ὁ Φορμίων τρεῖς ἀργυροῦς στήσειν ἔφη
τρίποδας, ἔπειτʼ ἔθηκεν ἕνα μολύβδινον.
μετὰ τὴν ἀποβολὴν τοῦ Κλέωνος εὐθέως
ὑπερέβαλεν ὑπὲρ τοῦ Ὑπερβόλου.
ἀλλʼ Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί,
ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν.
βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα, κοὐκ ἂν ἐβουλόμην
λαχεῖν· ἐπειδὴ δʼ ἔλαχον, οὐκ ἂν ἐβουλόμην.
εὐδαίμων ... Πολίαγρος
οὐράνιον αἶγα πλουτοφόρον τρέφων.
χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογὶ
αἰγυπτιώσει.
δεινὸν .. κεραυνὸν ἐν γλώττῃ φέρει.
γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς
οὐδεὶς κομήτης ὅστις οὐ ψηνίζεται.
οὐδεὶς κομήτης ὅστις οὐ βινητιᾷ.
οὐδεὶς κομήτης ὅστις οὐ περαίνεται.
κεκολλόπευκας· τοιγαροῦν ῥήτωρ ἔσει.
ἄνευ δὲ μητρός, ὦ κάθαρμʼ Εὐριπίδη;
ὀκνεῖς λαλεῖν; οὕτω σφόδρʼ εἶ τηθαλλαδοῦς;
κύων τις ἐδόκει συμποιεῖν Μολοττικός.
ἀπηλλάγημεν πολυχέσου νοσήματος.
ἤτοι τέθνηκεν ἢ διδάσκει γράμματα.
Κορυδέως .. εἰδεχθέστερος
Μουσῶν εὐκόλων ἀνθρήνιον
οὐδέποτε προδέδωκέ με.
Οἰωνίχου μουσεῖον
αὐτόχρημα Χαιρεφῶν
Ἐρετρικὸς κατάλογος
σπερχυλλάδην κέκραγας
Ἐπειοῦ δειλότερος
ἠρινοῦ πόκου
κεραμικὴ μάστιξ
ἀλλὰ θῦε τοὺς κέδρους.
ἐξιὼν δʼ ἔτι κνέφους τὸ χειρόνιπτρον εἵλετό μοι.
ἄριστα χωλὸς οἰφεῖ.
γλῶττάν τέ σοι
δίδωσιν ἐν δήμῳ φορεῖν
καλῶν λόγων ἀείνων,
ᾗ πάντα νικήσεις λέγων.
τῶν πολιτῶν ἄνδρας ὑμῖν δημιουργοὺς ἀποφανῶ.
οὐδʼ Ἀμυνίαν ὁρᾶτε πτωχὸν ὄντʼ ἐφʼ ἡμῖν;
βουκολήσεις τὰ περὶ τὸν βοῦν.
ἐξυβρίσας πειθαρχεῖν οὐκέτι τολμᾷ,
ἀλλὰ δάκνει τὴν Εὔβοιαν καὶ ταῖς νήσοις ἐπιπηδᾷ.
Προῖτος . . .
Βελλεροφόντην, ὁ δὲ Πήγασος ἦν ἐξ Ἀρκαδίας ἐπίκουρος.
τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας ὁ Ζεὺς ἀναφαίνει.
ἀλλʼ οὐδὲν δεῖ παρὰ τὸν βωμὸν βαστάζειν τὰς ἐπινοίας.
ἐπικαττύειν καὶ πτερνίζειν
ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων
Ἀνδροκλέα τὸν ἀπʼ αἰγείρων
ὅταν ἀστράψῃ διὰ Πυκνός
παρὰ κωφὸν ἔοικʼ ἀποπαρδεῖν.
ἐν δὲ διχοστασίῃσι καὶ Ἀνδροκλέης πολεμαρχεῖ.
ἐν γὰρ ἀμηχανίῃ καὶ ὁ Καρκίνος ἔμμορε τιμῆς.
εὐφράνας ὑμᾶς ἀπέπεμπʼ οἴκαδʼ ἄλλον ἄλλοσε.
εἰς τὴν ὀρχήστραν· ἔτι γὰρ τὴν θέαν ᾤκειτʼ ἐκεῖ.
ὡς παχυσκελὴς ἀλετρὶς πρὸς μύλην κινουμένη
θερμολουσίαις ἁπαλοί, μαλθακευνίαις ἁβροί
θυμελικὰν ἴθι μάκαρ φιλοφρόνως εἰς ἔριν.
βυρσόκαππον
προβατοκάπηλος
Λαισποδίας
Δημοκλεῖδαι
Μενωνίδαι
Κήπιδος σκέλος
Δούλωνα
Δρυαχαρνεῦ
Διὶ Συκασίῳ
λωπιστὸς ὁ Παλαμήδης
περισχαδόν
αἰτῶμαι
ἀναστῦψαι
ἀποπαρδακᾷ
ἀποφύλιον
ἀρχολίπαρος, ἀρχογλυπτάδης
βλεπεδαίμων
γλωττοκηλοκόμπης
διαπερδικίσαι
δορυφορήματα
ἐγκυσίχωλος
ἐνόρχην λαόν
εὐπραξίαν
θεάτρια
κοννόφροσιν
ὀνοστύππαξ
πανδαισία
παρημπολημένον
πορνότριψ
σκηνοποιούς
τυραννοδαίμονα
ὑπόχυτον
φειδός
φόρτακας
ἐρημία μέν ἐστι, κοὐκ ἀκούσεται
οὐδεὶς παρών μου τῶν λόγων ὧν ἂν λέγω.
ἐγὼ τὸν αἰῶνʼ, ἄνδρες, ἐτεθνήκη πάλαι
ἅπανθʼ ὃν ἔζην· τοῦτό μοι πιστεύετε.
παγγηκγοτοκαλον τἀγαθόν, τὸ σεμνὸν ἦν,
τὸ κακόν· τοιοῦτον ἦν τί μου πάλαι σκότος
περὶ τὴν διάνοιαν, ὡς ἔοικε, κείμενον,
ὃ πάντʼ ἔκρυπτε ταῦτα κἠφάνιζέ μοι.
νῦν δʼ ἐνθάδʼ ἐλθών, ὥσπερ εἰς Ἀσκληπιοῦ
ἐγκατακλιθείς, ὡς ἴστε μετʼ ὀλίγον χρόνον,
ἀναβεβίωκα· περιπατῶ, λαλῶ φρονῶν,
τὴν τηλικούτων καὶ τοιούτων ηλιον
νυντοντον εὑρών, ἄνδρες, ἐν τῇ τήμερον.
ὑμᾶς ορωτο νυν νσιραι τὸν ἀέρα,
τὴν ἀκρόπολιν, τὸ θέατρον . . . . .
. . . . . . . . . . . .
. . . . . . . . . . . .
. . ἀρίστων φιλόσοφος μαθήματα.
. . . . . . . . . . . . ἄνθρωπος οἶνον, αὐτὸ τοῦτʼ ἐκπλήτ . .
ἔγωγε, ὑπὲρ τοῦ μεθύσκεσθʼ οὐ λέγω.
ἀπιστία γάρ ἐσθʼ ὅμοιον τοῦτό γε,
εἰ καὶ βιάζεται κοτύλην τις τοὺς βο .
ὠνούμενος πίνειν ἑαυτόν. τοῦτʼ ε .
προσέμενον· οὗτος ἐμπεσὼν διασ . .,
τὸν ἔρωτα· τί δʼ ἐμοὶ τοῦτο; πάλιν οἰμώ . .
προῖκα δὲ λαβὼν τάλαντα τέτταρʼ ἀργυ .
οὐ τῆς γυναικὸς νενόμιχʼ αὑτὸν οἰκέ .
ἀπόκοιτός ἐστι, πορνοβοσκῷ δώδεκα
τῆς ἡμέρας δραχμὰς δίδωσι. Β. δώδεκα
......τακ..βως οὑτοσὶ τὰ πράγματα
.....σ δια … ροφὴν ἀνδρὶ καὶ πρὸς ἡμερ .
......ελ..ισται δύʼ ὀβολοὺς τῆς ἡμέρας
.....ντ..γωπεινωντιπτι.......ποτε
....ς..προσμενειχαιρω......
....γλυκυτατεοτης ........τηρ
....ονωσαθλιοστισ..........
........τρισκακοδ....
ὁ Μνησίθεος δʼ ἔφη τὸν οἶνον τοὺς θεοὺς
θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις
ἀγαθὸν μέγιστον, τοῖς δʼ ἀτάκτως τοὔμπαλιν·
τροφήν τε γὰρ δίδωσι τοῖς εὖ χρωμένοις,
ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν·
εἰς τὴν ἰατρικήν τε χρησιμώτατον·
καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται,
καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει·
ἐν ταῖς συνουσίαις τε ταῖς καθʼ ἡμέραν
τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον
εὐθυμίαν, ἐὰν δʼ ὑπερβάλῃς, ὕβριν,
ἂν ἴσον ἴσῳ δὲ προσφέρῃ, μανίαν ποιεῖ,
ἐὰν δʼ ἄκρατον, παράλυσιν τῶν σωμάτων.
διὸ καὶ καλοῦσι τὸν Διόνυσον πολλαχοῦ
ἰατρόν, ὡς ἂν τῆς ὑγιείας αἴτιον·
καὶ τοῖς Ἀθηναίοισι γοῦν ἡ Πυθία
ἔχρησε τιμᾶν ὡς ὑγιαστὴν τὸν θεόν.
ἐγὼ γεωργῶ τὸν ἀγρόν, οὐχ ὅπως τρέφῃ
αὐτός με, παρʼ ἐμοῦ δʼ ἵνα τροφὴν προσλαμβάνῃ,
σκάπτω γὰρ αὐτὸς ἐπιμελῶς σπείρω τʼ ἀεί,
καὶ πάντα ποιῶ πρὸς τὸ δούς τι καὶ λαβεῖν·
ὁ δὲ λαμβάνει μέν, ἀποδίδωσι δʼ οὐδὲ ἕν. . . . . . . . . . . . .
ἀποστερητὴν ἔλαθον ἀγοράσας ἀγρόν.
ἔσπειρα μὲν κριθῶν μεδίμνους εἴκοσιν·
τούτων δʼ ἀπέδωκεν οὐδʼ ὅλους τρισκαίδεκα,
οἱ δʼ ἕπτʼ ἐπὶ Θήβας ἐστράτευσάν μοι δοκῶ·
τὸ τῶν γυναικῶν ῥῆμα διατηρεῖ μόνον
«ὀνησιφόρα γένοιτο»· τοῦτο γίνεται.
ὃ γὰρ φέρει νῦν οὗτος, εἷς ὄνος φέρει.
τὸν νομοθέτην φασὶν Χαρώνδαν ἔν τινι
νομοθεσίᾳ τά τʼ ἄλλα καὶ ταυτὶ λέγειν·
ὁ παισὶν αὑτοῦ μητρυιὰν ἐπεισάγων
μήτʼ εὐδοκιμείσθω μήτε μετεχέτω λόγου
παρὰ τοῖς πολίταις, ὡς ἐπείσακτον κακὸν
κατὰ τῶν ἑαυτοῦ πραγμάτων πεπορισμένος.
εἴτʼ ἐπέτυχες γάρ, φησί, γήμας τὸ πρότερον,
εὐημερῶν κατάπαυσον, εἴτʼ οὐκ ἐπέτυχες,
μανικὸν τὸ πεῖραν δευτέρας λαβεῖν πάλιν.
Α. πῶς εἰσιν οἱ πυρο . . . . . .
Β. τί δέ σοι μέλει τοῦτʼ; Α. οὐδεν .....
εἰς τὴν ἀλήθειαν καταχρησ ....
ἂν τίμιος, δακέτω σʼ ὑπερ ε ....
πένητος· αἰσθοῦ σαυτὸν ὄντα ...
ἄνθρωπον· ἄνθρωπον δὲ κα . . . .
ἵνα μὴ ʼπιθυμῇς τῶν ὑπερ ....
ὁ πρῶτος εἰπών «μεταβολὴ πάντων γλυκύ»,
οὐχ ὑγίαινε, δέσποτʼ. ἐκ μὲν γὰρ κόπου
γλυκεῖʼ ἀνάπαυσις, ἐξ ἀλουσίας δʼ ὕδωρ,
καὶ τἄλλα τοιαῦτʼ· ἂν δέῃ δʼ ἐκ πλουσίου
πτωχὸν γενέσθαι, μεταβολὴ μέν, ἡδὺ δʼ οὔ.
ὥστʼ οὐχὶ πάντων ἐστὶ μεταβολὴ γλυκύ.
εἶτʼ εἰ μὲν ᾔδησθʼ ὅτι τοιοῦτον τὸν βίον,
ὃν οὐκ ἐβίωσε, ζῶν διηυτύχησεν ἄν,
ὁ θάνατος οὐκ εὔκαιρος· εἰ δʼ ἤνεγκεν αὖ
οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως
ὁ θάνατος αὐτὸς σοῦ γέγονεν εὐνούστερος.
τάλαντον ἡ προίξ· μὴ λάβω; ζῆν δʼ ἔστι μοι
τάλαντον ὑπεριδόντι; τεύξομαι δʼ ὕπνου
προέμενος; οὐ δώσω δὲ κἀν Ἅιδου δίκην
ὡς ἠσεβηκὼς εἰς τάλαντον ἀργύρου;
Α. τύχην ἀμύνεσθαι; τίνα τρόπον; Β. φιλοσόφως.
