Πραξαγόρα Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου,
κάλλιστʼ ἐν εὐστόχοισιν ἐξηυρημένον—
γονάς τε γὰρ σὰς καὶ τύχας δηλώσομεν·
τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ἄπο
μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις—
ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ
κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων
πειρωμέναισι πλησίον παραστατεῖς,
λορδουμένων τε σωμάτων ἐπιστάτην
ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς
λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα·
στοάς τε καρποῦ Βακχίου τε νάματος
πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς·
καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
ἀνθʼ ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα
ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
ἀλλʼ οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
καίτοι πρὸς ὄρθρον γʼ ἐστίν, ἡ δʼ ἐκκλησία
αὐτίκα μάλʼ ἔσται· καταλαβεῖν δʼ ἡμᾶς ἕδρας
δεῖ τὰς ἑταίρας κῶλά θʼ ἱζομένας λαθεῖν,
ἃς Φυρόμαχός ποτʼ εἶπεν, εἰ μέμνησθʼ ἔτι.
τί δῆτʼ ἂν εἴη; πότερον οὐκ ἐρραμμένους
ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν;
ἢ θαἰμάτια τἀνδρεῖα κλεψάσαις λαθεῖν
ἦν χαλεπὸν αὐταῖς; ἀλλʼ ὁρῶ τονδὶ λύχνον
προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,
μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
Γυνή Α ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως
ἡμῶν προσιόντων δεύτερον κεκόκκυκεν.
Πραξαγόρα ἐγὼ δέ γʼ ὑμᾶς προσδοκῶσʼ ἐγρηγόρη
τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
τήνδʼ ἐκκαλέσωμαι θρυγανῶσα τὴν θύραν.
δεῖ γὰρ τὸν ἄνδρʼ αὐτῆς λαθεῖν. Γυνή Β ἤκουσά τοι
ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
ἅτʼ οὐ καταδαρθοῦσʼ. ὁ γὰρ ἀνήρ, ὦ φιλτάτη,
Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ,
τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν,
ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ʼλαβον.
Πραξαγόρα καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην
προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
Γυνή Α οὔκουν ἐπείξεσθʼ; ὡς Γλύκη κατώμοσεν
τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα.
Γυνή Β τὴν Σμικυθίωνος δʼ οὐχ ὁρᾷς Μελιστίχην
σπεύδουσαν ἐν ταῖς ἐμβάσιν; Γυνή Α καί μοι δοκεῖ
κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη.
Γυνή Β τὴν τοῦ καπήλου δʼ οὐχ ὁρᾷς Γευσιστράτην
ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;
Γυνή Α καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου
ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ
γυναῖκας, ὅ τι πέρ ἐστʼ ὄφελος ἐν τῇ πόλει.
Χορός καὶ πάνυ ταλαιπώρως ἔγωγʼ, ὦ φιλτάτη,
ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθʼ ὅλην
ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
Πραξαγόρα κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε
ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,
ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.
Γυνή Α ἔγωγε. πρῶτον μέν γʼ ἔχω τὰς μασχάλας
λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον.
ἔπειθʼ ὁπόθʼ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου
ἀλειψαμένη τὸ σῶμʼ ὅλον διʼ ἡμέρας
ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.
Γυνή Β κἄγωγε· τὸ ξυρὸν δέ γʼ ἐκ τῆς οἰκίας
ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη
καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.
Πραξαγόρα ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν
πάσαισιν ὑμῖν, ὁπότε συλλεγοίμεθα;
Γυνή Α νὴ τὴν Ἑκάτην, καλόν γʼ ἔγωγε τουτονί.
Γυνή Β κἄγωγʼ Ἐπικράτους οὐκ ὀλίγῳ καλλίονα.
Πραξαγόρα ὑμεῖς δὲ τί φατε; Γυνή Α φασί· κατανεύουσι γοῦν.
Πραξαγόρα καὶ μὴν τά γʼ ἄλλʼ ὑμῖν ὁρῶ πεπραγμένα.
Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας
καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.
Γυνή Α ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην
τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
Γυνή Β τοῦτʼ ἔστʼ ἐκείνου τὸ σκύταλον, ὃς πέρδεται.
Πραξαγόρα νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦν
τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος
εἴπερ τις ἄλλος βουκολεῖν τὸν δήμιον.
ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,
ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν·
ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθα
ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.
Γυνή Α νὴ τὸν Δίʼ, ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
Γυνή Β ταυτί γέ τοι νὴ τὸν Δίʼ ἐφερόμην, ἵνα
πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
Πραξαγόρα πληρουμένης τάλαινα; Γυνή Β νὴ τὴν Ἄρτεμιν
ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
ξαίνουσα; γυμνὰ δʼ ἐστί μου τὰ παιδία.
Πραξαγόρα ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος
οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
οὐκοῦν καλά γʼ ἂν πάθοιμεν, εἰ πλήρης τύχοι
ὁ δῆμος ὢν κἄπειθʼ ὑπερβαίνουσά τις
ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
ἢν δʼ ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν
ξυστειλάμεναι θαἰμάτια· τὸν πώγωνά τε
ὅταν καθῶμεν ὃν περιδησόμεσθʼ ἐκεῖ,
τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθʼ ὁρῶν;
Ἀγύρριος γοῦν τὸν Προνόμου πώγωνʼ ἔχων
λέληθε· καίτοι πρότερον ἦν οὗτος γυνή.
νυνὶ δʼ, ὁρᾷς, πράττει τὰ μέγιστʼ ἐν τῇ πόλει.
τούτου γέ τοι, νὴ τὴν ἐπιοῦσαν ἡμέραν,
τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,
ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα
δυνώμεθʼ ὥστʼ ἀγαθόν τι πρᾶξαι τὴν πόλιν.
νῦν μὲν γὰρ οὔτε θέομεν οὔτʼ ἐλαύνομεν.
Γυνή Α καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία
δημηγορήσει; Πραξαγόρα πολὺ μὲν οὖν ἄριστά που.
λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι
πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν.
ἡμῖν δʼ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.
Γυνή Α οὐκ οἶδα. δεινὸν δʼ ἐστὶν ἡ μὴ ʼμπειρία.
Πραξαγόρα οὔκουν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,
ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν;
οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη
ἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που.
Γυνή Α τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
Πραξαγόρα ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ.
ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
καὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
Γυνή Β δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
Πραξαγόρα πῶς καταγέλαστον; Γυνή Β ὥσπερ εἴ τις σηπίαις
πώγωνα περιδήσειεν ἐσταθευμέναις.
Πραξαγόρα ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
πάριτʼ ἐς τὸ πρόσθεν. Ἀρίφραδες, παῦσαι λαλῶν.
κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;
Γυνή Α ἐγώ. Πραξαγόρα περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.
Γυνή Α ἰδού. Πραξαγόρα λέγοις ἄν. Γυνή Α εἶτα πρὶν πιεῖν λέγω;
Πραξαγόρα ἰδοὺ πιεῖν. Γυνή Α τί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην;
Πραξαγόρα ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω
κἀκεῖ. Γυνή Α τί δʼ; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;
Πραξαγόρα ἰδού γε σοὶ πίνουσι. Γυνή Α νὴ τὴν Ἄρτεμιν,
καὶ ταῦτά γʼ εὔζωρον. τὰ γοῦν βουλεύματα
αὐτῶν, ὅσʼ ἂν πράξωσιν ἐνθυμουμένοις,
ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
καὶ νὴ Δία σπένδουσί γʼ· ἢ τίνος χάριν
τοσαῦτʼ ἂν ηὔχοντʼ, εἴπερ οἶνος μὴ παρῆν;
καὶ λοιδοροῦνταί γʼ ὥσπερ ἐμπεπωκότες,
καὶ τὸν παροινοῦντʼ ἐκφέρουσʼ οἱ τοξόται.
Πραξαγόρα σὺ μὲν βάδιζε καὶ κάθησʼ· οὐδὲν γὰρ εἶ.
Γυνή Α νὴ τὸν Δίʼ, ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν·
δίψῃ γάρ, ὡς ἔοικʼ, ἀφαυανθήσομαι.
Πραξαγόρα ἔσθʼ ἥτις ἑτέρα βούλεται λέγειν; Γυνή Β ἐγώ.
Πραξαγόρα ἴθι δὴ στεφανοῦ· καὶ γὰρ τὸ χρῆμʼ ἐργάζεται.
ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
Γυνή Β ἐβουλόμην μὲν ἕτερον ἂν τῶν ἠθάδων
λέγειν τὰ βέλτισθʼ, ἵνʼ ἐκαθήμην ἥσυχος.
νῦν δʼ οὐκ ἐάσω, κατά γε τὴν ἐμὴν μίαν,
ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν
ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ, μὰ τὼ θεώ.
Πραξαγόρα μὰ τὼ θεώ; τάλαινα, ποῦ τὸν νοῦν ἔχεις;
Γυνή Β τί δʼ ἔστιν; οὐ γὰρ δὴ πιεῖν γʼ ᾔτησά σε.
Πραξαγόρα μὰ Δίʼ ἀλλʼ ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,
καίτοι τά γʼ ἄλλʼ εἰποῦσα δεξιώτατα.
Γυνή Β ὢ νὴ τὸν Ἀπόλλω. Πραξαγόρα παῦε τοίνυν, ὡς ἐγὼ
ἐκκλησιάσουσʼ οὐκ ἂν προβαίην τὸν πόδα
τὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται.
Γυνή Β φέρε τὸν στέφανον· ἐγὼ γὰρ αὖ λέξω πάλιν.
οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
ἐμοὶ γάρ, ὦ γυναῖκες αἱ καθήμεναι, —
Πραξαγόρα γυναῖκας αὖ, δύστηνε, τοὺς ἄνδρας λέγεις;
Γυνή Β διʼ Ἐπίγονόν γʼ ἐκεῖνον· ἐπιβλέψασα γὰρ
ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
Πραξαγόρα ἄπερρε καὶ σὺ καὶ κάθησʼ ἐντευθενί.
