Οἰκέτης Αʹ Ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
Κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
Ἐξ οὗ γὰρ εἰσήρρησεν εἰς τὴν οἰκίαν
πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
Οἰκέτης Βʹ Κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων
αὐταῖς διαβολαῖς. Οἰκέτης Αʹ Ὦ κακόδαιμον, πῶς ἔχεις;
Οἰκέτης Βʹ Κακῶς καθάπερ σύ. Οἰκέτης Αʹ Δεῦρο δὴ πρόσελθʼ, ἵνα
ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
Οἰκέται Αʹ καὶ Βʹ Μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.
Οἰκέτης Αʹ Τί κινυρόμεθʼ ἄλλως; Οὐκ ἐχρῆν ζητεῖν τινα
σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
Οἰκέτης Βʹ Τίς οὖν γένοιτʼ ἄν; Οἰκέτης Αʹ Λέγε σύ. Οἰκέτης Βʹ Σὺ μὲν οὖν μοι λέγε,
ἵνα μὴ μάχωμαι. Οἰκέτης Αʹ Μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
Ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.
Οἰκέτης Βʹ Ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε. Πῶς ἂν οὖν ποτε
εἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς; —
Πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
Οἰκέτης Αʹ Μή μοί γε, μή μοι, μὴ διασκανδικίσῃς·
ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
Οἰκέτης Βʹ Λέγε δὴ μο — λω — μεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
Οἰκέτης Αʹ Καὶ δὴ λέγω· Μολωμεν. Οἰκέτης Βʹ Ἐξόπισθέ νυν
αὐ — το φάθι τοῦ μολωμεν. Οἰκέτης Αʹ Αὐτο. Οἰκέτης Βʹ Πάνυ καλῶς.
Ὥσπερ δεφόμενός νυν ἀτρέμα πρῶτον λέγε
τὸ μολωμεν, εἶτα δʼ αὐτο, κᾆτʼ ἐπάγων πυκνόν.
Οἰκέτης Αʹ Μολωμεν αὐτο μολωμεν αὐτομολῶμεν. Οἰκέτης Βʹ Ἤν,
οὐχ ἡδύ; Οἰκέτης Αʹ Νὴ Δία· πλήν γε περὶ τῷ δέρματι
δέδοικα τουτονὶ τὸν οἰωνόν. Οἰκέτης Βʹ Τί δαί;
Οἰκέτης Αʹ Ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
Οἰκέτης Βʹ Κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
Οἰκέτης Αʹ Ποῖον βρέτας; Φέρʼ ἐτεὸν ἡγεῖ γὰρ θεούς;
Οἰκέτης Βʹ Ἔγωγε. Οἰκέτης Αʹ Ποίῳ χρώμενος τεκμηρίῳ;
Οἰκέτης Βʹ Ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ. Οὐκ εἰκότως;
Οἰκέτης Αʹ Εὖ προσβιβάζεις μʼ. Ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον.
Βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
Οἰκέτης Βʹ Οὐ χεῖρον· ἓν δʼ αὐτοὺς παραιτησώμεθα,
ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποεῖν,
ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.
Οἰκέτης Αʹ Λέγοιμʼ ἂν ἤδη. Νῷν γάρ ἐστι δεσπότης
ἄγροικος ὀργήν, κυαμοτρώξ, ἀκράχολος,
Δῆμος Πυκνίτης, δύσκολον γερόντιον
ὑπόκωφον. Οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
ἐπρίατο δοῦλον βυρσοδέψην, Παφλαγόνα
πανουργότατον καὶ διαβολώτατόν τινα.
Οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην
ᾔκαλλʼ, ἐθώπευʼ, ἐκολάκευʼ, ἐξηπάτα
κοσκυλματίοις ἄκροισι, τοιαυτὶ λέγων·
«Ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
ἐνθοῦ, ῥόφησον, ἔντραγʼ, ἔχε τριώβολον.
Βούλει παραθῶ σοι δόρπον;» Εἶτʼ ἀναρπάσας
ὅ τι ἄν τις ἡμῶν σκευάσῃ τῷ δεσπότῃ
Παφλαγὼν κεχάρισται τοῦτο. Καὶ πρώην γʼ ἐμοῦ
μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,
πανουργότατά πως παραδραμὼν ὑφαρπάσας
αὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην.
Ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην
ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.
Ἄιδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.
Ὁ δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
τέχνην πεπόηται· τοὺς γὰρ ἔνδον ἄντικρυς
ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα
ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας
αἰτεῖ, ταράττει, δωροδοκεῖ λέγων τάδε·
«Ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον;
Εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον.»
Ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.
Νῦν οὖν ἁνύσαντε φροντίσωμεν, ὦγαθέ,
ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.
Οἰκέτης Βʹ Κράτιστʼ ἐκείνην τὴν μολωμεν, ὦγαθέ.
Οἰκέτης Αʹ Ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν·
ἐφορᾷ γὰρ αὐτὸς πάντʼ. Ἔχει γὰρ τὸ σκέλος
τὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἕτερον ἐν τἠκκλησίᾳ.
Τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος
ὁ πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν,
τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν.
Οἰκέτης Βʹ Κράτιστον οὖν νῷν ἀποθανεῖν. Οἰκέτης Αʹ Ἀλλὰ σκόπει,
ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.
Οἰκέτης Βʹ Πῶς δῆτα, πῶς γένοιτʼ ἂν ἀνδρικώτατα;
Βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν·
ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
Οἰκέτης Αʹ Μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.
Ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.
Οἰκέτης Βʹ Ἰδού γʼ ἄκρατον. Περὶ ποτοῦ γοῦν ἐστί σοι.
Πῶς δʼ ἂν μεθύων χρηστόν τι βουλεύσαιτʼ ἀνήρ;
Οἰκέτης Αʹ Ἄληθες, οὗτος; κρουνοχυτροληραῖος εἶ.
Οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;
Οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
Ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι, τότε
πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας,
εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους.
Ἀλλʼ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,
τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
Οἰκέτης Βʹ Οἴμοι, τί ποθʼ ἡμᾶς ἐργάσει τῷ σῷ ποτῷ;
Οἰκέτης Αʹ Ἀγάθʼ· ἀλλʼ ἔνεγκʼ· ἐγὼ δὲ κατακλινήσομαι.
Ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.
Οἰκέτης Βʹ Ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
κλέπτων τὸν οἶνον. Οἰκέτης Αʹ Εἰπέ μοι, Παφλαγών τί δρᾷ;
Οἰκέτης Βʹ Ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανος
ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.
Οἰκέτης Αʹ Ἴθι νυν, ἄκρατον ἐγκάναξόν μοι πολὺν
σπονδήν. Οἰκέτης Βʹ Λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.
Οἰκέτης Αʹ Ἕλχʼ, ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
Ὦ δαῖμον ἀγαθέ, σὸν τὸ βούλευμʼ, οὐκ ἐμόν.
Οἰκέτης Βʹ Εἴπʼ, ἀντιβολῶ, τί ἐστι; Οἰκέτης Αʹ Τοὺς χρησμοὺς ταχὺ
κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,
ἕως καθεύδει. Οἰκέτης Βʹ Ταῦτʼ. Ἀτὰρ τοῦ δαίμονος
δέδοιχʼ ὅπως μὴ τεύξομαι κακοδαίμονος.
Οἰκέτης Αʹ Φέρε νυν, ἐγὼ ʼμαυτῷ προσαγάγω τὸν χοᾶ,
τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
Οἰκέτης Βʹ Ὡς μεγάλʼ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,
ὥστʼ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,
ὅνπερ μάλιστʼ ἐφύλαττεν. Οἰκέτης Αʹ Ὦ σοφώτατε. —
Φέρʼ αὐτόν, ἵνʼ ἀναγνῶ· σὺ δʼ ἔγχεον πιεῖν
ἁνύσας τι. Φέρʼ ἴδω, τί ἄρʼ ἔνεστιν αὐτόθι;
Ὦ λόγια. Δός μοι, δὸς τὸ ποτήριον ταχύ.
Οἰκέτης Βʹ Ἰδού. Τί φησʼ ὁ χρησμός; Οἰκέτης Αʹ Ἑτέραν ἔγχεον.
Οἰκέτης Βʹ Ἐν τοῖς λογίοις ἔνεστιν· «Ἑτέραν ἔγχεον;»
Οἰκέτης Αʹ Ὦ Βάκι. Οἰκέτης Βʹ Τί ἐστι; Οἰκέτης Αʹ Δὸς τὸ ποτήριον ταχύ.
Οἰκέτης Βʹ Πολλῷ γʼ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
Οἰκέτης Αʹ Ὦ μιαρὲ Παφλαγών, ταῦτʼ ἄρʼ ἐφυλάττου πάλαι,
τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν. Οἰκέτης Βʹ Τιή;
Οἰκέτης Αʹ Ἐνταῦθʼ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
Οἰκέτης Βʹ Καὶ πῶς; Οἰκέτης Αʹ Ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει
ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.
Οἰκέτης Βʹ Εἷς οὑτοσὶ πώλης. Τί τοὐντεῦθεν; λέγε.
Οἰκέτης Αʹ Μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
Οἰκέτης Βʹ Δύο τώδε πώλα. Καὶ τί τόνδε χρὴ παθεῖν;
Οἰκέτης Αʹ Κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται.
Ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,
ἅρπαξ, κεκράκτης, Κυκλοβόρου φωνὴν ἔχων.
Οἰκέτης Βʹ Τὸν προβατοπώλην ἦν ἄρʼ ἀπολέσθαι χρεὼν
ὑπὸ βυρσοπώλου; Οἰκέτης Αʹ Νὴ Δίʼ. Οἰκέτης Βʹ Οἴμοι δείλαιος.
Πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἷς μόνος;
Οἰκέτης Αʹ Ἔτʼ ἔστιν εἷς ὑπερφυᾶ τέχνην ἔχων.
Οἰκέτης Βʹ Εἴπʼ, ἀντιβολῶ, τίς ἐστιν; Οἰκέτης Αʹ Εἴπω; Οἰκέτης Βʹ Νὴ Δία.
Οἰκέτης Αʹ Ἀλλαντοπώλης ἔσθʼ ὁ τοῦτον ἐξελῶν.
Οἰκέτης Βʹ Ἀλλαντοπώλης; Ὦ Πόσειδον, τῆς τέχνης.
Φέρε, ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;
Οἰκέτης Αʹ Ζητῶμεν αὐτόν. Ἀλλʼ ὁδὶ προσέρχεται
ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν. Ὦ μακάριε
ἀλλαντοπῶλα, δεῦρο δεῦρʼ, ὦ φίλτατε,
ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
Ἀλλαντοπώλης Τί ἐστι; Τί με καλεῖτε; Οἰκέτης Αʹ Δεῦρʼ ἔλθʼ, ἵνα πύθῃ
ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
Οἰκέτης Βʹ Ἴθι δή, κάθελʼ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
ἐγὼ δʼ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
Οἰκέτης Αʹ Ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·
ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
Ἀλλαντοπώλης Ἰδού· τί ἐστιν; Οἰκέτης Αʹ Ὦ μακάριʼ, ὦ πλούσιε,
ὦ νῦν μὲν οὐδείς, αὔριον δʼ ὑπέρμεγας,
ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
Ἀλλαντοπώλης Τί μʼ, ὦγάθʼ, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
Οἰκέτης Αʹ Ὦ μῶρε, ποίας κοιλίας; Δευρὶ βλέπε.
Τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν; Ἀλλαντοπώλης Ὁρῶ.
