eul_wid: daw-ag
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Domestic and Market Scenes by Aristophanes of Athens

Domestic and Market Scenes is a title given to a lost compilation of comic fragments attributed to Aristophanes of Athens. The work is not a single, unified play but rather a later collection of excerpts, likely from various lost comedies by the poet. Its alternative Greek title, meaning "Fragments" or "Pieces Torn Off," underscores its nature as an anthology. It does not appear among the canonical eleven surviving Aristophanic comedies or in ancient lists of his known lost works.

The content of such a compilation would inherently lack a single thematic focus, instead reflecting the broad range of subjects Aristophanes treated across his career. Based on the extant plays and other fragments, these excerpts would typically encompass the political and social satire of Athenian public life, parody of contemporary intellectuals and tragedians, robust sexual and scatological comedy, and the fantastical plots and metamorphoses characteristic of Old Comedy. The work survives only as a title in the historical record; the figure sometimes associated with it, suggesting a collection of hundreds of passages, corresponds to modern catalogues of Aristophanic fragments rather than to an ancient manuscript. Such a compilation was probable assembled during the Hellenistic or Roman period for academic or literary purposes.

While this specific anthology has no documented reception history of its own, the fragments it represents are of considerable scholarly interest. They provide piecemeal insights into the full breadth of Aristophanes' dramatic output and contribute to a more complete understanding of Old Comedy beyond the limited corpus of plays that survive intact.

ΑΙΟΛΟΣΙΚΩΝ.
Ἀλλʼ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω
Ἁπαξάπανθʼ ὅσʼ ἂν κελεύῃς, ὦ γύναι.
Ὅπερ δὲ λοιπὸν μόνον ἔτʼ ἦν ἐν τῇ γνάθῳ
Διώβολον, γεγένητʼ ἐμοὶ δικόλλυβον.
Δοῖδυξ, θυΐα, τυρόκνηστις, ἐσχάρα.
Καὶ μὴν τὸ δεῖνʼ, ἀκροκώλια δή σοι τέτταρα
ἥψησα τακερά.
Τῶν δὲ γηθύων
ῥίζας, ἐχούσας σκοροδομίμητον φύσιν.
Ἥκω Θεαρίωνος ἀρτοπώλιον
λιπών, ἵνʼ ἐστὶ κριβάνων ἑδώλια.
Καί κʼ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.
Κοιτὼν ἁπάσαις εἷς, πύελος δὲ μίʼ ἀρκέσει.
Καὶ διαστίλβονθʼ ὁρῶμεν
ὥσπερ ἐν καινῷ λυχνούχῳ
πάντα τῆς ἐξωμίδος.
Α. Οὐκ ἐτός, ὦ γυναῖκες,
πᾶσι κακοῖσιν ἡμᾶς
φλῶσιν ἑκάστοτʼ ἄνδρες;
Β. Δεινὰ γὰρ ἔργα δρῶσαι
λαμβανόμεσθʼ ὑπʼ αὐτῶν.
Καὶ διʼ ὀπῆς κἀπὶ τέγους.
ΑΜΦΙΑΡΑΟΣ.
Α. Γύναι τί τὸ ψοφῆσάν ἐσθʼ; Β. ἁλεκτρυὼν
τὴν κύλικα καταβέβληκεν. Α. Οἰμώζουσά γε.
Ἔπειτʼ ἔρειξον ἐπιβαλοῦσʼ ὁμοῦ πίσοις.
Ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς.
Πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων;
Λαμπτρεὺς ἔγωγε τῶν κάτω.
Νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ;
Ἀλλʼ ὦ θύγατερ, ἔλεξʼ Ἰασοῖ πρευμενής.
Ὀσφὺν δʼ ἐξ ἄκρων διακίγκλισον ἠΰτε κίγκλος
ἀνδρὸς πρεσβύτου· τελέειν δʼ ἀγαθὴν ἐπαοιδήν.
Καὶ τοὺς μὲν ὄφεις, οὓς ἐπιπέμπεις,
ἐν κίστῃ που κατασήμηναι
καὶ παῦσαι φαρμακοπωλῶν.
Καὶ νὴ Δίʼ ἐκ τοῦ δωματίου γε νῷν φέρε
κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν.
Ταυτὶ τὰ κρέʼ αὐτῷ παρὰ γυναικός του φέρω.
Ὦ μιαρὲ καὶ Φρυνῶνδα καὶ πονηρὲ σύ.
Οἶδα μὲν ἀρχαῖόν τι δρῶν κοὐχὶ λέληθʼ ἐμαυτόν.
Ἀφʼ οὗ κωμῳδικὸν μορμολυκεῖον ἔγνων.
ΑΝΑΓΥΡΟΣ.
Μὴ κλᾶʼ. ἐγώ σοι βουκέφαλον ὠνήσομαι.
Ψῆχʼ ἠρέμα
τὸν βουκέφαλον καὶ κοππατίαν.
Α. Ὡς δʼ ὀρθοπλήξ. Β. πέφυκε γὰρ δυσγάργαλις.
Πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν
καὶ κερκώπην θηρευσαμένη
καλάμῳ λεπτῷ.
Οὐχ ἑψητῶν λοπάς ἐστιν.
Εἰ μὴ παραμυθεῖ μʼ ὀψαρίοις ἑκάστοτε.
Πλὴν ἀλεύρου καὶ ῥόας.
Καὶ μὴν χθές γʼ ἦν Πέρδιξ χωλός.
Καὶ ξυννένοφε καὶ χειμέρια βροντᾷ μάλʼ αὖ.
Ὅρμου παρόντος τὴν ἀτραπὸν κατερρύην.
Ἐν τῷ στόματι τριημιωβόλιον ἔχων.
Α. Τοῦτʼ αὐτὸ πράττω, δύʼ ὀβολὼ καὶ σύμβολον
ὑπὸ τῷ ʼπικλίντρῳ. Β. Μῶν τις αὔτʼ ἀνείλετο;
Καὶ μὴν σκάφη ʼσθʼ, ὡς ἄν τι ᾖ σπονδεῖον, ᾧ ʼνεμοῦμεν.
Ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπληγίδας ποιῶν.
Ἀλλὰ πάντας χρὴ παραλοῦσθαι, καὶ τοὺς σπόγγους ἐᾶν.
ΒΑΒΥΛΩΝΙΟΙ.
Ὦ Ζεῦ, τὸ χρῆμα τῆς νεολαίας ὡς καλόν.
Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυγράμματος.
Ἀνὴρ πεδήτης ἰτέαν ἐνημμένος.
Ἦ που κατὰ στοίχους κεκράξονταί τι βαρβαριστί.
Ἵστασθʼ ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας.
Κατάγου ῥοθιάζων.
ναῦς ὅταν ἐκ πιτύλων ῥοθιάζῃ σώφρονι κόσμῳ.
Εὖ γʼ ἐξεκολύμβησʼ οὑπιβάτης, ὡς ἐξοίσων ἐπίγειον.
Ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
Ἀνήρ τις ἡμῖν ἐστιν ἐγκινούμενος.
Α. Δεῖ διακοσίων δραχμῶν.