αὐτὴ γὰρ ὑμῶν γʼ ἕνεκά μοι λέξειν δοκῶ
τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι
τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.
ἐμοὶ δʼ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα
ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω
τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.
ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην
ἀεὶ πονηροῖς. κἄν τις ἡμέραν μίαν
χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
ἐπέτρεψας ἑτέρῳ· πλείονʼ ἔτι δράσει κακά.
χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,
οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,
τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖθʼ ἑκάστοτε.
ἐκκλησίαισιν ἦν ὅτʼ οὐκ ἐχρώμεθα
οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γʼ Ἀγύρριον
πονηρὸν ἡγούμεσθα. νῦν δὲ χρωμένων
ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν,
ὁ δʼ οὐ λαβὼν εἶναι θανάτου φήσʼ ἀξίους
τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.
Γυνή Α νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.
Πραξαγόρα τάλαινʼ Ἀφροδίτην ὤμοσας; χαρίεντά γʼ ἂν
ἔδρασας, εἰ τοῦτʼ εἶπας ἐν τἠκκλησίᾳ.
Γυνή Α ἀλλʼ οὐκ ἂν εἶπον. Πραξαγόρα μηδʼ ἐθίζου νῦν λέγειν.
τὸ συμμαχικὸν αὖ τοῦθʼ, ὅτʼ ἐσκοπούμεθα,
εἰ μὴ γένοιτʼ, ἀπολεῖν ἔφασκον τὴν πόλιν.
ὅτε δὴ δʼ ἐγένετʼ, ἤχθοντο, τῶν δὲ ῥητόρων
ὁ τοῦτʼ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.
ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ,
τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.
Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι·
νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.
Ἁργεῖος ἀμαθής, ἀλλʼ Ἱερώνυμος σοφός.
σωτηρία παρέκυψεν, ἀλλʼ ὀργίζεται
Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.
Γυνή Α ὡς ξυνετὸς ἁνήρ. Πραξαγόρα νῦν καλῶς ἐπῄνεσας.
ὑμεῖς γάρ ἐστʼ, ὦ δῆμε, τούτων αἴτιοι.
τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα
ἰδίᾳ σκοπεῖσθʼ ἕκαστος ὅ τι τις κερδανεῖ,
τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.
ἢν οὖν ἐμοὶ πείθησθε, σωθήσεσθʼ ἔτι.
ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν
ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις
ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.
Γυνή Α εὖ γʼ εὖ γε νὴ Δίʼ, εὖ γε. Γυνή Β λέγε, λέγʼ ὦγαθέ.
Πραξαγόρα ὡς δʼ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες
ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τἄρια
βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον
ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας
ἴδοις ἂν αὐτάς. ἡ δʼ Ἀθηναίων πόλις,
εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,
εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.
καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ.
ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
τὰ Θεσμοφόριʼ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ.
πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ.
τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ.
μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ.
αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ.
οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ.
βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν
μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα
τί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳ
ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,
ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες
σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία
τίς τῆς τεκούσης θᾶττον ἐπιπέμψειεν ἄν;
χρήματα πορίζειν εὐπορώτατον γυνή,
ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ·
αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.
τὰ δʼ ἄλλʼ ἐάσω. ταῦτʼ ἐὰν πείθησθέ μοι,
εὐδαιμονοῦντες τὸν βίον διάξετε.
Γυνή Α εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
πόθεν, ὦ τάλαινα, ταῦτʼ ἔμαθες οὕτω καλῶς;
Πραξαγόρα ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί.
ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων.
Γυνή Α οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή.
καί σε στρατηγὸν αἱ γυναῖκες αὐτόθεν
αἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ.
ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,
πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
Πραξαγόρα φήσω παραφρονεῖν αὐτόν. Γυνή Α ἀλλὰ τοῦτό γε
ἴσασι πάντες. Πραξαγόρα ἀλλὰ καὶ μελαγχολᾶν.
Γυνή Α καὶ τοῦτʼ ἴσασιν. Πραξαγόρα ἀλλὰ καὶ τὰ τρύβλια
κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
Γυνή Β τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
Πραξαγόρα τοῦτον μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.
Γυνή Β τί δʼ ἢν ὑποκρούωσίν σε; Πραξαγόρα προσκινήσομαι
ἅτʼ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.
Γυνή Α ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σʼ οἱ τοξόται
ἕλκωσιν, ὅ τι δράσεις ποτʼ. Πραξαγόρα ἐξαγκωνιῶ
ὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.
Χορός ἡμεῖς δέ γʼ, ἢν αἴρωσʼ, ἐᾶν κελεύσομεν.
Γυνή Α ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς.
ἐκεῖνο δʼ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ
τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.
Πραξαγόρα χαλεπὸν τὸ πρᾶγμʼ· ὅμως δὲ χειροτονητέον
ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.
ἄγε νυν ἀναστέλλεσθʼ ἄνω τὰ χιτώνια·
ὑποδεῖσθε δʼ ὡς τάχιστα τὰς Λακωνικάς,
ὥσπερ τὸν ἄνδρʼ ἐθεᾶσθʼ, ὅτʼ εἰς ἐκκλησίαν
μέλλοι βαδίζειν ἢ θύραζʼ ἑκάστοτε.
ἔπειτʼ ἐπειδὰν ταῦτα πάντʼ ἔχῃ καλῶς,
περιδεῖσθε τοὺς πώγωνας. ἡνίκʼ ἂν δέ γε
τούτους ἀκριβώσητε περιηρμοσμέναι,
καὶ θαἰμάτια τἀνδρεῖʼ ἅπερ γʼ ἐκλέψατε
ἐπαναβάλησθε, κᾆτα ταῖς βακτηρίαις
ἐπερειδόμεναι βαδίζετʼ ᾄδουσαι μέλος
πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι
τὸν τῶν ἀγροίκων. Χορός εὖ λέγεις. Γυνή Α ἡμεῖς δέ γε
προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι
ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκνʼ ἥξειν ἄντικρυς
γυναῖκας. Πραξαγόρα ἀλλὰ σπεύσαθʼ ὡς εἴωθʼ ἐκεῖ
τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα
ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον.
Χορός ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ
μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτʼ ἐξολίσθῃ,
ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν
ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.
χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ στρ.
ὁ θεσμοθέτης, ὃς ἂν μὴ πρῲ πάνυ τοῦ κνέφους
ἥκῃ κεκονιμένος,
στέργων σκοροδάλμῃ
βλέπων ὑπότριμμα, μὴ δώσειν τὸ τριώβολον.
ἀλλʼ, ὦ Χαριτιμίδη
καὶ Σμίκυθε καὶ Δράκης,
ἕπου κατεπείγων,
σαυτῷ προσέχων ὅπως μηδὲν παραχορδιεῖς
ὧν δεῖ σʼ ἀποδεῖξαι·
ὅπως δὲ τὸ σύμβολον
λαβόντες ἔπειτα πλη- σίοι καθεδούμεθʼ, ὡς ἂν χειροτονῶμεν
ἅπανθʼ ὁπόσʼ ἂν δέῃ
τὰς ἡμετέρας φίλας— καίτοι τί λέγω; φίλους γὰρ χρῆν μʼ ὀνομάζειν.
ὅρα δʼ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως ἀντ.
ἥκοντας, ὅσοι πρὸ τοῦ μέν, ἡνίκʼ ἔδει λαβεῖν
ἐλθόντʼ ὀβολὸν μόνον,
καθῆντο λαλοῦντες
ἐν τοῖς στεφανώμασιν, νυνὶ δʼ ἐνοχλοῦσʼ ἄγαν.
ἀλλʼ οὐχί, Μυρωνίδης
ὅτʼ ἦρχεν ὁ γεννάδας,
οὐδεὶς ἂν ἐτόλμα
τὰ τῆς πόλεως διοι- κεῖν ἀργύριον φέρων·
ἀλλʼ ἧκεν ἕκαστος
ἐν ἀσκιδίῳ φέρων
πιεῖν ἅμα τʼ ἄρτον αὑ- τῷ καὶ δύο κρομμύω καὶ τρεῖς ἂν ἐλάας.
νυνὶ δὲ τριώβολον
ζητοῦσι λαβεῖν, ὅταν πράττωσί τι κοινὸν ὥσ- περ πηλοφοροῦντες.
Βλέπυρος τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι;
ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται.
ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
καὶ θοἰμάτιον. ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν
οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν
ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω
τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
ἀλλʼ ἐν καθαρῷ ποῦ ποῦ τις ἂν χέσας τύχοι;
ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται.
οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν.
οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
δράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον.
Ἀνήρ τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
Βλέπυρος νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος. Ἀνήρ εἰπέ μοι,
τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
Κινησίας σου κατατετίληκέν ποθεν;
Βλέπυρος οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
Ἀνήρ τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν; Βλέπυρος οὐκ ἔχω φράσαι.
ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
Ἀνήρ εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι;
Βλέπυρος μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν.
ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
Ἀνήρ νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
ἐμοὶ πέπονθας· καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼ
φρούδη ʼστʼ ἔχουσα θοἰμάτιον οὑγὼ ʼφόρουν.
κοὐ τοῦτο λυπεῖ μʼ, ἀλλὰ καὶ τὰς ἐμβάδας.
οὔκουν λαβεῖν γʼ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
Βλέπυρος μὰ τὸν Διόνυσον, οὐδʼ ἐγὼ γὰρ τὰς ἐμὰς
Λακωνικάς, ἀλλʼ ὡς ἔτυχον χεζητιῶν,
ἐς τὼ κοθόρνω τὼ πόδʼ ἐνθεὶς ἵεμαι,
ἵνα μὴ ʼγχέσαιμʼ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.