Οἰκέτης Αʹ Τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·
βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
δήσεις, φυλάξεις, ἐν πρυτανείῳ λαικάσεις.
Ἀλλαντοπώλης Ἐγώ; Οἰκέτης Αʹ Σὺ μέντοι· κοὐδέπω γε πάνθʼ ὁρᾷς.
Ἀλλʼ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.
Ἀλλαντοπώλης Καθορῶ. Οἰκέτης Αʹ Τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
Ἀλλαντοπώλης Ἔγωγε. Οἰκέτης Αʹ Πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
Ἔτι νυν τὸν ὀφθαλμὸν παράβαλλʼ εἰς Καρίαν
τὸν δεξιόν, τὸν δʼ ἕτερον εἰς Καρχηδόνα.
Ἀλλαντοπώλης Εὐδαιμονήσω δʼ, εἰ διαστραφήσομαι;
Οἰκέτης Αʹ Οὔκ, ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται·
γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
ἀνὴρ μέγιστος. Ἀλλαντοπώλης Εἰπέ μοι, καὶ πῶς ἐγὼ
ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
Οἰκέτης Αʹ Διʼ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
Ἀλλαντοπώλης Οὐκ ἀξιῶ ʼγὼ ʼμαυτὸν ἰσχύειν μέγα.
Οἰκέτης Αʹ Οἴμοι, τί ποτʼ ἔσθʼ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
Ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
Μῶν ἐκ καλῶν εἶ κἀγαθῶν; Ἀλλαντοπώλης Μὰ τοὺς θεούς,
εἰ μὴ ʼκ πονηρῶν γʼ. Οἰκέτης Αʹ Ὦ μακάριε τῆς τύχης,
ὅσον πέπονθας ἀγαθὸν εἰς τὰ πράγματα.
Ἀλλαντοπώλης Ἀλλʼ, ὦγάθʼ, οὐδὲ μουσικὴν ἐπίσταμαι
πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
Οἰκέτης Αʹ Τουτὶ μόνον σʼ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
Ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
ἔτʼ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
ἀλλʼ εἰς ἀμαθῆ καὶ βδελυρόν. Ἀλλὰ μὴ παρῇς
ἅ σοι διδόασʼ ἐν τοῖς λογίοισιν οἱ θεοί.
Ἀλλαντοπώλης Πῶς δῆτά φησʼ ὁ χρησμός; Οἰκέτης Αʹ Εὖ νὴ τοὺς θεοὺς
καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
Ἀλλʼ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,
αἴ κα μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
Ἀλλαντοπώλης Πῶς οὖν πρὸς ἐμὲ ταῦτʼ ἐστίν; ἀναδίδασκέ με.
Οἰκέτης Αʹ Βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθʼ οὑτοσί.
Ἀλλαντοπώλης Τί δʼ ἀγκυλοχήλης ἐστίν; Οἰκέτης Αʹ Αὐτό που λέγει,
ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
Ἀλλαντοπώλης Ὁ δράκων δὲ πρὸς τί; Οἰκέτης Αʹ Τοῦτο περιφανέστατον.
Ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τʼ ἀλλᾶς αὖ μακρόν·
εἶθʼ αἱματοπώτης ἔσθʼ ὅ τʼ ἀλλᾶς χὠ δράκων.
Τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
ἤδη κρατήσειν, αἴ κα μὴ θαλφθῇ λόγοις.
Ἀλλαντοπώλης Τὰ μὲν λόγιʼ αἰκάλλει με· θαυμάζω δʼ ὅπως
τὸν δῆμον οἷός τʼ ἐπιτροπεύειν εἴμʼ ἐγώ.
Οἰκέτης Αʹ Φαυλότατον ἔργον· ταῦθʼ ἅπερ ποεῖς πόει·
τάραττε καὶ χόρδευʼ ὁμοῦ τὰ πράγματα
ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ
ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.
Τὰ δʼ ἄλλα σοι πρόσεστι δημαγωγικά,
φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ·
ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·
χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.
Ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·
χὤπως ἀμυνεῖ τὸν ἄνδρα. Ἀλλαντοπώλης Καὶ τίς ξύμμαχος
γενήσεταί μοι; Καὶ γὰρ οἵ τε πλούσιοι
δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.
Οἰκέτης Αʹ Ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι
μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί.
καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
κἀγὼ μετʼ αὐτῶν χὠ θεὸς ξυλλήψεται.
Καὶ μὴ δέδιθʼ· οὐ γάρ ἐστιν ἐξῃκασμένος·
ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
τῶν σκευοποιῶν εἰκάσαι. Πάντως γε μὴν
γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
Οἰκέτης Βʹ Οἴμοι κακοδαίμων, ὁ Παφλαγὼν ἐξέρχεται.
Παφλαγών Οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
ὁτιὴ ʼπὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
Τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
Οὐκ ἔσθʼ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
Ἀπολεῖσθον, ἀποθανεῖσθον, ὦ μιαρωτάτω.
Οἰκέτης Αʹ Οὗτος, τί φεύγεις; Οὐ μενεῖς; Ὦ γεννάδα
ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.
Ἄνδρες ἱππῆς, παραγένεσθε· νῦν ὁ καιρός. Ὦ Σίμων,
ὦ Παναίτιʼ, οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
Ἅνδρες ἐγγύς. Ἀλλʼ ἀμύνου κἀπαναστρέφου πάλιν.
Ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
Ἀλλʼ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.
Χορός ἱππέων Παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτʼ ἐρῶ.
καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
Ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·
εὐλαβοῦ δὲ μὴ ʼκφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
Παφλαγών Ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου,
οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
παραβοηθεῖθʼ, ὡς ὑπʼ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
Χορός ἱππέων Ἐν δίκῃ γʼ, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων.
Καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.
Κἄν τινʼ αὐτῶν γνῷς ἀπράγμονʼ ὄντα καὶ κεχηνότα,
καταγαγὼν ἐκ Χερρονήσου, διαλαβὼν ἀγκυρίσας,
εἶτʼ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας.
Παφλαγών Ξυνεπίκεισθʼ ὑμεῖς; ἐγὼ δʼ, ἄνδρες, διʼ ὑμᾶς τύπτομαι,
ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
ἱστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
Χορός ἱππέων Ὡς δʼ ἀλαζών, ὡς δὲ μάσθλης. Εἶδες οἷʼ ὑπέρχεται·
ὡσπερεὶ γέροντας ἡμᾶς ἐκκοβαλικεύεται.
Παφλαγών Ὦ πόλις καὶ δῆμʼ, ὑφʼ οἵων θηρίων γαστρίζομαι.
Οἰκέτης Αʹ Καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει.
Ἀλλαντοπώλης Ἀλλʼ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
ἢν δʼ ὑπεκκλίνῃ γε, δευρὶ πρὸς σκέλος κυρηβάσει.
Παφλαγών Ἀλλʼ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.
Χορός ἱππέων Ἀλλʼ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλά σοι·
ἢν δʼ ἀναιδείᾳ παρέλθῃ σʼ, ἡμέτερος ὁ πυραμοῦς.
Παφλαγών Τουτονὶ τὸν ἄνδρʼ ἐγὼ ʼνδείκνυμι, καὶ φήμʼ ἐξάγειν
ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
Ἀλλαντοπώλης Ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ
εἰσδραμὼν εἰς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
Οἰκέτης Αʹ Νὴ Δίʼ, ἐξάγων γε τἀπόρρηθʼ, ἅμʼ ἄρτον καὶ κρέας
καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
Παφλαγών Ἀποθανεῖσθον αὐτίκα μάλα.
Ἀλλαντοπώλης Τριπλάσιον κεκράξομαί σου.
Παφλαγών Καταβοήσομαι βοῶν σε.
Ἀλλαντοπώλης Κατακεκράξομαί σε κράζων.
Παφλαγών Διαβαλῶ σʼ, ἐὰν στρατηγῇς.
Ἀλλαντοπώλης Κυνοκοπήσω σου τὸ νῶτον.
Παφλαγών Περιελῶ σʼ ἀλαζονείαις.
Ἀλλαντοπώλης Ὑποτεμοῦμαι τὰς ὁδούς σου.
Παφλαγών Βλέψον εἴς μʼ ἀσκαρδάμυκτος.
Ἀλλαντοπώλης Ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
Παφλαγών Διαφορήσω σʼ, εἴ τι γρύξεις.
Ἀλλαντοπώλης Κοπροφορήσω σʼ, εἰ λαλήσεις.
Παφλαγών Ὁμολογῶ κλέπτειν· σὺ δʼ οὐχί.
Ἀλλαντοπώλης Νὴ τὸν Ἑρμῆν τὸν Ἀγοραῖον.
Παφλαγών Κἀπιορκῶ γε βλεπόντων.
Ἀλλαντοπώλης Ἀλλότρια τοίνυν σοφίζει.
Παφλαγών Καὶ φανῶ σε τοῖς πρυτάνεσιν
ἀδεκατεύτους τῶν θεῶν ἱε-
ρὰς ἔχοντα κοιλίας.
Χορός ἱππέων Ὦ μιαρὲ καὶ βδελυρὲ κρᾶκτα, τοῦ σοῦ θράσους
πᾶσα μὲν γῆ πλέα, πᾶσα δʼ ἐκκλησία,
καὶ τέλη καὶ γραφαὶ καὶ δικαστήριʼ, ὦ
βορβοροτάραξι καὶ τὴν πόλιν ἅπασαν ἡ-
μῶν ἀνατετυρβακώς,
ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν
κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.
Παφλαγών Οἶδʼ ἐγὼ τὸ πρᾶγμα τοῦθʼ ὅθεν πάλαι καττύεται.
Ἀλλαντοπώλης Εἰ δὲ μὴ σύ γʼ οἶσθα κάττυμʼ, οὐδʼ ἐγὼ χορδεύματα,
ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
Οἰκέτης Αʹ Νὴ Δία κἀμὲ τοῦτʼ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν.
Πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
Χορός ἱππέων Ἆρα δῆτʼ οὐκ ἀπʼ ἀρχῆς ἐδήλους ἀναί-
δειαν, ἥπερ μόνη προστατεῖ ῥητόρων;
Ἧι σὺ πιστεύων ἀμέλγει τῶν ξένων τοὺς καρπίμους,
πρῶτος ὤν· ὁ δʼ Ἱπποδάμου λείβεται θεώμενος.
Ἀλλʼ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν, αὐτόθεν
πανουργίᾳ τε καὶ θράσει
καὶ κοβαλικεύμασιν.
Ἀλλʼ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
Ἀλλαντοπώλης Καὶ μὴν ἀκούσαθʼ οἷός ἐστιν οὑτοσὶ πολίτης.
Παφλαγών Οὐκ αὖ μʼ ἐάσεις; Ἀλλαντοπώλης Μὰ Δίʼ, ἐπεὶ κἀγὼ πονηρός εἰμι.
Οἰκέτης Αʹ Ἐὰν δὲ μὴ ταύτῃ γʼ ὑπείκῃ, λέγʼ ὅτι κἀκ πονηρῶν.
Παφλαγών Οὐκ αὖ μʼ ἐάσεις; Ἀλλαντοπώλης Μὰ Δία. Παφλαγών Ναὶ μὰ Δία. Ἀλλαντοπώλης Μὰ τὸν Ποσειδῶ,
ἀλλʼ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.
Παφλαγών Οἴμοι, διαρραγήσομαι. Ἀλλαντοπώλης Καὶ μὴν ἐγὼ οὐ παρήσω.
Οἰκέτης Αʹ Πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.
Παφλαγών Τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;
Ἀλλαντοπώλης Ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.