Α. τὸν Δία δὲ πῶς ὕοντα; τὸν βορέαν δὲ πῶς;
Β. ζητοῦμεν ἱμάτιον, βαλανεῖον, πῦρ, στέγην·
οὐχ ὑόμενοι καθήμεθʼ οὐδὲ κλάομεν.
σχολαστής ἐστι· δεῖ δʼ οἶμαι γαμεῖν
τὸν ἐπιμελῆ καὶ δυνατὸν οἰκονομεῖν ὄχλον
πλείω. Β. τὸν ἀμελῆ μᾶλλον, ἐπιθυμοῦντα δὲ
σχολῆς, ἵνʼ ἔχων οἰκονόμον ἀδεῶς περιπατῇ.
καὶ περιβόητον πᾶσιν ἀνθρώποις ποιεῖ
αὑτὸν ὁ Κράτης, καὶ τοῦτο δὴ τὸ λεγόμενον
ἥττων ἑαυτοῦ πορνιδίῳ τρισαθλίῳ
ἑαυτὸν οὕτω παραδέδωκεν.
οἴει δʼ ἑταίρας τὸν σοφιστὴν διαφέρειν; . . . . . . . . . . . .
παιδεύομεν δʼ οὐ χεῖρον ἡμεῖς τοὺς νέους.
σύγκρινον, ὦ ʼτάν, Ἀσπασίαν καὶ Σωκράτην·
τῆς μὲν γὰρ ὄψει Περικλέα, Κριτίαν δὲ τοῦ
ἑτέρου μαθητήν.
Κόρινθος δυοῖν θαλάτταιν ἐν μέσῳ παρακειμένη,
χαρίεσσʼ ἰδεῖν μὲν κἀμφιλαφῶς τρυφημάτων
ἔχουσα, τοὺς δʼ οἰκοῦντας ἀχαρίτους τε καὶ
ἀνεπαφροδίτους θαυμασίως κεκτημένη.
ὁ κουρεύς πανοῦργος ἦν καὶ σκαιός· ἔλαθε τοῦτο γὰρ
ποιῶν παρὰ μέρος κοὐ κατὰ πάσης τῆς γνάθου,
καὶ πολλαχοῦ δασεῖαν, ἀλλαχοῦ δὲ καὶ
λείαν κατέλιπε τὴν σιαγόνα . . .
ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε·
ἂν μὴ ποιήσω πέπονα μαστιγῶν ὅλον,
ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον
τὸ πρόσωπον—
ἁρετὴ
καὶ τὸ καλὸν αὔτʼ οὐκ οἶδʼ ὅποι τότʼ οἴχεται
ἔπη πτερόεντʼ ὄνθʼ ὡς ἀληθῶς καὶ μάτην
ἐν ταῖσι διατριβαῖς σκιαμαχούμενα.
ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος,
οὐκ ὀβολόν, οὐ δραχμὴν ἔχων, οὐκ οἰκέτην,
ἀλλʼ οὐδὲ μᾶζαν, ἧς Ἐπίκουρος εὐπορῶν
τί οὖν ἐκεῖνοι τοὺς λίθους στεφανοῦσι καὶ
κάουσι δεῖπνα πολυτελῆ κἀς τοὺς βόθρους
μελίκρατον ἐκχέουσιν, ὡς γοῦν εἰκάσαι;
καὶ γὰρ μετὰ Κάλλα γέγονα καὶ μετʼ Αἰχμία,
καὶ μετὰ Μενοίτα καὶ μετὰ Περδίκκα πάλιν,
καὶ ναί γε μὰ Δία τρίτον ἔτος μετὰ Κινησία.
μηδέποτε πεῖραν τοῖς θεοῖς εὔχου λαβεῖν,
Φαίδιμε, τοιούτου μηδενός, μηδʼ εἰδέναι
ὡς ἔστιν ἑτέρῳ ῥᾴδιον παραινέσαι.
εἰ μνημονεύεις εὖ παθὼν φιλεῖς τέ με,
ἀπέχω πάλιν, Φιλῖνε, παρὰ σοῦ τὴν χάριν·
τούτου γὰρ αὐτὴν ἕνεκα πρὸς σὲ κατεθέμην.
παραπλήσιον πρᾶγμʼ ἐστὶ γῆρας καὶ γάμος.
τυχεῖν γὰρ αὐτῶν ἀμφοτέρων σπουδάζομεν,
ὅταν δὲ τύχωμεν ὕστερον, λυπούμεθα.
νῦν τῶν κατʼ ἄστυ πραγμάτων ἀπαλλαγεὶς
εἰς τὸν ἀγρὸν εἶμι κἀνδρὶ συνέσομαι φίλῳ
καὶ γῆθεν ἀναμένοντι τὴν ἐπικαρπίαν.
ὁ γὰρ γυναικὸς ἐνδεθεὶς φίλτροισιν ἢ
τέκνων ἀνάγκῃ φύσεος ἐπιμελούμενος
γέγονε λεληθὼς δοῦλος ἀντʼ ἐλευθέρου.
τὰ πανοῦργα ταῦτʼ ὀψάρια χὐποτρίμματα
. . . . οὐκ ἀπὸ πονηροῦ λήμματος
οὐδενὸς ἐφʼ οἷς ῥήγνυσθε ταῦτʼ ἐκτησάμην,
ἀλλʼ ὀβολὸν ὀβολῷ προστιθείς, δραχμῇ δραχμήν.
. . . . . οὐδενὸς δεῖσθαι λέγων
ἕκαστος αὐτῶν, ἀλλὰ μικρὸν ὕστερον
δεῖται προσελθὼν κἀγανακτεῖ μὴ λαβών.
. . . . . οἶδε γὰρ συνουσία
φαύλη κακύνειν, ὥσπερ αὖ τοὐναντίον
ποιεῖν ἀμείνους τῶν καλῶν ὁμιλία.
. . . . . οὐδὲ τὴν νευρὰν Ἔρως
μετρίως ἐνέτεινεν, ἀλλʼ ὅσον εἶχεν ἰσχύος
προσελκύσας τὰ τόξα διαφῆκεν βέλος.
σίζουσι τηγάνοισι περιηχούμενοι
τὸν πάντα τʼ ἀμφʼ ἴγδιν τε κἀλετρίβανον
. . . . . . κατατρίβοντες βίον.
εἰς μελίπηκτα καὶ
τραγήματʼ ἐξώκειλεν, ἐπιδορπισμάτων
εὑροῦσα πλῆθος, παντοδαπὰς θηρωμένη
γεύσεις.
ἅπαντʼ ἀφανίζει γῆρας, ἰσχὺν σώματος,
ἀκοήν, ὅρασιν, κάλλος· οὐκέθʼ ἡδονὴ
ἔστιν.
καλὸν
πρόσρημα μισάνθρωπος ὠνομαζόμην
προσηγορίαν ἀπὸ τοῦ τρόπου μεταλαμβάνων.
εἰς ὗς μετέβαλε ποικίλων τε θηρίων
ὄψεις . . .
τροφήν τʼ ἐχορήγει τὴν ἑκάστῳ πρόσφορον.
τὰς σὰς θεραπεύω μᾶλλον ἀγκάλας ἐγὼ
ἢ τὰς ἁπάντων τῶν σατραπῶν καὶ βασιλέων
αὐλάς.
οἷς
τὰ περιδέραια ταῦτα καὶ θεάματα
τὰ κορασιώδη παραβαλεῖν οὐκ ἄξιον.
γνώμη γὰρ οὐδέν ἐστιν, ἡ τύχη δὲ πᾶν,
ἧς ἡδὺς ὁ τυχὼν ἔστι καὶ νομίζεται.
οὐδὲν καλύπτει νὺξ κακῶς εἰργασμένον·
ὅ τι δʼ ἂν ποιῇς, ἀεὶ νόμιζʼ ὁρᾶν τινα.
ἕτερον δὲ συκῆ καὶ δάφνη καὶ μυρρίνη,
ἐφʼ οἷς φρονοῦσιν οἱ τρισάθλιοι μέγα.
ὅ τι μόνον ἡμῖν προῖκʼ ἔδωκαν οἱ θεοί,
τὸν ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ ποιεῖς;
ὦ φιλτάτη κλίνη.
Βακχὶς θεόν σʼ ἐνόμισεν, εὔδαιμον λύχνε·
καὶ τῶν θεῶν μέγιστος, εἰ ταύτῃ δοκεῖς.
τὰ δʼ Ἴσθμιʼ ἀποδοίμην ἂν ἡδέως ὅσου
ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος.
ἀμορφότατος τὴν ὄψιν εἰμὶ γὰρ Φόβος,
πάντων ἐλάχιστον τοῦ καλοῦ μετέχων θεός.
ὅστις ἐπὶ δεῖπνον ὀψὲ κληθεὶς ἔρχεται,
ἢ χωλός ἐστιν ἢ οὐ δίδωσι συμβολάς.
ἀλλʼ εἴθε μήτε πρότερον ηὐξάμην τάλας
μήτʼ ἔσχον ἐπινεύουσαν εὐθὺς τὴν τύχην.
καὶ γὰρ καθεύδων διαλέγεσθαί σοι δοκῶ,
κᾆτʼ ἠνιάθην, ὅτι ὄνειρος ἦν ἄρα.
ἀβαρὲς γὰρ ὅρκος χρῆμα σοί γʼ εἶναι δοκεῖ,
ὃ παντὸς ἄχθους ἐστὶ δυσφορώτερον.
πολλοὶ φίλοι λεγόμενοι συμπιόντες εἰσάπαξ
ἐκ πανδοκείου καὶ παλαίστρας κἀγορᾶς
τῶν γειτόνων γὰρ δυσμενὴς καὶ βάσκανος
οὑφθαλμός, ὥσπερ φησὶν ἡ παροιμία.
ὁ δὲ παιδαγωγὸς ἔνοπλος ἑπόμενος, φορῶν
βακτηρίαν ἢ σκῦτος ἐν τῇ δεξιᾷ.
λόχος δʼ ἐμοί τις ἐξαπίνης ἀναφαίνεται
νέων ἀγερώχων ἐπʼ ἐμὲ συντεταγμένων.
στοιχεῖα ταῦτα τῆς ἀρετῆς ἐστιν δύο,
ἐλπίς τε τιμῆς καὶ φόβος τιμωρίας.
ὄψει γὰρ οὔποτʼ αὐτὸν οἰκείῳ πάθει
μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον.
εἰ δʼ οὐκ ἐρᾷς, τί γὰρ δακρύεις καὶ στένεις
κλύδωνα σαυτῷ προσφέρων αὐθαίρετον;
ἀλλʼ οὔτε δούλους οὔτε μὰ Δίʼ ἄν τις φίλους
κτήσαιτο πολλοὺς ἀπʼ ὀλίγου νομίσματος.
τὰ δʼ ἀγαθὰ διεχῆ καὶ συνιόντα δυσκόλως
μόλις πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν.
οὐ γὰρ Δανάης ἔχεις τὸ κάλλος οὔτε σὺ
σεμνότερον, οὔτʼ ἐγὼ Διὸς εὐπορώτερος.
τὸ τόξον ἐκπέπτωκε, καὶ δοῦλος κόρης
καλῆς ὁ πολλῶν δεσπότης ἐδείκνυτο.
ἀμέλει πολλάκις
ὁ βραχὺς ἐκεῖνος τοξότης ἀκίδος βολῇ
μικρᾶς περιττὸν καὶ τὸν Ἄρη
ὦ μακαρία,
ἥτις ἐν ἔρωτι καὶ τοιαύταις παιδιαῖς
οἴει τανῦν τὰ πράγματʼ εἶναι.
ταχὺ γὰρ ἐλπίσας
Ἔρως πτεροῦται, κᾆτʼ ἀπελπίσας ταχὺ
πτερορρυεῖν εἴωθεν.
βακτηρία,
τρίβων, κόμη, τοὐντεῦθεν ἀμαθία, θράσος
καὶ πάνθʼ ἁπλῶς τὰ τοιαῦτα.
τὸν θρυλούμενον
ἁλῶν μέδιμνον συγκατεδηδοκὼς χρόνῳ
ἔστω φίλος σοι.
οὐκ ἔστι γὰρ
μὴ συναδικεῖσθαι μηδὲ συναδοξεῖν φίλον
μηδὲ συναπεχθάνεσθʼ.
. . . ἁρμόττει γὰρ ἡ μαγειρικὴ
ἀλλʼ οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων.
αἱ παροψίδες. . . ἐντίκτουσι ποικίλας βλάβας,
στομάχων ἀνατροπάς, σωμάτων καχεξίας.
. . . ἀσφαλέστερος καθίσταται
γάμος ἐκ πόθου τὴν πρόφασιν ἐξευρών τινος.
. . . τοῖς παροῦσι δʼ οὐκ ἀρκούμενος
Αἰγυπτίους τε καὶ Σύρους φαντάζεται.
. . . οὔτε στρεβλὸν ὀρθοῦται ξύλον
οὔτε γεράνδρυον μετατεθὲν μοσχεύεται.
. . . πενίᾳ μαχόμενοι πεπαύμεθα,
δυσνουθετήτῳ θηρίῳ καὶ δυσκόλῳ.
οὐ γὰρ τὸν ἑαυτῶν νοῦν ἐπέχωσαν ταῖς τροφαῖς
οὐδʼ ἠπάτησαν ἡδοναῖς.
ὅταν δὲ νυστάζοντά μʼ ἡ λύπη λάβῃ,
ἀπόλλυμʼ ὑπὸ τῶν ἐνυπνίων.
