eul_wid: lnq-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments and Titles by Numenius of Heraclea

The work known as Fragments and Titles by Numenius of Heraclea is recorded solely as a bibliographic entry in the tenth-century Byzantine encyclopedia, the Suda. This source lists it as a verse composition consisting of 56 passages but provides no description of its content or poetic form. The title suggests a collection of poetic excerpts or epigrams. The work is entirely lost, with no direct fragments surviving in any other ancient or medieval text. Numenius of Heraclea is distinguished from the philosopher Numenius of Apamea and is identified as an epic poet. His other attested works are a Thebais and a Heracleias, indicating his output was primarily concerned with mythological epic. The entry in the Suda thus preserves the name and a minor element of the literary output of an otherwise obscure poet, while also serving as a scant record of a lost genre of poetic compilation implied by its title.

Ἁλιευτικόν
ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε
ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ
ζωῇ ἔπʼ ἀγρώσσοις· τάδε δὴ σκέψαιο δέλετρα
ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δʼ ὀρφὸν
ἢ γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα
ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην
χάννους τʼ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον
ἢ μύας ἢ ἵππους ἠὲ γλαυκὴν κορύδυλιν.
γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων
κόσσυφον ἢ κίχλας ἁλιειδέας, ἄλλοτε δʼ ἄλλῃ
σάργον ἐπικέλσοντα, λινοπληγέστατον ἰχθύν.
τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα
κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν
ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα
ῥηϊδίως ἕλκοιτο καὶ αἰολίην κορακῖνον
ἄλλοτε δʼ αὖ πέρκας, ὁτὲ δὲ στροφάδας παρὰ πέτρην
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον
τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν
ἠὲ μέγαν συνόδοντʼ ἢ ἀρνευτὴν ἵππουρον
ἠὲ φάγρον λοφίην, ὁτὲ δʼ ἀγρόμενον σκιαδῆα.
ἀκονίας κιγκάλους τε καὶ ἀλλοπίην τράχουρον
κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε
ἢ σπάρον ἢ ὕκας ἀγεληΐδας ἢ ἐπὶ φάγρον
πέτρῃ ἀλωόμενον
φύλλων δʼ ὅσσʼ ἄσπαρτα τά τʼ ἐρρίζωται ἀρούραις
χείματος ἠδʼ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται,
αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον,
ῥάφιν τʼ ἔμπεδον καὶ καυκαλίδʼ ἀγροιῶτιν.
κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον
πολλὸν ἀποτροπόῳτο καὶ ἰοβόλον σκολόπενδραν
καὶ δὲ σύ γε μνήσαιο δελείατος, ὅττι παρʼ ἄκρα
δήεις αἰγιαλοῖο γεώλοφα· οἱ μὲν ἴουλοι
κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης.
ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι
ἀμμώδεις κλύζωνται ἐπʼ ἄκρῃ κύματος ἀγῇ,
ἔνθεν ὀρύξασθαι θέμεναί τʼ εἰς ἄγγος ἀολλεῖς.
ἄλλοτʼ ἐρυθρὸν
κόκκυγʼ ἢ ὀλίγας πεμφηρίδας, ἄλλοτε σαῦρον
ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα
τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις
σκορπίον ἢ ὀρφὸν περιτρηχέα· τῶν γὰρ ἐπʼ ἄκρης …
σὺ δʼ ἂν καὶ χαλκίδʼ ἐκείνην
αὕτως ἀμπείραις ὀλίγην καὶ μαινίδα …
Θηριακόν
… ὑπόχλωρόν γε μὲν ἕλκος
κοιλαίνει, τὸ δὲ πολλὸν ἀνέδραμεν αὐτόθεν οἶδος
ῥέθεσίν γε μὲν εἴδετʼ ἔπʼ ἰχὼρ
ἠερόεις, τότε δʼ αὖ μολίβῳ ἐναλίγκιον εἶδος
ἀμφί ἑ κυμαίνει χάλκῃ ἴσον
κιρράς