ΑΡΡΗΦΟΡΟΣ ἢ ΑΥΛΗΤΡΙΣ
Α οὐ γαμεῖς, ἂν νοῦν ἔχηις,
τοῦτον καταλείπων τὸν βίον. γεγάμηκα γὰρ
αὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.
Β δεδογμένον τὸ πρᾶγμʼ· ἀνερρίφθω κύβος.
Α πέραινε. σωθείης δέ. νῦν ἀληθινὸν
εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,
οὐ Λιβυκὸν οὐδʼ Αἰγαῖον οὐδʼ,
οὗ τῶν τριάκοντʼ οὐκ ἀπόλλυται τρία
πλοιάρια· γήμας δʼ οὐδὲ εἷς σέσωσθʼ ὅλως.
ἐὰν δὲ κινήσηι μόνον τὴν Μυρτίλην
ταύτην τις, ἣν τίτθην καλεῖ, πέρας ποεῖ
λαλιᾶς. τὸ Δωδωναῖον ἄν τις χαλκίον,
ὃ λέγουσιν ἠχεῖν, ἂν παράψηθʼ ὁ παριών,
τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ
ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει.
ΔΕΙΣΙΔΑΙΜΩΝ
ἀγαθόν τι μοι
γένοιτο. ὦ πολυτίμητοι θεοί,
ὑποδούμενος τὸν ἱμάντα … τῆς δεξιᾶς
ἐμβάδος ἀπέρρηξα. Β εἰκότως, ὦ φλήναφε·
σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος τις οὐ θέλων
καινὸν πρίασθαι.
ΘΥΡΩΡΟΣ
οὐκ ἀδελφός, οὐκ ἀδελφὴ παρενοχλήσει, τηθίδα
οὐδʼ ἑώρακεν τὸ σύνολον, θεῖον οὐδʼ ἀκήκοεν.
εὐτύχημα δʼ ἐστὶν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν.
ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν,
οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ,
καὶ παραινέσει πέπαιχεν, εἶτα μήτηρ δευτέρα,
εἶτα τήθη παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,
τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον.
ὁ δʼ ἐπινεύει πᾶσι τούτοις
οὐθεὶς διʼ ἀνθρώπου θεὸς σώιζει, γύναι,
ἑτέρου τὸν ἕτερον. εἰ γὰρ ἕλκει τινὰ θεὸν
τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται,
ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ.
ἀλλʼ ἔστι τόλμης καὶ βίας ταῦτʼ ὄργανα
εὑρημένʼ ἀνθρώποις ἀναιδέσιν, Ῥόδη,
εἰς καταγέλωτα τῶι βίωι πεπλασμένα.
ΙΠΠΟΚΟΜΟΣ
Α Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός,
ἀδοξότερος μικρῶι δέ. Φιλ ὁ τὴν πήραν ἔχων;
Α πήρας μὲν οὖν τρεῖς. ἀλλʼ ἐκεῖνος ῥῆμά τι
ἐφθέγξατʼ οὐδὲν ἐμφερές, μὰ τὸν Δία,
τῶι «γνῶθι σαυτόν», οὐδὲ τοῖς βοωμένοις
τούτοις, ὑπὲρ δὲ ταῦθʼ ὁ προσαιτῶν καὶ ῥυπῶν·
τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.
ΚΥΒΕΡΝΗΤΑΙ
τἀργύριον εἶναι, μειράκιόν, σοι φαίνεται
οὐ τῶν ἀναγκαίων καθʼ ἡμέραν μόνον
τιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων,
ὄξους, ἐλαίου, μείζονος δʼ ἄλλου τινός.
ἀθανασίας δʼ οὐκ ἔστιν, οὐδʼ ἂν συναγάγηις
τὰ Ταντάλου τάλαντʼ ἐκεῖνα λεγόμενα·
ἀλλʼ ἀποθανῆι καὶ ταῦτα καταλείψεις τινί.
οἷοι λαλοῦμεν ὄντες. ὢ τρισάθλιοι
ἅπαντες οἱ φυσῶντες ἐφʼ ἑαυτοῖς μέγα·
οὗτοι γὰρ οὐκ ἴσασιν ἀνθρώπου φύσιν.
οὗτος μακάριος ἐν ἀγορᾶι νομίζεται,
ἐπὰν δʼ ἀνοίξηι τὰς θύρας, τρισάθλιος·
γυνὴ κρατεῖ πάντων, ἐπιτάττει μάχετʼ ἀεί.
