ΓΕΩΡΓΟΣ
Νεανίσκος … προσιὼν πράττων
… ὑποφοβούμενος
ἦν δʼ οὐ πονηρὸς οὐδʼ ἐδόκουν …
… ε ὁ μειρακίσκος ἐν ἀγρῶι διετέλει,
ἔτυχέ τι συμβεβηκὸς ὅ μʼ ἀπολώλεκε
ἀπόδημον εἰς Κόρινθον ἐπὶ πρᾶξίν τινα·
κατιὼν ὑπὸ νύκτα γινομένους ἑτέρους γάμους
καταλαμβάνω μοι, τοὺς θεοὺς στεφανουμένους,
τὸν πατέρα θύοντʼ ἔνδον· ἐκδίδωσι δὲ
αὐτὸς ὁ πατήρ· ὁμοπατρία γάρ ἐστί μοι
ἐκ τῆς … νυνὶ γυναικὸς τρεφομένη
… ἀδελφή. τίνα δὲ δυσφεύκτωι κακῶι
τρόπον μάχωμʼ οὐκ οἶδα· πλὴν οὕτως ἔχω·
… οἰκίας οὐδὲν φράσας
… λιπὼν δὲ τὸν γάμον τὴν φιλτάτην
… αν ἀδικήσαιμʼ ἄν· οὐ γὰρ εὐσεβές.
κόπτειν δὲ μέλλων τὴν θύραν ὀκνῶ πάλαι·
οὐκ οἶδα γὰρ τὸν ἀδελφὸν εἰ νῦν ἐξ ἀγροῦ
ἐνθάδʼ ἐπιδημεῖ· πάντα προνοεῖσθαί με δεῖ.
ἀλλʼ ἐκποδὼν ἄπειμι καὶ βουλεύσομαι
τοῦτʼ αὔθʼ, ὅπως δεῖ διαφυγεῖν με τὸν γάμον.
Μυρρίνη ἀλλʼ ὡς πρὸς εὔνουν, ὦ Φίλιννα, τοὺς λόγους
ποουμένη σε πάντα τἀμαυτῆς λέγω·
ἐν τοῖσδʼ ἐγὼ νῦν εἰμι. Φίλιννα καί, νὴ τὼ θεώ,
ἔγωγʼ ἀκούουσʼ, ὦ τέκνον, μικροῦ δέω
πρὸς τὴν θύραν ἐλθοῦσα καὶ καλέσασα τὸν
ἀλαζόνʼ ἔξω τοῦτον εἰπεῖν ὅσα φρονῶ.
Μυρρίνη μὴ σύ γε, Φίλιννα. χαιρέτω. Φίλιννα τί «χαιρέτω»;
οἰμωζέτω μὲν οὖν τοιοῦτος ὤν. γαμεῖ
ὁ μιαρὸς οὗτος ἠδικηκὼς τὴν κόρην
… τοσούτους κατατ … προσέρχεται
… ὁ θεράπων ἐξ ἀγροῦ Δᾶος. βραχὺ
… ι μεταστῶμεν. Φίλιννα τί δʼ ἡμῖν, εἰπέ μοι,
τούτου μέλει; καλόν γʼ ἂν εἴη, νὴ Δία.
Δᾶος ἀγρὸν εὐσεβέστερον γεωργεῖν οὐδένα
οἶμαι· φέρει γὰρ μυρρίνην, κιττὸν καλόν,
ἄνθη τοσαῦτα, τἆλλα δʼ ἄν τις καταβάληι,
ἀπέδωκεν ὀρθῶς καὶ δικαίως, οὐ πλέον
ἀλλʼ αὐτὸ τὸ μέτρον. ὁ Σύρος εἰσένεγχʼ ὅμως
πάνθʼ, ὅσα γε φέρομεν· ταῦτα πάντʼ εἰς τοὺς γάμους.
ὦ χαῖρε πολλά, Μυρρίνη. Μυρρίνη νὴ καὶ σύ γε.
Δᾶος οὔ σε καθεώρων, γεννικὴ καὶ κοσμία
γύναι. τί πράττεις; βούλομαι σʼ ἀγαθῶν λόγων,
μᾶλλον δὲ πράξεων ἐσομένων, ἂν οἱ θεοὶ
θέλωσι, γεῦσαι καὶ φθάσαι πρῶτος φράσας.
ὁ Κλεαίνετος γάρ, οὗ τὸ μειράκιον τὸ σὸν
ἐργάζεται, πρώην ποτʼ ἐν ταῖς ἀμπέλοις
σκάπτων διέκοψε τὸ σκέλος χρηστῶς πάνυ.
Μυρρίνη τάλαινʼ ἐγώ. Δᾶος θάρρει· τὸ πέρας δʼ ἄκουέ μου.
ἀπὸ τοῦ γὰρ ἕλκους, ὡς τριταῖον ἐγένετο,
βουβὼν ἐπήρθη τῶι γέροντι θέρμα τε
ἐπέλαβεν αὐτὸν καὶ κακῶς ἔσχεν πάνυ.
