Στρεψιάδης ἰοὺ ἰού.
ὦ Ζεῦ βασιλεῦ, τὸ χρῆμα τῶν νυκτῶν ὅσον.
ἀπέραντον. οὐδέποθʼ ἡμέρα γενήσεται;
καὶ μὴν πάλαι γʼ ἀλεκτρυόνος ἤκουσʼ ἐγώ.
οἱ δʼ οἰκέται ῥέγκουσιν. ἀλλʼ οὐκ ἂν πρὸ τοῦ.
ἀπόλοιο δῆτʼ, ὦ πόλεμε, πολλῶν οὕνεκα,
ὅτʼ οὐδὲ κολάσʼ ἔξεστί μοι τοὺς οἰκέτας.
ἀλλʼ οὐδʼ ὁ χρηστὸς οὑτοσὶ νεανίας
ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται
ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
ἀλλʼ εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι.
ἀλλʼ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος
ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν
διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων
ἱππάζεταί τε καὶ ξυνωρικεύεται
ὀνειροπολεῖ θʼ ἵππους. ἐγὼ δʼ ἀπόλλυμαι
ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·
οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον
κἄκφερε τὸ γραμματεῖον, ἵνʼ ἀναγνῶ λαβὼν
ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.
φέρʼ ἴδω, τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ.
τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην;
ὅτʼ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,
εἴθʼ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.
Φειδιππίδης Φίλων, ἀδικεῖς. ἔλαυνε τὸν σαυτοῦ δρόμον.
Στρεψιάδης τοῦτʼ ἐστὶ τουτὶ τὸ κακὸν ὅ μʼ ἀπολώλεκεν·
ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.
Φειδιππίδης πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;
Στρεψιάδης ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρʼ ἐλαύνεις δρόμους.
ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμεινίᾳ.
Φειδιππίδης ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
Στρεψιάδης ἀλλʼ ὦ μέλʼ ἐξήλικας ἐμέ γʼ ἐκ τῶν ἐμῶν,
ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
ἐνεχυράσεσθαί φασιν. Φειδιππίδης ἐτεόν, ὦ πάτερ,
τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθʼ ὅλην;
Στρεψιάδης δάκνει μέ τις δήμαρχος ἐκ τῶν στρωμάτων.
Φειδιππίδης ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.
Στρεψιάδης σὺ δʼ οὖν κάθευδε. τὰ δὲ χρέα ταῦτʼ ἴσθʼ ὅτι
εἰς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.
φεῦ.
εἴθʼ ὤφελʼ ἡ προμνήστριʼ ἀπολέσθαι κακῶς
ἥτις με γῆμʼ ἐπῆρε τὴν σὴν μητέρα.
ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος,
εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,
βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
ἔπειτʼ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους
ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
σεμνήν, τρυφῶσαν, ἐγκεκοισυρωμένην.
ταύτην ὅτʼ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ
ὄζων τρυγός, τρασιᾶς, ἐρίων, περιουσίας,
ἡ δʼ αὖ μύρου, κρόκου, καταγλωττισμάτων,
δαπάνης, λαφυγμοῦ, Κωλιάδος, Γενετυλλίδος.
οὐ μὴν ἐρῶ γʼ ὡς ἀργὸς ἦν, ἀλλʼ ἐσπάθα,
ἐγὼ δʼ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ
πρόφασιν ἔφασκον· ὦ γύναι, λίαν σπαθᾷς.
Οἰκέτης ἔλαιον ἡμῖν οὐκ ἔνεστʼ ἐν τῷ λύχνῳ.
Στρεψιάδης οἴμοι. τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;
δεῦρʼ ἔλθʼ ἵνα κλάῃς. Οἰκέτης διὰ τί δῆτα κλαύσομαι;
Στρεψιάδης ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.
μετὰ ταῦθʼ, ὅπως νῷν ἐγένεθʼ υἱὸς οὑτοσί,
ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,
περὶ τοὐνόματος δὴ ʼντεῦθεν ἐλοιδορούμεθα.
ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,
Ξάνθιππον ἢ Χάριππον ἢ Καλλιππίδην,
ἐγὼ δὲ τοῦ πάππου ʼτιθέμην Φειδωνίδην.
τέως μὲν οὖν ἐκρινόμεθʼ· εἶτα τῷ χρόνῳ
κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.
τοῦτον τὸν υἱὸν λαμβάνουσʼ ἐκορίζετο·
«ὅταν σὺ μέγας ὢν ἅρμʼ ἐλαύνῃς πρὸς πόλιν,
ὥσπερ Μεγακλέης, ξυστίδʼ ἔχων—» ἐγὼ δʼ ἔφην·
«ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,
ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος—».
ἀλλʼ οὐκ ἐπείθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,
ἀλλʼ ἵππερόν μου κατέχεεν τῶν χρημάτων.
νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ
μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,
ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.
ἀλλʼ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.
πῶς δῆτʼ ἂν ἥδιστʼ αὐτὸν ἐπεγείραιμι; πῶς;
Φειδιππίδη, Φειδιππίδιον. Φειδιππίδης τί, ὦ πάτερ;
Στρεψιάδης κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.
Φειδιππίδης ἰδού. τί ἐστιν; Στρεψιάδης εἰπέ μοι, φιλεῖς ἐμέ;
Φειδιππίδης νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.
Στρεψιάδης μή μοι γε τοῦτον μηδαμῶς τὸν ἵππιον·
οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.
ἀλλʼ εἴπερ ἐκ τῆς καρδίας μʼ ὄντως φιλεῖς,
ὦ παῖ, πιθοῦ. Φειδιππίδης τί οὖν πίθωμαι δῆτά σοι;
Στρεψιάδης ἔκτρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους
καὶ μάνθανʼ ἐλθὼν ἃν ἐγὼ παραινέσω.
Φειδιππίδης λέγε δή, τί κελεύεις; Στρεψιάδης καί τι πείσει; Φειδιππίδης πείσομαι,
νὴ τὸν Διόνυσον. Στρεψιάδης δεῦρό νυν ἀπόβλεπε.
ὁρᾷς τὸ θύριον τοῦτο καὶ τοἰκίδιον;
Φειδιππίδης ὁρῶ. τί οὖν τοῦτʼ ἐστὶν ἐτεόν, ὦ πάτερ;
Στρεψιάδης ψυχῶν σοφῶν τοῦτʼ ἐστὶ φροντιστήριον.
ἐνταῦθʼ ἐνοικοῦσʼ ἄνδρες οἳ τὸν οὐρανὸν
λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,
κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δʼ ἅνθρακες.
οὗτοι διδάσκουσʼ, ἀργύριον ἤν τις διδῷ,
λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.
Φειδιππίδης εἰσὶν δὲ τίνες; Στρεψιάδης οὐκ οἶδʼ ἀκριβῶς τοὔνομα.
μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.
Φειδιππίδης αἰβοῖ, πονηροί γʼ, οἶδα. τοὺς ἀλαζόνας,
τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγεις,
ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
Στρεψιάδης ἢ ἤ, σιώπα. μηδὲν εἴπῃς νήπιον.
ἀλλʼ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,
τούτων γενοῦ μοι, σχασάμενος τὴν ἱππικήν.
Φειδιππίδης οὐκ ἂν μὰ τὸν Διόνυσον εἰ δοίης γέ μοι
τοὺς Φασιανοὺς οὓς τρέφει Λεωγόρας.
Στρεψιάδης ἴθʼ, ἀντιβολῶ σʼ, ὦ φίλτατʼ ἀνθρώπων ἐμοί,
ἐλθὼν διδάσκου. Φειδιππίδης καὶ τί σοι μαθήσομαι;
Στρεψιάδης εἶναι παρʼ αὐτοῖς φασὶν ἄμφω τὼ λόγω,
τὸν κρείττονʼ, ὅστις ἐστί, καὶ τὸν ἥττονα.
τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,
νικᾶν λέγοντά φασι τἀδικώτερα.
ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,
ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν
οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί.
Φειδιππίδης οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν
τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.
Στρεψιάδης οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γʼ ἐμῶν ἔδει
οὔτʼ αὐτὸς οὔθʼ ὁ ζύγιος οὔθʼ ὁ σαμφόρας,
ἀλλʼ ἐξελῶ σʼ εἰς κόρακας ἐκ τῆς οἰκίας.
Φειδιππίδης ἀλλʼ οὐ περιόψεταί μʼ ὁ θεῖος Μεγακλέης
ἄνιππον. ἀλλʼ εἴσειμι, σοῦ δʼ οὐ φροντιῶ.
Στρεψιάδης ἀλλʼ οὐδʼ ἐγὼ μέντοι πεσών γε κείσομαι,
ἀλλʼ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι
αὐτὸς βαδίζων εἰς τὸ φροντιστήριον.
πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς
λόγων ἀκριβῶν σκινδαλάμους μαθήσομαι;
ἰτητέον. τί ταῦτʼ ἔχων στραγγεύομαι
ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν; παῖ, παιδίον.
Μαθητής βάλλʼ εἰς κόρακας. τίς ἐσθʼ ὁ κόψας τὴν θύραν;
Στρεψιάδης Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.
Μαθητής ἀμαθής γε νὴ Δίʼ, ὅστις οὑτωσὶ σφόδρα
ἀπεριμερίμνως τὴν θύραν λελάκτικας
καὶ φροντίδʼ ἐξήμβλωκας ἐξηυρημένην.
Στρεψιάδης σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶν τῶν ἀγρῶν.
ἀλλʼ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.
Μαθητής ἀλλʼ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.
Στρεψιάδης λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ
ἥκω μαθητὴς εἰς τὸ φροντιστήριον.
Μαθητής λέξω, νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.
ἀνήρετʼ ἄρτι Χαιρεφῶντα Σωκράτης
ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας.
δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν
ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.
Στρεψιάδης πῶς δῆτα διεμέτρησε; Μαθητής δεξιώτατα.
κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν
ἐνέβαψεν εἰς τὸν κηρὸν αὐτῆς τὼ πόδε,
κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.
ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
Στρεψιάδης ὦ Ζεῦ βασιλεῦ, τῆς λεπτότητος τῶν φρενῶν.
Μαθητής τί δῆτʼ ἄν, ἕτερον εἰ πύθοιο Σωκράτους
φρόντισμα; Στρεψιάδης ποῖον; ἀντιβολῶ, κάτειπέ μοι.
Μαθητής ἀνήρετʼ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος
ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας
κατὰ τὸ στόμʼ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.
Στρεψιάδης τί δῆτʼ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;
Μαθητής ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος
στενόν, διὰ λεπτοῦ δʼ ὄντος αὐτοῦ τὴν πνοὴν
βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·
ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον
τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.
Στρεψιάδης σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.
ὦ τρισμακάριος τοῦ διεντερεύματος.
ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην
ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.
Μαθητής πρῴην δέ γε γνώμην μεγάλην ἀφῃρέθη
ὑπʼ ἀσκαλαβώτου. Στρεψιάδης τίνα τρόπον; κάτειπέ μοι.
Μαθητής ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς
καὶ τὰς περιφοράς, εἶτʼ ἄνω κεχηνότος
ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.
Στρεψιάδης ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.
Μαθητής ἐχθὲς δέ γʼ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.
Στρεψιάδης εἶἑν. τί οὖν πρὸς τἄλφιτʼ ἐπαλαμήσατο;
Μαθητής κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν,
κάμψας ὀβελίσκον, εἶτα διαβήτην λαβών,
ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
Στρεψιάδης τί δῆτʼ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;
ἄνοιγʼ ἄνοιγʼ ἁνύσας τὸ φροντιστήριον
καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.
μαθητιῶ γάρ. ἀλλʼ ἄνοιγε τὴν θύραν.
ὦ Ἡράκλεις, ταυτὶ ποδαπὰ τὰ θηρία;
Μαθητής τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;
Στρεψιάδης τοῖς ἐκ Πύλου ληφθεῖσι, τοῖς Λακωνικοῖς.
ἀτὰρ τί ποτʼ εἰς τὴν γῆν βλέπουσιν οὑτοιί;
Μαθητής ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς. Στρεψιάδης βολβοὺς ἄρα
ζητοῦσι. μή νυν τοῦτό γʼ ἔτι φροντίζετε·
ἐγὼ γὰρ οἶδʼ ἵνʼ εἰσὶ μεγάλοι καὶ καλοί.
τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρʼ ἐγκεκυφότες;
Μαθητής οὗτοι δʼ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.
Στρεψιάδης τί δῆθʼ ὁ πρωκτὸς εἰς τὸν οὐρανὸν βλέπει;
Μαθητής αὐτὸς καθʼ αὑτὸν ἀστρονομεῖν διδάσκεται.
ἀλλʼ εἴσιθʼ, ἵνα μὴ ʼκεῖνος ὑμῖν ἐπιτύχῃ.
Στρεψιάδης μήπω γε μήπω γʼ, ἀλλʼ ἐπιμεινάντων, ἵνα
αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.
Μαθητής ἀλλʼ οὐχ οἷόν τʼ αὐτοῖσι πρὸς τὸν ἀέρα
ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.
Στρεψιάδης πρὸς τῶν θεῶν, τί γὰρ τάδʼ ἐστίν; εἰπέ μοι.
Μαθητής ἀστρονομία μὲν αὑτηί. Στρεψιάδης τουτὶ δὲ τί;
Μαθητής γεωμετρία. Στρεψιάδης τοῦτʼ οὖν τί ἐστι χρήσιμον;
Μαθητής γῆν ἀναμετρεῖσθαι. Στρεψιάδης πότερα τὴν κληρουχικήν;
Μαθητής οὔκ, ἀλλὰ τὴν σύμπασαν. Στρεψιάδης ἀστεῖον λέγεις·
τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.
