ἀφῆτε.
Β δεχόμεθα.
δισχίλιοι γάρ εἰσι σὺν ταῖς Νικίου.
Α ... ὅτου δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει.
Β ἐμοὶ μὲν αἵνειν μολγόν· οὐκ ἀκήκοας;
Α καὶ τὰς δίκας οὖν ἔλεγον ᾄδοντες τότε;
Β νὴ Δία· φράσω δʼ ἐγὼ μέγα σοι τεκμήριον·
ἔτι γὰρ λέγουσʼ οἱ πρεσβύτεροι καθημένοι,
ὅταν κακῶς τις ἀπολογῆται τὴν δίκην,
«ᾄδεις».
τί δῆτα τούτων τῶν κακῶν, ὦ παῖ, γλίχει;
εἶτʼ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
«εἴ γʼ ἐγκιλικίσαιμʼ ἐξολοίμην» φαθὶ λέγων.
καχέτας καὶ Μεγακλέας καὶ Λαμάχους.
Χορός ἐξ ἄστεως νῦν εἰς ἀγρὸν χωρῶμεν· ὡς πάλαι δεῖ
ἡμᾶς ἐκεῖ τῷ χαλκίῳ λελουμένους σχολάζειν.
Γεωργός καὶ γένη συκῶν φυτεύω πάντα πλὴν Λακωνικῆς·
τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν·
οὐ γὰρ ἦν ἂν μικρὸν εἰ μὴ μισόδημον ἦν σφόδρα.
Χορός Εἰρήνη βαθύπλουτε καὶ ζευγάριον βοεικόν,
εἰ γὰρ ἐμοὶ παυσαμένῳ τοῦ πολέμου γένοιτο
σκάψαι κἀποκλάσαι τε καὶ λουσαμένῳ διέλκειν
τῆς τρυγὸς ἄρτον λιπαρὸν καὶ ῥάφανον φαγόντι.
Χορός ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική,
χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός.
Χορός ἐν ἀγορᾷ δʼ αὖ πλατάνιʼ εὖ διαφυτεύσομεν.
ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτας.
πτωχικοῦ βακτηρίου
βακτηρία δὲ Περσὶς ἀντὶ καμπύλης
ὀφθαλμιάσας πέρυσιν εἶτʼ ἔσχον κακῶς·
ἔπειθʼ ὑπαλειφόμενος παρʼ ἰατρῷ—
ὀξωτά, σιλφιωτά, βολβός, τεύτλιον,
περίκομμα, θρῖον, ἐγκέφαλος, ὀρίγανον,
καταπυγοσύνη ταῦτʼ ἐστὶ πρὸς κρέας μέγα.
Γυνή τίς ἂν φράσειε ποῦ ʼστι τὸ Διονύσιον;
Β ὅπου τὰ μορμολυκεῖα προσκρέμαται, γύναι.
ἔδει δέ γʼ ἐκβληθεῖσαν εἰς Ἁλμυρίδας
τῇ θυγατρὶ τῃδὶ μὴ παρέχειν σε πράγματα.
ἐπὶ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας
Α σὺ δʼ οὐκ ἐγήμω;
Γυνή νὴ Δίʼ, ὀλίγας ἡμέρας.
ἐγὼ δʼ ἀπολοπίζειν τε κᾆτʼ ἐπʼ ἀνθράκων
ὑδρίαν διανίζειν πεντέχουν ἢ μείζονα
ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη
κοπίδι τῶν μαγειρικῶν
ἀθάρης ἀνακαλύψασα μεστὸν τρύβλιον
λορδοῦ κιγκλοβάταν ῥυθμόν.
Α τουτὶ τί ἦν τὸ πρᾶγμα;
Ἀρτόπωλις θερμούς, ὦ τέκνον.
Α ἀλλʼ ἦ παραφρονεῖς;
Ἀρτόπωλις κριβανίτας, ὦ τέκνον.
Α τί κριβανίτας;
Ἀρτόπωλις πάνυ δὲ λευκούς, ὦ τέκνον.
ὦ πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας
ἢ σὺ τὰς ὑποπαρθένους, ἁλμάδας ὡς ἐλάας,
στιφράς;
Ἀνήρ ὡς γυνή φέρʼ ἐξέλθω μεταθεὶς φωνήν, σὺ δὲ
διάκαε, κοὐ γενήσομαι γέλως ...
καὶ μὴν ὑπόστιφρόν γε τὴν φωνὴν ἔχεις.
ὃν οὐκ ἀθρεῖν νοήσει
... νίων
ἀπέωσεν εὐθὺς ἣν ἂν μὴ τακῆι
ὑφʼ ὅπερ δʼ ἂν εἶναι κόριον εἴπηι, τοῦτό γε
ἔγημεν·
τῶιδε
εὔφρανʼ ἐνχέασα
ἐγχεῖν νεόκρατα
τὸν σπλῆνʼ ἀπώρνυν
πάντα θεῖς καὶ λείπομαι.
σύφωνος
τώδʼ ὠιὼ φέρω
τίς νεόκρατα;
τὰ διάλιθʼ οὐκ ἔαξε·
λίπος
περικωνῆσαι
ἀρίστους τῶν κεράμων
καὶ τοὺς κατʼ ἄλλα
λάβηι δʼ ὅρκον ...
εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ σφαῖραν καὶ στλεγγίδʼ ἔχοντα
λέγει δʼ ὁτιὴ τὴν τέχνην κακηγορεῖν
ὑμᾶς οὐχὶ χρὴ πολὺ νικῶν.
ὡς πικρόν τις ἀνέκραγεν.
τίς ἄρα δήποτʼ ἄλλος ἐστὶν Ἀντιφῶντος;
τὴν ποίησιν γὰρ κατὰ τὸν νοῦν διαρταμεῖ.
πρᾶος
ἄανθαν·
ἀμφί μοι αὖτις ἄνακτα·
τῶν μὰν ἤτε βίαν ἤτε κλεπίαν ἀτῶντι.
οὐκ ἐτὸς ἁγὼ μέτρα χέω Λίνον οὐκ ἐξίκει·
ὁρᾶις ἄρʼ ὡς ἐνῆν τι; κἂν κὶς ἄρα κακόν.
ὥσπερ πελεκᾶς πλατυγίζων·
οἴμοι τοῦ χείλους.
ὤμοι τῆς ἀλέας ἣν ἅνθρωπός μʼ ἀποδύσας
φεύγεις συγκύψας.
ἀλλὰ δῆτʼ ἐς τοῦ στρατηγοῦ κωμάσω τοῦ Σκελλίου.
φέρε νῦν ἐγὼ τὴν δαίμονʼ ἣν ἀνήγαγον
ἐς τὴν ἀγορὰν ἄγων ἱδρύσωμαι βοΐ.
δεῦρο
γενναῖον δέ σοι
ταχέως ὑπακούειν.
ἐλαφρὸν οἷα τις
μόλυβδος·
ἔκυσα νῦν ἐνταῦθʼ ἐγὼ
ταύτην δοκῶν φαρμὸν πλέκειν.
ἅμα δʼ ἐπεὶ
ἐκάθισαν, ἀτρέμας ἔλαβον ...
