eul_wid: aly-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Smyrna and Colonization by Mimnermus of Colophon

The Fragments on Smyrna and Colonization is a modern editorial compilation of surviving verses by the early Greek elegiac poet Mimnermus of Colophon, who flourished in the late seventh century BCE. As with all his work, these fragments are preserved only through quotations by later authors, primarily the geographer Strabo, who valued Mimnermus as an authoritative early source on local history. The collection assembles approximately ten fragments in which the poet addresses the foundation and turbulent history of the city of Smyrna, a neighbour to his own Colophon in Asia Minor. Written in the Ionic dialect using the elegiac couplet, these verses likely celebrated or justified Colophon's contemporary political takeover of Smyrna, an event from the poet's own lifetime. They artfully connect the city's recent history to a mythological heroic past, tracing its origins to colonists from Pylos, thereby shaping civic identity and pride. These poems are compositions for public performance at gatherings or symposia, where they would have blended personal reflection with historical narrative to legitimize political power through an appeal to a venerable past.

Μίμνερμος δʼ ἐν τῆι Σμυρνηίδι· «ὣς οἱ πὰρ βασιλῆος, ἐπεὶ ρʼ ἐνεδέξατο μῦθον,
ἤιξαν κοίληισʼ ἀσπίσι φραξάμενοι».
Στράβων Κολοφῶνα δʼ Ἀνδραίμων Πύλιος ὥς
φησι καὶ Μίμνερμος ἐν Ναννοῖ.
Στράβων ἀπελθόντες δὲ παρὰ τῶν Ἐφεσίων οἱ Σμυρναῖοι στρα-
τεύουσι ἐπὶ τόπον, ἐν ὧι νῦν ἐστιν ἡ Σμύρνα, Λελέγων κατεχόντων, ἐκβαλόντες δʼ αὐτοὺς
ἔκτισαν τὴν παλαιὰν Σμύρναν, διέχουσαν τῆς νῦν περὶ εἴκοσι σταδίους. ὕστερον δὲ ὑπὸ
Αἰολέων ἐκπεσόντες κατέφυγον εἰς Κολοφῶνα, καὶ μετὰ τῶν ἐνθένδε ἐπιόντες τὴν σφετέραν
ἀπέλαβον, καθάπερ καὶ Μίμνερμος ἐν τῆι Ναννοῖ φράζει, μνησθεὶς τῆς Σμύρ-
νης ὅτι περιμάχητος ἀεί· «ἐπείτε Πύλον Νηλήιον ἄστυ λιπόντες, ἱμερτὴν Ἀσίην νηυσὶν
ἀφικόμεθα, ἐς δʼ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες ἑζόμεθʼ ἀργαλέης ὕβριος
ἡγεμόνες· κεῖθεν διαστήεντος ἀπορνύμενοι ποταμοῖο θεῶν βουλῆι Σμύρνην εἵλομεν
Αἰολίδα».
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Μίμνερμος «Παίονας ἄνδρας ἄγων, ἵνα
τε κλειτὸν γένος ἵππων».
Παυσανίας Μίμνερμος δὲ ἐλεγεῖα ἐς τὴν μάχην ποιήσας τὴν
Σμυρναίων πρὸς Γύγην τε καὶ Λυδούς, φησὶν ἐν τῶι προοιμίωι θυγατέρας Οὐρανοῦ τὰς
ἀρχαιοτέρας Μούσας, τούτων δὲ ἄλλας νεωτέρας εἶναι Διὸς παῖδας.
Ἰωάννης ὁ Στοβαῖος Μίμνερμος «οὐ μὲν δὴ κείνου γε μένος καὶ
ἀγήνορα θυμὸν τοῖον ἐμεῦ προτέρων πεύθομαι, οἵ μιν ἴδον Λυδῶν ἱππομάχων πυκινὰς
κλονέοντα φάλαγγας Ἕρμιον ἂμ πεδίον, φῶτα φερεμμελίην κτλ.».
Ἀθήναιος ὁ δʼ αὐτὸς ...
Δαίτην ἥρωα τιμώμενον παρὰ τοῖς Τρωσίν, οὗ μνημονεύειν Μίμνερμον.
ἡ δὲ Ἀφροδίτη, καθά φησιν Μίμνερμος,
ὑπὸ Διομήδους τρωθεῖσα παρεσκεύασε τὴν Αἰγιαλείαν πολλοῖς μὲν μοιχοῖς συγκοιμηθῆναι,
ἐρασθῆναι δὲ καὶ Κομήτου τοῦ Σθενέλου υἱοῦ. τοῦ δὲ Διομήδους παραγενομένου
εἰς τὸ Ἄργος, ἐπιβουλεῦσαι αὐτῶι· τὸν δὲ καταφυγόντα εἰς τὸν βωμὸν τῆς Ἥρας, διὰ
νυκτὸς φυγεῖν σὺν τοῖς ἑταίροις, καὶ ἐλθεῖν εἰς Ἰταλίαν πρὸς Δαῦνον βασιλέα, ὅστις αὐτὸν
δόλωι ἀνεῖλεν.
Κλαύδιος Αἰλιανός ἐοίκασιν οἱ ἀρχαῖοι ὑπὲρ τοῦ ἀριθμοῦ τῶν τῆς Νιόβης
παίδων μὴ συνάιδειν ἀλλήλοις. Ὅμηρος μὲν ἓξ λέγει ἄρρενας καὶ τοσαύτας
κόρας, Λάσος δὲ δὶς ἑπτὰ λέγει, Ἡσίοδος δὲ ἐννέα καὶ δέκα ....
Ἀλκμὰν δέκα φησί, Μίμνερμος εἴκοσι, καὶ Πίνδαρος τοσούτους.
στασιάζεται δὲ τὰ περὶ τὴν ἡρωίδα ἱστορούμενα καὶ τὴν
ἀδελφὴν αὐτῆς Ἰσμήνην. ὁ μὲν γὰρ Ἴων ἐν τοῖς διθυράμβοις καταπρησθῆναί
φησιν ἀμφοτέρας ἐν τῶι ἱερῶι τῆς Ἥρας ὑπὸ Λαοδάμαντος τοῦ Ἐτεοκλέους· Μίμνερμος
δέ φησι, τὴν μὲν Ἰσμήνην προσομιλοῦσαν Θεοκλυμένωι ὑπὸ Τυδέως κατὰ
Ἀθηνᾶς ἐγκέλευσιν τελευτῆσαι. ταῦτα μὲν οὖν ἐστιν τὰ ξένως περὶ τῶν ἡρωίδων ἱστορού-
μενα, ἡ μέντοι κοινὴ δόξα σπουδαίας αὐτὰς ὑπείληφεν καὶ φιλαδέλφους δαιμονίως, ἧι καὶ
οἱ τῆς τραγωιδίας ποιηταὶ ἑπόμενοι τὰ περὶ αὐτὰς διατέθεινται.