τί δῆτʼ ἂν εἴη; μῶν ἐπʼ ἄριστον γυνὴ
κέκληκεν αὐτὴν τῶν φίλων; Ἀνήρ γνώμην γʼ ἐμήν.
οὔκουν πονηρά γʼ ἐστὶν ὅ τι κἄμʼ εἰδέναι.
ἀλλὰ σὺ μὲν ἱμονιάν τινʼ ἀποπατεῖς, ἐμοὶ δʼ
ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
Βλέπυρος κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μοι
ἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία.
Ἀνήρ μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
Βλέπυρος νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με
μόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω,
ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος.
τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
τίς τῶν καταπρώκτων δεινός ἐστι τὴν τέχνην;
ἆρʼ οἶδʼ Ἀμύνων; ἀλλʼ ἴσως ἀρνήσεται.
Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ·
οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃς
διαρραγέντα μηδὲ βεβαλανωμένον,
ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
Χρέμης οὗτος, τί ποιεῖς; οὔτι που χέζεις; Βλέπυρος ἐγώ;
οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.
Χρέμης τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον;
Βλέπυρος ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών.
ἀτὰρ πόθεν ἥκεις ἐτεόν; Χρέμης ἐξ ἐκκλησίας.
Βλέπυρος ἤδη λέλυται γάρ; Χρέμης νὴ Δίʼ ὄρθριον μὲν οὖν.
καὶ δῆτα πολὺν ἡ μίλτος, ὦ Ζεῦ φίλτατε,
γέλων πάρεσχεν, ἣν προσέρραινον κύκλῳ.
Βλέπυρος τὸ τριώβολον δῆτʼ ἔλαβες; Χρέμης εἰ γὰρ ὤφελον.
ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι.
Βλέπυρος μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.
τὸ δʼ αἴτιον τί; Χρέμης πλεῖστος ἀνθρώπων ὄχλος,
ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα.
καὶ δῆτα πάντας σκυτοτόμοις ᾐκάζομεν
ὁρῶντες αὐτούς· οὐ γὰρ ἀλλʼ ὑπερφυῶς
ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία.
ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί.
Βλέπυρος οὐδʼ ἄρʼ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών; Χρέμης πόθεν;
οὐδʼ εἰ μὰ Δία τότʼ ἦλθες ὅτε τὸ δεύτερον
ἁλεκτρυὼν ἐφθέγγετʼ. Βλέπυρος οἴμοι δείλαιος.
Ἀντίλοχʼ, ἀποίμωξόν με τοῦ τριωβόλου
τὸν ζῶντα μᾶλλον· τἀμὰ γὰρ διοίχεται.
ἀτὰρ τί τὸ πρᾶγμʼ ἦν, ὅτι τοσοῦτον χρῆμʼ ὄχλου
οὕτως ἐν ὥρᾳ ξυνελέγη; Χρέμης τί δʼ ἄλλο γʼ ἢ
ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
γνώμας καθεῖναι τῆς πόλεως; κᾆτʼ εὐθέως
πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
κἄπειθʼ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,
«οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,
καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
ὃς αὐτὸς αὑτῷ βλεφαρίδʼ οὐκ ἐσώσατο;»
ὁ δʼ ἀναβοήσας καὶ περιβλέψας ἔφη
«τί δαί με χρὴ δρᾶν;» Βλέπυρος «σκόροδʼ ὁμοῦ τρίψαντʼ ὀπῷ
τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ
σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας»,
ἔγωγʼ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.
Χρέμης μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος
παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν—
αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν—
κἄπειτʼ ἔλεξε δημοτικωτάτους λόγους·
«ὁρᾶτε μέν με δεόμενον σωτηρίας
τετραστατήρου καὐτόν· ἀλλʼ ὅμως ἐρῶ
ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.
ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς
χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ,
πλευρῖτις ἡμῶν οὐδένʼ ἂν λάβοι ποτέ.
ὅσοις δὲ κλίνη μή ʼστι μηδὲ στρώματα,
ἰέναι καθευδήσοντας ἀπονενιμμένους
ἐς τῶν σκυλοδεψῶν· ἢν δʼ ἀποκλῄῃ τῇ θύρᾳ
χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.»
Βλέπυρος νὴ τὸν Διόνυσον χρηστά γʼ. εἰ δʼ ἐκεῖνά γε
προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,
ἵνα τοῦτʼ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.
Χρέμης μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
λευκός τις ἀνεπήδησʼ ὅμοιος Νικίᾳ
δημηγορήσων, κἀπεχείρησεν λέγειν
ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.
εἶτʼ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,
τὸ σκυτοτομικὸν πλῆθος, οἱ δʼ ἐκ τῶν ἀγρῶν
ἀνεβορβόρυξαν. Βλέπυρος νοῦν γὰρ εἶχον, νὴ Δία.
Χρέμης ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,
τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲ
πολλὰ κακά. Βλέπυρος καὶ τί εἶπε; Χρέμης πρῶτον μέν σʼ ἔφη
εἶναι πανοῦργον. Βλέπυρος καὶ σέ; Χρέμης μή πω τοῦτʼ ἔρῃ.
κἄπειτα κλέπτην. Βλέπυρος ἐμὲ μόνον; Χρέμης καὶ νὴ Δία
καὶ συκοφάντην. Βλέπυρος ἐμὲ μόνον; Χρέμης καὶ νὴ Δία
τωνδὶ τὸ πλῆθος. Βλέπυρος τίς δὲ τοῦτʼ ἄλλως λέγει;
Χρέμης γυναῖκα δʼ εἶναι πρᾶγμʼ ἔφη νουβυστικὸν
καὶ χρηματοποιόν. κοὔτε τἀπόρρητʼ ἔφη
ἐκ Θεσμοφόροιν ἑκάστοτʼ αὐτὰς ἐκφέρειν,
σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.
Βλέπυρος καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γʼ οὐκ ἐψεύσατο.
Χρέμης ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη
ἱμάτια χρυσίʼ ἀργύριον ἐκπώματα
μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
καὶ ταῦτʼ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.
Βλέπυρος νὴ τὸν Ποσειδῶ μαρτύρων γʼ ἐναντίον.
Χρέμης ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει·
οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν
δῆμον καταλύειν, ἄλλα πολλὰ κἀγαθά.
Βλέπυρος τί δῆτʼ ἔδοξεν; Χρέμης ἐπιτρέπειν γε τὴν πόλιν
ταύταις· ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
οὔπω γεγενῆσθαι. Βλέπυρος καὶ δέδοκται; Χρέμης φήμʼ ἐγώ.
Βλέπυρος ἅπαντά τʼ αὐταῖς ἐστι προστεταγμένα
ἃ τοῖσιν ἀστοῖς ἔμελεν; Χρέμης οὕτω ταῦτʼ ἔχει.
Βλέπυρος οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ, ἀλλʼ ἡ γυνή;
Χρέμης οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή.
Βλέπυρος οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι;
Χρέμης μὰ Δίʼ ἀλλὰ ταῖς γυναιξὶ ταῦτʼ ἤδη μέλει·
σὺ δʼ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
Βλέπυρος ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,
μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
ἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν— Χρέμης τί δρᾶν;
Βλέπυρος κινεῖν ἑαυτάς. Χρέμης ἢν δὲ μὴ δυνώμεθα;
Βλέπυρος ἄριστον οὐ δώσουσι. Χρέμης σὺ δέ γε νὴ Δία
δρᾶ ταῦθʼ, ἵνʼ ἀριστᾷς τε καὶ κινῇς ἅμα.
Βλέπυρος τὸ πρὸς βίαν δεινότατον. Χρέμης ἀλλʼ εἰ τῇ πόλει
τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντʼ ἄνδρα δρᾶν.
Βλέπυρος λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα,
ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.
Χρέμης καὶ ξυμφέροι γʼ, ὦ πότνια Παλλὰς καὶ θεοί.
ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε. Βλέπυρος καὶ σύ γʼ, ὦ Χρέμης.
Χορός ἔμβα χώρει.
ἆρʼ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
στρέφου, σκόπει,
φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,
μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.
ἀλλʼ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε. στρ.
ἡμῖν δʼ ἂν αἰσχύνην φέροι
πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτʼ ἐλεγχθέν.
πρὸς ταῦτα συστέλλου σεαυ- τὴν καὶ περισκοπουμένη
ἄθρει κύκλῳ κἀκεῖσε καὶ
τἀκ δεξιᾶς, μὴ συμφορὰ γενήσεται τὸ πρᾶγμα.
ἀλλʼ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,
ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθʼ ἡνίκʼ ᾖμεν.
τὴν δʼ οἰκίαν ἔξεσθʼ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς
ἔσθʼ ἡ τὸ πρᾶγμʼ εὑροῦσʼ ὃ νῦν ἔδοξε τοῖς πολίταις.
ὥστʼ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστʼ ἐπαναμενούσας ἀντ.
πώγωνας ἐξηρτημένας,
μὴ καί τις ὄψεθʼ ἡμέρας χἠμῶν ἴσως κατείπῃ.
ἀλλʼ εἶα δεῦρʼ ἐπὶ σκιᾶς
ἐλθοῦσα πρὸς τὸ τειχίον,
παραβλέπουσα θατέρῳ,
πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,
καὶ μὴ βράδυνʼ· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν
χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλʼ ἐπείγου
ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γναθοῖν ἔχουσα·
χαὖται γὰρ ἄκουσαι πάλαι τὸ σχῆμα τοῦτʼ ἔχουσιν.
Πραξαγόρα ταυτὶ μὲν ἡμῖν, ὦ γυναῖκες, εὐτυχῶς
τὰ πράγματʼ ἐκβέβηκεν ἁβουλεύσαμεν.