ἀνακλάσας τὸν αὐχένα
ἐφίλησεν οὕτω προσφυῶς τῆς Θαΐδος—
ἀλλʼ ὅσῳ προφανεστέρα
πρόφασις, τοσούτῳ πλέον ἀποστραφήσεται.
σύκῳ, μὰ τὴν Δήμητρα, σῦκον οὐδὲ ἓν
οὕτως ὅμοιον γέγονεν.
τοιούτους ἁρετὴ
ἔοικε τροφίμους τοὺς ἑαυτῆς δεικνύναι.
ὢ τῆς ἐπιθήκης· οἷον αὖ τὸ δεύτερον
ἡμῖν ἔσεισεν . .
ἀφροδισίων οὖν εἰς τὸ τέλος τῆς ἡδονῆς
ὁδὸς οὐ μίʼ ἐστίν.
τοῖς ζητοῦσι γὰρ
τὸ σπάνιον ἀεί πως ἐπιτείνει τὸν πόθον.
ὀψὲ γάρ ποτε
τὰ τῶν Ἐρώτων μανθάνεις τοξεύματα.
χρυσὸς γὰρ νόθου
ἀρετῆς ἔλεγχός ἐστιν ἀψευδέστατος.
μᾶλλον γὰρ λόγοις
τοὺς παῖδας ἢ μάστιξιν ἐκταράττομεν.
φύλλῳ πράσου
τὸ τῶν ἐρώντων συνδέδεται βαλλάντιον.
τὸ δʼ οὖν ῥόδον,
εἰ μή τις αὐτῷ χρήσεται, μαραίνεται.
ἐλπίδες
αὗται καλαὶ καὶ ψυχαγωγία λόγων.
ἅπανθʼ ὁρῶ
ἅμα τῇ τύχῃ ῥέοντα μεταπίπτοντά τε. . . . . . . . . . . . .
ἀλλʼ ἐστὶν εὔστοχόν τι βουλευτήριον
ταὐτόματον.
ἐπηρεαστικόν γέ τι
ταὐτόματόν ἐστι τῷ βίῳ.
πόθεν;
οὐ γὰρ σχολάζω τοῦ πατρὸς τεθνηκότος.
οὐκ οἶδεν ἡμᾶς ὁ βασιλεύς· ἑτέρους ὁρᾷ
μᾶλλον.
Ἔρως
καὶ τὴν ἑαυτοῦ συντιτρώσκει μητέρα.
τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον.
ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ Κωρύκῳ.
ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖ.
οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος ξένος.
ἐγώ σʼ ἔθηκα δοῦλον ὄντʼ ἐλεύθερον.
ἐρημία μεγάλη ʼστὶν ἡ Μεγάλη πόλις.
εἰ μὴ κρατεῖς, θυγάτριον, ἀδικεῖσθαι δοκεῖς;
τοῖς εὐτυχοῦσι καὶ τρίμηνα παιδία
τὰ μυσαρὰ ταῦτα θρέμματʼ ἐκδιωκτέον.
γάμος νεότητος δεσμὸς ἀσφαλέστατος.
τῶν γὰρ καλῶν τοι καὶ τὸ μετόπωρον καλόν.
ἔα μʼ ἀπολέσθαι· τοῦτο γάρ μοι συμφέρει.
μισθοῦ γὰρ ἀνθρώπων τις ἄνθρωπον φιλεῖ.
στροβεῖς σεαυτόν, ζῶν κοχλίου βίον τινός.
εἰς ματρυλεῖα καὶ κοπίδας καὶ φάρμακα
οἵαν ἀδικῶ γυναῖχʼ ὁ δυσδαίμων ἐγώ.
οἰκειότητα δʼ ἐμβλέπων ὠλίσθανον. . . . . . . . . . . . .
ἀγένειος ἁπαλὸς καὶ νεανίας καλός . . . . . . . . . . . .
ἐμφύντʼ ἀποθανεῖν κἀπιγράμματος τυχεῖν
γαμῶ γέρων, εὖ οἶδα, καὶ τοῖς γείτοσιν.
λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ.
ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.
ἀγαθὸς ἀνὴρ λέγοιτʼ ἂν ὁ φέρων τἀγαθά.
ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά.
εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε.
ἐπὶ τοῖς παροῦσι τὸν βίον διάπλεκε.
ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη.
σοφός ἐστιν ὁ φέρων τἀπὸ τῆς τύχης καλῶς.
ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.
ἤτοι τοιαύτην χρὴ γαμεῖν ἢ μὴ γαμεῖν.
τὴν εὐδαιμονίαν ζητοῦντας ἐν τῷ μέλιτι καὶ ταῖς ἰσχάσιν
ὁ θεὸς ἴσως ἔχαιρε φιλόγελώς τις ὤν.
ἔρωτα λύει λιμός, ἂν δὲ μή, βρόχος.
κόμην τε καὶ πώγωνα καὶ τριβώνιον
ἧς χωρὶς οὐδὲν σεμνὸν ἐξευρίσκεται.
ἐν τοῖσιν αἰδοίοις τὸν ἐγκέφαλον ἔχων
ἄτοπον πενομένων πλειόνων τρυφᾶν ἕνα.
ὑποκρινόμενος τὸ δρᾶμα τοῦ βίου καλῶς
ἕως τὸν ὄντως αὑτὸν οὐκ ἐγνώρισεν.
ὁ πολὺς χρόνος πάντʼ ἐξελέγχει, Νικοφῶν.
ληρεῖς ἐν οὐ δέοντι καιρῷ φιλοσοφῶν.
ἔρημός ἐστʼ ἄνθρωπος ἠπορημένος.
ἢ τὸ παρὰ πάντων τῶν σοφιστῶν χρυσίον
ἦν καὶ Φίλωνι συκίνη βακτηρία.
ὀργίζομαι γὰρ ναὶ μὰ τὴν μεγάλην θεόν.
ἢ τοῖς Πτολεμαίου βούλομαι διαδήμασιν
ἐψυχαγώγει διαφόροις θεωρίαις.
εἰς τοὐπίσω τὰς χεῖρας ἐστρεβλούμεθα.
ἀλλʼ οὐ Λακεδαίμων ἦν ἐν ᾗ ταῦθʼ ὑπέμενον.
ἥρω παριόντες, μὴ κακόν τι προσλάβῃς.
δέδοικα κἀγὼ τὰς ὑφάλους τὰς τῆς τύχης.
ἐμὲ παιδιὰν τέθεικε τοῖς ἄλλοις θεοῖς.
ἴωμεν ἐπὶ τὰς οἰκίας τῶν πλουσίων.
. . . καὶ τὴν Λαΐδʼ ἀντὶ τοῦ Διὸς
λογιεῖσθε;
ταύτης ὁ Μῶμος ἄχθεται παρασφαλείς.
μίʼ ἡμέρα ποθοῦντα γηράσκειν ποιεῖ.
μία
πρὸς γῆρας ἀρκεῖ τοῖς ἐρῶσιν ἡμέρα.
καὶ μέγα βοώσας παραπλέων τὰς ἡδονάς
πλατὺν γέλωτα καταχέω τῶν δογμάτων.
ἀλγῶ δὲ καὶ τῆς οὐχ ὁρωμένης ἐρῶ.
δραχμῆς μὲν αὐλεῖ, τεττάρων δὲ παύεται.
λόγοισιν Ἑρμόδωρος ἐμπορεύεται.
μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης.
ἁλῶν μέδιμνον ἅμα φαγὼν.
πέπων ἐρινὸς εὐφρανεῖ τοὺς γείτονας.
δεινὸν πένεσθαι, χεῖρον εὐπορεῖν κακῶς.
ἀπόδυθι ταχέως, Πάμφιλʼ· ἡμέτερος ὁ πλοῦς.
οὐδʼ Ἰταλιώτης, οὐδʼ ἀλαζὼν οὐδαμῶς
ἤμην ποτʼ, ἤμην τῶν σφριγώντων ἐν λόγοις.
οὐδεὶς δυσώνης χρηστὸν ὀψωνεῖ κρέας.
οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νεκρόν.
γραφή τε καὶ Λευκαῖος οὐ ταὐτὸν λέγει.
καὶ φθειριῶσαν ὡς τὸ πρὶν Καλλισθένης
σύγγνωθί μοι καὶ μὴ χαλεφθῇς, ὦ πάτερ.
ἐξὸν καθεύδειν τὴν ἐρωμένην ἔχων.
μὴ καταγελᾶτε τοῖς ἐμοῖς παθημάτοις.
δυοῖν γυναικοῖν εἷς ἀνὴρ οὐ στέργεται.
εἰ συγκεχρῶσθαι τοῖς νεκροῖς δυνήσεται.
καὶ ναῦλος ἡμῖν τῆς νεὼς ὀφείλεται.
Δᾶος πάρεστι· τί ποτʼ ἀπαγγελῶν ἄρα;
τὴν κόμην ἡψήσατο.
ἑφθὴν τὴν κόμην ξανθίζεται.
Ῥοίκου κριθοπομπία
. . . . . οὐδέν ἐστʼ ἀλλʼ ἢ γνάθος.
τὸ Ξενοκράτους τυρίον
οὑριστικὸς δʼ Εὐβουλίδης ὁ κερατίνας ἐρωτῶν
καὶ ψευδαλαζόσιν λόγοις τοὺς ῥήτορας κυρίττων
ἐπῆλθʼ ἔχων Δημοσθένους τὴν ῥωποπερπερήθραν.
εὐθὺς ἐξ ἀρχῆς ἕκαστον ἐπικεκλωσμένην ἔχει
τὴν ἀπόβασιν.
εἶτα, φίλʼ, ὃς ἔχεις γυναῖκα σχοινίων πωλουμένων;
Πάμφιλος γαμεῖ; γαμείτω· καὶ γὰρ ἠδίκησέ με.
πόρνοι μεγάλοι Τιμαρχώδεις
Θεόδωρος
δραχμὴ χαλαζῶσα
ἀγάμητον
ἀλείπτριαν
ἀντίκλειδες
ἀντίπαις
ἀπφία, ἀπφίον
δεῖπνον
δειπνοπίθηκος
διαβασιλίζεται
εἰργασμένον ἱμάτιον
ἐμμακεδονίξαι
καψιδρώτιον
λουτῆρας
μαχαίρια
ὀρεινόν
ὀστοθήκην, ὀστοκόπον
πισύγγους, πισύγγια
πονηρούς
προσωποποιόν
προυνίκους
στράβωνες
ὑπόξυλον
αὕτη πόλις ἔσθʼ Ἑλληνὶς ἡ ῥόδοις ἴσην
εὐωδίαν ἔχουσα χἄμʼ ἀηδίαν.
τὰ γὰρ Ἁλίεια τὰ μεγάλʼ εἰς σχολὴν ἄγει,
τὸ δʼ ἁλιακὸν ἔτος με μαίνεσθαι ποιεῖ·
ὅταν δὲ τὴν λεύκην τις αὐτῶν πραέως
ἁλιακὸν εἶναι στέφανον εἴπῃ, πνίγομαι
οὕτως ἐπʼ αὐτοῖς, ὥστε μᾶλλον ἂν θέλειν
ἀποκαρτερεῖν ἢ ταῦτʼ ἀκούων καρτερεῖν.
τοιοῦτο τῶν ξένων τι καταχεῖται σκότος.
χλανίσι δὲ δὴ φαναῖσι περιπεπεμμένοι
καὶ μαστίχην τρώγοντες, ὄζοντες μύρου.
τὸ δʼ ὅλον οὐκ ἐπίσταμαι
ἐγὼ ψιθυρίζειν, οὐδὲ κατακεκλασμένος
πλάγιον ποιήσας τὸν τράχηλον περιπατεῖν,
ὥσπερ ἑτέρους ὁρῶ κιναίδους ἐνθάδε
πολλοὺς ἐν ἄστει καὶ πεπιττοκοπημένους.
δέσποινʼ ἁπασῶν, πότνιʼ Ἀθηναίων πόλι,
ὡς πάγκαλόν σου φαίνεται τὸ νεώριον,
ὡς καλὸς ὁ Παρθενών, καλὸς δʼ ὁ Πειραιεύς.
ἄλση δὲ τίς πω τοιάδʼ ἔσχʼ ἄλλη πόλις;
καὶ τοὐρανοῦ γʼ, ὥς φασιν, ἐστὶν ἐν καλῷ.
ἂν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον
κἂν μηδὲν ἄλλʼ ἔχων διατράγῃ θύλακον,
ἀλεκτρυὼν τρεφόμενος ἂν ἐφʼ ἑσπέρας
ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινος—
. . . . ἄλλους δὲ πλήρεις κραιπάλης,
αὐχμῶντας, ὠχριῶντας ἔστιν εἰσορᾶν,
τὰ πρόσωπα πελιτνοὺς κἀπὶ τῇ χθεσινῇ μέθῃ
ἄλλην ἕωθεν αὖθις ἀντλοῦντας μέθην.
ὁ δʼ οὔτʼ ἄγαν ὀπτοῖσιν οὔθʼ ἑφθοῖς ἄγαν,
οὔθʼ ἧττον οὔτε μᾶλλον οὔτε διὰ μέσου
ἠρτυμένοισι χαίρων ὥστʼ ἐπαινέσαι.
πλευρίτιδες, περιπλευμονίαι, φρενίτιδες,
στραγγουρίαι, δυσεντερίαι, ληθαργίαι,
ἐπιληψίαι, σηπεδόνες, ἄλλα μυρία.
