eul_wid: cbm-ap
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Hypsipyle by Euripides

Hypsipyle is a tragedy by Euripides, surviving only in fragmentary form. The plot centres on the myth of Hypsipyle, the former queen of Lemnos who has been enslaved and serves as the nurse to Opheltes, the infant prince of Nemea. The tragedy hinges on her brief absence from the child, whom she leaves to guide a group of warriors to a spring; during this time, the infant is killed by a serpent. The surviving fragments, which include portions of the prologue, dialogue, and choral odes, also preserve a major recognition scene in which Hypsipyle is reunited with her own long-lost sons. The play was produced posthumously in Athens, likely between 410 and 408 BCE, and is considered to have been composed for performance at the City Dionysia. Its themes explore maternal guilt, the nature of servitude, and the recovery of identity through familial restoration. Furthermore, the tragedy provides an aetiological myth for the founding of the Nemean Games, which were instituted in honour of the dead child. The text was not transmitted through the medieval manuscript tradition but is known primarily from papyrus discoveries, most notably a single roll found in Egypt, supplemented by quotations in later ancient authors. These sources allow for a partial reconstruction of the play's narrative and dramatic structure.

ΕΥΡΙΠΙΔΟΥ ΥΨΙΠΥΛΗ
Ὑψιπύλη Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
καθαπτὸς ἐν πεύκῃσι Παρνασὸν κάτα
πηδᾷ χορεύων παρθένοις σὺν Δελφίσιν
[ . . . [ ]ειποι̣[
[ ]λʼ ο̣[ὔ]ριʼ ἀζήλῳ κα̣[κῷ
[ ἦλ]θε καρδίας ἔσ[ω
[ ]σδʼ [ἔ]χοις νεανι̣[
[ ]λθʼ ὁμ̣οῦ παρόνθʼ ὁ.[
[ ζῶ]σιν ἢ τεθνᾶσι δ̣[ὴ
[ . . . ]λ̣λα δυστυχοῦν[τ
[ ].α..[ ] δουλείαν πικρ[ὰν
[ ]κακ.[ ]ς ἀνηνύτους λό[γους
[].αδέ τις[ ]αύσομαί σε δω[
[ ]τε[ ] κατα̣σ̣τήσειας ἂ[ν
[ . . . ´]σθʼ ἐλευθέραν.[
[ ]ρος εἶ σ̣ύ μοι, τέκ̣[νον
[ τρ]οφῷ δοίης χά[ριν
[ ]υ̣λ̣ί̣κ̣α[...]ι̣λα[
[ ].[
[ . . .
. . . [ ἀπ]ό̣πτολιν
[ ]ι̣ τύχαις
[ ]
[ ]λαγην
[Συμ]π̣ληγάδων
[ ].φάος
[ ]αζω ζυγῷ
[ ].
[ ]γ̣ης
[ ]μεν
[ ] ἐμὰς
[ ]μονα
. . .
Θόας ἰδού, πρὸς αἰθέρʼ ἐξαμίλλησαι κόρας
γραπτούς τʼ ἐν αἰετοῖσι πρόσβλεψον τύπους
. . . . . . γρα … εοις
ἥξει … σπ … ἀθύρματα
ἃ σὰς ὀδυρμῶν ἐκγαληνιεῖ φρένας.
ὑμεῖς ἐκρούσατʼ, ὦ νεανίαι, πύλας;
ὦ μακαρία σφῷν ἡ τεκοῦσʼ, ἥτις ποτʼ ἦν.
τί τῶνδε μελάθρων δεόμενοι προσήλθετον;
στέγης κεχρήμεθʼ ἐντὸς ἀχθῆναι, γύναι,
εἰ δυνατὸν ἡμῖν νύκτʼ ἐναυλίσαι μίαν.
ἔχομεν δʼ ὅσων δεῖ· τί ποτʼ; ἀλύπητοι δόμοις
ἐσόμεθα τοῖσδε, τὸ δὲ σὸν ὡς ἔχει μενεῖ.
ἀδέσποτος μὲν οἶκος ἀρσένων κυρεῖ
… δώματα
. . .
. . . [..]μ̣.[
Λυκουρ[γ
γυνὴ δ[
οὐκ ἐν ξε̣[ν
πρὸς δʼ ἀ[
ἥκιστ[α
ξένο̣[
ἀεὶ δὲ[
ἀλλʼ εἰς̣ ν̣[
..[.]ῶν εδ̣[
. . .
. . . … οσοι
… ος ἰδέσθαι …
… χον ὡς ἐνόπτρου
… οφαῆ τινʼ αὐγὰν
… αὔξημα τὸ σὸν
… μνήσωμαι, τέκνον, εὐ-
ωποῖς ἢ θεραπείαις.
ἰδοὺ κτύπος ὅδε κορτάλων.
… οὐ τάδε πήνας, οὐ τάδε κερκίδος
ἱστοτόνου παραμύθια Λήμνια
Μοῦσα θέλει με κρέκειν, ὅ τι δʼ εἰς ὕπνον
ἢ χάριν ἢ θεραπεύματα πρόσφορα
παιδὶ πρέπει νεαρῷ
τάδε μελῳδὸς αὐδῶ.