Μαθητής αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;
αἵδε μὲν Ἀθῆναι. Στρεψιάδης τί σὺ λέγεις; οὐ πείθομαι,
ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.
Μαθητής ὡς τοῦτʼ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.
Στρεψιάδης καὶ ποῦ Κικυννῆς εἰσίν, οὑμοὶ δημόται;
Μαθητής ἐνταῦθʼ ἔνεισιν. ἡ δέ γʼ Εὔβοιʼ, ὡς ὁρᾷς,
ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
Στρεψιάδης οἶδʼ· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.
ἀλλʼ ἡ Λακεδαίμων ποῦ ʼστίν; Μαθητής ὅπου ʼστίν; αὑτηί.
Στρεψιάδης ὡς ἐγγὺς ἡμῶν. τοῦτο μεταφροντίζετε,
ταύτην ἀφʼ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.
Μαθητής ἀλλʼ οὐχ οἷόν τε. Στρεψιάδης νὴ Δίʼ, οἰμώξεσθʼ ἄρα.
φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;
Μαθητής αὐτός. Στρεψιάδης τίς αὐτός; Μαθητής Σωκράτης. Στρεψιάδης ὦ Σωκράτης.
ἴθʼ οὗτος ἀναβόησον αὐτόν μοι μέγα.
Μαθητής αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.
Στρεψιάδης ὦ Σώκρατες.
ὦ Σωκρατίδιον. Σωκράτης τί με καλεῖς, ὦ ʼφήμερε;
Στρεψιάδης πρῶτον μὲν ὅτι δρᾷς, ἀντιβολῶ, κάτειπέ μοι.
Σωκράτης ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
Στρεψιάδης ἔπειτʼ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,
ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ; Σωκράτης οὐ γὰρ ἄν ποτε
ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα
εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα,
λεπτὴν καταμείξας εἰς τὸν ὅμοιον ἀέρα.
εἰ δʼ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,
οὐκ ἄν ποθʼ ηὗρον· οὐ γὰρ ἀλλʼ ἡ γῆ βίᾳ
ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.
Στρεψιάδης πῶς φῄς;
ἡ φροντὶς ἕλκει τὴν ἰκμάδʼ εἰς τὰ κάρδαμα;
ἴθι νυν κατάβηθʼ, ὦ Σωκρατίδιον, ὡς ἐμέ,
ἵνα με διδάξῃς ὧνπερ ἕνεκʼ ἐλήλυθα.
Σωκράτης ἦλθες δὲ κατὰ τί; Στρεψιάδης βουλόμενος μαθεῖν λέγειν·
ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων
ἄγομαι, φέρομαι, τὰ χρήματʼ ἐνεχυράζομαι.
Σωκράτης πόθεν δʼ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;
Στρεψιάδης νόσος μʼ ἐπέτριψεν ἱππική, δεινὴ φαγεῖν.
ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δʼ ὅντινʼ ἂν
πράττῃ μʼ, ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.
Σωκράτης ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ
ἡμῖν νόμισμʼ οὐκ ἔστι. Στρεψιάδης τῷ γὰρ ὄμνυτε;
σιδαρέοισιν, ὥσπερ ἐν Βυζαντίῳ;
Σωκράτης βούλει τὰ θεῖα πράγματʼ εἰδέναι σαφῶς
ἅττʼ ἐστὶν ὀρθῶς; Στρεψιάδης νὴ Δίʼ, εἴπερ ἐστί γε.
Σωκράτης καὶ συγγενέσθαι ταῖς Νεφέλαισιν εἰς λόγους,
ταῖς ἡμετέραισι δαίμοσιν; Στρεψιάδης μάλιστά γε.
Σωκράτης κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.
Στρεψιάδης ἰδού, κάθημαι. Σωκράτης τουτονὶ τοίνυν λαβὲ
τὸν στέφανον. Στρεψιάδης ἐπὶ τί στέφανον; οἴμοι, Σώκρατες,
ὥσπερ με τὸν Ἀθάμανθʼ ὅπως μὴ θύσετε.
Σωκράτης οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους
ἡμεῖς ποοῦμεν. Στρεψιάδης εἶτα δὴ τί κερδανῶ;
Σωκράτης λέγειν γενήσει τρῖμμα, κρόταλον, παιπάλη.
ἀλλʼ ἔχʼ ἀτρεμεί. Στρεψιάδης μὰ τὸν Δίʼ οὐ ψεύσει γέ με·
καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
Σωκράτης εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
ὦ δέσποτʼ ἄναξ, ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,
λαμπρός τʼ Αἰθήρ, σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυ- νοι,
ἄρθητε, φάνητʼ, ὦ δέσποιναι, τῷ φροντιστῇ μετέωροι.
Στρεψιάδης μήπω, μήπω γε, πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα.
Σωκράτης ἔλθετε δῆτʼ, ὦ πολυτίμητοι Νεφέλαι, τῷδʼ εἰς ἐπίδειξιν·
εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,
εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμ- φαις,
εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,
ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος·
ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
Χορός ἀέναοι Νεφέλαι, στρ.
ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον
πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέος
ὑψηλῶν ὀρέων κορυφὰς ἔπι
δενδροκόμους, ἵνα
τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα
καρπούς τʼ ἀρδομέναν ἱερὰν χθόνα
καὶ ποταμῶν ζαθέων κελαδήματα
καὶ πόντον κελάδοντα βαρύβρομον·
ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται
μαρμαρέαισιν αὐγαῖς.
ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριον
ἀθανάτας ἰδέας ἐπιδώμεθα
τηλεσκόπῳ ὄμματι γαῖαν.
Σωκράτης ὦ μέγα σεμναὶ Νεφέλαι, φανερῶς ἠκούσατέ μου καλέσαντος.
ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;
Στρεψιάδης καὶ σέβομαί γʼ, ὦ πολυτίμητοι, καὶ βούλομαι ἀνταπο- παρδεῖν
πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετραμαίνω καὶ πεφόβημαι.
κεἰ θέμις ἐστίν, νυνί γʼ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.
Σωκράτης οὐ μὴ σκώψει μηδὲ ποήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,
ἀλλʼ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
Χορός παρθένοι ὀμβροφόροι, ἀντ.
ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν
Κέκροπος ὀψόμεναι πολυήρατον·
οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα
μυστοδόκος δόμος
ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται·
οὐρανίοις τε θεοῖς δωρήματα,
ναοί θʼ ὑψερεφεῖς καὶ ἀγάλματα,
καὶ πρόσοδοι μακάρων ἱερώταται
εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε
παντοδαπαῖσιν ὥραις,
ἦρί τʼ ἐπερχομένῳ Βρομία χάρις
εὐκελάδων τε χορῶν ἐρεθίσματα
καὶ μοῦσα βαρύβρομος αὐλῶν.
Στρεψιάδης πρὸς τοῦ Διός, ἀντιβολῶ σε, φράσον, τίνες εἴσʼ, ὦ Σώ- κρατες, αὗται
αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;
Σωκράτης ἥκιστʼ, ἀλλʼ οὐράνιαι Νεφέλαι, μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς,
αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν
καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.
Στρεψιάδης ταῦτʼ ἄρʼ ἀκούσασʼ αὐτῶν τὸ φθέγμʼ ἡ ψυχή μου πεπότηται
καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν
καὶ γνωμιδίῳ γνώμην νύξασʼ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·
ὥστʼ εἴ πως ἐστίν, ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.
Σωκράτης βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθʼ· ἤδη γὰρ ὁρῶ κατιούσας
ἡσυχῇ αὐτάς. Στρεψιάδης φέρε ποῦ; δεῖξον. Σωκράτης χωροῦσʼ αὗται πάνυ πολλαὶ
διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι. Στρεψιάδης τί τὸ χρῆμα;
ὡς οὐ καθορῶ. Σωκράτης παρὰ τὴν εἴσοδον. Στρεψιάδης ἤδη νυνὶ μόλις οὕτως.
Σωκράτης νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.
Στρεψιάδης νὴ Δίʼ ἔγωγʼ. ὦ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.
Σωκράτης ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδεις οὐδʼ ἐνόμιζες;
Στρεψιάδης μὰ Δίʼ, ἀλλʼ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι.
Σωκράτης οὐ γὰρ μὰ Δίʼ οἶσθʼ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφισ- τάς,
Θουριομάντεις, ἰατροτέχνας, σφραγιδονυχαργοκομήτας·
κυκλίων τε χορῶν ᾀσματοκάμπτας, ἄνδρας μετεωροφένα- κας,
οὐδὲν δρῶντας βόσκουσʼ ἀργούς, ὅτι ταύτας μουσοποοῦσιν.
Στρεψιάδης ταῦτʼ ἄρʼ ἐποίουν «ὑγρᾶν Νεφελᾶν στρεπταίγλαν δάϊον ὁρμάν»,
«πλοκάμους θʼ ἑκατογκεφάλα Τυφῶ» «πρημαινούσας τε θυέλλας»,
εἶτʼ «ἀερίας διεράς» «γαμψούς τʼ οἰωνοὺς ἀερονηχεῖς»
«ὄμβρους θʼ ὑδάτων δροσερᾶν νεφελᾶν»· εἶτʼ ἀντʼ αὐτῶν κατέπινον
κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τʼ ὀρνίθεια κιχηλᾶν.
Σωκράτης διὰ μέντοι τάσδʼ. οὐχὶ δικαίως; Στρεψιάδης λέξον δή μοι, τί παθοῦσαι,
εἴπερ νεφέλαι γʼ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;
οὐ γὰρ ἐκεῖναί γʼ εἰσὶ τοιαῦται. Σωκράτης φέρε, ποῖαι γάρ τινές εἰσιν;
Στρεψιάδης οὐκ οἶδα σαφῶς· εἴξασιν δʼ οὖν ἐρίοισιν πεπταμένοισιν,
κοὐχὶ γυναιξίν, μὰ Δίʼ, οὐδʼ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.
Σωκράτης ἀπόκριναί νυν ἅττʼ ἂν ἔρωμαι. Στρεψιάδης λέγε νυν ταχέως ὅτι βούλει.
Σωκράτης ἤδη ποτʼ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν
ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ; Στρεψιάδης νὴ Δίʼ ἔγωγʼ. εἶτα τί τοῦτο;
Σωκράτης γίγνονται πάνθʼ ὅτι βούλονται· κᾆτʼ ἢν μὲν ἴδωσι κομήτην
ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,
σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.
Στρεψιάδης τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;
Σωκράτης ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.
Στρεψιάδης ταῦτʼ ἄρα, ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,
ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτʼ ἐγένοντο.
Σωκράτης καὶ νῦν γʼ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτʼ ἐγένοντο γυναῖκες.
Στρεψιάδης χαίρετε τοίνυν, ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,
οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.
Χορός χαῖρʼ, ὦ πρεσβῦτα παλαιογενές, θηρατὰ λόγων φιλομούσων.
σύ τε, λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅτι χρῄ- ζεις·
οὐ γὰρ ἂν ἄλλῳ γʼ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν
πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δὲ
ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις
κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει κἀφʼ ἡμῖν σεμνοπροσω- πεῖς.
Στρεψιάδης ὦ Γῆ, τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.
Σωκράτης αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντʼ ἐστὶ φλύαρος.
Στρεψιάδης ὁ Ζεὺς δʼ ὑμῖν, φέρε, πρὸς τῆς Γῆς, Οὑλύμπιος οὐ θεός ἐστιν;
Σωκράτης ποῖος Ζεύς; οὐ μὴ ληρήσεις. οὐδʼ ἐστὶ Ζεύς. Στρεψιάδης τί λέγεις σύ;
ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγʼ ἀπόφηναι πρῶτον ἁπάντων.
Σωκράτης αὗται δήπου· μεγάλοις δέ σʼ ἐγὼ σημείοις αὐτὸ διδάξω.
φέρε, ποῦ γὰρ πώποτʼ ἄνευ νεφελῶν ὕοντʼ ἤδη τεθέασαι;
καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δʼ ἀποδημεῖν.
Στρεψιάδης νὴ τὸν Ἀπόλλω, τοῦτό γε τοι τῷ νυνὶ λόγῳ εὖ προσέφυσας.
καίτοι πρότερον τὸν Δίʼ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.
ἀλλʼ ὅστις ὁ βροντῶν ἐστὶ φράσον, τοῦθʼ ὅ με ποιεῖ τετρα- μαίνειν.
Σωκράτης αὗται βροντῶσι κυλινδόμεναι. Στρεψιάδης τῷ τρόπῳ, ὦ πάντα σὺ τολμῶν;
Σωκράτης ὅταν ἐμπλησθῶσʼ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι
κατακριμνάμεναι πλήρεις ὄμβρου διʼ ἀνάγκην, εἶτα βαρεῖαι
εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
Στρεψιάδης ὁ δʼ ἀναγκάζων ἐστὶ τίς αὐτάς—οὐχ ὁ Ζεύς; —ὥστε φέρεσθαι;
Σωκράτης ἥκιστʼ, ἀλλʼ αἰθέριος δῖνος. Στρεψιάδης Δῖνος; τουτί μʼ ἐλελήθει,
ὁ Ζεὺς οὐκ ὤν, ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μʼ ἐδί- δαξας.
Σωκράτης οὐκ ἤκουσάς μου τὰς νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ
ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;
Στρεψιάδης φέρε, τουτὶ τῷ χρὴ πιστεύειν; Σωκράτης ἀπὸ σαυτοῦ ʼγώ σε διδάξω.
ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτʼ ἐταράχθης
τὴν γαστέρα καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;
Στρεψιάδης νὴ τὸν Ἀπόλλω, καὶ δεινὰ ποεῖ γʼ εὐθύς μοι καὶ τετάρακται,
χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν,
ἀτρέμας πρῶτον, παππὰξ παππάξ, κἄπειτʼ ἐπάγει παπα- παππάξ·
χὤταν χέζω, κομιδῇ βροντᾷ, παπαπαππάξ, ὥσπερ ἐκεῖναι.
Σωκράτης σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·
τὸν δʼ ἀέρα τόνδʼ ὄντʼ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν;
ταῦτʼ ἄρα καὶ τὠνόματʼ ἀλλήλοιν, «βροντὴ» καὶ «πορδή», ὁμοίω.
Στρεψιάδης ἀλλʼ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον,
καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλεύει.
τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησʼ ἐπὶ τοὺς ἐπιόρκους.
Σωκράτης καὶ πῶς, ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,
εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτʼ οὐχὶ Σίμωνʼ ἐνέπρησεν
οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γʼ εἴσʼ ἐπίορκοι.
ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον, ἄκρον Ἀθηνέων,
καὶ τὰς δρῦς τὰς μεγάλας, τί μαθών; οὐ γὰρ δὴ δρῦς γʼ ἐπι- ορκεῖ.
Στρεψιάδης οὐκ οἶδʼ· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθʼ ὁ κεραυνός;
Σωκράτης ὅταν εἰς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλεισθῇ,
ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθʼ ὑπʼ ἀνάγκης
ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,
ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.
Στρεψιάδης νὴ Δίʼ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν.
ὀπτῶν γαστέρα τοῖς συγγένεσιν κᾆτʼ οὐκ ἔσχων ἀμελήσας,
ἡ δʼ ἄρʼ ἐφυσᾶτʼ, εἶτʼ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ
τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.
Χορός ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρʼ ἡμῶν,
ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει
εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν
ἐν τῇ ψυχῇ καὶ μὴ κάμνεις μήθʼ ἑστὼς μήτε βαδίζων
μήτε ῥιγῶν ἄχθει λίαν μήτʼ ἀριστᾶν ἐπιθυμεῖς
οἴνου τʼ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων
καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,
νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.
Στρεψιάδης ἀλλʼ εἵνεκα γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης
καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,
ἀμέλει, θαρρῶν εἵνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμʼ ἄν.
Σωκράτης ἄλλο τι δῆτʼ οὐ νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,
τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν Γλῶτταν, τρία ταυτί;
Στρεψιάδης οὐδʼ ἂν διαλεχθείην γʼ ἀτεχνῶς τοῖς ἄλλοις οὐδʼ ἂν ἀπαν- τῶν,
οὐδʼ ἂν θύσαιμʼ οὐδʼ ἂν σπείσαιμʼ οὐδʼ ἐπιθείην λιβανωτόν.
Χορός λέγε νυν ἡμῖν ὅτι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις
ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.
Στρεψιάδης ὦ δέσποιναι, δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,
τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.
Χορός ἀλλʼ ἔσται σοι τοῦτο παρʼ ἡμῶν, ὥστε τὸ λοιπόν γʼ ἀπὸ τουδὶ
ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.
Στρεψιάδης μή μοι γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ,
ἀλλʼ ὅσʼ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας δι- ολισθεῖν.
Χορός τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.
ἀλλὰ σεαυτὸν παράδος θαρρῶν τοῖς ἡμετέροις προπόλοισιν.
Στρεψιάδης δράσω ταῦθʼ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει
διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μʼ ἐπέ- τριψεν.
νῦν οὖν ἀτεχνῶς ὅτι βούλονται
τουτὶ τό γʼ ἐμὸν σῶμʼ αὐτοῖσιν
παρέχω τύπτειν, πεινῆν, διψῆν,
αὐχμεῖν, ῥιγῶν, ἀσκὸν δείρειν,
εἴπερ τὰ χρέα διαφευξοῦμαι
τοῖς τʼ ἀνθρώποις εἶναι δόξω
θρασύς, εὔγλωττος, τολμηρός, ἴτης,
βδελυρός, ψευδῶν συγκολλητής,
εὑρησιεπής, περίτριμμα δικῶν,
κύρβις, κρόταλον, κίναδος, τρύμη,
μάσθλης, εἴρων, γλοιός, ἀλαζών,
κέντρων, μιαρός, στρόφις, ἀργαλέος,
ματιολοιχός.
ταῦτʼ εἴ με καλοῦσʼ ἁπαντῶντες,
δρώντων ἀτεχνῶς ὅτι χρῄζουσιν·
κεἰ βούλονται,
νὴ τὴν Δήμητρʼ ἔκ μου χορδὴν
τοῖς φροντισταῖς παραθέντων.
Χορός λῆμα μὲν πάρεστι τῷδέ γʼ
οὐκ ἄτολμον ἀλλʼ ἕτοιμον.
ἴσθι δʼ ὡς
ταῦτα μαθὼν παρʼ ἐμοῦ κλέος οὐρανόμηκες
ἐν βροτοῖσιν ἕξεις.
Στρεψιάδης τί πείσομαι; Χορός τὸν πάντα χρόνον μετʼ ἐμοῦ
ζηλωτότατον βίον ἀν-
θρώπων διάξεις.
Στρεψιάδης ἆρά γε τοῦτʼ ἄρʼ ἐγώ ποτʼ
ὄψομαι; Χορός ὥστε γέ σου
πολλοὺς ἐπὶ ταῖσι θύραις
ἀεὶ καθῆσθαι,
βουλομένους ἀνακοινοῦ-
σθαι τε καὶ εἰς λόγον ἐλθεῖν
πράγματα κἀντιγραφὰς
πολλῶν ταλάντων,
ἄξια σῇ φρενὶ συμ-
βουλευσομένους μετὰ σοῦ.
ἀλλʼ ἐγχείρει τὸν πρεσβύτην ὅτιπερ μέλλεις προδιδάσκειν
καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
Σωκράτης ἄγε δή, κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
ἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
Στρεψιάδης τί δέ; τειχομαχεῖν μοι διανοεῖ, πρὸς τῶν θεῶν;
Σωκράτης οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι,
εἰ μνημονικὸς εἶ. Στρεψιάδης δύο τρόπω, νὴ τὸν Δία.
ἢν μέν γʼ ὀφείληταί τι μοι, μνήμων πάνυ,
ἐὰν δʼ ὀφείλω σχέτλιος, ἐπιλήσμων πάνυ.
Σωκράτης ἔνεστι δῆτά σοι λέγειν ἐν τῇ φύσει;
Στρεψιάδης λέγειν μὲν οὐκ ἔνεστʼ, ἀποστερεῖν δʼ ἔνι.
Σωκράτης πῶς οὖν δυνήσει μανθάνειν; Στρεψιάδης ἀμέλει, καλῶς.
Σωκράτης ἄγε νυν ὅπως, ὅταν τι προβάλωμαι σοφὸν
περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
Στρεψιάδης τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;
Σωκράτης ἅνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
δέδοικά σʼ, ὦ πρεσβῦτα, μὴ πληγῶν δέει.
φέρʼ ἴδω, τί δρᾷς ἤν τις σε τύπτῃ; Στρεψιάδης τύπτομαι,
κἄπειτʼ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι·
εἶτʼ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
Σωκράτης ἴθι νυν κατάθου θοἰμάτιον. Στρεψιάδης ἠδίκηκά τι;
Σωκράτης οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
Στρεψιάδης ἀλλʼ οὐχὶ φωράσων ἔγωγʼ εἰσέρχομαι.
Σωκράτης κατάθου. τί ληρεῖς; Στρεψιάδης εἰπὲ δή νυν μοι τοδί·
ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,
τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;
Σωκράτης οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
Στρεψιάδης οἴμοι κακοδαίμων, ἡμιθνὴς γενήσομαι.
Σωκράτης οὐ μὴ λαλήσεις, ἀλλʼ ἀκολουθήσεις ἐμοὶ
ἁνύσας τι δευρὶ θᾶττον. Στρεψιάδης εἰς τὼ χεῖρέ νυν
δός μοι μελιτοῦτταν πρότερον, ὡς δέδοικʼ ἐγὼ
εἴσω καταβαίνων ὥσπερ εἰς Τροφωνίου.
Σωκράτης χώρει. τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;
Χορός ἀλλʼ ἴθι χαίρων
τῆς ἀνδρείας εἵνεκα ταύτης.
εὐτυχία γένοιτο τἀν-
θρώπῳ ὅτι προήκων
εἰς βαθὺ τῆς ἡλικίας
νεωτέροις τὴν φύσιν αὑ-
τοῦ πράγμασιν χρωτίζεται
καὶ σοφίαν ἐπασκεῖ.
ὦ θεώμενοι, κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
τἀληθῆ, νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφὸς
ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
καὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν
πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοι
ἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶν
ἡττηθεὶς οὐκ ἄξιος ὤν. ταῦτʼ οὖν ὑμῖν μέμφομαι
τοῖς σοφοῖς, ὧν οὕνεκʼ ἐγὼ ταῦτʼ ἐπραγματευόμην.
ἀλλʼ οὐδʼ ὣς ὑμῶν ποθʼ ἑκὼν προδώσω τοὺς δεξιούς.
ἐξ ὅτου γὰρ ἐνθάδʼ ὑπʼ ἀνδρῶν, οὓς ἡδὺ καὶ λέγειν,
ὁ σώφρων τε χὠ καταπύγων ἄριστʼ ἠκουσάτην,
κἀγώ, παρθένος γὰρ ἔτʼ ἦν κοὐκ ἐξῆν πώ μοι τεκεῖν,
ἐξέθηκα, παῖς δʼ ἑτέρα τις λαβοῦσʼ ἀνείλετο,
ὑμεῖς δʼ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε,
ἐκ τούτου μοι πιστὰ παρʼ ὑμῶν γνώμης ἔσθʼ ὅρκια.
νῦν οὖν Ἠλέκτραν κατʼ ἐκείνην ἥδʼ ἡ κωμῳδία
ζητοῦσʼ ἦλθʼ, ἤν που ʼπιτύχῃ θεαταῖς οὕτω σοφοῖς.
γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.
ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθʼ, ἥτις πρῶτα μὲν
οὐδὲν ἦλθε ῥαψαμένη σκύτινον καθειμένον
ἐρυθρὸν ἐξ ἄκρου, παχύ, τοῖς παιδίοις ἵνʼ ᾖ γέλως·
οὐδʼ ἔσκωψεν τοὺς φαλακρούς, οὐδὲ κόρδαχʼ εἵλκυσεν·
οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ
τύπτει τὸν παρόντʼ, ἀφανίζων πονηρὰ σκώμματα·
οὐδʼ εἰσῇξε δᾷδας ἔχουσʼ οὐδʼ «ἰοὺ ἰού» βοᾷ·
ἀλλʼ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσʼ ἐλήλυθεν.
κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποητὴς οὐ κομῶ,
οὐδʼ ὑμᾶς ζητῶ ʼξαπατᾶν δὶς καὶ τρὶς ταὔτʼ εἰσάγων,
ἀλλʼ αἰεὶ καινὰς ἰδέας εἰσφέρων σοφίζομαι
οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·
ὃς μέγιστον ὄντα Κλέωνʼ ἔπαισʼ εἰς τὴν γαστέρα
κοὐκ ἐτόλμησʼ αὖθις ἐπεμπηδῆσʼ αὐτῷ κειμένῳ.
οὗτοι δʼ, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,
τοῦτον δείλαιον κολετρῶσʼ ἀεὶ καὶ τὴν μητέρα.
Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν
ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,
προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχʼ, ἣν
Φρύνιχος πάλαι πεπόηχʼ, ἣν τὸ κῆτος ἤσθιεν.
εἶθʼ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
ἅλλοι τʼ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,
τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω.
ἢν δʼ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθʼ εὑρήμασιν,
εἰς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.
ὑψιμέδοντα μὲν θεῶν στρ.
Ζῆνα τύραννον εἰς χορὸν
πρῶτα μέγαν κικλήσκω·
τόν τε μεγασθενῆ τριαίνης ταμίαν,
γῆς τε καὶ ἁλμυρᾶς θαλάσ-
σης ἄγριον μοχλευτήν·
καὶ μεγαλώνυμον ἡμέτερον πατέρʼ
Αἰθέρα σεμνότατον, βιοθρέμμονα πάντων·
τόν θʼ ἱππονώμαν, ὃς ὑπερ-
λάμπροις ἀκτῖσιν κατέχει
γῆς πέδον, μέγας ἐν θεοῖς
ἐν θνητοῖσί τε δαίμων.
ὦ σοφώτατοι θεαταί, δεῦρο τὸν νοῦν προσέχετε·
ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθʼ ἐναντίον.
πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν
δαιμόνων ἡμῖν μόναις οὐ θύετʼ οὐδὲ σπένδετε,
αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος
μηδενὶ ξὺν νῷ, τότʼ ἢ βροντῶμεν ἢ ψακάζομεν.
εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα
ἡνίχʼ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς ξυνήγομεν
κἀποοῦμεν δεινά, βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς.
ἡ σελήνη δʼ ἐξέλειπεν τὰς ὁδούς, ὁ δʼ ἥλιος
τὴν θρυαλλίδʼ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας
οὐ φανεῖν ἔφασκεν ὑμῖν εἰ στρατηγήσοι Κλέων.
ἀλλʼ ὅμως εἵλεσθε τοῦτον· φασὶ γὰρ δυσβουλίαν
τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεούς,
ἅττʼ ἂν ὑμεῖς ἐξαμάρτητʼ, ἐπὶ τὸ βέλτιον τρέπειν.