πᾶς ὁ καθʼ ἑαυτὸν τεχνολογῶν θαυμάζεται,
διακρινόμενος δὲ πρὸς ἑτέρους ἐλέγχεται
ὑποβολιμαίαν σύνεσιν ἠμφιεσμένος.
ὅταν ποιῶν πονηρὰ χρηστά τις λαλῇ
καὶ τὸν παρόντα πλησίον μὴ λανθάνῃ,
διπλάσιος αὐτῷ γίνεθʼ ἡ πονηρία.
εἶτά μοι σκάπτων ἐρεῖ
ἐφʼ οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γὰρ
πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ.
οἶνος δʼ ἀληθείας ἔφυ γονιμώτατος·
ἧς μὴ παρούσης οὐδέν ἐστʼ ἐμπειρίας
οὐδʼ ἀγχινοίας ὄφελος.
μὴ τὴν ὕειον ἁρμονίαν ἡρμοσμένοι
ἐκ νύκτα νυκτὸς χἠμέραν ἐξ ἡμέρας
αἰσχρῶς καλινδώμεσθα.
ἐς τὰς πανηγύρεις
ἀπιὼν τοσοῦτον πλῆθος ἀνθρώπων ὁρᾷς
συλλεγόμενον ἐπὶ τὴν θέαν τῶν τοιούτων καὶ
θέατρα μυρίανδρα συμπληρούμενα
καὶ τοὺς ἀγωνιστὰς
ἐπαινουμένους, τὸν δὲ καὶ νικήσαντα αὐτῶν ἰσόθεον νομιζόμενον.
ἄν τις εἰσίδῃ βάκηλον ἢ
πίθηκον εὐθὺς ἐξιὼν τῆς οἰκίας,
ἐπὶ πόδʼ ἀναστρέφει τε κἀπανέρχεται.
οἶδε θηρεύειν φίλους
ὃς πᾶσιν εὖ πράττουσι μὲν συνήδεται,
πεπονθόσιν δʼ οἷʼ οὐκ ἔδει συνάχθεται.
. . . πάντα ταῦθʼ ὑπὸ φιλανθρωπίας
θεοὶ πονοῦσι πρὸς τὸν ἐπὶ τῆς γῆς βίον
ἕκαστα συντελοῦντες.
καὶ ποῖ βαδιεῖται τὸ κακὸν ἢ ποῦ στήσεται;
οὐκ οἶσθʼ ὅτι πηγὴν ἀέναον πονηρίας
κινεῖς;
ὁ γὰρ Ποσειδῶν τὰς νεφέλας συνήγαγε
καὶ ἐτάραξε τὸν πόντον
ὥσπερ τορύνην τὴν τρίαιναν ἐμβαλών.
περὶ μεγάλων γὰρ πραγμάτων σκοπουμένοις
εὐνουστάτη σύμβουλος ἡ παρρησία. . . . . . . . . . . . .
παρρησίαν δὲ παντὸς ὠνοῦ χρυσίου.
τόλμα τι, κινδύνευε, πρᾶττʼ, ἀποτύγχανε,
ἐπίτυχε· πάντα μᾶλλον ἢ σαυτὸν προοῦ.
τοῖς συμμέτροις μὲν αὔξεται ψυχὴ πόνοις,
τοῖσιν δʼ ὑπερβάλλουσι καὶ βαπτίζεται.
τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,
κακὸν ὀξυδορκεῖς, τὸ δʼ ἴδιον παραβλέπεις;
πρὸς θῆλυ νεύεις μᾶλλον ἢ ʼπὶ τἄρρενα;
Β. ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος.
αὐχμῶντα δʼ οὕτως ἄνδρα καὶ κεκονιμένον
κάλλιον ἢ τῶν νῦν παλαιστῶν ὁστισοῦν
σὺ δʼ ἄθλιος τὰ μὲν παραδραμών, τὰ δὲ βάδην
ἄναντα πολλὰ καὶ κάταντα πνευστιᾷς.
Ἅιδην ὑπειλήφασιν ὑπὸ τῇ γῇ τόπον
βαθύν, πολύχωρον καὶ ζοφερὸν κἀνήλιον.
καὶ πυραμίδες στῆλαί τε κἀπιγράμματα
πῶς οὐ περιττὰ παιδιαῖς τʼ ἐοικότα;
ἐς τὸ φανερὸν μὲν οὐχὶ τολμῶσιν λέγειν,
ὑποτονθορύζουσιν δὲ συγκεκυφότες.
ἀπὸ τῆς πατρῴας ἑστίας ἐξέρχεται
κάτω κεκυφὼς κοὐδένʼ ἐξ ἐναντίου
μηδέποτʼ ἐλάαν ἔσθιʼ ἀκαλήφην ἔχων,
χειμῶνος ὥρᾳ βολβοφακῆν. Β. βαβαί, βαβαί.
ἅ γʼ εἴ τις εἰς τὸ φῶς ἄγοι, σάφʼ ἴσθι, τῶν
δώδεκα θεῶν δέοιντʼ ἂν εἰς σωτηρίαν.
τἀκ τῶν ἀγρῶν ἃ δίδωσιν ἐνιαυτὸς μόλις,
οὗτοι διαρρίπτουσιν ἐν ἀκαρεῖ χρόνῳ.
πολλῶν ὀφείλω σοι χάριτας, γονῆς, τροφῆς·
ἀμείβομαί σε τῷ φυγεῖν τὴν οἰκίαν.
ψαιστά, λιβανωτόν, πόπανα· ταῦτʼ ὠνήσομαι·
οὐ τοῖς φίλοις θύω γάρ, ἀλλὰ τοῖς θεοῖς.
οὐχ αἵματος καὶ τῶν ὅσα τούτοις κίρναται,
ἀλλʼ ἐξ ἀδάμαντος καὶ πέτρας εἶ καὶ Στυγός.
Ἀγαμέμνονος τὸ πρόσωπον ὅδʼ ὑποκρίνεται,
Μίθαικος ὤν τις τἄνδοθεν ἢ Θεαρίων.
ὧν ἐστι τὸ ζῆν οὐδὲν ἄλλʼ ἢ κραιπάλη,
βαλανεῖʼ, ἄκρατος, ἁμίδες, ἀργία, πότος.
ἵππον ταλάντων εἶχε πεντεκαίδεκα,
αὐτὸς δὲ χαλκῶν τιμιώτερος τριῶν.
ἐγὼ πάλαι περισκοπῶν τὰς ὁλκάδας
μετέωρος ἀεὶ πρὸς τὸ μέλλον γίνομαι.
ἀλλʼ ὡς ἔοικε μόνον ὁρᾷς τὸ χρυσίον,
ἄγει δέ σʼ αὐτὸ καὶ ποιεῖ μετάρσιον.
μέγʼ εἰς πόθον γάρ ἐστιν ἀνθρώποις πατρίς·
μάρτυς δʼ Ὀδυσσεὺς τῆς Καλυψοῦς ὑπεριδών.
πέτρας γεωργεῖν ἐστι συμφορώτερον
ἢ πεδία χαλεποὺς γείτονας κεκτημένοις.
τοῖσιν δὲ καρποῖς ἡ πάχνη λυμαίνεται,
καὶ τοὺς ἱδρῶτας τοῖς ἀνέμοις χαρίζομαι.
«ἄνδρες δικασταί» φθεγγομένους διηνεκῶς
ἡ τῶν γεωργῶν τάξις οὐ προσίεται.
οὐκ ἔστʼ ἀνεπιδόκητον ἀνθρώποις κακόν,
ὀλίγῳ χρόνῳ δὲ πάντα μεταρρίπτει θεός.
οὐ μέθυσός ἐσθʼ; ὁ γὰρ τριῶν πίνων πλέον
καὶ μὴ μεθυσθεὶς ὑπερέβη πολλῷ μέτρον.
ἐγὼ δʼ ἐν ἀνθρώποισι μέχρι τούτου δοκῶ
πράττειν καλῶς, μέχρι ἂν φθονεῖσθαί μοι δοκῶ.
κεῖται δʼ ὁ τλήμων τὸ στόμα παρεστραμμένος,
ὃ τὸν δίμορφον Σωκράτην ἀπώλετο.
Λυδοὶ πονηροί, δεύτεροι δʼ Αἰγύπτιοι,
τρίτοι δὲ πάντων Κᾶρες ἐξωλέστατοι.
τοιαῦτα μέντοι πόλλʼ ἀναγκαίως ἔχει
πάσχειν, ὅταν λάγνην τὸν ὀφθαλμὸν φορῇς.
τὸ γνῶθι σαυτὸν ἐν λόγοις οὐδὲν μέγα,
ἔργῳ δὲ τοῦτο μόνος ἐπίσταται θεός.
τί ποτʼ ἐστὶ χλωρόν, ἀντιβολῶ, τὸ χρυσίον;
Β. δέδοικʼ, ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί.
μὴ πολλάκις πρὸς τὸν αὐτὸν λίθον
πταίειν ἔχοντα καιρὸν ὁμολογούμενον.
ψελλόν ἐστι καὶ καλεῖ
τὴν ἄρκτον ἄρτον, τὴν δὲ Τυρὼ τροφαλίδα,
τὸ δʼ ἄστυ σῦκα.
. . περιφέρειν ματτύην καὶ ποδάριον,
καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως.
. . ἔοικεν, ἣν ἀνάπτουσιν βροτοὶ
παρʼ ἡλίου κλέπτοντες ἐντέχνως τὸ φῶς.
. . ἐκείνων οὖν ἀπόσχου τῶν λόγων·
λῆροι γάρ εἰσι παντελῶς καὶ φλήναφοι.
εὐθὺς δὲ Φοῖνιξ γίνομαι·
τῇ μὲν δίδωμι χειρί, τῇ δὲ λαμβάνω.
τοῖς γὰρ λάλοισιν ἐξ ἄκρου
ἡ γλῶττα πᾶσίν ἐστι τετρυπημένη.
οὐ σοὶ γάρ εἰσιν οἱ λόγοι·
πολλοῖσιν ἔργοις τοῦτο σοῖς τεκμαίρομαι.
τίς γὰρ ἂν
ἀντὶ ῥαφανῖδος ὀξυθύμιʼ εἰσορῶν
ἔλθοι πρὸς ἡμᾶς;
ἅτερος πρὸς τὸν ἕτερον
ὑπαλείφεται τὼ χεῖρέ θʼ ὑποκονίεται.
δέξαι, τέκνον . . . . . ἔγχεαι·
εἴ τί με φιλεῖς, μικρὸν ἔτι τοῦτο πρόσφαγε.
τὸ μὲν λέγειν βροτοῖς
ἡ φύσις ἔδωκε, τὸ δὲ καλῶς λέγειν τέχνη.
ἰσχυρόν ἐστι πλούσιος ἀγνοούμενον
ἔχων κληρονόμον.
ἀνθρώπων γέ τοι
ὀφλεῖν γέλωτα κρεῖττον ἢ μέμψιν θεῶν.
πάντα ταῦτα γὰρ
τύχη δίδωσι καὶ παραιρεῖται πάλιν.
ἐπὶ γῆν καταβαλὼν ὡσπερεὶ τοὺς θυλάκους
τοὺς σφόδρα γέμοντας
πρὸς τὸν ἥλιον
διψῶντες ᾄδουσʼ οὐδὲν ὠφελούμενοι.
πῶς οὐκ ἀνοίας ἐσχάτης τὸ κακὸν κακῷ
ζητεῖν ἰᾶσθαι;
ἐν Σπάρτῃ μόνῃ
τυφλός ἐσθʼ ὁ πλοῦτος ὥσπερ ἄψυχος γραφή.
ὥστε μοι δοκῶ
πλεῖν ἢ παλαστῇ γεγονέναι σοφώτερος.
ἡ δʼ ἀρετὴ μόνη
καὶ διὰ καλοῦ τοῦ σώματος καταφαίνεται.
παρὰ τοῖς βαρβάροις
φασὶν δεδέσθαι τοὺς κακούργους χρυσίῳ.
οὐ γάρ μοι σχολὴ
τανῦν· ξενικῷ τῳ γὰρ ἰδιάζω πράγματι.
αὐλεῖ Μαριανδυνοῖς καλάμοις θρηνῳδίαν
κρούων ἰαστί.
ὀρνιθίων
ὀπτῶν φακῆς τε καὶ πισῶν αὐταῖς χύτραις
ἀγρὸν ἔσχʼ ἐλάττω γῆν ἔχοντʼ ἐπιστολῆς
Λακωνικῆς.
ἀλλʼ ὡσπερεὶ
ἥρως ἐν ἀσπίδι ξενίσαι σε βούλομαι.
ἐγὼ μὲν ἠρίστησα, νὴ τὴν Ἄρτεμιν,
μάλʼ ἡδέως.
τῇ κλίμακι
διαστρέφονται κατὰ μέλη στρεβλούμενοι.
ἀγάλματα
χρυσοῦ ʼστʼ ἀπέφθου, τοῖς Παταίκοις ἐμφερῆ.
. . . . ποταμὸν δὲ φεύγων ἀγνοεῖς
εἰς τὴν θάλατταν ἐμπεσών.
οὔτʼ ἀλφίτοισι χαίρομεν·
πλήρης γὰρ ἄρτων ἡ πόλις.
ἀπεσκοτώθης, φίλτατε,
οἴνου σπάσας τοσοῦτον.
ἀμφότερον εὑρεῖν εὐτυχοῦντʼ οὐ ῥᾴδιον
ἄνθρωπον.
ἀκρόπολις
πόρρωθεν ἀστράπτουσʼ ἀπὸ πάσης εἰσόδου
καλὸν μένειν ἐφʼ ἧς τετύχηκε τάξεως
ἕκαστον.