Β. Πόθεν οὖν γένοιντʼ ἄν; Α. Τὸν κότυλον τοῦτον φέρε.
Πόσους ἔχει στρωτῆρας ἁνδρὼν οὑτοσί;
Ὡς εὖ καλυμματίοις τὸν οἶκον ἤρεφεν.
Μέσην ἔρειδε πρὸς τὸ σιμόν.
Ἐννεύει με φεύγειν οἴκαδε.
Εἰς ἄχυρα καὶ χνοῦν.
Ἢ δῶρʼ αἰτῶν ἀρχὴν πολέμου μετὰ Πεισάνδρου πορίσειεν.
Ἢ βοιδαρίων τις ἀπέκτεινε ζεῦγος χολίκων ἐπιθυμῶν.
ΓΕΩΡΓΟΙ.
Α. Ἐθέλω γεωργεῖν. εἶτα τίς με κωλύει;
Β. ἡμεῖς. Α. ἐπεὶ δίδωμι χιλίας δραχμάς,
ἐάν με τῶν ἀρχῶν ἀφῆτε. Β. δεχόμεθα·
δισχίλιαι γάρ εἰσι σὺν ταῖς Νικίου.
Συκᾶς φυτεύω πάντα πλὴν Λακωνικῆς.
τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν.
οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα.
Τί δῆτα τούτων τῶν κακῶν, ὦ παῖ, γλίχει;
Εἰρήνη βαθύπλουτε καὶ ζευγάριον βοεικόν,
εἰ γὰρ ἐμοὶ παυσαμένῳ τοῦ πολέμου γένοιτο
σκάψαι κἀποκλάσαι τε καὶ λουσαμένῳ διελκύσαι
τῆς τρυγὸς ἄρτον λιπαρὸν καὶ ῥάφανον φέροντι.
Α. Ὅ του δοκεῖ σοι δεῖν μάλιστα τῇ πόλει;
Β. Ἐμοὶ μὲν αἵνειν μολγόν· οὐκ ἀκήκοας;
Εἶτʼ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
Ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
Εἴ γʼ ἐγκιλικίσαιμʼ, ἐξολοίμην, φαθὶ λέγων.
Ὦ πόλι φίλη Κέκροπος, αὐτοφυὲς Ἀττική,
χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός.
Ἐν ἀγορᾷ δʼ αὖ πλάτανον εὖ διαφυτεύσομεν.
Ἐξ ἄστεως νῦν εἰς ἀγρὸν χωρῶμεν· ὡς πάλαι δή
ἡμᾶς ἔδει τῷ χαλκίῳ λελουμένους σχολάζειν.
Λάχητας, Μεγακλέας καὶ Λαμάχους.
ΓΗΡΑΣ.
Ὀφθαλμιάσας πέρυσιν εἶτʼ ἔσχον κακῶς,
ἔπειθʼ ὑπαλειφόμενος παρʼ ἰατρῷ.
Α. Τουτὶ τί ἦν τὸ πρᾶγμα; Β. Θερμούς, ὦ τέκνον.
Α. Ἀλλʼ ἦ παραφρονεῖς; Β. Κριβανίτας, ὦ τέκνον.
Ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτας.
Ἐπὶ τοῦ περιδρόμου στᾶσα τῆς συνοικίας.
Ὦ πρεσβῦτα πότερα φιλεῖς τὰς δρυπετεῖς ἑταίρας
ἢ σὺ τὰς ὑποπαρθένους, ἁλμάδας ὡς ἐλάας,
στιφράς;
Λόρδου κιγκλοβάταν ῥυθμόν.
Ἀποπλευστέʼ οὖν ἐπὶ τὸν νυμφίον, ᾧ γαμοῦμαι
τήμερον.
Ἔδει δέ γέ σʼ ἐκβληθεῖσαν εἰς Ἁλμυρίδας
γυναικὶ τῃδὶ μὴ παρέχειν σε πράγματα.
Α. Σὺ δʼ οὐκ ἐγήμω; Β. Νὴ Δίʼ, ὀλίγας ἡμέρας.
Πτωχικοῦ βακτηρίου.
Βακτηρία δὲ Περσὶς ἀντὶ καμπύλης.
Κοπίδι τῶν μαγειρικῶν.
Ἐγὼ δʼ ἀπολοπίζειν τε κᾆτʼ ἐπʼ ἀνθράκων.
Ὑδρίαν δανείζειν πεντέχουν ἢ μείζονα.
Ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη.
Ὀξωτά, σιλφιωτά, βολβός, τεύτλιον,
ὑπότριμμα, θρῖον, ἐγκέφαλον, ὀρίγανον,
καταπυγοσύνη ταῦτʼ ἐστὶ πρὸς κρέας μέγα.
Α. Τίς ἂν φράσειε ποῦ ʼστι τὸ Διονύσιον;
Β. ὅπου τὰ μορμολυκεῖα προσκρεμάννυται.
Εἰ παιδαρίοις ἀκολουθεῖν δεῖ σφαῖραν καὶ στλεγγίδʼ ἔχοντα.
ΓΗΡΥΤΑΔΗΣ.
Α. Καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
ἔτλη κατελθεῖν; Β. ἕνʼ ἀφʼ ἑκάστης τῆς τέχνης
εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας,
οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ
ἐκεῖσε φιλοχωροῦντας. Α. εἰσὶ γάρ τινες
ἄνδρες παρʼ ὑμῖν ᾁδοφοῖται; Β. νὴ Δία
μάλιστά γʼ. Α. ὥσπερ Θρᾳκοφοῖται; Β. πάντʼ ἔχεις.
Α. καὶ τίνες ἂν εἶεν; Β. πρῶτα μὲν Σαννυρίων
ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν
Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας. …
Α. Ὡς σφόδρʼ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθʼ ἄρα.
τούτους γὰρ ἢν πολλῷ ξυνέλθῃ ξυλλαβὼν
ὁ τῆς διαρροίας ποταμὸς οἰχήσεται.
Τὴν μάλθαν ἐκ τῶν γραμματείων ἤσθιον.
Ἆρʼ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία;
ὡς μὲν γάρ εἰσι νήστιδες, γιγνώσκεται.
Πόλος τόδʼ ἐστίν; εἶτα πόστην ἥλιος τέτραπται;
Ἀκροκώλιʼ, ἄρτοι, κάραβοι, βολβοί, φακῆ.
Πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν;
Θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
Α. Καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμʼ ἂν ῥήματα;
Β. εἰς ὄξος ἐμβαπτόμενος ἢ ξηροὺς ἅλας.
Ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον.
Ἥκω Θεαρίωνος ἀρτοπώλιον
λιπών, ἵνʼ ἐστὶ κριβάνων ἑδώλια.
Χαριεντίζει καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύει.
Ψίθυρός τε καλοῦ καὶ ψωμοκόλαξ.
Τότε μὲν Διόνυσέ σου κατεκοττάβιζον ἄν,
νυνὶ δέ σου κατεμοῦσι, τάχα δʼ εὖ οἶδʼ ὅτι
καὶ καταχέσονται.