Γυνή ἀποπλευστέʼ οὖν ἐπὶ τὸν νυμφίον ᾧ γαμοῦμαι
τήμερον
Α καὶ τίς «νεκρῶν κευθμῶνα καὶ σκότου πύλας»
ἔτλη κατελθεῖν;
Β ἕνα τινʼ ἀφʼ ἑκάστης τέχνης
εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας,
οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ
ἐκεῖσε φιλοχωροῦντας.
Α εἰσὶ γάρ τινες
ἄνδρες παρʼ ὑμῖν ᾁδοφοῖται;
Β νὴ Δία
μάλιστά γʼ.
Α ὥσπερ Θρᾳκοφοῖται;
Β πάντʼ ἔχεις.
Α καὶ τίνες ἂν εἶεν;
Β πρῶτα μὲν Σαννυρίων
ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν
Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας.
Α ὡς σφόδρʼ ἐπὶ λεπτῶν ἐλπίδων ὀχεῖσθʼ ἄρα·
τούτους γάρ, ἢν πολλοὶ ξυνέλθωσιν, λαβὼν
ὁ τῆς διαροίας ποταμὸς ἐξοιχήσεται.
Α καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμʼ ἂν ῥήματα;
Β εἰς ὄξος ἐμβαπτόμενος ἢ ξηροὺς ἅλας.
τότε μέν γε, Μανῆ, σου κατεκοττάβιζον ἄν.
νυνὶ δὲ καὶ κατεμοῦσι, τάχα δʼ εὖ οἰδʼ ὅτι
καὶ καταχέσονται.
ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον
θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν τὴν θύραν ἀφιγμένος.
ἆρʼ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία;
ὡς μὲν γάρ ἐστε νήστιδες γιγνώσκετε.
τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον.
ἀκροκώλιʼ, ἀρτοί, κάραβοι, βολβοί, φακῆ
πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν;
ἄλλος δὲ πλεκτῷ προσέφερʼ ἐν κανισκίῳ
ἄρτων περίλοιπα θρύμματα.
ᾖσαν εὐθὺ τοῦ Διονυσίου
πόλος τόδʼ ἐστίν; εἶτα ποστὴν ἥλιος τέτραπται;
φήμη ʼστὶν ἐξ ᾠῶν βροτοὺς ἅπαντας ἐκλαπῆναι.
ἦν δὲ
τὸ πρᾶγμʼ ἑορτή· περιέτρεχε δʼ ἡμῖν κύκλῳ λεπαστὴν
ταχὺ προσφέρων παῖς τις, ἐνέχει τε σφόδρα γε κυανοβενθῆ.
χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.
ψιθυρός τʼ ἐκαλοῦ καὶ ψωμοκόλαξ.
ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
τέθνηκεν;
ἤδη τις ὑμῶν εἶδεν Εὐρύβατον Δία;
ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών.
ἓν ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
ὁ μηχανοποιός, ὁπότε βούλει τὸν τροχὸν
ἐᾶν μʼ ἀνεκάς, λέγε «χαῖρε φέγγος ἡλίου».
καὶ ταῦτʼ ἔχοντα πουλύπους καὶ σηπίας
τὸν πουλύπουν μοὔθηκε.
πληγαὶ λέγονται πουλύπου πιλουμένου.
περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος
νῦν ἐστι; περὶ ὄνου σκιᾶς.
Υἱός καταπύγων ἀλλʼ εἶ σορέλλη καὶ μύρον καὶ ταινίαι.
Γέρων ἰδού, σορέλλη· τοῦτο παρὰ Λυσιστράτου
Υἱός καταπύγων ἦ μὴν ἴσως σὺ καταπλιγήσει τῷ χρόνῳ·
Γέρων τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων.
Υἱός καταπύγων ἀποκείσεταί σοι ταῦτά πη τὰ ῥήματα·
Γέρων παρʼ Ἀλκιβιάδου τοῦτο τἀποκείσεται.
Υἱός καταπύγων τί ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις
καλοκαγαθεῖν ἀσκοῦντας;
Γέρων οἴμʼ, ὦ Θρασύμαχε·
τίς τοῦτο τῶν ξυνηγόρων τηρεύεται;
Καταπύγων σοὶ γὰρ σοφίσματʼ ἔστιν;
Σώφρων ἁγὼ ʼκτησάμην.
σὺ δʼ εὐθὺς ἀπεδίδρασκες ἐκ διδασκάλου.
Γέρων οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ
πλύνων ἅπασιν ὅσα σύνοιδʼ αὑτῷ κακά.
εἰ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλαέτω.
Χορός ἐγὼ δʼ ἑλὼν
πέμψω πλακοῦντʼ ἐς ἑσπέραν χαρίσιον.
ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
ἐδίδου ῥοφεῖν ἄν.
τί δαί; κυνίδιον λευκὸν ἐπρίω τῇ θεῷ
εἰς τὰς τριόδους;
τῆς μυρηρᾶς ληκύθου
πρὶν κατελάσαι τὴν σπαθίδα, γεύσασθαι μύρου
φέρʼ ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς;
οὐδʼ ἐστὶν αὐτῇ στλεγγὶς οὐδὲ λήκυθος.
οὐδʼ ἀργύριόν ἐστιν κεκερματισμένον.
ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον.
ἔγνωκʼ ἔγωγε χαλκίον
ἱστάναι καὶ μυρρίνας.
ὁ δʼ ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα.
τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει.
ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι.
ταχύ νυν πέτου καὶ μὴ τροπίαν οἶνον φέρε.
οὐκ ἀλλὰ τοῦτό γʼ ἐπίχυσίς του χαλκίου.
κἄγειν ἐκεῖθεν κακκάβην
ὦ στωμυλῆθραι δαιταλεῖς
ἀλλʼ οὐ γὰρ ἔμαθε ταῦτʼ ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον
πίνειν, ἔπειτʼ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν
Συβαριτίδας τʼ εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν,
καὶ καταμεθυσθῆνʼ ἡδέως τε καὶ φίλως.
εἰ μὴ δικῶν τε γυργάθους ψηφισμάτων τε θωμοὺς
φέροντες
καὶ λεῖος ὥσπερ ἔγχελυς, χρυσοῦς ἔχων κικίννους
ἔσειον, ᾔτουν χρήματʼ, ἠπείλουν, ἐσυκοφάντουν.
εἰς τὰς τριήρεις δεῖν ἀναλοῦν ταῦτα καὶ τὰ τείχη,
εἰς οἷʼ ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα.
ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος,
εἶτά με σκάπτειν κελεύεις;
Γέρων πρὸς ταῦτα σὺ λέξον Ὁμήρου ἐμοὶ γλώττας· τί καλοῦσι κόρυμβα;
... τί καλοῦσʼ ἀμενηνὰ κάρηνα;
Καταπύγων ὁ μὲν οὖν σός, ἐμὸς δʼ οὗτος ἀδελφὸς φρασάτω τί καλοῦσιν ἰδυίους;
... τί καλοῦσιν ὀπυίειν;
καὶ τὴν Ἑκάβην ὀτοτύζουσαν καὶ καόμενον τὸν ἀχυρόν.
ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἈνακρέοντος.
καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα
ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένον ἐξαίφνης σʼ ἀποφῆναι.
ὦ παρανοία καὶ ἀναιδεία
καὶ κόσκινον ἠπήσασθαι
ὅτε τὰς ᾠὰς ἴσας ἐποιήσατο
ἐπιδείπνιον γὰρ ὁ βασιλεὺς θέαν
τοῖς δαιταλεῦσιν ὥσπερ ἄξιον λόγου
χαριζόμενος τὸ δρᾶμα τοῦτʼ ἐδείκνυε.
μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας,
παρʼ αἷς ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ.
ἀλλʼ εἴσιθʼ· ὡς τὸ πρᾶγμʼ ἐλέγξαι βούλομαι
τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ.
τραπόμενον εἰς τοὔψον λαβεῖν
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.
κακῶν τοσούτων ξυνελέγη μοι σώρακος.
ἤδη παροινεῖς εἴς με πρὶν δεδειπνάναι;
δακτύλιον χαλκοῦν φέρων ἀπείρονα
οὐδεὶς βεβαλάνωκε τὴν θύραν.
Λύκας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῖν.
Χορός ὁ χορὸς δʼ ὠρχεῖτʼ ἂν ἐναψάμενος δάπιδας καὶ στρωματόδεσμα,
διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν.
Χορός οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο.
πρὸς τὸν στροφέα τῆς αὐλείας σχίνου κεφαλὴν κατορύττειν.
μή τἄρʼ εἶναι μʼ ἐγκριδοπώλην.
καὶ τὸν κυλλάστιν φθέγγου καὶ τὸν Πετόσιριν.
αἷσι τὰ τῶν χειρῶν ἔργα μνοῦς ἐστίν.
Κόρη τί, ὦ πονηρέ, μʼ ἐκκορίζεις ὡσπερεὶ
κλιντήριον;
ἐγὼ γάρ, εἴ τί σʼ ἠδίκηκʼ, ἐθέλω δίκην
δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί.
Ταμίας ἀνοιγέτω τις δώματʼ· αὐτὸς ἔρχεται.
ἀλλʼ εἰς κάδον λαβών τινʼ οὔρει πίττινον.
εἰσκεκρουσμένους
τοὺς πύνδακας
πτίττω, καταλῶ, βράττω, δεύω, μάττω, πέττω.
χωρεῖ ἄκλητος ἀεὶ δειπνήσων· οὐ γὰρ ἄκανθαι.
τὸ δὲ πορνεῖον Κύλλου πήρα.
ἦν κωμήτισι
καπήλισίν τʼ ἐπίχαρτον.
Νεκρός ἔστιν γὰρ ἡμῖν τοῖς κάτω πρὸς τοὺς ἄνω
ἀπὸ συμβόλων, καὶ μὴν ὁ Μαιμακτηριών,
ἐν ᾧ ποιοῦμεν τὰς δίκας καὶ τὰς γραφάς.
Οἰκέτης οἴμοι κακοδαίμων ὁ λύχνος ἡμῶν οἴχεται.
Δεσπότης καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται
κἄλαθέ σε;
Δεσπότης ἀλλʼ ὥσπερ ὁ λύχνος
ὁμοιότατα καθεῦδʼ ἐπὶ τοῦ λυχνιδίου.
οὐδὲν μὰ Δίʼ ἐρῶ λοπάδος ἑψητῶν.
ὁ δʼ ἐς τὸ πλινθεῖον γενόμενος ἐξέτριψε.
Γέρων ἀλλʼ εὔχομαι ʼγωγʼ ἑλκύσαι σε τὸν σφυρὸν
ἵνα μή με προσπράττωσι γραῦν οἱ φράτερες.
αὐτοῖς σταθμοῖς ἐξέβαλε τὰς σιαγόνας.
πάντες δʼ ἔνδον πεταχνοῦνται.
Γεωργία τῆς πᾶσιν ἀνθρώποισιν Εἰρήνης φίλης
πιστὴ τροφός, ταμία, σύνεργος, ἐπίτροπος,
θυγατήρ, ἀδελφή—πάντα ταῦτʼ ἐχρῆτό μοι.
Β σοὶ δʼ ὄνομα δὴ τί ἐστιν;
Γέρων ὅ τι; Γεωργία.
τὴν δʼ ἀσπίδα
ἐπίθημα τῷ φρέατι παράθες εὐθέως.
ἰὼ Λακεδαῖμον, τί ἄρα πείσει τημέρα;
πόθεν τὸ φῖτυ, τί τὸ γένος, τίς ἡ σπορά;
Α οὐκ ἠγόρευον; οὑτοσί γʼ οὐκ Ἀργόλας.
Β μὰ Δίʼ οὐδέ γʼ Ἕλλην, ὅσον ἔμοιγε φαίνεται.
τρέχʼ ἐς τὸν οἶνον ἀμφορέα κενὸν λαβὼν
τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον
κἄπειτα μισθοῦ σαυτὸν ἀμφορεαφορεῖν.
ὀβολῶν δεουσῶν τεττάρων καὶ τῆς φορᾶς
ἢν καρδοπείῳ περιπαγῇ τὸν αὐχένα
παύσειν ἔοιχʼ ἡ παυσικάπη κάπτοντά σε.
ἴθι δὴ λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον.
οἱ γὰρ ἥρως ἐγγύς εἰσιν.
μὴ γεύεσθε δʼ ἅττʼ ἂν καταπέσῃ
τῆς τραπέζης ἐντός· ἡρώων γάρ ἐστι ταῦτʼ ἀεί.
μήτε ποδάνιπτρον θύραζʼ ἐκχεῖτε μήτε λούτριον.
κἀπὸ τῆς Διειτρέφους τραπέζης
Θεράπων οἴμοι κακοδαίμων τῆς τόθʼ ἡμέρας, ὅτε
εἶπέν μʼ ὁ κῆρυξ οὑτοσὶ τί ἀλφάνει;
ὡς διά γε τοῦτο τοὔπος οὐ δύναμαι φέρειν
σκεύη τοσαῦτα καὶ τὸν ὦμον θλίβομαι.
ὦ Ζεῦ πολυτίμηθʼ οἷον ἐπέπνευσʼ ὁ μιαρὸς
φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου
καὶ βακκάριδος.
Α ξυρόν, κάτοπτρον, ψαλίδα, κηρωτήν, λίτρον,
προκόμιον, ὀχθοίβους, μίτρας, ἀναδήματα,
ἔγχουσαν, ὄλεθρον τὸν βαθύν, ψιμύθιον,
μύρον, κίσηριν, στρόφιʼ, ὀπισθοσφενδόνην,
κάλυμμα, φῦκος, περιδέραιʼ, ὑπογράμματα,
τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον,
ζῶμʼ ἀμπέχονον, τρύφημα, παρυφές, ξυστίδα,
χιτῶνα, βάραθρον, ἔγκυκλον, κομμώτριον.
τὰ μέγιστα δʼ οὐκ εἴρηκα τούτων.