ἀπὸ πλειόνων ὀδυνᾶτʼ, ἐγὼ δʼ ἀπʼ οὐδενός.
ΜΕΘΗ
εἶτʼ οὐχ ὅμοια πράττομεν καὶ θύομεν,
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
Μενδαῖον, ἐγχέλεις, Θάσιον, τυρόν, μέλι,
μικροῦ ταλάντου; γίνεται τὸ κατὰ λόγον,
δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα
ἡμᾶς, ἐὰν καὶ καλλιερηθῆι τοῖς θεοῖς,
τούτων δὲ πρὸς ταῦτʼ ἀντανελεῖν τὴν ζημίαν.
πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;
ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν
ὀσφῦν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,
εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.
ΜΙΣΟΓΥΝΗΣ
πρὸς τὸ πρᾶγμʼ ἔχω
κακῶς. ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις.
εἶτʼ ἐπιφέρει· τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσοντά σε
ὁρᾶις ἐν αὐτῶι, τὰ δʼ ἀγάθʼ οὐκ ἐπιβλέπεις.
εὕροις δʼ ἂν οὐθὲν τῶν ἁπάντων, Σιμύλε,
ἀγαθόν, ὅπου τι μὴ πρόσεστι καὶ κακόν.
γυνὴ πολυτελής ἐστʼ ὀχληρὸν οὐδʼ ἐᾶι
ζῆν τὸν λαβόνθʼ ὡς βούλετʼ· ἀλλʼ ἕν ἐστί τι
ἀγαθὸν ἀπʼ αὐτῆς. παῖδες. ἐλθόντʼ εἰς νόσον
τὸν ἔχονθʼ ἑαυτὴν ἐθεράπευσεν ἐπιμελῶς,
ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τε
ἔθαψε, περιέστειλεν οἰκείως. ὅρα
εἰς ταῦθʼ ὅταν λυπῆι τι τῶν καθʼ ἡμέραν·
οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμʼ· ἂν δʼ ἐκλέγηι
ἀεὶ τὸ λυποῦν μηδὲν ἀντιπαρατιθεὶς
τῶν προσδοκωμένων, ὀδυνήσηι διὰ τέλους.
ΝΑΥΚΛΗΡΟΣ
Α ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος
Θεόφιλος ἡμῖν. ὦ Στράτων, ὡς εἰς καλὸν
τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωμένον
πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.
Στρ ποῖον; τὸ πλοῖον; Α οὐδὲν οἶσθας, ἄθλιε.
καὶ μετʼ ὀλίγα·
Στρ τὴν ναῦν σεσῶσθαί μοι λέγεις; Α ἔγωγε μὴν
τὴν ναῦν ἐκείνην ἣν ἐποίησε Καλλικλῆς
τὸν καλούμενον, Εὐφράνωρ δʼ ἐκυβέρνα Θούριος.
ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρʼ εἶ
τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τʼ ἄξιον.
ὡς δῆτʼ ἐχρῆν, εἴ τις πατρώιαν παραλαβὼν
γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους
καὶ μηδʼ ἐπιβαίνειν γῆς, ἵνʼ οὕτως ἤισθετο
οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.
ΟΡΓΗ
καίτοι νέος ποτʼ ἐγενόμην κἀγώ, γύναι,
ἀλλʼ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας
τότʼ, ἀλλὰ νῦν. οὐδὲ χλανίδʼ εἶχον, ἀλλὰ νῦν.
οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν. καὶ βάψομαι
καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι
Κτήσιππος οὐκ ἄνθρωπος ἐν ὀλίγωι χρόνωι,
κἆιθʼ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους
ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.
διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ
ἅνθρωπος, ὅστις ἐστίν, ὃς κληθείς ποτε
εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος
πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν
ὡς ὑστερίζων καὶ παρῆν ἅμʼ ἡμέραι.