τί σὺ παρὰ προθύροις, φίλα;
πότερα δώματος εἰσόδους
σαίρεις, ἢ δρόσον ἐπὶ πέδῳ
βάλλεις οἷά τε δούλα;
ἦ τὰν Ἀργὼ τὰν διὰ σοῦ
στόματος ἀεὶ κλῃζομέναν
πεντηκόντερον ᾄδεις
ἢ τὸ χρυσεόμαλλον
ἱερὸν δέρος ὃ περὶ δρυὸς
ὄζοις ὄμμα δράκοντος
φρουρεῖ, μναμοσύνα δέ σοι
τᾶς ἀγχιάλοιο Λήμνου,
τὰν Αἰγαῖος ἑλίσσων
κυμοκτύπος ἀχεῖ;
δεῦρο δʼ ἂν λειμῶνα Νέμειον·
ἀστράπτει χαλκέοισιν ὅπλοις
Ἀργεῖον πεδίον πᾶν·
ἐπὶ τὸ τᾶς κιθάρας ἔρυμα,
τᾶς Ἀμφιονίας ἔργον
ὠκυπόδας Ἄδραστος
ὁ δʼ ἐκάλεσε μένος
ποικίλα σάματα
τόξα τε χρύσεα
καὶ μονοβάμονες
ἀειρόμενοι χθον
… οτ
. . .
. . . … ραι …
… Θρᾳκίαν
… ς … μενης ὀρού-
σας ἐπʼ οἶδμα γαληνεί-
ας πρυμνήσιʼ ἀνάψαι
τὸν ἁ τοῦ ποταμοῖο παρ-
θένος Αἴγινʼ ἐτέκνωσε Πη-
λέα, μέσῳ δὲ παρʼ ἱστῷ
Ἀσιάδʼ ἔλεγον ἰήιον
Θρῇσσʼ ἐβόα κίθαρις Ὀρφέως
μακροπόλων πιτύλων ἐρέτῃσι κε-
λεύσματα μελπομένα, τότε μὲν ταχύ-
πλουν, τότε δʼ εἰλατίνας ἀνάπαυμα πλά-
τας. τάδε μοι τάδε θυμὸς ἰδεῖν ἵε-
ται, Δαναῶν δὲ πόνους
ἕτερος ἀναβοάτω.
παρὰ σοφῶν ἔκλυον λόγους
πρότερον ὡς ἐπὶ κυμάτων
πόλιν καὶ πατρίους δόμους
Φοινίκας Τυρία παῖς
Εὐρώπα λιποῦσʼ ἐπέβα
Διοτρόφον Κρήταν ἱερὰν
Κουρήτων τροφὸν ἀνδρῶν,
ἃ τέκνων ἀρότοισιν
τρισσοῖς ἔλιπεν κράτος
χώρας τʼ ὄλβιον ἀρχάν.
Ἀργείαν θʼ ἑτέραν κλύω
λέκτρῳ βασίλειαν Ἰὼ
πάτρας ἀμφὶς ἀμεῖψαι
κερασφόρον ἄταν.
ταῦτʼ ἢν θεὸς εἰς φροντίδα θῇ σοι
… ς δή, φίλα, τὸ μέσον
… ἀπολείψει
… πατέρος πατέρα
… τεχει σέθεν
… ὠκύπορος μετανίσσεται
… γενεα …
… ιος
… ως …
… σφιλ
…
… ο …
. . .
. . . νεμον ἄγαγέ ποτε …
κυναγόν τε Πρόκριν τὰν πόσις ἔκτα
κατεθρήνησεν ἀοιδαῖς …
θάνατος ἔλαχε· τὰ δʼ ἐμὰ πάθεα
τίς ἂν ἢ γόος ἢ μέλος ἢ κιθάρας
ἐπὶ δάκρυσι μοῦσʼ ἀνοδυρομένα
μετὰ Καλλιόπας
ἐπὶ πόνους ἂν ἔλθοι;
ὦ Ζεῦ Νεμέας τῆσδʼ ἄλσος ἔχων,
τίνος ἐμπορίᾳ τούσδʼ ἐγγὺς ὁρῶ
πελάτας ξείνους Δωρίδι πέπλων
ἐσθῆτι σαφεῖς πρὸς τούσδε δόμους
στείχοντας ἔρημον ἀνʼ ἄλσος;
ὡς ἐχθρὸν ἀνθρώποισιν αἵ τʼ ἐκδημίαι
ὅταν τε χρείαν εἰσπεσὼν ὁδοιπόρος
ἀγροὺς ἐρήμους καὶ μονοικήτους ἴδῃ
ἄπολις ἀνερμήνευτος ἀπορίαν ἔχων
ὅπῃ τράπηται· κἀμὲ γὰρ τὸ δυσχερὲς
τοῦτʼ εἰσβέβηκεν· ἄσμενος δʼ εἶδον δόμους
τούσδʼ ἐν Διὸς λειμῶνι Νεμεάδος χθονός.