εἶτα τί;
Α διόπας, διάλιθον, πλάστρα, μολόχιον, βότρυς,
χλιδῶνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας,
σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα,
πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια,
ὑποδερίδας, ἑλικτῆρας, ἄλλα πόλλʼ ἅ τις
οὐδʼ ἂν λέγων λέξειε.
ὅσʼ ἄρʼ ἦν περίεργʼ αὐταῖσι τῶν φορημάτων,
ὅσοις τε περιπέττουσιν αὑτὰς προσθέτοις.
Καλλιγένεια οἶνον δὲ πίνειν οὐκ ἐάσω Πράμνιον,
οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδʼ ἄλλος ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
Καλλιγένεια ἰχθῦς ἐώνηταί τις; ἦ σηπίδιον
ἢ τῶν πλατειῶν καρίδων; ἦ πουλύπους
ἢ νῆστις ὀπτᾶτʼ ἢ γαλεὸς ἢ τευθίδες;
Β μὰ τὸν Δίʼ οὐ δῆτʼ.
Καλλιγένεια οὐδὲ βατίς;
Β οὔ φημʼ ἐγώ.
Καλλιγένεια οὐδὲ χορίʼ οὐδὲ πυὸς οὐδʼ ἧπαρ κάπρου
οὐδὲ σχαδόνες οὐδʼ ἠτριαῖον δέλφακος
οὐδʼ ἐγχέλειον οὐδὲ κάραβος; μέγʼ ἂν
γυναιξὶ κοπιώσαισιν ἐπεκουρήσατε.
ἀγαθὰ μεγάλα τῇ πόλει
ἥκειν φέροντάς φασι τοὺς Πυλαγόρας
ἀπὸ τῆς Πυλαίας καὶ τὸν ἱερομνήμονα.
τὴν πτέρυγα παραλύσασα τοῦ χιτωνίου
καὶ τὸν ἀπόδεσμον, οἷς ἐνῆν τὰ τιτθία
καὶ κατʼ Ἀγάθωνʼ ἀντίθετον ἐξυρημένον
Ἄμφοδον ἐχρῆν αὐτῷ τίθεσθαι τοὔνομα·
ἀναβῆναι τὴν γυναῖκα βούλομαι.
τὸ χαλκίον θερμαίνεται·
ἁγὼν πρόφασιν οὐκ ἀναμένει.
ἅμα δʼ ἠπίαλος πυρετοῦ πρόδρομος
Χορός ἦν μέγα τι χρῆμʼ ἔτι τρυγῳδοποιομουσική,
ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον
λαμπρὸν ἐνομίζετʼ ἀπόνως παραβεβλημένον
ἄλλα τε τοιαῦθʼ ἕτερα μυρίʼ ἐκιχλίζετο.
Χορός μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους,
μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας·
ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος.
σακίον, ἐν οἷσπερ τἀργύριον ταμιεύεται
πάρεσʼ οἷς κατετρίβη θαἰμάτια, κᾆπʼ «Εἶτα πῶς
φῷδας τοσαυτασὶ σὺ τὸν χειμῶνʼ ὅλον;»
Γυνή ἦ λοιδορία τις ἐγένεθʼ ὑμῖν;
Β πώμαλα·
«οὐδʼ εἶπον οὐδὲν πρὸς σὲ κῦρον, ὦ γύναι.»
ἀλλʼ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία
ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
ἐκδότω δέ τις
καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο.
κοφίνους δὲ λίθων ἐκέλευες
ἡμᾶς ἱμᾶν ἐπὶ τὸν κόραμον.
ἄλλαι δʼ ὑποπρεσβύτεραι Θασίου
μέλανος μεστὸν κεραμευόμεναι
κοτύλαις μεγάλαις
ἐνέχεον ἐς τὸ σφέτερον δέμας οὐδʼ
ἕνα κόσμον ἔρωτι βιαζόμεναι
μελαναιγίδος οἴνου ἀκράτου.
ἤμουν ἄγριον βάρος· ἦ ʼτειρεν
γάρ τοί μʼ οἶνος
πῶμʼ οὐ μείξας Ἀχελώῳ.
Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ κάλους
ἐνταῦθα δʼ ἐτυράννευεν Ὑψιπύλης πατὴρ
Θόας, βραδύτατός γʼ ὢν ἐν ἀνθρώποις δραμεῖν.
τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους.
ἀνδρῶν ἐπακτῶν πᾶσʼ ἐγάργαιρʼ ἑστία.
ἀλλʼ ἀρτίως κατέλιπον αὐτὴν σμωμένην
ἐν τῷ πυέλῳ.
ἕως νεαλής ἐστιν αὐτὴν τὴν ἀκμὴν
ἦ καρδιώττεις; ἀλλὰ πῶς χρήσται ποιεῖν;
παρεῳγμένης
τῆς θύρας
οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου
ὑπογάστριον
καὶ τὴν κρατίστην δαίμονʼ ἧς νῦν θερμός ἐσθʼ ὁ βωμός·
πεντελίθοισί θʼ ὁμοῦ λεκάνης παραθραύσμασι παῖσαι.
αἱ δὲ γυναῖκες τὸν δορίαλλον
φράγνυνται.
Εὐριπίδης δʼ ὁ τὰς τραγῳδίας ποιῶν
τὰς περιλαλούσας οὗτός ἐστι τὰς σοφάς.
κείτεσθον ὥσπερ πηνίω βινουμένω.
δὶς παῖδες οἱ γέροντες·
λόγος γὰρ ἦν
οὐκ ἐῶν κακὸν τὸν οὐχὶ τοιοῦτον δοκεῖν.
ἐς τὴν Πάρνηθʼ ὀργισθεῖσαι φροῦδαι κατὰ τὸν Λυκαβηττόν
μηδὲ στέψω κοτυλίσκον
ὦ μῶρε, μῶρε, ταῦτα πάντʼ ἐν τῇδʼ ἔνι·
οἰκεῖν μὲν ἐν ἀγρῷ τοῦτον ἐπὶ τῷ γῃδίῳ
ἀπαλλαγέντα τῶν κατʼ ἀγορὰν πραγμάτων,
κεκτημένον ζευγάριον οἰκεῖον βοοῖν,
ἔπειτʼ ἀκούειν προβατίων βληχωμένων
τρυγός τε φωνὴν εἰς λεκάνην ἠθουμένης,
ὄψῳ δὲ χρῆσθαι σπινιδίοις τε καὶ κίχλαις,
καὶ μὴ περιμένειν ἐξ ἀγορᾶς ἰχθύδια
τριταῖα, πολυτίμητα, βεβασανισμένα
ὑπʼ ἰχθυοπώλου χειρὶ παρανομωτάτῃ.
ἄμυλος, τάριχος, πυός, ἰσχάδες, φακῆ
ὁ μέν τις ἀμπέλους
τρυγῶν ἄν, ὁ δʼ ἀμέργων ἐλάας.
Α τί σὺ λέγεις; εἰσὶν δὲ ποῦ;
Β αἱδὶ κατʼ αὐτὴν ἃς βλέπεις τὴν εἴσοδον.
λέξεις ἄρα
ὥσπερ τὰ παιδίʼ, ἔξεχʼ ὦ φίλʼ ἥλιε.