ὡς δὲ καὶ τοῦτο ξυνοίσει, ῥᾳδίως διδάξομεν.
ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς
εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,
αὖθις εἰς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,
ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει ξυνοίσεται.
ἀμφί μοι αὖτε Φοῖβʼ ἄναξ ἀντ.
Δήλιε, Κυνθίαν ἔχων
ὑψικέρατα πέτραν·
ἥ τʼ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις
οἶκον, ἐν ᾧ κόραι σε Λυ-
δῶν μεγάλως σέβουσιν·
ἥ τʼ ἐπιχώριος ἡμετέρα θεὸς
αἰγίδος ἡνίοχος, πολιοῦχος Ἀθάνα·
Παρνασσίαν θʼ ὃς κατέχων
πέτραν σὺν πεύκαις σελαγεῖ
Βάκχαις Δελφίσιν ἐμπρέπων
κωμαστὴς Διόνυσος.
ἡνίχʼ ἡμεῖς δεῦρʼ ἀφορμᾶσθαι παρεσκευάσμεθα,
ἡ Σελήνη ξυντυχοῦσʼ ἡμῖν ἐπέστειλεν φράσαι
πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις·
εἶτα θυμαίνειν ἔφασκε. δεινὰ γὰρ πεπονθέναι
ὠφελοῦσʼ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλʼ ἐμφανῶς·
πρῶτα μὲν τοῦ μηνὸς εἰς δᾷδʼ οὐκ ἔλαττον ἢ δραχμήν,
ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας
«μὴ πρίῃ, παῖ, δᾷδʼ, ἐπειδὴ φῶς Σεληναίης καλόν.»
ἄλλα τʼ εὖ δρᾶν φησίν, ὑμᾶς δʼ οὐκ ἄγειν τὰς ἡμέρας
οὐδὲν ὀρθῶς, ἀλλʼ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν,
ὥστʼ ἀπειλεῖν φησὶν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε,
ἡνίκʼ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε
τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.
κᾆθʼ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε,
πολλάκις δʼ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,
ἡνίκʼ ἂν πενθῶμεν ἢ τὸν Μέμνονʼ ἢ Σαρπηδόνα,
σπένδεθʼ ὑμεῖς καὶ γελᾶτʼ· ἀνθʼ ὧν λαχὼν Ὑπέρβολος
τῆτες ἱερομνημονεῖν κἄπειθʼ ὑφʼ ἡμῶν τῶν θεῶν
τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται
κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.
Σωκράτης μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα,
οὐκ εἶδον οὕτως ἄνδρʼ ἄγροικον οὐδαμοῦ
οὐδʼ ἄπορον οὐδὲ σκαιὸν οὐδʼ ἐπιλήσμονα,
ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνων
ταῦτʼ ἐπιλέλησται πρὶν μαθεῖν. ὅμως γε μὴν
αὐτὸν καλῶ θύραζε δεῦρο πρὸς τὸ φῶς.
ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;
Στρεψιάδης ἀλλʼ οὐκ ἐῶσί μʼ ἐξενεγκεῖν οἱ κόρεις.
Σωκράτης ἁνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν. Στρεψιάδης ἰδού.
Σωκράτης ἄγε δή, τί βούλει πρῶτα νυνὶ μανθάνειν
ὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν; εἰπέ μοι.
πότερον περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;
Στρεψιάδης περὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτε
ὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.
Σωκράτης οὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅτι κάλλιστον μέτρον
ἡγεῖ, πότερον τὸ τρίμετρον ἢ τὸ τετράμετρον;
Στρεψιάδης ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιέκτεω.
Σωκράτης οὐδὲν λέγεις, ὤνθρωπε. Στρεψιάδης περίδου νυν ἐμοὶ
εἰ μὴ τετράμετρόν ἐστιν ἡμιέκτεων.
Σωκράτης εἰς κόρακας. ὡς ἄγροικος εἶ καὶ δυσμαθής.
ταχύ γʼ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.
Στρεψιάδης τί δέ μʼ ὠφελήσουσʼ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;
Σωκράτης πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,
ἐπαΐονθʼ ὁποῖός ἐστι τῶν ῥυθμῶν
κατʼ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.
Στρεψιάδης κατὰ δάκτυλον; νὴ τὸν Δίʼ, ἀλλʼ οἶδʼ. Σωκράτης εἰπὲ δή.
Στρεψιάδης
πρὸ τοῦ μέν, ἔτʼ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.
Σωκράτης ἀγρεῖος εἶ καὶ σκαιός. Στρεψιάδης οὐ γὰρ ᾠζυρὲ
τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν. Σωκράτης τί δαί;
Στρεψιάδης ἐκεῖνʼ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
Σωκράτης ἀλλʼ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,
τῶν τετραπόδων ἅττʼ ἐστιν ὀρθῶς ἄρρενα.
Στρεψιάδης ἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι·
κριός, τράγος, ταῦρος, κύων, ἀλεκτρυών.
Σωκράτης ὁρᾷς ἃ πάσχεις; τήν τε θήλειαν καλεῖς
ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.
Στρεψιάδης πῶς δή, φέρε; Σωκράτης πῶς; ἀλεκτρυὼν κἀλεκτρυών.
Στρεψιάδης νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;
Σωκράτης ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα.
Στρεψιάδης ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα·
ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
Σωκράτης ἰδοὺ μάλʼ αὖθις, τοῦθʼ ἕτερον. τὴν κάρδοπον
ἄρρενα καλεῖς θήλειαν οὖσαν. Στρεψιάδης τῷ τρόπῳ;
ἄρρενα καλῶ ʼγὼ κάρδοπον; Σωκράτης μάλιστά γε,
ὥσπερ γε καὶ Κλεώνυμον. Στρεψιάδης πῶς δή; φράσον.
Σωκράτης ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
Στρεψιάδης ἀλλʼ ὦ ʼγάθʼ, οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ,
ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἀνεμάττετο.
ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν; Σωκράτης ὅπως;
τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
Στρεψιάδης τὴν καρδόπην θήλειαν; Σωκράτης ὀρθῶς γὰρ λέγεις.
Στρεψιάδης ἐκεῖνο δʼ ἦν ἄν· καρδόπη, Κλεωνύμη.
Σωκράτης ἔτι δέ γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα.
Στρεψιάδης ἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν. Σωκράτης εἰπὲ δή.
Στρεψιάδης Λύσιλλα, Φίλιννα, Κλειταγόρα, Δημητρία.
Σωκράτης ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων; Στρεψιάδης μυρία.
Φιλόξενος, Μελησίας, Ἀμεινίας.
Σωκράτης ἀλλʼ ὦ πόνηρε, ταῦτά γʼ ἔστʼ οὐκ ἄρρενα.
Στρεψιάδης οὐκ ἄρρενʼ ὑμῖν ἐστίν; Σωκράτης οὐδαμῶς γʼ, ἐπεὶ
πῶς γʼ ἂν καλέσειας ἐντυχὼν Ἀμεινίᾳ;
Στρεψιάδης ὅπως ἄν; ὡδί· δεῦρο δεῦρʼ, Ἀμεινία.
Σωκράτης ὁρᾷς; γυναῖκα τὴν Ἀμεινίαν καλεῖς.
Στρεψιάδης οὔκουν δικαίως, ἥτις οὐ στρατεύεται;
ἀτὰρ τί ταῦθʼ ἃ πάντες ἴσμεν μανθάνω;
Σωκράτης οὐδὲν μὰ Δίʼ, ἀλλὰ κατακλινεὶς δευρί— Στρεψιάδης τί δρῶ;
Σωκράτης ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.
Στρεψιάδης μὴ δῆθʼ, ἱκετεύω, ʼνταῦθά γʼ, ἀλλʼ εἴπερ γε χρή,
χαμαί μʼ ἔασον αὐτὰ ταῦτʼ ἐκφροντίσαι.
Σωκράτης οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα. Στρεψιάδης κακοδαίμων ἐγώ.
οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
Χορός φρόντιζε δὴ καὶ διάθρει στρ.
πάντα τρόπον τε σαυτὸν
στρόβει πυκνώσας. ταχὺς δʼ, ὅταν εἰς ἄπορον
πέσῃς, ἐπʼ ἄλλο πήδα
νόημα φρενός· ὕπνος δʼ ἀπέ-
στω γλυκύθυμος ὀμμάτων.
Στρεψιάδης ἀτταταῖ ἀτταταῖ.
Χορός τί πάσχεις; τί κάμνεις;
Στρεψιάδης ἀπόλλυμαι δείλαιος. ἐκ τοῦ σκίμποδος
δάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι,
καὶ τὰς πλευρὰς δαρδάπτουσιν
καὶ τὴν ψυχὴν ἐκπίνουσιν
καὶ τοὺς ὄρχεις ἐξέλκουσιν
καὶ τὸν πρωκτὸν διορύττουσιν,
καί μʼ ἀπολοῦσιν.
Χορός μή νυν βαρέως ἄλγει λίαν.
Στρεψιάδης καὶ πῶς; ὅτε μου
φροῦδα τὰ χρήματα, φρούδη χροιά,
φρούδη ψυχή, φρούδη δʼ ἐμβάς,
καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς
φρουρᾶς ᾄδων
ὀλίγου φροῦδος γεγένημαι.
Σωκράτης οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις; Στρεψιάδης ἐγώ;
νὴ τὸν Ποσειδῶ. Σωκράτης καὶ τί δῆτʼ ἐφρόντισας;
Στρεψιάδης ὑπὸ τῶν κόρεων εἴ μου τι περιλειφθήσεται.
Σωκράτης ἀπολεῖ κάκιστʼ. Στρεψιάδης ἀλλʼ ὦ ʼγάθʼ ἀπόλωλʼ ἀρτίως.
Χορός οὐ μαλθακιστέʼ ἀλλὰ περικαλυπτέα.
ἐξευρετέος γὰρ νοῦς ἀποστερητικός
κἀπαιόλημʼ. Στρεψιάδης οἴμοι τίς ἂν δῆτʼ ἐπιβάλοι
ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;
Σωκράτης φέρε νυν ἀθρήσω πρῶτον, ὅτι δρᾷ, τουτονί.
οὗτος, καθεύδεις; Στρεψιάδης μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
Σωκράτης ἔχεις τι; Στρεψιάδης μὰ Δίʼ οὐ δῆτʼ ἔγωγʼ. Σωκράτης οὐδὲν πάνυ;
Στρεψιάδης οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.
Σωκράτης οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;
Στρεψιάδης περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον, ὦ Σώκρατες.
Σωκράτης αὐτὸς ὅτι βούλει πρῶτος ἐξευρὼν λέγε.
Στρεψιάδης ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,
περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.
Σωκράτης ἴθι νυν καλύπτου, καὶ σχάσας τὴν φροντίδα
λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα
ὀρθῶς διαιρῶν καὶ σκοπῶν. Στρεψιάδης οἴμοι τάλας.
Σωκράτης ἔχʼ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,
ἀφεὶς ἄπελθε, κᾆτα τῇ γνώμῃ πάλιν
κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.
Στρεψιάδης ὦ Σωκρατίδιον φίλτατον. Σωκράτης τί, ὦ γέρον;
Στρεψιάδης ἔχω τόκου γνώμην ἀποστερητικήν.
Σωκράτης ἐπίδειξον αὐτήν. Στρεψιάδης εἰπὲ δή νυν μοι— Σωκράτης τὸ τί;
Στρεψιάδης γυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλὴν
καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ
αὐτὴν καθείρξαιμʼ εἰς λοφεῖον στρογγύλον
ὥσπερ κάτροπτον, κᾆτα τηροίην ἔχων.
Σωκράτης τί δῆτα τοῦτʼ ἂν ὠφελήσειέν σʼ; Στρεψιάδης ὅτι
εἰ μηκέτʼ ἀνατέλλοι σελήνη μηδαμοῦ,
οὐκ ἂν ἀποδοίην τοὺς τόκους. Σωκράτης ὁτιὴ τί δή;
Στρεψιάδης ὁτιὴ κατὰ μῆνα τἀργύριον δανείζεται.
Σωκράτης εὖ γʼ. ἀλλʼ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,
ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.
Στρεψιάδης ὅπως; ὅπως; οὐκ οἶδʼ. ἀτὰρ ζητητέον.
Σωκράτης μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,
ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ εἰς τὸν ἀέρα
λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.
Στρεψιάδης ηὕρηκʼ ἀφάνισιν τῆς δίκης σοφωτάτην,
ὥστʼ αὐτὸν ὁμολογεῖν σέ μοι. Σωκράτης ποίαν τινά;
Στρεψιάδης ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
ταύτην ἑόρακας, τὴν καλήν, τὴν διαφανῆ,
ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι; Σωκράτης τὴν ὕαλον λέγεις;
Στρεψιάδης ἔγωγε. Σωκράτης φέρε, τί δῆτʼ ἄν, Στρεψιάδης εἰ ταύτην λαβών,
ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,
ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
τὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;
Σωκράτης σοφῶς γε νὴ τὰς Χάριτας. Στρεψιάδης οἴμʼ, ὡς ἥδομαι
ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
Σωκράτης ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον. Στρεψιάδης τὸ τί;
Σωκράτης ὅπως ἀποστρέψαις ἂν ἀντιδικῶν δίκην,
μέλλων ὀφλήσειν, μὴ παρόντων μαρτύρων.
Στρεψιάδης φαυλότατα καὶ ῥᾷστʼ. Σωκράτης εἰπὲ δή. Στρεψιάδης καὶ δὴ λέγω.