καί σʼ, εἴτε δούλη τοῖσδʼ ἐφέστηκας δόμοις
εἴτʼ οὐχὶ δοῦλον σῶμʼ ἔχουσʼ, ἐρήσομαι·
τίνος τάδʼ ἀνδρῶν μηλοβοσκὰ δώματα
Φλειουντίας γῆς, ὦ ξένη, νομίζεται;
ὄλβια Λυκούργου μέλαθρα κλῄζεται τάδε
ὃς ἐξ ἁπάσης αἱρεθεὶς Ἀσωπίας
κλῃδοῦχός ἐστι τοὐπιχωρίου Διός.
ῥυτὸν λαβεῖν χρῄζοιμʼ ἂν ἐν κρωσσοῖς ὕδωρ
χέρνιβα θεοῖσιν ὅδιον ὡς χεαίμεθα.
στατῶν γὰρ ὑδάτων νάματʼ οὐ διειπετῆ,
στρατοῦ δὲ πλήθει πάντα συνταράσσεται.
τίνες μολόντες καὶ χθονὸς ποίας ἄπο;
ἐκ τῶν Μυκηνῶν ἐσμὲν Ἀργεῖοι γένος,
ὅρια δʼ ὑπερβαίνοντες εἰς ἄλλην χθόνα
στρατοῦ προθῦσαι βουλόμεσθα Δαναϊδῶν.
ἡμεῖς … θα πρὸς Κάδμου πύλας,
εὐτυχῶς, γύναι.
… σοῦ θέμις μαθεῖν;
… φυγάδα Πολυνείκη πάτρας.
… ω … ας θηρᾷς
παῖς Οἰκλέους … Ἀμφιάρεως
ὦ μεγάλα … ια καὶ
πῶς δʼ οιλ … σα …
. . .
. . . [..]σ̣ε[
η̣ του[
ὄνομα [
ἡ Λημ[ν
ʽ̣[
. . .
. . . γ̣υ̣[
ὅσια φ̣[
ἐδεξ[
πόθεν μ[
ἔγημʼ ὁ κλε̣[ινὸς
εἷς ἦν τις ω[..]ω̣ς̣[.]αδ̣[
ταύτῃ δίδωσ[ι..]ρ̣γ̣ασηντ[
θεοὶ θεῶν γὰ[ρ π]α̣ῖ̣δας η̣.[
Πολύδωρος οὖ[ν ὁ] παῖς̣ [
εἴ που θεᾶς φὺ[ς
τούτου δὲ παῖ[ς
[.]ει̣.[.ʽ̣]δά̣τοι̣[
ὃν καὶ ς̣.[.]νην̣[
εἰς χρη̣σμὸν οὖ̣ν̣ σοι θα[
χρὴ γὰρ στρ̣ατεύειν μʼ ει[
[ἐ]δέ̣ξατʼ οὖν ἑκ̣οῦσα δυ[
[ἐδέ]ξαθʼ, ἥκω δʼ [οὔ]ποτʼ ἐκ[
[..]ε̣ι σαφῶς [..]θανατ[
[... ἔ]στιν αι̣[
τί δῆ]τα θύειν̣ [δ]εῖ σε κ̣[ατθανούμενον;
ἄμεινον· οὐδε]ὶ̣ς κάμα̣[τος εὐσεβεῖν θεούς.
[ ].[.]ω̣[
…
εἰρήσ[εται
ἔξω γυ̣[
ὡς οὐ.[
οὐ δυ[
εἶδ.[
[.]ισχ.[
ἀλ̣λ̣ο̣ι̣[
τίς χρ[
διδ̣[
. . .
Ὑψιπύλη δείξω μὲν Ἀργείοισιν Ἀχελῴου ῥόον
. . . [...........] χέρνιβα [
[..........]ε̣σεν[..]α.[
[........].κ̣α̣σ̣ι̣[
[........]αβο̣[.].[
[......]ς̣[.]ι̣σου̣[
[.....]α̣ιδ̣α̣[
[.....]σς̣[
. . .
. . . [...........]νθ[
[........].πολυκα̣[
[......]α̣ι σταχύω[ν
[....δρ]ο̣σιζομεν̣[
[......] δώτορες ει.[
[.....]ελ̣.[...]ε̣βρ[
. . .
. . . [..]λ̣ευ[
Πλευρ̣[ων
ἀλατευ[
πατρα̣[...........].[
φυγὰς [.........]
νυ[............] ἐν κοίτ̣αισι παρʼ αὐλᾷ̣ [
ἐριδ[..... ἀ]μ̣ειβό̣[μ]ε̣ν̣οι
σιδ[........]ε̣σ̣ια̣
σφα̣γα[....]λ̣ον
κλισίας π̣[ερ]ὶ νυκτέρου̣
γενναίων π[α]τέρων
φ[υ]γάδες δορὶ θυμό̣ν̣.
Φοίβου δʼ ἐν[ο]π̣ὰ[ς] β[ασ]ι̣λεὺ̣ς ἐνύχευ-
ε[ν] Ἄδραστος ἔχω̣ν
τέκν̣α̣ θ̣ηρσὶν [ζ]ε̣ῦ̣[ξ]α̣ι̣
[........]ο̣μο̣[...]
[.............] ἀ̣μπετάσα̣ς̣
[ ]ε̣
. . .
. . . π̣ο̣[.....]ο̣ν[
ποῦ μάλα;
ἐγγύς, οὐχὶ μα[κρὰν...