γαστέρας
αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέας
οὕτως ἔρως ἰσχυρὸς ἐντέτηκέ μοι
τῆς πατρίδος.
ἔστι γὰρ
τὰ πολλὰ τοῖς πολλοῖσι τοῦ δείπνου χάριν.
εἶμι γὰρ
ἐπʼ αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου.
ἀνδρὶ γὰρ
πεινῶντι κλέπτειν ἔστʼ ἀναγκαίως ἔχον.
ὀξύτερον . .
οἱ γείτονες βλέπουσι τῶν ἀλωπέκων.
. . . . αὐτοὶ καθʼ ἑαυτῶν τὴν κόνιν
ἀμώμενοι ʼφάνησαν.
ὁ μέν τις ἀμπέλους
τρυγῶν ἄν, ὁ δʼ ἀμέργων ἐλάας . . .
εἶτα δὴ
εἰς πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα;
Μυκονίων δίκην
ἐπεισπέπαικεν εἰς τὰ συμπόσια.
καλοῦ
γήρως θεμέλιον σωμάτων εὐεξία.
ὦ τάλας ἐγώ,
τὸ μηδὲ τούτων ἕνα γενέσθαι.
σὲ γὰρ δεῖ τήμερον
χρηστὸν φανῆναι μᾶλλον ἢ δεινὸν λέγειν.
χαλκεὺς οἷά τις
γέμων καπνοῦ τε καὶ μαρίλης
πλέον δυοῖν σοι χοινίκων ὁ δεσπότης
παρέχει.
πουλύποδος δίκην
αὐτὸς σεαυτὸν καταφαγών
δεῖται προφάσεως ἡ πονηρία μόνον.
ἔχει τελευτήν, ἧσπερ εἵνεκʼ ἐγένετο.
ἂν πολλὰ βάλλῃς, ἄλλοτʼ ἀλλοῖον βαλεῖς.
ὡς τοῖς ἐς ᾅδου βουλομένοις οὐδεὶς φθόνος.
τὰ δʼ εἰς τὸ πρόσθεν ἀδυνατεῖ μύλης ὕπο.
ἀνὴρ ἄριστος τἄλλα πλὴν ἐν ἀσπίδι.
ἐν οἷς τὸ νικᾶν βλαβερόν, ἡττᾶσθαι καλόν.
οἴνῳ τὸν οἶνον, κραιπάλῃ δὲ κραιπάλην
ἄμας ἀπῄτουν· οἱ δʼ ἀπηρνοῦντο σκάφας.
τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ.
πενία δὲ τοῦτʼ οὐκ ἔστιν, ἀλλʼ ἀπληστία.
στρωμνὰς ἁλουργοὺς καὶ τραπέζας πολυτελεῖς
χρηστῆς δὲ φύσεως οἷον ἐξανθήματα
πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν.
Δελφοῖσι θύσας αὐτὸς ὀψωνεῖ κρέας.
τουτὶ μὲν ᾔδη πρὶν Θέογνιν γεγονέναι.
χαρᾶς γὰρ οὕτω γόνιμον οὐδὲν ὡς χάρις.
οὐ διὰ τραπέζης οὐδʼ ἐφʼ ἑστίας φίλους
δειπνῶμεν, ἵνα θύωμεν, ἵνα λουώμεθα.
οἱ δʼ ἐκ μιᾶς τῷδʼ οἰνοχόης πεπωκότες
ἐκ τοῦ βοὸς γὰρ τοὺς ἱμάντας λαμβάνει.
ἢ τῆς θαλάττης ἐξαριθμεῖσθαι τοὺς χόας
οἶνος ποιεῖ χορευτήν, κἂν ἄμουσος ᾖ τὸ πρίν.
οὐκ εἰσενεγκεῖν ἔστιν ὥσπερ χρήματα.
ὄναρ λέγεις ἢ γρῖφον ἢ οὐκ ἔχω τί φῶ.
τὸ μὲν γὰρ ἔλιπε κῦμα, τὸ δʼ ἐπελάμβανεν.
ἅπαντʼ ἐκεῖνα μέστʼ ἂν ἦν τραγῳδίας.
οὐ ταὐτόν, ὦ ʼτάν, Ἰφικλῆς τε χἠρακλῆς.
στηλῶν γὰρ ἔξω καὶ Γαδείρων ἔσθʼ ὁ νοῦς.
ἡ Μυῖα δʼ ἔδακνεν αὐτὸν ἄχρι τῆς καρδίας.
τουτὶ μὲν ὑπομόχθηρον· ἄλλο μοι λέγε.
τὰ τῶν πλεόντων ἐστὶν ἐπʼ ἐμοί· πλεῖ δʼ ἔτι.
πείσθητί μοι καὶ πῖθι, καὶ ῥᾴων ἔσει.
οὐκ ἂν προσείμην καὐτὸν ἀνδρὸς δεόμενον.
παλινδρομῆσαι μᾶλλον ἢ κακῶς δραμεῖν
καὶ διάτορόν τι καὶ καταπληκτικὸν βοᾷ.
εὑρήματα ταῦτα γρᾳδίων καὶ παίγνια.
τήμερον ἄρʼ ἕξω πράγματʼ ἐξ ἀπραξίας.
οὐδέν σʼ ὀνήσει βολβός, ἂν μὴ νεῦρʼ ἔχῃς.
ὄξος ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων.
τί γὰρ ἀσπίδι ξύνθημα καὶ βακτηρίᾳ;
ἀφόρητός ἐστιν εὐτυχῶν μαστιγίας.
βασιλεῖς ἐγένοντο χοἰ πρὶν ὄντες αἰπόλοι.
ἔνθα ταθεὶς φρές μʼ ὡς τὸ μειρακύλλιον.
οὐκ ἔστιν οὐδὲν ξηρότερον ὑδρωπικοῦ.
ὑπʼ εὐπορίας γὰρ οὐκ ἔχεις ὅπου χέσῃς.
λοῦταί γε μὲν δὴ λουτρὸν αὖ τὸ δεύτερον.
βλέφαρα κέκλῃταί γʼ ὡς καπηλείου θύραι.
ἥλῳ τὸν ἧλον, παττάλῳ τὸν πάτταλον
ἐμοὶ δʼ ἐκέρασαν οἱ θεοὶ τὰ τῆς τύχης.
ἐμὲ δʼ ἐκέλευεν ἀδυνάτων ἀφεστάναι.
σωροὺς ἐφʼ ἁμάξης ἧκε βυβλίων ἄγων.
ἐμοὶ γάρ ἐστιν ἀντὶ γυναικὸς ἡ τέχνη.
τὸ προπηλακίζειν παραπέτασμα ταῖς κλοπαῖς.
μάταιον ὁρμὴ μὴ λαβοῦσα τὴν τύχην.
δεινή ʼστι βάσανος ἀνδρὸς ἐπιδεῖξαι φύσιν.
Μεγαρεῖς γὰρ ἔξω τοῦ λόγου καὶ τἀριθμοῦ.
παίδων γάρ ἐστι ταῦτα μυθολογήματα.
πολλοὶ θυμὸν τὸν ἐγγενόμενον ἐξερρίπισαν.
ὅθεν ἐν ταραχαῖς τε καὶ κακοῖς τὰ πράγματα.
κᾆθʼ οἱ μὲν ἠσέλγαινον, ὁ δʼ ἐβρενθύετο.
γῆν καὶ θάλατταν ἡμέρᾳ μιᾷ μετρεῖν
ζῆν τὴν ῥοπὴν ἔχοντα τῆς τύχης καλόν.
γνῶμαι δὲ πολλοῖς τῆς τύχης βελτίονες.
ἀπαλλαγείην τοῦ Κρόνου τούτου ποτέ.
λεπτὴν ἔχοντες ἐλπίδʼ εἰς σωτηρίαν
μὴ μεῖζον ἔστω τῆς νεὼς τὸ φορτίον.
ἐπέτριψεν ἡ πρὸς τοὺς φίλους ἀπιστία.
ἐκ τοῦ λαλεῖν ἀεὶ τὸ λαλεῖν περιγίνεται.
ἅπαντα συγχεῖν ὥσπερ εἰς Μύκονον μίαν
ἐσθῆτα δὲ μίαν μυρίων ὠνούμεναι
ψιμυθίῳ πίθηκος ἐντετριμμένος
αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῶν πολλῶν ψόφῳ.
ἄρξαντος ἀνδρὸς δημόσια τὰ χρήματα.
ὢν ἄγριος οὕτως καὶ μονήρης τὸν τρόπον
ὀργὰς μαραίνειν καὶ κατακοιμίζειν φιλεῖ.
ἀργύριον ἂν ᾖ, πάντα θεῖ κἀλαύνεται.
σπουδῆς ἀνάπαυλα δʼ ἐνίοτʼ ἔσθʼ ἡ παιδιά.
ἐγώ τε καὶ σὺ ταὐτὸν ἕλκομεν ζυγόν.
ὁ Κρὴς ἄρʼ ἐδόκει τὴν θάλατταν ἀγνοεῖν.
δεινοὶ γάρ εἰσιν εὐγενείας προστάται
Ἴρου παρεῖχε γυμνότερον χρόνος πολύς.
οὐ τὴν Δίκην, οὐ βάραθρον εὐλαβούμενος
καὶ μηδὲν ἄβατον μηδʼ ἀθέατον καταλιπεῖν
ξυνῆκα γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν.
οὕτως ἀράττει τῇ κεφαλῇ τὸν οὐρανόν.
ἅπαντα τὰ καλὰ τοῦ πονοῦντος γίνεται.
ὁ δὲ βίος ἔστʼ ἀλαζονείας δεόμενος.
ἱμάτιον ἐφόρει μαλακὸν ἐρίων Σικελικῶν.
τὸ δὲ προσκεφάλαιόν φησιν ἅμα σοὶ βούλομαι.
Μεγαρεῖς δὲ φεῦγε πάντας· εἰσὶ γὰρ πικροί.
καλὸν δὲ τὸ ζῆν, ἄν τις ὡς δεῖ ζῆν μάθῃ.
πᾶς ἐστι δούλῳ δεσπότης μονοσύλλαβος.
ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα
ἂν οἶνον αἰτῇ, κονδύλους αὐτῷ δίδου.
ἅπαντα τοῖς σοφοῖσίν ἐστιν εὔκολα.
δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην.
εἰ μὴ δύναιο βοῦν ἔλαυνʼ ὄνον.
εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθα.
ὁ Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας.
ἀρχαιότερα τῆς διφθέρας λέγεις Διός.
ζητῶν γὰρ ὄψον θοἰμάτιον ἀπώλεσα.
θύραζε, Κᾶρες· οὐκέτʼ Ἀνθεστήρια.
ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία.
ἀηδόνες λέσχαισιν ἐγκαθήμεναι
γέροντι μηδὲν μηδέποτε χρηστὸν ποιεῖν.
γυνὴ στρατηγεῖ καὶ γυνὴ στρατεύεται.
ἢ χρὴ τραγῳδεῖν πάντας ἢ μελαγχολᾶν.
οὐκ ἔστʼ ἐμὸν τὸ πρᾶγμα· πολλὰ χαιρέτω.
πρότερον χελώνη παραδραμεῖται δασύποδα.
πολλοὶ στρατηγοὶ Καρίαν ἀπώλεσαν.
ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν.
βουλήσεταί τις μᾶλλον ἢ δυνήσεται.
δεινά γε τὰ δεινά. Β. δεινότερά γε Δεινίου.
ἐν τοῖς ἐμαυτοῦ δικτύοις ἁλώσομαι.
λέων ὅπου χρή, καὶ πίθηκος ἐν μέρει.
ὀβολοῦ τάριχος, δύʼ ὀβολῶν ἀρτύματα.
σοφόν γʼ, ὁ βοῦς ἔφασκεν ἀστράβην ἰδών.
τὴν αὐτὸς αὑτοῦ γὰρ θύραν κρούει λίθῳ.
τί δεῖ παρεῖναι λέκιθον, ἢν ἔτνος παρῇ;
τί τὸν τάρανδον πρὸς ἐμὲ ποικίλλεις ἔχων;
τί δʼ ἂν κάπηλος παρὰ καπήλιδος λάβοι;
ἐν τῷ μέρει τις καὶ τὸ πῦρ σκαλευσάτω.
γῇ θάλατταν συναναμίγνυσιν βοῶν.
ἡ γλῶττʼ ἀνέγνωχʼ, ἡ δὲ φρὴν οὐ μανθάνει.
οὗτοι δʼ ἀφεστήκασι πλεῖν ἢ δύο δόχμα.
νέα δʼ ἔτʼ ἐστίν, οὐχ ὁρᾷς; καὶ γνῶμʼ ἔχει.
τὸ γνῶμα γοῦν βέβληκεν ὡς οὖσʼ ἑπτέτις.
τὸν ἄνδρʼ ἀπεωσάμην τε κἀπεγλαψάμην.
ἀκράχολον καὶ δύσκολόν τι φθέγγεται.
αἰσχυνόμενος δὲ περιπλέκει τὴν συμφοράν.
ἀνόητά γʼ, εἰ τοῦτʼ ἦλθες ἐπιτάξων ἐμοί.
διʼ ἀσχολίας πολλῆς γὰρ ἦλθον ἐπὶ τόδε.
ἅπανθʼ ὅμοια καὶ Ῥοδῶπις ἡ καλή.
οὐδʼ ὅσον ἀκαρῆ τῆς τέχνης ἐπίσταμαι.