ἀλλʼ ὡς τάχιστα, πρίν τινʼ ἀνθρώπων ἰδεῖν,
ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω—
χάλα συναπτοὺς ἡνίας Λακωνικάς—
βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν
ταύτας κατευτρέπιζʼ, ἐγὼ δὲ βούλομαι,
εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με
ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν
ὅθενπερ ἔλαβον, τἄλλα θʼ ἁξηνεγκάμην.
Χορός κεῖται καὶ δὴ πάνθʼ ἅπερ εἶπας, σὸν δʼ ἔργον τἄλλα διδάσκειν,
ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασʼ οἶδα γυναικί.
Πραξαγόρα περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχειροτόνημαι,
ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
Βλέπυρος αὕτη, πόθεν ἥκεις, Πραξαγόρα; Πραξαγόρα τί δʼ, ὦ μέλε,
σοὶ τοῦθʼ; Βλέπυρος ὅ τί μοι τοῦτʼ ἔστιν; ὡς εὐηθικῶς.
Πραξαγόρα οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις. Βλέπυρος οὐκ ἴσως
ἑνός γε. Πραξαγόρα καὶ μὴν βασανίσαι τουτί γέ σοι
ἔξεστι. Βλέπυρος πῶς; Πραξαγόρα εἰ τῆς κεφαλῆς ὄζω μύρου.
Βλέπυρος τί δʼ; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;
Πραξαγόρα οὐ δὴ τάλαινʼ ἔγωγε. Βλέπυρος πῶς οὖν ὄρθριον
ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
Πραξαγόρα γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
μετεπέμψατʼ ὠδίνουσα. Βλέπυρος κᾆτʼ οὐκ ἦν ἐμοὶ
φράσασαν ἰέναι; Πραξαγόρα τῆς λεχοῦς δʼ οὐ φροντίσαι
οὕτως ἐχούσης, ὦνερ; Βλέπυρος εἰποῦσάν γέ μοι.
ἀλλʼ ἔστιν ἐνταῦθά τι κακόν. Πραξαγόρα μὰ τὼ θεὼ
ἀλλʼ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ
ἥπερ μεθῆκέ μʼ ἐξιέναι πάσῃ τέχνῃ.
Βλέπυρος εἶτʼ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σʼ ἔχειν;
ἀλλʼ ἔμʼ ἀποδύσασʼ ἐπιβαλοῦσα τοὔγκυκλον
ᾤχου καταλιποῦσʼ ὡσπερεὶ προκείμενον,
μόνον οὐ στεφανώσασʼ οὐδʼ ἐπιθεῖσα λήκυθον.
Πραξαγόρα ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·
ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι τοῦτʼ ἠμπεσχόμην.
σὲ δʼ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
κατέλιπον, ὦνερ. Βλέπυρος αἱ δὲ δὴ Λακωνικαὶ
ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;
Πραξαγόρα ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν
καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
Βλέπυρος οἶσθʼ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
ὃν χρῆν ἔμʼ ἐξ ἐκκλησίας εἰληφέναι;
Πραξαγόρα μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.
Βλέπυρος ἡκκλησία; Πραξαγόρα μὰ Δίʼ ἀλλʼ ἐφʼ ἣν ἐγᾠχόμην.
ἀτὰρ γεγένηται; Βλέπυρος ναὶ μὰ Δίʼ. οὐκ ᾔδησθά με
φράσαντά σοι χθές; Πραξαγόρα ἄρτι γʼ ἀναμιμνῄσκομαι.
Βλέπυρος οὐδʼ ἄρα τὰ δόξαντʼ οἶσθα; Πραξαγόρα μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Βλέπυρος κάθησο τοίνυν σηπίας μασωμένη.
ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.
Πραξαγόρα τί δρᾶν; ὑφαίνειν; Βλέπυρος οὐ μὰ Δίʼ ἀλλʼ ἄρχειν. Πραξαγόρα τίνων;
Βλέπυρος ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
Πραξαγόρα νὴ τὴν Ἀφροδίτην μακαρία γʼ ἄρʼ ἡ πόλις
ἔσται τὸ λοιπόν. Βλέπυρος κατὰ τί; Πραξαγόρα πολλῶν οὕνεκα.
οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
ἔσται τὸ λοιπόν. οὐδαμοῦ δὲ μαρτυρεῖν,
οὐ συκοφαντεῖν— Βλέπυρος μηδαμῶς πρὸς τῶν θεῶν
τουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον.
Χρέμης ὦ δαιμόνιʼ ἀνδρῶν, τὴν γυναῖκʼ ἔα λέγειν.
Πραξαγόρα μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν.
Χρέμης νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται.
Πραξαγόρα ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖν
καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοί.
Χορός νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν φροντίδʼ ἐπισταμένην
ταῖσι φίλαισιν ἀμύνειν.
κοινῇ γὰρ ἐπʼ εὐτυχίαισιν
ἔρχεται γλώττης ἐπίνοια πολίτην
δῆμον ἐπαγλαϊοῦσα
μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν δʼ ὅ τί περ δύναται καιρός.
δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.
ἀλλὰ πέραινε μόνον
μήτε δεδραμένα μήτʼ εἰρημένα πω πρότερον.
μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.
ἀλλʼ οὐ μέλλειν, ἀλλʼ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,
ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς.
Πραξαγόρα καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς,
εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν
τοῖς τʼ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτʼ ἔσθʼ ὃ μάλιστα δέδοικα.
Βλέπυρος περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ ἡμῖν
δρᾶν ἀντʼ ἄλλης ἀρχῆς ἐστιν, τῶν δʼ ἀρχαίων ἀμελῆσαι.
Πραξαγόρα μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδʼ ὑποκρούσῃ,
πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦ- σαι.
κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχον- τας
κἀκ ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δʼ ἄθλιον εἶναι,
μηδὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δʼ εἶναι μηδὲ ταφῆναι,
μηδʼ ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δʼ οὐδʼ ἀκολούθῳ.
ἀλλʼ ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον, καὶ τοῦτον ὅμοιον.
Βλέπυρος πῶς οὖν ἔσται κοινὸς ἅπασιν; Πραξαγόρα κατέδει πέλεθον πρότερός μου.
Βλέπυρος καὶ τῶν πελέθων κοινωνοῦμεν; Πραξαγόρα μὰ Δίʼ ἀλλʼ ἔφθης μʼ ὑποκρούσας.
τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν· τὴν γῆν πρώτιστα ποιήσω
κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλʼ ὁπόσʼ ἐστὶν ἑκάστῳ.
εἶτʼ ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς
ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσ- έχουσαι.
Χρέμης πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ
καὶ Δαρεικούς, ἀφανῆ πλοῦτον; Πραξαγόρα τοῦτʼ ἐς τὸ μέσον καταθήσει.
καὶ μὴ καταθεὶς ψευδορκήσει. Βλέπυρος κἀκτήσατο γὰρ διὰ τοῦτο.
Πραξαγόρα ἀλλʼ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ. Χρέμης κατὰ δὴ τί;
Πραξαγόρα οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες,
ἄρτους, τεμάχη, μάζας, χλαίνας, οἶνον, στεφάνους, ἐρε- βίνθους.
ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.
Χρέμης οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσʼ οἷς ταῦτα πάρεστιν;
Πραξαγόρα πρότερόν γʼ, ὦταῖρʼ, ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν·
νῦν δʼ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ κατα- θεῖναι;
Βλέπυρος ἢν μείρακʼ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,
ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει
ξυγκαταδαρθών. Πραξαγόρα ἀλλʼ ἐξέσται προῖκʼ αὐτῷ ξυγ- καταδαρθεῖν.
καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατα- κεῖσθαι
καὶ παιδοποιεῖν τῷ βουλομένῳ. Βλέπυρος πῶς οὖν οὐ πάντες ἴασιν
ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;
Πραξαγόρα αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθ- εδοῦνται.
κᾆτʼ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθʼ ὑπο- κρούσει.
Βλέπυρος καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,
οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσʼ οἷ φῂς ἀφικέσθαι;
Πραξαγόρα οὐχὶ μαχοῦνται περὶ σοῦ· θάρρει, μὴ δείσῃς· οὐχὶ μα- χοῦνται.
Βλέπυρος περὶ τοῦ; Πραξαγόρα τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.
Βλέπυρος τὸ μὲν ὑμέτερον γνώμην τινʼ ἔχει· προβεβούλευται γὰρ ὅπως ἂν
μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδι- οῦνται.
Πραξαγόρα ἀλλὰ φυλάξουσʼ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας
ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσʼ ἐπὶ τοῖσιν δημοσίοισιν.
κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν
ταῖσι γυναιξὶν πρὶν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.
Βλέπυρος ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονή- σει;
Πραξαγόρα νὴ τὸν Ἀπόλλω καὶ δημοτική γʼ ἡ γνώμη καὶ καταχήνη
τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόν- των,
ὅταν ἐμβάδʼ ἔχων εἴπῃ πρότερος, «παραχώρει κᾆτʼ ἐπι- τήρει,
ὅταν ἤδη ʼγὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν.»
Χρέμης πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος
ἔσται δυνατὸς διαγιγνώσκειν; Πραξαγόρα τί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας
τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομι- οῦσιν.
Βλέπυρος οὐκοῦν ἄγξουσʼ εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα
διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρʼ ὄντα
ἄγχουσι. τί δῆθʼ ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κἀπι- χεσοῦνται;
Πραξαγόρα ἀλλʼ ὁ παρεστὼς οὐκ ἐπιτρέψει· τότε δʼ αὐτοῖς οὐκ ἔμελʼ οὐδὲν
τῶν ἀλλοτρίων, ὅστις τύπτοι, νῦν δʼ ἢν πληγέντος ἀκούσῃ,
μὴ αὐτὸν ἐκεῖνον τύπτει δεδιὼς τοῖς δρῶσιν τοῦτο μα- χεῖται.
Βλέπυρος τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς· εἰ δὲ προσελθὼν Ἐπίκουρος
ἢ Λευκόλοφος «πάππαν» με καλεῖ, τοῦτʼ ἤδη δεινὸν ἀκοῦσαι.
