eul_wid: bmc-ab

Ἀποσπάσματα
On the Dithyramb and Choral Dance

Pratinas of Phlius On the Dithyramb and Choral Dance PDF

book 1.1 τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα
book 1.2 πολυπάταγα θυμέλαν; ἐμὸς ἐμὸς ὁ Βρόμιος, ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀν’ ὄρεα σύμενον μετὰ Ναϊάδων[ln_5]οἷά τε κύκνον ἄγοντα
book 1.3 ποικιλόπτερον μέλος. τὰν ἀοιδὰν κατέστασε
book 1.4 Πιερὶς βασίλειαν· ὁ δ’ αὐλὸς ὕστερον
book 1.5 χορευέτω· καὶ γάρ ἐσθ’ ὑπηρέτας. κώμωι μόνον θυραμάχοις
book 1.6 τε πυγμαχίαισι νέων θέλοι
book 1.7 παροίνων ἔμμεναι
book 1.8 στρατηλάτας.
book 1.1 [ln_10]παῖε τὸν
book 1.2 φρυνεοῦ ποικίλου
book 1.3 πνοὰν ἔχοντα, φλέγε τὸν ὀλεσισιαλοκάλαμον λαλοβαρύοπα
book 1.4 παραμελορυθμοβάταν ὑπαὶ τρυπάνωι δέμας
book 1.5 πεπλασμένον. ἢν ἰδού· ἅδε
book 1.6 σοι δεξιᾶς καὶ ποδὸς διαρριφά·[ln_15]θρίαμβε διθύραμβε κισσόχαιτ’ ἄναξ, 〈ἄκου’〉 ἄκουε τὰν ἐμὰν Δώριον
book 1.7 χορείαν.
book 2.1 Λάκων ὁ τέττιξ εὔτυκος ἐς
book 2.2 χορόν
book 3 οὐ γᾶν αὐλακισμέναν [para]ἀρῶν ἀλλ’ ἄσκαφον ματεύων,
book 4 [ln_1]ἁδύφωνον
book 5a μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν [Ἰαστί] μοῦσαν, ἀλλὰ τὰν μέσαν νεῶν ἄρουραν αἰόλιζε τῶι μέλει·
book 5b.1 πρέπει
book 5b.2 τοι πᾶσιν ἀοιδολαβράκταις Αἰολὶς ἁρμονία.