λε]ύσσειν ἀλλὰ σ̣ο̣[
ἅλ]ικες οἵας ει̣ρ̣.[
οἲ] ἐγ̣ώ·
τί θροεῖς;
ὠλόμαν [
[......]σα̣[
. . .
. . . φ[
μέ[γε]θος αδ[....]αβ[.]δ̣[
οὐ γ̣ὰ̣ρ̣ ε̣μμεν̣[
ἰώ μοι.[
[.].[...].αεα̣[
[.......]οσα̣[..]α̣τωνι̣[
[ ]φη[
. . .
. . . ἐὲ ἐὲ
ἐὲ ἐὲ
δα
χο
μ
. . .
εἰς
τὸν λειμῶνα καθίσας ἔδρεπεν,
ἕτερον ἐφʼ ἑτέρῳ αἰρόμενος
ἄγρευμʼ ἀνθέων ἡδομένᾳ ψυχᾷ
τὸ νήπιον ἄπληστον ἔχων
. . . [ ]μ̣[
[ ]δʼ ες̣ [........]τολ̣[
[ ]ανυ̣.α̣.[..].ι̣ας.[
[ ]ν̣ον ἐκτελεῖ γλυκ[ὺν
[πε]ριέχουσʼ ἐν ἀγκάλ[αις
[ ]κ̣ε[..]ι̣ φίλας τεκν̣[
[ ]ηληματο[ς
[ ]ει λόγων̣ [
[ ἐ]πʼ ἀγκάλαις ι̣[
[ ]ς ἀπωλόμ[ην
[ ἐ]κ χερῶν ν̣[
. . .
. . . ὦ φίλταται γυναῖκες
ἕστηκα μ … π …
ἀνάξιʼ ἕξειν· οἱ φόβοι δ
εὐελπ … υτι … ' ἔχεις ε
δέδοικα θανάτῳ παιδὸς οἷα πείσομαι.
οὔκουν ἄπειρός γʼ, ὦ τάλαινα, συμφορῶν.
ἔγνωκα κἀγὼ τοῦτο καὶ φυλάξομαι.
τί δῆτά γʼ ἐξηύρηκας εἰς ἀλκὴν
φεύγειν στ … ων των … δρ
ποῖ δῆτα τρέψῃ; τίς σε δέξεται πόλις;
πόδες κρινοῦσι τοῦτο καὶ προθυμία.
φυλάσσεται γῆ φρουρίοισιν ἐν κύκλῳ.
νικᾷς· ἐῶ δὴ τοῦτό γʼ· ἀλλʼ ἀπέρχομαι.
σκόπει, φίλας γὰρ τάσδε συμβούλους ἔχεις.
τί δʼ εἴ τινʼ εὕροιμʼ ὅστις ἐξάξει με γῆς;
… δούλους ἄγειν.
… τερο
. . .
. . .ν̣[
τ̣η[.......]ποινα̣[ –
[⏓–⏑]ο̣ι̣ κλῇ̣θ̣ρ̣['] ὡς [......].ουσε̣[–
[⏓–⏑]ωμαι δωμάτων [......]τ̣ι̣δα[
[⏓–⏑]τ̣ʼ ἔξω δμωῒς ἡ τροφ̣[ὸς τέ]κνου
[⏓–]δίδωσιν οὐδʼ ἔσω βαί̣ν̣[ει δό]μων.
ο̣ρ.[....]π̣ρο[
. . .
. . . κρήνη [σ]κ̣ιαζ[
δράκων π̣άροικ[ος
[γ]ο̣ρ̣γωπὰ λεύσσω[ν
πήληκα σείων, οὗ φοβ̣[
π̣οιμένε̣ς̣ ἐπεὶ [σ]ῖγʼ ἐν [.].[
παν[..]δ̣ια δρᾶσαι καὶ ῥυ̣[
φ̣[.. γυ]ναικὶ πάντα γίγνε̣[ται
[.....]ς ἥκ̣ε̣ι· φύλακ̣α δʼ οὐ π̣[
[........]σεν̣..φ̣ε[.]ρο̣[
. . .
. . . ].ε̣..[
]δ̣ʼ ἀγ̣ω[
]ρω[
. . .
. . . . . . ]αρτ[
ο[ ]σηλθ.[
ῥ̣[ ]ι̣τωδ[
. . . ]αστ[
]τ̣ους̣[
. . .
. . . [ ]ω[.]..α̣[.].[
[π]έ̣λας θυρῶν.[
[ ]α̣δ̣ος εἰρ̣γ̣ε̣[
[ ].τ̣[.]τ̣ʼ ἀπο̣ι̣[
[ ]σας[
[ ].σηδ[
[ ]α̣ιθοα̣[
[ ]οχη[
[ ]κε̣τ̣[
. . .
. . . … δι
… ιων
… κτανεῖν
… ζων λαβεῖν
…
. . .
. . . τί̣ φ̣[ὴ]ς ε̣[
ἐκε̣ῖ̣ λο[
ὦ πα̣.[
τὸ μ[
. . .
. . . — δε[
— καὶ π[
— ὡς δ[ὴ] τί̣[
— ὡς [...]ρ̣[
. . .
