eul_wid: vmw-ag
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Narratives on Aetia Ancient Scholia by Callimachus Scholia

The Narratives on the Ancient Aetia is a collection of twenty passages of ancient scholia, or explanatory commentaries, on Callimachus’s elegiac poem the Aetia. These scholia provide textual criticism, gloss difficult words, and elucidate the mythological and historical references within Callimachus’s learned text. As a compilation of notes by anonymous scholars, this collection is a vital source for understanding the reception and interpretation of Callimachus’s work from the Hellenistic period through late antiquity.

The scholia address several key areas:

These scholia are preserved within the margins and interlinear spaces of medieval manuscripts containing Callimachus’s works, primarily the 11th-century Laurentian manuscript Conventi Soppressi 627. The collection represents a specific subset of the larger, multi-layered corpus of commentary transmitted alongside the poet’s fragments.

The scholia are indispensable for the modern philological reconstruction of Callimachus’s fragmentary Aetia. They offer unique insights into the poem’s content and serve as a primary source for the methods and concerns of ancient scholarly commentary, directly influencing contemporary critical editions.

… ς παρθένου ἐκ Κυδίππης μήλῳ καλλίστῳ … «μὰ τὴν Ἄρτεμιν, Ἀκοντίῳ γαμοῦμαι» … σενηδεηδε … νετο· ὡς δε … ε … ηθει … ιν … ρω … γαμ … κ … μ … χ … προχείρως πα …

Εἴπʼ ἄγε μοι … α … αιῆνις φησὶν ἐν Ἤλιδι ε … ντ … γαμουμένας παρθένους … ο … ου πέπλους ἐχούσας σ … ου … δόρυ δὲ ἐν … δε φησιν α … ἄνδρα καθωπλισμένον …

Ὤφελες οὐλοὸν ἐγ … εις Ἰσίνδιον δ … υπα … σισ … οισφ … ια …

Τεῦ δὲ χάριν … ο … κουσιν Ἑξῆς φησι γυναῖκας δυστοκούσας τὴν Ἄρτεμιν καίπερ οὖσαν παρθένον ἐπικαλεῖν, ὅτι … τη ἀπεκυήθη, ἢ ὅτι διὰ ἐφημοσύνην τοῦ Διὸς ἡ Εἰλείθυια αὐτὴν τοῦτʼ ἔχειν ἔδωκεν ἐξαίρετον, ἢ διότι τὴν ἑαυτῆς μητέρα ἐλύσατο τῶν ὠδίνων ὅτε ἀπέτικτεν τὸν Ἀπόλλωνα.

Ἦλθες ὅτʼ ἐκ Πίσης, Εὐθύκλεες, ἄνδρας ἐλέγξας Φησὶν Εὐθυκλῆν τὸν Ὀλυμπιονίκην, πεμφθέντα πρεσβευτὴν καὶ ἀνακάμψαντα οἴκαδε σὺν ἡμιόνοις ἃ εἰλήφει δῶρα παρά τινος ξένου, συκοφαντηθῆναι ὡς κατὰ τῆς πόλεως εἰληφότα· ἐφʼ ᾧ κατεψήφισαν αἰκίσασθαι τούτου τὸν ἀνδριάντα. ἐπεὶ δὲ λοιμὸς ἐπικατέπεσεν, ἔγνωσαν οἱ πολῖται αὐτοῦ παρὰ τοῦ Ἀπόλλωνος ὡς διὰ τὴν ἀτιμίαν αὐτοῦ προσβέβληται αὐτοῖς. τὸ μὲν ἄγαλμα τοῦ Εὐθυκλέους κατʼ ἴσον τῷ τοῦ Διὸς ἐτίμησαν, ἔτι δὲ καὶ βωμὸν ποιήσαντες … τ … υ … ἱσταμένου μηνός.

Μοῦσαί μοι βασιλη … ἀείδειν Αὕτη πρώτη ἐλεγεία … τρου … ν ἱστορία … απερ … σαι … ει … ε … οπε … ι … ω … Ἀπόλλων γὰρ παῖς ὢν κρατήσας τοῦ Πυθοῖ δράκοντος ἀπενίψατο τὰς χεῖρας ἐν τῷ Πηνειῷ … νδ … παρακειμένην δάφνην ειδ … ει … ἐκτεμὼν περιβάλλει τῷ … ειω … ι.