Φήμαις οὖν ἐγὼ βροτῶν ἅπαντας ἐκλαπῆναι.
ΔΑΙΔΑΛΟΣ.
Εἰ δή τις ὑμῶν εἶδεν Εὐρύβατον Δία.
Πάσαις γυναιξὶν ἐξ ἑνός γέ του τρόπου
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
Ὠιὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών.
Ἓν ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
Καὶ ταῦτʼ ἔχοντα πουλύπους καὶ σηπίας
Τὸν πουλύπουν μοὔθηκε.
Πληγαὶ λέγονται πουλύπου πιλουμένου.
Ὁ μηχανοποιός, ὁπότε βούλει τὸν τροχὸν
ἐλᾶν ἀνεκάς, λέγε, χαῖρε φέγγος ἡλίου.
Περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος
νῦν ἐστι; περὶ ὄνου σκιᾶς.
ΔΑΙΤΑΛΕΙΣ.
Καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα.
Ἐγὼ δʼ ἰὼν
πέψω πλακοῦντʼ ἐς ἑσπέραν χαρίσιον.
Φέρʼ ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς;
Τῆς μυρηρᾶς ληκύθου
πρὶν κατελάσαι τὴν σπαθίδα, γεύσασθαι μύρου.
Ταχύ νυν ποτὸν καὶ μὴ τροπίαν οἶνον φέρε.
Οὐκ ἀλλὰ τοῦτό γʼ ἐπίχυσις τοῦ χαλκίου.
Κἄγειν ἐκεῖθεν κακκάβην.
Ἐπιδείπνιον βασιλεὺς θέαν
τοῖς δαιταλεῦσιν, ὥσπερ ἄξιον λόγον,
χαριζόμενος τὸ δρᾶμα τοῦτʼ ἐδείκνυεν.
Ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
ἐδίδου ῥοφεῖν ἄν.
Οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ
πλύνων ἅπασιν ὅσα σύνοιδʼ αὐτῷ κακά.
Τί δαί; κυνίδιον λεπτὸν ἐπρίω τῇ θεᾷ
εἰς τὰς τριόδους;
Ἆισον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.
Ὦ πορνεία καὶ ἀναιδεία.
Α. Πρὸς ταῦτα σὺ λέξον Ὁμήρου ἐμοὶ γλώττας, τί κα- λοῦσι κόρυμβα;
Α. Τί καλοῦσʼ ἀμενηνὰ κάρηνα;
Β. Ὁ μὲν οὖν σός, ἐμὸς δʼ οὗτος ἀδελφὸς φρασάτω, τί καλοῦσιν ἰδυίους;
Β. Τί καλοῦσιν ἀποινᾶν;
Α. Ἀλλʼ εἶ σορέλλη καὶ μύρον καὶ ταινίαι.
Β. Ἰδού, σορέλλη τοῦτο παρὰ Λυσιστράτου.
Α. Ἡμῶν ἴσως σὺ καταπλιγήσει τῷ χορῷ.
Β. Τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων.
Α. Ἀποβύσεταί σοι ταῦτά πη τὰ ῥήματα.
Β. Παρʼ Ἀλκιβιάδου τοῦτο τἀποβύσεται.
Α. Τί ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις
καλοκαγαθεῖν ἀσκοῦντας; Β. Οἴμʼ, ὦ Θρασύμαχε,
τίς τοῦτο τῶν ξυνηγόρων τερθρεύεται;
Ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος
εἶτά με σκάπτειν κελεύεις;
Ἔγνωκʼ ἐγὼ δὲ χαλκίον
τοῦτό γʼ ἐς τὸ κοτταβεῖον ἱστάναι καὶ μυρρίνας.
Ἀλλʼ οὐ γὰρ ἔμαθε ταῦτʼ ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον
πίνειν, ἔπειτʼ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν,
Συβαρίτιδάς τʼ εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν.
Καὶ λεῖος, ὥσπερ ἔγχελυς χρυσοῦς ἔχων κικίννους.
Εἰ μὴ δικῶν τε γύργαθος ψηφισμάτων τε θωμός.
Εἰς τὰς τριήρεις δεῖν ἀναλοῦν ταῦτα καὶ τὰ τείχη,
εἰς οἷʼ ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα.
Ἔσειον, ᾔτουν χρήματʼ, ἠπείλουν, ἐσυκοφάντουν.
Εἰ μὴ μεταλάβῃ τοὐπίπεμπτον, κλᾳέτω.
Ὁ δʼ ἡλιαστὴς εἷρπε πρὸς τὴν κιγκλίδα.
Τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει.
Ἀπόλωλα· τίλλων τὸν λάγων ὀφθήσομαι.
Οὐδʼ ἐστὶν αὐτῷ στλεγγὶς οὐδὲ λήκυθος.
Οὐδʼ ἀργύριʼ ἐστὶ κατακεκερματισμένα.
Καὶ κόσκινον ἠπήσασθαι.
Ὅτε τὰς ὀὰς … ἴσας ἐποιήσατο,
ΔΑΝΑΙΔΕΣ.
Καὶ τὸν κυλλάστιν φθέγγου καὶ τὸν Πετόσιριν.
Μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου χύτρας,
μεθʼ ὧν ὁ βωμὸς οὗτος ἱδρύθη ποτέ.
Ἀλλʼ εἴσιθʼ, ὡς τὸ πρᾶγμʼ ἐλέγξαι βούλομαι
τουτί· προσόζειν γὰρ κακοῦ τού μοι δοκεῖ.
Κακῶν τοσούτων ξυνελέγη μοι σώρακος.
Καὶ δακτύλιον χαλκοῦν φέρων ἀπείρονα.
Πρὸς τὸν στροφέα τῆς αὐλείας σχίνου κεφαλὴν κατορύττειν.
Τραπόμενον εἰς τοὔψον λαβεῖν
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.
Ἤδη παροινεῖς ἢ ʼμὲ πρὶν δεδειπνάναι.
Λύσας ἴσως ἂν τὸν λάγων ξυναρπάσειεν ἡμῶν.
Ὁ χορὸς δʼ ὠρχεῖτʼ ἂν ἐναψάμενος δάπιδας καὶ στρω- ματόδεσμα,
Διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ ῥαφανῖσιν.
Οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο.
Μὴ τἆρʼ εἶναί μʼ ἐγκριδοπώλην.
Τῶν χοίρων μνοῦς ἔριʼ ἐστίν.
ΔΡΑΜΑΤΑ Α. Β.
ΔΡΑΜΑΤΑ Η ΚΕΝΤΑΥΡΟΣ.
Ἐγὼ γάρ, εἴ τί σʼ ἠδίκηκʼ, ἐθέλω δίκην
δοῦναι πρόδικον ἐν τῶν φίλων τῶν σῶν ἑνί.
Ἀνοιγέτω τις δώματʼ· αὐτὸς ἔρχεται.
Ἀλλʼ εἰς κάδον λαβών τινʼ οὔρει πίττινον.
Πτίσσω, βράττω, μάττω, δεύω, πέττω, καταλῶ.
Χωρεῖ ἄκλητος ἀεὶ δειπνήσων· οὐ γὰρ ἄκανθαι.