ΠΛΟΚΙΟΝ
ἐπʼ ἀμφότερα νῦν ἡ ʼπίκληρος ἡ καλὴ
μέλλει καθευδήσειν. κατείργασται μέγα
καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας
ἐξέβαλε τὴν λυποῦσαν ἣν ἐβούλετο,
ἵνʼ ἀποβλέπωσιν πάντες εἰς τὸ Κρωβύλης
πρόσωπον ἦι τʼ εὔγνωστος οὖσʼ ἐμὴ γυνὴ
δέσποινα. καὶ τὴν ὄψιν ἣν ἐκτήσατο·
ὄνος ἐν πιθήκοις, τοῦτο δὴ τὸ λεγόμενον,
ἐστίν. σιωπᾶν βούλομαι τὴν νύκτα τὴν
πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην
λαβεῖν ἔμʼ, εἰ καὶ δέκα τάλαντʼ ἠνέγκατο,
τὴν ῥῖνʼ ἔχουσαν πήχεως. εἶτʼ ἐστὶ τὸ
φρύαγμα πῶς ὑποστατόν; μὰ τὸν Δία
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς.
παιδισκάριον θεραπευτικὸν δὴ καὶ λόγου
τάχιον· ἀπαγέσθω δέ. τί γὰρ ἄν τις λέγοι;
Α ἔχω δʼ ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι
τουτὶ γάρ. Β οὐχί. Α κυρίαν τῆς οἰκίας
καὶ τῶν ἀγρῶν καὶ πάντων ἀντʼ ἐκείνης
ἔχομεν. Β Ἄπολλον, ὡς χαλεπόν. Α χαλεπώτατον.
ἅπασι δʼ ἀργαλέα ʼστιν, οὐκ ἐμοὶ μόνωι·
ὑῶι πολὺ μᾶλλον, θυγατρί. Β πρᾶγμʼ ἄμαχον λέγεις.
Α εὖ οἶδα.
ὢ τρισκακοδαίμων, ὅστις ὢν πένης γαμεῖ
καὶ παιδοποιεῖθʼ. ὡς ἀλόγιστός ἐστʼ ἀνήρ,
ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει
μήτʼ ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου
ἐπαμφιέσαι δύναιτο τοῦτο χρήμασιν,
ἀλλʼ ἐν ἀκαλύπτωι καὶ ταλαιπώρωι βίωι
χειμαζόμενος ζῆι, τῶν μὲν ἀνιαρῶν ἔχων
τὸ μέρος ἁπάντων, τῶν δʼ ἀγαθῶν οὐδὲν μέρος.
ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ.
ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται,
ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποεῖν.
ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν
δυνάμενον ἐμβλέψηι, τότʼ αὐτόν ἐστʼ ἰδεῖν
ὡς ἄθλιον ζῆι καὶ ταλαίπωρον βίον.
κακῶς ὁ δεσπότης βεβούλευται πάνυ·
ἐν ἀγρῶι γὰρ οἰκῶν οὐ σφόδρʼ ἐξηλέγχετο
τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένης,
εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν.
ΤΡΟΦΩΝΙΟΣ
Α ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή τινος.
Β ποδαποῦ; διαφέρει τῶι μαγείρωι τοῦτο γάρ.
οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια,
ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα
καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ
ἁλίσκετʼ ἀλλʼ οὕτως παρέργως ἅπτεται,
τὰς δʼ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα
μᾶλλον προσεδέξατʼ. Ἀρκαδικὸς τοὐναντίον
ἀθάλαττος ὢν τοῖς λοπαδίοις ἁλίσκεται.
Ἰωνικὸς πλούταξ; ὑποστάσεις ποῶ,
κάνδαυλον, ὑποβινητιῶντα βρώματα.
ΥΠΟΒΟΛΙΜΑΙΟΣ
τοῦτον εὐτυχέστατον λέγω
ὅστις θεωρήσας ἀλύπως, Παρμένων,
τὰ σεμνὰ ταῦτʼ ἀπῆλθεν ὅθεν ἦλθεν ταχύ,
τὸν ἥλιον τὸν κοινόν, ἄστρʼ, ὕδωρ, νέφη,
πῦρ. ταῦτα, κἂν ἑκατὸν ἔτη βιῶις, ἀεὶ
ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρʼ ὀλίγους·
σεμνότερα τούτων ἕτερα δʼ οὐκ ὄψει ποτέ.
πανήγυριν νόμισόν τινʼ εἶναι τὸν χρόνον
ὅν φημι τοῦτον, τὴν ἐπιδημίαν ἄνω·
ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί.
ἂν πρῶιος ἀπίηις καὶ καταλύσεις βέλτιον.
ἐφόδιʼ ἔχων ἀπῆλθες ἐχθρὸς οὐδενί.