Εὐρυδίκη κακοῖς τὸ κέρδος τῆς δίκης ὑπέρτερον
Ὑψιπύλη ἔξω γὰρ ὀργῆς πᾶς ἀνὴρ σοφώτερος
. . . [.]ρ.[.....]υ̣[
καὶ χ[ερ]νίβ[
ἐ̣ῶ̣ δε[...]λ̣α̣[
[.]δ̣ῆτα τ̣η̣νι̣[
ἀρετὴν ξενο[
δοκῶ δὲ ταυ̣[τ
ἢν μὴ σὺ π̣εισθ̣[ῇς
[ʽ̣]λ̣.[....]ο̣υκ[
[........]..[
. . .
. . . δειξ …
επω …
κον …
ελ
. . .
. . . [....].ιτονο̣[
[...]β̣ου ταλε[
κ̣αὶ μὴ διʼ ὀρ[γῆς
χρόνῳ δὲ βου̣[λ
τὸ τῶν̣ γυναι[κῶν
καὶ πα[ῖ]δα τ[
κἂν διαριθμ[
ἢν δʼ ἐξαμα̣[ρτ
γενν[αῖʼ ἔ]λ̣ε̣[ξας
ἐν̣ σώφροσ̣ι̣ν[ γ⸢ὰρ κἄμʼ ἀριθμεῖσθα⸣ι θέλω.
τί ταῦ̣τ̣[α] κ⸢ομψ[ῶς ἀντιλάζυσαι λ̣⸣όγων
… εχουσα μηκύνεις μακράν,
κτανοῦσʼ Ὀφέλτην, τῶν ἐμῶν ὄσσων χαράν;
… μηδʼ ἀναμνης …
… ν … π … ποι παιδί θʼ ὃν διώλεσας.
οὕτω δοκεῖ με, πότνιʼ, ἀποκτείνειν …
ὀργῇ πρὶν ὀρθῶς πρᾶγμα διαμαθεῖν τόδε;
σιγᾷς, ἀμείβῃ δʼ οὐδέν; ὦ τάλαινʼ ἐγώ.
ὡς τοῦ θανεῖν μὲν οὕνεκʼ οὐ μέγα στένω,
εἰ δὲ κτανεῖν τὸ τέκνον οὐκ ὀρθῶς δοκῶ,
τοὐμὸν τιθήνημʼ, ὃν ἐπʼ ἐμαῖσιν ἀγκάλαις
πλὴν οὐ τεκοῦσα τἄλλα γʼ ὡς ἐμὸν τέκνον
στέργουσʼ ἔφερβον, ὠφέλημʼ ἐμοὶ μέγα.
ὦ πρῷρα καὶ λευκαῖνον ἐξ ἅλμης ὕδωρ
Ἀργοῦς, ἰὼ παῖδʼ, ὡς ἀπόλλυμαι κακῶς.
ὦ μάντι πατρὸς Οἰκλέους, θανούμεθα.
ἄρηξον, ἐλθέ, μή μʼ ἴδῃς ὑπʼ αἰτίας
αἰσχρᾶς θανοῦσαν, διὰ σὲ γὰρ διόλλυμαι.
ἔλθʼ, οἶσθα γὰρ δὴ τἀμά, καὶ σὲ μάρτυρα
σαφέστατον δέξαιτʼ ἂν ἥδʼ ἐμῶν κακῶν.
ἄγετε, φίλων γὰρ οὐδένʼ εἰσορῶ πέλας
ὅστις με σώσει· κενὰ δʼ ἐπῃδέσθην ἄρα.
ἐπίσχες, ὦ πέμπουσα τήνδʼ ἐπὶ σφαγάς,
δόμων ἄνασσα· τῷ γὰρ εὐπρεπεῖ σʼ ἰδὼν
τοὐλευθερόν σοι προστίθημι τῇ φύσει.
ὦ πρός σε γονάτων ἱκέτις, Ἀμφιαρέω, πίτνω,
καὶ πρὸς γενείου τῆς τʼ Ἀπόλλωνος τέχνης,
καιρὸν γὰρ ἥκεις τοῖς ἐμοῖσιν ἐν κακοῖς,
ῥῦσαί με· διὰ γὰρ σὴν ἀπόλλυμαι χάριν.
μέλλω τε θνῄσκειν, δεσμίαν τέ μʼ εἰσορᾷς
πρὸς σοῖσι γόνασιν, ἣ τόθʼ εἱπόμην ξένοις·
ὅσια δὲ πράξεις ὅσιος ὤν· προδοὺς δέ με
ὄνειδος Ἀργείοισιν Ἕλλησίν τʼ ἔσῃ.
ἀλλʼ ὦ διʼ ἁγνῶν ἐμπύρων λεύσσων τύχας
Δαναοῖσιν, εἰπὲ τῇδε συμφορὰν τέκνου,
παρὼν γὰρ οἶσθα· φησὶ δʼ ἥδʼ ἑκουσίως
κτανεῖν με παῖδα κἀπιβουλεῦσαι δόμοις.