Παφλαγών Ἰδοὺ λέγειν. Καλῶς γʼ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
Ἀλλʼ οἶσθʼ ὅ μοι πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
Εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τʼ ἀνιῶν,
ᾤου δυνατὸς εἶναι λέγειν. Ὦ μῶρε τῆς ἀνοίας.
Οἰκέτης Αʹ Τί δαὶ σὺ πίνων τὴν πόλιν πεπόηκας, ὥστε νυνὶ
ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;
Παφλαγών Ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τινʼ; ὅστις εὐθὺς
θύννεια θερμὰ καταφαγών, κᾆτʼ ἐπιπιὼν ἀκράτου
οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
Ἀλλαντοπώλης Ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
καταβροχθίσας κᾆτʼ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
Οἰκέτης Αʹ Τὰ μὲν ἄλλα μʼ ἤρεσας λέγων· ἓν δʼ οὐ προσίεταί με,
τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσεις.
Παφλαγών Ἀλλʼ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
Ἀλλαντοπώλης Ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.
Παφλαγών Ἐγὼ δʼ ἐπεισπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.
Ἀλλαντοπώλης Ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.
Παφλαγών Ἐγὼ δέ γʼ ἐξέλξω σε τῆς πυγῆς θύραζε κῦβδα.
Οἰκέτης Αʹ Νὴ τὸν Ποσειδῶ κἀμὲ τἄρʼ, ἤνπερ γε τοῦτον ἕλκῃς.
Παφλαγών Οἷόν σε δήσω ʼν τῷ ξύλῳ.
Ἀλλαντοπώλης Διώξομαί σε δειλίας.
Παφλαγών Ἡ βύρσα σου θρανεύσεται.
Ἀλλαντοπώλης Δερῶ σε θύλακον κλοπῆς.
Παφλαγών Διαπατταλευθήσει χαμαί.
Ἀλλαντοπώλης Περικόμματʼ ἔκ σου σκευάσω.
Παφλαγών Τὰς βλεφαρίδας σου παρατιλῶ.
Ἀλλαντοπώλης Τὸν πρηγορεῶνά σου ʼκτεμῶ.
Οἰκέτης Αʹ Καὶ νὴ Δίʼ ἐμβαλόντες αὐ-
τῷ πάτταλον μαγειρικῶς
εἰς τὸ στόμʼ, εἶτα δʼ ἔνδοθεν
τὴν γλῶτταν ἐξείραντες αὐ-
τοῦ σκεψόμεσθʼ εὖ κἀνδρικῶς
κεχηνότος
τὸν πρωκτὸν, εἰ χαλαζᾷ.
Χορός ἱππέων Ἦν ἄρα πυρός γʼ ἕτερα θερμότερα καὶ λόγων
ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι·
καὶ τὸ πρᾶγμʼ ἦν ἄρʼ οὐ φαῦλον ὧδʼ οὐδʼ ἐλαφρόν.
Ἀλλʼ ἔπιθι καὶ στρόβει, μηδὲν ὀλίγον πόει·
νῦν γὰρ ἔχεται μέσος.
Ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.
Οἰκέτης Αʹ Ἀλλʼ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
κᾆτʼ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
Νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,
ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.
Παφλαγών Οὐ δέδοιχʼ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον
καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον,
Χορός ἱππέων Ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθί-
στησι τοῦ χρώματος τοῦ παρεστηκότος.
Εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον
καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
Ὦ περὶ πάντʼ ἐπὶ πᾶσί τε πράγμασι
δωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων,
εἴθε φαύλως, ὥσπερ ηὗρες, ἐκβάλοις τὴν ἔνθεσιν.
Ἄισαιμι γὰρ τότʼ ἂν μόνον·
«Πῖνε πῖνʼ ἐπὶ συμφοραῖς».
Τὸν Οὐλίου τʼ ἂν οἴομαι, γέροντα πυροπίπην,
ἡσθέντʼ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.
Παφλαγών Οὔτοί μʼ ὑπερβαλεῖσθʼ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
ἢ μήποτʼ Ἀγοραίου Διὸς σπλάγχνοισι παραγενοίμην.
Ἀλλαντοπώλης Ἔγωγε, νὴ τοὺς κονδύλους, οὓς πολλὰ δὴ ʼπὶ πολλοῖς
ἠνεσχόμην ἐκ παιδίου, μαχαιρίδων τε πληγάς,
ὑπερβαλεῖσθαί σʼ οἴομαι τούτοισιν, ἢ μάτην γʼ ἂν
ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
Παφλαγών Ἀπομαγδαλιὰς ὥσπερ κύων; Ὦ παμπόνηρε, πῶς οὖν
κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλῳ;
Ἀλλαντοπώλης Καὶ νὴ Δίʼ ἄλλα γʼ ἐστί μου κόβαλα παιδὸς ὄντος·
ἐξηπάτων γὰρ τοὺς μαγείρους ἂν λέγων τοιαυτί·
«Σκέψασθε, παῖδες· οὐχ ὁρᾶθʼ; ὥρα νέα, χελιδών.»
Οἱ δʼ ἔβλεπον, κἀγὼ ʼν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.
Οἰκέτης Αʹ Ὦ δεξιώτατον κρέας, σοφῶς γε προὐνοήσω·
ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.
Ἀλλαντοπώλης Καὶ ταῦτα δρῶν ἐλάνθανόν γʼ. Εἰ δʼ οὖν ἴδοι τις αὐτῶν,
ἀποκρυπτόμενος εἰς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·
ὥστʼ εἶπʼ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα·
«Οὐκ ἔσθʼ ὅπως ὁ παῖς ὅδʼ οὐ τὸν δῆμον ἐπιτροπεύσει.»
Οἰκέτης Αʹ Εὖ γε ξυνέβαλεν αὔτʼ· ἀτὰρ δῆλόν γʼ ἀφʼ οὗ ξυνέγνω·
ὁτιὴ ʼπιώρκεις θʼ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.
Παφλαγών Ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
Ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,
ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
Ἀλλαντοπώλης Ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτʼ ἀφήσω
κατὰ κῦμʼ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.
Οἰκέτης Αʹ Κἄγωγʼ, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
Παφλαγών Οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ
κλέψας Ἀθηναίων. Οἰκέτης Αʹ Ἄθρει καὶ τοῦ ποδὸς παρίει·
ὡς οὗτος ἤδη καικίας ἢ συκοφαντίας πνεῖ.
Ἀλλαντοπώλης Σὲ δʼ ἐκ Ποτειδαίας ἔχοντʼ εὖ οἶδα δέκα τάλαντα.
Παφλαγών Τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;
Οἰκέτης Αʹ Ἁνὴρ ἂν ἡδέως λάβοι. Τοὺς τερθρίους παρίει·
τὸ πνεῦμʼ ἔλαττον γίγνεται.
Παφλαγών Φεύξει γραφὰς ἑκατονταλάντους τέτταρας.
Ἀλλαντοπώλης Σὺ δʼ ἀστρατείας γʼ εἴκοσιν,
κλοπῆς δὲ πλεῖν ἢ χιλίας.
Παφλαγών Ἐκ τῶν ἀλιτηρίων σέ φη-
μι γεγονέναι τῶν τῆς θεοῦ.
Ἀλλαντοπώλης Τὸν πάππον εἶναι φημί σου
τῶν δορυφόρων— Παφλαγών Ποίων; φράσον.
Ἀλλαντοπώλης Τῶν Βυρσίνης τῆς Ἱππίου.
Παφλαγών Κόβαλος εἶ. Ἀλλαντοπώλης Πανοῦργος εἶ.
Οἰκέτης Αʹ Παῖʼ ἀνδρικῶς. Παφλαγών Ἰοὺ ἰού,
τύπτουσί μʼ οἱ ξυνωμόται.
Οἰκέτης Αʹ Παῖʼ αὐτὸν ἀνδρικώτατα καὶ
γάστριζε, καὶ τοῖς ἐντέροις
καὶ τοῖς κόλοις
ὅπως κολᾷ τὸν ἄνδρα.
Χορός ἱππέων Ὦ γεννικώτατον κρέας ψυχήν τʼ ἄριστε πάντων,
καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,
ὡς εὖ τὸν ἄνδρα ποικίλως τʼ ἐπῆλθες ἐν λόγοισιν.
Πῶς ἄν σʼ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;
Παφλαγών Ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεν
τεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμην
γομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα.
Ἀλλαντοπώλης Οὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει.
Πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποεῖ,
ἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
Οἰκέτης Αʹ Οἴμοι, σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;
Ἀλλαντοπώλης Καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα
ἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
Οἰκέτης Αʹ Εὖ γʼ, εὖ γε· χάλκευʼ ἀντὶ τῶν κολλωμένων.
Ἀλλαντοπώλης Καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ.
Καὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίον
διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
ὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω.
Παφλαγών Ἐγὼ μὲν οὖν αὐτίκα μάλʼ εἰς βουλὴν ἰὼν
ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς ἐν τῇ πόλει,
καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
Ἀλλαντοπώλης Πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;
Παφλαγών Ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.
Οἰκέτης Αʹ Ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα γνώμην ἔχεις,
νυνὶ διδάξεις, εἴπερ ἀπεκρύψω τότε
εἰς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις.
Θεύσει γὰρ ᾄξας εἰς τὸ βουλευτήριον,
ὡς οὗτος εἰσπεσὼν ἐκεῖσε διαβαλεῖ
ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.
Ἀλλαντοπώλης Ἀλλʼ εἶμι· πρῶτον δʼ, ὡς ἔχω, τὰς κοιλίας
καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
Οἰκέτης Αʹ Ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,
ἵνʼ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.
Ἀλλαντοπώλης Ἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.
Οἰκέτης Αʹ Ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί. Ἀλλαντοπώλης Τί δαί;
Οἰκέτης Αʹ Ἵνʼ ἄμεινον, ὦ τᾶν, ἐσκοροδισμένος μάχῃ.
Καὶ σπεῦδε ταχέως. Ἀλλαντοπώλης Ταῦτα δρῶ. Οἰκέτης Αʹ Μέμνησό νυν
δάκνειν, διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
χὤπως τὰ κάλλαιʼ ἀποφαγὼν ἥξεις πάλιν.
Χορός ἱππέων Ἀλλʼ ἴθι χαίρων, καὶ πράξειας
κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
Ζεὺς Ἀγοραῖος· καὶ νικήσας
αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
ἔλθοις στεφάνοις κατάπαστος.
Ὑμεῖς δʼ ἡμῖν προσέχετε τὸν νοῦν
τοῖς ἀναπαίστοις,
ὦ παντοίας ἤδη μούσης
πειραθέντες καθʼ ἑαυτούς.
Εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς
ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,
οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δʼ ἄξιός ἐσθʼ ὁ ποητής,
ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια,
καὶ γενναίως πρὸς τὸν Τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
Ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας
καὶ βασανίζειν πῶς οὐχὶ πάλαι χορὸν αἰτοίη καθʼ ἑαυτόν,
ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. Φησὶ γὰρ ἁνὴρ
οὐχ ὑπʼ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων
κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·
πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι·
ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας
καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·
τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις,
ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·
πάσας δʼ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων
καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχειοῖς
οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφʼ ἥβης,
ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη·
εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτʼ ἐπαίνῳ
διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων
ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους·
ᾆσαι δʼ οὐκ ἦν ἐν συμποσίῳ πλήν· Δωροῖ συκοπέδιλε,
καὶ τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος.
Νυνὶ δʼ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντʼ οὐκ ἐλεεῖτε,
ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτʼ ἐνόντος
τῶν θʼ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει,
ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὗον, δίψῃ δʼ ἀπολωλώς,
ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ,
καὶ μὴ ληρεῖν, ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
Οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς,
ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,
ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·
χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων, τοτὲ δʼ οὐχί.