Φίλιννα ἀλλʼ ἐκκορηθείης σύ γʼ· οἷα τἀγαθὰ
ἥκεις ἀπαγγέλλων. Μυρρίνη σιώπα, γράιδιον.
Δᾶος ἐνταῦθα χρείας γενομένης αὐτῶι τινος
κηδεμόνος, οἱ μὲν οἰκέται καὶ βάρβαροι,
ἐφʼ οἷς ἐκεῖνός ἐστιν, οἰμώζειν μακρὰν
ἔλεγον ἅπαντες, ὁ δὲ σὸς ὑός, οἱονεὶ
νομίσας ἑαυτοῦ πατέρα, ποιήσας ἃ δεῖ,
ἤλειφεν, ἐξέτριβεν, ἀπένιζεν, φαγεῖν
προσέφερε, παρεμυθεῖτο, πάνυ φαύλως ἔχειν
δόξαντʼ ἀνέστησʼ αὐτὸν ἐπιμελούμενος.
Φίλιννα φίλον τέκνον. Δᾶος νὴ τὸν Δίʼ, εὖ δῆθʼ οὑτοσί.
ἀναλαμβάνων γὰρ αὑτὸν ἔνδον, καὶ σχολὴν
εὑρὼν ἀπαλλαγεὶς δικέλλης καὶ κακῶν—
οὕτω τίς ἐστι σκληρὸς ὁ γέρων τῶι βίωι—
τοῦ μειρακίου τὰ πράγματʼ ἀνέκρινεν, τίνα
ἔστʼ, οὐχὶ παντάπασιν ἀγνοῶν ἴσως.
κοινουμένου δὲ τοῦ νεανίσκου τά τε
περὶ τῆς ἀδελφῆς ἐμβαλόντος σοῦ τε καὶ
… ἔπαθέ τι κοινὸν καὶ χάριν
τῆς ἐπιμελείας ὤιετʼ ἐκ παντὸς λόγου
δεῖν αὑτὸν ἀποδοῦναι, μόνος τʼ ὢν καὶ γέρων
νοῦν ἔσχε· τὴν γὰρ παῖδʼ ὑπέσχηται γαμεῖν.
κεφάλαιόν ἐστι τοῦτο τοῦ παντὸς λόγου.
ἥξουσιν ἤδη δεῦρʼ, ἄπεισιν εἰς ἀγρὸν
αὐτὴν λαβών. παύσεσθε πενίαι μαχόμενοι,
δυσνουθετήτωι θηρίωι καὶ δυσκόλωι
καὶ ταῦτʼ ἐν ἄστει· δεῖ γὰρ ἢ πλουτεῖν ἴσως
ἢ ζῆν ὅπως μὴ μάρτυρας τοῦ δυστυχεῖν
πολλούς τις ἕξει τοὺς ὁρῶντας· ἔστι δὲ
ἀγρὸς εἰς τὸ τοιοῦτʼ εὐκτὸν ἥ τʼ ἐρημία.
εὐαγγελίσασθαι πρός σε ταῦτʼ ἐβουλόμην.
ἔρρωσο πολλά. Μυρρίνη καὶ σύ. Φίλιννα τί πέπονθας, τέκνον;
τί περιπατεῖς τρίβουσα τὰς χεῖρας; Μυρρίνη τί γάρ;
Φίλιννʼ, ἀποροῦμαι νῦν τί ποιῆσαί με δεῖ.
Φίλιννα περὶ τίνος; Μυρρίνη ἡ παῖς ἐστι τοῦ τόκου, φίλη,
ὁμοῦ … τοδε
Γοργίας τοιοῦτ
στροβει
τοῦτʼ ε
ἐγώ· τί ποιήσω
αὐτῶν ἰδω —
Φιλιν' πρὸ τῶν θυρῶν —
Γοργ' οὐδεὶς γάρ εἰμʼ ἕτερος
Φίλιννα τί ἐστιν; Γοργίας οὐδέν· ἀ
τὴν μητέρʼ επη
Φίλιννα, κάλεσον
Φίλιννα μὰ τὼ θεώ, τέκνον —
σὺ γὰρ παρʼ ἡμῶν α —
ἐγ γειτόνων ὄντ
τὴν Ἄρτεμιν —
Γοργίας ἐγὼ καλῶ π
καὶ νῦν τί ποι
ἢ πῶς μαλακ —
τὸ παιδίον κα
τί ταῦτά τις … ε
ἡμῖν ὑπόλοιπον
παρρησίαν τʼ ην
ὁρῶντα ταυτ
ἡμᾶς τε τοὺς …
ἐπειτ
οὐδʼ ἄξιόν γʼ ἐστίν
ὑμῖν ἐγὼ
ἅπασι καὶ τ
ἐχ … α
κομματ
οἰκειότη