εἰ πρόσθεν ἔτι μιᾶς· ἐνεστώσης δίκης
πρὶν τὴν ἐμὴν καλεῖσθʼ ἀπαγξαίμην τρέχων.
Σωκράτης οὐδὲν λέγεις. Στρεψιάδης νὴ τοὺς θεοὺς ἔγωγʼ, ἐπεὶ
οὐδεὶς κατʼ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.
Σωκράτης ὑθλεῖς. ἄπερρʼ. οὐκ ἂν διδαξαίμην σʼ ἔτι.
Στρεψιάδης ὁτιὴ τί; ναί, πρὸς τῶν θεῶν, ὦ Σώκρατες.
Σωκράτης ἀλλʼ εὐθὺς ἐπιλήθει σύ γʼ ἅττʼ ἂν καὶ μάθῃς.
ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.
Στρεψιάδης φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;
τίς ἦν ἐν ᾗ ματτόμεθα μέντοι τἄλφιτα;
οἴμοι, τίς ἦν; Σωκράτης οὐκ εἰς κόρακας ἀποφθερεῖ,
ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;
Στρεψιάδης οἴμοι. τί οὖν δῆθʼ ὁ κακοδαίμων πείσομαι;
ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.
ἀλλʼ ὦ Νεφέλαι, χρηστόν τι συμβουλεύσατε.
Χορός ἡμεῖς μέν, ὦ πρεσβῦτα, συμβουλεύομεν,
εἴ σοι τις υἱός ἐστιν ἐκτεθραμμένος,
πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.
Στρεψιάδης ἀλλʼ ἔστʼ ἔμοιγʼ υἱὸς καλός τε κἀγαθός·
ἀλλʼ οὐκ ἐθέλει γὰρ μανθάνειν, τί ἐγὼ πάθω;
Χορός σὺ δʼ ἐπιτρέπεις; Στρεψιάδης εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,
κἄστʼ ἐκ γυναικῶν εὐπτέρων καὶ Κοισύρας.
ἀτὰρ μέτειμί γʼ αὐτόν· ἢν δὲ μὴ θέλῃ,
οὐκ ἔσθʼ ὅπως οὐκ ἐξελῶ ʼκ τῆς οἰκίας.
ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον εἰσελθὼν χρόνον.
Χορός ἆρʼ αἰσθάνει πλεῖστα διʼ ἡ- ἀντ.
μᾶς ἀγάθʼ αὐτίχʼ ἕξων
μόνας θεῶν; ὡς ἕτοιμος ὅδʼ ἐστὶν ἅπαν-
τα δρᾶν ὅσʼ ἂν κελεύῃς.
σὺ δʼ ἀνδρὸς ἐκπεπληγμένου
καὶ φανερῶς ἐπηρμένου
γνοὺς ἀπολάψεις ὅτι πλεῖστον δύνασαι
ταχέως· φιλεῖ γάρ πως τὰ τοι-
αῦθʼ ἑτέρᾳ τρέπεσθαι.
Στρεψιάδης οὔτοι μὰ τὴν Ὁμίχλην ἔτʼ ἐνταυθοῖ μενεῖς,
ἀλλʼ ἔσθιʼ ἐλθὼν τοὺς Μεγακλέους κίονας.
Φειδιππίδης ὦ δαιμόνιε, τί χρῆμα πάσχεις, ὦ πάτερ;
οὐκ εὖ φρονεῖς, μὰ τὸν Δία τὸν Ὀλύμπιον.
Στρεψιάδης ἰδού γʼ ἰδοὺ Δίʼ Ὀλύμπιον. τῆς μωρίας·
τὸν Δία νομίζειν ὄντα τηλικουτονί.
Φειδιππίδης τί δὲ τοῦτʼ ἐγέλασας ἐτεόν; Στρεψιάδης ἐνθυμούμενος
ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.
ὅμως γε μὴν πρόσελθʼ, ἵνʼ εἰδῇς πλείονα,
καί σοι φράσω τι πρᾶγμʼ ὃ μαθὼν ἀνὴρ ἔσει.
ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.
Φειδιππίδης ἰδού. τί ἐστιν; Στρεψιάδης ὤμοσας νυνὶ Δία.
Φειδιππίδης ἔγωγʼ. Στρεψιάδης ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;
οὐκ ἔστιν, ὦ Φειδιππίδη, Ζεύς. Φειδιππίδης ἀλλὰ τίς;
Στρεψιάδης Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.
Φειδιππίδης αἰβοῖ· τί ληρεῖς; Στρεψιάδης ἴσθι τοῦθʼ οὕτως ἔχον.
Φειδιππίδης τίς φησι ταῦτα; Στρεψιάδης Σωκράτης ὁ Μήλιος
καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.
Φειδιππίδης σὺ δʼ εἰς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας
ὥστʼ ἀνδράσιν πείθει χολῶσιν; Στρεψιάδης εὐστόμει
καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς
καὶ νοῦν ἔχοντας, ὧν ὑπὸ τῆς φειδωλίας
ἀπεκείρατʼ οὐδεὶς πώποτʼ οὐδʼ ἠλείψατο
οὐδʼ εἰς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ
ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.
ἀλλʼ ὡς τάχιστʼ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.
Φειδιππίδης τί δʼ ἂν παρʼ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;
Στρεψιάδης ἄληθες; ὅσαπέρ ἐστιν ἀνθρώποις σοφά.
γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.
ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον ἐνταυθοῖ χρόνον.
Φειδιππίδης οἴμοι· τί δράσω παραφρονοῦντος τοῦ πατρός;
πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,
ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;
Στρεψιάδης φέρʼ ἴδω, σὺ τοῦτον τίνα νομίζεις; εἰπέ μοι.
Φειδιππίδης ἀλεκτρυόνα. Στρεψιάδης καλῶς γε. ταυτηνὶ δὲ τί;
Φειδιππίδης ἀλεκτρυόνʼ. Στρεψιάδης ἄμφω ταὐτό; καταγέλαστος εἶ.
μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν
ἀλεκτρύαιναν, τουτονὶ δʼ ἀλέκτορα.
Φειδιππίδης ἀλεκτρύαιναν; ταῦτʼ ἔμαθες τὰ δεξιὰ
εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;
Στρεψιάδης χἄτερά γε πόλλʼ· ἀλλʼ ὅτι μάθοιμʼ ἑκάστοτε
ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.
Φειδιππίδης διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;
Στρεψιάδης ἀλλʼ οὐκ ἀπολώλεκʼ, ἀλλὰ καταπεφρόντικα.
Φειδιππίδης τὰς δʼ ἐμβάδας ποῖ τέτροφας, ὦ ʼνόητε σύ;
Στρεψιάδης ὥσπερ Περικλέης, εἰς τὸ δέον ἀπώλεσα.
ἀλλʼ ἴθι, βάδιζʼ, ἴωμεν. εἶτα τῷ πατρὶ
πιθόμενος ἐξάμαρτε. κἀγώ τοι ποτὲ
οἶδʼ ἑξέτει σοι τραυλίσαντι πιθόμενος.
ὃν πρῶτον ὀβολὸν ἔλαβον ἠλιαστικόν,
τούτου ʼπριάμην σοι Διασίοις ἁμαξίδα.
Φειδιππίδης ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτʼ ἀχθέσει.
Στρεψιάδης εὖ γʼ ὅτι ἐπείσθης. δεῦρο δεῦρʼ ὦ Σώκρατες,
ἔξελθʼ· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
ἄκοντʼ ἀναπείσας. Σωκράτης νηπύτιος γάρ ἐστʼ ἔτι
καὶ τῶν κρεμαστῶν οὐ τρίβων τῶν ἐνθάδε.
Φειδιππίδης αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
Στρεψιάδης οὐκ εἰς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;
Σωκράτης ἰδοὺ κρέμαιʼ· ὡς ἠλίθιον ἐφθέγξατο
καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
πῶς ἂν μάθοι ποθʼ οὗτος ἀπόφευξιν δίκης
ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;
καίτοι ταλάντου τοῦτʼ ἔμαθεν Ὑπέρβολος.
Στρεψιάδης ἀμέλει δίδασκε. θυμόσοφός ἐστιν φύσει.
εὐθύς γε τοι παιδάριον ὂν τυννουτονὶ
ἔπλαττεν ἔνδον οἰκίας ναῦς τʼ ἔγλυφεν
ἁμαξίδας τε σκυτίνας ἠργάζετο
κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς;
ὅπως δʼ ἐκείνω τὼ λόγω μαθήσεται,
τὸν κρείττονʼ, ὅστις ἐστί, καὶ τὸν ἥττονα,
ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·
ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
Σωκράτης αὐτὸς μαθήσεται παρʼ αὐτοῖν τοῖν λόγοιν·
ἐγὼ δʼ ἀπέσομαι. Στρεψιάδης τοῦτό νυν μέμνησʼ, ὅπως
πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.
Ὁ κρείττων λόγος χώρει δευρί· δεῖξον σαυτὸν
τοῖσι θεαταῖς καίπερ θρασὺς ὤν.
Ὁ ἥττων λόγος ἴθʼ ὅποι χρῄζεις· πολὺ γὰρ μᾶλλόν σʼ
ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
Ὁ κρείττων λόγος ἀπολεῖς σύ; τίς ὤν; Ὁ ἥττων λόγος λόγος. Ὁ κρείττων λόγος ἥττων γʼ ὤν.
Ὁ ἥττων λόγος ἀλλά σε νικῶ
τὸν ἐμοῦ κρείττω φάσκοντʼ εἶναι.
Ὁ κρείττων λόγος τί σοφὸν ποιῶν;
Ὁ ἥττων λόγος γνώμας καινὰς ἐξευρίσκων.
Ὁ κρείττων λόγος ταῦτα γὰρ ἀνθεῖ
διὰ τουτουσὶ τοὺς ἀνοήτους.
Ὁ ἥττων λόγος οὔκ, ἀλλὰ σοφούς. Ὁ κρείττων λόγος ἀπολῶ σε κακῶς.
Ὁ ἥττων λόγος εἰπέ, τί ποιῶν; Ὁ κρείττων λόγος τὰ δίκαια λέγων.
Ὁ ἥττων λόγος ἀλλʼ ἀνατρέψω ταῦτʼ ἀντιλέγων·
οὐδὲ γὰρ εἶναι πάνυ φημὶ Δίκην.
Ὁ κρείττων λόγος οὐκ εἶναι φῄς; Ὁ ἥττων λόγος φέρε γάρ, ποῦ ʼστίν;
Ὁ κρείττων λόγος παρὰ τοῖσι θεοῖς.
Ὁ ἥττων λόγος πῶς δῆτα Δίκης οὔσης ὁ Ζεὺς
οὐκ ἀπόλωλεν τὸν πατέρʼ αὑτοῦ
δήσας; Ὁ κρείττων λόγος αἰβοῖ, τουτὶ καὶ δὴ.
χωρεῖ τὸ κακόν. δότε μοι λεκάνην.
Ὁ ἥττων λόγος τυφογέρων εἶ κἀνάρμοστος.
Ὁ κρείττων λόγος καταπύγων εἶ κἀναίσχυντος.
Ὁ ἥττων λόγος ῥόδα μʼ εἴρηκας. Ὁ κρείττων λόγος καὶ βωμολόχος.
Ὁ ἥττων λόγος κρίνεσι στεφανοῖς. Ὁ κρείττων λόγος καὶ πατραλοίας.
Ὁ ἥττων λόγος χρυσῷ πάττων μʼ οὐ γιγνώσκεις.
Ὁ κρείττων λόγος οὐ δῆτα πρὸ τοῦ γʼ, ἀλλὰ μολύβδῳ.
Ὁ ἥττων λόγος νῦν δέ γε κόσμος τοῦτʼ ἐστὶν ἐμοί.
Ὁ κρείττων λόγος θρασὺς εἶ πολλοῦ. Ὁ ἥττων λόγος σὺ δέ γʼ ἀρχαῖος.
Ὁ κρείττων λόγος διὰ σὲ δὲ φοιτᾶν
οὐδεὶς ἐθέλει τῶν μειρακίων.
καὶ γνωσθήσει ποτʼ Ἀθηναίοις
οἷα διδάσκεις τοὺς ἀνοήτους.
Ὁ ἥττων λόγος αὐχμεῖς αἰσχρῶς. Ὁ κρείττων λόγος σὺ δέ γʼ εὖ πράττεις.
καίτοι πρότερόν γʼ ἐπτώχευες,
Τήλεφος εἶναι Μυσὸς φάσκων
ἐκ πηριδίου
γνώμας τρώγων Πανδελετείους.
Ὁ ἥττων λόγος ὤμοι σοφίας— Ὁ κρείττων λόγος ὤμοι μανίας—
Ὁ ἥττων λόγος ἧς ἐμνήσθης. Ὁ κρείττων λόγος τῆς σῆς πόλεως θʼ
ἥτις σε τρέφει
λυμαινόμενον τοῖς μειρακίοις.
Ὁ ἥττων λόγος οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.
Ὁ κρείττων λόγος εἴπερ γʼ αὐτὸν σωθῆναι χρὴ
καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.
Ὁ ἥττων λόγος δεῦρʼ ἴθι, τοῦτον δʼ ἔα μαίνεσθαι.
Ὁ κρείττων λόγος κλαύσει, τὴν χεῖρʼ ἢν ἐπιβάλλῃς.
Χορός παύσασθε μάχης καὶ λοιδορίας.
ἀλλʼ ἐπίδειξαι
σύ τε τοὺς προτέρους ἅττʼ ἐδίδασκες,
σύ τε τὴν καινὴν
παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν
ἀντιλεγόντοιν κρίνας φοιτᾷ.
Ὁ κρείττων λόγος δρᾶν ταῦτʼ ἐθέλω. Ὁ ἥττων λόγος κἄγωγʼ ἐθέλω.