Ταῦτʼ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν
ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,
κᾆτʼ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι,
κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. Τούτων οὖν οὕνεκα πάντων,
ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως εἰσπηδήσας ἐφλυάρει,
αἴρεσθʼ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατʼ ἐφʼ ἕνδεκα κώπαις,
θόρυβον χρηστὸν ληναΐτην,
ἵνʼ ὁ ποιητὴς ἀπίῃ χαίρων
κατὰ νοῦν πράξας,
φαιδρὸς λάμποντι μετώπῳ.
Ἵππιʼ ἄναξ Πόσειδον, ᾧ
χαλκοκρότων ἵππων κτύπος
καὶ χρεμετισμὸς ἁνδάνει
καὶ κυανέμβολοι θοαὶ
μισθοφόροι τριήρεις,
μειρακίων θʼ ἅμιλλα λαμ-
πρυνομένων ἐν ἅρμασιν
καὶ βαρυδαιμονούντων,
δεῦρʼ ἔλθʼ εἰς χορόν, ὦ χρυσοτρίαινʼ, ὦ
δελφίνων μεδέων Σουνιάρατε,
ὦ Γεραίστιε παῖ Κρόνου,
Φορμίωνί τε φίλτατʼ ἐκ
τῶν ἄλλων τε θεῶν Ἀθη-
ναίοις πρὸς τὸ παρεστός.
Εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι
ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,
οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφράκτῳ στρατῷ
πανταχοῦ νικῶντες ἀεὶ τήνδʼ ἐκόσμησαν πόλιν·
οὐ γὰρ οὐδεὶς πώποτʼ αὐτῶν τοὺς ἐναντίους ἰδὼν
ἠρίθμησεν, ἀλλʼ ὁ θυμὸς εὐθὺς ἦν ἀμυνίας·
εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινί,
τοῦτʼ ἀπεψήσαντʼ ἄν, εἶτʼ ἠρνοῦντο μὴ πεπτωκέναι,
ἀλλὰ διεπάλαιον αὖθις. Καὶ στρατηγὸς οὐδʼ ἂν εἷς
τῶν πρὸ τοῦ σίτησιν ᾔτησʼ ἐρόμενος Κλεαίνετον·
νῦν δʼ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία,
οὐ μαχεῖσθαί φασιν. Ἡμεῖς δʼ ἀξιοῦμεν τῇ πόλει
προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.
Καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·
ἤν ποτʼ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
μὴ φθονεῖθʼ ἡμῖν κομῶσι μηδʼ ἀπεστλεγγισμένοις.
Ὦ πολιοῦχε Παλλάς, ὦ
τῆς ἱερωτάτης ἁπα-
σῶν πολέμῳ τε καὶ ποη-
ταῖς δυνάμει θʼ ὑπερφερού-
σης μεδέουσα χώρας,
δεῦρʼ ἀφικοῦ λαβοῦσα τὴν
ἐν στρατιαῖς τε καὶ μάχαις
ἡμετέραν ξυνεργὸν
Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα
τοῖς τʼ ἐχθροῖσι μεθʼ ἡμῶν στασιάζει.
Νῦν οὖν δεῦρο φάνηθι· δεῖ
γὰρ τοῖς ἀνδράσι τοῖσδε πά-
σῃ τέχνῃ πορίσαι σε νί-
κην εἴπερ ποτὲ καὶ νῦν.
Ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθʼ ἐπαινέσαι.
Ἄξιοι δʼ εἴσʼ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πράγματα
ξυνδιήνεγκαν μεθʼ ἡμῶν, εἰσβολάς τε καὶ μάχας.
Ἀλλὰ τἀν τῇ γῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
ὡς ὅτʼ εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα·
εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
ἐμβαλόντες ἀνεφρυάξανθʼ· «Ἱππαπαῖ, τίς ἐμβαλεῖ;
Ληπτέον μᾶλλον. Τί δρῶμεν; Οὐκ ἐλᾷς, ὦ σαμφόρα;»
Ἐξεπήδων τʼ εἰς Κόρινθον· εἶτα δʼ οἱ νεώτατοι
ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν βρώματα·
ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι·
ὥστʼ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον·
«Δεινά γʼ, ὦ Πόσειδον, εἰ μηδʼ ἐν βυθῷ δυνήσομαι
μήτε γῇ μήτʼ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.»
Χορός ἱππέων Ὦ φίλτατʼ ἀνδρῶν καὶ νεανικώτατε,
ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμʼ ἠγωνίσω.
Ἀλλαντοπώλης Τί δʼ ἄλλο γʼ εἰ μὴ νικόβουλος ἐγενόμην;
Χορός ἱππέων Νῦν ἄρʼ ἄξιον πᾶσίν ἐστιν ὀλολῦξαι.
Ὦ καλὰ λέγων, πολὺ δʼ ἀμείνονʼ ἔτι τῶν λόγων
ἐργασάμενʼ εἴθʼ ἐπέλ-
θοις ἅπαντά μοι σαφῶς·
ὡς ἐγώ μοι δοκῶ
κἂν μακρὰν ὁδὸν διελθεῖν
ὥστʼ ἀκοῦσαι. Πρὸς τάδʼ, ὦ βέλ-
τιστε, θαρρήσας λέγʼ, ὡς ἅ- παντες ἡδόμεσθά σοι.
Ἀλλαντοπώλης Καὶ μὴν ἀκοῦσαί γʼ ἄξιον τῶν πραγμάτων.
Εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἱέμην·
ὁ δʼ ἄρʼ ἔνδον ἐλασίβροντʼ ἀναρρηγνὺς ἔπη
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
κρημνοὺς ἐρείδων καὶ ξυνωμότας λέγων
πιθανώταθʼ· ἡ βουλὴ δʼ ἅπασʼ ἀκροωμένη
ἐγένεθʼ ὑπʼ αὐτοῦ ψευδατραφάξυος πλέα,
κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπʼ ἀνέσπασεν.
Κἄγωγʼ ὅτε δὴ ʼγνων ἐνδεχομένην τοὺς λόγους
καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην·
«Ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δʼ ἐγώ,
Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων,
ἀγορά τʼ, ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,
νῦν μοι θράσος καὶ γλῶτταν εὔπορον δότε
φωνήν τʼ ἀναιδῆ». Ταῦτα φροντίζοντί μοι
ἐκ δεξιᾶς ἐπέπαρδε καταπύγων ἀνήρ.
Κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν
τὴν κιγκλίδʼ ἐξήραξα κἀναχανὼν μέγα
ἀνέκραγον· «Ὦ βουλή, λόγους ἀγαθοὺς φέρων
εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
οὐπώποτʼ ἀφύας εἶδον ἀξιωτέρας.»
Ἡ δʼ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·
εἶτʼ ἐστεφάνουν μʼ εὐαγγέλια· κἀγὼ ʼφρασα
αὐτοῖς ἀπόρρητον ποησάμενος ταχύ,
ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
Οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν.
Ὁ δʼ ὑπονοήσας, ὁ Παφλαγών, εἰδὼς ἄρα
οἷς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν,
γνώμην ἔλεξεν· «Ἄνδρες, ἤδη μοι δοκεῖ
ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις
εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.»
Ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
Κἄγωγʼ ὅτε δὴ ʼγνων τοῖς βολίτοις ἡττημένος,
διηκοσίῃσι βουσὶν ὑπερηκόντισα,
τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλίων παρῄνεσα
εὐχὴν ποήσασθαι χιμάρων εἰς αὔριον,
αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ.
Ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν.
Ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα·
κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται,
οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες.
Ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον·
«ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
πύθησθʼ· ἀφῖκται γὰρ περὶ σπονδῶν», λέγων.
Οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον·
«Νυνὶ περὶ σπονδῶν; ἐπειδή γʼ, ὦ μέλε,
ᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας.
Οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.»
Ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·
εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.
Ἐγὼ δὲ τὰ κορίαννʼ ἐπριάμην ὑποδραμὼν
ἅπαντα τά τε γήτειʼ ὅσʼ ἦν ἐν τἀγορᾷ·
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
Οἱ δʼ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
Χορός ἱππέων Πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
ηὗρε δʼ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
μείζοσι κεκασμένον
καὶ δόλοισι ποικίλοις
ῥήμασίν θʼ αἱμύλοις.
Ἀλλʼ ὅπως ἀγωνιεῖ φρόν- τιζε τἀπίλοιπʼ ἄριστα·
συμμάχους δʼ ἡμᾶς ἔχων εὔ-
νους ἐπίστασαι πάλαι.
Ἀλλαντοπώλης Καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
ὡς δὴ καταπιόμενός με. Μορμὼ τοῦ θράσους.
Παφλαγών Εἰ μή σʼ ἀπολέσαιμʼ, εἴ τι τῶν αὐτῶν ἐμοὶ
ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
Ἀλλαντοπώλης Ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
Παφλαγών Οὔτοι μὰ τὴν Δήμητρʼ ἔτʼ εἰ μή σʼ ἐκφάγω
ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
Ἀλλαντοπώλης Εἰ μὴ ʼκφάγῃς; Ἐγὼ δέ γʼ, εἰ μή σʼ ἐκπίω,
κἂν ἐκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
Παφλαγών Ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
Ἀλλαντοπώλης Ἰδοὺ προεδρίαν· οἷον ὄψομαί σʼ ἐγὼ
ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
Παφλαγών Ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
Ἀλλαντοπώλης Ὡς ὀξύθυμος. Φέρε τί σοι δῶ καταφαγεῖν;
Ἐπὶ τῷ φάγοις ἥδιστʼ ἄν; Ἐπὶ βαλλαν—τίῳ;
Παφλαγών Ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
Ἀλλαντοπώλης Ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
Παφλαγών Ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
Ἀλλαντοπώλης Κἀγὼ δὲ σʼ ἕλξω καὶ διαβαλῶ πλείονα.
Παφλαγών Ἀλλʼ, ὦ πόνηρε, σοὶ μὲν οὐδὲν πείθεται·
ἐγὼ δʼ ἐκείνου καταγελῶ γʼ ὅσον θέλω.
Ἀλλαντοπώλης Ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
Παφλαγών Ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
Ἀλλαντοπώλης Κᾆθʼ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς·
μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,
αὐτὸς δʼ ἐκείνου τριπλάσιον κατέσπακας.
Παφλαγών Καὶ νὴ Δίʼ ὑπό γε δεξιότητος τῆς ἐμῆς
δύναμαι ποεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
Ἀλλαντοπώλης Χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
Παφλαγών Οὐκ, ὦγάθʼ, ἐν βουλῇ με δόξεις καθυβρίσαι.
Ἴωμεν εἰς τὸν δῆμον. Ἀλλαντοπώλης Οὐδὲν κωλύει,
ἰδού· βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
Παφλαγών Ὦ Δῆμε, δεῦρʼ ἔξελθε— Ἀλλαντοπώλης Νὴ Δίʼ, ὦ πάτερ,
ἔξελθε δῆτʼ, ὦ Δημίδιον, ὦ φίλτατον.
Παφλαγών Ἔξελθʼ, ἵνʼ εἰδῇς οἷα περιυβρίζομαι.
Δῆμος Τίνες οἱ βοῶντες; Οὐκ ἄπιτʼ ἀπὸ τῆς θύρας;
Τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
Τίς, ὦ Παφλαγών, ἀδικεῖ σε; Παφλαγών Διὰ σὲ τύπτομαι
ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων. Δῆμος Τιή;
Παφλαγών Ὁτιὴ φιλῶ σʼ, ὦ Δῆμʼ, ἐραστής τʼ εἰμὶ σός.