Πραξαγόρα πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι— Βλέπυρος τὸ ποῖον;
Πραξαγόρα εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρʼ εἶναι.
Βλέπυρος οἰμώζοι γʼ ἂν καὶ κωκύοι. Πραξαγόρα σὺ δέ γʼ ὄζοις ἂν καλα- μίνθης.
ἀλλʼ οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,
ὥστʼ οὐχὶ δέος μή σε φιλήσῃ. Βλέπυρος δεινὸν μέντἂν ἐπε- πόνθειν.
Χρέμης τὴν γῆν δὲ τίς ἔσθʼ ὁ γεωργήσων; Πραξαγόρα οἱ δοῦλοι. σοὶ δὲ μελήσει,
ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.
Χρέμης περὶ δʼ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτʼ ἔστιν ἐρέσθαι.
Πραξαγόρα τὰ μὲν ὄνθʼ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφʼ ἡμεῖς ὑφανοῦμεν.
Χρέμης ἓν ἔτι ζητῶ. πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,
πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γʼ ἐστὶ δίκαιον.
Πραξαγόρα ἀλλʼ οὐδὲ δίκαι πρῶτον ἔσονται. Βλέπυρος τουτὶ τοὔπος σʼ ἐπιτρίψει.
Χρέμης κἀγὼ ταύτην γνώμην ἐθέμην. Πραξαγόρα τοῦ γὰρ τάλαν οὕνεκʼ ἔσονται;
Βλέπυρος πολλῶν οὕνεκα, νὴ τὸν Ἀπόλλω· πρῶτον δʼ ἑνὸς οὕνεκα δήπου,
ἤν τις ὀφείλων ἐξαρνῆται. Πραξαγόρα πόθεν οὖν ἐδάνεισʼ ὁ δανείσας,
ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπου ʼστʼ ἐπί- δηλος.
Χρέμης νὴ τὴν Δήμητρʼ εὖ γε διδάσκεις. Βλέπυρος τουτὶ τοίνυν φρα- σάτω μοι,
τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σʼ ἀπορήσειν.
Πραξαγόρα ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφ- αιρῇ,
οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
Βλέπυρος οὐδʼ αὖ κλέπτης οὐδεὶς ἔσται; Πραξαγόρα πῶς γὰρ κλέψει μετὸν αὐτῷ;
Βλέπυρος οὐδʼ ἀποδύσουσʼ ἄρα τῶν νυκτῶν; Πραξαγόρα οὐκ ἢν οἴκοι γε καθεύδῃς·
οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει.
ἢν δʼ ἀποδύῃ γʼ αὐτὸς δώσει· τί γὰρ αὐτῷ πρᾶγμα μά- χεσθαι;
ἕτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομι- εῖται.
Βλέπυρος οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι; Πραξαγόρα περὶ τοῦ γὰρ τοῦτο ποιήσει;
Βλέπυρος τὴν δὲ δίαιταν τίνα ποιήσεις; Πραξαγόρα κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ
μίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα,
ὥστε βαδίζειν ὡς ἀλλήλους. Βλέπυρος τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;
Πραξαγόρα τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
Βλέπυρος τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται; Πραξαγόρα τοὺς κρατῆρας καταθήσω
καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται,
ἵνα μὴ δειπνῶσʼ αἰσχυνόμενοι. Βλέπυρος νὴ τὸν Ἀπόλλω χάριέν γε.
τὰ δὲ κληρωτήρια ποῖ τρέψεις; Πραξαγόρα εἰς τὴν ἀγορὰν καταθήσω.
κᾆτα στήσασα παρʼ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν
εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ.
καὶ κηρύξει τοὺς ἐκ τοῦ βῆτʼ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
τὴν βασίλειον δειπνήσοντας, τὸ δὲ θῆτʼ ἐς τὴν παρὰ ταύτην,
τοὺς δʼ ἐκ τοῦ κάππʼ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.
Βλέπυρος ἵνα κάπτωσιν; Πραξαγόρα μὰ Δίʼ ἀλλʼ ἵνʼ ἐκεῖ δειπνῶσιν. Βλέπυρος ὅτῳ δὲ τὸ γράμμα
μὴ ʼξελκυσθῇ καθʼ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαν- τες.
Πραξαγόρα ἀλλʼ οὐκ ἔσται τοῦτο παρʼ ἡμῖν·
πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,
ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ
πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.
αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
προσπίπτουσαι τοῖς ἀπὸ δείπνου
τάδε λέξουσιν· «δεῦρο παρʼ ἡμᾶς,
ἐνθάδε μεῖράξ ἐσθʼ ὡραία.»
«παρʼ ἐμοὶ δʼ», ἑτέρα
φήσει τις ἄνωθʼ ἐξ ὑπερῴου,
«καὶ καλλίστη καὶ λευκοτάτη·
πρότερον μέντοι δεῖ σε καθεύδειν
αὐτῆς παρʼ ἐμοί.»
τοῖς εὐπρεπέσιν δʼ ἀκολουθοῦντες
καὶ μειρακίοις οἱ φαυλότεροι
τοιάδʼ ἐροῦσιν· «ποῖ θεῖς οὗτος;
πάντως οὐδὲν δράσεις ἐλθών.
τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς
ἐψήφισται προτέροις βινεῖν,
ὑμᾶς δὲ τέως θρῖα λαβόντας
διφόρου συκῆς
ἐν τοῖς προθύροισι δέφεσθαι.»
φέρε νυν φράσον μοι, ταῦτʼ ἀρέσκει σφῷν; Βλέπυρος πάνυ.
Πραξαγόρα βαδιστέον τἄρʼ ἐστὶν εἰς ἀγορὰν ἐμοί,
ἵνʼ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,
λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.
ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην
ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια,
ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.
Βλέπυρος ἤδη γὰρ εὐωχησόμεσθα; Πραξαγόρα φήμʼ ἐγώ.
ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι
ἁπαξαπάσας. Βλέπυρος ἵνα τί; Πραξαγόρα δῆλον τουτογί·
ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.
καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας
τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,
ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον,
κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.
Βλέπυρος φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,
ἵνʼ ἀποβλέπωμαι καὶ λέγωσιν ἐμὲ ταδί,
«τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;»
Χρέμης ἐγὼ δʼ ἵνʼ εἰς ἀγοράν γε τὰ σκεύη φέρω,
προχειριοῦμαι κἀξετάσω τὴν οὐσίαν.
χώρει σὺ δεῦρο, κιναχύρα, καλὴ καλῶς
τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,
ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,
πολλοὺς κάτω δὴ θυλάκους στρέψασʼ ἐμούς.
ποῦ ʼσθʼ ἡ διφροφόρος; ἡ χύτρα, δεῦρʼ ἔξιθι·
νὴ Δία μέλαινά γʼ· οὐδʼ ἂν εἰ τὸ φάρμακον
ἕψουσʼ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται—
ἵστω παρʼ αὐτήν· δεῦρʼ ἴθʼ, ἡ κομμώτρια.
φέρε δεῦρο ταύτην τὴν ὑδρίαν, ὑδριαφόρε,
ἐνταῦθα. σὺ δὲ δεῦρʼ, ἡ κιθαρῳδός, ἔξιθι,
πολλάκις ἀναστήσασά μʼ εἰς ἐκκλησίαν
ἀωρὶ νύκτωρ διὰ τὸν ὄρθριον νόμον.
ὁ τὴν σκάφην λαβών, προΐτω· τὰ κηρία
κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,
καὶ τὼ τρίποδʼ ἐξένεγκε καὶ τὴν λήκυθον.
τὰ χυτρίδιʼ ἤδη καὶ τὸν ὄχλον ἀφίετε.
Ἀνήρ ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα
ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.
μὰ τὸν Ποσειδῶ γʼ οὐδέποτʼ, ἀλλὰ βασανιῶ
πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.
οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν
οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,
πρὶν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμʼ ὅπως ἔχει.
οὗτος, τί τὰ σκευάρια ταυτὶ βούλεται;
πότερον μετοικιζόμενος ἐξενήνοχας
αὔτʼ ἢ φέρεις ἐνέχυρα θήσων; Χρέμης οὐδαμῶς.
Ἀνήρ τί δῆτʼ ἐπὶ στοίχου ʼστὶν οὕτως; οὔ τι μὴν
Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;
Χρέμης μὰ Δίʼ ἀλλʼ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.
Ἀνήρ μέλλεις ἀποφέρειν; Χρέμης πάνυ γε. Ἀνήρ κακοδαίμων ἄρʼ εἶ,
νὴ τὸν Δία τὸν σωτῆρα. Χρέμης πῶς; Ἀνήρ πῶς; ῥᾳδίως.
Χρέμης τί δʼ; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;
Ἀνήρ ποίοισιν, ὦ δύστηνε; Χρέμης τοῖς δεδογμένοις.
Ἀνήρ δεδογμένοισιν; ὡς ἀνόητος ἦσθʼ ἄρα.
Χρέμης ἀνόητος; Ἀνήρ οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
ἁπαξαπάντων. Χρέμης ὅτι τὸ ταττόμενον ποιῶ;
Ἀνήρ τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;
Χρέμης μάλιστα πάντων. Ἀνήρ τὸν μὲν οὖν ἀβέλτερον.
Χρέμης σὺ δʼ οὐ καταθεῖναι διανοεῖ; Ἀνήρ φυλάξομαι,
πρὶν ἄν γʼ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.
Χρέμης τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι
τὰ χρήματʼ εἰσίν; Ἀνήρ ἀλλʼ ἰδὼν ἐπειθόμην.
Χρέμης λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς. Ἀνήρ λέξουσι γάρ.
Χρέμης καί φασιν οἴσειν ἀράμενοι. Ἀνήρ φήσουσι γάρ.