ἀλλʼ οὐ τυγχάνει
ἐπίδημος ὤν.
θλαστὰς ποιεῖν ἐλάας
οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα·
θλαστὴν γὰρ εἶναι κρεῖττον ἁλμάδος.
καταλιπὼν Παναίτιον πίθηκον
ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει·
βαβαί, Λάκων· ὡς ἀμφοτέρων ἡμῶν πρὶν ἦν
τὰ πράγματʼ οἰσυπηρὰ καὶ βαρύσταθμα.
ἰώ, Λακεδαῖμον, τί ἄρα πείσῃ τημέρα;
ἀλλʼ ἱμάντα μοι
δὸς καὶ ζμινύην· ἐγὼ γὰρ εἶμʼ ἐπὶ ξύλα.
ἐπεὶ δʼ ἐγενόμην οἷπερ ᾖʼ ἐπὶ ξύλα
λόγχαι δʼ ἐκαυλίζοντο κἀξύετο κάμαξ.
τί δὴ τὸν ὀρνίθειον οἰκίσκον φέρεις;
παῖδες ἀγένειοι Κλεισθένης τε καὶ Στράτων
πρῴην ἐρανιστὰς ἑστιῶν ἥψησα ἔτνος.
δάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
τὰ κάτω σπατάγγην
ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορʼ ἐκλέγει τʼ ἀεὶ
ἐκ τοῦ γενείου τὰς πολιάς.
ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος
τοῖς γέρουσιν ὥσπερ Εὔαθλος παρʼ ὑμῖν τοῖς νέοις.
ἀράκους, πυρούς, πτισάνην, χόνδρον, ζειάς, αἴρας, σεμίδαλιν
καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι τροπαῖον.
σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες
σπυρὶς οὐ μικρὰ καὶ κωρυκίς, ἣ καὶ τοὺς μάττοντας ἐγείρει.
ὢ κακοδαίμων, ὅστις ἐν ἅλμῃ πρῶτος τριχιῶν ἀπεβάφθη.
σκαφίδας, μάκτρας, Μοσσυνικὰ μαζονομεῖα
ὁ μὲν ᾖδεν Ἀδμήτου λόγον πρὸς μυρρίνην,
ὁ δʼ αὐτὸν ἠνάγκαζεν Ἁρμοδίου μέλος.
ὅστις οὐδένα
προσίεται φυλακῆς ἕνεκα τῶν χρημάτων
γλίσχρου τε τοῦ βίου.
οὐ γὰρ σὺ παρέχεις ἀμφιέσασθαι τῷ πατρί.
ἀπεσημηνάμην
τὰς τῶν κακούργων οἰκίας.
ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.
κεφαλάς τʼ ἀρνῶν κωλᾶς τʼ ἐρίφων
βαλανεὺς δʼ ὠθεῖ ταῖς ἀρυταίναις.
χαλκώματα, προσκεφάλαια
ἢν γὰρ ἕνʼ ἄνδρʼ ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι
δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι.
τῶν λαμπαδηφόρων τε πλεί-
στων αἰτίαν
τοῖς ὑστάτοις πλατειῶν.
γυναῖκα δὴ ζητοῦντες ἐνθάδʼ ἥκομεν,
ἥν φασιν εἶναι παρὰ σέ.
τὸ γὰρ φοβεῖσθαι τὸν θάνατον λῆρος πολύς·
πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.
Μίνως ἰδοὺ δίδωμι τήνδʼ ἐγὼ γυναῖκά σοι
Φαίδραν· ἐπὶ πῦρ δὲ πῦρ ἔοιχʼ ἥξειν ἄγων.
διὰ τῆς ἀγορᾶς ἔτρεχον ἀναρίστητος ὤν.
ἐλλιμενίζεις ἢ δεκατεύεις
Θυέστης ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων·
πῶς, πῶς ἐσίδω ῥύγχος γε περικεκαυμένον;
Θυέστης οἴμοι τάλας, τί μου στρέφει τὴν γαστέρα;
βάλλʼ ἐς κόρακας. πόθεν ἂν λάσανα γένοιτό μοι;
κάμνοντα δʼ αὐτὸν τοῦ θέρους ἰδών ποτε
ἔτρωγʼ, ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
Θεράπων ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην·
ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι.
ὁ δʼ ἀλφίτων πριάμενος ὅσα τρεῖς χοίνικας
κοτύλης δεούσας εἴκοσʼ ἀπολογίζεται.
τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;
σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης
χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ,
τοὺς νοῦς δʼ ἀγοραίους ἧττον ἢ ʼκεῖνος ποιῶ.
... λήκυθον
τὴν ἑπτακότυλον τὴν χυτρείαν τὴν καλήν,
ἣν ἐφερόμην, ἵνʼ ἔχοιμι συνθεάτριαν
καὶ μὴν ἄκουσον, ὦ γύναι, θυμοῦ δίχα
καὶ κρῖνον αὐτὴ μὴ μετʼ ὀξυρεγχίας.
ὡσπερεὶ Καλλιππίδης
ἐπὶ τοῦ κορήματος καθέζομαι χαμαί.
Γυνή ἀλλʼ ἔχουσα γαστέρα
μεστὴν βοάκων ἀπεβάδιζον οἰκάδε.
καὶ τῶν πλατυλόγχων διβολίαν ἀκοντίων
καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκοντίων
ἣν Πόρδαλιν καλοῦσι τὴν κασαλβάδα.
τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.
ὥσπερ αἰρόπινον τέτρηται.
τοῖχον μοχλίσκῳ σκαλεύειν
ἀλλὰ συσπᾶσθαί σε δεῖ
τὰς κοχώνας.
οὐδʼ ἂν ἴσως ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ ἄκανθαι.
καὶ μὴν πόθεν Πλούτων γʼ ἂν ὠνομάζετο,
εἰ μὴ τὰ βέλτιστʼ ἔλαχεν; ἓν δέ σοι φράσω,
ὅσῳ τὰ κάτω κρείττω ʼστιν ὧν ὁ Ζεὺς ἔχει·
ὅταν γὰρ ἱστῇς, τοῦ ταλάντου τὸ ῥέπον
κάτω βαδίζει, τὸ δὲ κενὸν πρὸς τὸν Δία.
οὔτε γὰρ ἂν ἀποθανόντες ἐστεφανωμένοι
προὐκείμεθʼ οὔτʼ ἂν βακκάριδι κεχριμένοι,
εἰ μὴ καταβάντας εὐθέως πίνειν ἔδει.
διὰ ταῦτα γάρ τοι καὶ καλοῦνται μακάριοι·
πᾶς γὰρ λέγει τις «ὁ μακαρίτης οἴχεται,
κατέδαρθεν· εὐδαίμων, ὅσʼ οὐκ ἀνιάσεται.»
καὶ θύομέν γʼ αὐτοῖσι τἀναγίσματα
ὥσπερ θεοῖσι, καὶ χοάς γε χεόμενοι
αἰτούμεθʼ αὐτοὺς δεῦρʼ ἀνεῖναι τἀγαθά.
ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις
ἀποχρῶσαν ἤδη.