Δῆμος Σὺ δʼ εἶ τίς ἐτεόν; Ἀλλαντοπώλης Ἀντεραστὴς τουτουί,
ἐρῶν πάλαι σου βουλόμενός τέ σʼ εὖ ποεῖν,
ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.
Ἀλλʼ οὐχ οἷοί τʼ ἐσμὲν διὰ τουτονί. Σὺ γὰρ
ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·
τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.
Παφλαγών Εὖ γὰρ ποιῶ τὸν δῆμον. Ἀλλαντοπώλης Εἰπέ μοι, τί δρῶν;
Παφλαγών Ὅ τι; τῶν στρατηγῶν ὑποδραμόντων ἐκ Πύλου,
πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
Ἀλλαντοπώλης Ἐγὼ δὲ περιπατῶν γʼ ἀπʼ ἐργαστηρίου
ἕψοντος ἑτέρου τὴν χύτραν ὑφειλόμην.
Παφλαγών Καὶ μὴν ποήσας αὐτίκα μάλʼ ἐκκλησίαν,
ὦ Δῆμʼ, ἵνʼ εἰδῇς ὁπότερος νῷν ἐστί σοι
εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
Ἀλλαντοπώλης Ναί, ναί, διάκρινον δῆτα, πλὴν μὴ ʼν τῇ πυκνί.
Δῆμος Οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
Ἀλλʼ εἰς τὸ πρόσθε. Χρὴ παρεῖνʼ εἰς τὴν πύκνα.
Ἀλλαντοπώλης Οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ. Ὁ γὰρ γέρων
οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
ὅταν δʼ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.
Χορός ἱππέων Νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,
καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους,
ὅτοισι τόνδʼ ὑπερβαλεῖ. Ποικίλος γὰρ ἁνὴρ
κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
Πρὸς ταῦθʼ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς εἰς τὸν ἄνδρα.
Ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερον σὺ
τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.
Παφλαγών Τῇ μὲν δεσποίνῃ Ἀθηναίῃ, τῇ τῆς πόλεως μεδεούσῃ,
εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,
ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν τῷ πρυτανείῳ·
εἰ δέ σε μισῶ καὶ μὴ περί σου μάχομαι μόνος ἀντιβεβηκώς,
ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.
Ἀλλαντοπώλης Κἄγωγʼ, ὦ Δῆμʼ, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας,
ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ
καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην εἰς Κεραμεικόν.
Παφλαγών Καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν, ὦ Δῆμε, γένοιτο πολίτης;
ὃς πρῶτα μέν, ἡνίκʼ ἐβούλευον, σοὶ χρήματα πλεῖστʼ ἀπέδειξα
ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν, τοὺς δʼ ἄγχων, τοὺς δὲ μεταιτῶν,
οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
Ἀλλαντοπώλης Τοῦτο μέν, ὦ Δῆμʼ, οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω·
ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
Ὡς δʼ οὐχὶ φιλεῖ σʼ οὐδʼ ἔστʼ εὔνους, τοῦτʼ αὐτό σε πρῶτα διδάξω,
ἀλλʼ ἢ διὰ τοῦτʼ αὔθʼ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
Σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. Ἀλλʼ ἐπαναίρου,
κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
Δῆμος Ἄνθρωπε, τίς εἶ; Μῶν ἔγγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
Τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.
Παφλαγών Ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
Ἀλλαντοπώλης Καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
Παφλαγών Καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
Ἀλλαντοπώλης Καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντʼ ἐν ταῖς πιθάκναισιν
καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τʼ ἀπελαύνεις
ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
Παφλαγών Ἵνα γʼ Ἑλλήνων ἄρξῃ πάντων. Ἔστι γὰρ ἐν τοῖς λογίοισιν
ὡς τοῦτον δεῖ ποτʼ ἐν Ἀρκαδίᾳ πεντωβόλου ἡλιάσασθαι,
ἢν ἀναμείνῃ· πάντως δʼ αὐτὸν θρέψω ʼγὼ καὶ θεραπεύσω,
ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
Ἀλλαντοπώλης Οὐχ ἵνα γʼ ἄρξῃ μὰ Δίʼ Ἀρκαδίας προνοούμενος, ἀλλʼ ἵνα μᾶλλον
σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
ἀλλʼ ὑπʼ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
Εἰ δέ ποτʼ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,
καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ εἰς λόγον ἔλθῃ,
γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·
εἶθʼ ἥξει σοι δριμὺς ἄγροικος κατά σου τὴν ψῆφον ἰχνεύων.
Ἃ σὺ γιγνώσκων τόνδʼ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ αὐτοῦ.
Παφλαγών Οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτʼ ἔστʼ ἐμὲ καὶ διαβάλλειν
πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποηκότα πλείονα χρηστὰ
νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
Ἀλλαντοπώλης Ὦ πόλις Ἄργους, κλύεθʼ οἷα λέγει. Σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,
ἀφελών τʼ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·
σὺ δʼ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
Κἀκεῖνος μὲν φεύγει τὴν γῆν, σὺ δʼ Ἀχιλλείων ἀπομάττει.
Παφλαγών Οὔκουν ταυτὶ δεινὸν ἀκούειν, ὦ Δῆμʼ, ἐστίν μʼ ὑπὸ τούτου,
ὁτιή σε φιλῶ; Δῆμος Ὢ παῦʼ, οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
Πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθεις ἐγκρυφιάζων.
Ἀλλαντοπώλης Μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς.
Ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
τῶν εὐθυνῶν ἐκκαυλίζων
καταβροχθίζει, κἀμφοῖν χειροῖν
μυστιλᾶται τῶν δημοσίων.
Παφλαγών Οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθʼ
αἱρήσω ʼγὼ τρεῖς μυριάδας.
Ἀλλαντοπώλης Τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,
μιαρώτατος ὢν περὶ τὸν δῆμον
τὸν Ἀθηναίων; Καί σʼ ἐπιδείξω
νὴ τὴν Δήμητρʼ, ἢ μὴ ζῴην,
δωροδοκήσαντʼ ἐκ Μυτιλήνης
πλεῖν ἢ μνᾶς τετταράκοντα.
Χορός ἱππέων Ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
ζηλῶ σε τῆς εὐγλωττίας. Εἰ γὰρ ὧδʼ ἐποίσεις,
μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις
τἀν τῇ πόλει τῶν συμμάχων τʼ ἄρξεις ἔχων τρίαιναν,
ᾗ πολλὰ χρήματʼ ἐργάσει σείων τε καὶ ταράττων.
Καὶ μὴ μεθῇς τὸν ἄνδρʼ, ἐπειδή σοι λαβὴν δέδωκεν·
κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
Παφλαγών Οὐκ, ὦγαθοί, ταῦτʼ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
Ἐμοὶ γάρ ἐστʼ εἰργασμένον τοιοῦτον ἔργον ὥστε
ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,
ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.
Ἀλλαντοπώλης Ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.
Οὐ γάρ σʼ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
Ἀλλʼ ἐστὶ τοῦτʼ, ὦ Δῆμε, μηχάνημʼ, ἵνʼ, ἢν σὺ βούλῃ
τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ ʼκγένηται.
Ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν
νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι
καὶ τυροπῶλαι· τοῦτο δʼ εἰς ἕν ἐστι συγκεκυφός,
ὥστʼ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,
νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
τὰς εἰσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
Δῆμος Οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; Ὦ πόνηρε,
ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.
Παφλαγών Ὦ δαιμόνιε, μὴ τοῦ λέγοντος ἴσθι, μηδʼ οἰηθῇς
ἐμοῦ ποθʼ εὑρήσειν φίλον βελτίονʼ, ὅστις εἷς ὢν
ἔπαυσα τοὺς ξυνωμότας, καί μʼ οὐ λέληθεν οὐδὲν
ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλʼ εὐθέως κέκραγα.
Ἀλλαντοπώλης Ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
Ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·
ἐὰν δʼ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
Ἓν δʼ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν
ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
ταῖς ἐμβάσιν φάσκων φιλεῖν; Δῆμος Οὐ δῆτα μὰ τὸν Ἀπόλλω.
Ἀλλαντοπώλης Ἔγνωκας οὖν δῆτʼ αὐτὸν οἷός ἐστιν; Ἀλλʼ ἐγώ σοι
ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
Δῆμος Κρίνω σʼ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρʼ ἄριστον
εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.
Παφλαγών Οὐ δεινὸν οὖν δῆτʼ ἐμβάδας τοσουτονὶ δύνασθαι,
ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
ἔπαυσα τοὺς κινουμένους, τὸν Γρύττον ἐξαλείψας.
Ἀλλαντοπώλης Οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
παῦσαί τε τοὺς κινουμένους; Κοὐκ ἔσθʼ ὅπως ἐκείνους
οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένοιντο.
Τονδὶ δʼ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
οὐπώποτʼ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
χειμῶνος ὄντος· ἀλλʼ ἐγώ σοι τουτονὶ δίδωμι.
Δῆμος Τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτʼ ἐπενόησεν.
Καίτοι σοφὸν κἀκεῖνʼ ὁ Πειραιεύς· ἔμοιγε μέντοι
οὐ μεῖζον εἶναι φαίνετʼ ἐξεύρημα τοῦ χιτῶνος.
Παφλαγών Οἴμοι τάλας, οἵοις πιθηκισμοῖς με περιελαύνεις.
Ἀλλαντοπώλης Οὔκ, ἀλλʼ ὅπερ πίνων ἀνὴρ πέπονθʼ ὅταν χεσείῃ,
τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
Παφλαγών Ἀλλʼ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν
προσαμφιῶ τοδί· σὺ δʼ οἴμωζʼ, ὦ πόνηρʼ. Δῆμος Ἰαιβοῖ.
Οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζον;
Ἀλλαντοπώλης Καὶ τοῦτό γʼ ἐπίτηδές σε περιήμπεσχʼ, ἵνα σʼ ἀποπνίξῃ·
καὶ πρότερον ἐπεβούλευσέ σοι. Τὸν καυλὸν οἶσθʼ ἐκεῖνον
τὸν σιλφίου τὸν ἄξιον γενόμενον; Δῆμος Οἶδα μέντοι.
Ἀλλαντοπώλης Ἐπίτηδες οὗτος αὐτὸν ἔσπευσʼ ἄξιον γενέσθαι,
ἵνʼ ἐσθίοιτʼ ὠνούμενοι, κἄπειτʼ ἐν ἡλιαίᾳ
βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.
Δῆμος Νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτʼ εἶπʼ ἀνὴρ Κόπρειος.
Ἀλλαντοπώλης Οὐ γὰρ τόθʼ ὑμεῖς βδεόμενοι δήπου ʼγένεσθε πυρροί;
Δῆμος Καὶ νὴ Δίʼ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.
Παφλαγών Οἵοισί μʼ, ὦ πανοῦργε, βωμολοχεύμασιν ταράττεις.
Ἀλλαντοπώλης Ἡ γὰρ θεός μʼ ἐκέλευε νικῆσαί σʼ ἀλαζονείαις.
Παφλαγών Ἀλλʼ οὐχὶ νικήσεις. Ἐγὼ γάρ φημί σοι παρέξειν,
ὦ Δῆμε, μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.
Ἀλλαντοπώλης Ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι
τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.
Παφλαγών Ἐγὼ δὲ τὰς πολιάς γέ σου ʼκλέγων νέον ποήσω.