Τὸ δὲ πορνεῖον Κύλλου πήρα.
ΔΡΑΜΑΤΑ Η ΝΙΟΒΟΣ.
Οὐδὲν μὰ Δίʼ ἐρῶ λοπάδος ἑψητῶν.
Οἴμοι κακοδαίμων ὁ λύχνος ἡμῖν οἴχεται.
Καὶ πῶς ἀπορραίσας λυχνοῦχον κἄλαθες;
Ἀλλʼ ὥσπερ λύχνος
ὁμοιότατα καθηῦδʼ ἐπὶ τοῦ λυχνιδίου.
Ὁ δʼ εἰς τὸ πλινθεῖον γενόμενος ἐξέτρεψε.
ΔΡΑΜΑΤΑ.
Ἀλλʼ εὔχομαι ̓́γωγʼ ἑλκύσαι σε τὸν ζυγόν,
Ἵνα μή με προσπράττωσι γραῦν οἱ φράτορες.
Αὐτοῖς σταθμοῖς ἐξέβαλε τὰς σιαγόνας.
Πάντες δʼ ἔνδον πεταχνοῦνται.
ΕΙΡΗΝΗ ΔΕΥΤΕΡΑ.
Πόθεν τὸ φῖτυ, τί τὸ γένος, τίς ἡ σπορά;
Α. Τοῖς πᾶσιν ἀνθρώποισιν Εἰρήνης φίλης
πιστὴ τροφός, ταμία, συνεργός, ἐπίτροπος,
θυγάτηρ, ἀδελφή, πάντα ταῦτʼ ἐχρῆτό μοι.
Β. Σοὶ δʼ ὄνομα δὴ τί ἐστιν; Α. Ὅ τι; Γεωργία.
Β. Ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,
Ἄσμενός σʼ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους.
Τὴν δʼ ἀσπίδα
ἐπίθημα τῷ φρέατι παράθες εὐθέως.
Μή μοι Ἀθηναίους αἰνεῖτʼ, ἢ μολγοὶ ἔσονται.
Ἰὼ Λακεδαίμων, τί ἄρα πείσει τήμερα.
ΗΡΩΕΣ.
Οἱ γὰρ ἥρως ἐγγύς εἰσιν.
Μὴ γεύεσθε δʼ ἅττʼ ἂν καταπέσῃ
τῆς τραπέζης ἐντός.
Μήτε ποδάνιπτρον θύραζʼ ἐκχεῖτε μήτε λούτριον.
Κἀπὸ τῆς Διϊτρέφους τραπέζης.
Α. Οὐκ ἠγόρευον; οὗτός ἐστʼ οὐκ Ἀργόλας.
Β. Μὰ Δίʼ οὐδέ γʼ Ἕλλην· ὅσον ἔμοιγε φαίνεται.
Τρέχʼ εἰς τὸν οἶνον ἀμφορέα κενὸν λαβὼν
τῶν ἔνδοθεν καὶ βύσμα καὶ γευστήριον,
κἄπειτα μίσθου σαυτὸν ἀμφορεαφορεῖν.
Ὀβολῶν δεουσῶν τεττάρων καὶ τῆς φορᾶς.
Ἢ καρδοπείῳ περιπαγῇ τὸν αὐχένα.
Παύσειν ἔοιχʼ ἡ παυσικάπη κάπτοντά σε.
Ἴθι δὴ λαβὼν τὸν ῥόμβον ἀνακωδώνισον.
ΘΕΣΜΟΦΟΡΙΑΖΟΥΣΑΙ ΔΕΥΤΕΡΑΙ.
Οἶνον δὲ πίνειν οὐκ ἐάσω Πράμνιον,
οὐ Χῖον, οὐδὲ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδʼ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
Α. Ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον
ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους,
ἢ νῆστις ὀπτᾶτʼ, ἢ γαλεός, ἢ τευθίδες;
Β. μὰ τὸν Δίʼ οὐ δῆτʼ. Α. οὐδὲ βατίς; Β. οὐδʼ ἤμʼ ἐγώ.
Α. οὐδὲ χόριʼ οὐδὲ πῦος, οὐδʼ ἧπαρ κάπρου,
οὐδὲ σχαδόνες, οὐδʼ ἠτριαῖον δέλφακος;
οὐδʼ ἐγχέλειον, οὐδὲ κάραβον μέγαν
γυναιξὶ κοπιώσαισιν ἐπεκουρήσατε;
Ὦ Ζεῦ πολυτίμηθʼ, οἷον ἔπνευσεν ὁ μιαρὸς
φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου
καὶ βακκάριδος.
Ὅσα περίεργʼ αὐταῖσι τῶν φορημάτων
ὅσοις τε περιπέττουσιν αὑτὰς προσθέτοις.
Α. Ξυρόν, κάτοπτρον, ψαλίδα, κηρωτήν, λίτρον,
προκόμιον, ὀχθοίβους, μίτρας, ἀναδήματα,
ἔγχουσαν, ὄλεθρον τὸν βαθύν, ψιμύθιον,
μύρον, κίσηριν, στρόφιʼ, ὀπισθοσφενδόνην,
κάλυμμα, φῦκος, περιδέραιʼ, ὑπογράμματα,
τρυφοκαλάσιριν, ἐλλέβορον, κεκρύφαλον,
ζῶμʼ, ἀμπέχονον, τρύφημα παρυφές, ξυστίδα,
χιτῶνα, βάραθρον, ἔγκυκλον, κομμώτριον·
τὰ μέγιστα δʼ οὐκ εἴρηκα τούτων. Β. εἶτα τί;
Α. διόπας, διάλιθον, πλάστρα, μαλάκιον, βότρυν,
χλίδωνα, περόνας, ἀμφιδέας, ὅρμους, πέδας,
σφραγῖδας, ἁλύσεις, δακτυλίους, καταπλάσματα,
πομφόλυγας, ἀποδέσμους, ὀλίσβους, σάρδια,
ὑποδερίδας, ἑλικτῆρας, ἄλλα πολλά θʼ ὧν
οὐδʼ ἂν λέγων λήξαι τις.
Καὶ κατʼ Ἀγάθωνʼ ἀντίθετον ἐξευρημένον.
Ἀναβῆναι τὴν γυναῖκα βούλομαι.
Ἄμφοδον ἐχρῆν αὐτῷ τεθεῖσθαι τοὔνομα.
Σακίον, ἐν οἷσπερ τἀργύριον ταμιεύεται.
Ἀγαθὰ μεγάλα τῇ πόλει
ἥκειν φέροντάς φασι τοὺς Πυλαγόρας
… καὶ τὸν ἱερομνήμονα.
Ὡς διά γε τοῦτο τοὔπος οὐ δύναμαι φέρειν
σκεύη τοσαῦτα καὶ τὸν ὦμον θλίβομαι.
Οἴμοι κακοδαίμων τῆς τόθʼ ἡμέρας, ὅτε
εἶπέν μʼ ὁ κήρυξ, οὗτος ἀλφάνει.