κατέπεσον ἀκαρὴς τῷ δέει.
γήμαντος αὐτοῦ δʼ εὐθὺς ἔσομʼ ἐλεύθερος.
ὡς τοῦτο δʼ εἶδεν, εὐθὺς ἦν ἄνω κάτω.
οὗτος πατὴρ τοῦ παιδός. Β. εἰ γὰρ ὤφελεν.
ναστούς, τροφαλίδας, ἀμφιφῶντας, ἰτρία.
συνεπίνομέν τε καὶ συνεκοτταβίζομεν.
τῶν κοτταβίων τὰ πολλὰ ἡμέτερα ἦν.
αὗται γὰρ ἐπιθυμοῦσιν ὑγιείας τυχεῖν.
δεινότατος ἀπομάκτης τε μεγάλων συμφορῶν
ἀργοὶ κάθηνταί μοι γυναῖκες τέτταρες.
οὐδεὶς γὰρ οἶδεν, ἐν Κέῳ τίς ἡμέρα.
ἀλλʼ ἢ τρίορχος ἢ πτέρων ἢ στρουθίας
σοφίζεταί τε καὶ παρακρούεται λόγῳ.
ὡς μήτε κροῦσαι μήθʼ ὑπὲρ χεῖλος βαλεῖν
ὦ πρόδοτι καὶ παραγωγὲ καὶ μύραινα σύ
μήθʼ ἁλμυρὸν εἶναι μήτε μῶρον ἐς τὸ πᾶν
νυνί μʼ ἔπεισας μᾶλλον ἢ νυνδὴ λέγων.
οὐδὲν φρονεῖ δίκαιον ἐστυκὼς ἀνήρ.
οὐκ ἂν φθάνοιμι τὴν μάχαιραν παρακονῶν.
οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθʼ ὁ πλοῦς.
παῦσαι μελῳδοῦσʼ, ἀλλὰ πεζῇ μοι φράσον.
τὰ Ταντάλου τάλαντα τανταλίζεται.
τὴν χεῖρα προσφέροντα τὸν θεὸν καλεῖν
ἢ πέντε πίνειν ἢ τρίʼ ἢ μὴ τέτταρα
ἤδη γάρ εἰμι μουσικώτερος τρύχνου.
τρώκτης σφόδρʼ ἐστίν, ἅμα σεσηρὼς καὶ γελῶν.
ἀσπαζόμεσθʼ ἐρετμία καὶ σκαλμίδια.
τὸ κνῖσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας.
ἀλλʼ ἔπεσε ταχέως· δειλινὸς γὰρ ἤρξατο.
χωλῷ παροικῶν κἂν ἑνὶ σκάζειν μάθοις.
ἀμέλει, ταδί μοι πρῶτον ἀμπίσχου λαβών.
ἵνα μὴ τὸ γῆρας ἐπαναβὰν αὐτὸν λάθῃ.
ἤδη δὲ λέξω τὸν λόγον τοῦ δράματος.
σκῆψις εὑρεθήσεται,
λόγος τις.
οὐκ ἔστιν ἀνδρὸς συκοφάντου βαρύτερον.
ἔχω χάριν δὲ τοῖς πολισσούχοις θεοῖς.
οὐ γὰρ ἐν γαστρὸς βορᾷ
τὸ χρηστόν ἐστιν.
ἂν μὴ παρῇ
κρέας, τάριχος στέργεται.
. . . ποσταῖος δʼ ἀπʼ οὐρανοῦ πάρει;
Β. τριταῖος.
κυψέλην δʼ ἔχεις
ἄπλατον ἐν τοῖς ὠσίν.
καταπεσεῖν τι βούλομαι
τραγικὸν πέσημα.
πάντων γέ τοι
μέτρον ἐστὶ τοὐπιεικές.
γρᾴδια
μεθύοντα καὶ λυττῶντα
. . ἀγροίκου μὴ καταφρόνει ῥήτορος.
. . πρὸ τούτου σʼ ᾠόμην κέρατʼ ἔχειν.
. . ἐχίδνης καρδίαν ἐδήδοκεν.
. . ἐγώ τοι πάντα ποιήσω θέρος.
. . ἔοικα βοῦς ἐπὶ σφαγὴν μολεῖν.
. . καταβαλῶ σε παρὰ τῷδε μανθάνειν.
κάμινον ἔχων ἐν τῷ πνεύμονι
. . ἐγώ σε προσκυνήσω, βάρβαρε;
κρείττων Ζώπυρος
ἑκατὸν Βαβυλώνων.
. . . ταῦτα δʼ ἐστὶ πλεῖν ἢ ναυτιᾶν.
. . . ἀνάπιπτʼ. Β. ἀνδριάντας ἑστιᾷς;
. . . αὑτὸν οὐ τρέφων κύνας τρέφεις;
ἐπικάρσια δῆτα προσπεσοῦμαι.
ἔχων μὲν ἐν τῇ χειρὶ μῶλυ
κενὰ τῆς γνάθου ... πολλὰ χωρία.
οὐδὲ εἰς τὸν ὀδόντα ἔχει φαγεῖν.
προβῦσαι φορτικὸν γέλωτα
ὑποσακίζεται τὰ χρήματα.
οὗτος, καθεύδεις, ὦ κακόδαιμον;
. . ἐφοιτάτην ποτʼ ἐς διδασκάλου.
τὼ δʼ οὐκ ἐβοάτην.
ἐσπάτην γνάθοιν
εὔχρηστον.
ἄλλος βίος,
ἄλλη δίαιτα.
εὐρῶτα γήρως καὶ πάχνην
εὗρεν ἡ λοπὰς τὸ πῶμα.
ταῖς γραυσὶν ἐξούλης ὀφλεῖν
. . . . ἔοικεν Εὐρίπου στροφαῖς.
. . . . γενναῖος ἐκ βαλλαντίου
. . . . ἄλλως ἀναλίσκεις ὕδωρ.
τὸ Πάσητος ἡμιωβόλιον
γελοιότερος Μελιττίδου
αὐτόκακον ἔοικε τῷδε
. . . . ἀγρίοισι κατακαῦσαι ξύλοις
βουλιμιᾷ τὰ βαλλάντια.
ἐρρωγότας λέγειν λόγους
ἄγουσιν ἑορτὴν οἱ κλέπται.
. . . . ἐπὶ τοῖς ὅπλοις ἀκκίζεται.
περίθες σεαυτῷ τὸν πνιγέα.
ἀφάρμακον χρῶμʼ Οἰδίποδος
Ἀφροδίσιος ὅρκος οὐ δάκνει.
λιθωμόται δημηγόροι
φθάνοντος ἔργον γίνεται.
ἠχὼ πετραίαν χυτρόπωλιν
συνδήσας ἄρα
τὼ χεῖρε
μηδὲ σὺ
ζήτει πυθέσθαι.
τοῦ πατρὸς τὸ παιδίον.
Μεγαρέων οὐδεὶς λόγος.
σκαπτέτω τὰς ἀμπέλους.
τοκάδα τὴν κεφαλὴν ἔχει.
τοῖς βυβλίοις εἴξασι.
βοιωτιάζειν ἔμαθες.
ἀντὶ πέρκης σκορπίον
εἷς ἀνήρ, οὐδεὶς ἀνήρ.
ἐκκέκοφθʼ ἡ μουσική.
εὐγενέστερος Κόδρου
ἰαλέμου ψυχρότερος
ὄνῳ τις ἔλεγε μῦθον.
Συβαριτικὴ τράπεζα
ἄλλος οὗτος Ἡρακλῆς.
ἄκων μέν, ὡς Ζεὺς οἶδεν
μὴ λόγους ἀντʼ ἀλφίτων.
μὴ πρὸς ἐμὲ τὰ ποικίλα.
νῦν ὀσπρίων ἄμητος.
πρᾳότερος περιστερᾶς
πρὸς δύʼ οὐδʼ ἂν Ἡρακλῆς.
καπνοῦ σκιὰν δέδοικεν.
λόγοι λόγους τίκτουσιν.
οὐδὲν ἐξ ἀγροῦ λέγεις.
τέττιγος εὐφωνότερος
βοίδιον Μολοττικόν
ὀβολὸν εὗρε Παρνύτης.
ὄξος ἠκρατισμένος
αὐτὸ τοὔμπαλιν λέγεις.
αὖθις αὖ Πυθώδʼ ὁδός.
αὐτὰ καὶ τὰ φίλτατα
Αἴτνη πέφυχʼ ἅνθρωπος.
κυψέλαι φρονημάτων
οὐκ ἀπείρῳ προσέβαλεν.
παρακεκροῦσθαι τῶν φρενῶν
παλάμημα καὶ τύρευμα
τἄλλα καὶ φιλώμεθα.
χρυσοχοεῖν ἐμάνθανε.
κᾆτʼ ἀπερρώγειν ὁ πούς.
ὁ δʼ ἀγοράζει κλῇδʼ ἔχων.
οὐ φενίνδα σφαιριῶν
ἀρραβῶνα Σίφνιον
κύων παρʼ ἐντέροισι
οὐδʼ ἐτρύπησεν κρόκην.
πλύνον καταπλυντήριζε
. . πολύτορον δέρμʼ ἐχίνου . . .
Σκύθης ὄνειον δαῖτα
στατῆρσι προστιθέντες
ἡ κύων ἐπὶ τῆς φάτνης
Λυδὸς ἐν μεσημβρίᾳ
λύχνον ἐν μεσημβρίᾳ ἅπτεις.
κἀπικνῆν κἀπεσθίειν
οὐδὲ τἀρχαῖον ποιεῖ.
τὴν γλαῦκα τωθάζουσι.
τῶν γὰρ ὑστάτων χάρις.
τοὺς νόμους μεγάλους ἄγω.
ἀλλʼ Ἡράκλεις αὐλεῖ τις.
. . . . . . . ἐχενῇδος δίκην
ἔχεται.
πέλαγος ἡ πόλις
ἐστίν.
κατὰ κοιλίαν νοσεῖ.
. . . . . . Ραδάμανθυς τοὺς τρόπους.
. . . . τοῦ κατʼ ἐμὲ κόμματος . .
. . . αὐτὸς αὑτὸν αὐλεῖ . . .
. σκορπίους βέβρωκεν.
. βλίτυρι καὶ σκινδαψός
μέχρι τῶν ἀμφωτίδων
ἀποφθάρηθί μου.
δίαιτα τοῦ οὐρανοῦ
Κορίνθιαι πέδαι
παύσω σε τῆς σκύζης.
. . . Σύβαρις διὰ πλατείας . . .
οὐράνιον . . παιδιάν
βάψας ποιήσω μέλαν.
ἀκούεις ὡς στένει;
Ἀστυάναξ γέγονα.
ἀστῆς ἐλάας
ἀγαθὰ Κιλλικῶν
ἅμʼ ἔπος ἅμʼ ἔργον.
Ἀρχίλοχον πατεῖς.
κεραμέως πλοῦτος
κράδης ῥαγείσης
εἰ καὶ λίθον εἶχες
δικαιόσυνος Ζεύς
Ἰλιὰς κακῶν
Εὐδώρου σέλας
Θάμυρις μαίνεται.
νὴ τὴν ὑγίειαν
σχῖνον διατρώγων
οὐκ αἰσθήσομαι.
πλευμονίαν νόσον
ὑψοῦ διᾴττει.
Κέρδων γαμεῖ.
βάλλʼ ἐς φθόρον.
δέκα τοὐβολοῦ
Δᾶτον ἀγαθῶν
βαρὺ τὸ σκάφιον
ἡμεῖς δὲ . . . .
καθάπερ ὀπωρίζοντες ἂν τοὺς Ἀττικοὺς ὀλύνθους
βλιμάζομεν.
οὐκ ἔστι τοῦτο σωφρονεῖν οὐδʼ ἀγαθὰ διανοεῖσθαι.
ἐγὼ γὰρ ἤδη σπένδομαι, χὠ καιρὸς τῆς ἐμ...
ἐλλείχοντα τῶν Ἀθηνῶν
οὐδὲν οὔτʼ ἐξ οὐρίων θέουσίν ἐστʼ ἀπώμοτον,
οὔτε τῆς νεὼς λυθείσης ἔστʼ ἀνέλπιστον . .
εἰ δὲ πᾶν ἔχει καλῶς, τῷ παιγνίῳ
δότε κρότον καὶ πάντες ὑμεῖς μετὰ χαρᾶς κτυπήσατε.
ἐγὼ δὲ ζῶν ἀεὶ
κἀπολαύων τῶν ὁμοίων, ἡλίου, φωτός, τροφῆς
χρηστοῦ δίδαγμʼ εὐηθίας
καὶ φιλανθρώπου λογισμοῦ
τὸν κάκιστον ὅστις ἐστὶ καὶ τὸν ἐξωλέστατον
τῷ λόγῳ μὲν εὖ διέρχει πάντα, τῷ δʼ ἔργῳ κακῶς.
φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ μανθάνειν.
μηδέποτε μηδεὶς γένοιτο Μεγαρέων σοφώτερος.
ἄνδρες Ἑλλήνων ἄριστοι καταβαλεῖν παράστασιν
ᾠήθητε δʼ ἂν
συκαμίνων αὐτὸν εἶναι κάλαθον .....
χρυσίῳ βάλλειν κορώνας
τὸν βδόλον δʼ οὐκ ἔστιν ἥτις
ῥὶς ὑποστῆναι δύναιτʼ ἄν.