Χορός φέρε δή, πότερος λέξει πρότερος;
Ὁ ἥττων λόγος τούτῳ δώσω·
κᾆτʼ ἐκ τούτων ὧν ἂν λέξῃ
ῥηματίοισιν καινοῖς αὐτὸν
καὶ διανοίαις κατατοξεύσω,
τὸ τελευταῖον δʼ, ἢν ἀναγρύζῃ,
τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ
κεντούμενος ὥσπερ ὑπʼ ἀνθρηνῶν
ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
Χορός νῦν δείξετον τὼ πισύνω στρ.
τοῖς περιδεξίοισιν
λόγοισι καὶ φροντίσι καὶ
γνωμοτύποις μερίμναις
ὁπότερος αὐτοῖν ἀμεί-
νων λέγων φανήσεται.
νῦν γὰρ ἅπας ἐνθάδε κίν-
δυνος ἀνεῖται σοφίας,
ἧς πέρι τοῖς ἐμοῖς φίλοις
ἐστὶν ἀγὼν μέγιστος.
ἀλλʼ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώ- σας,
ῥῆξον φωνὴν ᾗτινι χαίρεις καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.
Ὁ κρείττων λόγος λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,
ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνενόμιστο.
πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδένʼ ἀκοῦσαι·
εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως εἰς κιθαριστοῦ
τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.
εἶτʼ αὖ προμαθεῖν ᾆσμʼ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,
ἢ «Παλλάδα περσέπολιν δεινάν» ἢ «τηλέπορόν τι βόαμα»,
ἐντειναμένους τὴν ἁρμονίαν ἣν οἱ πατέρες παρέδωκαν.
εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπὴν
οἵας οἱ νῦν, τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπ-
τους,
ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.
ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι
τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·
εἶτʼ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι καὶ προνοεῖσθαι
εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.
ἠλείψατο δʼ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότʼ ἄν, ὥστε
τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει.
οὐδʼ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν
αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖν ὀφθαλμοῖν ἐβάδιζεν.
οὐδʼ ἀνελέσθαι δειπνοῦντʼ ἐξῆν κεφάλαιον τῆς ῥαφανῖδος,
οὐδʼ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,
οὐδʼ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδʼ ἴσχειν τὼ πόδʼ ἐναλλάξ.
Ὁ ἥττων λόγος ἀρχαῖά γε καὶ Διπολιώδη καὶ τεττίγων ἀνάμεστα
καὶ Κηκείδου καὶ Βουφονίων. Ὁ κρείττων λόγος ἀλλʼ οὖν ταῦτʼ ἐστὶν ἐκεῖνα
ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν.
σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι,
ὥστε μʼ ἀπάγχεσθʼ ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς
τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τις Τριτογενείης.
πρὸς ταῦτʼ, ὦ μειράκιον, θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ.
κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι,
καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι κἂν σκώπτῃ τίς σε φλέγεσθαι,
καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν,
καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν
αἰσχρὸν ποιεῖν ὅτι τῆς Αἰδοῦς μέλλεις τἄγαλμʼ ἀναπλή- σειν·
μηδʼ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς
μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς,
μηδʼ ἀντειπεῖν τῷ πατρὶ μηδὲν μηδʼ Ἰαπετὸν καλέσαντα
μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.
Ὁ ἥττων λόγος εἰ ταῦτʼ, ὦ μειράκιον, πείσει τούτῳ, νὴ τὸν Διόνυσον
τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καί σε καλοῦσι βλιτομάμ- μαν.
Ὁ κρείττων λόγος ἀλλʼ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,
οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελʼ, οἷάπερ οἱ νῦν,
οὐδʼ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου,
ἀλλʼ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει
στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,
σμίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλο- βολούσης,
ἦρος ἐν ὥρᾳ, χαίρων ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.
ἢν ταῦτα ποῇς ἁγὼ φράζω
καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν
ἕξεις αἰεὶ
στῆθος λιπαρόν, χροιὰν λαμπράν,
ὤμους μεγάλους, γλῶτταν βαιάν,
πυγὴν μεγάλην, πόσθην μικράν·
ἢν δʼ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς,
πρῶτα μὲν ἕξεις
χροιὰν ὠχράν, ὤμους μικρούς,
στῆθος λεπτόν, γλῶτταν μεγάλην,
κωλῆν μικράν, ψήφισμα μακρόν,
καί σʼ ἀναπείσει τὸ μὲν αἰσχρὸν ἅπαν
καλὸν ἡγεῖσθαι, τὸ καλὸν δʼ αἰσχρόν,
καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
καταπυγοσύνης ἀναπλήσει.
Χορός ὦ καλλίπυργον σοφίαν ἀντ.
κλεινοτάτην ἐπασκῶν,
ὡς ἡδύ σου τοῖσι λόγοις
σῶφρον ἔπεστιν ἄνθος.
εὐδαίμονες ἄρʼ ἦσαν οἱ ζῶντες τότε.
πρὸς τάδε σʼ, ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,
δεῖ σε λέγειν τι καινόν, ὡς
ηὐδοκίμηκεν ἁνήρ.
δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,
εἴπερ τὸν ἄνδρʼ ὑπερβαλεῖ καὶ μὴ γέλωτʼ ὀφλήσεις.
Ὁ ἥττων λόγος καὶ μὴν πάλαι ʼγὼ ʼπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν
ἅπαντα ταῦτʼ ἐναντίαις γνώμαισι συνταράξαι.
ἐγὼ γὰρ ἥττων μὲν λόγος διʼ αὐτὸ τοῦτʼ ἐκλήθην
ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα
τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντίʼ ἀντιλέξαι.
καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστʼ ἄξιον στατήρων,
αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.
σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν, ὡς ἐλέγξω,
ὅστις σε θερμῷ φησὶ λοῦσθαι πρῶτον οὐκ ἐάσειν.
καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;
Ὁ κρείττων λόγος ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποεῖ τὸν ἄνδρα.
Ὁ ἥττων λόγος ἐπίσχες· εὐθὺς γάρ σε μέσον ἔχω λαβὼν ἄφυκτον.
καί μοι φράσον· τῶν τοῦ Διὸς παίδων τίνʼ ἄνδρʼ ἄριστον
ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι;
Ὁ κρείττων λόγος ἐγὼ μὲν οὐδένʼ Ἡρακλέους βελτίονʼ ἄνδρα κρίνω.
Ὁ ἥττων λόγος ποῦ ψυχρὰ δῆτα πώποτʼ εἶδες Ἡράκλεια λουτρά;
καίτοι τίς ἀνδρειότερος ἦν; Ὁ κρείττων λόγος ταῦτʼ ἐστί, ταῦτʼ, ἐκεῖνα
ἃ τῶν νεανίσκων ἀεὶ διʼ ἡμέρας λαλούντων
πλῆρες τὸ βαλανεῖον ποιεῖ κενὰς δὲ τὰς παλαίστρας.
Ὁ ἥττων λόγος εἶτʼ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις, ἐγὼ δʼ ἐπαινῶ.
εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτʼ ἂν ἐποίει
τὸν Νέστορʼ ἀγορητὴν ἄν, οὐδὲ τοὺς σοφοὺς ἅπαντας.
ἄνειμι δῆτʼ ἐντεῦθεν εἰς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν
οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.
καὶ σωφρονεῖν αὖ φησὶ χρῆναι, δύο κακὼ μεγίστω.
ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτʼ εἶδες ἤδη
ἀγαθόν τι γενόμενον; φράσον, καί μʼ ἐξέλεγξον εἰπών.
Ὁ κρείττων λόγος πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.
Ὁ ἥττων λόγος μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.
Ὑπέρβολος δʼ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ
εἴληφε διὰ πονηρίαν, ἀλλʼ οὐ μὰ Δίʼ οὐ μάχαιραν.
Ὁ κρείττων λόγος καὶ τὴν Θέτιν γʼ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.
Ὁ ἥττων λόγος κᾆτʼ ἀπολιποῦσά γʼ αὐτὸν ᾤχετʼ· οὐ γὰρ ἦν ὑβριστὴς
οὐδʼ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν·
γυνὴ δὲ σιναμωρουμένη χαίρει. σὺ δʼ εἶ Κρόνιππος.
σκέψαι γάρ, ὦ μειράκιον, ἐν τῷ σωφρονεῖν ἅπαντα
ἅνεστιν, ἡδονῶν θʼ ὅσων μέλλεις ἀποστερεῖσθαι·
παίδων, γυναικῶν, κοττάβων, ὄψων, πότων, καχασμῶν.
καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;
εἶἑν. πάρειμʼ ἐντεῦθεν εἰς τὰς τῆς φύσεως ἀνάγκας.
ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτʼ ἐλήφθης.
ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δʼ ὁμιλῶν
χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.
μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδʼ ἀντερεῖς πρὸς αὐτόν,
ὡς οὐδὲν ἠδίκηκας· εἶτʼ εἰς τὸν Δίʼ ἐπανενεγκεῖν,
κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν·
καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;
Ὁ κρείττων λόγος τί δʼ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ;
ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;
Ὁ ἥττων λόγος ἢν δʼ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;
Ὁ κρείττων λόγος τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;
Ὁ ἥττων λόγος τί δῆτʼ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;
Ὁ κρείττων λόγος σιγήσομαι. τί δʼ ἄλλο; Ὁ ἥττων λόγος φέρε δή μοι φράσον,
συνηγοροῦσιν ἐκ τίνων;
Ὁ κρείττων λόγος ἐξ εὐρυπρώκτων. Ὁ ἥττων λόγος πείθομαι.
τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων;
Ὁ κρείττων λόγος ἐξ εὐρυπρώκτων. Ὁ ἥττων λόγος εὖ λέγεις.
δημηγοροῦσι δʼ ἐκ τίνων;
Ὁ κρείττων λόγος ἐξ εὐρυπρώκτων. Ὁ ἥττων λόγος ἆρα δῆτʼ
ἔγνωκας ὡς οὐδὲν λέγεις;
καὶ τῶν θεατῶν ὁπότεροι πλείους σκόπει.
Ὁ κρείττων λόγος καὶ δὴ σκοπῶ. Ὁ ἥττων λόγος τί δῆθʼ ὁρᾷς;
Ὁ κρείττων λόγος πολὺ πλείονας, νὴ τοὺς θεούς,
τοὺς εὐρυπρώκτους. τουτονὶ γοῦν οἶδʼ ἐγὼ κἀκεινονὶ
καὶ τὸν κομήτην τουτονί.
Ὁ ἥττων λόγος τί δῆτʼ ἐρεῖς;
Ὁ κρείττων λόγος ἡττήμεθʼ. ὦ κινούμενοι,
πρὸς τῶν θεῶν δέξασθέ μου θοἰμάτιον, ὡς
ἐξαυτομολῶ πρὸς ὑμᾶς.
Ὁ ἥττων λόγος τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼν
βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν;
Στρεψιάδης δίδασκε καὶ κόλαζε καὶ μέμνησʼ ὅπως
εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα
οἷον δικιδίοις, τὴν δʼ ἑτέραν αὐτοῦ γνάθον
στόμωσον οἵαν εἰς τὰ μείζω πράγματα.
Ὁ ἥττων λόγος ἀμέλει, κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.
Φειδιππίδης ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.
Χορός χωρεῖτέ νυν. οἶμαι δὲ σοὶ
ταῦτα μεταμελήσειν.
τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν
ὠφελῶσʼ ἐκ τῶν δικαίων, βουλόμεσθʼ ἡμεῖς φράσαι.
πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθʼ ἐν ὥρᾳ τοὺς ἀγρούς,
ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δʼ ἄλλοις ὕστερον.
εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,
ὥστε μήτʼ αὐχμὸν πιέζειν μήτʼ ἄγαν ἐπομβρίαν.
ἢν δʼ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς,
προσεχέτω τὸν νοῦν πρὸς ἡμῶν οἷα πείσεται κακά,
λαμβάνων οὔτʼ οἶνον οὔτʼ ἄλλʼ οὐδὲν ἐκ τοῦ χωρίου.
ἡνίκʼ ἂν γὰρ αἵ τʼ ἐλαῖαι βλαστάνωσʼ αἵ τʼ ἄμπελοι,
ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν.
ἢν δὲ πλινθεύοντʼ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους
τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.
κἂν γαμῇ ποτʼ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων,
ὕσομεν τὴν νύκτα πᾶσαν, ὥστʼ ἴσως βουλήσεται
κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.
Στρεψιάδης πέμπτη, τετράς, τρίτη· μετὰ ταύτην δευτέρα·
εἶθʼ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν
δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,
εὐθὺς μετὰ ταύτην ἔσθʼ ἕνη τε καὶ νέα.
πᾶς γάρ τις ὀμνύς, οἷς ὀφείλων τυγχάνω,
θείς μοι πρυτανεῖʼ ἀπολεῖν μέ φησι κἀξολεῖν.
κἀμοῦ μέτριά τε καὶ δίκαιʼ αἰτουμένου,
«ὦ δαιμόνιε, τὸ μέν τι νυνὶ μὴ λάβῃς,
τὸ δʼ ἀναβαλοῦ μοι, τὸ δʼ ἄφες», οὔ φασίν ποτε
οὕτως ἀπολήψεσθʼ, ἀλλὰ λοιδοροῦσί με
ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
νῦν οὖν δικαζέσθων. ὀλίγον γάρ μοι μέλει,
εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.
τάχα δʼ εἴσομαι κόψας τὸ φροντιστήριον.
