eul_wid: bfy-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Epigrams by Anacreon of Teos

The Epigrams are a collection of seventy-one short Greek poems traditionally ascribed to the archaic lyric poet Anacreon of Teos, who flourished in the sixth century BCE. While Anacreon was celebrated for his songs of love, wine, and conviviality, this corpus belongs to the distinct genre of the epigram. Composed typically in elegiac couplets, these concise verses most often function as funerary epitaphs or dedicatory inscriptions. The poems are not the work of Anacreon himself but are later compositions, likely originating in the Hellenistic period or later, attributed to him to capitalize on his prestigious name and thematic associations.

The collection survives not as an independent volume but as a component of the far more extensive Greek Anthology, a Byzantine compilation of ancient poetry. Its primary source is the tenth-century manuscript known as the Palatine Anthology. This late and compiled transmission renders the authenticity of any individual poem uncertain. The epigrams were likely gathered for literate audiences in later antiquity who had a taste for archaizing verse. Their themes encompass love and desire, death and commemoration, and religious dedication, frequently engaging playfully with the established biographical tradition of Anacreon as a cheerful, aging hedonist. Although not authored by the historical Anacreon, this collection played a central role in crystallizing his enduring literary persona for subsequent generations.

ΑΝΑΚΡΕΟΝΤΟΣ
Ἡ τὸν θύρσον ἔχουσʼ Ἑλικωνιὰς ἥ τε παρʼ αὐτὴν
Ξανθίππη Γλαύκη τʼ εἰς χορὸν ἐρχόμεναι
ἐξ ὄρεος χωρεῦσι, Διωνύσῳ δὲ φέρουσι
κισσὸν καὶ σταφυλήν, πίονα καὶ χίμαρον.
ΤΟΥ ΑΥΤΟΥ
Οὗτος Φειδόλα ἵππος ἀπʼ εὐρυχόροιο Κορίνθου
ἄγκειται Κρονίδᾳ μνᾶμα ποδῶν ἀρετᾶς.
ΤΟΥ ΑΥΤΟΥ
Πρηξιδίκη μὲν ἔρεξεν, ἐβούλευσεν δὲ Δύσηρις
εἷμα τόδε· ξυνὴ δʼ ἀμφοτέρων σοφίη.
ΤΟΥ ΑΥΤΟΥ
Πρόφρων, Ἀργυρότοξε, δίδου χάριν Αἰσχύλου υἱῷ
Ναυκράτει, εὐχωλὰς τάσδʼ ὑποδεξάμενος.
ΤΟΥ ΑΥΤΟΥ
Πρὶν μὲν Καλλιτέλης μʼ ἱδρύσατο· τόνδε δʼ ἐκείνου
ἔκγονοι ἐστήσανθʼ, οἷς χάριν ἀντιδίδου.
ΤΟΥ ΑΥΤΟΥ
Πραξαγόρας τάδε δῶρα θεοῖς ἀνέθηκε, Λυκαίου
υἱός· ἐποίησεν δʼ ἔργον Ἀναξαγόρας.
ΤΟΥ ΑΥΤΟΥ
Παιδὶ φιλοστεφάνῳ Σεμέλας ἀνέθηκε Μέλανθος
μνᾶμα χοροῦ νίκας, υἱὸς Ἀρηιφίλου.
ΤΟΥ ΑΥΤΟΥ
Ῥυσαμένα Πύθωνα δυσαχέος ἐκ πολέμοιο
ἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται.
ΤΟΥ ΑΥΤΟΥ
Σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμον
Θεσσαλίας μʼ ἀνέθηκʼ ἀρχὸς Ἐχεκρατίδας.
ΤΟΥ ΑΥΤΟΥ
Εὔχεο Τιμώνακτι θεῶν κήρυκα γενέσθαι
ἤπιον, ὅς μʼ ἐρατοῖς ἀγλαΐην προθύροις
Ἑρμῇ τε κρείοντι καθέσσατο· τὸν δʼ ἐθέλοντα
ἀστῶν καὶ ξείνων γυμνασίῳ δέχομαι.
ΤΟΥ ΑΥΤΟΥ
Στροίβου παῖ, τόδʼ ἄγαλμα, Λεώκρατες, εὖτʼ ἀνέθηκας
Ἑρμῇ, καλλικόμους οὐκ ἔλαθες Χάριτας
οὐδʼ Ἀκαδήμειαν πολυγαθέα, τῆς ἐν ἀγοστῷ
σὴν εὐεργεσίην τῷ προσιόντι λέγω.
ΤΟΥ ΑΥΤΟΥ
Βωμοὺς τούσδε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος,
ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.
ΑΝΑΚΡΕΟΝΤΟΣ
Τελλίᾳ ἱμερόεντα βίον πόρε, Μαιάδος υἱέ,
ἀντʼ ἐρατῶν δώρων τῶνδε χάριν θέμενος.
δὸς δέ μιν εὐθυδίκων Εὐωνυμέων ἐνὶ δήμῳ
ναίειν αἰῶνος μοῖραν ἔχοντʼ ἀγαθήν.
ΑΝΑΚΡΕΟΝΤΟΣ
Καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα·
Ἄρης δʼ οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν.
ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ
Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα
πᾶσʼ ἐπὶ πυρκαϊῆς ἥδʼ ἐβόησε πόλις.
οὔ τινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρης
ἠνάρισεν στυγερῆς ἐν στροφάλιγγι μάχης.
ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ
Καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴης
θαρσήσαντα Νότου λαίλαπι χειμερίῃ.
ὥρη γάρ σε πέδησεν ἀνέγγυος, ὑγρὰ δὲ τὴν σὴν
κύματʼ ἀφʼ ἱμερτὴν ἔκλυσεν ἡλικίην.
ΑΝΑΚΡΕΟΝΤΟΣ
Βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μὴ τὸ Μύρωνος
βοίδιον ὡς ἔμπνουν βουσὶ συνεξελάσῃς.
ΤΟΥ ΑΥΤΟΥ
Βοίδιον οὐ χοάνοις τετυπωμένον, ἀλλʼ ὑπὸ γήρως
χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων.
ΑΝΑΚΡΕΟΝΤΟΣ
Οὔ μοι μέλει τὰ Γύγεω,
τοῦ Σαρδίων ἄνακτος,
οὔθʼ αἱρέει με χρυσός,
οὐ δὲ φθονῶ τυράννοις·
ἐμοὶ μέλει μύροισι
καταβρέχειν ὑπήνην·
ἐμοὶ μέλει ῥόδοισι
καταστέφειν κάρηνα.
τὸ σήμερον μέλει μοι·
τὸ δʼ αὔριον τίς οἶδεν;
ΤΟΥ ΑΥΤΟΥ
Τὸν ἄργυρον τορεύσας,
Ἥφαιστέ, μοι ποίησον
πανοπλίαν μὲν οὐχί,
ποτήριον δὲ κοῖλον,
ὅσον δύνῃ, βάθυνον.
ποίει δέ μοι κατʼ αὐτοῦ
μηδʼ ἄστρα μηδʼ ἁμάξας,
μὴ στυγνὸν Ὠρίωνα,
ἀλλʼ ἀμπέλους χλοώσας
καὶ βότρυας γελῶντας
σὺν τῷ καλῷ Λυαίῳ.
ΑΝΑΚΡΕΟΝΤΟΣ
Ἀλκίμων σʼ, Ὠριστοκλείδη, πρῶτον οἰκτίρω φίλων·
ὤλεσας δʼ ἥβην ἀμύνων πατρίδος δουληίην.