Ἔνθʼ, Ἄβδηρʼ, οὗ νῦν … λεω φαρμακὸν ἀγινεῖ Ἀβδήροις ὠνητὸς ἄνθρωπος καθάρσιον τῆς πόλεως, ἐπὶ πλίνθου ἑστὼς φαιᾶς, θοίνης ἀπολαύων δαψιλοῦς, ἐπειδὰν διάπλεως γένηται, προάγεται ἐπὶ τὰς Προυρίδας καλουμένας πύλας· εἶτʼ ἔξω τοῦ τείχους περίεισι κύκλῳ περικαθαίρων … αὐτῷ τὴν πόλιν, καὶ τότε ὑπὸ τοῦ βασιλέως καὶ τῶν ἄλλων λιθοβολεῖται, ἕως ἐξελασθῇ τῶν ὁρίων.

Α … Μελικέρτα, μιῆς ἐπὶ πότνια Βύνη Ἑξῆς· ἐπεὶ σὺν Μελικέρτῃ τῷ παιδὶ ἑαυτὴν κατεπόντισεν Ἰνώ, ἐξέπεσεν εἰς αἰγιαλὸν τῆς Τενέδου τὸ σῶμα τοῦ Μελικέρτου· τοὺς δὲ ἐκεῖ ποτε κατοικοῦντας Λέλεγας ποιῆσαι αὐτῷ βωμόν, ἐφʼ οὗ ἡ πόλις ποιεῖ θυσίαν, ὅταν περὶ μεγάλων φοβῆται, τοιάνδε· γυνὴ τὸ ἑαυτῆς βρέφος καταθύσασα παραχρῆμα τυφλοῦται. τοῦτο δʼ ὕστερον κατελύθη, ὅτε οἱ ἀπὸ Ὀρέστου Λέσβον ᾤκησαν. Νέκταρος … ν … υθιον γένος ηραπεδο … Λιπαραιο … ο Τυρσην … ιας … ετης … δο … τε …

Τὸν νεκρὸν … τ … υβατονις τιναευω … μ … νη … ενουσπως αὑτοῦ παῖδα Λειμώνην φθαρεῖσαν λάθρα εἰς τὸν θάλαμον συγκατακλείσας ἵππῳ διὰ τούτου διέφθειρεν· ὅθεν Ἀθήνησιν τόπος Ἵππου καὶ Κόρης· τὸν δὲ συγγενόμενον αὐτῇ δόρατι παίσας νεκρὸν ἐξέδησεν ἵππου, ὥστε κατὰ τοῦ ἄστεος σύρεσθαι.

Θεοὶ πάντες κομποῖς νεμεσήμονες, ἐκ δέ τε πάντων Κυνηγὸς αλωιος ἑλὼν κάπρον ἐπεῖπεν οὐ δέον Ἀρτέμιδι ἀνατιθέναι τοὺς ἡγουμένους ἐκείνης καὶ ἑαυτῷ ἀνήρτησε τὴν κεφαλὴν τοῦ ὑὸς ἐξ αἰγείρου, ὑφʼ ᾗ καθυπνώσας ἐπιπεσούσης αὐτῷ τῆς κεφαλῆς ἀπέθανεν.

Τυρσηνῶν τείχισμα Πελασγικὸν εἶχέ με γαῖα· Ἱστορεῖ περὶ τῶν Ἀθήνησιν Πελασγικῶν ὅρων … καὶ τοῦ ποιηθέντος ὑπʼ αὐτῶν τείχους.

Εὐθύμου τὰ μὲν ὅσσα παραὶ Διὶ Πῖσαν ἔχοντι Ὅτι ἐν Τεμέσῃ ἥρως περίλοιπος τῆς Ὀδυσσέως νεὼς ἐδασμοφόρει ἐπιχωρίους τε καὶ ὁμόρους, οὓς κομίζοντας αὐτῷ κλίνην καὶ κόρην ἐπίγαμον ἐάσαντας ἀπέρχεσθαι ἀμεταστρεπτεί, ἕωθεν δὲ τοὺς γονεῖς ἀντὶ παρθένου γυναῖκα κομίζεσθαι. τὸν δὲ δασμὸν τοῦτον ἀπέλυσεν Εὔθυμος πύκτης … λέξας τὰς τῷ ἥρωϊ κυν … ζ … φηαφης … πρ … το … συ …

… γι … αφ … τὸ ξόανον τῆς Ἥρας ἀνδριαντοειδὲς ἐγένετο ἐπὶ βασιλέως Προκλέους· τὸ δὲ ξύλον, ἐξ οὗ εἰργάσθη ε … η … αμ … ς … ν, ἐξ Ἄργους δέ φασι … οτας ἔτι πάλαι σανιδῶδες κομισθῆναι κάταργον ἅτε μηδέπω προκεκοφυίας τῆς ἀγαλματομικῆς.