... Ἑκάβην ὀτοτύζουσαν καὶ καόμενον τὸν ἀχυρμόν
..... εὔξασθαι κατὰ χρυσόκερω λιβανωτοῦ
....... χρόνου πολλοῦ νόστον προμαθόντες
Σικελίας .. αὔχημα τροφαλίς
.... ἀτὰρ ἐκ καθαρῶν
ἀχύρων σῖτον τετρύγηκας.
.... γλώττῃ σώφρονι
τὴν εὐνομίαν προχέοντες
ἐκ τῆς αὐτῆς ψιάθου γεγονώς
ὑπὸ παντὶ λίθῳ σκορπίος εὕδει.
οὐδὲν λευκῶν ἀνδρῶν ὄφελος.
τῶν σιγλοφόρων στάσις εὐνούχων
αὐτὴ νῦν ἡ σοφία ζῇ.
Λαμίαν τὸν πρίονα· ἢ Λάμιος ὁ πέλεκυς
ἀγαθῶν ἀγαθίδες
ἀγαθῶν μυρμηκιά
ἀγροῦ πλέως
ἀδηφάγους τριήρεις
αἰγιαλῷ λαλεῖς, ἀνέμῳ διαλέγει
ἄλλη συνωρίς
ἁμαξιαῖα χρήματα
ἀμήρυτοι λόγοι
ἀνασπᾶν γνωμίδιον
ἀνδρόγυνον ἄθυρμα
ἀνέμους γεωργεῖν
ἄνθρωπος φιλοπραγματίας
ἀνωφρυασμένος ἄνθρωπος
ἄπλυτον πώγωνα
ἀποκναισθῆναι τῷ γέλωτι, ἀπολέσθαι γελῶντα
ἀπόλεμος χρόνος
ἀπομύξαι λύχνον
ἀπωλεσίοικον μειράκιον
Ἀργεία φορά
ἄριστος κλέπτειν
ἄρτοι πίονες
ἀσκὸν τίλλειν
αὐτόποκον ἱμάτιον
γέρων στύππινος
γλαφυρὰ κωμῳδία
γραῶν ὕθλος
δερριδόγομφοι πύλαι
δικολύμης ἄνθρωπος
ἐξεστηκὼς ὑπὸ γήρως
ἐπικυλίκειος Ζεύς
ἐρεβίνθινος Διόνυσος
ἠτριαῖα τεμάχη
θάλαττα κοίλη
θολερὸς προβαίνεις
Καλυδώνιον αἶγα
κάπηλον φρόνημα
εἰς κοπρῶνα θυμιᾶν
κυβηλικὸν τρόπον
λημᾶν χύτραις
λυπηρότεροι σταλαγμοῦ
Μεγαρέων δάκρυα
νοττιὰν τέκνων
ταῖς Νύμφαις ἰσῆλιξ
νυσταλέον γερόντιον
ὄζειν ἐτῶν
ὄμφακας βλέπειν
ὀνόγαστρις ἄνθρωπος
ὀνυχιμαῖα τέμνειν
ὀξερίας τυρός
οὐδʼ ἐν δέρματι
οὐκ ἐπιγλωττήσομαι.
παλίμβολον κήρυκα
παλίμβολος τρίπρατος
παρακεκινηκὼς ὑφʼ ἡλικίας
παρήσειν μοι δοκῶ.
πασχητιῶντα ἐδέσματα
περικεκρουμένος ἄνθρωπος
περίτριμμα πραγμάτων
πηλὸς οὗτος
πλίνθον πλύνειν
πολύζῳον κακόν
ποντοκύκη γυνή
πραγματίας ὁ λόγος
πρεσβύτερος Κρόνου
πυθμὴν δικῶν
ἐπὶ πυγὴν καθίσαι
ἐπὶ πυγὴν τρέχειν
ῥινώλεθρος ὀσμή
σαπέρδαι σαπροί
σαπρότερος τρυγός
Σκυρίαν δίκην
σπάθημα φρενῶν
στραγγαλιώδης ἄνθρωπος
συκίνη μάχαιρα
συλλογιμαῖος φορυτός
σωρὸν κρεῶν
τραχηλόσιμος ἄνθρωπος
τυντλώδης λόγος
ὑγιέστερος ὄμφακος, κολοκύντης
ὑπὲρ τὰς ἐλάφους βεβιωκώς,
ὑπὲρ τὰς κορώνας
ὑπερφυὴς Κρόνος
ὑποζυγιώδης ἄνθρωπος
ὑποκαθεῖναι τὰς ὀφρῦς
φαλακρότερος εὐδίας
φιλάμπελος ἄνθρωπος
χιαστὶ τίλλειν
χιτὼν εὐνητήρ
χύτραν ποικίλλειν
ἀδαγμός
ἀκάτια
ἀκρόσφυρα
ἀμφαξονεῖν
ἀναδοιδυκίζειν
ἀνακωνᾶν
ἀναμυλλᾶναι
ἀνασεσυρμένη
ἀνασκυζᾶν καὶ σκυζᾶν
ἀνδροκόβαλος
ἀνδροσάθης, ἀνδροσάθων
ἀνεκαλαμήσατο
ἀνεκνάδαλλον
ἀνεπικόρριστος
ἀνερριχῶντο
ἀνισῶσαι
ἀνταποπαίζειν
ἀντιπελάργωσις
ἀπάτητος
ἀπιαλεῖς
ἀπικρόχολον
ἀπίνθιον
ἀποδέκται
ἀποίζειν
ἀποκραιπαλισμός
ἀπορρέξαντες
ἀποτριάξαι
ἁρπαξομίλης
ἀρρενοῦσθαι
ἀρωματοπῶλαι
ἀσκορδίνωτος
ἀσπακάζομαι
αὐτόδειπνος
βαλός
βαμβακεύτριαι
βαμβαλύζειν
βασιλειῶντα
βολβωρυχεῖν
βομβυλεύματα
βοστρυχίζεται
βοτρύδια
βουλοκοπίδαι
βούχρως τις
βρόντημα
βώμαξ
γαλιώσης
γεγυναικωμένα
γεγυρωμένους
γερανίας
γλαμυξιᾶν
δημιόπρατα
διαδοιδυκίζειν, διεδοιδύκισε
διακυνοφθαλμίζεται
διαλωπεκίσαι
διαπυδαρίζει
διασιλλοῦν καὶ διασιλλῶσαι
διελάφυξας
διεπιθήκισεν
διεχώλευον
διεψάθαλλε
δικαμπίας
δικομήτρα
διφθερίαι
δρυμάττειν
δωροληψία
ἐγκαλοσκελεῖς
ἐγκλαστρίδια
ἐγνυπωμένον
ἐγχουσίζεται
ἐκβεβόλβισται
ἐκπέπηξε ἐφέπηξε
ἐκτανθαρύζω
ἐμβροντησίας
ἐμφαρυξάμενος
ἐνεθρίωσαν
ἐνετύρευσεν
ἐνθεσίδουλος
ἐνλαπειθάζεσθαι
ἐνσεσεισμένη
ἔντροφον
ἐξερρίνησα
ἐξινωμένον
ἐξωφρυωμένοι
ἐπαναπτήσιμον
ἐπιγλωττωμένων
ἐπιδεικτιῶντα
ἐπιλλίζειν
ἐραστριᾶν
ἐστόμφασεν
ἑταιριζόμενος
ἐτανταλίχθη
εὐκλεία
εὐόμιλος, εὐπροσόμιλος
ἠδαξήσατο
θερμερύνεσθαι
ἰαμβοφάγον
ἰλλώπτειν
ἱπποκάμπια
ἱππόπορνε
ἰσχιοίδης
καλλιώνυμος
καμπυλιάζειν
καπνοσφράντης
καρυάτιδες
καταγλωττισμός
κατακαχρύσω
κατὰ κόρρης
κατεβαυκάλισέ με
κατεπερπερεύετο
κατηριστημένα
κέλης
κενταυρίδες
Κεραμεικάς
κερκωπίζειν
κεστρεῖς
κιχλιδιᾶν
κλῳομάστιξ
κνέωρον
κνισοκόλαξ
κνισοτηρητής
Κόδρους
κολεάζοντες, κολεασμός, Κολέαρχος
κολλοποδιώκτας
κραδοφάγος
κρανιόλειος
κροκυλεγμός
κρονικός, κρονόληρος
κρονοδαίμων
κρονοθήκη
κυμινοκίμβιξ
κύνειρα
κυνέπασαν
κυνοφθαλμίζεται
κυρτονεφέλη
κυσολέσχης
λακατάρατοι
λακιδαίμονος
λάληθρον
λελημάτωμαι
λέμβος
λευκηπατίας
λιμοκίμβιξ, λιμός
λιμοκόλακες
λισπόπυγοι
μεγαρίζοντες
μεθυσοχάρυβδις
μεσοπέρδην
μισητόν
μοιμύλλειν, μοιμυλλᾶν
μοιχοτύπη
μολυβδιᾷς
μονογέρων
μοχλίον
Μύλλος
ναιδαμῶς
νεοπεινής
νηπτικωτάτην
νοσακερόν
νωδογέρων
ξυλοκύμβη
ἐς ὀλβίαν
ὀλεκρανίζειν
ὀλισβοκόλλιξ
ὀρθοπυγιᾶν
ὀρθοσταδόν
παιδότριψ
παλίγγλωττον
παλίμπηγα
παππάζοιεν
παραγεγηρακώς
παράδεισος
παρακεχόρδικεν
παρακρουσιχοίνικος
παραλλάττων
παρασαβάζειν
παρδαμάλη
παρελαχάνιζες
παριλλαίνουσαν
πεδότριψ
πεοίδης
περιῆρρον
περιπλευριεῖς
περιπρωκτιῶσα
περιστέρια
περιχονδριᾶν
πεφορινῶσθαι
πηξιθάλαττα
ποδοστράβη
πολυτιμητιζόμενος
ποντοφάρυξ
πρατίας
πριαμωθήσομαι
προδοτίστερον
προδωσίκομπος
προσβωμολοχεῖ
πτάκις
πτερόν
πύππαξ
πυρῆνας
ῥαβάττειν
ῥιγεσίβιοι
σάβυτταν
σάκταν
σαμάκια
σάραβον
σέλινον
σισάριον
σισύμβριον
σισυφίζειν
σιφνιάζειν
σκαιεμβατεῖν
σκαφέας
σκινδακίσαι
Σκίραψ, Σκίραφος
σκορακίζειν
σκορδοῦν
σκυζᾶν
σοβαρός
σοροδαίμων
στόρθυγγας
στρατύλλαξ
στροβίλια
στρουθίζειν
συβριάζει
συγκηδεστήν
συκάστρια
συκηγορίαν
Ταρταρίτης
ταῦρον
τερετίζομεν
τιλλοπώγων
τῖμος
τοκογλύφος
τολμητίας
τρικόλλυβον
τρίπους
Τρυμαλῖτις
τρυπαλώπηξ
τυλεῖα
τυμβογέρων
τυρεύει, τυρεύεται, τυρευθέντα, τυρεῦσαι, τυρεύων,
τυρωθέντα
ὑπεγάστριζε
ὑπερακήκοα
Ὑπερευρύβατος, Ὑπερθεμιστοκλῆς, Ὑπερπερικλῆς,
Ὑπερσωκράτης
ὑπερμαζεῖ
ὑπεροψωνεῖν
ὑπομηλαφῆσαι
φαγέσωρον, φαγεσωρῖτιν
φαρυγίνδην
φάσακες
φειδαλφιτεῖν
φθειροκομίδης
φθειροκτονεῖν
φίλετνος
φορμοκοιτεῖν
χαλκιδίζειν
χάνος
χελυνοίδης
ὁ χλεύαξ
χναύματα
χοιρότριψ
χρεμψιθέατρον
ψυχροκομψεύματα
ὠλεσίοικοι
ὠμοκυδιᾷ
ὠρνεάζετο
τί κάθῃ; καὶ πίωμεν· οὐ καὶ σιτία
πάρεστιν; ὦ δύστηνε, μὴ σαυτῷ φθόνει.
οἱ δʼ εὐθὺς ἠλάλαξαν, ἐν δʼ ἐκίρνατο
οἶνος· φέρων δὲ στέφανον ἀμφέθηκέ τις.
ὑμνεῖ δʼ αἰσχρῶς κλῶνα πρὸς καλὸν δάφνης
ὁ Φοῖβος οὐ προσῳδά· τήν τʼ ἐναύλιον
ὠθῶν τις ἐξέκλαξε σύγκοιτον φίλην.
γάμος κράτιστός ἐστιν ἀνδρὶ σώφρονι
τρόπον γυναικὸς χρηστὸν ἔνδον λαμβάνειν.
αὕτη γὰρ ἡ προὶξ οἰκίαν σῴζει μόνη.
ὅστις δὲ τρυφερῶς τὴν γυναῖκʼ ἄγει λαβών,
συνεργὸν οὗτος ἀντὶ δεσποίνης ἔχει,
εὔνουν, βεβαίαν εἰς ἅπαντα τὸν βίον.
τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένως
εὔπειστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς
ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης,
ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα,
χαίρειν ἀπαρχαῖς καὶ γέρας λαχεῖν τόδε;
γέρων γέροντι γλῶτταν ἡδίστην ἔχει,
παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή,
νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ
ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ.
πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι
τοὐφʼ ἡμέραν ζῆν ἡδέως· ὁ γὰρ θανὼν
τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός.
μικροῦ δὲ βιότου ζῶντʼ ἐπαυρέσθαι χρεών.
τρόπος ἐστὶ χρηστὸς ἀσφαλέστερος νόμου.