τοῦτον τὸν ἄνδρʼ ἢ βιβλίον διέφθορεν
ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις.
Χορός τί οὖν ποιῶμεν; χλανίδʼ ἐχρῆν λευκὴν λαβεῖν·
εἶτʼ Ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον.
Α τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν;
Β τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα.
ἐρείδετον· κἀγὼ κατόπιν σφῷν ἕψομαι.
οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ ἀπελάγχανεν
ἀπέλαχεν.
ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί
ὑποπεπώκαμεν γάρ, ὦνδρες, καὶ καλῶς ἠρίσταμεν.
λαμβάνετε κόλλαβον ἕκαστος
τὸ δʼ ἔτνος τοὐν ταῖς κυλίχναις τουτὶ θερμόν, καὶ τοῦτο παφλάζον.
Ἀγχομενὸς γενοῦ
γενναιότατα Βοιώτιος ἐξ ὀρχουμένου.
Α χθονία θʼ Ἑκάτη
σπείρας ὄφεων ἐλελιζομένη.
Β τί καλεῖς τὴν Ἔμπουσαν;
φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ,
παράπεμπε τὸ χειρομάκτρον.
ὡς οὑψώνης διατρίβειν
ἡμῖν τἄριστον ἔοικεν.
ὁ δὲ λύων κύστιν ὑείαν
κἀξαιρεῖν τοὺς δαρεικούς
δεῦρο δʼ ἂν οὐκ ἀπέδραμεν
ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων·
ἀλλὰ φέρετʼ ἀτταγᾶ θἠπάτιον
ἢ καπριδίου νέου κόλλοπά τινʼ,
εἰ δὲ μή, πλεῦρον ἢ γλῶτταν ἢ
σπλῆνά γʼ ἢ νῆστιν, ἢ δέλφακος ὀ-
πωρινῆς ἠτριαίαν φέρετε
δεῦρο μετὰ κολλάβων χλιαρῶν.
μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδʼ ἀφύδια
οὐ γὰρ τίθεμεν τὸν ἀγῶνα τόνδε τὸν τρόπον
ὥσπερ τέως ἦν, ἀλλὰ καινῶν πραγμάτων.
λόγῳ τις ἠγωνίζετʼ ἔργῳ δʼ οὔ.
Α τράπεζαν ἡμῖν εἴσφερε
τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ ʼχέτω.
Β καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;
οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον.
ὡς δὴ τίς ἂν ὤν, ἢ τί ποιήσας, ὦ Τελεμησσῆς;
φέρε δὴ τοίνυν ταῦθʼ ὅταν ἔλθῃ, τί ποειῖν χρή μʼ ὦ Τελεμησσῆς;
μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Μεγάλλου.
Γυνή λάβεσθε· καὶ γάρ ἐσθʼ ὁμοῦ.
ἔπειθʼ ὅσοι παρῆσαν ἐπίδημοι ξένοι
ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι
«ὅκως ἔχων τὸν παῖδα πωλήσει ʼς Χίον»,
ἕτερος δʼ «ὅκως ἐς Κλαζομενάς», ἕτερος δʼ «ὅκως
«ἐς Ἔφεσον», ὁ δʼ «ἐς Ἄβυδον»· ἦν δὲ πάνθʼ ὅκῳ.
τίς δʼ εἶ σύ γʼ οὑγγύτατα θλιβεὶς τὰς ὀσφύας
ἐπὶ τῶν κοχωνῶν, ἁργοναύτης οὑτοσί;
ἔπειτʼ ἐπὶ τοὔψον ἧκε τὴν σπυρίδα λαβὼν
καὶ θυλακίσκον καὶ τὸ μέγα βαλλάντιον.
καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς.
ᾔτουν τι τὰς γυναῖκας ἀργυρίδιον.
ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς
ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί.
λανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι
Ἀρίσταρχος τοὺς Ἴβηρας οὓς χορηγεῖς μοι βοηθῆσαι δρόμῳ.
κοὐδὲν ἂν δράσαιμεν ἄτοπον οὐδʼ ἂν ἐπιήλαιμεν ἄν.
ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω,
Ἄρης κατέσκηψʼ, ἔς τε μονομάχου πάλης
ἀγῶνα νῦν ἑστᾶσιν ἀρχαῖον τρόπον.
Οἰκέτης καὶ τὸν ἱμάντα μου
ἔχουσι καὶ τἀνάφορον.
εἰκὸς δήπου πρῶτον ἁπάντων
ἴφυα φῦναι
καὶ τὰς κραναὰς ἀκαλήφας.
στίλβη θʼ ἣ κατὰ νύκτα μοι
φλόγʼ ἀνασειράζεις ἐπὶ τῷ λυχνείῳ
τὸν Φρύγα τὸν αὐλητῆρα, τὸν Σαβάζιον
Οἰκέτης ἐμοὶ
κράτιστόν ἐστιν εἰς τὸ Θησεῖον δραμεῖν,
ἐκεῖ δʼ ἕως ἂν πρᾶσιν εὕρωμεν μένειν.
διέφθορας τὸν ὅρκον ἡμῶν.
Ἀθηνᾶ ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν,
στεφάνους ἴων, ῥόδων, κρίνων, κονιορτὸν ἐκτυφλοῦντα.
αὑτὸς δʼ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας,
πύον, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια·
ὑρίσους δʼ ἴδοις ἂν νειφομένους σύκων ὁμοῦ τε μύρτων·
ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν.
ὥστʼ οὐδὲ εἷς ἔτʼ οἶδʼ ὁπηνίκʼ ἐστὶ τοὐνιαυτοῦ.
τοῦτʼ οὐ μέγιστον ἀγαθόν, εἴπερ ἔστι διʼ ἐνιαυτοῦ
ὅτου τις ἐπιθυμεῖ λαβεῖν;
Β κακὸν μὲν οὖν μέγιστον.
εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδʼ ἂν ἐδαπανῶντο.
ἐγὼ δὲ ταῦτʼ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν.
Ἀθηνᾶ κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν·
τούτοις δʼ ὑπάρχει ταῦτʼ ἐπειδὴ τοὺς θεοὺς σέβουσιν.
Β ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φῄς, τί, εἴ τι;
Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντʼ Ἀθηνῶν.
Χορός οὔτε ποιηταῖσι γὰρ
σκληροῖς ὁ δῆμος ἥδεται κἀστεμφέσιν
οὔτʼ Ἰκαρίοισι Πραμνίοις οἴνοισιν, οἳ
συνάγουσι τὰς ὀφρῦς τε καὶ τὴν κοιλίαν,
ἀνθοσμίᾳ δὲ πέπονι, νεκταροσταγεῖ.
Κηφισοφῶν ἄριστε καὶ μελάντατε,
σὺ δὲ ξυνέζης ἐπὶ τὰ πόλλʼ Εὐριπίδῃ
καὶ συνεποίεις, ὥς φασι, τὴν μελῳδίαν.
κηρὸς γὰρ ἐπεκαθέζετʼ ἐπὶ τοῖς χείλεσιν
ὁ δʼ αὖ Σοφοκλέους τοῦ μέλιτι κεχριμένου
ὥσπερ καδίσκου περιέλειχε τὸ στόμα.