Χρέμης ἀπολεῖς ἀπιστῶν πάντʼ. Ἀνήρ ἀπιστήσουσι γάρ.
Χρέμης ὁ Ζεύς σέ γʼ ἐπιτρίψειεν. Ἀνήρ ἐπιτρίψουσι γάρ.
οἴσειν δοκεῖς τινʼ ὅστις αὐτῶν νοῦν ἔχει;
οὐ γὰρ πάτριον τοῦτʼ ἐστίν, ἀλλὰ λαμβάνειν
ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί.
γνώσει δʼ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων·
ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,
ἕστηκεν ἐκτείνοντα τὴν χεῖρʼ ὑπτίαν,
οὐχ ὥς τι δώσοντʼ ἀλλʼ ὅπως τι λήψεται.
Χρέμης ὦ δαιμόνιʼ ἀνδρῶν, ἔα με τῶν προὔργου τι δρᾶν.
ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθʼ ἱμάς;
Ἀνήρ ὄντως γὰρ οἴσεις; Χρέμης ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
τωδὶ ξυνάπτω τὼ τρίποδε. Ἀνήρ τῆς μωρίας,
τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
δράσουσιν εἶτα τηνικαῦτʼ ἤδη— Χρέμης τί δρᾶν;
Ἀνήρ ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.
Χρέμης ἵνα δὴ τί; Ἀνήρ σεισμὸς εἰ γένοιτο πολλάκις,
ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ,
παύσαιντʼ ἂν ἐσφέροντες, ὦμβρόντητε σύ.
Χρέμης χαρίεντα γοῦν πάθοιμʼ ἄν, εἰ μὴ ʼχοιμʼ ὅποι
ταῦτα καταθείην. Ἀνήρ μὴ γὰρ οὐ λάβοις ὅποι;
θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς. Χρέμης τιή;
Ἀνήρ ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,
ἅττʼ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.
Χρέμης οἴσουσιν, ὦ τᾶν. Ἀνήρ ἢν δὲ μὴ κομίσωσι, τί;
Χρέμης ἀμέλει, κομιοῦσιν. Ἀνήρ ἢν δὲ μὴ κομίσωσι, τί;
Χρέμης μαχούμεθʼ αὐτοῖς. Ἀνήρ ἢν δὲ κρείττους ὦσι, τί;
Χρέμης ἄπειμʼ ἐάσας. Ἀνήρ ἢν δὲ πωλῶσʼ αὐτά, τί;
Χρέμης διαρραγείης. Ἀνήρ ἢν διαρραγῶ δέ, τί;
Χρέμης καλῶς ποιήσεις. Ἀνήρ σὺ δʼ ἐπιθυμήσεις φέρειν;
Χρέμης ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
ὁρῶ φέροντας. Ἀνήρ πάνυ γʼ ἂν οὖν Ἀντισθένης
αὔτʼ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερον
πρότερον χέσαι πλεῖν ἢ τριάκονθʼ ἡμέρας.
Χρέμης οἴμωζε. Ἀνήρ Καλλίμαχος δʼ ὁ χοροδιδάσκαλος
αὐτοῖσιν εἰσοίσει τι; Χρέμης πλείω Καλλίου.
Ἀνήρ ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
Χρέμης δεινά γε λέγεις. Ἀνήρ τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
οὐκ οἶσθʼ ἐκεῖνʼ οὕδοξε τὸ περὶ τῶν ἁλῶν;
Χρέμης ἔγωγε. Ἀνήρ τοὺς χαλκοῦς δʼ ἐκείνους ἡνίκα
ἐψηφισάμεθʼ, οὐκ οἶσθα; Χρέμης καὶ κακόν γέ μοι
τὸ κόμμʼ ἐγένετʼ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων,
κἄπειτʼ ἐχώρουν εἰς ἀγορὰν ἐπʼ ἄλφιτα.
ἔπειθʼ ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
ἀνέκραγʼ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
χαλκοῦν τὸ λοιπόν· «ἀργύρῳ γὰρ χρώμεθα.»
Ἀνήρ τὸ δʼ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
τάλαντʼ ἔσεσθαι πεντακόσια τῇ πόλει
τῆς τετταρακοστῆς, ἣν ἐπόρισʼ Εὐριπίδης;
κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην.
ὅτε δὴ δʼ ἀνασκοπουμένοις ἐφαίνετο
ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμʼ οὐκ ἤρκεσεν,
πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
Χρέμης οὐ ταὐτόν, ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
νῦν δʼ αἱ γυναῖκες. Ἀνήρ ἃς ἐγὼ φυλάξομαι,
νὴ τὸν Ποσειδῶ, μὴ κατουρήσωσί μου.
Χρέμης οὐκ οἶδʼ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον, ὁ παῖς.
Κῆρυξ ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτʼ ἔχει,
χωρεῖτʼ, ἐπείγεσθʼ εὐθὺ τῆς στρατηγίδος,
ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις
φράσῃ καθʼ ἕκαστον ἄνδρʼ ὅποι δειπνήσετε.
ὡς αἱ τράπεζαί γʼ εἰσὶν ἐπινενησμέναι
ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
κλῖναί τε σισυρῶν καὶ δαπίδων νενησμέναι·
κρατῆρας ἐγκιρνᾶσιν, αἱ μυροπώλιδες
ἑστᾶσʼ ἐφεξῆς· τὰ τεμάχη ῥιπίζεται,
λαγῷʼ ἀναπηγνύασι, πόπανα πέττεται,
στέφανοι πλέκονται, φρύγεται τραγήματα·
χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται,
Σμοῖος δʼ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων
τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδα
ἔχων, καχάζων μεθʼ ἑτέρου νεανίου,
ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.
πρὸς ταῦτα χωρεῖθʼ, ὡς ὁ τὴν μᾶζαν φέρων
ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.
Ἀνήρ οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκʼ ἔχων
ἐνταῦθʼ, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
Χρέμης καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
Ἀνήρ ἐπὶ δεῖπνον. Χρέμης οὐ δῆτʼ, ἤν γʼ ἐκείναις νοῦς ἐνῇ,
πρίν γʼ ἂν ἀπενέγκῃς. Ἀνήρ ἀλλʼ ἀποίσω. Χρέμης πηνίκα;
Ἀνήρ οὐ τοὐμόν, ὦ τᾶν, ἐμποδὼν ἔσται. Χρέμης τί δή;
Ἀνήρ ἑτέρους ἀποίσειν φήμʼ ἔθʼ ὑστέρους ἐμοῦ.
Χρέμης βαδιεῖ δὲ δειπνήσων ὅμως; Ἀνήρ τί γὰρ πάθω;
τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
τοὺς εὖ φρονοῦντας. Χρέμης ἢν δὲ κωλύσωσι, τί;
Ἀνήρ ὁμόσʼ εἶμι κύψας. Χρέμης ἢν δὲ μαστιγῶσι, τί;
Ἀνήρ καλούμεθʼ αὐτάς. Χρέμης ἢν δὲ καταγελῶσι, τί;
Ἀνήρ ἐπὶ ταῖς θύραις ἕστως— Χρέμης τί δράσεις; εἰπέ μοι.
Ἀνήρ τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
Χρέμης βάδιζε τοίνυν ὕστερος· σὺ δʼ, ὦ Σίκων
καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
Ἀνήρ φέρε νυν ἐγώ σοι ξυμφέρω. Χρέμης μὴ μηδαμῶς.
δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,
ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
Ἀνήρ νὴ τὸν Δία, δεῖ γοῦν μηχανήματός τινος,
ὅπως τὰ μὲν ὄντα χρήμαθʼ ἕξω, τοῖσδέ τε
τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
ὀρθῶς, ἔμοιγε φαίνεται· βαδιστέον
ὁμόσʼ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
Γραῦς Α τί ποθʼ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δʼ ἦν πάλαι.
ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
παίζουσʼ ὅπως ἂν περιλάβοιμʼ αὐτῶν τινὰ
παριόντα. Μοῦσαι, δεῦρʼ ἴτʼ ἐπὶ τοὐμὸν στόμα,
μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
Νεᾶνις νῦν μέν με παρακύψασα προὔφθης, ὦ σαπρά.
ᾤου δʼ ἐρήμας οὐ παρούσης ἐνθάδε
ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα
ᾄδουσʼ· ἐγὼ δʼ ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
κεἰ γὰρ διʼ ὄχλου τοῦτʼ ἐστὶ τοῖς θεωμένοις,
ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
Γραῦς Α τούτῳ διαλέγου κἀποχώρησον· σὺ δέ,
φιλοττάριον αὐλητά, τοὺς αὐλοὺς λαβὼν
ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.
εἴ τις ἀγαθὸν βούλεται πα-
θεῖν τι, παρʼ ἐμοὶ χρὴ καθεύδειν.
οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔν-
εστιν, ἀλλʼ ἐν ταῖς πεπείροις.
οὐδέ τοι στέργειν ἂν ἐθέλοι
μᾶλλον ἢ ʼγὼ τὸν φίλον ᾧπερ ξυνείην,
ἀλλʼ ἐφʼ ἕτερον ἂν πέτοιτο.
Νεᾶνις μὴ φθόνει ταῖσιν νέαισι·
τὸ τρυφερὸν γὰρ ἐμπέφυκε
τοῖς ἁπαλοῖσι μηροῖς,
κἀπὶ τοῖς μήλοις ἐπαν-
θεῖ· σὺ δʼ, ὦ γραῦ, παραλέλεξαι κἀντέτριψαι
τῷ θανάτῳ μέλημα.
Γραῦς Α ἐκπέσοι σου τὸ τρῆμα
τό τʼ ἐπίκλιντρον ἀποβάλοις
βουλομένη σποδεῖσθαι.
κἀπὶ τῆς κλίνης ὄφιν προσελκύσαιο
βουλομένη φιλῆσαι.