τὸν μὲν γὰρ οὐδεὶς ἂν διαστρέψαι ποτὲ
ῥήτωρ δύναιτο, τὸν δʼ ἄνω τε καὶ κάτω
λόγοις ταράσσων πολλάκις λυμαίνεται.
καὶ γὰρ τὸν ἄλλον ὧδε θνητοῖσιν νόμον
ὄψει διαθρῶν· οὐδὲν ἂν πάντη καλὸν
οὐδʼ αἰσχρόν, ἀλλὰ ταὔτʼ ἐποίησεν λαβὼν
ὁ καιρὸς αἰσχρὰ καὶ διαλλάξας καλά.
βίος δʼ ἀπράγμων τοῖς γέρουσι συμφέρει·
μάλιστα δʼ εἰ τύχοιεν ἁπλοῖ τοῖς τρόποις
ἢ μακκοᾶν μέλλοιεν ἢ ληρεῖν ὅλως,
ὅπερ γερόντων ἐστίν.
ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους,
στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος,
κρατῆρά τʼ αἴρου καὶ τὸν ἥδιστον κέρα.
ἵππον τελώνην, συκοφάντην ἀετόν,
βάτραχον σοφιστήν, ὀψοποιὸν ἐμπίδα,
ἀλεκτρυόνα κίναιδον οὐκ ἴδοι τις ἄν.
Ἔρως οὐχ ὁποῖον ζωγράφων
παίζουσι χεῖρες, ἀλλʼ ὃν ἡ πρωτοσπόρος
ἀρχὴ τέλειον εὐθὺς—
τίς δʼ ἄν σε νύμφη, τίς δὲ παρθένος νέα
δέξαιτʼ ἄν; εὖ γοῦν ὡς γαμεῖν ἔχεις τάλας.
τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι,
κόγχων δὲ τὸν σέσιλον. Β. ἄπαγʼ ἐς τὸν φθόρον.
διψῶντι γάρ τοι πάντα προσφέρων σοφὰ
οὐκ ἂν πλέον τέρψειας ἢ ʼμπιεῖν διδούς.
οἴκοι μένειν χρὴ τὸν καλῶς εὐδαίμονα.
Β. καὶ τὸν κακῶς πράττοντα; Α. καὶ τοῦτον μένειν.
λίθους δὲ χλωροὺς τοῦ τʼ ἀπεξενωμένου
ἔκβρασμα πόντου τῆς τε γῆς ἐκψήγματα
ἔγνωκε πλεῖν εἰς τἀπὶ Θρᾴκης χωρία,
ἐκεῖ διαλλαγησόμενος πρὸς τὴν τύχην.
σῶσαι γὰρ ὁπόταν τῷ θεῷ δοκῇ τινα,
πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν.
οὐκ ἄν τις εἴπῃ πολλὰ θαυμασθήσεται,
ὁ μικρὰ δʼ εἰπὼν μᾶλλον, ἂν ᾖ χρήσιμον.
θεὸς δʼ ἐπὶ σμικροῖσιν οὐ θερμαίνεται,
ἀλλʼ ὡς λέβης τις μείζονος δεῖται πυρός.
ἔδει γὰρ ἡμᾶς τῷ θεῷ θύειν, ὅταν
γυνὴ κατορύττηται τάφῳ, οὐχ ὅταν γαμῇ.
. . . . . νῦν δὲ σωθείην, ἵνα
διδάγματʼ ᾖ μοι ταῦτα τοῦ λοιποῦ χρόνου.
ἡ Μιλησία
σμάραγδος, ἐμπόλημα τιμηέστατον
καὶ τὴν καταιγίζουσαν ἐκ μέθης ζάλην
ῥᾷον φέρουσιν.
ὦ γλῶσσα, μέτριον εἴ τι κομπάσαι θέλεις,
ἔξειπε.
κακὰ
ἕλκων ἐφʼ αὑτὸν ὥστε καικίας νέφος.
ὀρῶν ἔνοικοι ναμάτων τʼ ἐπίσκοποι
Νύμφαι
ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.
ἡ δεῦρʼ ὁδός σοι τί δύναται νῦν, θεοπρόπε;
τὰ σχήματʼ εὐθὺς εἰσιδὼν καὶ τὰ σκύτα.
παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον.
μὴ σπεῦδε γῆμαι, πρὶν τελευτήσαντʼ ἴδῃς.
δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε.
οὐκ ἔστʼ ἐν ἄντροις λευκός, ὦ ξένʼ, ἄργυρος.
σκληράν, ἄκαρπον καὶ φυτεύεσθαι κακήν
γλυκεῖʼ ὀπώρα φύλακος ἐκλελοιπότος.
οὗτος δʼ ἐκείνου φθόγγος ἐξωλέστερος.
οὐκ ἔστιν αὐτῶν μέτρον ὁ τοῦ βίου χρόνος.
ἀκόλαστος ὄχλος ναυτική τʼ ἀταξία
λιμένες ποθοῦντες τῆς πόλεως τὰς ἀγκάλας
ὁρᾷς; σὺ κἀμοῦ καταγελᾷς ἐν τῷ μέρει.
παλαιὸς ἀνθρώποις μεμύθευται λόγος
σῦκον μετʼ ἰχθύν, ὄσπριον δὲ μετὰ κρέα.
μέλη πάραυλα κἀκρότητα κύμβαλα
κέρδαινʼ, ἑταῖρε, καὶ θέρους καὶ χειμῶνος.
ὡς Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος.
πατὴρ ἀνουθέτητος παῖδα νουθετεῖ.
ἄπαιρε· μή μοι στέφανον ἀμφιθῇς κάρᾳ.
Μίλητος αὐχεῖ κἰταλία δοξάξεται.
ἐπίφθονον χρῆμʼ ἐστὶν ἄνθρωπος φύσει.
χαλεπὸν γενέσθαι λιμὸν ἐπὶ τῷ δράγματι.
τὴν Ἡράκλειαν κειμένην ἀνιστάναι
ὅρκων ἐρῶσιν οὐδὲν εὐχερέστερον.
ἅπανθʼ ὁ τοῦ ζητοῦντος εὑρίσκει πόνος.
γυναῖκα θάπτειν κρεῖττόν ἐστιν ἢ γαμεῖν.
θεοῦ θέλοντος δυνατὰ πάντα γίνεται.
οὐδεὶς δὲ νικᾷ μὴ θελούσης τῆς τύχης.
μὴ τότε φρονήσῃς, ἂν γένῃ μάτην φρονῶν.
ἡ συκάμινος συκαμίνῳ ῥύπτεται.
μάταια τἄλλα παρὰ Κρότωνά γʼ ἄστεα.
βαρύς, βαρὺς σύνοικος, ὦ φίλοι, βαρύς.
οὐκ οἶδʼ ὅπως εἰς τούσδʼ ἐμπίπτω λόγους.
πένητος ἀνδρὸς οὐδὲν ὀλβιώτερον.
οἶνός μʼ ἔπεισε δαιμόνων ὑπέρτατος.
ἁβροείμονές τε καὶ κατηγλαϊσμένοι
κἂν αἰγέρων ἔφυσαν εὐγενέστεραι.
μοχθηρὸς ὢν καὶ τὴν γνώμην ἀχερδούσιος
ὕδωρ δὲ πίνει, τὸν δὲ Βίβλινον στυγεῖ.
ὦ Ζεῦ, γενέσθαι τῆσδέ μʼ ἐξάντη νόσου.
ψυχῆς δακνομένης γὰρ τὰ δάκρυʼ ἐξέρχεται.
ἕξιππα καὶ τέθριππα καὶ ξυνωρίδας
ὃς τόνδʼ ἔχεις τὸν σηκὸν ἵλεως γενοῦ.
ἄψυχον ἄνδρα λαμβάνειν συνέμπορον
ἐλαφρὸν παραινεῖν τῷ κακῶς πεπραγότι.
οὐδὲν κακὸν γὰρ ῥᾳδίως ἀπόλλυται.
χωρὶς γὰρ οἰκοῦσʼ ἁρεταὶ τῶν ἡδονῶν.
μετὰ γὰρ νοσούντων καὶ τὸ μαίνεσθαι καλόν.
τὸ μέν τι χαίρω, τὸ δέ τι καὶ λυπούμεθα.
τῶν εὐτυχούντων ἀνταγωνιστὴς θεός.
ἐκ τοῦ γὰρ ἐσορᾶν γίνετʼ ἀνθρώποις ἐρᾶν.
ἀπτῆνα, τυτθόν, ἄρτι γυμνὸν ὀστράκων
ῥῆξαί με καὶ φράσαι ἀεὶ λόγον.
Φοινικελίκτην καὶ λόγων ἀλαζόνα
ἄλλος γυναικὸς κόσμος, ἄλλος ἀρρένων.
ἡ δὲ προὐκαλεῖτό με
βαυβᾶν μεθʼ αὑτῆς.
ὅστις τῆς ὁδοῦ
ἡγήσεταί σοι τὴν ἐπιτάξ.
βαδίζουσιν αἱ σηπίαι κατὰ ζυγά.
.. ἀκολουθεῖ τῷ τρόπῳ τὰ τῶν λόγων.
.. ἐγὼ μάγειρος ἀρτύσω σοφῶς.
.. μάλʼ ἥσθην οἷον οὐδεπώποτε.
Ταναγραίῳ φυὴν
Κητεῖ προσόμοιος
... ὑπερείδοντα τοὺς νεανίας
... τὰς Ῥαδάμανθυς πιμπλεῖς βίαν.
βαὺ βαὺ καὶ κυνὸς φωνὴν ἱείς
λόγος τις ἔπνευσεν ὡς τέθνηκα ...
πουλύπους ὥσπερ πέτρας
ἔχεται.
γόης τις ἢ κέρκωψ λόγων
ἀργύριον εἶχεν οὐδʼ ὅσον.
ἐσθὴς δὲ προβάτων ἄνθος
..... ἄψοφον δʼ ἔχειν στόμα
.. κακόν τι προσαπολαύσω ...
γλῶσσαν οὐκ ἐμπήξεται.
κνάπτειν κελεύω γλῶσσαν.
τέχνης γὰρ οὐχ ἥμαρτες.
τηλυγέτων ἀποικιῶν
τὴν ἐμὴν κάμνειν νόσον
γλυκερῷ Σιδωνίῳ
δεῖν τόδε γενέσθαι
ἀποφέρῃ πλέων.
τρικότυλος οἶνος
ἄχρι ἐς τὸν ὄλεθρον
μολυβδίνας ἔχων πέδας ἐν βορβόρῳ κάθηται.
ἐφʼ ᾧ μέγα φρονεῖ μᾶλλον ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ.
δῆμος ἄστατον κακὸν
καὶ θαλάσσῃ πάνθʼ ὅμοιον ὑπʼ ἀνέμου ῥιπίζεται.
καὶ γαληνὸς ἢν τύχῃ, πρὸς πνεῦμα βραχὺ κορύσσεται,
κἄν τις αἰτία γένηται, τὸν πολίτην κατέπιεν.
Μητίοχος μὲν γὰρ στρατηγεῖ, Μητίοχος δὲ τὰς ὁδούς,
Μητίοχος δʼ ἄρτους ἐποπτᾷ, Μητίοχος δὲ τἄλφιτα,
Μητίοχος δὲ πάντα ποιεῖ, Μητίοχος δʼ—οἰμώξεται.
ἡ τὰ θνητῶν καὶ τὰ θεῖα πάντʼ ἐπισκοποῦσʼ ἀεὶ
καὶ νέμουσʼ ἡμῶν ἑκάστῳ τὴν κατʼ ἀξίαν τύχη
μερίδα.
πόλλʼ ἀπιστία δέδρακεν ἀγαθὰ καὶ πίστις κακά.
ἵππος με φέρει, βασιλεύς με τρέφει.
ἀλλʼ ὥσπερ δείπνου γλαφυροῦ ποικίλην εὐωχίαν
τὸν ποιητὴν δεῖ παρέχειν τοῖς θεαταῖς τὸν σοφόν,
ἵνʼ ἀπίῃ τις τοῦτο φαγὼν καὶ πιών, ᾧπερ λαβὼν
χαίρει τις, καὶ σκευασία μὴ μίʼ ᾖ τῆς μουσικῆς.
Α. χαίροις, Ὑψιπύλη φίλη.
Β. τοὺς ἐμοὺς πλέκω κορύμβους.
Α. οὔ σοι λέγω περὶ τούτου.
Β. οὑμὸς ἀκοίτης ἐνταῦθα.
ἀνδρεράστρια γυνή
γνάθους θηλείας
ἐκβολὴ λόγου
ἐπιτριπτότατος ἄνθρωπος
εὐτράπεζος ἄνθρωπος
φασίμη κύλιξ
ἀμολγοί
ἀπομύζουρις, μύζουρις
βαρυσυμφορώτατος
γεγωνοκώμη
γλωττογάστορες
διαφορεῖν
δολίφονον
ἐπίρραμμα
κεραυνίας
Κυνόφαλοι
λαιλαι
λακκοσκαπέρδαν
λακκοσχέας
λάσταυροι
λεοντόκρανον
μανιόκηπος
νώθουρος
παυσιβάκτρων
πεπρυτανευκώς
περισχιδεῖς
πόρνῳ
ποτίκρανον
Πριαμύλλιον
σατύρα
σαῦσαξ
σεσωσμένος
σποδησιλαύρα
σχιζογυάνδρους
Τρικόρινθος
ὑπερκαταβαπτύουσαν
χαλκιδῖτις
ψηλαφησικότταβοι