εἰδὼς ἀφῖγμαι τὴν τύχην θʼ ὑπειδόμην
τὴν σὴν ἃ πείσῃ τʼ ἐκπεπνευκότος τέκνου,
ἥκω δʼ ἀρήξων συμφοραῖσι ταῖσι σαῖς,
τὸ μὲν βίαιον οὐκ ἔχων, τὸ δʼ εὐσεβές.
αἰσχρὸν γὰρ εὖ μὲν ἐξεπίστασθαι παθεῖν
δρᾶσαι δὲ μηδὲν εὖ παθόντα πρὸς σέθεν.
πρῶτον μὲν οὖν σὸν δεῖξον, ὦ ξένη, κάρα·
σῶφρον γὰρ ὄμμα τοὐμὸν Ἑλλήνων λόγος
πολὺς διήκει· καὶ πέφυχʼ οὕτως, γύναι,
κοσμεῖν τʼ ἐμαυτὸν καὶ τὰ διαφέρονθʼ ὁρᾶν.
ἔπειτʼ ἄκουσον, τοῦ τάχους δὲ τοῦδʼ ἄνες·
εἰς μὲν γὰρ ἄλλο πᾶν ἁμαρτάνειν χρεών,
ψυχὴν δʼ ἐς ἀνδρὸς ἢ γυναικὸς οὐ καλόν.
ὦ ξένε πρὸς Ἄργει πλησίαν ναίων χθόνα,
πάντων ἀκούουσʼ οἶδά σʼ ὄντα σώφρονα·
οὐ γάρ ποτʼ εἰς τόδʼ ὄμμʼ ἂν ἔβλεψας παρών.
νῦν δʼ εἴ τι βούλῃ, καὶ κλύειν σέθεν θέλω
καί σʼ ἐκδιδάσκειν· οὐκ ἀνάξιος γὰρ εἶ.
γύναι, τὸ τῆσδε τῆς ταλαιπώρου κακὸν
ἀγρίως φέρουσάν σʼ ἤπιον θέσθαι θέλω,
οὐ τήνδε μᾶλλον ἢ τὸ τῆς δίκης ὁρῶν.
αἰσχύνομαι δὲ Φοῖβον οὗ διʼ ἐμπύρων
τέχνην ἐπασκῶ, ψεῦδος εἴ τι λέξομεν.
ταύτην ἐγὼ ʼξέπεισα κρηναῖον γάνος
δεῖξαι διʼ ἁγνῶν ῥευμάτων ὅπως λάβω
στρατιᾶς πρόθυμʼ, Ἀργεῖον ὡς δ
…
… υσιν
… παῖς με
… ασα μεν
ἡμεῖς δὲ
… αι θελ
δράκων ας
ἠκόντισʼ ἁ
καί νιν δρομ
εἵλιξεν ἀμφὶ
ἡμεῖς δʼ ἰδόντες
ἐγὼ δʼ ἐτόξευσʼ
ἀρχὴ γὰρ ἡμῖν
Ἀρχέμορος ε
σύ τʼ οὐχὶ σαυτη
ὄρνιθα δʼ Ἀργείοισι
καὶ μὴ στολ
ἀλλουχ
πολλοὶ δ
Κάδμου
νόστου κυρης
Ἄδραστος ἥξει τʼ Ἄργος
ἑπτὰ στρατηγ
τὰ μὲν γενόμενα
ἃ δʼ αὖ παραινῶ, ταῦτά μοι δέξαι, γύναι.
ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν
θάπτει τε τέκνα χἄτερα κτᾶται νέα
αὐτός τε θνῄσκει· καὶ τάδʼ ἄχθονται βροτοὶ
εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δʼ ἔχει
βίον θερίζειν ὥστε κάρπιμον στάχυν,
καὶ τὸν μὲν εἶναι, τὸν δὲ μή· τί ταῦτα δεῖ
στένειν ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
ἃ δʼ εἰκὸς Ἀργο
θάψαι δὸς ἡμῖν
οὐ γὰρ καθʼ ἡμ
ἀλλʼ εἰς τὸν ἀεὶ
τοῖς σοῖς βρότε
κλεινὸς γὰρ ἔσται
ἀγῶνά τʼ αὐτῷ
στεφάνους διδ
ζηλωτὸς ἔσται
ἐν τῷδε με
μνησθήσεται
ἐπωνομάσθη
Νεμέας κατʼ ἄλσος
ἀναιτία γάρ· τοῖς
σὺν γὰρ καλῷ σο
θήσει σε καὶ παῖδʼ
ὦ παῖ, τὸ μέν σοι τ
… ἧσσον ἢ μην
πρὸς τὰς φύσεις χρὴ καὶ τὰ πράγματα σκοπεῖν
καὶ τὰς διαίτας τῶν κακῶν τε κἀγαθῶν,
πειθὼ δὲ τοῖς μὲν σώφροσιν πολλὴν ἔχειν,
τοῖς μὴ δικαίοις δʼ οὐδὲ συμβάλλειν χρεών.
. . . [].[..].[.]τ̣ι̣ς̣[
[] ἄνδρα κατέφυγεν̣ [⏓–⏑–
[]θειν ἐστὶν εἰς τα[.]δε̣.[⏑–
[]ους ἀνέθεσαν· τὰς σ̣υν̣[
[] οὐκ ἔχουσι συμμάχο̣υ̣ς̣
[]ς Ἀμφιάρεως· σῶσαι̣ [⏑–
[ ]θ̣ι̣ς ὡσπερεὶ νεὼς .[
[ λ]α[μ]βάνω[
. . .