ὁ προσδιατρίβων δʼ ἐκοπίασεν ἀπολέσας
κακῶς τε γηρῶν ἐνδεής που γίνεται
ῥεμβόμενος, ἐχθροὺς εὗρʼ, ἐπεβουλήθη ποθέν,
οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον.
παύσασθε νοῦν ἔχοντες· οὐδὲν γὰρ πλέον
ἁνθρώπινος νοῦς ἐστιν, ἀλλʼ ὁ τῆς Τύχης,
εἴτʼ ἐστὶ τοῦτο πνεῦμα θεῖον εἴτε νοῦς.
τοῦτʼ ἔστι τὸ κυβερνῶν ἅπαντα καὶ στρέφον
καὶ σῶιζον, ἡ πρόνοια δʼ ἡ θνητὴ καπνὸς
καὶ φλήναφος. πείσθητε, κοὐ μέμψεσθέ με.
πάνθʼ ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν,
τύχη ʼστιν, ἡμεῖς δʼ ἐσμὲν ἐπιγεγραμμένοι.
ΨΕΥΔΗΡΑΚΛΗΣ
Α μάγειρʼ, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα.
πόσας τραπέζας μέλλομεν ποεῖν τρίτον
ἤδη μʼ ἐρωτᾶις. χοιρίδιον ἓν θύομεν,
ὀκτὼ ποήσοντες τραπέζας, δύο, μίαν,
τί σοὶ διαφέρει τοῦτο; παράθες σημιαν.
Β οὐκ ἔστι κανδύλους ποεῖν οὐδʼ οἷα σὺ
εἴωθας, εἰς ταὐτὸν καρυκεύειν μέλι,
σεμίδαλιν, ὠιά. πάντα γὰρ τἀναντία
νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποεῖ,
πλακοῦντας ὀπτᾶι, χόνδρον ἕψει καὶ φέρει
μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς·
ἡ δημιουργὸς δʼ ἀντιπαρατεταγμένη
κρεάιδιʼ ὀπτᾶι καὶ κίχλας, τραγήματα.
ἔπειθʼ ὁ δειπνῶν μὲν τραγηματίζεται,
μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν
σύμμεικτα δειπνεῖ τὰ μελίπηκτα ταῖς κίχλαις.
μειράκιον, οὔ μοι κατανοεῖν δοκεῖς ὅτι
ὑπὸ τῆς ἰδίας ἕκαστα κακίας σήπεται,
καὶ πᾶν τὸ λυμαινόμενόν ἐστιν ἔνδοθεν.
οἷον ὁ μὲν ἰὸς τὸν σίδηρον, ἂν σκοπῆις,
τὸ δʼ ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρὶψ τὸ ξύλον.
σὲ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων φθόνος
φθισικὸν πεπόηκε καὶ ποήσει καὶ ποεῖ,
ψυχῆς πονηρᾶς δυσσεβὴς παράστασις.
τίνι δεδούλωνται ποτέ;
ὄψει; φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἂν
ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει.
ἀλλʼ ἡδονή τις τοὺς ἐρῶντας ἐπάγεται
συνουσίας; πῶς οὖν ἕτερος ταύτην ἔχων
οὐδὲν πέπονθεν ἀλλʼ ἀπῆλθε καταγελῶν,
ἕτερος δʼ ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος
ψυχῆς, ὁ πληγεὶς δʼ εἴσω δὴ τιτρώσκεται.
καὶ τοῦτον ἡμᾶς τὸν τρόπον γαμεῖν ἔδει
ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνούμεθα,
οὐκ ἐξετάζειν μὲν τὰ μηθὲν χρήσιμα,
τίς ἦν ὁ πάππος ἧς γαμεῖ, τήθη δὲ τίς,
τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθʼ ἧς
βιώσεται, μήτʼ ἐξετάσαι μήτʼ … ιδεῖν·
ἀλλʼ ἐπὶ τράπεζαν μὲν φέρειν τὴν προῖχʼ ἵνα
εἰ τἀργύριον καλόν ἐστι δοκιμαστὴς ἴδηι,
ὃ πέντε μῆνας ἔνδον οὐ γενήσεται,
τῆς διὰ βίου δʼ ἔνδον καθεδουμένης ἀεὶ
μὴ δοκιμάσασθαι μηδέν, ἀλλʼ εἰκῆι λαβεῖν,
ἀγνώμονʼ ὀργίλην χαλεπήν, ἐὰν τύχηι
λάλον. περιάξω τὴν ἐμαυτοῦ θυγατέρα
τὴν πόλιν ὅλην· οἱ βουλόμενοι ταύτην λαβεῖν
λαλεῖτε, προσκοπεῖσθε πηλίκον κακὸν
λήψεσθʼ· ἀνάγκη γὰρ γυναῖκʼ εἶναι κακόν,
ἀλλʼ εὐτυχής ἐσθʼ ὁ μετριώτατον λαβών.
τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι,
διὰ τὴν λαλιάν· πέρας γὰρ αὔλειος θύρα
ἐλευθέραι γυναικὶ νενόμιστʼ οἰκίας,
τὸ δʼ ἐπιδιώκειν εἴς τε τὴν ὁδὸν τρέχειν
ἔτι λοιδορουμένην κυνός ἐστʼ ἔργον, Ῥόδη
ἀπολεῖ με τὸ γένος. μὴ λέγʼ, εἰ φιλεῖς ἐμέ,
μῆτερ, ἐφʼ ἑκάστωι τὸ γένος. οἷς ἂν τῆι φύσει
ἀγαθὸν ὑπάρχει μηδὲν οἰκεῖον προσόν,
ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα
καὶ τὸ γένος, ἀριθμοῦσίν τε τοὺς πάππους ὅσοι.
οὐδένα δʼ ἔχοις ἰδεῖν ἂν οὐδʼ εἰπεῖν ὅτωι
οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντʼ ἄν ποτε;
εἰ μὴ λέγειν δʼ ἔχουσι τούτους διά τινα
τόπου μεταβολὴν ἢ φίλων ἐρημίαν,
τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι;
ὃς ἂν εὖ γεγονὼς ἦι τῆι φύσει πρὸς τἀγαθά,
κἂν Αἰθίοψ ἦι, μῆτέρ, ἐστιν εὐγενής.
Σκύθης τις; «ὄλεθρος.» ὁ δʼ Ἀνάχαρσις οὐ Σκύθης;
ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει
ἀνέμους ὕδωρ γῆν ἥλιον πῦρ ἀστέρας,
ἐγὼ δʼ ὑπέλαβον χρησίμους εἶναι θεοὺς
τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον …
ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν,
εὖξαι τί βούλει· πάντα σοι γενήσεται,
ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα,
φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου·
αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας.
ἅπαντα τὰ ζῶιʼ ἐστὶ μακαριώτερα
καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπων πολύ.
τὸν ὄνον ὁρᾶν ἔξεστι πρῶτα τουτονί·
οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως.
τούτωι κακὸν διʼ αὑτὸν οὐδὲν γίνεται,
ἃ δʼ ἡ φύσις δέδωκεν, αὐτὰ ταῦτʼ ἔχει.
ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν
αὐτοὶ παρʼ αὑτῶν ἕτερα προσπορίζομεν.
λυπούμεθʼ ἂν πτάρηι τις· ἂν εἴπηι κακῶς,
ὀργιζόμεθʼ· ἂν ἴδηι τις ἐνύπνιον, σφόδρα
φοβούμεθʼ· ἂν γλαῦξ ἀνακράγηι, δεδοίκαμεν.
ἀγωνίαι δόξαι φιλοτιμίαι νόμοι,
ἅπαντα ταῦτʼ ἐπίθετα τῆι φύσει κακά.
μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόνʼ οὐκ ἔχω
εὑρεῖν ὁμοίαν τῶι γεγονότι πράγματι,
ζητῶν πρὸς ἐμαυτὸν τί ταχέως ἀπολλύει.
στρόβιλος; ἐν ὅσωι συστρέφεται, προσέρχεται,
προσέβαλεν, ἐξέτριψεν, αἰὼν γίνεται.
ἀλλʼ ἐν πελάγει συγκλυσμός; ἀναπνοὴν ἔχει
«Ζεῦ Σῶτερ·» εἰπεῖν «ἀντέχου τῶν σχοινίων»,
ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν·
ναυαγίου δʼ ἂν ἐπιλάβοιʼ, ἐγὼ δʼ ἅπαξ
ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῶι.
ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται
εὐθὺς γενομένωι μυσταγωγὸς τοῦ βίου
ἀγαθός· κακὸν γὰρ δαίμονʼ οὐ νομιστέον
εἶναι βίον βλάπτοντα χρηστόν, οὐδʼ ἔχειν
κακίαν, ἅπαντα δʼ ἀγαθὸν εἶναι τὸν θεόν.