ἄλλαι δὲ κυαμίζουσιν αὐτῶν· εἰσί τε
ἤδη πρὸς ἄνδρας ἐκπετήσιμοι σχεδόν.
ἵνα ξυνῶσιν ᾧπερ ἥδεσθον βίῳ
σκώληκας ἐσθίοντε καὶ μυλακρίδια.
οὐκ εἶ λαβὼν θύραζε τὰ ψηφίσματα
καὶ τὴν ἀνάγκην ἐς κόρακας ἐντευθενί;
«ἄκων κτενῶ σε, τέκνον»· ὁ δʼ ἀπεκρίνατο
«ἐπὶ Παλλαδίῳ τἄρʼ, ὦ πάτερ, δώσεις δίκην.»
πλὴν μέλιτος οὐδὲν γλυκύτερον τῶν ἰσχάδων·
ἀλλʼ οὐδὲ τὸ μέλι γλυκύτερον τῶν ἰσχάδων·
ὄντως ἄρʼ οὐδὲν γλυκύτερον τῶν ἰσχάδων.
ΑΡΙΣΤΟΦΑΝΗΣ? τὴν γυναῖκα δὲ
αἰσχύνομαι τώ τʼ οὐ φρονοῦντε παιδίω.
οἴμοι·
τουτὶ τί ἦν; ἀδιάφορός μοι φαίνεται
ὁδί.
ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν
τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.
τὴν χύτραν,
ἐν ᾗ τὰ κρεάδιʼ ἧψες ἐζωμευμένα
πλὴν εἴ τις πρίαιτο δεόμενος
βασκάνιον ἐπικάμινον ἀνδρὸς χαλκέως.
τί δέ σοι δράσω, κακόδαιμον, ἀμφορεὺς
ἐξοστρακισθείς;
Γυνή καὶ κύων ἀκράχολος
Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι.
λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος
ἡδύς γε πίνειν οἶνος, Ἀφροδίτης γάλα.
πικρότατον οἶνον τήμερον πίει τάχα.
τὸ δʼ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα.
ἐκφέρετε πεύκας κατʼ Ἀγάθωνα φωσφόρους.
αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.
πυθοῦ χελιδὼν πηνίκʼ ἄττα φαίνεται.
ὁπηνίκʼ ἄτθʼ ὑμεῖς κοπιᾶτʼ ὀρχούμενοι
... λούσησθε καὶ κτενίσησθε πρὸς τὸν ἥλιον
ἵνα μὴ καταγῇς τὸ σκάφιον πληγεὶς ξύλῳ.
φθέγξαι σὺ τὴν φωνὴν ἀνατοιχήσας ἄνω.
καὶ φθέγμα κεκράτηκεν.
τί τὸ κακόν; ἀλλʼ ἦ κοκκύμηλʼ ἠκρατίσω;
τὸν Πειραιᾶ δὲ μὴ κεναγγίαν ἄγειν
ἥτις κυοῦσʼ ἐφάνη κύος τοσουτονί
ὀξυγλύκειάν τἄρα κοκκιεῖς ῥόαν.
τὸ παραπέτασμα τὸ Κύπριον τὸ ποικίλον
Γυνή ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται.
ὥστʼ ἔγωγʼ ηὑαινόμην
θεώμενος.
τὴν φάρυγα μηλώσας δύʼ ἐξεμεῖ μόνας.
τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι.
ἔφευγε, κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην.
οὔκουν μʼ ἐάσεις ἀναμετρήσασθαι τάδε·
Αἰσχύλος ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι.
χωρεῖ ʼπὶ γραμμὴν λορδὸς ὡς εἰς ἐμβολήν.
οὐχ ὅτι γʼ ἐκεῖνος ἔλαχεν. οἰμώζων κάθου.
σὺ δʼ οὐκ ἀνεῖχες σαυτὸν ὥσπερ εἰκὸς ἦν.
οὕτως τι τἀπόρρητα δρᾶν ἐστιν μέλι.
γίγνωσκε τὸν ἄλεισόν τε καὶ τὰ γράμματα.
ὁρῶ γὰρ ὡς στόμφακα διασαυλούμενον.
κᾆτʼ ἀντιβολεῖτον αὐτὸν ὑποπεπτωκότε.
ἐκμαίνετον τὸν πατέρα τοῖς ὀρχήμασι.
καὶ τῶν πρὸς εἴλην ἰχθύων ὠπτημένων
ἴκτινα παντόφθαλμον ἁρπαγαῖς τρέφων
τὴν γλῶσσαν αὐτοῦ ... ἐπιθυμῶ μετρεῖν
διʼ ἧς τὰ φυρτὰ ῥήματʼ ἐξεσμήχετο.
Α μέλαινα δʼ ἦν ἡ γλῶττα.
Β Βρεττία γὰρ ἦν.
ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι.
ἡ μᾶζα γὰρ σᾶ καὶ τὰ κρέα χὠ κάραβος.
πρὸς ΑΝΔΡΑ? ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον.
ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους
πόθεν δʼ ἐγώ σοι συγγενής, ὦ φαρμακέ;
λίθος τις ὤζησεν τεθυμιαμένος.
ᾤμην δʼ ἔγωγε τὸν Κυκλοβόρον κατιέναι.
ἐβάδιζέ μοι τὸ μειράκιον ἐξ ἀποτρόχων.
ὁ στρεψίμαλλος τὴν τέχνην Εὐριπίδης
καὶ πρός γε τούτοις ἥκετον πρεσβῆ δύο.
ἑκτεὺς δέ γʼ ἐστὶν ὀκταχοίνικον μέτρον.
θύειν με μέλλει καὶ κελεύει βῆ λέγειν.
σκότος γάρ ἐστιν Αἰσχύλου τεθνηκότος.
φωνάριον ... ᾠδικὸν καὶ καμπτικόν
ἀσπαζόμεσθʼ ἐρετμία καὶ σκαλμίδια·
ὅταν φίλοι παρῶσιν ἐπὶ τὴν ἐκφοράν
Προμηθεύς εἰ μὴ Προμηθεύς εἰμι· τἄλλα ψεύδομαι.
εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης.
οἶμαι γὰρ αὐτὸν κόλλοπι
ἐοικέναι.
Γυνή ἀλλὰ τὸ στρόφιον λυθὲν
τὰ κάρυά μοὐξέπιπτεν.
οὔτε νύκτωρ παύεται
οὔθʼ ἡμέραν.
τὸν ἀγρὸν γὰρ ἔλαβεν
ἀργὸν παρʼ αὐτοῦ.
μεσέγγυον τὴν μείρακα
καταθέσθαι
οἷα μὲν ποιεῖ λέγειν
τοῖός ἐστιν.
ἀργοὶ κάθηνταί μοι γυναῖκες τέτταρες.
ἀγαθός τε δαίμων κἀγαθὴ σωτηρία
σαυτὸν δʼ ἀμαυροῖς, ὥστε λήσεις τῷ χρόνῳ.
κατεσκέδασέ μου τὴν ἁμίδα κεχηνότος.