Ἀλλαντοπώλης Ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.
Παφλαγών Ἀπομυξάμενος, ὦ Δῆμέ, μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.
Ἀλλαντοπώλης Ἐμοῦ μὲν οὖν. Παφλαγών Ἐμοῦ μὲν οὖν.
Ἐγώ σε ποιήσω τριη-
ραρχεῖν, ἀναλίσκοντα τῶν
σαυτοῦ, παλαιὰν ναῦν ἔχοντʼ,
εἰς ἣν ἀναλῶν οὐκ ἐφέ-
ξεις οὐδὲ ναυπηγούμενος·
διαμηχανήσομαί θʼ ὅπως
ἂν ἱστίον σαπρὸν λάβῃς.
Ἀλλαντοπώλης Ἁνὴρ παφλάζει, παῦε παῦʼ,
ὑπερζέων· ὑφελκτέον
τῶν δαλίων ἀπαρυστέον
τε τῶν ἀπειλῶν ταυτῃί.
Παφλαγών Δώσεις ἐμοὶ καλὴν δίκην
ἰπούμενος ταῖς εἰσφοραῖς.
Ἐγὼ γὰρ εἰς τοὺς πλουσίους
σπεύσω σʼ ὅπως ἂν ἐγγραφῇς.
Ἀλλαντοπώλης Ἐγὼ δʼ ἀπειλήσω μὲν οὐ-
δέν, εὔχομαι δέ σοι ταδί·
τὸ μὲν τάγηνον τευθίδων
ἐφεστάναι σῖζον, σὲ δὲ
γνώμην ἐρεῖν μέλλοντα περὶ
Μιλησίων καὶ κερδανεῖν
τάλαντον, ἢν κατεργάσῃ,
σπεύδειν ὅπως τῶν τευθίδων
ἐμπλήμενος φθαίης ἔτʼ εἰς
ἐκκλησίαν ἐλθών· ἔπει-
τα πρὶν φαγεῖν ἁνὴρ μεθή-
κοι, καὶ σὺ τὸ τάλαντον λαβεῖν
βουλόμενος ἐ-
σθίων ἅμʼ ἀποπνιγείης.
Χορός ἱππέων Εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.
Δῆμος Κἀμοὶ δοκεῖ, καὶ τἄλλα γʼ εἶναι καταφανῶς
ἀγαθὸς πολίτης, οἷος οὐδείς πω χρόνου
ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.
Σὺ δʼ, ὦ Παφλαγών, φάσκων φιλεῖν μʼ ἐσκορόδισας.
Καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι
ἐμοὶ ταμιεύσεις. Παφλαγών Ἔχε· τοσοῦτον δʼ ἴσθʼ ὅτι,
εἰ μή μʼ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.
Δῆμος Οὐκ ἔσθʼ ὅπως ὁ δακτύλιός ἐσθʼ οὑτοσὶ
οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται.
Ἀλλʼ ἦ οὐ καθορῶ; Ἀλλαντοπώλης Φέρʼ ἴδω, τί σοι σημεῖον ἦν;
Δῆμος Δημοῦ βοείου θρῖον ἐξωπτημένον.
Ἀλλαντοπώλης Οὐ τοῦτʼ ἔνεστιν. Δῆμος Οὐ τὸ θρῖον; Ἀλλὰ τί;
Ἀλλαντοπώλης Λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
Δῆμος Αἰβοῖ τάλας. Ἀλλαντοπώλης Τί ἐστιν; Δῆμος Ἀπόφερʼ ἐκποδών.
Οὐ τὸν ἐμὸν εἶχεν, ἀλλὰ τὸν Κλεωνύμου.
Παρʼ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.
Παφλαγών Μὴ δῆτά πώ γʼ, ὦ δέσποτʼ, ἀντιβολῶ σʼ ἐγώ,
πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.
Ἀλλαντοπώλης Καὶ τῶν ἐμῶν νυν. Παφλαγών Ἀλλʼ ἐὰν τούτῳ πίθῃ,
μολγὸν γενέσθαι δεῖ σε. Ἀλλαντοπώλης Κἄν γε τουτῳί,
ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.
Παφλαγών Ἀλλʼ οἵ γʼ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ
χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.
Ἀλλαντοπώλης Οὑμοὶ δέ γʼ αὖ λέγουσιν ὡς ἁλουργίδα
ἔχων κατάπαστον καὶ στεφάνην ἐφʼ ἅρματος
χρυσοῦ διώξεις Σμικύθην καὶ κύριον.
Δῆμος Καὶ μὴν ἔνεγκʼ αὐτοὺς ἰών, ἵνʼ οὑτοσὶ
αὐτῶν ἀκούσῃ. Ἀλλαντοπώλης Πάνυ γε. Δῆμος Καὶ σύ νυν φέρε.
Παφλαγών Ἰδού. Ἀλλαντοπώλης Ἰδοὺ νὴ τὸν Δίʼ, οὐδὲν κωλύει.
Χορός ἱππέων Ἥδιστον φάος ἡμέρας
ἔσται τοῖς τε παροῦσι καὶ
τοῖσιν εἰσαφικνουμένοις,
ἢν Κλέων ἀπόληται.
Καίτοι πρεσβυτέρων τινῶν
οἵων ἀργαλεωτάτων
ἐν τῷ δείγματι τῶν δικῶν
ἤκουσʼ ἀντιλεγόντων,
ὡς εἰ μὴ ʼγένεθʼ οὗτος ἐν
τῇ πόλει μέγας, οὐκ ἂν ἤ-
στην σκεύει δύο χρησίμω, δοῖδυξ οὐδὲ τορύνη.
Ἀλλὰ καὶ τόδʼ ἔγωγε θαυ-
μάζω τῆς ὑομουσίας
αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ
παῖδες οἳ ξυνεφοίτων,
τὴν Δωριστὶ μόνην ἂν ἁρ-
μόττεσθαι θαμὰ τὴν λύραν,
ἄλλην δʼ οὐκ ἐθέλειν μαθεῖν·
κᾆτα τὸν κιθαριστὴν
ὀργισθέντʼ ἀπάγειν κελεύ-
ειν, ὡς ἁρμονίαν ὁ παῖς
οὗτος οὐ δύναται μαθεῖν
ἢν μὴ Δωροδοκιστί.
Παφλαγών Ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.
Ἀλλαντοπώλης Οἴμʼ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.
Δῆμος Ταυτὶ τί ἐστι; Παφλαγών Λόγια. Δῆμος Πάντʼ; Παφλαγών Ἐθαύμασας;
Καὶ νὴ Δίʼ ἔτι γέ μοὐστὶ κιβωτὸς πλέα.
Ἀλλαντοπώλης Ἐμοὶ δʼ ὑπερῷον καὶ ξυνοικία δύο.
Δῆμος Φέρʼ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;
Παφλαγών Οὑμοὶ μέν εἰσι Βάκιδος. Δῆμος Οἱ δὲ σοὶ τίνος;
Ἀλλαντοπώλης Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.
Δῆμος Εἰσὶν δὲ περὶ τοῦ; Παφλαγών Περὶ Ἀθηνῶν, περὶ Πύλου,
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
Δῆμος Οἱ σοὶ δὲ περὶ τοῦ; Ἀλλαντοπώλης Περὶ Ἀθηνῶν, περὶ φακῆς,
περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,
περὶ τῶν μετρούντων τἄλφιτʼ ἐν ἀγορᾷ κακῶς,
περὶ σοῦ, περὶ ἐμοῦ. —Τὸ πέος οὑτοσὶ δάκοι.
Δῆμος Ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,
καὶ τὸν περὶ ἐμοῦ ʼκεῖνον ᾧπερ ἥδομαι,
ὡς ἐν νεφέλῃσιν αἰετὸς γενήσομαι.
Παφλαγών Ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί·
Φράζευ, Ἐρεχθεΐδη, λογίων ὁδόν, ἥν σοι Ἀπόλλων
ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
Σῴζεσθαί σʼ ἐκέλευʼ ἱερὸν κύνα καρχαρόδοντα,
ὃς πρὸ σέθεν χάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς
σοὶ μισθὸν ποριεῖ. Κἂν μὴ δρᾷς ταῦτʼ, ἀπολεῖται·
πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.
Δῆμος Ταυτὶ μὰ τὴν Δήμητρʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι λέγει.
Τί γάρ ἐστʼ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;
Παφλαγών Ἐγὼ μέν εἰμʼ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·
σοὶ δʼ εἶπε σῴζεσθαι ʼμʼ ὁ Φοῖβος τὸν κύνα.
Ἀλλαντοπώλης Οὐ τοῦτό φησʼ ὁ χρησμός, ἀλλʼ ὁ κύων ὁδὶ
ὥσπερ ἀθάρης σου τῶν λογίων παρεσθίει.
Ἐμοὶ γάρ ἐστʼ ὀρθῶς περὶ τούτου τοῦ κυνός.
Δῆμος Λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,
ἵνα μή μʼ ὁ χρησμὸς ὁ περὶ τοῦ κυνὸς δάκῃ.
Ἀλλαντοπώλης Φράζευ, Ἐρεχθεΐδη, κύνα Κέρβερον ἀνδραποδιστήν,
ὃς κέρκῳ σαίνων σʼ, ὁπόταν δειπνῇς, ἐπιτηρῶν
ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·
ἐσφοιτῶν τʼ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν
νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
Δῆμος Νὴ τὸν Ποσειδῶ πολύ γʼ ἄμεινον, ὦ Γλάνι.
Παφλαγών Ὦ τᾶν, ἄκουσον, εἶτα διάκρινον, τόδε·
Ἔστι γυνή, τέξει δὲ λέονθʼ ἱεραῖς ἐν Ἀθήναις,
ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
ὥς τε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,
τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
Ταῦτʼ οἶσθʼ ὅ τι λέγει; Δῆμος Μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
Παφλαγών Ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·
ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
Δῆμος Καὶ πῶς μʼ ἐλελήθεις Ἀντιλέων γεγενημένος;
Ἀλλαντοπώλης Ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,
ὅ τι τὸ σιδήρου τεῖχός ἐστι καὶ ξύλων,
ἐν ᾧ σε σῴζειν τόνδʼ ἐκέλευʼ ὁ Λοξίας.
Δῆμος Πῶς δῆτα τοῦτʼ ἔφραζεν ὁ θεός; Ἀλλαντοπώλης Τουτονὶ
δῆσαί σʼ ἐκέλευʼ ἐν πεντεσυρίγγῳ ξύλῳ.
Δῆμος Ταυτὶ τελεῖσθαι τὰ λόγιʼ ἤδη μοι δοκεῖ.
Παφλαγών Μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
Ἀλλʼ ἱέρακα φίλει μεμνημένος ἐν φρεσίν, ὅς σοι
ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
Ἀλλαντοπώλης Τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
Κεκροπίδη κακόβουλε, τί τοῦθʼ ἡγεῖ μέγα τοὔργον;
Καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·
ἀλλʼ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
Παφλαγών Ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν·
Ἔστι Πύλος πρὸ Πύλοιο— Δῆμος Τί τοῦτο λέγει, πρὸ Πύλοιο;
Ἀλλαντοπώλης Τὰς πυέλους φησὶν καταλήψεσθʼ ἐν βαλανείῳ.
Δῆμος Ἐγὼ δʼ ἄλουτος τήμερον γενήσομαι;
Ἀλλαντοπώλης Οὗτος γὰρ ἡμῶν τὰς πυέλους ὑφήρπασεν.