[..] ἔοι̣κ̣ε δε[
[.]ε̣ Διόνυσός τ[ε
[.]αντος εισες̣[
[.]φ̣έστηκʼ οὐδ[
[.]ιδʼ, οὐτ[
τίς ποτʼ [
θαλαμο[
βάλλει ὑπ̣[
ἀνά τʼ αἰθ[έρ
τί τὸ σῆμα̣ [
βότρυς α.[
ἀναδίδω[σι
ῥεῖ δὲ γά[
στάζει[
νέκταρ[
λιβάνου̣[
τάχʼ ἂν ε[
χάριν α̣[
ἀντάγ̣ω̣[ν
ὦ] πότνια θεῶ[ν
.]αο̣ς ἄσκοπ̣ο̣ν [
.]έρι πρωτόγονο[
...´̣]ρως ὅτε νυ[
......] δ̣ὴ τότ̣ε̣ [
.......]γ̣ενο[
.......]..θ̣[
. . .
. . . [ ] α̣ὔ̣ρ̣ᾳ θέλομεν [
[ σ]μύρνας καπν[
[θα]λάμοις Βρόμιο̣[..]ει̣[
[ ] ἀπʼ οἴνας
[ ]τε φίλαι
[ ]θηκα φέρου̣σα τρι̣πε[
[ ]ας παρὰ χειρὸς ἐδε[
[ ]ς ἐς οἴκους
[ ]ερον· ὡς δʼ ἐπʼ ἐπώμ[ιον
[κυ]παρισσόροφον χερὶ ν̣[
[ ἔ]σωθεν
[ ]τ̣ι̣[.῀̣..].[
. . .
. . . [ ]..[
[ ]α̣ς ἁμᾶς [
[τ]ὸ κτῆμα.[
[ ]ς οὐχὶ θιγ̣[
[ ]ν̣ οἴκοις
[ ] ἐξάγετα[ι
[ ]ον γένο[ς
[ ] εἶ̣πέ τʼ ἄ[
[ ]μεν σα.[
[ ]η χάριν [
[ ]ι̣δʼ ἀπομ̣[
. . .
. . . [ ]θεα̣ς̣ ρ̣[
[]ντετραφ[
[]δα θεῶν .[
[].[..]σ̣ι̣ν̣[
. . .
Ἠδωνίσι Θρᾳκίαις,Πάγγαιον ὄρος τῆς Θρᾴκης, τέκνα τʼ ἀνὰ μίαν ὁδὸν
ἀνάπαλιν ἐτρόχασεν
ἐπὶ φόβον ἐπὶ
χάριν ἑλίξας,
χρόνῳ δʼ ἐξέλαμψεν εὐάμερος.
τὴν μὲν παρʼ ἡμῶν, ὦ γύναι, φέρῃ χάριν,
ἐπεὶ δʼ ἐμοὶ πρόθυμος ἦσθʼ ὅτʼ ἠντόμην,
ἀπέδωκα κἀγὼ σοὶ πρόθυμʼ ἐς παῖδε σώ.
σῴζου δὲ δὴ σύ, σφὼ δὲ τήνδε μητέρα,
καὶ χαίρεθʼ· ἡμεῖς δʼ, ὥσπερ ὡρμήμεσθα δή,
στράτευμʼ ἄγοντες ἥξομεν Θήβας ἔπι.
εὐδαιμονοίης, ἄξιος γάρ, ὦ ξένε.
εὐδαιμονοίης δῆτα· τῶν δὲ σῶν κακῶν,
τάλαινα μῆτερ, θεῶν τις ὡς ἄπληστος ἦν.
αἰαῖ φυγὰς ἐμέθεν ἃς ἔφυγον,
ὦ τέκνον, εἰ μάθοις, Λήμνου ποντίας,
πολιὸν ὅτι πατέρος οὐκ ἔτεμον κάρα.
ἦ γάρ σʼ ἔταξαν πατέρα σὸν κατακτανεῖν;
φόβος ἔχει με τῶν τότε κακῶν· ἰὼ
τέκνʼ, οἷά τε Γοργάδες ἐν λέκτροις
ἔκανον εὐνέτας.
σὺ δʼ ἐξέκλεψας πῶς πόδʼ ὥστε μὴ θανεῖν;
ἀκτὰς βαρυβρόμους ἱκόμαν
ἐπί τʼ οἶδμα θαλάσσιον, ὀρνίθων
ἔρημον κοίταν.
κἀκεῖθεν ἦλθες δεῦρο πῶς τίνι στόλῳ;
ναῦται κώπαις
Ναύπλιον εἰς λιμένα ξενικὸν πόρον
ἄγαγόν με δουλοσύνας τʼ ἐπέβασαν, ἰὼ τέκνον,
ἐνθάδε νάϊον μέλεον ἐμπολάν.
οἴμοι κακῶν σῶν.
μὴ στένʼ ἐπʼ εὐτυχίαισιν.