παῖ, ἠμί, παῖ, παῖ. Σωκράτης Στρεψιάδην ἀσπάζομαι.
Στρεψιάδης κἄγωγέ σʼ. ἀλλὰ τουτονὶ πρῶτον λαβέ.
χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
καί μοι τὸν υἱόν, εἰ μεμάθηκε τὸν λόγον
ἐκεῖνον, εἴφʼ, ὃν ἀρτίως εἰσήγαγες.
Σωκράτης μεμάθηκεν. Στρεψιάδης εὖ γʼ, ὦ παμβασίλειʼ Ἀπαιόλη.
Σωκράτης ὥστʼ ἀποφύγοις ἂν ἥντινʼ ἂν βούλῃ δίκην.
Στρεψιάδης κεἰ μάρτυρες παρῆσαν ὅτʼ ἐδανειζόμην;
Σωκράτης πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
Στρεψιάδης βοάσομαι τἄρα τὰν ὑπέρτονον
βοάν. ἰώ, κλάετʼ ὦ ʼβολοστάται,
αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων.
οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθʼ ἔτι,
οἷος ἐμοὶ τρέφεται
τοῖσδʼ ἐνὶ δώμασι παῖς
ἀμφήκει γλώττῃ λάμπων,
πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,
λυσανίας πατρῴων μεγάλων κακῶν·
ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
ὦ τέκνον, ὦ παῖ, ἔξελθʼ οἴκων,
ἄϊε σοῦ πατρός.
Σωκράτης ὅδʼ ἐκεῖνος ἀνήρ.
Στρεψιάδης ὦ φίλος, ὦ φίλος.
Σωκράτης ἄπιθι λαβών.
Στρεψιάδης ἰὼ ἰώ, τέκνον.
ἰοῦ ἰοῦ.
ὡς ἥδομαί σου πρῶτα τὴν χροιὰν ἰδών.
νῦν μέν γʼ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς
κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον
ἀτεχνῶς ἐπανθεῖ, τὸ «τί λέγεις σύ;» καὶ δοκεῖν
ἀδικοῦντʼ ἀδικεῖσθαι, καὶ κακουργοῦντʼ, οἶδʼ ὅτι.
ἐπὶ τοῦ προσώπου τʼ ἐστὶν Ἀττικὸν βλέπος.
νῦν οὖν ὅπως σώσεις μʼ, ἐπεὶ κἀπώλεσας.
Φειδιππίδης φοβεῖ δὲ δὴ τί; Στρεψιάδης τὴν ἕνην τε καὶ νέαν.
Φειδιππίδης ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;
Στρεψιάδης εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.
Φειδιππίδης ἀπολοῦσʼ ἄρʼ αὔθʼ οἱ θέντες. οὐ γάρ ἐσθʼ ὅπως
μίʼ ἡμέρα γένοιτʼ ἂν ἡμέραι δύο.
Στρεψιάδης οὐκ ἂν γένοιτο; Φειδιππίδης πῶς γάρ, εἰ μή περ γʼ ἅμα
αὑτὴ γένοιτʼ ἂν γραῦς τε καὶ νέα γυνή.
Στρεψιάδης καὶ μὴν νενόμισταί γʼ. Φειδιππίδης οὐ γὰρ οἶμαι τὸν νόμον
ἴσασιν ὀρθῶς ὅτι νοεῖ. Στρεψιάδης νοεῖ δὲ τί;
Φειδιππίδης ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.
Στρεψιάδης τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.
Φειδιππίδης ἐκεῖνος οὖν τὴν κλῆσιν εἰς δύʼ ἡμέρας
ἔθηκεν, εἴς γε τὴν ἕνην τε καὶ νέαν,
ἵνʼ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.
Στρεψιάδης ἵνα δὴ τί τὴν ἕνην προσέθηκεν; Φειδιππίδης ἵνʼ, ὦ μέλε,
παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ
πρότερον ἀπαλλάττοινθʼ ἑκόντες· εἰ δὲ μή,
ἕωθεν ὑπανιῷντο τῇ νουμηνίᾳ.
Στρεψιάδης πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
ἁρχαὶ τὰ πρυτανεῖʼ, ἀλλʼ ἕνῃ τε καὶ νέᾳ;
Φειδιππίδης ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι παθεῖν·
ὅπως τάχιστα τὰ πρυτανεῖʼ ὑφελοίατο,
διὰ τοῦτο προυτένθευσαν ἡμέρᾳ μιᾷ.
Στρεψιάδης εὖ γʼ. ὦ κακοδαίμονες, τί κάθησθʼ ἀβέλτεροι,
ἡμέτερα κέρδη τῶν σοφῶν, ὄντες λίθοι,
ἀριθμός, πρόβατʼ ἄλλως, ἀμφορῆς νενησμένοι;
ὥστʼ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ
ἐπʼ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.
«μάκαρ ὦ Στρεψίαδες
αὐτός τʼ ἔφυς, ὡς σοφός,
χοἶον τὸν υἱὸν τρέφεις»,
φήσουσι δή μʼ οἱ φίλοι χοἰ δημόται
ζηλοῦντες ἡνίκʼ ἂν σὺ νι-
κᾷς λέγων τὰς δίκας.
ἀλλʼ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
Χρήστης Αʹ εἶτʼ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;
οὐδέποτέ γʼ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε
ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,
ὅτε τῶν ἐμαυτοῦ γʼ ἕνεκα νυνὶ χρημάτων
ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι
ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ
ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην— Στρεψιάδης τίς οὑτοσί;
Χρήστης Αʹ —εἰς τὴν ἕνην τε καὶ νέαν. Στρεψιάδης μαρτύρομαι
ὅτι εἰς δύʼ εἶπεν ἡμέρας. τοῦ χρήματος;
Χρήστης Αʹ τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος
τὸν ψαρὸν ἵππον. Στρεψιάδης ἵππον; οὐκ ἀκούετε;
ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν.
Χρήστης Αʹ καὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς.
Στρεψιάδης μὰ τὸν Δίʼ οὐ γάρ πω τότʼ ἐξηπίστατο
Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.
Χρήστης Αʹ νῦν δὲ διὰ τοῦτʼ ἔξαρνος εἶναι διανοεῖ;
Στρεψιάδης τί γὰρ ἄλλʼ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;
Χρήστης Αʹ καὶ ταῦτʼ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς
ἵνʼ ἂν κελεύσω ʼγώ σε; Στρεψιάδης τοὺς ποίους θεούς;
Χρήστης Αʹ τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ. Στρεψιάδης νὴ Δία,
κἂν προσκαταθείην γʼ, ὥστʼ ὀμόσαι, τριώβολον.
Χρήστης Αʹ ἀπόλοιο τοίνυν ἕνεκʼ ἀναιδείας ἔτι.
Στρεψιάδης ἁλσὶν διασμηχθεὶς ὄναιτʼ ἂν οὑτοσί.
Χρήστης Αʹ οἴμʼ ὡς καταγελᾷς. Στρεψιάδης ἓξ χοᾶς χωρήσεται.
Χρήστης Αʹ οὔτοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς
ἐμοῦ καταπροίξει. Στρεψιάδης θαυμασίως ἥσθην θεοῖς,
καὶ Ζεὺς γελοῖος ὀμνύμενος τοῖς εἰδόσιν.
Χρήστης Αʹ ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.
ἀλλʼ εἴτʼ ἀποδώσεις μοι τὰ χρήματʼ εἴτε μή,
ἀπόπεμψον ἀποκρινάμενος. Στρεψιάδης ἔχε νυν ἥσυχος·
ἐγὼ γὰρ αὐτίκʼ ἀποκρινοῦμαί σοι σαφῶς.
Χρήστης Αʹ τί σοι δοκεῖ δράσειν; ἀποδώσειν σοι δοκεῖ;
Στρεψιάδης ποῦ ʼσθʼ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε,
τουτὶ τί ἐστι; Χρήστης Αʹ τοῦθʼ ὅτι ἐστί; κάρδοπος.
Στρεψιάδης ἔπειτʼ ἀπαιτεῖς ἀργύριον τοιοῦτος ὤν;
οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενὶ
ὅστις καλέσειε «κάρδοπον» τὴν καρδόπην.
Χρήστης Αʹ οὐκ ἄρʼ ἀποδώσεις; Στρεψιάδης οὐχ ὅσον γʼ ἔμʼ εἰδέναι.
οὔκουν ἁνύσας τι θᾶττον ἀπολιταργιεῖς
ἀπὸ τῆς θύρας; Χρήστης Αʹ ἄπειμι· καὶ τοῦτʼ ἴσθʼ, ὅτι
θήσω πρυτανεῖʼ, ἢ μηκέτι ζῴην ἐγώ.
Στρεψιάδης προσαποβαλεῖς ἄρʼ αὐτὰ πρὸς ταῖς δώδεκα.
καίτοι σε τοῦτό γʼ οὐχὶ βούλομαι παθεῖν
ὁτιὴ ʼκάλεσας εὐηθικῶς «τὴν κάρδοπον».
Χρήστης Βʹ
ἰώ μοι μοι.
Στρεψιάδης ἔα·
τίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν; οὔ τι που
τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;
Χρήστης Αʹ τί δʼ, ὅστις εἰμί, τοῦτο βούλεσθʼ εἰδέναι;
ἀνὴρ κακοδαίμων. Στρεψιάδης κατὰ σεαυτόν νυν τρέπου.
Χρήστης Αʹ ὦ σκληρὲ δαῖμον· ὦ τύχαι θραυσάντυγες
ἵππων ἐμῶν· ὦ Παλλάς, ὥς μʼ ἀπώλεσας.
Στρεψιάδης τί δαί σε Τλημπόλεμός ποτʼ εἴργασται κακόν;
Χρήστης Αʹ μὴ σκῶπτέ μʼ, ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα
τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,
ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.
Στρεψιάδης τὰ ποῖα ταῦτα χρήμαθʼ; Χρήστης Αʹ ἁδανείσατο.
Στρεψιάδης κακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς.
Χρήστης Αʹ ἵππους γʼ ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.
Στρεψιάδης τί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών;
Χρήστης Αʹ ληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι;
Στρεψιάδης οὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις. Χρήστης Αʹ τί δαί;
Στρεψιάδης τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.
Χρήστης Αʹ σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γʼ ἐμοί,
εἰ μὴ ʼποδώσεις τἀργύριον. Στρεψιάδης κάτειπέ νυν·
πότερα νομίζεις καινὸν αἰεὶ τὸν Δία
ὕειν ὕδωρ ἑκάστοτʼ, ἢ τὸν ἥλιον
ἕλκειν κάτωθεν ταὐτὸ τοῦθʼ ὕδωρ πάλιν;
Χρήστης Αʹ οὐκ οἶδʼ ἔγωγʼ ὁπότερον, οὐδέ μοι μέλει.
Στρεψιάδης πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,
εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;
Χρήστης Αʹ ἀλλʼ εἰ σπανίζεις τἀργυρίου μοι τὸν τόκον
ἀπόδοτε. Στρεψιάδης τοῦτο δʼ ἔσθʼ, ὁ τόκος, τί θηρίον;
Χρήστης Αʹ τί δʼ ἄλλο γʼ ἢ κατὰ μῆνα καὶ καθʼ ἡμέραν
πλέον πλέον τἀργύριον αἰεὶ γίγνεται
ὑπορρέοντος τοῦ χρόνου; Στρεψιάδης καλῶς λέγεις.
τί δῆτα; τὴν θάλαττάν ἐσθʼ ὅτι πλείονα
νυνὶ νομίζεις ἢ πρὸ τοῦ; Χρήστης Αʹ μὰ Δίʼ, ἀλλʼ ἴσην.
οὐ γὰρ δίκαιον πλείονʼ εἶναι. Στρεψιάδης κᾆτα πῶς
αὕτη μέν, ὦ κακόδαιμον, οὐδὲν γίγνεται
ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ
ζητεῖς ποῆσαι τἀργύριον πλέον τὸ σόν;
οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;
φέρε μοι τὸ κέντρον. Χρήστης Αʹ ταῦτʼ ἐγὼ μαρτύρομαι.
Στρεψιάδης ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς, ὦ σαμφόρα;
Χρήστης Αʹ ταῦτʼ οὐχ ὕβρις δῆτʼ ἐστίν; Στρεψιάδης ἄξεις; ἐπιαλῶ
κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.
φεύγεις; ἔμελλόν σʼ ἆρα κινήσειν ἐγὼ
αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.
Χορός οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ στρ.
γέρων ὅδʼ ἐρασθεὶς
ἀποστερῆσαι βούλεται
τὰ χρήμαθʼ ἁδανείσατο.
κοὐκ ἔσθʼ ὅπως οὐ τήμερον
λήψεταί τι πρᾶγμʼ ὃ τοῦ-
τον ποήσει τὸν σοφι-
στὴν ὧν πανουργεῖν ἤρξατʼ ἐξ-
αίφνης τι κακὸν λαβεῖν.
οἶμαι γὰρ αὐτὸν αὐτίχʼ εὑρήσειν ὅπερ ἀντ.
πάλαι ποτʼ ἐζήτει,
εἶναι τὸν υἱὸν δεινόν οἱ
γνώμας ἐναντίας λέγειν
τοῖσιν δικαίοις, ὥστε νι-
κᾶν ἅπαντας, οἵσπερ ἂν
ξυγγένηται, κἂν λέγῃ
παμπόνηρʼ. ἴσως δʼ ἴσως
βουλήσεται
κἄφωνον αὐτὸν εἶναι.
Στρεψιάδης ἰοὺ ἰού.
ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,
ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.
οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.
ὦ μιαρέ, τύπτεις τὸν πατέρα; Φειδιππίδης φήμʼ, ὦ πάτερ.