Ἀλλʼ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
Δῆμος Προσέχω· σὺ δʼ ἀναγίγνωσκε, τοῖς ναύταισί μου
ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
Ἀλλαντοπώλης Αἰγεΐδη, φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
λαίθαργον, ταχύπουν, δολίαν κερδώ, πολύιδριν.
Οἶσθʼ ὅ τι ἐστὶν τοῦτο; Δῆμος Φιλόστρατος ἡ κυναλώπηξ.
Ἀλλαντοπώλης Οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·
ταύτας ἀπαυδᾷ μὴ διδόναι σʼ ὁ Λοξίας.
Δῆμος Πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ; Ἀλλαντοπώλης Ὅπως;
ὅτι ἡ τριήρης τʼ ἐστὶ χὠ κύων ταχύ.
Δῆμος Πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;
Ἀλλαντοπώλης Ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
Δῆμος Εἶἑν. Τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
Ἀλλαντοπώλης Ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
Ἀλλʼ ἔτι τόνδʼ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι
χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.
Δῆμος Ποίαν Κυλλήνην; Ἀλλαντοπώλης Τὴν τούτου χεῖρʼ ἐπόησεν
Κυλλήνην ὀρθῶς, ὁτιή φησʼ· «Ἔμβαλε κυλλῇ.»
Παφλαγών Οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
ἐς τὴν χεῖρʼ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
Ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
Ἀλλαντοπώλης Καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
χὤτι γʼ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
Παφλαγών Ἀλλʼ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ
τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
Ἀλλαντοπώλης Νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ʼπικαθῆσθαι·
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
Δῆμος Ἰοῦ ἰοῦ.
Οὐκ ἦν ἄρʼ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
Καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
Παφλαγών Μήπω γʼ, ἱκετεύω σʼ, ἀλλʼ ἀνάμεινον, ὡς ἐγὼ
κριθὰς ποριῶ σοι καὶ βίον καθʼ ἡμέραν.
Δῆμος Οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
Παφλαγών Ἀλλʼ ἄλφιτʼ ἤδη σοι ποριῶ ʼσκευασμένα.
Ἀλλαντοπώλης Ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας
καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλʼ εἰ μὴ ʼσθιε.
Δῆμος Ἁνύσατέ νυν, ὅ τι περ ποήσεθʼ· ὡς ἐγώ,
ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποῇ,
τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
Παφλαγών Τρέχοιμʼ ἂν εἴσω πρότερος. Ἀλλαντοπώλης Οὐ δῆτʼ, ἀλλʼ ἐγώ.
Χορός ἱππέων Ὦ Δῆμε, καλήν γʼ ἔχεις
ἀρχήν, ὅτε πάντες ἄν-
θρωποι δεδίασί σʼ ὥσ-
περ ἄνδρα τύραννον.
Ἀλλʼ εὐπαράγωγος εἶ,
θωπευόμενός τε χαί-
ρεις κἀξαπατώμενος,
πρὸς τόν τε λέγοντʼ ἀεὶ
κέχηνας· ὁ νοῦς δέ σου
παρὼν ἀποδημεῖ.
Δῆμος Νοῦς οὐκ ἔνι ταῖς κόμαις
ὑμῶν, ὅτε μʼ οὐ φρονεῖν
νομίζετʼ· ἐγὼ δʼ ἑκὼν
ταῦτʼ ἠλιθιάζω.
Αὐτός τε γὰρ ἥδομαι
βρύλλων τὸ καθʼ ἡμέραν,
κλέπτοντά τε βούλομαι
τρέφειν ἕνα προστάτην·
τοῦτον δʼ, ὅταν ᾖ πλέως,
ἄρας ἐπάταξα.
Χορός ἱππέων Οὕτω μὲν ἂν εὖ ποιοῖς,
εἴ σοι πυκνότης ἔνεστʼ
ἐν τῷ τρόπῳ, ὡς λέγεις,
τούτῳ πάνυ πολλή,
εἰ τούσδʼ ἐπίτηδες ὥσ-
περ δημοσίους τρέφεις
ἐν τῇ πυκνί, κᾆθʼ ὅταν
μή σοι τύχῃ ὄψον ὄν,
τούτων ὃς ἂν ᾖ παχύς,
θύσας ἐπιδειπνεῖς.
Δῆμος Σκέψασθε δέ μʼ, εἰ σοφῶς
αὐτοὺς περιέρχομαι
τοὺς οἰομένους φρονεῖν
κἄμʼ ἐξαπατύλλειν.
Τηρῶ γὰρ ἑκάστοτʼ αὐ-
τοὺς οὐδὲ δοκῶν ὁρᾶν
κλέπτοντας· ἔπειτʼ ἀναγ-
κάζω πάλιν ἐξεμεῖν
ἅττʼ ἂν κεκλόφωσί μου,
κημὸν καταμηλῶν.
Παφλαγών Ἄπαγʼ ἐς μακαρίαν ἐκποδών. Ἀλλαντοπώλης Σύ γʼ, ὦ φθόρε.
Παφλαγών Ὦ Δῆμʼ, ἐγὼ μέντοι παρεσκευασμένος
τρίπαλαι κάθημαι βουλόμενός σʼ εὐεργετεῖν.
Ἀλλαντοπώλης Ἐγὼ δὲ δεκάπαλαι γε καὶ δωδεκάπαλαι
καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.
Δῆμος Ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι
βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.
Ἀλλαντοπώλης Οἶσθʼ οὖν ὃ δρᾶσον; Δῆμος Εἴσομʼ, ἢν φράσῃς γε σύ.
Ἀλλαντοπώλης Ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,
ἵνα σʼ εὖ ποιῶμεν ἐξ ἴσου. Δῆμος Δρᾶν ταῦτα χρή.
Ἄπιτον. Ἀλλαντοπώλης Παφλαγών Ἰδού. Δῆμος Θέοιτʼ ἄν. Ἀλλαντοπώλης Ὑποθεῖν οὐκ ἐῶ.
Δῆμος Ἀλλʼ ἢ μεγάλως εὐδαιμονήσω τήμερον
ὑπὸ τῶν ἐραστῶν, νὴ Δίʼ, ἢ ʼγὼ θρύψομαι.
Παφλαγών Ὁρᾷς, ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.
Ἀλλαντοπώλης Ἀλλʼ οὐ τράπεζαν· ἀλλʼ ἐγὼ προτεραίτερος.
Παφλαγών Ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.
Ἀλλαντοπώλης Ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
Δῆμος Ὡς μέγαν ἄρʼ εἶχες, ὦ πότνια, τὸν δάκτυλον.
Παφλαγών Ἐγὼ δʼ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·
ἐτόρυνε δʼ αὐτὴ Παλλὰς ἡ Πυλαιμάχος.
Ἀλλαντοπώλης Ὦ Δῆμʼ, ἐναργῶς ἡ θεός σʼ ἐπισκοπεῖ.
Καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.
Δῆμος Οἴει γὰρ οἰκεῖσθʼ ἂν ἔτι τήνδε τὴν πόλιν,
εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
Παφλαγών Τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.
Ἀλλαντοπώλης Ἡ δʼ Ὀβριμοπάτρα γʼ ἑφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
Δῆμος Καλῶς γʼ ἐπόησε τοῦ πέπλου μεμνημένη.
Παφλαγών Ἡ Γοργολόφα σʼ ἐκέλευε τουτουὶ φαγεῖν
ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.
Ἀλλαντοπώλης Λαβὲ καὶ ταδί νυν. Δῆμος Καὶ τί τούτοις χρήσομαι
τοῖς ἐντέροις; Ἀλλαντοπώλης Ἐπίτηδες αὔτʼ ἔπεμψέ σοι
εἰς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός·
ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
Ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.
Δῆμος Ὡς ἡδύς, ὦ Ζεῦ, καὶ τὰ τρία φέρων καλῶς.
Ἀλλαντοπώλης Ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.
Παφλαγών Λαβέ νυν πλακοῦντος πίονος παρʼ ἐμοῦ τόμον.
Ἀλλαντοπώλης Παρʼ ἐμοῦ δʼ ὅλον γε τὸν πλακοῦντα τουτονί.
Παφλαγών Ἀλλʼ οὐ λαγῷʼ ἕξεις ὁπόθεν δῷς· ἀλλʼ ἐγώ.
Ἀλλαντοπώλης Οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
Ὦ θυμέ, νυνὶ βωμολόχον ἔξευρέ τι.
Παφλαγών Ὁρᾷς τάδʼ, ὦ κακόδαιμον; Ἀλλαντοπώλης Ὀλίγον μοι μέλει·
ἐκεινοιὶ γὰρ ὡς ἔμʼ ἔρχονταί τινες
πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.
Παφλαγών Ποῦ ποῦ; Ἀλλαντοπώλης Τί δέ σοι τοῦτʼ; Οὐκ ἐάσεις τοὺς ξένους;
Ὦ Δημίδιον, ὁρᾷς τὰ λαγῷʼ ἅ σοι φέρω;
Παφλαγών Οἴμοι τάλας, ἀδίκως γε τἄμʼ ὑφήρπασας.
Ἀλλαντοπώλης Νὴ τὸν Ποσειδῶ, καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.
Δῆμος Εἴπʼ, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;
Ἀλλαντοπώλης Τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμʼ ἐμόν.
Ἐγὼ δʼ ἐκινδύνευσʼ. Παφλαγών Ἐγὼ δʼ ὤπτησά γε.
Δῆμος Ἄπιθʼ· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.
Παφλαγών Οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.
Ἀλλαντοπώλης Τί οὐ διακρίνεις, Δῆμʼ, ὁπότερός ἐστι νῷν
ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;
Δῆμος Τῷ δῆτʼ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;
Ἀλλαντοπώλης Ἐγὼ φράσω σοι. Τὴν ἐμὴν κίστην ἰὼν
ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττʼ ἔνι,
καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.
Δῆμος Φέρʼ ἴδω, τί οὖν ἔνεστιν; Ἀλλαντοπώλης Οὐχ ὁρᾷς κενήν,
ὦ παππίδιον; Ἅπαντα γάρ σοι παρεφόρουν.
Δῆμος Αὕτη μὲν ἡ κίστη τὰ τοῦ δήμου φρονεῖ.
Ἀλλαντοπώλης Βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
Ὁρᾷς τάδʼ; Δῆμος Οἴμοι, τῶν ἀγαθῶν ὅσων πλέα.
Ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·
ἐμοὶ δʼ ἔδωκεν ἀποτεμὼν τυννουτονί.
Ἀλλαντοπώλης Τοιαῦτα μέντοι καὶ πρότερόν σʼ ἠργάζετο·
σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,
αὐτὸς δʼ ἑαυτῷ παρετίθει τὰ μείζονα.
Δῆμος Ὦ μιαρέ, κλέπτων δή με ταῦτʼ ἐξηπάτας;
Ἐγὼ δέ τυ ἐστεφάνιξα κἠδωρησάμαν.
Παφλαγών Ἐγὼ δʼ ἔκλεπτον ἐπʼ ἀγαθῷ γε τῇ πόλει.
Δῆμος Κατάθου ταχέως τὸν στέφανον, ἵνʼ ἐγὼ τουτῳὶ
αὐτὸν περιθῶ. Ἀλλαντοπώλης Κατάθου ταχέως, μαστιγία.
Παφλαγών Οὐ δῆτʼ, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς
φράζων, ὑφʼ οὗ χρεὼν ἔμʼ ἡττᾶσθαι μόνου.
Ἀλλαντοπώλης Τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
Παφλαγών Καὶ μήν σʼ ἐλέγξαι βούλομαι τεκμηρίῳ,
εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
Καί σου τοσοῦτο πρῶτον ἐκπειράσομαι·
Παῖς ὢν ἐφοίτας εἰς τίνος διδασκάλου;
Ἀλλαντοπώλης Ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην.