Τὴν πτέρυγα παραλύσασα τοῦ χιτωνίου
καὶ τῶν ἀποδέσμων, οἷς ἐνῆν τιτθίδια.
Ἦν μέγα τι χρῆμʼ ἔτι τρυγῳδοποιομουσική,
ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον
λαμπρὸν ἐνομίζετʼ ἀπόνως παραβεβλημένον,
ἄλλα τε τοιαῦθʼ ἕτερα μυρίʼ ἐκιχλίζετο.
Μήτε Μούσας ἀνακαλεῖν ἑλικοβοστρύχους
μήτε Χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας·
ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος.
Ἅμα δʼ ἠπίαλος πυρετοῦ πρόδρομος.
ΚΩΚΑΛΟΣ.
Πάρες, ὤ, κατέτριβεν ἱμάτια κἄπειτά πως
Φῷδας τοσαύτας εἶχε τὸν χειμῶνʼ ὅλον.
Ἀλλʼ ἐστίν, ὦ πάτερ, κομιδῆ μεσημβρία,
ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
Α. Ἦ λοιδορία τις ἐγένεθʼ ὑμῖν; Β. πώμαλα·
οὐδʼ εἶπον οὐδέν.
Ἐκδότω δέ τις
καὶ ψηφολογεῖον ὧδε καὶ δίφρω δύο.
Κοφίνους δὲ λίθων ἐκέλευες·
ἡμᾶς ἱμᾶν ἐπὶ τὸν κέραμον.
Ἤμουν ἄγριον
βάρος· ἤγειρεν γάρ τοί μʼ οἶνος
μὴ συμμιχθεὶς Ἀχελώῳ.
ΛΗΜΝΙΑΙ.
Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς.
Ἐνταῦθα δʼ ἐτυράννευεν Ὑψιπύλης πατὴρ
Θόας, βραδύτατος ὢν ἐν ἀνθρώποις δραμεῖν.
Τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους.
Ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαρʼ ἑστία δέδεκται.
Οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου
ὑπογάστριον.
Καὶ τὴν κρατίστην δαίμονʼ ἧς νῦν θερμός ἐσθʼ ὁ βωμός.
Ἀλλʼ ἀρτίως κατέλιπον αὐτὴν σμωμένην
ἐν τῇ πυέλῳ.
Ἕως νεαλής ἐστιν αὐτὴν τὴν ἀκμήν.
Ἦ καρδιώττεις; ἀλλὰ πῶς χρῆσται ποιεῖν;
Πεντελίθοισί θʼ ὁμοῦ λεκάνης παραθραύσμασι.
Αἱ γυναῖκες τὸν Δόριλλον φραγνύωνται.
ΝΑΥΑΓΟΣ.
Τί ὦ πονηρέ μʼ ἐξορίζεις ὡσπερεὶ
κλιντήριον;
ΝΕΦΕΛΑΙ ΠΡΟΤΕΡΑΙ.
Ἐς τὴν Πάρνηθʼ ὀργισθεῖσαι φροῦδαι κατὰ τὸν Λυκά- βηττον.
Κείσεσθον, ὥσπερ πηνίω, κινουμένω.
Μηδὲ στέψω κοτυλίσκον.
Πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
ἁρχαὶ τὰ πρυτανεῖʼ, ἀλλʼ ἔνῃ τε καὶ νέᾳ;
Β. Ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι παθεῖν,
ἵνʼ ὡς τάχιστα τὰ πρυτανεῖʼ ὑφελοίατο,
διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.
ΝΗΣΟΙ.
Ὦ μῶρε, μῶρε, ταῦτα πάντʼ ἐν τῇδʼ ἔνι
Οἰκεῖν μὲν ἀργὸν αὐτὸν ἐν τῷ γηδίῳ
ἀπαλλαγέντα τῶν κατʼ ἀγορὰν πραγμάτων,
κεκτημένον ζευγάριον οἰκεῖον βοοῖν,
ἔπειτʼ ἀκούειν προβατίων βληχωμένων,
τρυγός τε φωνὴν εἰς λεκάνην ὠθουμένης,
ὄψῳ δὲ χρῆσθαι σπινιδίοις τε καὶ κίχλαις,
καὶ μὴ περιμένειν ἐξ ἀγορᾶς ἰχθύδια
τριταῖα, πολυτίμητα, βεβασανισμένα
ἐπʼ ἰχθυοπώλου χειρὶ παρανομωτάτῃ.
Α. Τί σὺ λέγεις; εἰσὶν δὲ ποῦ;
Β. Αἱδὶ κατʼ αὐτὴν ἣν βλέπεις τὴν εἴσοδον.
Ὡς ἐς τὴν γῆν κύψασα κάτω καὶ ξυννενοφυῖα βαδίζει.
Λέξεις ἄρα
ὥσπερ τὰ παιδίʼ, ἔξεχʼ ὦ φίλʼ ἥλιε.
Ἀλλʼ οὐ τυγχάνει
ἐπίδημος ὤν.
Καταλιπὼν Παναίτιον πίθηκον.
Θλαστὰς ποιεῖν ἐλάας.
Οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
Θλαστὰς γὰρ εἶναι κρεῖττόν ἐστʼ ἤ γʼ ἁλμάδας.
ΟΛΚΑΔΕΣ.
Πρώην ἐρανιστὰς ἑστιῶν ἥψησʼ ἔτνος.
Ἀλλʼ ἱμάντα μοι
Δὸς καὶ ζμινύην· ἐγὼ γὰρ εἶμʼ ἐπὶ ξύλα.
Ἐπεὶ δʼ ἐγενόμην οἷπερ ᾖʼ ἐπὶ ξύλα.
Λόγχαι δʼ ἐκαυλίζοντο καὶ ξυστὴ κάμαξ.
Ποῖ δὴ τὸν ὀρνίθειον οἰκίσκον φέρεις;
Δάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
τὸν κάτω σπατάγγην.
Ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορʼ ἐκλέγει τʼ ἀεὶ
ἐκ τοῦ γενείου τὰς πολιάς.
Παῖδες ἀγένειοι, Στράτων
καὶ Κλεισθένης.
Ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος
εὐρύπρωκτος ὥσπερ Εὔαθλος παρʼ ὑμῖν τοῖς νέοις.
Καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι τρο- παῖον.
Ἀράκους, πυρούς, πτισάνην, χόνδρον, ζειάς, αἴρας, σε- μίδαλιν.
Σκαφίδας, μάκτρας, Μοσσυνικὰ μαζονομεῖα.
Σπυρὶς οὐ μικρὰ καὶ κωρυκίς, ἣ καὶ τοὺς μάττοντας ἐγείρει.
Σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες.
Ὦ κακοδαίμων, ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
Ἰὼ Λακεδαῖμον, τί ἄρα πείσει τήμερα;
Ἁλμαίαν πιών.
ΠΕΛΑΡΓΟΙ.
Ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.
Ὁ μὲν ᾖδεν Ἀδμήτου λόγον πρὸς μυρρίνην,
ὁ δʼ αὐτὸν ἠνάγκαζεν Ἀρμοδίου μέλος.
Ἀπεσημηνάμην
τὰς τῶν κακούργων οἰκίας.