Νεᾶνις αἰαῖ, τί ποτε πείσομαι;
οὐχ ἥκει μοὐταῖρος μόνη δʼ αὐτοῦ λείπομʼ· ἡ
γάρ μοι μήτηρ ἄλλῃ βέβηκεν.
καὶ τἄλλα μʼ οὐδὲν τὰ μετὰ ταῦτα δεῖ λέγειν.
ἀλλʼ, ὦ μαῖʼ, ἱκετεύομαι, κά-
λει τὸν Ὀρθαγόραν, ὅπως
σαυτῆς ἂν κατόναιʼ ἀντιβολῶ σε.
Γραῦς Α ἤδη τὸν ἀπʼ Ἰωνίας
τρόπον, τάλαινα, κνησιᾷς.
δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.
ἀλλʼ οὐκ ἄν ποθʼ ὑφαρπάσαιο
τἀμὰ παίγνια· τὴν δʼ ἐμὴν
ὥραν οὐκ ἀπολεῖς οὐδʼ ἀπολήψει.
Νεᾶνις ᾆδʼ ὁπόσα βούλει καὶ παράκυφθʼ ὥσπερ γαλῆ.
Γραῦς Α οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισʼ ἀντʼ ἐμοῦ.
Νεᾶνις οὔκουν ἐπʼ ἐκφοράν γε· καινόν γʼ, ὦ σαπρά.
Γραῦς Α οὐ δῆτα. Νεᾶνις τί γὰρ ἂν γραῒ καινά τις λέγοι;
Γραῦς Α οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας. Νεᾶνις ἀλλὰ τί;
ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
Γραῦς Α τί μοι διαλέγει; Νεᾶνις σὺ δὲ τί διακύπτεις; Γραῦς Α ἐγώ;
ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.
Νεᾶνις σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;
Γραῦς Α δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.
Νεᾶνις ὁδὶ γὰρ αὐτός ἐστιν. Γραῦς Α οὐ σοῦ γʼ, ὦλεθρε,
δεόμενος οὐδέν. Νεᾶνις νὴ Δίʼ, ὦ φθίνυλλα σύ,
δείξει τάχʼ αὐτός, ὡς ἔγωγʼ ἀπέρχομαι.
Γραῦς Α κἄγωγʼ, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.
Νεανίας εἴθʼ ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
καὶ μὴ ʼδει πρότερον διασποδῆσαι
ἀνάσιμον ἢ πρεσβυτέραν·
οὐ γὰρ ἀνασχετὸν τοῦτό γʼ ἐλευθέρῳ.
Γραῦς Α οἰμώζων ἄρα, νὴ Δία, σποδήσεις.
οὐ γὰρ τἀπὶ Χαριξένης τάδʼ ἐστίν.
κατὰ τὸν νόμον ταῦτα ποιεῖν
ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.
ἀλλʼ εἶμι τηρήσουσʼ ὅ τι καὶ δράσεις ποτέ.
Νεανίας εἴθʼ, ὦ θεοί, λάβοιμι τὴν καλὴν μόνην,
ἐφʼ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
Νεᾶνις ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον.
φρούδη γάρ ἐστιν οἰομένη μʼ ἔνδον μένειν.
ἀλλʼ οὑτοσὶ γὰρ αὐτὸς οὗ ʼμεμνήμεθα.
δεῦρο δή, δεῦρο δή,
φίλον ἐμόν, δεῦρό μοι
πρόσελθε καὶ ξύνευνέ μοι
τὴν εὐφρόνην ὅπως ἔσει.
πάνυ γάρ τις ἔρως με δονεῖ
τῶνδε τῶν σῶν βοστρύχων.
ἄτοπος δʼ ἔγκειταί μοί τις πόθος,
ὅς με διακναίσας ἔχει.
μέθες, ἱκνοῦμαί σʼ, Ἔρως,
καὶ ποίησον τόνδʼ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.
Νεανίας δεῦρο δή, δεῦρο δή,
φίλον ἐμόν, καὶ σύ μοι
καταδραμοῦσα τὴν θύραν
ἄνοιξον τήνδʼ· εἰ δὲ μή, καταπεσὼν κείσομαι.
ἀλλʼ ἐν τῷ σῷ βούλομαι κόλπῳ
πληκτίζεσθαι μετὰ τῆς σῆς πυγῆς.
Κύπρι, τί μʼ ἐκμαίνεις ἐπὶ ταύτῃ;
μέθες, ἱκνοῦμαί σʼ, Ἔρως,
καὶ ποίησον τήνδʼ ἐς εὐνὴν
τὴν ἐμὴν ἱκέσθαι.
καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
εἰρημένʼ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,
ἄνοιξον, ἀσπάζου με.
διά τοι σὲ πόνους ἔχω.
ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
ἄνοιξον, ἀσπάζου με.
διά τοι σὲ πόνους ἔχω.
Γραῦς Α οὗτος, τί κόπτεις; μῶν ἐμὲ ζητεῖς; Νεανίας πόθεν;
Γραῦς Α καὶ τὴν θύραν γʼ ἤραττες. Νεανίας ἀποθάνοιμʼ ἄρα.
Γραῦς Α τοῦ δαὶ δεόμενος δᾷδʼ ἔχων ἐλήλυθας;
Νεανίας Ἀναφλύστιον ζητῶν τινʼ ἄνθρωπον. Γραῦς Α τίνα;
Νεανίας οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.
Γραῦς Α νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γʼ ἤν τε μή.
Νεανίας ἀλλʼ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
εἰσάγομεν, ἀλλʼ εἰσαῦθις ἀναβεβλήμεθα.
τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
Γραῦς Α ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτʼ ἦν, ὦ γλύκων·
νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.
Νεανίας τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
Γραῦς Α ἀλλʼ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
Νεανίας οὐκ οἶδʼ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.
Γραῦς Α ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.
Νεανίας ἀλλʼ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
Γραῦς Α οἶδʼ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι
θύρασί μʼ ηὗρες. ἀλλὰ πρόσαγε τὸ στόμα.
Νεανίας ἀλλʼ, ὦ μέλʼ ὀρρωδῶ τὸν ἐραστήν σου. Γραῦς Α τίνα;
Νεανίας τὸν τῶν γραφέων ἄριστον. Γραῦς Α οὗτος δʼ ἐστὶ τίς;
Νεανίας ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
ἀλλʼ ἄπιθʼ, ὅπως μή σʼ ἐπὶ θύραισιν ὄψεται.
Γραῦς Α οἶδʼ, οἶδʼ ὅ τι βούλει. Νεανίας καὶ γὰρ ἐγώ σε, νὴ Δία.
Γραῦς Α μὰ τὴν Ἀφροδίτην, ἥ μʼ ἔλαχε κληρουμένη,
μὴ ʼγώ σʼ ἀφήσω. Νεανίας παραφρονεῖς, ὦ γρᾴδιον.
Γραῦς Α ληρεῖς· ἐγὼ δʼ ἄξω σʼ ἐπὶ τἀμὰ στρώματα.
Νεανίας τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,
ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
Γραῦς Α μὴ σκῶπτέ μʼ, ὦ τάλαν, ἀλλʼ ἕπου δεῦρʼ ὡς ἐμέ.
Νεανίας ἀλλʼ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
Γραῦς Α νὴ τὴν Ἀφροδίτην, δεῖ γε μέντοι σʼ· ὡς ἐγὼ
τοῖς τηλικούτοις ξυγκαθεύδουσʼ ἥδομαι.
Νεανίας ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
κοὐκ ἂν πιθοίμην οὐδέποτʼ. Γραῦς Α ἀλλά, νὴ Δία,
ἀναγκάσει τουτί σε. Νεανίας τοῦτο δʼ ἐστὶ τί;
Γραῦς Α ψήφισμα, καθʼ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
Νεανίας λέγʼ αὐτὸ τί ποτε κἄστι. Γραῦς Α καὶ δή σοι λέγω.
ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος
νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
τὴν γραῦν προκρούσῃ πρῶτον. ἢν δὲ μὴ ʼθέλῃ
πρότερον προκρούειν, ἀλλʼ ἐπιθυμῇ τῆς νέας,
ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.
Νεανίας οἴμοι, Προκρούστης τήμερον γενήσομαι.
Γραῦς Α τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.
Νεανίας τί δʼ ἢν ἀφαιρῆταί μʼ ἀνὴρ τῶν δημοτῶν
ἢ τῶν φίλων ἐλθών τις; Γραῦς Α ἀλλʼ οὐ κύριος
ὑπὲρ μέδιμνόν ἐστʼ ἀνὴρ οὐδεὶς ἔτι.
Νεανίας ἐξωμοσία δʼ οὐκ ἔστιν; Γραῦς Α οὐ γὰρ δεῖ στροφῆς.
Νεανίας ἀλλʼ ἔμπορος εἶναι σκήψομαι. Γραῦς Α κλάων γε σύ.
Νεανίας τί δῆτα χρὴ δρᾶν; Γραῦς Α δεῦρʼ ἀκολουθεῖν ὡς ἐμέ.
Νεανίας καὶ ταῦτʼ ἀνάγκη μοὐστί; Γραῦς Α Διομήδειά γε.
Νεανίας ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου,
καὶ κλήμαθʼ ὑπόθου συγκλάσασα τέτταρα,
καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
Γραῦς Α ἦ μὴν ἔτʼ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
Νεανίας νὴ τὸν Δίʼ, ἤνπερ ᾖ γέ που τῶν κηρίνων.
οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σʼ αὐτίκα.
Νεᾶνις ποῖ τοῦτον ἕλκεις; Γραῦς Α τόνδʼ ἐμαυτῆς εἰσάγω.
Νεᾶνις οὐ σωφρονοῦσά γʼ· οὐ γὰρ ἡλικίαν ἔχει
παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.
ὥστʼ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
Γραῦς Α ὦ παμβδελυρά, φθονοῦσα τόνδε τὸν λόγον
ἐξηῦρες· ἀλλʼ ἐγώ σε τιμωρήσομαι.