Στρεψιάδης ὁρᾶθʼ ὁμολογοῦνθʼ ὅτι με τύπτει; Φειδιππίδης καὶ μάλα.
Στρεψιάδης ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.
Φειδιππίδης αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.
ἆρʼ οἶσθʼ ὅτι χαίρω πόλλʼ ἀκούων καὶ κακά;
Στρεψιάδης ὦ λακκόπρωκτε. Φειδιππίδης πάττε πολλοῖς τοῖς ῥόδοις.
Στρεψιάδης τὸν πατέρα τύπτεις; Φειδιππίδης κἀποφανῶ γε νὴ Δία
ὡς ἐν δίκῃ σʼ ἔτυπτον. Στρεψιάδης ὦ μιαρώτατε,
καὶ πῶς γένοιτʼ ἂν πατέρα τύπτειν ἐν δίκῃ;
Φειδιππίδης ἔγωγʼ ἀποδείξω καί σε νικήσω λέγων.
Στρεψιάδης τουτὶ σὺ νικήσεις; Φειδιππίδης πολύ γε καὶ ῥᾳδίως.
ἑλοῦ δʼ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.
Στρεψιάδης ποίοιν λόγοιν; Φειδιππίδης τὸν κρείττονʼ ἢ τὸν ἥττονα.
Στρεψιάδης ἐδιδαξάμην μέντοι σε νὴ Δίʼ, ὦ μέλε,
τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε
μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν
τὸν πατέρα τύπτεσθʼ ἐστὶν ὑπὸ τῶν υἱέων.
Φειδιππίδης ἀλλʼ οἴομαι μέντοι σʼ ἀναπείσειν, ὥστε γε
οὐδʼ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.
Στρεψιάδης καὶ μὴν ὅτι καὶ λέξεις ἀκοῦσαι βούλομαι.
Χορός σὸν ἔργον, ὦ πρεσβῦτα, φροντίζειν ὅπῃ στρ.
τὸν ἄνδρα κρατήσεις,
ὡς οὗτος, εἰ μή τῳ ʼπεποίθειν, οὐκ ἂν ἦν
οὕτως ἀκόλαστος.
ἀλλʼ ἔσθʼ ὅτῳ θρασύνεται· δῆλόν γε τοι
τὸ λῆμα τἀνθρώπου.
ἀλλʼ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθʼ ἡ μάχη γενέσθαι
ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.
Στρεψιάδης καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι
ἐγὼ φράσω. ʼπειδὴ γὰρ εἱστιώμεθʼ, ὥσπερ ἴστε,
πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντʼ ἐγὼ ʼκέλευσα
ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριόν, ὡς ἐπέχθη.
ὁ δʼ εὐθέως ἀρχαῖον εἶνʼ ἔφασκε τὸ κιθαρίζειν
ᾄδειν τε πίνονθʼ, ὡσπερεὶ κάχρυς γυναῖκʼ ἀλοῦσαν.
Φειδιππίδης οὐ γὰρ τότʼ εὐθὺς χρῆν σʼ ἀράττεσθαί τε καὶ πατεῖσθαι,
ᾄδειν κελεύονθʼ, ὡσπερεὶ τέττιγας ἑστιῶντα;
Στρεψιάδης τοιαῦτα μέντοι καὶ τότʼ ἔλεγεν ἔνδον, οἷάπερ νῦν,
καὶ τὸν Σιμωνίδην ἔφασκʼ εἶναι κακὸν ποητήν.
κἀγὼ μόλις μέν, ἀλλʼ ὅμως, ἠνεσχόμην τὸ πρῶτον.
ἔπειτα δʼ ἐκέλευσʼ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα
τῶν Αἰσχύλου λέξαι τί μοι. κᾆθʼ οὗτος εὐθὺς εἶπεν·
«ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποηταῖς—
ψόφου πλέων, ἀξύστατον, στόμφακα, κρημνοποιόν.»
κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;
ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην· «σὺ δʼ ἀλλὰ τούτων
λέξον τι τῶν νεωτέρων, ἅττʼ ἐστὶ τὰ σοφὰ ταῦτα.»
ὁ δʼ εὐθὺς ἦγʼ Εὐριπίδου ῥῆσίν τινʼ, ὡς ἐκίνει
ἁδελφός, ὦ ʼλεξίκακε, τὴν ὁμομητρίαν ἀδελφήν.
κἀγὼ οὐκέτʼ ἐξηνεσχόμην, ἀλλʼ εὐθέως ἀράττω
πολλοῖς κακοῖς καἰσχροῖσι. κᾆτʼ ἐντεῦθεν, οἷον εἰκός,
ἔπος πρὸς ἔπος ἠρειδόμεσθʼ· εἶθʼ οὗτος ἐπαναπηδᾷ,
κἄπειτʼ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέτριβεν.
Φειδιππίδης οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς,
σοφώτατον; Στρεψιάδης σοφώτατον γʼ ἐκεῖνον, ὦ—τί σʼ εἴπω;
ἀλλʼ αὖθις αὖ τυπτήσομαι. Φειδιππίδης νὴ τὸν Δίʼ, ἐν δίκῃ γʼ ἄν.
Στρεψιάδης καὶ πῶς δικαίως; ὅστις ὦ ʼναίσχυντέ σʼ ἐξέθρεψα
αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅτι νοοίης.
εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον·
μαμμᾶν δʼ ἂν αἰτήσαντος, ἧκόν σοι φέρων ἂν ἄρτον·
κακκᾶν δʼ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε
ἐξέφερον ἂν καὶ προυσχόμην σε. σὺ δέ με νῦν ἀπάγχων,
βοῶντα καὶ κεκραγόθʼ ὅτι
χεζητιῴην, οὐκ ἔτλης
ἔξω ʼξενεγκεῖν, ὦ μιαρέ,
θύραζέ μʼ, ἀλλὰ πνιγόμενος
αὐτοῦ ʼπόησα κακκᾶν.
Χορός οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας ἀντ.
πηδᾶν ὅτι λέξει.
εἰ γὰρ τοιαῦτά γʼ οὗτος ἐξειργασμένος
λαλῶν ἀναπείσει,
τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν
ἀλλʼ οὐδʼ ἐρεβίνθου.
σὸν ἔργον, ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτά,
πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.
Φειδιππίδης ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν
καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.
ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,
οὐδʼ ἂν τρίʼ εἰπεῖν ῥήμαθʼ οἷός τʼ ἦν πρὶν ἐξαμαρτεῖν·
νυνὶ δʼ, ἐπειδή μʼ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,
γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,
οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.
Στρεψιάδης ἵππευε τοίνυν νὴ Δίʼ, ὡς ἔμοιγε κρεῖττόν ἐστιν
ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.
Φειδιππίδης ἐκεῖσε δʼ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,
καὶ πρῶτʼ ἐρήσομαί σε τουτί· παῖδά μʼ ὄντʼ ἔτυπτες;
Στρεψιάδης ἔγωγέ σʼ, εὐνοῶν τε καὶ κηδόμενος. Φειδιππίδης εἰπὲ δή μοι,
οὐ κἀμὲ σοὶ δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως
τύπτειν τʼ, ἐπειδήπερ γε τοῦτʼ ἔστʼ εὐνοεῖν, τὸ τύπτειν;
πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,
τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.
«κλάουσι παῖδες, πατέρα δʼ οὐ κλάειν δοκεῖς;»
φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι·
ἐγὼ δέ γʼ ἀντείποιμʼ ἂν ὡς δὶς παῖδες οἱ γέροντες.
εἰκός τε μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,
ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.
Στρεψιάδης ἀλλʼ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.
Φειδιππίδης οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον,
ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;
ἧττόν τι δῆτʼ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν
θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;
ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,
ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.
σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,
ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν
ἡμῶν ἐκεῖνοι, πλήν γʼ ὅτι ψηφίσματʼ οὐ γράφουσιν;
Στρεψιάδης τί δῆτʼ, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,
οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;
Φειδιππίδης οὐ ταὐτόν, ὦ τᾶν, ἐστίν, οὐδʼ ἂν Σωκράτει δοκοίη.
Στρεψιάδης πρὸς ταῦτα μὴ τύπτʼ· εἰ δὲ μή, σαυτόν ποτʼ αἰτιάσει.
Φειδιππίδης καὶ πῶς; Στρεψιάδης ἐπεὶ σὲ μὲν δίκαιός εἰμʼ ἐγὼ κολάζειν,
σὺ δʼ, ἢν γένηταί σοι, τὸν υἱόν. Φειδιππίδης ἢν δὲ μὴ γένηται,
μάτην ἐμοὶ κεκλαύσεται, σὺ δʼ ἐγχανὼν τεθνήξεις.
Στρεψιάδης ἐμοὶ μέν, ὦνδρες ἥλικες, δοκεῖ λέγειν δίκαια,
κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ·
κλάειν γὰρ ἡμᾶς εἰκός ἐστʼ, ἢν μὴ δίκαια δρῶμεν.
Φειδιππίδης σκέψαι δὲ χἀτέραν ἔτι γνώμην. Στρεψιάδης ἀπὸ γὰρ ὀλοῦμαι.
Φειδιππίδης καὶ μὴν ἴσως γʼ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.
Στρεψιάδης πῶς δή; δίδαξον γὰρ τί μʼ ἐκ τούτων ἐπωφελήσεις.
Φειδιππίδης τὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω. Στρεψιάδης τί φῄς, τί φῂς σύ;
τοῦθʼ ἕτερον αὖ μεῖζον κακόν. Φειδιππίδης τί δʼ ἢν ἔχων τὸν ἥττω
λόγον σε νικήσω λέγων
τὴν μητέρʼ ὡς τύπτειν χρεών;
Στρεψιάδης τί δʼ ἄλλο γʼ ἤ, ταῦτʼ ἢν ποῇς,
οὐδέν σε κωλύσει σεαυτὸν ἐμβαλεῖν
εἰς τὸ βάραθρον μετὰ Σωκράτους
καὶ τὸν λόγον τὸν ἥττω;
ταυτὶ διʼ ὑμᾶς, ὦ Νεφέλαι, πέπονθʼ ἐγώ,
ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.
Χορός αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,
στρέψας σεαυτὸν εἰς πονηρὰ πράγματα.
Στρεψιάδης τί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε,
ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπήρατε;
Χορός ἡμεῖς ποοῦμεν ταῦθʼ ἑκάστοθʼ, ὅντινʼ ἂν
γνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων,
ἕως ἂν αὐτὸν ἐμβάλωμεν εἰς κακόν,
ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.
Στρεψιάδης ὤμοι, πονηρά γʼ, ὦ Νεφέλαι, δίκαια δέ·
οὐ γάρ με χρῆν τὰ χρήμαθʼ ἁδανεισάμην
ἀποστερεῖν. νῦν οὖν ὅπως, ὦ φίλτατε,
τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη
ἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων.
Φειδιππίδης ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.
Στρεψιάδης ναὶ ναί, καταιδέσθητι πατρῷον Δία.
Φειδιππίδης ἰδού γε Δία πατρῷον. ὡς ἀρχαῖος εἶ.
Ζεὺς γάρ τις ἐστίν; Στρεψιάδης ἐστίν. Φειδιππίδης οὐκ ἔστʼ, οὔκ, ἐπεὶ
Δῖνος βασιλεύει, τὸν Δίʼ ἐξεληλακώς.
Στρεψιάδης οὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμην
διὰ τουτονὶ τὸν δῖνον. ὤμοι δείλαιος,
ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.
Φειδιππίδης ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.
Στρεψιάδης οἴμοι παρανοίας. ὡς ἐμαινόμην ἄρα
ὅτʼ ἐξέβαλον καὶ τοὺς θεοὺς διὰ Σωκράτη.
ἀλλʼ ὦ φίλʼ Ἑρμῆ, μηδαμῶς θύμαινέ μοι,
μηδέ μʼ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε
ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ.
καί μοι γενοῦ ξύμβουλος, εἴτʼ αὐτοὺς γραφὴν
διωκάθω γραψάμενος, εἴθʼ ὅτι σοι δοκεῖ.
ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν
ἀλλʼ ὡς τάχιστʼ ἐμπιμπράναι τὴν οἰκίαν
τῶν ἀδολεσχῶν. δεῦρο δεῦρʼ, ὦ Ξανθία,
κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,
κἄπειτʼ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον
τὸ τέγος κατάσκαπτʼ, εἰ φιλεῖς τὸν δεσπότην,
ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν.
ἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην.
κἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκην
ἐμοὶ ποήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες.
Μαθητής Αʹ ἰοὺ ἰού.
Στρεψιάδης σὸν ἔργον, ὦ δᾷς, ἱέναι πολλὴν φλόγα.
Μαθητής ἄνθρωπε, τί ποεῖς; Στρεψιάδης ὅτι ποῶ; τί δʼ ἄλλο γʼ ἢ
διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;
Μαθητής Βʹ οἴμοι· τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;
Στρεψιάδης ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.
Μαθητής ἀπολεῖς, ἀπολεῖς. Στρεψιάδης τοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι,
ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας
ἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.
Σωκράτης οὗτος, τί ποιεῖς ἐτεόν, οὑπὶ τοῦ τέγους;
Στρεψιάδης ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
Σωκράτης οἴμοι τάλας δείλαιος, ἀποπνιγήσομαι.
Μαθητής ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.
Στρεψιάδης τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε
καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;
δίωκε, παῖε, βάλλε, πολλῶν οὕνεκα,
μάλιστα δʼ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.
Χορός ἡγεῖσθʼ ἔξω· κεχόρευται γὰρ μετρίως τό γε τήμερον ἡμῖν.