Ἥρῃ τῇ Σαμίῃ περὶ μὲν τρίχας ἄμπελος ἔρπει Λέγεται ὡς τῇ Σαμίᾳ Ἥρᾳ περιέρπει τὰς τρίχας ἄμπελος, πρὸς δʼ ἐδάφει λεοντῆ βέβληται, ὡς λάφυρα τῶν Διὸς νόθων παίδων, Ἡρακλέους καὶ Διονύσου.

Ἠισύμνας Ἐφέσου, Πασίκλεες, ἀλλʼ ἀπὸ δαίτης Φησὶν ὅτι Πασικλῆς Ἐφεσίων ἄρχων ἐξ εὐωχίας ἀνέλυεν· ἐπιτιθέμενοι δέ τινες αὐτῷ ὑπὸ τοῦ σκότους ἐδυσθέτουν, ὅτε δὲ προῆλθον πρὸς τὸ Ἥραιον, ἡ μήτηρ τοῦ Πασικλέους ἱέρεια οὖσα διὰ τὸν ψόφον τοῦ διωγμοῦ λύχνον ἐκέλευσεν προενεγκεῖν οἱ· οἱ δὲ τυχόντες φωτὸς ἀνεῖλον αὐτῆς τὸν παῖδα.

Ἥρως ὦ κατὰ πρύμναν, ἐπεὶ τόδε κύρβις ἀείδει Φησὶν ὅτι ὁ καλούμενος «κατὰ πρύμναν ἥρως» Ἀνδρόγεώς ἐστιν· … πάλαι γὰρ ἐνταῦθα τὸν Φαληρικὸν ὅρμον εἶναι, οὗ τὰς ναῦς ὁρμίζεσθαι πρὶν γενέσθαι τὸν Πειραιᾶ.

Οἰσύδρεω Θρήϊκος ἐφʼ αἵματι πολλὰ Θάσοιο Φησὶν Παρίους Οἰσύδρην τὸν Θρᾷκα φονεύσαντας διαπολιορκηθῆναι Θασι … ως τὸ ἀρέσκον Βισάλταις ἐπιτίμιον τίνειν ἔχρησεν ὁ θεός· οἱ δετειχο … αυνοθ … Θασίοις ἐρωτῶσι … ειν … η … πέμπειν πα … α … πλη … κο …

… δε … υ … ιδετωνδ … φ … πισο … νο … ταιομ … καγ … σχι … εναγι … φοραν α … σημαιν … σδεου … ε φιλάδελφον ἀπολελ … τὴν Ἀντιγόνην ὡς οὐδὲ ἐκειν …

Ὧδε … γείνεσθε Πανελλάδος, ὧδε τελέσσαι Φησὶ Πευκετίων προσκαθημένων τοῖς τείχεσι τῆς Ῥώμης τῶν Ῥωμαίων Γάϊον ἐναλλόμενον καταβαλεῖν τὸν ἐκείνων ἡγούμενον, τρωθῆναι δὲ εἰς τὸν μηρόν· μετὰ δὲ ταῦτα ἐπὶ τῷ σκάζειν δυσφορήσαντα παύσασθαι τῆς ἀθυμίας ὑπὸ τῆς μητρὸς ἐπιπληχθέντα.

Ἀργὼ καὶ σέ, Πάνορμε, κατέδραμε, καὶ τεὸν ὕδωρ Φησὶ τοὺς Ἀργοναύτας ὑδρεύσασθαι ἀποβάντας εἰς Κύζικον ἀπολιπεῖν τὸν λίθον ἐνθάδε ᾧ ἐχρῶντο ἀγκύρᾳ, ἅτε ἐλαφρότερον ὄντα—τοῦτον δʼ ὕστερον καθιερωθῆναι Ἀθηνᾷ—, ἕτερόν γε μὴν βαρύτερον ἀναλαβεῖν.

Πάντα τὸν ἐν γραμμαῖσιν ἰδὼν ὅρον ᾗ τε φέρονται

Φησὶν ὅτι Κόνων κατηστέρισε τὸν Βερενίκης βόστρυχον, ὃν θεοῖς ἀναθήσειν ὑπέσχετο κείνη, ἐπειδὰν ἐπανήκῃ ἀπὸ τῆς κατὰ Συρίαν μάχης.