Ἢν γὰρ ἕνʼ ἄνδρʼ ἄδικον σὺ διώκῃς, ἀντιμαρτυροῦσι
δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι.
Κεφαλάς τʼ ἀρνῶν κωλᾶς τʼ ἐρίφων.
Χαλκώματα, προσκεφάλαια.
Βαλανεὺς δʼ ὠθεῖ ταῖς ἀρυταίναις.
ΠΛΟΥΤΟΣ ΠΡΟΤΕΡΟΣ.
Τῶν λαμπαδηφόρων τε πλείστων αἰτίαν πλατειῶν
τοῖς ὑστάτοις.
ΠΟΙΗΣΙΣ.
Γυναῖκα δὲ ζητοῦντες ἐνθάδʼ ἥκομεν,
ἥν φασιν εἶναι παρὰ σέ.
ΠΟΛΥΙΔΟΣ.
Τὸ γὰρ φοβεῖσθαι τὸν θάνατον λῆρος πολύς.
Πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.
Ἰδοὺ δίδωμι τήνδʼ ἐγὼ γυναῖκά σοι
Φαίδραν· ἐπὶ πῦρ δὲ πῦρ ἔοιχʼ ἥξειν ἄγων.
Διὰ τῆς ἀγορᾶς τρέχων, ἀναρίστητος ὤν.
Ἐλλιμενίζεις ἢ δεκατεύεις.
ΠΡΟΑΓΩΝ.
Σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης.
Ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων·
πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;
Οἴμοι τάλας, τί μου στρέφει τὴν γαστέρα;
βάλλʼ ἐς κόρακας. πόθεν ἂν λάσανα γένοιτό μοι;
Κάμνοντα δʼ αὐτὸν τοῦ θέρους ἰδών ποτε
ἔτρωγʼ, ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
Τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;
Ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην·
ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι.
Ὁ δʼ ἀλφίτων γε πριάμενος τρεῖς χοίνικας
κοτύλης δεούσας εἴκοσʼ ἀπολογίζεται.
ΣΚΗΝΑΣ ΚΑΤΑΛΑΜΒΑΝΟΥΣΑΙ.
Λήκυθον
τὴν ἑπτακότυλον, τὴν χυτραίαν, τὴν καλήν,
ἣν ἐφερόμην, ἵνʼ ἔχοιμι συνθεάτριαν.
Χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ,
τοὺς νοῦς δʼ ἀγοραίους ἧττον ἢ ʼκεῖνος ποιῶ.
Καὶ μὴν ἄκουσον, ὦ γύναι, θυμοῦ δίχα
καὶ κρῖνον αὐτὴ μὴ μετʼ ὀξυρεγμίας.
Ἀλλʼ ἔχουσα γαστέρα
μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
Καὶ τῶν πλατυλόγχων διβολίαν ἀκοντίων.
Καὶ τῶν πλατυλόγχων, ὡς ὁρᾷς, ἀκοντίων.
Τὴν πόρδαλιν καλοῦσι τὴν κασαλβάδα.
Τὴν κακκάβην γὰρ κᾶε τοῦ διδασκάλου.
Οὐ γὰρ σῶς ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ ἄκανθαι.
ΤΑΓΗΝΙΣΤΑΙ.
Καὶ μὴν πόθεν Πλούτων γʼ ἂν ὠνομάζετο,
εἰ μὴ τὰ βέλτιστʼ ἔλαχεν; ἓν δέ σοι φράσω,
ὅσῳ τὰ κάτω κρείττω ʼστὶν ὧν ὁ Ζεὺς ἔχει.
ὅταν γὰρ ἱστᾷς, τοῦ ταλάντου τὸ ῥέπον
κάτω βαδίζει, τὸ δὲ κενὸν πρὸς τὸν Δία. …
Οὐδʼ ἄν ποθʼ οὕτως ἐστεφανωμένοι νεκροὶ
προὐκείμεθʼ, οὐδʼ ἂν κατακεχριμένοι μύροις,
εἰ μὴ καταβάντας εὐθέως πίνειν ἔδει·
διὰ ταῦτα γάρ τοι καὶ καλοῦνται μακάριοι·
πᾶς γὰρ λέγει τις, ὁ μακαρίτης οἴχεται,
κατέδαρθεν, εὐδαίμων, ὅτʼ οὐκ ἀνιάσεται.
καὶ θύομέν γʼ αὐτοῖσι τοῖς ἐναγίσμασιν
ὥσπερ θεοῖσι καὶ χοάς γε χεόμενοι
αἰτούμεθʼ αὐτοὺς τὰ καλὰ δεῦρʼ ἀνιέναι.
Ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις
ἀποχρῶσαν ἤδη.
Τοῦτον τὸν ἄνδρʼ ἢ βιβλίον διέφθορεν
ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις.
Α. Τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν;
Β. Τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα.
Τί οὖν ποιῶμεν; χλανίδʼ ἐχρῆν λευκὴν λαβεῖν·
εἶτʼ ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον.
Ἐρείδετον, κἀγὼ κατόπιν σφῷν ἕψομαι.
Οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ
ἀπελάγχανεν.
Λαμβάνετε κόλλαβον ἕκαστος.
Ἅλις ἀφύης μοι. παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων.
ἀλλὰ φέρεθʼ ἡπάτιον, ἢ καπριδίου νέου
κόλλοπά τινʼ· εἰ δὲ μή, πλευρόν, ἢ γλῶτταν, ἢ
σπλῆνά γʼ ἢ νῆστιν, ἢ δέλφακος ὀπωρινῆς
ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
χλιαρῶν.
Μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδʼ ἀφύδια.
Τὸ δʼ ἔτνος τοὐν ταῖς κυλίχναις τουτὶ θερμὸν καὶ τοῦτο παφλάζον.
Ὡς οὑψώνης διατρίβειν
ἡμῶν ἄριστον ἔοικεν.
Ὁ δὲ λύων κύστιν ὑείαν
κἀξαιρῶν τοὺς Δαρεικούς.
Χθονίας Ἑκάτης
σπείρας ὄφεων ἐλελιζομένης.
Β. τί καλεῖς Ἑκάτην τὴν Ἔμπουσαν;
Φέρε παῖ ταχέως κατὰ χειρὸς ὕδωρ,
παράπεμπε τὸ χειρόμακτρον.
Ὑποπεπώκαμεν γάρ, ὦνδρες, καὶ καλῶς ἠρίσταμεν.
Ἀπασκαρίζειν ὡσπερεὶ πέρκην χαμαί.
ΤΕΛΜΗΣΗΣ.
Ὡς ἄν τις ἂν οὖν ᾖ, τί ποιήσας, ὦ Τελεμησσεῖς;
φέρε δὴ τοίνυν ταῦθʼ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μʼ, ὦ Τελεμησσεῖς.
Οὐ γὰρ τίθεμεν τὸν ἀγῶνα τόνδε τὸν τρόπον
ὥσπερ τέως ἦν, ἀλλὰ καινῶν πραγμάτων.
Α. Τράπεζαν ἡμῖν εἴσφερε
τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ ʼχέτω.