Νεανίας νὴ τὸν Δία τὸν σωτῆρα, κεχάρισαί γέ μοι,
ὦ γλυκύτατον, τὴν γραῦν ἀπαλλάξασά μου.
ὥστʼ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
Γραῦς Β αὕτη σύ, ποῖ παραβᾶσα τόνδε τὸν νόμον
ἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
πρότερον καθεύδειν αὐτόν; Νεανίας οἴμοι δείλαιος.
πόθεν ἐξέκυψας, ὦ κάκιστʼ ἀπολουμένη;
τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
Γραῦς Β βάδιζε δεῦρο. Νεανίας μηδαμῶς με περιίδῃς
ἑλκόμενον ὑπὸ τῆσδʼ, ἀντιβολῶ σʼ. Γραῦς Β ἀλλʼ οὐκ ἐγώ,
ἀλλʼ ὁ νόμος ἕλκει σʼ. Νεανίας οὐκ ἐμέ γʼ, ἀλλʼ Ἔμπουσά τις,
ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.
Γραῦς Β ἕπου, μαλακίων, δεῦρʼ ἀνύσας καὶ μὴ λάλει.
Νεανίας ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν· εἰ δὲ μή,
αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μʼ αὐτίκα
ὑπὸ τοῦ δέους. Γραῦς Β θάρρει, βάδιζʼ. ἔνδον χεσεῖ.
Νεανίας δέδοικα κἀγὼ μὴ πλέον γʼ ἢ βούλομαι.
ἀλλʼ ἐγγυητάς σοι καταστήσω δύο
ἀξιόχρεως. Γραῦς Β μή μοι καθίστη. Γραῦς Γ ποῖ σὺ ποῖ
χωρεῖς μετὰ ταύτης; Νεανίας οὐκ ἔγωγʼ, ἀλλʼ ἕλκομαι.
ἀτὰρ ἥτις εἶ γε, πόλλʼ ἀγαθὰ γένοιτό σοι,
ὅτι μʼ οὐ περιεῖδες ἐπιτριβέντʼ. ὦ Ἡράκλεις,
ὦ Πᾶνες, ὦ Κορύβαντες, ὦ Διοσκόρω,
τοῦτʼ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
ἀτὰρ τί τὸ πρᾶγμʼ ἔστʼ, ἀντιβολῶ, τουτί ποτε;
πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
Γραῦς Γ μὴ σκῶπτέ μʼ, ἀλλὰ δεῦρʼ ἕπου. Γραῦς Β δευρὶ μὲν οὖν.
Γραῦς Γ ὡς οὐκ ἀφήσω σʼ οὐδέποτʼ. Γραῦς Β οὐδὲ μὴν ἐγώ.
Νεανίας διασπάσεσθέ μʼ, ὦ κακῶς ἀπολούμεναι.
Γραῦς Β ἐμοὶ γὰρ ἀκολουθεῖν σʼ ἔδει κατὰ τὸν νόμον.
Γραῦς Γ οὔκ, ἢν ἑτέρα γε γραῦς ἔτʼ αἰσχίων φανῇ.
Νεανίας ἢν οὖν ὑφʼ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
φέρε πῶς ἐπʼ ἐκείνην τὴν καλὴν ἀφίξομαι;
Γραῦς Γ αὐτὸς σκόπει σύ· τάδε δέ σοι ποιητέον.
Νεανίας ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
Γραῦς Β οὐκ οἶσθα; βαδιεῖ δεῦρʼ. Νεανίας ἀφέτω νύν μʼ αὑτηί.
Γραῦς Γ δευρὶ μὲν οὖν ἴθʼ ὡς ἔμʼ. Νεανίας ἢν ἡδί μʼ ἀφῇ.
Γραῦς Β ἀλλʼ οὐκ ἀφήσω μὰ Δία σʼ. Γραῦς Γ οὐδὲ μὴν ἐγώ.
Νεανίας χαλεπαί γʼ ἂν ἦστε γενόμεναι πορθμῆς. Γραῦς Β τιή;
Νεανίας ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.
Γραῦς Β σιγῇ βάδιζε δεῦρο. Γραῦς Γ μὰ Δίʼ ἀλλʼ ὡς ἐμέ.
Νεανίας τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.
πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;
Γραῦς Β καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.
Νεανίας οἴμοι κακοδαίμων· ἐγγὺς ἤδη τῆς θύρας
ἑλκόμενός εἰμʼ— Γραῦς Γ ἀλλʼ οὐδὲν ἔσται σοι πλέον.
ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ. Νεανίας μὴ πρὸς θεῶν·
ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.
Γραῦς Γ νὴ τὴν Ἑκάτην, ἐάν τε βούλῃ γʼ ἤν τε μή.
Νεανίας ὢ τρισκακοδαίμων, εἰ γυναῖκα δεῖ σαπρὰν
βινεῖν ὁλὴν τὴν νύκτα καὶ τὴν ἡμέραν,
κἄπειτʼ, ἐπειδὰν τῆσδʼ ἀπαλλαγῶ, πάλιν
Φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.
ἆρʼ οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν,
νὴ τὸν Δία τὸν σωτῆρʼ, ἀνὴρ καὶ δυστυχής,
ὅστις τοιούτοις θηρίοις συνείρξομαι.
ὅμως δʼ ἐάν τι πολλὰ πολλάκις πάθω
ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρʼ ἐσπλέων,
θάψαι μʼ ἐπʼ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,
καὶ τήνδʼ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος
ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε
μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ
ἄνω ʼπιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
Θεράπαινα ὢ μακάριος μὲν δῆμος, εὐδαίμων δʼ ἐγώ,
αὐτή τέ μοι δέσποινα μακαριωτάτη,
ὑμεῖς θʼ ὅσαι παρέστατʼ ἐπὶ ταῖσιν θύραις,
οἱ γείτονές τε πάντες οἵ τε δημόται,
ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
ἀγαθοῖσιν, ὦ Ζεῦ. πολὺ δʼ ὑπερπέπαικεν αὖ
τούτων ἁπάντων τὰ Θάσιʼ ἀμφορείδια.
ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον,
τὰ δʼ ἄλλʼ ἀπανθήσαντα πάντʼ ἀπέπτατο,
ὥστʼ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτʼ ὦ θεοί.
κέρασον ἄκρατον· εὐφρανεῖ τὴν νύχθʼ ὅλην
ἐκλεγομένας ὅ τι ἂν μάλιστʼ ὀσμὴν ἔχῃ.
ἀλλʼ, ὦ γυναῖκες, φράσατέ μοι τὸν δεσπότην,
τὸν ἄνδρʼ, ὅπου ʼστί, τῆς ἐμῆς κεκτημένης.
Χορός αὐτοῦ μένουσʼ ἡμῖν γʼ ἂν ἐξευρεῖν δοκεῖς.
Θεράπαινα μάλισθʼ· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
ὦ δέσποτʼ, ὦ μακάριε καὶ τρισόλβιε.
Βλέπυρος ἐγώ; Θεράπαινα σὺ μέντοι, νὴ Δίʼ, ὥς γʼ οὐδεὶς ἀνήρ.
τίς γὰρ γένοιτʼ ἂν μᾶλλον ὀλβιώτερος,
ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;
Χορός εὐδαιμονικόν γʼ ἄνθρωπον εἴρηκας σαφῶς.
Θεράπαινα ποῖ ποῖ βαδίζεις; Βλέπυρος ἐπὶ τὸ δεῖπνον ἔρχομαι.
Θεράπαινα νὴ τὴν Ἀφροδίτην, πολύ γʼ ἁπάντων ὕστατος.
ὅμως δʼ ἐκέλευε συλλαβοῦσάν μʼ ἡ γυνὴ
ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
καὶ τἄλλʼ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,
καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
ἴτω μεθʼ ἡμῶν· πάντα γὰρ παρέξομεν.
Βλέπυρος οὔκουν ἁπᾶσι δῆτα γενναίως ἐρεῖς
καὶ μὴ παραλείψεις μηδένʼ, ἀλλʼ ἐλευθέρως
καλεῖς γέροντα, μειράκιον, παιδίσκον; ὡς
τὸ δεῖπνον αὐτοῖς ἐστʼ ἐπεσκευασμένον
ἁπαξάπασιν—ἢν ἀπίωσιν οἴκαδε.
ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ʼπείξομαι·
ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.
Χορός τί δῆτα διατρίβεις ἔχων, ἀλλʼ οὐκ ἄγεις
τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
σμικρὸν δʼ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι,
τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,
τοῖς γελῶσι δʼ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ—
σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ—
μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
ὅτι προείληχʼ· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
μὴ ʼπιορκεῖν, ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,
μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
ὦ, ὦ, ὥρα δή,
ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
ἐπὶ τὸ δεῖπνον ὑπανακινεῖν. Κρητικῶς οὖν τὼ πόδε
καὶ σὺ κίνει. Βλέπυρος τοῦτο δρῶ. Χορός καὶ τάσδε νῦν ...
...... λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
τάχα γὰρ ἔπεισι
λοπαδοτεμαχοσελαχογαλεο-
κρανιολειψανοδριμυποτριμματο-
σιλφιολιπαρομελιτοκατακεχυμενο-
κιχλεπικοσσυφοφαττοπεριστερα-
λεκτρυονοπτοπιφαλλιδοκιγκλοπε-
λειολαγῳοσιραιοβαφητραγα-
νοπτερυγών. σὺ δὲ ταῦτʼ ἀκροασάμε-
νος ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον.
εἶτα λαβὼν κόνισαι
λέκιθον, ἵνʼ ἐπιδειπνῇς.
ἀλλὰ λαιμάττουσί που.
αἴρεσθʼ ἄνω, ἰαί, εὐαί,
δειπνήσομεν, εὐοῖ, εὐαί,
εὐαί, ὡς ἐπὶ νίκῃ.
εὐαί, εὐαί, εὐαί, εὐαί.