Παφλαγών Πῶς εἶπας; Ὥς μοὐ χρησμὸς ἅπτεται φρενῶν. Εἶἑν.
Ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;
Ἀλλαντοπώλης Κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον.
Παφλαγών Ὦ Φοῖβʼ Ἄπολλον Λύκιε, τί ποτέ μʼ ἐργάσει;
Τέχνην δὲ τίνα ποτʼ εἶχες ἐξανδρούμενος;
Ἀλλαντοπώλης Ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
Παφλαγών Οἴμοι κακοδαίμων· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.
Λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.
Καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ
ἠλλαντοπώλεις ἐτεὸν ἢ ʼπὶ ταῖς πύλαις;
Ἀλλαντοπώλης Ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
Παφλαγών Οἴμοι, πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
Κυλίνδετʼ εἴσω τόνδε τὸν δυσδαίμονα.
Ὦ στέφανε, χαίρων ἄπιθι, καί σʼ ἄκων ἐγὼ
λείπω· σὲ δʼ ἄλλος τις λαβὼν κεκτήσεται,
κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως.
Ἀλλαντοπώλης Ἑλλάνιε Ζεῦ, σὸν τὸ νικητήριον.
Οἰκέτης Αʹ Ὦ χαῖρε καλλίνικε· καὶ μέμνησʼ ὅτι
ἀνὴρ γεγένησαι διʼ ἐμέ· καί σʼ αἰτῶ βραχύ,
ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.
Δῆμος Ἐμοὶ δέ γʼ ὅ τι σοι τοὔνομʼ εἴπʼ. Ἀλλαντοπώλης Ἀγοράκριτος·
ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
Δῆμος Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω
καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.
Ἀλλαντοπώλης Καὶ μὴν ἐγώ σʼ, ὦ Δῆμε, θεραπεύσω καλῶς,
ὥσθʼ ὁμολογεῖν σε μηδένʼ ἀνθρώπων ἐμοῦ
ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.
Χορός ἱππέων Τί κάλλιον ἀρχομένοι-
σιν ἢ καταπαυομένοισιν
ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν
μηδὲν εἰς Λυσίστρατον,
μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυ-
πεῖν ἑκούσῃ καρδίᾳ;
Καὶ γὰρ οὗτος, ὦ φίλʼ Ἄπολλον, ἀεὶ
πεινῇ, θαλεροῖς δακρύοισιν
σᾶς ἁπτόμενος φαρέτρας
Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι.
Λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστʼ ἐπίφθονον,
ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.
Εἰ μὲν οὖν ἅνθρωπος, ὃν δεῖ πόλλʼ ἀκοῦσαι καὶ κακά,
αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.
Νῦν δʼ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,
ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.
Ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής,
Ἀριφράδης πονηρός. Ἀλλὰ τοῦτο μὲν καὶ βούλεται·
ἐστὶ δʼ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδʼ ἂν ᾐσθόμην,
οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.
Τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,
ἐν κασαυρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον,
καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,
καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ.
Ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,
οὔποτʼ ἐκ ταὐτοῦ μεθʼ ἡμῶν πίεται ποτηρίου.
Ἦ πολλάκις ἐννυχίαι-
σι φροντίσι συγγεγένημαι,
καὶ διεζήτηχʼ ὁπόθεν ποτὲ φαύλως
ἐσθίει Κλεώνυμος.
Φασὶ γάρ ποτʼ αὐτὸν ἐρεπτόμενον
τὰ τῶν ἐχόντων ἀνέρων
οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης·
τοὺς δʼ ἀντιβολεῖν ἂν ὁμοίως·
Ἴθʼ, ὦ ἄνα, πρὸς γονάτων,
ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
Φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις εἰς λόγον,
καὶ μίαν λέξαι τινʼ αὐτῶν, ἥτις ἦν γεραιτέρα·
«Οὐδὲ πυνθάνεσθε ταῦτʼ, ὦ παρθένοι, τἀν τῇ πόλει;
Φασὶν αἰτεῖσθαί τινʼ ἡμῶν ἑκατὸν εἰς Καρχηδόνα,
ἄνδρα μοχθηρὸν πολίτην, ὀξίνην Ὑπέρβολον·»
ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν,
καί τινʼ εἰπεῖν, ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·
«Ἀποτρόπαιʼ, οὐ δῆτʼ ἐμοῦ γʼ ἄρξει ποτʼ, ἀλλʼ ἐάν με χρῇ,
ὑπὸ τερηδόνων σαπεῖσʼ ἐνταῦθα καταγηράσομαι.» —
«Οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτʼ, ὦ θεοί,
εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην.
Ἢν δʼ ἀρέσκῃ ταῦτʼ Ἀθηναίοις, καθῆσθαί μοι δοκῶ
εἰς τὸ Θησεῖον πλεούσας ἢ ʼπὶ τῶν σεμνῶν θεῶν.
Οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·
ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.»
Ἀλλαντοπώλης Εὐφημεῖν χρὴ καὶ στόμα κλείειν καὶ μαρτυριῶν ἀπέχεσθαι,
καὶ τὰ δικαστήρια συγκλείειν, οἷς ἡ πόλις ἥδε γέγηθεν,
ἐπὶ καιναῖσιν δʼ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.
Χορός ἱππέων Ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
τίνʼ ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφʼ ὅτῳ κνισῶμεν ἀγυιάς;
Ἀλλαντοπώλης Τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεπόηκα.
Χορός ἱππέων Καὶ ποῦ ʼστιν νῦν, ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;
Ἀλλαντοπώλης Ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.
Χορός ἱππέων Πῶς ἂν ἴδοιμεν; Ποίαν τινʼ ἔχει σκευήν; Ποῖος γεγένηται;
Ἀλλαντοπώλης Οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει.
Ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων·
Ἀλλʼ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις
καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵνʼ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.
Χορός ἱππέων Ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
δείξατε τὸν τῆς Ἑλλάδος ἡμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.
Ἀλλαντοπώλης Ὅδʼ ἐκεῖνος ὁρᾶν τεττιγοφόρος, τἀρχαίῳ σχήματι λαμπρός·
οὐ χοιρινῶν ὄζων, ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.
Χορός ἱππέων Χαῖρʼ, ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς·
τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου.
Δῆμος Ὦ φίλτατʼ ἀνδρῶν, ἐλθὲ δεῦρʼ, Ἀγοράκριτε.
Ὅσα με δέδρακας ἀγάθʼ ἀφεψήσας. Ἀλλαντοπώλης Ἐγώ;
Ἀλλʼ, ὦ μέλʼ, οὐκ οἶσθʼ οἷος ἦσθʼ αὐτὸς πάρος,
οὐδʼ οἷʼ ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.
Δῆμος Τί δʼ ἔδρων πρὸ τοῦ, κάτειπε, καὶ ποῖός τις ἦν;
Ἀλλαντοπώλης Πρῶτον μέν, ὁπότʼ εἴποι τις ἐν τἠκκλησίᾳ·
«Ὦ Δῆμʼ, ἐραστής εἰμι σὸς φιλῶ τέ σε
καὶ κήδομαί σου καὶ προβουλεύω μόνος»,
τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
ἀνωρτάλιζες κἀκερουτίας. Δῆμος Ἐγώ;
Ἀλλαντοπώλης Εἶτʼ ἐξαπατήσας σʼ ἀντὶ τούτων ᾤχετο.
Δῆμος Τί φῄς; Ταυτί μʼ ἔδρων, ἐγὼ δὲ τοῦτʼ οὐκ ᾐσθόμην;
Ἀλλαντοπώλης Τὰ γὰρ ὦτά σου, νὴ τὸν Δίʼ, ἐξεπετάννυτο
ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.
Δῆμος Οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;
Ἀλλαντοπώλης Καὶ νὴ Δίʼ εἴ γε δύο λεγοίτην ῥήτορε,
ὁ μὲν ποεῖσθαι ναῦς μακράς, ὁ δʼ ἕτερος αὖ
καταμισθοφορῆσαι τοῦθʼ, ὁ τὸν μισθὸν λέγων
τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
Οὗτος, τί κύπτεις; Οὐχὶ κατὰ χώραν μενεῖς;
Δῆμος Αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.
Ἀλλαντοπώλης Ἀλλʼ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,
ἀλλʼ οἵ σε ταῦτʼ ἐξηπάτων. Νῦν δὴ φράσον·
Ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·
«Οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην»,
τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;
Δῆμος Ἄρας μετέωρον εἰς τὸ βάραθρον ἐμβαλῶ,
ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.
Ἀλλαντοπώλης Τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·
τὰ δʼ ἄλλα, φέρʼ ἴδω, πῶς πολιτεύσει; φράσον.
Δῆμος Πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,
καταγομένοις τὸν μισθὸν ἀποδώσω ʼντελῆ.
Ἀλλαντοπώλης Πολλοῖς γʼ ὑπολίσποις πυγιδίοισιν ἐχαρίσω.
Δῆμος Ἔπειθʼ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,
ἀλλʼ οὗπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
Ἀλλαντοπώλης Τοῦτʼ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.
Δῆμος Οὐδʼ ἀγοράσει γʼ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.
Ἀλλαντοπώλης Ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;
Δῆμος Τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,
ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·
Σοφός γʼ ὁ Φαίαξ δεξιῶς τʼ οὐκ ἀπέθανεν.
Συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
καταληπτικός τʼ ἄριστα τοῦ θορυβητικοῦ
Ἀλλαντοπώλης Οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;
Δῆμος Μὰ Δίʼ, ἀλλʼ ἀναγκάσω κυνηγετεῖν ἐγὼ
τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.
Ἀλλαντοπώλης Ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν
καὶ παῖδʼ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι·
κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν πόει.
Δῆμος Μακάριος εἰς τἀρχαῖα δὴ καθίσταμαι.
Ἀλλαντοπώλης Φήσεις γʼ, ἐπειδὰν τὰς τριακοντούτιδας
σπονδὰς παραδῶ σοι. Δεῦρʼ ἴθʼ, αἱ Σπονδαί, ταχύ.
Δῆμος Ὦ Ζεῦ πολυτίμηθʼ, ὡς καλαί. Πρὸς τῶν θεῶν,
ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
Πῶς ἔλαβες αὐτὰς ἐτεόν; Ἀλλαντοπώλης Οὐ γὰρ ὁ Παφλαγὼν
ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
Νῦν οὖν ἐγώ σοι παραδίδωμʼ εἰς τοὺς ἀγροὺς
αὐτὰς ἰέναι λαβόντα. Δῆμος Τὸν δὲ Παφλαγόνα,
ὃς ταῦτʼ ἔδρασεν, εἴφʼ ὅ τι ποήσεις κακόν.
Ἀλλαντοπώλης Οὐδὲν μέγʼ ἀλλʼ ἢ τὴν ἐμὴν ἕξει τέχνην·
ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
τὰ κύνεια μειγνὺς τοῖς ὀνείοις πράγμασιν,
μεθύων τε ταῖς πόρναισι λοιδορήσεται,
κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.
Δῆμος Εὖ γʼ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι.
Καί σʼ ἀντὶ τούτων εἰς τὸ πρυτανεῖον καλῶ
εἰς τὴν ἕδραν θʼ, ἵνʼ ἐκεῖνος ἧσθʼ ὁ φαρμακός.
Ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·
κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
ἵνʼ ἴδωσιν αὐτὸν, οἷς ἐλωβᾶθʼ, οἱ ξένοι.