Β. Καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;
Οἴνου τε Χίου στάμνον ἥκειν καὶ μύρον.
Πινακίσκον ἄπυρον ἰχθυηρόν.
Μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Με- τάλλου.
ΤΡΙΦΑΛΗΣ.
Λάβεσθε· καὶ γάρ ἐσθʼ ὁμοῦ.
Ἔπειθʼ ὅσοι παρῆσαν ἐπίσημοι ξένοι
ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι,
ὅκως ἔχων τὸν παῖδα πωλήσει ʼς Χίον,
ἕτερος δʼ ὅκως ἐς Κλαζομενάς, ἕτερος δʼ ὅκως
εἰς Ἔφεσον, …
οἱ δʼ εἰς Ἄβυδον· ἦν δʼ ἐκεῖνα πάνθʼ ὁδῷ.
Ἤιτουν τι τὰς γυναῖκας ἀργυρίδιον.
Ἀλαβαστροθήκας τρεῖς ἔχουσαν ἐκ μιᾶς.
Ἔπειτʼ ἐπὶ τοὔψον ἧκε τὴν σπυρίδα λαβὼν
καὶ θυλακίσκον καὶ τὸ μέγα βαλάντιον.
Καὶ τὴν κυνῆν ἔχειν με κυρβασίαν ἐρεῖς.
Ἐγὼ γὰρ ἀπὸ Θηραμένους δέδοικα τὰ τρία ταυτί.
Μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι.
Τοὺς Ἴβηρας, οὓς χορηγεῖς μοι, βοηθῆσαι δρόμῳ.
ΦΟΙΝΙΣΣΑΙ.
Ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω,
Ἄρης κατέσκηψʼ, ἔς τε μονομάχου πάλης
ἀγῶνα νῦν ἑστᾶσιν.
Στίλβη θʼ ἣ κατὰ νύκτα μοι
φλόγʼ ἀνασειράζεις ἐπὶ τῷ
λυχνείῳ.
Καὶ τὸν ἱμάντα μου
ἔχουσι καὶ τἀνάφορον.
Εἰκὸς δή που πρῶτον ἁπάντων
ἴφυα φῦναι
καὶ τὰς κραναὰς ἀκαλήφας.
ΩΡΑΙ.
Α. Ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν,
στεφάνους ἴων … κονιορτὸν ἐκτυφλοῦντα.
αὑτὸς δʼ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας,
πῦον, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια.
ὑριχοὺς δʼ ἴδοις ἂν νιφόμενα σύκων ὁμοῦ τε μύρτα.
ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν.
ὥστʼ οὐκ ἔτʼ οὐδεὶς οἶδʼ ὁπηνίκʼ ἐστὶ τοὐνιαυτοῦ.
Β. … μέγιστον ἀγαθόν, εἴπερ ἔστι διʼ ἐνιαυτοῦ
ὅτου τις ἐπιθυμεῖ λαβεῖν. Γ. κακὸν μὲν οὖν μέγιστον.
εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδʼ ἂν ἐδαπανῶντο.
Β. ἐγὼ δὲ τοῦτʼ ὀλίγον χρόνον φύσας ἀφειλόμην ἄν.
Α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν·
τούτοις δʼ ὑπάρχει ταῦτʼ, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν.
Γ. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φῄς. Α. τιὴ τί;
Γ. Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντʼ Ἀθηνῶν.
Ἐμοὶ
κράτιστόν ἐστιν εἰς τὸ Θησεῖον δραμεῖν,
ἐκεῖ δʼ ἕως ἂν πρᾶσιν εὕρωμεν μένειν.
Τὸν Φρύγα, τὸν αὐλητῆρα, τὸν Σαβάζιον.
Διέφθορας τὸν ὅρκον ἡμῶν.
Τὴν γυναῖκα δὲ
αἰσχύνομαι τώ τʼ οὐ φρονοῦντε παιδίω.
Ὁ δʼ αὖ Σοφοκλέους τοῦ μέλιτι κεχρισμένου
ὥσπερ καδίσκου περιέλειχε τὸ στόμα.
Ἐγὼ διὰ ταῦτα, μὴ γέλων ὄφλων λάθω,
περὶ τὴν κεφαλὴν ἐξήμμεθα πηνίκην τινά.
Κηφισοφῶν ἄριστε καὶ μελάντατε·
σὺ δὲ ξυνέζης εἰς τὰ πόλλʼ Εὐριπίδῃ,
καὶ συνεποίεις, ὥς φασι, τὴν μελῳδίαν.
Τοῖσι χοροῖς αὐτὸς τὰ σχήματʼ ἐποίουν.
Τοὺς Φρύγας οἶδα θεωρῶν,
ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδʼ ἦλθον τεθνεῶτα,
πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντες.
Ὅστις ἐν ἡδυόσμοις
στρώμασι παννυχίζων
τὴν δέσποιναν ἐρείδεις.
Ἐν τοῖς ὄρεσιν δʼ αὐτομάτοισιν τὰ μιμαίκυλʼ ἐφύετο πολλά
Ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν
τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.
Ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσίν.
Ἀλλʼ ὦ Δελφῶν πλείστας ἀκονῶν
Φοῖβε μαχαίρας,
καὶ προδιδάσκων τοὺς σοὺς προπόλους.
Λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος.
Ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα.
Πικρότατον οἶνον τήμερον πίει τάχα.
Τὸ δʼ αἷμα λέλαφας τοὐμὸν ὦναξ δέσποτα.
Οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων.
Ἐκφέρετε πεύκας κατʼ Ἀγάθωνα φωσφόρους.
Ἐχθρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.
Βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν,
χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς.
Πυθοῦ χελιδὼν πηνίκʼ ἄττα φαίνεται.
Ὁπηνίκʼ ἄτθʼ ὑμεῖς κοπιᾶτʼ ὀρχούμενοι.
Ἄλλαι δὲ κυαμίζουσιν αὐτῶν …
πρὸς ἄνδρας εἰσὶν ἐκπετήσιμοι σχεδόν.
Λούσησθε καὶ κτενίσησθε πρὸς τὸν ἥλιον.
Ἵνα μὴ καταγῇς τὸ σκάφιον πληγεὶς ξύλῳ.
Ἵνα ξυνῶσιν ᾧπερ ἥδεσθον βίῳ,
σκώληκας ἐσθίοντε καὶ μυλακρίδας.
Ὡς οὐχ ἕτερον ἄνδρα σάρκινον.
Φθέγξαι σὺ τὴν φωνὴν ἀναστήσας ἄνω.
Φθέγμα κεκράτηκε.
Τί τὸ κακόν; ἀλλʼ ἦ κοκκύμηλʼ ἠκρατίσω;
Τὸν Πειραιᾶ δὲ μὴ κεναγγίαν ἄγειν.
Τὸν σαπέρδην ἀποτῖλαι χρή,
καὶ καταπλῦναι κἆτʼ ἐκπλῦναι
καὶ διαπλῦναι.
Χορδαί, φύσκαι, πάσται, ζωμοί,
χόλικες.