ἀλλʼ οἱ γενόμενοι τοῖς τρόποις αὐτοὶ κακοὶ
πολλὴν δʼ ἐπιπλοκὴν τοῦ βίου πεποημένοι
εἰπάντα τὴν ἑαυτῶν ἀβουλίαν ἐκτρίψαντες
ἀποφαίνουσι δαίμονʼ αἴτιον
καὶ κακὸν ἐκεῖνόν φασιν αὐτοὶ γεγονότες.
εἶτʼ οὐ δικαίως προσπεπατταλευμένον
γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις
καὶ γίνετʼ αὐτῶι λαμπάς, ἄλλο δʼ οὐδὲ ἓν
ἀγαθόν; ὃ μισεῖν οἶμʼ ἅπαντας τοὺς θεούς,
γυναῖκας ἔπλασεν. ὦ πολυτίμητοι θεοί,
ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ;
λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί,
γαμηλίωι λέχει τε μοιχὸς ἐντρυφῶν
καὶ φαρμακεῖαι καὶ νόσων χαλεπώτατος
φθόνος, μεθʼ οὗ ζῆι πάντα τὸν βίον γυνή.
σὺ δὲ δὴ τί σύννους κατὰ μόνας σαυτῶι λαλεῖς
δοκεῖς τε παρέχειν ἔμφασιν λυπουμένου;
ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων.
μὴ καταφρονήσηις οἰκέτου συμβουλίας.
πολλάκις ὁ δοῦλος τοὺς τρόπους χρηστοὺς ἔχων
τῶν δεσποτῶν ἐγένετο σωφρονέστερος.
εἰ δʼ ἡ τύχη τὸ σῶμα κατεδουλώσατο,
ὅ γε νοῦς ὑπάρχει τοῖς τρόποις ἐλεύθερος.
εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος,
ὅτʼ ἔτικτεν ἡ μήτηρ σʼ, ἐφʼ ὧι τε διατελεῖν
πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί,
καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,
ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ σʼ ἐψευσμένος
ἄτοπόν τε πεπόηκʼ· εἰ δʼ ἐπὶ τοῖς αὐτοῖς νόμοις
ἐφʼ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα
τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ,
οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
τὸ δὲ κεφάλαιον τῶν λόγων· ἄνθρωπος εἶ,
οὗ μεταβολὴν θᾶττον πρὸς ὄγκον καὶ πάλιν
ταπεινότητα ζῶιον οὐδὲν λαμβάνει.
καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν
φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν·
ὅταν πέσηι δέ, πλεῖστα συντρίβει καλά.
σὺ δʼ οὔθʼ ὑπερβάλλοντα, τρόφιμʼ, ἀπώλεσας
ἀγαθά, τὰ νυνί τʼ ἐστι μέτριά σοι κακά.
ὥστʼ ἀνὰ μέσον που καὶ τὸ λυπηρὸν φέρε.
«πῶς τὸ τραῦμα τοῦτʼ ἔχεις;»
«μεσαγκύλωι.» «πῶς πρὸς θεῶν;» «ἐπὶ κλίμακι
πρὸς τεῖχος ἀναβαίνων.» ἐγὼ μὲν δεικνύω
ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν.
παράδειγμα τοὺς Σύρους λαβέ·
ὅταν φάγωσʼ ἰχθῦν ἐκεῖνοι, διά τινα
αὑτῶν ἀκρασίαν τοὺς πόδας, τὴν γαστέρα
οἰδοῦσιν· εἶτʼ ἔλαβον σακίον, εἰς τὴν ὁδὸν
ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου καὶ τὴν θεὸν
ἐξιλάσαντο τῶι τεταπεινῶσθαι σφόδρα.
πάντες μὲν οἱ Θρᾶικες, μάλιστα δʼ οἱ Γέται
ἡμεῖς ἁπάντων—καὶ γὰρ αὐτὸς εὔχομαι
ἐκεῖθεν εἶναι τὸ γένος—οὐ σφόδρʼ ἐγκρατεῖς
ἐσμεν.
γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκʼ ἢ
ἕνδεκα γυναῖκας· δώδεκʼ ἢ πλείους τινές.
ἂν τέτταρας δʼ ἢ πέντε γεγαμηκὼς τύχηι
καταστροφῆς τις, ἀνυμέναιος ἄθλιος
ἄνυμφος οὗτος ἀποκαλεῖτʼ ἐν τοῖς ἐκεῖ.