eul_wid: jtw-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Culinary Artisan's Boast by Hegesippos the Comic Poet

The Culinary Artisan’s Boast is a lost Athenian comedy by the poet Hegesippos, known today only through twenty-nine fragments. These excerpts are preserved almost exclusively within the Deipnosophistae of Athenaeus, a vast compendium of dining lore compiled in the late second or early third century CE. The translated title reflects the fragments’ thematic focus on food and the likely presence of a boastful cook character. The extant passages suggest the comedy engaged with gastronomy through descriptions of food, recipes, and culinary techniques, while also featuring the humorous self-aggrandizement of a culinary artisan and offering social satire through the mockery of extravagant consumption and food-related social types. The play has no independent manuscript tradition, its text surviving solely through this indirect transmission of anthological citation. Its fragments are collected in modern editions such as Greek Comic Poets. While the work has no documented direct literary influence, its remnants provide insight into the themes of non-extant Greek comedy, particularly its engagement with daily life and specialized trades, and serving as a source for ancient social history and the language of food.

ΑΔΕΛΦΟΙ.
Βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
εἰρημένʼ ἐστίν. ἢ λέγων φαίνου τι δή
καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτʼ ἐμέ.
Β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε,
εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ.
οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυσίν
ἔχων περίζωμʼ, ἀλλʼ ἅπαντα τὸν βίον
ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα.
εἴδη λαχάνων ὅσʼ ἐστί, βεμβράδων τρόπους,
φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω·
ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν,
ἐπὰν τάχιστʼ ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς,
τὰ βάπτʼ ἔχοντες, τοὐπίθημα τῆς χύτρας
ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν.
τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι
διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων.
Α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας;
Β. τὰ πάρεργά μου ταῦτʼ ἔστιν· ἂν δὲ δὴ λάβω
τὰ δέοντα, καὶ τοὐπτάνιον ἁρμόσωμʼ ἅπαξ,
ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε,
ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτʼ ὄψει πάλιν·
ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται
ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί·
ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν
ἑστήξετʼ ἀχανής, προσπεπατταλευμένος,
ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος
τὴν ῥῖνʼ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ.
Α. μέγας εἶ τεχνίτης. Β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς·
πολλοὺς ἐγὼ σφόδρʼ οἶδα τῶν καθημένων,
οἳ καταβεβρώκασʼ ἕνεκʼ ἐμοῦ τὰς οὐσίας.
ΦΙΛΕΤΑΙΡΟΙ.
Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος
εἰπεῖν πρὸς αὐτὸν ὅ τι ποτʼ ἐστὶ τἀγαθόν,
ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν.
εὖ γʼ, ὦ κράτιστʼ ἄνθρωπε καὶ σοφώτατε·
τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστʼ οὐδὲ ἕν
ἀγαθόν· πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.