Πολφοὺς δʼ οὐχ ἧψον ὁμοῦ βολβοῖς …
ἵνʼ ἐπαγλαΐσῃ τὸ παλημάτιον καὶ μὴ βήττων καταπίνῃ.
Ἥ τις κύουσʼ ἐφάνη κύος τοσουτονί.
Ὀξυγλύκειάν τἄρα κοκκιεῖς ῥόαν.
Τὴν χύτραν,
ἐν ᾗ τὰ κρεάδιʼ ἧψες ἐζωμευμένα.
Ἀνήσεις κροκύδα μαστιγουμένην.
Ἀλλὰ τὸ στρόφιον λυθὲν
τὰ κάρυά μοὐξέπιπτεν.
Πλὴν εἴ τις πρίαιτο δεόμενος
βασκάνιον ἐπὶ κάμινον ἀνδρὸς χαλκέως.
Ὥστʼ ἀνακῦπτον καὶ κατακῦπτον τοῦ σχήματος οὕνεκα τοῦδε
κηλώνειον τοῖς κηπουροῖς.
Κιρνάντες γὰρ τὴν πόλιν ἡμῶν κοτυλίζετε τοῖσι πένησιν.
Οὐκ εἶ λαβὼν θύραζε τὰ ψηφίσματα
καὶ τὴν ἀνάγκην ἐς κόρακας ἐντευθενί;
Εἰκοβολοῦντες καὶ πλάττοντες.
Τὸ παραπέτασμα, τὸ Κίπριον, τὸ ποικίλον.
Ἐνταῦθα δὴ παιδάριον ἐξαυαίνεται.
Ὥστʼ ἔγωγʼ ηὑαινόμην
θεώμενος.
Τὴν φάρυγα μηλῶν δύο δραχμὰς ἕξει μόνας.
Τὸ πρᾶγμα τοῦτο συλλαβεῖν ὑπίσχομαι.
Ἔφευγε, κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην.
Οὔκουν μʼ ἐάσεις ἀναμετρήσασθαι τάδε;
Ἐγὼ δʼ ὑπερῶ τὸν ὅρκον.
Εἴ τις κολακεύει περιιὼν καὶ τὰς κροκύδας ἀφαιρῶν.
Δεξιὸν εἰς ὑποδήματʼ, ἀριστερὸν εἰς ποδάνιπτρα.
Ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι.
Τί δῆτα δράσω σʼ, ὦ κακόδαιμον, ἀμφορεὺς
ἐξοστρακισθείς;
Σὺ δʼ ὁμέστιος θεοῖς; πόθεν;
Ἐξηκεστίδης ἔχων λύραν,
ἔργον Εὐδόξου, τιταίνει ψίθυρον εὐήθη νόμον.
Χωρεῖ ʼπὶ γραμμὴν λορδὸς ὡς εἰς ἐμβολήν.
Ὃς τὰ μὲν ἀφανῆ μεριμνᾷ, τὰ δὲ χαμᾶθεν ἐσθίει.
Οὐχ ὅ τι ἐκεῖνος ἔλαχεν. οἰμώζων κάθου.
Ὁ δʼ ἔχων θέρμα καὶ
πῦρ ἧκε.
Σὺ δʼ οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν.
Οὕτως τι τἀπόρρητα δρᾶν ἐτημέλει.
Γίγνωσκε τὸν ἄλεισόν τε καὶ τὰ γράμματα.
Ὁρῶ γὰρ ὡς ὄμφακα διασαυλούμενον.
Καταντιβολεῖτον αὐτὸν ὑποπεπτωκότες.
Ἐκβαίνετον τὸν πατέρα τοῖς ὀρχήμασι.
Καὶ τῶν πρὸς εἴλην ἰχθύων ὠπτημένων.
Ἴκτινα παντόφθαλμον ἅρπαγα στρέφων.
Οἶμαι γὰρ αὐτὸν κόλλοπι
ἐοικέναι.
Α. Ποῖ κῆχος; Β. εὐθὺ Σικελίας.
Μέλαινα δεινὴ γλῶσσα Βρεττία παρῆν.
Ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι.
Οὕτω γὰρ ἡμῖν ἡ πόλις μάλιστα σῶς ἂν εἴη.
Ἡ μᾶζα γὰρ σᾶ καὶ τὰ κρέα χὠ κάραβος.
Ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον.
Ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους.
Πόθεν δʼ ἐγώ σοι συγγενὴς ὦ φαρμακέ;
Ἄκων κτενῶ σʼ, ὦ τέκνον, ὁ δʼ οὖν ὑπεκρίνετο,
ἐπὶ Παλλαδίῳ τἄρʼ, ὦ πάτερ, δώσεις δίκην.
Καὶ κύων ἀκράχολος
Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι.
Ψελλόν ἐστι καὶ καλεῖ
τὴν ἄρκτον ἄρτον, τὴν δὲ Τυρὼ τροφαλίδα,
τὸ δʼ ἄστυ σῦκα.
Εἶτα δὴ
εἰς τὴν πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα;
Λίθος τις ὤζησεν τεθυμιαμένος.
Ὤιμην δʼ ἐγὼ τὸν Κυκλοβόρον καθιέναι.
Καὶ σὺ κυρηβιοπῶλα
Εὔκρατες στύππαξ.
Ἐβάδιζέ μοι τὸ μειράκιον ἐξ ἀποτρόχων.
Καὶ στρεψίμαλλος τὴν τέχνην Εὐριπίδης.
Οὔτε νύκτωρ παύεται
οὔθʼ ἡμέραν.
Καὶ πρός γε τούτοις ἥκετον πρέσβη δύο.
Σφοδελὸν ἐν χύτραισι μεγάλαις ἑψόμενον.
Ἑκτεὺς δέ γʼ ἐστὶν ἑξαχοίνικον μέτρον.
Ἀλοᾶν χρὴ τὰς γνάθους.
Φράζε τοίνυν, ὡς ἐγώ σοι πᾶς ἀνέρριμμαι κύβος.
Διάλεκτον ἔχοντα μέσην πόλεως
οὔτʼ ἀστείαν ὑποθηλυτέραν
οὔτʼ ἀνελεύθερον ὑπαγροικοτέραν.
Δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν.
Ἀλλʼ εἰς ἥρων τι παρήμαρτον.
Σικύους ἐνθάδε πη φυομένους οὐδενὶ κόσμῳ περιόντες,
κᾆτʼ ἤσθιον.
Αὐτὸς δείξας ἔν θʼ ἁρμονίαις χιάζων ἢ σιφνιάζων.
Οὐκ ἔσται, κενέβρειον ὅταν θύσῃς τι, καλεῖν με.
Τί γὰρ ἐπὶ κακότροπον ἐμόλετον βίον
ἀδικομηχάνῳ τέχνῃ;
Τίς ὄρεα βαθύκομα τάδʼ ἐπέσυτο βροτῶν.
Ῥήματά τε κομψὰ καὶ παίγνιʼ ἐπιδεικνύναι
πάντʼ ἀπʼ ἀκροφυσίων κἀπὸ καναβευμάτων.
Θύτην μέλλει καὶ κελεύει βῆ λέγειν.