ἀλλὰ σὺ πῶς ἐτράφης ὅδε τʼ ἐν τίνι
χειρί, τέκνον, ὦ τέκνον;
ἔνεπʼ ἔνεπε ματρὶ σᾷ.
Ἀργώ με καὶ τόνδʼ ἤγαγʼ εἰς Κόλχων πόλιν.
ἀπομαστίδιόν γʼ ἐμῶν στέρνων.
ἐπεὶ δʼ Ἰάσων ἔθανʼ ἐμός, μῆτερ, πατήρ—
οἴμοι κακὰ λέγεις, δάκρυά τʼ ὄμμασιν,
τέκνον, ἐμοῖς δίδως.
Ὀρφεύς με καὶ τόνδʼ ἤγαγʼ εἰς Θρᾴκης τόπον.
τίνα πατέρι ποτὲ χάριν ἀθλίῳ
τιθέμενος; ἔνεπέ μοι, τέκνον.
μοῦσάν με κιθάρας Ἀσιάδος διδάσκεται,
τοῦτον δʼ ἐς Ἄρεως ὅπλʼ ἐκόσμησεν μάχης.
διʼ Αἰγαίου δὲ τίνα πόρον
ἐμόλετʼ ἀκτὰν Λημνίαν;
Θόας κομίζει σὸς πατὴρ δυοιν τέκνω.
ἦ γὰρ σέσωσται; Βακχίου γε μηχαναῖς.
… βό … όνων
… προσδοκία βιοτᾶς
… ε ματρὶ παῖδας ἢ
… μοι.
κείνου … ντος οἰνωπὸν βότρυν Διόνυσος.
ὦ θνητὰ παραφρονήματʼ ἀνθρώπων, μάτην
οἵ φασιν εἶναι τὴν τύχην ἀλλʼ οὐ θεούς.
εἰ γὰρ τύχη μὲν ἔστιν, οὐδὲν δεῖ θεοῦ,
εἰ δʼ οἱ θεοὶ σθένουσιν, οὐδὲν ἡ τύχη.
. . . [ ].ς̣...[
[ ]νητομο̣.
[Λ]ημνίαις ὅδε
[ ]ξαιμεν ἂν
[ ] οὐ κ̣ω̣λύει
[ ]ους μολεῖν
[ ]εί̣ας τινὸς
[ ]αυματα
[ ]ν πλάκα
[ ].ου φρα[
[ ´]θο[
. . .
. . . [ ]χ[
[]γμε̣ν̣[
[]αφια[
[]ν ἔχει
[]ει θεῶν
. . .
. . . [].ας ἐμὰ[ς
[]τ̣ον σὸν .[
[τέ]κνʼ ἰατη[ρ
[ ]νʼ οἷʼ ετο[
[ ]αι δεδρακ̣[
[ ] αἰσχρὰ γὰρ λέ[γ
[ ]α καλὰ λεγ̣[
. . .
. . . [ ]δ[
[].χρω̣μεν[
[]ε̣ι μοι παιδ[
[]πας ἠλθε[
[]λλων δε[
[]λ̣ʼ ἀπόδο̣[
[ ]νδʼ απ[
[ ]´[
. . .
. . . [ ].[.]τ̣ι̣[
[]αταπει̣[
[]πτειν ε̣[
[]ιδʼ εἰ πρ[
[]ς̣ βροντ[
[ ]..[.]ν̣η̣[
. . .
. . . … ησεθι
… μέν τε
… ὦ γύναι
… σῶσαι
…
. . .
ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον
Ὑψιπύλη περίβαλλʼ, ὦ τέκνον, ὠλένας
ἄελπτον οὐδέν, πάντα δʼ ἐλπίζειν χρεών
εὔφημα καὶ σᾶ καὶ κατεσφραγισμένα
ἢ ἑτέρᾳ φράσω;
οἰνάνθα τρέφει τὸν ἱερὸν βότρυν
ἀναδρομαί
ἄρκτος
τῆς κροταλισάσης
ἁλκυόνες αἳ παρʼ ἀενάοις θαλάσσας
κύμασι
τέγγουσαι νοτίοις πτερῶν
ῥανίσι χρόα δροσιζόμεναι
. . . … υσε τὸν δυσώνυμον
… δʼ ἐμφανῆ παιδὸς μόρον
… νε … εω συνάορον
… υς δὲ καί φησιν κτανεῖν
… σαφῶς ποινὰς ὅπως
… ἐκλέγοιεν ἄν
… ει … οις …
… ος ταυτ
… π …
. . .
. . . σ̣τ̣α̣φ̣[
πεπλ̣η....φ̣[
το̣ύ̣τω̣ν̣ σ̣ὺ δε.[
ὥραις γε...ο̣ν̣γ̣[
Ἥρα̣ς̣ .εδ̣ο̣ιδ.[
Διονυσο..ν̣ο̣λ̣[
τρίτος̣ Διό̣ν̣υ̣[σος
Χίο̣υ̣ π̣α̣ρ̣α[
ο̣ι̣α̣ν τα τ̣[
Λ̣ῆμνον.[
ἐγὼ δε.[
σὺ δʼ αμ[
Διοπ̣α̣[ι
πας̣.[
α̣[