eul_wid: ggs-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Comic Fragments on Dining and Excess by Theophilus the Comic Poet

The Comic Fragments on Dining and Excess constitute a modern thematic compilation of forty-three passages from the lost comedies of Theophilus, an Athenian poet of the fourth century BCE belonging to the era of Middle Comedy. These fragments, grouped around the topics of dining and licentious behaviour, preserve isolated lines and jokes quoted by later ancient authors primarily for their linguistic or cultural interest. They illustrate the characteristic interests of Middle Comedy, including detailed depictions of symposia and gastronomy, humorous portrayals of social excess such as gluttony and drunkenness, and the presentation of stock character types like the parasite, the boastful cook, and the extravagant host. The fragments also offer glimpses into domestic and social life through scenes of private interaction. They survive exclusively through quotation in the works of later scholars, most notably Athenaeus of Naucratis in his third-century CE Deipnosophistae, with additional excerpts preserved by lexicographers and grammarians. This collection, drawn from modern assemblages such as the Greek Comic Poets, is a resource for understanding the evolution of Greek comedy between the eras of Aristophanes and Menander. The fragments provide evidence for theatrical trends, social history, and the vernacular language of classical Athens, thereby contributing to the reconstruction of the largely lost landscape of Middle Comedy.

ΑΠΟΔΗΜΟΙ.
Καί τοι τί φημι καὶ τί δρᾶν βουλεύομαι;
προδοὺς ἀπιέναι τὸν ἀγαπητὸν δεσπότην,
τὸν τροφέα, τὸν σωτῆρα, διʼ ὃν εἶδον νόμους
Ἕλληνας, ἔμαθον γράμματʼ, ἐμυήθην θεοῖς;
ΒΟΙΩΤΙΑ.
Τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ
τῶν θηρικλείων πῶς δοκεῖς κεραννύει
καλῶς, ἀφρῷ ζέουσαν· οὐδʼ ἂν Αὐτοκλῆς
οὕτως μὰ τὴν γῆν εὐρύθμως τῇ δεξιᾷ
ἄρας ἐνώμα.
ΕΠΙΔΑΥΡΙΟΣ.
Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν,
ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν.
ΙΑΤΡΟΣ.
Πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων . .
. . . . ἐγχέλειον παρατέθεικε τῷ πατρί.
τευθὶς ἦν χρηστή, πατρίδιον, πῶς ἔχεις πρὸς κάραβον;
ψυχρός ἐστιν, ἄπαγε, φησί· ῥητόρων οὐ γεύομαι.
ΚΙΘΑΡΩιΔΟΣ.
Μέγας
θησαυρός ἐστι καὶ βέβαιος μουσικὴ
ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε.
ΝΕΟΠΤΟΛΕΜΟΣ.
Οὐ συμφέρον νέα ʼστὶ πρεσβύτῃ γυνή·
ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται
ἑνὶ πηδαλίῳ, τὸ πεῖσμʼ ἀπορρήξασα δὲ
ἐκ νυκτὸς ἕτερον λιμένʼ ἔχουσʼ ἐξευρέθη.
Πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα
ἔστι μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους·
οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος.
ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ.
Ἑφθῶν μὲν σχεδὸν
τρεῖς μνᾶς. Β. λέγʼ ἄλλο. Α. ῥυγχίον, κωλῆν, πόδας
τέτταρας ὑείους. Β. Ἡράκλεις. Α. βοὸς δὲ τρεῖς,
ὄρνιθʼ. Β. Ἄπολλον. λέγʼ ἕτερον. Α. σύκων δύο
μνᾶς. Β. ἐπέπιες δὲ πόσον; Α. ἀκράτου δώδεκα
κοτύλας. Β. Ἄπολλον Ὧρε καὶ Σαβάζιε.
Εἴτʼ ἐν χάρακι μὲν ταῦτα καὶ παρεμβολῇ.
ΠΡΟΙΤΙΔΕΣ.
Καὶ κύλικα … θηρίκλειον εἰσφέρει
πλέον ἢ κοτύλας χωροῦσαν ἕπτʼ ἀγαθῆς τύχης.
ΦΙΛΑΥΛΟΣ.
Τίς φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος·
εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
καταλείπετʼ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν,
παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς·
ἥν ἐστʼ ἰδεῖν ἥδιον, ἢ τὸ θεωρικὸν
ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε.
Τοῦ μή ποτʼ αὐτὸν ἐμπεσεῖν εἰς Λαΐδα
φερόμενον ἢ Μηκωνίδʼ ἢ Σισύμβριον
ἢ Βάραθρον ἢ Θάλλουσαν, ἢ τούτων τινὰ
ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί,
ἢ Ναννάριον ἢ Μαλθάκην.