ἀνήσεις κροκύδα μαστιγουμένη.
ἐγὼ δʼ ὑπερῶ τὸν ὅρκον·
σὺ δʼ ὑπάγεις τὸν ὅρκον
φαύλως φέρει νῦν τὸ κακόν.
τὴν θύραν ἀναζυγώσας
σὺ δʼ ὁμέστιος θεοῖς πόθεν;
Α ποῖ κῆχος;
Β εὐθὺ Σικελίας.
εἴ τίς σε κολακεύει παρὼν καὶ τὰς κροκύδας ἀφαιρεῖ
Χορός οὕτω γὰρ ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη.
οὐχ οἷα πρῶτον ᾖδεν ἑπτάχορδα πάνθʼ ὁμοῖα.
πόσος ἐσθʼ ὁ καῦνος;
κοπρολόγει κόφινον λαβών.
ἀωροθάνατος ἀπέθανεν.
γαλῆν δὲ καταπέπωκεν.
λαλίστερον
εὕρηκά σε.
ἄχθομʼ αὐτοῦ τῷ ῥύπῳ.
ἔχε δὴ καὶ σκόπει.
ὃς τἀφανῆ
ἀεὶ μεριμνᾷ, τὰ δὲ χαμᾶθεν ἐσθίει.
φράζε τοίνυν, ὡς ἐγώ σοι πᾶς ἀνέρριμμαι κύβος.
οὐ φθερεῖ κάθαρμα, εἶπε, κἀκποδὼν ἡμῖν ἄπει;
σφόδελον ἐν χύτραισι μεγάλαις ἑψόμενον
ἑπτάπους γοῦν ἡ σκιά ʼστιν,
ἡ ʼπὶ τὸ δεῖπνον ὥρα·
ὡς ὁρᾷς, ἤδη καλεῖ μʼ
ὁ χρόνος ὁ φιλοτήσιος.
μὰ τοὺς πρόσωθεν
ὁ δʼ Ἀναξαγόρου τρόφιμος χαιοῦ στρυφνὸς μὲν ἔμοιγε προσειπεῖν
καὶ μισόγελως καὶ τωθάζειν οὐδὲ παρʼ οἶνον μεμαθηκώς,
ἀλλʼ ὅ τι γράψαι, τοῦτʼ ἂν μέλιτος καὶ Σειρήνων ἐτετεύχει.
Αἰσχύλος τοῖσι χοροῖς αὐτὸς τὰ σχήματʼ ἐποίουν.
Β πρὸς ΑΙΣΧΥΛΟΝ τοὺς Φρύγας οἶδα θεωρῶν
ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδʼ ἦλθεν τεθνεῶτα,
πολλὰ τοιὶ καὶ τοιῒ δευρὶ κἀκεῖσε σχηματίσαντες.
Χορός ὥστʼ ἀνακύπτων καὶ κατακύπτων τοῦ σχήματος εἰκόνα τοῦδε
κηλώνειον τοῖς κηπουροῖς.
ἐν τοῖς ὄρεσιν δʼ αὐτόματʼ αὐτοῖς τὰ μιμαίκυλʼ ἐφύετο πολλά.
πολφοὺς δʼ οὐχ ἧψον ὁμοῦ βολβοῖς.
ἵνʼ ἐπαγλαΐσῃ τὸ παλημάτιον καὶ μὴ βήττων καταπίνῃ.
κιρνάντες γὰρ τὴν πόλιν ἡμῶν κοτυλίζετε τοῖσι πένησιν.
ἀλλʼ ὦ Δελφῶν πλείστας ἀκονῶν
Φοῖβε μαχαίρας
καὶ προδιδάσκων τοὺς σοὺς προπόλους
Χορός διάλεκτον ἔχοντα μέσην πόλεως
οὔτʼ ἀστείαν ὑποθηλυτέραν τʼ
οὔτʼ ἀνελεύθερον ὑπαγροικοτέραν τʼ ...
ἡ μὲν πόλις ἐστὶν Ἀμαλθείας
κέρας· ὡς εὖξαι
σὺ μόνον καὶ πάντα πάρεσται.
τὸν σαπέρδην ἀποτῖλαι χρὴ
κᾆτʼ ἐκπλῦναι καὶ διαπλῦναι.
εἶτα μονῳδεῖν ἐκ Μηδείας
καὶ τἀξ αὑτοῦ.
χορδαί, φῦσκαι, πασταί, ζωμός,
χόλικες
ἐκ τῶν ἀναβασμῶν
ἀπίασιν.
ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.
εἰκοβολοῦντες καὶ πλάττοντες
ὁ δʼ ἔχων θέρμαν καὶ πῦρ ἧκεν.
δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν.
ἀλλʼ εἰς ἥρων τι παρήμαρτον.
διὰ τῆς τρήμης παρακύπτων
οὐκ ἔσθω κενέβρειον· ὅταν θύῃς τι, καλεῖν με.
μή μοι Ἀθηναίους αἰνεῖτʼ, ἢ μολγοὶ ἔσονται·
μολγόν σε ποιήσω.
Οἰκέτης ὅστις ἐν ἡδυόσμοις
στρώμασι παννυχίζων
τὴν δέσποιναν ἐρείδεις.
καὶ σὺ κυρηβιοπῶλα
Εὔκρατες στύππαξ
τί γὰρ ἐπὶ κακότροπον ἔμολε τότε βίον
ἀδικομηχάνῳ τέχνῃ;
τίς ὄρεα βαθύκομα τάδʼ ἐπέσυτο βροτῶν;
ῥήματά τε κομψὰ καὶ παίγνιʼ ἐπιδεικνύναι
πάντʼ ἀπʼ ἀκροφυσίων κἀπὸ καναβευμάτων
ἔχων λύραν
ἔργον Εὐδόξον τιταίνει ψίθυρον εὐήθη νόμον.
ΑΡΙΣΤΟΦΑΝΗΣ? ἐγὼ διὰ ταῦτα, μὴ γέλων ὀφλὼν λάθω,
περὶ τὴν κεφαλὴν ἔσχηκα πηνίκην τινά.
πατρὶς δὲ πᾶσα τῷ πένητι προσφιλής,
ἀφʼ ἧς τροφήν τε καὶ τὸ μὴ πεινῆν ἔχει.
ὦ δέσποτʼ Ἀμφιάραε, πολυτίμητʼ ἄναξ
βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν,
χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς.
καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιὼν
κατʼ οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ.
Στρεψιάδης σκαιὸς δέ τις
κἀγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.
οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθʼ ὁ πλοῦς.
σὺ δʼ ἐκ ποίου τελεῖς τοῦ δαπέδου;
Ἀκέσιας τὸν πρωκτὸν ἰάσατο
ὅτι ἔμπορός εἰμι σκηπτόμενος
ἀλοᾶν χρὴ τὰς γνάθους.
ὑποτείνει δέ τις αὐτὸν βωμολοχεῦσαι
αὐτὸς δείξας ἔν θʼ ἁρμονίαις Χιάζειν ἢ Σιφνιάζειν.
εὔξασθαι κατὰ χρυσόκερω λιβανωτοῦ
καλῶς με βεβωλοκόπηκεν.
δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα.